PG 31Basil the Great
Longer Rules
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 31:901ΚΕΦΑΛΑΙΑ ΤΩΝ ΚΑΤΑ ΠΛΑΤΟΣ ΟΡΩΝ. α Περὶ τάξεως καὶ ἀκολουθίας τῆς ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου. β Περὶ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ὅτι κατὰ φύσιν ἐν ἀνθρώποις ἡ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ῥοπὴ καὶ δύναμις. γ Περὶ τῆς τῶν πλησίον ἀγάπης. δ Περὶ φόβου Θεοῦ. ε Περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου. 2 Ὅτι ἀναγκαῖον τὸ ἰδιάζειν. ζ Περὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκολον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν. η Περὶ ἀποταγῆς. θ Περὶ τοῦ μὴ δεῖν τοῖς κατὰ σάρκα οἰκείοις προςαφιέναι τὰ ἑαυτῷ διαφέροντα. ι Περὶ τοῦ τίνας δεῖ τῶν προσιόντων τῇ κατὰ Θεὸν ζωῇ προσδέχεσθαι, καὶ πότε, ἢ πῶς. ια Περὶ δούλων. ιβ Ὅπως χρὴ τοὺς ἐν συζυγίᾳ προσδέχεσθαι. ιγ Ὅτι χρήσιμον τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιωπῆς γυμνάσιον. ιδ Περὶ τῶν ἑαυτοὺς τῷ Θεῷ καθομολογησαμένων, εἶτα τὴν ὁμολογίαν ἀθετεῖν ἐπιχειρούντων. ιε Περὶ παίδων προσλήψεως καὶ ἀγωγῆς, καὶ περὶ ὁμολογίας παρθένων. ι Περὶ ἐγκρατείας. ιζ Ὅτι δεῖ καὶ γέλωτος ἐγκρατῶς ἔχειν. ιη Ὅτι δεῖ πάντων τῶν παρατιθεμένων ἡμῖν ἀπογεύεσθαι. ιθ Τί τὸ μέτρον τῆς ἐγκρατείας. κ Τίς ὁ τρόπος τῆς ἐν βρώμασι δεξιώσεως.
PG 31:902κα Πῶς δεῖ περὶ τὰς καθέδρας καὶ τὰς κατακλίσεις ἐν τῷ καιρῷ τῶν ἀρίστων ἢ δείπνων ἔχειν. κβ Τί τὸ πρέπον ἔνδυμα Χριστιανῷ. κγ Περὶ τῆς ζώνης. κδ Περὶ τοῦ τρόπου τῆς μετ’ ἀλλήλων διαγωγῆς. κε Ὅτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγχοντι τοὺς ἁμαρτάνοντας. κ Περὶ τοῦ πάντα καὶ τὰ κρυπτὰ τῆς καρδίας ἀνατίθεσθαι τῷ προεστῶτι. κζ Ὅτι δεῖ καὶ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, εἴ ποτε σφαλῇ. κη Πῶς χρὴ διακεῖσθαι τοὺς πάντας περὶ τὸν ἀπειθῆ. κθ Περὶ τοῦ μετὰ ἐπάρσεως ἢ γογγυσμοῦ ἐργαζομένου. λ Ποταπῇ διαθέσει χρὴ τῶν ἀδελφῶν ἐπιμελεῖσθαι τὸν προεστῶτα. λα Ὅτι δεῖ καταδέχεσθαι τὴν παρὰ τοῦ προεστῶτος ὑπηρεσίαν. λβ Πῶς δεῖ πρὸς τοὺς κατὰ σάρκα οἰκείους διακεῖσθαι. λγ Τίς ὁ τρόπος τῆς πρὸς ἀδελφὸν συντυχίας. λδ Ποταποὺς χρὴ εἶναι τοὺς τὰ πρὸς τὴν χρείαν οἰκονομοῦντας ἐν τῇ ἀδελφότητι. λε Εἰ χρὴ ἐν τῇ αὐτῇ κώμῃ πλείονας ἀδελφότητας συγκροτεῖσθαι. λ Περὶ τῶν ἀναχωρούντων ἀπὸ ἀδελφότητος. λζ Εἰ δεῖ προφάσει τῶν προσευχῶν καὶ τῆς ψαλμῳδίας ἀμελεῖν τῶν ἔργων, καὶ ποῖοι καιροὶ τῆς προσευχῆς ἐπιτήδειοι, καὶ πρῶτον εἰ χρὴ ἐργάζεσθαι.
PG 31:903λη Ποῖαι τέχναι τῷ ἐπαγγέλματι ἡμῶν ἁρμόζουσιν. λθ Πῶς χρὴ ποιεῖσθαι τῶν ἐκ τῆς ἐργασίας τὴν διάπρασιν, καὶ πῶς ἀποδημεῖν. μ Περὶ τῶν ἐν ταῖς συνόδοις πραγματειῶν. μα Περὶ αὐθεντίας καὶ ὑπακοῆς. μβ Ποίῳ σκοπῷ καὶ ποίᾳ διαθέσει ἐργάζεσθαι δεῖ τοὺς ἐργαζομένους. μγ Ὁποίους εἶναι χρὴ τοὺς προεστῶτας, καὶ πῶς ἄγειν τοὺς συνόντας. μδ Τίσιν ἐπιτρέπειν χρὴ τὰς ἀποδημίας, καὶ πῶς ἐπανιόντας αὐτοὺς ἀνακρίνειν. με Ὅτι χρὴ μετὰ τὸν προεστῶτα καὶ ἄλλον εἶναί τινα τὸν δυνάμενον ἐν ἀπουσίᾳ ἢ ἀσχολίᾳ ἐκείνου τῶν ἀδελφῶν ἐπιμελεῖσθαι. μ Περὶ τοῦ μὴ συγκρύπτειν ἁμάρτημα ἀδελφῷ, ἢ ἑαυτῷ. μζ Περὶ τῶν μὴ καταδεχομένων τὰ παρὰ τοῦ προεστῶτος τυπούμενα. μη Ὅτι οὐ δεῖ περιεργάζεσθαι τὰς οἰκονομίας τοῦ προεστῶτος, τῷ δὲ ἰδίῳ προσέχειν ἔργῳ. μθ Περὶ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφότητι. ν Πῶς χρὴ ἐπιτιμᾷν τὸν προεστῶτα. να Πῶς δεῖ διορθοῦσθαι τὸ πλημμέλημα τοῦ ἡμαρτηκότος. νβ Μετὰ ποίας διαθέσεως καταδέχεσθαι δεῖ τὰ ἐπιτίμια. νγ Πῶς οἱ τῶν τεχνῶν διδάσκαλοι διορθώσονται τοὺς παῖδας πταίοντας. νδ Περὶ τοῦ τοὺς προεστῶτας τῆς ἀδελφότητος ἀλλήλοις τὰ καθ’ ἑαυτοὺς ἀνατίθεσθαι.
PG 31:904νε Εἰ τοῖς ἐκ τῆς ἰατρικῆς κεχρῆσθαι κατὰ σκοπόν ἐστι τῆς εὐσεβείας. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΟΡΟΙ ΚΑΤΑ ΠΛΑΤΟΣ ΚΑΤ’ ΕΡΩΤΗΣΙΝ ΚΑΙ ΑΠΟΚΡΙΣΙΝ. ΕΡΩΤΗΣΙΣ Α. Περὶ τάξεως καὶ ἀκολουθίας τῆς ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου. Ἐπειδὴ ἔδωκεν ἡμῖν ὁ λόγος ἐξουσίαν τοῦ ἐπερωτᾷν, πρῶτον πάντων διδαχθῆναι δεόμεθα, εἰ τάξις τίς ἐστι καὶ ἀκολουθία ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ, ὥστε τὴν μὲν εἶναι πρώτην, τὴν δὲ δευτέραν, καὶ καθεξῆς· ἢ πᾶσαι ἀλλήλων ἔχονται, καὶ πᾶσαι ἀλλήλαις ὁμότιμοι πρὸς τὸν τῆς ἀρχῆς λόγον τυγχάνουσιν, ὡς ἄδειαν εἶναι τῷ βουλομένῳ, καθάπερ ἐν κύκλῳ, ἀρχὴν λαμβάνειν ὁπόθεν βούλεται. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐρώτημα ὑμῶν ἀρχαῖόν ἐστι, καὶ πάλαι προεκδεδομένον ἐν τοῖς Εὐαγγελίοις, ἡνίκα προσελθὼν τῷ Κυρίῳ ὁ νομικὸς, Διδάσκαλε, φησὶ, ποία πρώτη ἐν τῷ νόμῳ ἐστὶν ἐντολή; Καὶ ὁ Κύριος ἀπεκρίνατο· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
PG 31:905Αὐτὸς οὖν ἐπέθηκε ταῖς ἑαυτοῦ ἐντολαῖς τὴν τάξιν ὁ Κύριος· πρώτην μὲν καὶ μεγίστην περὶ τῆς εἰς τὸν Θεὸν ἀγάπης τὴν ἐντολὴν ὁρισάμενος· δευτέραν δὲ τῇ τάξει, καὶ ὁμοίαν ἐκείνῃ, μᾶλλον δὲ συμπληρωτικὴν τῆς προτέρας, καὶ ἐξ αὐτῆς ἠρτημένην, τὴν περὶ τοῦ ἀγαπᾷν τὸν πλησίον· ὥστε ἐκ τῶν εἰρημένων, καὶ ἐξ ἑτέρων δὲ τοιούτων, ἐν ταῖς θεοπνεύστοις Γραφαῖς φερομένων, τὴν ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ Κυρίου τάξιν τε καὶ ἀκολουθίαν ἔστι καταμαθεῖν. ΕΡΩΤΗΣΙΣ Β. Περὶ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ὅτι κατὰ φύσιν ἐν ἀνθρώποις ἡ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ῥοπὴ καὶ δύναμις. Οὐκοῦν περὶ τῆς εἰς Θεὸν ἀγάπης πρῶτον ἡμῖν διαλέχθητι. Ὅτι μὲν γὰρ χρὴ ἀγαπᾷν, ἀκηκόαμεν· πῶς δ’ ἂν τοῦτο κατορθωθείη, μαθεῖν ἐπιζητοῦμεν. ΑΠΟΚΡΙΣΙΣ. Ἀδίδακτος μὲν ἡ πρὸς τὸν Θεὸν ἀγάπη. Οὔτε γὰρ φωτὶ χαίρειν, καὶ ζωῆς ἀντιποιεῖσθαι παρ’ ἄλλου μεμαθήκαμεν, οὔτε τὸ ἀγαπᾷν τοὺς τεκόντας ἢ θρεψαμένους ἕτερος ἐδίδαξεν. Οὕτως οὖν, ἢ καὶ πολὺ μᾶλλον τοῦ θείου πόθου οὐκ ἔξωθέν ἐστιν ἡ μάθησις·
PG 31:906ἀλλ’ ὁμοῦ τῇ συστάσει τοῦ ζώου τοῦ ἀνθρώπου φημὶ, σπερματικός τις λόγος ἡμῖν ἐγκαταβέβληται οἴκοθεν ἔχων τὰς ἀφορμὰς τῆς πρὸς τὸ ἀγαπᾷν οἰκειώσεως. Ὅνπερ τὸ διδασκαλεῖον τῶν ἐντολῶν τοῦ Θεοῦ παραλαβὸν, γεωργεῖν μετ’ ἐπιμελείας, καὶ ἐκτρέφειν μετ’ ἐπιστήμης, καὶ εἰς τελείωσιν ἄγειν Θεοῦ χάριτι πέφυκεν. Διὸ καὶ ἡμεῖς, τὴν σπουδὴν ὑμῶν ὡς ἀναγκαίαν τῷ σκοπῷ ἀποδεξάμενοι, Θεοῦ διδόντος, καὶ ὑμῶν ἐν ταῖς προσευχαῖς συναντιλαμβανομένων ἡμῖν, τὸν ἐγκεκρυμμένον ὑμῖν σπινθῆρα τοῦ θείου πόθου κατὰ τὴν ἐνδεδομένην ἡμῖν διὰ τοῦ Πνεύματος δύναμιν διεγεῖραι σπουδάσομεν. Εἰδέναι μέντοι χρὴ, ὅτι τοῦτο ἓν μὲν ἔστι τὸ κατόρθωμα· δυνάμει δὲ πάσης ἐνεργητικὸν καὶ περιεκτικόν ἐστιν ἐντολῆς. Ὁ γὰρ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσει· καὶ πάλιν, ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.
PG 31:907Καὶ οὐχὶ νῦν δι’ ἀκριβείας ἐφοδεύειν τὸν λόγον ἐπιχειρήσομεν (οὕτω γὰρ ἂν λάθοιμεν πάντα τὸν περὶ ἐντολῶν λόγον ἐπικυκλοῦντες τῷ μέρει), ἀλλ’ ὅσον σύμμετρον ἡμῖν καὶ οἰκεῖον τῷ παρόντι σκοπῷ, ὑπομνήσομεν ὑμᾶς περὶ τῆς ὀφειλομένης τῷ Θεῷ παρ’ ἡμῶν ἀγάπης, ἐκεῖνο πρότερον εἰπόντες, ὅτι πασῶν τῶν δοθεισῶν ἡμῖν ἐντολῶν παρὰ Θεοῦ, τούτων καὶ τὰς δυνάμεις παρ’ αὐτοῦ προειλήφαμεν, ἵνα μήτε δυσχεραίνωμεν, ὥς τι καινότερον ἀπαιτούμενοι, μήτε ἐπαιρώμεθα, ὡς πλέον τι τοῦ δεδομένου συνεισφερόμενοι. Καὶ διὰ τούτων τῶν δυνάμεων, ὀρθῶς μὲν καὶ προσηκόντως ἐνεργοῦντες, τὸν κατ’ ἀρετὴν εὐσεβῶς συμπληροῦμεν βίον· παραφθείροντες δὲ αὐτῶν τὴν ἐνέργειαν, πρὸς τὴν κακίαν ὑποφερόμεθα. Καὶ ἔστιν οὗτος κακίας ὅρος, ἡ πονηρὰ, καὶ παρ’ ἐντολὴν τοῦ Κυρίου χρῆσις τῶν ἐπ’ ἀγαθῷ παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν· ὥσπερ οὖν, τῆς παρὰ Θεοῦ ἐπιζητουμένης ἀρετῆς, ἡ ἐξ ἀγαθοῦ τοῦ συνειδότος κατ’ ἐντολὴν τοῦ Κυρίου χρῆσις αὐτῶν. Τούτου δὲ οὕτως ἔχοντος, τὸ αὐτὸ καὶ περὶ τῆς ἀγάπης ἐροῦμεν. Ἐντολὴν τοίνυν λαβόντες ἀγαπᾷν τὸν Θεὸν, τὴν ἀγαπητικὴν δύναμιν εὐθὺς τῇ πρώτῃ κατασκευῇ συγκαταβληθεῖσαν κεκτήμεθα·
PG 31:908καὶ ἡ ἀπόδειξις οὐκ ἔξωθεν, ἀλλ’ αὐτὸς ἄν τις τοῦτο παρ’ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ καταμάθοι. Τῶν τε γὰρ καλῶν ἐσμεν ἐπιθυμητικοὶ φυσικῶς, εἰ καὶ ὅτι μάλιστα ἄλλῳ ἄλλο φαίνεται καλόν· καὶ στοργὴν πρὸς τὸ οἰκεῖον καὶ συγγενὲς ἔχομεν ἀδιδάκτως, καὶ τοῖς εὐεργέταις ἑκουσίως πᾶσαν εὔνοιαν ἐκπληροῦμεν. Τί οὖν κάλλους θείου θαυμασιώτερον; Τίς ἔννοια τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας χαριεστέρα; Ποῖος πόθος ψυχῆς οὕτω δριμὺς καὶ ἀφόρητος, ὡς ὁ ἀπὸ Θεοῦ ἐγγινόμενος τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένῃ ψυχῇ, καὶ ἀπὸ ἀληθινῆς διαθέσεως λεγούσῃ, ὅτι Τετρωμένη ἀγάπης ἐγώ εἰμι; Ἄῤῥητοι παντελῶς καὶ ἀνεκδιήγητοι τοῦ θείου κάλλους αἱ ἀστραπαί· οὐ παρίστησι λόγος, οὐ δέχεται ἀκοή. Κἂν ἑωσφόρου αὐγὰς εἴπῃς, κἂν σελήνης λαμπρότητα, κἂν ἡλίου φῶς, πάντα ἄτιμα πρὸς εἰκασίαν τῆς δόξης, καὶ πλέον ἀπολειπόμενα πρὸς τὴν τοῦ ἀληθινοῦ φωτὸς σύγκρισιν, ἢ καθόσον βαθεῖα νὺξ, καὶ στυγνὴ σκοτομήνη μεςημβρίας καθαρωτάτης.
PG 31:909Τοῦτο τὸ κάλλος σαρκίνοις μὲν ὀφθαλμοῖς ἀθεώρητον, ψυχῇ δὲ μόνῃ καὶ διανοίᾳ καταληπτὸν, εἴπου τινα περιέλαμψε τῶν ἁγίων, καὶ ἀφόρητον τοῦ πόθου τὸ κέντρον αὐτοῖς ἐγκατέλιπεν, οἳ ἀλύοντες πρὸς τὴν ἐνταῦθα ζωὴν ἔλεγον· Οἵ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ τὸ, Ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· καὶ τὸ, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· καὶ, Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα. Ὡς δεσμωτήριον τὴν ζωὴν ταύτην βαρυνόμενοι, οὕτω δυσκάθεκτοι ἦσαν ταῖς ὁρμαῖς, ὧν ὁ θεῖος πόθος τῶν ψυχῶν ἥψατο. Οἵ γε, διὰ τὸ ἀκορέστως ἔχειν τῆς θεωρίας τοῦ θείου κάλλους, εὐχὴν ἐποιοῦντο πάσῃ τῇ αἰωνίᾳ ζωῇ συμπαρεκτείνεσθαι τὴν θεωρίαν τῆς τερπνότητος τοῦ Κυρίου. Οὕτω μὲν οὖν φυσικῶς ἐπιθυμητικοὶ τῶν καλῶν οἱ ἄνθρωποι. Κυρίως δὲ καλὸν καὶ ἀγαπητὸν τὸ ἀγαθόν. Ἀγαθὸς δὲ ὁ Θεός· ἀγαθοῦ δὲ πάντα ἐφίεται· Θεοῦ ἄρα πάντα ἐφίεται. Ὥστε τὸ ἐκ προαιρέσεως κατορθούμενον καὶ φυσικῶς ἡμῖν ἐνυπάρχει, τοῖς γε μὴ ἐκ πονηρίας τοὺς λογισμοὺς διαστραφεῖσιν.
PG 31:910Ἀναγκαῖον οὖν ὄφλημα τὴν εἰς Θεὸν ἀγάπην ἀπαιτούμεθα, ὃ τῇ ἐλλειπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν ἀφορητότατον. Θεοῦ γὰρ ἀλλοτρίωσις καὶ ἀποστροφὴ καὶ τῶν ἐν γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότερόν ἐστι, καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φωτὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ, καὶ τῷ ζώῳ τοῦ ζῇν. Εἰ δὲ καὶ τοῖς γεννήσασι φυσικὴ στοργὴ παρὰ τῶν γεννηθέντων ὑπάρχει, καὶ δηλοῖ τοῦτό τε ἡ τῶν ἀλόγων σχέσις, καὶ ἡ τῶν ἀνθρώπων παρὰ τὴν πρώτην ἡλικίαν πρὸς τὰς μητέρας διάθεσις, μὴ φανῶμεν ἀλογώτεροι τῶν νηπίων, μηδὲ τῶν θηρίων ἀγριώτεροι, ἀστόργως καὶ ἀλλοτρίως πρὸς τὸν ποιήσαντα ἡμᾶς διακείμενοι· ὃν εἰ καὶ μὴ ἐκ τῆς ἀγαθότητος ὁποῖός ἐστιν ἠπιστάμεθα, ἐξ αὐτοῦ μόνου τοῦ παρ’ αὐτοῦ γεγενῆσθαι ἀγαπᾷν καὶ στέργειν ὑπερβαλλόντως ὀφείλομεν, καὶ ἀποκρέμασθαι τῆς μνήμης αὐτοῦ διηνεκῶς, καθάπερ τῶν μητέρων τὰ νήπια. Κρείττων δὲ τῶν φυσικῶς ἀγαπωμένων ὁ εὐεργέτης. Καὶ τοῦτο οὐκ ἀνθρώπων ἴδιόν ἐστι μόνον, ἀλλὰ καὶ πάντων σχεδὸν ζώων πάθος, ἡ πρὸς τοὺς ἀγαθόν τι δεδωκότας οἰκείωσις. Ἔγνω, φησὶ, βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἀπείη δὲ λεχθῆναι περὶ ἡμῶν τὰ ἑξῆς·
PG 31:911ὅτι Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε. Περὶ γὰρ κυνὸς, καὶ πολλῶν ἄλλων τοιούτων, τί χρὴ καὶ λέγειν, ὅσην πρὸς τοὺς τρέφοντας τὴν εὔνοιαν ἐπιδείκνυνται; Εἰ δὲ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱρούμεθα, καὶ πάντα πόνον εἰς ἀντίδοσιν τῶν προγενομένων ἡμῖν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται; αἳ τοσαῦται μέν εἰσι τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρκεῖν καὶ μίαν εἰς τὸ ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Τὰς μὲν οὖν ἄλλας παρήσω, αἳ, εἰ καὶ καθ’ ἑαυτὰς ὑπερβάλλουσι μεγέθει καὶ χάριτι, ἀλλ’ ὑπὸ τῶν μειζόνων, ὥσπερ ἀστέρες ἡλιακαῖς ἀκτῖσιν, ὑπερλαμπόμεναι, τὴν καθ’ ἑαυτὰς χάριν ἀμυδροτέραν παρέχονται. Οὐ γὰρ σχολὴ καταλιπόντι τὰ ὑπερβάλλοντα, ἐκ τῶν ἐλαττόνων μετρεῖν τοῦ εὐεργέτου τὴν ἀγαθότητα.
PG 31:912Σιωπάσθωσαν τοίνυν ἡλίου ἀνατολαὶ, καὶ σελήνης περίοδοι, κράσεις ἀέρων, ὡρῶν ἐναλλαγαὶ, ὕδωρ ἀπὸ νεφῶν, καὶ ἀπὸ γῆς ἕτερον, αὐτὴ ἡ θάλασσα, ἡ γῆ σύμπασα, τὰ ἐκ γῆς φυόμενα, τὰ ἐν τοῖς ὕδασι διαιτώμενα, τὰ ἐν ἀέρι γένη, αἱ μυρίαι τῶν ζώων διαφοραὶ, πάντα τὰ πρὸς ὑπηρεσίαν τῆς ζωῆς ἡμῶν τεταγμένα. Ἀλλ’ ἐκεῖνο οὐδὲ βουλομένοις παρελθεῖν δυνατὸν, καὶ σιωπῆσαι μὲν τὴν χάριν τῷ γε νοῦν ὑγιᾶ καὶ λόγον ἔχοντι παντελῶς ἀμήχανον· εἰπεῖν δέ τι πρὸς ἀξίαν πλέον ἀδυνατώτερον, ὅτι κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ποιήσας τὸν ἄνθρωπον ὁ Θεὸς, καὶ τῆς ἑαυτοῦ γνώσεως ἀξιώσας, καὶ λόγῳ παρὰ πάντα τὰ ζῶα κατακοσμήσας, καὶ τοῖς ἀμηχάνοις τοῦ παραδείσου κάλλεσιν ἐντρυφᾷν παρασχόμενος, καὶ τῶν ἐπὶ γῆς ἁπάντων ἄρχοντα καταστήσας, εἶτα κατασοφισθέντα ὑπὸ τοῦ ὄφεως, καὶ καταπεσόντα εἰς τὴν ἁμαρτίαν, καὶ διὰ τῆς ἁμαρτίας εἰς τὸν θάνατον, καὶ τὰ τούτου ἄξια, οὐ περιεῖδεν·
PG 31:913ἀλλὰ τὰ μὲν πρῶτα νόμον ἔδωκεν εἰς βοήθειαν, ἀγγέλους ἐπέστησεν εἰς φυλακὴν καὶ ἐπιμέλειαν, προφήτας ἀπέστειλεν εἰς ἔλεγχον κακίας καὶ διδασκαλίαν ἀρετῆς, τὰς ὁρμὰς τῆς κακίας ταῖς ἀπειλαῖς ἐνέκοψε, τῶν ἀγαθῶν τὴν προθυμίαν ἐπαγγελίαις διήγειρε, τὸ πέρας ἑκατέρου πολλάκις ἐν διαφόροις προσώποις εἰς νουθεσίαν τῶν ἄλλων προλαβὼν ἐφανέρωσε, καὶ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἅπασιν ἐπιμένοντας τῇ ἀπειθείᾳ οὐκ ἀπεστράφη. Οὐ γὰρ ἀφείθημεν ὑπὸ τῆς ἀγαθότητος τοῦ Δεσπότου, οὐδὲ ἐνεκόψαμεν αὐτοῦ τὴν εἰς ἡμᾶς ἀγάπην, ἀναισθησίᾳ τῶν τιμῶν τὸν εὐεργέτην παρυβρίσαντες· ἀλλὰ ἀνεκλήθημεν ἐκ τοῦ θανάτου, καὶ ἐζωοποιήθημεν πάλιν ὑπ’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐν ᾧ καὶ ὁ τρόπος τῆς εὐεργεσίας μεῖζον ἔχει τὸ θαῦμα· Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Καὶ τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους ἐβάστασε, καὶ ὑπὲρ ἡμῶν ἐτραυματίσθη, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· καὶ τῆς κατάρας ἡμᾶς ἐξηγόρασε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον, ἵνα ἡμᾶς εἰς τὴν ἔνδοξον ζωὴν ἐπαναγάγῃ.
PG 31:914Καὶ οὐκ ἠρκέσθη μόνον νεκροὺς ὄντας ζωοποιῆσαι, ἀλλὰ καὶ θεότητος ἀξίωμα ἐχαρίσατο, καὶ ἀναπαύσεις ἡτοίμασεν αἰωνίους, πᾶσαν ἔννοιαν ἀνθρωπίνην τῷ μεγέθει τῆς εὐφροσύνης ὑπερβαινούσας. Τί οὖν ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Ὁ δὲ οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ, ἀλλ’ ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ’ οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω, μήποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς περὶ τὰ μάταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν ὄνειδος γένωμαι τῷ Χριστῷ. Ὁ γὰρ νῦν ἀπατῶν ἡμᾶς, καὶ διὰ τῶν κοσμικῶν δελεασμάτων λήθην ἐμποιεῖν ἡμῖν τοῦ εὐεργέτου μηχανῇ πάσῃ σπουδάζων, ἐπ’ ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν ἐναλλόμενος ἡμῖν, καὶ ἐπεμβαίνων, εἰς ὀνειδισμὸν τότε προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ καὶ ἀποστασίᾳ ἡμῶν· ὅς γε οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀλλ’ ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπειθείᾳ καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ.
PG 31:915Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, καὶ τοῦτο τὸ καύχημα τοῦ ἐχθροῦ, βαρύτερον ἐμοὶ τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ τοῦ Χριστοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρσεως κατ’ αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ ἐγερθέντος, ᾧ καὶ διὰ τοῦτο περισσοτέρως ὀφειλέται ἐσμὲν, καθὼς γέγραπται. Καὶ περὶ μὲν τῆς εἰς Θεὸν ἀγάπης τοσαῦτα. Σκοπὸς γὰρ, ὡς προεῖπον, οὐχὶ πάντα εἰπεῖν· ἀδύνατον γάρ· ἀλλ’ ἐπὶ κεφαλαίων σύντομον ὑπόμνησιν ἀνακινοῦσαν ἀεὶ τὸν θεῖον πόθον ταῖς ψυχαῖς ἐμποιῆσαι. ΕΡΩΤΗΣΙΣ Γ. Περὶ τῆς εἰς τὸν πλησίον ἀγάπης. Ἀκόλουθον δ’ ἂν εἴη περὶ τῆς δευτέρας καὶ τάξει καὶ δυνάμει ἐντολῆς διελθεῖν. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι μὲν οὖν ὁ νόμος τῶν σπερματικῶς ἐνυπαρχουσῶν ἡμῖν δυνάμεων γεωργός ἐστι καὶ τροφεὺς, εἴρηται ἡμῖν ἐν τοῖς ἔμπροσθεν λόγοις· ἐπειδὴ δὲ ἀγαπᾷν προστετάγμεθα τὸν πλησίον ὡς ἑαυτοὺς, καταμάθωμεν, εἰ καὶ δύναμιν πρὸς τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς ταύτης ἔχομεν παρὰ τοῦ Θεοῦ. Τίς οὖν οὐκ οἶδεν, ὅτι ἥμερον καὶ κοινωνικὸν ζῶον ὁ ἄνθρωπος, καὶ οὐχὶ μοναστικὸν, οὐδὲ ἄγριον;
PG 31:916Οὐδὲν γὰρ οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοινωνεῖν ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ ἀγαπᾷν τὸ ὁμόφυλον. Ὧν οὖν αὐτὸς ἔδωκεν ὁ Κύριος ἡμῖν προλαβὼν τὰ σπέρματα, τούτων ἀκολούθως καὶ τοὺς καρποὺς ἐπιζητεῖ, λέγων· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Καὶ πρὸς ταύτην τὴν ἐντολὴν διεγεῖραι βουλόμενος ἡμῶν τὴν ψυχὴν, ἀπόδειξιν τῶν αὐτοῦ μαθητῶν, οὐ σημεῖα καὶ δυνάμεις παραδόξους ἀπῄτησεν (καίτοι καὶ τούτων ἐν Πνεύματι ἁγίῳ χαρισάμενος τὴν ἐνέργειαν)· ἀλλὰ τί φησιν; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Καὶ οὕτω πανταχοῦ τὰς ἐντολὰς ταύτας συνάπτει, ὥστε τὴν εἰς τὸν πλησίον εὐποιίαν εἰς ἑαυτὸν μετατίθησιν. Ἐπείνασα γὰρ, φησὶ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Εἶτα ἐπάγει, ὅτι Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Οὐκοῦν διὰ μὲν τῆς πρώτης ἔστι κατορθῶσαι καὶ τὴν δευτέραν· διὰ δὲ τῆς δευτέρας ἐπανελθεῖν αὖθις ἐπὶ τὴν πρώτην· καὶ ἀγαπῶντα μὲν τὸν Κύριον, ἀγαπᾷν ἀκολούθως καὶ τὸν πλησίον. Ὁ γὰρ ἀγαπῶν με, εἶπεν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει.
PG 31:917Αὕτη δέ ἐστι, φησὶν, ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς· ἀγαπῶντα δὲ πάλιν τὸν πλησίον, τὴν εἰς τὸν Θεὸν ἀγάπην ἀποπληροῦν, αὐτοῦ εἰς ἑαυτὸν ὑποδεχομένου τὴν χάριν. Διόπερ ὁ μὲν πιστὸς θεράπων τοῦ Θεοῦ Μωσῆς τοσαύτην ἐπεδείκνυτο τὴν εἰς τοὺς ἀδελφοὺς ἀγάπην, ὥστε καὶ ἐξαλειφθῆναι ᾑρεῖτο ἐκ τῆς βίβλου τοῦ Θεοῦ, εἰς ἣν ἐγέγραπτο, εἰ μὴ συγχωρηθείη τῷ λαῷ τὸ ἁμάρτημα. Παῦλος δὲ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν αὐτοῦ τῶν συγγενῶν κατὰ σάρκα ἀπετόλμησεν εὔξασθαι, τῆς πάντων σωτηρίας ἑαυτὸν ἀντάλλαγμα, κατὰ μίμησιν τοῦ Κυρίου, γενέσθαι βουλόμενος· ἅμα δὲ καὶ εἰδὼς, ὅτι ἀμήχανον ἦν ἀλλοτριωθῆναι Θεοῦ τὸν διὰ τὴν εἰς αὐτὸν ἀγάπην ὑπὲρ τῆς μεγίστης τῶν ἐντολῶν τὴν παρὰ τοῦ Θεοῦ χάριν προϊέμενον, καὶ ὅτι διὰ τοῦτο πολυπλασίονα ἔμελλεν ὧν ἔδωκεν ἀντιλήψεσθαι. Πλήν γε ὅτι μέχρι τούτου τοῦ μέτρου τῆς πρὸς τὸν πλησίον ἀγάπης ἔφθασαν οἱ ἅγιοι, ἱκανὴν ἀπόδειξιν ἔχει τὰ εἰρημένα. ΕΡΩΤΗΣΙΣ Δ. Περὶ φόβου Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:918Τοῖς μὲν οὖν ἄρτι εἰσαγομένοις εἰς τὴν εὐσέβειαν ἡ διὰ τοῦ φόβου στοιχείωσις χρησιμωτέρα, κατὰ τὴν ὑποθήκην τοῦ σοφωτάτου Σολομῶντος, εἰπόντος· Ἀρχὴ σοφίας, φόβος Κυρίου· ὑμῖν δὲ, ὡς διαβεβηκόσι τὴν ἐν Χριστῷ νηπιότητα, καὶ οὐκέτι δεομένοις γάλακτος, ἀλλὰ δυναμένοις τῇ στερεᾷ τῶν δογμάτων τροφῇ τὸν ἔσω ἄνθρωπον τελειοῦσθαι, τῶν κεφαλαιωδεστέρων ἐντολῶν χρεία, ἐν αἷς πᾶσα ἀλήθεια τῆς ἐν Χριστῷ ἀγαπῆς κατορθοῦται, φυλασσομένοις δηλονότι, μήποτε ἡ περιουσία τῶν δωρεῶν τοῦ Θεοῦ βαρυτέρας αἰτία ὑμῖν κατακρίσεως γένηται, ἀχαρίστως πρὸς τὸν εὐεργέτην διατεθεῖσιν. Ὧ γὰρ παρέθεντο, φησὶ, πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν. ΕΡΩΤΗΣΙΣ Ε. Περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου. ΑΠΟΚΡΙΣΙΣ. Ἐκεῖνο μέντοι γε γινώσκειν χρὴ, ὅτι οὔτε ἄλλης τινὸς ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν ἀγάπην, οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατορθῶσαι, ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλανώμενοι. Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶσαι δυνατὸν, ἄλλοτε ἐπ’ ἄλλην μεταβαίνοντα· μήτε μὴν μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνωρίσαντα.
PG 31:919Δεῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ τὰς πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοικείων κατορθουμένου. Ἐπεὶ οὔτε τὸ χαλκευτικῆς τέλος διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι πέφυκεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ αὐλεῖν σπουδῆς κατορθοῦνται· ἀλλὰ ἑκάστῳ τέλει οἰκεῖος ὁ πόνος καὶ συναρμόζων ἐπιζητεῖται. Ὥστε καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως ἐν τῇ ἀναχωρήσει τῶν μεριμνῶν τοῦ κόσμου καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν περισπασμῶν ἡμῖν κατορθοῦται. Διόπερ ὁ Ἀπόστολος, καὶ ταῦτα συγκεχωρημένου τοῦ γάμου, καὶ εὐλογίας ἠξιωμένου, τὰς ἀπ’ αὐτοῦ ἀσχολίας ταῖς περὶ Θεὸν μερίμναις ἀντέθηκεν, ὡς οὐ δυναμένων τούτων ἀλλήλοις συμβῆναι, εἰπών· Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Οὕτω καὶ τοῖς μαθηταῖς ὁ Κύριος μετὰ τὴν εἰλικρινῆ καὶ ἀμετεώριστον διάθεσιν ἐμαρτύρει, λέγων· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου. Καὶ ἀπὸ τοῦ ἐναντίου, τὴν τοῦ Θεοῦ ἐπίγνωσιν τὸν κόσμον ἀδύνατον εἶναι δέξασθαι, μηδὲ Πνεῦμα ἅγιον χωρῆσαι διεμαρτύρατο·
PG 31:920Πάτερ γὰρ, φησὶ, δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω· καὶ, Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν. Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου τόν γε ἀληθινῶς τῷ Θεῷ ἀκολουθήσειν μέλλοντα· τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται. Ὡς εἰ μή γε ἀποξενώσοιμεν ἑαυτοὺς, καὶ συγγενείας σαρκικῆς, καὶ κοινωνίας βίου, οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς σχέσεως μεταβαίνοντες, κατὰ τὸν εἰπόντα. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου ὁριστικῶς εἰπόντος, ὅτι Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής. Τοῦτο δὲ ποιήσαντας, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μήποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβαλεῖν, ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ φαντασίαις τῶν ματαίων καταῤῥυπαίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν.
PG 31:921Οὕτω γὰρ ἡμῖν περιγίνεται ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε διεγείρουσα πρὸς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ’ αὐτῶν πάλιν αὐτὴ συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Καὶ τοῦτο δείκνυσιν ὁ Κύριος, ποτὲ μὲν λέγων· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε, ποτὲ δὲ, ὅτι Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καὶ ἔτι δυσωπητικώτερον· Καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ἐξ ὧν παιδεύει ἡμᾶς, ἀεὶ τοῦ προκειμένου ἔργου τὸ θέλημα τοῦ προστάξαντος ὥσπερ σκοπὸν προτιθεμένους, πρὸς αὐτὸν τὰ τῆς σπουδῆς κατευθύνειν, καθὰ καὶ ἀλλαχοῦ φησιν, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Ὥσπερ γὰρ αἱ κατὰ τὸν βίον τέχναι, σκοπούς τινας οἰκείους ἑαυταῖς προστησάμεναι, ἀκολούθως ἐκείνοις τὰς κατὰ μέρος συναρμόζουσιν ἐνεργείας· οὕτω καὶ τοῖς ἡμετέροις ἔργοις ἑνὸς ὅρου καὶ κανόνος ἐπικειμένου, τοῦ εὐαρέστως τῷ Θεῷ ποιῆσαι τὰς ἐντολὰς, ἀδύνατον ἄλλως τὸ ἀκριβὲς τοῦ ἔργου κατορθωθῆναι μὴ κατὰ τὸ βούλημα τοῦ ἐκδεδωκότος ἐπιτελούμενον.
