PG 31Basil the Great
Homily on the Martyr Julitta
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:237ΕΙΣ ΤΗΝ ΜΑΡΤΥΡΑ ΙΟΥΛΙΤΤΑΝ, καὶ εἰς τὰ λειπόμενα τῆς προλεχθείσης ὁμιλίας τῆς περὶ εὐχαριστίας. Ἡ μὲν ὑπόθεσις τῆς ἐκκλησίας ἐστὶ τὸ ἐπὶ τῇ μακαρίᾳ μάρτυρι γενόμενον κήρυγμα. Περιηγγείλαμεν γὰρ ὑμῖν τὴν ἡμέραν ταύτην, ὡς ὑπόμνημα ἔχουσαν τῆς μεγάλης ἀθλήσεως, ἣν ἐν γυναικείῳ σώματι ἀνδρειοτάτην καὶ πᾶσαν ἔκπληξιν ἐμποιοῦσαν τοῖς τότε παροῦσι τῷ θεάματι καὶ τοῖς εἰς ὕστερον ἐκ τῆς τῶν πεπειραμένων διηγήσεως δεχομένοις τὴν ἀκοὴν ἡ μακαριωτάτη γυναικῶν Ἰουλίττα ἤθλησεν, εἴπερ δὴ γυναῖκα προσαγορεύειν εὐπρεπὲς τὴν τῷ μεγαλοφυεῖ τῆς ψυχῆς τῆς γυναικείας φύσεως τὴν ἀσθένειαν ἀποκρύψασαν· ὑφ’ ἧς ἡγοῦμαι μάλιστα πεπλῆχθαι τὸν κοινὸν ἡμῶν ἀντίπαλον, οὐ φέροντα τὴν ἀπὸ τῶν γυναικῶν ἧτταν. Ὃς, τὰ μεγάλα ἐκεῖνα ὑπερηφανευόμενος, σείειν πᾶσαν τὴν οἰκουμένην, καὶ καταλήψεσθαι ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ αἴρειν, καὶ πόλεις ἐρημώσειν, ἐφάνη γυναικείας ἀρετῆς ἡττώμενος.
Ἣν ἐπιχειρήσας ἐν καιρῷ πειρασμοῦ διελέγξαι, ὡς οὐ δυναμένην ὑπὸ τῆς κατὰ τὴν φύσιν ἀσθενείας μέχρι παντὸς τὴν εἰς Θεὸν εὐσέβειαν διασώσασθαι, εὗρε διὰ τῆς πείρας ἀνδρειοτέραν τῆς φύσεως, καὶ τοσοῦτον αὐτοῦ τῶν φοβερῶν καταγελάσασαν, ὅσον αὐτὸς προσεδόκα τοῖς δεινοῖς αὐτὴν ὑποπτήξειν. Δίκης γὰρ αὐτῇ πρός τινα τῶν ἐν τῇ πόλει δυνατῶν συνεστώσης, πλεονεκτικὸν ἄνδρα καὶ βίαιον, ἐξ ἁρπαγῆς καὶ λεηλασίας τὸν πλοῦτον ἑαυτῷ ἀθροίσαντα, ὃς, γῆς τε πλῆθος ἀποτεμόμενος, καὶ ἀγροὺς καὶ κώμας, καὶ βοσκήματα καὶ οἰκέτας, καὶ πᾶσαν τὴν περιοῦσαν τοῦ βίου κατασκευὴν ἐκ τῆς γυναικὸς πρὸς ἑαυτὸν μεταστήσας, κατειλήφει τὰ δικαστήρια, συκοφάνταις καὶ ψευδομάρτυσι, καὶ δωροδοκίᾳ τῶν δικαζόντων ἐπερειδόμενος· ὡς δὲ παρῆν ἡ κυρία, καὶ ὁ κῆρυξ ἐκάλει, καὶ οἱ συνήγοροι εὐτρεπεῖς, ἀρχομένην διδάσκειν τοῦ ἀνθρώπου τὴν τυραννίδα, καὶ διηγεῖσθαι μέλλουσαν τόν τε τρόπον τῆς ἐξ ἀρχῆς κτήσεως, καὶ τοῦ χρόνου τὸ μῆκος τοῦ βεβαιοῦντος τὴν δεσποτείαν, εἶτα τὴν βίαν τοῦ ἀνδρὸς καὶ τὴν πλεονεξίαν ὀδύρεσθαι·
PG 31:238παρελθὼν, οὐκ ἔφη εἰσαγώγιμον εἶναι τὴν δίκην (μηδὲ γὰρ εἶναι θεμιτὸν τῶν κοινῶν μετέχειν τοὺς μὴ λατρεύοντας τοῖς θεοῖς τῶν βασιλέων, καὶ μὴ ἐξομνυμένους τὴν εἰς Χριστὸν πίστιν). Ἐδόκει δίκαια λέγειν τῷ ἄρχοντι, καὶ ἀναγκαῖα προτείνεσθαι. Καὶ εὐθὺς λιβανωτὸς, καὶ ἐσχάρα, καὶ πρότασις τοῖς δικαζομένοις· ἀρνουμένοις μὲν τὸν Χριστὸν, ἀπολαύειν τῶν νόμων καὶ τῆς ἀπ’ αὐτῶν ὠφελείας· ἀντεχομένοις δὲ τῆς πίστεως, μήτε δικαστηρίων, μήτε νόμων, μήτε τῆς λοιπῆς πολιτείας μετέχειν, ὡς ἠτιμωμένοις κατὰ τὸν νόμον τῶν τότε κρατούντων. Τί οὖν ἐπὶ τούτοις; Ἆρα ἐδελεάσθη τῷ πλούτῳ; ἢ τῇ πρὸς τὸν ἀδικοῦντα φιλονεικίᾳ τὸ συμφέρον παρεῖδεν; ἢ τὸν ἐκ τῶν δικαστῶν ἐπηρτημένον κίνδυνον ἐξεπλάγη; Οὐμενοῦν· ἀλλ’, Ἐῤῥέτω, φησὶν, ὁ βίος, οἰχέσθω χρήματα· μηδὲ τὸ σῶμά μοι περιλειφθείη, πρίν τινα φωνὴν ἀφιέναι ἀσεβῆ κατὰ τοῦ κτίσαντός με Θεοῦ.
Καὶ ὅσῳ πλέον ἑώρα τὸν ἄρχοντα τοῖς λόγοις τούτοις ἀγριαινόμενον, καὶ πρὸς τὴν ἐσχάτην κατ’ αὐτῆς ὀργὴν ἐκκαιόμενον, τοσούτῳ πλέον εὐχαρίστει τῷ Θεῷ, ὅτι, χρημάτων φθαρτῶν ἀμφισβητοῦσα, ἐφάνη τῶν οὐρανίων ἀγαθῶν ἑαυτῇ βεβαιοῦσα τὴν κτῆσιν καὶ γῆν μὲν ἀφαιρουμένη, ἵνα παράδεισον κτήσηται, ἀτιμίαν δὲ καταδικαζομένη, ἵνα τῶν στεφάνων τῆς δόξης καταξιωθῇ· σῶμα δὲ καταικιζομένη, καὶ ζωὴν ἀφαιρουμένη τὴν πρόσκαιρον, ἵνα τῶν μακαρίων ἐλπίδων λάβηται, μετὰ πάντων τῶν ἁγίων ἐν τῇ χαρᾷ τῆς βασιλείας εὑρισκομένη. Ὡς δὲ πολλάκις ἐρωτωμένη, πολλάκις τὴν αὐτὴν ἠφίει φωνὴν, δούλην ἑαυτὴν τοῦ Χριστοῦ λέγουσα, καὶ κατηρᾶτο τοῖς πρὸς τὴν ἄρνησιν προκαλουμένοις· τότε δὴ ὁ κριτὴς τῆς ἀδικίας οὐ μόνον τὰ κτήματα, ὧν ἀδίκως καὶ παρὰ τοὺς νόμους ἀφῄρητο, ἀπεστέρησεν, ἀλλὰ καὶ τὴν ζωὴν αὐτὴν προσεζημίωσεν ὡς ἐνόμιζε, πυρὶ παραδοὺς αὐτήν. Ἡ δὲ πρὸς οὐδὲν οὕτω τῶν κατὰ τὸν βίον τερπνῶν ἠπειγμένως ἔδραμεν, ὡς ἐπὶ τὴν φλόγα ἦλθεν ἐκείνην, προσώπῳ καὶ σχήματι, καὶ οἷς ἐφθέγγετο, καὶ τῇ ἐπανθούσῃ φαιδρότητι, τῆς ψυχῆς τὸ περιχαρὲς ἐμφαίνουσα·
PG 31:240παρακαλοῦσα τὰς παρεστηκυίας τῶν γυναικῶν, μὴ καταμαλακίζεσθαι πρὸς τοὺς ὑπὲρ τῆς εὐσεβείας πόνους, μηδὲ τὴν τῆς φύσεως ἀσθένειαν προφασίζεσθαι. Ἐκ τοῦ αὐτοῦ φυράματος, λέγουσα, τοῖς ἀνδράσιν ἐσμέν. Κατ’ εἰκόνα Θεοῦ γεγόναμεν, ὡς καὶ οὗτοι. Ἀρετῆς δεκτικὸν τὸ θῆλυ ὁμοτίμως τῷ ἄῤῥενι παρὰ τοῦ κτίσαντος γέγονε. Καὶ τί γὰρ ἢ συγγενεῖς τοῖς ἀνδράσι διὰ πάντων ἐσμέν; Οὐ γὰρ σὰρξ μόνον ἐλήφθη πρὸς γυναικὸς κατασκευὴν, ἀλλὰ καὶ ὀστοῦν ἐκ τῶν ὀστέων. Ὥστε τὸ στεῤῥὸν, καὶ εὔτονον, καὶ ὑπομονητικὸν, ἐξ ἴσου τοῖς ἀνδράσι καὶ παρ’ ἡμῶν ὀφείλεται τῷ Δεσπότῃ. Ταῦτα εἰποῦσα, πρὸς τὴν πυρὰν ἥλατο· ἡ δὲ περισχοῦσα τῆς ἁγίας τὸ σῶμα, ὥσπερ τις θάλαμος φωτεινὸς, τὴν μὲν ψυχὴν ἐπὶ τὴν οὐράνιον χώραν, καὶ τὴν πρέπουσαν αὐτῇ λῆξιν ἀνέπεμψε, τὸ δὲ τίμιον σῶμα ἀκέραιον διεσώσατο τοῖς προσήκουσιν· ὅπερ ἐν τῷ καλλίστῳ προτεμενίσματι τῆς πόλεως κείμενον ἁγιάζει μὲν τὸν τόπον, ἁγιάζει δὲ τοὺς εἰς αὐτὸν συνιόντας. Γῆ δὲ ἡ κατευλογηθεῖσα τῇ ἐπιδημίᾳ τῆς μακαρίας, ἐκ τῶν οἰκείων λαγόνων ὕδατος φύσιν χαριεστάτην ἀνῆκεν·
