PG 110Georgius Monachus
Short Chronicle (Books 7–8) (Later Recension)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

Book VIIΒΙΒΛΙΟΝ Ζ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 110:1261ΒΙΒΛΙΟΝ Ζ. ΕΙΣ ΚΟΣΜΟΠΟΙΙΑΝ ΣΥΜΕΩΝ ΛΟΓΟΘΕΤΟΥ ΕΚ ΔΙΑΦΟΡΩΝ ΧΡΟΝΙΚΩΝ ΚΑΙ ΙΣΤΟΡΙΩΝ. [

§ 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Α. Περὶ τοῦ φωτός.] Θεὸς ἄχρονος τόνδε τὸν κόσμον μὴ πρότερον ὑφεστῶτα ἐν χρόνῳ παράγων ἐποίησεν ἐν ἀρχῇ οὐρανὸν καὶ γῆν· συνυπέστη δὲ τῇ γῇ τό τε ὕδωρ καὶ πῦρ· καὶ τούτου τεκμήριον ἐναργὲς τὸ ἐκ λίθου μὲν καὶ σιδήρου, ὄντων ἐκ γῆς, πῦρ ἄφθονον ἐξάλλεσθαι (ἐκ πηγῶν δὲ καὶ φρεάτων ὕδωρ πλούσιον ἀναδίδοσθαι)· ταύτης γὰρ ἐκ μὴ ὄντων ὑποστάσης, δηλονότι καὶ τὰ ἐν αὐτῇ. Πάντα οὖν γέγονε κατὰ τὴν τοῦ Θεοῦ βουλήν. Ἐπειδὴ δὲ δίκην σκηνῆς ὁ οὐρανὸς περιταθεὶς τὸν ἐναπολειφθέντα τόπον ἐσκότισεν, εἶπεν ὁ Θεός· Γενηθήτω φῶς· καὶ εὐθὺς τῷ λόγῳ ἡ φύσις τοῦ φωτὸς ἡ πάγκαλος αὕτη παρήχθη· καὶ τὸ σκότος ἐξ ἀντιφράξεως τοῦ οὐρανίου σώματος ἐπισυμβὰν διεσκέδασε καὶ τὸν ἀλαμπῆ ἐκ τῆς τοιαύτης αἰτίας ἀέρα λαμπρώτατον ἄφνω ἀνέδειξεν. Ὅτι δὲ πᾶν ὅ τι ἦν πρὸ τῆς τοῦ κόσμου τοῦδε συστάσεως, ἐν φωτὶ ἦν, δῆλον·
οὔτε γὰρ αἱ τῶν ἀγγέλων χορεῖαι, οὔτε πᾶσαι αἱ ἐπουράνιαι στρατιαὶ ἐν σκότῳ διῆγον, ἀλλ’ ἐν φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευματικῇ τὴν πρέπουσαν ἑαυτοῖς λειτουργίαν ἐκπληροῦσιν, ἐφ’ οὗ καὶ οὗτοι ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήχθησαν. Τούτου τοίνυν τοῦ φωτὸς ἐκ τῆς εἰρημένης αἰτίας ἐναποκλεισθέντος ἄνω, αὖθις ἐδημιούργησεν ὁ Θεὸς τὸ νῦν καταλάμπον καὶ φαιδρύνον τὸν μεταξὺ οὐρανοῦ καὶ γῆς τόπον. Ταῦτα γεγένηται ἐν τῇ πρώτῃ τῆς κοσμοποιίας ἡμέρᾳ. Ἐν ταύτῃ οὖν τῇ ἡμέρᾳ λέγει Μωϋσῆς ἐν τῇ λεπτῇ Γενέσει ἐκτῖσθαι τὰς οὐρανίους δυνάμεις. 903 [

§ 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Β] Περὶ τοῦ στερεώματος. Πάλιν β ἡμέρᾳ τῆς ἀβύσσου ἄπλεως καὶ ἀπείρως τῇ γῇ περικεχυμένης, προσέταξε στερέωμα γενέσθαι ἐκ τῶν ὑδάτων ἐν μέσῳ αὐτῶν, ὃ καὶ μετὰ ταῦτα οὐρανὸν προσηγόρευσε· καὶ σὺν τῷ κελεύσματι τὸ ἔργον ἀπετελέσθη· καὶ στερέωμα ἐκλήθη τὸ δημιούργημα διὰ τὴν φύσιν τῶν ὑπερκειμένων ἢ καὶ ὑποκειμένων ὑδάτων, λεπτὴν οὖσαν καὶ ἀραιὰν, οὐρανὸς δὲ διὰ τὸ καθορᾶσθαι τρόπον δέῤῥεως ὑπὲρ κεφαλῆς ἡπλωμένον. [

§ 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Γ] Περὶ θαλάσσης.
PG 110:1263Αὖθις δὲ τῇ γ ἡμέρᾳ ἐκέλευσε τὰ ἐναπολειφθέντα ὕδατα κάτω τοῦ στερεώματος συνελθεῖν εἰς συναγωγὴν μίαν, ἣν καὶ ἐπωνόμασε θάλασσαν πρὸς τὸ ὀφθῆναι τὴν ξηράν· καὶ οὕτω κοιλότητές τινες βαθεῖαι ἐγγεγενημέναι εἰσεδέξαντο αὐτήν· ξηρὰ [δὲ ἡ γῆ ἐπ]εκλήθη, ἐπειδὴ καὶ ἴδιόν ἐστιν αὐτῆς κατὰ φύσιν τὸ πρόσρημα· τὸ [γὰρ κυρίως ξηρόν ἐ]στιν ἡ γῆ· ἐπειδὴ δὲ ὥσπερ τι βάρος ἀπέθετο τὰ ἐν αὐτῇ [ἐναποκείμενα αὐτῇ ὕδατα, λοιπὸν] βλαστάνειν προσετάχθη βοτάνην χόρτου καὶ σπ[έρμα κατὰ γένος καὶ ξύλον κάρ]πιμον· καὶ εὐθὺς πρὸς καρπογονίαν συγκινηθ[εῖσα τὰ μυρία τῶν βλαστημάτων] [β) τε καὶ φυτῶν προεβάλλετο γένη καὶ εὐπρεπὴς καὶ χαρίεσσα συνανεφάνη· οὐ μόνον γὰρ ἐκ τῆς τῶν ληί̈ων ἀναδόσεως ἐφαιδρύνετο, ἀλλὰ καὶ κέδρων καὶ κυπαρίσσων σὺν τῇ ἄλλῃ τῶν δένδρων πληθύϊ αὐτομάτως ἐξ αὐτῆς ἀνακυψάντων ἱκανῶς κατεκοσμεῖτο. [

§ 5

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Δ] Περὶ τῶν φωστήρων. Πάλιν ἐν τῇ δ ἡμέρᾳ φωστῆρας εἶπε γενέσθαι· καὶ ἐγένετο ἥλιός τε καὶ σελήνη καὶ ἄστρα, καθὼς ἠβουλήθη ὁ κελεύσας·
904 καὶ τὸ καθαρώτατον ἐκεῖνο φῶς τὸ ἐν τῇ α κτίσει, ἐν ᾗ μέτρα ἐν τούτοις καταμετρήσας, πολυμερῆ ἐξ αὐτῶν παρέσχετο τῷ παντὶ ὠφέλειαν, μίαν μὲν τὴν ἐκ τοῦ φαίνειν καὶ ταῖς οἰκείαις λαμπηδόσι καταυγάζειν τὸν κόσμον πλουσίως, ἑτέραν δὲ τὴν ἐκ τοῦ ἀνίσχειν καὶ καταδύεσθαι, αἰτίαν οὖσαν τῆς τῶν χρόνων ἀπαριθμήσεως, ἄλλην δὲ τὴν διά τινων σημείων εὐεργετοῦσαν διαφόρως τοὺς εὐσεβῶς στοχαζομένους καὶ μὴ πέρα τοῦ μέτρου περιεργαζομένους, οἷά ἐστι καὶ διὰ τῆς σελήνης πολλάκις σημαινόμενα· λεπτὴ γὰρ οὖσα ταῖς ἀκτῖσι περὶ τὴν ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν καταγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη, ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν ἢ χειμῶνα ἔσεσθαι μηνύει· ὡσαύτως καὶ ὁ ἥλιος ἀνθρακώδης γινόμενος καὶ ὕφαιμος ταῖς ἀκτῖσιν ἢ τῷ ἀπαυγάσματι, βιαίαν κίνησιν δηλοῖ ἐπιγενέσθαι· πολλάκις οὖν ἐκ τῆς τοιαύτης σημειώσεως ὠφελήθησαν πολλοὶ πλωτῆρές τε καὶ γεωργοὶ καὶ ὁδοιπόροι. [

