PG 10Gregory Thaumaturgus
Fragment on Matthew 6:22–23 (in catenae)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 10:1189Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ, σκότος ἐστὶ, τὸ σκότος πόσον; Ἀπλοῦς ὀφθαλμὸς, ἡ ἀνυπόκριτός ἐστιν ἀγάπη, δι’ ἧς ὅταν τὸ σῶμα φωτίζηται, τὰ αὐτὰ τοῖς ἔσωθεν νοούμενοις, καὶ διὰ τῶν ἔξωθεν μερῶν προφέρουσα; ὁ δὲ πονηρὸς ὀφθαλμός ἐστιν ἡ προσποίητος ἀγάπη, ἥτις καὶ ὑπόκρισις καλεῖται· δι’ ἧς ἅπαν τὸ σῶμα σκοτίζεται τοῦ ἀνθρώπου. Ἄξια μὲν σκότους πράγματα ἐννοούμενον ἔσωθεν· διὰ δὲ τῶν ἔξωθεν μερῶν, φωτὸς εἶναι δοκοῦντα προφέρον ῥήματα· λύκοι γάρ εἰσιν ὡς ἀληθῶς, προβάτων περιβεβλημένοι δοράς· οἱ τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος μόνον πλύνοντες, καὶ οὐκ εἰδότες, ὅτι ἐὰν μὴ τὸ ἔσωθεν τούτων καθαρισθῇ, οὐδὲ τὸ ἔξωθεν καθαρὸν δύναται γενέσθαι. Διόπερ τούτους σαφῶς ἐλέγχων, φησὶν ὁ Σωτὴρ, ὅτι· Εἰ τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον; Τουτέστιν· εἰ ἡ δοκοῦσά σοι ἀγάπη εἶναι φῶς, διὰ τὴν ἐν σοὶ κεκρυμμένην ὑπόκρισιν σκότους ἄξιόν ἐστιν ἔργον, τί τὰ προφανῆ σου παραπτώματα;
Continue reading PG 10: Fragmenta →≣ entire volume
Page scan enlarged

Notebook

Full View