PG 31Basil the Great
On Humility
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:525ΟΜΙΛΙΑ Κ. Περὶ ταπεινοφροσύνης. Ὤφειλεν ἄνθρωπος ἐν τῇ παρὰ Θεῷ δόξῃ μεμενηκέναι, καὶ εἶχεν ἂν ὕψος οὐκ ἐπίπλαστον, ἀλλ’ ἀληθινὸν, δυνάμει Θεοῦ μεγαλυνόμενος, σοφίᾳ θείᾳ φαιδρυνόμενος, αἰωνίᾳ ζωῇ καὶ τοῖς ἀγαθοῖς εὐφραινόμενος. Ἐπειδὴ δὲ τὴν τῆς θείας δόξης ἐπιθυμίαν μετέθηκε, καὶ μείζονα προσδοκήσας, καὶ σπεύσας ὅπερ οὐκ ἐδύνατο λαβεῖν, ἀπώλεσεν ὅπερ ἔχειν ἐδύνατο· μεγίστη σωτηρία αὐτῷ, καὶ τῆς νόσου θεραπεία, καὶ πρὸς τὸ ἐξ ἀρχῆς ἐπάνοδος, ἀτυφία, καὶ τὸ μὴ φαντάζεσθαι δόξης τινὸς περιβολὴν δι’ ἑαυτοῦ, ἀλλὰ ζητεῖν παρὰ Θεοῦ. Οὕτω γὰρ διορθώσει τὸ πταῖσμα, οὕτως ἰάσεται τὸ νόσημα· οὕτως ἀναδραμεῖται πρὸς τὴν ἱερὰν, ἣν κατέλιπεν, ἐντολήν. Ἀλλ’ ὁ καταβαλὼν ἐλπίδι δόξης ψευδοῦς τὸν ἄνθρωπον διάβολος οὐ παύεται τοῖς αὐτοῖς ἐρεθίσμασιν ἐκκαλούμενος, καὶ μυρία μηχανήματα πρὸς τοῦτο ἐξευρίσκων· μέγα μὲν ἐπιδεικνὺς αὐτῷ, χρημάτων περιβολὴν, ἵνα ἐπὶ τούτῳ μεγαλύνηται καὶ περὶ τοῦτο σπουδάζῃ· ὅπερ ἐστὶν οὐδὲν μὲν εἰς δόξαν, μέγα δὲ εἰς κίνδυνον. Χρημάτων γὰρ πορισμὸς πλεονεξίας μὲν ὑπόθεσις· κτῆσις δὲ οὐδὲν εἰς εὐδοξίαν·
ἀλλὰ μάτην τυφλοῖ, διακενῆς ἐπαίρει, φλεγμονῇ τινι παραπλήσιον πάθος ἐργάζεται περὶ τὴν ψυχήν. Οὐ γὰρ ὑγιὴς ὄγκος οὐδὲ ὠφέλιμος ὁ τῶν φλεγμαινόντων σωμάτων, ἀλλὰ νοσώδης, ἐπιβλαβὴς, ἀρχὴ κινδύνου, καὶ πρόφασις ἀπωλείας. Τοιοῦτο καὶ περὶ ψυχὴν ὑπερηφανία. Καὶ γὰρ οὐ μόνον ἐπὶ χρήμασιν ἔπαρσις γίνεται, οὐδὲ μόνον ταῖς ἀπὸ τῶν χρημάτων κομπώδεσι διαίταις τε καὶ περιβολαῖς ἐπαίρονται ἄνθρωποι, πολυτελεῖς ὑπὲρ τὴν χρείαν παρατιθέμενοι τραπέζας τρυφηλὰς, οὐκ ἀναγκαίας περιβαλλόμενοι τὰς ἐσθῆτας, οἴκων μεγέθη κατασκευάζοντες καὶ κάλλει ποικίλλοντες, οἰκετῶν ἀκολούθων πλήθη καὶ κολάκων ἀναριθμήτων ἐξηρτημένοι συστήματα· ἀλλὰ καὶ χειροτονητοῖς ἀξιώμασιν ὑπὲρ φύσιν ὑψοῦνται. Εἰ δῆμος ἀξίωμα δῷ· εἴ τινος προεδρίας ἀξιώσειε, καὶ τὸ τῆς ὑπεροχῆς ἀξίωμα ψηφίσαιτο αὐτῷ· καὶ ἐνταῦθα δὴ, καθάπερ ὑπερβάλλοντες τὴν ἀνθρώπειον φύσιν, μόνον τὴν οὐκ ἐπὶ νεφελῶν ἱδρῦσθαι νομίζουσι, πάτημα τοὺς ὑποκειμένους ἀνθρώπους ἡγούμενοι, καὶ κατὰ τῶν τὴν ἀξίαν δεδωκότων αὐτοῖς ἐπαιρόμενοι, καὶ δι’ ὧν εἶναι δοκοῦσί τινες, κατὰ τούτων ἀλαζονευόμενοι·
PG 31:526πρᾶγμα πλῆρες ἀνοίας ὑπομένοντες, ὀνείρου σαθροτέραν ἔχοντες δόξαν, καὶ ματαιοτέραν φασμάτων νυκτερινῶν περιβεβλημένοι λαμπρότητα, νεύματι δήμου συνισταμένην, καὶ νεύματι διαλυομένην. Οἷος ἦν ὁ παράφρων ἐκεῖνος, ὁ τοῦ Σολομῶντος υἱὸς, ὁ νέος τὴν ἡλικίαν, καὶ τὰς φρένας νεώτερος, ὁ τῷ δήμῳ ζητοῦντι πραοτέραν ἡγεμονίαν ἀπειλήσας χαλεπωτέραν, καὶ διὰ τῆς ἀπειλῆς ἀπολέσας τὴν βασιλείαν, δι’ ἧς προσεδόκησε βασιλικώτερος ὀφθήσεσθαι, διὰ ταύτης καθαιρεθεὶς ἧς εἶχεν ἀξίας. Θρασύνει δὲ ἄνθρωπον καὶ χειρῶν δύναμις, καὶ τάχος ποδῶν, καὶ σώματος εὐμορφία· νόσων παραναλώματα, καὶ χρόνου δαπανήματα· καὶ οὐκ αἰσθάνεται, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Τοιαῦται γιγάντων ἐπὶ δυνάμει ἀλαζονεῖαι, καὶ Γολιὰθ ἀνοήτου φρόνημα θεομάχον, καὶ ὁ κάλλει μέγα φρονῶν Ἀδωνίας, καὶ μεγέθει κόμης ἐπαιρόμενος Ἀβεσσαλώμ. Ὃ δὲ δοκεῖ τῶν ἄλλων τῶν ὑπαρχόντων ἀνθρώποις καλῶν μέγιστον εἶναι καὶ βεβαιότερον, ἡ σοφία καὶ ἡ φρόνησις, καὶ τοῦτο ματαῖον ἔχει τὴν ἔπαρσιν, καὶ ὕψος οὐκ ἀληθὲς παρασκευάζει·