ὥστε τὴν μάρτυρα ἀντὶ μητρὸς γενομένην οἷόν τινι γάλακτι κοινῷ τιθηνεῖσθαι τοὺς ἐν τῇ πόλει. Τοῦτο καὶ ὑγιαίνουσι φυλακτήριον, καὶ τρυφῶσι σωφρόνως ἡδονῆς χορηγία, καὶ ἀῤῥωστοῦσι παραμυθία· τὴν τοῦ Ἑλισσαίου χάριν εἰς Ἱεριχουντίους, ταύτην εἰς ἡμᾶς παρασχομένης τῆς μάρτυρος, τὸ ἁλμυρὸν τῆς κοινῆς φύσεως τῶν περὶ τὸν τόπον ὑδάτων εἰς γλυκεῖαν καὶ ἀπαλὴν καὶ προσηνῆ πᾶσιν αἴσθησιν διὰ τῆς εὐλογίας μεταβαλούσης. Οἱ ἄνδρες, μὴ καταδέξησθε γυναικῶν ἐλάττους ὀφθῆναι πρὸς τὴν εὐσέβειαν. Αἱ γυναῖκες, μὴ ἀπολειφθῆτε τοῦ ὑποδείγματος· ἀλλ’ ἀπροφασίστως τῆς εὐσεβείας ἀντέχεσθε· ἔργῳ πεῖραν λαβοῦσαι, ὅτι πρὸς οὐδὲν ὑμῖν τῶν ἀγαθῶν τὸ ἐλάττωμα τῆς φύσεως ἐμποδίζει. Πολλὰ περὶ τῆς μάρτυρος εἰπεῖν ὡρμημένον, ὁ χθὲς ἡμῖν κινηθεὶς λόγος, ἀτελὴς καταλειφθεὶς, τὴν ἐπὶ πλεῖον ἐν τούτοις διατριβὴν οὐκ ἐπιτρέπει. Δυσχερὴς δέ τις ἐγὼ φύσει πρὸς πᾶν τὸ ἀτέλεστον. Ἀτερπὲς μὲν γὰρ θέαμα, καὶ εἰκὼν ἐξ ἡμισείας τὴν μίμησιν ἔχουσα, ἄχρηστος δὲ ὁδοιπορίας πόνος, μὴ πρὸς τὸ προκείμενον πέρας, μηδὲ πρὸς τοὺς ὡρισμένους σταθμοὺς ἀποσωθέντος τοῦ ὁδοιπόρου. Καὶ θήρας τὸ παρὰ μικρὸν ἴσον ἐστὶ τοῦ μηδενός·
PG 31:242καὶ οἱ τρέχοντες ἐν τοῖς σταδίοις, ἑνὶ πολλάκις βήματι μόνῳ ἐλαττωθέντες, τῶν βραβείων ἐξέπεσον. Καὶ ἡμεῖς τοίνυν ἐπιμνησθέντες τῶν τοῦ Ἀποστόλου ῥημάτων χθὲς, καὶ ἐν βραχέσιν ἐλπίζοντες παραδραμεῖσθαι αὐτῶν τὴν διάνοιαν, εὑρέθημεν πολλαπλάσια τῶν εἰρημένων παραλιπόντες· διόπερ ἀναγκαίαν ἡγούμεθα ὑμῖν τῶν ἐλλειφθέντων τὴν ἔκτισιν. Ἐλέγετο τοίνυν παρὰ τοῦ Ἀποστόλου· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Περὶ μὲν οὖν τοῦ πάντοτε χαίρειν χρῆναι, εἰ καὶ μὴ τῇ ὑποθέσει ἀρκούντως, ἀλλ’ ἡμῖν γε ἱκανῶς εἴρηται τῇ προτεραίᾳ· εἰ δὲ καὶ δεῖ ἀδιαλείπτως προσεύχεσθαι, καὶ δυνατόν ἐστι τὸ παράγγελμα, οἵ τε ἀπαιτοῦντες ὑμεῖς ἕτοιμοι, ἐγώ τε κατὰ δύναμιν τὴν συνηγορίαν τοῦ λόγου πληρώσω. Προσευχή ἐστιν αἴτησις ἀγαθοῦ παρὰ τῶν εὐσεβῶν εἰς Θεὸν γινομένη. Τὴν δὲ αἴτησιν οὐκ ἐν ῥήμασιν ὁριζόμεθα πάντως. Οὐδὲ γὰρ ἡγούμεθα τὸν Θεὸν τῆς διὰ τῶν λόγων ὑπομνήσεως δεῖσθαι, ἀλλ’ εἰδέναι, καὶ μὴ αἰτούντων ἡμῶν, τὰ χρήσιμα. Τί οὖν ἐστιν ὅ φαμεν;
Ὅτι χρὴ μὴ ἐν συλλαβαῖς ἡμᾶς τὴν προσευχὴν ἀποπληροῦν, ἀλλὰ προαιρέσει μᾶλλον ψυχῆς, καὶ πράξεσι ταῖς κατ’ ἀρετὴν παντὶ τῷ βίῳ συμπαρεκτεινομέναις, τὴν δύναμιν πληροῦσθαι τῆς προσευχῆς. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καθεζόμενος ἐπὶ τραπέζης, προσεύχου· προσφερόμενος τὸν ἄρτον, τῷ δεδωκότι τὴν χάριν ἀποπλήρου· οἴνῳ τὸ ἀσθενὲς τοῦ σώματος ὑπερείδων, μέμνησο τοῦ παρεχομένου σοι τὸ δῶρον εἰς εὐφροσύνην καρδίας, καὶ παραμυθίαν ἀῤῥωστημάτων. Παρῆλθεν ἡ χρεία τῶν βρωμάτων; Ἡ μέντοι μνήμη τοῦ εὐεργέτου μὴ παρερχέσθω. Τὸν χιτῶνα ἐνδυόμενος, εὐχαρίστει τῷ δεδωκότι· τὸ ἱμάτιον περιβαλλόμενος, αὔξησον τὴν εἰς Θεὸν ἀγάπην, ὃς καὶ χειμῶνι καὶ θέρει ἐπιτήδεια ἡμῖν σκεπάσματα ἐχαρίσατο, τήν τε ζωὴν ἡμῶν συντηροῦντα, καὶ τὸ ἄσχημον περιστέλλοντα. Ἐπληρώθη ἡ ἡμέρα; Εὐχαρίστει τῷ τὸν ἥλιον μὲν εἰς ὑπηρεσίαν τῶν ἡμερινῶν ἔργων χαρισαμένῳ ἡμῖν, πῦρ δὲ παρασχομένῳ τοῦ φωτίζειν τὴν νύκτα, καὶ ταῖς λοιπαῖς χρείαις ταῖς κατὰ τὸν βίον ὑπηρετεῖν. Ἡ νὺξ ἄλλας ὑποθέσεις προσευχῆς προξενείτω.
PG 31:243Ὅταν ἀναβλέψῃς εἰς τὸν οὐρανὸν, καὶ πρὸς τὰ τῶν ἄστρων ἐνατενίσῃς κάλλη, προσεύχου τῷ Δεσπότῃ τῶν ὁρωμένων, καὶ προσκύνει τὸν ἀριστοτέχνην τῶν ὅλων Θεὸν, ὃς ἐν σοφίᾳ τὰ πάντα ἐποίησεν. Ὅταν ἴδῃς πᾶσαν φύσιν ζώων ὕπνῳ κατεχομένην, πάλιν προςκύνει τὸν καὶ ἀκουσίως ἡμᾶς διὰ τοῦ ὕπνου τῆς συνεχείας τῶν πόνων λύοντα, καὶ ἐκ μικρᾶς ἀναπαύσεως πάλιν πρὸς τὴν ἀκμὴν τῆς δυνάμεως ἐπανάγοντα. Ἡ οὖν νὺξ μὴ ἔστω ὥσπερ τις ἴδιος καὶ ἐξαίρετος κλῆρος τοῦ ὕπνου πᾶσα· μηδὲ καταδέξῃ διὰ τῆς κατὰ τὸν ὕπνον ἀναισθησίας τὸ ἥμισυ τῆς ζωῆς ἀχρειοῦν· ἀλλὰ μεριζέσθω σοι τῆς νυκτὸς ὁ χρόνος εἴς τε ὕπνον καὶ προσευχήν· ἀλλὰ καὶ οἱ ὕπνοι αὐτοὶ μελετήματα ἔστωσαν τῆς εὐσεβείας. Πεφύκασι γάρ πως αἱ καθ’ ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ, ἀπηχήματα εἶναι τῶν μεθημερινῶν φροντίδων. Ὁποῖα γὰρ ἂν ᾖ τὰ κατὰ τὸν βίον ἡμῶν ἐπιτηδεύματα, τοιαῦτα ἀνάγκη εἶναι καὶ τὰ ἐνύπνια. Οὕτως Ἀδιαλείπτως προσεύξῃ· οὐκ ἐν ῥήμασι πληρῶν τὴν προσευχὴν, ἀλλὰ δι’ ὅλης τοῦ βίου τῆς διαγωγῆς συνάψας σεαυτὸν τῷ Θεῷ, ὡς συνεχῆ καὶ ἀδιάλειπτον εἶναι προσευχὴν τὴν ζωήν σου. Ἀλλὰ καὶ Ἐν παντὶ, φησὶν, εὐχαριστεῖτε.
