PG 79Nilus of Sinai
On Prayer
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 79:1165ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ ΛΟΓΟΣ ΕΙΣ ΡΝΓ ΚΕΦΑΛΑΙΑ ΔΙΕΙΛΗΜΜΕΝΟΣ. ΠΡΟΟΙΜΙΟΝ. Πυρέττοντά με τῷ φλογμῷ τῶν ἀκαθάρτων παθῶν, συνήθως ἀνεκτήσω, τῇ τῶν θεοφιλῶν σου γραμμάτων ἐπαφῇ, τὸν κάμνοντά μου νοῦν ἐν τοῖς ἐσχάτοις παραμυθησάμενος, καὶ τὸν μέγαν μιμησάμενος καθηγητὴν, καὶ διδάσκαλον μακαρίως· καὶ οὐ θαυμαστόν· σὴ γὰρ ἀεὶ μερὶς γέγονε τὰ ἐπίσημα, ὡς καὶ τοῦ εὐλογημένου Ἰακώβ· καλῶς γὰρ δουλεύσας τῆς Ῥαχὴλ χάριν, καὶ λαβὼν τὴν Λείαν, ζητεῖς καὶ τὴν ποθουμένην, ὡς καὶ ταύτης δήπου πληρώσας τὰ ἕβδομα. Ἐγὼ δὲ οὐκ ἀρνηθείην, ὡς ὅλην τὴν νύκτα κοπιάσας, πεπίακα οὐδὲν, πλὴν ἀλλ’ ἐπὶ τῷ σῷ λόγῳ χαλάσας τὸ δίκτυον, ἤγρευσα ἰχθύων πληθὺν, οὐκ οἶμαι μὲν μεγάλων, ἑκατὸν δὲ ὅμως καὶ πεντήκοντα τριῶν, καὶ τούτους ἀπέστειλα ἐν τῇ σπυρίδι τῆς ἀγάπης διὰ τῶν ἰσαρίθμων κεφαλαίων, τὴν πρόσταξίν σου πεπληρωκώς· θαυμάζω δέ σε, καὶ λίαν ζηλῶ τῆς ἀρίστης προθέσεως τῶν περὶ προσευχῆς ἐρῶντα κεφαλαίων. Οὐ γὰρ ἁπλῶς τούτων ἐρᾷς τῶν ὑπὸ χειρῶν, καὶ ἐν χάρτῃ διὰ μέλανος τὸ εἶναι ἐχόντων, ἀλλὰ τῶν ἐν νῷ ἱδρυμένων δι’ ἀγάπης, καὶ ἀμνησικακίας.
PG 79:1166Ἀλλ’ ἐπεὶ πάντα δισσὰ, ἓν κατ’ ἔναντι τοῦ ἑνὸς, κατὰ τὸν σοφὸν Ἰησοῦν, δέχου πρὸς τῷ γράμματι καὶ τῷ πνεύματι· καὶ σύνες, ὡς πάντως τοῦ γράμματος νοῦς προηγεῖται· οὐκ ὄντος γὰρ τούτου, οὐδὲ γράμμα ἔσται. Οὐκοῦν καὶ προσευχῆς διττὸς ὁ τρόπος, ὁ μέν τις πρακτικὸς, ὁ δὲ θεωρητικὸς, οὕτω καὶ ἀριθμοῦ, τὸ μὲν πρόχειρός ἐστι ποσότης, τὸ δὲ σημαινόμενον ποιότης· εἰς ἑκατὸν οὖν πεντήκοντα τριῶν τὸν περὶ προσευχῆς λόγον διειληφότες, εὐαγγελικὸν ὀψώνιόν σοι πεπόμφαμεν, ἵνα εὕρῃς συμβολικοῦ ἀριθμοῦ τερπνότητα καὶ σχῆμα τρίγωνον, καὶ ἑξάγωνον, ὁμοῦ μὲν εὐσεβῆ γνῶσιν Τριάδος, ὁμοῦ δὲ καὶ τῆσδε τῆς διακοσμήσεως τὴν περιγραφὴν ὑποφαῖνον. Ἀλλ’ ὁ ἑκατὸν ἀριθμὸς καθ’ ἑαυτὸν τετράγωνός ἐστιν, ὁ δὲ πεντήκοντα τρὶς, τρίγωνος, καὶ σφαιρικός· ὁ γὰρ εἰκοστὸς ὄγδοος μὲν τρίγωνος. Σφαιρικὸς δὲ ὁ εἰκοστὸς πέμπτος· πεντάκις γὰρ πέντε κεφάλαια. Οὐκοῦν ἔχεις τὸ τετράγωνον σχῆμα, οὐ μόνον διὰ τῆς τετρακτύος τῶν ἀρετῶν, ἀλλὰ καὶ τοῦδε τοῦ αἰῶνος τὴν ἔνσοφον γνῶσιν τῷ εἰκοστῷ πέμπτῳ ἐοικυῖαν, διὰ τὸ σφαιρικὸν τῶν χρόνων.
PG 79:1167Ἑβδομὰς γὰρ ἐπὶ ἑβδομάδα, καὶ μὴν ἐπὶ μῆνα κινεῖται, καὶ ἐξ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν ὁ χρόνος κυλινδεῖται καὶ καιρὸς ἐπὶ καιρὸν, ὡς ἐπὶ κινήσεως ἡλίου, καὶ σελήνης, ἔαρος, καὶ τῶν ἑξῆς ὁρῶμεν. Τὸ δὲ τρίγωνον, σημαίνει ἄν σοι τὴν τῆς ἁγίας Τριάδος γνῶσιν. Ἄλλως· εἰ δὲ διὰ τῆς πληθύος τῶν ἀριθμῶν κομίζῃ τὸν ἑκατοστὸν τρίτον τρίγωνον ὄντα, νοεῖν προσήκει πρακτικὴν, φυσικὴν, θεολογικὴν, ἢ καὶ πίστεως, ἐλπίδος, καὶ ἀγάπης, χρυσὸν, ἄργυρον, λίθους τιμίου. Ἀλλ’ ὁ μὲν ἀριθμὸς τοιοῦτος, τῶν δὲ κεφαλαίων τὸ ταπεινὸν οὐ περιυβρίσειας, ὡς εἰδὼς καὶ χορτάζεσθαι, καὶ ὑστερεῖσθαι, ναὶ μὴν καὶ ὡς μεμνημένος τοῦ τὰ δύο τῆς χήρας λεπτὰ μὴ ἀποβεβληκότος, ἀλλὰ καὶ ὑπὲρ πλοῦτον πολλῶν ἑτέρων ἀποδεξαμένου· οὐκοῦν εὐνοίας, καὶ ἀγάπης καρπὸν εἰδὼς, φυλάξεις σοῖς γνησίοις ἀδελφοῖς ἐπιτρέπων προσεύχεσθαι ὑπὲρ τοῦ ἀῤῥωστοῦντος, ὅπως ὑγιαίνῃ, καὶ ἑαυτοῦ τὸν κράββατον ἄρας, λοιπὸν πατήσῃ, χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΚΕΦΑΛ. Α.