τῆς παρὰ Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν τούτων λογιζομένων. Διαπίπτει μὲν γὰρ αὐτῷ τῷ διαβόλῳ τὸ κατὰ τοῦ ἀνθρώπου σόφισμα, καὶ καθ’ ἑαυτοῦ τεχνάσας ἔλαθεν ὃ κατὰ τοῦ ἀνθρώπου μεμηχάνηται, οὐδὲν τοσοῦτον ἐκεῖνον ζημιώσας, ὂν ἤλπισεν ἀπαλλοτριώσειν Θεοῦ καὶ ζωῆς αἰωνίου, ὅσον ἑαυτὸν προδοὺς, ἀποστάτης Θεοῦ γεγονὼς, καὶ θανάτῳ καταδικασθεὶς αἰωνίῳ. Καὶ τὴν κατὰ τοῦ Κυρίου στήσας παγίδα, διὰ ταύτης ἑάλω, σταυρωθεὶς ἐν ᾧ σταυρώσειν προςεδόκησε, καὶ ἀποθανὼν ἐν ᾧ τὸν Κύριον ἤλπισεν ἀναιρήσειν θανάτῳ. Εἰ δὲ ὁ τοῦ κόσμου ἄρχων, ὁ πρῶτος καὶ μέγιστος καὶ ἀόρατος τῆς κοσμικῆς σοφίας σοφιστὴς, ἁλίσκεται τοῖς ἑαυτοῦ σοφίσμασιν, εἰς τὴν ἐσχάτην περιιστάμενος ἀφροσύνην, πολλῷ μᾶλλον οἱ ἐκείνου μαθηταὶ καὶ ζηλωταὶ, κἂν μυρία σοφίσωνται, Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Κατασοφίζεται Φαραὼ ἐπ’ ὀλέθρῳ Ἰσραήλ· ἀλλ’ ἔλαθεν ὁ κατασοφισμὸς αὐτῷ διαλυθεὶς, ὅθεν οὐ προςεδόκησε. Καὶ βρέφος ἐκτεθὲν διὰ τὸ πρόσταγμα αὐτοῦ εἰς θάνατον λανθάνει τρεφόμενον ἐπὶ τῆς οἰκίας τῆς βασιλικῆς, καὶ καθαιροῦν τὴν ἐκείνου δύναμιν καὶ τὴν τοῦ παντὸς ἔθνους, καὶ τὸν Ἰσραὴλ ἐξάγον εἰς σωτηρίαν.
PG 31:528Ὁ δὲ ἀνδροφόνος Ἀβιμέλεχ, ὁ τοῦ Γεδεὼν νόθος υἱὸς, ὁ τοὺς ἑβδομήκοντα παῖδας τοὺς γνησίους ἀποκτείνας, καὶ σοφὸν τοῦτο νομίσας ἐξευρηκέναι πρὸς τὸ βεβαίως τὴν βασιλείαν κατασχεῖν, συντρίβει μὲν τοὺς συνεργοὺς αὐτῷ τοῦ φόνου γενομένους, συντρίβεται δὲ ὑπ’ αὐτῶν· καὶ τέλος ἀπόλλυται χειρὶ γυναικὸς καὶ λίθου βολῇ. Καὶ ἐσοφίσαντο πάντες Ἰουδαῖοι κατὰ τοῦ Κυρίου βούλευμα ὀλέθριον, ἑαυτοῖς λέγοντες· Ἐὰν ἀφῶμεν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος. Ἐκ τούτου τοῦ βουλεύματος ἐπὶ τὴν Χριστοκτονίαν ἐλθόντες, ὡς τὸ ἔθνος αὐτοὶ καὶ τὴν χώραν διασώσοντες, ἀπολώλασι δι’ ὧν ἐβουλεύσαντο, καὶ ἐκ τῆς χώρας ἀνάστατοι, καὶ τῶν νόμων ἀλλότριοι καὶ τῆς λατρείας γεγενημένοι. Καὶ ὅλως ἐν μυρίοις ἄν τις καταμάθοι παραδείγμασι σαθρὸν τὸ τῆς ἀνθρωπίνης σοφίας πλεονέκτημα, μικρόν τε καὶ ταπεινὸν μᾶλλον ἢ μέγα καὶ ὑψηλόν. Ὥστε οὐδεὶς εὖ φρονῶν, οὔτε ἐπὶ τῇ σοφίᾳ τῇ ἑαυτοῦ μέγα φρονήσει, οὔτε ἐπὶ τοῖς ἄλλοις τοῖς προειρημένοις, ἀλλὰ πεισθήσεται τῇ καλλίστῃ παραινέσει τῆς μακαρίας Ἄννης καὶ τοῦ προφήτου Ἱερεμίου·
Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ. Ἀλλὰ τί τὸ καύχημα τὸ ἀληθές; καὶ ἐν τίνι μέγας ὁ ἄνθρωπος; Ἐν τούτῳ, φησὶ, καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν, ὅτι ἐγὼ Κύριος. Τοῦτο ὕψος ἀνθρώπου, τοῦτο δόξα καὶ μεγαλειότης, ἀληθῶς γνῶναι τὸ μέγα, καὶ τούτῳ προσφύεσθαι, καὶ δόξαν τὴν παρὰ τοῦ Κυρίου τῆς δόξης ἐπιζητεῖν. Λέγει δὲ ὁ Ἀπόστολος· Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω, λέγων ὅτι Χριστὸς ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· ἵνα καθὼς γέγραπται, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Αὕτη γὰρ δὴ ἡ τελεία καὶ ὁλόκληρος καύχησις ἐν Θεῷ, ὅτε μήτε ἐπὶ δικαιοσύνῃ τις ἐπαίρεται τῇ ἑαυτοῦ, ἀλλ’ ἔγνω μὲν ἐνδεῆ ὄντα ἑαυτὸν δικαιοσύνης ἀληθοῦς, πίστει δὲ μόνῃ τῇ εἰς Χριστὸν δεδικαιωμένον.
PG 31:530Καὶ καυχᾶται Παῦλος ἐπὶ τῷ καταφρονῆσαι τῆς ἑαυτοῦ δικαιοσύνης, ζητεῖν δὲ τὴν διὰ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσει εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Ἐνταῦθα πέπτωκε πᾶν ὕψος ὑπερηφανίας. Οὐδὲν ὑπολέλειπταί σοι πρὸς ἀλαζονείαν, ὦ ἄνθρωπε, ᾧ τὸ καύχημα καὶ ἡ ἐλπὶς ἐν τῷ νεκρῶσαι μὲν πάντα τὰ σεαυτοῦ, ζητῆσαι δὲ τὴν ἐν Χριστῷ ζωὴν τὴν μέλλουσαν· ἧς ἀπαρχὰς ἔχοντες, ἤδη ἐν τούτοις ἐσμὲν, τὸ ὅλον ἐν χάριτι ζῶντες καὶ δωρεᾷ Θεοῦ. Καὶ Θεὸς μέν ἐστιν, Ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας· Θεὸς δὲ τὴν ἑαυτοῦ σοφίαν τὴν προωρισμένην εἰς δόξαν ἡμῶν ἀποκαλύπτει διὰ τοῦ ἰδίου Πνεύματος. Θεὸς δὲ τὴν ἐν πόνοις δίδωσι δύναμιν. Περισσότερον πάντων ἐκοπίασα, φησὶ Παῦλος· οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Θεὸς δὲ ἐξαιρεῖται κινδύνων παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα.