Καὶ πῶς δυνατὸν, φασὶ, τοῦτο γενέσθαι, ψυχὴν κατώδυνον συμφοραῖς, καὶ οἱονεὶ περικεντουμένην τῇ αἰσθήσει τῶν ἀλγεινῶν, μὴ πρὸς θρήνους ἐκφέρεσθαι, καὶ δάκρυα, ἀλλ’ εὐχαριστεῖν ὡς ἐπ’ ἀγαθοῖς τοῖς ἀπευκταίοις κατὰ ἀλήθειαν; Ἃ γὰρ ἂν ἐπαράσαιτό μοι ὁ ἐχθρὸς, ταῦτα παθὼν, πῶς ἐπ’ αὐτοῖς εὐχαριστεῖν δυνήσομαι; Ἀνήρπασται τὸ παιδίον ἄωρον, καὶ ὠδῖνες, τῶν πρώτων χαλεπώτεραι, ὀδυνωμένην ἐπὶ τῷ ἀγαπητῷ τὴν μητέρα κατατιτρώσκουσι· πῶς, καταλιποῦσα τοὺς θρήνους, εὐχαριστίας φωνὰς ἀναλάβῃ; Πῶς; Ἐὰν λογίσηται, ὅτι τῷ παιδὶ τῷ ἐξ αὐτῆς γεννηθέντι οἰκειότερος πατὴρ ὁ Θεὸς, καὶ φρονιμώτερος προστάτης, καὶ οἰκονόμος τοῦ βίου. Τί οὖν οὐκ ἐπιτρέπομεν τὰ αὐτοῦ κτήματα πρὸς τὸ δοκοῦν διατίθεσθαι τῷ φρονίμῳ Δεσπότῃ, ἀλλ’ ὡς οἰκείων στερούμενοι ἀγανακτοῦμεν, καὶ τοῖς ἀποθνήσκουσιν ὡς ἀδικηθεῖσι συμπάσχομεν; Σὺ δὲ ἐκεῖνο λογίζου, ὅτι οὐκ ἀπέθανε τὸ παιδίον, ἀλλ’ ἀπεδόθη· οὐδὲ ἀπετελεύτησεν ὁ φίλος, ἀλλ’ ἀπεδήμησε, καὶ μικρόν τι προείληφε τῆς ὁδοῦ, ἣν καὶ ἡμᾶς ἀναγκαίως δεήσει πορεύεσθαι.
PG 31:245Ἔστω σοι ἐντολὴ τοῦ Θεοῦ σύνοικος, οἷόν τι φῶς καὶ διαύγειαν πρὸς τὴν τῶν πραγμάτων διάκρισιν παρεχομένη ἀδιαλείπτως· ἥτις, πόῤῥωθεν τὴν τῆς ψυχῆς σου ἐπιστασίαν προκατασχοῦσα, καὶ τὰς ἀληθεῖς περὶ ἑκάστου δόξας προευτρεπίζουσα, ὑπ’ οὐδενὸς ἐάσει σε τῶν προσπιπτόντων ἀλλοιωθῆναι· ἀλλὰ τῷ προευτρεπισμένῳ τῆς διανοίας ὥσπερ τινὰ σκόπελον θαλάσσης γείτονα, ἀσφαλῶς καὶ ἀσείστως τῶν τε βιαίων πνευμάτων, καὶ τῶν κυμάτων τὰς ἐπιδρομὰς ὑπομένειν. Διὰ τί γὰρ οὐχὶ θνητὰ φρονεῖν περὶ τοῦ θνητοῦ προειθίσθης, ἀλλ’ ἀπροσδόκητον τοῦ παιδὸς τὸν θάνατον προσεδέξω; Ὅτε σοι πρῶτον ἠγγέλθη τοῦ υἱοῦ ἡ γέννησις, εἴ τίς σε ἤρετο, ποταπόν ἐστι τὸ τεχθέν; τί ποτε ἂν ἀπεκρίνω; Ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄνθρωπός ἐστι τὸ γεννηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνητὸς δηλονότι. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα καὶ δυόμενον; οὐχ ὁρᾷς τὴν σελήνην αὔξουσαν, εἶτα φθίνουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην; Τί τῶν περὶ ἡμᾶς ἕστηκε; τί ἀκίνητον ἔχει τὴν φύσιν καὶ ἀμετάπτωτον; Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἴδε τὴν γῆν. Οὐδὲ ταῦτα διαιωνίζει.
Ὁ γὰρ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, φησίν· οἱ ἀστέρες ἐκ τοῦ οὐρανοῦ πεσοῦνται· ὁ ἥλιος σκοτισθήσεται· ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς, μέρος ὄντες τοῦ κόσμου, ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Πρὸς ταῦτα ἀποβλέπων, ὅταν καὶ ἐπὶ σὲ ἔλθῃ τῶν κοινῶν τὸ μέρος, ἔνεγκε μύσας, οὐκ ἀπαθῶς, οὐδὲ ἀναισθήτως (τίς γὰρ μισθὸς ἀναλγησίας;), ἀλλ’ ἐπιπόνως μὲν καὶ σὺν ἀλγηδόσι μυρίαις. Πλὴν ὑπένεγκε, ὥσπερ τις γενναῖος ἀγωνιστὴς, τὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν οὐ μόνον ἐκ τοῦ τύπτειν τοὺς ἀντιπάλους, ἀλλὰ καὶ ἐκ τοῦ φέρειν στεῤῥῶς τὰς παρ’ αὐτῶν πληγὰς ἐπιδεικνύμενος· καὶ ὥσπερ τις κυβερνήτης σοφὸς καὶ ἀτάραχος ὑπὸ τῆς ἄγαν περὶ τὸν πλοῦν ἐμπειρίας, ὀρθὴν καὶ ἀβάπτιστον, καὶ παντὸς χειμῶνος ὑψηλοτέραν τὴν ψυχὴν διασώζων. Παιδὸς ἀγαπητοῦ, ἢ γυναικὸς καταθυμίας, ἢ ἄλλου τινὸς τῶν φιλτάτων καὶ κατὰ πᾶσαν εὔνοιαν συνημμένων στέρησις, οὐδὲν δεινὸν τῷ προεσκεμμένῳ, καὶ τὸν ὀρθὸν λόγον ἡγεμόνα τῆς ζωῆς ἔχοντι, ἀλλὰ μὴ κατὰ συνήθειάν τινα πορευομένῳ. Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος.
