PG 95John of Damascus
On the Holy Images against Constantine Cabalinus (attributed)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 95:310ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ ΛΟΓΟΣ ΑΠΟΔΕΙΚΤΙΚΟΣ ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΣΕΠΤΩΝ ΕΙΚΟΝΩΝ. Πρὸς πάντας Χριστιανοὺς, καὶ πρὸς τὸν βασιλέα Κωνσταντῖνον τὸν Καβαλῖνον, καὶ πρὸς πάντας αἱρετικούς. α. Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν, κατὰ τὸν μακάριον ἀπόστολον καὶ εὐαγγελιστὴν Λουκᾶν, περὶ πίστεως ὀρθοδόξου καὶ κρατήσεως τῆς Ἐκκλησίας, ἥνπερ διὰ τοῦ πάθους αὐτοῦ προσελάβετο Ἰησοῦς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ἀναγκαῖον ἡγησάμην, ἀγαπητοὶ, ταῦτα μὴ κρύψαι τῇ ὑμῶν τιμιότητι, ἀλλὰ δεῖξαι ὑμῖν τὴν ὁδὸν τῆς ἀληθείας· ἥνπερ ἐξ ἀρχῆς καὶ ἄνωθεν ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία κρατεῖ ἐν βεβαιότητι, περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων·
καὶ μὴ τρέπεσθαι ἔνθεν κἀκεῖθεν, καθάπερ κάλαμος ὑπὸ ἀνέμου περιφερομένη, τῇ δεινῇ ταύτῃ αἱρέσει τῶν μὴ προσκυνούντων τὴν ἔνσαρκον οἰκονομίαν τοῦ δι’ ἡμᾶς ὀφθέντος διὰ τῆς εἰκονικῆς ἀνατυπώσεως, ἀλλ’ ἀτιμαζόντων διὰ κακοηθείας, καὶ διὰ λογισμῶν ἀτόπων, καὶ τῶν δοκούντων εἶναι ἐκ τῆς φυλῆς τῶν Χριστιανῶν, διά τε βαπτίσματος, καὶ διὰ τοῦ τιμίου σώματος καὶ ἀχράντου αἵματος, ἀλλοτρίους δὲ καθεστῶτας, καὶ τοὺς κατέχοντας ἀξίας ποιμένων, λύκους δὲ καὶ θηρία γεγονότας, οὐ τῇ φύσει, ἀλλὰ τῇ προθέσει καὶ τῇ πίστει, κατὰ τὸ Εὐαγγέλιον τὸ τηλαυγῶς ἀναβοῶν, ὅτι «Ὁ μὴ ἐρχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής.» Τοιοῦτόν τι καὶ ἐπὶ τῆς γενεᾶς ἡμῶν ἀνέφυ δεινὸν εὕρεμα, ἐκ γοήτων καὶ σκοτεινῶν ἀνδρῶν, τῶν διὰ τῆς κενοδοξίας αὐτῶν καὶ μεγαλαυχίας ἐμπεσόντων εἰς βάραθρον ἀπωλείας, καὶ ἀνυποίστου βορβόρου.
PG 95:311Ὑμεῖς δὲ, ὦ σεπτὸν ἀκροατήριον, τὸ νεόχριστον καὶ ἀρχαῖον, τὸ ἐξακολουθῆσαν φωναῖς προφητῶν, καὶ γραφαῖς ἀποστόλων, καὶ Πατέρων ὅροις, τὴν ἄγκυραν τῆς πίστεως βεβαίαν κατέχοντες, ταύτην ταῖς ὑμετέραις ψυχαῖς διαφυλάξατε, πρὸς τὸ μὴ ἁρπαγῆναι αὐτὴν ἐκ τοῦ ἀνθρωποκτόνου καὶ δολίου ἐχθροῦ, καὶ ἀκεραίους καὶ ἀπαρασαλεύτους περιφρουροῦντες ἑαυτοὺς, τόμον κατέχοντες ὀρθόδοξον τῆς ὁμοουσίου καὶ ἀδιαιρέτου Τριάδος, πᾶσι τοῖς ἐχθροῖς αὐτὸν ἀποδεικνύντες, καὶ ἐν χερσὶν ὑμῶν κατέχοντες· ἵνα ὥσπερ διὰ στομάτων καὶ διανοίας καὶ γλώττης ταύτην ἀνέγνωμεν, καὶ πιστεύωμεν. β. Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς· ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ ἁπάντων αἰώνων· καὶ εἰς τὸ πανάγιον Πνεῦμα, τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιὸν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, δι’ οὗ τὰ πάντα ἁγιάζονται·
τὴν ἁγίαν Τριάδα, τὴν ἀδιαίρετον καὶ ἀνέκφραστον, τὴν παγκράτιστον, παντούργητον, ὁμοδύναμον, καὶ ἀπερίγραπτον, καὶ ἰσόθεον, ταυτοβούλητον καὶ ταυτόγνωστον, ταυτοούσιον καὶ ὁμοούσιον, συναί̈διον καὶ συνάναρχον καὶ μόναρχον, καὶ τριςυπόστατον· ἐν Πατρὶ τῷ Θεῷ τῷ γεννήτορι, καὶ τῷ Υἱῷ τοῦ Θεοῦ τῷ γεννηθέντι, καὶ Πνεύματι τῷ συνανάρχῳ· τῷ Θεῷ τοῦ παντὸς, τῷ ζωοῦντι τὸ πᾶν. Πνεῦμα γὰρ ἀεὶ συνῆν τῷ Θεῷ καὶ Πατρί· οὐ γὰρ εἷς ἐξ ἑνὸς διῃρέθησάν ποτε. Ἦν γὰρ Πατὴρ ἀεὶ, καὶ συνῆν ἀεὶ τῷ Υἱῷ· καὶ ὁ Υἱὸς συνῆν ἀεὶ τῷ Πατρὶ, καὶ τὸ Πνεῦμα σὺν ἀμφοῖν· οὕτως προσκυνῶ καὶ δοξάζω τὴν ἁγίαν Τριάδα, τὴν ἀδιαίρετον ἐν τρισὶν ὑποστάσεσι μίαν θεότητα. Ὁμοίως καὶ τὴν παναγίαν Θεοτόκον, ὁμολογῶ αὐτὴν ἁγιωτέραν τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ, καὶ ὑψηλοτέραν τῶν οὐρανῶν, ἀνωτέραν πάντων τῶν ποιημάτων, ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς Τριάδος Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν δι’ ἡμᾶς καταβάντα καὶ ἐνανθρωπήσαντα διὰ τὴν ἡμετέραν σωτηρίαν. Ἅμα καὶ τοὺς ἁγίους αὐτοῦ, ὡς καὶ ὑπὲρ αὐτοῦ ἀθλήσαντας, τιμῶ καὶ προσκυνῶ καὶ σέβομαι·
PG 95:313τὸν ἅγιον Ἰωάννην τὸν πρόδρομον καὶ Βαπτιστὴν, καὶ τοὺς πρὸ αὐτοῦ προφήτας, καὶ τοὺς μετ’ αὐτὸν πανευφήμους ἀποστόλους, καὶ τοὺς ἁγίους καὶ καλλινίκους μάρτυρας, καὶ πάντας τοὺς ἁγίους προςκυνῶ καὶ σέβομαι, καὶ δέομαι αὐτῶν τῆς πρεσβείας καὶ ἱκεσίας. Διὰ γὰρ τῶν πρεσβειῶν αὐτῶν σωζόμεθα πάντες. Θέλημα γὰρ τῶν φοβουμένων αὐτὸν ποιεῖ ὁ Θεός. Ἐγὼ καὶ τὰ τίμια αὐτῶν λείψανα προσκυνῶ καὶ τιμῶ καὶ ἀσπάζομαι. Πολλὰ γὰρ σώματα τῶν ἁγίων μύρον ἔβλυσαν, καὶ πολλὰ πάθη δι’ αὐτῶν ἐθεραπεύθησαν. Ἐγὼ [τὰς ἱερὰς] καὶ τὰς τιμίας αὐτῶν εἰκόνας τιμῶ καὶ ἀσπάζομαι· οὐχ ὡς θεοὺς, ἀλλ’ ὡς γραφὴν σύντομον καὶ ἐξήγησιν τῶν παθημάτων αὐτῶν. Οὐ γάρ εἰσιν αἱ εἰκόνες τῶν ἁγίων αἱ τοῦ σώματος μορφαὶ καὶ ἐντεύξεις μόνον, ἀλλὰ καὶ τὰ τοῦ σώματος πάθη. Καὶ γὰρ διὰ τῶν παθημάτων αὐτῶν, ὧν ὑπέμειναν διὰ Χριστὸν τὸν Θεὸν [ἡμῶν] μακαρίζονται, καὶ τιμῶνται καὶ προσκυνοῦνται. Ἐὰν γὰρ αὐτὰ οὐχ ὑπέμειναν διὰ Χριστὸν, οὐκ εἴχομεν εἰκονικὴν αὐτῶν γράφεσθαι τιμὴν, οὔτε ἐν βίβλοις, οὔτε ἐν ἐκκλησίαις.
