PG 10Gregory Thaumaturgus
Canonical Letters
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

Canonical Letter of Saint Gregory, Bishop of NeocaesareaΕΠΙΣΤΟΛΗ ΚΑΝΟΝΙΚΗ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΕΟΚΑΙΣΑΡΕ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:1019ΕΠΙΣΤΟΛΗ ΚΑΝΟΝΙΚΗ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΗ ΚΑΤΑΔΡΟΜΗ ΤΩΝ ΒΑΡΒΑΡΩΝ ΕΙΔΩΛΟΘΥΤΑ ΦΑΓΟΝΤΩΝ Η ΚΑΙ ΕΤΕΡΑ ΤΙΝΑ ΠΛΗΜΜΕΛΗΣΑΝΤΩΝ

On Those Who Ate Unclean Food During the Raid...Περὶ τῶν μιαροφαγησάντων ἐν τῆ κατα- δρομῆ καὶ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ τῶν μιαροφαγησάντων ἐν τῆ καταδρομῆ καὶ περὶ τῶν διαφθαρεισῶν γυναικῶν ὑπὸ τῶν βαρβάρων. Οὐ τὰ βρώματα ἡμᾶς βαρεῖ, ἱερὲ πάπα, εἰ ἔφαγον οἱ αἰχμάλωτοι ταῦτα, ἅπερ παρετίθεσαν αὐτοῖς οἱ κρατοῦντες αὐτῶν· μάλιστα ἐπειδὴ εἷς λόγος παρὰ πάντων, τοὺς καταδραμόντας τὰ ἡμέτερα μέρη βαρβάρους εἰδώλοις μὴ τεθυκέναι· ὁ δὲ ἀπόστολος φησί· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Ἀλλὰ καὶ ὁ σωτὴρ ὁ πάντα καθαρίζων τὰ βρώματα· Οὐ τὸ εἰσπορευόμενον, φησί, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον. Καὶ τὸ τὰς γυναῖκας τὰς αἰχμαλώτους διαφθαρῆναι, ἐξυβριζόντων τῶν βαρβάρων εἰς τὰ σώματα αὐτῶν· ἀλλ’ εἰ μὲν καὶ πρότερον κατέγνωστό τινος ὁ βίος, πορευομένης ὀπίσω ὀφθαλμῶν τῶν ἐκπορνευόντων κατὰ τὸ γεγραμμένον, δῆλον ὅτι ἡ πορνικὴ ἕξις ὕποπτος καὶ ἐν καιρῷ τῆς αἰχμαλωσίας, καὶ οὐ προχείρως δεῖ ταῖς τοιαύταις κοινωνεῖν τῶν εὐχῶν.
PG 10:1023Εἰ μέντοι τις ἐν ἄκρᾳ σωφροσύνῃ ζήσασα, καὶ καθαρὸν καὶ ἔξω πάσης ὑπονοίας ἐπιδεδειγμένη βίον τὸν πρότερον, νῦν περιπέπτωκεν ἐκ βίας καὶ ἀνάγκης ὕβρει, ἔχομεν παράδειγμα τὸ ἐν τῷ Δευτερονομίῳ, τὸ ἐπὶ τῇ νεάνιδι, ἣν ἐν τῷ πεδίῳ εὗρεν ἄνθρωπος καὶ βιασάμενος αὐτὴν ἐκοιμήθη μετ’ αὐτῆς· Τῇ νεάνιδι οὐ ποιήσετε, φησίν, οὐδέν, οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου, ὅτι, ὡς εἴ τις ἀναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ θανατώσει αὐτοῦ τὴν ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο· ἐβόησεν ἡ νεᾶνις καὶ ὁ βοηθῶν οὐκ ἦν αὐτῇ.

