PG 59John Chrysostom
Homily on the Forerunner of the Lord
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

Ad Homiliam Sequentem - Monitum (editorial preface

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:485〔Editorial preface, from the Migne page scan (OCR)〕 MONITUM Hanc homiliam sic jure notavit Savilius in Notis Tom. VIII, p. : Cum Græculus quispiam ineptus et indoctus orationem cum hujusmodi principio a Jvanne nostro habitam esse apud Ecclesiastica scriptores Historiæ reperisset, affinxit homo impudentissimus humano capiti corpus plane belluinum, nobisque pro vero hunc spurium et falsissimum ſetum supposuit, vix lectione, nedum emendatione dignum. Illi porro Ecclesia- stici scriptores, qui initium homiliæ Chrysostomi attulerunt, sunt Socrates libro vi, cap. , et Sozomenus libro vili, cap. , qui ambo ipsissima verba referant, nullo pene discrimine, queis hic, quisquis sit, Græculus orsus est. Hanc certe homiliam quovis sagaci homine, multoque magis Chrysostomo indignam censent quotquot ea de re sententiam tulerunt. Sic ersus ineptus scriptor improbas mulieres bene multas recenset, hincque transit ad probas et sanctas quæ in Veteri Testamento feruntur, et sic concio- nem claudit. [4] ΕΙΣ ΤΗΝ ΑΠΟΤΟΜΗΝ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ, Καὶ εἰς τὴν Ηρωδιάδα. Πάλιν Ηρωδιάς μαίνεται, πάλιν ταράττεται, πάλιν ὀρχεῖται, πάλιν ἐπιζητεῖ τὴν κεφαλὴν Ἰωάννου τοῦ Βα- πτιστοῦ ἀνόμως ὑπὸ Ἡρώδου ἀποτμηθῆναι. Πάλιν Ιε- ζάβελ περιέρχεται ζητοῦσα του Ναβουθαὶ τὸν ἀμπελῶνα ἁρπάσαι 4, καὶ τὸν ἅγιον Ἠλίαν καταδιώξαι ἐπὶ τὰ ὄρη. Οἶμαι δὲ μὴ μόνον ἐμὲ εἰς ἔκστασιν τυγχάνειν, ἀλλὰ καὶ πάντας ὑμᾶς τοὺς ἀκούοντας τῆς τοῦ Εὐαγγελίου φωνῆς, καὶ θαυμάζειν σὺν ἐμοὶ τὴν μὲν Ἰωάννου παῤῥησίαν, τὴν δὲ Ηρώδου κουφότητα, καὶ τὴν τῶν ἀθέων γυναι- πῶν θηριώδη μανίαν. Τί γὰρ ἡκούομεν; Ο γὰρ Ηρώ- της κρατήσας τὸν Ἰωάννην, ἔθετο ἐν φυλακή. Διὰ τί; Διὰ Ηρωδιάδα γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Καὶ ψέξειεν ἄν τις τὴν Ηρώδου κουφότητα ὑπὸ δυστ- νων γυναικῶν παραχθεῖσαν 5. Τί δ' ἄν τις εἴποι, ἢ πῶς τις εκφράσειε τὴν τῶν γυναικῶν ἐκείνων ἀκόλαστον που νηρίαν; Ἐμοὶ μὲν δοκεῖ μηδὲν εἶναι ἐν κόσμῳ θηρίον ἐφ- άμιλλον γυναικός πονηράς. Ἀλλὰ νῦν ἐμοὶ περὶ πονη- ρᾶς ὁ λόγος, οὐ περὶ ἀγαθῆς καὶ σώφρονος. Οίδα γὰρ [2] πολλὰς εὐσχήμονας καὶ ἀγαθὰς, ὧν με δεῖ μνημονεύ καὶ τὸν βίον πρὸς οἰκοδομὴν καὶ ἔρωτα τῶν καλῶν. Ο • Alius διαρπάσαι. Hanc et sequentes varias lectiones po- quit Savil. in margine. b Α σπαραχθεῖσαν, . δὲν τοίνυν θηρίον ἐν κόσμῳ ἐφάμιλλον γυναικός πονηράς. Τί λέοντος δεινότερον ἐν τετραπόδοις; Αλλ' οὐδέν. Τι δὲ ὠμότερον δράκοντος ἐν ἐρπετοῖς; Αλλ᾽ οὐδέν. Πλήν καὶ λέων καὶ δράκων ἐν τῷ κακῷ ἐλάττω τυγχάνουσι. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ὁ σοφώτατος Σολομών, λέ- γων. Συνοικήσαι λέοντι καὶ δράκοντι εὐδόκησας, μετά γυναικός πονηρᾶς καὶ γλωσσώδους. Καὶ ἵνα μὴ νομίσῃς τὸν προφήτην ειρωνεία εἰρηκέναι, ἐξ αὐτῶν τῶν πραγμάτων κατάμαθε ἀκριβῶς. Τὸν Δανιὴλ ἐν τῷ λάκκῳ οἱ λέοντες ᾐδέσθησαν, τὸν δὲ δίκαιον Ναβουθαι Ιεζάβελ ἐφόνευσε· τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ ἐφύλαξε, Δε λιλὰ δὲ τὸν Σαμψών ξυρήσασα καὶ δήσασα, τοῖς ἀλλοφύ λοις παρέδωκε δράκοντες καὶ ἀσπίδες καὶ κεράσται τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἑτρόμασαν, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμεν· οἱ κόρακες τὴν Ἠλίαν ἐν τῷ ὄρει δι έθρεψαν, Ιεζάβελ δὲ αὐτὸν μετὰ τὴν εὐεργεσίαν τοῦ δε τοῦ πρὸς φόνον ἐδίωκε. Τί γὰρ ἔλεγεν; Εἰ σὺ Ἠλιού, καὶ ἐγὼ Ιεζάβελ Τάδε ποιήσαισάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, εἰ μὴ αύριον ταύτῃ τῇ ὥρᾳ θε σομαι τὴν ψυχήν σου ὡς ἑνὸς τῶν τεθνηκότων. Καὶ ἐφοβήθη Ηλίας, καὶ ἐπορεύθη κατὰ τὴν ψυχὴν αὐτ τοῦ, καὶ ἀπῆλθεν εἰς τὴν ἔρημον ὁδὸν ἡμερῶν τεσσαρά • Alli εὐδόκησας. SPURIA. MONITUM Hanc homiliam sic jure notavit Savilius in Notis Tom. VIII, p. : Cum Græculus quispiam ineptus et indoctus orationem cum hujusmodi principio a Jvanne nostro habitam esse apud Ecclesiastica scriptores Historiæ reperisset, affinxit homo impudentissimus humano capiti corpus plane belluinum, nobisque pro vero hunc spurium et falsissimum ſetum supposuit, vix lectione, nedum emendatione dignum. Illi porro Ecclesia- stici scriptores, qui initium homiliæ Chrysostomi attulerunt, sunt Socrates libro vi, cap. , et Sozomenus libro vili, cap. , qui ambo ipsissima verba referant, nullo pene discrimine, queis hic, quisquis sit, Græculus orsus est. Hanc
PG 59:489Εἰς τὸν Πρόδρομον. Οἱ ἀνθηρότατοι λειμῶνες ἄνθεσι χρυσοκόμοις πεποι-κιλμένοι, δένδρεσι καλλιπνόοις κοσμούμενοι, ὄρνεσι καλ-λιφώνοις κλονούμενοι, καὶ τὴν ἀκοὴν τῶν ἀνθρώπων θέλγουσι, καὶ τὴν ὅρασιν θάλπουσι. Τοῦ γὰρ ἡλίου τὰς χρυσᾶς αὐγὰς κυκλοτερῶς περιστίλβοντος, ἀνακλώμεναι αἱ αἶγλαι πυραυγεῖς ἀνταστράπτουσι λαμπηδόνας. Ἐκεῖ τραυλαὶ λάλων ὀρνίθων, συριγγώδεσι κλαγγαῖς λιγυρὸν ἀποπέμπουσι μέλος· ἐκεῖ ἀνέμων εὐήχων ζέφυροι ἐν ταῖς κυκλότησι τῶν ὀρνέων ἐριζούσαις, τῶν κρημνῶν κοιλάδας σαλεύοντες, ἐν εἰκόνι κιθάρας ὁμοφώνως ᾄδου-σιν· ὡς καὶ τοὺς ἐν ταῖς καλύβαις οἰκοῦντας ποιμένας τε καὶ βουνόμους, ἔναυλα ἔχοντας τὰ τῶν μουσικῶν ὀρνί-θων λυρικὰ μελῳδήματα, δόναξι πολυφθόγγοις ἀντίμιμα κελαδοῦντας, κατὰ παντὸς τερπνοῦ τόπου καὶ πάσης βοτάνης τὰς ἄρνας