Αὐτοὶ, φησὶν, ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν, ὅτι καὶ ἔτι ῥύσεται. Τί οὖν ἐπαίρεις, εἰπέ μοι, σαυτὸν ὡς ἐπὶ καλοῖς ἰδίοις, ἀντὶ τοῦ χάριν ἐπὶ τοῖς δώροις ὁμολογεῖν τῷ δεδωκότι; Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Οὐ σὺ Θεὸν ἔγνως διὰ δικαιοσύνης, ἀλλὰ Θεός σε διὰ χρηστότητα ἔγνω. Γνόντες, φησὶ, Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ. Οὐ σὺ Χριστὸν κατείληφας διὰ τῆς ἀρετῆς, ἀλλὰ Χριστός σε διὰ τῆς παρουσίας κατείληφε. Διώκω, φησὶν, εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ. Οὐχ ὑμεῖς με ἐξελέξασθε, φησὶν ὁ Κύριος, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς. Ἀλλ’ ὅτι τετίμησαι, μέγα φρονεῖς, καὶ τὸν ἔλεον πρόφασιν ὑπερηφανίας λαμβάνεις; Καὶ τότε γνώσῃ σεαυτὸν ὅστις εἶ, ὡς Ἀδὰμ ἐκβληθεὶς ἐκ τοῦ παραδείσου, ὡς Σαοὺλ καταλειφθεὶς ὑπὸ Πνεύματος Θεοῦ, ὡς Ἰσραὴλ τῆς ἁγίας ῥίζης ἀποτμηθείς. Τῇ πίστει, φησὶν, ἕστηκας· μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ.
PG 31:532Κρίσις ἕπεται χάριτι, καὶ ὅπως ἐχρήσω τοῖς χαρισθεῖσιν, ὁ κριτὴς ἐξετάσει. Εἰ δὲ μηδὲ τοῦτο αὐτὸ συνίῃς, ὅτι χάριτος τετύχηκας, ἀλλ’ ἴδιον ποιῇ κατόρθωμα τὴν χάριν ὑπερβολῇ τῆς ἀναισθησίας, οὐκ εἶ τοῦ μακαρίου τιμιώτερος ἀποστόλου Πέτρου. Οὐδὲ γὰρ ἀγάπῃ τῇ πρὸς τὸν Κύριον ὑπερβαλέσθαι δυνήσῃ τὸν οὕτω σφοδρῶς ἀγαπῶντα, ὡς καὶ ὑπεραποθνήσκειν ἐθέλειν. Ἀλλ’ ὅτι μεγαλοφρονέστερον ἐφθέγξατο, λέγων, Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ’ ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι, παρεδόθη τῇ ἀνθρωπίνῃ δειλίᾳ, καὶ πέπτωκεν εἰς ἄρνησιν, σωφρονιζόμενος τῷ σφάλματι πρὸς εὐλάβειαν, καὶ διδασκόμενος φείδεσθαι τῶν ἀσθενούντων, τῷ καὶ τὴν ἑαυτοῦ καταμαθεῖν ἀσθένειαν, καὶ γνῶναι σαφῶς, ὅτι καθάπερ ἐν τῷ πελάγει καταποντιζόμενος, ἐκουφίσθη τῇ τοῦ Χριστοῦ δεξιᾷ, οὕτως ἐν τῷ κλύδωνι τοῦ σκανδαλισμοῦ κινδυνεύσας ἀπολέσθαι δι’ ἀπιστίας, ἐφυλάχθη δυνάμει Χριστοῦ, ὃς καὶ προεῖπεν αὐτῷ τὸ συμβησόμενον, λέγων· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο τοῦ σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον. Κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου, καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου.
Καὶ Πέτρος μὲν οὕτως ἐλεγχθεὶς, δικαίως ἐβοηθεῖτο, πρὸς ἀπόθεσιν ἀλαζονείας καὶ φειδὼ τῶν ἀσθενούντων ἐκπαιδευόμενος· ὁ δὲ Φαρισαῖος ἐκεῖνος, ὁ βαρὺς καὶ καθ’ ὑπερβολὴν ὑπερήφανος, ὁ μὴ μόνον ἐφ’ ἑαυτῷ θρασυνόμενος, ἀλλὰ καὶ τὸν τελώνην ἐπὶ Θεοῦ διασύρων, ἀπώλεσε τῆς δικαιοσύνης τὸ καύχημα διὰ τὸ τῆς ὑπερηφανῖας ἔγκλημα. Καὶ κατῆλθεν ὁ τελώνης δεδικαιωμένος ὑπὲρ αὐτὸν, ὅτι τὸν ἅγιον ἐδόξαζε Θεὸν, καὶ οὐδὲ ἀναβλέπειν ἐτόλμα, ἀλλ’ ἱλασμὸν ἐζήτει μόνον, κατήγορος ὢν ἑαυτοῦ καὶ τῷ σχήματι καὶ τῇ κατὰ στήθους πληγῇ, καὶ τῷ ζητεῖν οὐδὲν ἄλλο πλὴν ἱλασμόν. Ὅρα δὴ οὖν καὶ φυλάττου τὸ παράδειγμα τῆς χαλεπῆς δι’ ὑπερηφανίαν ζημίας. Ἐζημιώθη τὴν δικαιοσύνην ὑπερηφανευσάμενος, ἀπώλεσε τὸν μισθὸν θρασυνόμενος· ἠλαττώθη τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ, μεγαλύνας ἑαυτὸν ὑπὲρ ἐκεῖνον, καὶ οὐκ ἀναμείνας τὴν παρὰ Θεοῦ κρίσιν, ἀλλὰ τὴν παρὰ αὑτοῦ ἐξενεγκών. Σὺ δὲ κατ’ οὐδενὸς ἐπαρθήσῃ ποτὲ, οὐδὲ κατὰ τῶν ἄγαν ἁμαρτωλῶν. Ῥύεται πολλάκις ἡ ταπεινοφροσύνη τὸν ἡμαρτηκότα πολλὰ καὶ μεγάλα. Μὴ οὖν σεαυτὸν δικαιώσῃς ὑπὲρ ἕτερον, μήποτε, δικαιωθεὶς τῇ σεαυτοῦ ψήφῳ, τῇ τοῦ Θεοῦ κατακριθῇς.
