PG 10Hippolytus of Rome
Fragments on Genesis
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

Hippolytus, Bishop of RomeἹππολύτου ἐπισκόπου Ῥώμης

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:583Ἱππολύτου ἐπισκόπου Ῥώμης. Οὐκ εἶπεν ἡμέρα πρώτη. εἰ γὰρ πρώτην ἡμέραν εἶπεν, ἀνάγκην εἶχεν εἰπεῖν καὶ δευτέραν γινομένην. ἀλλ’ ἔδει μὴ πρώτην λέγειν ἀλλὰ μίαν, ἵνα διὰ τοῦ μίαν εἰπεῖν ταύτην δείξῃ κυκλουμένην καὶ ἑβδομάδα διατελοῦσαν, μίαν δὲ ὑπάρχουσαν.

Hippolytus, Bishop of Rome 2Ἱππολύτου ἐπισκόπου Ῥώμης 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου ἐπισκόπου Ῥώμης. Τῆς γὰρ τοῦ ὕδατος περισσείας ἐπιφερομένης εἰς τὸ πρόσωπον τῆς γῆς, διὸ καὶ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος, ἡνίκα ἠθέλησεν ὁ πάντων δεσπότης ὁρατὸν τὸ ἀόρατον ποιῆσαι, τότε δὴ τότε τὸ τρίτον μέρος τῶν ὑδάτων πήγνυσιν ἐν μέσῳ, τὸ τρίτον δὲ εἰς τὸ ἄνω ἐχώριζεν, ἀναλαμβάνων τῇ ἑαυτοῦ δυνάμει ἅμα τῷ στερεώματι, τὸ δὲ τρίτον εἰς τὸ κάτω κατέλιπε πρὸς χρῆσιν καὶ ἀπόλαυσιν τοῖς ἀνθρώποις. Τοῦ ἁγίου Ἱππολύτου Ῥώμης ἐκ τῆς εἰς τὴν γένεσιν πραγματείας. Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς. τί δὲ ἔστι τοῦτο; ἆρα μὴ κατὰ τὴν τινῶν ὑπόνοιαν τρεῖς ἀνθρώπους λέγομεν γεγονέναι, ἕνα πνευματικόν, καὶ ἕνα ψυχικόν, καὶ ἕνα χοϊκόν; οὐχ οὕτως ἔχει, ἀλλὰ περὶ ἑνὸς ἀνθρώπου ἡ πᾶσα διήγησις· τὸ γὰρ ποιήσωμεν περὶ μέλλοντός ἐστιν· τὸ δὲ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, ...
ὥστε περὶ ἑνὸς ἀνθρώπου τοῦ αὐτοῦ ἡ διήγησις γίνεται· τότε γὰρ λέγει γενέσθαι, νῦν δὲ ποιεῖ, καὶ τὸ πῶς ποιεῖ διηγεῖται. Ἱππολύτου ἐπισκόπου. Τινὲς βούλονται λέγειν εἰς τὸν οὐρανὸν εἶναι τὸν παράδεισον καὶ μὴ εἶναι ἐκ τῆς κτίσεως. ὁπότε τοίνυν ὁρῶνται οἱ ποταμοὶ ὑπὸ ὀφθαλμῶν ἐκπορευόμενοι ἐξ αὐτοῦ, ἐν οἷς καὶ σήμερόν ἐστι πάντας ἱστορεῖν τοὺς θέλοντας ὁρᾶν, ἄρα λογιζέσθω πᾶς, ὅτι οὐκ εἰς τὸν οὐρανόν, ἀλλ’ ὄντως ἐν τῇ κτίσει πεφύτευται. ἔστι δὲ τόπος ἀνατολῆς καὶ χωρίον ἐκλογῆς.

Saint Hippolytus, Bishop of RomeΤοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου Ῥώμης

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου Ῥώμης. Ταῦτα δὲ ἀνάγκην ἔχομεν διηγήσασθαι, ὅπως τὴν ὑπόνοιαν τὴν τῶν πολλῶν ἀνέλωμεν. τινὲς γὰρ βούλονται λέγειν εἰς τὸν οὐρανὸν εἶναι τὸν παράδεισον καὶ μὴ εἶναι ἐκ τῆς κτίσεως. ὁπότε τοίνυν ὁρῶνται οἱ ποταμοὶ ὑπὸ τῶν ὀφθαλμῶν ἡμῶν ἐκπορευόμενοι ἐξ αὐτοῦ, ἐν οἷς καὶ σήμερόν ἐστι πάντας ἱστορεῖν τοὺς θέλοντας, ἄρα λογιζέσθω πᾶς, ὅτι οὐκ εἰς τὸν οὐρανόν, ἀλλ’ ὄντως ἐν τῇ κτίσει πεφύτευται. ἔστι δὲ τόπος ἀνατολῆς καὶ χωρίον ἐκλογῆς.

