Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:1313ΕΠΙΤΙΜΙΑ ΕΙΣ ΤΑΣ ΚΑΝΟΝΙΚΑΣ. α Ἡ ὀμόσασα τὸν τυχόντα ὅρκον ἀφοριζέσθω ἑβδομάδας δύο. β Ἡ βλασφημήσασά τινα τῶν πρεσβυτίδων τῶν πεπιστευμένων διατυποῦν τὰ ἐν τῷ ἀσκητηρίῳ ἀφοριζέσθω ἑβδομάδα μίαν. γ Ἡ κατὰ ἀπούσης ἀδελφῆς κρυφῆ λέγουσά τι σκοπῷ τοῦ διαβάλλειν αὐτὴν, ἀφοριζέσθω ἑβδομάδα μίαν. δ Ἡ ὑβρίσασά τινα ὕβριν τὴν τυχοῦσαν ἀφοριζέσθω ἑβδομάδα μίαν. ε Ἥτις εὑρίσκεται ψιθυρίζουσα ἄλλη ἐκτὸς τῶν πρεσβυτίδων τῶν πεπιστευμένων διακονεῖν, ἀφοριζέσθω ἑβδομάδα μίαν 2 Ἥτις χωρὶς ἀναγκαίας χρείας ἄκαιρον ὁμιλίαν προβαλλομένη ἀργολογεῖ, ἀφοριζέσθω ἑβδομάδα μίαν. ζ Ἥτις εὐτράπελα φθέγγεται, ἢ γέλωτα ἀπρεπῆ, ἀφοριζέσθω ἑβδομάδα μίαν. η Ἥτις ἐν τῷ ἔργῳ τῆς διακονίας οὖσα, καὶ ἀναγκαίαν χρείαν ἔχουσα, ὁμιλήσει τῇ πλησίον ἢ μετὰ κραυγῆς ἢ θρασυλογίας, ἀφοριζέσθω ἑβδομάδα μίαν. θ Ἥτις ἀντέχεται τῆς ἐπικαταγινωσκομένης ἐπὶ πταίσματι παρὰ τῶν μετὰ δοκιμασίας οἰκονομεῖν καὶ διατυποῦν πεπιστευμένων, συναφοριζέσθω ἐκείνῃ ᾗ ἀντέχεται ἑβδομάδας δύο.
ι Ἥτις τινὶ τῶν ἔξωθεν ἐπεισερχομένων ὁμιλήσει, πρὶν ἐπιτραπῇ παρὰ τῆς τὴν φροντίδα ἐμπεπιστευμένης ἐν πάσῃ ἐξουσίᾳ εὐταξίας, ἀφοριζέσθω ἑβδομάδα μίαν. ια Ἥτις εὑρίσκοιτο γογγύζουσα ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν, ἢ ἐν τῷ καμάτῳ τῶν ἔργων, ἀφοριζέσθω ἑβδομάδα μίαν. ιβ Ἡ ἀντιπίπτουσα τῷ προστάγματι τῶν πεπιστευμένων τὴν φροντίδα ἀφοριζέσθω ἑβδομάδα μίαν. ιγ Ἡ καταφρονητικῶς, μετὰ δῆθεν ἡσυχίας μὴ πληροῦσα τὸ ἐπίταγμα ἀφοριζέσθω ἑβδομάδα μίαν. ιδ Ἡ θέλουσα καλλωπίζεσθαι, μετὰ μίαν καὶ δευτέραν νουθεσίαν, ἐπὶ τοῦ προεστῶτος ἐλεγχέσθαι. ιε Ἡ ἄνευ γνώμης τῶν πεπιστευμένων τὴν φροντίδα εἰς μητέρα ἢ εἰς ἀδελφὴν ἀπελθοῦσα, ἀφοριζέσθω ἑβδομάδα μίαν. ι Ἡ ἐννεύσασα ὀφθαλμοὺς σχήματι πονηρῷ λυποῦσα τῇ πλησίον, ἀφοριζέσθω ἑβδομάδα μίαν. ιζ Ἡ μετὰ τὴν ἀπόλυσιν τῶν συνάξεων ὁμιλοῦσά τινι τῶν ἔξω γυναικῶν ἀφοριζέσθω ἑβδομάδας δύο. ιη Ἡ ἀπ’ ἔργου εἰς ἕτερον ἔργον μεταβαίνουσα χωρὶς ἐπιταγῆς τῶν ἐχόντων τὴν φροντίδα ἀφοριζέσθω ἑβδομάδα μίαν. ιθ Ἥτις τὸ ἐπιτίμιον ἀποβάλλοιεν ( σιξ ), ἢ ἀντιλέγει, ἢ γογγύζει, μὴ γνωρίζουσα τὸ ἑαυτῆς ὄφελος ἐν τῇ διορθώσει, ἀφοριζέσθω ἑβδομάδας δύο.
Continue reading PG 31: Consolatoria ad aegrotum Sp. (sub auctore Proclo) →≣ entire volume