Πολλοὶ γὰρ ἐν τοῖς οἴκοις αὐτῶν ἔγραψαν εἰκόνας τῶν ἀνθρώπων, εἴτε [οἱ] γονεῖς τῶν τέκνων, εἴτε [τὰ] τέκνα τῶν γονέων αὐτῶν, διὰ τὸν πόθον καὶ τὴν σχέσιν, ἣν εἶχον πρὸς ἀλλήλους· καὶ ἵνα μὴ εἰς λήθην αὐτῶν ἔλθωσιν, ἀνέγραψαν εἰκόνας αὐτῶν ἐν τοῖς οἴκοις αὐτῶν· ὅθεν καὶ ἀσπάζονται αὐτὰς, οὐχ ὡς Θεοὺς, ἀλλ’ ὡς προεῖπον, διὰ τὸν πόθον καὶ τὴν σχέσιν αὐτῶν. Οὕτω χρὴ λογίζεσθαι καὶ ἐπὶ τὰς τῶν ἁγίων εἰκόνας, ὅτι πρὸς ὑπόμνησιν ἡμετέραν καὶ ἀγάπην, καὶ διόρθωσιν τοῦ βίου ἡμῶν, ἅμα καὶ τῶν ἐπερχομένων ἐθνῶν, καὶ πιστευόντων εἰς Χριστὸν Ἰησοῦν, πρὸς ἐπίδειξιν τῆς καλῆς αὐτῶν μαρτυρίας ἀπεγράφησαν, ἔν τε ταῖς ἐκκλησίαις καὶ ἐν ταῖς βίβλοις. Καὶ γὰρ ὅσον ἀναγινώσκονται αἱ θεῖαι Γραφαὶ, τοςοῦτον καὶ ἐπιγινώσκονται, καὶ πλέον ἐξάπτουσιν ἡμᾶς πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ. Καὶ εἰ ὅλως οὗτοι διὰ σαρκικὴν ἀγάπην τῶν τέκνων αὐτῶν εἰκόνας ἀνιστοροῦσι πρὸς ὑπόμνησιν αὐτῶν, πολλῷ μᾶλλον ἡμεῖς ὀφείλομεν τὰς τῶν ἁγίων εἰκόνας ἀνιστορῆσαι σὺν τοῖς παθήμασιν αὐτῶν· τοὺς ἐκχέοντας τὸ αἷμα αὐτῶν ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ. γ. Διὰ τί δὲ, παράνομε αἱρετικὲ, λέγεις με εἰδωλολατρεῖν;
τίνος γὰρ εἴδωλον προσκυνῶ, εἰπέ μοι; Ἀπόλλωνος, μᾶλλον δὲ τοῦ ἀπόλλοντος, ἢ τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν διδάσκουσάν με τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν; εἰπέ μοι, Ἰουδαιόφρον, τίνος εἴδωλον προσκυνῶ; τῆς Ἀρτέμιδος, τῆς μητρὸς τῶν δαιμόνων, ὡς Ἕλληνες μυθεύονται, ἢ τὴν εἰκόνα τῆς παναγίας ἀχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, τῆς Μητρὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Εἰπέ μοι τίνος εἴδωλον προσκυνῶ; τοῦ Διὸς, ἢ τὴν εἰκόνα τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ; τοῦ Διὸς, ἢ τὰς εἰκόνας τῶν ἁγίων ἀποστόλων καὶ μαρτύρων καὶ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων τῷ Κυρίῳ; Καὶ τίς τολμᾷ εἰπεῖν εἰδωλολατρείαν τὴν καλὴν ἐξήγησιν ταύτην, καὶ ἐνυβρίσαι τὰ πάθη τοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ, ἅμα καὶ παραδόντων ἡμῖν τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν; Οὕτως γὰρ παρελάβομεν αὐτὴν ἐκ τῶν ἁγίων Πατέρων κεκοσμημένην, καθὼς καὶ αἱ θεῖαι Γραφαὶ διδάσκουσιν ἡμᾶς· τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ, τὴν δι’ ἡμᾶς πρὸς ἡμᾶς αὐτοῦ συγκατάβασιν, τὸν εὐαγγελισμὸν τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον, καὶ τὰ ἑξῆς·
τὴν γέννησιν, τὸ σπήλαιον, τὴν φάτνην, τὴν μαῖαν καὶ τὰ σπάργανα· τὸν ἀστέρα, καὶ τοὺς μάγους, καὶ τὰ ἑξῆς· τὴν βάπτισιν, τὸν Ἰορδάνην, τὸν Ἰωάννην ἁπτόμενον τῆς κορυφῆς αὐτοῦ, καὶ ἄνωθεν τὸ ἅγιον Πνεῦμα ἐν εἴδει περιστερᾶς. Ἔλθωμεν καὶ ἐπὶ τὸ πάθος αὐτοῦ, καὶ ἴδωμεν τοὺς παῖδας μετὰ βαί̈ων, τὸν νιπτῆρα καὶ τὸ λεντίον, τὸν ἀσπασμὸν τοῦ Ἰούδα, τὴν κράτησιν τῶν Ἰουδαίων τὴν ἔνστασιν τοῦ Πιλάτου, καὶ τὰ ἑξῆς· ὁμοίως καὶ τὴν σταύρωσιν, τοὺς ἥλους, καὶ τὰ ῥαπίσματα, τὸν σπόγγον καὶ τὴν λόγχην, καὶ ἄνωθεν τὸν τίτλον ἔχοντα τὴν ἐπιγραφήν· Ἰδὲ ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ τὰ ἑξῆς· τὴν ἀνάστασιν, τοῦ κόσμου τὴν χαράν· πῶς ὁ Χριστὸς πατεῖ τὸν ᾅδην, καὶ ἐγείρει τὸν Ἀδάμ· ὁμοίως καὶ τὴν ἀνάληψιν. Ἔλθωμεν καὶ ἐπὶ τὰ θαύματα αὐτοῦ, τοῦ τυφλοῦ τὴν ἀνάβλεψιν, τοῦ παραλυτικοῦ τὴν σύσφιγξιν, τῆς αἱμοῤῥοούσης τὴν ἔφαψιν τοῦ κρασπέδου, ἥτις καὶ πρώτη πάντων ἐποίησε τὴν εἰκόνα τοῦ Χριστοῦ ἐκ χαλκοῦ· ὁμοίως καὶ τὰ τῶν ἁγίων σώματα μετὰ τῶν βασάνων καὶ κριτηρίων, ὧν ὑπέμειναν διὰ Χριστὸν τὸν Θεὸν ἡμῶν· ταύτην τὴν καλὴν ἐξήγησιν καὶ ὠφέλιμον γραφὴν, πῶς δύνασθε εἰπεῖν εἰδωλολατρείαν;
PG 95:315Ἡ γὰρ γραφὴ ἐστὶ σύντομος καὶ καλὴ, καθὼς καὶ ὁ Πατὴρ ἡμῶν Χρυσόστομος εἶπεν· «Ἐγὼ καὶ τὴν κηρόχυτον γραφὴν ἠγάπησα, εὐσεβείας πεπληρωμένην.» Καὶ ὁ ἅγιος Βασίλειος ὁ μέγας Πατὴρ ἡμῶν, ἐγκωμιάζων τοὺς ἁγίους τεσσαράκοντα λέγει· «Ἐπειδὴ καὶ λογογράφοι πολλάκις καὶ ζωογράφοι διασημαίνουσιν· οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες.» Καὶ γὰρ ὁ λογογράφος ἔγραψε τὸ Εὐαγγέλιον· καὶ τί ἔγραψε ἐν τῷ Εὐαγγελίῳ; πᾶσαν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ, καὶ παρέδωκε τῇ Ἐκκλησίᾳ. Ὁμοίως καὶ ὁ ζωγράφος ποιεῖ, Ἐζωγράφηκε ἐν τῷ πίνακι τῆς Ἐκκλησίας τὴν εὐπρέπειαν, ἀπὸ τοῦ πρώτου Ἀδὰμ, ἕως τῆς Χριστοῦ γεννήσεως· καὶ πᾶσαν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ, καὶ τὰς μαρτυρίας τῶν ἁγίων, καὶ παρέδωκε καὶ αὐτὸς τῇ Ἐκκλησίᾳ· ὡς μᾶλλον ἀμφότεροι μίαν ἐξήγησιν ἀπεγράψαντο, καὶ διδάσκουσιν ἡμᾶς. Καὶ διὰ τί τὴν βίβλον προσκυνεῖτε, καὶ τὸν πίνακα ἐμπτύετε; Εἰπέ μοι, αἱρετικέ· τίς ἡ διαφορὰ τῶν δύο, ὅτι ἀμφότεροι μίαν ἐξήγησιν εὐαγγελίζονται· καὶ ὁ μὲν εἷς προςκυνεῖται, ὁ δὲ ἕτερος ἐμπτύεται; Ὢ τῆς συμφορᾶς τίς οὐ μὴ καταγελάσῃ τὴν κρίσιν ταύτην;
τίς οὐ μὴ βδελύξηται τὴν διδασκαλίαν ταύτην, ὅτι ἀμφότεροι μίαν ἐξήγησιν ἑρμηνεύουσι, καὶ ὁ μὲν εἷς προσκυνεῖται, ὁ δὲ ἕτερος καταφρονεῖται; ἰδὲ γνῶσις· μᾶλλον δὲ ἀγνωσία· ὄντως ἐὰν καλῶς κατανοήσῃ ἄνθρωπος, ἑρμηνεία ἐστὶ τοῦ Εὐαγγελίου καλὴ καὶ ἐνάρετος ἡ ἱστορία αὕτη καὶ ἐξήγησις. Ἐπειδὴ γὰρ ἅπερ Εὐαγγέλιον λόγῳ ἐξηγεῖται, οὗτος ἔργῳ δεικνύει, καὶ διὰ τί οὗτος προσκυνεῖται, οὗτος δὲ καταφρονεῖται; Τί διαφέρει ὁ χάρτης τοῦ ἀσβέστου; οὐχὶ ἀμφότεροι ἐκ τῆς ὕλης μετέχονται εἰς ἐργασίαν μίαν; Ἢ τί διαφέρει ἡ μεμβράνα τῆς σανίδος; οὐχὶ ἀμφότερα ὑπὸ ξίφους τέμνονται καὶ διασχίζονται, καὶ οὕτω μετέρχονται εἰς ἐργασίαν; Ἢ τί διαφέρει ὁ μέλας τοῦ συρικοῦ καὶ τῶν λοιπῶν χρωμάτων; οὐχὶ ἀμφότεροι ἐκ πολλῶν ἐδεσμάτων κατασκευάζονται, καὶ οὕτως ὑπηρετοῦσι τῷ γράφοντι; Εἰπέ μοι, τίνα προςκυνεῖς ἐν τῷ Εὐαγγελίῳ; τὴν ὕλην, ἢ τὴν ἐξήγησιν; πάντως ἐρεῖς μοι τὴν ἐξήγησιν τῆς οἰκονομίας Χριστοῦ.
PG 95:317Οὕτως κἀγὼ, οὐχὶ τὴν σανίδα τιμῶ, οὐδὲ τὸν τοῖχον, τὴν ὕλην τῶν χρωμάτων, ἀλλὰ τὸν χαρακτῆρα τοῦ σώματος, καὶ τὴν οἰκονομίαν τοῦ Κυρίου, καθὼς καὶ ὁ Πατὴρ ἡμῶν Χρυσόστομος λέγει Εἰς τὸν νιπτῆρα· «Ὅταν εἰκόνες καὶ χαρακτῆρες βασιλικοὶ εἰς πόλιν εἰσέρχωνται, καὶ ὑπαντῶσιν αὐταῖς ἄρχοντες καὶ δῆμοι μετ’ εὐφημίας καὶ φόβου, οὐ σανίδα τιμῶντες, οὐ τὴν κηρόχυτον γραφὴν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ ἐπιγείου βασιλέως.» Καὶ εἰ ὅλως τοῦ ἐπιγείου βασιλέως τοιαύτη τιμὴ πρέπει, μὴ παρόντος τοῦ βασιλέως ἐκεῖ, εἰ μὴ μόνης τῆς εἰκόνος, πόσῳ μᾶλλον τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τιμᾶσθαι καὶ προσκυνεῖσθαι τὴν εἰκόνα δεῖ; Ὢ τῆς συμφορᾶς ὅτι τοῦ ἐπιγείου βασιλέως ἡ εἰκὼν προσκυνεῖται, καὶ τοσαύτης τιμῆς ἀξιοῦται, ἡ δὲ τοῦ Χριστοῦ καταφρονεῖται. Ὢ τῆς ἀπάτης τῶν Χριστιανῶν ὢ κρίσις καὶ δόγμα Πατέρων τίς οὐ μὴ καταγελάσῃ τὴν κρίσιν ταύτην; τίς οὐ μὴ βδελύξηται, τὸ ἀσεβὲς δόγμα τοῦτο; πολλάκις ἄφρων ἄνθρωπος, ἐὰν εὑρεθῇ ἐμπτύων τὴν εἰκόνα τοῦ ἐπιγείου βασιλέως, τί πανθάνει; οὐ κεφαλῆς τιμωρίας ἀξιοῦται; Καὶ γὰρ ὁ ἀτιμάζων τὴν εἰκόνα τοῦ βασιλέως, τὸν βασιλέα ἀτιμάζει.