Hippolytus, Bishop and Martyr of RomeἹππολύτου ἐπισκόπου Ῥώμης καὶ μάρτυρος

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:585Ἱππολύτου ἐπισκόπου Ῥώμης καὶ μάρτυρος. Φύλλα συκῆς ἐποίει ἑαυτῷ περιζώματα, σύμβολα τῶν ἰδίων ἁμαρτημάτων.
φύλλον γὰρ συκῆς ἡνίκα ἂν τοῦ σώματος ἅψηται, κνησμονὴν παρέχει. αὐτὸς οὖν ἑαυτῷ προφήτης τῶν μελλόντων ἔλεγχον τῆς παραβάσεως τὴν κνησμονὴν δείκνυσιν.

Hippolytus the BishopἹππολύτου ἐπισκόπου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου ἐπισκόπου. Νεκρὰν γὰρ σκέπην ἐποίει τῷ νεκρωθέντι διὰ τὴν ἁμαρτίαν. τῷ γὰρ νεκρὰ ἁμαρτήματα ἔχοντι περὶ τὸ σῶμα φθορὰν ἐσήμαινε τὸ δέρμα.

Hippolytus, Bishop of Rome 3Ἱππολύτου ἐπισκόπου Ῥώμης 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:587Ἱππολύτου ἐπισκόπου Ῥώμης. Ὁ πρῶτος λαός, ὁ ἐκ περιτομῆς· ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, καθὼς ὑπέσχετο ὁ θεὸς τῷ Ἀβραὰμ τὴν ἐπαγγελίαν καὶ τῷ σπέρματι αὐτοῦ. σκληρὸς δὲ φέρεσθαι, ἐπειδὴ παρεσκληρύνθη ὁ λαὸς πρὸς τὴν ὑπακοὴν τοῦ θεοῦ. καὶ σκληρὸς αὐθάδης, ὅτι οὐ μόνον σκληρὸς πρὸς τὴν ὑπακοὴν τοῦ θεοῦ, ἀλλ’ ὅτι καὶ αὐθάδης ἐγένετο πρὸς τὸ χεῖρας ἐπιβαλεῖν τῷ κυρίῳ. ἐξύβρισας, ἐπειδὴ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξύβρισεν ὁ λαὸς τὸν πατέρα. μὴ ἐκζέσῃς δὲ λέγει τὸ πνεῦμα παρακλητικῶς, ἵνα μὴ τέλεον ἐκζέσας ὑπερχυθῇ, ἐλπίδα δὲ δοὺς αὐτῷ σωτηρίας· τὸ γὰρ ἐκζέσαν καὶ ἐκχυθὲν ἀπώλετο.
ἀνέβης γὰρ ἐπὶ τῆς κοίτης τοῦ πατρός σου πρῶτον μὲν τὸ συμβὰν λέγει, ὅτι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν μέλλει ὁ λαὸς ἐπιβουλεύειν τῇ κοίτῃ τοῦ πατρός, τουτέστι τῇ νύμφῃ ἐκκλησίᾳ, πρὸς τὸ βούλεσθαι αὐτὴν διαφθεῖραι· ὅπερ καὶ πράττει μέχρι καὶ τήμερον ἐπιβουλεύων αὐτῇ διὰ τῶν βλασφημιῶν.

Hippolytus, Bishop of Rome 4Ἱππολύτου ἐπισκόπου Ῥώμης 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου ἐπισκόπου Ῥώμης. Ἐπειδήπερ ἐκ τοῦ Συμεὼν γραμματεῖς, ἐκ δὲ τοῦ Λευὶ̈ ἱερεῖς. γραμματεῖς γὰρ καὶ ἱερεῖς συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν· μίαν γνώμην ἔχοντες ἀνεῖλον τὸν κύριον.

