PG 28Athanasius
Syntagma of Doctrine
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 28:803Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας σύνταγμα διδασκαλίας πρὸς μονάζοντας καὶ πάντας χριστιανοὺς κληρικούς τε καὶ λαϊκούς. Ἔστιν ὁ βίος τῶν υἱῶν τῆς καθολικῆς ἐκκλησίας καὶ μάλιστα τῶν ἐν αὐτῇ ἀναχωρητῶν ἤτοι μοναχῶν οὕτως. Χάριτι μέν ἐσμεν σωζόμενοι, ἀλλ’ ἡ χάρις αὐθαιρέτους βούλεται εἶναι τοὺς ἑαυτῆς παῖδας καὶ σοφίας υἱούς, καὶ πάσης πράξεως ἀγαθῆς δοκιμάσαντες τὸ καλὸν ζηλοῦντες καὶ οὕτως πράττειν. Τῆς οὖν ὀρθῆς ταύτης πίστεως ἄξιον σεαυτὸν εὐτρέπιζε, προβεβλημένος, ἀγαπητέ, ταῦτα φυλάττειν. Ἀγωνίζονται μετὰ τοῦ Κύριον τὸν θεόν σου ἀγαπήσεις ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορνεύσεις, οὐ παιδοφθορήσεις, οὐ φαρμακεύσεις, οὐ διχοστατήσεις. Ἀπέχου πνικτοῦ καὶ εἰδωλοθύτου καὶ αἵματος. Καὶ ταῦτα μέν ἐστι τὰ προφανῆ ἁμαρτήματα; αἱ δὲ ὡς ἐλαχιστότεραι φαινόμεναι ἐντολαί, ὧν καὶ αὐτῶν λόγον ἀποδώσομεν, εἰσὶν αὗται.
PG 28:831Τέως μὲν τοὺς μονάζοντάς τε καὶ ἐγκρατεῖς δεῖ ἀνακεχωρισμένους εἶναι ἀπὸ γυναικῶν, καὶ μήτε εἰς ὁμιλίαν αὐτῶν ἔρχεσθαι, εἰ δυνατόν, μήτε ὁρᾶν αὐτὰς φιλοτιμεῖσθαι, ἵνα μή τις ζημία γένηται ἐὰν μοιχεύσῃ καρδία διὰ τῆς τῶν ὀφθαλμῶν ὁράσεως. Φυλάττεσθαί τε μὴ εἶναι δίλογον, μὴ δίγνωμον, μὴ ψεύστην, μὴ κατάλαλον, μὴ ἀκαιροπερίσπαστον, μὴ ἀναίσχυντον, μὴ ῥέμβον, μὴ ἀναίσθητον, μὴ αὐθάδη, μὴ σαπρὸν λόγον ἐκ χειλέων προφέροντα, μήτε ὅρκον ὅλως τὸ παράπαν· ἀλλὰ ναὶ ναί, οὒ οὔ· καὶ ἐάν που ἀνάγκη γένηται, λέγειν ἐν ὁμιλίᾳ Γίνωσκε, ἢ Ἀλήθειαν λέγω, ἢ Οὐ ψεύδομαι. Τὸ δὲ σεβάσμιον ὄνομα ἐπὶ ὅρκον μὴ λάμβανε, μήτε ἕτερόν τινα ὅρκον, καθὼς εἶπεν τὸ εὐαγγέλιον. Ταῦτα γὰρ πάντα οὐ προσήκει οὐδὲ ἁρμόττει ποιεῖν, ἀλλὰ καὶ ἀπὸ ἐκκλησίας ἐκβάλλει τὸν μὴ παραφυλαττόμενον, τινὰ δὲ αὐτῶν καὶ ἀποκτενεῖ. Ἔτι τε μὴ γυμνοῦν ἑαυτὸν ἐνώπιόν τινος, ἀλλ’ ἢ ἀνάγκῃ ἐν λουτρῷ διὰ πάθος ἐν ἀσθενείᾳ πολλῇ γινόμενον. Μὴ λέγειν ἀδελφὸν ῥακά, μήτε μωρέ. Ἑορταῖς ἐθνῶν μὴ συγκοινωνεῖν, σάββατα μὴ φυλάττειν. Μὴ μαγεύειν, μὴ φαρμακεύειν, μήτε ἄλλον σοι ταῦτα πράττειν ἐπὶ νόσῳ ἢ πάθους ἀλγήματι.