πραέως φέρειν. Ἀλλ’ ἐκεῖ μὲν πηγὴ ἀθλοφόρα νάματα βρύει, ἐνταῦθα δὲ μελίστακτον σοφίας Θεοῦ δίδαγμα λάμπει· ἐκεῖ μουσικῶν ὀρνίθων λιγυρί-σματα, ἐνταῦθα ψαλμῶν ἁγίων μελῳδήματα· ἐκεῖ τρυ-γὼν ἡ φιλέρημος δενδροβατοῦσα, γοεροῖς μέλεσι τὸ καλ-λίχροον ἔαρ σημαίνει, ἐνταῦθα ὁ ἐν ἀκρίσι καὶ μέλιτι τραφεὶς Ἰωάννης, τοῖς ἐρημικοῖς κηρύγμασι, μᾶλλον δὲ πνευματικοῖς, τὰς Ἐκκλησίας κινήσας, τὸ οὐράνιον ἔαρ ἐπιφανὲν τῷ κόσμῳ σαλπίζει. Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις, φησὶ, παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴσ
PG 59:490κηρύσσων ἐν τῇ ἐρήμῳ, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ἐν ταῖς ἡμέ-ραις ἐκείναις. Ἐν ταῖς Ἰησοῦ τοῦ Θεοῦ ἀποδείξεσιν, ἐν ταῖς τοῦ οὐρανίου βασιλέως ἀποδημίαις, ἐν ταῖς τοῦ ἀϊδίου φωτὸς ἀναλάμψεσιν, Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ. Οὐχὶ ἐν τῇ οἰκουμένῃ· ὅτι ἔρημος ἦν ἡ τῶν ἀνθρώπων κατάστασις, μήπω οἰκουμένη ὑπὸ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Τί δὲ ἐκήρυσσε; Μετα-νοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ὢ με-τάνοια ἐν αὐτοῖς τοῖς δάκρυσι τὴν ζωὴν θερίζουσα, καὶ ἐν τῷ νυμφικῷ πέπλῳ τὸ νυμφικὸν φέγγος στολιζομένη ὢ μετάνοια, διαβόλου κατήγορε, ἐπιστρεφόντων συν-ήγορε Εἶχε δὲ ὁ Ἰωάννης τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τρι-χῶν καμήλου, καὶ ζώνην δερματικὴν περὶ τὴν ὀσφὺν αὐτοῦ. Περιβλεψώμεθα, ἀγαπητοὶ, τὸ ἔνδυμα Ἰωάννου·
ἴσως τὸ ἐκείνου ἔνδυμα αἴνιγμα ἡμῖν σωτηρίας γένηται. Ἐκεῖνο ἔχει τὴν εἰκόνα τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων λαῶν. Εἶχε, φησὶ, τὸ ἔνδυμα ἀπὸ τριχῶν καμήλου. Καμήλῳ πολλάκις παρεικάζει ἡ Γραφὴ τὸν διάβολον, διὰ τὸ πολύογκον καὶ πολύστρεβλον καὶ βαρυμήνιον. Ὁ τὴν σκοπιὰν θεωρήσας ἐν τῷ Ἡσαί̈ᾳ λέγει· Εἶδον ἀναβά-την ὄνου, καὶ ἀναβάτην καμήλου. Ἀναβάτην ὄνου λέγει τὸν Χριστὸν, ἐπειδήπερ ὄνῳ καθεσθεὶς εἰσῆλθεν
PG 59:491εἰς Ἰεροσόλυμα· ἀναβάτην καμήλου, τὸν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν κατ’ ἐνέργειαν τοῦ διαβόλου ἐπιφοιτῶντα τῷ κόσμῳ ἀντίχριστον. Εἶχε δὲ τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου ὁ Ἰωάννης. Ἤδη γὰρ τῷ κηρύγματι τῆς εὐσεβείας τοὺς δίκην τριχῶν καλύπτοντας ἐθνι-κοὺς πρὸς ἑαυτὸν καταστρέψας, κἀκεῖνον γυμνώσας, καὶ τὴν Ἐκκλησίαν πυκνώσας, τῇ ἑνότητι τῆς πίστεως τὸ σῶμα τῆς Ἐκκλησίας ἐξυφάνας, ἑαυτῷ περιβόλαιον σωτηρίας ἐξειργάσατο. Εἶχε δὲ ζώνην δερματικὴν περὶ τὴν ὀσφὺν αὐτοῦ. Ὀσφύος μνημονεύει καὶ ζώνης δερματικῆς ἡ Γραφὴ, ἵνα τὸ γεννητικὸν πάθος τῆς ἁγνείας διὰ τῆς ἔξωθεν ἐκ νεκροῦ δέρματος περικει-μένης ζώνης νενεκρωμένον εἶναι σημαίνῃ. Ἐκείνη γὰρ τῆς ἔνδοθεν κρυπτομένης παρθενίας ἦν ἀψευδὴς