HippolytusἹππολύτου

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Προανεφώνησε τὸ πνεῦμα τὴν ἀθέμιτον βουλὴν αὐτῶν προαγορεῦον.

Hippolytus of RomeἹππολύτου Ῥώμης

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου Ῥώμης. Τοῦτο λέγει ἐπὶ τῇ συνελεύσει ᾗ μέλλουσι συνέρχεσθαι ἐπὶ τὸν κύριον. ὅτι δὲ ταύτην συνέλευσιν λέγει, δῆλόν ἐστιν ἡμῖν. ψάλλει γὰρ ὁ μακάριος Δαβὶδ ἄρχοντες συνήχθησαν κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ἐπὶ ταύτην δὲ τὴν συνέλευσιν προηγόρευσε τὸ πνεῦμα λέγον μὴ ἐρείσαι τὰ ἥπατά μου, ῥύσασθαι βουλόμενον αὐτούς, ὡς εἰ δυνατὸν μὴ γενέσθαι δι’ αὐτῶν τὸ μέλλον κακόν.

Hippolytus 2Ἱππολύτου 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Τουτέστιν ὅτι ἐν τῇ ὀργῇ αὐτῶν ἀπέκτειναν τοὺς προφήτας. Τοῦ αὐτοῦ ( δ. η. Ἱππολύτου).
Φανερὸν ἡμῖν γίνεται, ὅτι ἐπειδὴ ἀπὸ τῶν πονηρῶν ἐπιθυμιῶν ἐπέστρεφεν αὐτοὺς ὁ σωτήρ, ἀνεῖλον αὐτόν. οὗτος γὰρ ἦν ὁ ταῦρος ὁ ἰσχυρός, αὕτη οὖν ἡ ἐπιθυμία ἡ πονηρά· ἐνευροκόπησαν δέ, ἐπειδήπερ ἐν τῷ ξύλῳ πεπηγότος αὐτοῦ διέτρησαν τὰ νεῦρα. Ἀπέκτειναν μὲν τοὺς ἀνθρώπους, ἐνευροκόπησαν δὲ ταῦρον, ὅτι ταῦρον ἰσχυρὸν τὸν Χριστὸν λέγει. ἐνευροκόπησαν δέ, ἐπειδὴ ἐν τῷ ξύλῳ πεπηγότος αὐτοῦ διέτρησαν τὰ νεῦρα.

Hippolytus 3Ἱππολύτου 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Τὸ πνεῦμα καταρᾶται οὐ παντὶ τῷ λαῷ, ἀλλὰ τοῖς ἐπισυστᾶσιν ἐπ’ αὐτόν. Τοῦ αὐτοῦ ( δ. η. Ἱππολύτου). Τοῦτο δῆλον, ὅτι καὶ ἕως τῆς σήμερον ἡμέρας ἡ μῆνις αὐτῶν σκληρύνεται.

Hippolytus, Bishop of Rome 5Ἱππολύτου ἐπισκόπου Ῥώμης 5

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου ἐπισκόπου Ῥώμης. Σαφῶς ἐπιστάμεθα, ὅτι Ἰσραήλ ἐστιν ἄνθρωπος ὁρῶν τὸν θεόν. τοῦτο οὖν λέγει, ὅτι ἄλλοι τὸν θεὸν ὄψονται, καὶ οὐκ αὐτοί. τὸ δὲ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ, ὅτι διασπαρήσονται εἰς πάντα τὰ ἔθνη τὰ ὁρῶντα τὸν θεόν.

