Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 10:615Ἱππολύτου. Γνῶναι σοφίαν καὶ παιδείαν. Ὁ γὰρ γνοὺς τὴν σοφίαν τοῦ θεοῦ λαμβάνει παρ’ αὐτοῦ καὶ παιδείαν, ἐκμανθάνων δι’ αὐτῆς τὰ τοῦ λόγου μυστήρια. Καὶ οἱ ἐπιγνῶντες τὴν ἀληθῆ καὶ ἐπουράνιον σοφίαν εὐκόλως νοήσουσι τοὺς σοφῶς ὑπ’ αὐτῆς λαλουμένους λόγους. Δέξασθαί τε στροφὰς λόγων. Τὰ γὰρ ἀντιστρόφως ἐν παραβολαῖς ὑπὸ τοῦ ἁγίου πνεύματος λελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς τὸν θεὸν εὔγνωστα γίνεται· νοοῦσι γὰρ τὴν ἀληθῆ δικαιοσύνην διὰ Χριστοῦ καταγγελλομένην. Καὶ κρίμα κατευθύνειν. Τουτέστι κρίνειν. Ἵνα δῷ ἀκάκοις πανουργίαν. Τοῖς ἁπλῇ καὶ ἀκάκῳ καρδίᾳ προσερχομένοις θεῷ. Παιδὶ δὲ νέῳ. Οἵτινες νεάσαντες ὡς παιδία νήπια καὶ ἀναγεννήσεως διὰ Χριστὸν τυχόντες λαμβάνουσιν αἴσθησιν καὶ ἔννοιαν ἀγαθήν, καθὼς καὶ ὁ κύριος λέγει. Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τῶνδε γὰρ ἀκούσας σοφὸς [σοφώτερος ἔσται]. Τῶν γὰρ θείων λόγων κατακούων πᾶς ἄνθρωπος καὶ ποιῶν αὐτούς, σοφὸς ὑπάρχων σοφώτερος γίνεται, κυβερνώμενος καὶ φρουρούμενος ἀεὶ ὑπὸ τοῦ ἁγίου πνεύματος. Ὁ γὰρ νοήμων, φησί, κυβέρνησιν κτήσεται.
Α Κύριος ποιῶν εἰρήνην καὶ κτίζων κακά, ἵνα είπη καὶ εἰρηνέυειν ἐῶν, καὶ πολεμεῖσθαι συγχωρῶν. ΕΚ ΤΩΝ ΑΓΙΟΥ ΙΠΠΟΛΥΤΟΥ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ. ΙΠΠΟΛΥΤΟΥ. Παροιμίαι τοίνυν εἰσὶ λόγοι προς τρεπτικοὶ παρὰ πᾶσαν ὁδὸν τοῦ βίου χρησιμεύοντες· τοῖς γὰρ ἐπὶ τὸν Θεὸν ὁδὸν ποιουμένοις, οδηγός τις γίνεται παραπλησίως τῷ ὑποδείγματι, τοὺς κάμνον τας διὰ τὸ τῆς ὁδοῦ μῆκος ἀνακτωμένη· εἰσὶν οὖν αὗται αἱ παροιμίαι Σολομῶντος, ὅ ἐστιν εἰρηνικού, ήτοι τοῦ Σωτῆρος Χριστοῦ· ἐπειδὴ δὲ τοὺς τοῦ Κυρίου λόγους, ἅτε δὴ Κυρίου τυγχάνοντας, ἀπταίστως ἐπι- στάμεθα, ἵνα μή τις ἐκ τῆς ὁμωνυμίας ἡμᾶς ἀφαρ· πάσῃ, φησὶ τίς ὁ γράψας ταῦτα, καὶ τίνων ἦν βασι- λεύς· ἵνα ἡ τοῦ λέγοντος ἀξιοπιστία εὐπαράδεκτον τὸν λόγον καταστήσῃ καὶ προσεχεῖς τοὺς ἀκούοντας. Σολομῶντος γάρ εἰσιν ἐκείνου, πρὸς ἄν εἶπεν ὁ Κύ ριος· Δώσω σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἐπὶ τῆς γῆς, καὶ μετὰ σὲ οὐκ ἀνα στήσεται ὅμοιός σοι 3· καὶ τὰ λοιπὰ περὶ αὐτοῦ γεγραμμένα· ἦν δὲ σοφὸς ἐκ σοφοῦ· διὸ πρόσκειται τὸ Δαβίδ, ἐξ οὗ Σολομών γέγονε, ἐκ βρέφους τὰ ἱερὰ γράμματα παιδευόμενος, καὶ οὐ κλήρῳ τὴν ἀρχὴν λαβόμενος οὐδὲ βίᾳ, ἀλλὰ κρίσει τοῦ Πνεύμα τος καὶ ψήφῳ Θεοῦ. Γνώναι σοφίαν καὶ παιδείαν. Ο γνοὺς τὴν σοφίαν τοῦ Θεοῦ λαμβάνει παρ' αὐτοῦ καὶ παιδείαν, ἐκμανθάνων δι' αὐτῆς τὰ τοῦ λόγου μυστήρια· καὶ οἱ γνόντες τὴν ἀληθῆ καὶ ἐπουράνιον σοφίαν, εὐκόλως νοήσουσι τοὺς ὑπ' αὐτῶν λαλουμένους λόγους· διό φησι· Δέξασθαι στροφὰς λόγων· τὰ γὰρ ἀντιστρό φως ὑπὸ τοῦ ἁγίου Πνεύματος λελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς Θεὸν εἴγνωστα γίνεται. * Ταῦτα εἰς τὸν τῶν Ἰουδαίων δῆμον καὶ τὴν κατὰ Χριστοῦ μιαιφονίαν ἐξείληφεν· ᾤοντο γάρ αὐτὸν ἐπὶ γῆς μόνον ἔχειν τὸ πολίτευμα. * Οὐχ ἁπλῶς λήψονται, ἀλλὰ κληρονομήσουσι· οἱ δὲ ἀσεβεῖς, εἰ καὶ ὑψοῦνται, ἀλλ' ὥστε μείζονα γενέ- σθαι τὴν ἀτιμίαν αὐτῶν· ὡς γάρ τις τὸν δυσειδῆ καὶ διεστραμμένον, εἰ ὑψώσειεν, οὐκ ἐδόξασε, ἀλλ᾽ ἡτί μασε πλέον, κατάδηλον αὐτοῦ τὸ αἶσχος πλείοσι και ταστήσας· οὕτω καὶ ὁ Θεὸς ὑψοῖ τοὺς ἀσεβεῖς, ἵνα ἐμφανῆ καταστήσῃ τὴν ἐκείνων ἀσχημοσύνην ὑψώθη καὶ Φαραώ, ἀλλ᾿ ὥστε τὴν οἰκουμένην κατήγορον ἔχειν. * Σημειωτέον ότι δῶρον ἀγαθὸν ὀνομάζει τὸν S. HIPPOLYTI OPP. PARS 1. - EXEGETICA. quod calamitatum laborumque adversus peccatores plena sit. Simile est illud Isaiæ : Ego Dominus fa- ciens pacem et creans mala ; perinde ac si dicat, et pacem fovens, et bella permittens. IN PROVERBIA. (Mar, Bibliotheca nova Patrum, VII, 11, 71, Romæ 1851, in 4º, ex catena Vaticana ms.) IIIPPOLYTI. Proverbia igitur sermones exhor- B tatorii sunt, qui universæ vitæ moderandæ confe- runt: nam iis qui iter ad Deum instituunt, duces quidam funt ac veluti indices, qui laborantes a viæ longitudine recreant. Porro hæc proverbia Salo- monis sunt, pacifici nimirum, sive Christi Serva- toris. Quia vero Domini sermones, propterea quod Domini sunt, idcirco eos sine offendiculo cogno- scimus ; ne quis forte nos nominis