PG 79:1168Εἴ τις βούλοιτο εὐῶδες θυμίαμα σκευάσαι, τὸν διαφανῆ λίβανον, καὶ τὴν κασσίαν καὶ τὸν ὄνυχα, καὶ τὴν στάκτην ἐξίσου συνθήσει κατὰ τὸν νόμον. Ταῦτα δέ ἐστιν ἡ τετρὰς τῶν ἀρετῶν· ἐὰν γὰρ πληρέσταται, καὶ ἴσαι τυγχάνωσιν, οὐ προδοθήσεται ὁ νοῦς. ΚΕΦΑΛ. Β. Καθαρθεῖσα ψυχὴ διὰ τῆς τῶν ἀρετῶν πληρότητος ἀκλόνητον τὴν τάξιν τοῦ νοῦ κατασκευάζει, δεκτικὸν αὐτὸν ποιοῦσα τῆς ζητουμένης καταστάσεως. ΚΕΦΑΛ. Γ. Ἡ προσευχὴ, ὁμιλία ἐστὶ νοῦ πρὸς Θεόν· ποίας οὖν δεῖται καταστάσεως ὁ νοῦς, ἵνα ἡσυχάσῃ ἀμεταστρόφως ἐκσταθῆναι πρὸς τὸν οἰκεῖον Δεσπότην, καὶ συνομιλεῖν αὐτῷ μηδενὸς μεσιτεύοντος; ΚΕΦΑΛ. Δ. Εἰ τῇ ἐπὶ γῆς βάτῳ φλεγομένῃ προσεγγίσαι πειράσας Μωϋσῆς κωλύεται, ἄχρις οὗ λύσει τὸ ὑπόδημα τῶν ποδῶν, πῶς αὐτὸς τὸν ὑπὲρ πᾶσαν ἔννοιαν καὶ αἴσθησιν ἰδεῖν βουλόμενος, καὶ συνόμιλος αὐτῷ γενέσθαι, οὐ λύεις ἐκ σοῦ πᾶν νόημα ἐμπαθές; ΚΕΦΑΛ. Ε. Πρότερον περὶ λήψεως δακρύων προσεύχου, ἵνα διὰ τοῦ πένθους μαλάξῃς τὴν ὑπάρχουσαν ἐν τῇ ψυχῇ σου ἀγριότητα, καὶ ἐξαγορεύσας κατὰ σοῦ τὴν ἀνομίαν σου τῷ Κυρίῳ, παρ’ αὐτοῦ ἀφέσεως τεύξῃ. ΚΕΦΑΛ. 2. Κέχρησο τοῖς δάκρυσι πρὸς παντὸς αἰτήματος κατόρθωσιν·
PG 79:1170λίαν γὰρ χαίρει σου ὁ Δεσπότης ἐν δάκρυσι προσευχὴν δεχόμενος. ΚΕΦΑΛ. Ζ. Ἐὰν πηγὰς δακρύων ἐκχέῃς ἐν τῇ προσευχῇ σου, μηδαμῶς ἐπαίρου ἐν σεαυτῷ, ὡς ὑπὲρ τοὺς πολλοὺς ὤν· βοήθειαν γὰρ προσείληφεν ἡ προσευχή σου, ἵνα δυνηθῇς προθύμως ἐξαγορεύειν σου τὰς ἁμαρτίας, καὶ ἐξευμενίσασθαι τὸν Δεσπότην διὰ τῶν δακρύων. ΚΕΦΑΛ. Η. Μὴ οὖν εἰς πάθος τρέψῃ τὸ τῶν παθῶν ἀλέξημα, ἵνα μὴ πλέον παροργίσῃς τὸν δεδωκότα τὴν χάριν· πολλοὶ δακρύοντες ὑπὲρ ἁμαρτιῶν, ἐπιλαθόμενοι τοῦ τῶν δακρύων σκοποῦ, μανέντες ἐξεπλάγησαν. ΚΕΦΑΛ. Θ. Στῆθι ἐμπόνως, καὶ προσεύχου εὐτόνως, καὶ ἀποστρέφου τὰς τῶν φροντίδων καὶ διαλογισμῶν ἐπιτεύξεις· ταράττουσι γὰρ καὶ θορυβοῦσί σε, ἵνα ἐκλύσωσι τοῦ τόνου. ΚΕΦΑΛ. Ι. Ὅταν ἴδωσιν οἱ δαίμονες προθυμούμενόν σε ἀληθῶς προσεύξασθαι, τότε ὑποτίθενται νοήματά τινων πραγμάτων δῆθεν ἀναγκαίων, καὶ μετὰ βραχὺ ἐπαίρουσι τὴν περὶ αὐτῶν μνήμην, κινοῦντες τὸν νοῦν πρὸς ζήτησιν αὐτῶν, καὶ ὡς μὴ εὑρίσκων σφόδρα λυπεῖται, καὶ ἀθυμεῖ·
PG 79:1171ἡνίκα δὲ στῇ εἰς προσευχὴν, ὑπομιμνήσκουσιν αὐτὸν τῶν ζητηθέντων, καὶ μνημονευθέντων, ἵνα χαυνωθεὶς ὁ νοῦς πρὸς γνῶσιν αὐτῶν ἀπολέσῃ τὴν εὔκαρπον προσευχήν. ΚΕΦΑΛ. ΙΑ. Ἀγωνίζου στῆσαι τὸν νοῦν σου, κατὰ τὸν καιρὸν τῆς προσευχῆς κωφὸν, καὶ ἄλαλον, καὶ δυνήσῃ προςεύξασθαι. ΚΕΦΑΛ. ΙΒ. Ἡνίκα ἀπαντήσει σοι πειρασμὸς, ἢ ἀντιλογία, ἢ ἐρεθίσῃ, ἢ πρὸς τὴν δι’ ἐναντίας ἄμυναν κινῆσαι θυμὸν, ἢ ῥῆξαι φωνήν τινα, μνήσθητι τῆς προσευχῆς καὶ τοῦ κατ’ αὐτὴν κρίματος· καὶ εὐθέως ἡ ἔν σοι ἄτακτος κίνησις ἠρεμήσει. ΚΕΦΑΛ. ΙΓ. Ὅσα ἂν ποιήσῃς πρὸς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς σκάνδαλόν σοι γενήσεται ἐν καιρῷ προσευχῆς. ΚΕΦΑΛ. ΙΔ. Προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλάστημα. ΚΕΦΑΛ. ΙΕ. Προσευχή ἐστι χαρᾶς καὶ εὐχαριστίας πρόβλημα. ΚΕΦΑΛ. Ι. Προσευχή ἐστι λύπης καὶ ἀθυμίας ἀλέξημα. ΚΕΦΑΛ. ΙΖ. Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ λαβὼν τὸν σταυρὸν, ἀπάρνησαι ἑαυτὸν, ἵνα δυνηθῇς ἀπερισπάστως προσεύχεσθαι. ΚΕΦΑΛ. ΙΗ. Εἰ βούλει ἐπαινετῶς προσεύχεσθαι, ἄρνησαι ἑαυτὸν καθ’ ὥραν, καὶ πάμπολα δεινὰ πάμπολα ὑπὲρ προςευχῆς φιλοσόφει. ΚΕΦΑΛ. ΙΘ.
PG 79:1172Ὅπερ ἂν χαλεπὸν ὑπομένων φιλοσοφήσῃς, τούτου τὸν καρπὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς εὑρήσεις. ΚΕΦΑΛ. Κ. Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυχὴν, εἰ δὲ μήγε, εἰς μάτην τρέχεις. ΚΕΦΑΛ. ΚΑ. Ἄφες σου τὸ δῶρον, φησὶν, ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν πρότερον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε προσεύξῃ ἀταράχως· ἡ γὰρ μνησικακία ἀμαυροῖ τὸ ἡγεμονικὸν τοῦ προσευχομένου, καὶ σκοτίζει τούτου τὰς προσευχάς. ΚΕΦΑΛ. ΚΒ. Οἱ λύπας καὶ μνησικακίας ἑαυτοῖς σωρεύοντες, καὶ προσεύχεσθαι δοκοῦντες, ὅμοιοί εἰσι τοῖς ὕδωρ ἀντλοῦσι, καὶ εἰς τετρημένον πίθον βάλλουσιν. ΚΕΦΑΛ. ΚΓ. Ἐὰν ὑπομονητικὸς ᾖς, ἀεὶ μετὰ χαρᾶς προςεύξῃ. ΚΕΦΑΛ. ΚΔ. Προσευχομένου σου δεόντως, τοιαῦτά σοι ἀπαντήσει πράγματα, ἵνα δόξῃς δίκαιον εἶναι πάντως τῷ θυμῷ χρήσασθαι· οὐκ ἔστι δὲ δίκαιος θυμὸς κατὰ τοῦ πέλας τὸ σύνολον· ἐὰν γὰρ ζητήσῃς, εὑρήσεις, ὅτι δυνατὸν, καὶ δίχα θυμοῦ καλῶς διατεθῆναι τὸ πρᾶγμα· πάσῃ οὖν μηχανῇ χρῆσαι πρὸς τὸ μὴ ῥῆξαι θυμόν. ΚΕΦΑΛ. ΚΕ. Ὅρα μὴ δοκῶν ἕτερον ἰᾶσθαι, αὐτὸς ἀνίατος ἔσῃ, καὶ δῷς ἐκκοπὴν τῇ προσευχῇ σου. ΚΕΦΑΛ. Κ.
PG 79:1173Φειδόμενος θυμοῦ, φειδὼ εὑρήσεις, καὶ φρόνιμον ἑαυτὸν ἀναδείξεις πρὸς τὸ εἰς οἴησιν, καὶ ἐν τοῖς προσευχομένοις ἔσῃ. ΚΕΦΑΛ. ΚΖ. Κατὰ θυμοῦ ὁπλιζόμενος, ἐπιθυμίας οὐκ ἀνέξῃ ποτέ· αὕτη γὰρ ὕλας δίδωσι τῷ θυμῷ, καὶ οὗτος ταράττει τὸν νοερὸν ὀφθαλμὸν, λυμαινόμενος τὴν κατάστασιν τῆς προσευχῆς. ΚΕΦΑΛ. ΚΗ. Μὴ ἐν μόνοις τοῖς ἐκτὸς σχήμασι προσεύχου, ἀλλὰ τρέπε τὸν νοῦν σου εἰς συναίσθησιν πνευματικῆς προσευχῆς μετὰ πολλοῦ φόβου. ΚΕΦΑΛ. ΚΘ. Ποτὲ μὲν ἀθρόως στὰς εἰς προσευχὴν οὐ προσεύξῃ, ποτὲ δὲ λίαν πονήσας, οὐκ ἐπιτεύξῃ τοῦ σκοποῦ, ἵνα ἔτι μᾶλλον ζητήσας, καὶ λαβὼν, ἕξεις ἄσυλον τὸ κατόρθωμα. ΚΕΦΑΛ. Λ. Ἐπιστάντος ἀγγέλου ἀθρόον ἅπαντες ἀφίστανται οἱ ἐνοχλοῦντες ἡμῖν, καὶ εὑρίσκεται ὁ νοῦς ἐν πολλῇ ἀνέσει, ὑγιῶς προσευχόμενος· ποτὲ δὲ τοῦ συνήθους πολέμου ἡμῖν ἐπικειμένου, πυκτεύει ὁ νοῦς, καὶ οὐ συγχωρεῖται ἀνανεῦσαι, προπεποίωται γὰρ τοῖς ποικίλοις πάθεσιν, ὅμως ἐπὶ πλέον ζητῶν εὑρήσει, καὶ κρούοντι αὐτῷ εὐτόνως, ἀνοιγήσεται. ΚΕΦΑΛ. ΛΑ. Μὴ προσεύχου τὰ σὰ θελήματα γενέσθαι· οὐδὲ γὰρ πάντως συμφωνοῦσι τῷ θελήματι τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον καθὼς ἐδιδάχθης, προσεύχου λέγων·
PG 79:1174Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοί· καὶ ἐπὶ παντὶ δὲ πράγματι οὕτως αὐτὸν αἴτει τὸ ἀγαθὸν, καὶ συμφέρον τῇ ψυχῇ, σὺ δὲ οὐ πάντως τοῦτο ζητεῖς. ΚΕΦΑΛ. ΛΒ. Πολλάκις προσευχόμενος ᾐτησάμην γενέσθαι μοι ὃ ἔδοξα καλὸν εἶναί μοι, καὶ ἐπέμενον τῷ αἰτήματι, ἀλόγως βιαζόμενος τὸ θέλημα τοῦ Θεοῦ, καὶ μὴ ἀποδιδοὺς αὐτῷ, ἵνα ὃ οἶδε συμφέρον αὐτὸς μᾶλλον οἰκονομήσῃ, καὶ μέντοι λαβὼν, ὕστερον ἠχθέσθην λίαν, διότι μᾶλλον τὸ βούλημα ἑαυτοῦ ᾐτησάμην γενέσθαι· οὐ γὰρ τοιοῦτόν μοι ἀπήντησε τὸ πρᾶγμα, οἷον ἐνόμιζον. ΚΕΦΑΛ. ΑΙ. Τί ἄλλο ἀγαθὸν, ἀλλ’ ἢ Θεός; Οὐκοῦν αὐτῷ ἀποδῶμεν πάντα τὰ καθ’ ἡμᾶς, καὶ εὖ ἡμῖν ἔσται· ὁ γὰρ ἀγαθὸς πάντως, καὶ ἀγαθῶν ἐστι παροχεὺς δωρεῶν. ΚΕΦΑΛ. ΛΔ. Μὴ ὡς ἐν δυνάμει κομιζόμενος, εὐθέως τὸ αἴτημα ζήτει· βούλεται γάρ σε ἐπὶ πλέον εὐεργετῆσαι προσκαρτεροῦντα αὐτῷ ἐν τῇ προσευχῇ· τί γὰρ ἀνώτερον τοῦ τῷ Θεῷ προσομιλεῖν, καὶ τῇ πρὸ αὐτὸν συνουσίᾳ περισπᾶσθαι; ΚΕΦΑΛ. ΛΕ. Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς Θεόν. ΚΕΦΑΛ. Λ. Εἰ προσεύξασθαι ποθεῖς, ἀπόταξαι τοῖς σύμπασιν, ἵνα τὸ πᾶν κληρονομήσῃς. ΚΕΦΑΛ. ΛΖ.
