Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 48:1059ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΚΑΙ ΕΛΕΗΜΟΣΥΝΗΣ. Καλὴ ἡ νηστεία, καλὴ καὶ ἡ τῶν Γραφῶν ἀνάγνω-σις· καλὴ δέ ἐστιν, ὅταν καὶ ἡ ἐκ ταύτης πρᾶξις ἕπη-ται, ἐπεὶ, ἐὰν ἀναγινώσκῃς μὲν, μὴ ποιῇς δὲ, γίνεταί σοι εἰς κρῖμα ἡ ἀνάγνωσις, καὶ εἰς ἐφόδιον κολάσεως. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ γόμου, φησὶ, δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσον-ται· καὶ πάλιν ὁ Χριστός· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὑτῶν. Μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὅταν μάλιστα τὸν τόκον καταβάλωσι· τόκος δέ ἐστιν ἡ ὑπακοὴ, καὶ ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐργασία, καθώς φησιν ὁ Κύριος· Κἀγὼ ἐλθὼν ἀπῄτησα ἂν τὸ ἐμὸν σὺν τό-κῳ. Τί οὖν συνήγαγες, ἀδελφὲ, ἀπὸ τῆς νηστείας; ἐπεὶ καὶ γεωργὸς διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολ-λὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων ἐμπλή-σῃ. Μή μοι εἴπῃς, ὅτι Τόσας ἡμέρας ἐνήστευσα, τὸ καὶ τὸ οὐκ ἔφαγον, οἶνον οὐκ ἔπιον, ἀλουσίαν ὑπέμεινα, ἀλλὰ δεῖξόν μοι, εἰ θυμώδης ὢν, πρᾶος ἐγένου, καὶ εἰ ὠμὸς ὢν, ἐγένου φιλάνθρωπος. Ἐπεὶ ἐὰν μεθύῃς τῷ θυμῷ, τί τὴν σάρκα καταθλίβεις; ἐὰν φθόνος ᾖ ἔνδον καὶ πλεονεξία, τίς ἡ ὠφέλεια τῆς ὑδροποσίας; Οὐ ζητῶ νῦν ποταπὴ ἡ τράπεζα, ἀλλ’ εἰ γνώμης κακῆς ἐγένετο μεταβολή. Ἐὰν ἡ δέσποινα, ἡ ψυχὴ λέγω, πορνεύῃ, τί τὴν θεράπαιναν, τὴν γαστέρα φημὶ, μα-στίζεις; εἰ ἡ ψυχὴ παρασύρεται, τί τὸ σῶμα τήκεις;
1059 DE JEJUNIO ET ELEEMOSYNA. 1060
ἠμφίαστο. Νωθρᾶς καὶ ῥαθύμου ψυχῆς τὸ θαυμάζειν εὐανθὲς ἔνδυμα καὶ κατὰ τὴν ἐργασίαν λεπτόν· ψυχὴ δὲ μεγαλοφυὴς ἡ τοῦ ὄντως κόσμου τοῦ ἀληθινοῦ αἰσθανομένη διαπτύει πᾶσαν μαλακὴν ἐσθῆτα, τὴν ὑψηλοτέραν αὐτῆς ἐπιποθοῦσα τὴν ἀπερίεργον ª, τὴν εὐπρεπεστέραν, τὴν σεμνοτάτην, τὴν ἁγνείαν πάντων προτιμήσασα. Ἀρκέσθητε τοίνυν τῇ διὰ τῶν εἰρημένων ὑπομνήσει, φυλάξατε δὲ τὴν σεμνότητα, μὴ πέρα τοῦ μέτρου ἐξαγαγεῖν ὡς πικρὰν τὴν ἀκρίβειαν, ἥτις γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον αὐτῷ τε τῷ ἀκούοντι καὶ τοῖς πλησιάζουσι γίνεται. Ἡ γὰρ πνευματικὴ χαρὰ σεμνῶς καὶ μεγαλοπρεπῶς εἰς ἑνότητα Θεοῦ προσομιλεῖ τὴν ψυχήν, πληροῖ δὲ τῆς γλυκύτητος καὶ τοὺς [805] συντυγχάνοντας. Ἀλλὰ μὴ πρόφασιν λαβὼν ἐκ τῶν ἐμῶν λόγων, ὅτι ἐκωλύθης ἐν ἱλαρότητι διάγειν, ἄρξῃ σκυθρωπὸς καὶ χαλεπὸς εἶναι πρὸς τοὺς ἐρχομένους ἀδελφούς, μηδὲ ἀπηνής τις καὶ δυσπρόσιτος καὶ ἀπάνθρωπος ἔσο ἀντὶ χρησίμου καὶ ἀγαπητικοῦ, μηδὲ ἐν ταῖς δεξιώσεσι τῶν προσιόντων ἀδελφῶν σκυθρωπός, καὶ περὶ ἀπόκρισιν καὶ λόγον ἀκοινώνητος. Πάντοτε γὰρ χαίρειν πρόσταγμά ἐστιν ἀποστολικόν, καὶ τὸ, Παρακαλεῖτε ἀλλήλους, καὶ γίνεσθε εἰς ἀλλήλους χρηστοί· καί, Ἡ ἀγάπη, φησί, χρηστεύεται· καὶ αἱ τῶν ἀποστόλων φιλοφροσύναι τοῖς γράμμασιν αὐτῶν ἔνεισιν, ὡς τέκνα φιλοφρονούμενοι τοὺς ἀκούοντας, ὡς ἀδελφοὺς παρακαλοῦντες τοὺς προσέχοντας· καὶ πολλὰ περὶ τῆς ἱερᾶς κατὰ τὴν ἀγάπην χρηστότητος ἔστιν ἐκ τῶν ἁγίων
ª Reg. ἐπιποθοῦσα τὴν ἀπτόητον, τὴν ἀπερίεργον, inquit Montf., qui, cum Morello, τὴν ἀπτόητον omitit; sed hoc comma legit etiam Savilius. Edit.
Γραφῶν καταμαθεῖν. Μηδὲ δεῖ πρὸς ἄμετρον ἱλαρότητα μετάγειν, μηδὲ γελωτοποιίᾳ λυμήνασθαι τὴν εἰς Θεὸν μίμησιν χρηστότητα, ἀλλὰ μεταξύ στῆναι τῆς τελείας ἱλαρότητος, καὶ μήτε λυπεῖν τοὺς συντυγχάνοντας, μήτε ἐκλύειν καὶ ῥαθύμους ἀποτελεῖν, μήτε χαλεπῶς ἐπιπλήττειν, μήτε ἀπατηλῶς κολακεύειν, ἀλλὰ καὶ συμφερόντως ἐπιστρέφειν καὶ χρηστῶς παρακαλεῖν. Ὅς φείδεται, φησί, ῥῆμα προέσθαι σκληρόν, νοήμων· κηρία δὲ μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς· εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν ὡς μάχαιραι, γλῶσσαι δὲ σοφῶν ἰῶνται. Καλὸν δὲ καὶ τὸ θείαις ᾠδαῖς ἀνακεῖσθαι μετρίως· ἡ γὰρ τοιαύτη φαιδρότης ἁγιάζει τὴν ψυχήν, κατὰ τὸν Ἀπόστολον· Πληροῦσθε, φησί, Πνεύματι, ᾄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Καλὸν οὖν τῇ πρὸς τὴν τοιαύτην εὐφροσύνην σπουδῇ προσιέναι, καὶ μὴ διά τινα τρόπον πικρὸν καὶ σκληρὸν ὀκνηρῶς ἔχειν πρὸς τὴν θείαν ᾠδήν, ὡς μὴ καταξιοῦντα φωνὴν προσκομίσαι πρὸς τὴν τοῦ Θεοῦ μελῳδίαν. Πρὸς γὰρ τοιοῦτον θεῖον πνεῦμα, καὶ πρὸς τὴν ὁμιλίαν τὴν ἱερὰν φαιδρῶς ἔχειν δεῖ· οὐκ εἰς ἡδυφωνίαν ἐκλυομένους, οὐδὲ βακχίλως διακεῖσθαι εἰς τὰς θείας ᾠδάς, οὐδὲ μελῳδικῶς ἀνακλᾶν, καὶ περιβλέπεσθαι ὧδε κἀκεῖ, ὅπως ἐπαινεθῇς, ἀλλ’ ἐνευφραινομένους Θεῷ, καὶ αὐτῷ μόνῳ ἀρέσκειν σπουδάζοντας, καὶ ἐνταῦθα δὴ μάλιστα, ἵνα τῷ σεμνῷ τὸ ἱλαρὸν κεκραμένον εὑρήσηται, τοῦ μὲν πρὸς Θεὸν φόβου τὴν σεμνότητα παρέχοντος ἡμῖν, τῆς δὲ θείας ᾠδῆς εἰς φαιδρότητα ἐναγούσης, καὶ μίμησιν τῆς αἰωνίου χαρᾶς ἐμποιούσης, ἐν ᾗ τὴν μέλλουσαν ζωὴν οἱ καλῶς ἐμπολιτευσάμενοι ζήσονται παρὰ Κυρίῳ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
***
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΚΑΙ ΕΛΕΗΜΟΣΥΝΗΣ.