paritate falleret, addit quis hæc scripserit, et cujus gentis rex fuerit. Sic enim dicentis auctoritas commendatiorem ser- monem attentioresque auditores faciet. Verba enim Salomonis illius sunt, cui dixit Dominus: Dabo tibi cor prudens atque sapiens; nemo tui par in orbe fuit, neque postero tempore exsistet; et reliqua de eo scripta. Jam is sapiens a sapiente genitus fuit : G quare attexitur Davidis nomen, unde Salomon pro- creatus fuit: idem a puero sacris litteris eruditus; neque sorte vel vi aliqua regnum obtinuit, sed ju- dicio Spiritus et decreto Dei. Ad sciendam sapientiam et disciplinam. Qui Dei sapientiam novit, is ab eodem quoque eruditur, ita ut intelligat sermonum mysteria. Jam qui veram coelestemque sapientiam tenent, ii mysteriorum sententiam facile percipient. Idcirco ait : Ad ca- piendas sermonum strophas. Nam quæ præposteris veluti verbis a sancto Spiritu dicta fuerunt, ea illis, qui fideli erga Deum corde sunt praediti, expedite innotescunt. Hæc de Judæorum populo, et de Christi cæde, intelligit. Putabant enim illum in terra tantummodo habere conversationem. Non accipient tantum, sed etiam hæreditabunt. Impii vero etiamsi extolluntur, id ad majorem ipso- rum ignominiam redundat. Veluti si quis hominem deformem atque distortum in alto collocet, non honorat sed magis dehonestat, manifestam consti- tuens pluribus turpitudinem ejus. Sic item Deus extollit impios, ut publicum faciat dedecus illorum. Exaltatus fuit etiam Pharao, sed ut mundum accu- satorem haberet. Animadvertendum est, donum bonum dici ab eo Isa. XLV, 7. cap. I, 1. A. f. 20, b. cap. lli, 35. - Reg. 111, cap. iv, 2. D A. f. 20, b. - - cap. 1, 11. 12. * v. 2. *¹ cod. Vat. 1802, sive A. f. 7, b.
PG 10:617Νοῆσαί τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Πνευματικὰ γὰρ πνευματικοῖς συγκρίνεται· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, μὴ γινώσκων ὅτι πνευματικῶς ἀνακρίνεται. Ὅσα γὰρ διὰ παραβολῆς καὶ σκοτεινῶς τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν προφητῶν ἐλάλησε, ταῦτα τοῖς μετόχοις καὶ κοινωνοῖς τοῦ ἁγίου πνεύματος ὑπάρχουσιν εὔγνωστα γίνεται, ὑπ’ αὐτοῦ τοῦ πνεύματος ἐκδιδασκόμενα. Ἀσφράγιστος γὰρ καὶ ἀκυβέρνητος τὰς θείας γραφὰς ἐπιγνῶναι οὐ δύναται· Φόβος γὰρ κυρίου ἀρχὴ αἰσθήσεως. Παραβολὴ δέ ἐστιν ὡς τὸ Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ. Ἄκουε, υἱέ, παιδείαν πατρός σου. Τουτέστι τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων. Καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου. Θεσμοὺς μητρός, τῆς σε ἀναγεννησάσης σοφίας, ἥτις ὡς μήτηρ καὶ τιθηνὸς ἡμῶν γίνεται, γαλουχοῦσα ἡμᾶς καὶ ἀνατρέφουσα ἐν τοῖς λόγοις καὶ ταῖς ἐντολαῖς τοῦ θεοῦ. Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ. Ἐὰν γὰρ τηρήσῃς ἐν καρδίᾳ πιστῇ τὸν νόμον τοῦ πατρός σου καὶ φυλάξῃς τὰς ἐντολὰς τῆς μητρός σου, στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον.
PG 10:623Πότε, ἀλλ’ ἢ ἐν τῇ ἀναστάσει τῶν δικαίων ἐν τῇ ἐπουρανίῳ καὶ ἀφθάρτῳ βασιλείᾳ δοξαζόμενος καὶ στεφανούμενος ὑπὸ Χριστοῦ, ἐὰν ἀξίως τοῦ στεφάνου ἀγωνίσῃ; Οὐδεὶς γὰρ ἀθλητὴς στεφανοῦται, ἐὰν μὴ ἐγκρατῶς καὶ νομίμως ἀθλήσῃ. Μή σε πλανήσωσιν ἀσεβεῖς ἄνδρες. Τὰ συμβάντα ἐπὶ Χριστῷ μυστήρια διὰ Ἰουδαίων φησὶ καὶ πῶς κοινὸν βαλάντιον ἐκτήσατο Ἰούδας τοῖς Ἰουδαίοις, λακήσας μέσος. Καὶ μαρσίππιον [ἓν γενηθήτω ἡμῖν]. Δοχεῖον. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα. Οὐ γὰρ εἰς μάτην ἡτοίμασται ἡ κρίσις τοῦ πυρός. Αὐτοὶ γὰρ οἱ αἱμάτων μετέχοντες. Οὐχ οἱ πράττοντες μόνον. Ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. Ἄνομός ἐστιν ὁ μὴ εἰδὼς τὸν νόμον, παράνομος δὲ ὁ παραβαίνων τοῦτον. Τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. Ἀσέβεια λέγεται ποτὲ μὲν ἡ περὶ θεοῦ ψευδὴς δόξα, ποτὲ δὲ ἡ ὁπωσδήποτε ἁμαρτία, ὡς τὸ Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, ἀντὶ τοῦ ἁμαρτωλοῦ. Οἱ δὲ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν. Εὐσέβεια γὰρ εἰς θεὸν ἀρχὴ αἰσθήσεως. Κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι. Τοῖς ἀπίστοις καὶ ἀπειθοῦσι τῷ ὀνόματι αὐτοῦ ἠπείλησεν.
PG 10:627Οὕτω καὶ ὁ Δαυίδ. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς. Ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Τὸ αὐτὸ καὶ Ἠσαί̈ας φησίν· Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ’ ὑμῶν. Ζητήσουσί με κακοὶ καὶ οὐχ εὑρήσουσι. Οἱ γὰρ ἀπίστως καὶ ἐν ὑποκρίσει καρδίας ζητοῦντες τὸν Χριστὸν δίκαιοι ἐν αὐτῷ εὑρεθῆναι οὐ δύνανται, διὰ τὸ μὴ ζητεῖν ὡς δεῖ καὶ ὅτε δεῖ. Υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη. Βουλὴν κακὴν τὸν διάβολον λέγει, ἥτις βουλὴ τὸν Ἀδὰμ καταλαβοῦσα ἀπέλιπεν αὐτὸν τῆς νέας καὶ οὐ παλαιουμένης μαθήσεως τοῦ θεοῦ. Διαθήκην δὲ θείαν ἐπιλελησμένην λέγει ἣν Ἀδὰμ καὶ Νῶε, Ἀβραὰμ καὶ Μωυσεῖ [...] ἐν εὐαγγελίοις Χριστὸς ἐπηγγείλατο τοῖς ὅσοι νικῶσι τὸν διάβολον ἀποδώσειν, ἣν καὶ ἄγγελοι ἐπιθυμοῦσιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅταν ἔλθῃ. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου [θησαυρούς]. Καθὼς καὶ ὁ κύριος λέγει.
PG 10:631Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπραχε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. Ὑπὲρ γὰρ πάντα πλοῦτον κοσμικὸν διαφορώτερός ἐστιν ὁ λόγος τοῦ θεοῦ, διαμένων ἐν τῇ δόξῃ τοῦ πατρός, τιμιώτερος ὢν λίθων πολυτίμων, τουτέστι προφητῶν τε καὶ ἀποστόλων. Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάξει. Τουτέστι τῇ αἱρέσει καὶ τῇ εἰδωλολατρείᾳ ἤτοι φαύλοις καὶ ματαίοις ῥήμασι. Τὸ δὲ μέλι γὰρ ἀποστάξει τοῦτό ἐστι· τοῖς γὰρ κενοῖς καὶ ἀπατηλοῖς ῥήμασι μέλι ἐπαγγελλομένη καὶ τῶν μικρῶν στερίσκειν πειρᾶται. Ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα. Ἥτις, πρὸς ἡδονὴν καρδίας ὁμιλοῦσα καὶ ἐπιθυμίᾳ σαρκὸς συγχωροῦσα, δοκεῖ πρὸς ὥραν γλυκαίνειν τὸν ἄνθρωπον. Ἀλλ’ ὕστερον, φησί πικρότερον χολῆς εὑρίσκει καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Γίνεται γάρ, φησί, τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων εἰς κρίσιν ἐρχόμενα, ἥτις ἐστὶν ὡς μάχαιρα ὀξεῖα ἐξερευνῶσα καὶ τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ. Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θάνατον εἰς τὸν ᾅδην.
PG 10:637Οἱ γὰρ ἄφρονες καὶ τῇ πλάνῃ συντρέχοντες καὶ συναιρόμενοι, συμποδιζόμενοι ὑπ’ αὐτῆς, κατάγονται μετὰ θάνατον εἰς τὸν ᾅδην. Τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. Ἡ γὰρ πλάνη ἐπὶ τῇ ἀληθείᾳ οὐχ ἥδρασται οὐδὲ ὁδοὺς ζωῆς πατῆσαι δύναται, πάντοτε ῥεμβομένη καὶ πολλοῖς ἀνέμοις δονουμένη. Μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν. Μὴ συναναστρέφου τοῖς τῆς αἱρέσεως δόγμασιν. Μηδὲ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς. Τουτέστι τῇ ποικιλίᾳ ὧν ἑαυτῇ περιεποιήσατο θεσμῶν. Ἵνα μὴ προῇ ἄλλοις ζωήν σου. Τοῖς τὴν ἀλήθειαν φρονοῦσι καὶ ζωὴν αἰώνιον κληρονομεῖν ἐπιθυμοῦσι. Καὶ μεταμεληθεὶς ἐπ’ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου. Ἡνίκα παραγίνηται ὁ ἀπαιτῶν καὶ καταλείπῃς τὸ σῶμά σου ἀναλυόμενον ἐν τῇ γῇ· ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;6. Ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ. Πορεύθητι πρὸς τὸν μύρμηκα, τουτέστι πρὸς τὸ ἔθνος τὸ ἐξουδενωμένον ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἐλπίδα δὲ εἰς Χριστὸν κεκτημένον. Καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος.
PG 10:641[Μίμησαι τὴν καλὴν πολιτείαν αὐτοῦ καὶ γενοῦ σοφώτερος, ὅς, γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων, ἑτοιμάζεται θέρους τὴν τροφήν]. Ἄλλως. Ὃς μηδεμίαν ἐλπίδα ἐν κόσμῳ κεκτημένος, μηδὲ ἀπατώμενος ὑπὸ θέας τῶν ἐν τῷ βίῳ πραττομένων ἀνομημάτων, μηδὲ βιαζόμενος ὑπό τινος, ἀλλ’ ἑκὼν καὶ προαιρέσει καρδίας πιστεύων τῷ θεῷ, ἑτοιμάζεται δι’ ἔργων ἀγαθῶν τὴν αἰώνιον ζωήν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν. Ἢ πρόσδραμε τῇ ἐκκλησίᾳ καὶ μάθε τὰ τοῦ φωτὸς ἔργα ἐν αὐτῇ γινόμενα. Τήν τε ἐργασίαν αὐτῆς ὡς σεμνὴν ἐμποιεῖται. Τὴν δὲ πολιτείαν αὐτῆς ὡς σώφρονα καὶ ἁγνὴν ἐπιδεικνυμένη. Ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται. Ἧς τὰς ἐντολὰς πλούσιοι καὶ πένητες πρὸς σωτηρίαν ἑαυτῶν λαμβάνουσιν. Καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής. Καίπερ οὖσα ἐν κόσμῳ εὐτελής, ἀλλ’ εἰς Χριστὸν πιστεύσασα προήχθη. Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον. Ἱππολύτου· Τὴν νέαν Ἱερουσαλὴμ καὶ ἁγίαν σάρκα. [Καὶ ὑπήρεισε] στύλους ἑπτά. Τὴν ἑβδομάδα τοῦ ἁγίου πνεύματος ἐπ’ αὐτῷ ἀναπαυομένην ἐσήμανε, καθὼς Ἠσαί̈ας μαρτυρεῖ λέγων .... Ἔσφαξε τὰ ἑαυτῆς θύματα.