PG 28:833Μὴ ἀπέρχεσθαι πρὸς ἐπαοιδόν, μήτε φυλακτήριον ἑαυτῷ περιτιθέναι, μήτε περικαθαίρειν, μήτε μὴν ταῦτά σοι ποιεῖν, μήτε ὑπὸ ἄλλου σοι γένηται. Τὸ σῶμα φυλάττειν ἀπὸ πάσης αἰσχρότητος καὶ ἀσελγείας. Μὴ ἔχειν γυναῖκα συνείσακτον, καθάπερ τινὲς ἀγαπητὰς ἐπέθεντο αὐταῖς ὄνομα[τα], τάχα δὲ ἐναντίως μισηταὶ αὐτοῖς εὑρεθήσονται. Μὴ ἔχειν καταψυχὴν πρός τινα, ὁ γὰρ καταψυχὴν ἔχων ἡ εὐχὴ αὐτοῦ τῷ κυρίῳ οὐ προσδέδεκται. Μὴ συνεύχεσθαι αἱρετικῷ, μήτε μετὰ ἐθνικῶν. Μὴ παραβαίνειν νηστείαν, τουτέστιν τετράδα καὶ παρασκευήν, εἰ μή τι ἐπὶ νόσῳ βεβάρησαι, χωρὶς τῆς πεντηκοστῆς μόνης καὶ τῶν ἐπιφανίων. Τὴν τεςσαρακοστὴν τῆς ἁγίας ἐκκλησίας καὶ τὴν ἑβδομάδα τοῦ ἁγίου πάσχα παρατετηρημένως φύλαττε. Λύε τὴν νηστείαν ἐπὰν ἀδελφὸς πρός σε ἐπεδήμησεν, νηστείαν δὲ οὐ τὴν τεταγμένην [τετράδα καὶ παρασκευήν, καὶ τὴν τεσσαρακοστὴν καὶ τοῦ πάθους], ἀλλὰ τὴν ἀπὸ ἰδίας προαιρέσεως, τουτέστιν δευτέρας καὶ τρίτης καὶ πέμπτης. Σάββατον καὶ κυριακὴν μὴ νηστεύσῃς, πλὴν τοῦ μεγάλου σαββάτου τοῦ ἁγίου πάσχα. Ἡ δὲ τῆς τετράδος καὶ παρασκευῆς ἕως ὥρας ἐννάτης νηστεία τεταγμένη ἐστίν.
PG 28:835Καὶ εἴ τι περισσοτέρως ποιήσεις, τοῦτο παρὰ τὴν σεαυτοῦ προαίρεσιν· εἰ δὲ καὶ ὑπερθέσεις δύνασαι ποιεῖν, γενναίως ἀσκεῖς. Νηστεύων δὲ καὶ πολιτευόμενος βλέπε μὴ φυσιωθῇς· ἡ γὰρ φυσίωσις παγίς ἐστιν τοῦ διαβόλου, δι’ ἧς ἀπ’ οὐρανοῦ πέπτωκεν, ὁμοίως δὲ λοιπὸν δι’ αὐτῆς τοὺς ἀνθρώπους παγιδεύων καταβάλλει. Μή τίς σε πλανήσῃ ἐν κυριακῇ νηστεύειν τὸ παράπαν, μήτε γονυπετεῖν τὸ παράπαν, μήτε ἐν πεντηκοστῇ· οὐ γάρ ἐστιν θεσμὸς ἐκκλησίας Καὶ μὴ ἀνέχου ἵνα πλανήσωσίν σέ τινες Μαρκιωνισταὶ ἢ ἑτέρα αἵρεσις νηστεύειν τὸ σάββατον ἰδίως καὶ κυριακῆς. Τῶν δὲ συνάξεων μὴ ἀμέλει. Τῶν μυστηρίων ἄξιον σεαυτὸν εὐτρέπιζε, μήπως εἰς κρῖμα συνέλθῃς. Μὴ ἀμέλει πλύνειν πόδας ἀδελφῶν ἐρχομένων πρός σε· ζητηθήσεται γὰρ ἡ τοιαύτη ἐντολὴ περὶ τῶν ὑπερηφανευσάντων αὐτήν, κἂν ἐπίσκοποι ὦσιν· ὁ γὰρ ἡμῶν κύριος αὐτὸς πρῶτος ἔπλυνεν, παραγγείλας αὐτοῖς οὕτως ποιεῖν. Μὴ γίνου φιλάργυρος, μὴ αἰσχροκερδής, μὴ φιλοκτήμων, μὴ φιλόπλουτος· οἱ γὰρ τοιοῦτοι θεῷ ἀρέσαι οὐ δύνανται. Καὶ ὅλως μὴ πραγματεύου.
