PG 31Basil the Great
On Fasting (Homily 1)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:164ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΛΟΓΟΣ Α. Σαλπίσατε, φησὶν, ἐν νεομηνίᾳ, σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Τοῦτο πρόσταγμα ἐστι προφητικόν. Ἡμῖν δὲ πάσης σάλπιγγος μεγαλοφωνότερον, καὶ παντὸς ὀργάνου μουσικοῦ εὐσημότερον, τὴν προάγουσαν τῶν ἡμερῶν ἑορτὴν ὑποσημαίνει τὰ ἀναγνώσματα. Ἐγνωρίσαμεν γὰρ τῶν νηστειῶν τὴν χάριν ἐκ τοῦ Ἡσαί̈ου, τὸν μὲν Ἰουδαϊκὸν τῆς νηστείας τρόπον παρωσαμένου, τὴν δὲ ἀληθινὴν νηστείαν ἡμῖν παραδείξαντος. Μὴ εἰς κρίσεις καὶ μάχας νηστεύετε, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας. Καὶ ὁ Κύριος· Μὴ γίνεσθε σκυθρωποὶ, ἀλλὰ νίψαι σου τὸ πρόσωπον καὶ ἄλειψαί σου τὴν κεφαλήν. Διατεθῶμεν τοίνυν, ὡς ἐδιδάχθημεν, μὴ κατασκυθρωπάζοντες ἐπὶ ταῖς προσιούσαις ἡμέραις, ἀλλὰ φαιδρῶς πρὸς αὐτὰς, ὡς πρέπει ἁγίοις, διατιθέμενοι. Οὐδεὶς ἀθυμῶν στεφανοῦται· οὐδεὶς στυγνάζων τρόπαιον ἵστησι. Μὴ σκυθρωπάσῃς θεραπευόμενος. Ἄτοπον μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς, ἀλλὰ λυπεῖσθαι ἐπὶ βρωμάτων ὑπαλλαγῇ, καὶ πλείονα χάριν φαίνεσθαι διδόντας ἡδονῇ γαστρὸς ἢ ἐπιμελείᾳ ψυχῆς. Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησι·
νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Εὐθύμησον, ὅτι σοι δέδοται παρὰ τοῦ ἰατροῦ φάρμακον ἁμαρτίας ἀναιρετικόν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς ἐγκάτοις τῶν παίδων ζωογονούμενοι σκώληκες φαρμάκοις τισὶ δριμυτάτοις ἐξαφανίζονται, οὕτως ἁμαρτίαν, ὑποικουροῦσαν τῷ βάθει, ἐναποκτείνει τῇ ψυχῇ ἐπεισελθοῦσα νηστεία, ἥγε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξία. Ἄλειψαί σου τὴν κεφαλὴν, καὶ νίψαι τὸ πρόςωπον. Ἐπὶ μυστήριά σε καλεῖ ὁ λόγος. Ὁ ἀλειψάμενος ἐχρίσατο· ὁ νιψάμενος ἀπεπλύνατο. Ἐπὶ τὰ ἔνδον λάμβανε τῶν μελῶν τὴν νομοθεσίαν. Ἀπόπλυνε τὴν ψυχὴν ἁμαρτημάτων. Χρῖσαι τὴν κεφαλὴν χρίσματι ἁγίῳ, ἵνα μέτοχος γένῃ Χριστοῦ, καὶ οὕτω πρόσελθε τῇ νηστείᾳ. Μὴ ἀφανίσῃς τὸ πρόςωπόν σου ὥσπερ οἱ ὑποκριταί. Ἀφανίζεται πρόςωπον, ὅταν ἡ ἔνδον διάθεσις ἐπιπλάστῳ σχήματι τῷ ἔξωθεν ἐπισκοτῆται, ὥσπερ ὑπὸ παραπετάσματι τῷ ψεύδει καλυπτομένη. Ὑποκριτής ἐστιν ὁ ἐν θεάτρῳ ἀλλότριον πρόσωπον ὑπελθών· δοῦλος ὢν, πολλάκις τὸ τοῦ δεσπότου, καὶ ἰδιώτης, τὸ τοῦ βασιλέως.
PG 31:165Οὕτω καὶ ἐν τῷ βίῳ τούτῳ, ὥσπερ ἐπὶ ὀρχήστρας τῆς ἑαυτῶν ζωῆς οἱ πολλοὶ θεατρίζουσιν, ἄλλα μὲν ἐν τῇ καρδίᾳ φέροντες, ἄλλα δὲ ἐν τῇ ἐπιφανείᾳ τοῖς ἀνθρώποις δεικνύντες. Μὴ ἀφάνιζε οὖν τὸ πρόσωπον. Οἷος εἶ, τοιοῦτος φαίνου· μὴ κατασχηματίζου σεαυτὸν πρὸς τὸ σκυθρωπὸν, τὴν ἐκ τοῦ δοκεῖν ἐγκρατὴς εἶναι δόξαν θηρώμενος. Οὔτε γὰρ εὐποιίας σαλπιζομένης ὄφελος, καὶ νηστείας δημοσιευομένης κέρδος οὐδέν. Τὰ γὰρ ἐπιδεικτικῶς γινόμενα οὐ πρὸς τὸν αἰῶνα τὸν μέλλοντα τὸν καρπὸν ἐκτείνει, ἀλλ’ εἰς τὸν τῶν ἀνθρώπων ἔπαινον καταστρέφει. Πρόςδραμε τοίνυν φαιδρῶς τῇ δωρεᾷ τῆς νηστείας. Ἀρχαῖον δῶρον ἡ νηστεία· οὐ παλαιούμενον καὶ γηράσκον, ἀλλ’ ἀνανεούμενον ἀεὶ, καὶ εἰς ἀκμὴν ἐπανθοῦν. Οἴει με τὴν ἀρχαιογονίαν αὐτῆς ἀπὸ τοῦ νόμου τίθεσθαι; Καὶ νόμου πρεσβυτέρα νηστεία. Ἐὰν μικρὸν ἀναμείνῃς, εὑρήσεις τοῦ λόγου τὴν ἀλήθειαν. Μὴ οἴου τὴν ἡμέραν τοῦ ἱλασμοῦ, τὴν διατεταγμένην τῷ Ἰσραὴλ τῷ ἑβδόμῳ μηνὶ, τῇ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, ταύτην εἶναι τῆς νηστείας τὴν ἀρχήν. Δεῦρο δὴ διὰ τῆς ἱστορίας βαδίζων, ἀνερεύνησον τὴν ἀρχαιογονίαν αὐτῆς. Οὐ γὰρ νεώτερον τὸ ἐφεύρεμα· πατέρων ἐστὶ τὸ κειμήλιον.