Καλὴ ἡ νηστεία, καλὴ καὶ ἡ τῶν Γραφῶν ἀνάγνωσις· καλὴ δέ ἐστιν, ὅταν καὶ ἡ ἐκ ταύτης πρᾶξις ἕπηται, ἐπεί, ἐὰν ἀναγινώσκῃς μέν, μὴ ποιῇς δέ, γίνεται σοὶ εἰς κρῖμα ἡ ἀνάγνωσις, καὶ εἰς ἐφόδιον κολάσεως. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, φησί, δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· καὶ πάλιν ὁ Χριστός· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὅταν μάλιστα τὸν τόκον καταβάλωσι· τόκος δέ ἐστιν ἡ ὑπακοή, καὶ ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐργασία, καθώς φησιν ὁ Κύριος· Κἀγὼ ἐλθὼν ἀπῄτησα [806] ἂν τὸ ἐμὸν σὺν τόκῳ. Τί οὖν συνήγαγες, ἀδελφέ, ἀπὸ τῆς νηστείας; ἐπεὶ καὶ γεωργὸς διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολλὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων ἐμπλήσῃ. Μή μοι εἴπῃς, ὅτι Τόσας ἡμέρας ἐνήστευσα, τὸ καὶ τὸ οὐκ ἔφαγον, οἶνον οὐκ ἔπιον, ἁλουσίαν ὑπέμεινα, ἀλλὰ δεῖξόν μοι, εἰ θυμώδης ὤν, πρᾶος ἐγένου, καὶ εἰ ὠμὸς ὤν, ἐγένου φιλάνθρωπος. Ἐπεὶ ἐὰν μεθύῃς τῷ θυμῷ, τί τὴν σάρκα καταθλίβεις; ἐὰν φθόνος ᾖ ἔνδον καὶ πλεονεξία, τίς ἡ ὠφέλεια τῆς ὑδροποσίας; Οὐ ζητῶ νῦν ποταπὴ ἡ τράπεζα, ἀλλ’ εἰ γνώμης κακῆς ἐγένετο μεταβολή. Ἐὰν ἡ δέσποινα, ἡ ψυχὴ λέγω, πορνεύῃ, τί τὴν θεράπαιναν, τὴν γαστέρα φημί, μαστίζεις; εἰ ἡ ψυχὴ παρασύρεται, τί τὸ σῶμα τήκεις;
Ταῦτα λέγω οὐχ ὑμῶν κατηγορῶν, ἀλλὰ διὰ τοὺς ῥαθύμους. Ὅσον γὰρ ἐὰν ἴδω ὑμᾶς πετομένους, ἔτι βούλομαι ὑμᾶς ἀνωτέρω πέτασθαι· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης τυραννίς. Καὶ ὥσπερ οἱ φιλάργυροι, ὅσον ἐὰν συναγάγωσι χρυσίον, πλέον ἐπιζητοῦσιν· οὕτω καὶ ἡμεῖς πλέον ὀρεγόμεθα τῆς ὑμετέρας προκοπῆς. Εἰ οὖν θέλεις παρὰ Θεῷ προσδεχθῆναι, νήστευσον ὡς οἱ Νινευῖται, ἀδελφέ· ἐκεῖνοι νόμον οὐκ ἔλαβον· περὶ ὧν φησιν ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Μὴ τοίνυν ἀργὴν τὴν νηστείαν ἐπιδείκνυσο· οὐ γὰρ ἀναβαίνει μόνη εἰς τὸν οὐρανὸν ἡ νηστεία, ἐὰν μὴ ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην· ξυνωρὶς γὰρ αὐτῆς ἐστι, καὶ οὐ μόνον ἀδελφότης καὶ ξυνωρίς, ἀλλὰ καὶ ὄχημα. Καὶ πόθεν τοῦτο; Τῷ Κορνηλίῳ ἔλεγεν ὁ ἄγγελος· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Πτερὸν γάρ ἐστι τῆς εὐχῆς ἡ ἐλεημοσύνη· ἐὰν οὖν μὴ ποιήσῃς πτερὸν τῇ εὐχῇ, οὐ πέταται· ὅταν δὲ πτερωθῇ ἡ ψυχή σου, ἵπταται εἰς τὸν οὐρανόν. Ἕως πότε ἡ φιλαργυρία καὶ τῶν κτημάτων ἡ ἐπιθυμία; Ταῦτα πάντα, ἀδελφέ, συγκαταλύεται τῷ παρόντι βίῳ. Ἀλλὰ πάντως μοι ἐρεῖς· Ταῦτα σεαυτῷ λέγε. Καὶ ἐμαυτῷ λέγω, ἀδελφέ, καὶ ὑμῖν· κοινὸν γὰρ τὸ συμβούλιον. Ἐγὼ ταῦτα ἀκούων, καὶ διορθούμενος, παρ’ ὑμῶν χάριν λαμβάνω· κἂν δοῦλος ᾖ ὁ λέγων, δέχομαι τὴν συμβουλήν, κἂν ἐλεύθερος ᾖ, προθύμως ἀκούω. Οὐ

PG 48:1060Ταῦτα λέγω οὐχ ὑμῶν κατηγορῶν, ἀλλὰ διὰ τοὺς ῥᾳ-θύμους. Ὅσον γὰρ ἐὰν ἴδω ὑμᾶς πετομένους, ἔτι βού-λομαι ὑμᾶς ἀνωτέρω πέτασθαι· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης τυραννίς. Καὶ ὥσπερ οἱ φιλάργυροι, ὅσον ἐὰν συναγάγωσι χρυσίον, πλέον ἐπιζητοῦσιν· οὕτω καὶ ἡμεῖς πλέον ὀρεγόμεθα τῆς ὑμετέρας προκοπῆς. Εἰ οὖν θέλεις παρὰ Θεῷ προσδεχθῆναι, νήστευσον ὡς οἱ Νινευῖ̈ται, ἀδελφέ· ἐκεῖνοι νόμον οὐκ ἔλαβον· περὶ ὧν φησιν ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Μὴ τοίνυν ἀργὴν τὴν νηστείαν ἐπιδείκνυσο· οὐ γὰρ ἀναβαίνει μόνη εἰς τὸν οὐρανὸν ἡ νηστεία, ἐὰν μὴ ἔχῃ τὴν ἀδελφὴν αὐ-τῆς τὴν ἐλεημοσύνην· ξυνωρὶς γὰρ αὐτῆς ἐστι, καὶ οὐ μόνον ἀδελφότης καὶ ξυνωρὶς, ἀλλὰ καὶ ὄχημα. Καὶ πόθεν τοῦτο; Τῷ Κορνηλίῳ ἔλεγεν ὁ ἄγγελος· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀν-έβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Πτερὸν γάρ ἐστι τῆς εὐχῆς ἡ ἐλεημοσύνη· ἐὰν οὖν μὴ ποιή-σῃς πτερὸν τῇ εὐχῇ, οὐ πέταται· ὅταν δὲ πτερωθῇ ἡ ψυχή σου, ἵπταται εἰς τὸν οὐρανόν. Ἕως πότε ἡ φιλαργυρία καὶ τῶν κτημάτων ἡ ἐπιθυμία; Ταῦτα πάντα, ἀδελφὲ, συγκαταλύεται τῷ παρόντι βίῳ. Ἀλλὰ πάντως μοι ἐρεῖς· Ταῦτα σεαυτῷ λέγε. Καὶ ἐμαυτῷ λέγω, ἀδελφὲ, καὶ ὑμῖν· κοινὸν γὰρ τὸ συμβούλιον. Ἐγὼ ταῦτα ἀκούων, καὶ διορθούμενος, παρ’ ὑμῶν χάριν λαμβάνω· κἂν δοῦλος ᾖ ὁ λέγων, δέχομαι τὴν συμβουλὴν, κἂν ἐλεύθερος ᾖ, προθύμως ἀκούω. Οὐ
1059 DE JEJUNIO ET ELEEMOSYNA. 1060
ἠμφίαστο. Νωθρᾶς καὶ ῥαθύμου ψυχῆς τὸ θαυμάζειν εὐανθὲς ἔνδυμα καὶ κατὰ τὴν ἐργασίαν λεπτόν· ψυχὴ δὲ μεγαλοφυὴς ἡ τοῦ ὄντως κόσμου τοῦ ἀληθινοῦ αἰσθανομένη διαπτύει πᾶσαν μαλακὴν ἐσθῆτα, τὴν ὑψηλοτέραν αὐτῆς ἐπιποθοῦσα τὴν ἀπερίεργον ª, τὴν εὐπρεπεστέραν, τὴν σεμνοτάτην, τὴν ἁγνείαν πάντων προτιμήσασα. Ἀρκέσθητε τοίνυν τῇ διὰ τῶν εἰρημένων ὑπομνήσει, φυλάξατε δὲ τὴν σεμνότητα, μὴ πέρα τοῦ μέτρου ἐξαγαγεῖν ὡς πικρὰν τὴν ἀκρίβειαν, ἥτις γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον αὐτῷ τε τῷ ἀκούοντι καὶ τοῖς πλησιάζουσι γίνεται. Ἡ γὰρ πνευματικὴ χαρὰ σεμνῶς καὶ μεγαλοπρεπῶς εἰς ἑνότητα Θεοῦ προσομιλεῖ τὴν ψυχήν, πληροῖ δὲ τῆς γλυκύτητος καὶ τοὺς [805] συντυγχάνοντας. Ἀλλὰ μὴ πρόφασιν λαβὼν ἐκ τῶν ἐμῶν λόγων, ὅτι ἐκωλύθης ἐν ἱλαρότητι διάγειν, ἄρξῃ σκυθρωπὸς καὶ χαλεπὸς εἶναι πρὸς τοὺς ἐρχομένους ἀδελφούς, μηδὲ ἀπηνής τις καὶ δυσπρόσιτος καὶ ἀπάνθρωπος ἔσο ἀντὶ χρησίμου καὶ ἀγαπητικοῦ, μηδὲ ἐν ταῖς δεξιώσεσι τῶν προσιόντων ἀδελφῶν σκυθρωπός, καὶ περὶ ἀπόκρισιν καὶ λόγον ἀκοινώνητος. Πάντοτε γὰρ χαίρειν πρόσταγμά ἐστιν ἀποστολικόν, καὶ τὸ, Παρακαλεῖτε ἀλλήλους, καὶ γίνεσθε εἰς ἀλλήλους χρηστοί· καί, Ἡ ἀγάπη, φησί, χρηστεύεται· καὶ αἱ τῶν ἀποστόλων φιλοφροσύναι τοῖς γράμμασιν αὐτῶν ἔνεισιν, ὡς τέκνα φιλοφρονούμενοι τοὺς ἀκούοντας, ὡς ἀδελφοὺς παρακαλοῦντες τοὺς προσέχοντας· καὶ πολλὰ περὶ τῆς ἱερᾶς κατὰ τὴν ἀγάπην χρηστότητος ἔστιν ἐκ τῶν ἁγίων
ª Reg. ἐπιποθοῦσα τὴν ἀπτόητον, τὴν ἀπερίεργον, inquit Montf., qui, cum Morello, τὴν ἀπτόητον omitit; sed hoc comma legit etiam Savilius. Edit.