«Ἡ γὰρ τιμὴ τῆς εἰκόνος,» ὥς φησιν ὁ μέγας Βασίλειος, «ἐπὶ τὸ πρωτότυπον διαβαίνει·» ὁμοίως καὶ ἡ ἀτιμία. Οὕτως χρὴ λογίζεσθαι καὶ ἐπὶ τῆς εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἐπουρανίου βασιλέως, ὅτι ὁ ἀτιμάζων αὐτὴν, τὸν Χριστὸν ἀτιμάζει. Ἡ γὰρ τιμὴ τῆς εἰκόνος εἰς Χριστὸν ἀνατρέχει, ὁμοίως καὶ ἡ ἀτιμία· ὁ ἀτιμάζων τὴν εἰκόνα ἐπὶ τὸ πρωτότυπον ἄγει τὴν ὕβριν· τοῦτο νοητόν ἐστι πᾶσι· καὶ τίς οὐ μὴ φύγῃ τὴν ὕβριν τοῦ Χριστοῦ; δ. Ἀλλ’ ἐρεῖς μοι πάντως, ὅτι ὁ Χριστὸς ἀπερίγραπτός ἐστι, καὶ ἀκατανόητος, καὶ ἀπαθὴς, καὶ ἀκατάληπτος. Κἀγὼ οὕτως ὁμολογῶ, ὅτι τὸ θεῖον ἀπερίγραπτόν ἐστι καὶ ἀκατανόητον καὶ ἀπαθές· ἡ δὲ σὰρξ περιγραπτὸς, καθὼς ὡράθη ἐπὶ τῆς γῆς σὺν τοῖς παθήμασιν αὐτῆς. Ἀλλὰ πάλιν λέγεις μοι, ὅτι Λοιπὸν χωρίζεις τὴν σάρκα ἐκ τῆς θεότητος; Μὴ γένοιτο· οὐδέποτε γὰρ ἐχωρίσθησαν ἀπ’ ἀλλήλων, οὔτε ἐν τῇ κοιλίᾳ τῆς μητρὸς, οὔτε ἐπὶ τοῦ βαπτίσματος, οὔτε ἐπὶ τοῦ σταυροῦ, οὔτε ἐπὶ τοῦ ᾅδου. Ἀλλ’ ἐρεῖς μοι· ὅτι εἰ οὐδέποτε ἐχωρίσθησαν, πῶς τὴν σάρκα περιγράφεις μόνον; Ἀλλ’ εἰπέ μοι αἱρετικέ· τίς ἐθήλασε γάλα ἐκ τῆς Μητρὸς καὶ Παρθένου; οὐχὶ ἡ σάρξ;
PG 95:319τίς ἐστάθη γυμνὸς ἐν τῷ Ἰορδάνῃ; οὐχὶ ἡ σάρξ; τίς ἔφαγε; τίς ἔπιε; τίς ὡδοιπόρησε; τίς ἥπλωσε τὰς χεῖρας ἐν τῷ σταυρῷ; τίς ἐτέθη ἐν τῷ μνημείῳ; οὐχὶ ἡ σάρξ; Ταῦτα μὲν ὑπέμεινεν ἡ σὰρξ, τῆς δὲ θεότητος οὐκ ἐχωρίσθη. Καὶ τίς τολμᾷ λαλῆσαι περὶ θεότητος, ἢ συζητῆσαι, καὶ ἀπολέσαι τὴν ἑαυτοῦ ψυχὴν, ὡς οἱ λοιποὶ αἱρετικοί; τίς δύναται, εἰπέ μοι [πάλαι] περιγράψαι ἄνθρωπον τὸν κατ’ εἰκόνα Θεοῦ γεγονότα; οὐδείς. Οὐ γὰρ τὸ φαινόμενον λαμβάνομεν τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ, ἀλλὰ τὸ νοούμενον· τὸ γὰρ φαινόμενον, σύνθετόν ἐστι καὶ περιγραπτόν· ὁ δὲ Θεὸς ἁπλοῦς ἐστι, καὶ ἀσύνθετος καὶ ἀπερίγραπτος. Ἡ δὲ σὰρξ, ἣν περιελάβετο ὁ Χριστὸς ἐκ τῆς ἀχράντου μητρὸς αὐτοῦ, περιγράφεται, καθὼς ὡράθη ἐπὶ τῆς γῆς. Καὶ τοῦτο εἰδωλολατρεία οὐκ ἔστιν, ἀλλ’ εἰκονογραφία· καὶ εἰ ὅλως ὁ Χριστὸς ἐλθὼν ἐπὶ τῆς γῆς τὰ εἴδωλα κατήργησε, πῶς ἡμῖν πάλιν εἴδωλα ἐγκατέλιπε; Καὶ γὰρ αὐτὸς ὁ Χριστὸς εἰκόνα ἐποίησε τὴν λεγομένην ἀχειροποίητον, καὶ ἕως σήμερον ἵσταται καὶ προσκυνεῖται, καὶ οὐδεὶς αὐτὴν εἴδωλον εἶπε τῶν εὐφρονούντων.
Καὶ γὰρ ἐὰν ᾔδει ὁ Θεὸς, ὅτι εἰδωλολατρεία γίνεται δι’ αὐτῆς, οὐκ ἂν αὐτὴν ἐγκατέλιπεν ἐπὶ τῆς γῆς. ε. Θέλεις εἰπεῖν, ὅτι ὁ Χριστὸς οὐκ εἶπεν ἡμᾶς ποιεῖν εἰκόνας καὶ προσκυνεῖν· εἰ γὰρ εἶπε, τότε ἂν ἐθεοποιήθησαν· ἀλλὰ κἀγώ σοι δεικνύω πολλὰς καὶ ἄλλας παραδόσεις ἃς παρελάβομεν ἔκ τε τῶν ἀποστόλων, καὶ τῶν ἁγίων Πατέρων ἡμῶν, ὥσπερ Χριστὸς οὐκ ἐλάλησε. Ποῦ γὰρ εἶπεν ὁ Χριστὸς ἵνα προσκυνῶμεν κατὰ ἀνατολάς; ἢ σταυρὸν, ἢ Εὐαγγέλιον; ἢ μεταλαμβάνειν τὸ ἅγιον αὐτοῦ σῶμα καὶ αἷμα νήστεις, ἢ στεφανεῖν ἀνδρόγυνα; καὶ ἄλλα τινὰ λέγω σοι, ἅπερ ὁ Χριστὸς οὐκ ἐλάλησεν· ἀλλὰ τίς χρεία; καὶ ἡμεῖς ὡς παρελάβομεν ἐκ τῶν ἁγίων Πατέρων, οὕτως πιστεύομεν, ὅτι ἐκ τοῦ Θεοῦ αὐτὰ ἐδιδάχθησαν· οὐδὲν γὰρ ἀπέκρυψεν ὁ Θεὸς τοῖς ἁγίοις αὐτοῦ, οὔτε τὰ πρὸς ὠφέλειαν καὶ σωτηρίαν τῶν ἀνθρώπων, οὔτε τὰ πρὸς βλάβην. Καὶ τοῦτο πῶς ὑπεκρύβη ἀπ’ αὐτῶν, ἐὰν εἰδωλολατρεία ἦν, καὶ τοσαῦτα ἀπόλλυται ὁ λαὸς εἴδωλα προσκυνῶν; Ὢ τῆς συμφορᾶς ἐὰν ἀπὸ Χριστοῦ καταβάσεως ἕως τοῦ καιροῦ Γερμανοῦ τοῦ πατριάρχου εἴδωλα προσκυνεῖ, καὶ ἀπώλετο ὁ λαὸς τῶν Χριστιανῶν, πότε δεῖ τὸν ἄνω κόσμον ἀναπληρωθῆναι;
PG 95:321Ἀλλὰ μὴ γένοιτο, ὦ Θεὸς, τοῦτο εἰδωλολατρεία εἶναι. Ἐὰν γὰρ ἦν εἰδωλολατρεία, κἂν μία σύνοδος ῥίψαι αὐτὰς εἶχε, καὶ ἀναθεματίσαι τοὺς προσκυνοῦντας αὐτὰς, ἐὰν ἡ πρώτη σύνοδος οὐκ ἔῤῥιψεν αὐτὰς, ἡ δευτέρα πάντως τι περὶ αὐτῶν ἐχρῆν λαλῆσαι. Ἐὰν μὴ ἡ δευτέρα, ἡ τρίτη· ἐὰν μὴ ἡ τρίτη, ἡ τετάρτη· ἐὰν μὴ ἡ τετάρτη, ἡ πέμπτη· ἐὰν μὴ ἡ πέμπτη, ἡ ἕκτη διὰ τί οὐκ ἔῤῥιψεν αὐτὰς, ἀλλὰ μᾶλλον ἐτράνωσε; Καὶ εἰ οὐ πιστεύεις, ψηλάφησον εἰς τοὺς ὅρους τῆς ἕκτης συνόδου εἰς κεφάλαιον πβ, καὶ εὑρήσεις ἐκεῖ τὸν ἔλεγχον· οὕτω γὰρ εἶπον οἱ θεοφόροι Πατέρες· Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς, ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ τοῦ νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα παραδεδομένους τῇ Ἐκκλησίᾳ κατασπασάμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι.
Ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρωματουργίαις ἐν ταῖς τῶν πάντων ὄψεσιν ὑπογράφοιμεν, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν, ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὡρίσαμεν, δι’ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐνσάρκου πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου αὐτοῦ χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενομένης τοῦ κόσμου ἀπολυτρώσεως. Ἐὰν οἱ Πατέρες οὗτοι, αἱρετικὲ, οὕτως ὥρισαν, ἡμεῖς τί εἴχομεν ἀνάγκην ὑπερβαίνειν τοὺς ὅρους αὐτῶν, καὶ βάλλειν σχίσμα εἰς τὴν Ἐκκλησίαν; καὶ οὐκ οἶδας, ὅτι ὁ καταλύων τὰ ὅρια τῶν Πατέρων, τὸ ἀνάθεμα λαμβάνει; Βλέπετε τί ἐποιήσατε, καὶ ἀκμὴν ἐπιμένετε τοῦ κακοῦ; Ἐὰν εἴπῃς, ὅτι ἀπὸ τῆς 2 συνόδου ἀπεδείχθησαν, εἶχές τι λέγειν. Εἰ δὲ ἀπὸ τῆς τοῦ Χριστοῦ καταβάσεως, ἤρξατο γίνεσθαι, οὐκ ἔχετέ τι λέγειν κατ’ αὐτῶν. Εἰπέ μοι, ὦ παράνομε, ὅτε Ἰουδαῖοι προσήγαγον τὸ νόμισμα τῷ Χριστῷ εἰκόνα φέρον τοῦ Καίσαρος, καὶ πειράζοντες ἔλεγον, εἰ δεῖ αὐτὴν προσκυνεῖσθαι, οὐχὶ αὐτοὺς ἀπεστόμισε λέγων·