§ 6

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ε] Περὶ τῶν ἰχθύων καὶ τῶν πετεινῶν. Ἐν δὲ τῇ ε ἡμέρᾳ ἐκέλευσεν ἐξαγαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ πετόμενα·
καὶ σὺν τῷ προστάγματι τὸ ἔργον ἐτελειοῦτο, τῆς πρὸς τὸ ζωογονεῖν ἐπιτηδειότητος ἐγγενομένης τοῖς ὕδασιν. Εὐθὺς γὰρ θάλασσα μὲν τὰ παντοδαπὰ γένη τῶν νηκτῶν ἀπέτεκεν, ποταμοὶ δὲ καὶ λίμναι τῶν οἰκείων καὶ κατὰ φύσιν ἰχθύων ἐπληρώθησαν. Προήγαγε δὲ αὖθις καὶ τὰ πετεινὰ τὰ ὕδατα, τρόπον τινὰ καὶ συγγένειαν πρὸς τὰ νηκτὰ ἔχοντα. Ὥσπερ γὰρ οἱ ἰχθύες ἐν τοῖς ὕδασι τῇ κινήσει τῶν πτερύγων ἐπὶ τὸ πρόσω χωροῦσιν, τῇ δὲ συχνῇ μεταστροφῇ τοῦ οὐραίου τὰς εὐθείας αὐτοῖς ὁρμὰς ὑακίζουσιν, οὕτως καὶ τὰ πετεινὰ κατὰ τὸν ἀέρα νηχόμενα τέμνουσι μὲν τοῦτον, περῶσι δὲ ὅπου καὶ βούλονται. 905 []

On Cattle and Wild BeastsΠερὶ τῶν κτηνῶν καὶ τῶν θηρίων

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ τῶν κτηνῶν καὶ τῶν θηρίων. Αὖθις δὲ ἐν τῇ 2 ἡμέρᾳ ἐπετράπη ἐξαγαγεῖν ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία· καὶ εὐθὺς προήγαγε τά τε ἄγρια καὶ ἥμερα ζῶα. Ψυχὴν δὲ ζῶσαν ἐξαγαγεῖν ἐκέλευσεν, ἵνα ἐκ τούτου γινώσκηται τῆς τε ἀλόγου ψυχῆς ἡ διαφορὰ καὶ τῆς ἀνθρωπίνης· ἐκ γὰρ γῆς ἐφύη τῶν ἀλόγων ἡ ψυχὴ, ἡ δὲ τῶν ἀνθρώπων ἐκ τοῦ θείου ἐμφυσήματος συνέστηκεν· καὶ ὅτι γεηρὰ ἡ τῶν ἀλόγων ψυχὴ, ἐξ αὐτῆς ἔστι γνῶναι πάλιν τῆς Γραφῆς· εἴρηται γάρ·
PG 110:1265Ψυχὴ παντὸς κτήνους τὸ αἷμα αὐτοῦ ἐστιν· αἷμα δὲ πηγνύμενον εἰς σάρκα μεταβάλλεται· σὰρξ δὲ φθει[ρομένη] εἰς γῆν ἀναλύεται. Εἰκότως οὖν γεώδης ἡ ψυχὴ τοῦ ἀλόγου. [

§ 8

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ζ] Περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου. Ἐπειδὴ [δὲ] λοιπὸν [τῷ καταλλ]ήλῳ κάλλει πάντα διεκοσμεῖτο, ὁ οὐρανὸς μὲν ταῖς τῶν φωστήρων, [αὐγαῖς, θάλασσα] ... δὲ καὶ ἀὴρ τοῖς νηκτοῖς καὶ ἀερίοις τῶν ζώων, γῆ δὲ ταῖς [παντοίαις διαφοραῖς] τῶν φυτῶν τε καὶ βοσκημάτων, ὥσπερ τινὰ βασιλέα [ὁ τοῦ παντὸς ποιητὴς εἰσάγ]ει τὸν ἄνθρωπον ἐν κόσμῳ, οὐχ ὡς ἀπόβλητον ἔσχατον [α) κτίσας, ἀλλ’ ὡς ἅμα τῇ γενέσει βασιλεύειν ὀφείλοντα. Τί γάρ φησιν ἡ Γραφή; Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάςσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων καὶ πάσης τῆς γῆς. Καὶ τὰ μὲν ἄλλα πάντα κτίσματα ῥήματι μόνῳ παρήχθη· ὁ δὲ ἄνθρωπος ἔσχεν ἐξαίρετόν τι κατὰ τὴν ποίησιν παρὰ ταῦτα. Βουλῆς γὰρ προηγησαμένης ἐκτίσθη, ἵνα ἐκ τούτου δειχθῇ, ὅτι περ τίμιόν τι χρῆμα ὑπάρχει· τὸ γάρ·
Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, οὐδὲν ἕτερον δείκνυσιν ἢ ὅτι συμβούλῳ ἐχρήσατο ὁ Πατὴρ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ ἐπὶ τῇ τούτου κατασκευῇ τῷ 906 ἀπαυγάσματι τῆς δόξης, κατὰ τὸν Ἀπόστολον, καὶ χαρακτῆρι τῆς ὑποστάσεως αὐτοῦ. Οὔτε γὰρ ἐνῆν ἄλλῳ τινὶ συμβούλῳ τινὶ κεχρῆσθαι ἢ τῷ ζῶντι καὶ ἐνυποστάτῳ αὐτοῦ Λόγῳ τῷ ἀπαραλλάκτῳ κατ’ εἰκόνα καὶ ὁμοουσίῳ καὶ ἰσοδυνάμῳ. (Κβ ἔργα, ὡς λέγει Μωϋσῆς, ἔκτισεν ὁ Θεὸς ἐν ταῖς 2 ἡμέραις· διὸ καὶ κβ γράμματα καὶ βιβλία τοσαῦτα παρ’ Ἑβραίοις καὶ κβ γενεαρχίαι ἀπὸ Ἀδὰμ μέχρι Ἰακώβ.) [