Πᾶν τὸ ἀρχαιότητι διαφέρον, αἰδέσιμον. Δυσωπήθητι τὴν πολιὰν τῆς νηστείας. Συνηλικιῶτίς ἐστι τῆς ἀνθρωπότητος· νηστεία ἐν τῷ παραδείσῳ ἐνομοθετήθη. Τὴν πρώτην ἐντολὴν ἔλαβεν Ἀδάμ· Ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε. Τὸ δὲ, οὐ φάγεσθε, νηστείας ἐστὶ καὶ ἐγκρατείας νομοθεσία. Εἰ ἐνήστευσεν ἀπὸ τοῦ ξύλου ἡ Εὔα, οὐκ ἂν ταύτης νῦν ἐδεόμεθα τῆς νηστείας. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Ἐκακώθημεν διὰ τῆς ἁμαρτίας· ἰαθῶμεν διὰ τῆς μετανοίας· μετάνοια δὲ χωρὶς νηστείας ἀργή. Ἐπικατάρατος ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Στυγνάζειν προσετάχθης, μὴ γὰρ τρυφᾷν. Διὰ νηστείας ἀπολόγησαι τῷ Θεῷ. Ἀλλὰ καὶ ἡ ἐν παραδείσῳ διαγωγὴ νηστείας ἐστὶν εἰκὼν, οὐ μόνον καθότι τοῖς ἀγγέλοις ὁμοδίαιτος ὢν ὁ ἄνθρωπος, διὰ τῆς ὀλιγαρκίας τὴν πρὸς αὐτοὺς ὁμοίωσιν κατώρθου, ἀλλ’ ὅτι καὶ ὅσα ὕστερον ἡ ἐπίνοια τῶν ἀνθρώπων ἐξεῦρεν, οὔπω τοῖς ἐν τῷ παραδείσῳ διαιτωμένοις ἐπενενόητο· οὔπω οἰνοποσίαι, οὔπω ζωοθυσίαι, οὐχ ὅσα τὸν νοῦν ἐπιθολοῖ τὸν ἀνθρώπινον. Ἐπειδὴ οὐκ ἐνηστεύσαμεν, ἐξεπέσομεν τοῦ παραδείσου·
PG 31:167νηστεύσωμεν τοίνυν, ἵνα πρὸς αὐτὸν ἐπανέλθωμεν. Οὐχ ὁρᾷς τὸν Λάζαρον, πῶς διὰ νηστείας εἰςῆλθεν εἰς τὸν παράδεισον; Μὴ μιμήσῃ τῆς Εὔας τὴν παρακοὴν, μὴ πάλιν σύμβουλον παραδέξῃ τὸν ὄφιν, φειδοῖ τῆς σαρκὸς τὴν βρῶσιν ὑποτιθέμενον. Μὴ προφασίζου ἀῤῥωστίαν σώματος καὶ ἀδυναμίαν. Οὐ γὰρ ἐμοὶ τὰς προφάσεις, ἀλλὰ τῷ εἰδότι λέγεις. Νηστεύειν οὐ δύνασαι (εἰπέ μοι); κορέννυσθαι δὲ διὰ βίου, καὶ συντρίβειν τὸ σῶμα τῷ βάρει τῶν ἐσθιομένων δύνασαι; Καὶ μὴν τοῖς ἀσθενοῦσιν οὐχὶ βρωμάτων ποικιλίαν, ἀλλ’ ἀσιτίαν καὶ ἔνδειαν οἶδα τοὺς ἰατροὺς ἐπιτάσσοντας. Πῶς οὖν ὁ ταῦτα δυνάμενος, ἐκεῖνα προφασίζῃ μὴ δύνασθαι; Τί εὐκοπώτερον τῇ γαστρί; λιτότητι διαίτης παρενεγκεῖν τὴν νύκτα, ἢ δαψιλείᾳ βρωμάτων βεβαρημένην κεῖσθαι; μᾶλλον δὲ μηδὲ κεῖσθαι, ἀλλὰ πυκνὰ μεταστρέφεσθαι διαῤῥηγνυμένην καὶ στένουσαν; εἰ μὴ καὶ τοὺς κυβερνήτας φήσεις βαρυνομένην τοῖς ἀγωγίμοις ὁλκάδα εὐκολώτερον σώζειν τῆς εὐσταλεστέρας καὶ κούφης. Τὴν μὲν γὰρ πεπιεσμένην τῷ πλήθει βραχεῖα κύματος ἐπανάστασις κατεβάπτισεν·
ἡ δὲ συμμέτρως τῶν ἀγωγίμων ἔχουσα ῥᾳδίως ὑπεραίρει τοῦ κλύδωνος, οὐδενὸς ἐμποδίζοντος αὐτὴν ὑψηλοτέραν γενέσθαι. Καὶ τοίνυν τὰ τῶν ἀνθρώπων σώματα, συνεχεῖ μὲν τῷ κόρῳ καταβαρυνόμενα, εὐκόλως ὑποβρύχια ταῖς ἀῤῥωστίαις γίνεται· εὐσταλεῖ δὲ καὶ κούφῃ τῇ τροφῇ κεχρημένα, καὶ τὸ προσδοκώμενον ἐκ νόσου κακὸν ὥσπερ χειμῶνος ἐπανάστασιν ὑπεξέφυγε, καὶ τὸ ἤδη παρὸν ὀχληρὸν ὥσπερ τινὰ σπιλάδος ἐπιδρομὴν διεκρούσατο. Ἦπου καὶ τὸ ἡσυχάζειν κατὰ σὲ τοῦ τρέχειν ἐπιπονώτερον, καὶ τοῦ παλαίειν τὸ ἠρεμεῖν· εἴπερ οὖν καὶ τὸ τρυφᾷν τοῦ λιτῶς διαιτᾶσθαι τοῖς ἀσθενοῦσι φῂς εἶναι καταλληλότερον. Ἦ γὰρ οἰκονομοῦσα τὸ ζῶον δύναμις αὐτάρκειαν μὲν καὶ λιτότητα ῥᾳδίως κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων παραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας οὐκ ἐξαρκέσασα, τὰ ποικίλα γένη τῶν νοσημάτων ἐποίησεν. Ἀλλ’ ἐπὶ τὴν ἱστορίαν βαδιζέτω ὁ λόγος, τὸ ἀρχαῖον τῆς νηστείας διεξιών· καὶ ὅπως πάντες οἱ ἅγιοι, ὥσπερ τινὰ κλῆρον πατρῷον διαδεξάμενοι, οὕτω διεφύλαξαν, πατὴρ παιδὶ παραδιδόντες· ὅθεν καὶ εἰς ἡμᾶς ἀκολουθίᾳ διαδοχῆς διεσώθη τὸ κτῆμα.
PG 31:169Οὐκ ἦν ἐν τῷ παραδείσῳ οἶνος, οὔπω ζωοθυσίαι, οὔπω κρεωφαγίαι. Μετὰ τὸν κατακλυσμὸν οἶνος· μετὰ τὸν κατακλυσμὸν, Φάγεσθε πάντα ὡς λάχανα χόρτου. Ὅτε ἀπεγνώσθη ἡ τελείωσις, τότε συνεχωρήθη ἡ ἀπόλαυσις. Δεῖγμα δὲ τῆς τοῦ οἴνου ἀπειρίας Νῶε ἀγνοῶν τοῦ οἴνου τὴν χρῆσιν. Οὔπω γὰρ εἰς τὸν βίον παρεληλύθει, οὐδ’ ἐτέτριπτο ἐν τῇ συνηθείᾳ τῇ τῶν ἀνθρώπων. Οὔτε οὖν ἄλλον τεθεαμένος, οὔτε αὐτὸς πειραθεὶς, τῇ ἀπ’ αὐτοῦ βλάβῃ περιέπεσεν ἀφυλάκτως· Ἐφύτευσε γὰρ ἄμπελον Νῶε, καὶ ἔπιεν ἀπὸ τοῦ καρποῦ, καὶ ἐμεθύσθη, οὐχὶ τῷ πάροινος εἶναι, ἀλλὰ τῷ ἄπειρος εἶναι τῶν μέτρων τῆς μεταλήψεως. Οὕτω νεαρώτερον παραδείσου τὸ εὕρημα τῆς οἰνοποσίας, καὶ οὕτως ἀρχαῖον τὸ τῆς νηστείας σεμνόν. Ἀλλὰ καὶ Μωϋσέα διὰ νηστείας ἔγνωμεν προσβαλόντα τῷ ὄρει. Οὐ γὰρ ἂν κατετόλμησε καπνιζομένης τῆς κορυφῆς, οὐδ’ ἂν ἐθάρσησεν εἰσελθεῖν εἰς τὸν γνόφον, εἰ μὴ νηστείᾳ καθώπλιστο. Διὰ νηστείας τὴν ἐντολὴν ὑπεδέξατο δακτύλῳ Θεοῦ γραφεῖσαν ἐν ταῖς πλαξί. Καὶ ἄνω μὲν ἡ νηστεία νομοθεσίας πρόξενος ἦν, κάτω δὲ ἡ γαστριμαργία εἰς εἰδωλολατρείαν ἐξέμηνεν· Ἐκάθισε γὰρ ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.