Hippolytus, Bishop of Rome 6Ἱππολύτου ἐπισκόπου Ῥώμης 6

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου ἐπισκόπου Ῥώμης. Ἐχθροὺς λέγει, καθώς φησιν ὁ πατὴρ αὐτοῦ κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ἐχθροὶ γάρ εἰσιν οἱ διώξαντες αὐτὸν καὶ ἕως τῆς σήμερον διώκοντες.
τὸ δὲ αἱ χεῖρές σου τουτέστιν ἡ ἰσχύς σου. τὸ δὲ ἐπὶ νώτου τῶν ἐχθρῶν σου, ὅτι κἂν ἀποφύγωσιν αὐτόν, ἐπ’ ἐσχάτων τῶν καιρῶν ἐξομολογήσεται αὐτῷ ὁ λαός. οὗτοι γάρ εἰσιν οἱ υἱοὶ τοῦ πατρὸς αὐτοῦ, καθὼς λέγει διὰ Ἡσαί̈ου τοῦ προφήτου υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Τοῦ αὐτοῦ ( δ. η. Ἱππολύτου). Ἐμφαίνων τὸ κατὰ σάρκα τοῦ κυρίου ἡμῶν, ὅτι ἐξ ἁγίου πνεύματος καὶ ἐκ Μαρίας ἐγεννήθη. λέγει γὰρ καὶ ἐν ἄλλῃ γραφῇ· καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται.

Hippolytus 4Ἱππολύτου 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Τοῦτό φησι δηλῶν πατέρα καὶ κύριον. Ἱππολύτου Ῥώμης. Τουτέστιν ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί. τίς ἐγερεῖ αὐτόν; τίς ἄλλος ἢ αὐτὸς ἑαυτόν;

Hippolytus 5Ἱππολύτου 5

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Δῆλον ὅτι οὐκ ἐκλείψει τὸ σπέρμα τὸ ἅγιον πρὸ τοῦ γεννηθῆναι τὸν κύριον ἡμῶν, τουτέστιν μέχρι τῆς ἐλεύσεως τοῦ κυρίου. δεῖ τοὺς ἡγουμένους τοῦ λαοῦ ἁγίους παραμεῖναι ἕως γεννηθῇ [ὁ] κύριος· μετὰ ταῦτα γὰρ οὐδεὶς ἔσται ἡγούμενος τοῦ λαοῦ.

Hippolytus 6Ἱππολύτου 6

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Καθὼς λέγει αὐτὸς ὁ κύριος ἡμῶν ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. πῶλον δὲ τὴν ἐξ ἐθνῶν κλῆσιν λέγει· ἀδάμαστος γὰρ καὶ ἀχαλιναγώγητός ἐστιν ὁ πῶλος.
τοῦτο δὲ ἡ μὲν ἡμῶν [κλῆσις] πρὸ τῆς ἐλεύσεως τοῦ κυρίου ἡμῶν, τὸ δὲ δεσμεύων δηλοῖ τὸ προσηρτῆσθαι τῷ κυρίῳ ἡμῶν.

Hippolytus of Rome 2Ἱππολύτου Ῥώμης 2

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου Ῥώμης. Λέγει καὶ ἄλλον πῶλον, τὴν ἐκ περιτομῆς κλῆσιν, ὄνον δὲ μίαν, δηλῶν ἡμῖν, ὅτι ἐκ μιᾶς ὄνου, τουτέστιν ἐκ μιᾶς πίστεως οἱ δύο πῶλοι, ὅπερ ἐστὶν αἱ δύο κλήσεις· καὶ τὸν μὲν πῶλον προςδεδέσθαι ἐν τῇ ἀμπέλῳ, τὸν δὲ ἕτερον ἐν τῇ ἕλικι, ὅπερ ὑπολαμβάνομεν, τὴν μὲν ἐξ ἐθνῶν κλῆσιν προσδεδέσθαι τῷ κυρίῳ, τὴν δὲ ἐκ περιτομῆς τῇ τοῦ νόμου παλαιότητι.

Hippolytus 7Ἱππολύτου 7

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:589Ἱππολύτου. Τουτέστι διὰ τοῦ ἁγίου πνεύματος καὶ τοῦ λόγου τῆς ἀληθείας καθαριεῖ τὴν σάρκα, ὅπερ ἐμφαίνει τὴν στολήν. καὶ ἐν αἵματι σταφυλῆς θλιβείσης καὶ ἀνιείσης αἷμα, ὅπερ ἐστὶν ἡ σὰρξ τοῦ κυρίου, ἥτις πᾶσαν τὴν ἐξ ἐθνῶν κλῆσιν καθαρίζει.

Hippolytus of Rome 3Ἱππολύτου Ῥώμης 3

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου Ῥώμης. Τουτέστι φαιδροὶ οἱ ὀφθαλμοὶ αὐτοῦ, καὶ ἀπὸ τοῦ λόγου τῆς ἀληθείας. ἐπιβλέπουσι γὰρ ἐπὶ πάντας τοὺς πιστεύσαντας εἰς αὐτόν.