PG 31:922Ἐν δὲ τῇ ἀκριβεῖ πρὸς τὸ θέλημα τοῦ Θεοῦ περὶ τὸ ἔργον σπουδῇ συνάπτεσθαι τῷ Θεῷ διὰ τῆς μνήμης ὑπάρξει. Ὥσπερ γὰρ ὁ χαλκεὺς ἐν τῇ ἐργασίᾳ, εἰ τύχοι, τῆς ἀξίνης, τοῦ ἐκδεδωκότος αὐτῷ μεμνημένος, καὶ ἐν τῇ διανοίᾳ φέρων αὐτὸν, καὶ σχῆμα ἐκεῖνο καὶ μέγεθος ἐννοεῖ, καὶ πρὸς τὸ βούλημα τοῦ ὑποθεμένου τὴν ἐργασίαν εὐθύνει (ἐὰν γὰρ ἐπιλάθηται, ἄλλο τι, ἢ ἀλλοῖον ποιήσει παρ’ ὃ προέθετο)· οὕτω καὶ ὁ Χριστιανὸς, πᾶσαν ἐνέργειαν καὶ μικρὰν καὶ μείζονα πρὸς τὸ βούλημα τοῦ Θεοῦ κατευθύνων, ὁμοῦ τε τὴν πρᾶξιν τῇ ἀκριβείᾳ κατακοσμεῖ, καὶ τὴν τοῦ προστάξαντος ἔννοιαν διασώζει, καὶ πληροῖ τὸ εἰρημένον· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ κατορθοῖ τὸ προστεταγμένον ἐκεῖνο· Εἴτε ἐσθίετε εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Παραφθείρων δὲ ἐν τῇ ἐργασίᾳ τὴν ἀκρίβειαν τῆς ἐντολῆς, δῆλός ἐστι περὶ τὴν μνήμην τοῦ Θεοῦ ἀσθενῶν. Μεμνημένους οὖν τῆς φωνῆς τοῦ εἰπόντος· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ τὸ, Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν·
PG 31:923καὶ τὸ, Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· πᾶσαν ἐνέργειαν, ὡς ὑπὸ ταῖς ὄψεσι τοῦ Κυρίου γινομένην, καὶ πᾶσαν ἔννοιαν, ὡς παρ’ αὐτοῦ ἐποπτευομένην, ἐπιτελεῖν χρή. Οὕτω γὰρ καὶ ὁ φόβος διαρκὴς ἐνυπάρξει, μισῶν ἀδικίαν, κατὰ τὸ γεγραμμένον, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, καὶ ἡ ἀγάπη τελειοῦται, πληροῦσα τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, ἐν πληροφορίᾳ διηνεκεῖ τῆς ψυχῆς οὔσης τοῦ καὶ τὰς ἀγαθὰς πράξεις ἀποδεκτὰς εἶναι τῷ κριτῇ καὶ ἀθλοθέτῃ τοῦ ἡμετέρου βίου, καὶ τὰς ἐναντίως ἐχούσας αὐτόθεν δέχεσθαι τὴν κατάκρισιν. Οἶμαι δὲ τούτῳ συγκατορθοῦσθαι καὶ τὸ μηδὲ αὐτὰς τὰς ἐντολὰς τοῦ Κυρίου πρὸς ἀνθρωπαρέσκειαν γίνεσθαι. Οὐδεὶς γὰρ ἐν πληροφορίᾳ τῆς παρουσίας τοῦ κρείττονος πρὸς τὸν ἐλάττονα ἐπιστρέφεται· ἀλλὰ, κἂν συμβῇ τὸ γινόμενον τῷ μὲν ἐνδοξοτέρῳ προσώπῳ ἀπόδεκτον καὶ εὐάρεστον εἶναι, τῷ δὲ ὑποδεεστέρῳ ἀβούλητον καὶ ψεκτὸν καταφαίνεσθαι, πλείονος ἀξίαν τιθέμενος τὴν τοῦ ὑπερέχοντος ἀποδοχὴν, καταφρονεῖ τῆς τοῦ ἐλάττονος μέμψεως.
PG 31:924Εἰ δὲ ἐπ’ ἀνθρώπων οὕτως, ἥ γε ὡς ἀληθῶς νήφουσα καὶ ὑγιαίνουσα ψυχὴ ἐν πληροφορίᾳ τῆς τοῦ Θεοῦ παρουσίας, ποτὲ ἀφεμένη τοῦ πρὸς εὐαρέστησιν Θεοῦ ποιεῖν τι, πρὸς τὰς παρὰ τῶν ἀνθρώπων δόξας ἐπιστραφήσεται· ποτὲ δὲ ἀμελήσασα τῶν τοῦ Θεοῦ προσταγμάτων, ἀνθρωπίνῳ ἔθει δουλεύσει, ἢ ὑπὸ κοινῆς προλήψεως κρατηθήσεται, ἢ καὶ ὑπὸ ἀξιωμάτων δυσωπηθήσεται. Τοιαύτη διάθεσις ἦν τοῦ εἰπόντος· Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε· καὶ πάλιν· Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. ΕΡΩΤΗΣΙΣ 2. Ὅτι ἀναγκαῖον τὸ ἰδιάζειν. ΑΠΟΚΡΙΣΙΣ. Συντελεῖ δὲ πρὸς τὸ ἀμετεώριστον τῇ ψυχῇ καὶ τὸ ἰδιάζειν κατὰ τὴν οἴκησιν. Τὸ γὰρ ἀναμεμιγμένην ἔχειν τὴν ζωὴν τοῖς ἀφόβως καὶ καταφρονητικῶς πρὸς τὴν ἀκριβῆ τήρησιν τῶν ἐντολῶν διακειμένοις βλαβερὸν καὶ ὁ τοῦ Σολομῶντος ἀποδείκνυσι λόγος, διδάσκοντος ἡμᾶς, ὅτι Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει· φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ, καὶ τὸ, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, πρὸς τὸ αὐτὸ φέρει.
PG 31:925Οὐκοῦν ἵνα μήτε διὰ ὀφθαλμῶν μήτε διὰ ὤτων ἐρεθισμοὺς εἰς ἁμαρτίαν δεχώμεθα, καὶ κατὰ τὸ λανθάνον προσεθισθῶμεν αὐτῇ, καὶ ὥσπερ τύποι τινὲς καὶ χαρακτῆρες τῶν ὁρωμένων καὶ ἀκουομένων ἐναπομείνωσι τῇ ψυχῇ εἰς ὄλεθρον καὶ ἀπώλειαν, καὶ ἵνα δυνηθῶμεν ἐπιμένειν τῇ προσευχῇ, ἀφιδιάζωμεν πρῶτον κατὰ τὴν οἴκησιν. Οὕτω γὰρ ἂν καὶ τοῦ προλαβόντος ἔθους περιγενοίμεθα, ἐν ᾧ ἀλλοτρίως ἐζήσαμεν τῶν ἐντολῶν τοῦ Χριστοῦ (οὐ μικρὸς δὲ οὗτος ἀγὼν, τῆς ἑαυτοῦ συνηθείας περιγενέσθαι· ἔθος γὰρ διὰ μακροῦ χρόνου βεβαιωθὲν φύσεως ἰσχὺν λαμβάνει), καὶ τοὺς ἐξ ἁμαρτίας δὲ σπίλους ἐκτρῖψαι δυνησόμεθα τῇ τε φιλοπόνῳ προσευχῇ καὶ τῇ ἐπιμόνῳ μελέτῃ τῶν τοῦ Θεοῦ θελημάτων· ἧς μελέτης καὶ προσευχῆς ἐν πολλοῖς τοῖς περιέλκουσι τὴν ψυχὴν, καὶ ἀσχολίας βιωτικὰς ἐμποιοῦσι, περιγενέσθαι ἀμήχανον. Καὶ τὸ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, πότε ἄν τις ἐν τούτοις ὢν πληρῶσαι δυνηθείη; Χρὴ γὰρ ἡμᾶς, ἀπαρνησαμένους ἑαυτοὺς, καὶ ἄραντας τὸν σταυρὸν τοῦ Χριστοῦ, οὕτως ἀκολουθεῖν αὐτῷ.
PG 31:926Ἄρνησις δέ ἐστιν ἑαυτοῦ ἡ παντελὴς τῶν παρελθόντων λήθη, καὶ ἡ τῶν θελημάτων ἑαυτοῦ ἀναχώρησις, ἣν ἐν τῇ ἀδιαφόρῳ συνηθείᾳ ζῶντα κατορθῶσαι δυσκολώτατον, ἵνα μὴ λέγω, ὅτι παντελῶς ἀνεπίδεκτον. Ἀλλὰ καὶ πρὸς τὸ ἆραι τὸν σταυρὸν ἑαυτοῦ καὶ ἀκολουθεῖν τῷ Χριστῷ ἐμπόδιόν ἐστιν ἡ πρὸς τὸν τοιοῦτον βίον ἐπιμιξία. Ἡ γὰρ ἑτοιμασία πρὸς τὸν ὑπὲρ Χριστοῦ θάνατον, καὶ ἡ νέκρωσις τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς, καὶ τὸ παρατεταγμένως πρὸς πάντα κίνδυνον τὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπερχόμενον ἡμῖν διακεῖσθαι, καὶ τὸ ἀπροσπαθῶς ἔχειν πρὸς τὴν παροῦσαν ζωὴν, τοῦτό ἐστιν ἆραι τὸν σταυρὸν ἑαυτοῦ· πρὸς ὃ μεγάλα ὁρῶμεν τὰ ἐμπόδια ὑπὸ τῆς τοῦ κοινοῦ βίου συνηθείας ἡμῖν ἐγγινόμενα. Καὶ πρὸς πᾶσι τοῖς ἄλλοις πολλοῖς οὖσιν, εἰς τὸ πλῆθος τῶν παρανομούντων ἀποβλέπουσα ψυχὴ, πρῶτον μὲν οὐκ ἄγει καιρὸν ἐπαισθάνεσθαι τῶν ἰδίων ἁμαρτημάτων, καὶ συντρῖψαι ἑαυτὴν διὰ τῆς μετανοίας ἐπὶ τοῖς πλημμελήμασιν· ἐν δὲ τῇ συγκρίσει τῶν χειρόνων καὶ κατορθώματός τινα φαντασίαν προσκτᾶται·
PG 31:927εἶτα ὑπὸ τῶν θορύβων καὶ τῶν ἀσχολιῶν, ἃς ὁ κοινὸς βίος πέφυκεν ἐμποιεῖν, τῆς ἀξιολογωτέρας μνήμης τοῦ Θεοῦ ἀποσπωμένη, οὐ μόνον τὸ ἐναγαλλιᾶσθαι καὶ ἐνευφραίνεσθαι τῷ Θεῷ ζημιοῦται, καὶ τὸ κατατρυφᾷν τοῦ Κυρίου, καὶ τὸ καταγλυκαίνεσθαι τοῖς ῥήμασιν αὐτοῦ, ὥστε δύνασθαι εἰπεῖν· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην· καὶ, Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου· ἀλλὰ καὶ εἰς καταφρόνησιν καὶ λήθην τῶν κριμάτων αὐτοῦ παντελῆ συνεθίζεται, οὗ μεῖζον κακὸν οὐδὲν ἂν οὐδὲ ὀλεθριώτερον πάθοι. ΕΡΩΤΗΣΙΣ Ζ. Περὶ τοῦ δεῖν τοῖς ὁμόφροσι πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως συζῇν· καὶ ὅτι δύσκολον ὁμοῦ καὶ ἐπικίνδυνον τὸ μονάζειν. Ἐπεὶ οὖν ἐπληροφόρησεν ἡμᾶς ὁ λόγος, ἐπικίνδυνον εἶναι τὴν μετὰ τῶν καταφρονητικῶς ἐχόντων περὶ τὰς ἐντολὰς τοῦ Κυρίου ζωὴν, ἀκολούθως μαθεῖν ἀξιοῦμεν, εἰ χρὴ τὸν ἀναχωρήσαντα τούτων ἰδιάζειν καθ’ ἑαυτὸν, ἢ ὁμόφροσιν ἀδελφοῖς καὶ τὸν αὐτὸν σκοπὸν τῆς εὐσεβείας προελομένοις συζῇν. ΑΠΟΚΡΙΣΙΣ. Πρὸς πολλὰ χρησιμωτέραν καταμανθάνω τὴν ἐπὶ τὸ αὐτὸ τῶν πλειόνων διαγωγήν.
PG 31:928Πρῶτον μὲν, ὅτι οὐδὲ πρὸς τὰς τοῦ σώματος χρείας ἕκαστος ἡμῶν ἑαυτῷ αὐτάρκης, ἀλλ’ ἐν τῷ πορισμῷ τῶν ἀναγκαίων ἀλλήλων χρῄζομεν. Ὥσπερ γὰρ ὁ ποῦς τὴν μὲν ἔχει δύναμιν, τῆς δὲ ἐπιδεής ἐστι, καὶ ἄνευ τῆς τῶν λοιπῶν μελῶν συλλήψεως οὔτε τὴν ἑαυτοῦ ἐνέργειαν δυνατὴν ἢ αὐτάρκη ἑαυτῷ πρὸς διαμονὴν εὑρίσκει, οὔτε παραμυθίαν ἔχει τοῦ λείποντος· οὕτω καὶ ἐν τῇ μονήρει ζωῇ καὶ τὸ παρὸν ἡμῖν ἄχρηστον γίνεται, καὶ τὸ ἐλλεῖπον ἀπαραμύθητον, τοῦ δημιουργοῦ Θεοῦ ὁρίσαντος χρῄζειν ἡμᾶς ἀλλήλων, καθὼς γέγραπται, ἵνα καὶ συναπτώμεθα ἀλλήλοις. Ἄνευ δὲ τούτου καὶ ὁ τῆς ἀγάπης τοῦ Χριστοῦ λόγος οὐκ ἐπιτρέπει τὸ ἴδιον σκοπεῖν ἕκαστον. Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ ζητεῖ τὰ ἑαυτῆς. Ὁ δὲ ἀφιδιαστικὸς βίος ἕνα σκοπὸν ἔχει, τὴν οἰκείαν ἑκάστου τῶν χρειῶν θεραπείαν. Τοῦτο δὲ προδήλως μαχόμενόν ἐστι τῷ τῆς ἀγάπης νόμῳ, ὃν ὁ Ἀπόστολος ἐπλήρου, μὴ ζητῶν τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. Ἔπειτα ἐν τῷ καταχωρισμῷ οὐδὲ τὸ ἐλάττωμα ῥᾳδίως ἕκαστος τὸ ἑαυτοῦ ἐπιγνώσεται, οὐκ ἔχων τὸν ἐλέγχοντα αὐτὸν, καὶ ἐν πραότητι καὶ εὐσπλαγχνίᾳ ἐπανορθούμενον.
PG 31:929Ἔλεγχος μὲν γὰρ καὶ παρὰ ἐχθροῦ πολλάκις ἂν γένοιτο θεραπείας ἐπιθυμίαν ἐμποιῶν τῷ εὐγνώμονι· θεραπεία δὲ ἁμαρτήματος ἐπιστημόνως παρὰ τοῦ εἰλικρινῶς ἀγαπήσαντος κατορθοῦται. Ὁ γὰρ ἀγαπῶν, φησὶν, ἐπιμελῶς παιδεύει. Ὃν ἐπὶ τῆς μονώσεως εὑρεῖν ἄπορον, μὴ προενωθέντα κατὰ τὸν βίον· ὥστε συμβαίνειν αὐτῷ τὸ εἰρημένον ἐκεῖνο· Οὐαὶ τῷ ἑνὶ, ὅτι ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν. Καὶ αἱ ἐντολαὶ δὲ ὑπὸ μὲν τῶν πλειόνων ἐπὶ τὸ αὐτὸ ῥᾳδίως γίνονται πλείους, ὑπὸ δὲ τοῦ ἑνὸς οὐκέτι· ἐν γὰρ τῇ ἐργασίᾳ τῆς μιᾶς ἐμποδίζεται ἡ ἄλλη. Οἷον, ἐν τῇ ἐπισκέψει τοῦ ἀσθενοῦντος ἡ ὑποδοχὴ τοῦ ξένου, καὶ ἐν τῇ μεταδόσει καὶ κοινωνίᾳ τῶν χρειῶν (καὶ μάλιστα, ὅταν διὰ μακροῦ αἱ διακονίαι γίνωνται), ἡ περὶ τὰ ἔργα σπουδή· ὥστε ἐκ τούτου τὴν μεγίστην καὶ σύντονον πρὸς σωτηρίαν ἐντολὴν ἐλλιμπάνεσθαι· μήτε τοῦ πεινῶντος τρεφομένου, μήτε τοῦ γυμνοῦ περιβαλλομένου. Τίς ἂν οὖν ἕλοιτο τὴν ἀργὴν καὶ ἄκαρπον ζωὴν τῆς ἐγκάρπου καὶ κατ’ ἐντολὴν τοῦ Κυρίου ἐπιτελουμένης προτιμῆσαι; Εἰ δὲ καὶ πάντες, οἱ ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως προσληφθέντες, ἓν σῶμά ἐσμεν, κεφαλὴν ἔχοντες τὸν Χριστόν·
PG 31:930ὁ δὲ καθεὶς ἀλλήλων μέλη, ἐὰν μὴ ἐκ συμφωνίας πρὸς ἑνὸς σώματος ἁρμολογίαν ἐν Πνεύματι ἁγίῳ συναρμοσθῶμεν· ἕκαστος δὲ ἡμῶν τὴν μόνωσιν αἱρῆται, μὴ κατὰ τὸ εὐάρεστον τῷ Θεῷ πρὸς τὸ κοινῇ συμφέρον τῇ οἰκονομίᾳ δουλεύων, ἀλλὰ τὸ ἴδιον τῆς αὐταρεσκείας πάθος πληροφορῶν· πῶς δυνάμεθα ἀπεσχισμένοι καὶ διῃρημένοι σώζειν τὴν τῶν μελῶν πρὸς ἄλληλα σχέσιν τε καὶ ὑπηρεσίαν, ἢ τὴν ὑποταγὴν πρὸς τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ὁ Χριστός; Οὔτε γὰρ τῷ δοξαζομένῳ συγχαίρειν, οὔτε συμπάσχειν δυνατὸν τῷ πάσχοντι, ἐν τῇ διαστάσει τοῦ βίου, οὐ δυναμένου κατὰ τὸ εἰκὸς ἑκάστου γινώσκειν τὰ τοῦ πλησίον. Εἶτα καὶ ἑνὸς μὴ ἐξαρκοῦντος ὑποδέξασθαι πάντα τὰ πνευματικὰ χαρίσματα, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πίστεως, τῆς ἐπιχορηγίας τοῦ Πνεύματος γινομένης, ἐν τῇ τῆς ζωῆς κοινωνίᾳ, τὸ ἑκάστου ἴδιον χάρισμα κοινὸν τῶν συμπολιτευομένων γίνεται. Ὧ μὲν γὰρ δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, ἄλλῳ πίστις, ἄλλῳ προφητεία, ἄλλῳ χαρίσματα ἰαμάτων, καὶ τὰ ἑξῆς· ὧν ἕκαστον οὐ μᾶλλον δι’ ἑαυτὸν ἢ διὰ τοὺς ἄλλους ὁ λαμβάνων ἔχει.
PG 31:931Ὥστε ἀνάγκη ἐν τῷ κοινωνικῷ βίῳ τὴν ἐν τῷ ἑνὶ τοῦ ἁγίου Πνεύματος ἐνέργειαν εἰς πάντας ὁμοῦ διαβαίνειν. Ὁ μὲν οὖν καθ’ ἑαυτὸν ζῶν ἓν τυχὸν ἔχει χάρισμα, καὶ τοῦτο ἄχρηστον ποιεῖ διὰ τῆς ἀργίας, κατορύξας ἐν ἑαυτῷ· ὅπερ ἡλίκον ἔχει κίνδυνον, ἴστε πάντες οἱ ἀνεγνωκότες τὰ Εὐαγγέλια· ἐν δὲ τῇ τῶν πλειόνων συμβιώσει καὶ τοῦ ἰδίου ἀπολαύει, πολυπλασιάζων αὐτὸ τῇ μεταδόσει, καὶ τὰ τῶν ἄλλων ὡς ἑαυτοῦ καρποῦται. Ἔχει δὲ καὶ πλείονα ἡ ἐπὶ τὸ αὐτὸ ζωὴ ἀγαθὰ, ἅπερ οὐ ῥᾴδιον ἐξαριθμεῖσθαι πάντα. Πρός τε γὰρ τὴν τήρησιν τῶν δεδομένων ἡμῖν παρὰ τοῦ Θεοῦ ἀγαθῶν τῆς μονώσεώς ἐστι χρησιμωτέρα, καὶ πρὸς τὴν φυλακὴν τῆς ἔξωθεν ἐπιβουλῆς τοῦ ἐχθροῦ ἀσφαλέστερος ὁ παρὰ τῶν ἐγρηγορότων ἐξυπνισμὸς, εἴποτε ἄρα τῷ ἑνὶ ἀπονυστάξαι συμβαίη ὕπνον ἐκεῖνον τὸν εἰς θάνατον, ὃν ἐδιδάχθημεν παρὰ τοῦ Δαβὶδ ἀπεύχεσθαι ἡμῖν συμβῆναι, λέγοντος· Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον· καὶ τῷ μὲν ἁμαρτάνοντι τῆς ἁμαρτίας ἡ ἀναχώρησις ῥᾴων μᾶλλον, ἐντρεπομένῳ τὴν παρὰ τῶν πλειόνων ἐν συμφωνίᾳ γινομένην κατάγνωσιν, ὥστ’ ἂν ἁρμόσαι αὐτῷ τὸ, Ἀρκετὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων·
PG 31:932τῷ δὲ κατορθοῦντι ἡ πληροφορία πολλὴ ἔν τε τῇ τῶν πολλῶν δοκιμασίᾳ καὶ συγκαταθέσει τοῦ ἔργου. Εἰ γὰρ ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, πολλῷ δηλονότι παγιώτερον ὁ τὸ ἀγαθὸν ἔργον ἐπιτελῶν ἐν τῇ τῶν πλειόνων μαρτυρίᾳ βεβαιωθήσεται. Κίνδυνος δὲ παρέπεται τῇ μοναστικῇ ζωῇ πρὸς τοῖς εἰρημένοις. Πρῶτος μὲν καὶ μέγιστος ὁ τῆς αὐταρεσκείας. Οὐδένα γὰρ ἔχων, ὃς δυνήσεται δοκιμάσαι αὐτοῦ τὸ ἔργον, εἰς τὸ τέλειον οἰήσεται τῆς ἐντολῆς ἐφθακέναι· εἶτα ἀγύμναστον ἀεὶ τὴν ἕξιν κατακλείσας, οὔτε τὰ ὑστερήματα ἑαυτοῦ γνωρίζει, οὔτε τὴν ἐν τοῖς ἔργοις προκοπὴν ἐπιγινώσκει, τῷ πᾶσαν ὕλην τῆς ἐργασίας τῶν ἐντολῶν περιῃρηγέναι. Ἐν τίνι γὰρ τὴν ταπεινοφροσύνην ἐπιδείξεται, μηδένα ἔχων, οὗ ταπεινότερον ἑαυτὸν ἀποδείξει; Ἐν τίνι τὴν εὐσπλαγχνίαν, ἀποτετμημένος τῆς κοινωνίας τῶν πλειόνων; Πρὸς μακροθυμίαν δὲ πῶς ἑαυτὸν γυμνάσει, μηδενὸς ἀνθισταμένου αὐτοῦ τοῖς θελήμασιν;
PG 31:933Εἰ δέ τις λέγει ἀρκεῖσθαι τῇ τῶν θείων Γραφῶν διδασκαλίᾳ πρὸς τὴν κατόρθωσιν τῶν ἠθῶν, ὅμοιον ποιεῖ τῷ μανθάνοντι μὲν τεκταίνειν, μηδέποτε δὲ τεκταίνοντι, καὶ διδασκομένῳ μὲν χαλκευτικὴν, εἰς ἔργον δὲ προάγειν τὰ διδάγματα μὴ αἱρουμένῳ. Πρὸς ὃν εἴποι ἂν ὁ Ἀπόστολος· Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ἰδοὺ γὰρ ὁ Κύριος δι’ ὑπερβολὴν φιλανθρωπίας οὐκ ἠρκέσθη τῇ ἐκ τοῦ λόγου διδασκαλίᾳ μόνον, ἀλλ’ ὥστε ἀκριβῶς καὶ ἐναργῶς ἡμῖν παραδοῦναι τὸ ὑπόδειγμα τῆς ταπεινοφροσύνης ἐν τῇ τελειότητι τῆς ἀγάπης, αὐτὸς περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. Τίνα οὖν ἀπονίψεις; τίνα θεραπεύσεις; τίνος ἔσχατος ἔσῃ, αὐτὸς καθ’ ἑαυτὸν διάγων; Τὸ δὲ καλὸν καὶ τερπνὸν, ἡ τῶν ἀδελφῶν ἐπὶ τὸ αὐτὸ κατοίκησις, ἣν μύρῳ τῆς τοῦ ἀρχιερέως κεφαλῆς ἀποπνέοντι τὸ Πνεῦμα τὸ ἅγιον παρεικάζει, πῶς ἐν τῇ καταμόνας οἰκήσει συμπληρωθήσεται; Στάδιον οὖν ἀθλήσεως, καὶ προκοπῆς εὐοδία, καὶ διηνεκὴς γυμνασία, καὶ μελέτη τῶν τοῦ Κυρίου ἐντολῶν, καὶ ἐπὶ τὸ αὐτὸ κατοίκησίς ἐστι τῶν ἀδελφῶν·
PG 31:934σκοπὸν μὲν ἔχουσα τὴν δόξαν τοῦ Θεοῦ κατ’ ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· χαρακτῆρα δὲ σώζουσα τῶν ἐν ταῖς Πράξεσιν ἱστορουμένων ἁγίων, περὶ ὧν γέγραπται· Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά· καὶ πάλιν· Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά. ΕΡΩΤΗΣΙΣ Η. Περὶ ἀποταγῆς. Εἰ χρὴ πρῶτον ἀποτάσσεσθαι πᾶσι, καὶ οὕτως προσιέναι τῇ κατὰ Θεὸν πολιτείᾳ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πολλὴν καὶ διὰ πλειόνων πραγμάτων ἰσχυρὰν ἀπόδειξιν λέγοντος πρὸς πάντας· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ πάλιν· Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· ἡγούμεθα τὸ παράγγελμα ἐπὶ πλείονα διατείνειν, ὧν ἡ ἀλλοτρίωσις ἀναγκαία.
PG 31:935Καὶ γὰρ τῷ διαβόλῳ πρὸ πάντων ἀποτασσόμεθα, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, οἱ ἀπειπάμενοι τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ συγγενείαις σωματικαῖς, καὶ ἑταιρείαις ἀνθρώπων, καὶ ἔθει βίου μαχομένῳ πρὸς τὴν ἀκρίβειαν τοῦ Εὐαγγελίου τῆς σωτηρίας. Καὶ τὸ τούτων ἀναγκαιότερον, αὐτὸς ἑαυτῷ ἀποτάσσεται ὁ ἀποδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Ἀποτάσσεται δὲ καὶ πάσαις προσπαθείαις τοῦ κόσμου, ἐμποδίζειν τῷ σκοπῷ τῆς εὐσεβείας δυναμέναις. Γονεῖς μὲν οὖν ὁ τοιοῦτος τοὺς ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου γεννήσαντας αὐτὸν ἀληθινοὺς ἡγήσεται, ἀδελφοὺς δὲ τοὺς τὸ αὐτὸ Πνεῦμα τῆς υἱοθεσίας λαβόντας, κτήμασι δὲ πᾶσιν ὡς ἀλλοτρίοις, ὅπερ ἐστὶ, προσέξει. Ἑνὶ δὲ λόγῳ, ᾧ διὰ Χριστὸν ὅλος ὁ κόσμος ἐσταύρωται, καὶ αὐτὸς τῷ κόσμῳ, πῶς ἔτι δύναται εἶναι μέτοχος τῶν μεριμνῶν τοῦ κόσμου; τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄκρον προάγοντος τό τε μῖσος τῆς ψυχῆς καὶ τὴν ἑαυτοῦ ἄρνησιν δι’ ὧν φησιν· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ· καὶ τότε ἐπαγαγόντος· Καὶ ἀκολουθείτω μοι· καὶ πάλιν·
PG 31:936Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. Ὥστε ἡ μὲν τελεία ἀποταγή ἐστιν ἐν τῷ τὸ ἀπροσπαθὲς κατορθῶσαι καὶ πρὸς αὐτὸ τὸ ζῇν, καὶ τὸ ἀπόκριμα τοῦ θανάτου ἔχειν, ὥστε μὴ ἐφ’ ἑαυτῷ πεποιθέναι· ἄρχεται δὲ ἀπὸ τῆς τῶν ἔξωθεν ἀλλοτριώσεως, οἷον, κτημάτων, δόξης ματαίας, συνηθείας βίου, προσπαθείας τῶν ἀνωφελῶν, καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκωβος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὑτῶν Ζεβεδαῖον, καὶ αὐτὸ τὸ πλοῖον τὴν πᾶσαν ἀφορμὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ’ αὐτοῦ τοῦ τελωνείου ἐξαναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνείῳ καταλιπὼν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἤμελλον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας, ἀτελεῖς τοὺς λόγους τοῦ τελωνείου καταλιμπάνοντι. Παύλῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ.
PG 31:937Οὕτως ὁ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν Χριστῷ κατεχόμενος πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύτης ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἰκείων φίλτρον, ὅταν ἐναντιούμενον ᾖ τοῖς τοῦ Κυρίου προστάγμασι (τότε γὰρ καιρὸν ἔχει καὶ τό· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά)· οὐ πρὸς ἀνθρώπινον φόβον, ὥστε δι’ αὐτὸν ὑποσταλῆναί τι τῶν συμφερόντων, ὅπερ κατώρθωσαν οἱ ἅγιοι, εἰπόντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· οὐ πρὸς τὸν ἐπὶ τοῖς καλοῖς παρὰ τῶν ἔξωθεν γέλωτα, ὥστε τῷ φαυλισμῷ αὐτῶν ἡττηθῆναι. Εἰ δέ τις βούλοιτο ἀκριβέστερον καὶ τρανότερον γνωρίσαι τὸν συνεζευγμένον τόνον τῇ ἐπιθυμίᾳ τῶν ἀκολουθούντων τῷ Κυρίῳ, μνημονευσάτω τοῦ Ἀποστόλου διηγουμένου τὰ καθ’ ἑαυτὸν εἰς διδασκαλίαν ἡμετέραν, καὶ λέγοντος· Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον· περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος· ἀλλ’ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.
PG 31:938Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Εἰ γὰρ (ἵνα τι καὶ εἴπω τολμηρὸν μὲν, ἀληθὲς δὲ), εἰ τοῖς ἐκβλητοτάτοις τοῦ σώματος, καὶ ἀποπτύστοις, καὶ ὧν μάλιστα πρὸς τὴν ἀλλοτρίωσιν ἐπειγόμεθα, τούτοις προσείκασεν αὐτὰ τὰ παρὰ Θεοῦ πρὸς καιρὸν δεδομένα νομικὰ προτερήματα, ὡς ἐμπόδια τῆς τοῦ Χριστοῦ γνώσεως, καὶ τῆς ἐν αὐτῷ δικαιοσύνης, καὶ τῆς πρὸς θάνατον αὐτοῦ συμμορφώσεως, τί ἄν τις εἴποι περὶ τῶν ἀνθρώποις νενομισμένων; Καὶ τί χρὴ λογισμοῖς ἡμετέροις καὶ τοῖς τῶν ἁγίων ὑποδείγμασι τὸν λόγον πιστοῦσθαι; ἐξὸν αὐτὰ παραθέσθαι τοῦ Κυρίου τὰ ῥήματα, καὶ δι’ αὐτῶν τὴν ἔμφοβον ψυχὴν δυςωπῆσαι, σαφῶς καὶ ἀναντιῤῥήτως διαμαρτυρομένου ἐν τῷ λέγειν· Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· καὶ ἀλλαχοῦ μετὰ τὸ, Εἰ θέλεις τέλειος εἶναι, πρότερον εἰπόντος· Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ τότε ἐπαγαγόντος τὸ, Δεῦρο, ἀκολούθει μοι.
PG 31:939Καὶ ἡ παραβολὴ δὲ τοῦ ἐμπόρου παντὶ σαφής ἐστι τῷ εὐγνώμονι πρὸς τοῦτο φέρουσα. Ὁμοία γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ, ζητοῦντι καλοὺς μαργαρίτας, ὃς εὑρὼν ἔνα πολύτιμον μαργαρίτην, ἀπελθὼν ἐπώλησε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν. Δῆλον γὰρ, ὅτι ὁ πολύτιμος μαργαρίτης πρὸς τὴν ὁμοίωσιν τῆς ἐπουρανίου βασιλείας παρείληπται, ἣν ἀδύνατον ἡμῖν προσγενέσθαι ὁ τοῦ Κυρίου δείκνυσι λόγος, μὴ πάντα ὁμοῦ τὰ προσόντα ἡμῖν, καὶ πλοῦτον, καὶ δόξαν, καὶ γένος, καὶ εἴ τι ἄλλο τῶν πολλοῖς περισπουδάστων, πρὸς τὴν ἀνταλλαγὴν αὐτῆς προεμένοις. Εἶτα μέντοι καὶ ἀδύνατον πρὸς διαφόρους φροντίδας τοῦ νοῦ μεριζομένου κατορθοῦσθαι τὸ σπουδαζόμενον ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ. Ἕνα οὖν θησαυρὸν τὸν ἐπουράνιον ἡμῖν ἐκλεκτέον, ἵνα ἐν αὐτῷ ἔχωμεν τὴν καρδίαν. Ὅπου γὰρ, φησὶν, ἐστὶν ὁ θησαυρός σου, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται.
PG 31:940Ἐὰν οὖν τι ὑπολειπώμεθα ἑαυτοῖς κτῆμα γήϊνον καὶ περιουσίαν τινὰ φθαρτὴν, ἐνταῦθα τοῦ νοῦ οἷον ἔν τινι βορβόρῳ κατορυγέντος, ἀνάγκη τὴν ψυχὴν ἀθέατον εἶναι Θεοῦ, καὶ πρὸς τὴν ἐπιθυμίαν τῶν ἐπουρανίων καλῶν καὶ τῶν ἀποκειμένων ἡμῖν ἀγαθῶν ἐν ἐπαγγελίαις ἀκίνητον· ὧν τὴν κτῆσιν περιγίνεσθαι ἡμῖν ἀμήχανον, μὴ ἀπερισπάστου καὶ σφοδροτέρου πόθου ἄγοντος ἡμᾶς πρὸς τὴν αὐτῶν αἴτησιν, καὶ τὸν ἐπ’ αὐτοῖς πόνον ἐπικουφίζοντος. Ἔστιν οὖν ἡ ἀποταγὴ, ὡς ὁ λόγος ὑπέδειξε, λύσις μὲν τῶν δεσμῶν τῆς ὑλικῆς ταύτης καὶ προσκαίρου ζωῆς, ἐλευθερία δὲ τῶν ἀνθρωπίνων καθηκόντων, ἐπιτηδειοτέρους κατασκευάζουσα πρὸς τὸ ἀπάρξασθαι τῆς πρὸς Θεὸν ὁδοῦ. Τῆς τῶν πολυτιμήτων κτήσεώς τε καὶ χρήσεως ἀκώλυτος ἀφορμὴ τῶν Ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Καὶ, συνελόντα εἰπεῖν, καρδίας ἀνθρωπίνην πρὸς τὴν ἐν οὐρανῷ πολιτείαν μετάθεσις, ὥστε δύνασθαι λέγειν· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Καὶ, τὸ μέγιστον, ἀρχὴ τῆς πρὸς Χριστὸν ὁμοιώσεως, ὃς δι’ ἡμᾶς ἐπτώχευσε, πλούσιος ὤν· ἣν εἰ μὴ κατορθώσαιμεν, ἀδύνατον ἡμᾶς τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πολιτείας ἐφάψασθαι.
PG 31:941Πότε γὰρ ἢ καρδίας συντριμμὸς, ἢ ταπείνωσις φρονήματος, ἢ θυμοῦ, καὶ λύπης, καὶ φροντίδων, καὶ, συνελόντα εἰπεῖν, τῶν ὀλεθρίων παθῶν τῆς ψυχῆς ἀπαλλαγὴ, ἐν πλούτῳ καὶ μερίμναις βιωτικαῖς, προσπαθείᾳ τε καὶ συνηθείᾳ τῶν ἄλλων κατορθωθῆναι δύναται; Ὅλως δὲ, ᾧ μηδὲ περὶ αὐτῶν τῶν ἀναγκαίων μεριμνᾷν συγχωρεῖται, οἷον τροφῆς, καὶ ἐνδύματος, τούτῳ τίς ἐπιτρέπει λόγος, οἷον ἀκάνθαις συνέχεσθαι πονηραῖς ταῖς μερίμναις τοῦ πλούτου, τῆς παρὰ τοῦ γεωργοῦ τῶν ψυχῶν ἡμῶν ἐγκαταβαλλομένης σπορᾶς τὴν καρποφορίαν ἐμποδιζούσαις; τοῦ Κυρίου ἡμῶν εἰπόντος· Οὗτοι δέ εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπαρέντες, οἳ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν. ΕΡΩΤΗΣΙΣ Θ. Εἰ χρὴ τὸν συναπτόμενον τοῖς τῷ Κυρίῳ ἀνακειμένοις προσαφιέναι ἀδιαφόρως τοῖς ἀγνώμοσι τῶν οἰκείων τὰ αὐτῷ διαφέροντα. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι· καὶ πάλιν· Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην·
PG 31:942λογίζομαι, ὅτι τὸν ἐξερχόμενον ἀπὸ τῶν ἰδίων, σκοπῷ τοιούτῳ, οὐ χρὴ καταφρονητικῶς περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι, ἀλλὰ πειρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰκονομεῖν, ἢ δι’ ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως ἔχῃ, ἢ διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέντων, καὶ ἀπόδειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν ἐστιν οὔτε τὸ προσαφιέναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασιλικῶν κτημάτων ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται πολλάκις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δέ τινι καταπροδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾷν ἐπὶ τῶν ἤδη κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρισιν ὑποστήσεσθαι, χαύνως καὶ ἠμελημένως διατεθέντας· πρὸς τὴν διοίκησιν; Οὐχ ὑποδίκους εἶναι τοῦ κρίματος τῶν ἀμελούντων; κατὰ τὸ γεγραμμένον· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Πανταχοῦ δὲ φυλακτέον ἡμῖν, μὴ, προφάσει μιᾶς ἐντολῆς, ἑτέραν φανῶμεν καταλύοντες.