Γραφῶν καταμαθεῖν. Μηδὲ δεῖ πρὸς ἄμετρον ἱλαρότητα μετάγειν, μηδὲ γελωτοποιίᾳ λυμήνασθαι τὴν εἰς Θεὸν μίμησιν χρηστότητα, ἀλλὰ μεταξύ στῆναι τῆς τελείας ἱλαρότητος, καὶ μήτε λυπεῖν τοὺς συντυγχάνοντας, μήτε ἐκλύειν καὶ ῥαθύμους ἀποτελεῖν, μήτε χαλεπῶς ἐπιπλήττειν, μήτε ἀπατηλῶς κολακεύειν, ἀλλὰ καὶ συμφερόντως ἐπιστρέφειν καὶ χρηστῶς παρακαλεῖν. Ὅς φείδεται, φησί, ῥῆμα προέσθαι σκληρόν, νοήμων· κηρία δὲ μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς· εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν ὡς μάχαιραι, γλῶσσαι δὲ σοφῶν ἰῶνται. Καλὸν δὲ καὶ τὸ θείαις ᾠδαῖς ἀνακεῖσθαι μετρίως· ἡ γὰρ τοιαύτη φαιδρότης ἁγιάζει τὴν ψυχήν, κατὰ τὸν Ἀπόστολον· Πληροῦσθε, φησί, Πνεύματι, ᾄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Καλὸν οὖν τῇ πρὸς τὴν τοιαύτην εὐφροσύνην σπουδῇ προσιέναι, καὶ μὴ διά τινα τρόπον πικρὸν καὶ σκληρὸν ὀκνηρῶς ἔχειν πρὸς τὴν θείαν ᾠδήν, ὡς μὴ καταξιοῦντα φωνὴν προσκομίσαι πρὸς τὴν τοῦ Θεοῦ μελῳδίαν. Πρὸς γὰρ τοιοῦτον θεῖον πνεῦμα, καὶ πρὸς τὴν ὁμιλίαν τὴν ἱερὰν φαιδρῶς ἔχειν δεῖ· οὐκ εἰς ἡδυφωνίαν ἐκλυομένους, οὐδὲ βακχίλως διακεῖσθαι εἰς τὰς θείας ᾠδάς, οὐδὲ μελῳδικῶς ἀνακλᾶν, καὶ περιβλέπεσθαι ὧδε κἀκεῖ, ὅπως ἐπαινεθῇς, ἀλλ’ ἐνευφραινομένους Θεῷ, καὶ αὐτῷ μόνῳ ἀρέσκειν σπουδάζοντας, καὶ ἐνταῦθα δὴ μάλιστα, ἵνα τῷ σεμνῷ τὸ ἱλαρὸν κεκραμένον εὑρήσηται, τοῦ μὲν πρὸς Θεὸν φόβου τὴν σεμνότητα παρέχοντος ἡμῖν, τῆς δὲ θείας ᾠδῆς εἰς φαιδρότητα ἐναγούσης, καὶ μίμησιν τῆς αἰωνίου χαρᾶς ἐμποιούσης, ἐν ᾗ τὴν μέλλουσαν ζωὴν οἱ καλῶς ἐμπολιτευσάμενοι ζήσονται παρὰ Κυρίῳ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
***
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΚΑΙ ΕΛΕΗΜΟΣΥΝΗΣ.
Καλὴ ἡ νηστεία, καλὴ καὶ ἡ τῶν Γραφῶν ἀνάγνωσις· καλὴ δέ ἐστιν, ὅταν καὶ ἡ ἐκ ταύτης πρᾶξις ἕπηται, ἐπεί, ἐὰν ἀναγινώσκῃς μέν, μὴ ποιῇς δέ, γίνεται σοὶ εἰς κρῖμα ἡ ἀνάγνωσις, καὶ εἰς ἐφόδιον κολάσεως. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, φησί, δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· καὶ πάλιν ὁ Χριστός· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὅταν μάλιστα τὸν τόκον καταβάλωσι· τόκος δέ ἐστιν ἡ ὑπακοή, καὶ ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐργασία, καθώς φησιν ὁ Κύριος· Κἀγὼ ἐλθὼν ἀπῄτησα [806] ἂν τὸ ἐμὸν σὺν τόκῳ. Τί οὖν συνήγαγες, ἀδελφέ, ἀπὸ τῆς νηστείας; ἐπεὶ καὶ γεωργὸς διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολλὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων ἐμπλήσῃ. Μή μοι εἴπῃς, ὅτι Τόσας ἡμέρας ἐνήστευσα, τὸ καὶ τὸ οὐκ ἔφαγον, οἶνον οὐκ ἔπιον, ἁλουσίαν ὑπέμεινα, ἀλλὰ δεῖξόν μοι, εἰ θυμώδης ὤν, πρᾶος ἐγένου, καὶ εἰ ὠμὸς ὤν, ἐγένου φιλάνθρωπος. Ἐπεὶ ἐὰν μεθύῃς τῷ θυμῷ, τί τὴν σάρκα καταθλίβεις; ἐὰν φθόνος ᾖ ἔνδον καὶ πλεονεξία, τίς ἡ ὠφέλεια τῆς ὑδροποσίας; Οὐ ζητῶ νῦν ποταπὴ ἡ τράπεζα, ἀλλ’ εἰ γνώμης κακῆς ἐγένετο μεταβολή. Ἐὰν ἡ δέσποινα, ἡ ψυχὴ λέγω, πορνεύῃ, τί τὴν θεράπαιναν, τὴν γαστέρα φημί, μαστίζεις; εἰ ἡ ψυχὴ παρασύρεται, τί τὸ σῶμα τήκεις;
Ταῦτα λέγω οὐχ ὑμῶν κατηγορῶν, ἀλλὰ διὰ τοὺς ῥαθύμους. Ὅσον γὰρ ἐὰν ἴδω ὑμᾶς πετομένους, ἔτι βούλομαι ὑμᾶς ἀνωτέρω πέτασθαι· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης τυραννίς. Καὶ ὥσπερ οἱ φιλάργυροι, ὅσον ἐὰν συναγάγωσι χρυσίον, πλέον ἐπιζητοῦσιν· οὕτω καὶ ἡμεῖς πλέον ὀρεγόμεθα τῆς ὑμετέρας προκοπῆς. Εἰ οὖν θέλεις παρὰ Θεῷ προσδεχθῆναι, νήστευσον ὡς οἱ Νινευῖται, ἀδελφέ· ἐκεῖνοι νόμον οὐκ ἔλαβον· περὶ ὧν φησιν ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Μὴ τοίνυν ἀργὴν τὴν νηστείαν ἐπιδείκνυσο· οὐ γὰρ ἀναβαίνει μόνη εἰς τὸν οὐρανὸν ἡ νηστεία, ἐὰν μὴ ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην· ξυνωρὶς γὰρ αὐτῆς ἐστι, καὶ οὐ μόνον ἀδελφότης καὶ ξυνωρίς, ἀλλὰ καὶ ὄχημα. Καὶ πόθεν τοῦτο; Τῷ Κορνηλίῳ ἔλεγεν ὁ ἄγγελος· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Πτερὸν γάρ ἐστι τῆς εὐχῆς ἡ ἐλεημοσύνη· ἐὰν οὖν μὴ ποιήσῃς πτερὸν τῇ εὐχῇ, οὐ πέταται· ὅταν δὲ πτερωθῇ ἡ ψυχή σου, ἵπταται εἰς τὸν οὐρανόν. Ἕως πότε ἡ φιλαργυρία καὶ τῶν κτημάτων ἡ ἐπιθυμία; Ταῦτα πάντα, ἀδελφέ, συγκαταλύεται τῷ παρόντι βίῳ. Ἀλλὰ πάντως μοι ἐρεῖς· Ταῦτα σεαυτῷ λέγε. Καὶ ἐμαυτῷ λέγω, ἀδελφέ, καὶ ὑμῖν· κοινὸν γὰρ τὸ συμβούλιον. Ἐγὼ ταῦτα ἀκούων, καὶ διορθούμενος, παρ’ ὑμῶν χάριν λαμβάνω· κἂν δοῦλος ᾖ ὁ λέγων, δέχομαι τὴν συμβουλήν, κἂν ἐλεύθερος ᾖ, προθύμως ἀκούω. Οὐ
ª Reg. ἐπιποθοῦσα τὴν ἀπτόητον, τὴν ἀπερίεργον, inquit Montf., qui, cum Morello, τὴν ἀπτόητον omitit; sed hoc comma legit etiam Savilius. Edit.
PG 48:1061γὰρ τὸ διάφορον τῶν προσώπων, ἀλλ’ ἡ χρῆσις τῆς συμβουλῆς ποιεῖ με δέχεσθαι τὰ λεγόμενα. Εἰ γὰρ Μωϋσῆς ἐκεῖνος, ὁ τηλικοῦτος, ὁ τῷ Θεῷ ὁμιλήσας, τὰς τοῦ κηδεστοῦ αὐτοῦ συμβουλίας οὐκ ἀπεστράφη, καὶ τούτου βαρβάρου ὄντος, ἀλλὰ κἀκεῖνος κατεδέξα-το, καὶ ὁ Θεὸς ἐβεβαίωσε· πόσῳ μᾶλλον ἡμεῖς; Οὐ λέγω σοι, ἀκτήμων γενοῦ, ἀλλὰ τὸ περισσὸν εἰς τοὺς πένητας ἀνάλωσον, ἵνα ἡ περισσεία σου ὑπόθεσις σωτηρίας σοι γένηται. Οὐχ ὁρᾶτε πολλοὺς κατὰ τὴν
1061 SPURIA. γὰρ τὸ διάφορον τῶν προσώπων, ἀλλ' ἡ χρήσις τῆς συμβουλῆς ποιεῖ με δέχεσθαι τὰ λεγόμενα. Εἰ γὰρ Μωϋσῆς ἐκεῖνος, ὁ τηλικοῦτος, ὁ τῷ Θεῷ ὁμιλήσας, τὰς τοῦ κηδεστοῦ αὐτοῦ συμβουλίας οὐκ ἀπεστράφη, καὶ τούτου βαρβάρου ὄντος, ἀλλὰ κἀκεῖνος κατεδέξα το, καὶ ὁ Θεὸς ἐβεβαίωσε· πόσῳ μᾶλλον ἡμεῖς; Οὐ λέγω σοι, ἀκτήμων γενοῦ, ἀλλὰ τὸ περισσὸν εἰς τοὺς πένητας ἀνάλωσον, ἵνα ἡ περισσεία σου ὑπόθεσις σωτηρίας σοι γένηται. Οὐχ ὁρᾶτε πολλοὺς κατὰ τὴν ὁδὸν πένητας, πῶς μένουσι νοσούντες καὶ γυμνητεύ οντες; καὶ ὁ μὲν νεώτερος, ὁ δὲ πρεσβύτερος, καὶ ἄλλος ὑφ' ἑτέρου στηρίζεται, καὶ πολλὴ ἡ τούτων τραγῳδία. Δὺς οὖν τῷ συνδούλῳ, ἵνα ἔχῃς τὸν Δεσπό την χρεωφειλέτην, τὸν ἡδέως χρεωστοῦντα, τὸν δι δόντα τὸ κεφάλαιον μετὰ τοῦ τόκου· ἐπὶ μὲν γὰρ των ἔξω ἔγκλημα ο τόκος, ἐπὶ δὲ τοῦ Θεοῦ ἔπαινος. Ο δίδως τῷ πένητι ; πρόσεχε τῷ δι' αὐτοῦ αἰτοῦντι, καὶ αἰδέσθητι τὸ ἀξίωμα του λαμβάνοντος· ὁ πένης λαμ βάνει, καὶ ὁ Θεὸς δανείζεται. Εννόησον που κατέβη ὁ Δεσπότης σου δι' ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον. Πεινῶντα μὲν γὰρ, φησίν, εἴδετέ με, καὶ οὐκ ἐθρέψατε· διψώντα, καὶ εὐκ ἐποτίσατε· ξένον, καὶ οὐ συνηγάγετε· γυμνὸν, καὶ οὐ περιεβάλετε, καὶ τὰ ἑξῆς. Οὐ δίδως οὖν πει- νῶντι τῷ Χριστῷ; Σὺ καὶ ὁ πένης τὸ σῶμα αὐτοῦ κοινῶς ἐκ τῆς τραπέζης μεταλαμβάνετε, τοῦ ποτη- ρίου αὐτοῦ ὁμοίως μετέχετε· ἐν τοῖς μεγάλοις σοι καὶ φρικτοῖς κοινωνεῖ, καὶ τῶν μικρῶν αὐτῷ οὐ μετ ταδίδως; Μὴ γὰρ τὰ σὰ αὐτῷ παρέχεις; Κἂν γὰρ παρὰ τῶν γονέων ἐδέξω, κἂν παρὰ τῶν προγόνων, τοῦ Θεοῦ εἰσι. Τί καταχωννύεις αὐτὰ εἰς τὴν γῆν; Δὸς τῷ πένητι, καὶ μετὰ πολλῆς τῆς ἀσφαλείας φυ λάττει σοι αὐτὰ ὁ Δεσπότης. Οὐχ ὁρᾷς τους γηπόνους τί ποιοῦσιν ; ὅτι πολλάκις ὑπὸ πενίας μὴ ἔχων σπό ρον, τίθησιν αὐτοῦ τὸ ἱμάτιον, καὶ λαμβάνει ο βού- λεται, καὶ τῇ γῇ καταπιστεύει; καίτοι πολλάκις ἦλθε καιρῶν ἀνωμαλία, καὶ ἀπῆλθε μηδὲν θερίσας, καὶ ὅμως πιστεύει τῇ γῇ διὰ τὴν ἐλπίδα. [807] "Οπερ οὖν ἡ γῆ ποιεῖ, τοῦτο ἡ Δεσπότης οὐ δύναται ποιῆ σαι; Μίμησαι ἐκείνην τὴν ἐν τῇ Παλαιᾷ χήραν, τὴν ἔχουσαν δράκα αλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκη, ὅτι ἐξ αὐτῶν τὸν προφήτην ἐξενο- δόχησεν· ἢ ταύτην τὴν ἐν τῷ Εὐαγγελίῳ, ἥτις δύο ὀβολοὺς βαλοῦσα πάντας υπερηκόντισεν· ὅλον γὰρ τὸν πλοῦτον ἑαυτῆς ἔβαλεν. Αλλά τί λέγεις; Πένης εἰμὶ, καὶ οὐκ ἔχω χρήματα. Δύο οβολοὺς οὐκ ἔχεις; Εἰ δὲ καὶ οὐκ ἔχεις, γνώμης ἀγαθῆς περιουσίαν ζητεῖ ὁ Θεός. Διὰ τοῦτο ἔλεγεν, "Οστις ἐὰν δῷ ποτήριον ψυχροῦ ὕδατος, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτ του. Βλέπε, τί λέγει· ψυχροῦ ὕδατος, οὐ θερμοῦ, ἵνα μὴ διὰ τὴν δαπάνην τῶν ξύλων στερηθῇς τοῦ μισθοῦ. Καὶ βασιλεὺς μὲν ὅσον ἐὰν ἐπιβάλῃ σοι χρυσίον, κρε- μώμενος, σχοινιζόμενος, δίδως ὅπερ βούλεται· κἂν πένης ᾖς, οὐ προσέχει τῇ δυνάμει τῶν προσώπων, ἀλλὰ τῷ ἰδίῳ κέρδει. Ο δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν ἑκάστου δύναμιν ἀπαιτεῖ. Διὰ τί γάρ εἰσι πένητες; μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ὄμβρον χρυσοῦν κατενεγκεῖν, ἀλλ᾽ ἵνα σοι ἡ ἐκείνου πενία παραμυθία τῶν ἁμαρτημάτων σου γένηται. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· βλέπε πόσον ἐστὶν ἡ ἐλεη μοσύνη. Ἑαυτῷ παραβάλλει ὁ Θεὸς τὸν ἐλεήμονα· Γίνεσθε γάρ, φησίν, οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οικτίρμων· ἐστίν. Ἐὰν ἔλθῃ ὁ θά νατος, ὧδε μένει τὰ χρήματα· διὰ τί οὖν οὐ προαπο- στέλλεις σεαυτῷ ἐκεῖ, ἵνα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρα- στῶσί σοι πένητες, ὅπου ῥήτωρ οὐκ ἔστιν, οὐδὲ συν- ήγορος; Επιδείκνυνται γὰρ οἱ πένητες τὰ ἱμάτα, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός. Οὐχ οὕτως ἥλιος εἰς πάγος ἐλθὼν λύει αὐτό, ὡς ἐλεημο σύνη ἐμπεσοῦσα εἰς πλῆθος ἁμαρτιῶν ἀφανίζει αὐτ τάς. Ἵνα δὲ μάθης τῆς ἐλεημοσύνης τὸ ὕψος, τί τῆς παρθενίας ἐπιπονώτερον; Οὐδέν· πολλαί εἰσιν αἱ ἀρίταὶ, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττο- νες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον· πρὸς τὴν φύσιν παλαίει· ὁ πόλεμος οὗτος ἀνοχὴν οὐκ ἔχει· μάχη ἐστὶν εἰρήνην μηδέποτε ἔχουσα, εἰ μὴ διὰ τοῦ ἐλέους τοῦ Χριστοῦ. Ἔστηκεν ἡ παρθένος τὴν κά· μινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη· παρ 1068 θένος ἐπὶ τῶν ἀνθράκων ἑστῶτα οὐ κατακαίεται· ἐν τῇ καμίνῳ οὖσα οὐ φλέγεται, δρόσον ἔχουσα καθάπερ οἱ τρεῖς παῖδες· πρὸς τὰς ἀοράτους δυνάμεις ἁμιλλω μένη, τὸν Μιχαὴλ μιμεῖται, καὶ πρὸς τὸν Γαβριήλ ἁμιλλᾶται. Ἐν τῷ παραδείσῳ ἦν ἡ παρθενία, καὶ ὑπὸ τοῦ δράκοντος κατεφθάρη. Διὰ τοῦτο ἐν τοῖς μέσ σοις χρόνοις οὐκ ἐφαίνετο· ὅτε δὲ ἦλθεν ὁ ἐκ παρθέ νου γεννηθείς Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τότε ἐφάνη πάλιν. Θέλεις δὲ γνῶναι τῆς παρθενίας τὸ μέσ γεθος; Μωϋσῆς τὴν θάλασσαν ἔσχισε, τὸν ἀέρα μετά έβαλε, μάννα κατήγαγε, καὶ κατελάλησαν αὐτοῦ περὶ τῆς ἰδίας γυναικός, τῆς Αἰθιοπίασης, ὅτι γυναίκα εἶχε· καὶ ᾿Αβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἀλλὰ καὶ Ἰωσήφ, εἰ καὶ σωφρονῶν, ἀλλ' ὅμως μετὰ ταῦτα γυναῖκα ἔσχε. Βούλει μαθεῖν, ὅσον ἐστὶν ἡ παρθενία; Ὁ Χριστὸς ἐλθὼν οὐ κατέδησεν αὐτὴν ἀνάγκῃ· ὁμοῦ γὰρ τὰς ἄλλας ἐπιτείνας ἀρετὰς, ταύτην οὐκ ἐπέτει νεν, ἵνα, ἐὰν ἐκουσίως κατορθώσῃς, στεφανωθῇς. Οι εγκράτειαν ἀσκοῦντες, καὶ τὴν ἀκτημοσύνην πρώτην αὐτὴν μεταχειρίζονται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐγεννήθησαν οὕτω καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες ευνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ τὰ μόρια κόψαντες, ἀλλὰ τὴν ἀκόλαστον ἐπιθυμίαν ἀποκοψάμενοι. Ο δυ νάμενος χωρεῖν, χωρείτω. Καὶ ὁ Ἀπόστολος τὰς ἀρε- τὰς ἐπελθὼν πάσας, εἰδὼς αὐτῆς τὸ πέλαγος, λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Είδες πως μεγάλη ἡ παρθενία; Καὶ ὅμως χωρὶς ἐλες- μοσύνης οὐκ ἔσωσεν· ἐλεημοσύναι δὲ χωρὶς παρθε νίας ἔσωσαν. Αἱ πέντε παρθένοι αἱ μωραί, ἐπειδὴ ἔλαιον οὐκ εἶχον, ἀλλὰ μόνην τὴν παρθενίαν, οὐκ ἐσῆλθον εἰς τὸν νυμφῶνα · λέγουσι γὰρ ταῖς φρονί μοι;· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Δικαίως δὲ ἐκλήθησαν μωραί, ὅτι τὸ ἐπιπονώτερον κατορθώσα- σαι, τὸ χωρὶς πόνου οὐκ ἐποίησαν· τὸν μέγαν ἀντ αγωνιστὴν κατήνεγκαν, καὶ ὑπὸ τοῦ ἐλάττονος ἡττή- θησαν. Καὶ ἐλθόντος τοῦ νυμφίου, εἰσῆλθον αἱ φρό νιμοι εἰς τὸν νυμφῶνα· καὶ ἦλθον κἀκεῖναι κρούου- σαι· καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Διὰ τί; [808] "Οτι πεινώντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Ημᾶς δὲ μὴ γένοιτο ἀκοῦσαι φωνῆς τοιαύτης· τοῖς δὲ τὴν ἐλεημοσύνην κατορθώσασι λέγει· Δεῦτε, οἱ εὐλογή μένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Διὰ τί; ὅτι παρθενίαν ἐτήρησαν; Οὐδαμῶς· ἀλλ' ὅτι Επείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ήμην, καὶ συνηγάγετε με· γυμνός, καὶ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Ἵνα δὲ μάθης πόσον ἐστὶν ἡ ἐλεημοσύνη, βούλομαι πάλιν ὑμᾶς ὑπομνήσαι τῆς ἱστορίας ταύτης. Δέκα παρθένοι ἦσαν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωροί· καὶ φωνὴ ἐγένετο κατὰ τὸ μεσονύκτιον. Ανάστητε, ὁ νυμφίος ἔρχεται. Τὸ μεσονύκτιον ἡ ἀνάστασίς ἐστιν, ὅτε οἱ ἄγγελοι πάντας ἡμᾶς ἐπεγείρωσιν. Αναστᾶσαι δὲ αἱ παρθέν νοι ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. Ἡ δὲ λαμπάς ἡ παρθενία ἐστὶ, τὸ καθαρὸν, τὸ ὀξὺ, τὸ φωτεινόν. λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Λέγουσιν αὐταῖς αἱ φρόνιμοι Φοβούμεθα μή ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν ἀλλ' οὐχὶ βασκαίνουσαι οὐκ ἔδωκαν· ἐκεῖ γὰρ τίς χρεία χρυσίου λοιπόν ; οὐ γάρ ἐστιν ἐκεῖ πλούσιος καὶ πένης), ἀλλ' ἀπελθοῦσαι ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες ; Πένητες· σὺ γὰρ μᾶλλον λαμβάνεις ή δίδως· δίδως αὐτῷ σὺ γήῖνα, καὶ λαμβάνεις ἐπουρά νια. Ὡς οὖν ἀπῆλθον ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ εἰσῆλθον εἰς τὸν νυμφῶνα αἱ ἔτοιμοι, καὶ ἐκλείσθησαν αἱ θύραι. Ελθοῦσαι δὲ ἐκεῖναι ἐκρουσαν, καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Ορᾶς, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, καὶ τοῦ πόνου τῆς παρθενίας ἀπέτυχον, καὶ ἔξω τοῦ νυμφῶνος ἔμειναν. Μαθόντες οὖν τῆς ἐλεημοσύνης τὸ κέρδος, ἀδελφοὶ, ποιήσωμεν ἐλεημο σύνην, ἵνα καὶ τοῦ νυμφῶνος ἐπιτύχωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα συν τῷ ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