Τεσσαράκοντα ἡμερῶν προσεδρίαν νηστεύοντος καὶ δεομένου τοῦ θεράποντος ἄχρηστον ἀπέδειξεν οἰνοφλυγία μία. Ἃς γὰρ ἡ νηστεία ἔλαβε πλάκας δακτύλῳ Θεοῦ γεγραμμένας, ταύτας ἡ μέθη συνέτριψεν, οὐκ ἄξιον κρίναντος τοῦ προφήτου μεθύοντα λαὸν νομοθετεῖσθαι παρὰ τοῦ Θεοῦ. Ἐν μιᾷ καιροῦ ῥοπῇ διὰ γαστριμαργίας ὁ λαὸς ἐκεῖνος ὁ τὸν Θεὸν διὰ τῶν μεγίστων τεραστίων δεδιδαγμένος, εἰς τὴν Αἰγυπτίων εἰδωλομανίαν ἐξεκυλίσθη. Παράλληλα θὲς ἀμφότερα· πῶς νηστεία Θεῷ προσάγει, καὶ πῶς τρυφὴ τὴν σωτηρίαν προδίδωσι. Κατάβα ὁδῷ βαδίζων ἐπὶ τὰ κάτω. Τί τὸν Ἡσαῦ ἐβεβήλωσε, καὶ δοῦλον ἐποίησε τοῦ ἀδελφοῦ; Οὐ βρῶσις μία, δι’ ἣν ἀπέδοτο τὰ πρωτοτόκια; Τὸν δὲ Σαμουὴλ οὐχ ἡ μετὰ νηστείας προσευχὴ ἐχαρίσατο τῇ μητρί; Τί τὸν μέγαν ἀριστέα τὸν Σαμψὼν ἀκαταγώνιστον ἀπειργάσατο; Οὐχ ἡ νηστεία, μεθ’ ἧς ἐν τῇ γαστρὶ τῆς μητρὸς συνελήφθη; Νηστεία αὐτὸν ἐκύησε· νηστεία αὐτὸν ἐτιθηνήσατο· νηστεία αὐτὸν ἤνδρωσεν, ἣν ὁ ἄγγελος διετάξατο τῇ μητρί· Ὅσα ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ μὴ φάγῃ, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ. Νηστεία προφήτας γεννᾷ, δυνατοὺς ῥώννυσι·
PG 31:171νηστεία νομοθέτας σοφίζει, ψυχῆς ἀγαθὸν φυλακτήριον, σώματι σύνοικος ἀσφαλὴς, ὅπλον ἀριστεύουσιν, ἀθληταῖς γυμνάσιον. Τοῦτο πειρασμοὺς ἀποκρούεται, τοῦτο ἀλείφει πρὸς εὐσέβειαν, νήψεως σύνοικος, σωφροσύνης δημιουργός. Ἐν πολέμοις ἀνδραγαθεῖ, ἐν εἰρήνῃ ἡσυχίαν διδάσκει. Τὸν Ναζιραῖον ἁγιάζει, τὸν ἱερέα τελειοῖ. Οὐ γὰρ δυνατὸν ἄνευ νηστείας ἱερουργῖας κατατολμῆσαι, οὐ μόνον ἐν τῇ μυστικῇ νῦν καὶ ἀληθινῇ λατρείᾳ, ἀλλὰ καὶ ἐν τῇ τυπικῇ τῇ κατὰ τὸν νόμον προσαγομένῃ. Αὕτη θεατὴν ἐποίησε τοῦ μεγάλου θεάματος τὸν Ἠλίαν· τεσσαράκοντα γὰρ ἡμέραις νηστείᾳ τὴν ψυχὴν ἀποκαθάρας, οὕτως ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξιώθη, ὡς δυνατόν ἐστιν ἰδεῖν ἀνθρώπῳ, τὸν Κύριον. Νηστεύων ἀπέδωκε τῇ χήρᾳ τὸν παῖδα, ἰσχυρὸς φανεὶς κατὰ τοῦ θανάτου διὰ νηστείας. Ἀπὸ νηστεύοντος στόματος φωνὴ ἐξελθοῦσα ἀπέκλεισε τῷ παρανομοῦντι λαῷ τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἕξ. Ἵνα γὰρ μαλάξῃ τὴν ἀδάμαστον καρδίαν τῶν σκληροτραχήλων, εἵλετο καὶ ἑαυτὸν τῇ κακοπαθείᾳ συγκαταδικάσαι. Διὰ τοῦτο, Ζῇ Κύριος, ἔφη, εἰ ἔσται ὕδωρ ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου.
Καὶ ἐπήγαγε παντὶ τῷ λαῷ νηστείαν διὰ τοῦ λιμοῦ, ὥστε τὴν ἐκ τῆς τρυφῆς καὶ τοῦ ἀνειμένου βίου κακίαν ἐπανορθώσασθαι. Ἑλισσαίῳ δὲ ποταπὸς ὁ βίος; πῶς μὲν παρὰ τῇ Σουναμίτιδι τῆς ξενίας ἀπέλαυσε; πῶς δὲ αὐτὸς τοὺς προφήτας ἐδεξιοῦτο; Οὐχὶ λάχανα ἄγρια καὶ ἀλεύρου βραχὺ τὴν φιλοξενίαν ἐπλήρου; ὅτε, καὶ τῆς τολύπης συμπαραληφθείσης, κινδυνεύειν ἔμελλον οἱ ἁψάμενοι, εἰ μὴ τῇ εὐχῇ τοῦ νηστευτοῦ ἠμαυρώθη τὸ δηλητήριον. Καὶ ἁπαξαπλῶς εὕροις ἂν τὴν νηστείαν πάντας τοὺς ἁγίους εἰς τὴν κατὰ Θεὸν πολιτείαν χειραγωγήσασαν. Ἔστι τις φύσις σώματος, ἣν καλοῦσιν ἀμίαντον, ἀνάλωτος πυρὶ, ἥτις, ἐν μὲν τῇ φλογὶ κειμένη, ἀπηνθρακῶσθαι δοκεῖ, ἐξαιρεθεῖσα δὲ τοῦ πυρὸς, ὡς ὕδατι λαμπρυνθεῖσα, καθαρωτέρα γίνεται. Τοιαῦτα ἦν τὰ τῶν τριῶν παίδων ἐκείνων σώματα ἐπὶ τῆς Βαβυλωνίας ἐκ τῆς νηστείας ἔχοντα τὸ ἀμίαντον. Ἐν γὰρ τῇ μεγάλῃ φλογὶ τῆς καμίνου, οἱονεὶ χρυσοῖ τὴν φύσιν ὄντες, οὕτω κρείττους τῆς ἀπὸ τοῦ πυρὸς διεδείκνυντο βλάβης. Ἦπου καὶ χρυσοῦ δυνατώτεροι διεδείκνυντο· οὐ γὰρ ἐχώνευεν αὐτοὺς τὸ πῦρ, ἀλλ’ ἐφύλασσεν ἀκεραίους.