Πολλαὶ χῶραί εἰσι μὴ σπέρουσαι, καὶ οἱ οἰκοῦντες ἐὰν τέχνας μὴ ἔχωσιν ἀναγκάζονται πραγματεύεσθαι, κἂν μὴν ὦσι μονάζοντες, καὶ πραγματεύονται κακῶς μέν, πλὴν ἀνάγκη ποιεῖ. Τόκον μὴ λάμβανε. Μὴ προαγόραζέ τι ἥσσονος τῆς πολιτευομένης τιμῆς. Ἀγάπα πάντα ἄνθρωπον καὶ εἰρήνευε μετὰ πάντων, καὶ μεθ’ ὧν οὐκ εὔχῃ, εἰ δυνατὸν τὸ ἐκ σοῦ, χωρὶς αἱρέσεως. Ἔχων δὲ μετάδιδε τῷ μὴ ἔχοντι, μὴ ἔχων δὲ οὐκ ἐγκληθήσῃ. Ἐὰν αἰτήσῃ τις παρὰ σοῦ, εἰς χρῆσιν δίδου, καὶ λάμβανε παρ’ αὐτοῦ τὸ κεφάλαιον, ὅταν ἔχῃ, ἄνευ τόκου. Μὴ δολιεύου ἐνώπιον κυρίου. Ἐὰν γὰρ ἔχῃς γεννήματα ἢ ἀργύριον, καὶ ζητῇ τις δανείσασθαι παρὰ σοῦ, εἰ διὰ [τὸ] μὴ λαμβάνειν σε τόκον πωλεῖς τιμιωτέρως ἵνα ἀγοράσῃς εὐώνως τῷ καιρῷ, [τουτέστιν ὀλιγοτίμως,] δράσσεται ὁ θεὸς τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ· σκέψαι γὰρ καὶ ὅρα ὅτι ἀνθ’ ἑνὸς τόκου τρεῖς ἢ τέσσαρας τόκους εὑρήσεις λαμβάνων. Γίνου ταπεινὸς καὶ ἡσύχιος, τρέμων διὰ παντὸς τὰ λόγια κυρίου. Μὴ γίνου μάχιμος, μὴ τύπτε ἄνθρωπον, ἢ μόνον παιδίον σου μικρὸν πρὸς παιδείαν, καὶ αὐτὸ παρατετηρημένως, σκοπῶν μή πως διὰ σοῦ φόνος γένηται, πολλαὶ γάρ εἰσιν ἀφορμαὶ τοῦ θανάτου.
PG 28:837Μὴ μυκτήριζε πάντα ἄνθρωπον. Μὴ βδελύσσου τινὰ ἀπὸ σχήματος. Παρατετηρημένως ἔχε τὴν ἐσθῆτα, μήτε μαλακοῖς χρώμενος ἱματίοις, μήτε ἐσθῆτι φαινομένῃ δικαίων ἐνδυσμενία τουτέστιν ῥυπαροῖς προερχόμενος. Σάκκον δὲ ἐὰν ἔχῃς ἵνα πενθῇς τὰς ἁμαρτίας σου, σκόπει μὴ φανῇ σου ὁ σάκκος, ἀλλ’ ἔστω κεκρυμμένος ἔσω. Καὶ μήτε δέρματα ἀμφιάζου, μή πως δόξαν παρὰ ἀνθρώπων λήψῃ. Ὅλως τρίχας μὴ τρέφε· ἐξέκοψεν γὰρ τὸ τοιοῦτον σχῆμα ὁ ἀπόστολος. Μὴ ξύρα τὸ γένειον, καὶ μὴ περικουρείοις χρῶ κειρόμενος. Εἰ δύνασαι καὶ ἑβδομάδα νηστεύειν, μηδενὶ δείκνυε. Κρεῶν ἀπέχου, οὐχ ὡς βδελυσσόμενος ἀλλ’ ὡς ἀνακόπτων τὸ σῶμα τῆς τρυφῆς καὶ ἀνάξιον ἑαυτὸν ἡγούμενος καὶ ἀντὶ τῶν ἐπιγείων τῶν οὐρανίων ὀρεγόμενος· πᾶς γὰρ μετριάζων δαψιλείᾳ τροφῶν βοηθεῖ τῷ σώματι αὐτοῦ πρὸς ἐγκράτειαν. Οἴνου ὅλως μὴ λάμβανε, ἢ μόνον γεύεσθαι καὶ εὐλογεῖν τὸν κτίσαντα. Ἐὰν δὲ καὶ σὺ ὥσπερ Τιμόθεος διὰ τὴν πολλὴν πολιτείαν νόσοις περιπέσῃς, ὀλίγῳ οἴνῳ χρῶ· τὸ γὰρ ὀλίγον φάρμακόν ἐστιν ἰάσεως, πολιῷ δὲ αὐτῷ χρώμενος ἀμφοτέρας ἀσθενείας σεαυτὸν περιβαλεῖς· εἰ δέ, ἕως ἑνὸς ποτηρίου ἢ δύο, περισσὸν δὲ μή.