PG 95:323«Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ;» Ὁρᾷς τὸ ἄχραντον ἐκεῖνο στόμα, πῶς τὴν ἄδικον αὐτῶν γλῶσσαν ἐσίγησε; 2. Βλέπε μοι καὶ τὸν εὐαγγελιστὴν καὶ ἀπόστολον Λουκᾶν· οὐχὶ τῆς παναχράντου καὶ ἀειπαρθένου Μαρίας τὴν τιμίαν εἰκόνα ἀνιστόρησε, καὶ πρὸς Θεόφιλον ἔπεμψε; Καὶ ταῦτα οὐ συνιεῖς; Οὐ δέχῃ τὴν διδαχὴν ταύτην ἀπὸ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδαχθησομένην; ἐὰν γὰρ εἰδωλολατρεία ἦν, πάντως κἂν μία σύνοδος ῥίψαι αὐτὰς εἶχε· θέλεις εἰπεῖν, ὅτι οἱ Πατέρες τῶν ἓξ συνόδων, ἄλλας βλασφημίας καὶ αἱρέσεις ἠγωνίζοντο καταλῦσαι, καὶ περὶ αὐτῶν οὐκ ἐφρόντιζον. Ἀλλ’ εἰπέ μοι, ποία βλασφημία ἐστὶ μείζων τῆς εἰδωλολατρείας; Καὶ πῶς οἱ Πατέρες τὰ κουφότερα κατήργησαν, καὶ τὸ βαρύτερον πάντων ἀφῆκαν εἰς ἀπώλειαν τοῦ λαοῦ; Ἀλλ’ ἐρεῖς μοι, ὅτι οἱ Πατέρες αὐτὰς οὔτε προσεκύνουν, οὔτε εἶχον αὐτὰς εἰς ψῆφον. Καὶ ὁ Χρυσόστομος πῶς εἶπε, ὅτι «Ἐγὼ καὶ τὴν κηρόχυτον γραφὴν ἠγάπησα;» Καὶ πῶς Γρηγόριος ὁ Νύσσης εἶπεν·
ὅτι, «Οὐδέποτε εἶδον εἰκόνας ἁγίων καὶ γραφὰς, καὶ ἄνευ δακρύων παρῆλθον ἐκεῖθεν;» Καὶ ὁ ἅγιος Βασίλειος, τί εἶχεν ἀνάγκην τοσοῦτον κόπον καταβαλέσθαι εἰς Καισάρειαν, ἵνα ἱστορήσῃ τὴν εἰκόνα τοῦ Χριστοῦ; καὶ σὺ λέγεις, ὅτι οὐ προσεκύνουν αὐτάς; Τέως δὲ οὐδ’ ἠτίμασαν αὐτὰς, οὐδ’ ἐπάτησαν αὐτὰς, οὐδὲ εἴπασιν αὐτὰς εἴδωλα. Καὶ σὺ, εἰ μὴ θέλεις αὐτὰς προσκυνεῖν, οὐδείς σε ἀναγκάζει· τέως μηδὲ ἀτιμάζῃς αὐτὰς, μηδὲ λέγῃς αὐτὰς εἴδωλα, καὶ ἀπόλλῃς τὴν ψυχήν σου. Πόσοι ναοὶ καὶ ἐκκλησίαι κατεκοσμοῦντο τὰ ἱερὰ μορφώματα τῶν ἁγίων εἰκόνων, ὅταν τὰς συνόδους ἐξετέλουν οἱ θεῖοι Πατέρες ποῖος ὁ νοῦς ὁρῶν τὸν Κύριον ἐν εἰκόνι ἐσταυρωμένον, οὐ προσκυνεῖ; ζ. Θέλεις εἰπεῖν κατὰ τὸν προφήτην Ἡσαί̈αν, ὅτι, «Οὐ ποιήσεις πᾶν ὁμοίωμα, μήτε τὰ ἐν οὐρανῷ, μήτε τὰ ἐν τῇ γῇ;» Οὐδὲ γὰρ τοιοῦτον ἐποιήσαμεν, οὔτε ἐσεβάσθημεν· οὔτε ἥλιον, οὔτε σελήνην, οὔτε ἀστέρας, οὔτε τὰ ἐν γῇ, οὔτε θηρία, οὔτε κτήνη, οὔτε ἑρπετὰ, οὔτε ἄλλην τινὰ τῶν τοιούτων ἐποιήσαμεν, οὔτε ἐσεβάσθημεν, ἢ ἐλατρεύσαμεν ὡς τὰ ἔθνη· θέλεις εἰπεῖν κατὰ τὸν προφήτην Δαβίδ·
«Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι, καὶ οὐ λαλήσονται,» καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἀληθῶς οὕτως ἦσαν, ὡς εἶπεν ὁ Προφήτης, ἀλλ’ ἐκεῖνοι οἱ Ἕλληνες θεοὺς αὐτὰ ὠνόμαζον, καὶ ὡς θεοὺς ἐσεβάσθησαν, Θεὸν δὲ οὐδέποτε ἔγνωσαν· ἡμεῖς δὲ οὐχ οὕτως· μὴ γένοιτο· ἀλλ’ ὡς προεῖπον, σέβομαι τὴν ἁγίαν Τριάδα τὴν ἀδιαίρετον καὶ ἀσύγχυτον, καὶ τὴν παναγίαν Θεοτόκον, καὶ πάντας τοὺς ἁγίους, καὶ τὰς τιμίας καὶ ἱερὰς αὐτῶν εἰκόνας διὰ τὸν πόθον καὶ τὴν πολλὴν αὐτῶν ἀγάπην προσκυνῶ καὶ ἀσπάζομαι· οὐχ ὡς θεοὺς, ὡς οἱ Ἕλληνες· μὴ γένοιτο· ἀλλ’ ὡς προεῖπον, ὡς γραφὴν σύντομον καὶ εὐερμήνευτον, καθὼς παρέλαβεν αὐτὰς ἡ Ἐκκλησία. Ὥστε καὶ λαλοῦσι, καὶ βωβαὶ οὐκ εἰσὶν, ὡς τὰ εἴδωλα τῶν ἐθνῶν. Πᾶσα γὰρ γραφὴ ἀναγινωσκομένη ἐν τῇ ἐκκλησίᾳ, εἴτε συγκατάβασιν τοῦ Χριστοῦ, εἴτε τῆς Θεοτόκου τὰ θαύματα, εἴτε τῶν ἁγίων τοὺς ἄθλους καὶ τοὺς βίους, διὰ εἰκονικῆς ἱστορίας ἡμῖν διηγοῦνται, καὶ ἀνοίγουσι τὸν νοῦν ἡμῶν πρὸς τὰς αὐτῶν ἀῤῥήτους καὶ ἀφράστους ζηλοτυπίας. η.
Ἐπεὶ, εἰπέ μοι, ἐὰν ἴδῃς διὰ εἰκονικῆς τυπώσεως τὴν δευτέραν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν παρουσίαν, πῶς μετὰ δόξης ἔρχεται, καὶ τὰς τῶν ἀγγέλων μυριάδας ἔμπροσθεν τοῦ θρόνου αὐτοῦ παρεστώσας μετὰ φόβου καὶ τρόπου· ποταμὸν δὲ ἐκπορευόμενον πύρινον ἐκ τοῦ θρόνου αὐτοῦ κατεσθίοντα τοὺς ἁμαρτωλούς· πάλιν δὲ ὅταν θεάσῃ ἐκ δεξιῶν αὐτοῦ τῶν δικαίων τὴν χαρὰν καὶ εὐφροσύνην, καὶ πῶς ἀγάλλονται ἔμπροσθεν τοῦ Νυμφίου· εἰπέ μοι, οἷος σκληρὸς καὶ ἀμείλικτος τὸν νοῦν καὶ τὴν καρδίαν ὑπάρχῃ, οὗ μὴ κατανυγῇ ἡ καρδία ἐκ τῆς φοβερᾶς ἐκείνης ὥρας· καὶ ἐνθυμηθεὶς τῶν πράξεων αὐτοῦ τὰς βίβλους ἀναπτύξῃς, καὶ στενάξας, τοὺς ὀφθαλμοὺς ἑαυτοῦ δακρύων πληρώσῃς; Ἰδοὺ γὰρ λαλεῖ αὕτη ἡ εἰκονικὴ μορφὴ, εὐσεβῶν τὰς ἀριστείας καὶ τῶν ἀσεβῶν τὰς πράξεις. Βλέπεις θεωρίαν ἀκριβῆ; οὐχ ὁρᾷς τὴν ὥραν ἐκείνην, ὅταν ἵστασαι, καὶ θεωρεῖς αὐτά· ὅτι πρὸς τοῦ Χριστοῦ τὴν ἡμέραν καὶ τὴν ἀπολογίαν, ἐν ᾗ μέλλεις ἐξετάζεσθαι, παρίστασαι; Ἀνάνηψον ὀψέ ποτε, ἄθλιε, καὶ τοῦ σκότους, οὗ περίκεισαι, ἄνελε τὸ κάλυμμα·
PG 95:325καὶ ὡς ἐγένου ἡμῖν κοινωνὸς βαπτίσματος, καὶ τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, γενοῦ καὶ τῆς προσκυνήσεως, καὶ μὴ τὰ τῶν Χριστιανῶν πιστεύων, καὶ ταῖς Ἐκκλησίαις ἐνσείων, ἄλλα μὲν πιστεύοις, ἄλλα δὲ ἀποβάλλῃ, καὶ οὐ γίνῃ ὡς τέλειον αὐτῆς τέκνον. θ. Θέλεις λέγειν, ὅτι Ἐγὼ χειροποίητα οὐ προςκυνῶ· καὶ οὐ γινώσκεις τί λαλεῖς, ἢ τί προσκυνεῖς. Εἰπέ μοι, ἡ ἐκκλησία οὐκ ἔστι χειροποιήτη, καὶ ὁ σταυρὸς, καὶ τὸ Εὐαγγέλιον, καὶ τὸ θυσιαστήριον, καὶ τὰ λοιπὰ σκεύη τῆς ἐκκλησίας; οὐχὶ παρὰ ἀνθρωπίνων χειρῶν, ὃ μὲν κατασκευάζεται, ὃ δὲ οἰκοδομεῖται, καὶ ἄλλα καταρτίζονται εἰς Θεοῦ ὑπηρεσίαν; Πάντα τὰ ὄντα ἐν τῇ ἐκκλησίᾳ χειροποίητά εἰσι καὶ ὁρατά· καὶ εἰ ταῦτα φρονεῖς, οὐδένα τὰ ἐν αὐτοῖς ὁραθέντα προσκυνήσεις. Τί γὰρ ὑπάρχεις; οὐχὶ ὁρατοὺς κέκτησαι καὶ ὀφθαλμοὺς καὶ χεῖρας, καὶ πόδας καὶ πᾶν μέλος; Πῶς ὁ ὁρατὸς προσκυνεῖς τὰ ἀόρατα; ἔστι γὰρ καιρὸς ὅτε προσκυνήσεις τὰ ἀόρατα, ὅταν ἐν τῇ ψυχῇ σου ἀναπετάσῃς τὸ ὀπτικὸν τοῦ νοῦ πρὸς τὸν μόνον ἄϋλον καὶ ἀόρατον Θεὸν, ἐν διανοίᾳ σου καὶ ἐκ καθαρᾶς καρδίας.