PG 31:173Καίτοι οὐδὲν ἂν ἐκείνην τότε τὴν φλόγα ὑπέστη, ἣν νάφθα καὶ πίσσα καὶ κληματίδες ἔτρεφον, ὡς ἐπὶ τεσσαρακονταεννέα πήχεις αὐτὴν διαχεῖσθαι, καὶ τὰ κύκλῳ αὐτῆς ἐπινεμομένην πολλοὺς τῶν Χαλδαίων ἐξαναλῶσαι. Ἐκείνην τοίνυν τὴν πυρκαϊὰν μετὰ νηστείας εἰσελθόντες κατεπάτουν οἱ παῖδες, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν οὕτω λάβρῳ πυρὶ ἀναπνέοντες. Οὐδὲ γὰρ τῶν τριχῶν τὸ πῦρ κατετόλμησε, διὰ τὸ ὑπὸ νηστείας αὐτὰς ἐκτραφῆναι. Δανιὴλ δὲ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν, ὁ τρεῖς ἑβδομάδας ἄρτον μὴ φαγὼν, καὶ ὕδωρ μὴ πιὼν, καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξε, κατελθὼν εἰς τὸν λάκκον. Ὥσπερ γὰρ ἐκ λίθου ἢ χαλκοῦ, ἢ ἄλλης στεῤῥοτέρας τινὸς ὕλης συμπεπηγότι. ἐμβαλεῖν οὐκ εἶχον τοὺς ὀδόντας οἱ λέοντες. Οὕτως οἱονεὶ βαφὴ σιδήρου τὸ σῶμα τοῦ ἀνδρὸς ἡ νηστεία στομώσασα, ἀδάμαστον ἐποίει τοῖς λέουσιν· οὐ γὰρ ἤνοιγον κατὰ τοῦ ἁγίου τὸ στόμα. Νηστεία ἔσβεσε δύναμιν πυρὸς, ἔφραξε στόματα λεόντων. Νηστεία προσευχὴν εἰς οὐρανὸν ἀναπέμπει, οἱονεὶ πτερὸν αὐτῇ γινομένη πρὸς τὴν ἄνω πορείαν.
Νηστεία οἴκων αὔξησις, ὑγείας μήτηρ, νεότητος παιδαγωγὸς, κόσμος πρεσβύταις, ἀγαθὴ συνέμπορος ὁδοιπόροις, ἀσφαλὴς ὁμόσκηνος τοῖς συνοίκοις. Οὐχ ὑποπτεύει γάμων ἐπιβουλὴν ὁ ἀνὴρ, νηστείαις ὁρῶν τὴν γυναῖκα συζῶσαν. Οὐ τήκεται ζηλοτυπίαις γυνὴ, τὸν ἄνδρα βλέπουσα νηστείαν καταδεχόμενον. Τίς τὸν ἑαυτοῦ οἶκον ἠλάττωσεν ἐν νηστείᾳ; Ἀρίθμησον σήμερον τὰ ἔνδον, καὶ ἀρίθμησον μετὰ ταῦτα· οὐδὲν διὰ τὴν νηστείαν λείψει τῶν ἐν τῷ οἴκῳ. Οὐδὲν ζῶον ὀδύρεται θάνατον, οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερομένη κατὰ τῶν ζώων. Πέπαυται μαγείρων ἡ μάχαιρα· ἡ τράπεζα ἀρκεῖται τοῖς αὐτομάτοις. Τὸ Σάββατον ἐδόθη τοῖς Ἰουδαίοις, ἵνα ἀναπαύσηται, φησὶ, τὸ ὑποζύγιόν σου καὶ ὁ παῖς σου. Γινέσθω ἡ νηστεία ἀνάπαυσις ἐκ τῶν συνεχῶν πόνων τοῖς διὰ τοῦ ἐνιαυτοῦ παντὸς ὑπηρετοῦσιν οἰκέταις. Ἀνάπαυσόν σου τὸν μάγειρον, δὸς ἄδειαν τῷ τραπεζοποιῷ· στῆσον τὴν χεῖρα τῷ οἰνοχόῳ· παυσάσθω ποτὲ καὶ ὁ τὰς ποικιλίας τῶν πεμμάτων ἐπιτηδεύων.
PG 31:175Ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ, καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. Πάντως ποτὲ καὶ οἱ φορολόγοι τοῖς ὑποχειρίοις ἐλευθεριάσαι μικρὸν ἐπιτρέπουσι. Δότω τινὰ ἐκεχειρίαν καὶ ἡ γαστὴρ τῷ στόματι, σπεισάσθω ἡμῖν πενθημέρους σπονδὰς, ἡ ἀεὶ ἀπαιτοῦσα καὶ οὐδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπιλανθάνεται τῶν δογμάτων. Νηστεία δανείου φύσιν οὐκ οἶδεν· οὐκ ὄζει τόκων τράπεζα τοῦ νηστεύοντος· οὐκ ἄγχουσιν ὀρφανὸν νηστευτοῦ παῖδα τόκοι πατρῷοι, ὥσπερ ὄφεις περιπλεκόμενοι. Καὶ ἄλλως δὲ ἀφορμὴ εἰς εὐφροσύνην ἐστὶ τὸ νηστεύειν. Ὡς γὰρ ἡ δίψα ἡδὺ τὸ ποτὸν εὐτρεπίζει, καὶ λιμὸς ἡγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν· οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν νηστεία φαιδρύνει. Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα, καὶ τὸ συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν μετάληψιν φανῆναι ποιήσει ὥσπερ ἀπόδημον.
Ὥστε, εἰ βούλει σεαυτῷ ἐπιθυμητὴν κατασκευάσαι τὴν τράπεζαν, δέξαι τὴν ἐκ τῆς νηστείας μεταβολήν. Σὺ δὲ, ὑπὸ τοῦ σφόδρα τῆς τρυφῆς περιέχεσθαι, λέληθας σεαυτῷ ἀμαυρῶν τὴν τρυφὴν, καὶ ὑπὸ φιληδονίας τὴν ἡδονὴν ἀφανίζων. Οὐδὲν γὰρ οὕτως ἐπιθυμητὸν, ὡς μὴ τῇ συνεχείᾳ τῆς ἀπολαύσεως εὐκαταφρόνητον γίνεσθαι. Ὧν δὲ σπανία ἡ κτῆσις, τούτων περισπούδαστος ἡ ἀπόλαυσις. Οὕτω καὶ ὁ κτίσας ἡμᾶς, διὰ τῆς κατὰ τὸν βίον ἐναλλαγῆς παραμένειν ἡμῖν τὴν χάριν τῶν δεδομένων ἐμηχανήσατο. Οὐχ ὁρᾷς, ὅτι καὶ ἥλιος φαιδρότερος μετὰ τὴν νύκτα; καὶ ἐγρήγορσις ἡδίων μετὰ τὸν ὕπνον; καὶ ὑγεία ποθεινοτέρα μετὰ τὴν πεῖραν τῶν ἐναντίων; Καὶ τράπεζα τοίνυν χαριεστέρα μετὰ τὴν νηστείαν· ὁμοίως μὲν πλουσίοις καὶ εὐτραπέζοις, ὁμοίως δὲ τοῖς λιτοῖς καὶ αὐτοσχεδίοις τὴν δίαιταν. Φοβήθητι τὸ ὑπόδειγμα τοῦ πλουσίου. Ἐκεῖνον παρέδωκε τῷ πυρὶ ἡ διὰ βίου τρυφή. Οὐ γὰρ ἀδικίαν, ἀλλὰ τὸ ἁβροδίαιτον ἐγκληθεὶς, ἀπετηγανίζετο ἐν τῇ φλογὶ τῆς καμίνου. Ἵνα τοίνυν σβέσωμεν ἐκεῖνο τὸ πῦρ, ὕδατος χρεία. Καὶ οὐ πρὸς τὰ μέλλοντα μόνον ὠφέλιμος ἡ νηστεία, ἀλλὰ καὶ αὐτῇ τῇ σαρκὶ λυσιτελεστέρα.