PG 31:534Οὐκ ἀνακρίνω, φησὶν, ἐμαυτὸν, ὁ Παῦλος. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν. Οἴει κατορθοῦν ἀγαθόν; Εὐχαρίστει τῷ Θεῷ, μὴ κατὰ τοῦ πλησίον ἐπαίρου. Τὸ ἔργον ἑαυτοῦ, φησὶ, δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Τί γὰρ ὤνησας τὸν πλησίον, ὅτι πίστιν ὡμολόγησας, ἢ φυγὴν ὑπέμεινας διὰ ὄνομα Χριστοῦ, ἢ τοῖς νηστείας ἐνεκαρτέρησας πόνοις; Οὐχ ἑτέρου τὸ κέρδος, ἀλλὰ σόν. Φοβήθητι τῆς τοῦ διαβόλου. πτώσεως τὴν ὀμοίωσιν· ὃς, ἐπαρθεὶς κατὰ τοῦ ἀνθρώπου, πέπτωκεν ὑπ’ ἀνθρώπου, καὶ παραδέδοται πάτημα τῷ πεπατημένῳ. Τοιαύτη καὶ τῶν Ἰσραηλιτῶν ἡ πτῶσις. Ἐπαιρόμενοι γὰρ κατὰ τῶν ἐθνῶν, ὡς ἀκαθάρτων, ἀκάθαρτοι γεγόνασιν ἀληθῶς· τὰ δὲ ἔθνη κεκάθαρται. Καὶ τῶν μὲν ἡ δικαιοσύνη γέγονεν ὡς ῥάκος ἀποκαθημένης, τῶν δὲ ἐθνῶν ἡ ἀνομία καὶ ἡ ἀσέβεια διὰ πίστεως ἐξήλειπται. Καθόλου μέμνησο τῆς ἀληθοῦς παροιμίας· Ὑπερηφάνοις Θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἔχε τοῦ Κυρίου τὸ ῥῆμα πρόχειρον· Πᾶς ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται· καὶ ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται.
Μὴ γίνου κριτὴς ἄνισος σεαυτοῦ, μηδὲ πρὸς χάριν ἐξέταζε· εἰ μέν τι δοκεῖς ἔχειν καλὸν, τοῦτο ἐν ψήφῳ τιθεὶς, τῶν δὲ πταισμάτων ἑκὼν ἐπιλανθανόμενος, μηδὲ ἐφ’ οἷς μὲν σήμερον κατορθοῖς μεγαλυνόμενος, ἐφ’ οἷς δὲ πρώην καὶ πάλαι κακῶς εἰργάσω, συγχώρησιν σεαυτῷ διδούς· ἀλλ’ ὅταν σε τὸ παρὸν ἐπάρῃ, τὸ παλαιὸν εἰς ἀνάμνησιν ἀγέτω, καὶ παύσῃ τῆς ἀναισθήτου φλεγμονῆς. Καὶ εἰ τὸν πέλας ἁμαρτάνοντα θεωρήσεις, μὴ τοῦτο μόνον αὐτοῦ σκοπήσῃς· ἐνθυμήθητι δὲ καὶ ὅσα πέπραχεν ἢ πράττει καλῶς, καὶ πολλάκις εὑρήσεις αὐτὸν ἀμείνονα σεαυτοῦ, διὰ πάντων ἐξετάζων, καὶ μὴ μερικὰ ψηφιζόμενος. Οὐδὲ γὰρ Θεὸς μερικῶς ἐξετάζει τὸν ἄνθρωπον· Ἐγὼ γὰρ, φησὶ, τὰ ἔργα καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. Καὶ τῷ Ἰωσαφὰτ ἐπιτιμήσας ποτὲ διὰ τὴν παραπόδας ἁμαρτίαν, ἐμνήσθη καὶ τῶν κατωρθωμένων αὐτῷ, λέγων· Πλὴν ἀλλὰ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί. Ταῦτα καὶ τὰ τοιαῦτα πρὸς τὴν ὑπερηφανίαν ἐπᾴδωμεν ἑαυτοῖς ἑκάστοτε, καθαιροῦντες ἑαυτοὺς ἵν’ ὑψωθῶμεν, μιμούμενοι τὸν ἐξ οὐρανοῦ καταβάντα Κύριον πρὸς τὴν ἐσχάτην ταπεινότητα, καὶ τοὐναντίον ἐκ ταπεινότητος εἰς ὕψος αἴσιον ἐξογκούμενοι.
PG 31:536Πάντα γὰρ δὴ πρὸς ταπεινοφροσύνην παιδεύοντα τὰ τοῦ Κυρίου εὑρίσκομεν. Βρέφος ὢν, εὐθὺς ἐν σπηλαίῳ, καὶ οὐδὲ ἐπὶ κλίνης, ἀλλ’ ἐπὶ φάτνης· ἐν οἴκῳ τέκτονος καὶ μητρὸς πενιχρᾶς, ὑποτασσόμενος τῇ μητρὶ καὶ τῷ ταύτης μνηστῆρι· διδασκόμενος, ἀκούων ὧν οὐκ ἐδεῖτο, ἐπερωτῶν δὲ ὅμως, καὶ διὰ τῆς ἐρωτήσεως ἐπὶ τῇ σοφίᾳ θαυμαζόμενος· ὑποτασσόμενος Ἰωάννῃ, καὶ βάπτισμα παρὰ τοῦ δούλου δεχόμενος ὁ Δεσπότης· οὐδενὶ τῶν ἐπανισταμένων ἀνθιστάμενος, οὐδὲ τὴν ἄφατον ἐξουσίαν, ἣν εἶχεν, ἐπανατεινόμενος· ἀλλ’ ὡς δυνατωτέροις ὑποχωρῶν, καὶ τῇ προσκαίρῳ ἐξουσίᾳ τὸ κατ’ αὐτὴν ἰσχυρὸν ἐπιτρέπων· ἐπὶ τῶν ἀρχιερέων ἱστάμενος ἐν σχήματι δικαζομένου, ἡγεμόνι προσαγόμενος καὶ κρίσιν ὑποφέρων, καὶ παρὸν ἐλέγχειν τοὺς συκοφαντοῦντας, σιωπῇ φέρων τὰς συκοφαντίας· ἐμπτυόμενος ὑπὸ δούλων καὶ παιδαρίων εὐτελεστάτων, θανάτῳ παραδιδόμενος, καὶ θανάτῳ τῷ παρὰ ἀνθρώποις αἰσχίστῳ. Οὕτω τὸν ἄνθρωπον διεξῆλθε πάντα τὰ ἀπὸ γενέσεως εἰς τέλος· καὶ μετὰ τοσαύτην ταπεινοφροσύνην ὕστερον τὴν δόξαν ἐκφαίνει, συνδοξάζων ἑαυτῷ τοὺς συναδοξήσαντας.
Ὧν οἱ μακάριοι μαθηταὶ πρῶτοι, πένητες καὶ γυμνοὶ τὴν οἰκουμένην διαδραμόντες, οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν ἀκολούθων πλήθει, μόνοι, καὶ ἀλῆται, καὶ ἔρημοι, γῆν τε καὶ θάλατταν ἐξαμείβοντες, μαστιζόμενοι, λιθοβολούμενοι, διωκόμενοι, τέλος ἀναιρούμενοι. Ταῦτα ἡμῖν πατρῷα καὶ θεῖα παιδεύματα. Πρὸς τὴν τούτων ἔλθωμεν μίμησιν, ἵν’ ἡμῖν ἐκ τῆς ταπεινότητος ἀνατείλῃ δόξα αἰώνιος, ἡ τελεία καὶ ἀληθὴς Χριστοῦ δωρεά. Πῶς οὖν εἰς τὴν σωτήριον ταπεινοφροσύνην καταβησόμεθα, τὸν ὀλέθριον ὄγκον τῆς ὑπερηφανίας καταλιπόντες; Ἐὰν διὰ πάντων ἀσκῶμεν τὸ τοιοῦτο, καὶ μηδὲν παρορῶμεν ὡς οὐ παρὰ τοῦτο βλαβησόμενοι. Τοῖς γὰρ ἐπιτηδεύμασιν ὁμοιοῦται ψυχὴ, καὶ πρὸς ἃ πράττει, τυποῦται, καὶ πρὸς ταῦτα σχηματίζεται. Ἔστω σοι καὶ σχῆμα, καὶ ἱμάτιον, καὶ βάδισμα, καὶ καθέδρα, καὶ τροφῆς κατάστασις, καὶ στρωμνῆς παρασκευὴ, καὶ οἶκος, καὶ τὰ ἐν οἴκῳ σκεύη πάντα πρὸς εὐτέλειαν ἠσκημένα· καὶ λόγος, καὶ ᾠδὴ, καὶ ἡ τοῦ πλησίον ἔντευξις, καὶ ταῦτα πρὸς μετριότητα μᾶλλον ἢ πρὸς ὄγκον ὁράτω. Μή μοι κόμπους ἐν λόγῳ σοφιστικοὺς, μηδὲ ἐν ᾠδαῖς ἡδυφωνίας ὑπερβαλλούσας, μηδὲ διαλέξεις ὑπερηφάνους καὶ βαρείας·
PG 31:538ἀλλ’ ἐν ἅπασιν ὑφαίρει τοῦ μεγέθους· χρηστὸς πρὸς τὸν φίλον, ἤπιος πρὸς τὸν οἰκέτην, ἀνεξίκακος πρὸς τοὺς θρασεῖς, φιλάνθρωπος πρὸς τοὺς ταπεινοὺς, παρηγορῶν κακουμένους, ἐπισκεπτόμενος τοὺς ἐν ὀδύναις, μηδένα καθάπαξ ὑπερορῶν, γλυκὺς ἐν προσηγορίᾳ, φαιδρὸς ἐν ἀποκρίσει, δεξιὸς, εὐπρόσιτος ἅπασι, μήτε σεαυτοῦ διεξιὼν ἐγκώμια, μηδὲ ἑτέρους λέγειν παρασκευάζων, μηδὲ λόγον ἄσεμνον ἀποδεχόμενος, ἐπικαλύπτων ὅσα δυνατὸν τῶν σεαυτοῦ πλεονεκτημάτων· ἐπὶ δὲ τοῖς ἁμαρτήμασι κατηγορῶν σεαυτοῦ, καὶ μὴ τοὺς ἑτέρων ἐλέγχους ἀναμένων, ἵνα γένῃ κατὰ τὸν δίκαιον τὸν ἑαυτοῦ κατήγορον ἐν πρωτολογίᾳ, ἵνα ᾖς κατὰ τὸν Ἰὼβ, ὃς οὐ διετράπη πολυοχλίαν πόλεως, ἐπ’ αὐτῶν ἐξαγορεῦσαι τὸ ἴδιον πταῖσμα. Μὴ βαρὺς ἐν ἐπιτιμήσεσι γίνου, μηδὲ ταχέως, μηδὲ ἐμπαθῶς ἐξελέγχων (αὔθαδες γὰρ τὸ τοιοῦτον), μηδὲ ἐπὶ μικροῖς καταδικάζων, ὡς ἀκριβοδίκαιος αὐτὸς ὑπάρχων· τοὺς ἐν παραπτώματι προσλαμβανόμενος, καὶ πνευματικῶς καταρτίζων αὐτοὺς, ὡς ὁ Ἀπόστολος παραινεῖ· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς·
τοσαύτην ποιούμενος σπουδὴν μὴ δοξάζεσθαι παρὰ ἀνθρώποις, ὅσην ἕτεροι περὶ τοῦ δοξάζεσθαι, εἴ γε μέμνησαι τοῦ Χριστοῦ, ζημίαν λέγοντος εἶναι τοῦ παρὰ Θεῷ μισθοῦ, τὴν ἑκούσιον παρὰ ἀνθρώποις ἐπιφάνειαν, καὶ τὸ ποιεῖν ἀγαθὸν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· Ἀπέχουσι γὰρ, φησὶν, τὸν μισθὸν αὐτῶν. Μὴ τοίνυν ζημίου σεαυτὸν, ἐπὶ ἀνθρώπων φαίνεσθαι βουλόμενος. Ἐπειδὴ Θεὸς μέγας θεατὴς, φιλοδόξησον ἐπὶ Θεοῦ· λαμπρὸν γὰρ ἀποδίδωσι τὸν μισθόν. Ἀλλὰ προεδρίας ἠξιώθης, καὶ περιέπουσί σε ἄνθρωποι καὶ δοξάζουσι; Γίνου τοῖς ὑπηκόοις ἴσος, Μὴ ὡς κατεξουσιάζων τῶν κλήρων, φησὶ, μηδὲ κατὰ τοὺς κοσμικοὺς ἄρχοντας. Τὸν γὰρ θέλοντα πρῶτον εἶναι, δοῦλον εἶναι πάντων ὁ Κύριος ἐκέλευσε. Καθόλου δὲ εἰπεῖν, οὕτω δίωξον τὴν ταπεινοφροσύνην, ὡς ἐραστὴς αὐτῆς. Ἐράσθητι αὐτῆς, καὶ δοξάσει σε. Οὕτω καλῶς ἐπὶ δόξαν ὁδεύσεις τὴν ἀληθῆ, τὴν ἐν ἀγγέλοις, τὴν παρὰ Θεῷ. Ὁμολογήσει δέ σε Χριστὸς ὡς ἴδιον μαθητὴν ἐπὶ τῶν ἀγγέλων, καὶ δοξάσει σε, ἂν γένῃ τῆς ταπεινοφροσύνης αὐτοῦ μιμητὴς, τοῦ λέγοντος· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·
PG 31:539ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

hic certe quasi humanam naturam transcendentes, tantum non ipsis nubibus insidere se arbitrantur, homines subjectos pro scabello ducentes, seque attollentes in ipsos collatæ sibi dignitatis auctores, et adversus eos, quorum opera eximii quidam viri esse videntur, insolescentes. Agunt rem dementiæ plenam, cum habeant gloriam somnio debiliorem, circumdenturque splendore nocturnis visis inaniore qui scilicet populi nutu confletur, et nutu ejusdem dissolvatur. Ejusmodi erat demens ille Salomonis filius, ælate juvenis, mentis prudentia junior, qui cum populo imperium mitius petenti durius comminatus esset, et per minas regnum amisisset, unde regnaturum se augustius sperabat, inde ex dignitate quam habebat, dejectus est". Reddit autem hominem insolentem et manuum vis, et celeritas pedum, et corporis venustas: quæ a morbis abolentur, et tempore absumuntur; nec animadvertit quod Omnis caro fenum sit, et omnis gloria hominis, sicut flος feni. Aruit fenum et flos decidit. Talis erat gigantum ob robur ac vires arrogantias, talis erat quoque stolidi illius Goliath superbia Deo infensaª. Talis erat et Adonias de pulchritudine gloriabundus, et Absaloun prolixitate comæ superbiens. 2. Imo vero quod inter alia mortalium bona videtur maximum esse ac constantissimum, sapientia et prudentia, id quoque habet vanam elationem, paratque sublimitatem non veram cum harum rerum habeatur ratio nulla, si Dei desit sapientia. Nam diabolo ipsi male cessit adhibitum in hominem artificium; et quod machinatus est 158 contra hominem, id struxit insciens adversus semetipsum siquidem non tantum nocuit ei, quem a Deo et a vita æterna abalienaturum se speraverat, quantum se ipse prodidit, transfuga a Deo factus, et morti æternæ addictus. Atque laqueo quem Domino struxit, captus ipse est, crucifixus in ea cruce, in qua crucifixurum se rebatur; et ea morte mortuus qua Dominum speravit a se occisum iri. Quod si mundi princeps, primus ille et maximus et invisibilis sapientiæ mundanæe magister capitur suis ipsius artificiis, et ad insipientiam extremam redigitur: multo magis ejus discipuli atque æmulatores, etiamsi innumeris com nientis utantur, Dicentes se esse sapientes, stulti facti sunt ". Adhibet artes malas Pharao ad Israelen disperdendum: sed non animadvertit inde irritam fore suam astutiam, unde nihil hujusmodi exspectabat. Et infans ejus jussu ad mortem exposilus, clam in domo regia nutritur ": qui et illius 38 | Reg. XVII, * Gen. vi, 4; Sap. xiv, 6. 