Against CovetousnessΚατὰ πλεονεξίας

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ πλεονεξίας. Ταῦτα μέντοι τοιαῦτα. Δεινὴ δὲ ἡ πλεονεξία καὶ οὐκ ἔστι δι’ ἐπιστολῆς μιᾶς παραθέσθαι τὰ θεῖα γράμματα, ἐν οἷς οὐ τὸ λῃστεύειν μόνον φευκτὸν καὶ φρικῶδες καταγγέλλεται, ἀλλὰ καθόλου τὸ πλεονεκτεῖν καὶ ἀλλοτρίου ἐφάπτεσθαι ἐπὶ αἰσχροκερδείᾳ, καὶ πᾶς ὁ τοιοῦτος ἐκκήρυκτος ἐκκλησίας θεοῦ· τὸ δὲ ἐν καιρῷ τῆς καταδρομῆς ἐν τοσαύτῃ οἰμωγῇ καὶ τοσούτοις θρήνοις τολμῆσαί τινας τὸν καιρὸν τὸν πᾶσιν ὄλεθρον φέροντα νομίσαι ἑαυτοῖς κέρδους καιρὸν εἶναι, ἀνθρώπων ἐστὶν ἀσεβῶν καὶ θεοστυγῶν, οὐδὲ ὑπερβολὴν ἀτοπίας ἐχόντων.
PG 10:1027Ὅθεν ἔδοξε τοὺς τοιούτους πάντας ἐκκηρῦξαι, μήποτε ἐφ’ ὅλον ἔλθῃ τὸν λαὸν ἡ ὀργή, καὶ ἐπ’ αὐτοὺς πρῶτον τοὺς προεστῶτας τοὺς μὴ ἐπιζητοῦντας· Φοβοῦμαι γὰρ, ὡς ἡ γραφὴ λέγει, μὴ συναπολέσῃ ἀσεβὴς τὸν δίκαιον· Πορνεία γάρ, φησί, καὶ πλεονεξία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνη καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται. Τοιαῦτα μὲν ὁ ἀπόστολος.
PG 10:1031Ἐὰν δὲ διὰ τὴν προτέραν πλεονεξίαν τὴν ἐν τῇ εἰρήνῃ γενομένην δίκην τιννύντες, ἐν αὐτῷ τῷ καιρῷ τῆς ὀργῆς πάλιν πρὸς τὴν πλεονεξίαν ἐκτραπῶσί τινες, κερδαίνοντες ἐξ αἵματος καὶ ὀλέθρου ἀνθρώπων ἀναστάτων γενομένων ἢ αἰχμαλώτων ἢ πεφονευμένων, τί ἕτερον προσδοκᾶν χρὴ ἢ ὡς ἐπαγωνιζομένους τῇ πλεονεξίᾳ ἐπισωρεῦσαι ὀργὴν καὶ ἑαυτοῖς καὶ παντὶ τῷ λαῷ; [

On AcharΠερὶ τοῦ Ἄχαρ Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ τοῦ Ἄχαρ] Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ἡ ὀργή; Καὶ οὗτος εἶς μόνος ἥμαρτε· μὴ μόνος ἀπέθανεν ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ; Ἡμῖν δὲ πᾶν τὸ μὴ ἡμέτερον, ἀλλὰ ἀλλότριον τῷ καιρῷ τούτῳ κέρδος ἀνάθεμα νενομίσθαι προσήκει. Κἀκεῖνος μὲν ὁ Ἄχαρ ἐκ τῆς προνομῆς ἔλαβε, καὶ αὐτοὶ νῦν ἐκ προνομῆς· κἀκεῖνος μὲν τὰ τῶν πολεμίων, οἱ δὲ νῦν τὰ τῶν ἀδελφῶν, κερδάναντες ὀλέθριον κέρδος.