PG 31:943Οὔτε γὰρ μάχεσθαι, οὔτε συνδιαπληκτίζεσθαι τοῖς ἀγνωμονοῦσιν εὐπρεπὲς ἡμῖν· ἐπείπερ δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ τὸν ἀγνωμονούμενον παρὰ τῶν κατὰ σάρκα συγγενῶν μνημονεύειν χρὴ τοῦ Κυρίου εἰπόντος, ὅτι Οὐκ ἔστιν ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, οὐχ ἁπλῶς, ἀλλ’ ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, ὃς οὐ μὴ λάβῃ ἑκατονταπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. Τοῖς γε μὴν ἀγνωμονοῦσι διαμαρτύρασθαι χρὴ τὴν τῆς ἱεροσυλίας ἁμαρτίαν, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν, καὶ τὰ ἑξῆς. Δικάζεσθαι δὲ περὶ αὐτῶν ἐπὶ δικαστηρίων ἐξωτικῶν ἀπηγόρευσεν ὁ τῆς θεοσεβείας λόγος δι’ ὧν φησι· Τῷ θέλοντί σε κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅτι Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐπὶ τούτων δὲ εἰς κρίσιν προσκαλεσώμεθα, πλείονα λόγον ἔχοντες τῆς τοῦ ἀδελφοῦ σωτηρίας, ἢ τῆς τῶν χρημάτων περιουσίας.
PG 31:944Καὶ γὰρ ὁ Κύριος εἰπὼν, Ἐάν σου ἀκούσῃ, ἐπήγαγεν, Ἐκέρδησας, οὐχὶ τὰ χρήματα, ἀλλὰ τὸν ἀδελφόν σου. Ἔστι δὲ ὅτε ὑπὲρ τοῦ τρανωθῆναι τὴν ἀλήθειαν, αὐτοῦ πολλάκις ἡμᾶς τοῦ τῆς ἀγνωμοσύνης κατάρχοντος εἰς κοινὴν δίαιταν προκαλουμένου, συγκαταβαίνομεν πρὸς τὸν ἔλεγχον, οὐκ αὐτοὶ κατάρξαντες, ἀλλὰ τοῖς προσκαλεσαμένοις ἀκολουθοῦντες, οὐκ ἴδιον πάθος ὀργῆς ἢ φιλονεικίας πληροφοροῦντες, ἀλλὰ τὴν ἀλήθειαν φανεροῦντες. Οὕτω γὰρ κἀκεῖνον καὶ ἄκοντα τῶν κακῶν ἐξαιρήσομεν, καὶ αὐτοὶ τὰς ἐντολὰς οὐ παρελευσόμεθα, ὡς Θεοῦ διάκονοι ἄμαχοι καὶ ἀφιλάργυροι, τῇ φανερώσει τῆς ἀληθείας εὐσταθῶς συνιστάμενοι, καὶ οὐδαμοῦ τὸ δεδομένον μέτρον τῆς σπουδῆς ὑπερβαίνοντες. ΕΡΩΤΗΣΙΣ Ι. Πότερον χρὴ πάντας τοὺς προσιόντας δέχεσθαι, ἢ τίνας; καὶ εὐθὺς αὐτοὺς προσίεσθαι, ἢ μετὰ δοκιμασίας, καὶ ποίας ταύτης; ΑΠΟΚΡΙΣΙΣ. Τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κηρύσσοντος καὶ λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·
PG 31:945οὐκ ἀκίνδυνον ἀπωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι’ ἡμῶν προσιόντας, καὶ ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν ζυγὸν, καὶ τὸ τῶν ἐντολῶν φορτίον, τὸ πρὸς οὐρανὸν ἡμᾶς ἀνακουφίζον, βουλομένους. Οὐ μὴν οὐδὲ ἀνίπτοις ποσὶν ἐπιτρέπειν χρὴ τῆς σεμνότητος ἐπιβαίνειν τῶν διδαγμάτων· ἀλλ’ ὥσπερ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸν προσελθόντα νεανίσκον ἐπηρώτησε περὶ τοῦ προτέρου βίου, καὶ μαθὼν, ὅτι κατώρθωται, τὸ πρὸς τὴν τελείωσιν ἐλλεῖπον ἔτι πληρῶσαι προσέταξε, καὶ τότε ἐπέτρεψεν ἀκολουθεῖν· οὕτω δηλονότι καὶ ἡμᾶς προσήκει τὸν παρελθόντα βίον τῶν προσιόντων καταμανθάνειν· καὶ οἷς μὲν ἤδη τι προκατώρθωται, τὰ τελειότερα τῶν διδαγμάτων παραδιδόναι, τοὺς δὲ ἢ ἐκ βίου πονηροῦ μετατιθεμένους, ἢ ἐκ τῆς ἀδιαφορίας πρὸς τὸν ἀκριβῆ βίον τῆς θεογνωσίας ὁρμήσαντας ἀνακρίνειν χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι· μὴ ἄστατοι, καὶ πρὸς τὰς κρίσεις εὐκίνητοι. Ὕποπτον γὰρ τῶν τοιούτων τὸ εὐμετάθετον, οἳ, πρὸς τὸ μηδὲν ἑαυτοὺς ὠφελῆσαι, ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται, ὀνείδη καὶ ψεύδη, καὶ βλαςφημίας πονηρὰς τοῦ ἔργου ἡμῶν κατέχοντες.
PG 31:946Ἐπεὶ δὲ πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παντοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπόνοις ἀγωνίσμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβάνοντας, ὡς, ἐάν τι βέβαιον παρ’ αὐτοῖς εὕρωμεν, ἀκινδύνως αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἔξω ὄντας, ἀποπέμπεσθαι· ὥστε ἀζήμιον τὴν πεῖραν τῇ ἀδελφότητι γίνεσθαι. Δοκιμάζειν δὲ χρὴ καὶ εἴ τις, ἐν ἁμαρτήμασι προληφθεὶς, ἀνεπαισχύντως ἐξαγορεύει τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ κατήγορος ἑαυτοῦ γίνεται· ὁμοῦ τε καταισχύνων καὶ ἀποποιούμενος τοὺς τῶν πονηρῶν ἔργων ἑαυτοῦ συνεργοὺς, κατὰ τὸν εἰπόντα· Ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· καὶ ἀσφάλειαν ἑαυτῷ εἰς τὸν ἑξῆς βίον κτώμενος, πρὸς τὸ μηκέτι τοῖς ὁμοίοις πάθεσι περιπεσεῖν. Κοινὸς δὲ ἐπὶ πάντων δοκιμασίας τρόπος, εἰ πρὸς πᾶσαν ταπεινοφροσύνην ἀνεπαισχύντως διάκεινται, ὡς καὶ τὰς εὐτελεστάτας δέχεσθαι τέχνας, ἐὰν τὴν ἐκείνων ἐργασίαν χρήσιμον εἶναι ὁ λόγος ἐγκρίνῃ. Καὶ ἐπειδὰν διὰ πάσης ἐξετάσεως ἕκαστος παρὰ τῶν ἐπιστημόνως ἐρευνᾷν.
PG 31:947τὰ τοιαῦτα δυναμένων, ὥσπερ τι σκεῦος εὔχρηστον τῷ Δεσπότῃ, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἕτοιμον ἀποδειχθῇ, συναριθμείσθω τοῖς ἀνατεθεικόσιν ἑαυτοὺς τῷ Κυρίῳ. Μάλιστα δὲ τῷ ἀπό τινος περιφανεστέρου βίου πρὸς τὴν καθ’ ὁμοίωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ταπεινοφροσύνην ἐπειγομένῳ, ὁρίζειν χρή τινα τῶν ἐπονειδίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ ἐπιτηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀνεπαίσχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν. ΕΡΩΤΗΣΙΣ ΙΑ. Περὶ δούλων. ΑΠΟΚΡΙΣΙΣ. Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι ταῖς ἀδελφότησι προσφεύγουσι, νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέντας ἀποπέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ’ ὁμοίωσιν τοῦ μακαρίου Παύλου, ὃς, τὸν Ὀνήσιμον γεννήσας διὰ τοῦ Εὐαγγελίου, ἀνέπεμψε τῷ Φιλήμονι, τὸν μὲν πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως τῷ Κυρίῳ κατορθούμενος βασιλείας οὐρανῶν ἄξιον συνίστησι·
PG 31:948τὸν δὲ παρακαλέσας οὐ μόνον ἀνεῖναι τὴν κατ’ αὐτοῦ ἀπειλὴν, μεμνημένον τοῦ ἀληθινοῦ Κυρίου εἰπόντος, Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν, τῷ γράψαι· Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν. Εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθινοῦ Δεσπότου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζόμενος, ἀγωνίζεσθαι χρὴ, ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον ποιήσαντά τι, ὃ μὴ ἀρέσκει Θεῷ. Κατορθοῦται δὲ ὁ ἀγὼν ἢ ἐν τῷ τὸν δοῦλον ἐκεῖνον καταρτισθῆναι πρὸς ὑπομονὴν τῶν ἐπιφερομένων αὐτῷ παθημάτων, ὑπὲρ τοῦ πειθαρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ, καθὼς γέγραπται, ἢ ἐν τῷ τοὺς ὑποδεξαμένους ἀναδέξασθαι ὡς ἀρέσκει Θεῷ τοὺς ὑπὲρ αὐτοῦ ἐπαγομένους αὐτοῖς πειρασμούς. ΕΡΩΤΗΣΙΣ ΙΒ. Ὅπως χρὴ τοὺς ἐν συζυγίᾳ προσδέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:949Καὶ τοὺς ἐν συζυγίᾳ δὲ γάμου τοιούτῳ βίῳ προςερχομένους ἀνακρίνεσθαι δεῖ, εἰ ἐκ συμφώνου τοῦτο ποιοῦσι κατὰ τὴν διαταγὴν τοῦ Ἀποστόλου ( Τοῦ γὰρ ἰδίου σώματος, φησὶν, οὐκ ἐξουσιάζει )· καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων δέχεσθαι τὸν προσερχόμενον. Τῆς γὰρ πρὸς Θεὸν ὑπακοῆς οὐδὲν προτιμότερον. Εἰ δὲ διαστασιάζοι τὸ ἕτερον μέρος, καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ Ἀπόστολος λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός· καὶ πληρούσθω τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τὰ λοιπὰ, οὐ δύναταί μου εἶναι μαθητής. Τῆς γὰρ πρὸς Θεὸν ὑπακοῆς οὐδὲν προτιμότερον. Ἡμεῖς δὲ ἔγνωμεν ἐν πολλοῖς πολλάκις καὶ διὰ συντόνου προσευχῆς καὶ νηστείας ἀνενδότου τὸν σκοπὸν τῆς ἐν ἀγνείᾳ ζωῆς περιγενόμενον, τοῦ Κυρίου τοὺς μέχρι παντὸς ἀπειθοῦντας καὶ δι’ ἀνάγκης πολλάκις σωματικῆς τῇ συγκαταθέσει τῆς ὀρθῆς κρίσεως ὑπάγοντος. ΕΡΩΤΗΣΙΣ ΙΓ. Ὅτι χρήσιμον τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιωπῆς γυμνάσιον. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:950Ἀγαθὸν δὲ τοῖς εἰσαγομένοις καὶ τὸ διὰ σιωπῆς γυμνάσιον. Ὁμοῦ τε γὰρ ἀπόδειξιν τῆς ἐγκρατείας ἱκανὴν παρέξονται, γλώσσης κρατοῦντες, καὶ ἐν ἡσυχίᾳ συντόνως καὶ ἀμετεωρίστως μαθήσονται παρὰ τῶν ἐπιστημόνως κεχρημένων τῷ λόγῳ, πῶς δεῖ καὶ ἐρωτᾷν, καὶ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἔστι γὰρ καὶ τόνος φωνῆς, καὶ συμμετρία λόγου, καὶ καιροῦ ἐπιτηδειότης, καὶ ῥημάτων ἰδιότης, οἰκεία καὶ διαφέρουσα τοῖς εὐσεβέσιν, ἣν οὐχ οἷόν τε διδαχθῆναι, μὴ τὰ ἐκ τῆς συνηθείας ἀπομαθόντα· τῆς σιωπῆς ὁμοῦ τε λήθην τῶν προτέρων διὰ τῆς ἀργίας ἐμποιούσης, καὶ σχολὴν πρὸς τὴν τῶν ἀγαθῶν μάθησιν παρεχομένης. Ὥστε, ἐὰν μή τις ἢ οἰκεία χρεία πρός τε τὴν ἐπιμέλειαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ πρὸς τὴν ἀπαραίτητον τοῦ ἐν χερσὶν ἔργου ἀνάγκην, ἢ ἐπερώτημά τι τοιοῦτον προςαγόμενον κατεπείγῃ, ἐν σιωπῇ διάγειν, ἐκτὸς δηλονότι ψαλμῳδίας. ΕΡΩΤΗΣΙΣ ΙΔ. Περὶ τῶν ἑαυτοὺς τῷ Θεῷ καθομολογησαμένων, εἶτα τὴν ὁμολογίαν ἀθετεῖν ἐπιχειρούντων. ΑΠΟΚΡΙΣΙΣ. Παραδεχθέντα μέντοι εἰς τὴν ἀδελφότητα τούτων ἕκαστον, εἶτα τὴν ὁμολογίαν ἀθετήσαντα, οὕτω χρὴ ὁρᾶσθαι, ὡς εἰς Θεὸν ἐξαμαρτόντα, ἐφ’ οὗ καὶ εἰς ὂν τὴν ὁμολογίαν τῶν συνθηκῶν κατέθετο.
PG 31:951Ἐὰν δὲ εἰς Θεόν τις, φησὶν, ἁμάρτῃ, καὶ τίς προσεύξεται περὶ αὐτοῦ; Ὁ γὰρ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, εἶτα πρὸς ἄλλον βίον ἀποπηδήσας, ἱερόσυλος γέγονεν, αὐτὸς ἑαυτὸν διακλέψας, καὶ ἀφελόμενος τοῦ Θεοῦ τὸ ἀνάθημα. Οἷς εὔλογόν ἐστι, μηκέτι θύραν τῶν ἀδελφῶν ἀνοίγεσθαι, μηδὲ εἰ κατὰ ψιλήν ποτε πάροδον σκέπης ἕνεκεν ἐπιδημήσειαν. Ὁ γὰρ ἀποστολικὸς κανὼν φανερὸς, κελεύων ἡμᾶς στέλλεσθαι ἀπὸ παντὸς ἀτάκτου, καὶ μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ. ΕΡΩΤΗΣΙΣ ΙΕ. Ἀπὸ ποίας ἡλικίας ἐπιτρέπειν χρὴ καθομολογεῖν ἑαυτοὺς τῷ Θεῷ, καὶ τὴν τῆς παρθενίας ὁμολογίαν πότε βεβαίαν ἡγεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μὲ, καὶ τοῦ Ἀποστόλου ἐπαινοῦντος τὸν ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα μεμαθηκότα, καὶ πάλιν παραγγέλλοντος ἐκτρέφειν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, πάντα καιρὸν, καὶ τὸν τῆς πρώτης ἡλικίας εὔθετον εἶναι πρὸς τὴν τῶν προσιόντων παραδοχὴν δοκιμάζομεν, τὰ μὲν ἔρημα γονέων ἀφ’ ἑαυτῶν προσλαμβανόμενοι, ὥστε γενέσθαι κατὰ τὸν ζῆλον τοῦ Ἰὼβ ὀρφανῶν πατέρας·
PG 31:952τὰ δὲ ὑπὸ γονεῖς ὄντα, παρ’ αὐτῶν ἐκείνων προςαγόμενα, ἐπὶ πολλῶν μαρτύρων δεχόμενοι, ὥστε μὴ δοῦναι ἀφορμὴν τοῖς θέλουσιν ἀφορμήν· ἀλλὰ πᾶν ἄδικον στόμα τῶν λαλούντων καθ’ ἡμῶν βλαςφημίαν ἐπισχεθῆναι. Δέχεσθαι μὲν οὖν χρὴ, κατὰ τοῦτον τὸν λόγον, οὐ μὴν εὐθὺς αὐτὰ, καὶ συναριθμεῖσθαι καὶ συγκαταλέγεσθαι τῷ σώματι προςήκει τῶν ἀδελφῶν, ὥστε μὴ τὰ ἐκ τῆς ἀποτυχίας αὐτῶν ὀνείδη ἐπὶ τὸν βίον τὸν κατ’ εὐσέβειαν ἀναφέρεσθαι· ἀλλ’ ἐκτρέφεσθαι μὲν αὐτὰ ἐν πάσῃ εὐσεβείᾳ ὡς κοινὰ τέκνα τῆς ἀδελφότητος, ἀφωρίσθαι δὲ καὶ οἴκους καὶ δίαιταν τοῖς τε ἄρσεσι τῶν παίδων, καὶ ταῖς θηλείαις, ὡς μήτε παῤῥησίαν, μήτε θάρσος ἄμετρον πρὸς τοὺς πρεσβυτέρους αὐτοῖς ἐγγίνεσθαι, τῷ δὲ σπανίῳ τῆς συντυχίας τὸ πρὸς τοὺς προάγοντας αἰδέσιμον σώζεσθαι· μήτε ἐκ τῶν ἐπιτιμίων τῶν προσαγομένων τοῖς τελειοτέροις ἐν τοῖς παροράμασι τῶν καθηκόντων, εἴποτε ἄρα μετεωρισθῆναι συμβαίη, εὐχέρειαν αὐτοῖς τῶν ἁμαρτημάτων, ἢ ἔπαρσιν πολλάκις κατὰ τὸ λεληθὸς ἐντίκτεσθαι, ὅταν ἐν οἷς αὐτοὶ κατορθοῦσι, πολλάκις τοὺς πρεσβυτέρους ἴδωσι διαπταίοντας.
PG 31:953Διαφέρει γὰρ οὐδὲν τοῦ νηπίου καθ’ ἡλικίαν ὁ ταῖς φρεσὶ νηπιάζων. Ὥστε οὐδὲν θαυμαστὸν καὶ τὰ αὐτὰ πάθη πολλάκις ἐν ἀμφοτέροις εὑρίσκεσθαι. Μήτε μὴν ἐν οἷς διὰ τὴν ἡλικίαν τὸ πρέπον τοῖς πρεσβυτέροις σώζεται, πρὸς ταῦτα τοὺς νέους διὰ τῆς συναναστροφῆς πρὸ καιροῦ ἀπρεπῶς προπετεύεσθαι. Ταύτης τε οὖν τῆς οἰκονομίας ἕνεκεν καὶ τῆς λοιπῆς σεμνότητος διωρίσθαι χρὴ τῶν παίδων καὶ τῶν τελειοτέρων τὴν οἴκησιν. Καὶ ἅμα οὐδὲ θόρυβον ἕξει ὁ οἶκος τῶν ἀσκητῶν ἐν τῇ μελέτῃ τῶν διδαγμάτων ἀναγκαίᾳ οὔσῃ τοῖς νέοις. Ἀλλὰ προςευχαὶ μὲν κοιναὶ καὶ παισὶ καὶ πρεσβυτέροις ἔστωσαν, αἱ κατὰ τὴν ἡμέραν διατετυπωμέναι· τοῖς τε γὰρ παιδίοις ἐθισμὸς ἐκ τοῦ ζήλου τῶν τελειοτέρων πρὸς κατάνυξιν, καὶ τοῖς προάγουσιν οὐ μικρὰ ἐν προσευχαῖς ἡ παρὰ νηπίων βοήθεια· μελέται δὲ ἰδιάζουσαι, καὶ δίαιται κατά τε ὕπνον καὶ ἐγρήγορσιν, καὶ τροφῆς καιρὸν, καὶ μέτρον καὶ ποιότητα παιδίοις πρεπόντως ἀφωρίσθω. Ἐπιτετάχθω δὲ τοῖς τοιούτοις ὁ καθ’ ἡλικίαν προήκων, καὶ τὴν ἐμπειρίαν ὑπὲρ τοὺς ἄλλους ὢν, καὶ μαρτυρίαν ἔχων ἐπὶ μακροθυμίᾳ·
PG 31:954ὥστε πατρικῇ μὲν εὐσπλαγχνίᾳ, λόγῳ δὲ ἐπιστημονικῷ τὰ ἁμαρτήματα τῶν νέων ἐπανορθοῦσθαι, οἰκείας ἑκάστῳ πταίσματι τὰς θεραπείας προσάγοντα, ὥστε τὸ αὐτὸ καὶ ἐπιτίμησιν ἔχειν τοῦ ἁμαρτήματος, καὶ γυμνάσιον ἀπαθείας τῇ ψυχῇ γίνεσθαι. Οἷον, ὠργίσθη πρὸς τὸν ὁμήλικα; τοῦτον θεραπεῦσαι, καὶ ὑπηρετῆσαι αὐτῷ κατὰ ἀναλογίαν τοῦ τολμήματος ἀναγκασθήτω. Ὁ γὰρ πρὸς τὴν ταπείνωσιν ἐθισμὸς οἷον ἐκτέμνει τῆς ψυχῆς τὸ θυμούμενον, τῆς ἐπάρσεως ὡς τὰ πολλὰ ἡμῖν τὴν ὀργὴν ἐμποιούσης. Ἥψατο βρωμάτων παρὰ καιρόν; ἐπὶ πλεῖστον τῆς ἡμέρας ἀπόσιτος ἔστω. Ἀμέτρως ἢ ἀσχημόνως σιτούμενος κατεγνώσθη; κατὰ τὸν καιρὸν τῆς τροφῆς εἰργόμενος τῶν σιτίων, ὁρᾷν τοὺς ἄλλους κατ’ ἐπιστήμην ἐσθίοντας ἀναγκαζέσθω, ὥστε καὶ κολάζεσθαι τῇ ἀποχῇ, καὶ διδάσκεσθαι τὴν σεμνότητα. Λόγον ἀφῆκεν ἀργὸν, ὕβριν εἰς τὸν πλησίον, ψεῦδος, ἄλλο τι τῶν ἀπηγορευμένων; Τῇ τε γαστρὶ καὶ τῇ σιωπῇ σωφρονιζέσθω. Δεῖ δὲ καὶ τὴν τῶν γραμμάτων μελέτην οἰκείαν εἶναι τῷ σκοπῷ·
PG 31:955ὥστε καὶ ὀνόμασιν αὐτοὺς τοῖς ἐκ τῶν Γραφῶν κεχρῆσθαι, καὶ ἀντὶ μύθων τὰς τῶν παραδόξων ἔργων ἱστορίας αὐτοῖς διηγεῖσθαι, καὶ γνώμαις παιδεύειν ταῖς ἐκ τῶν Παροιμιῶν, καὶ ἆθλα μνήμης ὀνομάτων τε καὶ πραγμάτων αὐτοῖς προτιθέναι, ὥστε μετὰ τερπνότητος καὶ ἀνέσεως ἀλύπως αὐτοῖς καὶ ἀπροσκόπως τὸν σκοπὸν διανύεσθαι. Καὶ ἡ προσοχὴ δὲ τῆς διανοίας, καὶ ὁ τοῦ μὴ μετεωρίζεσθαι ἐθισμὸς, εὐκόλως ἂν διὰ τῆς ὀρθῆς ἀγωγῆς τοῖς τοιούτοις ἐγγένοιτο, εἰ παρὰ τῶν ἐπιστατούντων συνεχῶς ἀνακρίνοιντο, ποῦ ἔχουσι τὴν διάνοιαν, καὶ τί στρέφουσιν ἐν τοῖς λογισμοῖς. Τὸ γὰρ ἁπλοῦν τῆς ἡλικίας καὶ ἄδολον, καὶ πρὸς τὸ ψεῦδος ἀνεπιτήδειον, ἐξαγορεύει μὲν εὐκόλως τὰ ἀπόῤῥητα τῆς ψυχῆς· ὑπὲρ δὲ τοῦ μὴ συνεχῶς ἐγκαταλαμβάνεσθαι τοῖς ἀπηγορευμένοις, ὁ τοιοῦτος φεύγοι ἂν τὰς τῶν ἀτόπων ἐννοίας, καὶ συνεχῶς ἑαυτὸν ἐκ τῶν ἀτόπων ἀνακαλέσεται, τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην φοβούμενος. Εὔπλαστον οὖν ἔτι οὖσαν καὶ ἁπαλὴν τὴν ψυχὴν, καὶ ὡς κηρὸν εὔεικτον, ταῖς τῶν ἐπιβαλλομένων μορφαῖς ῥᾳδίως ἐκτυπουμένην, πρὸς πᾶσαν ἀγαθῶν ἄσκησιν εὐθὺς καὶ ἐξ ἀρχῆς ἐνάγεσθαι χρή·
PG 31:956ὥστε τοῦ λόγου προσγενομένου, καὶ τῆς διακριτικῆς ἕξεως προσελθούσης, δρόμον ὑπάρχειν ἐκ τῶν ἐξ ἀρχῆς στοιχείων, καὶ τῶν παραδοθέντων τῆς εὐσεβείας τύπων, τοῦ μὲν λόγου τὸ χρήσιμον ὑποβάλλοντος, τοῦ δὲ ἔθους εὐμάρειαν πρὸς τὸ κατορθοῦν ἐμποιοῦντος. Τότε καὶ τὴν ὁμολογίαν τῆς παρθενίας προσίεσθαι δεῖ, ὡς ἤδη βεβαίαν, καὶ ἀπὸ γνώμης οἰκείας καὶ κρίσεως γινομένην μετὰ τὴν τοῦ λόγου συμπλήρωσιν· μεθ’ ὃν καὶ τιμαὶ, καὶ τιμωρίαι τοῖς ἁμαρτάνουσιν, ἢ τοῖς κατορθοῦσι παρὰ τοῦ δικαίου κριτοῦ κατὰ τὴν τῶν ἔργων ἀξίαν δίδονται. Μάρτυρας δὲ τῆς γνώμης τοὺς προεστῶτας τῶν ἐκκλησιῶν παραλαμβάνειν, ὥστε δι’ αὐτῶν καὶ τὸν ἁγιασμὸν τοῦ σώματος ὥσπερ τι ἀνάθημα τῷ Θεῷ καθιεροῦσθαι, καὶ βεβαίωσιν εἶναι τοῦ γινομένου διὰ τῆς μαρτυρίας. Ἐπὶ στόματος γὰρ, φησὶ, δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Οὕτω γὰρ καὶ ἡ σπουδὴ τῶν ἀδελφῶν τὸ ἀβλασφήμητον ἕξει, καὶ τοῖς ἑαυτοὺς καθομολογησαμένοις Θεῷ, εἶτα ἀθετεῖν ἐπιχειροῦσιν, ἀφορμὴ πρὸς ἀναισχυντίαν οὐχ ὑπολειφθήσεται. Ὁ δὲ μὴ καταδεχόμενος τὸν ἐν παρθενίᾳ βίον, ὡς οὐ δυνάμενος μεριμνᾷν τὰ τοῦ Κυρίου, ἐπὶ τῶν αὐτῶν μαρτύρων ἀπολυέσθω.
PG 31:957Τόν γε μὴν καθομολογησάμενον μετὰ πολλὴν ἀνάκρισιν καὶ ἐπίσκεψιν, ἣν ἐν πλείοσιν ἡμέραις ἐπιτρέπειν αὐτῷ ποιεῖσθαι καθ’ ἑαυτὸν προσήκει, ὡς μὴ δόξαι τι καθ’ ὑπαρπαγὴν παρ’ ἡμῶν γίνεσθαι, οὕτως ἤδη παραδέχεσθαι δεῖ, καὶ ἐναρίθμιον ποιεῖσθαι τῇ ἀδελφότητι, καὶ οἴκου καὶ διαίτης τῆς αὐτῆς τοῖς τελειοτέροις μεθέξοντα. Ὃ δὲ παρέλαθεν ἡμᾶς εἰπεῖν, οὐδὲ νῦν προςθεῖναι ἄκαιρον, ὅτι διὰ τό τινας τῶν τεχνῶν εὐθὺς ἐκ νηπίου ἐπιτηδεύεσθαι δεῖν, ἐπειδὰν ἤδη τινὲς τῶν παίδων ἐπιτηδείως ἔχοντες φανῶσι πρὸς τὴν μάθησιν, τὸ μὲν συνδιημερεύειν αὐτοὺς τοῖς διδασκάλοις τῆς τέχνης οὐκ ἀπαγορεύομεν· νύκτωρ δὲ ἀναγκαίως πρὸς τοὺς ὁμήλικας μεθιστῶμεν, μεθ’ ὧν καὶ τῆς τροφῆς αὐτοῖς ἀναγκαῖον μεταλαμβάνειν. ΕΡΩΤΗΣΙΣ ΙΖ. Ὅτι δεῖ καὶ γέλωτος ἐγκρατῶς ἔχειν. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τὸ παρὰ τοῖς πολλοῖς δὲ παρορώμενον οὐ μετρίας φυλακῆς τοῖς ἀσκουμένοις ἄξιον. Τὸ γὰρ γέλωτι ἀκρατεῖ καὶ ἀσχέτῳ κατέχεσθαι, ἀκρασίας σημεῖον, καὶ τοῦ μὴ κατεσταλμένα ἔχειν τὰ κινήματα, καὶ τοῦ μὴ ἀκριβεῖ λόγῳ τῆς ψυχῆς τὸ χαῦνον καταπιέζεσθαι.
PG 31:958Ἄχρι μὲν γὰρ μειδιάματος φαιδροῦ τὴν διάχυσιν τῆς ψυχῆς ὑποφαίνειν οὐκ ἀπρεπὲς, ὅσον δεῖξαι μόνον τὸ γεγραμμένον· Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει· ἐγκαγχάζειν δὲ τῇ φωνῇ, καὶ ἀναβράζεσθαι ἀπροαιρέτως τὸ σῶμα, οὐ τοῦ κατεσταλμένου τὴν ψυχὴν, οὐδὲ τοῦ δοκίμου, οὐδὲ τοῦ περικρατῶς ἔχοντος ἑαυτοῦ. Τοῦτο εἶδος τοῦ γέλωτος καὶ ὁ Ἐκκλησιαστὴς παραιτούμενος, ὡς περιτρέπον μάλιστα τὸ σταθερὸν τῆς ψυχῆς, φησί· Τῷ γέλωτι εἶπα περιφοράν· καί· Ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων. Καὶ ὁ Κύριος τὰ μὲν ἀναγκαῖα πάθη τῆς σαρκὸς ὑπομείνας φαίνεται, καὶ ὅσα ἀρετῆς μαρτυρίαν φέρει· οἷον κόπον, καὶ τὸν ἐπὶ τοῖς θλιβομένοις ἔλεον· γέλωτι δὲ μηδαμοῦ χρησάμενος, ὅσον ἐκ τῆς τῶν Εὐαγγελίων ἱστορίας, ἀλλὰ καὶ ταλανίζων τοὺς κατεχομένους ὑπ’ αὐτοῦ. Μὴ παρακρουέσθω δὲ ἡμᾶς ἡ ὁμωνυμία τοῦ γέλωτος. Σύνηθες γὰρ τῇ Γραφῇ πολλάκις τὴν χαρὰν τῆς ψυχῆς καὶ τὴν φαιδρὰν ἐπὶ τοῖς ἀγαθοῖς διάθεσιν γέλωτα ὀνομάζειν, ὡς ἡ Σάῤῥα φησί· Γέλωτά μοι ἐποίησεν ὁ Θεός· καὶ τὸ, Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· καὶ τὸ ἐν τῷ Ἰὼβ δὲ κείμενον· Ἀληθινὸν δὲ στόμα ἐμπλήσει γέλωτος.
PG 31:959Ταῦτα γὰρ πάντα ἀντὶ ἱλαρότητος ἐπὶ τῆς κατὰ ψυχὴν ἀγαλλιάσεως εἴληπται τὰ ὀνόματα. Ὥστε ὁ παντὸς πάθους ἀνώτερος, καὶ μηδένα ἐξ ἡδονῆς ἐρεθισμὸν πάσχων, ἢ καὶ προϊέμενος, ἀλλ’ ἐγκρατῶς καὶ ἀνενδότως πρὸς πᾶσαν ἀπόλαυσιν βλαβερὰν διακείμενος, ὁ τέλειός ἐστιν ἐγκρατής· ὁ δὲ τοιοῦτος δηλονότι καὶ πάσης ἀπήλλακται ἁμαρτίας. Ἔστι δὲ ὅτε καὶ αὐτῶν τῶν συγκεχωρημένων καὶ ἀναγκαίων πρὸς τὸ ζῇν ἀφεκτέον, ὅταν ἐπ’ ὠφελείᾳ τῶν ἀδελφῶν ἡμῶν ἡ ἀποχὴ οἰκονομῆται. Ὡς ὁ Ἀπόστολος· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, φησὶν, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Καὶ ἔχων ἐξουσίαν ἐκ τοῦ Εὐαγγελίου ζῇν, οὐκ ἐχρήσατο τῇ ἐξουσίᾳ, ἵνα μὴ ἐγκοπήν τινα δῷ τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Ἔστιν οὖν ἡ ἐγκράτεια ἁμαρτίας ἀναίρεσις, παθῶν ἀπαλλοτρίωσις, σώματος νέκρωσις μέχρι καὶ αὐτῶν τῶν φυσικῶν παθημάτων τε καὶ ἐπιθυμιῶν, ζωῆς πνευματικῆς ἀρχὴ, τῶν αἰωνίων ἀγαθῶν πρόξενος, ἐν ἑαυτῇ τὸ κέντρον τῆς ἡδονῆς ἀφανίζουσα. Ἡδονὴ γάρ ἐστι τὸ μέγα τοῦ κακοῦ δέλεαρ, δι’ ἣν εὐέμπτωτοι μάλιστα πρὸς ἁμαρτίαν ἐσμὲν οἱ ἄνθρωποι· ὑφ’ ἧς πᾶσα ψυχὴ ὡς ὑπ’ ἀγκίστρου πρὸς τὸν θάνατον ἕλκεται.
PG 31:960Ὡς ὅ γε μὴ ἐκθηλυνόμενος, μηδὲ κατακαμπτόμενος ὑπ’ αὐτῆς, διὰ τῆς ἐγκρατείας πᾶσαν φυγὴν ἁμαρτημάτων κατώρθωσεν. Εἰ δὲ τὰ μὲν πλεῖστα ἔφυγεν, ὑφ’ ἑνὸς δὲ κρατεῖται, οὐκ ἐγκρατὴς ὁ τοιοῦτος· ὥσπερ καὶ ὁ ὑφ’ ἑνὸς πάθους σωματικοῦ ἐνοχλούμενος οὐχ ὑγιής· καὶ ὑφ’ ἑνὸς καὶ τοῦ τυχόντος κυριευόμενος οὐκ ἐλεύθερος. Αἱ μὲν οὖν λοιπαὶ ἀρεταὶ, ἐν τῷ κρυπτῷ κατορθούμεναι, ὀλιγάκις διαφαίνονται τοῖς ἀνθρώποις· ἡ δὲ ἐγκράτεια ἀπ’ αὐτῆς τῆς συντυχίας γνώριμον ποιεῖ τὸν ἔχοντα. Ὡς γὰρ τὸν ἀθλητὴν ἡ πολυσαρκία καὶ ἡ εὔχροια χαρακτηρίζει, οὕτω τὸν Χριστιανὸν τὸ κατεσκληκὸς τοῦ σώματος, καὶ ἡ ἐκ τῆς ἐγκρατείας ἐπανθοῦσα ὠχρία δείκνυσιν, ὅτι ἀθλητὴς ὄντως ἐστὶ τῶν ἐντολῶν τοῦ Χριστοῦ· ἐν τῇ ἀσθενείᾳ τοῦ σώματος καταπαλαίων ἑαυτοῦ τὸν ἐχθρὸν, καὶ τὸ δυνατὸν ἐν τοῖς τῆς εὐσεβείας ἄθλοις ἐπιδεικνύμενος, κατὰ τὸ εἰρημένον, ὅτι Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι.
PG 31:961Ὅσον τὸ κέρδος, ὀφθῆναι μόνον τὸν ἐγκρατῆ, μόλις καὶ κατὰ μικρὸν τῶν ἀναγκαίων ἁπτόμενον, καὶ ὡς λειτουργίαν ἐπαχθῆ ὑποτελοῦντα τῇ φύσει, καὶ δυσχεραίνοντα μὲν τῷ καιρῷ τῆς περὶ ταῦτα διατριβῆς, ταχὺ δὲ τῆς τραπέζης ἀποπηδῶντα πρὸς τὴν τῶν ἔργων σπουδήν. Οἶμαι γὰρ ἂν καὶ τοῦ ἀκολάστου περὶ γαστέρα μηδένα λόγον τοσοῦτον τῆς ψυχῆς καθάψασθαι, καὶ πρὸς μεταβολὴν ἐναγαγεῖν, ὅσον καὶ μόνην τὴν συντυχίαν τοῦ ἐγκρατοῦς. Καὶ τοῦτό ἐστιν, ὡς ἔοικε, τὸ εἰς δόξαν Θεοῦ ἐσθίειν καὶ πίνειν· ὥστε καὶ ἐπὶ τῆς τραπέζης λάμπειν τὰ καλὰ ἡμῶν ἔργα πρὸς τὸ δοξασθῆναι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. ΕΡΩΤΗΣΙΣ ΙΗ Ὅτι δεῖ πάντων τῶν παρατιθεμένων ἡμῖν ἀπογεύεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἀναγκαίως μέντοι κἀκεῖνο προσδιωρίσθω, ὅτι πρὸς τὸν ὑπωπιασμὸν τοῦ σώματος ἀπαραίτητον τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς ἡ ἐγκράτεια· Πᾶς γὰρ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται.