PG 79:1175Προσεύχου πρότερον περὶ τοῦ καθαρθῆναι τῶν παθῶν, καὶ δεύτερον περὶ τοῦ ῥυσθῆναι ἀπὸ τῆς ἀγνωσίας, καὶ τρίτον ἀπὸ παντὸς πειρασμοῦ καὶ ἐγκαταλείψεως. ΚΕΦΑΛ. ΛΗ. Μόνην ζήτει ἐν τῇ προσευχῇ σου τὴν δικαιοσύνην, καὶ τὴν βασιλείαν, τουτέστι τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὰ λοιπὰ πάντα προστεθήσεταί σοι. ΚΕΦΑΛ. ΛΘ. Δίκαιον, μὴ μόνον περὶ οἰκείας καθάρσεως προςεύχεσθαι, ἀλλὰ καὶ περὶ παντὸς ὁμοφύλου, ἵνα ἀγγελικὸν μιμήσῃ τρόπον. ΚΕΦΑΛ. Μ. Ὅρα, ἐὰν ἀληθῶς Θεῷ παρέστηκας ἐν τῇ προςευχῇ σου, ἢ ἐπαίνῳ ἀνθρώπων ἡττᾶσαι, καὶ τούτων θηρᾷν ἐπείγῃ, ὥσπερ ἐπικαλύμματι κεχρημένος τῇ παραστάσει τῆς προσευχῆς. ΚΕΦΑΛ. ΜΑ. Εἴτε μετὰ ἀδελφῶν προσεύχῃ, εἴτε κατὰ μόνας, ἀγώνισαι, μὴ ἔθει, ἀλλὰ αἰσθήσει προσεύχεσθαι. ΚΕΦΑΛ. ΜΒ. Ἦθος ἐστὶ προσευχῆς σύννοια μετ’ εὐλαβείας, καὶ κατανύξεως, καὶ ὀδύνης ψυχῆς ἐν ἐξαγορεύσει πταισμάτων μετὰ στεναγμῶν ἀφώνων. ΚΕΦΑΛ. ΜΓ. Ἐὰν περιβλέπηται ὁ νοῦς σου ἀκμὴν ἐν τῷ καιρῷ τῆς προσευχῆς, οὐδέπω ὡς μοναχὸς προσεύχεται, ἀλλ’ ἔτι κοσμικός ἐστι, τὴν ἔξωθεν σκηνὴν καλλωπίζων. ΚΕΦΑΛ. ΜΔ.
PG 79:1176Προσευχόμενος, τὴν μνήμην σου δυνάμει φύλαττε, ἵνα μὴ τὰ οἰκεῖα παράθηταί σοι, ἀλλὰ πρὸς τὴν γνῶσιν τῆς παρατάσεώς σε κινῇ· λίαν γὰρ πέφυκε συλᾶσθαι ὁ νοῦς ὑπὸ τῆς μνήμης κατὰ τὸν καιρὸν τῆς προσευχῆς. ΚΕΦΑΛ. ΜΕ. Ἢ παλαιῶν πραγμάτων ἄγει σοι φαντασίας ἡ μνήμη προσευχομένῳ, ἢ νέας φροντίδας, ἢ πρόςωπον λελυπηκότος. ΚΕΦΑΛ. Μ. Λίαν βασκαίνει ὁ δαίμων ἀνθρώπῳ προσευχομένῳ, καὶ πάσῃ χρᾶται μηχανῇ, λυμήνασθαι τὸν τούτου σκοπόν· οὐ παύεται οὖν τὰ νοήματα κινῶν τῶν πραγμάτων διὰ τῆς μνήμης, καὶ ὅλα τὰ πάθη ἀναμοχλεύων διὰ τῆς σαρκὸς, ἵνα ἐμποδίσαι δυνηθῇ τῷ ἀρίστῳ αὐτοῦ δρόμῳ, καὶ τῇ πρὸς Θεὸν ἐκδημίᾳ. ΚΕΦΑΛ. ΜΖ. Ὅταν πολλὰ ποιήσας ὁ πονηρότατος δαίμων, μὴ δυνηθῆ ἐμποδίσαι τὴν τοῦ σπουδαίου προσευχὴν, μικρὸν ὑποχαλᾷ, καὶ μετέπειτα ἀμύνεται αὐτὸν προςευξάμενον· ἢ γὰρ εἰς ὀργὴν ἐξάψας ἀφανίζει τὴν ἐκ τῆς εὐχῆς συγκροτουμένην ἀρίστην κατάστασιν ἐν ἑαυτῷ, ἢ πρὸς ἡδονήν τινα ἄλογον ἐρεθίσας ὑβρίζει τὸν νοῦν. ΚΕΦΑΛ. ΜΗ. Προσευξάμενος ὡς δεῖ, προσδόκα ἃ μὴ δεῖ, καὶ στῆθι ἀνδρείως φυλάττων τὸν καρπόν σου· εἰς τοῦτο γὰρ ἐξ ἀρχῆς ἐτάχθης, ἐργάζεσθαι, καὶ φυλάττειν·
PG 79:1177μὴ οὖν ἐργασάμενος ἐάσῃς ἀφύλακτον τὸ πονηθέν· εἰ δὲ μήγε, οὐδὲν ὠφέλησας προσευχόμενος. ΚΕΦΑΛ. ΜΘ. Πᾶς ὁ συγκροτούμενος πόλεμος μεταξὺ ἡμῶν τε, καὶ τῶν ἀκαθάρτων πνευμάτων, οὐ περὶ ἑτέρου γίνεται, ἢ περὶ πνευματικῆς προσευχῆς· λίαν γὰρ πολέμιος αὐτοῖς ἐστι, καὶ ἐπαχθεστάτη, ἡμῖν δὲ σωτήριος, καὶ προσηνεστάτη. ΚΕΦΑΛ. Ν. Τί βούλεται τοῖς δαίμοσι ἐνεργεῖν ἐν ἡμῖν γαστριμαργίαν, πορνείαν, φιλαργυρίαν, ὀργήν τε καὶ μνησικακίαν, καὶ τὰ λοιπὰ πάθη; ἵνα παχυνθεὶς ὁ νοῦς ἐξ αὐτῶν, μὴ δυνηθῇ ὡς δεῖ προσεύξασθαι· τὰ γὰρ τοῦ ἀλόγου μέρους πάθη ἄρξαντα οὐκ ἐᾷ αὐτὸν λογικῶς κινεῖσθαι καὶ τὸν Θεοῦ Λόγον ἐπιζητεῖν. ΚΕΦΑΛ. ΝΑ. Τὰς ἀρετὰς μετερχόμεθα διὰ τοὺς λόγους τῶν γεγονότων, καὶ τούτους διὰ τὸν οὐσιώσαντα Κύριον, οὗτος δὲ ἐν τῇ καταστάσει τῆς προσευχῆς ἀναφαίνεσθαι εἴωθε. ΚΕΦΑΛ. ΝΒ. Κατάστασίς ἐστι προσευχῆς ἕξις ἀπαθὴς, ἔρωτι ἀκροτάτῳ εἰς ὕψος νοητὸν ἁρπάζουσα τὸν φιλόσοφον, καὶ πνευματικὸν νοῦν. ΚΕΦΑΛ. ΝΓ. Οὐ μόνον θυμοῦ, καὶ ἐπιθυμίας δεῖ ἄρχειν τὸν ἀληθῶς προσεύξασθαι ἐπειγόμενον, ἄλλα καὶ ἐκτὸς ἐμπαθοῦς νοήματος γενέσθαι. ΚΕΦΑΛ. ΝΔ.