On Those in the IncursionΠερὶ τῶν ἐν τῇ καταδρομῆ τὰ τῶν ὁμο-…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ τῶν ἐν τῇ καταδρομῆ τὰ τῶν ὁμοφύλων ἁρπασάντων πράγματα. Μηδεὶς ἐξαπατάτω ἑαυτὸν, μήτε ὡς εὑρών· οὔτε γὰρ εὑρόντι κερδαίνειν ἔξεστι· φησὶ τὸ Δευτερονόμιον· Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου καὶ τὸ πρόβατον πλανώμενον ἐν τῇ ὁδῷ, περιίδῃς αὐτά·
PG 10:1036ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγίζῃ ὁ ἀδελφός σου πρὸς σέ, μηδὲ ἐπιστῇ αὐτόν, συνάξεις αὐτά, καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ἐκζητήσῃ αὐτὰ ὁ ἀδελφός σου καὶ ἀποδώσεις αὐτά. Καὶ οὕτω ποιήσεις τὴν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἂν ἀπόληται παρ’ αὐτοῦ καὶ εὕρῃς αὐτά. Ταῦτα τὸ Δευτερονόμιον. Ἐν δὲ τῇ Ἐξόδῳ, οὐ μόνον ἐὰν τὰ τοῦ ἀδελφοῦ τις εὕρῃ, ἀλλὰ καὶ ἐχθροῦ· Ἀποστροφῇ, φησίν, ἀποστρέψεις αὐτὰ εἰς τὸν οἶκον τοῦ κυρίου αὐτῶν. Εἰ δὲ ἐν εἰρήνῃ ἄρα ῥᾳθυμοῦντος καὶ τρυφῶντος καὶ τῶν ἰδίων ἀμελοῦντος ἀδελφοῦ ἢ ἐχθροῦ κερδάναι οὐκ ἔξεστι, πόσῳ μᾶλλον δυστυχοῦντος καὶ πολεμίους φεύγοντος καὶ κατὰ ἀνάγκην τὰ ἴδια ἐγκαταλείποντος; [

On Those Who Seize Others' Property Instead of Their OwnΠερὶ τῶν ἁρπαζόντων τὰ ἀλλότρια ἀντὶ τῶν ἰδίων…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ τῶν ἁρπαζόντων τὰ ἀλλότρια ἀντὶ τῶν ἰδίων] Ἄλλοι δὲ ἑαυτοὺς ἐξαπατῶσιν, ἀντὶ τῶν ἰδίων τῶν ἀπωλομένων ἃ εὗρον ἀλλότρια κατέχοντες· ἵνα, ἐπειδὴ αὐτοὺς Βοράδοι καὶ Γότθοι τὰ πολέμου εἰργάσαντο, αὐτοὶ ἄλλοις Βοράδοι καὶ Γότθοι γίνωνται.
PG 10:1040Ἀπεστείλαμεν οὖν τὸν ἀδελφὸν καὶ συγγέροντα Εὐφρόσυνον διὰ ταῦτα πρὸς ὑμᾶς, ἵνα κατὰ τὸν ἐνθάδε τύπον καὶ αὐτοῦ δῴη ὁμοίως, καὶ ὧν δεῖ τὰς κατηγορίας προσίεσθαι καὶ οὓς δεῖ ἐκκηρῦξαι τῶν εὐχῶν.

On Those Forcibly Holding Captives from the Barbarians...Περὶ τῶν βίᾳ κατεχόντων τοὺς ἐκ τῶν βαρβάρων…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ τῶν βίᾳ κατεχόντων τοὺς ἐκ τῶν βαρβάρων ἀποφυγόντας αἰχμαλώτους. Ἀπηγγέλη δέ τι ἡμῖν καὶ ἄπιστον ἐν τῆ χώρᾳ ὑμῶν γενόμενον, πάντως που ὑπὸ ἀπίστων καὶ ἀσεβῶν καὶ μὴ εἰδότων μήτε ὄνομα κυρίου· ὅτι ἄρα εἰς τοσοῦτόν τινες ἀπανθρωπίας καὶ ὠμότητος προεχώρησαν, ὥστε τινὰς τοὺς διαφυγόντας αἰχμαλώτους βίᾳ κατέχειν. Ἀποστείλατέ τινας εἰς τὴν χώραν, μὴ καὶ σκηπτοὶ πέσωσιν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.