PG 31:176Αἱ γὰρ εἰς ἄκρον εὐεξίαι ὑποστροφὰς ἔχουσι καὶ μεταπτώσεις, ὀκλαζούσης τῆς φύσεως, καὶ ἀναφέρειν τὸ βάρος τῆς εὐεξίας ἀδυνατούσης. Ὅρα μὴ, νῦν διαπτύων τὸ ὕδωρ, ὕστερον ῥανίδος ἐπιθυμήσῃς, ὡς καὶ ὁ πλούσιος. Οὐδεὶς ἐκραιπάλησεν ἀπὸ ὕδατος. Οὐδενὸς κεφαλὴ ὠδυνήθη ποτὲ ὕδατι βαρηθεῖσα. Οὐδεὶς ἀλλοτρίων ποδῶν ἐδεήθη, ὑδροποσίᾳ συζῶν. Οὐδενὸς ἐδέθησαν πόδες, οὐδενὸς χεῖρες ἀπηχρειώθησαν, ὕδατι καταρδόμεναι. Τὸ γὰρ περὶ τὴν πέψιν πλημμελὲς, ὃ τοῖς τρυφῶσιν ἀναγκαίως ἀκολουθεῖ, τοῦτο τὰ σφοδρὰ νοσήματα τοῖς σώμασιν ἐνεργάζεται. Νηστεύοντος σεμνὸν τὸ χρῶμα, οὐκ εἰς ἐρύθημα ἀναιδὲς ἐξανθοῦν, ἀλλ’ ὠχρότητι σώφρονι κεκοσμημένον· ὀφθαλμὸς πραὺ̈ς, κατεσταλμένον βάδισμα, πρόσωπον σύννουν, ἀκολάστῳ γέλωτι μὴ καθυβριζόμενον, συμμετρία λόγου, καθαρότης καρδίας. Μνήσθητι τῶν ἀπ’ αἰῶνος ἁγίων, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐκείνων μίμησαι τὴν ἀναστροφὴν, εἴπερ ἐπιζητεῖς αὐτῶν τὴν μερίδα. Τί τὸν Λάζαρον ἐνανέπαυσε τοῖς κόλποις τοῦ Ἀβραάμ; Οὐχὶ νηστεία; Ἰωάννου δὲ ὁ βίος μία νηστεία ἦν·
ὃς οὐ κλίνην εἶχεν, οὐ τράπεζαν, οὐ γῆν ἀροσίμην, οὐκ ἀροτῆρα βοῦν, οὐ σῖτον, οὐ σιτοποιὸν, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον. Διὰ τοῦτο Μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἀνέστη Ἰωάννου τοῦ Βαπτιστοῦ. Παῦλον μετὰ τῶν ἄλλων καὶ ἡ νηστεία, ἣν ἐν τοῖς ὑπὲρ τῶν θλίψεων καυχήμασιν ἀπηριθμήσατο, εἰς τὸν τρίτον οὐρανὸν ἀνήγαγε. Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, ὁ Κύριος ἡμῶν νηστείᾳ τὴν σάρκα, ἣν ὑπὲρ ἡμῶν ἀνέλαβεν, ὀχυρώσας, οὕτως ἐν αὐτῇ τοῦ διαβόλου τὰς προσβολὰς ὑπεδέξατο, ἡμᾶς τε παιδεύων νηστείαις ἀλείφειν καὶ παιδοτριβεῖν ἑαυτοὺς πρὸς τοὺς ἐν τοῖς πειρασμοῖς ἀγῶνας, καὶ τῷ ἀντιπάλῳ διὰ τῆς ἐνδείας οἷον λαβὴν ἐνδιδούς. Ἀπρόσιτος γὰρ ἦν αὐτῷ διὰ τὸ ὕψος τῆς θεότητος, εἰ μὴ διὰ τῆς ἐνδείας ὑπέβη πρὸς τὸ ἀνθρώπινον. Ἐπανιὼν μέντοι εἰς οὐρανοὺς, τροφῆς ἥψατο, τὴν φύσιν τοῦ σώματος τοῦ ἀναστάντος πιστούμενος. Σὺ δὲ ὑπερπιαίνων μὲν σεαυτὸν καὶ κατασαρκῶν οὐκ ἀνίης; ἐκτήκων δὲ τὸν νοῦν ἐν ἀτροφίᾳ, τῶν σωτηρίων καὶ ζωοποιῶν διδαγμάτων οὐδένα λόγον ποιῇ;
PG 31:178Ἢ ἀγνοεῖς, ὅτι, ὥσπερ ἐπὶ παρατάξεως ἡ τοῦ ἑτέρου συμμαχία ἧτταν ποιεῖ τοῦ ἑτέρου, οὕτως ὁ τῇ σαρκὶ προσθέμενος τὸ πνεῦμα καταγωνίζεται, καὶ ὁ πρὸς τὸ πνεῦμα μεταταξάμενος καταδουλοῦται τὴν σάρκα; Ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται. Ὥστε, εἰ βούλει ἰσχυρὸν ποιῆσαι τὸν νοῦν, δάμασον τὴν σάρκα διὰ νηστείας. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Ἀπόστολος, ὅτι ὅσον ὁ ἔξωθεν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινοῦται· καὶ τό· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Οὐ καταφρονήσεις τῶν φθειρομένων βρωμάτων; οὐκ ἐπιθυμίαν λήψῃ τῆς ἐν τῇ βασιλείᾳ τραπέζης, ἣν πάντως ἡ ἐνθάδε νηστεία προευτρεπίσει; Ἀγνοεῖς τῇ ἀμετρίᾳ τοῦ κόρου παχὺν σεαυτῷ τὸν βασανιστὴν κατασκευάζων σκώληκα; Τίς γὰρ ἐν τροφῇ δαψιλεῖ καὶ τρυφῇ διηνεκεῖ ἐδέξατό τινα κοινωνίαν χαρίσματος πνευματικοῦ; Μωϋσῆς, δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας προςεδεήθη. Νινευί̈ταις εἰ μὴ καὶ τὰ ἄλογα συνενήστευσεν, οὐκ ἂν διέφυγον τὴν ἀπειλὴν τῆς καταστροφῆς. Τίνων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ; Οὐ τῶν κρεωφαγίαν ἐπιζητούντων;
Ἐκεῖνοι, ἕως μὲν ἠρκοῦντο τῷ μάννα καὶ τῷ ἐκ τῆς πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον· Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν· ἐπειδὴ δὲ ἐμνήσθησαν τῶν κρεῶν τῶν λεβήτων, καὶ ἐστράφησαν ταῖς ἐπιθυμίαις εἰς Αἴγυπτον, οὐκ εἶδον τὴν γῆν τῆς ἐπαγγελίας. Οὐ φοβῇ τὸ ὑπόδειγμα; οὐ φρίσσεις τὴν ἀδηφαγίαν, μήπου σε τῶν ἐλπιζομένων ἀγαθῶν ἀποκλείσῃ; Ἀλλ’ οὐδ’ ἂν ὁ σοφὸς Δανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ νηστείᾳ διαυγεστέραν ἐποίησε τὴν ψυχήν. Ἐκ γὰρ τῆς παχείας τροφῆς οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσιν. Εἰ δὲ καὶ ἀγγέλων ἐστί τις τροφὴ, ἄρτος ἐστὶν, ὥς φησιν ὁ προφήτης· Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος· οὐ κρέα, οὐδὲ οἶνος, οὐδὲ ὅσα τοῖς δούλοις τῆς γαστρὸς διεσπούδασται. Νηστεία ὅπλον ἐστὶ πρὸς τὴν κατὰ τῶν δαιμόνων στρατιάν· Τοῦτο γὰρ τὸ γένος οὐκ ἐξέρχεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ τὰ μὲν ἐκ τῆς νηστείας ἀγαθὰ τοσαῦτα· ὁ δὲ κόρος ὕβρεων ἀρχή.