Εἰ δυνατόν σοι ἀνυπόδητον ὁδεύειν, γενναίως ἐναχθήσῃ· εἰ δὲ ἀνάγκη ἐστὶν πάντως ὑποδέεσθαι, ψιλὰ ἔσονταί σου τὰ ὑποδήματα. Καὶ μὴ θέλε κατακεκοσμημένοις ὑποδήμασιν, ἑταιρισμοῦ σχήμασιν, ἐπαιρίδεσθαι. Τοῖς παροῦσιν ἀρκοῦ. Καὶ ἐὰν περισσοτέραν κρεῶν καὶ οἴνου ἔχῃς πολιτείαν, καὶ ἀπέλθῃς ἐπὶ ξένης, μὴ θελήσῃς ἑαυτὸν κομπάζειν, ἄλλ’ ἴσος γίνου τοῖς ἀδελφοῖς, οἷον [ἐὰν ἐν] λαχάνοις χρώμενος καὶ ἑψήμασι. Καὶ εἰ ἀνάγκη γάρον ἐσθίειν ἢ καὶ ἰχθύος μεταλαμβάνειν, ἐὰν θέλῃς, ἕως τούτου μόνου, καὶ πάλιν ἀνάλαβε τὴν πρώτην ἄσκησιν. Πάλιν ἐὰν ἀρρωστήσῃς καὶ λάβῃς ὠοῦ, ἁμαρτία οὐκ ἔστιν. Εἰ δὲ ἡττηθῇς ἐν τῇ νόσῳ καὶ λάβῃς πετεινοῦ καὶ κρεῶν, ἥττημα μέν σοί ἐστι, μὴ λογίσῃ δὲ αὐτὸ ἁμαρτίαν, λυποῦ δὲ ὅτι ἀνεκόπης σου τῆς πολιτείας καὶ ὑπεχαλάσθης τοῦ στερεοῦ λογισμοῦ. Εἰ δὲ ἐπὶ νόσῳ ἀναγκασθῇς, λουτρῷ χρῆσαι ἕως ἅπαξ καὶ δίς· ὑγιαίνων δὲ βαλανείου οὐ χρείαν ἔχεις. Σὺ ὁ μονάζων καὶ ἱερεύς, χαμευνεῖν θέλε, ἐὰν ᾖς ὑγιής. Πρὸ παντὸς δὲ τέχνην ἐπιχειρεῖν. Ἐν ἀγρῷ ἐργάζου, ἵνα μὴ ἐσθίῃς ἄρτον ἀργόν.