PG 79:1179Ὁ ἀγαπῶν τὸν Θεὸν, τούτῳ ὡς Πατρὶ ἀεὶ συνομιλεῖ, ἀποστρεφόμενος πᾶν νόημα ἐμπαθές. ΚΕΦΑΛ. ΝΕ. Οὐχ ὁ ἀπαθείας τετυχηκὼς, ἤδη καὶ προσεύχεται ἀληθῶς· δύναται γὰρ ἐν τοῖς ψιλοῖς νοήμασι εἶναι καὶ ἐν ταῖς ἱστορίαις αὐτῶν περισπᾶσθαι, καὶ μακρὰν ἀπέχειν ἀπὸ Θεοῦ. ΚΕΦΑΛ. Ν. Οὐκ ἂν ὅτε μὴ ἐγχρονίζῃ ὁ νοῦς ἐν τοῖς ψιλοῖς νοήμασι τῶν πραγμάτων, ἤδη καὶ προσευχῆς κατείληφε τόπον· δύναται γὰρ ἐν τῇ θεωρίᾳ εἶναι τῶν πραγμάτων, καὶ ἐν τοῖς λόγοις αὐτῶν ἀδολεσχεῖν, ἅπερ, καὶ εἰ ψιλὰ ῥήματά εἰσιν, ἀλλ’ ὡς πραγμάτων ὄντα θεωρήματα, τυποῦσι τὸν νοῦν, καὶ μακρὰν ἀπάγουσιν ἀπὸ Θεοῦ. ΚΕΦΑΛ. ΝΖ. Κἂν ὑπὲρ τὴν θεωρίαν τῆς σωματικῆς φύσεως ὁ νοῦς γένηται, οὔπω τέλεον τὸν τοῦ Θεοῦ τόπον ἐθεάσατο· δύναται γὰρ ἐν τῇ τῶν νοητῶν εἶναι γνώσει, καὶ ποικίλλεσθαι πρὸς αὐτήν. ΚΕΦΑΛ. ΝΗ. Εἰ προσεύξασθαι βούλει, Θεοῦ χρεία τοῦ διδόντος εὐχὴν τῷ εὐχομένῳ· οὐκοῦν ἐπικαλοῦ αὐτὸν λέγων, «Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,» τουτέστι τὸ ἅγιον Πνεῦμα, καὶ ὁ μονογενής σου Υἱός· οὕτω γὰρ ἐδίδαξε, λέγων, ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖσθαι τὸν Θεὸν, τουτέστι τὸν Πατέρα, ἐπεὶ καὶ τὰ τρία Θεός. ΚΕΦΑΛ. ΝΘ.
PG 79:1180Ο ἐν Πνεύματι καὶ ἀληθείᾳ προσευχόμενος οὐκέτι ἐκ τῶν κτισμάτων τὸν Δημιουργὸν γεραίρει, ἀλλ’ ἐξ αὑτοῦ αὐτὸν ἀνυμνεῖ. ΚΕΦΑΛ. Ξ. Εἰ θεολόγος εἶ, προσεύξῃ ἀληθῶς, καὶ εἰ ἀληθῶς προσεύξῃ, θεολόγος εἶ. ΚΕΦΑΛ. ΞΑ. Ὅταν ὁ νοῦς σου τῷ πολλῷ πρὸς τὸν Θεὸν πόθῳ κατὰ μικρὸν οἷον ὑπαναχωρεῖ τῆς σαρκὸς, καὶ πάντα τὰ ἐξ ἐνθυμήσεως, ἢ κράσεως νοήματα ἀποστρέφηται, εὐλαβείας ὁμοῦ, καὶ χαρᾶς ἔμπλεως γενόμενος, τότε νόμιζε ἠγγικέναι ὅροις προςευχῆς. ΚΕΦΑΛ. ΞΒ. Τὸ ἅγιον Πνεύμα συμπάσχον τῇ ἡμετέρᾳ ἀσθενείᾳ, καὶ ἀκαθάρτοις οὖσιν ἐπιφοιτᾷ ἡμῖν, καὶ εἰ εὕροι τὸν νοῦν ἡμῶν φιλαλήθως αὐτῷ προσευχόμενον, ἐπιβαίνει αὐτῷ, καὶ ἅπασαν τὴν κυκλοῦσαν αὐτὸν τῶν λογισμῶν, ἢ τῶν νοημάτων φάλαγγα, ἐξαφανίζει, προτρεπόμενον αὐτὸν εἰς ἔργα πνευματικῆς προσευχῆς. ΚΕΦΑΛ. ΞΓ. Οἱ μὲν λοιποὶ διὰ τῆς ἀλλοιώσεως τοῦ σώματος ἐμποιοῦσι τῷ νῷ λογισμοὺς, ἢ νοήματα, καὶ θεωρήματα. Ὁ δέ γε Θεὸς τοὐναντίον δρᾷ, αὐτῷ τῷ νῷ ἐπιβαίνει, καὶ ἐντιθεὶς αὐτῷ γνῶσιν, ὡς βούλεται, καὶ διὰ τοῦ νοῦ τὴν τοῦ σώματος ἀκρασίαν κατευνάζων. ΚΕΦΑΛ. ΞΔ. Οὐδεὶς ἐρῶν ἀληθοῦς προσευχῆς, καὶ ὀργιζόμενος, ἢ μνησικακῶν ἐκτός ἐστι παραπληξίας·
PG 79:1181ὅμοιος γάρ ἐστι τῷ ὀξυωπεῖν θέλοντι, καὶ τοὺς οἰκείους ὀφθαλμοὺς ἐκταράσσοντι. ΚΕΦΑΛ. ΞΕ. Εἰ προσεύξασθαι ποθεῖς, μηδὲν τῶν ἐναντιουμένων τῇ προσευχῇ πρᾶττε, ἵνα ὁ Θεὸς ἐγγίσας συμπορεύσηταί σοι. ΚΕΦΑΛ. Ξ. Μὴ σχηματίζῃς τὸ Θεῖον ἐν ἑαυτῷ προσευχόμενος, μηδὲ πρὸς μορφήν τινα συγχωρήσῃς τυπωθῆναί σου τὸν νοῦν· ἀλλ’ ἄϋλος τῷ ἀύ̈λῳ πρόσιθι, καὶ συνίσεις. ΚΕΦΑΛ. ΞΖ. Φυλάττου τὰς παγίδας τῶν ἐναντίων. Γίνεται γὰρ ἐν τῷ προσεύχεσθαί σε καθαρῶς, καὶ ἀταράχως, ἀθρόως ἐπιστῆναί σοι μορφὴν ξένην, καὶ ἀλλόφυλον, πρὸς τὸ εἰς οἴησιν ἀπαγαγεῖν σε τοπάζοντα τὸ Θεῖον ἐκεῖ. ἵνα τὸ ἀθρόως ἐκκαλυφθέν σοι, ποσὸν τὸ θεῖον εἶναι πείσῃ· ἄποσον δὲ τὸ Θεῖον, καὶ ἀσχημάτιστον. ΚΕΦΑΛ. ΞΗ. Ὅταν μὴ δυνηθῇ τὴν μνήμην κινῆσαι ἐν τῇ προςευχῇ ὁ φθονερὸς δαίμων, τότε τὴν κρᾶσιν τοῦ σώματος ἐκβιάζεται εἰς τὸ ποιῆσαι ξένην τινὰ φαντασίαν τῷ νῷ, καὶ μορφῶσαι αὐτόν· ὁ δὲ ἔχων ἔθος ἐν νοήμασιν, εὐχερῶς κάμπτεται, καὶ πρὸς ἄϋλον, καὶ ἀνείδεον γνῶσιν ἐπειγόμενος ἀπατᾶται, καπνὸν ἀντὶ φωτὸς κατέχων. ΚΕΦΑΛ. ΞΘ.
PG 79:1182Στῆθι ἐπὶ τῆς φυλακῆς σου φυλάττων τὸν νοῦν σου ἀπὸ νοημάτων κατὰ τὸν καιρὸν τῆς προσευχῆς, στῆναι ἐπὶ τῇ οἰκείᾳ ἠρεμίᾳ, ἵνα ὁ συμπάσχων τοῖς ἀγνοοῦσι, καὶ σοὶ ἐπιφοιτήσῃ, καὶ τότε λήψῃ δῶρον προσευχῆς εὐκλεέστατον ΚΕΦΑΛ. Ο. Οὐ δυνήσῃ προσεύξασθαι καθαρῶς, πράγμασι συμπλεκόμενος ὑλικοῖς, καὶ φροντίσι συνεχέσι δονούμενος· προσευχὴ γάρ ἐστιν ἀπόθεσις νοημάτων. ΚΕΦΑΛ. ΟΛ. Οὐ δύναται δεδεμένος δραμεῖν, οὐδὲ νοῦς πάθεσι δουλεύων προσευχῆς πνευματικῆς τόπον ἰδεῖν· ἕλκεται γὰρ, καὶ περιφέρεται ἐκ τοῦ ἐμπαθοῦς νοήματος, καὶ οὐχ ἵσταται ἀκλόνητος. ΚΕΦΑΛ. ΟΒ. Ἐπὰν καθαρῶς λοιπὸν, ἀπλανῶς καὶ ἀληθῶς προςεύχηται ὁ νοῦς τὸ τηνικαῦτα. οὐκ ἔτι ἐκ τῶν ἀριστερῶν ὑπέρχονται οἱ δαίμονες, ἀλλ’ ἐκ τῶν δεξιῶν· ὑποτίθενται γὰρ αὐτῷ δόξαν Θεοῦ, καὶ σχηματισμόν τινα τῶν τῇ αἰσθήσει φίλων, ὡς δοκεῖν τελείως τετεῦχθαι αὐτὸν τοῦ περὶ προσευχῆς σκοποῦ. Τοῦτο δὲ, ἔφρασε θαυμαστὸς καὶ γνωστικὸς ἀνὴρ, ὑπὸ τοῦ τῆς κενοδοξίας πάθους γίνεσθαι, καὶ ὑπὸ τοῦ δαίμονος τοῦ ἁπτομένου, τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου, καὶ φλεψὶ πάλλοντος. ΚΕΦΑΛ. ΟΓ.