PG 31:247Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα, τοῦ συννόμου αὐτῷ καὶ ὁμοζύγου τελευτήσαντος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα. Σὺ δὲ οὐχ οὕτως ἔμαθες, οὐδὲ ἐδιδάχθης. Ἀλλ’ ἀρχὴν μὲν φιλίας λαμβάνειν ἐκ μακρᾶς ὁμιλίας καὶ χρονίου ἔθους οὐδὲν ἀπεικός· ὀδύρεσθαι δὲ τὸν χωρισμὸν διὰ τὴν ἐπὶ πλεῖστον ἡμῖν γενομένην διατριβὴν παντελῶς ἄλογον. Οἷον, γυνὴ συνεκληρώθη σοι κατὰ τὴν κοινωνίαν τοῦ βίου, πᾶσαν ἡδονήν σοι κατὰ τὸν βίον παρεχομένη, εὐθυμίας δημιουργὸς, θυμηδιῶν πρόξενος, τὰ χρηστὰ συναύξουσα, ἐν ταῖς λύπαις τὸ πλεῖστον μέρος τῶν ἀνιαρῶν ἀφαιρουμένη αὕτη ἐξαίφνης ἀναρπασθεῖσα οἴχεται. Μὴ ἀγριάνῃς τῷ πάθει μηδὲ αὐτόματόν τινα εἴπῃς εἶναι συντυχίαν τῶν γινομένων, ὡς μηδενὸς προστάτου τὸν κόσμον οἰκονομοῦντος· μηδὲ κακόν τινα δημιουργὸν ὑπόθῃς, ἐκ τῆς κατὰ τὴν λύπην ἀμετρίας πονηρὰ δόγματα ὑποτιθέμενος σεαυτῷ, ἀλλὰ μηδὲ ἐκπέσῃς τῶν ὅρων τῆς εὐσεβείας. Ἐπειδὴ γὰρ ὅλως ἐγένεσθε οἱ δύο εἰς σάρκα μίαν, πολλὴ συγγνώμη τῷ τὴν διχοτομίαν καὶ τὴν τῆς συναφείας διαίρεσιν μετὰ ἀλγημάτων δεχομένῳ·
οὐ μὴν τούτου γε ἕνεκεν ἢ διανοεῖσθαί τι τῶν οὐ προσηκόντων, ἢ φθέγγεσθαί σοι λυσιτελές. Ἐννόησον γὰρ, ὅτι ὁ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου διαγωγὴν, καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησε· τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο, κατὰ τοὺς ἀῤῥήτους τῆς σοφίας ἑαυτοῦ καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ οὖν οἱ ταῖς εἱρκταῖς ἐμπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τῆς κακοπαθείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ’ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου, σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου. Οὐκ ἀκούεις λέγοντος τοῦ Δαβὶδ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου; Οὐκ ἤκουσας περὶ τοῦ ἁγίου, ὅτι ἀπελύθη αὐτοῦ ἡ ψυχή; Τί δὲ Συμεὼν, ὅτε ἐνεγκαλίσατο τὸν Κύριον ἡμῶν; ποίαν φωνὴν ἀφῆκεν; Οὐχ ὅτι Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα;
PG 31:249Τῷ γὰρ ἐπειγομένῳ πρὸς τὴν ἄνω διαγωγὴν βαρυτέρα πάσης κολάσεως καὶ δεσμωτηρίου παντὸς ἡ μετὰ τοῦ σώματός ἐστι διατριβή. Μὴ τοίνυν τῇ ἑαυτοῦ ἀπολαύσει ἐπιζήτει τὰς περὶ τῶν ψυχῶν διατάξεις ἀκολουθεῖν· ἀλλὰ λογίζου περὶ τῶν συναφθέντων κατὰ τὸν βίον, εἶτα θανάτῳ διισταμένων, ὅτι παραπλήσιοί εἰσιν ὁδοιπόροις μίαν ὁδὸν πορευομένοις, καὶ διὰ τὴν συνεχῆ μετ’ ἀλλήλων διατριβὴν ἑνωθεῖσιν ὑπὸ τῆς συνηθείας. Οἳ ἐπειδὰν τὴν κοινὴν ὁδὸν διεξελθόντες καταλάβωσι, λοιπὸν σχιζομένην αὐτὴν, τῆς χρείας ἤδη ἀναγκαίως μεριζούσης ἑκάτερον, οὐ τῇ συνηθείᾳ προσκαθεζόμενοι ἀμελοῦσι τῶν προκειμένων, ἀλλὰ τῆς ἐξ ἀρχῆς κινησάσης αὐτοὺς αἰτίας ὑπομνησθέντες, πρὸς τὸ οἰκεῖον ἕκαστος ἀποτρέχουσι πέρας. Ὡς οὖν ἐκείνοις ἄλλος μὲν ἦν ὁ σκοπὸς τῆς ὁδοῦ, συνέβη δὲ αὐτοῖς ἡ κατὰ τὴν ὁδοιπορίαν ἐκ τῆς συνηθείας οἰκείωσις· οὕτω καὶ τοῖς ἐν γάμῳ ἢ ἄλλῃ τινὶ κοινωνίᾳ βίου συνημμένοις ἴδιον προέκειτο δηλονότι τῆς ζωῆς τὸ πέρας· συναφθέντας δὲ ἀλλήλοις ἀναγκαίως τὸ προδιατεταγμένον τῆς ζωῆς τέλος ἐχώρισε καὶ διέλυσεν.
Εὐγνώμονος οὖν διανοίας οὐκ ἐπὶ τῷ χωρισμῷ δυσφόρως ἔχειν, ἀλλ’ ἐπὶ τῇ ἐξ ἀρχῆς συναφείᾳ χάριν ἔχειν τῷ συγκληρώσαντι. Σὺ δὲ καὶ ὅτε περιῆν σοι τὸ γύναιον, ἢ ὁ φίλος, ἢ τὸ παιδίον, ἢ ὅ τι οὖν ὧν ὀδύρῃ νῦν, οὐχὶ χάριν εἶχες τῶν παρόντων τῷ δεδωκότι, ἀλλ’ ἐνεκάλεις ὑπὲρ τῶν ἐλλειφθέντων. Εἰ μὲν γυναικὶ μόνῃ συνῴκεις, ὅτι μὴ παῖδες ἦσαν οἵους ἐβούλου· εἰ δὲ καὶ παῖδες παρῆσαν, ὅτι μὴ ὑπερεπλούτεις, ἢ καὶ ὅτι τῶν ἐχθρῶν τινας εὐημεροῦντας ἑώρας. Ὅρα τοίνυν μή ποτε αὐτοὶ ἑαυτοῖς ἀναγκαίας τῶν φιλτάτων τὰς στερήσεις κατασκευάζωμεν, παρόντων μὲν οὐκ αἰσθανόμενοι, παρελθόντων δὲ περιεχόμενοι. Ἐπειδὴ γὰρ παρακειμένων τῶν ἐκ Θεοῦ ἀγαθῶν οὐκ εὐχαριστοῦμεν, ἀναγκαία ἡμῖν ἡ ἀφαίρεσις διὰ τὴν αἴσθησιν γίνεται. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τὸ ἄγαν προσκείμενον οὐχ ὁρῶσιν, ἀλλὰ δέονται συμμέτρου τινὸς ἀποστάσεως· οὕτω καὶ αἱ ἀχάριστοι ψυχαὶ ἐοίκασιν ἐν τῇ ἀλλοτριώσει τῶν ἀγαθῶν τῆς παρελθούσης χάριτος ἐπαισθάνεσθαι. Ὅτε γὰρ ἀπέλαυον τῶν χρηστοτέρων, οὐδεμίαν χάριν τῷ δεδωκότι γινώσκοντες, μετὰ τὴν στέρησιν τὸ παρελθὸν μακαρίζουσιν.
PG 31:251Ἀλλ’ οὐδεὶς ἡμῶν ἀποκλείεται τοῦ εὐχαριστεῖν ὑπ’ οὐδεμιᾶς περιστάσεως βίου, ἐὰν εὐγνωμόνως ἕκαστον ἐπιλογίζεσθαι θέλῃ. Πολλὰς γὰρ ἀναθεωρήσεις καὶ οὐκ ἀτερπεῖς ὁ ἑκάστου ἡμῶν βίος κέκτηται, ἐάνπερ ἄρα καταδεξώμεθα πρὸς τὸ ὑποβεβηκὸς ἀποβλέπειν, καὶ οὕτως ἐκ τῆς πρὸς τὸ χεῖρον συγκρίσεως τὸ ὑπάρχον ἡμῖν ἀγαθὸν, πόσου τινὸς ἄξιόν ἐστιν, ἐκμετρεῖν. Οἰκέτης εἶ; Ἔχεις τὸν σεαυτοῦ ταπεινότερον· εὐχαρίστει, ὅτι ἑνὸς ὑπερέχεις, ὅτι μὴ ἐν τῷ μυλῶνι καταδεδίκασαι, ὅτι μὴ πληγὰς λαμβάνεις. Οὐκ ἐπιλείψουσιν οὐδὲ τοῦτον αἱ τοῦ εὐχαριστεῖν ἀφορμαί. Οὐ γὰρ ἔχει πέδας, οὐ δέδεται ἐν ξύλῳ. Ὁ δεσμώτης ἔχει τὸ ζῇν ἀρκοῦσαν ἀφορμὴν εἰς εὐχαριστίαν· ἥλιον ὁρᾷ, ἀναπνεῖ τὸν ἀέρα, ἐπὶ τούτοις εὐχαριστεῖ. Ἀδίκως κολάζῃ; Τῇ τῶν μελλόντων ἐλπίδι χαῖρε. Δικαίως κατεδικάσθης; Καὶ οὕτως εὐχαρίστει, ἐνταῦθα τὴν δίκην τῶν τετολμημένων ἀποτιννὺς, ἀλλὰ μὴ ἐπ’ ἀκεραίοις τοῖς ἁμαρτήμασι τῇ αἰωνίᾳ κολάσει ταμιευθείς. Κατὰ δὴ τὸν αὐτὸν λόγον ἐπὶ παντὸς βίου καὶ πάντων ἐπιτηδευμάτων ἔξεστι τῷ εὐγνώμονι μεγάλας τῶν παρόντων ἀποδιδόναι τῷ εὐεργέτῃ τὰς χάριτας.
Νῦν δὲ τὸ τῶν δυσαρεστουμένων πεπόνθασιν οἱ πολλοί· τὸ μὲν παρὸν ἀτιμάζοντες, τῶν δὲ ἀπόντων ἐπιθυμοῦντες. Οὐ γὰρ τοὺς ὑποδεεστέρους αὐτῶν ἀπαριθμούμενοι, τὴν ὑπὲρ ὧν ἔχουσι χάριν ἀποπληροῦσι τῷ εὐεργέτῃ· ἀλλὰ τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει, ὅσον ἀπολείπονται λογιζόμενοι, ὡς οἰκείων στερούμενοι τῶν ἑτέροις προςόντων, οὕτως ἀνιῶνται καὶ καταμέμφονται. Ὁ δοῦλος, ὅτι μὴ ἐλεύθερός ἐστι, δυσχεραίνει· ὁ ἐν ἐλευθερία τραφεὶς, ὅτι μὴ εὐπατρίδης, μηδὲ τῶν περιβλέπτων ἐπ’ εὐγενείᾳ, μηδ’ ὅτι ἑπτὰ πάππους ἔχει ἀριθμεῖν εἰς τὸ ἄνω, ἱπποτρόφους λαμπροὺς, ἢ μονομάχοις τὸν πλοῦτον ἐξαναλώσαντας. Ὁ κατὰ γένος περιφανὴς σχετλιάζει, ὅτι μὴ ἐπὶ πλούτῳ κομᾷ· ὁ πλούσιος λυπεῖται καὶ ὀδύρεται, ὅτι μὴ πόλεων καὶ ἐθνῶν ἐστιν ἄρχων· ὁ στρατηγὸς, ὅτι μὴ βασιλεύει· ὁ βασιλεὺς, ὅτι μὴ πάσης ὁμοῦ τῆς ὑφ’ ἡλίῳ κρατεῖ, ἀλλ’ ἔστιν ἔθνη τοῖς αὐτοῦ σκήπτροις μὴ ὑποκύπτοντα. Ἐκ πάντων δὲ τούτων συνάγεται τὸ ἐπὶ μηδενὶ τὸν εὐεργέτην εὐχαριστεῖσθαι. Ἀλλ’ ἡμεῖς, ἀφέντες τὰ ἐπὶ τοῖς ἀποῦσι λύπας, διδαχθῶμεν τὴν ἐπὶ τοῖς παροῦσιν εὐχαριστίαν ἀποδιδόναι.
