PG 59John Chrysostom
On the Holy Passover (Homily 4) [Spurious]
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 59:731Εἰς τὴν αὐτὴν πραγματείαν δ. Πάσχα μὲν ἑορτάζουσιν Ἰουδαῖοι, τῆς ἐξ Αἰγύπτου σωτηρίας ἀνάμνησιν, θανάτου πρωτοτόκων ἀποφυγήν. Πάσχα διὰ τοῦτο ὀνομάζεται, ὅτι ἔστιν ὑπέρβασις θανάτου· τοῦτο γὰρ ἡ λέξις δηλοῖ κατὰ γλῶτταν Ἑβραίων. Πάσχα δὲ ἡμεῖς ἑορτάζομεν, οὐ μερικὴν ἀποφυγὴν θανάτου, καθάπερ ἐκεῖνοι, οὐδὲ προσκαίρου δουλείας ἐλευθέρωσιν, ἀλλὰ τελείαν μὲν ἐκ θανάτου λύτρωσιν, τελείαν δὲ ἐκ τῆς τοῦ διαβόλου δουλείας ἀπόλυσιν. Ὁ τῶν πρωτοτόκων θάνατος ἐκείνους ὑπερέβαινε, τὸ τυπικὸν πρόβατον θύσαντας, καὶ τῷ αἵματι τὰ περὶ τὰς θύρας χρίσαντας· ἡμᾶς δὲ ὁ ἐκ τοῦ πρωτοπλάστου θάνατος ὑπερβαίνει, κατασχεῖν μὴ δυνάμενος τοὺς τὴν θυσίαν τοῦ θείου προβάτου δεδεγμένους, καὶ τῇ πίστει τοῦ σωτηρίου αἵματος περιπεφραγμένους. Ἐκείνοις ἀπὸ γῆς τὸ πρόβατον· ἡμῖν ἐξ οὐρανοῦ, κατὰ τὸν Ἀβραὰμ τύπον γενόμενον, ὅτε πρόβατον ἔσχε θεόπεμπτον ὑπὲρ τοῦ υἱοῦ προσαγαγεῖν· νῦν δὲ ὡς ἀληθῶς θεόπεμπτον ἐξ οὐρανοῦ τὸ πρόβατον, προσαχθὲν ὑπὲρ ἡμῶν, ἵνα μηκέτι θανάτῳ κατεχώμεθα, διὰ τὸν ἀκράτητον ὑπὸ θανάτου Χριστόν. Ἀπέστειλε γὰρ, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου·
καὶ, Καταβέβηκα, φησὶν, ἐξ οὐρανοῦ. Καὶ μαρτυρεῖ περὶ αὐτοῦ ὁ Βαπτιστὴς, Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ, λέγων, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἁμαρτίαν γὰρ οὐκ ἀφῄρει πρόβατον ἄλογον· διὰ τοῦτο οὐδὲ τὸν ἐκ τῆς ἁμαρτίας γενόμενον θάνατον· τὸ δὲ λογικώτατον πρόβατον ἁμαρτίαν ἔλυσε, θάνατον σὺν αὐτῇ καταλύσας. Ἐξάγει δὲ ἡμᾶς οὐκ ἐκ τῆς Αἰγυπτιακῆς εἰς τὴν Ἰουδαίαν, ἀλλ’ εἰς αἰωνίαν κτῆσιν ἀπὸ κόσμου φθειρομένου. Πρόβατόν ἐστιν ἅμα, καὶ ποιμὴν τῶν προβάτων καθηγούμενος. Ἔμπροσθεν γὰρ, φησὶ, πορεύσομαι, ἐπὶ τὴν αἰωνίαν ἄγων αὐτὰ ζωήν. Ἀρχὴ μηνῶν Ἰουδαίοις ἡ τοῦ προβάτου θυσία, καὶ ἡ ἔξοδος ἡ ἐξ Αἰγύπτου· ἡμῖν δὲ ἀρχὴ ζωῆς τὸ τοῦ Κυρίου πάθος, καὶ ἡ σὺν Χριστῷ μετάστασις ἀπὸ κόσμου. Τότε γὰρ ζῶμεν, ὅτε ἀποθνήσκομεν κόσμῳ· τότε εἰς Θεὸν ἀναγεννώμεθα, ὅτε τὴν ἐπὶ γῆς γένεσιν ἀπογινόμεθα. Τὸ πρόβατον ἀμέριστον, ἐπὶ μιᾶς ἐσθιόμενον οἰκίας, τῆς πνευματικῆς Ἐκκλησίας, ἀλλαχοῦ δὲ οὐχ εὑρισκόμενον· ὥσπερ καὶ τοῖς σωματικοῖς Ἰουδαίοις προστέτακτο μὴ ἐξενεγκεῖν τῶν τοῦ προβάτου κρεῶν ἀπὸ τῆς οἰκίας.