PG 28:839Μᾶλλον δὲ ἐκ τῶν χειρῶν σου ἔχε πρὸς τὸ ἀναπαύειν ἀδελφοὺς καὶ ξένους καὶ [εἰ δυνατὸν] χήρας καὶ ὀρφανοὺς καὶ μετρίους. Καὶ εἰ μὲν μετάξυ τῶν ἀνθρώπων οἰκεῖς καὶ ἔχεις χωρίον πατρικὸν ἤτοι γεώργιον ἐργάζεσθαι, δικαίως συνάγων καρποὺς καὶ μὴ ἔχων τι ἀδικίας, πρῶτον μὲν τὰς ἀπαρχὰς τοῖς ἱερεῦσι πρόσφερε, ἔπειτα θέλε καὶ χήρας ἀναπαύειν καὶ λοιποὺς ἀπὸ δικαίων πόνων, μὴ ἀπὸ τόκων ἢ πλεονασμῶν ἢ πραγματειῶν ἢ διασεισμάτων. Εἰ δὲ εἰς μονὴν καθέζῃ, μὴ ὕβριζε τὴν ἄσκησιν τῆς μονῆς. Ἐὰν χωρίον κέκτησαι ἐν μοναστηρίῳ ἀναχωρῶν, οὐκ ἀνεχώρησέν σοι, ἀλλ’ ἐμπαίζεις καὶ ἐμπαίζῃ. Καθεζόμενος δὲ ἐν μοναστηρίῳ μὴ θέλε εἶναι ἀργὸς καὶ ὑπὸ ἄλλων τρέφεσθαι· ἀλλὰ δεῖ σεαυτὸν ἢ τέχνην ἰδεῖν ἢ ἐργατεύεσθαι, ἵνα πως τὴν ἐφήμερον προσπορήσῃς τροφήν. Νεωτέρους δὲ ἐὰν ἔχῃς περὶ σεαυτόν, πρῶτον μὲν ταπεινοφρόνει καὶ μὴ θέλε εἶναι διδάσκαλος. Εἰ δὲ ἴδῃς ψυχὰς σωζομένας διὰ τῆς σῆς ἀναστροφῆς, τελειῶσαι βουλόμενος τῶν πέντε ταλάντων τὰ διπλάσια ὧν εἴληφας, μερίμνα τὰς περὶ σὲ ψυχάς.
Καὶ ἐπίστυφε τοὺς νεωτέρους ἰδιάζειν ἕκαστον αὐτῶν ἔν τε τῇ ὁμιλίᾳ καὶ ἐν τῇ ἀναστροφῇ, χωρὶς μόνης τῆς τραπέζης καὶ συνάξεως καὶ ψαλμῳδίας. Ἐν δὲ τῷ ὑπνεῖν, ἕκαστον ἴδια περιβάλλεσθαι, καὶ ἕκαστον τὸ στιχάριον αὐτοῦ ἔχειν ἤτοι σακκίον κεκρυμμένον, ἵνα ἄν που εὔχῃ νυκτὸς ἕτοιμοι εὑρεθῶσιν. Θέλε ἀγρυπνεῖν συμμέτρως ἐν ψαλμοῖς καὶ εὐχαῖς, καὶ ἡμέρας μὲν εὔχεσθαι πυκνῶς. Μὴ χρονίζειν δὲ ἐν εὐχῇ ἢ κράζειν καὶ βαττολογεῖν, συμμέτρως δὲ ψάλλειν, ἵνα μὴ περικακῶσιν αἱ ψυχαί. Θέλε δὲ τοὺς παῖδας σιωπητικοὺς προβιβάζειν. Εἰς καπηλεῖον ὅλως μὴ εἰσέλθῃς, ἀλλ’ εἰ ἀνάγκη γένηται ἐπὶ ξένης γενόμενος καὶ χρείαν ἔχεις ἐδέσματος ἢ ποτοῦ, ἀποστείλας ἀγόρασον, καὶ ἐν ἐκκλησίᾳ φάγε καὶ πίε, ἐν τόπῳ αὐτῆς ἀνακεχωρημένῳ.
PG 28:841Ἐὰν δὲ μὴ ᾖ ἐκκλησία ἐν τῷ τόπῳ μηδὲ οἰκία ὀρθοδόξων, καὶ ἀνάγκη σοι γένηται καὶ εἰσέλθῃς εἰς πανδοχεῖον, θέλε μένειν ἐν πανδοχείῳ ὅπου οὐκ εἰσὶν γυναῖκες οὔτε καπηλεῖον, καὶ τοῦτο μετὰ λύπης Ἐὰν οὖν τὰς προειρημένας ἐντολὰς φυλάξας καὶ τῶν προειρημένων σφαλμάτων ἑαυτὸν τηρήσας τὸν δρόμον τελειώσῃς ἐν πίστει τε καὶ ἁγνότητι καὶ πολιτείᾳ, κατὰ τὸ εἰρημένον, βαθμὸν σεαυτῷ μέγαν καὶ ἀγαθὸν περιποιήσῃ. Αὗταί εἰσιν αἱ τῆς προειρημένης πίστεως ἐντολαὶ καὶ παραφυλάγματα, ἃς ἐὰν ποιήσῃς καὶ τὴν πίστιν τηρήσῃς, ἔσῃ μαθητὴς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ δέ τις ἀντιλέγει τοῖς προειρημένοις, θεῷ ἐστὶν ἀντιλέγων· ψηλαφίσει γὰρ τὰς θείας γραφὰς καὶ κατανοήσει τὴν παράδοσιν τῆς ἐκκλησίας, καὶ ἔχει συνιέναι ὅτι περὶ τούτων ὅλων ἐντέλλεται ὁ κύριος. Ἡμεῖς δὲ ἵνα μὴ μακρολογήσωμεν τὰς μαρτυρίας οὐκ ἐξεθέμεθα. Καὶ αὗται μὲν αἱ ἐντολαὶ μονάζουσι καὶ λοιποῖς χριστιανοῖς εὐλαβέσιν.