38 Rom. 1, 30 Jud. IX, 1 seqq. ³ III Reg. x(1, 4, 44. 33 Isa. XL, 6, 7. Reg. 1, 5 sqq. * 11 Reg. 26. ubi post voculam supplendum est illud, suam ipsorum naturam collocari, seu collocari se. Antiqui duo libri Deest articulus in vulgatis. Sapientia et prudentia, humana scilicet. Ed. Paris. legit rectius. EDIT. Vox reperitur in Colb. primo et in Reg. itidem primo, hoc modo, Pharao in sui ipsius Pharaonis perniciem. Editi et Reg. secundus ut in contextu.

HOMILIA DE HUMILITATE. et gentis totius eversa potentia, esset Israelem **Joan. x1, 48. * Reg. 11, 3; Jer. 1x, 23. Reg. primus Abimelech in udicum libro ix, 1, filius Jerobaal dicitur. Editio Paris. neque in editione Basil. neque in nostris quatuor mss. legitur. Editi et Reg. tertius Alii tres miss. Aliquanto post unus mus. Alter Alii duo Editi Quod ait hoc loco Basilius, honinen sola in Christum fide justificari, id, nisi explicetur, pocolumem educturus. Abimelech vero, homicida ille, Gedeonis spurius filius, qui legitimes septuaginta filios occiderat, hocque ad stabiliendan regni possessionem sapienter excogitatum fuisse putaverat, ut cædis illius adjutores conterit, ita ab ipsis conteritur, ac tandem mulieris manu et lapidis ictu perit. Quin et Judæi omnes consilium sibi exitiosum contra Dominum architectati sunt, cum dicerent: Si siverimus sic, omnes credent ineum: et venient Romani, et tollent nostrum locum. et gentem ". Post hoc consilium occidentes Christum, velut gentem ac regionem servaturi, hoc ipso consilio utranique perdidere, tum e regione pulsi, tum a legibus ac cultu Dei abalienati. Et in sunıma ex innumeris exemplis discere cuique licet. prærogativam sapientiæ humanæ debilem esse, parvamque et humilem magis quam magnam ac sllblinem. 3. Itaque nemo prudens, neque de sapientia sua efferet se, neque de cæteris quas ante nominavi rebus sed obtemperabit optima admonitioni beatæ Anna; ac Jeremiæ prophetæ. Ne glorietur sapiens in sapientia sua: et ne glorietur fortis in fortitudine sua et ne glorietur dives in divitiis suis ". Sed quænam est vera gloriatio, et in quo magnus est hono? In hoc, inquit, glorietur qui gloriatur, cognoscit ac intelligit quod ego sim Dominus ". llæc est sublimitas hominis, bæc est gloria atque majestas, vere cognoscere quod magnum est, eique adhærere, et gloriam a Domino gloriæ conquirere. Ait enim Apostolus: Qui gloriatur, in Domino glorietur *³; ubi dicit: Christus factus est nobis sapientia a Deo, et justitia, et sanctificatio, et redemptio: ut quemadmodum scriptum est, Qui gloriatur, in Domino glorietur *. Hæc est enim perfecta ac integra in Deo gloriatio, cum quis non ob suam justi tiam extollitur, sed novit destitui se quidem vera justitia, verum sola in Christum fde justifcatum esse. Atque 159 in hoc gloriatur Paulus, quod justitiam suam contemnat: quærat vero eam, quæ per Christum est, quæ ex Deo est, justitiam in fide ": ut cognoscat illum, et virtutem resurrectionis ejus, et communionen affictionum ipsius, conformis factus morti ejus, si quo modo ad resurrectionem mortuorum pertingat. Hic cecidit superbiæ altitudo omnis. Nibil unde gloriari queas, ** ibid. 24. «1 Cor. 1, 31. * ibid. 30. ss Philip. test simpliciores in errorem inducere. Notandum igitur, Basilium id sibi in hac oratione proponere, ut ostendat nos in nostris operibus gloriari non posse. Quare hoc dicit: Etsi jejunas, etsi stipem erogas, etsi alia id genus recte facis, non propterea justificabere; sed accedat oportet fides, non quod fides sola sine operibus justificet, sed quod ad justificationen necessario requiratur. Antiqui duo libri Editi et Reg. tertius Ibidem editi At mss. quatuor

relictum est tibi, o homo, cujus videlicet gloriatio spes sita in eo sit, ut mortifices tua omnia, quærasque futuram in Christo vitam: cujus cum habeamus primitias, jam in his sumus, omnino in gratia ac dono Dei viventes. Et Deus quidem est, Qui operatur in nobis et velle et efficere, pro bona voluntate **. Rursus Deus sapientiam suanı quam in nostram gloriam prædestinavit, revelat per Spiritum suum 7. Præstat Deus vires ac robur in laboribus. Abundantius omnibus laboravi, inquit Paulus; non ego autem, sed gratia Dei, quæ est mecum 48. Eximit Deus de periculis præter omnem humanam spem. Ipsi, inquit, in nobismetipsis responsum mortis habuimus ut non simus fidentes in nobis, sed in Deo, qui suscitat mortuos: qui ex tanta morte nos eripuit, et eripit: in quem speramus quoniam et adhuc eripiet ". 