PG 79:1183Οἶμαι τὸν δαίμονα ἐφαπτόμενον τοῦ εἰρημένου τόπου τὸ περὶ τὸν νοῦν φῶς τρέπειν καθὼς βούλεται, καὶ οὕτω κινεῖσθαι τὸ τῆς κενοδοξίας πάθος, εἰς λογισμὸν μορφοῦντα τὸν νοῦν κοῦφον γνωμόνως πρὸς τὸν ἀναπλασμὸν τῆς θείας καὶ οὐσιώδους γνώσεως, μὴ ὀχλούμενος δὲ ὁ τοιοῦτος ὑπὸ σαρκικῶν, καὶ ἀκαθάρτων παθῶν, ἀλλὰ καθαρῶς δῆθεν παρεστηκὼς, δοκεῖ μηκέτι ἐνέργειάν τινα ἐναντίαν γίνεσθαι ἐν ἑαυτῷ, ὅθεν ὑποπτεύει θεῖαν εἶναι ἐπιφάνειαν τὴν γενομένην αὐτῷ ὑπὸ τοῦ δαίμονος, καὶ μορφοῦντος αὐτὸν, καθῶς προέφαμεν. ΚΕΦΑΛ. ΟΔ. Ὁ τοῦ Θεοῦ ἄγγελος ἐπιστὰς λόγῳ μόνῳ ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν παύει ἐξ ἡμῶν, καὶ κινεῖ τὸ φῶς τοῦ νοῦ ἀπλανῶς ἐνεργεῖν. ΚΕΦΑΛ. ΟΕ. Τὸ λέγειν ἐν τῇ Ἀποκαλύψει κομίζεσθαι τὸν ἄγγελον θυμίαμα ἵνα δῷ εἰς τὰς προσευχὰς τῶν ἁγίων, οἶμαι τὴν χάριν εἶναι ταύτην διὰ τοῦ ἀγγέλου ἐνεργουμένην· γνῶσιν γὰρ ἐμποιεῖ τῆς ἀληθοῦς προσευχῆς, ὥστε ἑστάναι λοιπὸν ἐκτὸς παντὸς κλόνου, ἀκηδίας τε, καὶ ὀλιγωρίας τὸν νοῦν. ΚΕΦΑΛ. Ο. Αἱ φιάλαι τῶν θυμιαμάτων αἱ προσευχαὶ εἶναι λέγονται τῶν ἁγίων, ἃς εἰκοσιτέσσαρες πρεσβύτεροι ἐπιφέρονται. ΚΕΦΑΛ. ΟΖ.
PG 79:1184Φιάλην δὲ ὑποληπτέον τὴν πρὸς Θεὸν φιλίαν, ἤτοι τὴν τελείαν καὶ πνευματικὴν ἀγάπην, ἐν ᾗ ἡ προςευχὴ ἐνεργεῖται ἐν Πνεύματι καὶ ἀληθείᾳ. ΚΕΦΑΛ. ΟΗ. Ὅταν δόξῃς μὴ δεῖσθαι δακρύων ἐν τῇ προσευχῇ σου δι’ ἁμαρτίας, σκόπει πόσον ἀφέστηκας Θεοῦ, ὀφείλων εἶναι ἐν αὐτῷ διὰ παντὸς, καὶ θερμότερον δακρύσεις. ΚΕΦΑΛ. ΟΘ. Ναὶ μὴν ἐπιγινώσκων τὰ μέτρα σου, ἡδέως πενθήσεις, ταλανίζων ἑαυτὸν κατὰ τὸν Ἡσαί̈αν, ὡς ἀκάθαρτος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, καὶ ἐν μέσῳ λαοῦ τοιούτου ὑπάρχων, τοὐναντίον τολμᾷς Κυρίῳ Σαβαὼθ παρεστάναι. ΚΕΦΑΛ. Π. Ἐὰν ἀληθῶς προσεύχῃ, πολλὴν πληροφορίαν εὑρήσεις, καὶ ἄγγελοι συνελεύσονταί σοι καὶ τοὺς λόγους τῶν γινομένων φωτιοῦσι. ΚΕΦΑΛ. ΠΑ. Γίνωσκε, ὅτιπερ οἱ ἅγιοι ἄγγελοι προτρέπονται ἡμᾶς εἰς προσευχὴν, καὶ συμπαρίστανται ἡμῖν χαίροντες ἅμα, καὶ προσευχόμενοι ὑπὲρ ἡμῶν· ἐὰν οὖν ἀμελήσωμεν, καὶ δεξώμεθα λογισμοὺς ἐναντίους λίαν παροξύνομεν αὐτοὺς, ὅτιπερ ὑπὲρ ἡμῶν ἀγωνίζονται τοσοῦτον, ἡμεῖς δὲ οὐδὲ ὑπὲρ ἑαυτῶν βουλόμεθα ἱκετεῦσαι τὸν Θεόν·
PG 79:1185ἀλλὰ καταφρονοῦντες τῆς αὐτῶν λειτουργίας, καὶ τὸν τούτων Θεὸν, καὶ Δεσπότην καταλιμπάνοντες δαίμοσιν ἀκαθάρτοις ἐντυγχάνομεν. ΚΕΦΑΛ. ΠΒ. Προσεύχου ἐπιεικῶς, καὶ ἀταράχως, καὶ ψάλλε συνετῶς καὶ εὐρύθμως, καὶ ἔσῃ ὡς νεοσσὸς ἀετοῦ ἐν ὕψει αἰρόμενος. ΚΕΦΑΛ. ΠΓ. Ἡ μὲν ψαλμῳδία τὰ πάθη κατευνάζει, καὶ τὴν ἀκρασίαν τοῦ σώματος ἠρεμεῖν ἀπεργάζεται. Ἡ δὲ προσευχὴ ἐνεργεῖν παρασκευάζει τὸν νοῦν τὴν ἰδίαν ἐνέργειαν. ΚΕΦΑΛ. ΠΔ. Προσευχὴ ἐστὶ πρέπουσα ἐνέργεια, τῇ ἀξίᾳ τοῦ νοῦ ἤτοι κρείττων, καὶ εἰλικρινὴς κρίσις αὐτοῦ. ΚΕΦΑΛ. ΠΕ. Ἡ μὲν ψαλμῳδία τύπος τῆς ποικίλης σοφίας ἐστὶν, ἡ δὲ προσευχὴ, προοίμιόν ἐστι τῆς ἀύ̈λου, καὶ ποικίλης γνώσεως. ΚΕΦΑΛ. Π. Ἡ γνῶσις, καλλίστη ὑπάρχει, συνεργὸς γάρ ἐστι τῆς προσευχῆς, τὴν νοερὰν δύναμιν τοῦ νοῦ διυπνίζουσα πρὸς θεωρίαν τῆς θείας γνώσεως. ΚΕΦΑΛ. ΠΖ. Εἰ οὐδέπω ἔλαβες χάρισμα προσευχῆς, ἢ ψαλμῳδίας, ἐφέδρευσον, καὶ λήψῃ. ΚΕΦΑΛ. ΠΗ. Ἔλεγε δὲ αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖν αὐτοὺς πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν· οὐκοῦν μὴ ἐκκάκει τέως, μηδὲ ἀθύμει ὡς μὴ λαβών· λήψῃ γὰρ ὕστερον· καὶ ἐπήγαγε τῇ παραβολῇ, τό·
PG 79:1186«Εἰ γὰρ καὶ Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, ἀλλά γε διὰ τὸ κόπους παρέχειν μοι τὴν γυναῖκα, ποιήσω τὴν ἐκδίκησιν αὐτῆς·» οὕτως οὖν καὶ ὁ Θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας ἐν τάχει. Εὐθύμει τοιγαροῦν προσκαρτερῶν ἐμπόνως τῇ ἁγίᾳ προςευχῇ. ΚΕΦΑΛ. ΠΘ. Μὴ θελήσῃς ὥς σοι δοκεῖ, ἀλλ’ ὡς Θεῷ ἀρέσκει τὰ κατὰ σὲ γενέσθαι, καὶ ἔσῃ ἀτάραχος, καὶ εὐχάριστος ἐν προσευχῇ σου. ΚΕΦΑΛ. 3. Κἂν μετὰ Θεοῦ δοκῇς εἶναι, φυλάττου τῆς πορνείας δαίμονα. Λίαν γάρ ἐστιν ἀπατεὼν, καὶ φθονερώτατος, καὶ βούλεται ὀξύτερος εἶναι τῆς κινήσεως καὶ νήψεως τοῦ νοός σου, καὶ ἀπὸ Θεοῦ ἀποσπᾷν αὐτὸν παρεστῶτα αὐτῷ μετ’ εὐλαβείας, καὶ φόβου. ΚΕΦΑΛ. Α. Ἑὰν προσευχῆς ἐπιμελῇ, ἑτοιμάζου πρὸς ἐπαγωγὰς δαιμόνων, καὶ καρτερῶς τὰς παρ’ αὐτῶν μάστιγας ὑπόμενε· ὡς γὰρ θῆρες ἄγριοι ἐπελεύσονταί σοι, καὶ πᾶν σου κακώσουσι τὸ σῶμα. ΚΕΦΑΛ. Β.
PG 79:1188Παρασκευάζου ὡς ἔμπειρος ἀγωνιστὴς, κἂν ἀθρόως ἴδῃς φαντασίαν, μὴ κλονεῖσθαι, κἂν ῥομφαίαν κατὰ σοῦ ἐσπασμένην, ἢ λαμπάδα κατέχουσάν σου τὴν ὄψιν μὴ ταράττεσθαι, κἂν μορφήν τινα ἀηδῆ, καὶ αἱματώδη, μηδόλως καταπίπτειν σου τὴν ψυχὴν, ἀλλὰ στῆθι ὁμολογῶν τὴν καλήν σου ὁμολογίαν, καὶ ῥᾷον ἐπόψῃ ἐπὶ τοὺς ἐχθρούς σου. ΚΕΦΑΛ. Γ. Ὁ τὰ λυπηρὰ ὑποφέρων, καὶ τῶν περιχαρῶν τεύξεται, καὶ ὁ ἐν τοῖς ἀηδέσι καρτερῶν, τῶν ἡδέων οὐκ ἀμοιρήσει. ΚΕΦΑΛ. Δ. Ὅρα μή σε ἀπατήσωσι διά τινος ὀπτασίας οἱ πονηροὶ δαίμονες· ἀλλὰ γίνου σύννους τρεπόμενος εἰς εὐχὴν, καὶ παρακάλει τὸν Θεὸν, ἵνα, εἰ μὲν ἐξ αὐτοῦ ἐστι τὸ νόημα, αὐτός σε φωτίσῃ, εἰ δὲ μήγε, τὸ τάχος τὸν πλάνον ἀπελάσῃ ἀπὸ σοῦ, καὶ θάρσει, ὡς οὐ στήσονται οἱ κύνες, σοῦ ἐμπύρως τῇ πρὸς Θεὸν ἐντεύξει κεχρημένου· εὐθέως γὰρ ἀοράτως, καὶ ἀφανῶς Θεοῦ δυνάμει μαστιζόμενοι, μακρὰν ἐλασθήσονται. ΚΕΦΑΛ. Ε.