PG 31:252Εἴπωμεν ἐν μὲν ταῖς σκυθρωποτέραις περιστάσεσι τῶν πραγμάτων τῷ σοφῷ ἰατρῷ· Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Εἴπωμεν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Εἴπωμεν, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἴπωμεν, ὅτι Ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Παρακαλέσωμεν τὸν Κύριον, ὅτι Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Ἐλεγχόμενοι γὰρ, ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐν δὲ τῇ φαιδροτέρᾳ τοῦ βίου διαγωγῇ ἐκείνην λέγωμεν τοῦ Δαβὶδ τὴν φωνήν· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε· λόγῳ ἐτίμησε· τέχνας ἡμῖν συνεργοὺς τῆς ζωῆς ἐχαρίσατο· τροφὰς ἐκ τῆς γῆς ἀνίησι· βοσκημάτων ἡμῖν ὑπηρεσίαν δέδωκε. Δι’ ἡμᾶς ὄμβροι· δι’ ἡμᾶς ἥλιος· ἡ ὀρεινὴ, ἡ πεδιάσιμος ἡμῶν ἕνεκεν διακεκόσμηται, ἀποφυγὰς ἡμῖν πρὸς τὰς ἐκ τῶν ὀρῶν ἀκρότητας εὐτρεπίζουσα. Δι’ ἡμᾶς ποταμοὶ ῥέουσι· δι’ ἡμᾶς βρύουσιν αἱ πηγαί· ἡ θάλασσα ἡμῖν ἀνεῖται πρὸς ἐμπορίαν·
οἱ ἐκ μετάλλων πλοῦτοι, αἱ πανταχόθεν ἀπολαύσεις, πάσης τῆς κτίσεως δωροφορούσης ἡμῖν, διὰ τὴν πλουσίαν καὶ ἄφθονον εἰς ἡμᾶς χάριν τοῦ εὐεργέτου. Καὶ τί δεῖ τὰ μικρὰ λέγειν; Δι’ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις· διὰ τὴν καταφθαρεῖσαν σάρκα Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Μετὰ τῶν ἀχαρίστων ὁ εὐεργέτης· πρὸς τοὺς καθημένους ἐν σκότει ὁ ἥλιος τῆς δικαιοσύνης· ἐπὶ τὸν σταυρὸν ὁ ἀπαθής· ἐπὶ τὸν θάνατον ἡ ζωή· ἐπὶ τὸν ᾅδην τὸ φῶς· ἡ ἀνάστασις διὰ τοὺς πεσόντας· πνεῦμα υἱοθεσίας, χαρισμάτων διανομαὶ, στεφάνων ἐπαγγελίαι· τὰ ἄλλα, ὅσα οὐδὲ ἐξαριθμήσασθαι ῥᾴδιον, ἐφ’ οἷς πᾶσι πρέπουσά ἐστιν ἡ φωνὴ τοῦ προφήτου· Τί ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Καὶ γὰρ αὖ καὶ τοῦτο οὐκ εἴρηται δεδωκέναι, ἀλλ’ ἀντιδεδωκέναι ὁ μεγαλόδωρος, ὡς οὐχὶ κατάρχων χάριτος, ἀλλ’ ἀμειβόμενος τοὺς ὑπάρξαντας· τὸ γὰρ τῶν λαμβανόντων εὐχάριστον εἰς εὐεργεσίαν καταλογίζεται. Ὃς, καὶ χρήματα διδοὺς αἰτεῖ παρὰ σοῦ τὴν ἐλεημοσύνην διὰ τῆς χειρὸς τῶν πενήτων· κἂν λάβῃ τὰ ἑαυτοῦ, ἀκεραίαν σοι τὴν χάριν, ὡς ὑπὲρ οἰκείων, ἀποπληροῖ. Τί οὖν ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
PG 31:254Οὐ γὰρ ἀφίεμαι τῆς φωνῆς τοῦ Προφήτου, καλῶς ἀποροῦντος, καὶ περισκοποῦντος ἑαυτοῦ τὴν πενίαν, ὅτι οὐδὲν ἔχει πρὸς ἀντίδοσιν ἄξιον. Ὃς ἐφ’ οὕτω μεγάλαις καὶ λαμπραῖς εὐεργεσίαις, οὐμενοῦν ἐχούσαις ὑπερβολὴν, πολλαπλασίονα ἡμῖν τὰ εἰς ὕστερον ἐπαγγέλλεται· παραδείσου τρυφὴν, καὶ δόξαν ἐν βασιλείᾳ, καὶ ἰσαγγέλους τιμὰς, καὶ Θεοῦ κατανόησιν· ὅπερ τοῖς ἀξιωθεῖσι τῶν ἀγαθῶν ἐστι τὸ ἀκρότατον· οὗ πᾶσα ἐφίεται λογικὴ φύσις· οὗ καὶ ἡμεῖς ἐπιτύχοιμεν, ἐκ τῶν παθῶν τῆς σαρκὸς ἑαυτοὺς ἐκκαθάραντες. Πῶς οὖν, φησὶ, τὸ κοινωνικὸν καὶ φιλόστοργον (ὃ πρῶτόν ἐστι τῶν ἀγαθῶν καὶ τελειότατον, διότι πλήρωμα νόμου ἡ ἀγάπη)· πρὸς τοὺς πλησίον ἐπιδειξόμεθα; Ἐπειδὰν, πρός τινας ὑπὸ μεγάλων συμφορῶν κατεχομένους εἰσελθόντες, μὴ συγκλαίωμεν αὐτοῖς, μηδὲ συνδακρύωμεν, ἀλλ’ εὐχαριστῶμεν ἐπὶ τοῖς γενομένοις. Οἰκεῖον μὲν γὰρ πάθος μετ’ εὐχαριστίας ὑπενεγκεῖν ὑπομονῆς ἔχει καὶ καρτερίας ἀπόδειξιν· ἐπ’ ἀλλοτρίαις δὲ συμφοραῖς εὐχαριστεῖν τῷ Θεῷ ἐπιχαίροντός ἐστι τοῖς κακοῖς καὶ παροξύνοντος τοὺς λυπουμένους· καὶ ταῦτα τοῦ Ἀποστόλου ἐπιτρέποντος ἡμῖν κλαίειν μετὰ κλαιόντων. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα;
Ἢ πάλιν ἀναγκαίως τῶν τοῦ Κυρίου λόγων ὑπομνήσομεν ὑμᾶς, ἐπὶ τίσι χαίρειν προσετάχθημεν, καὶ ἐπὶ τίσι πενθεῖν; Χαίρετε, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν· Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ’ ἐμὲ, ἀλλὰ κλαύσατε ἐπὶ τὰ τέκνα ὑμῶν. Οὐκοῦν δικαίοις μὲν συσκιρτᾷν καὶ συναγάλλεσθαι ὁ θεῖος λόγος ἡμῖν ἐπιτρέπει, τοῖς δὲ ἐκ μετανοίας ἀφιεῖσι δάκρυον συμπενθεῖν καὶ συνοδύρεσθαι, ἢ τοὺς ἀναλγήτως διακειμένους ἀποκλαίεσθαι, ὅτι οὐδὲ ἴσασι πῶς ἀπόλλυνται. Οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα, καὶ συνεκβοήσαντα τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. Οὔτε γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ βοηθεῖν τοῖς κάμνουσιν, αὐτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον· οὔτε κυβερνήτην, ἀντὶ τοῦ κρατεῖν τῶν ἐμπλεόντων, καὶ τοῖς πνεύμασι μάχεσθαι, καὶ διαφεύγειν τὰ κύματα, καὶ παραμυθεῖσθαι τοὺς δειλοτέρους, ναυτιῶντα καὶ συναλύοντα τοῖς ἀπειροθαλάττοις. Τοιοῦτος γάρ ἐστιν ὁ πρὸς τοὺς πενθοῦντας εἰσιὼν, καὶ μὴ τῆς ἐκ τοῦ οἰκείου λόγου ὠφελείας μεταδιδοὺς, ἀλλὰ τῆς ἐκ τῶν ἀλλοτρίων παθῶν ἀσχημοσύνης μεταλαμβάνων.