§ 9

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Η] Εἰς τὸ, Κατ’ εἰκόνα. Ἐπειδὴ τοίνυν, ὡς εἴρηται, βασιλεὺς ὥσπερ εἰςήχθη ἐν κόσμῳ ὁ ἄνθρωπος, εἰκότως οὖν καὶ κατ’ εἰκόνα Θεοῦ γεγένηται· ἔδει γὰρ τὸν μέλλοντα ἄρχειν τῶν ἄλλων, ὥσπερ τινὰ εἰκόνα εἶναι ἔμψυχον τῆς τοῦ βασιλέως ὁμοιότητος, οὐκ ἐν πορφυρίδι καὶ σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐμφαίνοντα, ἐπειδὴ μηδὲ τὸ ἀρχέτυπον ἐν τούτοις ἐστὶν, ἀλλ’ ἐν τῷ κοσμεῖσθαι τῇ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ καὶ ἀρετῇ· τούτοις γὰρ τιμηθεὶς ὁ ἄνθρωπος τὴν πρὸς τὴν πρωτότυπον εἰκόνα ὁμοιότητα διασώζει·
PG 110:1267ἔτι δὲ καὶ ἡ αὐτεξουσιότης τὸ βασιλικὸν καὶ ἐπῃρμένον τῆς φύσεως τοῦ ἀνθρώπου καὶ πρὸς τὴν θείαν εἰκόνα ἐμφερὲς ἐμφανέστατα δείκνυσιν. Καὶ κατὰ τοῦτον τὸν λόγον καὶ χειρῶν Θεοῦ ἔργον ὁ ἄνθρωπος διὰ τὸ τίμιον τῆς κατασκευῆς· βουλῆς γὰρ ἐνέργεια τὸ πᾶν. Εἶτα μετὰ τὴν τούτου διάπλασιν τί φησιν ἡ Γραφή; Καὶ συνετέλεσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ 2 τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ζ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, καὶ εὐλόγησεν τὴν ἡμέραν τὴν ζκαὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. [

§ 10

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Θ] Περὶ τοῦ Σαββάτου. Τίνος χάριν τὴν ζ ἡμέραν εὐλόγησεν ὁ Θεὸς μόνην, καὶ οὐχὶ τὰς πάσας; Ὅτι ἑκάστη τῶν ἄλλων ἐκ τῆς ἐν αὐτῇ γενομένης δημιουργίας ἔσχε τὴν εὐλογίαν· ἐπὶ τῆς ζ, οὐδεμιᾶς ἐν αὐτῇ γενομένης 907 δημιουργίας, τούτου χάριν εὐλογίσθη καὶ αὐτὴ ὑπὸ τοῦ Θεοῦ. [

§ 11

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ι] Περὶ τοῦ παραδείσου. Πάλιν οὖν φησιν ἡ Γραφή· Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν.
Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Τὴν λογικὴν ὑπόστασιν τιμῆσαι προθέμενος ὁ Θεὸς κατασκευάζει καὶ λαμπρὸν οἰκητήριον καὶ πάσης γέμον θυμηδίας, καὶ καθίστησιν ἐκεῖ τὸν Ἀδάμ. Ἔστι δὲ ἐνταῦθα γενόμενοι τοῦ λόγου, θαυμάσαι τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅτιπερ πανταρχικὴν ἔχων καὶ ἀί̈διον ἐξουσίαν εἰς τὸ πᾶν, καὶ γεωργεῖν ἑαυτὸν ἐπέδωκεν διὰ τὸν ἄνθρωπον. Ὁ γὰρ τοσοῦτον μέγεθος οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης λόγῳ ὑποστησάμενος, πολλῷ μᾶλλον ἱκανὸς ἦν καταφυτεῦσαι παράδεισον ῥήματι καὶ λόγῳ ῥιζῶσαι τὸ πανόλβιον χωρίον· ἀλλ’, ὡς εἴρηται, [β) διὰ τὴν πρὸς τὸν ἄνθρωπον τιμὴν καὶ φυτουργὸς γίνεται μυστικῷ τινι λόγῳ ὁ ἀκαμάτως τόνδε τὸν κόσμον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι θελήσει μόνῃ παραγαγών. [

ΙΑ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΑ] Περὶ τῆς τῶν ζώων ὀνομασίας. Εἶτα αὖθις ἡ Γραφή· Καὶ ἤγαγεν ὁ Θεὸς πάντα τὰ θηρία καὶ τὰ κτήνη καὶ τὰ ἑρπετὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά·
PG 110:1269καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὰ Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Ὁρᾷν οὖν ἔστι καὶ ἐντεῦθεν τὴν τιμὴν μετὰ ταῦτα τοῦ ἀνθρώπου, ἣν ἔσχεν ἐξ αὐτῆς τῆς γεννήσεως. Ὥσπερ γὰρ ἀγελάρχης τις προκάθηται Ἀδάμ· καὶ ὁ Θεὸς ἦγε πρὸς αὐτὸν τὰ μυρία τῶν θηρίων καὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν γένη, ἵνα ἡγεμόνα τοῦτον χειροτονήσῃ, ὃν κατ’ εἰκόνα ἰδίαν πεποίηκεν. Καὶ ἐκεῖνος μὲν 908 θείῳ καταπνευσθεὶς καὶ προφητικῷ πνεύματι, ὀνόματα κύρια ἑκάστῳ τῶν ἀλόγων ἐπέθηκε· τὰ δὲ ζῶα ὥσπερ τιμὴν μεγάλην ἐκ τῆς ἐπικλήσεως λαβόντα, οὕτως ἐν συζυγίᾳ ὑπεχώρουν. [

ΙΒ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΒ] Περὶ τῆς ποιήσεως τῆς γυναικός. Ἐπειδὴ δὲ ἐξ ἁπάντων τούτων τῶν γενῶν οὐδὲν ἦν ὅμοιον τῷ Ἀδὰμ, εἶπε πάλιν ὁ Θεὸς, καθά φησιν ἡ Γραφή· Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτὸν, βοηθὸν λέγων τὸ θῆλυ διὰ τὸν τῆς παιδογονίας λόγον, συνεργεῖν μέλλον τῷ ἀνδρὶ πρὸς τὴν τοῦ γένους αὔξησίν τε καὶ διαμονήν. Αὖθις δὲ ἐπιλέγει·
Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς, καὶ ᾠκοδόμησε τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Ἔστι δὲ ὁ εἰρημένος τῆς Γραφῆς σκοπὸς οὗτος· Κρίνας ὁ ἐν σοφίᾳ τὰ πάντα ποιήσας Θεὸς δοῦναι τῷ Ἀδὰμ βοηθὸν κατ’ αὐτὸν, ὡς ἐπηγγείλατο, οὐκ ἐκ γῆς πλάττει τὸ θῆλυ, καθάπερ καὶ τὸν ἄνδρα, ἀλλ’ εἰς ὕπνον τρέπει τοῦτον καταφορᾷ πνεύματος τὸν νοῦν αὐτοῦ φαντασιώσας καὶ τὸν τῆς ψυχῆς ὀφθαλμὸν εἰς ἄπληστον ὄψιν ἐκκαλεῖται, ἵνα τῇ φαντασίᾳ τοῦ τοιούτου κάλλους κατεχόμενος, μὴ γνῷ τὸ γινόμενον· εἶτα λαμβάνει μίαν τῶν πλευρῶν αὐτοῦ ἀκαμάτως, αἴσθησιν ἀλγηδόνος αὐτῷ μὴ ἐπαναγαγών· καὶ εὐθὺς ὡς τεχνίτης καὶ ἰατρὸς σύντομος, τὸ λεῖπον διὰ σαρκὸς ἀνεπλήρωσεν. Ἐν ὅσῳ γὰρ τὴν ψυχὴν τῇ ἀκορέστῳ τῆς θείας ἡδονῆς περιέσπα, τὴν πλευρὰν, ἣν ἔλαβεν, ᾠκοδόμησεν εἰς γυναῖκα, μυστικῶς ἐκτυπώσας αὐτὴν εἰς ζῶον λογικὸν, κάλλει ἀμηχάνῳ καὶ σχήματι εὐπρεπεστάτῳ κεκοσμημένην, καὶ ἄγει τοῦτο πρὸς τὸν Ἀδάμ. Εἶτα ἐκεῖνος, ἅτε θείου πνεύματος μέτοχος ὢν, ἐγνωκὼς, ὅτι ἐξ αὐτοῦ ἦν, φησί·
Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Ὁρῶν οὖν ὁ Ἀδὰμ τὴν γυναῖκα, οὐχ 909 ὡς γυναῖκα θεώμενος ἔπασχεν, ἀλλ’ ὡς ἑαυτὸν ὁρῶν, πνευματικῶς ηὐφραίνετο, τὴν ὁμοίαν βλέπων καὶ ταύτην ἔχουσαν κατασκευήν. Ὡσαύτως δὲ καὶ ἡ γυνὴ, θεωροῦσα τὸν ἄνδρα, μεγάλως ἠγάλλετο, κατ’ αὐτὸν οὖσαν ἑαυτὴν ἐννοοῦσα. Ὄντων οὖν αὐτῶν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, νόμον δίδωσιν αὐτοῖς ὁ Θεὸς ἐπ’ εὐεργεσίᾳ, τοῦ δεῖξαι μὲν ἐλευθέραν τὴν φύσιν ἐν τῇ αὐτεξουσιότητι, ὑποδεῖξαι δὲ ὡς ὑπὸ δεσπότην καὶ κηδεμόνα εἰσὶ, λέγων οὕτως· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε, τουτέστιν, θνητοὶ ἔσεσθε. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Ἧ δ’ ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θνητὸς ἔσῃ. [α) [