Hippolytus of Rome 4Ἱππολύτου Ῥώμης 4

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου Ῥώμης. Καὶ τὸ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα λαμβάνομεν, ὅτι τὰ ῥήματα αὐτοῦ φωτεινὰ γίνονται τοῖς πιστεύουσι δι’ αὐτοῦ.

Hippolytus, Bishop of Rome 7Ἱππολύτου ἐπισκόπου Ῥώμης 7

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου ἐπισκόπου Ῥώμης.
Δηλοῖ καὶ τοῦτο τὴν ἐξ ἐθνῶν κλῆσιν, ὅτι εἰς πᾶσαν τὴν γῆν καὶ τὴν θάλασσαν ἐξελεύσεται ἡ χάρις τοῦ Χριστοῦ· λέγει γὰρ καὶ παρ’ ὅρμον πλοίων καὶ παρατενεῖ ἕως Σιδῶνος. ὅτι δὲ εἰς τὴν ἐξ ἐθνῶν κλῆσιν τοῦτο προκηρύσσει, δηλοῦται ἐν τῷ εὐαγγελίῳ ἡμῖν γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τὰ ἑξῆς.

Hippolytus, Bishop of Rome 8Ἱππολύτου ἐπισκόπου Ῥώμης 8

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου ἐπισκόπου Ῥώμης. Τοῦτο λαμβάνομεν εἰς τύπον τῶν ἀποστόλων, ὅτι καταλιπόντες τὴν ἐκ νόμου πολιτείαν καὶ ἐπιθυμήσαντες τὸ καλὸν ἠκολούθησαν τῇ τοῦ κυρίου διδασκαλίᾳ. Ἱππολύτου ἐπισκόπου Ῥώμης. Ἐπειδὴ οἱ τὰς ἐντολὰς φυλάσσοντες, οὐκ ἀποταξάμενοι τοῖς νομικοῖς διατάγμασιν, ἐπαναπαύονται καὶ ἐπ’ αὐτοῖς καὶ ἐπὶ τῇ τοῦ κυρίου ἡμῶν διδασκαλίᾳ, ὅπερ ἐστὶν ἀνὰ μέσον τῶν κλήρων· καθὼς ὁ κύριος λέγει οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας ἀλλὰ πληρῶσαι. καὶ γὰρ ὁ κύριος ἡμῶν ἐν τῷ τὰς ἐντολὰς φυλάςσειν οὐ καταλύει τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληροῖ, καθὼς ἐν εὐαγγελίοις φησίν.

Hippolytus 8Ἱππολύτου 8

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:591Ἱππολύτου. Τῶν ἀφορισθέντων αὐτῷ ἐν μέρει κληρονομίας καὶ κτήσεως τόπων γῆς.

Hippolytus 9Ἱππολύτου 9

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου.
Τουτέστι τὴν διδασκαλίαν τοῦ κυρίου. ἀνάπαυσις γὰρ αὕτη καλή, καθὼς καὶ αὐτὸς λέγει δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ ( δ. η. Ἱππολύτου). Ὅπερ ἐστὶν ἡ σὰρξ τοῦ κυρίου ἡμῶν ἡ πίων, τουτέστιν ἡ λιπαρά. αὕτη γὰρ ἡ ῥέουσα γάλα καὶ μέλι.

Hippolytus 10Ἱππολύτου 10

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:593Ἱππολύτου. Ὅπερ ἐποίησαν οἱ ἀπόστολοι. λαβόντες γὰρ τὴν δύναμιν παρὰ θεοῦ καὶ ὑποθέντες ἑαυτοὺς εἰς τὸ πονεῖν, ἐγενήθησαν γεωργοὶ τοῦ κυρίου, ἐργασάμενοι τὴν γῆν, τουτέστι τὴν ἀνθρωπότητα διὰ τοῦ κηρύγματος τοῦ κυρίου ἡμῶν.