PG 31:180Εὐθὺς γὰρ συνεισπίπτει τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους. Ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι διὰ τὸν ἐκ τῆς τρυφῆς οἶστρον ἐγγινόμενον τῇ ψυχῇ. Παρὰ τῶν μεθυόντων αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Νηστεία δὲ καὶ γαμικῶν ἔργων μέτρα γνωρίζει, καὶ τῶν ἐκ νόμου συγκεχωρημένων τὴν ἀμετρίαν κολάζουσα, σύμφωνον σχολὴν ἐμποιεῖ, ἵνα παραμείνωσι τῇ προσευχῇ. Μὴ μέντοι ἐν τῇ ἀποχῇ μόνη τῶν βρωμάτων τὸ ἐκ τῆς νηστείας ἀγαθὸν ὁρίζου. Νηστεία γὰρ ἀληθὴς ἡ τῶν κακῶν ἀλλοτρίωσις. Λύε πάντα σύνδεσμον ἀδικίας· ἄφες τῷ πλησίον τὴν λύπην· ἄφες αὐτῷ τὰ ὀφλήματα. Μὴ εἰς κρίσεις καὶ μάχας νηστεύετε. Κρεῶν οὐκ ἐσθίεις, ἀλλ’ ἐσθίεις τὸν ἀδελφόν. Οἴνου ἀπέχῃ, ἀλλ’ ὕβρεων οὐ κρατεῖς. Τὴν ἑσπέραν ἀναμένεις εἰς μετάληψιν, ἀλλὰ δαπανᾷς τὴν ἡμέραν εἰς δικαστήρια. Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου. Θυμὸς μέθη ἐστὶ τῆς ψυχῆς, ἔκφρονα αὐτὴν ποιῶν ὡς ὁ οἶνος. Λύπη μέθη ἐστὶ καὶ αὐτὴ, καταβαπτίζουσα τὴν διάνοιαν. Φόβος ἑτέρα μέθη, ὅταν ἐφ’ ἃ μὴ δεῖ γένηται· Ἀπὸ φόβου γὰρ, φησὶν, ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.
Καὶ ὅλως ἕκαστον τῶν παθημάτων, ἐκστατικὸν διανοίας ὑπάρχον, μέθη ἂν δικαίως προσαγορεύοιτο. Ἐννόησόν μοι τὸν ὀργιζόμενον ὅπως μεθύει τῷ πάθει. Οὐκ ἔστιν αὐτὸς ἑαυτοῦ κύριος, ἀγνοεῖ ἑαυτὸν, ἀγνοεῖ τοὺς παρόντας· ὥσπερ ἐν νυκτομαχίᾳ πάντων ἅπτεται, πᾶσι προςπταίει· ἀταμίευτα φθέγγεται, δυσκάθεκτός ἐστι, λοιδορεῖται, τύπτει, ἀπειλεῖ, διόμνυται, βοᾷ, διαῤῥήγνυται. Φύγε ταύτην τὴν μέθην, μηδὲ τὴν διὰ τοῦ οἴνου προσδέξῃ. Μὴ προλάβῃς πολυποσίᾳ τὴν ὑδροποσίαν. Μὴ μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν· οὐδὲ γὰρ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι’ ἀκολασίας εἰς σωφροσύνην, οὐδὲ, συλλήβδην εἰπεῖν, διὰ τῆς κακίας εἰς ἀρετήν. Ἄλλη θύρα ἐπὶ νηστείαν. Μέθη εἰς ἀκολασίαν εἰσάγει, ἐπὶ νηστείαν αὐτάρκεια. Ὁ ἀθλῶν προγυμνάζεται· ὁ νηστεύων προεγκρατεύεται. Μὴ ὡς ἀμυνόμενος τὰς ἡμέρας, μὴ ὡς κατασοφιζόμενος τὸν νομοθέτην, τῶν πέντε ἡμερῶν τὴν κραιπάλην προαποτίθεσο. Καὶ γὰρ ἀνόνητα πονεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν. Ἄπιστόν ἐστι τὸ ταμεῖον, εἰς τετρημένον πίθον ἀντλεῖς.
PG 31:182Ὁ μὲν γὰρ οἶνος διαῤῥέει, τὴν ἰδίαν ὁδὸν ἀποτρέχων· ἡ δὲ ἁμαρτία ἐναπομένει. Οἰκέτης δραπετεύει δεσπότην τύπτοντα· σὺ δὲ παραμένεις τῷ οἴνῳ καθ’ ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύπτοντι; Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, αὔριον ἥξεις καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεσηπότος οἴνου ἀπόζων· πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Μέθη γὰρ ὕπνον μὲν ἐπάγει, ἀδελφὸν θανάτου, ἐγρήγορσιν δὲ ὀνείροις προσεοικυῖαν. Ἆρα οἶδας τίς ἐστιν ὃν ὑποδέχεσθαι μέλλεις; Ὁ ἐπαγγειλάμενος ἡμῖν, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Τί οὖν προλαμβάνεις τῇ μέθῃ, καὶ ἀποκλείεις τῷ Δεσπότῃ τὴν εἴσοδον; τί προτρέπῃ τὸν ἐχθρὸν προκατασχεῖν σου τὰ ὀχυρώματα; Μέθη Κύριον οὐχ ὑποδέχεται· μέθη Πνεῦμα ἅγιον ἀποδιώκει. Καπνὸς μὲν γὰρ ἀποδιώκει μελίσσας, χαρίσματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. Νηστεία πόλεως εὐσχημοσύνη, ἀγορᾶς εὐστάθεια, οἴκων εἰρήνη, σωτηρία τῶν ὑπαρχόντων. Βούλει αὐτῆς ἰδεῖν τὴν σεμνότητα;
Σύγκρινόν μοι τὴν σήμερον ἑσπέραν τῇ αὔριον, καὶ ὄψει τὴν πόλιν ἐκ ταραχῆς καὶ ζάλης εἰς γαλήνην βαθεῖαν μεταβαλοῦσαν. Εὔχομαι δὲ καὶ τὴν σήμερον τῇ αὔριον ἐοικέναι κατὰ τὴν σεμνότητα· καὶ τὴν αὔριον μηδὲν φαιδρότητι τῆς σήμερον ἀπολείπεσθαι. Ὁ δὲ ἀγαγὼν ἡμᾶς εἰς τὴν περίοδον τοῦ χρόνου Κύριος παράσχοι ἡμῖν, οἷον ἀγωνισταῖς, εἰς τοὺς προαγῶνας τούτους τὸ στεῤῥὸν καὶ εὔτονον τῆς καρτερίας ἐπιδειξαμένους, φθάσαι καὶ ἐπὶ τὴν κυρίαν τῶν στεφάνων ἡμέραν· νῦν μὲν τῆς ἀναμνήσεως τοῦ σωτηρίου πάθους, ἐν δὲ τῷ μέλλοντι αἰῶνι τῆς ἀνταποδόσεως τῶν βεβιωμένων ἡμῖν ἐν τῇ δικαιοκρισίᾳ τοῦ Χριστοῦ αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

S. P. N. BASILII CÆSAREE CAPPADOCIA ARCHIEPISCOPI DE JEJUNIO HOMILIA 1 1. Clangite, inquit, in initio mensis, buccina in insigni die solemnitatis vestræ. Hoc mandatum est propheticum. Porro festum quod hos dies antecedit, quavis tuba vocalius, et quovis instrumento musico significantius indicant nobis scripturæ recitatæ. Nam ex Isaia didicimus jejuniorum gratiam, qui ut Judaicum jejunandi modum aversatus est, 2 ita verum jejunium nobis commonstravit. Ne jejunetis ad lites ac contentiones, sed dissolve omne vinculum iniquitatis *. Et Dominus: Nolite fieri tristes, sed lava faciem tuam, et unge caput tuunt. Sic igitur animis affecti simnus, quemadmodum sumus edocti, ac dies instantes haudquaquam tristi, sed hilari animo excipiamus, sicuti decet sanctos. Nemo dejectæ mentis coronatur, nemo mæreus tropæum statuit. Noli tristis esse, dum curaris. Absurdum fuerit non lætari de sanitate aniınæ, imo de commutatis cibis dolere, ac videri tales qui plus tribuamus voluptati ventris, quam curæ mentis. Nam in ventre sistitur satietatis delectatio; sed jejunium in animam subvebit lucrum. Isis hilari animo, quod tibi a medico 1 Psal. LXXX, 4. * Isa. LVIII, 4-6. • Matth. vi, 16, 17. Editi perinde ut Regii secundus et tertius Ejusdem sermo primus de jejunio. Reg. primus Ηomilia in ingressum jejuniorum. Αt duo Colbertini: Sermo secundus de jejunio. Quod ait vir doctissimus Tillemontius, duas has quas in editione Parisiensi habemus orationes Dominica prima Quadragesimæ habitas esse, sed non eodem anno, de eo cum ipso contendere nolumus: sed eidem, utramque orationem Basilii videri affirmanti, non ita facile assentiemur. Ea de re in Præfatione. Editi in initiis mensium. At in antiquis quinque libris et apud LXX legitur in initio mensis. Veteres aliquot libri male. Reg. secundus Mox Colb. primus Illud, sic verterat Erasinus, ob cibos subtractos: ubi, ut omnes vident, vertere debuerat, ob cibos commutalos.

