PG 44Gregory of Nyssa
What It Means: "According to the Image and Likeness of God
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 44:1327Τῷ αὐτῷ μηνὶ θ, Ἡ εὕρεσις τῆς ἀχειροποιήτου καὶ θείας εἰκόνος τῶν Καμουλιανῶν, συγγραφεῖσα παρὰ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου ἐπισκόπου Νύσης. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ δίκαιος καὶ μόνος ἀληθινὸς θεὸς ἡμῶν, ὁ τῇ οὐσίᾳ τῆς θεότητος ἀόρατος, ὁ τῷ κράτει ἀήττητος, ὁ τῇ δυνάμει ἀνεκλάλητος, ὁ [τῇ] φύσει φιλάνθρωπος καὶ ἀγαθός, ὁ τῇ δόσει ἀμεταμέλητος· ἡ εἰκὼν τοῦ πατρὸς ἡ ἀπαράλλακτος, ὁ πρὸ αἰώνων ἀοράτως ἐκ τοῦ πατρὸς γεννηθεὶς καὶ ἐπ’ ἐσχάτων [τῶν] ἡμερῶν ἐκ μητρὸς παρθένου τεχθείς, ἐνταῦθα καὶ αὖθις ἐν ἁγίᾳ εἰκόνι φανῆναι κατηξίωσε δι’ ἰδίαν ἀγαθότητα καὶ ἄμετρον εὐσπλαγχνίαν. καὶ ἐκεῖ μὲν μάγους ὁδηγῶν πρὸς πορείαν δι’ ἀστέρος, ἐνταῦθα δὲ τοὺς νηπιάζοντας τὴν φρένα πρὸς τελείαν γνῶσιν ἐπανάγων τὴν πρὸς ἑαυτόν. ὢ ἀφράστου φιλανθρωπίας, ὢ ἀμέτρου κηδεμονίας, ὢ ἀφάτου ἀνεξικακίας, ὢ ἀνεκδιηγήτου δωρεᾶς, ὢ ἀκαταλήπτων μυστηρίων· ὄντως παράδοξον θαῦμα καὶ φοβερόν, ὅτι ἐν ἡμῖν τοῖς πηλίνοις χαρακτῆρι ἀύ̈λῳ καθορᾶται ὁ κτίστης. ἐκεῖ ἐκ παρθένου νέος ἐφάνη διὰ γεννήσεως, ἐνταῦθα ὁ αὐτὸς σωματικῇ εἰκόνι σήμερον προσκυνεῖσθαι κατηξίωσεν. ὦ θαῦμα καὶ θαυμάτων παραδοξώτερον·
PG 44:1331πάλιν γὰρ συγκατάβασις δεσπότου φιλανθρώπου πρὸς τοὺς οἰκείους δούλους γέγονε. δεῦτε οὖν, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε καὶ διηγήσομαι ὑμῖν πᾶσι τοῖς φοβουμένοις τὸν κύριον, ὅσα γέγονεν ἐν τῇ Καμουλιανῶν νέᾳ Βηθλεέμ, καὶ τὰ περὶ τῆς τιμίας εἰκόνος καὶ μακαρίας Βάσσης τῆς μετακληθείσης Ἀκυλίνης ἐπὶ μέσον προθήσω ἐγὼ ὁ ταπεινὸς Γρηγόριος ὡς ὑπὸ τοῦ ἁγίου πνεύματος φανερωθέντα μοι τῷ ἀναξίῳ. αὕτη ἡ μακαρία, Ἑλληνὶς οὖσα καὶ σύζυγον ἔχουσα Κάμουλον τοὔνομα, Ἕλληνα καὶ αὐτὸν ὑπάρχοντα καὶ τοπάρχην, ἐμμανῶς δὲ ἔχοντα κατὰ τῶν Χριστιανῶν κατὰ τὸ πρόσταγμα Διοκλητιανοῦ τοῦ βασιλέως, ἐλλαμφθεῖσα τῇ θείᾳ χάριτι ἐζήτει τοῦ τε ἀνδρὸς καὶ τῆς τούτου θρησκείας ἀποστῆναι, σπεύδουσα πρὸς μόνον τὸν ζωῆς δεσπότην καὶ βασιλέα τὴν ἐλπίδα καὶ ἐπίγνωσιν ἔχειν ἐν τῷ κρυπτῷ διὰ τὸν φόβον [ὃν] ἔχει τοῦ παρανόμου ἀνδρός, καὶ ἐδυσώπει ἀεὶ τὸν κύριον δέξασθαι τὸ ἅγιον βάπτισμα, παννύχοις ἀσχολουμένη προσευχαῖς καὶ ταῖς καθ’ ἑκάστην νηστείαις, πᾶσαν καθαρότητα ψυχῆς καὶ σώματος ἐν ἑαυτῇ περιφέρουσα, καὶ τῇ ἁγνείᾳ προσκαρτεροῦσα. διὸ καὶ τῆς ἀποκαλύψεως τοῦ ἁγίου πνεύματος κατηξίωται.