Hippolytus 11Ἱππολύτου 11

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Λαμβάνω τοῦτο εἰς τύπον τοῦ πονηροῦ, ὅτι γὰρ κρινεῖ τοὺς ἐξαπατωμένους ὑπ’ αὐτοῦ καὶ ἐν τῷ κατηγορῆσαι αὐτὸν πρὸς τὸν κύριον· κριτὴς γὰρ πάντων ὁ κύριος καθὼς καὶ ἐν ταῖς ἀποκαλύψεσι γέγραπται, ὅτι ἐβλήθη εἰς τὴν γῆν ὁ διάβολος ὁ κατηγορῶν τοὺς ἀνθρώπους ἐνώπιον τοῦ θεοῦ. Τοῦ αὐτοῦ ( δ. η. Ἱππολύτου). Καὶ τὸ γενηθήτω Δὰν ἐφ’ ὁδοῦ ὄφις ἐγκαθήμενος ἐπὶ τρίβου ἐστὶν ὁ διάβολος· δηλοῦται δὲ ἡμῖν ἐκ τῆς Δὰν φυλῆς γενόμενος Ἰούδας ὁ προδότης τοῦ κυρίου ἡμῶν· ἐν τούτῳ γὰρ ἐγκρυβεὶς ὁ διάβολος παραδέδωκε τὸν κύριον.
τὸ δὲ ὅτι ἐφ’ ὁδοῦ αὐτὸς ἦν συναναστρεφόμενος ἐν τῇ ὁδῷ τοῦ κυρίου, ἐνεδρεύων τὴν ὁδὸν τῆς δικαιοσύνης, καὶ αὐτὸς ὁ σωτήρ φησιν ἐγώ εἰμι ἡ ὁδὸς τῆς ζωῆς. τὸ δὲ ἐπὶ τρίβου τὰ ἴχνη καὶ τὰ βαδίσματα ἐνεδρεύων τοῦ ἐπιδείξαντος ἡμῖν τὴν τρίβον τῆς δικαιοσύνης. δάκνων πτέρναν ἵππου· ὅ ἐστιν ὁ διάβολος τῆς ἐν σαρκὶ ἐλεύσεως τοῦ κυρίου· ἔφη γὰρ ὁ κύριος περὶ Ἰούδα τοῦ προδότου, ὅτι ὁ τρώγων μετ’ ἐμοῦ ἄρτον ἐπῆρκεν ἐπ’ ἐμὲ πτέρναν. Ὁ μὲν Ἱππόλυτος εἰς τύπον τοῦ πονηροῦ ἀνάγει τὸν Δάν. κρινεῖ γάρ, φησίν, τοὺς ἀπατωμένους ὑπ’ αὐτοῦ. γέγονε δὲ καὶ Ἰούδας ὁ Ἰσκαριώτης ἐκ τῆς Δὰν φυλῆς. ἐν τούτῳ γὰρ ἐγκρυβεὶς ὁ ἀρχαῖος ὄφις παρέδωκε τὸν κύριον, ἐφ’ ὁδοῦ μὲν τῷ κυρίῳ συναναστρεφόμενος, ἐνεδρεύων δὲ τὴν ὁδὸν τῆς δικαιοσύνης, τὸ δὲ ἐπὶ τρίβου τὰ ἴχνη ἐνεδρεύων τοῦ ὑποδείξαντος ἡμῖν τὴν τρίβον τῆς ζωῆς. δάκνων δὲ πτέρναν ἵππου, τῆς ἐν σαρκὶ ἐλεύσεως τοῦ κυρίου.

Hippolytus 12Ἱππολύτου 12

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Δηλοῦται ἡμῖν εἶναι ἱππεὺς ὁ κύριος· πτέρνα δέ, ὅτι πρὸς ἐσχάτων τῶν καιρῶν.
τὸ δὲ ὅτι πεσεῖται, τὸν θάνατον αὐτοῦ δηλοῖ, καθὼς γέγραπται ἐν τῷ εὐαγγελίῳ ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν.

Hippolytus 13Ἱππολύτου 13

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:597Ἱππολύτου. Λαμβάνομεν τὸν πειρατὴν τὸν ἐπίβουλον. οὐδεὶς δὲ ἄλλος ἐπίβουλος ἐγένετο τοῦ κυρίου ἢ ὁ λαός. Τοῦ αὐτοῦ ( δ. η. Ἱππολύτου). Τουτέστιν ἐπιβουλεύσει αὐτὸν κατὰ πόδας, δι’ ὧν δηλοῦται ἡμῖν ἡ ἀντίληψις ἡ παρὰ τοῦ κυρίου τοῖς ἐπιβουλεύσασιν αὐτῷ. τὸ δὲ κατὰ πόδας, ὅτι ἐν τάχει ποιήσει τὴν ἐκδίκησιν ὁ κύριος.