ὁδὸν πένητας, πῶς μένουσι νοσοῦντες καὶ γυμνητεύ-οντες; καὶ ὁ μὲν νεώτερος, ὁ δὲ πρεσβύτερος, καὶ ἄλλος ὑφ’ ἑτέρου στηρίζεται, καὶ πολλὴ ἡ τούτων τραγῳδία. Δὸς οὖν τῷ συνδούλῳ, ἵνα ἔχῃς τὸν Δεσπό-την χρεωφειλέτην, τὸν ἡδέως χρεωστοῦντα, τὸν δι-δόντα τὸ κεφάλαιον μετὰ τοῦ τόκου· ἐπὶ μὲν γὰρ τῶν ἔξω ἔγκλημα ὁ τόκος, ἐπὶ δὲ τοῦ Θεοῦ ἔπαινος. Οὐ δίδως τῷ πένητι; πρόσεχε τῷ δι’ αὐτοῦ αἰτοῦντι, καὶ αἰδέσθητι τὸ ἀξίωμα τοῦ λαμβάνοντος· ὁ πένης λαμ-βάνει, καὶ ὁ Θεὸς δανείζεται. Ἐννόησον ποῦ κατέβη ὁ Δεσπότης σου δι’ ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον. Πεινῶντα μὲν γὰρ, φησὶν, εἴδετέ με, καὶ οὐκ ἐθρέψατε· διψῶντα, καὶ οὐκ ἐποτίσατε· ξένον, καὶ οὐ συνηγάγετε· γυμνὸν, καὶ οὐ περιεβάλετε, καὶ τὰ ἑξῆς. Οὐ δίδως οὖν πει-νῶντι τῷ Χριστῷ; Σὺ καὶ ὁ πένης τὸ σῶμα αὐτοῦ κοινῶς ἐκ τῆς τραπέζης μεταλαμβάνετε, τοῦ ποτη-ρίου αὐτοῦ ὁμοίως μετέχετε· ἐν τοῖς μεγάλοις σοι καὶ φρικτοῖς κοινωνεῖ, καὶ τῶν μικρῶν αὐτῷ οὐ με-ταδίδως; Μὴ γὰρ τὰ σὰ αὐτῷ παρέχεις; Κἂν γὰρ παρὰ τῶν γονέων ἐδέξω, κἂν παρὰ τῶν προγόνων, τοῦ Θεοῦ εἰσι. Τί καταχωννύεις αὐτὰ εἰς τὴν γῆν; Δὸς τῷ πένητι, καὶ μετὰ πολλῆς τῆς ἀσφαλείας φυ-λάττει σοι αὐτὰ ὁ Δεσπότης. Οὐχ ὁρᾷς τοὺς γηπόνους τί ποιοῦσιν; ὅτι πολλάκις ὑπὸ πενίας μὴ ἔχων σπό-ρον, τίθησιν αὐτοῦ τὸ ἱμάτιον, καὶ λαμβάνει ὃ βού-λεται, καὶ τῇ γῇ καταπιστεύει; καίτοι πολλάκις ἦλθε καιρῶν ἀνωμαλία, καὶ ἀπῆλθε μηδὲν θερίσας, καὶ ὅμως πιστεύει τῇ γῇ διὰ τὴν ἐλπίδα. Ὅπερ οὖν ἡ γῆ ποιεῖ, τοῦτο ὁ Δεσπότης οὐ δύναται ποιῆ-σαι; Μίμησαι ἐκείνην τὴν ἐν τῇ Παλαιᾷ χήραν, τὴν ἔχουσαν δράκα ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὅτι ἐξ αὐτῶν τὸν προφήτην ἐξενο-δόχησεν· ἢ ταύτην τὴν ἐν τῷ Εὐαγγελίῳ, ἥτις δύο ὀβολοὺς βαλοῦσα πάντας ὑπερηκόντισεν· ὅλον γὰρ τὸν πλοῦτον ἑαυτῆς ἔβαλεν. Ἀλλὰ τί λέγεις; Πένης εἰμὶ καὶ οὐκ ἔχω χρήματα. Δύο ὀβολοὺς οὐκ ἔχεις; Εἰ δὲ καὶ οὐκ ἔχεις, γνώμης ἀγαθῆς περιουσίαν ζητεῖ ὁ Θεός. Διὰ τοῦτο ἔλεγεν, Ὅστις ἐὰν δῷ ποτήριον ψυχροῦ ὕδατος, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐ-τοῦ. Βλέπε, τί λέγει· ψυχροῦ ὕδατος, οὐ θερμοῦ, ἵνα μὴ διὰ τὴν δαπάνην τῶν ξύλων στερηθῇς τοῦ μισθοῦ. Καὶ βασιλεὺς μὲν ὅσον ἐὰν ἐπιβάλῃ σοι χρυσίον, κρε-μώμενος, σχοινιζόμενος, δίδως ὅπερ βούλεται· κἂν πένης ᾖς, οὐ προσέχει τῇ δυνάμει τῶν προσώπων, ἀλλὰ τῷ ἰδίῳ κέρδει. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν ἑκάστου δύναμιν ἀπαιτεῖ. Διὰ τί γάρ εἰσι πένητες; μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ὄμβρον χρυσοῦν κατενεγκεῖν; ἀλλ’ ἵνα σοι ἡ ἐκείνου πενία παραμυθία τῶν ἁμαρτημάτων σου γένηται. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· βλέπε πόσον ἐστὶν ἡ ἐλεη-μοσύνη. Ἑαυτῷ παραβάλλει ὁ Θεὸς τὸν ἐλεήμονα· Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Ἐὰν ἔλθῃ ὁ θά-νατος, ὧδε μένει τὰ χρήματα· διὰ τί οὖν οὐ προαπο-στέλλεις σεαυτῷ ἐκεῖ, ἵνα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρα-στῶσί σοι πένητες, ὅπου ῥήτωρ οὐκ ἔστιν, οὐδὲ συν-ήγορος; Ἐπιδείκνυνται γὰρ οἱ πένητες τὰ ἱμάτια, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός. Οὐχ οὕτως ἥλιος εἰς πάγος ἐλθὼν λύει αὐτὸ, ὡς ἐλεημο-σύνη ἐμπεσοῦσα εἰς πλῆθος ἁμαρτιῶν ἀφανίζει αὐ-τάς. Ἵνα δὲ μάθῃς τῆς ἐλεημοσύνης τὸ ὕψος, τί τῆς παρθενίας ἐπιπονώτερον; Οὐδέν· πολλαί εἰσιν αἱ ἀρεταὶ, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττο-νες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον· πρὸς τὴν φύσιν παλαίει· ὁ πόλεμος οὗτος ἀνοχὴν οὐκ ἔχει· μάχη ἐστὶν εἰρήνην μηδέποτε ἔχουσα, εἰ μὴ διὰ τοῦ ἐλέους τοῦ Χριστοῦ. Ἕστηκεν ἡ παρθένος τὴν κά-μινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη· παρ-
1061 SPURIA. γὰρ τὸ διάφορον τῶν προσώπων, ἀλλ' ἡ χρήσις τῆς συμβουλῆς ποιεῖ με δέχεσθαι τὰ λεγόμενα. Εἰ γὰρ Μωϋσῆς ἐκεῖνος, ὁ τηλικοῦτος, ὁ τῷ Θεῷ ὁμιλήσας, τὰς τοῦ κηδεστοῦ αὐτοῦ συμβουλίας οὐκ ἀπεστράφη, καὶ τούτου βαρβάρου ὄντος, ἀλλὰ κἀκεῖνος κατεδέξα το, καὶ ὁ Θεὸς ἐβεβαίωσε· πόσῳ μᾶλλον ἡμεῖς; Οὐ λέγω σοι, ἀκτήμων γενοῦ, ἀλλὰ τὸ περισσὸν εἰς τοὺς πένητας ἀνάλωσον, ἵνα ἡ περισσεία σου ὑπόθεσις σωτηρίας σοι γένηται. Οὐχ ὁρᾶτε πολλοὺς κατὰ τὴν ὁδὸν πένητας, πῶς μένουσι νοσούντες καὶ γυμνητεύ οντες; καὶ ὁ μὲν νεώτερος, ὁ δὲ πρεσβύτερος, καὶ ἄλλος ὑφ' ἑτέρου στηρίζεται, καὶ πολλὴ ἡ τούτων τραγῳδία. Δὺς οὖν τῷ συνδούλῳ, ἵνα ἔχῃς τὸν Δεσπό την χρεωφειλέτην, τὸν ἡδέως χρεωστοῦντα, τὸν δι δόντα τὸ κεφάλαιον μετὰ τοῦ τόκου· ἐπὶ μὲν γὰρ των ἔξω ἔγκλημα ο τόκος, ἐπὶ δὲ τοῦ Θεοῦ ἔπαινος. Ο δίδως τῷ πένητι ; πρόσεχε τῷ δι' αὐτοῦ αἰτοῦντι, καὶ αἰδέσθητι τὸ ἀξίωμα του λαμβάνοντος· ὁ πένης λαμ βάνει, καὶ ὁ Θεὸς δανείζεται. Εννόησον που κατέβη ὁ Δεσπότης σου δι' ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον. Πεινῶντα μὲν γὰρ, φησίν, εἴδετέ με, καὶ οὐκ ἐθρέψατε· διψώντα, καὶ εὐκ ἐποτίσατε· ξένον, καὶ οὐ συνηγάγετε· γυμνὸν, καὶ οὐ περιεβάλετε, καὶ τὰ ἑξῆς. Οὐ δίδως οὖν πει- νῶντι τῷ Χριστῷ; Σὺ καὶ ὁ πένης τὸ σῶμα αὐτοῦ κοινῶς ἐκ τῆς τραπέζης μεταλαμβάνετε, τοῦ ποτη- ρίου αὐτοῦ ὁμοίως μετέχετε· ἐν τοῖς μεγάλοις σοι καὶ φρικτοῖς κοινωνεῖ, καὶ τῶν μικρῶν αὐτῷ οὐ μετ ταδίδως; Μὴ γὰρ τὰ σὰ αὐτῷ παρέχεις; Κἂν γὰρ παρὰ τῶν γονέων ἐδέξω, κἂν παρὰ τῶν προγόνων, τοῦ Θεοῦ εἰσι. Τί καταχωννύεις αὐτὰ εἰς τὴν γῆν; Δὸς τῷ πένητι, καὶ μετὰ πολλῆς τῆς ἀσφαλείας φυ λάττει σοι αὐτὰ ὁ Δεσπότης. Οὐχ ὁρᾷς τους γηπόνους τί ποιοῦσιν ; ὅτι πολλάκις ὑπὸ πενίας μὴ ἔχων σπό ρον, τίθησιν αὐτοῦ τὸ ἱμάτιον, καὶ λαμβάνει ο βού- λεται, καὶ τῇ γῇ καταπιστεύει; καίτοι πολλάκις ἦλθε καιρῶν ἀνωμαλία, καὶ ἀπῆλθε μηδὲν θερίσας, καὶ ὅμως πιστεύει τῇ γῇ διὰ τὴν ἐλπίδα. [807] "Οπερ οὖν ἡ γῆ ποιεῖ, τοῦτο ἡ Δεσπότης οὐ δύναται ποιῆ σαι; Μίμησαι ἐκείνην τὴν ἐν τῇ Παλαιᾷ χήραν, τὴν ἔχουσαν δράκα αλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκη, ὅτι ἐξ αὐτῶν τὸν προφήτην ἐξενο- δόχησεν· ἢ ταύτην τὴν ἐν τῷ Εὐαγγελίῳ, ἥτις δύο ὀβολοὺς βαλοῦσα πάντας υπερηκόντισεν· ὅλον γὰρ τὸν πλοῦτον ἑαυτῆς ἔβαλεν. Αλλά τί λέγεις; Πένης εἰμὶ, καὶ οὐκ ἔχω χρήματα. Δύο οβολοὺς οὐκ ἔχεις; Εἰ δὲ καὶ οὐκ ἔχεις, γνώμης ἀγαθῆς περιουσίαν ζητεῖ ὁ Θεός. Διὰ τοῦτο ἔλεγεν, "Οστις ἐὰν δῷ ποτήριον ψυχροῦ ὕδατος, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτ του. Βλέπε, τί λέγει· ψυχροῦ ὕδατος, οὐ θερμοῦ, ἵνα μὴ διὰ τὴν δαπάνην τῶν ξύλων στερηθῇς τοῦ μισθοῦ. Καὶ βασιλεὺς μὲν ὅσον ἐὰν ἐπιβάλῃ σοι χρυσίον, κρε- μώμενος, σχοινιζόμενος, δίδως ὅπερ βούλεται· κἂν πένης ᾖς, οὐ προσέχει τῇ δυνάμει τῶν προσώπων, ἀλλὰ τῷ ἰδίῳ κέρδει. Ο δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν ἑκάστου δύναμιν ἀπαιτεῖ. Διὰ τί γάρ εἰσι πένητες; μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ὄμβρον χρυσοῦν κατενεγκεῖν, ἀλλ᾽ ἵνα σοι ἡ ἐκείνου πενία παραμυθία τῶν ἁμαρτημάτων σου γένηται. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· βλέπε πόσον ἐστὶν ἡ ἐλεη μοσύνη. Ἑαυτῷ παραβάλλει ὁ Θεὸς τὸν ἐλεήμονα· Γίνεσθε γάρ, φησίν, οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οικτίρμων· ἐστίν. Ἐὰν ἔλθῃ ὁ θά νατος, ὧδε μένει τὰ χρήματα· διὰ τί οὖν οὐ προαπο- στέλλεις σεαυτῷ ἐκεῖ, ἵνα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρα- στῶσί σοι πένητες, ὅπου ῥήτωρ οὐκ ἔστιν, οὐδὲ συν- ήγορος; Επιδείκνυνται γὰρ οἱ πένητες τὰ ἱμάτα, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός. Οὐχ οὕτως ἥλιος εἰς πάγος ἐλθὼν λύει αὐτό, ὡς ἐλεημο σύνη ἐμπεσοῦσα εἰς πλῆθος ἁμαρτιῶν ἀφανίζει αὐτ τάς. Ἵνα δὲ μάθης τῆς ἐλεημοσύνης τὸ ὕψος, τί τῆς παρθενίας ἐπιπονώτερον; Οὐδέν· πολλαί εἰσιν αἱ ἀρίταὶ, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττο- νες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον· πρὸς τὴν φύσιν παλαίει· ὁ πόλεμος οὗτος ἀνοχὴν οὐκ ἔχει· μάχη ἐστὶν εἰρήνην μηδέποτε ἔχουσα, εἰ μὴ διὰ τοῦ ἐλέους τοῦ Χριστοῦ. Ἔστηκεν ἡ παρθένος τὴν κά· μινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη· παρ 1068 θένος ἐπὶ τῶν ἀνθράκων ἑστῶτα οὐ κατακαίεται· ἐν τῇ καμίνῳ οὖσα οὐ φλέγεται, δρόσον ἔχουσα καθάπερ οἱ τρεῖς παῖδες· πρὸς τὰς ἀοράτους δυνάμεις ἁμιλλω μένη, τὸν Μιχαὴλ μιμεῖται, καὶ πρὸς τὸν Γαβριήλ ἁμιλλᾶται. Ἐν τῷ παραδείσῳ ἦν ἡ παρθενία, καὶ ὑπὸ τοῦ δράκοντος κατεφθάρη. Διὰ τοῦτο ἐν τοῖς μέσ σοις χρόνοις οὐκ ἐφαίνετο· ὅτε δὲ ἦλθεν ὁ ἐκ παρθέ νου γεννηθείς Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τότε ἐφάνη πάλιν. Θέλεις δὲ γνῶναι τῆς παρθενίας τὸ μέσ γεθος; Μωϋσῆς τὴν θάλασσαν ἔσχισε, τὸν ἀέρα μετά έβαλε, μάννα κατήγαγε, καὶ κατελάλησαν αὐτοῦ περὶ τῆς ἰδίας γυναικός, τῆς Αἰθιοπίασης, ὅτι γυναίκα εἶχε· καὶ ᾿Αβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἀλλὰ καὶ Ἰωσήφ, εἰ καὶ σωφρονῶν, ἀλλ' ὅμως μετὰ ταῦτα γυναῖκα ἔσχε. Βούλει μαθεῖν, ὅσον ἐστὶν ἡ παρθενία; Ὁ Χριστὸς ἐλθὼν οὐ κατέδησεν αὐτὴν ἀνάγκῃ· ὁμοῦ γὰρ τὰς ἄλλας ἐπιτείνας ἀρετὰς, ταύτην οὐκ ἐπέτει νεν, ἵνα, ἐὰν ἐκουσίως κατορθώσῃς, στεφανωθῇς. Οι εγκράτειαν ἀσκοῦντες, καὶ τὴν ἀκτημοσύνην πρώτην αὐτὴν μεταχειρίζονται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐγεννήθησαν οὕτω καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες ευνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ τὰ μόρια κόψαντες, ἀλλὰ τὴν ἀκόλαστον ἐπιθυμίαν ἀποκοψάμενοι. Ο δυ νάμενος χωρεῖν, χωρείτω. Καὶ ὁ Ἀπόστολος τὰς ἀρε- τὰς ἐπελθὼν πάσας, εἰδὼς αὐτῆς τὸ πέλαγος, λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Είδες πως μεγάλη ἡ παρθενία; Καὶ ὅμως χωρὶς ἐλες- μοσύνης οὐκ ἔσωσεν· ἐλεημοσύναι δὲ χωρὶς παρθε νίας ἔσωσαν. Αἱ πέντε παρθένοι αἱ μωραί, ἐπειδὴ ἔλαιον οὐκ εἶχον, ἀλλὰ μόνην τὴν παρθενίαν, οὐκ ἐσῆλθον εἰς τὸν νυμφῶνα · λέγουσι γὰρ ταῖς φρονί μοι;· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Δικαίως δὲ ἐκλήθησαν μωραί, ὅτι τὸ ἐπιπονώτερον κατορθώσα- σαι, τὸ χωρὶς πόνου οὐκ ἐποίησαν· τὸν μέγαν ἀντ αγωνιστὴν κατήνεγκαν, καὶ ὑπὸ τοῦ ἐλάττονος ἡττή- θησαν. Καὶ ἐλθόντος τοῦ νυμφίου, εἰσῆλθον αἱ φρό νιμοι εἰς τὸν νυμφῶνα· καὶ ἦλθον κἀκεῖναι κρούου- σαι· καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Διὰ τί; [808] "Οτι πεινώντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Ημᾶς δὲ μὴ γένοιτο ἀκοῦσαι φωνῆς τοιαύτης· τοῖς δὲ τὴν ἐλεημοσύνην κατορθώσασι λέγει· Δεῦτε, οἱ εὐλογή μένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Διὰ τί; ὅτι παρθενίαν ἐτήρησαν; Οὐδαμῶς· ἀλλ' ὅτι Επείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ήμην, καὶ συνηγάγετε με· γυμνός, καὶ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Ἵνα δὲ μάθης πόσον ἐστὶν ἡ ἐλεημοσύνη, βούλομαι πάλιν ὑμᾶς ὑπομνήσαι τῆς ἱστορίας ταύτης. Δέκα παρθένοι ἦσαν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωροί· καὶ φωνὴ ἐγένετο κατὰ τὸ μεσονύκτιον. Ανάστητε, ὁ νυμφίος ἔρχεται. Τὸ μεσονύκτιον ἡ ἀνάστασίς ἐστιν, ὅτε οἱ ἄγγελοι πάντας ἡμᾶς ἐπεγείρωσιν. Αναστᾶσαι δὲ αἱ παρθέν νοι ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. Ἡ δὲ λαμπάς ἡ παρθενία ἐστὶ, τὸ καθαρὸν, τὸ ὀξὺ, τὸ φωτεινόν. λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Λέγουσιν αὐταῖς αἱ φρόνιμοι Φοβούμεθα μή ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν ἀλλ' οὐχὶ βασκαίνουσαι οὐκ ἔδωκαν· ἐκεῖ γὰρ τίς χρεία χρυσίου λοιπόν ; οὐ γάρ ἐστιν ἐκεῖ πλούσιος καὶ πένης), ἀλλ' ἀπελθοῦσαι ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες ; Πένητες· σὺ γὰρ μᾶλλον λαμβάνεις ή δίδως· δίδως αὐτῷ σὺ γήῖνα, καὶ λαμβάνεις ἐπουρά νια. Ὡς οὖν ἀπῆλθον ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ εἰσῆλθον εἰς τὸν νυμφῶνα αἱ ἔτοιμοι, καὶ ἐκλείσθησαν αἱ θύραι. Ελθοῦσαι δὲ ἐκεῖναι ἐκρουσαν, καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Ορᾶς, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, καὶ τοῦ πόνου τῆς παρθενίας ἀπέτυχον, καὶ ἔξω τοῦ νυμφῶνος ἔμειναν. Μαθόντες οὖν τῆς ἐλεημοσύνης τὸ κέρδος, ἀδελφοὶ, ποιήσωμεν ἐλεημο σύνην, ἵνα καὶ τοῦ νυμφῶνος ἐπιτύχωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα συν τῷ ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