PG 31:962Πρὸς δὲ τὸ μὴ συνεμπίπτειν τοῖς ἐχθροῖς τοῦ Θεοῦ τοῖς κεκαυτηριασμένοις τὴν ἰδίαν συνείδησιν, καὶ διὰ τοῦτο ἀπεχομένοις βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ’ εὐχαριστίας τοῖς πιστοῖς, ἅπτεσθαι μὲν ἑκάστου χρὴ, καιροῦ ποτε συνεμπεσόντος, ὅσον ἐνδείκνυσθαι τοῖς ὁρῶσιν, ὅτι πάντα καθαρὰ τοῖς καθαροῖς καὶ ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον· Ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ, καὶ ἐντεύξεως· φυλάςσειν δὲ καὶ οὕτω τὸν τῆς ἐγκρατείας σκοπόν· τοῖς μὲν εὐτελεστέροις καὶ ἀναγκαίοις πρὸς τὸ ζῇν μέχρι τῆς χρείας προσδιατρίβοντα, καὶ ἐν τούτοις τοῦ κόρου τὸ βλαβερὸν ἐκκλίνοντα, τῶν δὲ πρὸς ἡδονὴν καθόλου ἀπεχόμενον. Οὕτω γὰρ καὶ τῶν φιληδόνων τὸ πάθος ἐκκόψομεν, καὶ τοὺς κεκαυτηριασμένους τὴν ἰδίαν συνείδησιν, τό γε ἐφ’ ἡμῖν, θεραπεύσομεν, καὶ ἑαυτοὺς δὲ τῆς ἐν ἑκατέρᾳ ὑπονοίας ἐλευθερώσομεν. Ἵνα τί γὰρ, φησὶν, ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Ἐγκράτεια δείκνυσι τὸν συναποθανόντα Χριστῷ, καὶ νεκρώσαντα ἑαυτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς.
PG 31:963Ταύτην οἴδαμεν σωφροσύνης μητέρα, ὑγείας πρόξενον, τῆς τῶν ἀγαθῶν ἐν Χριστῷ καρποφορίας ἱκανῶς ὑπεξαίρουσαν τὰ ἐμπόδια· εἴπερ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ αἱ ἡδοναὶ τοῦ βίου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Ταύτην καὶ δαίμονες ἀποφεύγουσιν, αὐτοῦ τοῦ Κυρίου διδάξαντος ἡμᾶς, ὅτι Τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. ΕΡΩΤΗΣΙΣ ΙΘ. Τί τὸ μέτρον τῆς ἐγκρατείας. ΑΠΟΚΡΙΣΙΣ. Ἐπὶ μὲν τῶν τῆς ψυχῆς παθῶν ἓν μέτρον ἐγκρατείας, ἡ παντελὴς ἀπαλλοτρίωσις τῶν πρὸς τὴν ὀλεθρίαν ἡδονὴν φερόντων· ἐπὶ δὲ τῶν βρωμάτων, ὥσπερ αἱ χρεῖαι ἄλλαι ἄλλων εἰσὶ, κατά τε ἡλικίας καὶ ἐπιτηδεύματα, καὶ πρὸς τὴν τοῦ σώματος ἕξιν οἰκείως διαιρούμεναι· οὕτω δὴ καὶ τὸ μέτρον τῆς χρήσεως διάφορον, καὶ ὁ τρόπος. Ὥστε ἑνὶ μὲν κανόνι πάντας περιλαμβάνεσθαι τοὺς ἐν τῇ γυμνασίᾳ τῆς εὐσεβείας ἀδύνατον· ἀφορίσαντες δὲ τὸ περὶ τοὺς ὑγιαίνοντας τῶν ἀσκουμένων μέτρον, ἀπὸ τούτου τὴν παραλλαγὴν πρὸς τὰ ἑκάστῳ συμπίπτοντα ἐστοχασμένως γίνεσθαι παρὰ τῶν ἐπιτεταγμένων τὴν οἰκονομίαν ἀφίεμεν.
PG 31:964Οὐδὲ γὰρ τὰ καθέκαστον τῷ λόγῳ περιλαμβάνειν δυνατὸν, ἀλλ’ ὅσα τῆς κοινῆς καὶ καθόλου διδασκαλίας ἤρτηται. Τὴν γὰρ τῶν ἀῤῥώστων παραμυθίαν ἐκ τῶν βρωμάτων, ἢ τὴν τοῦ ἄλλως κεκμηκότος ἐπὶ συντόνοις ἔργοις, ἢ καὶ τὴν τοῦ παρασκευαζομένου πρὸς κάματον, οἷον ὁδοιπορίας, ἤ τινος ἄλλου τῶν ἐπιπόνων, οἱ ἐφεστῶτες πρὸς λόγον ἀεὶ τῆς χρείας οἰκονομήσουσιν, ἑπόμενοι τῷ εἰπόντι, ὅτι Διεδίδοτο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. Οὔτε οὖν καιρὸν τροφῆς τὸν αὐτὸν πᾶσι νομοθετῆσαι δυνατὸν, οὔτε τὸν τρόπον, οὔτε τὸ μέτρον· ἀλλὰ σκοπὸς μὲν κοινὸς ἔστω ἡ τῆς χρείας ἐκπλήρωσις. Τὸ γὰρ ὑπερεμπίπλασθαι τὴν γαστέρα, καὶ καταβαρύνεσθαι ταῖς τροφαῖς, κατάρας ἄξιον, τοῦ Κυρίου εἰπόντος· Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι νῦν· καὶ αὐτὸ δὲ τὸ σῶμα δύσχρηστον πρὸς τὰς ἐνεργείας παρασκευάζει, καὶ πρὸς ὕπνους εὐκατάφορον, καὶ ἑτοιμότερον πρὸς τὰς βλάβας. Οὐ μὴν οὐδὲ τὸ ἡδὺ τέλος ποιεῖσθαι τῆς βρώσεως χρὴ, ἀλλὰ τὴν πρὸς τὸ ζῇν χρείαν, παραιτουμένους τῆς ἡδονῆς τὸ ἀκόλαστον. Τὸ γὰρ δουλεύειν ταῖς ἡδοναῖς οὐδὲν ἕτερόν ἐστιν ἢ Θεὸν ἑαυτοῦ τὴν κοιλίαν ποιεῖν.
PG 31:965Ἐπειδὴ γὰρ τὸ σῶμα ἡμῶν, ἀεὶ κενούμενον καὶ ἀποῤῥέον, τῆς πληρώσεως ἐπιδεῖται (διὸ καὶ φυσικαί εἰσιν αἱ τῆς τροφῆς ὀρέξεις), ὁ ὀρθὸς λόγος τῆς τῶν βρωμάτων χρήσεως τὴν πλήρωσιν τοῦ κενωθέντος πρὸς τὴν τοῦ ζώου σύστασιν ὑπαγορεύει, εἴτε ξηρᾶς εἴτε ὑγρᾶς τροφῆς ἡ ἔνδεια γένοιτο. Ὅπερ ἂν οὖν μέλλῃ ἀπεριεργότερον ἡμᾶς ἀπαλλάσσειν τῆς χρείας, τοῦτο προσενεκτέον. Δηλοῖ δὲ τοῦτο αὐτὸς ὁ Κύριος ἐν οἷς ἐδεξιοῦτο τὰ κεκμηκότα πλήθη πρὸς τὸ μὴ ἐκλυθῆναι ἐν τῇ ὁδῷ, ὡς γέγραπται. Δυνάμενος γὰρ ἐπιτεῖναι τὸ θαυμάσιον ἐν τῇ ἐρήμῳ τῇ ἐπινοίᾳ τῆς πολυτελείας, οὕτω λιτὴν καὶ ἀπέριττον τὴν τροφὴν αὐτοῖς παρεσκεύασεν, ὥστε ἄρτους μὲν κριθίνους εἶναι, καὶ ἰχθύος δὲ μέρος ἐπὶ τῷ ἄρτῳ. Περὶ δὲ ποτοῦ οὐδὲ ἐμνημόνευσεν, ὡς αὐτοφυοῦς πᾶσι καὶ ἀρκοῦντος ταῖς χρείαις τοῦ ὕδατος προκειμένου· πλὴν εἰ μή τινι δι’ ἀῤῥωστίαν βλαβερὸν εἴη τὸ τοιοῦτον ποτὸν, ὡς παραιτητέον κατὰ τὴν συμβουλὴν Παύλου τὴν πρὸς Τιμόθεον. Καὶ πάντα δὲ ὅσα προφανῆ τὴν βλάβην ἔχει παραιτητέα.
PG 31:966Ἀνακόλουθον γὰρ διὰ μὲν τὴν σύστασιν τοῦ σώματος τὰς τροφὰς αἱρεῖσθαι, δι’ αὐτῶν δὲ πάλιν τῶν τροφῶν προσπολεμεῖν τῷ σώματι, καὶ ἐμποδίζειν αὐτῷ πρὸς τὴν τῆς ἐντολῆς ὑπηρεσίαν. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ὑπόδειγμα ἡμῖν ἐστι τοῦ τὴν ψυχὴν ἡμῶν ἐθίζειν φεύγειν τὰ βλαβερὰ, κἂν ἡδονὴν ἔχῃ. Χρὴ μέντοι ἐκ παντὸς τρόπου τὸ εὐποριστότερον προτιμᾷν, ὥστε μὴ προφάσει ἐγκρατείας περιεργάζεσθαι ἡμᾶς τὰ τιμιώτερα, καὶ πολυδάπανα παραρτύοντας διὰ τῶν πολυτιμήτων ἡδυσμάτων τὰ βρώματα· ἀλλὰ τὸ ἐν ἑκάστῃ χώρᾳ εὔληπτον καὶ εὐτελὲς καὶ τοῖς πολλοῖς εἰς χρῆσιν ἕτοιμον, τοῦτο αἱρεῖσθαι, τῶν ἐπεισάκτων μόνοις τοῖς ἀναγκαιοτάτοις πρὸς τὴν ζωὴν κεχρημένους· οἷον ἐλαίῳ, καὶ τοῖς τοιούτοις, καὶ εἴ τι πρὸς τὴν ἀναγκαίαν τῶν ἀσθενούντων παραμυθίαν ἐπιτήδειον, καὶ τοῦτο ἐὰν ὑπάρχῃ ἄνευ πολυπραγμοσύνης καὶ θορύβων καὶ περισπασμῶν περιγενέσθαι. ΕΡΩΤΗΣΙΣ Κ. Τίς ὁ τρόπος τῆς ἐν βρώμασι δεξιώσεως. ΑΠΟΚΡΙΣΙΣ. Ἡ κενοδοξία, καὶ ἡ ἀνθρωπαρέσκεια, καὶ τὸ πρὸς ἐπίδειξίν τι ποιεῖν, ὅλως ἐπὶ παντὸς πράγματος Χριστιανοῖς ἀπηγόρευται·
PG 31:967ὅπου γε καὶ αὐτὴν τὴν ἐντολὴν ὁ πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων καὶ δοξασθῆναι ποιῶν τὸν ἐπ’ αὐτῇ μισθὸν ἀπόλλυσι. Τοῖς δὲ πᾶν εἶδος ταπεινώσεως διὰ τὴν ἐντολὴν τοῦ Κυρίου καταδεξαμένοις μεθ’ ὑπερβολῆς φευκτέος πᾶς κενοδοξίας τρόπος. Ἐπεὶ δὲ τοὺς ἔξωθεν ὁρῶμεν τὸ ταπεινὸν τῆς πενίας αἰσχυνομένους, καὶ ἐπιτηδεύοντας πᾶσαν ἀφθονίαν βρωμάτων καὶ πολυτέλειαν, ὅταν τινὰ τῶν ξένων δέχωνται, φοβοῦμαι μὴ καὶ ἡμῶν κατὰ τὸ λανθάνον τὸ αὐτὸ πάθος ἅψηται, καὶ ἐλεγχθῶμεν ἐπαισχυνόμενοι τὴν ὑπὸ Χριστοῦ μακαριζομένην πτωχείαν. Ὥσπερ οὖν σκεύη ἀργυρᾶ, ἢ καταπετάσματα περιπόρφυρα, ἢ στρωμνὴν μαλακὴν, ἢ ἐπιβλήματα διαφανῆ συμπορίζεσθαι ἔξωθεν οὐκ εὐπρεπὲς ἡμῖν· οὕτως οὐδὲ βρώματα περινοεῖν παρὰ πολὺ τῆς ἡμετέρας διαίτης ἐξηλλαγμένα.
PG 31:968Τὸ γὰρ περιτρέχειν ἡμᾶς διερευνωμένους τὰ μὴ πρὸς τὸ ἀναγκαῖον τῆς χρείας ἐπιζητούμενα, ἀλλὰ πρὸς τὴν ἀθλίαν ἡδονὴν καὶ ὀλεθρίαν κενοδοξίαν περινενοημένα, οὐ μόνον αἰσχρὸν καὶ ἀσύμφωνον τῷ προκειμένῳ ἡμῖν σκοπῷ, ἀλλὰ καὶ βλάβην ἔχον οὐ τὴν τυχοῦσαν, ὅταν οἱ τρυφῶντες, καὶ ταῖς ἡδοναῖς τῆς γαστρὸς τὴν μακαριότητα ὁριζόμενοι, περὶ τὰς αὐτὰς φροντίδας ὁρῶσι καὶ ἡμᾶς στρεφομένους, περὶ ἃς ἐκεῖνοι ἐπτόηνται. Εἰ γὰρ πονηρὸν ἡ τρυφὴ καὶ φευκτὸν, οὐδέποτε ἡμῖν αἱρετή. Οὐδὲν γὰρ τῶν κατεγνωσμένων δύναται εἶναι πρὸς καιρὸν ἐπιτήδειον. Οἱ σπαταλῶντες, καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ τὸν διυλισμένον οἶνον πίνοντες, κατηγοροῦνται ὑπὸ τῆς Γραφῆς. Καὶ διὰ τὴν σπατάλην ἡ χήρα, ζῶσα, τεθνηκέναι λέγεται. Ὁ πλούσιος ἀπεστερήθη τοῦ παραδείσου διὰ τὴν ἐνταῦθα τρυφήν. Τί οὖν ἡμῖν καὶ ταῖς πολυτελείαις; Ἐπεδήμησέ τις τῶν ξένων; Εἰ μὲν ἀδελφὸς, καὶ τὸν αὐτὸν σκοπὸν ἔχων τοῦ βίου, τὴν οἰκείαν τράπεζαν ἐπιγνώσεται. Ἃ γὰρ κατέλιπεν οἴκοι, ταῦτα εὑρήσει παρ’ ἡμῖν. Ἀλλὰ κέκμηκεν ἐκ τῆς ὁδοιπορίας; Τοσοῦτον αὐτῷ προστίθεμεν, ὅσον τὸν κόπον παραμυθήσασθαι. Ἄλλος ἐλήλυθεν ἐκ τοῦ ἔξωθεν βίου;
PG 31:969Μαθέτω διὰ τῶν ἔργων, ὅσα ὁ λόγος αὐτὸν οὐκ ἔπεισε, καὶ λαβέτω τύπον καὶ ὑπογραμμὸν τῆς ἐν τροφαῖς αὐταρκείας. Ἐναπομεινάτω αὐτῷ ὑπομνήματα Χριστιανῶν τραπέζης, καὶ ἀνεπαισχύντου διὰ Χριστὸν πτωχείας. Εἰ δὲ οὐ προσέξει, ἀλλὰ καταγελάσει, δεύτερον ἡμῖν οὐκ ἐνοχλήσει. Ἡμεῖς δὲ, ὅταν τινὰς τῶν πλουσίων ἴδωμεν, οἳ τὴν ἀπόλαυσιν τῶν ἡδέων ἐν τοῖς πρώτοις τῶν ἀγαθῶν τίθενται, μέγα στενάζομεν ἐπ’ αὐτοῖς, ὅτι τῇ ματαιότητι πάντα τὸν βίον προσαναλίσκοντες, καὶ θεοποιήσαντες ἑαυτῶν τὰς ἡδονὰς, ἐν τῇ ζωῇ ταύτῃ τῶν ἀγαθῶν τὸ μέρος ἀπολαμβάνοντες οὐκ αἰσθάνονται, διὰ τῆς ἐνταῦθα τρυφῆς, ἐφ’ ἕτοιμον τὸ πῦρ καὶ τὸν ἐν αὐτῷ καύσωνα πορευόμενοι. Κἂν καιροῦ ποτε τύχωμεν, οὐδὲ πρὸς αὐτοὺς ἐκείνους ταῦτα διεξελθεῖν ὀκνοῦμεν.
PG 31:970Εἰ δὲ μέλλοιμεν καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐνέξεσθαι, καὶ, κατὰ τὴν ὑπάρχουσαν ἡμῖν δύναμιν, καὶ τὰ πρὸς ἡδονὴν ἐπιζητεῖν, καὶ πρὸς ἐπίδειξιν παρασκευάζεσθαι, φοβοῦμαι, μὴ ἃ καταλύομεν, ταῦτα φανῶμεν οἰκοδομοῦντες, καὶ δι’ ὧν ἑτέρους κρίνομεν, ἑαυτοὺς κατακρίνωμεν, ἐσχηματισμένως τῷ βίῳ κεχρημένοι, καὶ ἄλλοτε ἄλλως μεταμορφούμενοι, εἰ μὴ ἄρα καὶ τὰς ἐσθῆτας ἡμῶν διαμείψωμεν, ὅταν τοῖς ὑπερηφάνοις περιτυγχάνωμεν. Εἰ δὲ τοῦτο αἰσχρὸν, πολλῷ αἰσχρότερον διὰ τοὺς τρυφῶντας τὴν τράπεζαν ἡμῶν μετασκευάζεσθαι. Μονότροπός ἐστιν ὁ τοῦ Χριστιανοῦ βίος, ἕνα σκοπὸν ἔχων, τὴν δόξαν τοῦ Θεοῦ. Εἴτε γὰρ ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, φησὶν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος. Πολύτροπος δὲ καὶ ποικίλος ὁ τῶν ἔξωθεν βίος, ἄλλοτε ἄλλως πρὸς τὴν ἀρέσκειαν τῶν ἐντυγχανόντων μεταπλασσόμενος. Ὥστε καὶ σὺ, πλήθει βρωμάτων καὶ περιεργίᾳ πρὸς ἡδονὴν μετασκευάζων τοῦ ἀδελφοῦ σου τὴν τράπεζαν, κατηγορεῖς αὐτοῦ φιληδονίαν, καὶ καταχέεις αὐτοῦ γαστριμαργίας ὀνείδη δι’ ὧν παρασκευάζῃ, ἐλέγχων αὐτοῦ τὴν περὶ ταῦτα ἡδυπάθειαν.
PG 31:971Ἢ οὐχὶ πολλάκις, τὸ εἶδος καὶ τὸν τρόπον τῆς παρασκευῆς θεωρήσαντες, ἐστοχάσμεθα τοῦ προσδοκωμένου, ὅστις ἐστὶν, ἢ ὅπερ ἐστίν; Οὐκ ἐπῄνεσε τὴν Μάρθαν εἰς πολλὴν διακονίαν περισπωμένην ὁ Κύριος· ἀλλὰ, Μεριμνᾷς, καὶ τυρβάζῃ, φησὶ, περὶ πολλά· ὀλίγων δέ ἐστι χρεία, ἢ ἑνός· ὀλίγων μὲν, δηλονότι τῶν πρὸς παρασκευὴν, ἑνὸς δὲ τοῦ σκοποῦ, ὥστε τὴν χρείαν ἐκπληρωθῆναι. Αὐτὸς δὲ ὁ Κύριος ὁποίαν παρέθηκε τοῖς πεντακισχιλίοις τροφὴν οὐκ ἀγνοεῖς. Ἡ δὲ εὐχὴ τοῦ Ἰακὼβ πρὸς τὸν Θεόν· Ἐὰν δῷς μοι, φησὶν, ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι· οὐκ, Ἐὰν τρυφὴν δῷς μοι καὶ πολυτέλειαν. Τί δὲ ὁ σοφώτατος Σολομών; Πλοῦτον δὲ καὶ πενίαν, φησὶ, μή μοι δῷς· σύνταξον δέ μοι τὰ δέοντα, καὶ αὐτάρκη, ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι, καὶ εἴπω· Τίς με ὁρᾷ; ἢ πενόμενος κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ μου· πλοῦτον μὲν εἶναι τὴν πλησμονὴν ὁριζόμενος, πενίαν δὲ τὴν παντελῆ ἀπορίαν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων· διὰ δὲ τῆς αὐταρκείας τὸ ἀνενδεὲς ὁμοῦ καὶ ἀπέριττον τῶν πρὸς τὴν χρείαν δηλῶν. Αὐτάρκεια δὲ ἄλλη ἄλλῳ κατά τε τὴν τοῦ σώματος ἕξιν καὶ τὴν πρὸς τὸ προκείμενον χρείαν.
PG 31:972Τῷ μὲν γὰρ πλείονος τροφῆς καὶ ἰσχυροτέρας χρεία διὰ τὸν κόπον, τῷ δὲ λεπτοτέρας καὶ κουφοτέρας, καὶ καταλλήλου τὰ πάντα διὰ τὴν ἀσθένειαν· κοινῇ δὲ πᾶσιν εὐτελεστέρας καὶ εὐποριστοτέρας. Ἐν παντὶ μέντοι τὸ ἐπιμελὲς καὶ τὸ εὐτράπεζον ἀναγκαῖον, μηδαμοῦ τοὺς ὅρους ἡμῶν τῆς χρείας ὑπερβαινόντων· ἀλλὰ τοῦτο ἔστω τῆς δεξιώσεως πέρας, τὸ παρὰ τῆς ἑκάστου χρείας τῶν ἐπιδημούντων ἐπιζητούμενον. Ὡς χρώμενοι γὰρ, φησὶ, τῷ κόσμῳ τούτῳ, καὶ μὴ παραχρώμενοι. Παράχρησις δέ ἐστιν ἡ ὑπὲρ τὴν χρείαν δαπάνη. Οὐκ ἔχομεν χρήματα; μηδὲ ἔχοιμεν. Οὐ γέμουσιν ἡμῶν αἱ ἀποθῆκαι; Ἐφήμερος γὰρ ἡμῖν ἡ τροφή· διὰ χειρῶν ὁ βίος. Τί οὖν τὴν δεδομένην παρὰ Θεοῦ τροφὴν τοῖς πεινῶσιν εἰς ἡδονὰς τρυφώντων παραναλίσκομεν; ἀμφοτέρωθεν ἁμαρτάνοντες, καὶ τούτοις ἐπιτείνοντες τὰς ἐκ τῆς ἐνδείας θλίψεις, κἀκείνοις τὰς βλάβας τὰς ἐκ τοῦ κόρου. ΕΡΩΤΗΣΙΣ ΚΑ. Πῶς δεῖ περὶ τὰς καθέδρας καὶ τὰς κατακλίσεις ἐν τῷ καιρῷ τῶν ἀρίστων ἢ δείπνων ἔχειν. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:973Ἐπειδὴ πρόσταγμά ἐστι Κυρίου πανταχοῦ πρὸς τὴν ταπείνωσιν ἐθίζοντος ἡμᾶς τὸ καὶ ἐν τοῖς ἀρίστοις κατακλινομένους τὸν ἔσχατον τόπον προκαταλαμβάνειν, ἀνάγκη τὸν πάντα κατ’ ἐντολὴν ποιεῖν ἐσπουδακότα μηδὲ τοῦτο παρορᾷν τὸ πρόσταγμα. Ἂν μὲν οὖν κοσμικοί τινες ἡμῖν συγκατακλίνωνται, ὑπόδειγμα αὐτοῖς πρὸς τὸ μὴ ὑπεραίρεσθαι, μηδὲ τὸ φιλόπρωτον ἐπιζητεῖν, καὶ ἐκ τούτου τοῦ μέρους γίνεσθαι ἡμᾶς προσήκει. Ὅπου δὲ πάντες κατὰ τὸν ἴσον σκοπὸν συνέρχονται, ὥστε ἐν παντὶ καιρῷ τὴν δοκιμὴν τῆς ταπεινοφροσύνης ἑαυτῶν διδόναι, τὸ μὲν προκαταλαμβάνειν τὸν ἔσχατον τόπον κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἑκάστῳ ἐπιβάλλον· τό γε μὴν πάλιν φιλονείκως περὶ τοῦτον συνωθεῖσθαι ἀδόκιμον, ὡς ἀναιρετικὸν τῆς εὐταξίας καὶ θορύβου αἴτιον. Καὶ τὸ πρὸς ἀλλήλους δὲ ἀνενδότως ἔχειν, καὶ ἡ περὶ τούτου μάχη, ὁμοίους ἡμᾶς ποιήσει τοῖς περὶ πρωτείων φιλονεικοῦσι. Διόπερ χρὴ καὶ ἐνταῦθα, τὸ πρέπον ἡμῖν περιεσκεμμένως γνωρίζοντας καὶ σπουδάζοντας, ἐπιτρέπειν τῷ ὑποδεχομένῳ καὶ τὴν τῆς κατακλίσεως τάξιν, καθὰ καὶ ὁ Κύριος ὑπέθετο, τῷ οἰκοδεσπότῃ προσήκειν εἰπὼν τὴν περὶ τούτων διαταγήν.
PG 31:974Οὕτω γὰρ καὶ ἀνεξόμεθα ἀλλήλων ἐν ἀγάπῃ, πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦντες· καὶ οὐ πρὸς ἔνδειξιν τῶν πολλῶν, οὔτε δημοκοπικῶς τὴν ταπεινοφροσύνην ἐπιτηδεύειν διὰ τῆς ἀνενδότου καὶ σφοδρᾶς ἀντιλογίας δείξομεν· μᾶλλον δὲ διὰ τῆς εὐπειθείας τὸ ταπεινὸν κατορθώσομεν. Πλείων γὰρ ἐκ τῆς ἀντιλογίας ἡ τῆς ὑπερηφανίας ἔμφασις, ἢ ἐκ τῆς πρωτοκλισίας, ὅταν ἐκ προστάγματος αὐτὴν καταδεχώμεθα. ΕΡΩΤΗΣΙΣ ΚΒ. Τί τὸ πρέπον ἔνδυμα τῷ Χριστιανῷ. ΑΠΟΚΡΙΣΙΣ. Προλαβὼν ὁ λόγος τήν τε ταπεινοφροσύνην ἀναγκαίαν ἔδειξε, καὶ τὴν λιτότητα, καὶ τὸ ἐν πᾶσιν εὐτελὲς, καὶ ὀλιγοδάπανον, ὡς ὀλίγας ἐκ τῶν σωματικῶν χρειῶν τὰς ἀφορμὰς τῶν περισπασμῶν ἐγγίνεσθαι ἡμῖν. Ἐκείνοις οὖν τοῖς σκοποῖς ἕπεσθαι χρὴ καὶ τὸν περὶ ἐνδύματος λόγον. Εἰ γὰρ πάντων προςήκει ἡμᾶς σπουδάζειν ἐσχάτους εἶναι, καὶ ἐν τούτῳ, δηλονότι, τὸ ἔσχατον προτιμότατον. Ὥσπερ γὰρ οἱ φιλόδοξοι καὶ ἐκ τῆς περιβολῆς τῶν ἐνδυμάτων τὴν δόξαν ἑαυτοῖς θηρῶνται, ἀποβλέπεσθαι καὶ ζηλοῦσθαι ἐπὶ τῇ πολυτελείᾳ τῆς ἐσθῆτος φιλοτιμούμενοι·
PG 31:975οὕτω, δηλονότι, τὸν εἰς ἔσχατον αὑτοῦ τὴν ζωὴν διὰ τῆς ταπεινώσεως καταβαλόντα αἱρεῖσθαι προσήκει καὶ ἐν τούτοις τὸ πάντων ἔσχατον. Ὥσπερ γὰρ ἐν τῷ δημοσίῳ δείπνῳ ἐγκαλοῦνται Κορίνθιοι, ὡς τῇ ἑαυτῶν πολυτελείᾳ καταισχύνοντες τοὺς μὴ ἔχοντας· οὕτω, δηλονότι, καὶ ἐν τῇ κοινῇ καὶ προφανεῖ τῶν ἐνδυμάτων χρήσει ὁ ὑπὲρ τοὺς πολλοὺς σχηματισμὸς οἱονεὶ διὰ τῆς συγκρίσεως καταισχύνει τὸν πένητα. Τοῦ δὲ Ἀποστόλου λέγοντος· Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι, ἐξεταζέτω ἕκαστος ἑαυτὸν, ἡ πρὸς τίνα ὁμοίωσις ἁρμοδιωτέρα ἐστὶ Χριστιανοῖς, τοὺς ἐν τοῖς βασιλείοις οἰκοῦντας, καὶ τὰ μαλακὰ ἠμφιεσμένους, ἢ ἡ πρὸς τὸν ἄγγελον καὶ κήρυκα τῆς τοῦ Κυρίου ἐπιδημίας, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται. Ἰωάννην λέγω, τὸν τοῦ Ζαχαρίου, οὗ τὸ ἔνδυμα ἦν ἐκ τριχῶν καμήλου. Καὶ οἱ πάλαι δὲ ἅγιοι περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι. Τὸν δὲ σκοπὸν τῆς χρήσεως ὑπέβαλεν ὁ Ἀπόστολος, διὰ μιᾶς λέξεως εἰπών· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, ὡς τῆς σκέπης ἡμῶν προσδεομένων μόνης·
PG 31:976οὐκέτι μέντοι καὶ τῆς ποικιλίας, καὶ τοῦ ἀπ’ αὐτῆς καλλωπισμοῦ εἰς τὴν ἀπηγορευμένην περπερίαν ἐκπιπτόντων· ἵνα μή τι χεῖρον λέγω. Ταῦτα γὰρ ὕστερον ἐπεισήχθη διὰ τῆς περιέργου ματαιοτεχνίας τῷ βίῳ. Δήλη δὲ καὶ ἡ πρώτη τῶν σκεπασμάτων χρῆσις, ἣν αὐτὸς ὁ Θεὸς τοῖς ἐπιδεηθεῖσιν ἔδωκεν. Ἐποίησε γὰρ αὐτοῖς, φησὶν, ὁ Θεὸς χιτῶνας δερματίνους. Πρὸς γὰρ τὴν τῶν ἀσχημόνων ἐπικάλυψιν ἐξήρκει καὶ ἡ τοιαύτη τῶν χιτώνων χρῆσις. Ἐπειδὴ δὲ καὶ ἕτερος σκοπὸς συνεισέρχεται, ὁ τοῦ θάλπεσθαι διὰ τῶν σκεπασμάτων, ἀνάγκη ἀμφοτέρων ἐστοχασμένην εἶναι τὴν χρῆσιν, τοῦ τε περιστέλλειν ἡμῶν τὰ ἀσχήμονα, καὶ τοῦ ἀλεξήματα εἶναι πρὸς τὴν τῶν ἀέρων βλάβην. Ἐπεὶ μέντοι καὶ ἐν αὐτοῖς· τούτοις τὰ μὲν ἔστι πολύχρηστα, τὰ δὲ ἥττονα, ἀκόλουθον προτιμᾷν ὅσα ἐπὶ πλείονας ἕλκεσθαι χρείας δύναται, ὥστε μηδὲν τὸν τῆς ἀκτημοσύνης παραβλάπτεσθαι λόγον· καὶ μὴ ἄλλα μὲν εἶναι τὰ πρὸς ἐπίδειξιν ἡμῖν παρεσκευασμένα, ἄλλα δὲ πρὸς τὴν κατ’ οἶκον χρείαν· καὶ ταῦτα πάλιν ἕτερα μὲν τὰ μεθημερινὰ, ἕτερα δὲ τὰ ἐν τῇ νυκτὶ ἐπιβλήματα·
ἀλλὰ ἐπινοεῖν ἑνὸς τοιούτου τὴν κτῆσιν, ὃ πρὸς πάντα ἡμῖν ἐξαρκεῖν δύναται, πρός τε τὴν εὐσχήμονα μεθ’ ἡμέραν περιβολὴν καὶ πρὸς τὴν ἀναγκαίαν ἐν τῇ νυκτί. Ἐκ δὲ τούτου συμβαίνει ἡμᾶς καὶ τῷ σχήματι κοινωνεῖν ἀλλήλοις, καὶ οἱονεὶ χαρακτῆρά τινα ἰδιάζοντα καὶ ἐκ τοῦ ἐνδύματος τῷ Χριστιανῷ ἐπικεῖσθαι. Τὰ γὰρ πρὸς ἕνα σκοπὸν συντείνοντα ὡς τὰ πολλὰ ταυτά ἐστιν ἀλλήλοις. Χρήσιμον δὲ καὶ τὸ ἐκ τῆς ἐσθῆτος ἰδίωμα προκηρυττούσης ἕκαστον, καὶ προδιαμαρτυρομένης τὸ ἐπάγγελμα τῆς κατὰ Θεὸν ζωῆς· ὥστε ἀκόλουθον καὶ τὴν πρᾶξιν παρὰ τῶν συντυγχανόντων ἡμῖν ἀπαιτεῖσθαι. Οὐ γὰρ ὁμοίως τὸ ἀπρεπὲς καὶ ἄσχημον ἐν τοῖς τυχοῦσι καὶ ἐν τοῖς μεγάλα ὑπισχνουμένοις διαφαίνεται. Δημότην μὲν γὰρ, ἤ τινα τῶν τυχόντων διδόντα πληγὰς ἢ λαμβάνοντα δημοσίᾳ, καὶ φωνὰς ἀπρεπεῖς ἀφιέντα, καὶ ἐν καπηλείοις διαιτώμενον, καὶ ἄλλα παραπλήσια τούτοις ἀσχημονοῦντα, οὐκ ἄν τις ῥᾳδίως οὐδὲ παρατηρήσειεν, ἀκόλουθα εἶναι τῇ ὅλῃ προαιρήσει τοῦ βίου καταδεχόμενος τὰ γινόμενα·
PG 31:977τὸν δὲ ἐν ἐπαγγέλματι ἀκριβείας, κἂν τὸ τυχὸν παρίδῃ τῶν καθηκόντων, πάντες ἐπιτηροῦσι, καὶ ἀντ’ ὀνείδους αὐτῷ προφέρουσι, ποιοῦντες τὸ εἰρημένον ὅτι, Στραφέντες ῥήξουσιν ὑμᾶς. Ὥστε οἱονεὶ παιδαγωγία τίς ἐστι τοῖς ἀσθενεστέροις, πρὸς τὸ καὶ ἄκοντας αὐτοὺς ἀπὸ τῶν φαύλων εἴργεσθαι, ἡ διὰ τοῦ σχήματος ἐπαγγελία. Ὡς οὖν ἐστί τι στρατιώτου ἴδιον ἐν τῷ ἐνδύματι, καὶ ἄλλο τοῦ συγκλητικοῦ, καὶ ἄλλο ἄλλου, ἀφ’ ὧν εἰκάζεται αὐτῶν, ὡς ἐπὶ τὸ πλεῖστον, τὰ ἀξιώματα, οὕτως εἶναί τινα καὶ Χριστιανοῦ ἰδιότητα καὶ ἀπὸ τῆς ἐσθῆτος εὐπρεπὲς καὶ ἀκόλουθον σώζουσαν τὴν ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένην κοσμιότητα· ποτὲ μὲν τὸν ἐπίσκοπον κόσμιον εἶναι διοριζομένου, ποτὲ δὲ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ εἶναι διατασσομένου, τοῦ κοσμίου δηλονότι κατὰ τὸν ἴδιον τοῦ Χριστιανισμοῦ σκοπὸν νοουμένου. Ὁ αὐτὸς δέ μοι λόγος καὶ περὶ ὑποδημάτων ἐστίν· ὥστε τὸ ἀπερίεργον καὶ εὐποριστότερον, καὶ πρὸς τὸν σκοπὸν τῆς χρείας ἀρκοῦν, τοῦτο αἱρετὸν εἶναι ἐν ἑκάστῳ καιρῷ. ΕΡΩΤΗΣΙΣ ΚΓ. Περὶ τῆς ζώνης. ΑΠΟΚΡΙΣΙΣ. Τὴν δὲ τῆς ζώνης χρείαν δηλοῦσιν ἀναγκαίαν οὖσαν καὶ οἱ προλαβόντες ἅγιοι·
PG 31:978Ἰωάννης μὲν δερματίνῃ ζώνῃ περισφίγγων ἑαυτοῦ τὴν ὀσφὺν, καὶ Ἠλίας ἔτι πρότερον. Γέγραπται γὰρ, ὥσπερ ἰδίωμά τι τοῦ ἀνδρὸς, τὸ, Ἀνὴρ δασὺς, καὶ ζώνη δερματίνη περὶ τὴν ὀσφὺν αὐτοῦ. Καὶ Πέτρος δὲ ζώνῃ κεχρημένος δείκνυται, ὡς δῆλον ἐκ τῶν τοῦ ἀγγέλου ῥημάτων πρὸς αὐτὸν λέγοντος· Ζῶσαι, καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Καὶ ὁ μακάριος Παῦλος ἐκ τῆς τοῦ Ἀγάβου προφητείας τῆς εἰς αὐτὸν φαίνεται κεχρημένος ζώνῃ. Τὸν γὰρ ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσι, φησὶν, ἐν Ἱεροσολύμοις. Καὶ ὁ Ἰὼβ δὲ παρὰ τοῦ Κυρίου ζώσασθαι προςτάσσεται. Ὡς γὰρ ἀνδρείας τινὸς, καὶ τῆς πρὸς τὰ ἔργα ἑτοιμασίας σύμβολον, Ζῶσαι, φησὶν, ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ δῆλον, ὅτι πᾶσι τοῖς μαθηταῖς τοῦ Κυρίου συνήθης ἦν ἡ τῆς ζώνης χρῆσις, οἷς ἀπηγόρευτο μὴ ἔχειν χαλκὸν εἰς τὰς ζώνας. Ἄλλως τε καὶ μέλλοντα αὐτουργήσειν ἀνάγκη εὐσταλῆ καὶ ἀνεμπόδιστον εἶναι πρὸς τὰς κινήσεις. Ὥστε καὶ ζώνης αὐτῷ χρεία, δι’ ἧς προσταλήσεται τῷ σώματι ὁ χιτών· καὶ μᾶλλόν γε αὐτὸν θάλψει περιπτυσσόμενος πανταχόθεν, καὶ τὸ ἀκώλυτον αὐτῷ πρὸς τὰς κινήσεις παρασκευάσει.
