PG 31Basil the Great
Prologue 3 (Introduction to the Shorter Rules)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:1080ΠΡΟΟΙΜΙΟΝ ΤΩΝ ΚΑΤ’ ΕΠΙΤΟΜΗΝ ΟΡΩΝ. Ὁ φιλάνθρωπος Θεὸς, ὁ διδάσκων ἄνθρωπον γνῶσιν, τοῖς μὲν τὸ διδασκαλικὸν πεπιστευμένοις χάρισμα παραγγέλλει διὰ τοῦ Ἀποστόλου ἐμμένειν τῇ διδασκαλίᾳ, τοῖς δὲ χρῄζουσι τῆς ἐκ τῶν θείων διδαγμάτων οἰκοδομῆς διὰ Μωϋσέως παραινεῖ λέγων· Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. Διόπερ ἀνάγκη ἡμᾶς μὲν, τοὺς τὴν διακονίαν τοῦ λόγου πεπιστευμένους, ἐν παντὶ καιρῷ προθύμους εἶναι πρὸς τὸν καταρτισμὸν τῶν ψυχῶν· καὶ τὰ μὲν ἐν κοινῷ τῇ Ἐκκλησίᾳ πάσῃ διαμαρτύρασθαι· τὰ δὲ ἰδίᾳ ἑκάστῳ τῶν προσιόντων παρέχειν ἑαυτοὺς κατ’ ἐξουσίαν ἐπερωτᾷν, τά τε πρὸς ὑγείαν τῆς πίστεως καὶ ἀλήθειαν τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πολιτείας, ἐξ ὧν ἀμφοτέρων ὁ τοῦ Θεοῦ ἄνθρωπος βεβαίως τελειοῦται· ὑμᾶς δὲ μηδὲν ἄκαρπον παριέναι, μηδὲν ἀργὸν ἑαυτοῖς, ἀλλὰ πρὸς οἷς ἐν τῷ κοινῷ μανθάνετε, καὶ ἰδίᾳ περὶ τῶν συμφερόντων ἐπερωτᾷν, καὶ πᾶσαν σχολὴν τοῦ βίου πρὸς τὸ χρήσιμον διατίθεσθαι.
Εἰ οὖν εἰς τοῦτο συνήγαγεν ἡμᾶς ὁ Θεὸς, καὶ ἡσυχία πολλὴ ἀπὸ τῶν ἔξωθεν θορύβων ἐστὶ, μήτε πρὸς ἑτέραν τινὰ ἐργασίαν τρεπώμεθα, μήτε ὕπνῳ πάλιν παραδῶμεν τὰ σώματα, ἀλλ’ ἐν τῇ μερίμνῃ καὶ ἐξετάσει τῶν ἀναγκαίων τὸ λειπόμενον μέρος τῆς νυκτὸς διενέγκωμεν, πληροῦντες τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Δαβὶδ, ὅτι ἐν νόμῳ Κυρίου μελετήσει ἡμέρας καὶ νυκτός.
Page scan enlarged

Notebook

Full View