Εἰ ταῦτα ἔχεις ἐν τῇ διανοίᾳ σου, ἄνθρωπε, οὐδὲν προσκυνήσεις τῶν ἐν τῇ ἐκκλησίᾳ, ἀλλὰ πάντα βδελύξῃ· καὶ ὁ ἔχων ὑψηλὸν τὸ φρόνημά σου πρὸς τὴν πίστιν, καὶ μεγαλαυχῶν, εὑρέθη ὡς ἄθεος. ι. Εἰπέ μοι, ἄνθρωπε, ἐὰν ἐκ τῶν ἐθνῶν ἔλθῃ τις λέγων σοι, Δεῖξόν μοι τὴν πίστιν σου, ἵνα πιστεύσω κἀγώ· τί αὐτῷ δεικνύεις; Οὐχὶ ἐκ τῶν αἰσθητῶν ἀνάγεις αὐτὸν εἰς τὰ ἀόρατα πρὸς τὸ δέξασθαι αὐτὰ εὐμενῶς; ἐὰν γὰρ εἴπῃς αὐτῷ· Ἀόρατός ἐστι, τί ἰδὼν ἔχει πιστεῦσαι πρὸς τὴν σὴν συνείδησιν καὶ πίστιν; Ἀλλὰ πρῶτον, ἐκ τῶν αἰσθητῶν εἰσάγεις αὐτὸν, καὶ οὕτως κατὰ μικρὸν ἀνάγεις πρὸς τὰ ἀόρατα. Καὶ ὅπως, ἄκουε· Φέρεις αὐτὸν εἰς τὴν ἐκκλησίαν· δεικνύεις αὐτῷ τὸν κόσμον, ὃν περιβέβληται. Ἀναπετάζεις αὐτὸν πρὸς τὰς τῶν ἁγίων εἰκόνων μορφάς· ὁρᾷ αὐτὸς ὁ ἄπιστος, καὶ λέγει· Τίς ἐστιν οὗτος ὁ σταυρούμενος; τίς ἐστιν οὗτος ὁ ἀνιστάμενος καὶ καταπατῶν τὴν κεφαλὴν τοῦ γηραιοῦ τούτου; Οὐχὶ ἐκ τῆς εἰκόνος αὐτὸν διδάσκεις, λέγων· Οὗτος ὁ ἐσταυρωμένος, Υἱὸς τοῦ Θεοῦ ἐστιν, ὃς διὰ τὰς ἁμαρτίας τοῦ κόσμου ἐσταυρώθη;
PG 95:327οὗτος ὁ ἀνιστάμενος, αὐτὸς ὑπάρχει ὁ συνεγείρων τὸν προπάτορα τοῦ κόσμου Ἀδὰμ, ὃς πέπτωκε διὰ τῆς παρακοῆς, καὶ συμπατεῖ τὸν ᾅδην τὸν κατέχοντα τοσούτους χρόνους τὸν δεδεμένον δεσμοῖς καὶ μοχλοῖς ἀλύτοις ἐν τοῖς καταχθονίοις; Καὶ οὕτως πως φέρεις αὐτὸν εἰς τὴν τοῦ Θεοῦ ἐπίγνωσιν. Πάλιν εἰσάγεις αὐτὸν ἐν τῷ λουτηρίῳ τοῦ βαπτίσματος. Καὶ ὁρᾷ ἐκεῖνος ὕδωρ μόνον ἐπὶ τῆς κολυμβήθρας, σὺ δὲ ὁ πιστὸς καθορᾷς τὸ ὕδωρ φῶς καὶ πνεῦμα. Ὅταν δὲ ἐκεῖνος μέτοχος γένηται τοῦ βαπτίσματος, τότε καὶ αὐτὸς τὸ βέβαιον ἐκ τοῦ αἰσθητοῦ λαμβάνει πρὸς τὴν ἀόρατον ἀναγέννησιν. Εἶτα προσφερόμενος ἐπὶ τῆς μυσταγωγίας τοῦ σώματος καὶ αἵματος τοῦ Σωτῆρος, ὁρᾷ αὐτὸς ἄρτον καὶ οἶνον μόνον· σὺ δὲ σῶμα τοῦ Χριστοῦ καὶ αἷμα τὸ ἐκ τῆς ἀχράντου χεόμενον πλευρᾶς· καὶ εἰ ἄξιος γένηται, μεταλαβοῖ ἐξ αὐτοῦ· καὶ κατὰ μικρὸν ἀνυψοῦται πρὸς τὴν σὴν πίστιν καὶ ἐπίγνωσιν. Ὁρᾷς ὅτι ἀπὸ τῶν ὁρατῶν ἀνάγεις αὐτὸν εἰς τὰ ἀόρατα· οὕτω μοι νόει καὶ τὴν εἰκόνα.
Καθορᾷς αὐτὴν ἐν τῇ ἐκκλησίᾳ, εἴτε τοῦ Θεοῦ, εἴτε τῆς παναγίου Θεοτόκου, εἴτε ἁγίου [Ἰωάννου] εἴτε ἣν ἂν εὑρήσῃς ἐν τῷ ναῷ, καὶ ἐκ τῶν ὑλικῶν ἀνυψοῖς τὸν νοῦν σου πρὸς τὴν τῆς εἰκόνος θέαν, καὶ τὴν τοῦ ὑπογραφομένου μορφὴν καὶ ὅρασιν. Ἐπεὶ κἀγώ σοι λέγω, Εἰκονομάχε, εἶδες Πέτρον; εἶδες Παῦλον; εἶδές τινα ἐκ τῶν ἁγίων ἀποστόλων; Ἑώρακας Στέφανον τὸν πρωτομάρτυρα, ἢ ἕτερον ἅγιον; Ἀλλ’ ἐκ τῆς ὑλικῆς ταύτης μορφῆς ἀναπετάζεται ὁ νοῦς σου καὶ ἡ διάνοιά σου πρὸς τὸν τούτων πόθον καὶ ἔρωτα· καὶ οὓς οὐ βλέπεις σαρκικῶς τοῖς σοῖς ὀφθαλμοῖς, τούτους ὁρᾷς πνευματικῶς διὰ εἰκονικῆς τυπώσεως. ια. Θέλεις εἰπεῖν, ὅτι ἄγγελον οὐδεὶς εἶδε, καὶ πῶς καὶ ἄγγελον ἱστοροῦσι; Ναὶ, πολλοὶ εἶδον ἀγγέλους. Καὶ γὰρ καὶ ἡ παναγία Θεοτόκος πολλάκις εἶδε τὸν Γαβριήλ. Καὶ αἱ μυροφόροι ὅτε ἦλθον ἐπὶ τὸ μνῆμα, εἶδον ἀγγέλους· καὶ οἱ ἀπόστολοι, καὶ ἐν τῷ μνημείῳ· καὶ ἐν τῇ φυλακῇ ἄγγελος ἀπῆλθε καὶ ἐξέβαλεν αὐτοὺς ἐξ αὐτῆς. Καὶ οἱ προφῆται, Ἡσαί̈ας, Ἰεζεκιὴλ, καὶ Δανιὴλ, καὶ ἁπλῶς πολλοὶ τῶν ἁγίων εἶδον ἀγγέλους καθὼς ἠδυνήθησαν.
PG 95:329Ὅθεν καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης τὰς ταξιαρχίας ἱστορεῖ καὶ εἰκονίζει, καὶ οὐκ ἀπαγορεύει, ἀλλὰ καὶ ἑρμηνεύει δι’ ἣν αἰτίαν τὰ τετράμορφα ἐν ὀρνίθων καὶ θηρίων μορφαῖς ἐκτυποῦνται. ιβ. Καὶ πάλιν ἐγκαλεῖ ὁ Εἰκονομάχος, λέγων· Καὶ πῶς τοὺς ἀγγέλους ποιοῦσι καὶ ἱστοροῦσιν, ὡς ἀνθρώπου μορφὴν ἔχοντας, καὶ δυσὶ πτέρυξι κεκοσμημένους; Μὴ τῶν ἀγγέλων ἡ φύσις πτεροῖς ἔγκειται; Ἀλλ’ ἄκουσον ὁ ἀντιλέγων· Ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς, οὐχὶ ἀκατάληπτος, καὶ ἀχώριστος, καὶ ἀδιαίρετός ἐστι, καὶ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀθεώρητος; καὶ πῶς ηὐδόκησεν ἐν τῇ σκηνῇ τοῦ Ἀβραὰμ φιλοξενηθῆναι; οὐχ ὡς ἀνθρώπου μορφὴν τεθέαται ὁ [Θεοῦ] θεράπων καὶ προσεκύνησεν; οὐχὶ καὶ Λὼτ ὁ ἀνεψιὸς αὐτοῦ, εἰς τὴν τῶν Σοδόμων καταστροφὴν τοὺς δύο ἀγγέλους οὕσπερ ἐθεάσατο, ἐν εἴδει ἀνθρώπου αὐτοὺς ἑώρακε συνοδεύοντας αὐτῷ, καὶ διασώζοντας ἐκ τῆς πόλεως ἐκείνης τῆς παρανόμου; Καὶ οἱ ἀθεώρητοι τῇ φύσει, ὁρατοὶ διὰ τὴν συγκατάβασιν γεγόνασιν; οὐχὶ τῆς φύσεως αὐτῶν οὕτως ἦν ἡ μορφή· ἀλλὰ τὸ ἀσώματον, ὅσον ἠδύνατο ὁμιλῆσαι τῷ σώματι, οὕτως ὤφθησαν τοῖς γινομένοις ἀξίοις θεωρῆσαι αὐτούς·
διὸ καὶ ἡμεῖς εἰκονίζομεν αὐτοὺς, καθὼς ὤφθησαν τότε ἐν σχήματι ἀνθρωπίνῳ. Τῶν δὲ πτερύγων ἡ διακόσμησις σημαίνει αὐτῶν τὸ κοῦφον, καὶ μετάρσιον καὶ ἀόρατον, καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ γινομένην ἀπ’ οὐρανοῦ ἐπὶ τῆς γῆς αὐτῶν συγκατάβασιν καὶ ἔλευσιν· οὕτως, ἀνόητοι, οὐδεμίαν πρόφασιν ἔχετε λέγειν κατ’ αὐτῶν. ιγ. Θέλεις λέγειν, ὅτι ἡ γενεὰ αὕτη ἐθεοποίησεν αὐτάς· ἀλλ’ οὐ δίκαιον ἢ εὔλογον πρόφασιν ἔχεις. Ὀφείλεις γὰρ διδάξαι τὸν ἀγράμματον λαὸν τὸ πῶς δεῖ τὰς σεπτὰς εἰκόνας τιμᾶσθαι καὶ ἀσπάζεσθαι. Ἐπεὶ, εἰπέ μοι, ἐὰν ἀπαντήσῃ ἄνθρωπος χωρικὸς, ἄγνωστος τῆς βασιλικῆς ἀξίας καὶ τιμῆς, ἄνθρωπον τοῦ βασιλέως, καὶ ὡς βασιλέα αὐτὸν προσκυνήσῃ· εἴτε εἴπῃ αὐτῷ ῥῆμα ἀγνοῶν, ὡς βασιλεῖ· ὅτι Ἐλέησόν με, Δέσποτα· κελεύεις ἵνα τελευτήσῃ καὶ ὁ προσκυνήσας, καὶ ὁ προσκυνηθεὶς, διότι τοῦτο κατὰ ἄγνοιαν ἐποίησεν; Οὐ τοῦτο δίκαιόν ἐστιν· ἀλλὰ πρέπει, ὡς ἄπειρον ὑπὸ τῶν ἐμπείρων διδαχθῆναι. Βλέπεις ἵνα ὁ ἔμπειρος τὸν ἄπειρον διδάξῃ, ὅτι οὐκ ἔστιν οὗτος ὁ βασιλεὺς, ἀλλ’ ἄρχων αὐτοῦ καὶ ὑπηρέτης ὑπάρχει·