On Those Who Joined the Barbarians and Committed AbsurditiesΠερὶ τῶν ἐγκαταλεχθέντων τοῖς βαρβάροις καὶ ἄτοπά τινα…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ τῶν ἐγκαταλεχθέντων τοῖς βαρβάροις καὶ ἄτοπά τινα κατὰ τῶν ὁμοφύλων τολμησάντων. Τοὺς μὲν οὖν ἐγκαταλεχθέντας τοῖς βαρβάροις καὶ μετ’ αὐτῶν ἐν τῆ αἰχμαλωσίᾳ ὄντας, ἐπιλαθομένους ὄτι ἦσαν ποντικοὶ καὶ χριστιανοί, ἐκβαρβαρωθέντας δὲ ὡς καὶ φονεύειν τοὺς ὁμοφύλους ἢ ξύλῳ ἢ ἀγχόνη, ὑποδεικνύναι δὲ ἢ ὁδοὺς ἢ οἰκίας ἀγνοοῦσι τοῖς βαρβάροις, καὶ τῆς ἀκροάσεως ἀπεῖρξαι δεῖ, μέχρις ἂν κοινῇ περὶ αὐτῶν τι δόξῃ συνελθοῦσι τοῖς ἁγίοις, καὶ πρὸ αὐτῶν τῷ ἁγίῳ πνεύματι.

On Those Who Dared to Enter Foreign Houses...Περὶ τῶν οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμησάντων ἐν τῇ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 10:1044Περὶ τῶν οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμησάντων ἐν τῇ τῶν βαρβάρων ἐπιδρομῇ. Τοὺς δὲ οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμήσαντας, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσι, μηδὲ τῆς ἀκροάσεως ἀξιῶσαι· ἐὰν δὲ ἑαυτοῖς ἐξείπωσι καὶ ἀποδῶσιν, ἐν τῇ τάξει τῶν ὑποστρεφόντων ὑποπίπτειν αὐτούς.

On Those in the Plain or in the...Περὶ τῶν ἐν τῷ πεδίῳ ἢ ἐν τοῖς…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ τῶν ἐν τῷ πεδίῳ ἢ ἐν τοῖς ἰδίοις οἴκοις εὑρόντων τὰ ὑπὸ τῶν βαρβάρων καταλειφθέντα. Τοὺς δὲ ἐν τῷ πεδίῳ εὑρόντας τι ἢ ἐν ταῖς ἑαυτῶν οἰκίαις, καταλειφθέντα ὑπὸ τῶν βαρβάρων, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσιν, ὁμοίως ἐν τοῖς ὑποπίπτουσιν· ἐὰν δὲ ἑαυτοῖς ἐξείπωσι καὶ ἀποδῶσι, καὶ τῆς εὐχῆς ἀξιῶσαι.

On Not Demanding RewardsΠερὶ τοῦ μὴ ἀπαιτεῖν εὕρητρα

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ τοῦ μὴ ἀπαιτεῖν εὕρητρα. Τοὺς δὲ τὴν ἐντολὴν πληροῦντας ἐκτὸς αἰσχροκερδείας πάσης πληροῦν δεῖ, μήτε μήνυτρα ἢ σῶστρα ἢ εὕρητρα ἢ ᾧ ὀνόματι ταῦτα καλοῦσιν, ἀπαιτοῦντας.

On the Places of RepentanceΠερὶ τῶν τόπων τῆς μετανοίας

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Περὶ τῶν τόπων τῆς μετανοίας. Ἡ πρόσκλαυσις ἔξω τῆς πύλης τοῦ εὐκτηρίου ἐστίν, ἔνθα ἑστῶτα τὸν ἁμαρτάνοντα χρὴ τῶν εἰσιόντων δεῖσθαι πιστῶν ὑπὲρ αὐτοῦ εὔχεσθαι. Ἡ ἀκρόασις ἔνδοθι τῆς πύλης ἐν τῷ νάρθηκι, ἔνθα ἑστάναι χρὴ τὸν ἡμαρτηκότα ἕως τῶν κατηχουμένων καὶ ἐντεῦθεν ἐξέρχεσθαι·
PG 10:1048ἀκούων γάρ, φησί, τῶν γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω καὶ μὴ ἀξιούσθω προσευχῆς. Ἡ δὲ ὑπόπτωσις, ἵνα ἔσωθεν τῆς πύλης τοῦ ναοῦ ἱστάμενος, μετὰ τῶν κατηχουμένων ἐξέρχηται. Ἡ σύστασις, ἵνα συνίσταται τοῖς πιστοῖς καὶ μὴ ἐξέρχηται, μετὰ τῶν κατηχουμένων. Τελευταῖον δὲ ἡ μέθεξις τῶν ἁγιασμάτων.
Page scan enlarged

Notebook

Full View