Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
Prayer of Saint MacariusΕὐχὴ τοῦ ἁγίου Μακαρίου
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 34:445Εὐχὴ τοῦ ἁγίου Μακαρίου. Ὦ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ὅτι οὐδὲν ἐποίησα ἀγαθὸν ἐνώπιόν σου. Ἀναρῦσαί με ἀπὸ τοῦ Πονηροῦ, καὶ ἀξίωσόν με ἀκατακρίτως ἀνοίγειν τὸ στόμα μου τὸ ἀνάξιον, καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Συγχώρησόν μοι, Κύριε, πᾶν ἄτοπον ὅρμημα τῆς καρδίας μου, ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Σὺ γὰρ γινώσκεις, Δέσποτα τῶν ἁπάντων, ὅτι ἀκούσιά μού εἰσι. Συγχώρησόν μοι ἀναξίως προσερχομένῳ σοι, διότι σὲ ἐπόθησα καὶ ποθῶ. Συγχώρησόν μοι τῷ ἁμαρτωλῷ, τῷ πονηρῷ, τῷ ψεύστῃ, τῷ ἀνυπομονήτῳ, τῷ ὀλιγοψύχῳ, τῷ ἀσυστάτῳ, τῷ ῥᾳθύμῳ, τῷ ἀμελεῖ τῶν ἁγίων σου ἐντολῶν, τῷ πᾶσαν καὶ παντοίαν ἁμαρτίαν καὶ ἀνομίαν τελέσαντι, πορνείας, μοιχείας, μαλακίας ἐν γῇ, ἐν θαλάσσῃ καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Κύριε, ἐνώπιον τῶν ἀλαθήτων σου ὀφθαλμῶν οὐκ ἐπαυσάμην πάντα ἐργάζεσθαι τὰ πονηρὰ καὶ αἰσχρά. Καὶ ἀκμὴν ὁ ἐχθρὸς γαστριμαργίαις καὶ ἡδοναῖς καὶ πονηραῖς ἐπιθυμίαις, δόλοις τε καὶ κενοδοξίαις καὶ βλασφημίαις ἐμπλέκειν με οὐ παύεται.
Ἀλλὰ σὺ, ὡς μόνος ὢν ἀγαθὸς καὶ ἐλεήμων, βοήθησόν μοι καὶ σῶσόν με ὡς τὸν ἄσωτον, ὡς τὸν τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν λῃστήν. Ναὶ, Δέσποτα, φιλάνθρωπε, ὑπεράγαθε, μὴ βδελύξῃ με τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον οἰκέτην σου, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων σου τῶν ἁγίων.
Prayer to the Holy Angel from GodΕὐχὴ εἰς τὸν ἅγιον ἄγγελον τὸν ἀπὸ Θεοῦ…
Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Εὐχὴ εἰς τὸν ἅγιον ἄγγελον τὸν ἀπὸ Θεοῦ ταχθέντα σκεπεῖν καὶ διαφυλάττειν ἡμᾶς. Ἅγιε ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλὸν, μηδ’ ἀποστῇς ἀπ’ ἐμοῦ διὰ τὴν ἀκαθαρσίαν μου, μὴ δῷς χώραν τῷ πονηρῷ δαίμονι, κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος. Κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναὶ, ἅγιε ἄγγελε τοῦ Θεοῦ, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν. Σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας καὶ ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν.
PG 34:447Καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ αὐτοῦ καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς αὐτοῦ ἀγαθότητος. Ἀμήν.
Continue reading PG 34: Homiliæ Spirituales →≣ entire volume