PG 28:843Εἰ δέ τις ἱερεὺς ἀκριβῶς θέλῃ ἱερατεύειν, μετὰ τῶν προειρημένων ἐντολῶν, ἤτω νηφάλιος, σπουδαῖος, ἀνεξίκακος, χρηστός, φιλόρφανος, φιλόπτωχος, φιλόξενος, φιλάγαθος, ἥσυχος, στερεὸς πίστει καὶ γνώμῃ καὶ λόγῳ, ἀπεχόμενος γυναικός, μὴ ἀμελῶν τοῦ ποιμνίου, μὴ βδελυσσόμενός τινα. Μὴ προσωποληπτεῖν, ἐλέγχοντα ἐπὶ πάντων. Μὴ ἐᾶν ψωριᾶν πρόβατον ἐν τῇ ποίμνη, ἀλλὰ καθαίρειν πρῶτον μετὰ μετανοίας, καὶ τότε συνάγειν ἐν τῇ μάνδρᾳ. Εἰδέναι ἕκαστον ὡς ποιμαίνειν δεῖ, τί δὲ ταῖς χήραις παραγγέλλειν, τί μοναχοῖς, τί λαϊκοῖς, τί κατηχουμένοις. Γυναιξὶ δὲ παραγγέλλειν ἐν ἐκκλησίᾳ μὴ λαλεῖν ὅλως, ἀλλ’ ἐν πᾶσι σιγᾶν καὶ εὔχεςθαι, καὶ μὴ λαμπρύνειν ἑαυτὰς ἐν χρυσῷ ἢ ἐσθῆτι, τὰ δὲ πρόσωπα αὐτῶν μὴ φαίνεσθαι, χεῖρας ἀνδρῶν μὴ καταφιλεῖν. Κατηχούμενοι δὲ ἰδίᾳ εὐχέσθωσαν ἢ ἔξωθεν τοῦ βηλοῦ. Ὁ δὲ πᾶς λαὸς ἐν φόβῳ καὶ σιωπῇ ἀκουέτω τὸν λόγον τοῦ κυρίου. Οὐ μόνον δὲ οἱ ἁμαρτάνοντες δίκην ἀποτίσουσιν, ἀλλὰ καὶ οἱ χαίροντες ἐπὶ τοῖς ἁμαρτάνουσιν. Περὶ δὲ τῶν προσφορῶν ὀφείλει νήφειν ὁ ἱερεύς·
ἐὰν γὰρ λάβῃ παρὰ στρατευομένου ἐκχέαντος αἷμα, ἢ διασείσαντος, ἢ κλέψαντος, ἢ πραγματευτοῦ, ἢ ἐπιόρκου, ἢ παρὰ πλουσίου ἀποστερητοῦ, ἢ παρὰ τελώνου ἐπιπράττοντος, ἢ τοκογλύφου, ἢ τιμιουλκοῦ ἐπὶ σίτου, ἢ παρὰ παντὸς ἁμαρτωλοῦ, ὁ τοιοῦτος ἱερεὺς ἀπὸ τοιούτων ἐὰν λάβῃ, χωλὸν καὶ τυφλὸν προσφέρει ἐξ αὐτῶν τῷ θεῷ. Σοὶ δὲ τῷ λαϊκῷ οὐκ ἔξεστι κρῖναι τὸν ἱερέα, εἰ μὴ ἐὰν ἴδῃς παραβάτην φεῦγε ἀπ’ αὐτοῦ. Ἐὰν ταῦτα φυλάξῃς, ὁ ἱερεύς, βαθμὸν ἀγαθὸν ἑαυτῷ περιποιῇ καὶ πολλὴν παρρησίαν τὴν ἐν Χριστῷ Ἰησοῦ κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.
Page scan enlarged

Notebook

Full View