ΙΓ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΓ] Περὶ τοῦ ξύλου γινώσκειν καλὸν καὶ πονηρόν.
PG 110:1271Ἀλλὰ μή τις ὑπολάβοι, ὅτι τὸ ξύλον τοιαύτης ἦν φύσεως, ὡς γνῶσιν παρέχειν καλοῦ τε καὶ κακοῦ οὐ γὰρ δὴ βλαβερόν τι ἦν ἐν τῷ παραδείσῳὅρος δὲ ἐτέθη ἐπὶ τῷ φυτῷ πρὸς γυμνασίαν τῆς ἐλευθεριότητος. Καὶ ὅτι οὐ τὸ ξύλον αἴτιον τῷ Ἀδὰμ γνώσεως γέγονε, δῆλον· ἡ γὰρ ἐντολὴ ὡς πρὸς εἰδότε ἄμφω ἐδόθη, τό τε καλὸν καὶ τὸ πονηρὸν, τήν τε ὑπακοὴν καὶ τὴν παρακοὴν, ὥστε ἡ γνῶσις προὔλαβε τὴν ἐντολήν. Δέδοται δὲ αὐτὴ διὰ τὸ, ὡς εἴρηται, αὐτεξουσίῳ βουλήματι κινούμενον τὸν ἄνθρωπον, ἐπ’ ἀδείας τε ἔχοντα ἀπὸ πάντων μεταλαμβάνειν τῶν ἄλλων δένδρων, ἑνὸς δὲ μόνου νόμῳ προσταττομένου ἀπέχεσθαι, γινώσκειν ὡς ὑπὸ δεσπότην ἐστὶ καὶ τὴν ἐντολὴν δεδωκότα. Ἦσαν οὖν ἐν τῷ καθαρωτάτῳ τούτῳ τόπῳ ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα διάγοντες καὶ τῇ ποικιλίᾳ τῶν ἀθανάτων ἀνθέων δαψιλῶς ἀπολαύοντες. 910 [

ΙΔ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΔ] Περὶ τοῦ διαβόλου καὶ τοῦ ὄφεως.
Ἀλλ’ ὁ ἐχθρὸς τῆς ἡμετέρας φύσεως βασκήνας ἐπὶ τῇ πολλῇ τιμῇ τοῦ ἀνθρώπου καὶ φθόνον ἐγκιςσήσας, τὸν πρὸς αὐτὸν ᾔρατο πόλεμον, καὶ τὸν ὄφιν ἐνδὺς ἐπέστη τῇ γυναικὶ, ἀπόντος τοῦ Ἀδὰμ, καὶ πανούργως αὐτὴν τοῦ συμφέροντος παρατρεψάμενος διὰ ψεύδους καὶ τὸν Ἀδὰμ ταύτῃ συνεξαπατήσας, παραβάτας τοῦ θείου παρεσκεύασε νόμου γεγενῆσθαι. Λέγει γὰρ ἡ Γραφὴ περὶ τούτου ὧδε· Ὁ δὲ ὄφις ἦν φρονιμώτατος παρὰ πάντα τὰ θηρία τῆς γῆς, ἃ ἐποίησε Κύριος ὁ Θεός. Φρόνιμος δὲ ἐκλήθη ὁ ὄφις, ὅτι τὸ λογικὸν ζῶον τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀγχινοίᾳ διαφέροντα ἐξαπατᾷν ἔμελλεν. Εἶτα ἐπιλέγει· Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; Καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγούμεθα· ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπ’ αὐτοῦ, οὐδ’ οὐ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Ἆρα δὲ καὶ ὁ ὄφις τῷ κατὰ προφορὰν λόγῳ ἐχρήσατο;
Οὐ πάντως, ἀλλ’ οἱ πρωτόπλαστοι, ἅτε κακίας ὄντες ἀμιγεῖς, ἀκριβεστάτας εἶχον τὰς αἰσθήσεις καὶ πολὺ τῶν ἡμετέρων διαλλαττούσας, ὥστε τὴν ἀκοὴν αὐτῶν πάσης ὑπάρχειν φωνῆς ἀκουστικήν· καὶ τὰ θηρία καὶ τὰ κτήνη λαλεῖν λέγει μιᾷ γλώσσῃ ποτὲ, ὅτε δὲ Ἀδὰμ κατεδικάσθη, τότε καὶ αὐτὰ πεφιμῶσθαι, τὸν δὲ ὄφιν καὶ τοὺς πόδας ἀφαιρεθῆναι καὶ ἕρπειν ἐπὶ τὴν γῆν, καὶ ἰὸν αὐτῷ ἐπὶ τὴν γλῶσσαν ἐντεθῆναι. Εἶτα ἐπάγει· Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Οὐ θανάτῳ ἀποθανεῖσθε, ᾔδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι· καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς, καὶ ἔφαγον, καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. 911 [

ΙΕ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΕ] Εἰς τὸ, Διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο. Οὐχ, ὡς τότε ἀναβλεψάντων τῶν πρωτοπλάστων, εἴρηται τὸ, Διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο· δείκνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες ἐκ τοῦ λέγεσθαι·
PG 110:1273Καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἀλλ’ ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς παραβάσεως, [β) ὃ καὶ τὴν γύμνωσιν ἀδιάφορον παρέσχεν· ἐῤῥέθη δὲ ὅτι διηνοίχθησαν οἱ ὀφθαλμοὶ αὐτῶν. Πέφυκε γὰρ ὁ ὀφθαλμὸς ἅπας ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἃ βλέπει· σύνεσιν γὰρ αὐτὸς καθ’ ἑαυτὸν οὐκ ἔχει, ὥστε πολλάκις, πρὸς ἕτερα τῆς διανοίας ἀσχολουμένης, τυφλοῦ δίκην ἐνίοτε παρερχόμεθα καὶ τὸ πάνυ γνώριμον· καὶ ἐπειδὰν ἐγκληθῶμεν τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ, τὸ αἴτιον ἀνατιθέντες ἀπολογούμεθα. Οὕτως οὖν Ἀδὰμ καὶ ἡ Εὔα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διεγέρθησαν· τὸ γὰρ, Ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, ἀποκάλυψιν σημαίνει τὴν ἐγγενομένην τῷ στολισμῷ, οὐκ ἀνάβλεψιν ὀφθαλμῶν. Λεχθήσεται δὲ κἀκεῖνο, ὅτι πρὸ τῆς ἀπαθείας, ἐπειδὴ καιρὸν οὐκ εἶχε τὰ τῆς παιδοποιίας, οὐκ ἐδέδοτο παρὰ Θεοῦ ἡ παρατήρησις τῆς γυμνώσεως, ἀλλὰ διῆγον ὡς ἄσαρκοι, σαρκικῆς διαθέσεως οὔπω καιρὸν ἔχοντες· ἐπειδὴ δὲ ἡ ἀπείθεια ἐπισυμβᾶσα τὸ θνητὸν ἐπήγαγεν, εἰκότως τὸ λοιπὸν ἐνεδόθη τούτοις ἡ πρὸς ἀλλήλους αἰδώς·
καὶ νενοήκασι ὕστερον τῶν σχημάτων τὴν διαφορὰν προθεωρηθεῖσαν τῷ πλάσαντι πρὸς τὸ ἀναγκαῖον τῆς διαδοχῆς τοῦ γένους. [