κατ-ήγορος. Ἤσθιε, φησὶν, ἀκρίδας, καὶ μέλι ἄγριον. Τοὺς ἀποπηδῶντας Ἰουδαίους τοῦ νόμου καὶ τῶν ἐντολῶν λέγει, ὥς φησιν ἡ Γραφή· Ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτός σου, ἢ ὡς ἀκρὶς ἐπὶ φραγμῷ ἐν ἡμέρᾳ πά-γους. Ἀνέτειλεν ὁ ἥλιος· καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω ἔτι τὸν τόπον αὐτοῦ. Μέλι δὲ ἄγριον, διὰ τὸ τοὺς Ἰου-δαίους τὴν γλυκύτητα τοῦ νόμου τῇ παραβάσει τῶν ἐντολῶν ἐξαγριᾶναι. Τότε παραγίνεται πρὸς αὐτὸν ὁ Ἰησοῦς, φησὶν, ἐπὶ τὸν Ἰορδάνην, ἐπὶ τὸ βαπτι-σθῆναι ὑπ’ αὐτοῦ. Ὁ δὲ διεκώλυεν αὐτὸν, λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Ἄφες ἄρτι· δεῖ σε μάρτυρα γενέσθαι τῆς εἰς ἐμὲ πεμπομένης φωνῆς ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην. Δεῖ με διδάξαι, ὅτι Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Δεῖ με οὖν πρῶτον ποιῆσαι, καὶ τότε διδάξαι, ἵνα μὴ ἔχωσι πρόφασιν οἱ Ἰουδαῖοι· Ὁ διδάσκων ἑτέρους,
PG 59:492σεαυτὸν οὐ διδάσκεις; Ἄφες ἄρτι· δεῖ γὰρ τὸ ῥῆμα τοῦ καρτεροψύχου Ἰὼβ στῆναι, τὸ, Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ εἴη· δεῖ με ἀποσμῆξαι τὴν παλαιὰν τοῦ σώματος ἁμαρτίαν· δεῖ με τῷ Πνεύματι καινίσαι τὴν ψυχὴν, καὶ ὕδατι τὸ σῶμα. Ἄφες ἄρτι· δεῖ με ἀνοῖξαι τὴν τοῦ ὕδατος καὶ Πνεύμα-τος μήτραν, ἵνα γένωμαι πρωτότοκος πολλοῖς ἀδελφοῖς. Ἐκ ταύτης γὰρ τῆς μήτρας τοὺς ἀποσφαλέντας Ἰου-δαίους ἐλέγχει ὁ προφήτης κατηγορῶν· Ἀπηλλοτριώ-θησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Τότε ἀφίησιν αὐ-τόν. Καταβάντος δὲ τοῦ Ἰησοῦ ἐν τῷ Ἰορδάνῃ, ἦν ἰδεῖν, ἀγαπητοὶ, θαῦμα μέγα, πηγὴν ἐν τῷ ποταμῷ λουομέ-νην, καὶ ποταμὸν ἐν τῷ ποταμῷ βαπτιζόμενον. Πηγὴ γὰρ ὁ Χριστὸς, καθὼς λέγει αὐτός· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Καὶ ἡ νύμφη, ἡ Ἐκκλησία πρὸς αὐτόν· Πηγὴ ἐσφραγισμένη, ἡ ἀποστέλλουσα. Ὁ αὐ-τὸς ποταμὸς, καθώς φησιν ὁ προφήτης· Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Κατῆλθεν ἐπὶ τὰ ὕδατα, καὶ ἡγιάσθησαν, καὶ ὑγίασεν αὐτά. Εἴ τίς ἐστιν ὑμῶν ἀμύητος, ἀγαπητοὶ, τοῦ βαπτίσματος, ἐλθέτω καὶ θεω-ρησάτω πῶς ὁ Πατὴρ οὐρανόθεν κράζει· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Ἰορδάνης κράζει, τὸ Πνεῦμα τὸν ἀέρα καθα-ρίζει, τὸν Υἱὸν καλεῖ ὁ Πατὴρ, τὸν οὐρανὸν καθαρίζει ὁ Υἱὸς, τὴν γῆν καλλωπίζει τὸ Πνεῦμα, τὸν ἀέρα λαμπρύνει. Νῦν πληροῦται τὸ πάλαι ὑπὸ τοῦ προφήτου εἰρημένον· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα. Ἡμέρα ὁ Πατὴρ, ἡμέρα ὁ Υἱός. Ὁ Πατὴρ τῷ Υἱῷ ἐρεύγεται ῥῆμα, καθὼς ὁ Παῦλος λέγει· Λάβετε τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ· ᾧ τινι ῥήματι τοὺς πάντας ἡμᾶς συστήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας, τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View