Hippolytus 14Ἱππολύτου 14

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:599Ἱππολύτου. Τοῦτον λαμβάνομεν εἰς τύπον τῆς κλήσεως τῆς ἡμετέρας. τὸ γὰρ πῖον λιπαρόν ἐστιν. λιπαρὸς δὲ τίνος ὁ ἄρτος ἢ ἡμῶν; ὁ γὰρ κύριός ἐστιν ἡμῶν ὁ ἄρτος, καθὼς λέγει αὐτὸς ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. τίς δὲ ἄλλος δώσει τροφὴν ἄρχουσιν ἢ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός; οὐ μόνον τοῖς ἐξ ἐθνῶν πιστεύουσιν, ἀλλὰ καὶ τοῖς ἐκ περιτομῆς ἐξάρχουσι τῆς πίστεως, τουτέστι πατράσι καὶ πατριάρχαις καὶ προφήταις καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ καὶ εἰς τὸ πάθος.

Hippolytus of Rome 5Ἱππολύτου Ῥώμης 5

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου Ῥώμης. Καὶ αὐτὸς εἰς τύπον τῶν ἡμετέρων παραλαμβάνεται, καθὼς δηλοῖ ἡμῖν καὶ ἐπὶ τούτου τὸ εὐαγγέλιον·
γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει φῶς ἀνέτειλεν αὐτοῖς. Τοῦ αὐτοῦ ( δ. η. Ἱππολύτου). Ποῖον δὲ ἄλλο φῶς ἦν ἢ ἡ κλῆσις ἡ ἐξ ἐθνῶν; ἥτις ἐστὶ τὸ στέλεχος, τουτέστιν ἐπὶ τὸ ξύλον τοῦ κυρίου ἐγκεντρισθεῖσα καρποφορεῖ. τὸ δὲ ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος τὸ ὑπερβάλλον τῆς κλήσεως δηλοῖ ἡμῖν.

Hippolytus, Bishop of Rome 9Ἱππολύτου ἐπισκόπου Ῥώμης 9

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου ἐπισκόπου Ῥώμης. Ποῖον ἄλλον υἱὸν ἐν τύπῳ λαμβάνομεν ἢ τὸν κύριον, ηὐξημένον καὶ αὔξοντα τὴν κλῆσιν τὴν ἡμετέραν· τὸ γὰρ ἐπιφερόμενον ἡμῖν σαφέστερον δείκνυσιν.

Hippolytus 15Ἱππολύτου 15

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Τίς δὲ ἄλλος ζηλωτὸς ἕως τῆς σήμερον ἡμέρας, εἰ μὴ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός;

Hippolytus 16Ἱππολύτου 16

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Τίς ἄλλος οὗτος, καθὼς δείκνυται ἡμῖν διὰ τοῦ ἀποστόλου, ὅτι ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ τὸν ποιήσαντα τὸ θέλημα τοῦ πατρὸς εἶπεν ὁ ἔσχατος. τὸ δὲ πρὸς μὲ ἀνάστρεψον δηλοῦται ἡμῖν ἡ μετὰ τὸ πάθος ἀνάληψις εἰς τὸν οὐρανὸν πρὸς τὸν πατέρα. τὸ δὲ εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν· τίνες εἰ μὴ ὁ λαὸς κατὰ τοῦ κυρίου ἡμῶν; καὶ ἐνεῖχον αὐτῷ· τίνες ἐνεῖχον αὐτῷ;
PG 10:601οἳ καὶ μέχρι σήμερον ἐνέχουσιν. οὗτοι κύριοι τοξευμάτων, οἱ καταπολεμεῖν τὸν κύριον δοκοῦντες. εἰ γὰρ καὶ ἐνίσχυσαν τοῦ ἀναιρεθῆναι αὐτόν, ἀλλὰ καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν. φανερῶς δὲ ἡμῖν δηλοῦται, ὅτι μετὰ τὴν ἀνάστασιν συντέτριπται τὰ τόξα αὐτῶν μετὰ κράτους.

Hippolytus 17Ἱππολύτου 17

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Ἡ γὰρ δοκοῦσα ἰσχὺς αὐτῶν ἐκλέλυται διὰ τῆς δυνάμεως τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.