PG 44:1334προσευχομένης γὰρ αὐτῆς πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ δακρύων καὶ συντετριμμένης καρδίας, ὁ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν θεὸς εἰσήκουσε τῆς δεήσεως αὐτῆς καταμετρήσας τὴν πίστιν αὐτῆς καί φησιν· ἐπειδὴ διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν κατῆλθον ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ νῦν παραγίνομαι πρὸς σὲ τὰ δάκρυά σου οἰκτείρας. εὐτρέπισον οὖν [τράπεζαν] καθαρὸν καὶ ἐπίθες ἐν αὐτῇ κίδαριν λευκὴν καὶ σκεῦος ἄθικτον διαυγὲς μετὰ ὕδατος καὶ ἑτοίμασον αὐτὰ ἐν ταμείῳ κεκοσμημένῳ καὶ ῥῖψον σεαυτὴν εἰς τὸ ἔδαφος τὸ τοῦ κοιτῶνος ἐξώτερον καὶ σκεπάσει σε ἡ δεξιά μου καὶ ὀφθήσομαί σοι ὡς βούλομαι. καὶ ἔπεσεν οὕτως ἡ μακαρία Ἀκυλίνα, καθὼς προσέταξεν αὐτῇ ἡ θεία φωνή. καὶ κατέβη πρὸς αὐτὴν ὁ δεσπότης Χριστός, ὢ ξένου καὶ φρικτοῦ μυστηρίου, ὁ πάντοτε καὶ πανταχοῦ παραγενόμενος καὶ μηδέποτε παρορῶν τοὺς ἐλπίζοντας καὶ βοῶντας πρὸς αὐτὸν καὶ ποθοῦντας αὐτόν. βαβαὶ τῆς συγκαταβάσεως καὶ ἀφάτου φιλανθρωπίας, ὅτι τοσούτων δωρεῶν τοὺς δούλους αὐτοῦ κατηξίωσε·
PG 44:1338συνῆλθον δὲ αὐτῷ καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν περὶ πέμπτην φυλακὴν τῆς νυκτὸς ᾄδοντες καὶ λέγοντες τὸ ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ. καὶ ὁ νίψας πρότερον τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ καὶ τῷ λεντίῳ ἀπομάξας ᾧ ἦν διεζωσμένος, αὐτὸς καὶ νῦν ἔνιψε ταῖς χερσὶ τῷ ὕδατι τὸ ἑαυτοῦ πρόσωπον, ὢ τοῦ θαύματος, καὶ νιψάμενος ἀπέμαξε τῇ καθαρᾷ κίδαρι τὸ ἄχραντον αὐτοῦ καὶ ἀνεξιχνίαστον πρόσωπον· καὶ εὐθέως ἀπεδείχθη τύπος τῆς θεανθρώπου μορφῆς αὐτοῦ ὁ πανάγιος καὶ ἀληθέστατος χαρακτήρ, ὡς πᾶσιν ἀποδείκνυται σήμερον. καὶ καθάπερ πρότερον οἰκείᾳ [αὐτοῦ] φιλανθρωπίᾳ καὶ συγκαταβάσει ἐπεδείξατο τὴν ἑαυτοῦ ἐνανθρώπησιν, οὕτω καὶ νῦν ἐπιδείκνυται ταύτην τῇ τιμίᾳ καὶ εὐλαβεστάτῃ Ἀκυλίνῃ. ὅθεν τούτων οὕτως οἰκονομηθέντων εὐχαρίστησεν ἡ γυνὴ τῷ κυρίῳ καὶ τῇ εὐχαριστίᾳ οὐ προσκορὴς γέγονεν. ἀποθεμένη τὸν τοιοῦτον ἅγιον χαρακτῆρα ἐν ἑνὶ πινσῷ τοῦ ἑαυτῆς οἴκου φοβουμένη τὸν ἄνδρα ὑπερβαλλόντως ἐτίμα.