PG 95:331καὶ ἀπαγγέλῃ αὐτῷ ὅτι ὁ βασιλεὺς ἐν τῷ παλατίῳ καθίζεται, καὶ οὐδεὶς θεωρεῖ αὐτὸν, εἰ μὴ ὅταν μέλλει προέρχεσθαι. Οὕτως χρὴ διδαχθῆναι τοὺς κατὰ ἄγνοιαν πλανωμένους εἰς τὴν εἰκόνα τοῦ Χριστοῦ, ὅτι οὐκ ἔστιν οὗτος Χριστὸς ἐν σαρκὶ, ἀλλ’ ὅτι εἰκὼν αὐτοῦ ἐστιν. Ὁ γὰρ Χριστὸς ἀπερίγραπτός ἐστι κατὰ τὴν θεότητα, καὶ οὐδεὶς αὐτὸν θεωρεῖ, εἰ μὴ ὕστερον, ὅταν μέλλῃ προέρχεσθαι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ· καὶ πάντως εἶχον προσκυνεῖσθαι καὶ ἀσπάζεσθαι αὐτάς. ιδ. Καὶ γὰρ διὰ τοῦτό εἰσιν οἱ ἐπίσκοποι καὶ τὰ τάγματα τῶν πρεσβυτέρων καὶ διακόνων διὰ τὸ διδάσκειν τὸν λαὸν τὸ πῶς δεῖ πιστεύειν, καὶ τὸ πῶς εὔχεσθαι. Καὶ γὰρ οἱ φωστῆρες ἐκεῖνοι, οἱ ἀληθεῖς ποιμένες καὶ διδάσκαλοι οἱ θεοφόροι, οἱ ὁδηγοὶ τῆς σωτηρίας, οὐδὲν ἄλλο βιωτικὸν ἐφρόντιζον, εἰ μὴ τὸ διδάσκειν τὸν λαὸν τὰ πρὸς σωτηρίαν, ὡς κατὰ ἀλήθειαν βουλόμενοι λόγον δοῦναι τῷ Θεῷ ὑπὲρ τοῦ λαοῦ. Οἱ δὲ ἐπίσκοποι τῆς γενεᾶς ταύτης ἄλλο οὐδὲν μεριμνῶσιν, εἰ μὴ ἵππους καὶ βουκόλια, καὶ ἀγέλας, καὶ ἀγροὺς καὶ συνδέσμους χρυσίου· πῶς πωλήσωσι τὸν σιτόν· πῶς διανέμωσι τὸν οἶνον· πῶς καμπανίσωσι τὸ ἔλαιον·
πῶς πραγματεύσωνται τὸ ἔριον καὶ τὸ μέταξον· καὶ ἄλλο οὐδὲν θεωροῦσιν ἐπιμελῶς, εἰ μὴ τοῦ νομίσματος τὴν χαραγὴν, καὶ τὸν σταθμόν· καὶ περιβλέπουσι καθημέραν τὰς τραπέζας τὰς Συβαριτικὰς, καὶ τὸν οἶνον τὸν εὔοσμον, καὶ τοὺς ἰχθύας τοὺς μεγάλους· τὴν δὲ ποίμνην αὐτῶν ἀμελῶς βλέπουσι· καὶ τῶν σωμάτων αὐτῶν ἐπιμελῶνται, τῆς δὲ ψυχῆς καταφρονοῦσιν. Ὄντως κατὰ τὸ γεγραμμένον, οἱ ποιμένες τοῦ αἰῶνος τούτου λύκοι γεγόνασι. Καὶ ὅταν θεάσωνται ἐκ τοῦ ποιμνίου αὐτῶν τινας μικρόν τι ἁμάρτημα ποιήσαντας, εὐκόλως κατεπανίστανται, καὶ ἐπιτίμια ἀλλεπάλληλα καταπέμπονται· καὶ μὴ βλέποντες τῆς ποιμαντικῆς αὐτῶν τιμῆς τὴν ἀκρίβειαν, τὴν ποίμνην αὐτῶν καθημέραν περισκοποῦσιν οὐχ ὡς ποιμένες, ἀλλ’ ὡς μισθωτοί. ιε. Ἄρτι εἰπέ μοι· τίνα ἐξακολουθήσωμεν; Τὸν ἅγιον Βασίλειον τὸν θαυματουργὸν, ἢ τὸν Παστιλᾶν τὸν πολλὰς ψυχὰς ἀπολέσαντα; Τίνα πιστεύσωμεν; Τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον τὸν τῆς μετανοίας ὁδοῦ καὶ τῆς σωτηρίας διδάσκαλον, ἢ τὸν Τρικάκαβον τὸν διδάσκαλον τῆς ἀταξίας καὶ ἀπωλείας; Τίνα ὑπακούσωμεν;
PG 95:333Γρηγόριον τὸν ἐν Θεολογίᾳ διαπρέψαντα, ἢ τὸν Κωνσταντῖνον τὸν ἀνίερον πατριάρχην, καὶ τοῦ λαοῦ παντὸς ἀπώλειαν; ὅστις τὸ ἅγιον δόγμα τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἐξωστράκισεν ἐξ τῆς ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας, μετὰ τοῦ ὁμωνύμου αὐτοῦ, τοῦ ἀναξίως τὰ σκῆπτρα τῆς βασιλείας κρατήσαντος. Εἰπέ μοι, ἄνθρωπε· τίνας ὑπακούσομεν, τὸν χορὸν τῶν σεπτῶν πατριαρχῶν τῶν ἐκλαμψάντων ἀπὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς πρώτης συνόδου ἕως τῆς ἕκτης, ἣν καὶ πᾶσα χώρα, ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως τῶν ἄκρων ἐσφράγισεν, ἢ τοὺς ὑποκριτὰς ἱερεῖς τούτους, τοὺς νόθον δόγμα ὕστερον τῇ Ἐκκλησίᾳ περιφέροντας, ὃ οὐδεὶς τῶν πατριαρχῶν καὶ τῶν θρόνων ἐκύρωσεν, ἀλλὰ μᾶλλον καὶ ἐξωστράκισαν, καὶ στηλιτευτικοὺς αὐτῶν λόγους ἐξαπέστειλαν, ὡς ἐχθρῶδες Θεῷ δόγμα μελετήσαντας, καὶ τῶν ἐκκλησιαστικῶν κανόνων ἀλλότρια θεσπίσαντας; ι. Τίνα, εἰπέ μοι, ἐξακολουθήσωμεν, τῶν σημειοφόρων καὶ ἁγίων Πατέρων σύνοδον πολύκυδον καὶ παγκόσμιον, ἢ τὴν ἀκέφαλον ταύτην, τὴν ἐβδελυγμένην παρὰ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ; Καὶ γὰρ ἀκέφαλός ἐστι καὶ θεομίσητος. Καὶ εἰπέ μοι· ποῖος πατριάρχης εὑρέθη ἐν αὐτῇ;
Ὁ Ῥώμης, οὐ κατεδέξατο ἐλθεῖν. Ὁ Ἀλεξανδρείας, οὐδὲ ὅλως· ὁ Ἀντιοχείας, οὐδὲ τὸ σύνολον· ὁ Ἱεροσολύμων, οὐδὲ ἅπαξ. Λοιπὸν ποταπή ἐστιν αὕτη ἡ σύνοδος πατριάρχην μὴ ἔχουσα; Σύνοδός ἐστιν ὅτε τὰ πέντε πατριαρχεῖα θεσπίσουσι μίαν πίστιν, καὶ ἕνα λόγον· εἰ δὲ ἐκ τούτων κἂν εἷς ἀπολείψῃ, ἢ οὐχ ὑποκύψειε τῇ συνόδῳ, αὕτη σύνοδος οὐκ ἔστιν, ἀλλὰ παρασυναγωγὴ καὶ συνέδριον ματαιότητος καὶ ἀλαζονείας. Ὁρᾷς ταύτην τὴν παρασυναγωγὴν, ἣν ἐμελέτησαν οἱ ἅρπαγες, καὶ οὐχὶ ποιμένες, κατὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας; Εἰ δὲ θέλεις ταύτην μαθεῖν βεβαιότερον, ὅτι σύναξίς ἐστι ματαιότητος, καὶ οὐχὶ σύνοδος· ἐρεύνησον καὶ μάθε, ὅτι καὶ τὸν αὐτῆς πατριάρχην τὸν ἀνάξιον τοῦ πατριαρχεῖν ὃν ἐποίησεν, ἀπέκτεινε. Τίς οὐ μὴ καταγελάσῃ τὴν σύνοδον ταύτην τὴν ἀκέφαλον, καὶ κεφαλὴν μὴ ἔχουσαν; ἐποίησεν ἑαυτῇ κεφαλὴν, καὶ ἐστράφη καὶ ἔῤῥιψεν αὐτήν· μᾶλλον δὲ ἀπέκτεινεν αὐτήν. Ὢ ἀβλεψίας ὢ μωρίας καὶ ἀσοφίας Τίς οὐ μὴ καταγελάσῃ τὴν σύνοδον ταύτην; Κἂν ἐκ τούτου γνώσονται πάντες, ὅτι ἄκυρος καὶ ἄδεκτός ἐστι, καὶ παρὰ Θεῷ, καὶ παρὰ τῶν ἁγίων αὐτοῦ. ιζ.
PG 95:335Καὶ οὐχ ἁρμόζει αὐτὴν λέγεσθαι σύνοδον, ἀλλὰ συνέδριον Ἰουδαϊκόν· καὶ γὰρ ὁμοῖον αὐτοῦ γέγονε κατὰ τοῦ Σωτῆρος. Ἐπειδὴ ὁ ἀρχέκακος ἐχθρὸς ἡμῶν διάβολος, ὁ ἐξ ἀρχῆς πολεμῶν τὸ γένος τῶν ἀνθρώπων, ἰδὼν τὸ γένος τῶν Ἑβραίων, ὅτι ἀγαπητὸν ἦν τότε παρὰ τῷ Θεῷ, ἐφθόνησεν αὐτούς· καὶ θέλων ἀπολέσαι αὐτοὺς, ἐνέβαλεν εἰς αὐτοὺς λογισμὸν πονηρὸν, ὅτι ὁ Χριστὸς οὐκ ἔστιν Υἱὸς Θεοῦ, ἀλλὰ πλάνος ἐστὶ, καὶ θέλει ἀπολέσαι τὸ γένος τῶν Ἑβραίων· διὸ κρατήσαντες ἀποκτείνατε αὐτόν. Καὶ ποιήσαντες οἱ ἱερεῖς τῶν Ἰουδαίων συνέδριον, συμβούλιόν τε λαβόντες ἐξ αὐτοῦ κατὰ τοῦ Σωτῆρος, ἵνα κρατήσωσιν καὶ ἀποκτείνωσιν αὐτόν· κρατήσαντες δὲ ἐσταύρωσαν αὐτὸν, καὶ μίξαντες ὄξος καὶ χολὴν, ἔβαλον σπόγγον ἐπὶ τοῦ καλάμου, καὶ προσήνεγκαν τῷ στόματι αὐτοῦ· καὶ λαβόντες λόγχην ἐκέντησαν αὐτοῦ τὴν ἁγίαν πλευράν. Καὶ γεγόνασιν οἱ ποτὲ υἱοὶ, ἀλλότριοι τῆς τῶν πατριαρχῶν καὶ Πατέρων αὐτῶν εὐγενείας. Ὁμοίως πάλιν ὁ ἐχθρὸς ἡμῶν διάβολος, ἰδὼν τὸ γένος τῶν Χριστιανῶν, ὅτι ἀγαπητόν ἐστι παρὰ τῷ Θεῷ, ἐφθόνησεν αὐτὸ σφόδρα·
καὶ θέλων ἀπολέσαι πολλοὺς ἐξ αὐτῶν, ἐνέβαλεν εἰς αὐτοὺς τὸν πονηρὸν λογισμὸν τοῦτον, ὅτι Ἡ προσκύνησις τῶν σεπτομόρφων εἰδωλολατρεία ἐστίν· ἀλλ’ ἐμπτύσατε αὐτὴν, καὶ ἀπόστητε ἐξ αὐτῆς, ἐπεὶ ἀπόλλυσθε. Καὶ ποιήσαντες συνέδριον οἱ ἱερεῖς τῶν Χριστιανῶν ἅμα τοῖς βασιλεῦσιν ἀναξίως τῆς βασιλείας δραξαμένοις, καὶ τυραννικῶς εἰς τὰ προαύλια τῆς βασιλείας εἰσπηδήσαντες, συμβούλιόν τε λαβόντες ἐκ τῶν πονηρῶν λογισμῶν, καὶ αὐτοὶ κατὰ τῆς εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐμελέτησαν κενὰ καὶ μάταια· καὶ κατέκριναν αὐτὴν καταπατηθῆναι ὑπὸ τοὺς πόδας αὐτῶν παρανόμους, ἀντὶ τῆς ἐνσάρκου σταυρώσεως ἣν ἐτέλεσαν οἱ Ἰουδαῖοι· καὶ καθὼς οἱ ἄνομοι, ὄξος καὶ χολὴν μίξαντες, προσήνεγκαν τῷ στόματι τοῦ Χριστοῦ, οὕτως καὶ οὗτοι μίξαντες ὕδωρ καὶ ἄσβεστον, καὶ βαλόντες σπόγγον ἐπὶ τοῦ ξύλου, προσήνεγκαν τῇ σαρκομοιομόρφῳ ὄψει τῆς τιμίας εἰκόνος, καὶ ἐνέχρισαν αὐτήν·
