PG 89Epiphanius
On the Twelve Gems (other fragments in Anastasius the Sinaite)
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 89:596Ἐπιφανίου ἐκ τοῦ πρὸς Διόδωρον. Σομορὼν μὲν οὖν ἐκλήθη τὸ ὄρος, καὶ τὰ ὁμοροῦντα, ἀπὸ Σεμὴρ ἑνὸς υἱοῦ τῶν Χαναναίων, πρὶν ἢ ἐπιβῆναι τὸν Ἀβραὰμ τῇ γῇ. Ἐλθόντων δὲ τῶν φυλακῶν, ἐκλήθησαν Σαμαρεῖται, τουτέστι, φύλακες. Φύλακες δὲ ἦσαν οὐ μόνον τῆς γῆς, ἀλλὰ καὶ τοῦ νόμου· ἐφύλαττον γὰρ τὴν Πεντάτευχον μόνην, ἣν ἔλαβον διὰ Ἔσδρα τοῦ βασιλέως, ἵνα ἐκ τούτου διακρίνηται τὸ σπέρμα τοῦ Ἀβραάμ. Ἀλλ’ οὐ τελείως τὸν νόμον ἐφύλαττον· διό φησιν ἡ Γραφή· «Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, καὶ προςκυνοῦντες τὰ εἴδωλα.» Τοῦ δὲ νόμου κελεύοντος εἴδωλα μὴ προσκυνεῖσθαι, πῶς ἔτι πληρωθήσεται; Ἔχει δὲ ἡ ὑπόθεσις τὸν τρόπον τοῦτον· Γνόντες γὰρ οἱ μιερεῖς τῶν τεσσάρων ἐθνῶν, ὅτι ἐνεδήμησεν Ἔσδρας, βδελυττόμενος τὰ εἴδωλα κατὰ τὸν νόμον Θεοῦ, σπεύσαντες ἔκρυψαν τὰ εἴδωλα ἐν τῷ Γαρίζῃ ὄρει ἐν μυχῷ τινι, καὶ ἀπέστρεψαν τὴν καρδίαν τῶν Σαμαρειτῶν πρὸς τὸ ὄρος εὔχεσθαι.
Ὅθεν, ὅπου δ’ ἂν ὦσι, πρὸς τὸ ὄρος εὔχονται οἱ ἀπὸ ἀνατολῆς πρὸς δυσμὰς ἀποστρεφόμενοι, καὶ ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς, καὶ ἀπὸ βοῤῥᾶς πρὸς τὴν μεσημβρίαν, πρὸς τὸ ἀρκτῷον τῷ ὄρει προσέχοντες εὔχονται, ἵνα πληρωθῇ ἡ Γραφὴ, ἡ λέγουσα· «Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, καὶ προσκυνοῦντες αὐτῶν τὰ εἴδωλα.» Εἰ γὰρ καὶ αὐτοὶ ἀγνοοῦσι κειμένων τῶν εἰδώλων ἐκεῖσε, ἀλλ’ οὐ δυνατόν ἐστι τὴν θείαν Γραφὴν ψεύσασθαι.
Page scan enlarged

Notebook

Full View