4. Quid igitur, dic quæso, te ipse quasi de tuis ipsius bonis eſſers, cum deberes pro acceptis donis gratiam largitori habere? Quid enim habes, quod non accepisti? Quod si etiam accepisti, quid gloriaris quasi non acceperis 50? Non tu Deum cognovisti per tuam justitiam: sed Deus cognovit te propter suam bonitatein. Cum cognoveritis Deum, inquit, quin potius cogniti sitis a Deo "1. Non tu apprehendisti Christum per virtutem, sed Christus te per suum adventum apprehendit. Insequor, inquit, si etiam apprehendam, in quo et apprehensus sum a Christo s. Non vos me elegistis, inquit G Dominus, sed ego elegi vos 53. An quoniam honore affectus es, gloriaris et misericordiam occasionem arripis superbiendi? Et tunc cognoscas teipsum, quis sis, velut Adam ejectus e paradiso s, velut Saul desertus a Spiritu Dei 5, velut Israel a radice sancta resectus. Fide, inquit, stas: noli allum sapere, sed time s. Judicium sequitur gratiam; el quomodo datis usus fueris, expendit judex. Quod si ne hoc quidem intelligis, fuisse te gratiam con. secutum, aut si præ nimia stupiditate tuam ipsius virtutem existimas gratiam esse, non es beato Petro apostolo præstantior. Nec enim Dominum amore majori prosequi poteris, quam qui ita vehementer dilexit ut etiam voluerit pro ipso mori. Sed quoniam animo elatiore locutus est, cum dixit Et si omnes scandalizati fuerint in te, ego tamen nunquam scandalizabor ", timiditati humanæ traditus est, ceciditque in inficiationem, lapsu eru4s Philip. ", 13. *7 | Cor. II. 7,10. 48 1 Cor. lat. iv. 9. ** Philipp. 11, 12. * Joan. xv, 16. *7 Matth. xxvι, 53. Editio Paris. Reg. tertius Alii tres mass. cum editione Basileensi ita, ut edendum curavimus. Satis autem mihi verisimile fit, vocem a typographis adjectam fuisse. Quod mox sequitur, in his sumus, ita intelligi oportet: Nostra conversatio jam in cœlis est, jamque versamur in bonis futuræ vitæ. Antiqui tres libri II Cor. I Cor. iv, "Gast Gen. Reg. xvi, Rom. x1, Rursus hoc ipso in loco tres mss. Editi Editio Paris. Editio Bac sil. Unus e Conibelisianis Reg. primus Denique Reg. secundus et Colb. primus Unus codex Reg. Editi et reliqui mss.

HOMILIA DE HUMILITATE. diendus ad metum atque ad cautionem, edocenγνῶναι ** Luc. xx11, 31, 32. 69 Luc. xvull, 11-14. Codices aliquot Editi editi At mss. Vulgata vox pas videtur posita loco non suo. Ita enim in ea legitur Simon, Simon, ecce Satanas expetivit vos, ut cribraret sicut triticum. Sed melius, ut videtur, apud Basilium, in quo vox locata invenitur post verbum σινιάdusque infirmis parcere et 160 debilibus, quod et suam cognovit infirmitatem, et perspicue intellexit quod quemadinodum, cum in pelago mergeretur, per Christi dexteram erutus est, ita in scandali procella ob incredulitatem in pereundi periculum veniens, Christi virtute servatus sit: qui ei etiam pradixerat quod erat futurum, his verbis: Simon, Simon: ecce Satanas expetivit, ut cribraret vos sicul triticum. Et ego rogavi pro te, ut non deficias fides tua et tu aliquando conversus, confirma fratres tuos 58. Ac Petrus quidem sic reprehensus, accepit opem merito, et auxilium, ut fastum deponere, et infirmis parcere disceret. Rursus Pharis sæus ille, impudens et supra modum superbus, non in seipso solum confidens, sed publicano etiam coram Deo conviciatus, justitiæ gloriam ob superbiæ crimen amisit. Sed descendit publicanus justificatus præ eo, quod gloriam Deo sancto daret, et ne altollere quidem auderet oculos, sed propitiationem solum exposceret: quippe et habitu, et percutiendo pectore, et alia nulla re præter propitiationem quæsita se ipse accusabat s. Vide igitur et cave exemplum gravis damni, ob superbiam. Justitiæ fecit jacturam, quod ultra modum superbiret; amisit mercedem, quod fideret sibi plus æquo; humili postpositus est et peccatori, quod se pluris quam illum faceret, nec Dei exspectaret judicium, sed suum ipsius proferret. Tu vero adversus nemineır unquam te efferas, et ne adversus eos quidem qui magni sunt peccatores. Qui multis magnisque peccatis obnoxius est, eum sæpe liberat humilitas. Itaque ne te ipse præ altero justificaveris; nequando Dei sententia, etsi tua justificatus, condemnere. Non judico meipsum, inquit Paulus. Nihil enim mihi conscius sum: sed non in hoc justificatus. sumi. Qui autem judicat me, Dominus est ºº. 5. Perpetrasse te boni aliquid arbitraris?.Age gratias Deo, ne extolle te contra proximum. Opus suum, inquit, probet unusquisque, et tum in semelipso tantum gloriam habebit, et non in alio ". Quid enim proximum juvisti, quod fidem es confessus, aut exsilium perpessus ob Christi nomen, aut jejunii labores constanter pertulisti? Lucrum tuum est, non alterius. Time ne similiter cadas atque diar bolus, qui elatus contra hominem, ab homine prostratus est, et vice scabelli traditus est conculeato. Talis est et Israelitarum casus. Cum enim adversus gentes velut immundas efferrentur, vere inmundi facti sunt: gentes vero effectæ sunt mundæ. I Cor. iv, 3, 4. 61 Galat. vi, Ecce Salanas expetivit, ut cribraret vos sicut triticum. Antiqui tres libri Editi Editio utraque et Combefisiani duo mss. cum aliis duobus Regiis aut aut ad verbum, cecidit ab homine, hoc est, prosiratus est ab homine. At Reg. primus cecidit subter hominem.