PG 10:647Τοὺς μακαρίους προφήτας κατὰ καιρὸν ἀναιρουμένους ὑπὸ τῶν ἀπίστων, καθὼς λέγει. Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον. Ἔδωκεν ἐν τῇ ἐκκλησίᾳ τὸ ἅγιον πνεῦμα ὡς οἶνον. [Καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν]. Τράπεζαν δὲ τὴν ἀλήθειαν λέγει διὰ τῶν ἁγίων προφητῶν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους. Τοὺς ἀποστόλους εἰς τὸν σύμπαντα κόσμον προσκαλουμένους πάντα τὰ ἔθνη εἰς τὴν γνῶσιν τοῦ θεοῦ. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν. Τοῖς μήπω κεκτημένοις τὴν δύναμιν τοῦ ἁγίου πνεύματος. Ἔλθετε, φάγετε. Δεῦτε, ἐπίγνωτε τὴν ἀληθῆ καὶ εὐθεῖαν ὁδὸν καὶ πίετε οἶνον καὶ λάβετε πνεῦμα ἅγιον ὡς οἶνον. Ἀπολείπετε ἀφροσύνην. Ἐκκλίνατε τὰς ὁδοὺς τῆς ἀγνωσίας καὶ ἐπίγνωτε τὴν αἰώνιον ζωήν. Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι. Τῇ βδέλλῃ ἤγουν τῇ ἁμαρτίᾳ· θυγατέρες πορνεία, φθόνος, εἰδωλολατρεία. Καὶ οὐκ ἐνεπίμπλασαν αὐτήν. Οὐ γὰρ πίμπλαται αὕτη ἀεὶ διὰ τούτων τῶν πράξεων νεκροῦσα ἡ ἁμαρτία τὸν ἄνθρωπον, μηδέποτε ἠλλοιωμένη, ἀλλὰ πάντοτε ἐπαύξουσα. Ἡ γὰρ τετάρτη, φησίν, οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν.
PG 10:651Τετάρτην δὲ λέγων τὴν κατὰ πάντων ἐπιθυμίαν ἐσήμανεν. Ὥσπερ γὰρ ἓν μέν ἐστι τὸ σῶμα, μέλη δὲ πολλὰ ἔχει, οὕτω καὶ ἡ ἁμαρτία, μία οὖσα, πολλὰς καὶ ποικίλας ἐπιθυμίας ἐν ἑαυτῇ ἔχει, δι’ ὧν ἐπίβουλος τῷ ἀνθρώπῳ γίνεται. Ἐκ παραδειγμάτων δέ φησιν· Ἅιδης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ. Ὃν γὰρ τρόπον ὁ ᾅδης οὐ διαλείπει δεχόμενος ψυχὰς [ἀνόμων] ἀνθρώπων, οὐδὲ ὁ ἔρως τῆς ἁμαρτίας, ὡς γυναικός, παύσεται ἐκπορνεύων, προδότης τῆς ἑαυτοῦ ψυχῆς ὥς τις γενόμενος. Τάρταρος δὲ ἀεὶ ἐν λυγρώδει καὶ ζοφώδει τόπῳ ὑπάρχων οὐ καταλάμπεται ὑπὸ ἀκτῖνος φωτός· οὕτως ἐστὶ πᾶς ὁ ἐν παντὶ πάθει σαρκὸς τῇ ἁμαρτίᾳ δουλεύων ὡς γῆ μὴ ἐμπιπλαμένη ὕδατος, μηδέποτε εἰς ἐξομολόγησιν καὶ λουτρὸν παλιγγενεσίας ἐλθεῖν δυνάμενος, ὡς ὕδωρ καὶ πῦρ μὴ λέγοντα Ἀρκεῖ. Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι καὶ τὸ τέταρτον οὐκ ἐπιγινώςκω· ἴχνη ἀετοῦ πετομένου. Ἐν τούτοις διδάσκει ἡμᾶς τὰ περὶ Χριστοῦ μυστήρια· ἴχνη ἀετοῦ πετομένου, τοῦ ἐπουρανίου λόγου ὡς ἀετοῦ ἐν μέσῳ οὐρανῶν ἱπταμένου καὶ εἰς οὐρανοὺς ἀνερχομένου, καθὼς καὶ Μωυσῆς φησι·
PG 10:657Κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ’ αὐτῶν θεὸς ἀλλότριος. Ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐβάστασεν αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν πτερύγων αὐτοῦ, ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ. Καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτραν. Ὃν γὰρ τρόπον ὄφις ἐπὶ πέτραν ἰχνοποιῆσαι οὐ δύναται, οὕτως οὐδὲ ὁ διάβολος ἐπὶ σῶμα Χριστοῦ ἁμαρτίαν ἠδυνήθη εὑρεῖν. Λέγει γὰρ ὁ κύριος· Ἰδοὺ ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Καὶ τρίβους νηὸς ποντοπορούσης. Καθὼς γὰρ ναῦς διαπλέουσα ἐν τῷ πελάγει ἴχνη καὶ ὁδοὺς οὐ καταλείπει, οὕτως οὐδὲ ἡ ἐκκλησία, ἐν κόσμῳ πολιτευομένη ὡς ἐν πελάγει, καταλείπει τὴν ἰδίαν ἐλπίδα ἐπὶ τῆς γῆς, ἔχουσα τὴν ζωὴν ἀποκειμένην ἐν τοῖς οὐρανοῖς. Καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι. Τίνος, ἀλλ’ ἢ τοῦ ἐκ πνεύματος ἁγίου καὶ παρθένου γεγεννημένου, ὃς τὸν τέλειον ἄνθρωπον ἀνανεώσας ἐν κόσμῳ ἐπιτελεῖ τὰς δυνάμεις, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου, ὡς καὶ ὁ εὐαγγελιστὴς μαρτυρεῖ· Ἦν δὲ ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα. Τοῦτο οὖν τὸ νέον καὶ ἀκμαῖον τῆς ἡλικίας· ὃς διοδεύων κατὰ πᾶσαν πόλιν καὶ χώραν ἰᾶτο τὰς νόσους καὶ τὰς ἀσθενείας τῶν ἀνθρώπων.
PG 10:661Τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἥ, ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ἄτοπον. Τοιαύτη ἐστὶν ἡ ἀναστροφὴ τῆς ἐκκλησίας· πιστεύουσα Χριστῷ μετὰ τὸ ἐκπορνεῦσαι ἐν τοῖς εἰδώλοις, ἀποταξαμένη τούτοις καὶ τῷ διαβόλῳ, ἀπολουσαμένη τὰς ἁμαρτίας καὶ λαβοῦσα ἄφεσιν τῶν παραπτωμάτων, οὐδέν φησι πεπραχέναι ἄτοπον. Διὰ [τριῶν] [Πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος] σείεται ἡ σύμπασα γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν. Ἦλθε γὰρ τὸ μὲν πρῶτον διὰ νόμου διδάσκων, δεύτερον διὰ προφητῶν τὰ μέλλοντα προκηρύττων, τρίτον δὲ διὰ τοῦ εὐαγγελίου ἑαυτὸν φανερῶς ἐπιδεικνύς. Τέταρτον κριτὴς ζώντων καὶ νεκρῶν ἐρχόμενος, οὗ τὴν δόξαν σύμπασα κτίσις οὐ μὴ βαστάξῃ. Ἵνα οὖν διδάξῃ ἡμᾶς ὁ μακάριος Σολομὼν τὸ προκείμενον ἐπήνεγκε λέγων· Ἐὰν οἰκέτης βασιλεύσῃ καὶ ἄφρων πλησθῇ σιτίων καὶ παιδίσκη ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ γυνὴ μισητὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ Ἐὰν οἰκέτης, φησί, βασιλεύσῃ. Τίς ἢ ὁ λαὸς τῶν υἱῶν Ἰσραήλ; Οἰκέτης ἐν γῇ Αἰγύπτῳ γενόμενος καὶ οὕτως βασιλεύσας ἐν τῇ ἰδίᾳ γῇ κατεστρηνίασε τοῦ Χριστοῦ.