PG 31:256Ἐπιστυγνάζειν μὲν οὖν ταῖς συμφοραῖς τῶν πενθούντων, ἀκόλουθον. Οὕτω γὰρ ἑαυτὸν οἰκειώσῃ τοῖς πάσχουσι, μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν. Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προςῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς ἄλλοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους· οἷον συγκαθειργνύναι ἑαυτὸν, καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι, καὶ κουρᾶς ἀμελεῖν. Ἐκ τούτων γάρ ἐστι μᾶλλον ἐπιτείνειν τὴν συμφορὰν, ἢ καταπραύ̈νειν. Οὐχ ὁρᾷς, ὅτι βουβῶνες μὲν καὶ σπλῆνες, οἱ μὲν τραύμασιν, οἱ δὲ πυρετοῖς ἐπιτιθέμενοι, τὰς ὀδύνας συνεπιτείνουσι; χεῖρες δὲ τὸ ἀλγοῦν τῇ πραείᾳ ἑαυτῶν ἐπαφῇ καταστέλλουσι; Καὶ αὐτὸς δὴ οὖν μὴ ἐξαγριάνῃς τὸ πάθος τῇ παρουσίᾳ, μηδὲ συγκαταπέσῃς τῷ πεπτωκότι. Ὁ γὰρ τὸν κείμενον ἀνιστῶν ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει· ὁ δὲ ἐξ ἴσου καταπεσὼν ἑτέρου καὶ αὐτὸς τοῦ ἀναστήσοντος ἐπιδεῖται.
Ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσῆκεν, ἐν συννοίᾳ προσώπου, καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα· φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιπηδᾷν ταῖς ἐπιτιμήσεσι προσῆκεν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις (φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις αἱ ἐπιτιμήσεις· καὶ ἅμα δυσπαράδεκτοί εἰσι τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι)· ἀλλὰ συγχωρήσαντα κενὰ καὶ ἄπρακτα ἐκβοῆσαι. καὶ ὀλοφύρεσθαι, ἤδη τοῦ κακοῦ ὑπανέντος τι καὶ χαλάσαντος, τότε ἐμμελῶς καὶ πράως τῆς παρακλήσεως ἅπτεσθαι. Ἐπεὶ καὶ οἱ πωλοδάμναι τοὺς δυσηνίους τῶν πώλων οὐκ εὐθὺς κατάγχουσι τοῖς χαλινοῖς, οὐδὲ ἀνακρούουσιν (ἀναχαιτίζειν γὰρ οὕτω καὶ ἀποσείεσθαι τοὺς ἐπιβάτας διδάσκουσιν)· ἀλλὰ συνενδιδόντες τὴν πρώτην, καὶ συνεξορμῶντες αὐτοῖς, ἐπειδὰν ἴδωσιν ὑπὸ τῆς οἰκείας ὁρμῆς καὶ βίας τὸν θυμὸν ἀναλώσαντας, τότε παραλαβόντες δεδαμασμένους, εὐπειθεστέρους ἤδη ποιοῦσι διὰ τῆς τέχνης. Οὕτως ἔσται κατὰ τὸν τοῦ Σολομῶντος λόγον·
PG 31:258Ἀγαθὸν εἰσελθεῖν εἰς οἶκον πένθους μᾶλλον ἢ εἰς οἶκον πότου· εἰ μέλλοι τις, ἐπιστημόνως καὶ πράως τῷ λόγῳ χρώμενος, μεταδιδόναι τῆς οἰκείας ὑγιείας τῷ κάμνοντι, ἀλλ’ οὐχὶ τῆς ἀλλοτρίας λύπης, ὡς ὀφθαλμίας, μεταλαμβάνειν. Κλαίειν οὖν μετὰ κλαιόντων. Ὅταν ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ, καὶ συμπάθει. Οὕτω γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. Ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον ἑαυτὸν ἐξιάσατο, δι’ ὧν τὸν ἀδελφὸν ἀπωδύρατο. Τοιοῦτος ἦν ὁ λέγων· Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ὑπὲρ ἁμαρτίας κλαῖε. Αὕτη ἀῤῥωστία ψυχῆς· αὕτη θάνατός ἐστι τῆς ἀθανάτου· αὕτη πένθους ἀξία καὶ ὀδυρμῶν ἀσιγήτων. Ἐπὶ ταύτῃ πᾶν δάκρυον ῥέοι, καὶ μὴ διαλείποι στεναγμὸς ἐκ βάθους καρδίας ἀναπεμπόμενος. Ἔκλαιε Παῦλος τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἱερεμίας ἔκλαιεν ἐπὶ τοῖς ἀπολλυμένοις τοῦ λαοῦ· ὅς γε, ἐπειδὴ οὐκ ἤρκει τὸ ἐκ φύσεως δάκρυον, πηγὴν ἐπεζήτει δακρύων καὶ σταθμὸν ἔσχατον.
Καὶ καθήσομαι, φησὶ, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας πολλὰς, τοὺς ἀπολλυμένους. Τὸ τοιοῦτον δάκρυον καὶ τὸ τοιοῦτον πένθος ὁ λόγος μακαρίζει· οὐ τὸ πρὸς πᾶσαν λύπην εὐάγωγον, καὶ ἐκ πάσης προφάσεως εὐκατάφορον πρὸς τοὺς θρήνους. Ἤδη δέ τινας εἶδον τῶν φιληδόνων δι’ ὑπερβολὴν ἡδυπαθείας ἐπὶ προφάσει τῆς λύπης πρὸς κραιπάλην καὶ μέθην ἐκτρεπομένους, καὶ τὸ ἀκρατὲς αὐτῶν ἐκ τῶν τοῦ Σολομῶντος λόγων παραμυθεῖσθαι πειρωμένους, λέγοντος· Δότε οἶνον τοῖς ἐν λύπαις. Ἔστι δὲ ὁ παροιμιακὸς λόγος οὐχὶ μέθης ἄδειαν παρεχόμενος, ἀλλὰ συνέχων τὴν ἀνθρωπίνην ζωήν. Ἵνα γὰρ τὸ αἰνιγματῶδες αὐτοῦ παραλείπω, οἶνον λέγοντος τὴν λογικὴν εὐφροσύνην, οὐδὲ ὁ πρόχειρος νοῦς μικρὰν ἔχει τὴν ἐπιμέλειαν, ἵνα μὴ τῷ σφοδρῷ τοῦ πένθους καταποθέντες, τῶν τροφῶν ἀμελῶσιν οἱ δυσπαρηγόρητοι καὶ βαρυπενθεῖς· ἀλλ’ ἄρτῳ μὲν στηρίζηται ἡ καρδία τοῦ φιλολύπου, οἴνῳ δὲ τὸ συμπεπτωκὸς τῆς δυνάμεως ὑπερείδηται. Οἱ δὲ φίλοινοι καὶ οἰνόφλυγες, οὐ τὴν λύπην καταπραύ̈νοντες, ἀλλὰ κακὰ κακῶν διαμειβόμενοι, καὶ πονηροί τινες γινόμενοι συναλλάκται, νοσήματα, ψυχῶν διαμείβουσι νοσημάτων·
PG 31:260οἳ τοὺς ἐπὶ τῆς τρυτάνης τὰς ῥοπὰς ἐπανισοῦντας μιμούμενοι, τοσοῦτον ὑφαιροῦσι τῆς λύπης, ὅσον αὔξουσι τὸ φιλήδονον. Ἀλλ’ οἶμαι χρῆναι βοήθειαν τῇ φύσει παρέχειν τὸν οἶνον· καὶ μὴ τοσοῦτον ἐπιτρέπειν ἐγχεῖσθαι τὸν ἄκρατον, ὥστε σκότωσιν τοῖς λογισμοῖς ἐμποιεῖν. Οὔτε γὰρ συνεκρυήσεται τῷ οἴνῳ τὸ λυπηρόν· καὶ τὸ τῆς μέθης κακὸν τῇ ψυχῇ προσγενήσεται. Εἰ δὲ λύπης ἰατρός ἐστιν ὁ λογισμὸς, ἔσχατον ἂν εἴη τῶν κακῶν ἡ μέθη, τῇ ἰατρείᾳ τῆς ψυχῆς ἐμποδίζουσα. Ἀλλ’ ἀνάλαβε τῷ λόγῳ τῶν εἰρημένων ἕκαστον, καὶ εὑρήσεις τό τε δυνατὸν τῆς ἀποστολικῆς νομοθεσίας καὶ τὸ ὠφέλιμον· πῶς μὲν πάντοτε χαρήσῃ τῷ ὀρθῷ λόγῳ ἑπόμενος· πῶς δὲ προσεύξῃ ἀδιαλείπτως, πῶς δὲ ἐν παντὶ εὐχαριστήσεις· τίνι δὲ τρόπῳ παρακαλέσεις τοὺς λυπουμένους, ἵνα ἐκ πάντων ἄρτιος ᾖς καὶ κατηρτισμένος, τῇ βοηθείᾳ τοῦ ἁγίου Πνεύματος, καὶ τῇ ἐπισκηνώσει τῆς χάριτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

tus dies jam adesset, vocarelque præco, ac patroni essent parati, simul ut incipit hominis tyrannidem detegere, simul ut parat et modum, que bona hæc initio parta fuerant, et temporis diuturnitatem, qua dominium ipsius stabiliebatur, declarare, postea que viri violentiam et avaritiam 34 deplorare; prodiens ille in medium, dixit non licere huic litem agere. Neque enim fas esse juris communis participes esse eos, qui imperatorum deos non colerent, nec Christi fdem ejurarent. Videbatur præsidi justa et aqua dicere, rationesque ad rem facientes proferre. Statim igitur thus affertur et focus; idque propositum est litigantibus; negantes quidem Christum, legibus et legum præsidio fruituros, retinentus vero fidem, neque forum, neque leges, neque reliqua civitatis jura participaturos, quippe quibus infamia esset. 2. Quid igitur postea? Num divitiarum capta est illecebris? num per quamdam cum homine injurio contentionem neglexit profutura? num exhorruit periculum a judicibus impendens? Minime gentium: at, Valeat, inquit, vita, pereant pecuniæ, potius ne corpus quidem mihi supersit, quam impia ulla verba in Deum qui me condidit, proferam. Ac quanto magis videbat judicem his sermonibus exasperari, et summa adversum se ira succendi, tanto uberiores Deo gratias agebat, quod cuin de caducis opibus litigaret, visa est coelestium bonorum sibi possessionem astruere, et terra quidem spoliari, ut adipiscatur paradisum, itemque inuri sibi Infamiam, ut gloriæ coronis habeatur digna, corpus denique flagris cædi, et temporali vita privari, ut mox cum omnibus sanctis in cœlestis regni gaudiis constituta, beatas spes consequatur. Caeterum cum sæpe interrogata, sæpe vocem eamdem emitteret, testata esse se Christi ancillam cumque exsecraretur eos qui sibi erant ejurandæ fdei auctores, tum demum judex iniquitatis illam non opibus solum et possessionibus quibus injuste et præter leges spoliata fuerat, privavit; verum etiam eam igni traditam, morte, ut rebatur, multavit. Julitta vero ad nulla vitæ oblectamenta æque festinanter cucurrit, atque accessit ad illam flammam, facie, habitu, verbis et efflorescente hilari tate ingens animi gaudium ostendens. Ac quidem hortatur astantes mulieres, ut ne ad ferendos pro pietate labores remollescerent, neque sexus prætenderent infirmitatem. Sumus, inquiebat, ex ea Editio Paris. Editio Basil. et novem mss. Combeft. siani codices nescio qui nec Christi fidem negarent. Arbitramur particulam ph aut exprimendam esse, aut certe subaudiendam ex præcedentibus, Editio Paris. Editio Basil. At nostri novem mss. Secuti sumus, ut par erat, libros antiquos. Reg. primus Veteres quatuor libri Statim aliquot mss. Alius codex et editi edicto imperatorum tunc temporis regnantium inustę Editi et duo mss. Sed alii quatuor Reg. secundus Sic mss. plurimi. Editi in quibus verbum vel cæco apparet. Culpam esse operarum mihi facile persuadeo: qui cum paulo ante edidissent vilentur verbun oscitanter rursus posuisse. Antiqui tres libri cum utraque editione cum omnibus sanctis. Alii tres mss. cum angelis.