Section 17§ 17

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ι] Περὶ τῶν φύλλων τῆς συκῆς. Γυμνοὺς οὖν ὄντας ἑαυτοὺς αἰσθόμενοι ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα μετὰ τὴν παράβασιν, ἐκ φύλλων συκῆς ἐποίησαν ἑαυτοῖς περιζώματα, αἰνιττόμενοι διὰ τοῦ ξύλου τὸν τρόπον τῆς κακοπραγίας. Ὡς γὰρ ἡδὺς ὁ καρπὸς τῆς συκῆς, τραχὺ δὲ καὶ πικρώτατον τὸ 912 φύλλον, οὕτως πᾶσα ἁμαρτία ἐν τῇ πράξει δείκνυται ἡδεῖα, μετὰ δὲ τὴν πρᾶξιν ὀδύνην παρέχει τῷ πεπραχότι. Τί οὖν πάλιν ἡ Γραφή; Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου, μετὰ τὸ τόλμημα εἰς συναίσθησιν ἐλθόντες τοῦ πταίσματος, τῷ κριτικῷ κρατοῦνται φόβῳ καὶ κρύπτεσθαι τὸν ἀλάθητον ὀφθαλμὸν καὶ παραιτοῦνται τὴν πρόοδον καὶ ἀναδύονται τὴν παράστασιν. Οὕτω δὲ αὐτοὺς κεκλονημένους ὑπὸ τοῦ δέους θεασάμενος ἀνακαλεῖται ὡς πατὴρ φιλόστοργος ὁ Θεὸς καί φησι· Ἀδὰμ, Ἀδὰμ, ποῦ εἶ; Καὶ εἶπεν αὐτῷ·
PG 110:1275Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. [

ΙΖ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΖ] Περὶ τῆς καταδίκης τοῦ πρωτοπλάστου καὶ τοῦ ὄφεως. Ἦν οὖν ἰδεῖν λοιπὸν βῆμα καὶ δικαστήριον ὀξὺ καὶ φοβερὸν τὸ τρυφηλὸν γεγονὸς τοῦ παραδείσου χωρίον. Ἀγαγὼν γὰρ εἰς μέσον τοὺς βλαβέντας καὶ τὸν βλάψαντα, καὶ τὸν μὲν ὄφιν εὑρηκὼς ἀδικήσαντα, τὴν δὲ Εὔαν ἀδικηθεῖσαν, ὡρίσατο ἑκάστῳ τὴν προςήκουσαν τιμωρίαν. Τὸν γὰρ ὄφιν κατάρατον ἀποφήνας, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ κατεδίκασε σύρεσθαι καὶ γῆν ἐσθίειν ἀντὶ ἐδωδίμου τροφῆς, τὴν δὲ Εὔαν σύντροφον ἔχειν τὴν λύπην καὶ ὀδύναις τίκτειν ἐδικαίωσεν, τὸν Ἀδὰμ δὲ ἐν ἱδρῶτι τοῦ προςώπου ἐσθίειν κατέκρινεν τὸν ἄρτον ἕως ὅτου ἐπιστρέψαι αὐτὸν εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη. Εἶτα αὖθις ἡ Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτοὺς, καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν [β) καλὸν καὶ πονηρόν·
καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Τίνος ἕνεκεν ἐκβάλλεται ὁ ἄνθρωπος ἐκ τοῦ παραδείσου καὶ περὶ τῶν δερματίνων 913 χιτώνων. Ἔστι τοίνυν ἐκ τῶν εἰρημένων ἐννοεῖν, ὅτι ἠδύνατο ὁ ἄνθρωπος καὶ μετὰ τὴν παράβασιν εἰς αἰῶνας ζῇν· διὸ ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακὸν ὁ ἄνθρωπος, θνητὸν αὐτὸν ἀπεφήνατο ὁ Θεὸς νεκρότητι περιβαλών· τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες σημαίνουσι ἀπὸ τοῦ λόγου τῆς τῶν ζώων νεκρότητος, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς δέσεως ἡ ἁμαρτία πᾶσα αὐτοπρέμνως διαφθαρῇ. [

ΙΗ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΗ] Εἰς τό· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. Εἴρηται δὲ ὑπὸ τοῦ Θεοῦ τό· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐχ ὡς προκόψαντος αὐτοῦ διὰ τῆς ἀπειθείας ἐπὶ τὴν τῆς ἀρετῆς τε καὶ κακίας γνῶσιν, ἀλλ’ ὡς τοιούτου ἐξ ἀρχῆς πλασθέντος. Φθάσασα γὰρ εἶπεν ἡ Γραφὴ, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ὁ δὲ πλασθεὶς κατ’ εἰκόνα Θεοῦ, δῆλον ὡς προκαταβεβλημένην εἶχεν ἐν τῇ φύσει τὴν γνῶσιν τοῦ καλοῦ τε καὶ πονηροῦ·
διὸ ἵνα μὴ τῇ αὐτεξουσιότητι κέχρηται καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ γένηται κακὸς ἀθάνατος, ἐξεβλήθη σὺν τῇ Εὔᾳ εἰς τὴν γῆν τῆς κτίσεως αὐτοῦ. Τί γὰρ μετὰ ταῦτα πάντα ἡ θεία Γραφή φησιν; Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη· καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. 914 [

ΙΘ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΙΘ] Περὶ τῶν Χερουβὶμ καὶ τῆς ῥομφαίας. Μετὰ τὸ ἐκβληθῆναι τὸν ἄνθρωπον ἔξω τοῦ μακαρίου χωρίου, ἀκαταμάχητοι φρουραὶ καὶ λίαν ὑπέροπτοι φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς ἐτάχθησαν, ὡς μηδένα τοῦ λοιποῦ ἰσχύειν παρελθεῖν ποσὶ βεβήλοις ἐκεῖνον τὸν τόπον· καὶ γὰρ μάχαιρα φλογίνη ἐτέθη ἐκεῖ, ἐπὶ τῷ τὸν πλησιάζοντα, ἐξ ὕλης ὑπάρχοντα, (τῷ) πυρὶ φλεγόμενον ἀναλίσκεσθαι παρ’ αὐτὰ καὶ ἀπόλλυσθαι·
PG 110:1277στρέφεται δὲ ἡ ῥομφαία, ἵνα ἐν τῇ παλιγγενεσίᾳ, ὅτε καὶ αὖθις ὁ ἄνθρωπος οἰκήτωρ γένηται τοῦ παραδείσου, τοὺς μὲν δικαίους φωτίσῃ παρερχομένους ἐπὶ τὸ θεῖον τῆς ἀθανασίας χωρίον, τοὺς δὲ ἀδίκους, εἴγε προσεγγίσαιεν, καταφλέξῃ. Καὶ αὐτόματα πάντα ἡ γῆ ἔφερε πρὸ τῆς παραβάσεως τοῦ Ἀδὰμ καὶ μετὰ τοῦτο· (καὶ ἡ γῆ) μηδὲν φέρειν πόνου χωρὶς ἐξεκελεύσθη. Ἐξελθὼν τοίνυν ὁ Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐκ τοῦ παραδείσου καὶ συνελθὼν αὐτῇ, ἐγέννησε τὸν Κάϊν, εἶτα τὸν Ἄβελ. ΒΙΒΛΙΟΝ Η. [α)