DE JEJUNIO HOMILIA I. rem pust somnum? et sanitatem esse desiderabilioτέρα rem contraria expertis? Itidem et mensa est gratior post jejunium, idque ut divitibus et iis quibus mensa est opipara, ita tenuibus et iis qui parabili facilique victu utuntur. 9. Terreat te divitis exemplum, quem vita in deliciis acta tradidit incendio. Non enim ob crimen injustitia, sed ob vitæ mollitiem in camini flamma torrebatur. Proin ut hoc incendium exstinguamus, opus est aqua. Neque vero ad futura solum utile est jejunium, sed hic etiam ipsi carni conducibilius est. Siquidem habitudo corporis extreme bona sensim alteratur, mutaturque: nimirum succumbente natura, nec valente corpulentiæ pondus suse Linere. Vide ne qui nunc aquam respuis, in posterum quoque, exemplo divitis illius *, stillam aquæ concupiscas. Nemo per aquæ potum lapsus est in crapulam, nulli caput unquam doluit aqua gravatum. Nullus eguit alienis pedibus, cui fuerit familiaris aquæ potus. Nullius pedes præpediti sunt, nullius manus usum suum amiserunt, aqua irrigatæ. Nam concoctionis vitium, quod viventes in deliciis necessario comitatur, acres morbos gignit in corporibus. Jejunantis color venerabilis est, non inverecundo rubore floridus, sed modesto pallore cohonestatus: oculi placidi, incessus compositus, vultus cogitatione defixus, nec intemperato risu dedecoratus, concinnus sermo, purum cor. Revora in memoriam quotquot ab orbe condito fuere sancli, Quibus dignus non erat mundus, qui circumibant in pellibus ovium et caprarum, egentes, pressi, afflicti 3*; illorum imitare vitam, si modo illoruin cupis assequi sortem. Quæ res Lazaro quietem paravit in sinu Abrahamæ 39? Nonne jejunium? Porro Joannis vita, unum erat ac continuum jejunium3. Non habebat lectum, non mensam, nor arva, non aratorem bovem, non triticum, non pistorem, denique non aliud quidquam eorum quæ ad victum pertinent. Ideoque Inter natos mulierum non surrexit major Joanne Baptista ". Paulum cum alia, tum jejunium, quod super afflictionibus suis glorians recenset, in tertium cœlum subvexit ". Porro & quod præcipuum est ex iis quæ diximus, Dominus noster non prius in carne, quam pro nobis assumpserat,(diaboli insultus excepit, quam eam jejunio coinmunisset, tum nos erudiens ut nosmet jejuniis ad tentationum certamina ungamus et exerceamus, tum adversario per esuritionem præbens accedendi quasi ansam. Alioqui propter divinæ naturæ sublimitatem non patebat ad illum * Luc. xvi, 21. * Hebr. XI, 36, 37. II Cor. xi, 27; x11, 2. ss Matth, 18, 2. Colb. primus 39 Luc. XVI, 23. ** Matth. 111, 4. Matth. x1, 11. Rursus Colb. primus "Opa ouv µh. Notes velim, olim ut carnium, ita vini usum prohibitum fuisse in Quadragesima, ob idque hic solius aquæ Gieri nientionem. Legitur in duobus Colbertinis in alio vero codice Hunc locum interpretans Erasmus, addidit hæc verba, ut ait Hesiodus; nec tamen Basilius ejus poetæ meminit: sed vir multæ lectionis et propemodum infinitæ, indicare voluit Basilium, cuin bovem aratorem dixit, hoc epithetum ab Hesiodo mutuatum fuisse. Versus Hesiodi, teste Ducao, quadringentesimus tertius est in Operibus et diebus.

aditus diabolo, nisi se per esuritionem ad huma nam imbecillitatem submisisset. Attamen priusquam reverteretur in colos, cibum gustavit *, corporis quod resurrexerat naturam ac veritatem comprobaturus. Tu vero nulluinne finem facturus es teipsum supra modum saginandi ac carne onerandi? nullamne animo ex fame et inedia extabescente, habiturus es rationem salutarium ac vivilicorum dogmatum? An ignoras, quod perinde atque in acie hinc atque hinc instructa, qui alteri parti fert suppetias, facit ut altera vincatur: ita qui carni sese adjungit, expugnat spiritum, et qui ad spiritum transit, carnem in servitutem redigit? Hæc enim sibi invicem adversantur 35. Proinde si cupis mentem reddere validam, fac carnem domes jejunio. Hoc enim est quod ait Apostolus, quod quantum externus homo corrumpitur, tantum internus renovatur s. Item illud: Cum infrmor, tunc potens sum 3. Itane non contemnes istas escas, quæ corrumpuntur? itane non te capiet illius mensæ desiderium, quæ est in regno calorum, quam prorsus hic jejunando tibi præparabis? An ignoras, quod immoderata expletione tibi ipsi pinguem tortorem vermem paras? Quis enim in splendidis epulis, perpetuisque deliciis particeps factus est ullius doni spiritualis? Moyses ut alteram acciperet legem, altero jejunio opus habuit. Nisi una cum Ninivitis jejunassent et ipsa bruta animalia, haudquaquam effugissent subversionis comminationem *. Quorum cadavera prostrata sunt in deserto? Nonne eorum, qui esum carniun flagitabant? Illi donec erant contenti manna, et aqua de petra fluente, superabant Ægyptios, per mare faciebant iter, Non eratinfirmus in tribubus eorum' posteaquam vero recordati sunt carnium ollas **, et desiderio reversi sunt in Ægyptum, non viderunt terram repromissam. Non metuis exemplum? non horres edacitatem, ne forte a bonis quæ speramus, te excludat? Ac ne Daniel quidem ille sapiens visiones vidisset, nisi jejunio reddidisset animam 9 limpidiorem. Siquidem pinguiere pastu ceu fumosi quidam vapores exhalantur, qui lucem sancti Spiritus in hominis mentem irradian41 * Luc. xxιν, 43. ss Galat. v, 17. 36 11 Cor. iv, 111, 17. 40 Num. 37. 41 Psal. civ, 37. ll Cor. x1, Joan. Hebr. Exod. XVI, 3. Unus codex Combef. conjuncte et ita legit Erasmus: sed virgulam, quain inveni in editione Paris. post vocem relinquere malui. Nam hoc pacto ejus loci sententia aptior efficitur et concinnior. Unus codex Combef. male. Mox Colb. primus Subinde Reg. primus uno verbo Reg. primus Colb. primus Mox Reg. primus Unus codex Colb. Colb. primus Aliquanto infra idem codex Monet Ducæus, legi in Oliv. sic ut, inquit vir doctissimus, refeOLJOV, rantur ista ad illa quæ præcesserunt, Recte quidem, opinor, et vere judicavit, cum monuit illud, referri ad id quod præcedit, sed quomodo vox ad vocem referri itidem possit, non video: cum una posita sit in nominativo, altera in accusativo. Puto igitur Oliv. codicem hac parte mendosum esse; quemadmodum et alii quinque codices mendosi sunt, in quibus pariter legitur Quare vulgatam lectionem retinendam censui eo magis, quod auctoritate vetutissimi codicis Regii tertii confirmetur. Jam si quis requirat cur non ediderimus ut in.Oliv. scriptum invenit Ducæus, dicam id non inde factum, quod hæc vox displiceat, sed quod et in impressis libris et in nostris mss. legatur.

