Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 10:632Πόσος ἐστὶ τὸ μέγεθος ὁ Σολομώντιος ναός; τὸ μὲν μῆκος ἑξήκοντα πηχῶν, τὸ δὲ εὖρος κ. Ἐτέτραπτο δὲ οὐ πρὸς ἕω, ἵνα οἱ προσευχόμενοι μὴ τὸν ἥλιον ἀνίσχοντα προσκυνῶσιν, ἀλλὰ τὸν τοῦ ἡλίου Δεσπότην. Θαυμαζέτω δὲ μηδεὶς, εἰ τῆς Γραφῆς μ πηχῶν εἰρηκυίας τὸ μῆκος, ἑξήκοντα εἶπον ἐγώ. Μετ’ ὀλίγα γὰρ καὶ τῶν ἄλλων κ ἐπιμέμνηται τὰ Ἅγια τῶν ἁγίων, ἃ καὶ Δαβὴρ ὀνομάζει. Οὐκοῦν τὰ μὲν ἅγια μ πηχῶν ἦν· τὰ δὲ Ἅγια τῶν ἁγίων ἄλλων κ. Ὁ δὲ Ἰώσηππος διόροφον τὸν ναὸν γεγενῆσθαι λέγει, καὶ πᾶν τὸ ὕψος ρκ πηχῶν εἶναι. Οὕτω γὰρ καὶ ἡ τῶν Παραλειπομένων βίβλος δεδήλωκε, λέγουσα· Καὶ ἤρξατο Σολομὼν τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ. Μῆκος πηχῶν ἡ διαμέτρησις ἡ πρώτη ξ, καὶ εὖρος πηχῶν κ, καὶ ὕψος ρκ, καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.
Continue reading PG 10: Syntagma (fragmentum ap. Chronicon paschale ) →≣ entire volume