καὶ ἀντὶ τῆς λόγχης τῆς νυξάσης τὴν ζωόδωρον πλευρὰν τοῦ Χριστοῦ, λαβόντες ῥομφαίαν, κατώρυξαν αὐτὴν, καὶ κατέξεσαν, καὶ ἠφάνισαν ἐκ τῆς Ἐκκλησίας, καὶ ἐξεπλήρωσαν καὶ οὗτοι τὸ ἔργον τῶν Ἰουδαίων, καὶ παρέδωκαν ἑαυτοὺς τῷ διαβόλῳ. Ὢ τῆς συμφορᾶς ὢ τῆς μανίας ὢ τῆς ἀπάτης τῶν Χριστιανῶν· ὅτι καὶ οἱ δοκοῦντες Χριστιανοὶ βασιλεῖς καὶ ἀρχιερεῖς, ἀλλοτρίους ἑαυτοὺς ἐποίησαν τῆς ἀμώμου πίστεως, καὶ αὐτοὶ εἰς τὸ βάραθρον τῶν Ἰουδαίων ἑαυτοὺς ἐνέβαλον, κἂν διὰ βραχυτάτου· οὐαί σοι, διάβολε ἀλλότριε τοῦ Θεοῦ, ὅτι ἔμιξας τοὺς Χριστιανοὺς μετὰ τῶν Ἰουδαίων. ιη. Καὶ γὰρ ἐὰν καλῶς ἐξερευνήσωμεν τρόφιμοι τῆς Ἐκκλησίας, τὴν αἵρεσιν ταύτην, δυσσεβῶς ἐκαινοτομήθη. Ὑπὲρ γὰρ τὰς πρώην αἱρέσεις δυσσεβεστάτη ὑπάρχει. Αἱ γὰρ αἱρέσεις αἱ πρώην εἰς τὴν ἀνθρωπότητα προσέκοψαν· αὕτη δὲ, εἰς τὴν θεότητα· ὅτι ἥνπερ ὁ Χριστὸς κατελθὼν ἰδιοποιήσατο πίστιν, καὶ τῆς τῶν εἰδώλων μανίας ἡμᾶς ἐξείλατο· τὰ μὲν, διὰ τῶν ἁγίων αὐτοῦ μαθητῶν, τὰ δὲ, διὰ σεπτῶν αὐτοῦ μαρτύρων· καὶ εἰς τέλος ἐξηφανίσθη, καὶ ἡ μνήμη αὐτῶν ἀπόλωλε, καὶ οὐδὲ εἷς τῶν ὀνομάτων αὐτῶν τὸ ῥῆμα ἐφθέγξατο·
πάλιν οἱ θρυλλολέκται ἀνιστοροῦσι, καὶ πάλιν εἰδώλων μνημονεύουσι· καὶ οὐκ ἔγνωσαν οἱ παράνομοι, ὅτι τοῦ Χριστοῦ σταυρωθέντος καὶ ἀναστάντος, ἀπὸ τότε εἰδωλικὴ προσκύνησις κατὰ μικρὸν ἤρξατο ἀπὸ τῆς γῆς ἀποδιώκεσθαι. ιθ. Καὶ γὰρ ὁ τὴν αἵρεσιν ἐμπνεύσας πρῶτος, ψεύστης ὢν καὶ ὕπουλος, τῆς βασιλείας ἐδράξατο. Κόνων γὰρ ὀνομαζόμενος, Λέοντος προσηγορίαν ἑαυτῷ περιεβάλλετο, ἐξ Ἑβραίων τοῦτον τὸν σκοπὸν καὶ τὸ φρόνημα εἰληφώς. Καὶ γὰρ περιπατοῦντος αὐτοῦ, μήπω τῆς βασιλείας αὐτοῦ χειρισθέντος, φησὶ πρὸς αὐτὸν ὁ Ἑβραῖος· Βασιλεὺς μέλλεις γένεσθαι. Ἀλλὰ τὸν λόγον ὃν εἴπω σοι, ἐὰν κρατήσῃς, ἔσται πολυχρόνιος ἡ βασιλεία σου καὶ ἡ τιμή σου. Ἀποβαλοῦ τὴν προσηγορίαν, ἥνπερ κέκτησαι, ὀνομασθεὶς Λέων. Ἐν γὰρ ταῖς ἡμέραις τῆς βασιλείας σου καταστραφήσονται τὰ ἰνδάλματα εἰκόνων, ὧνπερ οἱ Χριστιανοὶ πιστεύουσι. Διὸ δός μοι λόγον τοῦ καταστρέψαι αὐτὰ ἐν τοῖς καιροῖς τῆς βασιλείας σου. Δελεασθεὶς οὖν ὁ βύθιος δράκων, δέδωκεν αὐτῷ, τὴν τιμὴν τῆς ἀξίας ἔχων εἰς ἐπιθυμίαν ὁ ἀνάξιος· καὶ τῶν πραγμάτων ἐλθόντων εἰς ἐμφάνισιν, ἐδράξατο τῆς βασιλείας τὰ σκῆπτρα.
PG 95:337Καὶ μετὰ δεκατὸν χρόνον τοῦ ὁδηγοῦ τῆς ἀπωλείας ὑπαντήσαντος ἐπὶ προελεύσεως, καὶ δεδωκότος αὐτῷ τὴν χάρτην, ὡς δῆθεν δεητικοῦ, καὶ ἀναγνόντος αὐτὸν τοῦ παρανόμου, παρ’ αὐτὰ τὸν Ἑβραῖον εἰς τὰ βασιλεῖα ἐκέλευσεν εἰσελθεῖν, καὶ λαβὼν αὐτὸν ἀπὸ τότε συμμύστην καὶ συῤῥάμμονα τῆς αὐτοῦ ἀνομίας, ὡς ἀληθῶς ὁ ἄγριος θὴρ, τῇ Ἐκκλησίᾳ εἰσεπήδησε, καὶ πολλοὺς ἐξ αὐτῆς ἀπέσπασε, καὶ ἐκ τῶν κόλπων αὐτῆς ἐσπάραξε, καὶ οὕσπερ αὕτη ἀνοδύνως ἐγέννησε, καὶ ἐθρέψατο τοῖς τῶν Πατέρων δόγμασιν, οὗτος αὐτοὺς ἀλλοτρίους ἐποίησε, καὶ ξένους τῆς μητρικῆς αὐτῶν ἀγχιστείας. κ. Τούτου δὲ τοῦ ζῇν κακῶς ἀποῤῥήξαντος, ἀνέφυεν εὐθὺς τὸ μιαρὸν αὐτοῦ γέννημα, καὶ τῆς κακίας αὐτοῦ κληρονόμος ἐν διπλῷ γενόμενος, Κωνσταντῖνος, ὁ ἀποποιήσας ἑαυτὸν ἐκ σπαργάνων τῆς τῶν Χριστιανῶν εὐσεβείας καὶ πίστεως, ἐξ αὐτῆς τῆς ἁγίας καὶ ἀμώμου κολυμβήθρας. Καὶ πῶς, ἄκουε. Ὅτε γὰρ βρέφος ὢν ἐβαπτίζετο ὑπὸ τοῦ ἀρχιερέως καὶ ποιμένος ἡμῶν Γερμανοῦ εἰς τὸν ναὸν τῆς ἁγίας Σοφίας·
τῷ φωνῆσαι τὸν πατριάρχην, «Βαπτίζεται ὁ δεῖνα, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος,» παρ’ αὐτὰ ὁ τῆς Ἐκκλησίας δυσειδὴς ἐχθρὸς καὶ ἀλλότριος, τὴν κολυμβήθραν ὅλην ἠχρείωσε, καὶ ἐξεπλήρωσε πάντας τοὺς παρατυγχάνοντας τῆς δυσωδίας τούτου ἐκ τῶν μιαρῶν αὐτοῦ ἐγκάτων ὥστε φωνῆσαι τὸν ἱεροφάντην Γερμανόν· «Οὗτος φανήσεται τῇ Ἐκκλησίᾳ δυσωδία μεγάλη.» Ὁρᾶτε πρῶτον τῆς αὐτοῦ κακίας ἔργον· βλέπετε ποίαν παρανομίαν ἐποίησε καὶ ἐτεκτόνευσεν. Ἴδετε οἷα σκάνδαλα ὁ τῆς αἱρέσεως πρώταρχος ἐκαινούργησε· θεωρεῖτε σκοτεινῆς αὐτοῦ ψυχῆς καὶ τοῦ σώματος τὴν ἀπώλειαν. κα. Μετὰ γὰρ τὸ κρατῆσαι αὐτὸν τὸ κράτος τῆς βασιλείας, ἡ αὐθάδεια αὐτοῦ πᾶσι πρόδηλος ἐφάνη· πρόγραμμα γὰρ ἐξέπεμψε κατὰ πᾶσαν ἐξαρχίαν τὴν ὑπὸ τῆς χειρὸς αὐτοῦ, πάντας ὑπογράψαι καὶ ὀμνύναι τοῦ ἀθετῆσαι τὴν προσκύνησιν τῶν σεπτῶν εἰκόνων· καὶ καθάπερ ἡμεῖς, ὦ φίλοι, σήμερον λέγομεν· Ἀπέλθωμεν εἰς τὴν παναγίαν Θεοτόκον τοῦ προσεύξασθαι· εἴτε εἰς τοὺς ἁγίους ἀποστόλους· εἴτε εἰς τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας· εἴτε εἰς τὸν ἅγιον πρωτομάρτυρα Στέφανον·
PG 95:339τοῦτο ὁ δόλιος οὐδὲ τῇ ἀκοῇ ὑπεδέξατο, ἀλλὰ τὸ ἅγιον ἐκ τῶν ἁγίων ἀποβαλλόμενος, τὴν παναγίαν Θεοτόκον ὠνόμαζε, μετὰ θάνατον αὐτὴν βοηθεῖν μὴ δυναμένην· καὶ τοὺς ἁγίους ἀποστόλους, καὶ πάντας τοὺς μακαρίους μάρτυρας, πρεσβείαν μὴ κεκτημένους, μόνους ἑαυτοὺς ὠφελήσαντας διὰ τὰ πάθη, ἅπερ ὑπέστησαν, καὶ τὰς ἑαυτῶν ψυχὰς ἐκ τῆς κολάσεως διασώσαντας· ἐπεὶ τοὺς προσκαλουμένους αὐτοὺς ἢ προστρέχοντας, μηδὲν ὠφελοῦντας. Ὢ μιαρὰ γλῶσσα εἰς τὸ κακὸν ἠκονημένη Ὢ μιαρὸν στόμα κατὰ τῶν ἁγίων λαλῆσαν βλασφημίαν Εἰ ἡ Θεοτόκος μετὰ θάνατον βοηθεῖν οὐ δύναται, καὶ τίς ἄλλη προστασία ἡμῶν, καὶ βοηθὸς, καὶ ἐπίκουρος τοῦ γένους τῶν Χριστιανῶν καθέστηκεν; Εἰ γάρ τις τῶν ἀνθρώπων μητέρα τινὸς κτησάμενος μεσίτιν, ταύτην θεραπεύει δι’ ἐπιεικείας καὶ τιμῆς, καὶ εὐχὰς ἱκετηρίους ποιούσης αὐτῆς ὑπὲρ ὁμοφύλου, οἰκέτου ἢ φίλου, οὐκ ἂν αὐτῆς ὁ γνήσιος υἱὸς παρακούσῃ τῆς δεήσεως καὶ τῆς πρεσβείας. Ἡ ὑπερτέρα παντὸς τοῦ γένους καὶ τῶν ἄνω δυνάμεων, ἁγνή τε σώματι καὶ πνεύματι, τοιούτου υἱοῦ μήτηρ γενησαμένη, πόσην πρεσβείαν καὶ παῤῥησίαν πρὸς τὸν ἐξ αὐτῆς σαρκωθέντα κέκτηται;