Brief interpretation from Adam to the presentἙρμηνεία ἐν συντόμῳ ἀπὸ Ἀδὰμ ἕως τοῦ νῦν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἑρμηνεία ἐν [συντόμῳ ἀπὸ Ἀδὰμ] ἕως τοῦ νῦν καιροῦ . [α] Ἀδὰμ ἐγέννησε τὸν Σὴθ, Σὴθ τὸν Ἐνὼς, Ἐνὼς τὸν Καϊνᾶν, Καϊνᾶν τὸν Μαλελεὴλ, Μαλελεὴλ τὸν Ἰάρεδ, Ἰάρεδ τὸν Ἐνὼχ, 915 Ἐνὼχ τὸν Μαθουσαλὰ, Μαθουσαλὰ τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε, Νῶε τὸν Σήμ. Εἰσὶν οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη β[ς]μβ. [β] Μετὰ δὲ τὸν κατακλυσμὸν Σὴμ [β) υἱὸς Νῶε ἐγέννησε τὸν Ἀρφαξὰδ, Ἀρφαξὰδ τὸν Καϊνᾶν, Καϊνᾶν τὸν Σάλα, Σάλα τὸν Ἔβερ, Ἔβερ τὸν Φαλὲκ, Φαλὲκ τὸν Ῥαγαῦ. Ἐν δὲ ταῖς ἡμέραις Φαλὲκ διεμερίσθη ἡ γῆ· κατὰ τοῦτον ἡ πυργοποιία συνέστη.
PG 110:1279Μετὰ Φαλὲκ Ῥαγαῦ γεννᾷ τὸν Σεροὺχ, Σεροὺχ δὲ τὸν Ναχὼρ, Ναχὼρ τὸν Θάῤῥα, Θάῤῥα γεννᾷ τὸν Ἀβραάμ. Ὁμοῦ ἔτη (ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ ἔτη) γτιβ. [γ] Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸν Ἰακὼβ, Ἰακὼβ τὸν Λευὶ̈, Λευὶ̈ τὸν Κάαθ, Κάαθ τὸν Ἄβραμ, Ἄβραμ τὸν Μωϋσῆν τὸν προφήτην. Μωϋσῆς ἐξάγει τὸν λαὸν ἐξ Αἰγύπτου. Ἀπὸ Ἀβραὰμ ἕως τῆς ἐξόδου ἔτη φθ [δ] Ἀπὸ δὲ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἕως Δαυὶ̈δ ἔτη χμα. [ε] Δαυὶ̈δ (δὲ ὁ βασιλεὺς) ἐγέννησε τὸν Σολομῶντα, κρατήσας τῆς βασιλείας ἔτη μ. Σολομὼν ἐγέννησε τὸν Ῥοβοὰμ, βασιλεύσας ἔτη μ. Ῥοβοὰμ ἐβασίλευσεν ἔτη ιζ, (Ἀβιᾶ ἔτη γ), Ἀσᾶ ἔτη μ [α], Ἰωσαφὰτ ἔτη λθ. Ἐπὶ αὐτοῦ προφητεύει Μιχαίας καὶ Ἡλίας καὶ Ἐλισσεέ. Ἰωρὰμ ἐβασίλευσεν ἔτη θ, Ὀχοζίας ἔτος α, Γοθολία ἡ μήτηρ αὐτοῦ ἔτη ζ, Ἰωᾶς ἔτη μ, Ἀμασίας ἔτη κθ, Ἀζαρίας (ὁ καὶ Ὀζίας) ἔτη νθ, Ἰωάθ[αμ] ἔτος α, Ἄχαζ ἔτη ι, Ἐζεκίας ἔτη κθ, Μανασσῆς ἔτη νε. Ἐπὶ αὐτοῦ ἐκτίσθη τὸ Βυζάντιον. Ἀμὼς ἔτη [ι]β, Ἰωσίας λα, Ἰωάχαζ ἔτος α, Ἰωακεὶμ ἔτη ιδ, Ἰεχονίας ἔτος α, Ζεδεκίας ἔτη ιδ. Τοῦτον ἐκτυφλώσας Ναβουχοδονόσορ, αἰχμάλωτον εἷλε. Καὶ ὁ ναὸς πυρπολεῖται ὑπὸ τοῦ Ναβουζαρδᾶν.
Εἰσὶν ἀπὸ ἀρχῆς βασιλείας Σολομῶντος ἕως αἰχμαλωσίας Ἰουδαίων τῆς εἰς Βαβυλῶνα ἔτη φιθ. 916 [] Ναβουχοδονόσορ ἐβασίλευσεν εἰς Βαβυλῶνα ἔτη κδ, Οὐλεμαροδὰχ υἱὸς αὐτοῦ ἔτη ε, Βαλτάσαρ (καὶ αὐτὸς υἱὸς Ναβουχοδονόσορ) ἔτη γ, Δαρεῖος (ὁ Ἀστυάγης ἐβασίλευσε πρῶτος Περσῶν) ἔτη ιζ, Κῦρος ἔτη λβ, Καμβύσης ἔτη ιθ, Δαρεῖος ἄλλος ἔτη κζ, Ἀρταξέρξης ἔτη λγ, Δαρεῖος ἔτη ιθ, Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη λδ, Ὦχος ἔτη κα, Ἀρσίσωχος ἔτη β, Δαρεῖος Ἀρσάμου ἔτη 2. Τοῦτον ἀνελὼν Ἀλέξανδρος ὁ Μακεδὼν καὶ καταλύσας τὴν τῶν Περσῶν ἀρχὴν ἐβασίλευσεν ἔτη ιβ καὶ ἐτελεύτησεν ἐν Βαβυλῶνι ἐτῶν λε· ὑπέταξε βαρβάρων ἔθνη κβ καὶ φυλὰς Ἑλλήνων ιγ. Ὁμοῦ ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἀλεξάνδρου ἔτη ερπη. [ζ] Μετὰ δὲ τὴν τούτου τελευτὴν Αἰγύπτου καὶ Ἀλεξανδρείας ἐβασίλευσεν Πτολεμαῖος ἔτη κδ, Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη λ. Ἐπὶ τούτου αἱ παρ’ Ἑβραίοις ἱεραὶ βίβλοι εἰς τὴν Ἑλλάδα φωνὴν μετεβλήθησαν.
PG 110:1281Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κε, Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζ, Ἐπιφανὴς ἔτη κγ, ὁ Φιλομήτωρ ἔτη λε, ἄλλος Εὐεργέτης ἔτη κθ, Φίσκος ἔτη ιζ, Σιδηρίτης ἔτη ζ, Ἀλέξανδρος ἔτη γ, Πτολεμαῖος ὁ Σωτὴρ ἔτη η, Διονύσιος νέος ἔτη κη, Κλεοπάτρα ἔτη κβ. [] Τῷ γ ἔτει ταύτης πρῶτος ἐμονάρχησεν ἐννόμως Γάϊος Ἰούλιος Καῖσαρ, ἀφ’ οὗ Καίσαρες οἱ ἑξῆς βασιλεῖς ἤρξαντο καλεῖσθαι (οὗτος ἐβασίλευσεν Ῥώμης ἔτη) δ· [] ὁ Αὔγουστος ἔτη ν. Τῷ ιε ἔτει τῆς αὐτοῦ βασιλείας [α) Κλεοπάτραν ἀνελὼν καθεῖλε τὴν τῶν Πτολεμαίων ἀρχὴν, οἳ ἐβασίλευσαν ἔτη ση. Γίνονται οὖν [τὰ] πάντα ἀπὸ Ἀδὰμ ἕως ἀρχῆς βασιλείας Αὐγούστου 917 κατὰ τοὺς ἀκριβεῖς χρονογράφους ἔτη ευνζ. [η] Τῷ δὲ μγ ἔτει τῆς αὐτοῦ βασιλείας ἐγεννήθη τὸ κατὰ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀεὶ Παρθένου Μαρίας. Κυρῖνος δὲ ὑπὸ τῆς συγκλήτου βουλῆς ἀποσταλεὶς εἰς τὴν Ἰουδαίαν ἀπογραφὰς ἐποιήσατο τῶν οὐσιῶν καὶ τῶν οἰκητόρων. Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς ἐνανθρωπήσεως τοῦ (Κυρίου ἡμῶν Ἰησοῦ) Χριστοῦ ἔτη εφ. [θ] [] Μετὰ Αὔγουστον ἐβασίλευσε Τιβέριος ἔτη κβ.
Τῷ ιε ἔτει τῆς αὐτοῦ βασιλείας, τῆς εὐαγγελικῆς διδασκαλίας ἄρχεται ὁ Κύριος (ἡμῶν Ἰησοῦς Χριστός). Τῷ ιθ ἔτει ἔπαθεν (ὁ Κύριος ἡμῶν) ὑπὲρ ἡμῶν τὸ ἑκούσιον πάθος. Ὁμοῦ ἀπὸ Ἀδὰμ ἕως τοῦ σωτηρίου πάθους καὶ τῆς ἁγίας αὐτοῦ ἀναλήψεως ἔτη εφλγ. [ι] [] Μετὰ Τιβέριον ἐβασίλευσε Γάϊος ἔτη δ, [] Κλαύδιος ἔτη ιδ, [] Νέρων ἔτη ιδ καὶ φυγὼν ἑαυτὸν ἔχωσε ζῶντα, [] Οὐεσπασιανὸς ἔτη ι. Ἐν ἔτει β τῆς αὐτοῦ βασιλείας γέγονεν ἡ ἅλωσις τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Τίτου μετὰ μ ἔτη τῆς τοῦ Κυρίου ἀναλήψεως. [] Τίτος (ἐβασίλευσεν) ἔτη γ, [] Δομετιανὸς ἔτη ιε, [] Νερούας ἔτος α, [] Τραϊανὸς ἔτη ιη, [] Ἀδριανὸς ἔτη κα, [] Τίτος Ἀντώνιος (ὁ ἐπικληθεὶς Εὐσεβὴς) ἔτη κ[β], [] Μάρκος υἱὸς αὐτοῦ ἔτη ι, [] Ἀντώνιος (ὁ καὶ) Βῆρος ἔτη ζ, [] Κόμοδος ἔτη ιβ, [] Ἀντώνιος ἄλλος ἔτη δ, [] Σεβῆρος ἔτη ιη. (Ἐπὶ αὐτοῦ Λεωνίδης ὁ πατὴρ Ὠριγένους ἐμαρτύρησεν).
[] Ἀλέξανδρος ὁ Μάμαλος ἔτη ιγ, [] Μαξιμῖνος ἔτη 2, [] Φίλιππος ἔτη 2, [] Δέκιος ἔτος α, 918 [] Αὐριλλιανὸς ἔτη 2, [] Πρόβος ἔτη ζ, [] Κάρος ἔτη β, [] Διοκλητιανὸς (καὶ [] Μαξιμιανὸς ἔτη) κ. [ια] Ἀρχὴ [τῆς] Χριστιανῶν βασιλείας· [] Κωνσταντῖνος ὁ Μέγας ἔτη λβ. Τῷ ιβ ἔτει τῆς αὐτοῦ βασιλείας γέγονεν ἡ ἐν Νικαίᾳ συνόδος ἐν ἔτει τιη ἀπὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου. Ἐτελεύτησε δὲ ὁ μέγας Κωνσταντῖνος ἐτῶν ξθ, καταλείψας γ υἱοὺς, [] Κώνσταντα, [] Κωνσταντῖνον καὶ [] Κωνστάντιον.
PG 110:1283(Ἐν μὲν τῇ Ῥώμῃ ἐβασίλευσεν Κώνστανς, ἐν δὲ τῇ νέᾳ Ῥώμῃ Κωνσταντῖνος, ἐν Ἀντιοχείᾳ Κωνστάντιος), οἵτινες ἐβασίλευσαν ἔτη κδ, [] Ἰουλιανὸς ὁ Παραβάτης ἔτη β, [] Ἰουβιανὸς μῆνας θ, [] Οὐαλεντινιανὸς ὁ Μέγας ἔτη ι, [] Οὐάλις (ἔτη δ), [] Γρατιανὸς 2, [] Οὐαλεντινιανὸς (ὁ Μικρὸς ἔτη) ιε, [] Θεοδόσιος ὁ Μέγας ἔτη ι, ἐφ’ οὗ γέγονεν ἡ β σύνοδος (ἐν ΚΠ.), [] Ἀρκάδιος (ὁ υἱὸς Θεοδοσίου ἔτη) δ, [] Θεοδόσιος ὁ Μικρὸς ἔτη μβ, ἐφ’ οὗ γέγονεν ἡ γ σύνοδος (ἐν Ἐφέσῳ), [] Μαρκιανὸς ἔτη 2, ἐφ’ οὗ ἡ δ σύνοδος γέγονεν (ἐν Καλχηδόνι), [] Λέων ὁ Μέγας ἔτη ιη, [] Ζήνων ἔτη ιζ [] Ἀναστάσιος ἔτη κζ, [] Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θ, [] Ἰουστῖνος ἄλλος ἔτη ιγ, ἐφ’ οὗ ἡ ε σύνοδος γέγονεν (ἐν ΚΠ.), [] Τιβέριος ἔτη γ, [] Μαυρίκιος ἔτη κ, [] Φωκᾶς ἔτη η, [] Ἡράκλειος ἔτη λ, [] Κώνστανς υἱὸς Ἡρακλείου ἔτη (κζ), [] Κωνσταντῖνος ἔγγονος Ἡρακλείου ἔτη ιζ, [] Ἰουστινιανὸς (ὁ υἱὸς αὐτοῦ ἔτη) ι, [] Λεόντιος ἔτη γ, [] Τιβέριος ὁ καὶ Ἀψίμαρος ἔτη ζ, Ἰουστινιανὸς (τὸ β ἔτη) 2, [] Φιλιππικὸς ἔτη β, [] Ἀναστάσιος ὁ 919 καὶ Ἀρτέμιος ἔτη β, [] Θεοδόσιος ἔτος α, [] Λέων ὁ καὶ Κόνων, πρῶτος τῶν εἰκονομάχων (ἔτη κε, μῆνας γ), [] Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτη η, [] Λέων ὁ υἱὸς Κωνσταντίνου ἔτη ε, [] Κωνσταντῖνος σὺν τῇ ὀρθοδόξῳ μητρὶ αὐτοῦ Εἰρήνῃ ἔτη ι.