PG 79:1189Δίκαιόν ἐστι μηδὲ τὸν δόλον τοῦτόν σε ἀγνοεῖν, ὅτι ἐν καιρῷ μερίζονται ἑαυτοὺς οἱ δαίμονες, καὶ εἰ δόξης βοήθειαν ἐπιζητεῖν, εἰσίασιν οἱ λοιποὶ ἐν σχήμασιν ἀγγελικοῖς τοὺς πρώτους ἐξελαύνοντες, πρὸς τό σε ἐξαπατᾶσθαι ὑπ’ αὐτῶν, τῇ γνώμῃ, ὡς δῆθεν ἁγίων ὄντων ἀγγέλων. ΚΕΦΑΛ. 32. Ταπεινοφροσύνης πολλῆς ἐπιμέλησαι, καὶ οὐ μή σου δαιμόνων ἐπήρεια καθάψηται τῆς ψυχῆς, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, καὶ ἀφανῶς ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν ἐκδιώξουσιν ἀπὸ σοῦ. ΚΕΦΑΛ. Ζ. Ψόφους μὲν καὶ κτύπους καὶ φωνὰς καὶ αἰκισμοὺς ἐκ δαιμόνων ἀκούσεται ὁ καθαρᾶς ἐπιμελούμενος προσευχῆς, ἀλλὰ οὐ συμπετεῖται, οὐδὲ προδώσει τὸν λογισμὸν λέγων πρὸς τὸν Θεόν· Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ’ ἐμοῦ εἶ, καὶ τὰ ὅμοια. ΚΕΦΑΛ. Η. Ἐν καιρῷ τῶν τοιούτων πειρασμῶν, βραχείᾳ καὶ ἐπιτεταμένῃ προσευχῇ κέχρησο. ΚΕΦΑΛ. Θ. Ἐὰν ἀπειλήσωσί σοι οἱ δαίμονες, ἀθρόως ἐκ τοῦ ἀέρος προφαίνεσθαι, καὶ ἐκπλήττειν σε, καὶ διαρπάζειν τὸν νοῦν σου, ἢ ὡς θῆρες ἀδικεῖν τὴν σάρκα σου, μὴ πτοηθῇς, αὐτοὺς, μηδὲ ὅλως φροντίσῃς τῆς τούτων ἀπειλῆς·
PG 79:1190ἐκφοβοῦσι γάρ σε πειράζοντες, εἰ ὅλως προσέχεις αὐτοῖς, εἰ τέλειον αὐτῶν κατεφρόνησας, εἰ Θεῷ παντοκράτορι, καὶ δημιουργῷ, καὶ προνοητῇ τοῦ παντὸς παρίστασαι ἐν τῇ προσευχῇ. ΚΕΦΑΛ. Ρ. Τί οὕτως ἀλόγως αὐτῷ παρέστηκας, ὡς παρελθόντα τὸν ἀνυπέρβλητον αὐτοῦ φόβον, καὶ κώνωπας, καὶ κανθάρους δεδίττεσθαι; ἢ οὐκ ἤκουσας τοῦ λέγοντος· «Κύριον τὸν Θεόν σου φοβηθήσῃ;» καὶ πάλιν· «Ὃν φρίττει καὶ τρέμει πάντα ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ;» καὶ τὰ ἑξῆς. ΚΕΦΑΛ. ΡΑ. Ὥσπερ ὁ ἄρτος τροφή ἐστι τῷ σώματι, καὶ ἀρετὴ τῇ ψυχῇ, οὕτω καὶ τοῦ νοῦ ἡ πνευματικὴ προσευχὴ τροφὴ ὑπάρχει. ΚΕΦΑΛ. ΡΒ. Μὴ φαρισαϊκῶς, ἀλλὰ τελωνικῶς προσεύχου ἐν τῷ ἱερῷ τόπῳ τῆς προσευχῆς, ἵνα καὶ σὺ δικαιωθῇς ὑπὸ Κυρίου. ΚΕΦΑΛ. ΡΓ. Ἀγωνίζου μὴ κατεύξασθαί τινος ἐν τῇ προσευχῇ σου, ἵνα μὴ ἃ οἰκοδομεῖς καταλύσῃς βδελυκτὴν ποιῶν τὴν προσευχήν σου. ΚΕΦΑΛ. ΡΔ. Ὁ χρεωφειλέτης τῶν μυρίων ταλάντων παιδευέτω σε, ὡς, εἰ μὴ ἀφήσῃς τῷ ὀφειλέτῃ, οὐδὲ αὐτὸς τεύξῃ τῆς ἀφέσεως· παρέδωκε γὰρ, φησὶν, αὐτὸν τοῖς βασανισταῖς. ΚΕΦΑΛ. ΡΕ.
PG 79:1191Παραπέμπου τὰς ἀνάγκας τοῦ σώματος, ἐν τῇ παραστάσει τῆς προσευχῆς, ἵνα μὴ νυττόμενος ὑπὸ ψύλλης, ἢ φθειρὸς, ἢ κώνωπος, ἢ μυίας, ζημιωθῇς τὸ μέγιστον κέρδος τῆς προσευχῆς σου. ΚΕΦΑΛ. Ρ. Ἦλθεν εἰς ἡμᾶς, ὥς τινι τῶν ἁγίων προσευχομένῳ, τοσοῦτον ἀνθίστατο ὁ πονηρὸς, ὡς ἅμα τῷ ἐκτεῖναι τὰς χεῖρας, ἐκεῖνον εἰς λέοντα μετασχηματίζεσθαι, καὶ ἀνεγείρειν εἰς ὀρθὸν τοὺς ἐμπροσθίους πόδας, καὶ τοὺς οἰκείους ὄνυχας ἑκατέρωθεν ταῖς δυσὶ ψύαις ἐμπείρειν τοῦ ἀγωνιστοῦ, καὶ μὴ ἀφίστασθαι πρὶν τὰς χεῖρας κατάξει. Τὸν δὲ μηδὲ πώποτε ὑποχαλάσαι ταύτας ἄχρις οὗ τὰς συνήθεις εὐχὰς ἐπλήρωσε. ΚΕΦΑΛ. ΡΖ. Τοιοῦτον ἔγνωμεν γεγονέναι, καὶ τὸν ἐν λάκκῳ ἡσυχάσαντα Ἰωάννην τὸν Μικρὸν, ἤτοι ὑπερμεγέθη μοναχὸν, ὃς ἀκίνητος ἔμεινεν ἐκ τῆς τοῦ Θεοῦ συνουσίας, τοῦ δαίμονος ἐν εἴδει δράκοντος περιειλιχθέντος, καὶ μασσομένου αὐτοῦ τὰς σάρκας, καὶ τῷ προσώπῳ αὐτοῦ ἐπερευγομένου. ΚΕΦΑΛ. ΡΗ. Ἀνέγνως πάντως καὶ τοὺς βίους τῶν Ταβεννησιωτῶν μοναχῶν, καθά φησιν, ὅτι Λαλοῦντος τοῦ ἀββᾶ λόγον τοῖς ἀδελφοῖς, ἦλθον δύο ἔχιδναι ὑπὸ τοὺς πόδας αὐτοῦ·
PG 79:1192ὁ δὲ ἀταράχως ποιήσας αὐτὰς ὡσεὶ καμάραν, ὑπέλαβεν αὐτὰς ἔνδοθεν, ἕως ἐπαύσατο λαλῶν τὸν λόγον, καὶ τότε αὐτὰς ὑπεδείκνυ τοῖς ἀδελφοῖς, ἐξηγούμενος τὸ πρᾶγμα. ΚΕΦΑΛ. ΡΘ. Περὶ ἑτέρου πάλιν ἀνέγνωμεν πνευματικοῦ, ὅτι προσευχομένου αὐτοῦ, ἔχιδνα ἐλθοῦσα, καθήψατο τοῦ ποδὸς αὐτοῦ· ὁ δὲ οὐ πρότερον καθῆκε τὰς χεῖρας, ἄχρις οὗ τὴν συνήθη ἐξετέλεσεν εὐχὴν, καὶ οὐδὲν ἐβλάβη ὁ ἀγαπήσας τὸν Θεὸν ὑπὲρ ἑαυτόν. ΚΕΦΑΛ. ΡΙ. Ἀμετεώριστον ὄμμα ἔχε ἐν τῇ προσευχῇ σου καὶ ἀρνησάμενός σου τὴν σάρκα, καὶ τὴν ψυχὴν, κατὰ νοῦν ζῆθι. ΚΕΦΑΛ. ΡΙΑ. Ἑτέρῳ τινὶ εὐτόνως εὐχομένῳ ἁγίῳ ἐν ἐρήμῳ ἡσυχάζοντι, δαίμονες ἐπιστάντες ἐπὶ δύο ἑβδομάδας, τοῦτον ἐσφαίριζον, καὶ ἐτίνασσον εἰς τὸν ἀέρα, δεχόμενοι αὐτὸν ἐν τῷ ψιαθίῳ, καὶ οὐδόλως ἴσχυσαν κατάγειν τὸν νοῦν αὐτοῦ ἐκ τῆς ἐμπύρου προςευχῆς. ΚΕΦΑΛ. ΡΙΒ. Ἄλλῳ πάλιν φιλοθέῳ καὶ προσευχῆς πρόνοιαν ποιουμένῳ, ἐν ἐρήμῳ βαδίζοντι, ἄγγελοι ἐπέστησαν δύο, καὶ ἐμέσαζον αὐτὸν συνοδοιποροῦντες αὐτῷ· ὁ δὲ οὐδόλως τούτοις προσεῖχεν, ἵνα μὴ τὸ κρεῖττον ζημιωθῇ. Ἐμνημόνευσε γὰρ τοῦ ἀποστολικοῦ ῥητοῦ τοῦ φάσκοντος·
PG 79:1193«Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.» ΚΕΦΑΛ. ΡΙΓ. Ἰσάγγελος γίνεται μοναχὸς διὰ τῆς ἀληθοῦς προςευχῆς. ΚΕΦΑΛ. ΡΙΔ. Ἐπιποθῶν ἰδεῖν τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς, μὴ ζήτει παντελῶς μορφὴν, ἢ σχῆμα δέχεσθαι ἐν τῷ τῆς προσευχῆς καιρῷ· ΚΕΦΑΛ. ΡΙΕ. Μὴ πόθει ἀγγέλους ἰδεῖν, ἢ δυνάμεις, ἢ Χριστὸν αἰσθητῶς, ἵνα μὴ τέλεον φρενιτικὸς γένῃ, λύκον ἀντὶ ποιμένος δεχόμενος καὶ προσκυνῶν τοῖς ἐχθροῖς δαίμοσιν. ΚΕΦΑΛ. ΡΙ. Ἀρχὴ πλάνης, νοῦ κενοδοξία, ἐξ ἧς κινούμενος ὁ νοῦς, ἐν σχήματι καὶ μορφαῖς περιγράφειν πειρᾶται τὸ Θεῖον. ΚΕΦΑΛ. ΡΙΖ. Ἐγὼ τὸ ἐμὸν, τοῦτο ἐρῶ ὃ καὶ νεωτέροις εἴρηκα· Μακάριος ὁ νοῦς, ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀμορφίαν ἐκτήσατο. ΚΕΦΑΛ. ΡΙΗ. Μακάριός ἐστιν ὁ νοῦς, ὃς ἀπερισπάστως εὐχόμενος, πλείονα πόθον ἀεὶ πρὸς Θεὸν προσλαμβάνει. ΚΕΦΑΛ. ΡΙΘ. Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἄϋλος καὶ ἀκτήμων γίνεται. ΚΕΦΑΛ. ΡΚ. Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀναισθησίαν κτησάμενος. ΚΕΦΑΛ. ΡΚΑ. Μακάριός ἐστι μοναχὸς, ὁ πάντων περίψημα ἑαυτὸν λογιζόμενος.