PG 31:979Ἐπεὶ καὶ ὁ Κύριος, ὅτε εἰς τὴν διακονίαν τῶν μαθητῶν παρεσκευάζετο, λαβὼν λέντιον διέζωσεν ἑαυτόν. Περί γε μὲν τοῦ πλήθους τῶν ἐνδυμάτων οὐδὲν δεόμεθα λέγειν, ἱκανῶς ἡμῖν ἐν τῷ περὶ ἀκτημοσύνης λόγῳ προεξητασμένου τούτου. Εἰ γὰρ ὁ ἔχων δύο χιτῶνας προστάσσεται μεταδοῦναι τῷ μὴ ἔχοντι, δηλονότι ἡ τῶν πλειόνων ἑαυτοῦ ἕνεκεν κτῆσις ἀπηγορευμένη ἐστίν. Οἷς οὖν τὸ ἔχειν δύο χιτῶνας ἀπαγορεύεται, τούτοις περὶ τῆς χρήσεως τί προσήκει νομοθετεῖν· ΕΡΩΤΗΣΙΣ ΚΔ. Τούτων ἱκανῶς ἡμῖν παραδεδομένων, ἀκόλουθον ἂν εἴη μαθεῖν ἡμᾶς περὶ τοῦ τρόπου τῆς μετ’ ἀλλήλων διαγωγῆς ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου λέγοντος, Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, ἐκείνην λογιζόμεθα εὐσχήμονα εἶναι διαγωγὴν καὶ εὔτακτον ἐν τῇ συναφείᾳ τῶν πιστῶν, ἐν ᾗ ὁ τῶν μελῶν τοῦ σώματος διασώζεται λόγος· ὥστε τὸν μέν τινα ὀφθαλμοῦ ἐπέχειν δύναμιν τὸν ἐπιμέλειαν τὴν κοινὴν πεπιστευμένον ἔν τε τῇ δοκιμασίᾳ τῶν γεγενημένων καὶ ἐν τῇ προθεωρίᾳ καὶ διασκέψει τῶν γενησομένων τὸν δὲ ἀκοῆς ἢ χειρὸς ἔν τε τῇ ἀκροάσει καὶ ἐν τῇ ἐνεργείᾳ τῶν ἐπιβαλλόντων, καὶ καθεξῆς ἕκαστον ἑκάστου.
PG 31:980Εἰδέναι οὖν χρὴ, ὅτι, ὥσπερ ἐν τοῖς μέλεσιν οὐκ ἀκίνδυνόν ἐστιν ἑκάστῳ μέλει τὸ τῶν ἐπιβαλλόντων ἀμελεῖν, ἢ τὸ μὴ κεχρῆσθαι τῷ ἑτέρῳ πρὸς ὃ γέγονεν ὑπὸ τοῦ δημιουργήσαντος Θεοῦ (εἴτε γὰρ ἡ χεὶρ, ἢ ὁ ποῦς μὴ πείθοιτο τῇ ὁδηγίᾳ τοῦ ὀφθαλμοῦ, ἡ μὲν ὀλεθρίων ἐπὶ διαφθορᾷ τοῦ παντὸς ἐξ ἀνάγκης ἐφάψεται, ὁ δὲ προσκόψει, ἢ καὶ κατὰ κρημνοὺς ἐνεχθήσεται· εἴτε ὁ ὀφθαλμὸς καμμύσειεν, ὥστε μὴ βλέπειν, ἀνάγκη καὶ αὐτὸν συνδιαφθείρεσθαι τοῖς ἄλλοις μέλεσι πάσχουσι τὰ εἰρημένα)· οὕτως οὐδὲ τῷ ἐφεστῶτι ἀκίνδυνος ἡ ἀμέλεια ὑπὲρ πάντων κρινομένῳ, οὔτε τῷ ὑπακούοντι τὸ δυσπειθὲς ἀβλαβὲς καὶ ἀζήμιον· περισσοτέρως δὲ ἐπικίνδυνον καὶ ἑτέρους σκανδαλίζοντι. Ἀλλ’ ἕκαστος οὖν, ἐν τῷ ἰδίῳ τόπῳ τῆς μὲν σπουδῆς τὸ ἄοκνον ἐπιδεικνύμενος, καὶ πληρῶν τὸ τοῦ Ἀποστόλου παράγγελμα λέγοντος· Τῇ σπουδῇ μὴ ὀκνηροὶ, τῆς προθυμίας ἔχει τὸν ἔπαινον· ἐπὶ δὲ τῇ ἀμελείᾳ τὰ ἐναντία, δηλονότι τὸν ταλανισμὸν καὶ τὸ οὐαί. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. ΕΡΩΤΗΣΙΣ ΚΕ. Ὅτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγχοντι τοὺς ἁμαρτάνοντας. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:981Διόπερ ὁ τὴν κοινὴν φροντίδα πεπιστευμένος, ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου, οὕτω διακείσθω· εἰδὼς, ὅτι, ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ προειπόντος αὐτῷ τὸ δικαίωμα τοῦ Θεοῦ, ἢ ἐμπεσὼν ἐπιμένῃ, μὴ διδαχθεὶς τὸν τρόπον τῆς διορθώσεως, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζηθήσεται, καθὼς γέγραπται· καὶ μάλιστα, ἐὰν μὴ δι’ ἄγνοιαν παρίδῃ τι τῶν ἀρεσκόντων Θεῷ, ἀλλὰ διὰ κολακείαν συμπεριφερόμενος τοῖς ἑκάστου κακοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ· Οἱ γὰρ μακαρίζοντες ὑμᾶς, φησὶ, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Διόπερ, ἵνα μὴ τοῦτο πάθωμεν, ἀκολουθητέον ἡμῖν τῷ ἀποστολικῷ κανόνι ἐπὶ τῆς πρὸς τοὺς ἀδελφοὺς ὁμιλίας. Οὔτε γάρ ποτε, φησὶν, ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε· οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε ἀπ’ ἄλλων. Ὁ τοίνυν τούτων τῶν παθῶν καθαρεύων, τάχ’ ἂν τὴν ὁδηγίαν ἀπλανῆ, ἑαυτῷ τε ἔμμισθον καὶ τοῖς ἑπομένοις σωτήριον ἐκτελέσειεν.
PG 31:982Ὁ γὰρ μὴ διά τινας τιμὰς ἀνθρωπίνας μήτε τὸ ἀπρόσκρουστον τοῖς ἁμαρτάνουσιν ὑπὲρ τοῦ ἡδὺς αὐτοῖς εἶναι καὶ κεχαρισμένος ἐπιτηδεύων, ὄντως ἐν ἀγάπῃ, μετὰ παῤῥησίας πρεσβεύσει τὸν λόγον ἀκαπηλεύτως καὶ εἰλικρινῶς, μὴ αἱρούμενος ἐν μηδενὶ δολοῦν τὴν ἀλήθειαν· ὥστε ἁρμόσαι αὐτῷ καὶ τὰ ἑξῆς εἰρημένα· Ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς, ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Ὁ δὲ μὴ οὕτως ἔχων ὁδηγός ἐστι τυφλὸς, ἑαυτόν τε κατακρημνίζων, καὶ τοὺς ἑπομένους συνεπαγόμενος. Ὅσον μὲν οὖν ἐστι κακὸν ἀντὶ ὁδηγίας πλάνης αἴτιον τῷ ἀδελφῷ γενέσθαι, συνορᾷν ἔξεστιν ἐκ τῶν εἰρημένων. Σημεῖον δέ ἐστι τοῦτο τοῦ καὶ τὴν ἐντολὴν τῆς ἀγάπης ἀκατόρθωτον εἶναι· οὐδεὶς γὰρ πατὴρ περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον καταπίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν ἐναφίησι τῷ πτώματι. Πόσον δὲ δεινότερον ψυχὴν εἰς βάθος κακῶν ἐμπίπτουσαν ἐναφεθῆναι τῇ ἀπωλείᾳ, τί δεῖ καὶ λέγειν;
PG 31:983Ὑπεύθυνος οὖν ἐστι τῇ ἀδελφότητι ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, καὶ μεριμνᾷν τὰ πρὸς σωτηρίαν ἑκάστου, ὡς λόγον ἀποδώσων· μεριμνᾷν δὲ ἐπὶ τοσοῦτον, ὡς καὶ μέχρι θανάτου τὴν ὑπὲρ αὐτῶν σπουδὴν ἐπιδείκνυσθαι, οὐ μόνον κατὰ τὸν κοινὸν πρὸς πάντας τῆς ἀγάπης τοῦ Κυρίου λόγον, Ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ, ἀλλὰ κατὰ τὸν ἴδιον τοῦ εἰπόντος· Ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. ΕΡΩΤΗΣΙΣ Κ. Περὶ τοῦ πάντα καὶ τὰ κρυπτὰ τῆς καρδίας ἀνατίθεσθαι τῷ προεστῶτι. ΑΠΟΚΡΙΣΙΣ. Δεῖ δὲ καὶ τῶν ὑποτεταγμένων ἕκαστον, εἴ γε μέλλοι ἀξιόλογον προκοπὴν ἐπιδείκνυσθαι, καὶ ἐν ἕξει τῆς κατὰ τὰ προστάγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ζωῆς γενέσθαι, μηδὲν μὲν ψυχῆς κίνημα ἀπόκρυφον φυλάσσειν παρ’ ἑαυτῷ, μηδένα δὲ λόγον ἀβασανίστως προί̈εσθαι, ἀλλ’ ἀπογυμνοῦν τὰ κρυπτὰ τῆς καρδίας τοῖς πεπιστευμένοις τῶν ἀδελφῶν εὐσπλάγχνως καὶ συμπαθῶς ἐπιμελεῖσθαι τῶν ἀσθενούντων. Οὕτω γὰρ τὸ μὲν ἐπαινετὸν βεβαιοῦται, τὸ δὲ ἀδόκιμον τῆς προσηκούσης θεραπείας ἀξιωθήσεται·
PG 31:984ἔκ τε τῆς τοιαύτης συνασκήσεως διὰ τῆς κατὰ μικρὸν προσθήκης ἡ τελείωσις ἡμῖν προσγενήσεται. ΕΡΩΤΗΣΙΣ ΚΖ. Ὅτι δεῖ καὶ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ τῶν προεχόντων ἐν τῇ ἀδελφότητι, εἴποτε σφαλῇ. ΑΠΟΚΡΙΣΙΣ Ὥσπερ δὲ ὁ προεστὼς ὑπεύθυνός ἐστιν ὁδηγεῖν εἰς πάντα τὴν ἀδελφότητα, οὕτω πάλιν καὶ τοῖς λοιποῖς ἐπιβάλλει, ἄν ποτε ὑποπτευθῇ τι περὶ τὸν προεστῶτα πλημμέλημα, ὑπομιμνήσκειν αὐτόν. Ὥστε δὲ μὴ λυθῆναι τὴν εὐταξίαν, τοῖς προέχουσι τήν τε ἡλικίαν καὶ τὴν σύνεσιν ἐπιτρέπειν χρὴ τὴν ὑπόμνησιν. Ἐὰν μὲν οὖν ᾖ τι διορθώσεως ἄξιον, τόν τε ἀδελφὸν ὠφελήσαμεν, καὶ ἑαυτοὺς δι’ ἐκείνου, τὸν οἱονεὶ κανόνα τοῦ ἡμετέρου βίου ὄντα, καὶ τῇ ἑαυτοῦ ὀρθότητι τὸ ἐνδιάστροφον ἡμῶν διελέγχειν ὀφείλοντα πρὸς τὸ εὐθὺ καταρτίσαντες· ἐὰν δὲ μάτην τινὲς ἐπ’ αὐτῷ ταραχθῶσι πληροφορηθέντες διὰ τῆς φανερώσεως τῶν οὐ μετ’ ἀληθείας ὑποπτευθέντων, τῆς ἐπ’ αὐτῷ διακρίσεως ἀπαλλάςσονται. ΕΡΩΤΗΣΙΣ ΚΗ. Πῶς χρὴ διακεῖσθαι τοὺς πάντας περὶ τὸν ἀπειθῆ. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:985Τῷ μέντοι ὀκνηρῶς διακειμένῳ πρὸς τὴν ὑπακοὴν τῶν ἐντολῶν τοῦ Κυρίου πρῶτον μὲν συμπάσχειν πάντας χρὴ ὡς νενοσηκότι μέλει, καὶ ταῖς ἰδίαις παραινέσεσι τὸν προεστῶτα πειρᾶσθαι αὐτοῦ τὴν ἀῤῥωστίαν ἐπανορθοῦσθαι· ἐπιμένοντα δὲ τῇ ἀπειθείᾳ καὶ τὴν διόρθωσιν μὴ δεχόμενον ἐμβριθέστερον ἐλέγχειν ἐπὶ πάσης τῆς ἀδελφότητος, καὶ μετὰ πάσης παρακλήσεως προσάγειν αὐτῷ τὰς ἰατρείας· μὴ ἐντρεπόμενον δὲ μετὰ πολλὴν νουθεσίαν, μηδὲ ἰώμενον ἑαυτὸν ἐν τοῖς ἔργοις, ὡς αὐτὸν ἑαυτοῦ λυμεῶνα ὄντα, κατὰ τὴν παροιμίαν, μετὰ πολλῶν μὲν δακρύων καὶ θρήνων, ὅμως δ’ οὖν ὡς διεφθαρμένον μέλος καὶ παντελῶς ἄχρηστον, κατὰ τὴν τῶν ἰατρῶν μίμησιν, τοῦ κοινοῦ σώματος ἀποκόπτειν. Καὶ γὰρ κἀκεῖνοι, ὅπερ ἂν εὕρωσι τῶν μελῶν ἀνιάτῳ πάθει προειλημμένον, ὡς μὴ ἐπὶ πολὺ χυθῆναι τὴν βλάβην κατὰ τὸ συνεχὲς τὰ παρακείμενα διαφθείρουσαν, τομαῖς καὶ καύσεσιν ἐξαιρεῖν εἰώθασιν. Ὅπερ καὶ ἡμῖν ἐπὶ τῶν ἐχθραινόντων ἢ ἐμποδιζόντων ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐξ ἀνάγκης ἐστὶ ποιεῖν, κατὰ τὸ πρόσταγμα αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ.
PG 31:986Ἡ γὰρ ἐπὶ τῶν τοιούτων φιλανθρωπία παραπλησία ἐστὶ τῇ ἀπαιδεύτῳ χρηστότητι τοῦ Ἠλεὶ, ᾗπερ ἐπὶ τῶν υἱῶν παρὰ τὸ ἀρέσκον τῷ Θεῷ χρησάμενος ἐλέγχεται. Προδοσία οὖν ἐστι τῆς ἀληθείας, καὶ ἐπιβουλὴ τοῦ κοινοῦ, καὶ ἐθισμὸς πρὸς ἀδιαφορίαν κακῶν, ἡ πρὸς τοὺς πονηρευομένους ἐσχηματισμένη χρηστότης, μηκέτι μὲν γινομένου τοῦ γεγραμμένου· Διὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; συμβαίνοντος δὲ ἐξ ἀνάγκης τοῦ ἐπιφερομένου, ὅτι Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Τοὺς δὲ ἁμαρτάνοντας, φησὶν ὁ Ἀπόστολος, ἐνώπιον πάντων ἔλεγχε· καὶ τὴν αἰτίαν εὐθὺς ἐπάγει, λέγων· Ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὅλως δὲ ὁ μὴ καταδεχόμενος τὴν παρὰ τοῦ προεστῶτος θεραπείαν προσαγομένην αὐτῷ ἀσύμφωνός ἐστι καὶ αὐτὸς ἑαυτῷ. Εἰ γὰρ ὑποταγῆναι οὐ καταδέχεται, καὶ τὸ ἑαυτοῦ θέλημα ἐκδικεῖ, τί καὶ ἐστὶ μετ’ αὐτοῦ; τί καὶ προστάτην αὐτὸν τῆς ἑαυτοῦ ζωῆς ἐπιγράφεται;
PG 31:987Καταδεξάμενος δὲ ἅπαξ ἐγκαταλεγῆναι τῷ σώματι τῆς ἀδελφότητος, ἐὰν κριθῇ σκεῦος γενέσθαι ὑπουργικὸν, κἂν ὑπὲρ δύναμιν τὸ ἐπίταγμα εἶναι δοκῇ, ἐπιῤῥίψας τὸ κρῖμα τῷ παρὰ δύναμιν ἐπιτάσσοντι, τὸ εὐπειθὲς καὶ ὑπήκοον ἄχρι θανάτου ἐπιδεικνύσθω, μεμνημένος τοῦ Κυρίου, ὅτι ἐγένετο Ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τὸ δὲ ἀφηνιάζειν, καὶ ἀντιλέγειν, πολλῶν κακῶν ἀπόδειξιν ἔχει, πίστεως νόσον, ἐλπίδος ἐνδοιασμὸν, ὄγκον τε καὶ ὑπερηφανίαν ἤθους. Οὔτε γὰρ ἀπειθεῖ τις μὴ πρότερον καταγνοὺς τοῦ συμβουλεύσαντος, οὔτε μὴν ὁ πιστεύων ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ, καὶ βεβαίαν ἔχων ἐπ’ αὐταῖς τὴν ἐλπίδα, κἂν ἐπίπονα ᾖ τὰ προςτεταγμένα, ἀποκνήσει ποτὲ πρὸς αὐτά· εἰδὼς, Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι. Καὶ ὁ πεπεισμένος, ὅτι ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, πλείονα προθυμίαν ἐπιδείκνυται τῆς τοῦ ἐπιτάξαντος προσδοκίας, εἰδὼς ὅτι, Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται. ΕΡΩΤΗΣΙΣ ΚΘ. Περὶ τοῦ μετὰ ἐπάρσεως ἣ γογγυσμοῦ ἐργαζομένου. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:988Τοῦ μέντοι γογγύσαντος ἢ ἐπὶ ἐπάρσει ἐφευρεθέντος δεῖ τὴν ἐργασίαν μὴ καταμίγνυσθαι τῇ παρὰ τῶν ταπεινῶν τῇ καρδίᾳ καὶ συντετριμμένων τῷ πνεύματι γινομένῃ ἐργασίᾳ, καὶ ὅλως μὴ ἀναλίσκεσθαι παρὰ τοῖς εὐλαβέσι. Διότι τὸ ὑψηλὸν ἐν ἀνθρώποις βδέλυγμά ἐστιν ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἄλλο παράγγελμα τοῦ Ἀποστόλου, λέγοντος· Μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· καὶ τὸ, Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἀπρόσδεκτον οὖν τὸ τῶν τοιούτων ἔργον, ὡς θυσία ἐπίμωμος· ὅπερ ἐγκαταμιγῆναι τῇ τῶν λοιπῶν ἐργασίᾳ οὐκ εὐαγές. Εἰ γὰρ οἱ πῦρ ἀλλότριον προσάγοντες τῷ θυσιαστηρίῳ τοσαύτης ὀργῆς ἐπειράθησαν, πῶς οὐκ ἐπικίνδυνον ἀπὸ ἐχθρᾶς τῷ Θεῷ διαθέσεως ἔργον εἰς τὴν οἰκονομίαν τῶν ἐντολῶν παραδέχεσθαι; Τίς γὰρ μετοχὴ, φησὶ, δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Διόπερ φησίν· Ὁ ἄνομος, ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνων κύνα· καὶ ὁ προσφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον. Ὅθεν ἀναγκαίως τὰ τοῦ ὀκνηροῦ καὶ ἀντιλόγου ἔργα ἀλλοτριωτέον τῆς ἀδελφότητος.
PG 31:989Καὶ τούτου τοῦ μέρους ἀκριβῶς ἐπιμελεῖσθαι δεῖ τοὺς προεστῶτας, ἵνα μήτε αὐτοὶ παραφθείρωσι τὸ δόγμα τοῦ εἰπόντος· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει· οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου, ποιῶν ὑπερηφανίαν· μήτε τὸν τῇ ἐντολῇ τὴν ἁμαρτίαν ἐπιμιγνύντα, καὶ μολύνοντα τὴν ἐργασίαν ῥᾳθυμίᾳ τοῦ κόπου, ἢ ἐπάρσει τοῦ πλεονεκτήματος, οἰκοδομῶσιν ἐπιμένειν τῇ διαστροφῇ δι’ ὧν αὐτοὶ προσδέχονται, οὐκ ἐῶντες αὐτὸν εἰς συναίσθησιν τῶν οἰκείων κακῶν ἐφικνεῖσθαι. Χρὴ οὖν καὶ τὸν προεστῶτα πεπεῖσθαι, ὅτι τὸ μὴ κατὰ λόγον προστῆναι τοῦ ἀδελφοῦ βαρεῖαν αὐτῷ καὶ ἀπαραίτητον τὴν ὀργὴν ἐπάγει· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται, καθὼς γέγραπται· καὶ τὸν ὑπήκοον οὕτω παρεσκευάσθαι, ὡς πρὸς μηδὲν ἐπίταγμα, μηδὲ τὸ χαλεπώτατον, ἀποκνεῖν, πεπεισμένον, ὅτι ὁ μισθὸς πολὺς ἐν τοῖς οὐρανοῖς. Τὸν μὲν οὖν ὑπακούοντα εὐφραινέτω ἡ ἐλπὶς τῆς δόξης, ἵνα ἐν πάσῃ χαρᾷ καὶ ὑπομονῇ τὸ ἔργον τοῦ Κυρίου γένηται. ΕΡΩΤΗΣΙΣ Λ. Ποταπῇ διαθέσει χρὴ τῶν ἀδελφῶν ἐπιμελεῖσθαι τοὺς προεστῶτας. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:990Τὸν δὲ προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ καὶ αὐτὸς ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης, ἢ καὶ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ἀλλ’ ἐκεῖνο πεπείσθω, ὅτι ἡ τῶν πλειόνων ἐπιμέλεια πλειόνων ἐστὶν ὑπηρεσία. Ὡς οὖν ὁ πολλοῖς ὑπηρετῶν τετραυματισμένοις, καὶ ἀποξύων μὲν τοὺς ἰχῶρας ἑνὸς ἑκάστου τραύματος, προσάγων δὲ τὰ βοηθήματα κατὰ τὴν ἰδιότητα τῆς ὑποκειμένης κακώσεως, οὐχὶ ἐπάρσεως ἀφορμὴν τὴν ὑπηρεσίαν λαμβάνει, ἀλλὰ μᾶλλον ταπεινώσεως, ἀγωνίας τε καὶ ἀγῶνος· οὕτω καὶ πολλῷ πλέον ὁ τὰ ἀσθενήματα ἰᾶσθαι τῆς ἀδελφότητος πιστευθεὶς, ὡς πάντων ὑπηρέτης, καὶ ὑπὲρ πάντων λόγον δώσων, διανοεῖσθαι καὶ ἀγωνιᾷν ὀφείλει. Τούτῳ γὰρ τῷ τρόπῳ κατορθωθήσεται αὐτῷ ὁ σκοπὸς, τοῦ Κυρίου εἰπόντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ἁπάντων ἔσχατος, καὶ πάντων διάκονος. ΕΡΩΤΗΣΙΣ ΛΑ. Ὅτι δεῖ καταδέχεσθαι τὴν παρὰ τοῦ προεστῶτος ὑπηρεσίαν. Χρὴ μέντοι καὶ τὴν σωματικὴν ὑπηρεσίαν παρὰ τῶν προέχειν δοκούντων ἐν τῇ ἀδελφότητι προσαγομένην τοὺς πολλοὺς καταδέχεσθαι.
PG 31:991Ὁ γὰρ τῆς ταπεινοφροσύνης λόγος καὶ τῷ μείζονι τὸ ὑπηρετεῖν ὑποβάλλει, καὶ τῷ ἐλάττονι τὸ ὑπηρετεῖσθαι οὐκ ἀφαρμόζον δείκνυσι. Τὸ γὰρ ὑπόδειγμα τοῦ Κυρίου πρὸς τοῦτο ἡμᾶς ὁδηγεῖ, τοῦ μὲν νίψαι τοὺς πόδας τῶν ἑαυτοῦ μαθητῶν μὴ ἀπαξιώσαντος, τῶν δὲ πρὸς τοῦτο μὴ τολμησάντων ἐνστῆναι. Ἀλλὰ καὶ ὁ διὰ πολλὴν εὐλάβειαν τὰ πρῶτα μὴ καταδεξάμενος Πέτρος εὐθέως ἑαυτὸν πρὸς τὴν ὑπακοὴν μετέβαλε, τὸν ἐκ τῆς ἀπειθείας κίνδυνον διδαχθείς. Οὐκ ἔστιν οὖν φόβος τῷ ὑπηκόῳ, μὴ λυθῇ αὐτῷ τῆς ταπεινοφροσύνης σκοπὸς, ὑπηρετουμένῳ ποτὲ παρὰ τοῦ μείζονος. Διδασκαλίας γὰρ αὐτῷ ἕνεκεν, καὶ ὑποδείγματος ἐνεργοῦς μᾶλλον, ἢ καὶ χρείας πολλάκις ἀναγκαίας ἡ ὑπηρεσία προσάγεται. Ἐν οὖν τῇ ὑπακοῇ καὶ τῇ μιμήσει τὸ ταπεινὸν ἐπιδεικνύσθω. Καὶ μὴ ἀντιδιατιθέμενος, σχήματι ταπεινοφροσύνης, ὑπερηφανίας ἔργον καὶ ἀλαζονείας ποιείτω. Ἡ γὰρ ἀντιλογία τὸ αὐτοκρατορικὸν καὶ τὸ ἀνυπότακτον δείκνυσι. Φυσιώσεως οὖν μᾶλλον καὶ καταφρονήσεως ἀπόδειξιν ἔχει, ἀλλ’ οὐχὶ ταπεινότητος καὶ τῆς ἐν πᾶσιν ὑπακοῆς. Διόπερ ἀναγκαῖον πείθεσθαι τῷ εἰπόντι· Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. ΕΡΩΤΗΣΙΣ ΛΒ.
PG 31:992Πῶς δεῖ πρὸς τοὺς κατὰ σάρκα οἰκείους διακεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Χρὴ μέντοι τοὺς ἅπαξ παραδεχθέντας εἰς τὴν ἀδελφότητα μὴ ἐπιτρέπεσθαι παρὰ τοῦ προεστῶτος πρὸς μηδὲν ἀπομετεωρίζεσθαι· μηδὲ προφάσει οἰκείων ἐπισκέψεως ἀναχωρεῖν τῶν ἀδελφῶν, καὶ ἀμάρτυρον ζωὴν διάγειν, μήτε φροντίδας συγχωρεῖσθαι ἔχειν ἐν τῇ προστασίᾳ τῶν συγγενῶν κατὰ σάρκα. Ὅλως μὲν γὰρ ἀποδοκιμάζει ὁ λόγος τὸ ἐμὸν καὶ τὸ σὸν ἐν ἀδελφότητι λέγεσθαι· Ἦν γὰρ, φησὶ, πάντων τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία· καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Οἱ οὖν κατὰ σάρκα τινὸς γονεῖς, ἢ ἀδελφοὶ, εἰ μὲν κατὰ Θεὸν ζῶσιν, ὑπὸ πάντων τῶν ἐν τῇ ἀδελφότητι ὡς κοινοὶ πατέρες ἢ οἰκεῖοι θεραπευέσθωσαν. Ὅστις γὰρ ἂν ποιῇ, φησὶν ὁ Κύριος, τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί. Καὶ τούτων δὲ τὴν ἐπιμέλειαν διαφέρειν δοκιμάζομεν τῷ προεστῶτι τῆς ἀδελφότητος. Εἰ δὲ ἐμπεπλεγμένοι εἰσὶ τῷ κοινῷ βίῳ, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐτοὺς λόγος, τοῖς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως κατορθοῦν ἐσπουδακόσι.
PG 31:993Πρὸς γὰρ τῷ ἐκείνοις μηδὲν παρέχειν ὄφελος, ἔτι καὶ τὴν ἑαυτῶν ζωὴν θορύβων καὶ ταραχῆς πληροῦμεν, καὶ ἁμαρτιῶν ἀφορμὰς ἐπισπώμεθα. Ἀλλὰ οὐδὲ ἐρχομένους εἰς ἐπίσκεψιν τῶν ποτὲ οἰκείων, τοὺς καταφρονοῦντας τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ τὸ ἔργον τῆς εὐσεβείας ἐξουθενοῦντας, ἀκόλουθον παραδέχεσθαι, ὡς οὐκ ἀγαπῶντας τὸν Κύριον τὸν εἰπόντα· Ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ. Τίς δὲ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Καὶ ὅτι μάλιστα δεῖ παντὶ τρόπῳ σπουδάζειν περιαιρεῖν τῶν ἔτι ἐν γυμνασίᾳ τῶν κατορθωμάτων τὰς πρὸς τὸ ἁμαρτάνειν ἀφορμὰς, ὧν μεγίστη ἐστὶν ἡ μνήμη τοῦ προτέρου βίου, μήποτε πάθωσι τὸ εἰρημένον ὅτι, Ἐστράφησαν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον· ὅπερ ἐν τῇ συνεχεῖ ὁμιλίᾳ τῶν κατὰ σάρκα οἰκείων ὡς τὰ πολλὰ γίνεται. Καθόλου δὲ οὔτε οἰκεῖον οὔτε ξένον ἐπιτρέπειν χρὴ λόγους τινὰς προσάγειν τοῖς ἀδελφοῖς, ἐὰν μὴ πεισθῶμεν περὶ αὐτῶν, ὅτι πρὸς οἰκοδομὴν καὶ καταρτισμὸν τῶν ψυχῶν ποιοῦνται τὰς διαλέξεις.
PG 31:994Εἰ δὲ χρεία γένοιτο λόγου πρὸς τοὺς ἅπαξ συνεμπεσόντας, παρὰ τῶν πεπιστευμένων τὸ τοῦ λόγου χάρισμα γινέσθω, ὡς ἐχόντων δύναμιν μετ’ ἐπιστήμης εἰπεῖν καὶ ἀκοῦσαι πρὸς οἰκοδομὴν τῆς πίστεως· σαφῶς τοῦ Ἀποστόλου διδάσκοντος μὴ πᾶσι παρεῖναι τὴν τοῦ λόγου δύναμιν, ἀλλ’ ὀλίγοις ὑπάρχειν τὸ χάρισμα, δι’ ὧν φησιν· Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· καὶ ἀλλαχοῦ· Ἵνα δυνατὸς ᾖ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. ΕΡΩΤΗΣΙΣ ΛΓ. Τίς ὁ τρόπος τῆς πρὸς τὰς ἀδελφὰς συντυχίας. ΑΠΟΚΡΙΣΙΣ. Ὁ ἅπαξ γάμον ἀπαρνησάμενος ἀπαρνήσεται, δηλονότι, πολὺ πρότερον τὰς μερίμνας, ἅς φησιν ὁ Ἀπόστολος μεριμνᾷν τὸν γεγαμηκότα, πῶς ἀρέσει τῇ γυναικὶ αὑτοῦ, καὶ καθαρίσει ἑαυτὸν παντάπασι πάσης μερίμνης τῆς πρὸς ἀρέσκειαν γυναικὸς γινομένης, φοβούμενος τὸ κρῖμα τοῦ εἰπόντος ὅτι, Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. Ὥστε πρὸς ἀρέσκειαν μὲν οὐδὲ ἀνδρὶ συντυχεῖν ἀνέξεται· ἕνεκεν δὲ τῆς κατ’ ἐντολὴν Θεοῦ ὀφειλομένης ἑκάστῳ παρὰ τοῦ πλησίον σπουδῆς τῆς χρείας ἀπαιτούσης ἐπὶ τὴν συντυχίαν ἐλεύσεται.
PG 31:995Οὐ μὴν οὐδὲ τοῖς βουλομένοις ἁπλῶς ἐφίεσθαι χρὴ τὴν συντυχίαν, οὐδὲ καιρὸς πρὸς ταύτην, οὐδὲ τόπος πᾶς ἐπιτήδειος. Ἀλλ’ εἴ γε μέλλοιμεν κατὰ τὸ πρόσταγμα τοῦ Ἀποστόλου ἀπρόσκοποι γίνεσθαι καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν, καὶ πάντα πρὸς οἰκοδομὴν ποιεῖν, ἀνάγκη καὶ πρόσωπον, καὶ καιρὸν, καὶ χρείαν, καὶ τόπον κατ’ ἐκλογὴν ἀφωρίσθαι πρεπόντως· δι’ ὧν ἁπάντων ὑπονοίας μὲν πονηρᾶς καὶ σκιὰ πᾶσα ἐξελαθήσεται, σεμνότητος δὲ καὶ σωφροσύνης ἀπόδειξις ἐν παντὶ τρόπῳ ἐπιφανήσεται τοῖς δοκιμασθεῖσιν ὁρᾷν ἀλλήλους, καὶ βουλεύεσθαι περὶ τῶν ἀρεσκόντων Θεῷ κατά τε τὴν σωματικὴν χρείαν καὶ τὴν τῶν ψυχῶν ἐπιμέλειαν. Ἔστωσαν δὲ μὴ ἐλάττους τῶν δύο ἐξ ἑκατέρου μέρους· τὸ γὰρ ἓν πρόσωπον εὐεπηρέαστον εἰς ὑποψίαν, ἵνα μὴ πλέον τι λέγω καὶ ἀσθενέστερον πρὸς τὴν τῶν λεγομένων βεβαίωσιν, σαφῶς τῆς Γραφῆς διαγορευούσης ἐπὶ δύο καὶ τριῶν ἵστασθαι πᾶν ῥῆμα· μήτε τῶν τριῶν πλείους, ὥστε μὴ τὴν σπουδὴν τῆς φιλεργίας τῆς διὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γινομένης ἐμποδίζεσθαι.
PG 31:996Εἰ δέ τινας τῶν ἄλλων τῶν ἐν τῇ ἀδελφότητι χρεία γένοιτο εἰπεῖν ἢ καὶ ἀκοῦσαί τι ἰδίᾳ τινὶ διαφέρον, μὴ αὐτοὶ ἐκεῖνοι εἰς ὁμιλίαν ἐρχέσθωσαν ἀλλήλοις· οἱ δὲ ἐπιλεγέντες πρεσβύτεροι ταῖς ἐπιλεγείσαις πρεσβυτέραις τὰ παρ’ αὐτῶν διακονείτωσαν, καὶ οὕτω διὰ τῆς τούτων μεσιτείας ἡ τοῦ λόγου χρεία πληρούσθω. Ἡ δὲ αὐτὴ εὐταξία οὐ μόνον ἐν γυναιξὶ πρὸς ἄνδρας, ἢ ἀνδράσι πρὸς γυναῖκας, ἀλλὰ καὶ ἐν τοῖς ὁμογενέσι πρὸς τοὺς ὁμογενεῖς φυλασσέσθω. Οὗτοι μὲν οὖν ἔστωσαν μετὰ τῆς ἄλλης ἐν πᾶσιν εὐλαβείας τε καὶ σεμνότητος, καὶ συνετοὶ πρός τε ἐπερώτησιν καὶ ἀπόκρισιν, πιστοί τε καὶ φρόνιμοι πρὸς τὴν τῶν λεγομένων οἰκονομίαν, καὶ πληροῦντες τό· Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὥστε καὶ τοῖς ἐμπιστεύουσιν αὐτοῖς ὁμοῦ τήν τε χρείαν πληροῦσθαι, καὶ τὴν πληροφορίαν ὑπάρχειν περὶ τῶν ἐν αὐτοῖς κινουμένων. Ὑπηρετείτωσαν δὲ καὶ ταῖς τοῦ σώματος χρείαις ἄλλοι τινὲς, καὶ αὐτοὶ μετὰ δοκιμασίας, τήν τε ἡλικίαν προήκοντες καὶ τὸ σχῆμα καὶ τὸ ἦθος σεμνοὶ, πρὸς τὸ μὴ πλῆξαί τινος συνειδὸς εἰς ὑποψίαν κακήν. Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; ΕΡΩΤΗΣΙΣ ΛΔ.
PG 31:997Ποταποὺς χρὴ εἶναι τοὺς τὰ πρὸς τὴν χρείαν οἰκονομοῦντας ἐν τῇ ἀδελφότητι. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τῶν ἔσω δὲ τὰ πρὸς τὴν χρείαν ἐπινεμόντων ἐν ἑκάστῳ τάγματι πάντως ἔσονταί τινες οἱ δυνάμενοι μιμεῖσθαι τοὺς ἐν ταῖς Πράξεσι ποιοῦντας τὸ εἰρημένον ὅτι, Διεδίδοτο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχε· πρόνοιαν ποιούμενοι πολλὴν τοῦ τε εὐσπλάγχνου καὶ μακροθύμου πρὸς πάντας, καὶ τοῦ μήτε ὑποψίαν δοῦναί τινι προσπαθείας, ἢ προσκλίσεως πρός τινας, κατὰ τὸ παράγγελμα τοῦ Ἀποστόλου εἰπόντος· Μηδὲν ποιῶν κατὰ πρόσκλισιν, ἢ πάλιν φιλονεικίας ἣν ὡς ἀνοίκειον Χριστιανοῖς ὁ αὐτὸς ἀποπέμπεται εἰπών· Εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· ὡς διὰ τούτων τῶν μὲν ὑφαιρεῖσθαι τὴν χρείαν, πρὸς οὓς ἂν φιλονείκως ἔχωσι, τῶν δὲ ὑπερβαλεῖν, οἷς ἂν προσκεκλιμένοι τυγχάνωσιν. Ἔστι δὲ τὸ μὲν μισαδελφίας, τὸ δὲ προσπαθείας, τῆς μάλιστα διαβεβλημένης, ἐξ ὧν ἡ μὲν ἐξ ἀγάπης σύμπνοια τῆς ἀδελφότητος διασπᾶται, ὑποψίαι δὲ πονηραὶ, καὶ ζῆλοι, καὶ ἔριδες, καὶ ὄκνοι πρὸς τὰς ἐργασίας ἀντεισέρχονται.