PG 48:1062θένος ἐπὶ τῶν ἀνθράκων ἑστῶσα οὐ κατακαίεται· ἐν τῇ καμίνῳ οὖσα οὐ φλέγεται, δρόσον ἔχουσα καθάπερ οἱ τρεῖς παῖδες· πρὸς τὰς ἀοράτους δυνάμεις ἁμιλλω-μένη, τὸν Μιχαὴλ μιμεῖται, καὶ πρὸς τὸν Γαβριὴλ ἁμιλλᾶται. Ἐν τῷ παραδείσῳ ἦν ἡ παρθενία, καὶ ὑπὸ τοῦ δράκοντος κατεφθάρη. Διὰ τοῦτο ἐν τοῖς μέ-σοις χρόνοις οὐκ ἐφαίνετο· ὅτε δὲ ἦλθεν ὁ ἐκ παρθέ-νου γεννηθεὶς Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τότε ἐφάνη πάλιν. Θέλεις δὲ γνῶναι τῆς παρθενίας τὸ μέ-γεθος; Μωϋσῆς τὴν θάλασσαν ἔσχισε, τὸν ἀέρα μετ-έβαλε, μάννα κατήγαγε, καὶ κατελάλησαν αὐτοῦ περὶ τῆς ἰδίας γυναικὸς, τῆς Αἰθιοπίσσης, ὅτι γυναῖκα εἶχε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἀλλὰ καὶ Ἰωσὴφ, εἰ καὶ σωφρονῶν, ἀλλ’ ὅμως μετὰ ταῦτα γυναῖκα ἔσχε. Βούλει μαθεῖν, ὅσον ἐστὶν ἡ παρθενία; Ὁ Χριστὸς ἐλθὼν οὐ κατέδησεν αὐτὴν ἀνάγκῃ· ὁμοῦ γὰρ τὰς ἄλλας ἐπιτείνας ἀρετὰς, ταύτην οὐκ ἐπέτει-νεν, ἵνα, ἐὰν ἑκουσίως κατορθώσῃς, στεφανωθῇς. Οἱ ἐγκράτειαν ἀσκοῦντες, καὶ τὴν ἀκτημοσύνην πρώτην αὐτὴν μεταχειρίζονται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐγεννήθησαν οὕτω· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ τὰ μόρια κόψαντες, ἀλλὰ τὴν ἀκόλαστον ἐπιθυμίαν ἀποκοψάμενοι. Ὁ δυ-νάμενος χωρεῖν, χωρείτω. Καὶ ὁ Ἀπόστολος τὰς ἀρε-τὰς ἐπελθὼν πάσας, εἰδὼς αὐτῆς τὸ πέλαγος, λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Εἶδες πῶς μεγάλη ἡ παρθενία; Καὶ ὅμως χωρὶς ἐλεη-μοσύνης οὐκ ἔσωσεν· ἐλεημοσύναι δὲ χωρὶς παρθε-νίας ἔσωσαν. Αἱ πέντε παρθένοι αἱ μωραὶ, ἐπειδὴ ἔλαιον οὐκ εἶχον, ἀλλὰ μόνην τὴν παρθενίαν, οὐκ ἐσῆλθον εἰς τὸν νυμφῶνα· λέγουσι γὰρ ταῖς φρονί-μοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Δικαίως δὲ ἐκλήθησαν μωραὶ, ὅτι τὸ ἐπιπονώτερον κατορθώσα-σαι, τὸ χωρὶς πόνου οὐκ ἐποίησαν· τὸν μέγαν ἀντ-αγωνιστὴν κατήνεγκαν, καὶ ὑπὸ τοῦ ἐλάττονος ἡττή-θησαν. Καὶ ἐλθόντος τοῦ νυμφίου, εἰσῆλθον αἱ φρό-νιμοι εἰς τὸν νυμφῶνα· καὶ ἦλθον κἀκεῖναι κρούου-σαι· καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Διὰ τί; Ὅτι πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Ἡμᾶς δὲ μὴ γένοιτο ἀκοῦσαι φωνῆς τοιαύτης· τοῖς δὲ τὴν ἐλεημοσύνην κατορθώσασι λέγει· Δεῦτε, οἱ εὐλογη-μένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι-μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Διὰ τί; ὅτι παρθενίαν ἐτήρησαν; Οὐδαμῶς· ἀλλ’ ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Ἵνα δὲ μάθῃς πόσον ἐστὶν ἡ ἐλεημοσύνη, βούλομαι πάλιν ὑμᾶς ὑπομνῆσαι τῆς ἱστορίας ταύτης. Δέκα παρθένοι ἦσαν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωραί· καὶ φωνὴ ἐγένετο κατὰ τὸ μεσονύκτιον. Ἀνάστητε, ὁ νυμφίος ἔρχεται. Τὸ μεσονύκτιον ἡ ἀνάστασίς ἐστιν, ὅτε οἱ ἄγγελοι πάντας ἡμᾶς ἐπεγείρωσιν. Ἀναστᾶσαι δὲ αἱ παρθέ-νοι ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. Ἡ δὲ λαμπὰς ἡ παρθενία ἐστὶ, τὸ καθαρὸν, τὸ ὀξὺ, τὸ φωτεινόν. Λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Λέγουσιν αὐταῖς αἱ φρόνιμοι· Φοβούμεθα μή ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν [ἀλλ’ οὐχὶ βασκαίνουσαι οὐκ ἔδωκαν· ἐκεῖ γὰρ τίς χρεία χρυσίου λοιπόν; οὐ γάρ ἐστιν ἐκεῖ πλούσιος καὶ πένης], ἀλλ’ ἀπελθοῦσαι ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες; Πένητες· σὺ γὰρ μᾶλλον λαμβάνεις ἢ
1061 SPURIA. γὰρ τὸ διάφορον τῶν προσώπων, ἀλλ' ἡ χρήσις τῆς συμβουλῆς ποιεῖ με δέχεσθαι τὰ λεγόμενα. Εἰ γὰρ Μωϋσῆς ἐκεῖνος, ὁ τηλικοῦτος, ὁ τῷ Θεῷ ὁμιλήσας, τὰς τοῦ κηδεστοῦ αὐτοῦ συμβουλίας οὐκ ἀπεστράφη, καὶ τούτου βαρβάρου ὄντος, ἀλλὰ κἀκεῖνος κατεδέξα το, καὶ ὁ Θεὸς ἐβεβαίωσε· πόσῳ μᾶλλον ἡμεῖς; Οὐ λέγω σοι, ἀκτήμων γενοῦ, ἀλλὰ τὸ περισσὸν εἰς τοὺς πένητας ἀνάλωσον, ἵνα ἡ περισσεία σου ὑπόθεσις σωτηρίας σοι γένηται. Οὐχ ὁρᾶτε πολλοὺς κατὰ τὴν ὁδὸν πένητας, πῶς μένουσι νοσούντες καὶ γυμνητεύ οντες; καὶ ὁ μὲν νεώτερος, ὁ δὲ πρεσβύτερος, καὶ ἄλλος ὑφ' ἑτέρου στηρίζεται, καὶ πολλὴ ἡ τούτων τραγῳδία. Δὺς οὖν τῷ συνδούλῳ, ἵνα ἔχῃς τὸν Δεσπό την χρεωφειλέτην, τὸν ἡδέως χρεωστοῦντα, τὸν δι δόντα τὸ κεφάλαιον μετὰ τοῦ τόκου· ἐπὶ μὲν γὰρ των ἔξω ἔγκλημα ο τόκος, ἐπὶ δὲ τοῦ Θεοῦ ἔπαινος. Ο δίδως τῷ πένητι ; πρόσεχε τῷ δι' αὐτοῦ αἰτοῦντι, καὶ αἰδέσθητι τὸ ἀξίωμα του λαμβάνοντος· ὁ πένης λαμ βάνει, καὶ ὁ Θεὸς δανείζεται. Εννόησον που κατέβη ὁ Δεσπότης σου δι' ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον. Πεινῶντα μὲν γὰρ, φησίν, εἴδετέ με, καὶ οὐκ ἐθρέψατε· διψώντα, καὶ εὐκ ἐποτίσατε· ξένον, καὶ οὐ συνηγάγετε· γυμνὸν, καὶ οὐ περιεβάλετε, καὶ τὰ ἑξῆς. Οὐ δίδως οὖν πει- νῶντι τῷ Χριστῷ; Σὺ καὶ ὁ πένης τὸ σῶμα αὐτοῦ κοινῶς ἐκ τῆς τραπέζης μεταλαμβάνετε, τοῦ ποτη- ρίου αὐτοῦ ὁμοίως μετέχετε· ἐν τοῖς μεγάλοις σοι καὶ φρικτοῖς κοινωνεῖ, καὶ τῶν μικρῶν αὐτῷ οὐ μετ ταδίδως; Μὴ γὰρ τὰ σὰ αὐτῷ παρέχεις; Κἂν γὰρ παρὰ τῶν γονέων ἐδέξω, κἂν παρὰ τῶν προγόνων, τοῦ Θεοῦ εἰσι. Τί καταχωννύεις αὐτὰ εἰς τὴν γῆν; Δὸς τῷ πένητι, καὶ μετὰ πολλῆς τῆς ἀσφαλείας φυ λάττει σοι αὐτὰ ὁ Δεσπότης. Οὐχ ὁρᾷς τους γηπόνους τί ποιοῦσιν ; ὅτι πολλάκις ὑπὸ πενίας μὴ ἔχων σπό ρον, τίθησιν αὐτοῦ τὸ ἱμάτιον, καὶ λαμβάνει ο βού- λεται, καὶ τῇ γῇ καταπιστεύει; καίτοι πολλάκις ἦλθε καιρῶν ἀνωμαλία, καὶ ἀπῆλθε μηδὲν θερίσας, καὶ ὅμως πιστεύει τῇ γῇ διὰ τὴν ἐλπίδα. [807] "Οπερ οὖν ἡ γῆ ποιεῖ, τοῦτο ἡ Δεσπότης οὐ δύναται ποιῆ σαι; Μίμησαι ἐκείνην τὴν ἐν τῇ Παλαιᾷ χήραν, τὴν ἔχουσαν δράκα αλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκη, ὅτι ἐξ αὐτῶν τὸν προφήτην ἐξενο- δόχησεν· ἢ ταύτην τὴν ἐν τῷ Εὐαγγελίῳ, ἥτις δύο ὀβολοὺς βαλοῦσα πάντας υπερηκόντισεν· ὅλον γὰρ τὸν πλοῦτον ἑαυτῆς ἔβαλεν. Αλλά τί λέγεις; Πένης εἰμὶ, καὶ οὐκ ἔχω χρήματα. Δύο οβολοὺς οὐκ ἔχεις; Εἰ δὲ καὶ οὐκ ἔχεις, γνώμης ἀγαθῆς περιουσίαν ζητεῖ ὁ Θεός. Διὰ τοῦτο ἔλεγεν, "Οστις ἐὰν δῷ ποτήριον ψυχροῦ ὕδατος, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτ του. Βλέπε, τί λέγει· ψυχροῦ ὕδατος, οὐ θερμοῦ, ἵνα μὴ διὰ τὴν δαπάνην τῶν ξύλων στερηθῇς τοῦ μισθοῦ. Καὶ βασιλεὺς μὲν ὅσον ἐὰν ἐπιβάλῃ σοι χρυσίον, κρε- μώμενος, σχοινιζόμενος, δίδως ὅπερ βούλεται· κἂν πένης ᾖς, οὐ προσέχει τῇ δυνάμει τῶν προσώπων, ἀλλὰ τῷ ἰδίῳ κέρδει. Ο δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν ἑκάστου δύναμιν ἀπαιτεῖ. Διὰ τί γάρ εἰσι πένητες; μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ὄμβρον χρυσοῦν κατενεγκεῖν, ἀλλ᾽ ἵνα σοι ἡ ἐκείνου πενία παραμυθία τῶν ἁμαρτημάτων σου γένηται. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· βλέπε πόσον ἐστὶν ἡ ἐλεη μοσύνη. Ἑαυτῷ παραβάλλει ὁ Θεὸς τὸν ἐλεήμονα· Γίνεσθε γάρ, φησίν, οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οικτίρμων· ἐστίν. Ἐὰν ἔλθῃ ὁ θά νατος, ὧδε μένει τὰ χρήματα· διὰ τί οὖν οὐ προαπο- στέλλεις σεαυτῷ ἐκεῖ, ἵνα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρα- στῶσί σοι πένητες, ὅπου ῥήτωρ οὐκ ἔστιν, οὐδὲ συν- ήγορος; Επιδείκνυνται γὰρ οἱ πένητες τὰ ἱμάτα, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός. Οὐχ οὕτως ἥλιος εἰς πάγος ἐλθὼν λύει αὐτό, ὡς ἐλεημο σύνη ἐμπεσοῦσα εἰς πλῆθος ἁμαρτιῶν ἀφανίζει αὐτ τάς. Ἵνα δὲ μάθης τῆς ἐλεημοσύνης τὸ ὕψος, τί τῆς παρθενίας ἐπιπονώτερον; Οὐδέν· πολλαί εἰσιν αἱ ἀρίταὶ, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττο- νες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον· πρὸς τὴν φύσιν παλαίει· ὁ πόλεμος οὗτος ἀνοχὴν οὐκ ἔχει· μάχη ἐστὶν εἰρήνην μηδέποτε ἔχουσα, εἰ μὴ διὰ τοῦ ἐλέους τοῦ Χριστοῦ. Ἔστηκεν ἡ παρθένος τὴν κά· μινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη· παρ 1068 θένος ἐπὶ τῶν ἀνθράκων ἑστῶτα οὐ κατακαίεται· ἐν τῇ καμίνῳ οὖσα οὐ φλέγεται, δρόσον ἔχουσα καθάπερ οἱ τρεῖς παῖδες· πρὸς τὰς ἀοράτους δυνάμεις ἁμιλλω μένη, τὸν Μιχαὴλ μιμεῖται, καὶ πρὸς τὸν Γαβριήλ ἁμιλλᾶται. Ἐν τῷ παραδείσῳ ἦν ἡ παρθενία, καὶ ὑπὸ τοῦ δράκοντος κατεφθάρη. Διὰ τοῦτο ἐν τοῖς μέσ σοις χρόνοις οὐκ ἐφαίνετο· ὅτε δὲ ἦλθεν ὁ ἐκ παρθέ νου γεννηθείς Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τότε ἐφάνη πάλιν. Θέλεις δὲ γνῶναι τῆς παρθενίας τὸ μέσ γεθος; Μωϋσῆς τὴν θάλασσαν ἔσχισε, τὸν ἀέρα μετά έβαλε, μάννα κατήγαγε, καὶ κατελάλησαν αὐτοῦ περὶ τῆς ἰδίας γυναικός, τῆς Αἰθιοπίασης, ὅτι γυναίκα εἶχε· καὶ ᾿Αβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἀλλὰ καὶ Ἰωσήφ, εἰ καὶ σωφρονῶν, ἀλλ' ὅμως μετὰ ταῦτα γυναῖκα ἔσχε. Βούλει μαθεῖν, ὅσον ἐστὶν ἡ παρθενία; Ὁ Χριστὸς ἐλθὼν οὐ κατέδησεν αὐτὴν ἀνάγκῃ· ὁμοῦ γὰρ τὰς ἄλλας ἐπιτείνας ἀρετὰς, ταύτην οὐκ ἐπέτει νεν, ἵνα, ἐὰν ἐκουσίως κατορθώσῃς, στεφανωθῇς. Οι εγκράτειαν ἀσκοῦντες, καὶ τὴν ἀκτημοσύνην πρώτην αὐτὴν μεταχειρίζονται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐγεννήθησαν οὕτω καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες ευνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ τὰ μόρια κόψαντες, ἀλλὰ τὴν ἀκόλαστον ἐπιθυμίαν ἀποκοψάμενοι. Ο δυ νάμενος χωρεῖν, χωρείτω. Καὶ ὁ Ἀπόστολος τὰς ἀρε- τὰς ἐπελθὼν πάσας, εἰδὼς αὐτῆς τὸ πέλαγος, λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Είδες πως μεγάλη ἡ παρθενία; Καὶ ὅμως χωρὶς ἐλες- μοσύνης οὐκ ἔσωσεν· ἐλεημοσύναι δὲ χωρὶς παρθε νίας ἔσωσαν. Αἱ πέντε παρθένοι αἱ μωραί, ἐπειδὴ ἔλαιον οὐκ εἶχον, ἀλλὰ μόνην τὴν παρθενίαν, οὐκ ἐσῆλθον εἰς τὸν νυμφῶνα · λέγουσι γὰρ ταῖς φρονί μοι;· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Δικαίως δὲ ἐκλήθησαν μωραί, ὅτι τὸ ἐπιπονώτερον κατορθώσα- σαι, τὸ χωρὶς πόνου οὐκ ἐποίησαν· τὸν μέγαν ἀντ αγωνιστὴν κατήνεγκαν, καὶ ὑπὸ τοῦ ἐλάττονος ἡττή- θησαν. Καὶ ἐλθόντος τοῦ νυμφίου, εἰσῆλθον αἱ φρό νιμοι εἰς τὸν νυμφῶνα· καὶ ἦλθον κἀκεῖναι κρούου- σαι· καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Διὰ τί; [808] "Οτι πεινώντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Ημᾶς δὲ μὴ γένοιτο ἀκοῦσαι φωνῆς τοιαύτης· τοῖς δὲ τὴν ἐλεημοσύνην κατορθώσασι λέγει· Δεῦτε, οἱ εὐλογή μένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Διὰ τί; ὅτι παρθενίαν ἐτήρησαν; Οὐδαμῶς· ἀλλ' ὅτι Επείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ήμην, καὶ συνηγάγετε με· γυμνός, καὶ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Ἵνα δὲ μάθης πόσον ἐστὶν ἡ ἐλεημοσύνη, βούλομαι πάλιν ὑμᾶς ὑπομνήσαι τῆς ἱστορίας ταύτης. Δέκα παρθένοι ἦσαν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωροί· καὶ φωνὴ ἐγένετο κατὰ τὸ μεσονύκτιον. Ανάστητε, ὁ νυμφίος ἔρχεται. Τὸ μεσονύκτιον ἡ ἀνάστασίς ἐστιν, ὅτε οἱ ἄγγελοι πάντας ἡμᾶς ἐπεγείρωσιν. Αναστᾶσαι δὲ αἱ παρθέν νοι ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. Ἡ δὲ λαμπάς ἡ παρθενία ἐστὶ, τὸ καθαρὸν, τὸ ὀξὺ, τὸ φωτεινόν. λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Λέγουσιν αὐταῖς αἱ φρόνιμοι Φοβούμεθα μή ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν ἀλλ' οὐχὶ βασκαίνουσαι οὐκ ἔδωκαν· ἐκεῖ γὰρ τίς χρεία χρυσίου λοιπόν ; οὐ γάρ ἐστιν ἐκεῖ πλούσιος καὶ πένης), ἀλλ' ἀπελθοῦσαι ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες ; Πένητες· σὺ γὰρ μᾶλλον λαμβάνεις ή δίδως· δίδως αὐτῷ σὺ γήῖνα, καὶ λαμβάνεις ἐπουρά νια. Ὡς οὖν ἀπῆλθον ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ εἰσῆλθον εἰς τὸν νυμφῶνα αἱ ἔτοιμοι, καὶ ἐκλείσθησαν αἱ θύραι. Ελθοῦσαι δὲ ἐκεῖναι ἐκρουσαν, καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Ορᾶς, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, καὶ τοῦ πόνου τῆς παρθενίας ἀπέτυχον, καὶ ἔξω τοῦ νυμφῶνος ἔμειναν. Μαθόντες οὖν τῆς ἐλεημοσύνης τὸ κέρδος, ἀδελφοὶ, ποιήσωμεν ἐλεημο σύνην, ἵνα καὶ τοῦ νυμφῶνος ἐπιτύχωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα συν τῷ ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν.
δίδως· δίδως αὐτῷ σὺ γήϊνα, καὶ λαμβάνεις ἐπουρά-νια. Ὡς οὖν ἀπῆλθον ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ εἰσῆλθον εἰς τὸν νυμφῶνα αἱ ἕτοιμοι, καὶ ἐκλείσθησαν αἱ θύραι. Ἐλθοῦσαι δὲ ἐκεῖναι ἔκρουσαν, καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Ὁρᾷς, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, καὶ τοῦ πόνου τῆς παρθενίας ἀπέτυχον, καὶ ἔξω τοῦ νυμφῶνος ἔμειναν. Μαθόντες οὖν τῆς ἐλεημοσύνης τὸ κέρδος, ἀδελφοὶ, ποιήσωμεν ἐλεημο-σύνην, ἵνα καὶ τοῦ νυμφῶνος ἐπιτύχωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Continue reading PG 48: De sacerdotio (lib. 7) Sp. →≣ entire volume