Καὶ γὰρ ἀσύγκριτον καὶ ἀκατάληπτον ἔχει τὸ δύνασθαι· καὶ μαρτυροῦσιν οἱ προστρέχοντες πρὸς τὴν σκεπὴν αὐτῆς, καὶ πῶς εὐθὺς ἐπίκουρος καὶ βοήθεια ἡμῶν καθεκάστην ταῖς συμφοραῖς καὶ ταῖς ἀῤῥωστίαις καθέστηκε κβ. Πάλιν δὲ ὁ τοὺς ἀποστόλους καὶ μάρτυρας ἀναιδῶς βλασφημῶν, πῶς οὐκ αἰσχύνεται; Εἰ γάρ τις φίλον γνήσιον ἔχων, πολλάκις ὑπὲρ αὐτοῦ παθεῖν καταδεξάμενον, [καὶ] τοιαύτην φιλίαν καὶ ἀγάπην κέκτηται, ὡς οὔτε ἐν ἡμέρᾳ, οὔτε ἐν νυκτὶ θέλειν χωρίζεσθαι ἀπ’ αὐτοῦ, καὶ ὑπὲρ τέκνων καὶ γυναικὸς καὶ παντὸς τιμιωτάτου κτήματος αὐτὸν κεχρηματικέναι· καίπερ ἡμεῖς πονηροὶ ὄντες, φιλονεικοῦμεν ἀγαθοῖς τισιν ἀνταμείβεσθαι τοῖς ἀγαπῶσιν ἡμᾶς, πόσῳ μᾶλλον ὁ εὔσπλαγχνος καὶ φιλάγαθος Χριστὸς, ὁ ἐν Εὐαγγελίοις ἀναφανδὸν βοῶν· «Ὑμεῖς φίλοι μού ἐστε;» Καὶ πάλιν, «Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν, καὶ πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν.» Καὶ πάλιν ἀλλαχοῦ διὰ τοῦ Προφήτου βοῶντος, «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Εἰ δὲ θεοὺς αὐτοὺς ὀνομάζει διὰ τὴν τῆς ἀγάπης γνησιότητα, καὶ τὴν οἰκειότητα, πόσῳ μᾶλλον μετὰ θάνατον παῤῥησίαν καὶ πρεσβείαν κέκτηνται;
PG 95:341Οὐχὶ τούτων ἡ παῤῥησία; οὐχὶ αὐτῶν ἡ μετὰ θάνατον δόξα; οὐχὶ αὐτῶν ἡ βεβαία πίστις; πῶς τοὺς τὰ τοιαῦτα πράξαντας καὶ κατορθώσαντας μὴ ἔχωμεν πρεσβευτάς; πῶς τὰς τούτων ἱκεσίας μὴ κτησώμεθα φρουρεῖον; πόσους πολέμους βαρβάρων δι’ ἐπιστασίας μετὰ θάνατον, οὒς μὲν ἀπέτρεψαν, οὓς δὲ ἀνήλωσαν; Πόσας θανατικὰς ἡμῶν συμφορὰς δι’ ὀπτασίας αὐτῶν μετέβαλον; Πόσων κινδύνων ταῖς παρακλήσεσιν αὐτῶν ἀπηλλάγημεν μέχρι τοῦ νῦν; Τοὺς τοιούτους καὶ τηλικούτους ἡμῶν προστάτας καὶ ὑπερασπιστὰς, οὐ χρὴ αὐτοὺς διὰ εἰκονικῆς ἀνατυπώσεως καὶ ἱστορεῖν, καὶ καθεκάστην ἡμᾶς τιμᾷν καὶ προσπίπτειν, καὶ ἐκ τῆς ὑλικῆς ταύτης ἱστορίας ἐπὶ τὸ πρωτότυπον τὴν τιμὴν ἀνάγειν Καὶ οὓς σαρκικῶς οὐχ ὁρῶμεν διὰ τὴν περίοδον τοῦ χρόνου, τούτους πνευματικῶς ἀσπαζόμεθα καὶ παρακαλοῦμεν· οὐχ ὡς θανόντας, ἀλλ’ ὡς ζῶντας τῷ Θεῷ. κγ. Τούτων, εἰπέ μοι, τῆς καθαιρέσεως καὶ τῆς σκαιωρίας τίς ὑπάρχει αἴτιος; Οὐχὶ ἄλλος, εἰ μὴ ὁ ἐναρξάμενος δολίως τῆς αἱρέσεως ταύτης ἄρχων, καὶ κεκτημένος κοῦφον τὸν νοῦν καὶ τὴν φρένα.
Εἰ γὰρ ἐκράτησε τῆς Ἐκκλησίας, ὥσπερ εἶδε, καὶ ὡς κατεῖχον οἱ πρώην βασιλεῖς καὶ ἀρχιερεῖς, οὐκ ἂν ἐμελέτησε κατὰ τοῦ Θεοῦ ἀδικίαν, οὐδὲ ἐξηρεύξατο τὸ ἐμβρόντητον αὐτοῦ στόμα λόγον κατὰ τῆς Ἐκκλησίας. Καὶ γὰρ ὁ δράκων, ὁ ὑψηλὸν ἔχων φρόνημα, νῦν καταβέβληται ὡς ἀνδράποδον· καὶ ὁ τὸν νοῦν εἰς τὸ βάθος τῆς Γραφῆς καταγαγὼν, νῦν ὑπὸ τοῦ βύθου τῆς ἀσεβείας καταπνίγεται· καὶ ὁ τῶν πρώτων βασιλέων σοφώτερος δοκῶν ἔσεσθαι, νῦν ὡς μὴ γινώσκων, ὥς τις εἴη, καὶ πῶς, ... τοιοῦτον ἐτύφλωσεν αὐτὸν ὁ δόλιος, ὁ καὶ τοῦ Ἀδὰμ ἐπίβουλος γενόμενος. Ὡς γὰρ τῷ Ἀδὰμ εἶπεν· «Ἧ δ’ ἂν ἡμέρᾳ φαγῇς ἐκ τοῦ ἀπηγορευμένου ξύλου, γενήσῃ Θεὸς, καὶ ἔσῃ γινώσκων καλὸν καὶ πονηρόν·» τοιοῦτον καὶ τοῦτον τὸν εὐχέτην αὐτοῦ ἀπεπλάνησε, νοητῶς καὶ αἰσθητῶς· εἰπών· Ἧ δ’ ἂν ἡμέρᾳ καταστρέψῃς τῶν εἰκόνων τὴν προσκύνησιν, ἔσῃ μακάριος, καὶ παρὰ πάντας τοὺς βασιλεῖς τῆς γῆς ἐχέφρων καὶ πολυετὴς ἀναδειχθήσῃ. Διὸ καὶ οἱ τούτου τῆς φύσεως, ἄλλο οὐδὲν παῤῥησιάζονται, εἰ μὴ τοῦτο, λέγοντες, ὅτι πολὺν χρόνον τῆς βασιλείας κεκράτηκε· καὶ οὐ γινώσκουσιν οἱ θεοστυγεῖς ὅπερ λέγουσι·
PG 95:343καὶ γὰρ ὁ διάβολος ἄρχων τοῦ κόσμου τούτου κέκληται, καὶ τοὺς ποιοῦντας αὐτοῦ τὸ θέλημα ἐνταῦθα ἀποδίδωσι. κδ. Καὶ γὰρ τοῦ Χριστιανισμοῦ τὴν ἐπωνυμίαν ἐκέκτητο οὗτος ὁ δόλιος ἀνὴρ καὶ τῆς βασιλείας ἀνάξιος, καὶ εἰς τὴν Ἐκκλησίαν εἰσῄει, ὡς δοκῶν πρόβατον αὐτῆς ἐσόμενον, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ εἰ καὶ ἀναξίως πέπωκε, καὶ τοῦ σώματος ἀχράντου ἔφαγε. Διὸ ὡς ἀγαθόν τι κτισομένου, ἐκ τούτου τὴν μετάνοιαν ὁ φιλάνθρωπος ἀπεξεδέχετο· καὶ ὡς ἔφην ἔγωγε, τὴν σωτηρίαν αὐτοῦ ζητῶν ὁ Σωτὴρ, τοῦ κόσμου Κύριος, καὶ τῶν χρόνων τὸ μῆκος ἔδωκεν· ἵνα ἐὰν ἐπ’ ἀγαθοῖς ἀναστραφῇ, σωθῇ διὰ τῆς ἀγαθῆς αὐτοῦ προαιρέσεως. Εἰ δὲ οὐ μεταμεληθῇ, μηδὲν αὐτὸν ἐκεῖθεν κατεσχηκέναι, εἰ μὴ τῆς κακίας αὐτοῦ καὶ αἱρέσεως τὰ ἔπαθλα, ἅπερ οἱ ὁμόπιστοι καὶ τῆς Ἐκκλησίας ἀλλότριοι κληρονομήσουσιν· ἤγουν τὸ πῦρ τὸ ἄσβεστον, καὶ τὸν σκώληκα τὸν ἀκοίμητον, καὶ τὸ σκότος τὸ ἐξώτερον, καὶ τὰ τούτοις ὅμοια. κε. Ἐγὼ δὲ παρακαλῶ ὑμᾶς, ἀγαπητοὶ, ἵνα πᾶς ὁ τετυφλωμένος τῇ ἀπάτῃ ταύτῃ, ἀνανήψῃ, καὶ τὸν νοῦν ἐγκαθάρῃ.
Ὁ γὰρ διάβολος ὅταν θέλῃ ἄνθρωπον ἀπολέσαι, τυφλοῖ αὐτοῦ τὴν ψυχὴν καὶ τὸν νοῦν, εἰς τὸ μὴ διαγινώσκειν τὸ ἀγαθόν. Ἡμεῖς δὲ ἐρευνήσωμεν τὰς Γραφὰς καὶ τὰς παραδόσεις τῶν ἁγίων Πατέρων, καὶ τούτους μιμησώμεθα· καὶ ὡς ηὕραμεν τὴν Ἐκκλησίαν ἀπὸ Χριστοῦ καταβάσεως, οὕτως αὐτὴν καὶ παραφυλάξωμεν, οὕτως αὐτὴν παραδώσωμεν, καὶ μὴ χωρίσωμεν ἑαυτοὺς τῶν Πατέρων ἡμῶν, ἄλλα μὲν ἀναγινώσκοντες, καὶ ἄλλα νοοῦντες, μή πως ἐλθοῦσα ἑτέρα γενεὰ, μέλλῃ ἡμᾶς ἀναθεματίζειν, καὶ ἀνασκάπτειν, ὡς παρὰ τῆς Ἐκκλησίας τοὺς τύπους καὶ τοὺς νόμους φρονοῦντας. Καὶ ὄντως ἡμᾶς οὐδὲν ὠφελήσουσι τὰ πέρατα τοῦ γῆς. Ἐγὼ εὔχομαι καὶ παρακαλῶ τὸν Θεὸν, ἵνα εἰ καὶ ἀνάξιός εἰμι τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καταξιώσῃ με μετὰ τοὺς Πατέρας τῶν ἑπτακοσίων ἐτῶν, καὶ τῶν ἁγίων καὶ οἰκουμενικῶν 2 συνόδων ἔχειν μέρος, καὶ μὴ μετὰ τῆς ἀκεφάλης. Μὴ μέχρι πλούτου καὶ μέχρι τρυφῆς καὶ μέχρι δόξης κενῆς, ἀλλὰ καὶ μέχρι ἐκχύσεως αἵματος τῆς ὁμολογίας ἡμῶν τὴν καλὴν καὶ βεβαίαν κρηπῖδα ἀκράδαντον κατέχωμεν, ἵνα ἀκούσωμεν καὶ ἡμεῖς, Πίστις ὑμῶν σέσωκεν ὑμᾶς·
PG 95:345πορεύεσθε εἰς εἰρήνην. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ δόξα, τιμὴ, προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Page scan enlarged

Notebook

Full View