PG 39Amphilochius of Iconium
Fragments from the Treatise on the Text: "The Lord Created Me
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

Τοῦ μακαρίου Ἀμφιλοχίου ἐκ τοῦ εἰς τό · Κύριος…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 39:101Τοῦ μακαρίου Ἀμφιλοχίου ἐκ τοῦ, εἰς τὸ, Κύριος ἔκτισέ με· ἀρχὴ, Ὁ δ λόγος. Τὸ ἄχρονον ἄκτιστον· τὸ δὲ ἄκτιστον ἄναρχον· τὸ δὲ ἄναρχον ἀί̈διον· ἀί̈διος δὲ μόνος ὁ Θεός. Καὶ μεθ’ ἕτερα· Ὦ Τριὰς ἁγία ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη· οὐ γὰρ λέγεται μονὰς καὶ δυὰς, οὐδὲ μονὰς καὶ μονάς· ἀλλὰ Τριὰς ἐν Μονάδι, καὶ Μονὰς ἐν Τριάδι· μονοειδῶς μονωνύμως. Εἷς Θεὸς, Πατὴρ ἐν Υἱῷ, Υἱὸς ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι. Ἡμεῖς οἴδαμεν Πατέρα, Πατέρα· Υἱὸν, Υἱόν· ἅγιον Πνεῦμα, ἅγιον Πνεῦμα· Τριάδα ἑνότητι· μία γάρ ἐστιν ἑνότης Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· μία οὐσία, μία κυριότης, ἓν θέλημα· μία Ἐκκλησία, ἓν βάπτισμα, μία πίστις.

Of the sameΤοῦ αὐτοῦ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ αὐτοῦ. Μία δόξα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Τὴν δόξαν γάρ μου, φησὶν, ἑτέρῳ οὐ δώσω. Οὐ γάρ ἐστι δεύτερος Θεὸς ὁ Υἱὸς, ἀλλὰ Λόγος τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, θεολογούμενος ἐν Πατρὶ, ὡς καὶ Πατὴρ ἐν Υἱῷ θεολογεῖται. Καθὼς καὶ Ἡσαί̈ας λέγει, θεολογῶν Υἱὸν σὺν Πατρί· Προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ, Σωτήρ.
Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, οἱ μὴ ὁμολογοῦντες αὐτῷ, καὶ τὸ Πνεῦμα αὐτοῦ, τῆς αὐτῆς τῷ Υἱῷ οὐσίας, καὶ πλὴν αὐτοῦ [μὴ] εἶναι Θεόν. Οὐκ ἔστιν οὕτω· μὴ γένοιτο Οὐκ ἔστι γεννητὴ ἡ Τριὰς, ἀλλ’ ἀί̈διος· καὶ μία θεότης ἐν Τριάδι, καὶ μία δόξα τῆς ἁγίας Τριάδος. Καὶ σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε; Μόνῳ Θεῷ ἁρμόττει λέγειν τὸ ἐμόν. Αὐτοῦ γὰρ μόνου ὄντως κτῆμα τὰ πάντα.
Page scan enlarged

Notebook

Full View