PG 10:665Καὶ ἄφρων πλησθῇ σιτίων Ἔφαγε γὰρ καὶ ἐνεπλήσθῃ καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ παιδίσκη ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν. Τουτέστιν ἡ ἐπίγειος Ἱερουσαλήμ· παιδίσκη πάντων ἐθνῶν γεγενημένη ἐξέβαλε τὴν ἑαυτῆς κυρίαν, τὴν ἁγίαν σάρκα κυρίου, κυριοκτόνος γενομένη. Καὶ γυνὴ μισητὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. Τίς οὖν μισητή, ἀλλ’ ἢ ἡ συναγωγὴ ἡ μὴ ἀγαπήσασα τὸν Χριστόν, τὸν παρθενικὸν ἄνδρα αὐτῆς, ἀλλ’ ἀεὶ ῥεμβομένη περὶ τὰ εἴδωλα, πορνεύουσα ἐν αὐτοῖς; Λέγει γὰρ διὰ τοῦ προφήτου· Ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον ἡ ἀσύνετος Ἰουδαία. Ἐὰν οἰκέτης βασιλεύσῃ. Ὁ ἐξ ἐθνῶν λαός, δοῦλος ὢν τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου τὸ πρότερον. Οὕτως Ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Καὶ ἄφρων πλησθῇ σιτίων. Τῶν τῆς ζωῆς. Καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. Ὅ ἐστι πόρνη· πόρνη γὰρ ἦν ἡ ἐξ ἐθνῶν ἐκκλησία ὀπίσω θεῶν ἀλλοτρίων πορευομένη. Καὶ οἰκέτις [ἐὰν] ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν. Ἡ τῶν ἐθνῶν ἐκκλησία, τὴν συναγωγὴν οὖσαν κυρίαν· ταύτης γὰρ ὁ νόμος καὶ οἱ προφῆται δέονται. Τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς, ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν·
PG 10:673οἱ μύρμηκες, οἷς οὐκ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφὴν αὐτῶν. Τὰ ἔθνη φησὶν οἷς οὐκ ἔστιν ἰσχύς· καὶ θησαυρίζουσιν ἑαυτοῖς δι’ ἔργων ἀγαθῶν τὴν αἰώνιον ζωήν. Καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους. Τίνες οἱ χοιρογρύλλιοι, ἀλλ’ ἢ ἡμεῖς, οἳ ἐοίκαμέν ποτε χοίροις, ἐν πάσῃ ῥυπαρίᾳ τοῦ κόσμου ἀναστρεφόμενοι; Νυνὶ δὲ πιστεύσαντες Χριστῷ ἐποικοδομοῦμεν τοὺς ἑαυτῶν οἴκους ἐπὶ τὴν ἁγίαν σάρκα Χριστοῦ ὡς ἐπὶ πέτραν. Ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ ἐκστρατεύει ἀφ’ ἑνὸς κελεύςματος εὐτάκτως. Ἀκρίδι ἀπεικάζει τὰ πρώην ἄπιστα ἔθνη· οἵ ποτε μὲν ἀφίπταντο καὶ ἀπεπήδων ἀπὸ τοῦ Χριστοῦ, νυνὶ δὲ διὰ τῆς αὐτοῦ κελεύσεως καὶ κλήσεως τοῦ Χριστοῦ καὶ τῆς εἰς αὐτὸν ὁμολογίας, ὁσίως καὶ καλῶς στρατευόμεθα τῷ ἐπουρανίῳ βασιλεῖ, ἐπίγειον βασιλέα μὴ κεκτημένοι. Καὶ ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος τοίχῳ καὶ εὐάλωτος ὤν, [κατοικεῖ] ἐν ὀχυρώμασι βασιλέων.
ὡς κεφαλή χρυσῆ τῆς εἰκόνος ὑπάρχοντες· ἐπεὶ μετ' αὐτοὺς ἐκράτησαν Πέρσαι ἐπὶ ἔτη σμε', ώς δεικνύ- και τούτους τὸν ἄργυρον· ἐκράτησαν δὲ καὶ Ἕλληνες ἀρξάμενοι ἀπὸ ᾿Αλεξάνδρου τοῦ Μακεδόνος ἐπὶ ἔτη τριακόσια· ὡς εἶναι τούτους τὸν χαλκόν· μετὰ τού- τους Ρωμαίοι, κνῆμαι σιδηραί τῆς εἰκόνος ὑράρχον- τες, ἰσχυροὶ ὄντες, ὡς σίδηρος· ἔπειτα δάκτυλοι που δῶν όστρακον καὶ σίδηρος, ἵνα δειχθῶσιν αἱ δημο κρατίαι αἱ μέλλουσαι γίγνεσθαι διαιρούμεναι εἰς τοὺς τ' δακτύλους τῆς εἰκόνος, ἐν οἷς ἔσται σίδηρος αναμε μιγμένος τῷ ὀστράκῳ. λα'. Εθεώρεις, κ. τ. λ. Απολλιναρίου. Έβλεπεν, καὶ ὡσεὶ ἀνδριὰς εἰς· ἦν γὰρ τούτῳ ὡς πρὸς τὸν ὁρῶντα οὐχ ὑποκείμενόν τι, ἀλλ' ὁμοίωσις φαινομένη· εἰ δὲ καὶ πολλῶν ἔχει ἔνωσιν ἐν ἑαυτῷ ὥστε οὐκ ὄντως εἴς, πολὺς ὁ ἀνδριὰς ἐκεῖνος· τῶν γὰρ πασῶν βασι- λειῶν εἶχεν ἀνακεφαλαίωσιν· καὶ εὐείδεια αὐτοῦ πε- ριστὴ διὰ τὴν δόξαν τῶν βασιλέων· καὶ ἡ μορφὴ αὐτ τοῦ φοβερὰ διὰ τὴν ἐξουσίαν. Ευσέβιος ὁ Παμφίλου καὶ Ἱππόλυτος ὁ ἁγιώτατος ἐπίσκοπος Ρώμης ἀπει κάζουσι τὴν προκειμένην τοῦ Ναβουχοδονόσορ δρα- σιν τῇ τοῦ προφήτου Δανιήλ οπτασία· ἐπειδὴ δια φόρως τὴν προκειμένην θεωρίαν ἐξέλαβον οἱ ταύτην ἑρμηνεύσαντες, ἀναγκαῖον ἐλογισάμην Ευσεβίου τοῦ Καισαρείας τοῦ ἐπίκλην Παμφίλου παραθέσθαι φω- νὰς εἰρημένας ἐν πεντεκαιδεκάτῳ τόμῳ τῆς εὐαγγε μικῆς Ἀποδείξεως (72) οὗτος γὰρ πᾶσαν ἐκθέμενος τὴν δρασιν οὕτως φησί· — Ἡγοῦμαι ταῦτα μηδὲν δια- φέρειν τῆς τοῦ προφήτου θεωρίας· ὡς γὰρ ὁ προφή- της θάλασσαν ἑώρα μεγάλην, οὕτως ὁ βασιλεὺς εἰκόνα πολλήν· καὶ πάλιν ὡς ὁ προφήτης ἑώρα δ θηρία, ἅπερ ἑρμηνεύων μετέβαλεν εἰς δ' βασιλείας, οὕτως ὁ βασιλεὺς τὰς διὰ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου, τέσσαρας βασιλείας ἡνίτ- τετο· καὶ αὖθις ὡς ὁ προφήτης τῶν τοῦ ὑστάτου θηρίον κεράτων δέκα διαίρεσιν ἑώρα, καὶ τρία κέ ματα ὑφ᾽ ἑνὸς συντριβόμενα, καὶ ὁ βασιλεὺς ὡσαύτως ἐπὶ τῶν τελευταίων τῆς εἰκόνος μέρος τι σιδηροῦν καὶ μέρος οστράκινον ἐθεώρει· καὶ ἐπὶ τούτοις ὡς ὁ προφήτης μετὰ τὴν τῶν τεσσάρων βασιλειῶν ὅρασιν ἑώρα Γιὸν ἀνθρώπου τὴν κατὰ πάντων ἀρχὴν καὶ ἐξουσίαν καὶ βασιλείαν παρειληφότα, οὕτως καὶ δ βασιλεὺς λίθον συντρίβοντα τὴν εἰκόνα πᾶσαν καὶ γινόμενον εἰς ὄρος μέγα καὶ πληροῦν θάλασσαν ἐδό κει ὁρᾷν· καὶ εἰκότως· ἔπρεπε γὰρ τῷ μὲν ἠπατη- μένῳ περὶ τὴν τοῦ βίου φαντασίαν βασιλεῖ, καὶ τὴν τῶν αἰσθητῶν οἷα χρωμάτων ὡραιότητα ἐπιγραφῆς ἀνακειμένης θαυμάζοντι, εἰκόνι