Πρόβατον, διὰ τὴν ἠπιότητα, Χριστὸς, κατὰ δὲ τὴν ὑψοῦσαν ὁδὸν, ἔριφος, ὁμοίωμα αὐτοῦ τότε ἐθύετο. Ἄρτος ἄζυμος ἦν τοῖς πάσχα ἐσθίουσιν, ἡμῖν δὲ πρὸς Χριστὸν κοινωνία μετὰ καινῆς καὶ νέας καὶ ἁπλουστάτης διανοίας· ὥσπερ τὸ ἄζυμον καινὸν φύραμα καὶ ἁπλοῦν. Αἱ πικρίδες αἱ μετὰ τὸ πάσχα ἐσθιόμεναι, τότε θλίψεις ἐδήλουν τὰς ἡμετέρας, δι’ ὧν κοινωνοῦμεν τοῖς Χριστοῦ παθήμασι. Πικρὸν γὰρ ἡ θλῖψις, εἰ καὶ γλυκὺς ὁ ἐξ αὐτῆς καρπός. Ὀστοῦν οὐ συνετρίβετο τοῦ προβάτου, καὶ τοῦτο ὁ νόμος ἐκέλευεν εἰς Χριστὸν προτυπῶν, ὡς τὸ Εὐαγγέλιον ἐξηγεῖται, ὅτι οὐδεὶς κατέαξε τὰ ἅγια τοῦ Κυρίου σκέλη· Ἵνα ἡ Γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ. Ἠσθίετο δὲ ἐπὶ τῆς νυκτὸς τὰ κρέατα, καὶ εἰς ἡμέραν οὐχ ὑπελείπετο, ὅτι καὶ ὁ Χριστοῦ θάνατος ἐπὶ τοῦ παρόντος αἰῶνος μνημονεύεται, ἐπὶ δὲ τοῦ μέλλοντος ἡ ζωὴ φαίνεται. Σχῆμα δὲ τῶν ἐσθιόντων τὸ πάσχα, ὀσφὺς ἐζωσμένη, ὑποδήματα ἐν ποσὶν, ἐν χερσὶ βακτηρίαι. Ὁδοιπορικὸν ἅπαν τὸ σχῆμα, παρεσκευασμένων εἰς ὁδοιπορίαν, ἐπειγομένων ἀπᾶραι· ἡμῖν δὲ ψυχῆς ἡ πρόθεσις ὁδοιπορικὴ πρὸς ἀποδημίαν τοῦ κόσμου στελλομένη.
Διὰ τοῦτο εὐσταλεῖς καὶ περιεσφιγμέναι πανταχόθεν αἱ ψυχαὶ τὰς τοῦ βίου μερίμνας ἀποφεύγουσι, πρὸς δὲ τὴν θείαν ἕτοιμοι πορείαν, ὥστε τρέχειν εἰς οὐρανόν. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς, φησί. Ῥάβδον δὲ ἀνειλήφαμεν, ᾗ στηριζόμεθα, πίστιν καὶ ἐλπίδα τὴν εἰς Χριστόν. Ἀνῆπται δὲ καὶ ἡμῖν λύχνος ταῖς ψυχαῖς, ὥσπερ ἐκείνοις ὁ σωματικός. Ψυχῶν δὲ λύχνος ἐστὶν ἡμῖν ὁ νόμος τοῦ Χριστοῦ· Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Λέγει δὲ καὶ αὐτὸς ὁ Κύριος περὶ τούτων· Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις ἐκδεχομένοις τὸν κύριον αὐτῶν. Ὑπόλοιπόν ἐστιν ἰδεῖν, τίνες οἱ τὸ πάσχα ἐσθίοντες. Ἐσθίει δὲ τὸ πάσχα οὐδεὶς ἀπερίτμητος, ἀλλ’ εἰ καὶ ἀλλογενὴς ἐπεὶ καὶ ἀργυρώνητος, περιτέμνεται. Οὐδεὶς γὰρ Χριστοῦ μέτοχος γενέσθαι δύναται, τὰς ἀνθρωπίνας περιττότητας μὴ περιτεμνόμενος, μηδὲ καθαρθεὶς ἀπὸ τῶν σαρκικῶν μολυσμάτων, ὧν κατὰ γέννησιν τὴν ἐκ πατέρων διεδεξάμεθα. Τούτου γὰρ ἦν τύπος ἡ σωματικὴ περιτομή. Διὸ καὶ ἐλέγετο ὑπὸ τοῦ προφήτου Ἱερεμίου περιτετμῆσθαι τὴν σκληροκαρδίαν ὑμῶν.
Σπεύδωμεν οὖν ἐπὶ τὴν μακαρίαν Χριστοῦ κοινωνίαν, καθαροὶ κοσμικῶν κακῶν διὰ τοῦτο γενώμεθα, ἵνα τοῖς πνευματικοῖς ἁγιασθῶμεν ἀγαθοῖς· μηδεὶς ἐπὶ κόσμον μεταστρεφόμενος, ἀλλὰ σπεύδοντες ἅπαντες εἰς ἵνα μὴ μείνωμεν ὑπὸ τὴν δουλείαν τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ἀλλ’ εἰς τὴν ἐλευθερίαν μεταστῶμεν τὴν παρὰ Χριστῷ, ᾧ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View