PG 79:1194ΚΕΦΑΛ. ΡΚΒ. Μακάριός ἐστι μοναχὸς, ὁ πάντων τὴν σωτηρίαν, καὶ προκοπὴν, ὡς οἰκείαν κατὰ πάσης χαρᾶς ὁρῶν. ΚΕΦΑΛ. ΡΚΓ. Μακάριός ἐστι μοναχὸς, ὁ πάντας ἀνθρώπους ὡς Θεὸν μετὰ Θεὸν λογιζόμενος. ΚΕΦΑΛ. ΡΚΔ. Μοναχός ἐστιν, ὁ πάντων χωρισθεὶς, καὶ πᾶσι συνηρμοσμένος. ΚΕΦΑΛ. ΡΚΕ. Μοναχός ἐστιν, ὁ ἑαυτὸν μετὰ πάντων ἡγούμενος διὰ τὸ ἐν ἑκάστῳ ἑαυτὸν ἀπαραλείπτως δοκεῖν ὁρᾷν. ΚΕΦΑΛ. ΡΚ. Οὗτος προσευχὴν ἐπιτελεῖ, ὁ ἀεὶ τὴν πρωτόνοιαν ἐαυτοῦ πᾶσαν καρποφορῶν τῷ Θεῷ. ΚΕΦΑΛ. ΡΚΖ. Πᾶν ψεῦδος, καὶ πάντα ὅρκον περιίστασο ὡς μοναχὸς, καὶ προσεύξασθαι ποθῶν, εἰ δὲ μήγε, εἰς μάτην σχηματίζεις τὸ ἀνοίκειον. ΚΕΦΑΛ. ΡΚΗ. Εἰ πνεύματι προσεύχεσθαι βούλει, μηδὲν ἀνιμήσῃ ἀπὸ σαρκὸς καὶ οὐχ ἕξεις νέφος ἀντικοτοῦν σοι ἐν τῷ καιρῷ τῆς προσευχῆς. ΚΕΦΑΛ. ΡΚΘ. Ἐμπίστευσον τῷ Θεῷ τὴν χρείαν τοῦ σώματος, καὶ δῆλος ἔσῃ καὶ τὴν τοῦ πνεύματος πιστεύων αὐτῷ. ΚΕΦΑΛ. ΡΛ. Ἐὰν ἐπιτεύξῃ τῶν ἐπαγγελιῶν, βασιλεύσεις, οὐκοῦν πρὸς ταῦτα ἀποβλέπων, ἡδέως οἴσεις τὴν παροῦσαν πενίαν. ΚΕΦΑΛ. ΡΛΑ. Μὴ παραιτοῦ πενίαν καὶ θλῖψιν, τὰς ὕλας τῆς ἀβαροῦς προσευχῆς. ΚΕΦΑΛ. ΡΛΒ.
PG 79:1195Ὁμηρευέτωσάν σοι αἱ σωματικαὶ ἀρεταὶ πρὸς τὰς ψυχικὰς, καὶ αἱ ψυχικαὶ πρὸς τὰς πνευματικάς. Καὶ αὗται πρὸς τὴν ἄϋλον γνῶσιν. ΚΕΦΑΛ. ΡΛΓ. Σκόπει κατευχόμενος λογισμῶν, εἰ ῥᾳδίως λωφήσειεν, ὅθεν τοῦτο γέγονε, μὴ ἔγκρυμμα πάθῃς καὶ πλανηθεὶς ἀποδῷς σεαυτόν. ΚΕΦΑΛ. ΡΛΔ. Ἔστιν ὅτε οἱ δαίμονες ὑποβάλλουσί σοι λογισμοὺς, καὶ πάλιν ἐρεθίζουσί σε δῆθεν προσεύξασθαι κατ’ αὐτῶν, ἢ ἀντιλέξαι αὐτοῖς καὶ ἑκουσίως ὑποχωροῦσιν, ἵνα ἀπατηθεὶς, οἰηθῇς περὶ σεαυτοῦ, ὅτι ἤρξω νικᾷν τοὺς λογισμοὺς, καὶ φοβεῖν τοὺς δαίμονας. ΚΕΦΑΛ. ΡΛΕ. Προσευχὴ κατὰ πάθους, ἢ δαίμονος παρενοχλοῦντός σοι, μέμνησο τοῦ λέγοντος· «Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείπωσιν, ἐκθλίψω αὐτοῦς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου,» καὶ τὰ ἑξῆς. Ταῦτα δὲ εὐκαίρως λέξεις ταπεινοφροσύνῃ ἑαυτὸν ὁπλίζων κατὰ τῶν ἀντιπάλων. ΚΕΦΑΛ. ΡΛ. Μὴ νόμιζε κεκτῆσθαι ἀρετὴν, μὴ πρότερον ἕως αἵματος ὑπὲρ αὐτῆς παραταξάμενος, δεῖ γὰρ μέχρι θανάτου ἀντικαθίσασθαι πρὸς τὴν ἁμαρτίαν, ἀγωνιστικῶς, καὶ ἀνεγκλήτως κατὰ τὸν θεῖον Ἀπόστολον. ΚΕΦΑΛ. ΡΛΖ.
PG 79:1197Ἐὰν ὠφελήσῃς τινὰ, βλαβήσῃ ὑφ’ ἑτέρου, ἵνα ἀδικούμενος εἴκῃς, ἢ δράσῃς τι ἄτοπον, καὶ σκορπίσῃς κακῶς, ἃ καλῶς συνήγαγες. Σκοπὸς γὰρ τοῦτο τῶν πονηρῶν δαιμόνων· διὸ προσεκτέον νουνεχῶς. ΚΕΦΑΛ. ΡΛΗ. Ὁρμὰς δαιμόνων ἐπαχθείσας ἐκδέχου φροντίζων πῶς ἀποστῇς τῆς δουλείας αὐτῶν. ΚΕΦΑΛ. ΡΛΘ. Νύκτωρ μὲν ταράττειν δι’ ἑαυτῶν ἐξαιτοῦνται τὸν πνευματικὸν διδάσκαλον οἱ δαίμονες. Καὶ μεθ’ ἡμέραν δι’ ἀνθρώπων περιστάσεσι, καὶ συκοφαντίαις, καὶ κινδύνοις τοῦτον περιβάλλουσι. ΚΕΦΑΛ. ΡΜ. Μὴ παραιτοῦ τοὺς κναφεῖς· εἰ γὰρ καὶ τύπτουσι πατοῦντες, καὶ τείνοντες ξαίνουσι, ἀλλά γε διὰ τούτων λαμπρὰ ἡ αἴσθησίς σου γίνεται. ΚΕΦΑΛ. ΡΜΑ. Ἐφ’ ὅσον οὐκ ἀπετάξω τοῖς πάθεσιν, ἀλλ’ ὁ νοῦς σου ἐναντιοῦται τῇ ἀρετῇ, καὶ τῇ ἀληθείᾳ, οὐχ εὑρήσεις εὐῶδες θυμίαμα ἐν τῷ κόλπῳ σου. ΚΕΦΑΛ. ΡΜΒ. Προσεύξασθαι ποθεῖς; μεταστὰς τῶν ἐνθένδε, τὸ πολίτευμα, ἔχε ἐν οὐρανοῖς διὰ παντὸς, οὐ λόγῳ ἁπλῶς ψιλῷ, ἀλλὰ πράξει ἀγγελικῇ καὶ γνώσει θειοτέρᾳ. ΚΕΦΑΛ. ΡΜΓ. Εἰ μόνον δυσπραγῶν μνημονεύεις τοῦ Κριτοῦ, ὡς φοβερὸς, καὶ ἀδέκαστος ὑπάρχει, οὐδέπω μεμάθηκας δουλεύειν Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθαι αὐτῷ ἐν τρόμῳ.