DE JEJUNIO HOMILIA 1. lem, quasi densa nubes interveniens, intercipiunt. Quodsi angelorum quoque cibus est ullus, panis est, quemadmodum ait propheta: Panem angelorum manducavit homo 43: non carnes, non vinum, non denique quæcunque alia, quæ qui serviunt ventri, ingenti studio exquirunt. Jejunium armatura est ad confligendum cum dæmonibus. Nam Hoc genus non exit nisi in oratione et jejunio“. Tam multa bona proveniunt e jejunio: contra, satietas lasciviæ initium est. Statim enim una cum deliciis, ebrietate, et omni genere conditis bellariis, prodit libidinis pecuinæ genus omne. Hinc equi insanienles in feminas fiunt homines", ob œstrum ac furorem quem in animo gignunt deliciæ. temulentis orta est naturæ inversio, dum in masculino sexu femininunr, in feminino masculinum quærunt. Jejunium vero etiam in usu conjugii modum temperantiamque docet, ac voluptatum lege concessarum immodicum usum castigans, parit concors otium, ut perseverent in precatione **. * Psal. LXXVII, 25. * Marc. 1x, 28. io Psal. LXII, 10. Cave tamen ne jejunii utilitatem sola escarum abstinentia metiaris. Verum enim jejunium est a vitiis esse alienum. Solve omne vinculum iniquitatis“: condona proximo molestiam illatamı tibi: remitte illi debita. Νolite ad lites ac contentiones jejunare 48. Carnes non edis, sed comedis fratrem. vino abstines, sed ab injuriis tibi non temperas. Exspectas vesperam, ut cibum capias, sed diem totum absumis apud tribunalia. Væ iis qui ebrii sunt, non a vino s. Ira, mentis est temulentia, eamque desipientem reddit, baud aliter quam vinum. Tristitia est quoque temulentia mentem obruens, ac demergens. Alia temulentia metus est, cum habetur ubi non oportet. timore enim, inquit, inimici eripe animam meam to. In summa, quivis affectus dimovens animam a statu suo dici merito potest ebrietas. Cogita mihi hominem ira percitum, quam temulentus sit eo vitio. Non est sui compos, non novit semetipsum, non novit qui adsunt; sed velut in pugna nocturna, omnes attingit, in quoslibet obvios incidit, inconsiderata loquitur, non potest cohiberi, conviciatur, percutit, minatur, dejerat, vociferatur, disrumpitur. Fugito istam temulentiam, sed ne illam quidem quæ ex vino nascitur, admitte. Noli aquæ polum largiore vini potu prævertere. Ne te ad jejunii mysteria introducat ebrietas. Non est per temulentiam aditus ad jejunium, quemadmodum nec ad justitiam accessus est per fraudationem, nec ad castimoniam per lasciviam, nec, ut summatim dicam, per nequitiam ad virtutem. Aliud ostium est ad jejunium. Ebrietas ad lasciviam inducit, ad jejunium frugalitas. Athleta ante certamen exerce ** Jerem. V, Reg. primus Colb. primus Reg. primus Aliquanto infra Colb. primus Unus codex Reg. Reg. secundus quando non fit ubi fieri debet. Nec ita multo post quatuor mss. 8. * 1 Cor. VII, 5. *7 Isa. Lvill, 6i. * ibid. 4. Antiqui duo libri vini polu: quam scripturam optimam esse et maxime idoneam arbitramur, nec tamen quidquam mutavimus, quod vulgatam lectionem Reg. tertius codex optimus idemque vetustissimus tueatur. Mos, qui his temporibus misere viget, nultorum, qui ante diem Cinerum genio plus æquo indulgent, hic a Basilio redarguitur.

qui jejunaturus est, præparat se per abstinentiam. Ne velut ulciscens hos dies, neu veluti fucum facturus legislatori, ante hos quinque dies colloca crapulan. Nam laboras frustra, si corpus quidem conficis, nec tamen solatium esuritioni adnioves. Infida est cella, in pertusum dolium infundis. Etenim vinum diffluit, ad suam recurrens viam; contra remanet peccatum. 10 Famulus profugit ab hero verberante tu vero non recedis a vino, quod tuum quotidie caput percutit? Modus utendi vino optimus est corporis necessitas. Quod si fines prætergredieris, postridie venies capitis gravedine affectus, oscitans, vertigine laborans, putrefactum obolens vinum; omnia tibi circumferri, omnia circumvolvi videbuntur. Ebrietas ut somnum affert mortis germanum, ita vigiliam habet somniis assimilem. 11. An ignoras quem es hospitio excepturus? Nimirum illum, qui nobis ita pollicitus est: Ego et Pater veniemus, et mansionem apud eum faciemus ". Cur igitur prius recipis temulentiam, ac Domino ingressum præcludis? cur hostem inducis, ut tua prior munimenta occupet? Ebrietas non recipit Dominum, ebrietas Spiritum propellit. Fumus quidem abigit apes, dona vero spiritualia fugat crapula. Jejunium civitatis est ornamentum, fori columen, domorum pax, incolumitas facultatum. Vis jejunii videre dignitatem? Confer mihi hodierni diei vesperam cum vespera crastini, conspicies civitatem e tumultu ac tempestate mutatam in profundam tranquillitatem. Utinam autem et hodiernus dies crastino similis sit sanctitate et gravitate, et crastinus dies hodierno non cedat bilaritate! Cæterum qui nos produxit ad hunc temporis recursum Dominus, præstet nobis tanquam certatoribus, ut in hoc certaminum exordio firmam ac constantem temperantiam ostendamus, perveniamusque ad arbitram coronarum diem, ut recordemur nunc quidem salutiferæ passionis, in futuro vero sæculo fruamur præmio, pro his quæ in hac vita gessimus, reponendo in justo judicio Christi ipsius, quoniam illi gloria in sæcula. Amen. Joan. Editi stulte laboras. At duo Regii mss. et Oliv. et Colb. primus frustra laboras. Denique Colb. tertius stulte facis. Colb. primus cella est inexplebilis. Haud longe Reg. primus et Colb. tertius depravale. Unus codex Reg. Monere juvat, Eucharistiam non obscure hoc loco indicari ad quam qui accederent, Dominum ipsum, ut docel Basilius, non Domini umbram aut figuram recipiebant. Quo Basilii testimonio, ut sexcentis aliis sanetorum Patrum, plane constat Domini corpus in Eucharistia vere et proprie recipi. Antiqui duo libri et editi Alii quatuor mss. Sed suspicor ita correctum ab aliquo, qui existimaret verbum in uno aut altero versu ter repeti non debere, cum tamen in hac repetitione elegantiæ alid et leporis inesse videatur. Edili etc., Confer mihi hodierni diei vesperam cum vespera crastini. Reg. primus et alii tres mss. Colbertini non dissimili sensu. At Regii secundus et tertius et Colb. primus Confer mihi cum die crastino diem hodiernum. Nihil in contextu mutandum judicavimus. Veteres septem libri Editi Legenti mihi Erasmum, qui illud, interpretatus est hoc modo, ut recordemur nunc quidem salutifera afflictionis, in mentem venit quorumdam, qui, ne viderentur antiquitatis aut ignari aut parum studiosi, non fidem, sed persuasionem, non sacramentum corporis Dominici, sed sanctificum crustulum, et alia id genus dicebant: quam loquendi rationem nemo sapiens unquam approbabit. Præstat igitur, ut mihi quidem videtur, ila vertere: ut recordemur nunc quidem salutiferæ passionis. Colb. primus etc. Aliter in aliis miss. legitur; neque id mirum videbitur iis qui paululum in conferendis veteribus libris versati sunt, cum clausula in variis codicibus varie scribi soleat.

PG 31:163
PG 31:177
PG 31:179
PG 31:181
PG 31:183
Page scan enlarged

Notebook

Full View