μεγάλῃ τὸν πάντων ἀνθρώπων ἀπεικάζειν βίον· τὸν δὲ προφήτην τὸν πολὺν καὶ μέγαν σάλον τοῦ βίου μεγάλῃ θαλάσσῃ παραβάλλειν· καὶ τῷ μὲν βασιλεῖ τὰς παρὰ ἀνθρώ- τους πολυτελείς γενομένας ύλας χρυσοῦ καὶ ἀργύρου, χαλκοῦ τε καὶ σιδήρου θαυμάζοντι, τὰς κατά χρό- νους ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐπικρατεῖς βασιλείας Β Εt η ΜΑΙ. SCHOLIA IN DANIELEM. A statuæ erant : deinde post illos dominati sunt Per- (sic) (sic) enim, decem tantummodo priores exstant. Quo fil pretiosius hoc decimi quinti fragmentum; ad quod sine dubio respexit Theodoretus in sua non dissi- mili Danielici hujus loci interpretatione. Neque fere abludit Hieronymus, quem alioqui non infrequen- B sæ annis ducentis quadraginta quinque; indicat eos argentum : potestatem vero habuerunt Græci ab Alexandro Macedone annis trecentis; ipsi æs erant. Post hos Romani, crura ferrea statuæ, robusti viri ut ferrum : deinde digiti pedum, testa et ferrum : ut monstrarentur democratiæ futuræ, divisæ in de- cem digitos statuæ, in quibus erit ferrum mistum testa. V. 31. Videbas, etc. Apollinarii. (Non vero Hip- polyti. Hic de illo mentio tantum ft.) Aspiciebat, et ecce quasi statua una: erat enim coram illo, non ut cuivis spectatori aliquid expositum, sed erat apparens imago: et multorum habet unitatem in seipsa, ita ut non realiter una, sed multiplex statua ista. Omnium enim regnorum summam habebat : pulchritudo ejus decora nimis propter gloriam re- gum ; et aspectus ejus terribilis, propter potentiam. Eusebius Pamphili, et Hippolytus sanctissimus epi- scopus Romæ comparaverunt Nabuchodonosor som- nium propheta Danielis visioni. Quoniam diverso hanc visionem interpretaverunt in Commentariis suis, necessarium judicavi Eusebii Casarez, cogno- mine Pamphili transcribere verba quæ sunt in de- cimo quinto libro Evangelica demonstrationis. Hic enim totam explicans visionem sic loquitur : • Existimo hac (scil. visionem Nabuchodonosor) non differre a visione prophetæ (Daniel). Ut enim C propheta mare vidit magnum, sic rex statuam mul- tiplicem : et iterum sicut propheta vidit quatuor bestias, quas interpretans transformavit in quatuor regna ; sic rex per aurum, et argentum,et as, et fer- rum, quatuor regna allegorice significat. Et rur- sum ut propheta ultimæ bestiæ decem cornuum di- visionem vidit, et tria cornua ab uno contrita ; ita rex eodem modo in membris inferioribus sta- tuæ partem ferream, et partem testaceam vidit. Et postea ut propheta post quatuor regnorum visio- nen, vidit Filium hominis super omnia imperium et potestatem et regnum possidentem; sic et regi lapi- dem comminuentem statuam totam factumque mon- tem magnum, implentem mare videre visum est. jure quidem : decebat enim regem male sentien- tem de vitæ spectaculo, et sensibilium, exempli gra- tia, colorum pulchritudinis in pictura, sub oculis spectatoris exposita, admiratorem, statuæ magnæ omnium hominum assimilare vitam; prophetam vero decebat multos magnosque tumultus vitæ mari magno æquiparare. Rex quidem, magni pretii apud hominem metalla aurum, argentum, æs, ferrum admirans, regna variorum temporum in vita ho- minum potentissima bis debebat assimilare metal- . D tem Eusebii asseclam esse scimus. Denique ne Chrysostomus quidem Eusebii hunc locum nesci- visse videtur. Cæterum ex Eusebii scholiis in hac catena occurrentibus, ea fere omittenda curavi, quæ in editis jam exstabant. (72) Est in deperditis hic Eusebii liber. E viginti
PG 10:675Οἱ ποτὲ μὲν ἡμεῖς ὡς ἀσκαλαβῶται καὶ ἰοβόλα θηρία διὰ τὴν ἀπιστίαν ὑπάρχοντες, νῦν εὐάλωτοι ἐν κόσμῳ ὄντες, ἐπερειδόμεθα διὰ τῆς ἐκτάσεως τῶν χειρῶν, ἐπὶ τὴν ἁγίαν σάρκα τοῦ Χριστοῦ ὡς ἐπὶ τοῖχον ἐνοικοῦντες, ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ. Τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει. Καὶ τίνα ταῦτα, ἀλλ’ ἢ ἄγγελοι ἐν οὐρανῷ, προφῆται ἐπὶ γῆς, ψυχαὶ δικαίων ἐν ὅροις ὑπὸ θεοῦ τεταγμένοις; Ταῦτα οὖν ἐστι τὰ εὐόδως πορευόμενα καὶ ὑπὸ Χριστοῦ πεμπόμενα. Καὶ τὸ τέταρτον ὃ καλῶς διαβαίνει τὸν ἐπουράνιον θεὸν λόγον ἐσήμανε, τὸν τέταρτον ἐν καμίνῳ πυρὸς εὑρισκόμενον καὶ ὑπὸ Ναβουχοδονόσορ προσκυνούμενον καὶ ἐν Χερουβὶμ τετραμόρφων ζώων προστυπούμενον. Καλῶς, φησί, διαβαίνει. Διέβη γὰρ οὐρανοὺς ὁ ἀόρατος [ὁρατὸς] πᾶσι γενόμενος· διέβη μήτραν παρθένου, καινὴν ἀνάπλασιν τοῦ Ἀδὰμ ποιούμενος· διέβη κόσμον, κῆρυξ ἀληθείας γενόμενος· διέβη καὶ ἐν ᾅδου, τὰς ψυχὰς τῶν πολλῶν φωτίσαι βουλόμενος· διέβη πύλας οὐρανῶν, ἀπαρχὴ ἀναστάσεως πᾶσι γενόμενος. Ἵνα δὲ δείξῃ περὶ τίνος λέγει, ἐπήνεγκεν εἰπών· Σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν.