PG 79:1198Ἴσθι γὰρ, ὅτι κἀν ταῖς πνευματικαῖς ἀνέσεσι, καὶ εὐωχίαις μᾶλλον μετ’ εὐλαβείας καὶ αἰδοῦς δεῖ λατρεύειν αὐτῷ. ΚΕΦΑΛ. ΡΜΔ. Ἐπιγνώμων ἀνὴρ, ὁ μὴ πρὸ τῆς τελείας μετανοίας ἀνασχόμενος τῆς ἐλλύπου μνείας τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ἐν πυρὶ αἰωνίῳ δίκης, τῆς τούτων εἰσπράξεως. ΚΕΦΑΛ. ΡΜΕ. Ὁ ἐν ἁμαρτίαις ἐνεχόμενος, καὶ παροργισμοῖς, καὶ τολμῶν ἀναιδῶς ἐκτείνεσθαι πρὸς γνῶσιν θειοτέρων πραγμάτων, ἢ καὶ ἀύ̈λου κατεπεμβαίνων προςευχῆς, οὗτος δεχέσθω τὸ ἀποστολικὸν ἐπιτίμιον, ὡς οὐκ ἔστιν ἀκίνδυνον αὐτῷ, τὸ γυμνῇ, καὶ ἀκαλύπτῳ κεφαλῇ προσεύχεσθαι. «Ὀφείλει γὰρ, φησὶν, ἡ τοιαύτη κατὰ κεφαλῆς ἐξουσίαν ἔχειν, διὰ τοὺς ἐφεστῶτας ἀγγέλους,» αἰδὼ, καὶ ταπεινοφροσύνην προσήκουσαν περιβαλλομένη. ΚΕΦΑΛ. ΡΜ. Ὥσπερ ὀφθαλμιῶντα οὐκ ὀνήσει ἡ ἐν σταθηρᾷ μεσημβρίᾳ, καὶ σφοδροτάτῃ φρυκτωρίᾳ ἀκατάληπτος, καὶ ἐπιτεταμένη τοῦ ἡλίου θέα, οὕτως οὐδὲ τὸν ἐμπαθῆ, καὶ ἀκάθαρτον νοῦν, ἡ τῆς ἐν πνεύματι, καὶ ἀληθείᾳ φοβερᾶς, καὶ ὑπερφυοῦς προςευχῆς ἀνατύπωσις παντελῶς ὀνήσειεν, ἀλλὰ καὶ τοὐναντίον πρὸς ἀγανάκτησιν καθ’ ἑαυτοῦ ἐγείρει τὸ Θεῖον. ΚΕΦΑΛ. ΡΜΖ.
PG 79:1199Εἰ τὸν μετὰ δώρου προσελθόντα ἐπὶ τὸ θυσιαστήριον οὐκ ἐδέξατο, ὁ ἀνενδεὴς, καὶ ἀδέκαστος ἕως τοῦ διαλλαγῆναι τῷ πλησίον λυπουμένῳ πρὸς αὐτὸν, σκόπει πόσης φυλακῆς καὶ διακρίσεως χρεία, ἵνα εὐπρόσδεκτον δῶμεν τῷ Θεῷ θυμίαμα ἐν τῷ νοητῷ θυσιαστηρίῳ. ΚΕΦΑΛ. ΡΜΗ. Μὴ ἔσο λογοχαρὴς, μηδὲ δοξοχαρὴς, εἰ δὲ μήγε, οὐκ ἔτι ἐν τῷ νώτῳ σου, ἀλλ’ ἐν τῷ προσώπῳ σου τεκταίνουσιν οἱ ἁμαρτωλοὶ, καὶ ἔσῃ ἐπίχαρμα αὐτοῖς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, ἐξελκόμενος, καὶ δελεαζόμενος ὑπ’ αὐτῶν ἐν λογισμοῖς ἀλλοκότοις. ΚΕΦΑΛ. ΡΜΘ. Προσοχὴ προσευχὴν ζητοῦσα, προσευχὴν εὑρήσει· προσευχὴ γὰρ προσοχῇ εἰ καὶ ἄλλο ἔπεται, ἐφ’ ἣν σπουδαστέον. ΚΕΦΑΛ. ΡΝ. Ὥσπερ πασῶν τῶν αἰσθήσεων κρείττων ἡ ὅρασις, οὕτω καὶ πασῶν τῶν ἀρετῶν, προσευχὴ θειοτέρα. ΚΕΦΑΛ. ΡΝΑ. Προσευχῆς ἔπαινος, οὐχ ἁπλῶς ἡ ποσότης, ἀλλ’ ἡ ποιότης, καὶ τοῦτο δηλοῦσιν οἱ ἀναβάντες εἰς τὸ ἱερὸν, καὶ τὸ, «Ὑμεῖς προσευχόμενοι, μὴ βαττολογήσητε·» καὶ τὰ ἑξῆς. ΚΕΦΑΛ. ΡΝΒ. Ἐφ’ ὅσον τῇ ἀναλογίᾳ προσέχεις τοῦ σώματος, καὶ ὁ νοῦς σου τὰ τῆς σκηνῆς περιέπει τερπνὰ, οὐδέπω τῆς προσευχῆς ἑώρακας τόπον· ἀλλὰ μακρὰν ἀπὸ σοῦ ἡ μακαρία ταύτης ὁδὸς τυγχάνει.
PG 79:1200ΚΕΦΑΛ. ΡΝΓ. Ὅταν παριστάμενος εἰς προσευχὴν ὑπὲρ πᾶσαν ἄλλην χαρὰν γένη, τότε ἀληθῶς εὕρηκας προςευχήν.

CAPUT VI. Utere lacrymis ad omnem petitionem feliciter suscipiendam ac perficiendam: plurimum enim gaudet Dominus tuus, in lacrymis orationem excipiens. CAPUT VII. Quamvis in tua oratione fontes lacrymarum effundas, nequaquam tamen extollaris in teipso, quasi multis præcellas; auxilium enim tua recepit oratio, ut possis animo prompto confiteri peccata tua, Dominumque lacrymis placare. 480 CAPUT VIII. Ne igitur in passionem convertas, quod ad delenΜὴ das arcendasque passiones fuit datum, ne magis ad iram concites eum, qui tibi gratiam dedit multi flentes pro peccatis, obliti lacrymarum scopi, insanientes, aberrarunt. CAPUT IX. Sta magno cum studio, intenteque ora, et aversare curarum, cogitationumque obventiones; to namque turbant illa, ac tumultuantur, ut animi tui inflexibilem dissolvant constantiam. CAPUT X. Cum te dæmones viderint vere promptum orare, tunc suggerunt cogitationes quarumdam rerum veluti necessariarum, et paulo post incitant memoriam, de ipsis moventes intellectum, ut eas inquirat, dumque minime reperiat, ille dolet, animoque despondet; quando vero s'al ad orationem, in ipsius revocant memoriam quæsita, et memorata, ut intellectus ad cognitionem earum rerum lassatus, ac laxatus, fructuosam perdal orationem. CAPUT XI. Conare ut, in tempore orationis, surdum mutum tuum sistas intellectum, sicque poteris orare. 481 CAPUT XII. Quando tibi occurrerit tentatio, aut contradictio, aut fueris irritatus, aut, ob contrariam causam, ad ultionem commovere animum contigerit, aut ad aliκαὶ quam erumpere vocem, memento orationis et Cha cii, quod de ipsa fit, et statim, quæ in te fuerit incomposita commotio, sedabitur. CAPUT XIII. Quotquot feceris ad vindictam fratris, qui te offenderit, in tempore orationis, scandalum tibi gignent, et offendiculum. CAPUT XIV. Oratio germen est mansuetudinis et lenitudinis. CAPUT XV. Oratio est gaudii gratiarumque actionis productio.

498 CAPUT XC. Licet cum Deo videaris esse, cave a luxuriæ dæmone, valde namque fallax est, et maxime invidus, et ocior esse vult motione ac vigilantia mentis tuæ, ita ut eam avellat a Deo, cui assistebat cum devotione ac timore. CAPUT XCI. Si tibi cura est orationis, præpara te ad hostiles dæmonum invasiones, et constanter verbera quæ infigunt, sustine; nam tanquam feroces bestiæ insilient in te, tuumque corpus totum vexabunt et affligent. CAPUT XCII. Paratus sis, uti peritus certator, ut, quamvis ex inopinato videris spectrum, non concutiaris, et licet dispexeris gladium districtum adversum te, aut lampadem, quæ tuuni comprehendat visum, non turberis, et quamvis speciem aliquam deformem, et cruentam spectaveris, nullo modo concidas anima, verum sta tuam confitendo præclaram confessionem, et facilius tuos inspicies inimicos. CAPUT XCIII. Qui molesta suffert, assequetur etiam quæ gaudium pariunt, et qui constans tolerat insuavia, non carebit suavibus. 499 CAPUT XCIV. Cave ne te decipiant per aliquam visionem maligni dæmones; verum esto prudens, te convertens ad orationem, Deumque precare, ut si ex ipso quidem est cogitatum, ipse te illuminet, at si non est celeriter a te deceptorem depellat, et confide, guod non stabunt canes, te ardente cum animo Deo colloquente: confestim nempe invisibiliter, atque occulte Dei potentia flagellati, procul expel. lentur CAPUT XCV. Justum est quod neque fallaciam istam ignores; nimirum quod ad tempus sese dividunt dæmones, sique auxilium quærendum censueris, intrant reliqui angelicis in formis, expellendo priinos, quo tu decipiaris ab ipsis, judicando quod videlicet forent angeli sancti. CAPUT XCVI. Multæ humilitati ac generositati studė, et insultus dæmonum animam tuam non continget, neque flagellum appropinquabit tabernacuto tuo, quia angelis suis mandavit de te, ut custodiant te 86, et invisibiliter abigant a te omnem oppositam operationem. CAPUT XCVII. Qui orationi dat operam audiet quidem strepitus et fragores, et voces, atque 500 verberum pulsationes, sed non concidet, neque prodet ratiocina Psal. xc, 10, 11.

Page scan enlarged

Notebook

Full View