Ac illorum quidem justitia sicut pannus menstruate facta est: " gentium vero iniquitas impietasque deleta est per fidem. In summa, memineris veri illius proverbii· Superbis Deus resistit, humilibus vero dat gratiam. Habe in promptu sententiam Domini Omnis qui se humiliat, exaltabitur; et qui se exaltat, humiliabitur. Ne tui ipsius fias judex iniquus, neque ad gratiam expende: si videare tibi quidquam boni habere, numerata illa re, delictisque oblivioni ultro traditis, neque ob recte facta hodierna insolescas, neque recentium aut veterum malefactorum 161 tibi veniam concedas: sed cum præsens reddiderit te elatum, revoca in memoriam antiquam agendi rationem, sicque stolidus tuus tuinor cessabit. Et, si proximum peccantem videris, cave consideres ipsius peccatum solum: sed etiam quæ fecit aut facit recte, cogita; et sæpe eum deprehendes teipso meliorem, expensis rebus omnibus, non una duntaxat parte examinata. Neque enim Deus hominem in parte expendit: Ego enim, inquit, opera et cogitationes eorum venio congregaturus 65. Quin etiam cum Josaphat aliquando ob præsens peccatum increparet, meminit quoque recte factorum ipsius, his verbis: Verumtamen verba bona inventa sunt in te 66. 5. Hæc et similia adversus superbiam nobismelipsis semper accinamus, demittentes nos ipsos ut exaltemur, imitantes Dominum, qui de coelo in extrenam humilitatem descendit, et vice versa ex humilitate ad decentem altitudinem evectus est. Comperimus enim Domini gesta omnia nos ad humilitatem instruere. Infans cum esset, statim in spelunca, et ne in lecto quidem, sed in præsepi jacuit. In domo fuit fabri lignarii et matris pauperis, matri subditus et illius sponso: docebatur, audiebat quibus sibi opus non erat: interrogabat, sed ita tamen, ut interrogans esset admirationi ob sapientiam. Subdebatur Joanni, et Dominus a servo baptisma accipiebat: insurgentium in se resistebat nulli, neque potestaten inelabilem, qua præditus erat, exercebat: sed concedebat quasi potentioribus, et temporariæ potestati potentiam ei convenientem permittebat. Sistebatur pontificibus in rei habitu ducebatur ad præsidem, et judicium subibat, et cum potuisset calumniatores redarguere, silentio ferebat calumnias. Conspuebatur a servis vilissiniisque mancipiis, morti tradebatur, eique apud homines turpissimæ. Sic omnia ab ortu ad finem 48 Isa. 6. 68 Prov. 111, 54; Jac. iv, 6; I l'etr. v, 5. * 11 Paralip. 5. Unus Colb. vocula omissa. Sic rescribendum duximus pro edito quod ad poetarun dialectum pertinet. Epit. Unus Reg. Veteres tres libri cum utraque editione Αt Colb. primus Sensus postulat ut pro legamus Luc. XIV, 11. 68 Isa. LAVI, 18. eveclum Dominum. Erratumne sit librariorum, an hoc dictum sit per attractionem, videlunt alii. Vocem autem ita Latine reddidit Combefisius, ad eximiam ac singularem celsitudinem provexit. Sed si semel recedendum sit ab ea quam vox usitate habet significatione, malim vertere, ad summam celsitudinem.

HOMILIA DE HUMILITATE. usque ætatem hominis absumpsere: sed post tam humilitatem, gloriam tandem ostendit, ignominiæ socios in societatem gloriæ suæ admittens. Quorum primi sunt beati discipuli, qui pauperes et nudi orbem terrarum percurrerunt, non in sapientia sermonis, non cum sectatorum frequentia, soli, vagi ac desolati, terram ac mare peragrantes, nagris casi, lapidibus petiti, divexati, occisi denique. Hæc nobis sunt paterna documenta et divina. Hæc imitemur, ut nobis per humilitatem accedat gloria æterna, perfectum illud ac verum Christi donum. 7. Quomodo ergo ad salutarem humilitatem deτα venienus, exitioso superbiæ tumore derelicto? Si " quid ejusmodi exercuerinius in omnibus, nec quidκαὶ quam neglexerimus tanquam nullum inde damnum perpessuri. Anima enim studiis similis fit atque exercitationibus, et ad ea quæ elicit, formatur giturque. Tibi et habitus, et vestitus, et incessus, et sessio, et victus ratio et lecti apparatus, et mus, et omnis 162 ædium supellex instructa sit ad tenuitatem. Quin et sermo, et cantus, et congresκαὶ sus cum proximo, et hæc quoque ad modestiam magis quam ad fastum composita esse videantur. Ne mihi in sermone sophisticam jactantiam, aut in cantilenis nimiam vocis suavitatem, aut superκαὶ bam ac gravem disceptandi rationem ostendas: sed fac reseces in omnibus amplitudinem atque licentiam, olliciosus in amicum, mitis erga famuτους lum, patiens erga petulantes, humanus erga les, consolaus aflictos, invisens dolore affectos, neminem omnino contemnens, suavis in compel lande, hilaris in respondendo, comis, præbens omnibus facilem accessum, neque narrans laudes tuas, neque alios ad narrandum subornaus, neque admittens infionestum sermonem, eximias tuas tes, quoad ejus fieri poterit, obtegens. Contra, ob peccata te ipse accusa et ne exspectes aliorum reprehensionen, ut justum initio sermonis seipsum accusantem imitere, ut Jobo similis sis , quem non puduit ejus quæ in civitate erat multitudinis sed erratum suum coram ipsis evulgavit. Ne sis in objurgando gravis, neque cito, neque animo moto redarguas (hoc enim resipit arrogantiam quamdam ), neque ob res parvi momenti innes, tanquam si ipse perfecte justus exsistas. plectere delinquentes, ac spiritualiter ipsos staura, uti monet Apostolus: Considerans leipsum, ne el tu tenteris Tantum studii in co ponito ut Prov. xvIII, 17. 68 Job xxx1, 51. • Galat. vi, 1. Utraque editio At Combefisiami codices quod ita interpretatar vir doctissimus Combefisius, Sic, quæ sunt hominis transegit omnia ab ortu nativitatis in finem. At Colb. primus Ad verbum, Omnia quæ evenerunt ab ortu ad finem usque, hominem sic periransierunt. Hoc est, Christus homo sic in operibus humilibus totam vitam transegit. Illud, si mavis, ita interpretabere, Velut summo jure agens atque inclementius. Vox in causa fuit, cur ita interpretati simus, Tanquam si ipse perfecte justus exsistas Nam vix sinit, ut hic locus alites verti possit. Quod mox sequitur, ita Latino reddi potest ex Vulgata, instruens ipɛes.

PG 31:527
PG 31:529
PG 31:531
PG 31:533
PG 31:535
PG 31:537
Page scan enlarged

Notebook

Full View