HOMILIA IN MARTYREM JULITTAM perinde atque illi fuimus conditæ. Mulier, perz que ac vir, a conditore facta est virtutis capax. Ecquid enim? nonne sumus viris cognatæ in omnibus? Nec enim assumpta est caro sola ad condendam mulierem, sed et os ex ossibus *. Quare constantia, fortitudo, ac patientia a nobis etiam perinde atque a viris Domino debetur. His dictis, prosilivit in rogum, qui tanquam fulgens quidam thalamus mulieris sanctæ corpus circumplexus, transmissa in regionem cœlestem, et in convenien tem ei requiem anima, venerandum corpus necessariis ac propinquis integrum et incolume servavit quod in pulcherrimo unius templi urbis vestibulo tumulatum, tum ipsi loco, tum iis, qui ad bunc dem ex qua viri ipsi, massa. Ad Dei imaginem locum accedunt, sanctitatem confert. Terra autem, se Genes. 11, 5. 37 IV Reg. 11, 21. 88 I Thess. Editi Veteres aliquot libri recte. Reg. secundus Rursus codex secundus Editi et duo mss. Alii sex beatae hujus adventu 35 prospera electa, aquanı gratissimam e sinu suo emisit, adeo ut martyr vice matris velut communi aliquo lacte cives nutriat. Hæc aqua et sanis tutela, et sobrie deliciantibus voluptatis largitio, et ægris solatium est. Quod collocatum est ab Elisæo in Hierichuntinos beneficium ", hoc idem martyr in nos contulit; cum salsuginem quæ in communi aquarum huic loco adjacentium natura percipitur, in saporem dulcem amœnumque et omnibus suavem benedictione transmutavit. Viri, nolite videri pietate inferiores mulieribus. Mulieres, ne desciveritis ab hoc exemplo sed citra ullam excusationem pieta. tem amplectimini, cum reipsa expertæ fueritis sexus infirmitatem vobis impedimento non esse, quin bonum quodlibet patrare possitis. 3. Multa quidem de martyre dicere paraveran: sed sermo heri nobis incœptus, et imperfectus relictus, haud permittit in his diutius immorari. Ego scilicet sic sum natura comparatus, ut quidquid imperfectum est, moleste feram. Etenim injucundum spectaculum est et imago, quæ dimidia ex parte exprimitur, et itineris labor inutilis futurus est, si viator ad propositum finem et ad constitutas stationes non pervenerit. Parum ex venatu capere, idem est ac nihil capere; et qui in stadiis currunt, etiamsi sæpius uno duntaxat gressu posteriores exstiterint, amittunt victoriam. Itaque nos quoque qui heri Apostoli verba protulimus in medium, quique paucis sensum et intelligentiam eorumdem perstricturos nos sperabamus, inventi sumus longe plura quam diximus, omisisse; quapropter necessarium ducimus, ut vobis dependamus relicta, et exsolvamus. Hæc igitur erant Apostoli verba: Semper gaudele, sine intermissione orale, in omnibus gratias agile. Et quidem de jugi ac continuo gaudio, etsi non satis dictum est pro argumenti dignitate; at v, 16–18. Aliquanto post editi Veteres quinque libri Veteres quatuor libri

HOMILIA IN MARTYREM JULITTAM. habet; exercitus dus, quod regnum non occupat; rex autem, quod simul totius qui sub sole est orbis non potiatur, sed supersint gentes quæ suis sceptris non sint subjectæ. Ex quibus omnibus colligitur gratias pro nulla re beneficiorum auctori rependi. Nos autem marorem ex iis quæ desunt emergentem amandantes, discanus ob præsentia gratias exsolvere. Dicamnus sapienti medico in tristioribus rerum infortuniis: In tribulatione parva disciplina tua nobis ". Dicamus: Bonum mihi, quia humiliasti me ". Dicamus: Non sunt condignæ passiones hujus temporis ad futuram gloriam quæ revelabitur in nobis 68. Dicamus: Pauca pra iis quæ pers cavimus accepimus verbera ". Obsecremus Dominum Castiga nos, Domine, verumtamen in judicio, et non in furore. Cum enim redarguimur, a Domino corripimur, ut non cum hoc mundo damnemur”. At vero in lætiore vitæ statu emittamus illam Davidis vocem: Quid retribuam Domino pro omnibus quæ retribuit mihi"? Eo auctore ex nihilo orti sumus, ornavit nos ratione, largitus nobis est artes vitæ tuendæ inservientes, alimenta e terra educit, servitio nostro jumenta addixit et pecora. Propter nos imbres, propter nos sol; adornata est nostri causa regio montosa æquataque, effugia atque recessus parans nobis ad summitates montium vitandas. Propter nos fluunt flumina; propter nos fontes scaturiunt; mare patet nobis ad mercaturam exercendam; effodiuntur ex metallicis fodinis opes; undelibet commoda affluunt et delicia, conferente nobis munera creatura omni ob locupletem uberemque benefici Dei in nos gratiam. 7. Sed quid opus est parva recensere? Propter nos versatus Deus est inter homines: propter carnem corruptam Verbum caro factum est, et habitavit in nobis 13. Commoratur.cum ingratis beneficus; venit liberator ad captivos; illuxit sol justiLiæ 7 sedentibus in tenebris 75, in crucem tollitur qui omnis prorsus doloris espers est, vita morti addicitur. Lux descendit ad inferos; propter eos qui mortui erant, resurrectio, adoptionis spiritus, donorum divisiones, repromissæ coronæ: alia insuper quæ ne numerare quidem facile fuerit, quibus omnibus congruit illa vox prophete, Quid res tribuemus Domino pro omnibus quæ retribuit nobis 7? Atque etiam magnificus ille non dicitur tribuisse, seul retribuisse, tanquam si prior non conferret gratiam, sed iis qui prius contulissent, redderet: nimirum gratiarum actionem, quæ ab accipientibus rependitur, loco habet beneficii. Qui cum dederit opes, tamen eleemosynam a te per paupe rum manus reposcit: qui tametsi suum accipit, se Isa. xxvi, 16. 67 Psal. CXVIII, 71. 65 Rom. vult, 18. *s Psal. cxv, 12. 13 Joan. 1, 14. 7 Malach. v, 2. Veteres quatuor libri Ita mss sex. Editio Paris. Editi et tres mss. omni creatura nos stipante, male. Regii primus et tertius cum duobus Colbertinis 375, omni creatura donis ac muneribus nos cumubante, recte. 69 Joh 3, 11. 70 Jerem. x, 24. "I Cor. 75 Isa. IX, 2. 76 Psal. cxv. 12. Antiqui duo libri et editi Alii quinque niss. Ubi et in editis et in mss. constanter legitur ibi legendum esse putat Combefisius qui si suam conjecturam veteris ali. cujus libri testimonio stabilivisset, nos nullo negorio adduxisset in sententiam suamn.