Hippolytus of Rome 6Ἱππολύτου Ῥώμης 6

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου Ῥώμης. Σαφῶς ἡμῖν δείκνυται, ὅτι ἡ βοήθεια καὶ ἡ ἀντίληψις τοῦ παιδὸς οὐ παρ’ ἄλλου τινὸς ἢ παρὰ τοῦ πατρὸς καὶ θεοῦ ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. τὸ δὲ θεός μου δηλοῦται ὅτι τὸ πνεῦμα λέγει διὰ τοῦ Ἰακώβ.

Hippolytus 18Ἱππολύτου 18

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Τοῦτο ἡμῖν δηλοῦται, ὅτι ἡ μὲν εὐλογία ἀπὸ τοῦ οὐρανοῦ ἐστι τὸ πνεῦμα τὸ κατελθὸν διὰ τοῦ λόγου ἐπὶ τὴν σάρκα. μαστῶν δὲ καὶ μήτρας τῆς παρθένου εὐλογίας λέγει. τὸ δὲ πατρὸς καὶ μητρός σου τοῦτο λέγει· εὐλογίαν πατρός, ἣν ἐλάβομεν ἐπὶ τὴν ἐκκλησίαν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ αὐτοῦ ( δ. η. Ἱππολύτου). Τὸ ὕψος καὶ μέγεθος τῆς εὐλογίας προκηρύσσει τὸ ὑπὲρ εὐλογίας ὀρέων μονίμων. τὸ δὲ θινῶν αἰωνίων τὸ βέβαιον καὶ ἰσχυρὸν τῆς σωτηρίας καὶ τὸ εἰς τοὺς αἰῶνας διαμεῖναι.
Τοῦ αὐτοῦ ( δ. η. Ἱππολύτου). Περιφάνειαν αὐτῷ ἐπεύχεται, ὥστε γενέσθαι αὐτὸν παρὰ πᾶσιν ἐπίσημον, διὰ τοῦ βουνῶν καὶ ὀρέων, ἅτινά εἰσι περίοπτα πᾶσιν.

Hippolytus 19Ἱππολύτου 19

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Δηλοῖ ἡμῖν καὶ ὧδε περὶ τοῦ κυρίου. λέγων γὰρ ἄλλως κεφαλὴ Ἰωσὴφ καὶ πάντων ἡμῶν ἦν Ἰησοῦς Χριστός, τοῦτο ἡμῖν δηλοῖ, ὅτι πάντων ἡμῶν ἐστι κεφαλὴ ὁ κύριος ἡμῶν.

Hippolytus 20Ἱππολύτου 20

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Περὶ τοῦ κυρίου καὶ ταῦτά φησιν, ὅς ἐστι κεφαλὴ πάντων ἡμῶν.

Hippolytus 21Ἱππολύτου 21

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου. Δηλοῦται ἡμῖν καὶ τοῦτο διὰ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἡ Βενιαμὶν φυλὴ ἐν ταῖς ἀρχαῖς, ὅπερ ἐστὶ τὸ πρώινον, διώκει. ὁ γὰρ Σαοὺλ ὢν ἐκ τῆς Βενιαμὶν φυλῆς τὸν εἰς τύπον τοῦ κυρίου κείμενον Δαβὶδ ἐδίωκεν.

Hippolytus, Bishop of Rome 10Ἱππολύτου ἐπισκόπου Ῥώμης 10

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἱππολύτου ἐπισκόπου Ῥώμης. Δηλοῦται ἡμῖν διὰ τοῦ ἀποστόλου Παύλου· καὶ γὰρ αὐτὸς [ἐκ] τῆς Βενιαμὶν φυλῆς ὢν ἐν ἀρχῇ ἐδίωκε τὴν ἐκκλησίαν, καὶ μετὰ ταῦτα, ὅπερ ἐστὶ πρὸς ἑσπέραν, τουτέστιν ἐπ’ ἐσχάτων, δίδωσιν ἡμῖν πᾶσι τοῖς πιστεύουσιν ἐπὶ τὸν κύριον διὰ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν πνευματικὴν τροφήν.
Continue reading PG 10: In Proverbia →≣ entire volume
Page scan enlarged

Notebook

Full View