PG 31:998Προσπαθείας μὲν οὖν καὶ φιλονεικίας διά τε τὰ εἰρημένα καὶ ἄλλα πολλὰ τοιαῦτα ἐπισυμβαίνοντα καθαρεύειν εἰς ἄκρον ἀναγκαῖον τοὺς τὰ πρὸς τὴν χρείαν ἐπινέμοντας τῇ ἀδελφότητι. Διάθεσίν γε μὴν τοιαύτην ἑαυτοῖς συνειδέναι ὀφείλουσι, καὶ σπουδὴν τοσαύτην ἐπιδείκνυσθαι αὐτοί τε καὶ οἱ τὴν ἄλλην ἐργασίαν πρὸς τὴν τῶν ἀδελφῶν ὑπηρεσίαν ἐκτελοῦντες, ὡς οὐκ ἀνθρώποις, ἀλλ’ αὐτῷ τῷ Κυρίῳ ἐξυπηρετούμενοι, τῷ διὰ πολλὴν ἀγαθότητα εἰς ἑαυτὸν λογιζομένῳ τὴν εἰς τοὺς ἀνακειμένους αὐτῷ τιμήν τε καὶ σπουδὴν, καὶ βασιλείας οὐρανῶν κληρονομίαν ὑπὲρ τούτων ἐπαγγελλομένῳ. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὅτι ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Καὶ ἐκ τοῦ ἐναντίου τῆς ἀμελείας γνωρίζειν τὸν κίνδυνον, μεμνημένους τοῦ εἰπόντος· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Ὅτι οὐ μόνον τῆς βασιλείας ἐκβάλλονται, ἀλλὰ καὶ τὴν τοῦ Κυρίου φρικώδη καὶ φοβερὰν ἐκείνην ἐκδέχονται κατὰ τῶν τοιούτων ἀπόφασιν·
PG 31:999Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ δὲ οἱ τὴν ἐπιμέλειαν καὶ τὴν ὑπηρεσίαν προσάγοντες τοσοῦτον μὲν τῆς σπουδῆς τὸ κέρδος εὑρίσκουσι, τοσοῦτον δὲ τῆς ἀμελείας τὸ κρῖμα ἐκδέχονται· πόσου ἀγῶνος χρεία τοῖς ὑποδεχομένοις τὴν ὑπηρεσίαν πρὸς τὸ ἀξίους ἑαυτοὺς ἀποδεῖξαι τῆς τῶν ἀδελφῶν τοῦ Κυρίου προσηγορίας; διὰ τῆς τοῦ Κυρίου διδασκαλίας, εἰπόντος· Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτός μου καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Ἐπεὶ ὅ γε μὴ τὸ θέλημα τοῦ Θεοῦ διὰ παντὸς τοῦ βίου σκοπὸν προθέμενος, ὥστε καὶ ἐν ὑγείᾳ τὸν κόπον τῆς ἀγάπης διὰ τῆς σπουδῆς τῶν τοῦ Κυρίου ἔργων ἐνδείκνυσθαι, καὶ ἐν ἀῤῥωστίᾳ πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς ἐπιδείκνυσθαι, κίνδυνον ἔχει· πρῶτον μὲν καὶ μέγιστον, ὅτι τοῦ Κυρίου ἀπηλλοτρίωται, καὶ τῆς τῶν ἀδελφῶν αὐτοῦ μερίδος, διὰ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, ἑαυτὸν ἀποσχίσας· δεύτερον δὲ, ὅτι ἀναξίως μετέχειν τολμᾷ τῶν τοῖς ἀξίοις ἡτοιμασμένων. Διόπερ ἀναγκαῖον καὶ ἐν τούτῳ μεμνῆσθαι τοῦ Ἀποστόλου εἰπόντος·
PG 31:1000Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· καὶ τοὺς εἰς τόπον ἀδελφῶν τοῦ Κυρίου κληθέντας μὴ καθυβρίσαι τὴν τοιαύτην τοῦ Θεοῦ χάριν, μηδὲ προδοῦναι τὸ τοσοῦτον ἀξίωμα διὰ τῆς ἀμελείας τῶν τοῦ Θεοῦ θελημάτων, ὑπακοῦσαι δὲ μᾶλλον τῷ αὐτῷ Ἀποστόλῳ λέγοντι· Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε. ΕΡΩΤΗΣΙΣ ΛΕ. Εἰ χρὴ ἐν τῇ αὐτῇ κώμῃ πλείονας ἀδελφότητας συγκροτεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ὑπόδειγμα τῶν μελῶν ἐπὶ πολλὰ ἀγομένων χρησίμως ἡμῖν διαρθροῖ τὸ προκείμενον. Ἐπεὶ οὖν ἔδειξεν ὁ λόγος, ὅτι τῷ μέλλοντι σώματι καλῶς καὶ κατὰ λόγον πρὸς πᾶσαν ἐνέργειαν συνηρμόσθαι χρεία ὀφθαλμῶν, καὶ γλώσσης, καὶ τῶν λοιπῶν, ὅσα ἀναγκαῖα καὶ κυριώτατα, χαλεπὸν δὲ καὶ δυσεύρετον ψυχὴ δυναμένη εἶναι ὀφθαλμὸς πλειόνων. Εἰ γὰρ καὶ προορατικὸν, καὶ ἐν λόγῳ τὸ αὔταρκες ἔχοντα, καὶ νηφαλέον, καὶ εὔσπλαγχνον, καὶ ἐν τελείᾳ καρδίᾳ ἐκζητοῦντα τὰ δικαιώματα τοῦ Θεοῦ, τὸν προεστῶτα τῆς ἀδελφότητος ἐπιζητεῖ ἡ ἀκρίβεια, πῶς δυνατὸν ἐν τῇ αὐτῇ κώμῃ τοιούτων πλειόνων ἐπιτυχεῖν;
PG 31:1001Εἰ δὲ καὶ συμβαίη ποτὲ εὑρεθῆναι δύο ἢ τρεῖς, ὅπερ οὐκ εὔκολον οὐδὲ ἔγνωμέν ποτε· πολλῷ βέλτιον κοινωνεῖν ἀλλήλοις τοῦ φροντίσματος τούτους καὶ ἐπικουφίζειν τὸν πόνον· ὡς ἐν τῇ τοῦ ἄλλου ἀποδημίᾳ, ἢ ἀσχολίᾳ, ἢ ἐν ἄλλαις τισὶ περιστάσεσι, καθὼς χωρίζεσθαι συμβαίνει τῆς ἀδελφότητος τὸν ἕνα τὸν προεστῶτα, εἶναι τὸν ἕτερον εἰς παραμυθίαν τῆς ἀπολείψεως· ἢ εἰ μὴ τοῦτο, ἀπιέναι εἰς ἄλλην ἀδελφότητα δεομένην τοῦ ὁδηγήσοντος. Πολλὰ δὲ καὶ ἡ τῶν ἔξωθεν πραγμάτων πεῖρα εἰς τὸν προκείμενον σκοπὸν ὠφελεῖν ἡμᾶς δύναται. Ὡς οὖν καὶ οἱ τῶν κοινῶν τεχνῶν ἔμπειροι ζηλοτύπως ἔχουσι πρὸς τοὺς ἀντιτέχνους, αὐτοῦ τοῦ πράγματος, κατὰ τὸ λανθάνον, τὰς φιλονεικίας ἐμποιεῖν πεφυκότος· οὕτω καὶ ἐπὶ τῆς τοιαύτης ζωῆς, ὡς τὰ πολλὰ, συμβαίνει γίνεσθαι. Ἀρχόμενοι γὰρ ἀπὸ τοῦ διαμιλλᾶσθαι εἰς τὸ καλὸν καὶ σπουδάζειν ἀλλήλους ὑπερβαλέσθαι, ἢ ἐν ταῖς ξενοδοχίαις, ἢ ἐν τῇ αὐξήσει τοῦ ἀριθμοῦ τῶν συνασκουμένων, ἢ ἐν ἄλλοις τισὶ τοιούτοις ἔργοις, προϊόντες εἰς ἐριθείας ἐκπίπτουσιν.
PG 31:1002Εἶτα τοῖς μὲν ἐπιδημοῦσι τῶν ἀδελφῶν πολλὴν ἀμφιβολίαν συμβαίνειν γίνεσθαι καὶ δυσκολίαν ἀντὶ ἀναπαύσεως, μεριζομένοις τὸν λογισμὸν, πρὸς τίνας χρὴ καταχθῆναι· ἥ τε γὰρ προτίμησις λυπηρὰ, καὶ τὸ ἀμφοτέρους πληροφορῆσαι ἀδύνατον, καὶ μάλιστα ὅταν ἐπειγόμενοι τυγχάνωσι· τοῖς δὲ ἐξ ἀρχῆς προσιοῦσιν εἰς τὸ συζῇν πολλὴν ἀδημονίαν παρέξουσι, τίνας δεῖ προεστῶτας τῆς ἑαυτῶν ζωῆς ἑλέσθαι, καὶ πάντως ἐκ τοῦ τινας αἱρεῖσθαι, τοὺς λοιποὺς ἀποδοκιμάζειν Εὐθὺς οὖν αὐτοὺς ἀπὸ τῆς πρώτης εἰς ἔπαρσιν συμβαίνει βλάπτεσθαι, οὐχὶ τυποῦντας ἑαυτοὺς εἰς μάθησιν, ἀλλ’ ἐθιζομένους κριτὰς καὶ δοκιμαστὰς τῆς ἀδελφότητος γίνεσθαι. Ὁπότε τοίνυν ἀγαθὸν μὲν οὐδὲν ὁμολογούμενόν ἐστιν ἐν τῇ διαιρέσει τῶν οἰκήσεων, τὰ δὲ ὑπεναντία τοσαῦτα, τὸ χωρίζεσθαι ἀπ’ ἀλλήλων παντελῶς ἀσύμφορον. Εἰ δὲ προειλῆφθαί τινα συμβαίη, ἐπείγεσθαι χρὴ πρὸς τὴν διόρθωσιν, καὶ μάλιστα μετὰ τὴν πεῖραν τῶν βλαβερῶν. Τὸ δὲ ἐπιμένειν τῇ κρίσει φιλονεικία σαφής. Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, φησὶν ὁ Ἀπόστολος, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ.
PG 31:1003Τίνος γὰρ ἕνεκεν φήσουσιν εἰς τὴν συνάφειαν κωλύεσθαι; Πότερον χρειῶν; Ἀλλὰ πολλῷ εὐπορώτεραί εἰσιν ἐν τῇ κοινωνίᾳ, ἑνὸς λύχνου, καὶ μιᾶς ἑστίας, καὶ πάντων τῶν τοιούτων τοῖς πᾶσιν ἐπαρκέσαι δυναμένων. Χρὴ γὰρ, εἴπερ τι ἕτερον, καὶ τὴν ἐν τούτοις εὐχέρειαν μεταδιώκειν ἐκ παντὸς τρόπου, ἐπὶ τὸ ἔλαττον τὰς κτήσεις τῶν ἀναγκαίων συστέλλοντας. Ἔπειτα καὶ τῶν ἔξωθεν τὰς χρείας ἐπεισαγόντων τῇ ἀδελφότητι, ἐν μὲν τῇ διαιρέσει πλειόνων χρεία, ἐν δὲ τῇ συνοικήσει τῶν ἡμίσεων. Ὅπως δὲ δύσκολόν ἐστιν εὑρεθῆναι ἄνδρα μὴ καταισχύνοντα τὸ ὄνομα τοῦ Χριστοῦ, ἀλλ’ ἀξίαν τοῦ ἐπαγγέλματος τὴν τῶν ἔξωθεν συντυχίαν ἐν ταῖς ἀποδημίαις ποιούμενον, γνώριμον ὑμῖν πρὸ τῶν ἐμῶν λόγων. Εἶτα οἱ ἐπιμένοντες τῇ διαστάσει πῶς δύνανται τοὺς ἐν τῷ κοινῷ βίῳ οἰκοδομεῖν, ἢ πρὸς εἰρήνην συνελαύνοντες, εἴ ποτε δέοι, ἢ πρὸς τὰς ἄλλας ἐντολὰς παρακαλοῦντες, ὑπονοίας πονηρὰς ἐκ τοῦ μὴ ἡνῶσθαι καθ’ ἑαυτῶν παρεχόμενοι;
PG 31:1004Καὶ πρὸς τούτοις ἀκούομεν τοῦ Ἀποστόλου γράφοντος Φιλιππησίοις, ὅτι Πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ’ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι. Τίς οὖν μείζων ἀπόδειξις ταπεινοφροσύνης τοῦ ἀλλήλοις ὑποταγῆναι τοὺς προεστῶτας τῆς ἀδελφότητος; Εἴτε γὰρ ἴσοι εἰσὶν ἐν τοῖς πνευματικοῖς χαρίσμασι, κάλλιόν ἐστιν ἡ συνάθλησις. Ὥσπερ οὖν ὑπέδειξεν ἡμῖν αὐτὸς ὁ Κύριος, ἀνὰ δύο δύο ἀποστείλας· καὶ ὁ ἕτερος αὐτῶν αἱρήσεται πάντως μετὰ χαρᾶς ὑποτετάχθαι τῷ ἑτέρῳ, μεμνημένος τοῦ Κυρίου λέγοντος, ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Εἰ δὲ τὸν μὲν ἐλαττοῦσθαι, τὸν δὲ ὑπερέχειν συμβαίνει, ὠφελιμώτερόν ἐστι προσληφθῆναι ὑπὸ τοῦ ἰσχυροτέρου τὸν ἀσθενέστερον. Πῶς δὲ καὶ οὐχὶ φανερὰ παρακοή ἐστι τοῦ ἀποστολικοῦ παραγγέλματος, τοῦ λέγοντος· Μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ ἑτέρων ἕκαστοι;
PG 31:1005Λογίζομαι γὰρ μὴ εἶναι δυνατὸν ἐν τῇ διαιρέσει τοῦτο κατορθωθῆναι, ἑκάστου τάγματος τὴν μὲν ὑπὲρ τῶν συνόντων μέριμναν ἰδιοποιουμένου, τῆς δὲ ὑπὲρ τῶν ἄλλων φροντίδος ἠλλοτριωμένου, ὅπερ, ὡς εἶπον, σαφῶς ἐναντιοῦται τῷ ἀποστολικῷ παραγγέλματι. Καὶ τῶν ἐν ταῖς Πράξεσιν ἁγίων πολλάκις μαρτυρουμένων, περὶ ὧν γέγραπται, ποτὲ μὲν ὅτι, Τοῦ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία· ποτὲ δὲ ὅτι, Πάντες οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά· πρόδηλον ὅτι οὐδεμία διάστασις ἦν ἐν τοῖς πᾶσιν, οὔτε ἐν ἐξουσίᾳ ἑαυτοῦ διῆγεν ἕκαστος, ἀλλὰ ὑπὸ μίαν καὶ τὴν αὐτὴν οἱ πάντες ᾠκονομοῦντο φροντίδα· καὶ ταῦτα ἐν ὅλοις πεντακισχιλίοις τὸν ἀριθμὸν, ἐφ’ ὧν ἴσως οὐκ ὀλίγα ἦν τὰ κατὰ τὸν ἀνθρώπινον λογισμὸν ἐμποδίζειν δοκοῦντα τῇ συναφείᾳ. Ὅπου δὲ τοσοῦτον ἐλαττοῦνται οἱ καθ’ ἑκάστην κώμην εὑρισκόμενοι, τίς ἐπιτρέπει λόγος διεστάναι αὐτοὺς ἀπ’ ἀλλήλων;
PG 31:1006Εἴθε δὲ ἦν δυνατὸν μὴ μόνον τοὺς ἐν τῇ αὐτῇ κώμῃ ἐπὶ τὸ αὐτὸ συνηγμένους οὕτως εἶναι, ἀλλὰ καὶ πλείους ἀδελφότητας, ἐν διαφόροις καθεστώσας τόποις, ὑπὸ μιᾷ φροντίδι τῶν δυναμένων ἀπροςκλίτως καὶ σοφῶς οἰκονομεῖν τὰ πάντων ἐν τῇ ἑνότητι τοῦ πνεύματος καὶ τῷ συνδέσμῳ τῆς εἰρήνης οἰκοδομεῖσθαι. ΕΡΩΤΗΣΙΣ Λ. Περὶ τῶν ἀναχωρούντων ἀπὸ ἀδελφότητος. ΑΠΟΚΡΙΣΙΣ. Τούς γε μὴν ἅπαξ καθομολογησαμένους ἀλλήλοις τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν ἀδιαφόρως ἀναχωρεῖν οὐχ οἷόν τε· διότι τὸ μὴ ἐπιμένειν τοῖς δεδογμένοις δύο αἰτίας ἔχει, ἢ τὴν ἐκ τῆς συνοικήσεως βλάβην, ἢ τὸ ἄστατον τῆς γνώμης τοῦ μεταβαλλομένου. Ὁ μὲν οὖν διὰ τὸ βλάπτεσθαι ἀποσπώμενος ἀδελφῶν μὴ κρυπτέτω καθ’ ἑαυτὸν τὴν αἰτίαν, ἀλλ’ ἐλεγχέτω τὴν βλάβην, κατὰ τὸν τρόπον τὸν παρὰ τοῦ Κυρίου παραδοθέντα, εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, καὶ τὰ ἑξῆς. Καὶ ἐὰν μὲν διορθωθῇ τὸ ἐπιζητούμενον παρ’ αὐτοῦ, τούς τε ἀδελφοὺς ἐκέρδησε, καὶ τὴν κοινωνίαν αὐτῶν οὐκ ἀτιμάζει· ἐὰν δὲ ἐπιμένοντας αὐτοὺς τῷ κακῷ καὶ μὴ καταδεχομένους τὴν διόρθωσιν ἴδῃ, τοῖς τὰ τοιαῦτα κρίνειν ἱκανοῖς ἐπιδείξει·
PG 31:1007καὶ μετὰ τὴν τῶν πλειόνων μαρτυρίαν τότε χωριζέσθω. Χωρισθήσεται δὲ οὐκέτι ἀδελφῶν, ἀλλὰ ἀλλοτρίων, τοῦ Κυρίου τὸν ἐπιμένοντα τῷ κακῷ ἐθνικῷ καὶ τελώνῃ συγκρίνοντος. Ἔστω γάρ σοι, φησὶν, ὁ τοιοῦτος ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Εἰ δὲ διὰ ἰδίαν κουφότητα ἀποπηδᾷ τῆς συναφείας τῶν ἀδελφῶν, τὸ ἑαυτοῦ ἀσθενὲς θεραπευσάτω, ἢ μὴ καταδεξάμενος, ἀπρόσδεκτος ἔστω ταῖς ἀδελφότησιν. Ἐὰν δὲ διὰ ἐντολὴν τοῦ Κυρίου ἄλλος ἀλλαχοῦ ἕλκηται, οὐ χωρίζονται οἱ τοιοῦτοι, ἀλλ’ οἰκονομίαν πληροῦσιν. Ἄλλην δὲ αἰτίαν χωρισμοῦ ἀδελφῶν ὁ λόγος οὐ καταδέχεται· πρῶτον μὲν, ὅτι τὸ συναγαγὸν ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀτιμάζεται· ἔπειτα δὲ, ὅτι οὐδὲ ἡ συνείδησις ἑκάστου πρὸς τὸν ἕτερον καθαρεύειν δυνήσεται, ἀλλὰ δι’ ὑποψίας ἀλλήλοις ἔσονται. Τοῦτο δὲ ἐναντιοῦται σαφῶς τῷ προστάγματι τοῦ Κυρίου εἰπόντος· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ· ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. ΕΡΩΤΗΣΙΣ ΛΖ·
PG 31:1008Εἰ δεῖ προφάσει τῶν προσευχῶν καὶ τῆς ψαλμῳδίας ἀμελεῖν τῶν ἔργων, καὶ ποῖοι καιροὶ τῆς προσευχῆς ἐπιτήδειοι, καὶ πρῶτον, εἰ χρὴ ἐργάζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, Ἄξιος, οὐχ ἁπλῶς ἕκαστος, οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ Ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστι· καὶ τοῦ Ἀποστόλου προςτάσσοντος κοπιᾷν καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶ τὸ ἀγαθὸν, ἵνα ἔχωμεν μεταδιδόναι τῷ χρείαν ἔχοντι, τὸ μὲν, ὅτι χρὴ ἐργάζεσθαι σπουδαίως, δῆλόν ἐστιν αὐτόθεν. Οὐ γὰρ πρόφασιν ἀργίας, οὐδὲ ἀποφυγὴν πόνου τὸν τῆς εὐσεβείας σκοπὸν ἡγεῖσθαι χρὴ, ἀλλὰ ὑπόθεσιν ἀθλήσεως, καὶ πόνων περισσοτέρων, καὶ ὑπομονῆς τῆς ἐν θλίψεσιν, ἵνα καὶ ἡμῖν ἐξῇ λέγειν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις περισσοτέρως, ἐν λιμῷ καὶ δίψει· οὐ μόνον διὰ τὸν ὑπωπιασμὸν τοῦ σώματος χρησίμου οὔσης ἡμῖν τῆς τοιαύτης ἀγωγῆς, ἀλλὰ καὶ διὰ τὴν εἰς τὸν πλησίον ἀγάπην, ἵνα καὶ τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν δι’ ἡμῶν ὁ Θεὸς τὴν αὐτάρκειαν παρέχῃ, κατὰ τὸν ἐν ταῖς Πράξεσιν ὑπὸ τοῦ Ἀποστόλου δεδομένον τύπον, εἰπόντος· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων· καὶ πάλιν·
PG 31:1009Ἵνα ἔχητε μεταδιδόναι τῷ χρείαν ἔχοντι· ὅπως καταξιωθῶμεν ἀκοῦσαι· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐδώκατέ μοι πίνειν. Καὶ ὅσον μὲν κακόν ἐστι τὸ τῆς ἀργίας, τί χρὴ λέγειν, τοῦ Ἀποστόλου φανερῶς παραγγέλλοντος, τὸν μὴ ἐργαζόμενον μηδὲ ἐσθίειν; Ὡς οὖν ἀναγκαῖον ἑκάστῳ ἡ καθημερινὴ τροφὴ, οὕτως ἀναγκαῖον καὶ τὸ κατὰ δύναμιν ἔργον. Οὐ γὰρ μάτην ὁ Σολομὼν ἐν ἐπαίνῳ ἔγραψε τό· Σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Καὶ πάλιν περὶ ἑαυτοῦ ὁ Ἀπόστολος, ὅτι Οὔτε δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι· καίτοι ἔχων ἐξουσίαν, τὸ Εὐαγγέλιον καταγγέλλων, ἐκ τοῦ Εὐαγγελίου ζῇν. Καὶ ὁ Κύριος δὲ τὴν ὀκνηρίαν τῇ πονηρίᾳ συνῆψεν, εἰπών· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Ἀλλὰ καὶ ὁ σοφὸς Σολομὼν οὐ μόνον ἐπαινεῖ τὸν ἐργαζόμενον διὰ τῶν μνημονευθέντων, ἀλλὰ καὶ ἐλέγχει τὸν ὀκνηρὸν συγκρίσει τῶν μικροτάτων ζώων, λέγων· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ.
PG 31:1010Ὥστε φοβεῖσθαι χρὴ, μήποτε ἡμῖν τοῦτο καὶ ἐν ἡμέρᾳ κρίσεως προενεχθῇ, τοῦ δεδωκότος ἡμῖν τὴν πρὸς τὸ ἐργάζεσθαι δύναμιν, ἀναλογοῦσαν τῇ δυνάμει τὴν ἐργασίαν ἐπιζητοῦντος. Διότι Ὧ παρέθεντο, φησὶ, πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν. Ἐπεὶ δέ τινες προφάσει τῶν εὐχῶν καὶ τῆς ψαλμῳδίας παραιτοῦνται τὰ ἔργα, εἰδέναι δεῖ, ὅτι ἐπὶ μὲν ἄλλων τινῶν ἑκάστου καιρός ἐστιν ἴδιος, κατὰ τὸν Ἐκκλησιαστὴν εἰπόντα· Καιρὸς τῷ παντὶ πράγματι· προσευχῆς δὲ καὶ ψαλμῳδίας, ὥσπερ οὖν καὶ ἑτέρων πλειόνων, πᾶς καιρὸς ἐπιτήδειος, ὥστε μεταξὺ τὰς χεῖρας κινοῦντα πρὸς τὰ ἔργα, ποτὲ μὲν καὶ τῇ γλώσσῃ, ὅταν τοῦτο ᾖ δυνατὸν, μᾶλλον δὲ χρήσιμον πρὸς οἰκοδομὴν τῆς πίστεως· εἰ δὲ μή γε, τῇ καρδίᾳ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς τὸν Θεὸν ἀνυμνεῖν. καθὼς γέγραπται, καὶ τὴν προσευχὴν μεταξὺ τοῦ ἔργου πληροῦν· εὐχαριστοῦντες μὲν τῷ δεδωκότι καὶ δύναμιν χειρῶν πρὸς ἔργα, καὶ σοφίαν διανοίας πρὸς ἀνάληψιν τῆς ἐπιστήμης, καὶ τὴν ὕλην χαρισαμένῳ, τήν τε ἐν τοῖς ἐργαλείοις, καὶ τὴν ὑποκειμένην ταῖς τέχναις, ἅσπερ ἂν τύχωμεν ἐργαζόμενοι·
PG 31:1011προσευχόμενοι δὲ κατευθυνθῆναι τὰ ἔργα τῶν χειρῶν ἡμῶν πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως. Οὕτω καὶ τὸ ἀμετεώρεστον τῇ ψυχῇ κατορθοῦμεν, ὅταν ἐφ’ ἑκάστῃ ἐνεργείᾳ τήν τε εὐοδίαν τῆς ἐργασίας παρὰ Θεοῦ αἰτῶμεν, καὶ τὴν εὐχαριστίαν τῷ δεδωκότι τὸ ἐνεργεῖν ἀποπληρῶμεν, καὶ τὸν σκοπὸν τῆς πρὸς αὐτὸν εὐαρεστήσεως φυλάςσωμεν, καθὰ προείρηται. Ἐπεὶ, εἰ μὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, πῶς δύναται συμβαίνειν ἀλλήλοις τὰ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένα, τό τε Ἀδιαλείπτως προσεύχεσθε, καὶ τὸ, Νύκτα καὶ ἡμέραν ἐργαζόμενοι; Οὐ μὴν ἐπειδὴ ἡ ἐν παντὶ καιρῷ εὐχαριστία καὶ νόμῳ προστέτακται, καὶ ἀναγκαία ἡμῶν τῇ ζωῇ δέδεικται κατά τε φύσιν καὶ λόγον, παρορᾶσθαι δεῖ τοὺς διατετυπωμένους καιροὺς τῶν προσευχῶν ἐν ταῖς ἀδελφότησιν, οὓς ἀναγκαίως ἐξελεξάμεθα, ἑκάστου ἰδίαν τινὰ ὑπόμνησιν τῶν παρὰ τοῦ Θεοῦ ἀγαθῶν ἔχοντος· τὸν μὲν ὄρθρον, ὥστε τὰ πρῶτα κινήματα τῆς ψυχῆς, καὶ τοῦ νοῦ, ἀναθήματα εἶναι Θεοῦ, καὶ μηδὲν ἕτερον ἀναλαμβάνειν εἰς φροντίδα, πρὶν ἢ τῇ παρὰ Θεοῦ ἐννοίᾳ ἐνευφρανθῆναι, καθὼς γέγραπται· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην·
PG 31:1012μηδὲ σῶμα κινῆσαι πρὸς ἐργασίαν, πρὶν ποιῆσαι τὸ εἰρημένον, ὅτι Πρὸς σὲ προσεύξομαι, Κύριε· καὶ τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωὶ παραστήσομαί σοι, καὶ ἐπόψομαι· πάλιν δὲ κατὰ τὴν τρίτην ὥραν εἰς τὴν προσευχὴν ἀνίστασθαι, καὶ ἐπισυνάγειν τὴν ἀδελφότητα, κἂν τύχωσιν ἄλλοι πρὸς ἄλλα ἔργα μεμερισμένοι· καὶ ὑπομνησθέντας τῆς τοῦ Πνεύματος δωρεᾶς, τῆς κατὰ τὴν τρίτην ὥραν τοῖς ἀποστόλοις δεδομένης, προσκυνῆσαι πάντας ὁμοθυμαδὸν, εἰς τὸ ἀξίους γενέσθαι καὶ αὐτοὺς τῆς ὑποδοχῆς τοῦ ἁγιασμοῦ, καὶ αἰτοῦντας τὴν παρ’ αὐτοῦ ὁδηγίαν καὶ διδασκαλίαν πρὸς τὸ συμφέρον, κατὰ τὸν εἰπόντα· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με· καὶ ἀλλαχοῦ· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· καὶ οὕτω πάλιν τῶν ἔργων ἔχεσθαι.
PG 31:1013Κἂν ποῤῥωτέρω δέ που διὰ τὴν τῶν ἔργων ἢ τῶν τόπων φύσιν διάγοντες ἀπολειφθῶσι, πληροῦν ἀναγκαίως ὀφείλουσιν ἐκεῖ ἕκαστα τὰ κοινῇ δόξαντα, μηδὲν διακρινόμενοι· ὅτι Ὅπου ἂν ὦσι δύο ἢ τρεῖς συνηγμένοι, φησὶν ὁ Κύριος, εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ἐν δὲ τῇ ἕκτῃ ὥρᾳ κατὰ μίμησιν τῶν ἁγίων ἀναγκαίαν εἶναι τὴν προσευχὴν ἐκρίναμεν, τῶν λεγόντων· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου· καὶ ὥστε ῥυσθῆναι ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ, ἅμα καὶ τοῦ ψαλμοῦ τοῦ ἐνενηκοστοῦ λεγομένου· Ἡ δὲ ἐννάτη παρ’ αὐτῶν ἡμῖν τῶν ἀποστόλων ἐν ταῖς Πράξεσιν ἀναγκαία εἰς προσευχὴν παραδέδοται ἱστορούσαις, ὅτι Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν Ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Συμπληρωθείσης δὲ τῆς ἡμέρας, ἡ εὐχαριστία περὶ τῶν ἐν αὐτῇ δεδομένων ἡμῖν ἢ κατωρθωμένων ἡμῖν, καὶ τῶν παρεθέντων ἡ ἐξαγόρευσις, εἴτε ἑκούσιον, εἴτε ἀκούσιον, εἴτε που καὶ λανθάνον πλημμέλημα γέγονεν, ἢ ἐν ῥήμασιν, ἢ ἐν ἔργοις, ἢ κατ’ αὐτὴν τὴν καρδίαν, περὶ πάντων ἐξιλεουμένων ἡμῶν διὰ τῆς προσευχῆς τὸν Θεόν.
PG 31:1014Μέγα γὰρ ὄφελος ἡ ἐπίσκεψις τῶν παρελθόντων πρὸς τὸ μὴ τοῖς ὁμοίοις αὖθις περιπεσεῖν. Διό φησιν· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Καὶ πάλιν, τῆς νυκτὸς ἀρχομένης, ἡ αἴτησις τοῦ ἀπρόσκοπον ἡμῖν καὶ φαντασιῶν ἐλευθέραν ὑπάρξαι τὴν ἀνάπαυσιν· λεγομένου καὶ ἐν ταύτῃ τῇ ὥρᾳ ἀναγκαίως τοῦ ἐνενηκοστοῦ ψαλμοῦ. Τὸ δὲ μεσονύκτιον Παῦλος καὶ Σίλας ἡμῖν ἀναγκαῖον εἰς προσευχὴν παραδεδώκασιν, ὡς ἡ τῶν Πράξεων ἱστορία παρίστησι, λέγουσα· Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας ὕμνουν τὸν Θεόν· καὶ ὁ Ψαλμῳδὸς λέγων· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Καὶ πάλιν χρὴ προφθάσαντας τὸν ὄρθρον εἰς τὴν προσευχὴν διανίστασθαι, ὡς μὴ ἐν ὕπνῳ καὶ κοίτῃ ὑπὸ τῆς ἡμέρας καταληφθῆναι, κατὰ τὸν εἰπόντα· Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾷν τὰ λόγιά σου. Ὧν οὐδένα χρὴ καιρὸν τοῖς ἐπιτετηρημένως εἰς δόξαν Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ προαιρουμένοις ζῇν παρορᾶσθαι.
PG 31:1015Χρησιμεύειν δὲ λογίζομαι τὴν ἐν ταῖς προσευχαῖς καὶ ψαλμῳδίαις κατὰ τὰς ἐπικεκριμένας ὥρας διαφοράν τε καὶ ποικιλίαν, καὶ κατ’ ἐκεῖνο, ὅτι ἐν μὲν τῇ ὁμαλότητι πολλάκις που καὶ ἀκηδιᾷ ἡ ψυχὴ, καὶ ἀπομετεωρίζεται· ἐν δὲ τῇ ἐναλλαγῇ καὶ τῷ ποικίλῳ τῆς ψαλμῳδίας καὶ τοῦ περὶ ἑκάστης ὥρας λόγου νεαροποιεῖται αὐτῆς ἡ ἐπιθυμία καὶ ἀνακαινίζεται τὸ νηφάλιον. ΕΡΩΤΗΣΙΣ ΛΗ. Δείξαντος ἱκανῶς τοῦ λόγου καὶ τὴν προσευχὴν ἀπαράλειπτον, καὶ τὸ ἐργάζεσθαι ἀναγκαῖον, ἀκόλουθον διδαχθῆναι ἡμᾶς ποῖαι τέχναι τῷ ἐπαγγέλματι ἡμῶν ἁρμόζουσιν. ΑΠΟΚΡΙΣΙΣ. Ἰδικῶς μὲν ἀφορίσαι τέχνας τινὰς οὐκ εὔκολον, διὰ τὸ ἄλλας παρ’ ἄλλοις ἐπιζητεῖσθαι κατὰ τὴν ἰδιότητα τῶν τόπων καὶ τὴν ἐπιτηδειότητα τῶν ἐν ἑκάστῃ χώρᾳ πραγματειῶν· κοινῷ δὲ λόγῳ τὴν ἐκλογὴν τούτων ὑποτυπώσασθαι δυνατὸν, ὅσαι τὸ εἰρηνικὸν καὶ τὸ ἀθόρυβον τῆς ζωῆς ἡμῶν συντηροῦσι, μήτε πολλῆς πραγματείας εἰς τὸν πορισμὸν τῆς οἰκείας ὕλης δεόμεναι, μήτε πολλοῦ τοῦ ἀγῶνος πρὸς τὴν τῶν ἀπεργασθέντων διάπρασιν, μήτε ὅσαι συντυχίας ἡμῖν ἀνδρῶν ἢ γυναικῶν ἀπρεπεῖς ἢ βλαβερὰς προξενοῦσιν·
PG 31:1016ἀλλ’ ἐν παντὶ σκοπὸν οἰκεῖον ἡμῖν προκεῖσθαι νομίζειν χρὴ τὴν λιτότητα, καὶ τὴν εὐτέλειαν, φεύγοντας τὸ ὑπηρετεῖν ἐπιθυμίαις ἀνθρώπων ἀνοήτοις καὶ βλαβεραῖς, διὰ τοῦ τὰ ἐπιζητούμενα παρ’ αὐτῶν ἐξεργάζεσθαι. Ἀλλ’ ἐν μὲν τῇ ὑφαντικῇ, τὸ ἐμπολιτευόμενον τῇ συνηθείᾳ τοῦ βίου, οὐ τὸ πρὸς ἄγραν καὶ παγίδα τῶν νέων ὑπὸ τῶν ἀκολάστων ἐπινοούμενον, παραδεκτέον ἡμῖν. Ὁμοίως δὲ καὶ ἐπὶ σκυτοτομικῆς τοῖς τὰ ἀναγκαῖα τῆς χρείας ἐπιζητοῦσι διὰ τῆς τέχνης ὑπηρετήσωμεν. Οἰκοδομικὴ δὲ, καὶ τεκτονικὴ, καὶ χαλκευτικὴ, καὶ γεωργία, αὐταὶ μὲν καθ’ ἑαυτὰς ἀναγκαῖαι τῷ βίῳ, καὶ πολὺ τὸ χρήσιμον παρεχόμεναι, καὶ τῷ οἰκείῳ λόγῳ οὐκ ἀπόβλητοι ἡμῖν· πλὴν ὅταν ποτὲ ἢ θορύβους ἡμῖν ἐμποιῶσιν, ἢ τὸ ἡνωμένον τῆς ζωῆς τῶν ἀδελφῶν διασπῶσι, τότε αὐτὰς ἐξ ἀνάγκης ἐκκλίνωμεν· προτιμῶντες τὰς τέχνας τὰς διατηρούσας ἡμῖν τὴν ἀπερίσπαστον ζωὴν καὶ εὐπάρεδρον τῷ Κυρίῳ, καὶ μήτε καιροῦ ψαλμῳδίας, μήτε προςευχῆς, μήτε τῆς λοιπῆς εὐταξίας ἀφελκούσας τοὺς τῇ ἀσκήσει τῆς εὐσεβείας προσκαρτεροῦντας.
PG 31:1017Ἐπεὶ, ὅταν γε μηδὲν ὑπάρχῃ παρ’ αὐτῶν εἰς τὴν προηγουμένην ζωὴν καταβλάπτεσθαι, πολλῶν εἰσι προτιμότεραι, καὶ μάλιστα ἡ γεωργία, αὐτόθεν ἔχουσα τῶν ἀναγκαίων τὸν πορισμὸν, καὶ τῆς ἐπὶ πολὺ πλάνης, καὶ ἄνω καὶ κάτω διαδρομῆς ῥυομένη τοὺς γεωργοῦντας, μόνον εἰ, καθ’ ὃν εἴπομεν τρόπον, μήτε ἀπὸ γειτόνων μήτε ἀπὸ συνοίκων θορύβους ἡμῖν ἐπάγει καὶ ταραχάς. ΕΡΩΤΗΣΙΣ ΛΘ. Πῶς χρὴ ποιεῖσθαι τῶν ἐκ τῆς ἐργασίας τὴν διάπρασιν, καὶ πῶς ἀποδημεῖν ΑΠΟΚΡΙΣΙΣ. Χρὴ δὲ σπουδάζειν καὶ τὰ ἐκ τῶν ἐργασιῶν μὴ μακράν που διατίθεσθαι, μήτε δημοσιεύειν ἑαυτοὺς τῆς πράσεως ἕνεκεν. Εὐπρεπεστέρα γὰρ ἡ ἐφ’ ἑνὸς τόπου διαγωγὴ, καὶ ὠφελιμωτέρα πρός τε τὴν οἰκοδομὴν ἀλλήλων καὶ ἀκριβῆ συντήρησιν τοῦ καθ’ ἡμέραν βίου, ὥστε αἱρεῖσθαι μᾶλλον καὶ ὑφαιρεῖν τι τῆς ἀξίας, ἢ ὑπὲρ ὀλίγου κέρδους ὑπερορίους ἀποδημεῖν. Ἐὰν δὲ τοῦτο ἀδύνατον ἡ πεῖρα δείξῃ, ἐκλέγεσθαι καὶ τόπους καὶ πόλεις ἀνδρῶν εὐλαβῶν, ὡς μὴ ἄκαρπον ἡμῖν τὴν ἀποδημίαν γίνεσθαι, καὶ ἐν ταῖς ἀποδεδειγμέναις πανηγύρεσι πλείονας ὁμοῦ συνδραμεῖν τῶν ἀδελφῶν, ἕκαστον τὰ ἐκ τῆς οἰκείας ἐργασίας ἐπιφερόμενον.
PG 31:1018Καὶ κοινὴν μὲν τὴν ἀποδημίαν στέλλεσθαι, ὡς καὶ τὴν ὁδὸν μετὰ ψαλμῶν καὶ προσευχῶν καὶ τῆς ἐν ἀλλήλοις οἰκοδομῆς ἐκτελεῖν· καὶ ἐπὶ τὸν τόπον δὲ γενομένους, τὰς αὐτὰς αἱρεῖσθαι καταγωγὰς τῆς τε ἀλλήλων φυλακῆς ἕνεκεν, καὶ τοῦ μηδένα καιρὸν προςευχῆς, μήτε ἡμερινὸν μήτε νυκτερινὸν, ἡμᾶς διαφεύγειν, καὶ τὰς τῶν δυσσυναλλάκτων καὶ πλεονεκτικῶν συντυχίας ἀβλαβέστερον διαβῆναι μετὰ πλειόνων ὄντα ἢ καθ’ ἑαυτόν. Παραιτοῦνται γὰρ πολλοὺς ἔχειν τὰς ἀδικίας μάρτυρας καὶ οἱ βιαιότατοι. ΕΡΩΤΗΣΙΣ Μ. Περὶ τῶν ἐν συνόδοις πραγματειῶν. ΑΠΟΚΡΙΣΙΣ. Ἀλλ’ οὐδὲ τὰς ἐν τοῖς μαρτυρίοις γινομένας ἀγορασίας οἰκείας ἡμῖν ὁ λόγος δείκνυσιν. Οὐ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐν τοῖς μαρτυρίοις ἢ ἐν τοῖς περὶ αὐτὰ τόποις φαίνεσθαι ἐπιβάλλει Χριστιανοῖς, ἢ προσευχῆς ἕνεκεν καὶ τοῦ εἰς ὑπόμνησιν ἐλθόντας τῆς τῶν ἁγίων ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἐνστάσεως πρὸς τὸν ζῆλον τὸν ὅμοιον προτραπῆναι·
PG 31:1019μεμνημένους τῆς φοβερωτάτης ὀργῆς τοῦ Κυρίου, ὅτι, καίπερ πάντοτε καὶ πανταχοῦ πραὺ̈ς ὢν, καὶ ταπεινὸς τῇ καρδίᾳ, καθὼς γέγραπται, μόνοις τοῖς περὶ τὸ ἱερὸν πωλοῦσι καὶ ἀγοράζουσι τὴν μάστιγα ἐπανετείνατο, ὡς τῆς ἐμπορίας τὸν οἶκον τῆς προσευχῆς μεταποιούσης εἰς σπήλαιον λῃστῶν. Οὐ μὴν, ἐπειδὴ ἕτεροι προλαβόντες παρέφθειραν τὴν κεκρατηκυῖαν ἐπὶ τῶν ἁγίων συνήθειαν, καὶ ἀντὶ τοῦ προσεύχεσθαι ὑπὲρ ἀλλήλων, καὶ μετὰ πλειόνων προσκυνεῖν καὶ προσκλαίειν τῷ Θεῷ, καὶ ἐξιλάσκεσθαι μὲν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν, εὐχαριστεῖν δὲ ὑπὲρ τῶν εὐεργεσιῶν, οἰκοδομεῖν δὲ διὰ τοῦ λόγου τῆς παρακλήσεως, ὅπερ ἔτι καὶ ἐπὶ τῆς ἡμετέρας μνήμης τηρούμενον ἔγνωμεν, ἀντὶ τούτων ἀγορὰν, καὶ πανήγυριν, καὶ κοινὸν ἐμπόριον τόν τε καιρὸν καὶ τὸν τόπον ποιοῦνται, ἤδη καὶ ἡμᾶς ἀκολουθεῖν αὐτοῖς προσῆκε, καὶ βεβαιοῦν τὰ ἄτοπα τῇ κοινωνίᾳ τοῦ πράγματος· ἀλλὰ μιμεῖσθαι τὰς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τοῖς Εὐαγγελίοις ἱστορουμένας συνόδους, καὶ πληροῦν τὰ ὑπὸ τοῦ Ἀποστόλου ὡς συντελοῦντα τῷ τοιούτῳ τύπῳ διατεταγμένα. Γράφει δὲ οὕτως·
PG 31:1020Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. ΕΡΩΤΗΣΙΣ ΜΑ Περὶ αὐθεντίας καὶ ὑπακοῆς. ΑΠΟΚΡΙΣΙΣ. Ἐν αὐταῖς μέντοι ταῖς συγκεχωρημέναις τέχναις οὐχ ἕκαστος ἣν ἔχει, ἢ βούλεται μαθεῖν, ἐπιτρέπεσθαι ὀφείλει, ἀλλ’ εἰς ἣν ἂν δοκιμασθῇ ἐπιτήδειος εἶναι. Ὁ γὰρ ἀρνησάμενος ἑαυτὸν, καὶ πάντα τὰ ἑαυτοῦ θελήματα ἀποθέμενος, οὐχὶ ὃ βούλεται ποιεῖ, ἀλλ’ ὃ διδάσκεται. Οὐ μὴν οὐδὲ ἀφ’ ἑαυτοῦ ἐκλέγεσθαι τὸ συμφέρον συγχωρεῖ ὁ λόγος τῷ ἅπαξ τὴν ἑαυτοῦ οἰκονομίαν ἐπιτρέψαντι ἑτέροις, οἳ πρὸς ὅπερ ἂν καταμάθωσιν ἐν ὀνόματι Κυρίου ἐπιτήδειον, εἰς ἐκεῖνο αὐτὸν τάξουσιν· ἐπεὶ ὅ γε κατ’ ἰδίαν ἐπιθυμίαν ἐκλεγόμενος ἔργον κατηγορίαν ἑαυτοῦ ἐκφέρει, πρῶτον μὲν αὐταρεσκείας, ἔπειτα, ὅτι ἢ διὰ δόξαν κοσμικὴν, ἢ διὰ κέρδους ἐλπίδα, ἢ διά τι τοιοῦτον προσπέπονθε τῷ ἐπιτηδεύματι, ἢ δι’ ὄκνον καὶ ῥᾳθυμίαν προτιμᾷ τὸ κουφότερον. Τὸ δὲ ἐν τούτοις εἶναι ἀπόδειξίς ἐστι τοῦ μήπω ἀπηλλάχθαι τῆς τῶν παθῶν κακίας.
PG 31:1021Οὔτε δὲ ἠρνήσατο ἑαυτὸν ὁ ἰδίας ὁρμὰς ἐκτελεῖν θέλων, οὔτε ἀπετάξατο τοῖς τοῦ κόσμου πράγμασιν, εἴπερ ἔτι πρὸς κέρδος καὶ πρὸς δόξαν ἐπτόηται. Οὐδὲ μὴν ἐνέκρωσεν αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς ὁ τὸν ἐν τοῖς ἔργοις κόπον μὴ ὑπομένων· ἀλλὰ καὶ αὐθαδείας δεῖγμα καθ’ ἑαυτοῦ ἐκφέρει, ἀκριβεστέραν οἰόμενος εἶναι τὴν ἰδίαν ἑαυτοῦ κρίσιν τῆς τῶν πλειόνων δοκιμασίας. Εἴτε οὖν ἔχει τις τέχνην μὴ κατεγνωσμένην ὑπὸ τοῦ κοινοῦ, ἀποπηδᾷν αὐτῆς οὐκ ὀφείλει· ἀστάτου γὰρ γνώμης, καὶ προαιρέσεως ἀβεβαίου, ἐξουθενεῖν τὰ παρόντα· εἴτε μὴ ἔχει, μὴ ἑαυτῷ λαμβανέτω· ἀλλὰ τὸ παρὰ τῶν μειζόνων δοκιμασθὲν ὑποδεχέσθω, ἵνα ἐν παντὶ τὸ εὐπειθὲς διασώζῃ. Ὡς δὲ τὸ ἑαυτῷ ἐπιτρέπειν ἀπρεπὲς ἀπεδείχθη, οὕτω καὶ τὸ παρ’ ἑτέρων ἐγκριθὲν μὴ καταδέχεσθαι, κατεγνωσμένον ἐστίν. Ἀλλὰ καὶ ἐὰν ἔχῃ τις τέχνην, μὴ ἀρέσκῃ δὲ αὐτῆς ἡ χρῆσις τῇ ἀδελφότητι, ἑτοίμως αὐτὴν ἀποῤῥιπτέτω, δεικνὺς, ὅτι πρὸς οὐδὲν τῶν ἐν τῷ κόσμῳ ἐμπαθῶς διάκειται. Διότι τὸ μὲν ποιεῖν τὰ θελήματα τῶν διανοιῶν τοῦ μὴ ἔχοντός ἐστιν ἐλπίδα, κατὰ τὸν λόγον τοῦ Ἀποστόλου·
PG 31:1022τὸ δὲ ἐν παντὶ εὐπειθὲς ἀποδοχῆς ἄξιον, τοῦ αὐτοῦ Ἀποστόλου ἐπαινοῦντός τινας, ὅτι ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ, ἔπειτα καὶ ἡμῖν διὰ θελήματος Θεοῦ. Ἕκαστον μέντοι χρὴ τῇ ἰδίᾳ ἐργασίᾳ προςέχειν, καὶ ταύτης ἐπιθυμητικῶς φροντίζειν, καὶ ὡς Θεοῦ ἐφορῶντος, ἐν σπουδῇ ἀόκνῳ καὶ ἐπιμελείᾳ προσεχεστέρᾳ ἀμέμπτως ταύτην ἀποπληροῦν, ἵνα ἔχῃ παῤῥησίαν λέγειν ἀεὶ τό· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν· καὶ μὴ ἄλλοτε εἰς ἄλλο ἀποπηδᾷν. Οὐδὲ γὰρ ἡ φύσις ἡμῶν πολλὰ ὁμοῦ κατορθοῦν ἐπιτηδεύματα δύναται· καὶ τὸ μίαν φιλοπόνως ἐκτελεῖν τοῦ πολλῶν ἀτελῶς ἐφάπτεσθαι χρησιμώτερον. Ὁ γὰρ εἰς πλείονα μερισμὸς, καὶ ἡ ἄλλοτε ἐπ’ ἄλλο μετάβασις πρὸς τὸ μηδὲν τελειοῦν τῶν ἔργων, ἔτι καὶ ἤθους ἐλαφρίαν ἢ προϋπάρχουσαν ἐλέγχει, ἢ καὶ μὴ οὖσαν ἐμποιεῖ. Ἐὰν δέ ποτε χρεία καταλάβῃ, ἐπιβοηθεῖν καὶ ἄλλαις τέχναις τὸν ἐπιτηδείως ἔχοντα ἀκόλουθον. Καὶ οὐδὲ τοῦτο ἀφ’ ἑαυτοῦ· ἀλλ’ εἴ ποτε προσκληθείη, οὐ προηγουμένως ἡμῶν ποιούντων τοῦτο, ἀλλὰ κατὰ περίστασιν· ὡς καὶ ἐπὶ τῶν μελῶν τοῦ σώματος, ὅταν, ὀκλάσαντος τοῦ ποδὸς, ἐπιστηριζώμεθα τῇ χειρί.
PG 31:1023Καὶ πάλιν, ὥσπερ τὸ ἀφ’ ἑαυτοῦ ἐπιπηδᾷν ἀσύμφορον, οὕτω τὸ προσταχθὲν μὴ καταδέχεσθαι κατηγορίας ἄξιον, ἵνα μήτε πάθος αὐθαδείας τρέφηται, μήτε ὁ τῆς ὑπακοῆς καὶ εὐπειθείας ὅρος διαλύηται. Καὶ ἡ τῶν ἐργαλείων δὲ φροντὶς διαφέρει μὲν προηγουμένως τῷ ἑκάστης ἐργασίας τεχνίτῃ· ἐὰν δὲ ἄρα ποτὲ παροφθῆναι συμβαίη τι, ὡς κοινὸν πάντων κτῆμα, οὕτω τῆς προσηκούσης προνοίας ἀξιούσθω ὑπὸ τῶν πρώτως θεασαμένων. Εἰ γὰρ καὶ ἡ χρῆσις αὐτῶν ἰδιάζουσα, ἀλλὰ τὸ ἐξ αὐτῶν χρήσιμον κοινόν. Τὸ γὰρ ὡς οὐδὲν προσηκόντων τῶν ἐκ τῆς ἄλλης τέχνης καταφρονεῖν ἀλλοτριώσεως ἀπόδειξιν ἔχει. Οὐ μὴν οὐδὲ τοὺς μεταχειριζομένους τὰς τέχνας δεσποτείαν ἐκδικεῖν τῶν ἐργαλείων προςήκει, ὡς ἢ τῷ προεστῶτι τῆς ἀδελφότητος μὴ συγχωρεῖν αὐτοῖς κεχρῆσθαι πρὸς ὅπερ ἂν θέλῃ, ἢ ἑαυτοῖς ἐπιτρέπειν πωλεῖν αὐτὰ ἢ διαμείβειν, ἢ κατὰ ἄλλον τινὰ τρόπον προί̈εσθαι· ἢ καὶ προσκτᾶσθαι τοῖς οὖσιν ἕτερα·
PG 31:1024ὁ γὰρ ἅπαξ κρίνας μηδὲ τῶν χειρῶν εἶναι τῶν ἑαυτοῦ κύριος, ἀλλ’ ἑτέρῳ τὴν ἐνέργειαν αὐτῶν οἰκονομεῖν ἐπιτρέψας, πῶς ἂν ὁ τοιοῦτος ἀκόλουθα πράσσοι, τοῖς ἐργαλείοις τῆς τέχνης ἐναυθεντῶν, καὶ δεσποτείας ἀξιώματι ἐπ’ αὐτῶν κεχρημένος; ΕΡΩΤΗΣΙΣ ΜΒ. Ποίῳ σκοπῷ καὶ ποίᾳ διαθέσει ἐργάζεσθαι δεῖ τοὺς ἐργαζομένους. ΑΠΟΚΡΙΣΙΣ. Ἐκεῖνο μέντοι εἰδέναι χρὴ, ὅτι ὁ ἐργαζόμενος, οὐχ ἵνα ταῖς ἑαυτοῦ χρείαις ὑπηρετῇ διὰ τῶν ἔργων, ἐργάζεσθαι ὀφείλει, ἀλλ’ ἵνα τὴν ἐντολὴν τοῦ Κυρίου πληρώσῃ, τοῦ εἰπόντος· Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Τὸ γὰρ ὑπὲρ ἑαυτοῦ μεριμνᾷν παντάπασίν ἐστιν ὑπὸ τοῦ Κυρίου κεκωλυμένον, εἰπόντος· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· καὶ ἐπενεγκόντος· Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Σκοπὸς οὖν ἑκάστῳ προκεῖσθαι ὀφείλει ἐν τῷ ἔργῳ ἡ ὑπηρεσία τῶν δεομένων, οὐχὶ ἡ ἰδία αὐτοῦ χρεία. Οὕτω γὰρ καὶ τῆς φιλαυτίας τὸ ἔγκλημα φεύξεται, καὶ τῆς φιλαδελφίας τὴν εὐλογίαν παρὰ τοῦ Κυρίου λήψεται, λέγοντος· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε.
PG 31:1025Καὶ μηδεὶς τοῦ Ἀποστόλου ἐναντιοῦσθαι ἡμῶν τῷ λόγῳ νομιζέτω, εἰπόντος· Ἵνα ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Τοῦτο γὰρ πρὸς τοὺς ἀτάκτους καὶ ἀργοὺς εἴρηται· ὡς αἱρετώτερον τῆς ἐν ἀργίᾳ ζωῆς τὸ ἑαυτῷ γοῦν ὑπηρετεῖν ἕκαστον, καὶ μὴ ἄλλοις ἐπιβαρῆ γίνεσθαι· Ἀκούομεν γὰρ, φησὶ, τινὰς ἀτάκτως περιπατοῦντας ἐν ὑμῖν, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους· τοῖς οὖν τοιούτοις, φησὶ, παραγγέλλομεν, καὶ παρακαλοῦμεν, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Καὶ τὸ, Νύκτα δὲ καὶ ἡμέραν ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, εἰς τὸν αὐτὸν φέρει νοῦν· τοῦ Ἀποστόλου διὰ φιλαδελφίαν εἰς ἐκκοπὴν τῶν ἀτάκτων ἑαυτὸν τοῖς ὑπὲρ τὸ διατεταγμένον αὐτῷ πόνοις ὑποβάλλοντος. Τοῦ δὲ πρὸς τὴν τελείωσιν σπεύδοντός ἐστι νυκτὸς καὶ ἡμέρας ἐργάζεσθαι, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐπεὶ ὅ γε ἑαυτῷ, ἢ καὶ τῷ τὴν φροντίδα τῶν χρειῶν ἀναδεδεγμένῳ ἐλπίζων, καὶ ἢ τὴν οἰκείαν ἢ τὴν τοῦ συνόντος ἐργασίαν ἱκανὴν ἀφορμὴν πρὸς τὸ ζῇν τιθέμενος, καθόσον ἐπ’ ἄνθρωπον τὴν ἐλπίδα ἔθετο, κίνδυνον ἔχει ὑποπεσεῖν τῇ κατάρᾳ τῇ λεγούσῃ·
PG 31:1026Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίξει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποσταίη ἡ ψυχὴ αὐτοῦ· τοῦ λόγου διὰ μὲν τοῦ, Ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, τῷ ἑτέρῳ ἐπελπίζειν· διὰ δὲ τοῦ, Καὶ στηρίξει σάρκα βραχίονος αὐτοῦ, τὸ ἐφ’ ἑαυτῷ πεποιθέναι ἀπαγορεύοντος· ἑκάτερον δὲ αὐτῶν ἀποστασίαν ἀπὸ Κυρίου ὀνομάζοντος, καὶ τὸ τέλος ἀμφοτέρων ἐπάγοντος, Ὅτι ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ· καὶ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά· δεικνύντος τοῦ λόγου, ὅτι τὸ ἑαυτῷ ἢ ἄλλῳ τινὶ ἐπελπίζειν ἀποστῆναί ἐστιν ἀπὸ Κυρίου. ΕΡΩΤΗΣΙΣ ΜΓ. Ὁ μὲν περὶ τῶν ἐργασιῶν τρόπος ἀρκούντως ἡμῖν παραδέδοται· πλὴν ἐὰν μή τι ὑπ’ αὐτῶν τῶν πραγμάτων προσεξευρεῖν διδαχθῶμεν. Τοὺς δὲ προεστῶτας τῆς ἀδελφότητος ὁποίους εἶναι χρὴ, ἢ πῶς ἄγειν τοὺς συνόντας, τοῦτο διευκρινηθῆναι δεόμεθα. ΑΠΟΚΡΙΣΙΣ Εἴρηται μὲν, ὡς ἐν κεφαλαίῳ, καὶ περὶ τοῦ μέρους τούτου· πλὴν ἀλλ’ ἐπειδὴ καλῶς ποιοῦντες ἐπὶ πλεῖον τρανωθῆναι τὸ μέρος τοῦτο βούλεσθε (διότι οἷον ἐὰν ᾖ τὸ ἐπιστατοῦν καὶ ἄρχον, τοιοῦτον, ὡς τὰ πολλὰ, γίνεσθαι φιλεῖ καὶ τὸ ἀρχόμενον), ἀναγκαῖον μὴ παρέργως αὐτὸ παρελθεῖν.
PG 31:1027Χρὴ τοίνυν τὸν προεστῶτα μεμνημένον τῆς τοῦ Ἀποστόλου παραγγελίας λέγοντος, Τύπος γίνου τῶν πιστῶν, πάσης ἐντολῆς τοῦ Κυρίου ἐναργὲς ὑπόδειγμα τὸν ἑαυτοῦ βίον παρέχειν, ὡς μηδεμίαν τοῖς διδασκομένοις ἀφορμὴν καταλιμπάνειν πρὸς τὸ ἀδύνατον ἢ εὐκαταφρόνητον ἡγεῖσθαι τὴν ἐντολὴν τοῦ Κυρίου. Πρῶτον μὲν οὖν, ὃ πρῶτόν ἐστιν, ἐν ἀγάπῃ Χριστοῦ τὴν ταπεινοφροσύνην οὕτω χρὴ παρ’ αὐτοῦ κατορθοῦσθαι, ὡς καὶ σιωπῶντος αὐτοῦ τὸ ἐκ τῶν ἔργων ὑπόδειγμα παντὸς λόγου ἰσχυρότερον εἰς διδασκαλίαν προκεῖσθαι. Εἰ γὰρ οὗτος ὅρος Χριστιανισμοῦ, μίμησις Χριστοῦ ἐν τῷ μέτρῳ τῆς ἐνανθρωπήσεως, κατὰ τὸ ἐπιβάλλον τῇ ἑκάστου κλήσει, οἱ τὴν ὁδηγίαν τῶν πολλῶν πεπιστευμένοι τοὺς ἔτι ἀσθενεστέρους διὰ τῆς ἑαυτῶν μεσιτείας προβιβάζειν ὀφείλουσι τῇ τοῦ Χριστοῦ ἐξομοιώσει, κατὰ τὸν μακάριον Παῦλον λέγοντα· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πρώτους οὖν αὐτοὺς, τὸ παραδοθὲν τῆς ταπεινοφροσύνης μέτρον παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατορθοῦντας, ὑπογραμμὸν ἀκριβῆ προσήκει γίνεσθαι. Μάθετε γὰρ, φησὶν, ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.
PG 31:1028Πραότης οὖν τρόπου καὶ καρδίας ταπείνωσις χαρακτηριζέτω τὸν προϊστάμενον. Εἰ γὰρ ὁ Κύριος τὴν διακονίαν τῶν ἰδίων δούλων οὐκ ἐπῃσχύνθη, ἀλλὰ κατεδέξατο ὑπηρέτης εἶναι τῆς γῆς καὶ τοῦ πηλοῦ, ὃν αὐτὸς ἔπλασε, καὶ εἰς ἄνθρωπον διεμόρφωσεν ( Ἐγὼ γὰρ εἰμὶ, φησὶν, ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν )· τί χρὴ ποιοῦντας ἡμᾶς τοῖς ὁμοτίμοις νομίζειν αὐτοῦ τῆς μιμήσεως ἐφικνεῖσθαι; Ἓν μὲν δὴ τοῦτο ἐπὶ τοσοῦτον ὑπάρχειν δεῖ τῷ προεστῶτι. Ἔπειτα εὔσπλαγχνον, καὶ μακροθύμως ἀνεχόμενον τῶν ἐξ ἀπειρίας ἐλλιμπανόντων τι τῶν καθηκόντων, οὐχ ὑποσιωπῶντα τοῖς ἁμαρτήμασιν, ἀλλὰ πράως ἀνεχόμενον τῶν ἀφηνιαζόντων καὶ τὰς ἰατρείας αὐτοῖς ἐν πάσῃ εὐσπλαγχνίᾳ καὶ συμμετρίᾳ προσάγοντα. Ἱκανὸν δὲ τρόπον τῆς θεραπείας τῷ πάθει οἰκεῖον ἐξευρεῖν, οὐ μετὰ αὐθαδείας ἐπιτιμῶντα, ἀλλ’ ἐν πραότητι νουθετοῦντα καὶ παιδεύοντα, καθὼς γέγραπται, νηφάλιον ἐν τοῖς παροῦσι, προορατικὸν τῶν μελλόντων, ἱκανὸν μὲν τοῖς ἰσχυροῖς συναθλεῖν, τῶν δὲ ἀδυνάτων βαστάζειν τὰ ἀσθενήματα, καὶ πάντα ποιεῖν καὶ λέγειν δυνάμενον πρὸς καταρτισμὸν τῶν συνόντων·
PG 31:1029μὴ ἑαυτῷ λαμβάνοντα τὴν προστασίαν, ἀλλ’ ἐγκριθέντα τῶν ἐν ταῖς ἄλλαις ἀδελφότησι προεχόντων, καὶ ἱκανὴν πεῖραν τοῦ τρόπου ἐν τῷ παρελθόντι βίῳ δεδωκότα. Καὶ οὗτοι γὰρ, φησὶ, δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. Οὕτω καὶ ὁ τοιοῦτος ἐπιτρεπέσθω τὴν προστασίαν, καὶ τὴν εὐταξίαν ὁριζέτω τῇ ἀδελφότητι, τὴν διανομὴν τῶν ἔργων, καθ’ ὃ ἕκαστος ἐπιτηδείως ἔχει, ποιούμενος. ΕΡΩΤΗΣΙΣ ΜΔ. Τίσιν ἐπιτρέπειν χρὴ τὰς ἀποδημίας· καὶ πῶς ἐπανιόντας αὐτοὺς ἀνακρίνειν. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν ἀποδημίαν ἐπιτρεπέτω τῷ δυναμένῳ ἀβλαβῶς τῇ ἑαυτοῦ ψυχῇ καὶ ὠφελίμως τοῖς συντυγχάνουσιν αὐτὴν ἐκτελεῖν. Ὡς ἐὰν μὴ παρῇ ὁ ἐπιτήδειος, βέλτιον ἐν ἐνδείᾳ τῶν ἀναγκαίων πᾶσαν θλίψιν καὶ στενοχωρίαν μέχρι καὶ θανάτου ὑπενεγκεῖν, ἢ παραμυθίας ἕνεκεν σωματικῆς βλάβην ψυχῆς ὁμολογουμένην περιορᾷν. Καλὸν γάρ μοι, φησὶν ὁ Ἀπόστολος, μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· καὶ τοῦτο ἐν τοῖς ἐπ’ ἐξουσίας· πόσῳ οὖν μᾶλλον ἐν τοῖς κατ’ ἐντολήν; Καίτοιγε οὐδὲ τοῦτο ἀπαραμύθητον ὁ τῆς ἀγάπης νόμος ἀφίησιν.
PG 31:1030Ἐὰν γὰρ συμβῇ μὴ παρεῖναι μιᾷ ἀδελφότητι τὸν ἐπιτηδείως ἀποστελλόμενον, οἱ σύνεγγυς τὸ λεῖπον ἀναπληρώσουσι, κοινὰς τὰς ἀποδημίας καὶ ἀχωρίστους ἀλλήλων ποιούμενοι, ὡς τούς τε κατὰ ψυχὴν ἀσθενεῖς, ἢ καὶ κατὰ τὸ σῶμα σαθροὺς ἐν τῇ τοιαύτῃ κοινωνίᾳ τοῖς ἰσχυροτέροις συνδιασώζεσθαι, πόῤῥωθεν καὶ τοῦτο τοῦ πεπιστευμένου προκαθιστῶντος, ὡς μὴ παρ’ αὐτὰ ἐπὶ τῆς χρείας ἄπορον ἐκ τοῦ καιροῦ τῆς στενοχωρίας τὴν παραμυθίαν εὑρίσκεσθαι. Μετὰ δὲ τὴν ἐπάνοδον ἀνακρινέτω τὸν ἀπόδημον, τίνες αἱ πράξεις, ποταπῶν ἀνδρῶν αἱ συντυχίαι αὐτῷ γεγόνασιν· οἱ λόγοι τίνες, οὓς πρὸς αὐτοὺς ἐποιήσατο· ποῖα τὰ τῆς ψυχῆς αὐτοῦ διανοήματα· εἰ πᾶσαν ἡμέραν καὶ πᾶσαν νύκτα τῷ φόβῳ τοῦ Θεοῦ συζῶν ἐξετέλεσεν, ἤ που παρετράπῃ, καὶ παρεκίνησέ τι τῶν δεδογμένων, ἢ ταῖς ἔξωθεν περιστάσεσιν ἐνδοὺς, ἢ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ παραῤῥυείς. Καὶ τὸ μὲν ὀρθῶς ἐπιτελεσθὲν ἀποδοχῇ βεβαιούτω· τὸ δὲ ἐσφαλμένον τῇ ἐμμελεῖ καὶ ἐπιστημονικῇ διδασκαλίᾳ διορθούσθω. Οὕτω γὰρ νηφαλιώτεροί τε οἱ ὁδεύοντες ἔσονται τῇ φροντίδι τῆς ἀποδόσεως τοῦ λόγου, καὶ ἡμεῖς δόξομεν μήτε ἐν καιρῷ τοῦ χωρισμοῦ ἀμελεῖν αὐτῶν τῆς ζωῆς.
PG 31:1031Καὶ τοῖς ἁγίοις δὲ τοῦτο εἶναι σύνηθες ἡ ἱστορία τῶν Πράξεων παραδίδωσι, διδάσκουσα ἡμᾶς ὅπως μὲν Πέτρος τὸν λόγον τῆς τῶν ἐθνῶν κοινωνίας, ἐπανελθὼν εἰς τὰ Ἱεροσόλυμα, τοῖς ἐκεῖ ἀποδίδωσιν· ὅπως δὲ Παῦλος καὶ Βαρνάβας παραγενόμενοι, καὶ συναγαγόντες τὴν Ἐκκλησίαν, ἀνήγγειλαν ὅσα ὁ Θεὸς ἐποίησε μετ’ αὐτῶν· καὶ πάλιν, ὅτι ἐσιώπησεν ἅπαν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεός. Ἐκεῖνο μέντοι εἰδέναι χρὴ, ὅτι τὰς περιδρομὰς καὶ πραγματείας καὶ τὰ καπηλικὰ κέρδη παντὶ τρόπῳ φευκτέον ταῖς ἀδελφότησι. ΕΡΩΤΗΣΙΣ ΜΕ Ὅτι χρὴ μετὰ τὸν προεστῶτα καὶ ἄλλον εἶναί τινα τὸν δυνάμενον ἐν ἀπουσίᾳ ἢ ἀσχολίᾳ ἐκείνου τῶν ἀδελφῶν ἐπιμελεῖσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἐπειδὴ συμβαίνει πολλάκις ἢ δι’ ἀσθένειαν σώματος, ἢ ἀποδημίας ἀνάγκην, ἢ κατά τινα ἄλλην περίστασιν, χωρίζεσθαι τῆς ἀδελφότητος τὸν προεστῶτα, ἔστω τις καὶ ἕτερος μετὰ δοκιμασίας αὐτοῦ τε καὶ ἄλλων τῶν ἱκανῶν δοκιμάζειν, εἰς τοῦτο ἐξειλεγμένος, εἰς τὸ, ἀπόντος ἐκείνου, διαδέχεσθαι τὴν ἐπιμέλειαν τῶν ἀδελφῶν, ὥστε καὶ τοῖς παροῦσι παρ’ ἑνὸς γίνεσθαι τὰς παρακλήσεις τοῦ λόγου·
PG 31:1032ἀλλὰ μὴ ἐν τῇ ἀποδημίᾳ τοῦ προεστῶτος δημοκρατικόν τι σχῆμα μεταλαμβάνειν τὴν ἀδελφότητα ἐπὶ διαλύσει τοῦ κανόνος καὶ τῆς παραδεδομένης εὐταξίας· φυλάσσεσθαι δὲ τὰ μετὰ δοκιμασίας ἐγκριθέντα εἰς δόξαν Θεοῦ, καὶ τοῖς ἐπιδημοῦσι δὲ τῶν ξένων εἶναι τὸν ἀποκρινόμενον συνετῶς, ἵνα οἵ τε τὸν λόγον ἐπιζητοῦντες οἰκοδομῶνται τῆς ὑποθέσεως ἐπαξίως, καὶ τὸ κοινὸν τῆς ἀδελφότητος μὴ καταισχύνηται, Τὸ γὰρ πάντας ὁμοίως ἐπιπηδᾷν τῷ λόγῳ, θορύβου αἴτιον, καὶ ἀταξίας σημεῖον· τοῦ Ἀποστόλου μηδὲ τοὺς κατηξιωμένους τοῦ χαρίσματος τῆς διδασκαλίας πλείους ἐπὶ τὸ αὐτὸ λαλεῖν συγχωρήσαντος, δι’ ὧν φησιν· Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω· καὶ πάλιν τὸ ἄτοπον τῆς τοιαύτης ἀταξίας διελέγχοντος ἐν τῷ λέγειν· Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες λαλῶσι γλώσσαις, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι μαίνεσθε;
PG 31:1033Καὶ ἐὰν ὑπὸ ἀγνοίας δὲ ἄλλῳ προσαγάγῃ τὰς ἐπερωτήσεις ὁ ξένος, κἂν ἔχῃ ἀποκρίνεσθαι ἀνενδεῶς ὁ παρὰ πρόσωπον ἐπερωτηθεὶς, ὅμως τῆς εὐταξίας ἕνεκεν αὐτὸς μὲν σιωπάτω, ὑποδεικνύτω δὲ τὸν τὸ μέρος τοῦτο πεπιστευμένον, ὡς ἐποίησαν οἱ ἀπόστολοι ἐπὶ τοῦ Κυρίου, ὥστε εὔτακτον καὶ εὐσχήμονα τὴν χρῆσιν τοῦ λόγου γίνεσθαι. Εἰ γὰρ ἐπὶ τῆς σωμάτων θεραπείας οὔτε σιδήρῳ παντός ἐστι χρήσασθαι ἐπὶ τῶν ἀσθενούντων, ἀλλὰ τοῦ τέχνην ἀνειληφότος, καὶ χρόνῳ μακρῷ, καὶ πείρᾳ, καὶ μελέτῃ τῶν ἔργων, καὶ διδασκαλίᾳ τῶν ἐπιστημόνων· τίνα ἔχει λόγον τῇ διὰ τοῦ λόγου θεραπείᾳ τοὺς τυχόντας ἐπιπηδᾷν; Ἐν ᾧ καὶ τὸ μικρότατον παροφθὲν μεγίστην φέρει τὴν ζημίαν. Παρ’ οἷς γὰρ οὐδὲ ἄρτου μετάδοσις τοῖς τυχοῦσιν ἐφίεται, ἀλλ’ ἑνὶ προσήκει ἡ τοιαύτη διακονία, τῷ μετὰ δοκιμασίας πεπιστευμένῳ, παρὰ τούτοις πῶς οὐχὶ πολὺ πλέον τὴν πνευματικὴν τροφὴν ἐξειλεγμένως καὶ παρατετηρημένως ὑφ’ ἑνὸς τῶν δυνατωτέρων προςάγεσθαι χρὴ τοῖς αἰτοῦσιν;
PG 31:1034Ὥστε οὐ τῆς τυχούσης αὐθαδείας τὸν ἐπερωτηθέντα κρῖμα Θεοῦ, ἀδεῶς οὕτω καὶ ὡς ἔτυχε κατατολμᾷν τῆς ἀποκρίσεως, ἀλλὰ μὴ ὑποδεικνύειν τὸν ἐγκεχειρισμένον τὴν τοῦ λόγου οἰκονομίαν, ὃς, διὰ τὸ πιστὸς εἶναι πάντως καὶ φρόνιμος οἰκονόμος, ἐπελέγη εἰς τὸ διαδιδόναι μὲν ἐν καιρῷ τὴν πνευματικὴν τροφὴν, οἰκονομεῖν δὲ τοὺς λόγους αὐτοῦ ἐν κρίσει, καθὼς γέγραπται. Κἂν διαφεύγῃ δέ τι τὸν ὀφείλοντα ἀποκρίνεσθαι, καὶ ἄλλος ἐξεύρῃ, μὴ τῷ ἐλέγχῳ εὐθὺς ἐπιπηδάτω, ἀλλ’ ἰδίᾳ ὑποβαλλέτω τὸ παραστάν. Ἐπάρσεως γὰρ ἀφορμὴ ἐκ τούτου κατὰ τῶν προεχόντων τοῖς ὑποδεεστέροις γίνεται, ὥστε, κἂν χρησίμως ἀποκριθῇ τις, μὴ καθηκόντως δὲ, ἔνοχός ἐστι τοῖς τῆς ἀταξίας ἐπιτιμίοις. ΕΡΩΤΗΣΙΣ Μ. Περὶ τοῦ μὴ συγκρύπτειν ἁμαρτήματα ἀδελφῷ ἢ ἑαυτῷ. ΑΠΟΚΡΙΣΙΣ Πᾶν δὲ ἁμάρτημα ἀναφέρεσθαι δεῖ τῷ προεστῶτι, ἢ παρ’ αὐτοῦ τοῦ ἡμαρτηκότος, ἢ παρὰ τῶν συνεγνωκότων, ἐὰν αὐτοὶ θεραπεῦσαι μὴ δυνηθῶσι, κατὰ τὸ ὑπὸ τοῦ Κυρίου προστεταγμένον. Κακία γὰρ σιωπηθεῖσα νόσος ὕπουλός ἐστιν ἐν τῇ ψυχῇ.