Τούτων (ἔτος η) γέγονεν ἡ ἐν Νικαίᾳ σύνοδος τὸ β. [] Κωνσταντῖνος μόνος ἔτη η, [] ἡ μήτηρ αὐτοῦ Εἰρήνη πάλιν ἔτη ε μῆνας β, [] Νικηφόρος ἔτη ζ (μῆνας θ), [] Σταυράκιος (ὁ υἱὸς αὐτοῦ ἔτος) α μῆνα α, [] Μιχαὴλ ἔτος α μῆνας θ, [] Λέων ἔτη ζ μῆνας ε, [] Μιχαὴλ ἔτη η μῆνας θ, [] Θεόφιλος ἔτη ιβ μῆνας γ. [ιβ] [] Θεοδώρα ἡ γυνὴ αὐτοῦ καὶ Μιχαὴλ ὁ υἱὸς αὐτοῦ ἔτη (κ ), [] [β) Βασίλειος ὁ Μακεδὼν ἔτη ιθ, [] Λέων ὁ υἱὸς αὐτοῦ ἔτη κζ, [] Ἀλέξανδρος [ὁ ἀδελφὸς Λέοντος] ἔτος α μῆνα α, [] Κωνσταντῖνος, ὁ υἱὸς Λέοντος, μετὰ τῆς μητρὸς αὐτοῦ Ζωῆς ἔτη ζ, [] Ῥωμανὸς ὁ Ἀρμενιακὸς, ὁ πενθερὸς αὐτοῦ τοῦ Κωνσταντίνου, ἔτη [κ]ζ, [] Κωνσταντῖνος ὁ βασιλεὺς πορφυρογέννητος, αὐτοῦ τὸ β, ἔτη ιε, [] Ῥωμανὸς ὁ υἱὸς Κωνσταντίνου ἔτη γ μῆνας δ, [] Βασίλειος καὶ Κωνσταντῖνος οἱ υἱοὶ Ῥωμανοῦ μετὰ τῆς μητρὸς αὐτῶν Θεοφανοῦς, μῆνας 2, [] Νικηφόρος Καππάδοξ ὁ Φωκᾶς ὁ εὐσεβὴς καὶ φιλοδίκαιος, ἔτη 2 μῆνας δ, [] Ἰω.
PG 110:1285ὁ Τζιμισχῆς ἔτη γ, [] Βασίλειος ὁ υἱὸς Ῥωμανοῦ τοῦ ποιήσαντος τὰ ἰσοκοδ[ίκια] καὶ τὴν μεγάλην νεαρὰν, ἐβασίλευσε τὸ β, ἔτη νγ, [] Κωνσταντῖνος ὁ ἀδελφὸς αὐτοῦ ἔτη γ, [] Ῥωμανὸς ὁ Ἀργυρὸς ἐν τῇ κολυμβήθρᾳ τῶν Βλαχερνῶν πνιγεὶς, ἔτη [ε], [] Μιχαὴλ ὁ Παφλαγὼν διὰ συνεργείας Ἰωάννου ἀδελφοῦ αὐτοῦ ὀρφανοτρόφου, ἔτη ζ μῆνας γ, [] Μιχαὴλ ὁ ἀπὸ Καισαρείας, ὁ ἀνεψιὸς αὐτοῦ ὁ Καλαφάτος, ὁ τυφλωθεὶς ἐν τῷ Σίγματι παρὰ Νικολάου ἐπάρχου τοῦ καὶ παρακοιμωμένου καὶ τῶν λοιπῶν ἀρχόντων, μῆνας θ, [] Κωνσταντῖνος ὁ Μονομάχος 920 ἔτη ιβ μῆνας 2, [] Μιχαὴλ ὁ ἀπὸ Βασιλ[είου] ἔτος α, [] Θεοδώρα ἡ Πορφυρογέννητος, ἔτη β. [] Ἰσαάκιος ὁ Κομνηνὸς ἔτη γ, καὶ νοσήσας ἀπεκάρη προβαλλόμενος βασιλέα Κωνσταντῖνον τὸν Δοῦκα, αὐτὸς δὲ ἐμονάχησεν ἐν τοῖς Στουδίου. [] Κωνσταντῖνος ὁ Δοῦκας ἔτη η μῆνας γ, καὶ τελευτῶν κατέλιπε βασιλεύειν μετὰ φρικτῶν ὅρκων καὶ ἰδιοχείρων συνόδου τε καὶ τῆς συγκλήτου τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας. [] Εὐδοκία ἡ τοῦ Δουκὸς ἐβασίλευσε μετὰ τῶν τέκνων αὐτῆς ἔτη γ, καὶ ἔλαβεν ἄνδρα τὸν Διογένην ἀναγορεύσασα τοῦτον βασιλέα·
[] καὶ ἐκράτησεν ἀπὸ Ἰανουαρίου μηνὸς ἔτους φο· ὁ αὐτὸς Ῥωμανὸς ὁ Διογένης ἐβασίλευσε χρόνους γ· στρατεύσας δὲ κατὰ Περσῶν διαφόρως, ἐν τῇ γ αὐτοῦ ἐκστρατείᾳ ἐκρατήθη αἰχμάλωτος παρὰ τοῦ Σουλτάνου τῶν Τούρκων. [] Τοῦτο δὲ μαθοῦσα Εὐδοκία ἡ δέσποινα γράφει πρὸς τὰ θέματα καὶ τὰ κάστρα τοῦ μὴ δέξασθαι αὐτὸν, εἰ διασωθείη ἀπὸ τῆς αἰχμαλωσίας, ἀλλ’ ἐξουθενεῖν αὐτὸν καὶ ἀποβδελύττεσθαι. [] Καὶ αὖθις ἀπεκατεστάθη Μιχαὴλ ὁ Δοῦκας ἅμα τῇ μητρὶ αὐτοῦ Εὐδοκίᾳ, [] ἣν καὶ καταβιβάσας τοῦ παλατίου ἀπέκειρε μοναχὴν, μοναρχήσας αὐτὸς καταλειφθείς. Καὶ κρατήσας χρόνους ι καταβιβάζεται παρὰ Νικηφόρου τοῦ Βοτονιάτου, ὃς καὶ ἐκράτησε χρόνους γ, καὶ κατεβιβάσθη παρὰ τοῦ κυρίου Ἀλεξίου, [] ὃς καὶ ἐβασίλευσε κατὰ τὴν β τοῦ Ἀπριλλίου μηνὸς ἰνδ. δ τοῦ φπθ ἔτους, καὶ ἐβασίλευσεν ἔτη λζ μῆνας ε. [] Ἰω. ὁ Πορφυρογέννητος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσε μηνὶ Αὐγούστῳ, ἰνδ. ια ἔτους χκ, καὶ ἐβασίλευσεν ἔτη κε. [Ἔστι] δ[ὲ] καὶ [τοῦτο περὶ τῶν βασιλέων τῶν Ῥωμ.] γεγραμμένον· Ῥομφαία Ῥωμανὸς Νικητοῦ 10 Νικηφόρος ἰωμένη Ἰω.
Τζιμισκῆς [β]λάπτουσα Βασίλειος κόσμον·10 Κωνσταντῖνος ῥόπαλον,10 Ῥωμανὸς μικρὸν Μιχαὴλ μικρὸν 10 Μιχαὴλ κόσμου Κωνσταντῖνος 11 λύτρα [Μιχαὴλ ] φέρεις. Ἀπὸ τοῦ κυρίου Ἀλεξίου 921 Κομνηνοῦ γ εἰσὶν ἕτεραι βασιλεῖαι, ὧν ὁ ἀριθμὸς ἀποκεκρυμμένος τυγχάνει· τελευταῖον, ὡς τὸ ἱστορικόν φησιν, ἀπὸ τῶν ὧδε μέχρι τῆς συντελείας διὰ η λέγοντ[αι]· εἰ[σὶν] αἱ τῶν μελλόντων βασιλεῖαι, [αἱ] τοῦ Ἀντιχρίστου, ἕτερος ἱστορικός φησιν· [καὶ] ὁμοῦ τὸ [τῶν βασιλέων] ρα... ! ἔλαβα !!!ρρ!!ει νοεμβρίου [ἔτει] λθ νώκαρα τὸν πολέμιον ἐπὶ ἔτος χξα. νοεμβρίῳ ι[γ] ἡμέρᾳ Παρασκευῆς. [ νο. 1153, ενερις διε].
Page scan enlarged

Notebook

Full View