tibi tamen veluti tua danti gratiam integram re fert. Quid igitur retribuemus Domino pro omnibus quæ retribuit nobis? Non enim desero voceni Prophetæ, probe addubitantis, ac inopiam suam circumspicientis, 41 talem videlicet ei ut nihil suppeteret dignum quod retribueretur. Dominus enim post beneficia adeo magna splendidaque, nec tamen omni genere præstantia, nobis in posterum multo majora pollicetur, paradisi delicias, dandam in regno gloriam, honores angelorum honoribus haud impares, denique Dei cognitionem: id quod iis, qui digni habiti sunt, sumunum bonum est; id quod omnis natura ratione prædita expetit; id quod utinam et nos,ubi a carnis affectibus nosmetipsos expurgaverimus, adipiscamur. Quomodo igitur, inquiet aliquis, commiserationem socialem atque charitatem (quod bonorum primum est et perfectissimum, cum plenitudo legis dilectio sit 7) proximo nostro sumus ostensuri? Quoniam si ad aliquos magnis calamitatibus ac ærumnis oppressos accedamus, nequaquam cum ipsis flebimus, aut collacrymabimus; imo de iis, quæ acciderint, agemus gratias. Ac quidem suam ipsius afflictionem cum gratiarum actione perferre, patientiae est alque constantiæ argumentum; sed pro calamitatibus alienis Deo gratiam habere, insultantis est malis alienis et irritantis afflictos, præsertim cum ab Apostolo jubeamur cum fentibus flere 78. Quid igitur ad hæc dicemus? Estne rursus necesse vobis In memoriam reducere Domini verba, quibus jussi sumus in aliquibus gaudere, in aliquibus lugere? Gaudete, inquit, et exsultate, quoniam merces vestra copiosa est in calis". El iterum: Filia Jerusalem, nolite flere super me, sed flete super filios vestros 80. Itaque præcipit nobis sermo divinus, ut cum justis quidem exsultemus ac lætemur;!ugeamus vero et lamentemur cum iis qui ex pœnitentia effundunt lacrymas: aut etiam cos qui nullo doloris sensu tanguntur, deploremus, quod perire se ne intelligant quidem 8. Cæterum implevisse mandatum haudquaquam putandus est qui hominum mortem deplorat, et cum lugentibus edit clamorem. Neque enim lauda verim medicum, qui cum opem ægrotantibus ferre deberet, morbis ipse repleretur; neque nauclerum, qui cum deberet navigantibus præesse, adversus ventos pugnare, fluctus vitare ac timidiores solari, Tauscaret ipse, et una cum iis qui rei nautica im periti sunt, animo concideret. Ejusmodi est quisquis adit lugentes, nec tamen ratione sua usus, quidquam eis impertit emolumenti; sed potius ex alienis affectibus dedecus contrahit. Par igitur fuerit de alienis calamitatibus ac ærumnis afflictari. Nam hoc pacto afflictorum conciliaturus tibi es 77 Rom. XIII, 10. 78 Rom. XII, 15. 79 Matth. v, 12. 60 Luc. XXIII, 28. Codices aliquot Editio Paris. Unus ms. Alius Alii qua !uor nulla re interjecta Haud longe tres mss. Reg. secundus Veteres quidam libri et editi Alii tres mss. in aliquibus mss. legitur Antiqui tres libri lex divina. Voculam ex antiquis tribus libris addidimus. Reg. tertius et alii duo mss. Colbertini Μox quatuor mss. Alii tres Editi

HOMILIA IN MARTYREM JULITTAM. miliaritatem atque benevolentiam, neque hilarem Eccle. vi, 3. Codices tres Antiqui duo libri et editi Alii quinque Codices duo Unus ms. et editi Alii quinque Μor Reg. primus sensu aon dissimili. te ostendens ob eorum adversitates, neque alienam afflictionem indifferenter perferens. Minime tamen convenit dolentium miseriis plus æquo commoveri, sic ut aut conclames, aut lugeas cum afflictato, aut aliis in rebus hominem a tristitia obcæcatum imiteris æmulerisque exempli causa, si una cum ipso te ipse includas, et induaris atra veste, si pariter jaceas humi, comamque negligas. Ex iis enim magis crescit quam elevatur calamitas. Annon vides augeri dolorem, si aut bubones vulneribus, aut 42 splenes febribus accedant? nonne potius miti gant manus dolorem leni suo contactu? Et tu igitur ne tua præsentia exasperes afflictionem, neque cum lapso collabare. Nam jacentem qui erigit, altior omnino lapso esse debet; qui vero pariter ce cidit, altero qui erigat etiam ipse opus habet. Attamen abs re non fuerit iis quæ accidunt angi, et tacite de adversis afflictari, ita ut ex vultu, qut cogitatione defixus sit, exque modestia quæ gravitatem adjunctam habeat, animi affectum significes ubi autem ad colloquium ventum est, non statim ad objurgationes devenire decet, velut jacentibus insultantem ac illudentem. Nam objurgationes iis quorum animus præ tristitia cruciatur, molestæ sunt et graves; simulque sermones eorum qui nullo prorsus doloris sensu afficiuntur, ægre audiuntur a mærentibus, et ad eos consolandos vim non habent persuadendi. Sed si eos siveris vanos inefficacesque clamores et ejulatus edere, malo jam paululum sedato ac remisso, tumn demum nihil impedit quominus eos possis scile ac leniter solari. Nam et equorum domitores non statim effrenatos pullos frenis cohibent, aut reprimunt (sic enim retrocedere, et equites excutere edocentur),sed initio ipsis cedentes, ac eorum impetum secuti, ubi eo rum ardorem suo ipsorum impetu atque vehementia fractum et exhaustum animadverterint, tunc subactos apprehendentes, illos jam per artem reddunt tractabiliores. Sic erit, juxta Salomonis sententiam: Melius est ingredi in domum luctus, quam in domum convivii 81, si quis, perite leniterque sermone usus, suam ipsius sanitatem ægroto velit impertiri, non alienam tristitiam velut lippitudinena contrahere. 9. Oportet igitur flere cum flentibus. Ubi videris fratrem lugentem ob peccatorum pœnitentiam, lacrymare cum viro ejusmodi, ac illius commiseresce. Ita enim tibi licebit ex malis alienis tuum corrigere. Nam qui fervidas lacrymas pro peccato proximi effundit, dum fratrem deflet, medetur sibimetipsi. Antiqui tres mss. Alii duo et editi Unus ms. et editi Alii multi Hidem mss. non pauci Aius codex et editi Alius

Talis erat qui dicebat: Defectio animi tenuit me Ἀθυpro peccatoribus derelinquentibus legem tuam 8ª peccati causa. Animæ ægritudo est peccatum; mors est animæ immortalis; peccatum luctu atque irrequietis lamentis dignum est. Ob hoc fluant lacrymæ omnes, nec cessent duci ex pectore imo suspiria. Paulas deflebat inimicos crucis Christi 8ª. Jeremias deflebat qui ex populo peribant; idemque cum sibi naturales lacrymæ non satis essent, lacrymarum fontem inquirebat et extremam mansionen. Et sedebo, inquit, et plorabo populum hunc diebus multis, eos qui pereunt 8*. Scriptura inter beatitudines lacrymas et luctum ejusmodi reponit 8, non propensionem ad tristitiam omnem, non proclivitatem ad fletum, qui omni occasione cieatur. Non ita dudum vidi quosdam volupta rios, qui immodico voluptatis amore pellecti, per speciem expellendæ 43 tristitiæ ad crapulam sese converterent, et ad ebrietatem; suamque conarentur excusare intemperantiam verbis Salomonis, qui ait: Date vinum iis qui in tristitia sunt **. Est autem hæc sententia in Proverbio, nec tamen ebrietatem licitam reddit, sed humanæ vitæ consulit. Etenim ut reconditum hujus sententiæ sensum omittam, quo vinum latitia rationalis dicitur; ne obvius quidem sensus parum habet providentia ac curæ, ne videlicet ii qui ægre consolationem admittunt, et gravi luctu obruuntur, cibos negligant et alimenta, ploratu vehementiore absorpti: sed partim pane cor luctuosi hominis firmetur, partim vino collapsæ vires suffulciantur. Caeterum vinosi homines ac ebrii mororem haud demulcentes, sed mutantes mala malis, ac pravam quamdam pactionem facientes, corporis morbos morbis animi mutant, eosque qui trutina momenta exæquant, imitantes, tantum detrahunt tristitiæ, quantum addunt voluptati. Existimo quidem juvandam esse vino naturam: sed minime permittendum est meri tantam copiam infundi, ut rationi caliginem offundat. Neque enim simul cum vino effluet tristitia, sed ebrietatis malum animo accedet. Quod si ratio medicus est tristitiæ, fuerit plane ebrietas malorum maximum, cum medelam impediat animi. Sed jam singula quæ dicta sunt, animo repete; ita comperies et confici posse et utile esse apostolicum mandatum. Intelliges, quomodo possis gaudere semper, si rationem rectam sequaris; quomodo indesinenter orare, quomodo gratias agere in omnibus, quomodo denique valeas afflictos consolari, Prov. «s Psal. cxvΙΙΙ, 53. 88 Philipp. 11, 18. • Jerem. 11 Unus mns. et editi ab imo pectore. Alii quinque ex medio corde. Uira scriptura vera sit, nescio: sed utramque recipi posse, nemo, opinor, diffitebitur. Veteres duo libri et editi Alii tres Statim duo mss. Editi Αt mss. sex Μox unus codex Colbert. et editi Alii sex mss. ldem est sensus. 1. es Matth v, Veteres aliquot libri et editi Alii quatuor mss. Reg. primus Unus mss. et editi Alii septem Una quidem lectio altera melior non est; quia tamen libri veteres ultimæ favent, eam secuti sumus.

PG 31:239
PG 31:241
PG 31:253
PG 31:255
PG 31:257
PG 31:259
Continue reading PG 31: De humilitate →≣ entire volume
Page scan enlarged

Notebook

Full View