PG 10:677Τίς ἂν οὗτος, ἀλλ’ ἢ ὁ ἐξ Ἰούδα σκύμνος, ὁ ὑπὸ Ἰακὼβ προφητευόμενος καὶ ὑπὸ Ματθαίου ἐν εὐαγγελίῳ κηρυττόμενος καὶ ὑπὸ Σαμψὼν ἐν ἀμπελῶνι ἀναιρούμενος; Ὃς οὐκ ἀναστρέφεται οὐδὲ καταπτήσσει κτῆνος. Ὁ Χριστὸς γὰρ ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος. Λέγεται δὲ ὁ λέων κοιμώμενος μὴ θροεῖσθαι, μέγα πεποιθὼς ἐν ἰσχύϊ. Καὶ ἀλέκτωρ ἐμπεριπατῶν ἐν θηλείαις εὔψυχος. Οὗτος ἦν ὁ ἀπ’ ἀρχῆς διυπνίζων τὰς καρδίας τῶν ἀνθρώπων καὶ τὴν ἡμέραν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας διὰ πολλῶν προμηνύων καὶ τὸ σκότος ἐκθλίβων καὶ τὸ φῶς τὸ αἰώνιον πᾶσι φανερῶς ἐπιδεικνύων. Ἐμπεριπατῶν ἐν θηλείαις εὐψύχως, τουτέστιν ἐν ταῖς ἐκκλησίαις εὐψύχως καὶ γενναίως, ὥς φησιν· Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ τράγος ἡγούμενος αἰπολίου Οὗτος γάρ, φησίν, ἐστὶν ὁ ὑπὲρ ἁμαρτίας κόσμου σφαγεὶς καὶ ὡς θῦμα προσαχθεὶς καὶ ὡς ἐρήμῳ εἰς ἔθνη πεμφθεὶς καὶ κόκκινον ἔριον ἐπὶ κεφαλὴν ὑπὸ τῶν ἀπίστων στεφανωθεὶς καὶ ἀνθρώπων λύτρον γεννηθεὶς καὶ ζωὴ πάντων δειχθείς. Καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει. Ὁ ὑπὸ Ἠσαί̈ου προφητευθείς· βασιλέα γάρ, φησί, μετὰ δόξης ὄψεσθε.
μη'. Και ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιήλ. Α Ιππολύτου. Ἐπειδὴ γὰρ αὐτὸς ἑαυτὸν ἐσμίκρυνε, καὶ ἐλάχιστον παρὰ πάντας ἀνθρώπους εἶναι ἀπε- φήνατο, ηύξησεν αὐτὸν ὁ Θεὸς, καὶ κατέστησεν αὐτ τὸν ὁ βασιλεὺς ἄρχοντα πάσης τῆς χώρας Βαβυ- λῶνος· ὃν τρόπον ἐποίησε καὶ ὁ Φαραὼ τὸν Ἰωσήφ, τότε καταστήσας αὐτὸν ἄρχοντα πάσης τῆς Αἰγύ- του. μθ'. Καὶ Δανιὴλ ᾐτήσατο. Ιππολύτου. Ἐπειδὴ γὰρ αὐτοὶ ἐν τῇ προσευχῇ συνηγορεύσαντο τῷ Δα- νιὴλ πρὸς τὸν Θεὸν ἵνα τὸ ὅραμα αὐτῷ ἀποκαλυφθῇ, καὶ αὐτὸς Δανιὴλ ἀξίαν τιμὴν λαβὼν παρὰ τοῦ βασι λέως ἐμνήσθη τούτων, ἀναθέμενος τῷ βασιλεῖ τὸ ἔρω γον τὸ ὑπ' αὐτῶν γεγενημένον, ἵνα καὶ αὐτοὶ τιμῆς τινὸς ἀξιωθῶσιν ὡς συμμύσται καὶ θεοσεβεῖς ἄνδρες· αίτησάμενοι γὰρ τὰ ἐπουράνια παρὰ Κυρίου, έτυχον καὶ τῶν ἐπιγείων παρὰ τοῦ βασιλέως. ΚΕΦ. Γ'. α. Ετους οκτωκαιδεκάτου. Ιππολύτου. Χρόνου μὲν οὖν ἱκανοῦ διαδραμόντος καὶ ἐπιγενομένου ὀκτω- καιδεκάτου ἔτους, υπομνησθεὶς ὁ βασιλεὺς τοῦ ἐνυ πνίου αὐτοῦ, ἐποίησεν εἰκόνα χρυσῆν, τὸ μὲν ύψος πήχεων ξ', τὸ δὲ εὗρος πήχεων ἔξ· ἐπειδὴ γὰρ ὁ μακάριος Δανιὴλ ἐν τῷ συνιεῖν αὐτὸν τὸ ἐνύ- πνιον ἀπεκρίθη τῷ βασιλεῖ λέγων, Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ τῆς εἰκόνος, ἐν τούτῳ τῷ λόγῳ φυσιωθεὶς ὁ βασιλεὺς καὶ τῇ καρδίᾳ ἐπαρθεὶς, ἀντίτυπον ταύ της εἰκόνα ἐποίησεν, ἵνα ὡς θεὸς ὑπὸ πάντων προσ κυνῆται.. ζ. Πίπτοντες οἱ λαοί. Ιππολύτου. Τινὲς μὲν αὐτ τὸν τὸν βασιλέα φοβούμενοι· οἱ δὲ πάντες ἰδωλολά- εραι γενόμενοι, υπήκουον τῷ ῥήματι τῷ ὑπὸ βασι- λέως προστεταγμένῳ. ις. Καὶ ἀπεκρίθησαν Σεδράχ, Μισάχ, Αβδε ναγώ. Ιππολύτου. Οἱ δὲ τρεῖς παῖδες ὑπόδειγμα πᾶσιν ἀνθρώποις πιστοῖς γινόμενοι, οἵτινες οὐκ ὄχλον σατραπῶν ἐφοβήθησαν, οὐδὲ τὰ τοῦ βασιλέως βήματα ἀκούσαντες ἐδειλίασαν, οὐδὲ τὸ πῦρ τῆς κα- μίνου καιομένης εἰδότες ἔπτηξαν, ἀλλὰ πάντων ἀν- θρώπων καὶ ὅλου τοῦ κόσμου κατεφρόνησαν, τὸν φόβον τοῦ Θεοῦ μόνον πρὸ ὀφθαλμῶν ἐσχηκότες· τούτους Δανιὴλ μακρόθεν ἑστὼς καὶ σιωπῶν θαρ ῥεῖν ἐδίδασκε μειδιῶν πρὸς αὐτούς· χαίρων δὲ καὶ αὐτὸς ἐπὶ τῇ τούτων μαρτυρίᾳ, ἐνορῶν τρεῖς παῖδας μέλλοντας κατὰ διαβόλου στεφανοῦσθαι. ιθ. Καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλα σίως. Ιππολύτου. Κάμινόν γε είδει παμμεγέθει λέ- γει ἐκκαῦσαι ἑπταπλασίως, πάντως ὡς ἤδη ὑπ' αὐτῶν ἡττώμενος· ἐν μὲν οὖν τοῖς ἐπιγείοις ὑπερ- ίσχυσεν ὁ βασιλεύς· ἐν δὲ τῇ πίστει τῇ πρὸς Θεὸν ὑπερίσχυσαν οἱ τρεῖς παῖδες. - Εἰπέ μοι, Ναβουχο- δονόσορ, τίνι λόγῳ δεδεμένους κελεύεις βληθῆναι εἰς τὸ πῦρ ; μήπως φύγωσιν, εἰ λελυμένοι τοῖς ποσὶν τὸ πυρ κατασβέσουσιν; ἀλλ᾽ οὐ σὺ εἷς ὁ ταῦτα ἐργα ζόμενος, ἀλλ᾽ ἕτερος ἐν σοὶ ταῦτα ἐνεργῶν. με. Καὶ διεχεῖτο ἡ φλόξ. Ἱππολύτου. Ἐλασθὲν γάρ, φησί, τὸ πῦρ ἔσωθεν ὑπὸ τοῦ ἀγγέλου, ἔξω ἐξέβλυσεν· ὁρᾶτε πῶς αὐτὸ τὸ πῦρ φρόνιμον ὑπάρ χει, ἐπιγινώσκον καὶ κολάζον τοὺς αἰτίους· τῶν μὲν - SCHOLIA IN DANIELEM. B C V. 48. Tunc rex Danielem in sublime extulit. Hippolyti. Quoniam sese humiliasset, et minimas apud omnes homines apparuisset, magnificavit cum Deus, et constituit eum rex principem super omnes provincias Babylonis (Dan. 11, 48). Quemadmodum Pharao constituerat Joseph principem omnis Ægypti. - 1, 49. Daniel autem postulavit. Hippolyti. Quoniam quidem ipsi (h. e. Sidrach, Misach, Abde- nago) in orationibus postulaverant cum Daniel apud Deum, ut visionem illi manifestaretur, et ipse Da- niel justum honorem accipiens a rege, eorum me- minit, narrans regi opus ab eis factum, ut et ipsi honore digni haberentur, velut symmystæ et Deum colentes viri. Qui cum postulassent a Domino co- lestia, invenerunt a rege terrestria. CAP III. - V. 1. — Anno decimo octavo. (Hæc verba in Vulgata desunt.) Hippolyti. - Tempore quidem sufficiente elapso, et anno decimo octavo currente, niemor rex somnii sui, fecit statuam auream altitudine cu- bitorum sexaginta, latitudine cubitorum sex (Dan. III, ). Quoniam beatus Daniel cum explicaret somnium, responderat regi dicens: Tu es caput... aureum (Dan. 11, 38) statuæ; hunc sermonem cum audisset, superbia tumens rex, et in corde elatus, buic similem statuam fecit, ut quasi deus ab om- nibus adoraretur. - V. 7. — Cadentes omnes populi. Hippolyti. Qui- dam præ timore regis, plerique autem idololatriæ affectu, obedierunt regio decreto. - V. 16. Respondentes Sidrach, Misach, et Abde- nago. Hippolyti. Tres pueri exemplum omnibus bo- minibus fidelibus sunt, qui non turbam satraparum timuerunt, neque regis edicta audientes tremue- runt, neque ignem fornacis ardentis videntes formidine capti sunt, sed omnes homines et uni- versum mundum contempserunt, timorem Dei so- lummodo præ oculis habentes: hos juvenes Daniel a longe stans et silentium servans, 'bonum animum habere monuit, subridens illis. Lætatus est autem et ipse super illorum martyrio, videns tres pueros, Dadversus diabolum coronam accepturos. V. 19. Et præcepit ut succenderetur fornax se- ptuplum. Hippolyti. Fornacem quidem visu imma- nem jussit accendi septuplum, ut jam omnino ab illis devictus; in terrestribus quidem potentior erat, in fide vero divina majorem vim habebant tres pueri. Dic mihi, Nabuchodonosor, quo consilio li- gatos jubes projici in ignem? Ne fugiant, si so. luti pedibus ignem exstinxerint? Sed non tu hæc facis, sed alius in te, hæc tecum faciens. - - V. 47. Et effundebatur flamma. Hippolyti. Ex- pulsum enim narrat ignem ex interiore parte ab angelo, in circuitu eructasse: videte quomodo ignis ipse intelligens est; cognoscit et punit nocentes:
PG 10:685Οὗτος ὁ δημηγορῶν ἐν ἔθνει πιστῷ καὶ παρρησίᾳ δι’ εὐαγγελίων ὁμιλῶν. Τούτου ἄμελγε γάλα καὶ ἔσται βούτυρον. Ἄμελγε πιστῶς τὰς δύο διαθήκας τοῦ Χριστοῦ καὶ εὑρήσεις ἐντολὰς ὡς γάλα, ἵνα τρεφόμενος ἐν αὐταῖς εἰς πιστὸν τέλειον ἄρτον καταντῆσαι δυνηθῇς. Ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα. Ἐὰν δὲ ἀπίστως καὶ κακοήθως τὰ περὶ Χριστοῦ ζητῇς, τραπήσεταί σοι τὸ γάλα εἰς αἷμα, ἄχρηστον εἰς βρῶσιν τοῦτό σοι γινόμενον. Ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι. Οἱ γὰρ φιλεριστοῦντες καὶ εἰς λογομαχίας ἀσκοῦντες καὶ τὴν ἀλήθειαν ἐξουθενοῦντες, οὗτοι κρίσει ὑπεύθυνοι ἔσονται.
Continue reading PG 10: Fragmenta in Proverbia →≣ entire volume