PG 31:1035Ὡς οὖν οὐκ ἂν εἴποιμεν εὐεργέτην τὸν ἐγκατακλείοντα τῷ σώματι τὰ ὀλέθρια, ἀλλὰ μᾶλλον τὸν διὰ ὀδύνης καὶ ἀμύξεως εἰς τὸ φανερὸν ἕλκοντα, ὥστε ἢ διὰ ἐμέτου ἀποῤῥίψαι τὸ βλάπτον, ἢ καθόλου διὰ τῆς τοῦ πάθους φανερώσεως εὔγνωστον ὑπάρξαι τὸν τρόπον τῆς θεραπείας· οὕτω, δηλονότι, καὶ τὸ κρύπτειν ἁμαρτίαν συγκατασκευάζειν ἐστὶ τῷ νοσοῦντι τὸν θάνατον. Κέντρον γὰρ, φησὶ, τοῦ θανάτου ἡ ἁμαρτία. Κρείσσους δὲ ἔλεγχοι μετὰ παῤῥησίας κρυπτομένης φιλίας. Μήτε οὖν ἄλλος ἄλλῳ συγκρυπτέτω, ἵνα μὴ ἀδελφοκτόνος ἀντὶ φιλαδέλφου γένηται, μήτε αὐτὸς ἑαυτῷ. Ὁ γὰρ μὴ ἰώμενος, φησὶν, ἑαυτὸν ἐν τοῖς ἔργοις αὑτοῦ ἀδελφός ἐστι τοῦ λυμαινομένου ἑαυτόν. ΕΡΩΤΗΣΙΣ ΜΖ. Περὶ τῶν μὴ καταδεχομένων τὰ παρὰ τοῦ προεστῶτος τυπούμενα. ΑΠΟΚΡΙΣΙΣ Τὸν δὲ μὴ καταδεχόμενον τὰ παρὰ τοῦ προεστῶτος ἐγκριθέντα χρὴ φανερῶς ἢ ἰδίᾳ αὐτῷ ἀντιλέγειν, εἴ τινα ἔχοι λόγον ἰσχυρὸν κατὰ τὸ βούλημα τῶν Γραφῶν, ἢ σιωπήσαντα τὸ προστεταγμένον ποιεῖν. Εἰ δὲ αὐτὸς αἰσχύνοιτο, ἄλλοις τισὶ μεσίταις πρὸς τοῦτο χρησάσθω, ἵνα, εἰ μὲν παρὰ τὴν Γραφὴν εἴη ἡ διαταγὴ, ἐξέληται καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς ἀδελφοὺς βλάβης·
PG 31:1036εἰ δὲ δειχθείη κατὰ λόγον τὸν προσήκοντα γενομένη, καὶ ἑαυτὸν διακρίσεως ματαίας καὶ ἐπικινδύνου ἐλευθερώσῃ. Ὁ γὰρ διακρινόμενος, φησὶν, ἐὰν φάγῃ, κατακέκριται· ὅτι οὐκ ἐκ πίστεως· καὶ τοῖς ἁπλουστέροις μηδένα. δυσπειθείας ὄλισθον ἐμποιήσῃ. Συμφέρει γὰρ, φησὶν ὁ Κύριος, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Ἐὰν δέ τινες ἐπιμένωσι τῇ ἀπειθείᾳ, λάθρα μὲν καταμεμφόμενοι, μὴ δημοσιεύοντες δὲ τὴν λύπην, ὡς καὶ διακρίσεως αἴτιοι τῇ ἀδελφότητι, καὶ τὴν πρὸς τὰς ἐντολὰς πληροφορίαν διασαλεύοντες, καὶ δυσπειθείας καὶ παρακοῆς διδάσκαλοι, ἐκβαλλέσθωσαν τῆς ἀδελφότητος. Ἔκβαλλε γὰρ, φησὶ, λοιμὸν ἐκ συνεδρίου, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· καὶ πάλιν· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Διότι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. ΕΡΩΤΗΣΙΣ ΜΗ. Ὅτι οὐ δεῖ περιεργάζεσθαι τὰς οἰκονομίας τοῦ προεστῶτος, τῷ δὲ ἰδίῳ προσέχειν ἔργῳ. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:1037Ὑπὲρ δὲ τοῦ μὴ ῥᾳδίως τινὰ τῷ τοιούτῳ πάθει τῆς διακρίσεως εἰς βλάβην ἑαυτοῦ καὶ τῶν ἑτέρων περιπίπτειν, ἐκεῖνο καθόλου παραφυλακτέον ἐν ἀδελφότητι, τὸ τὴν ἀρχὴν μηδένα τὰς τοῦ προεστῶτος οἰκονομίας περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν τὰ γινόμενα ἐκτὸς τῶν ἐγγυτέρων τοῦ προεστῶτος καὶ βαθμῷ καὶ συνέσει· οὓς καὶ εἰς τὴν περὶ τῶν κοινῶν βουλήν τε καὶ σκέψιν ἀναγκαίως παραλήψεται, πειθόμενος τῇ παραινέσει τοῦ εἰπόντος· Μετὰ βουλῆς πάντα ποίει. Εἰ γὰρ τῶν ψυχῶν ἡμῶν ἐπετρέψαμεν αὐτῷ τὴν οἰκονομίαν, ὡς Θεῷ τὸν λόγον δώσοντι, ἀλόγιστον παντελῶς περὶ τῶν εὐτελεστάτων ἀπιστεῖν, καὶ ὑποψιῶν ἀτόπων κατὰ τοῦ ἀδελφοῦ αὐτόν τε πληροῦσθαι, καὶ τοῖς ἄλλοις ἀφορμὴν παρέχειν. Διόπερ, ἵνα μὴ τοῦτο συμβαίνῃ, ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω· καὶ τῇ φροντίδι τῶν αὐτῷ ἐπιβαλλόντων ὅλον ἑαυτὸν ἀποδοὺς, μηδὲν τὰς ἄλλας οἰκονομίας περιεργαζέσθω, μιμούμενος τοὺς ἁγίους μαθητὰς τοῦ Κυρίου, ἐφ’ ὧν, καίτοι τοῦ πράγματος τοῦ κατὰ τὴν Σαμαρεῖτιν εἰς ὑποψίαν ἀγαγεῖν δυναμένου, ὅμως Οὐδεὶς, φησὶν, εἶπε· Τί ζητεῖς, ἢ τί λαλεῖς μετ’ αὐτῆς; ΕΡΩΤΗΣΙΣ ΜΘ. Περὶ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφότητι.
PG 31:1038ΑΠΟΚΡΙΣΙΣ. Περὶ δὲ τῶν ἀμφισβητουμένων ἐν τῇ ἀδελφότητι, ὅταν ἀσύμφωνοί τινες ὦσι περί τινος πράγματος, οὐ χρὴ φιλονείκως ἀλλήλοις ἀντιτείνειν, ἀλλὰ ταμιεύεσθαι τοῖς δυνατωτέροις τὴν ἐπίκρισιν. Ὥστε δὲ μήτε τὴν τάξιν συγχεῖσθαι, πάντων ἐπερωτώντων, καὶ πάντοτε, μήτε ἀφορμὴν ἐρεσχελίας καὶ φλυαρίας ἐγγίνεσθαι, ἕνα τινὰ εἶναι χρὴ τὸν δοκιμασθέντα, δυνατῶς ἔχειν ἢ εἰς κοινὴν ἐπίσκεψιν προτιθέναι τῇ ἀδελφότητι τὰ παρά τισιν ἀμφιβαλλόμενα, ἢ τῷ προέχοντι ἀνατίθεσθαι. Ἀκολουθοτέρα γὰρ καὶ ἐπιστημονικωτέρα ἡ διάσκεψις οὕτω τῶν ζητουμένων γενήσεται. Εἰ γὰρ ἑκάστῳ πράγματι ἐπιστήμης καὶ ἐμπειρίας χρεία, πολλῷ πλέον ἐν τοῖς τοιούτοις. Καὶ εἰ ἐργαλείων χρῆσιν οὐκ ἄν τις ἐπιτρέψειεν ἀπείροις, πολλῷ μᾶλλον χρὴ τὴν τῶν λόγων μεταχείρισιν τοῖς δυνατοῖς συγχωρεῖν· οἳ καὶ τόπον καὶ καιρὸν καὶ τρόπον τῶν ἐπερωτήσεων ἱκανοὶ ἔσονται διαγινώσκειν, ἀφιλονείκως τε καὶ φρονίμως ἀντιθέντες, καὶ συνετῶς ἀκούοντες, ἀκριβῶς φυλάσσειν τῶν ἐπιζητηθέντων τὰς λύσεις πρὸς οἰκοδομὴν τοῦ κοινοῦ. ΕΡΩΤΗΣΙΣ Ν. Πῶς χρὴ ἐπιτιμᾷν τὸν προεστῶτα. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:1039Ἀλλὰ καὶ τὰς ἐπιτιμήσεις μὴ ἐμπαθῶς τοῖς ἡμαρτηκόσιν ὁ προεστὼς προσαγέτω. Τὸ γὰρ μετὰ θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἀδελφὸν οὐχὶ ἐκεῖνόν ἐστιν ἁμαρτίας ἐλευθερῶσαι, ἀλλ’ ἑαυτὸν περιβαλεῖν πλημμελήμασι. Διόπερ φησίν· Ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μηδὲ ἐν οἷς μὲν ἂν αὐτὸς παροφθῇ, σφοδρὸν εἶναι, ἐν οἷς δὲ ἂν ἄλλον καταφρονούμενον ἴδῃ, τὴν πρὸς τὸν ἡμαρτηκότα χρηστότητα ἐπιδείκνυσθαι· ἀλλὰ καὶ μᾶλλον δυσχεραίνειν ἐπὶ τῷ κακῷ τότε. Οὕτω γὰρ τῆς τε φιλαυτίας τὴν ὑποψίαν ἐκφεύξεται, καὶ ἀπόδειξιν δώσει τοῦ μὴ τὸν ἡμαρτηκότα μισεῖν, ἀλλὰ τὴν ἁμαρτίαν ἀποστρέφεσθαι, τῇ διαφορᾷ τῇ ἑαυτοῦ πρὸς τὸν ἕτερον. Διαφορὰν δὲ ἀγανακτήσεως ποιούμενος, μὴ τὴν εἰρημένην, ἀλλὰ τὴν ἐναντίαν, φανερός ἐστιν ὅτι οὔτε διὰ τὸν Θεὸν οὔτε διὰ τὸν κίνδυνον τοῦ ἡμαρτηκότος, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φιλοδοξίαν ἢ φιλαρχίαν ἀγανακτεῖ. Χρὴ γὰρ, ζῆλον μὲν ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης.
PG 31:1040ἀτιμαζομένου ἐν τῇ τῆς ἐντολῆς παραβάσει ἐπιδεικνύμενον, εὐσπλαγχνίαν δὲ φιλαδελφίας ὑπὲρ τῆς τοῦ ἀδελφοῦ σωτηρίας ἔχοντα κινδυνεύοντος ἐν τῇ ἁμαρτίᾳ (ὅτι Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται ), ἐπὶ παντὸς ἁμαρτήματος ὡς κατὰ ἁμαρτήματος κινεῖσθαι, καὶ τῇ σφοδρότητι τῆς ἐκδικήσεως δεικνύειν τὸ διάπυρον τῆς διαθέσεως. ΕΡΩΤΗΣΙΣ ΝΑ. Ποίῳ τρόπῳ δεῖ διορθοῦσθαι τὸ πλημμέλημα τοῦ ἡμαρτηκότος. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τὰς διορθώσεις δὲ κατὰ τὸν τῆς ἰατρείας λόγον προσαγέτω τοῖς ἐμπαθέσι, μὴ ὀργιζόμενος τοῖς ἀσθενοῦσιν, ἀλλὰ τῇ νόσῳ μαχόμενος, καὶ ἀπεναντίον μὲν ἱστάμενος πρὸς τὰ πάθη, δι’ ἐπιπονωτέρας δὲ, εἰ δέοι, διαγωγῆς ἰώμενος τὸ ἀῤῥώστημα τῆς ψυχῆς· οἷον τὴν κενοδοξίαν τοῖς ἐπιτάγμασι τῶν τῆς ταπεινοφροσύνης ἐπιτηδευμάτων· τὴν ἀργολογίαν τῇ σιωπῇ· ὕπνον ἄμετρον διὰ τῆς ἐν προσευχαῖς ἀγρυπνίας· ἀργίαν σώματος διὰ τῶν κόπων· βρῶσιν ἀπρεπῆ διὰ τῆς ἀσιτίας· γογγυσμὸν διὰ τοῦ ἀφορισμοῦ, ὥστε μήτε συνεργάζεσθαι αὐτῷ τινα τῶν ἀδελφῶν ἑλέσθαι, μήτε τὸ παρ’ αὐτοῦ ἔργον ἀναμιγνύναι τοῖς ἄλλων, καθὰ προείρηται, πλὴν εἰ μὴ ἄρα διὰ τῆς ἀνεπαισχύντου μετανοίας ἀπαλλαγεὶς τοῦ πάθους φανείη.
PG 31:1041Καὶ τότε τὴν ἐν τῷ γογγυσμῷ γενομένην ἐργασίαν προσδέχεσθαι· μηδὲ οὕτως εἰς ὑπηρεσίαν τῆς τῶν ἀδελφῶν χρήσεως, ἀλλ’ εἰς ἑτέραν χρείαν οἰκονομοῦντας. Καὶ τούτων ὁ λόγος ἀρκούντως προαποδέδεικται. ΕΡΩΤΗΣΙΣ ΝΒ. Μετὰ ποίας διαθέσεως καταδέχεσθαι δεῖ τὰ ἐπιτίμια. ΑΠΟΚΡΙΣΙΣ Ὥσπερ δὲ τὸν προεστῶτα εἴπομεν χρῆναι ἀπαθῶς προσάγειν τὰς θεραπείας τοῖς ἀσθενοῦσιν, οὕτω πάλιν χρὴ τοὺς θεραπευομένους μὴ πρὸς ἔχθραν δέχεσθαι τὰ ἐπιτίμια, μηδὲ τυραννίδα νομίζειν τὴν ἀπὸ εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ τῆς ψυχῆς προσαγομένην αὐτῷ ἐπιμέλειαν. Αἰσχρὸν γὰρ τοὺς μὲν τὰ σώματα νοσοῦντας τοσοῦτον τοῖς ἰατροῖς καταπιστεύειν, ὥστε, κἂν τέμνωσι, κἂν καίωσι, καὶ πικροῖς τοῖς φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι· ἡμᾶς δὲ πρὸς τοὺς τῶν ψυχῶν ἡμῶν θεραπευτὰς, ὅταν δι’ ἐπιπόνου ἀγωγῆς τὴν σωτηρίαν ἡμῖν κατεργάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν, τοῦ Ἀποστόλου λέγοντος· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ πάλιν· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν.
PG 31:1042Ὥστε, πρὸς τὸ τέλος ἀποβλέποντα, εὐεργέτην προςήκει κρίνειν τὸν τὴν κατὰ Θεὸν λύπην ἡμῖν ἐμποιοῦντα. ΕΡΩΤΗΣΙΣ ΝΓ. Πῶς οἱ τῶν τεχνῶν διδάσκαλοι διορθώσονται τοὺς παῖδας πταίοντας. ΑΠΟΚΡΙΣΙΣ. Δεῖ μέντοι καὶ τοὺς τὰς τέχνας διδάσκοντας, ὅσα εἰς αὐτὴν τὴν τέχνην ἐξαμαρτάνουσιν οἱ μανθάνοντες, ἐφ’ ἑαυτῶν ἐλέγχειν τὸ πλημμέλημα, καὶ ἐπανορθοῦσθαι τὰ σφάλματα. Ὅσα δὲ τῶν ἁμαρτημάτων τῆς τοῦ ἤθους διαστροφῆς ἐστι κατηγορήματα, οἷον ἀπείθειαι καὶ ἀντιλογίαι, καὶ ῥᾳθυμία περὶ τὰ ἔργα, ἢ ἀργολογία, ἢ ψεῦδος, ἢ ἄλλο τι τῶν τοιούτων ἀπειρημένων τοῖς εὐσεβέσιν, ἐπὶ τὸν ἔφορον τῆς κοινῆς εὐταξίας ἄγοντας δεῖ ἐλέγχειν, ὥστε παρ’ αὐτοῦ καὶ τὸ μέτρον καὶ τὸν τρόπον τῆς ἰάσεως τῶν ἁμαρτημάτων ἐπινοεῖσθαι. Εἰ γὰρ ἰατρεία ψυχῆς ἐστιν ἡ ἐπιτίμησις, οὐ παντός ἐστιν ἐπιτιμᾷν, ὡς οὐδὲ τὸ ἰατρεύειν, πλὴν ἐὰν μή τινι αὐτὸς ὁ προεστὼς ἐπιτρέψῃ μετὰ δοκιμασίας πλείονος. ΕΡΩΤΗΣΙΣ ΝΔ Περὶ τοῦ δεῖν τοὺς προεστῶτας τῆς ἀδελφότητος ἀλλήλοις τὰ καθ’ ἑαυτοὺς ἀνατίθεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Ἀγαθὸν δέ ποτε καὶ συνέδριον κατά τινας ὡρισμένους καιροὺς καὶ τόπους τῶν ἐπιτεταγμένων ταῖς ἀδελφότησι γίνεσθαι·
PG 31:1043καθ’ οὓς τά τε παρὰ λόγον ἀπαντήσαντα πράγματα, καὶ τῶν ἠθῶν τὰ δυςμεταχείριστα, καὶ ὅπως διέθηκαν ἕκαστον, ἀναθήσονται ἀλλήλοις, ὥστε καὶ τὸ ἐσφαλμένως ποτὲ γενόμενόν τινι τῇ κρίσει τῶν πολλῶν ἀξιοπίστως ἀποκαλυφθῆναι, καὶ τὸ κατορθωθὲν τῇ μαρτυρίᾳ τῶν πλειόνων βεβαιωθῆναι ΕΡΩΤΗΣΙΣ ΝΕ. Εἰ τοῖς ἐκ τῆς ἰατρικῆς κεχρῆσθαι κατὰ σκοπόν ἐστι τῆς εὐσεβείας. ΑΠΟΚΡΙΣΙΣ. Ὥσπερ ἑκάστη τῶν τεχνῶν βοήθεια ἡμῖν πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ὑπὸ τοῦ Θεοῦ κεχάρισται, οἷον γεωργία μὲν, ἐπειδὴ οὐκ ἐξαρκεῖ τὰ αὐτομάτως ἐκ τῆς γῆς φυόμενα πρὸς τὴν τῶν χρειῶν παραμυθίαν· ὑφαντικὴ δὲ, ἐπειδὴ ἀναγκαία ἡ τῶν σκεπασμάτων χρεία πρός τε τὸ εὔσχημον καὶ τὰς ἀπὸ τοῦ ἀέρος βλάβας, καὶ οἰκοδομικὴ ὁμοίως· οὕτω καὶ ἰατρική. Ἐπειδὴ τὸ ἐμπαθὲς ἡμῶν σῶμα ποικίλαις βλάβαις, ταῖς τε ἔξωθεν προσπιπτούσαις καὶ ταῖς ἔνδοθεν ἀπὸ τροφῶν συνισταμέναις, ὑπόκειται, καὶ πλεονασμοῖς καὶ ἐλλείψεσι καταπονεῖται, ἡ ἰατρικὴ τέχνη εἰς τύπον τῆς κατὰ ψυχὴν θεραπείας τὴν ἀπόθεσιν τοῦ περισσοῦ, καὶ τὴν τοῦ λείποντος πρόςθεσιν ὑποτιθεμένη ὑπὸ τοῦ πᾶσαν ἡμῖν τὴν ζωὴν οἰκονομοῦντος Θεοῦ συγκεχώρηται.
PG 31:1044Ὥσπερ γὰρ, εἰ ἦμεν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, οὐδὲν ἂν ἐπινοίας καὶ μόχθου γεωργικοῦ ἐπεδεήθημεν· οὕτω καὶ εἰ ἐν ἀπαθείᾳ ἦμεν κατὰ τὸ πρὸ τοῦ παραπτώματος ἐν τῇ δημιουργίᾳ χάρισμα, οὐδενὸς ἂν τῶν ἐξ ἰατρικῆς πρὸς παραμυθίαν ἐχρῄζομεν. Ἀλλ’ ὥσπερ μετὰ τὸ ἐξορισθῆναι εἰς τὸν τόπον τοῦτον, καὶ ἀκοῦσαι τὸ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, τότε τῇ μακρᾷ πείρᾳ καὶ τῇ περὶ τὴν γῆν ταλαιπωρίᾳ τῆς γεωργίας τὴν τέχνην συνεστησάμεθα εἰς παραμυθίαν τῶν ἐκ τῆς κατάρας λυπηρῶν, τὴν σύνεσιν ἡμῖν καὶ κατάληψιν τῆς τέχνης ταύτης τοῦ Θεοῦ χαρισαμένου· οὕτω καὶ ἐπειδὴ ἐκελεύσθημεν εἰς τὴν γῆν πάλιν ἀποστραφῆναι, ἀφ’ ἧς ἐλήφθημεν, καὶ ὀδυνηρᾷ σαρκὶ συνεζεύχθημεν εἰς φθορὰν καταδεδικασμένῃ διὰ τὴν ἁμαρτίαν, καὶ διὰ τοῦτο τοῖς πάθεσι τούτοις ὑποβληθείσῃ, παρεσχέθη ἡμῖν καὶ ἡ ἐκ τῆς ἰατρικῆς προσαγομένη τοῖς κάμνουσι, κατὰ τὸ ποσὸν γοῦν, ἐπικουρία. Οὔτε γὰρ αὐτομάτως ἐκ τῆς γῆς ἐβλάστησαν αἱ βοτάναι, αἱ πρὸς ἕκαστον τῶν παθῶν οἰκείως ἔχουσαι· ἀλλὰ, δηλονότι, τῷ βουλήματι τοῦ δημιουργοῦ πρὸς τὸν τῆς ἡμετέρας ὠφελείας σκοπὸν ἐξηνέχθησαν.
PG 31:1045Ἡ μὲν οὖν ἐν ταῖς ῥίζαις, καὶ τοῖς ἄνθεσιν, ἢ φύλλοις, ἢ καρποῖς, ἢ ὀποῖς φύσις, ἢ ὅσα ἀπὸ μετάλλων, ἢ ὅσα ἐκ τῆς θαλάσσης πρὸς τὴν τῆς σαρκὸς ὠφέλειαν οἰκείως ἔχειν ἐξεύρηται, ὅμοιά ἐστι τῆς τῶν ἐσθιομένων καὶ πινομένων εὑρέσεως· τὸ δὲ περινενοημένον καὶ περίεργον, καὶ ἀσχολίαν πολλὴν ἐμποιοῦν, καὶ οἱονεὶ πᾶσαν ἡμῶν τὴν ζωὴν εἰς τὴν τῆς σαρκὸς ἐπιμέλειαν περιστρέφον, παραιτητέον Χριστιανοῖς· καὶ σπουδαστέον οὕτω κεχρῆσθαι τῇ τέχνῃ, εἴποτε δέοι, ὡς μὴ ἐν αὐτῇ τὴν πᾶσαν αἰτίαν τοῦ ὑγιαίνειν ἢ νοσεῖν τίθεσθαι, ἀλλ’ ὡς εἰς δόξαν Θεοῦ καὶ τύπον τῆς τῶν ψυχῶν ἐπιμελείας τὴν χρῆσιν τῶν ἀπ’ αὐτῆς παραλαμβάνειν. Ἐν ἐρημίᾳ δὲ τῶν ἐξ ἰατρικῆς βοηθημάτων μὴ πᾶσαν ἔχειν τὴν ἐλπίδα πρὸς τὴν τῶν λυπηρῶν παραμυθίαν ἐν τῇ τέχνῃ ταύτῃ, ἀλλ’ εἰδέναι, ὅτι ἢ οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν, ἢ ὥσπερ τότε ὁ Κύριος, ποτὲ μὲν πηλὸν ποιῶν, ἐπέχριε, καὶ νίψασθαι προσέτασσεν εἰς τὸν Σιλωὰμ, ποτὲ δὲ ἠρκεῖτο τῷ βουλήματι μόνῳ, λέγων, Θέλω, καθαρίσθητι· τινὰς δὲ καὶ ἐναθλεῖν τοῖς ἐπιπόνοις ἀφῆκε, δοκιμωτέρους αὐτοὺς διὰ τῆς πείρας παρασκευάζων·
PG 31:1046οὕτω καὶ ἐφ’ ἡμῶν, ὁτὲ μὲν ἀοράτως ἐκ τοῦ ἀφανοῦς ἐφαπτόμενος, ὅταν τοῦτο συμφέρον ταῖς ψυχαῖς ἡμῶν καταμάθῃ, ὁτὲ δὲ καὶ ὑλικαῖς κεχρῆσθαι βοηθείαις ἐπὶ τῶν παθῶν ἡμῶν εὐδοκεῖ, τῇ παρατάσει τῆς θεραπείας ἔμμονον τὴν μνήμην τῆς χάριτος ἐμποιῶν, ἢ καὶ τύπον τινὰ πρὸς τὴν ἐπιμέλειαν, ὡς εἶπον, τῆς ψυχῆς παρεχόμενος. Ὡς γὰρ ἐπὶ τῆς σαρκὸς ἥ τε τοῦ ἀλλοτρίου ἀπόθεσις ἀναγκαία, καὶ ἡ πρόσθεσις τοῦ ἐνδέοντος· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἡμῶν ἀποικονομεῖσθαι μὲν τὸ ἀλλότριον, προσλαμβάνειν δὲ τὸ κατὰ φύσιν προσῆκον. Ὅτι ὁ Θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ· καὶ ἔκτισεν ἡμᾶς ἐπὶ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Καὶ ὥσπερ ἐκεῖ τομῶν, καὶ καύσεων, καὶ πικρῶν φαρμάκων μεταλήψεως ὑπὲρ τῆς τοῦ σώματος θεραπείας ἀνεχόμεθα· οὕτω καὶ ἐνταῦθα τὰ τμητικὰ τοῦ ἐλεγκτικοῦ λόγου, καὶ τὰ πικρὰ τῶν ἐπιτιμήσεων φάρμακα ὑπὲρ τῆς κατὰ ψυχὴν θεραπείας καταδέχεσθαι χρή. Ὅπερ τοῖς μὴ παιδευθεῖσιν ὁ προφητικὸς λόγος ἐπονειδίζων φησί· Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; Διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;
PG 31:1047Καὶ τὸ ἐπὶ τῶν χρονίων δὲ παθῶν διὰ μακροῦ χρόνου καὶ διὰ βοηθημάτων ἀλγεινῶν τε ὁμοῦ καὶ ποικίλων τὴν ἴασιν ἀναμένειν, ἔνδειγμά ἐστι τοῦ καὶ τὰ τῆς ψυχῆς ἁμαρτήματα διὰ φιλοπόνου δεήσεως καὶ πολυχρονίου μετανοίας καὶ ἀγωγῆς ἐπιπόνου, ἣν ἂν ὁ λόγος ἡμῖν αὐτάρκη πρὸς ἴασιν ὑποβάλῃ, ὀφείλειν ἡμᾶς ἐπανορθοῦσθαι. Οὐ τοίνυν, ἐπειδή τινες οὐ καλῶς χρῶνται τῇ τέχνῃ τῇ ἰατρικῇ, φευκτέον ἡμῖν πᾶσαν τὴν ἀπ’ αὐτῆς ὠφέλειαν. Οὐδὲ γὰρ, ἐπειδὴ μαγειρικῇ πρὸς τρυφῆς ἐπίνοιαν οἱ περὶ τὰς ἡδονὰς ἀκόλαστοι κέχρηνται, ἢ τῇ ἀρτοποιίᾳ, ἢ τῇ ὑφαντικῇ, ὑπερβαίνοντες τὸν ὅρον τῶν ἀναγκαίων, ἤδη ἡμᾶς πάσας ὁμοῦ χρὴ παραιτεῖσθαι τὰς τέχνας· τὸ ἐναντίον μὲν οὖν, ἐκ τῆς ὀρθῆς αὐτῶν χρήσεως τὸ ὑπ’ ἐκείνων παραφθειρόμενον διελέγχειν. Οὕτω δὲ καὶ ἐπὶ τῆς ἰατρικῆς τὴν παρὰ τοῦ Θεοῦ χάριν πονηρᾷ διαβάλλειν χρήσει οὐκ εὔλογον. Τό τε γὰρ ἐν ταῖς χερσὶ τῶν ἰατρῶν τὴν ἐλπίδα ἔχειν τῆς ἑαυτῶν ὑγείας κτηνῶδες· ὅπερ πάσχοντάς τινας τῶν ἀθλίων ὁρῶμεν, οἳ καὶ σωτῆρας αὐτοὺς ὀνομάζειν οὐ παραιτοῦνται· τό τε πάντη τὰς ἀπ’ αὐτῆς ὠφελείας ἀποφεύγειν φιλόνεικον.
PG 31:1048Ἀλλ’ ὥσπερ ὁ Ἐζεκίας τὴν παλάθην τῶν σύκων οὐχὶ πρῶτον αἴτιον ὑγείας ἡγεῖτο, οὐδὲ τούτῳ τὴν αἰτίαν τῆς ἰάσεως τοῦ σώματος ἐλογίζετο, προσετίθει δὲ τῇ δόξῃ τοῦ Θεοῦ καὶ τὴν ἐπὶ τῇ κτίσει τῶν σύκων εὐχαριστίαν· οὕτω καὶ ἡμεῖς, παρὰ τοῦ ἀγαθῶς καὶ φρονίμως οἰκονομοῦντος τὴν ζωὴν ἡμῶν Θεοῦ δεχόμενοι τὰς πληγὰς, παρ’ αὐτοῦ πρῶτον μὲν αἰτοῦμεν τὴν γνῶσιν τοῦ λόγου καθ’ ὃν ἐπάγει τὰς μάστιγας, ἔπειτα δὲ τήν τε ἀπαλλαγὴν τῶν ὀδυνηρῶν καὶ τὴν ὑπομονὴν, πρὸς τὸ σὺν τῷ πειρασμῷ παρασχεῖν καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν. Δοθεῖσαν δὲ ἡμῖν τῆς ἰάσεως τὴν χάριν, ἢ διὰ τοῦ οἰνελαίου, ὡς ἐπὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστὰς, ἢ διὰ τῶν σύκων, ὡς ἐπὶ τοῦ Ἐζεκίου, εὐχαρίστως ὑποδεχόμεθα. Καὶ οὐδὲν διοισόμεθα, εἴτε ἐκ τοῦ ἀφανοῦς γένοιτο ἡμῖν ἡ ἐπιμέλεια τοῦ Θεοῦ, εἴτε καὶ διά τινος τῶν σωματικῶν· ἃ πολλάκις ἐνεργέστερον ἡμᾶς ἄγει εἰς συναίσθησιν τῆς παρὰ τοῦ Κυρίου χάριτος. Πολλάκις δὲ καὶ πρὸς παιδείαν περιπεσόντες ταῖς νόσοις, μέρος τῆς παιδεύσεως καὶ τὴν διὰ τῶν ἐπιπόνων θεραπείαν ὑποστῆναι κατεδικάσθημεν.
PG 31:1049Οὔτε οὖν τομὰς, οὔτε καύσεις, οὔτε διὰ τῶν δριμέων καὶ ἐπιπόνων φαρμάκων ἀλγήματα, οὔτε ἀσιτίας, οὔτε διαίτης ἀκριβῆ μέτρα, οὔτε ἀποχὴν τῶν φθειρόντων παραιτεῖσθαι ἡμᾶς ὁ ὀρθὸς λόγος ὑπαγορεύει· σωζομένου (πάλιν λέγω) τοῦ σκοποῦ τῆς κατὰ ψυχὴν ὠφελείας, ὡς ἐν ὑποδείγματος λόγῳ τὴν ἑαυτῆς ἐπιμέλειαν παιδευομένης. Κίνδυνος δὲ οὐχ ὁ τυχὼν εἰς μετεωρισμὸν τὴν διάνοιαν ἐκπεσεῖν, ὡς παντὸς πάθους τῶν ἐξ ἰατρικῆς βοηθημάτων προσδεομένου. Οὐ γὰρ πάντα φύσεώς εἰσιν ἀῤῥωστήματα, οὐδὲ ἐκ πλημμελοῦς διαίτης ἡμῖν, ἤ τινων ἄλλων σωματικῶν ἀρχῶν προσγινόμενα, πρὸς ἅπερ ἐνίοτε ὁρῶμεν τὴν ἰατρικὴν χρησιμεύουσαν. Πολλάκις γὰρ καὶ μάστιγες ἁμαρτημάτων εἰσὶ τὰ ἀῤῥωστήματα, εἰς ἐπιστροφὴν προσαγόμενα. Ὃν γὰρ, φησὶν, ἀγαπᾷ Κύριος, παιδεύει· καὶ, Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Τοὺς οὖν τοιούτους ἡσυχάζοντας, καὶ ἀφεμένους τῶν ἰατρικῶν ἐπιτηδευμάτων, ὑπομένειν χρὴ τὰ ἐπαγόμενα, ὅταν γνωρίσωμεν ἑαυτῶν τὰ πλημμελήματα, κατὰ τὸν εἰπόντα·
PG 31:1050Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ· καὶ τὴν διόρθωσιν ἐπιδείκνυσθαι, διὰ τοῦ ποιεῖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μεμνῆσθαι τοῦ Κυρίου εἰπόντος· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Γίνεται δέ ποτε καὶ κατὰ ἐξαίτησιν τοῦ πονηροῦ, ὥσπερ ἀγωνιστὴν μέγαν, συγκαθιέντος αὐτῷ εἰς τὸν ἀγῶνα τοῦ φιλανθρώπου Δεσπότου, καὶ τὴν μεγαλαυχίαν αὐτοῦ διὰ τῆς εἰς ἄκρον ὑπομονῆς τῶν δούλων ἑαυτοῦ καθαιροῦντος· ὅπερ ἐπὶ τοῦ Ἰὼβ γενόμενον μεμαθήκαμεν. Ἢ καὶ εἰς ὑπόδειγμα τοῖς ἀφερεπόνοις παράγονται ὑπὸ τοῦ Θεοῦ οἱ δυνάμενοι μέχρι θανάτου ἐγκαρτερῆσαι τοῖς ἀλγεινοῖς· ὡς ὁ Λάζαρος, ὃς, τοιούτοις ἕλκεσι συνεχόμενος, οὐδαμοῦ γέγραπται οὔτε αἰτήσας τι τὸν πλούσιον, οὔτε δυσαρεστηθεὶς τοῖς παροῦσι· διὸ καὶ ἔτυχε τῆς ἐν τῷ κόλπῳ τοῦ Ἀβραὰμ ἀναπαύσεως, ὡς ἀπολαβὼν τὰ κακὰ ἐν τῇ ζωῇ αὐτοῦ. Εὕρομεν δὲ καὶ ἄλλην αἰτίαν ἀῤῥωστημάτων τοῖς ἁγίοις συμβαίνουσαν, ὡς ἐπὶ τοῦ Ἀποστόλου.
PG 31:1051Ἵνα γὰρ μὴ δόξῃ ὑπερβαίνειν τὸν ὅρον τῆς ἀνθρωπίνης φύσεως, καὶ μή τις αὐτὸν λογίσηται ἐν τῇ φυσικῇ κατασκευῇ ἔχειν τι περισσὸν (ὅπερ ἔπαθον οἱ Λυκάονες, στέμματα καὶ ταύρους προσάγοντες), εἰς παράστασιν τῆς ἀνθρωπίνης φύσεως, τῇ ἀῤῥωστίᾳ συνῆν διαρκῶς. Τί οὖν τοῖς τοιούτοις παρὰ τῆς ἰατρικῆς γένοιτο κέρδος; καὶ οὐχὶ μᾶλλον κίνδυνος, μετεωριζομένοις ἀπὸ τοῦ ὀρθοῦ λόγου εἰς τὴν τοῦ σώματος ἐπιμέλειαν; Τοῖς γε μὴν ἐκ πονηρᾶς διαίτης τὴν ἀῤῥωστίαν ἑαυτοῖς συναθροίσασιν οἷον τύπῳ τινὶ καὶ ὑπογραμμῷ χρηστέον τῇ τοῦ σώματος θεραπείᾳ πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καθὰ πρότερον εἴρηται. Ἡ γὰρ ἀποχὴ τῶν βλαπτόντων κατὰ τὸν ἰατρικὸν λόγον καὶ ἡμῖν ἐστιν ὠφέλιμος, ἡ ἐκλογὴ τῶν χρησίμων, ἡ φυλακὴ τῶν παραγγελμάτων. Καὶ αὐτὴ δὲ ἡ τῆς σαρκὸς ἀπὸ ἀῤῥωστίας πρὸς εὐεξίαν μεταβολὴ παραμυθία γινέσθω πρὸς τὸ μὴ ἀπογινώσκειν ἡμᾶς τῆς ψυχῆς, ὡς οὐ δυναμένης ἐκ τῶν ἁμαρτημάτων πρὸς τὴν οἰκείαν πάλιν ὁλοκληρίαν διὰ τῆς μετανοίας ἐπανελθεῖν. Οὔτε οὖν φευκτέον πάντη τὴν τέχνην, οὔτε ἐπ’ αὐτῇ πάσας τὰς ἐλπίδας ἔχειν ἀκόλουθον.
PG 31:1052Ἀλλ’ ὡς κεχρήμεθα μὲν τῇ γεωργικῇ, αἰτούμεθα δὲ παρὰ τοῦ Θεοῦ τοὺς καρπούς· καὶ τῷ κυβερνήτῃ μὲν τὸ πηδάλιον ἐπιτρέπομεν, τῷ Θεῷ δὲ προσευχόμεθα ἐκ τοῦ πελάγους ἀποσωθῆναι οὕτω καὶ ἰατρὸν εἰςάγοντες, ὅτε λόγος συγχωρεῖ, τῆς πρὸς Θεὸν ἐλπίδος οὐκ ἀφιστάμεθα. Ἐμοὶ δὲ καὶ πρὸς ἐγκράτειαν οὐ μικρὸν συντελεῖν ἡ τέχνη φαίνεται. Ὁρῶ γὰρ, ὅτι καὶ τρυφὰς ἀποκόπτει, καὶ πλησμονὴν διαβάλλει, καὶ ποικιλίαν διαίτης, καὶ περίεργον ἀρτυμάτων ἐπίνοιαν, ὡς ἀσύμφορον, ἀποπέμπεται· καὶ τὸ σύμπαν, τὴν ἔνδειαν μητέρα τῆς ὑγείας ἀποκαλεῖ, ὥστε καὶ κατὰ τοῦτο οὐκ ἄχρηστος ἡμῖν ἡ παρ’ αὐτῆς συμβουλή. Εἴτε οὖν χρώμεθά ποτε τοῖς τῆς ἰατρικῆς παραγγέλμασιν, εἴτε παραιτούμεθα, κατά τινα τῶν προαποδεδομένων λόγων, ὁ σκοπὸς τῆς πρὸς Θεὸν εὐαρεστήσεως σωζέσθω, καὶ ἡ ὠφέλεια τῆς ψυχῆς οἰκονομείσθω, καὶ τὸ πρόσταγμα τοῦ Ἀποστόλου πληρούσθω, εἰπόντος· Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.
Page scan enlarged

Notebook

Full View