PG 44:1341προγνοῦσα οὖν τὴν ἑαυτῆς μετάθεσιν πρόνοιαν ἀρίστην ποιησαμένη τῆς ἁγίας ταύτης ἀχειροποιήτου καὶ ἀχρωματίστου εἰκόνος καὶ τὰ ἐν αὐτῇ παρακολουθήσαντα γράψασα καὶ σὺν αὐτῇ ἀποθεμένη ἠσφαλίσατο. μετὰ δὲ τὴν ταύτης ἀποβίωσιν ἀπεκαλύφθη ἐμοὶ τῷ ἀναξίῳ Γρηγορίῳ ἐν τοῖς Καμουλιανοῖς, ἐν τῷ αὐτῆς κατοικητηρίῳ διὰ τοῦ ἁγίου πνεύματος καὶ ἀπελθὼν κατὰ τὸν ὑποδειχθέντα μοι τόπον ἐξορύξας τὸν τοῖχον, εὗρον γλωσσόκομον, ἐν ᾧ ἀπέκειτο [ὁ] ἅγιος χαρακτὴρ τοῦ πατρικοῦ ἀπαυγάσματος, καὶ τὴν φωταγωγὸν τὴν παρὰ τῆς μακαρίας γυναικὸς ἀπῃωρηθεῖσαν ἐκ πλείστων χρόνων καὶ ἀμνημονεύτων ἀνάπτουσαν, ὢ τοῦ θαύματος, καὶ θυμιατήριον μικρὸν τὴν εὐωδίαν παρέχον τοῦ θυμιάματος. τοῦτο πρῶτον καὶ μέγιστον θαῦμα τοῖς ἐμοῖς ὀφθαλμοῖς ἑώρακα ἐγὼ ὁ ἐλάχιστος ἐπίσκοπος καὶ οὕτω φανερὸν πᾶσι κατέστησα[ν] καὶ ἐν τῇ Καισαρέων μητροπόλει ᾑρετισάμην τεθῆναι.
PG 44:1345δι’ οὗ καὶ πολλὰ ἰάματα ἐγένετο, ὅσα καὶ ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, τυφλῶν τε καὶ χωλῶν καὶ δαιμονιζομένων καὶ παραλυτικῶν παραχρῆμα ἰαθέντων, ὅπως τὸ πλήρωμα τῆς χάριτος καὶ τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος ἐμφανὲς γένηται, ὅτι αὐτὸς ὁ ἐνανθρωπήσας λόγος τοῦ ἀνάρχου πατρὸς καὶ ζῇ καὶ κεκραταίωται καὶ διαμένει καὶ βασιλεύ[ει] εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ταῦτα ἐγένετο ἐν τοῖς Καμουλιανοῖς ἐπὶ μὲν τῆς βασιλείας Διοκλητιανοῦ γενομένης καὶ ἀποκρυβείσης τῆς ἀχράντου καὶ ἀχειροποιήτου εἰκόνος· ἐπὶ Θεοδοσίου δὲ τοῦ μεγάλου φανερωθείσης καὶ θαυματουργούσης εἰς δόξαν πατρὸς [καὶ] υἱοῦ καὶ ἁγίου πνεύματος τῆς μιᾶς θεότητός τε καὶ βασιλείας νῦν καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας.
Page scan enlarged

Notebook

Full View