PG 59John Chrysostom
On the Harlot and the Pharisee
Printed text · machine OCR
machine OCR · Migne scan
Diplomatic text · scholarios OCR (cleaned, language-split) — OCR floor from page-view (megaspan gap-fill) — PG column chips mark the printed columns.
PG 59:533αὐτοῦ τὴν φωνὴν τὴν λέγουσαν· Δεῦτε πρός με, πάντες οἱ ἁμαρτωλοί, κἀγὼ ἀναπαύτω ὑμᾶς. Απέρχομαι τοίνυν οὐκ ἀνειδίζει με, οὐ λέγει μοι· Απόστα ἀπ᾿ ἐμοῦ, ἡ ἁμαρτωλός· ἕως ἄρτι ἐν τῷ σκότει διήγες, καὶ νῦν ἦλ θες ἰδεῖν με τὸν τῆς δικαιοσύνης ἥλιον; ᾿Αλλὰ τί σκέψος μαι; λαμβάνω μύρον, καὶ πορεύομαι πρὸς αὐτὸν, καὶ ποιῶ φωτιστήριον τὸν οἶκον τοῦ Φαρισαίου, καὶ τοῖς ῥεῖ θροις τῶν δακρύων κολυμβήθραν μοι κατασκευάζω· καὶ τῷ ἀλαβάστρῳ τοῦ μύρου τὴν σφραγίδα λαμβάνω τῶν πιστῶν κατὰ τοῦ μετώπου, καὶ τῇ μετανοίᾳ καθαρίζει μαι τῶν ἁμαρτημάτων μου καὶ τῷ λόγῳ αὐτοῦ τῷ ἰαμα τικῷ ἀποφεύγω τους βρόχους τοῦ διαβόλου. Οὐδέν μοι ἀπηλπισμένον ἐστίν. Οἶδα ἐν τῇ Παλαιά Διαθήκη Ραάβ τὴν πόρνην ἐπὶ τὴν πύλην τῆς πόλεως οικητήριον τῆς ἁμαρτίας ἔχουσαν· ἀλλ᾽ αὕτη τους κατασκόπους τοῦ Ἰσραὴλ δεξαμένη, τῆς φιλοξενίας τὸν μισθὸν ἐκομίσατο τὴν ζωήν. Ὁ γὰρ σώσας ἐκείνην Ἰησοῦς ὁ τοῦ Ναυή, τύπον εἶχε τοῦ ἀληθινοῦ Ἰησοῦ· ἀμοιβὰς ἀγαθὰς τῇ πόρνῃ ὑπὲρ τῶν κατασκόπων ὁ τοῦ Ναυή Ἰησους ἐχαρίσατο. Εἰ οὖν τότε τὸ ὄνομα τοῦ Ἰησοῦ σωτηρίαν καὶ συγχώρησιν ἁμαρτιῶν παρέσχε· νῦν ὁ ἀληθινὸς Ἰησοῦς, ὁ παρθένος καὶ ἐκ παρθένου, πόρνην ξενοδοχοῦσαν, καὶ ἀλείφουσαν μύρῳ τοὺς πόδας, ἀπώσασθαι ἔχει, καὶ μὴ χαρίσασθαι ἄφεσιν ἁμαρτιῶν; Αλλ' ἐκεῖ 'Ραὰ ἀπέλυσε τοὺς κατασκόπους, ἐγὼ δὲ μένω κατέχουσα ἦν ἐπόθησα, οὐχ [] ὡς ἐκείνη, κατάσκοπον πόλεως, ἀλλ' ὡς ἐπίσ σκοπον πασῶν τῶν ἀνθρωπίνων ψυχῶν. Ἰδού, καθώς προείπον, ἔφθασε καιρὸς, ὃν ἰδεῖν ἐπεθύμουν· ἔλαμψέ μοι ἡμέρα, καὶ ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ ἐνιαυτὸς δεκτὸς παρὰ Κυρίου, καὶ μεγάλη ἐπισκοπὴ παρὰ Θεοῦ. Αληθῶς γὰρ ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπι φᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. Ἐν τῇ οἰκίᾳ τοῦ Σίμωνος αὐλίζεται ὁ Δεσπότης· ἀπέλθω πρὸς αὐτόν. Καὶ τί ποιήσω; Κλαύσω, ὥσπερ "Αννα ἔκλαυσε τὴν στείρωσιν; ᾿Αλλὰ λογίζεται με ὁ Σίμων ὡς μεθύουσαν· ως ποτε καὶ τὴν ᾿Ανναν Ἠλὶ ὁ ἀρχιερεύς. ᾿Αλλὰ μένω προσευχομένη τῇ καρδίᾳ πρὸς τοὺς πόδας τοῦ Χριστοῦ, καὶ δακρύουσα; Τοῦτο ποιήσω. β'. Συνήργησε δὲ ἡ πίστις τῆς πόρνης τῇ καθαρά προς θέσει, καὶ παραγίνεται πρὸς τὸν τὸ μύρον πωλοῦντα, καὶ ἄρχεται λέγειν αὐτῷ· Ἐπειδὴ μέγας μοι φίλος παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων παρεγένετο, εἰ ἔχεις ἐπ άξιον μύρον, δός μοι· ἵνα ἀξίως προσενέγκω τῷ ἀξίως φιλουμένῳ παρ' ἐμοῦ, τῷ πυρώσαντί μου τὴν καρδίαν καὶ τοὺς νεφρούς· μηδὲν περὶ τιμῆς μελέτω σοι, ἐὰν δέῃ με, καὶ μέχρι σώματος καὶ ὀστέων, ἑτοίμως ἔχω πωλῆσαι καὶ δοῦναι, ἵνα κἂν μικρόν τι ἔχω προσενέγκαι τῷ οὕτω καθαρίσαι με θέλοντι. Ὁ δὲ βλέπων τῆς πίστεως τὴ θερμὸν καὶ προαιρετικόν, λέγει αὐτῇ· Εἰπέ μοι τίς ἐστιν ὅνπερ ποθεῖς, ὅτι τοσοῦτον ἐθέρμανέ σου τὸ φίλο τρον; Τί πρὸς τὸ μύρον τοῦτο προσδοκᾷς παρ' αὐτοῦ λαβεῖν; Ἡ δὲ πρὸς αὐτὸν λέγει· Τί μοι λέγεις, ὦ ἄνθρωπε; ἀγνοεῖς, οὐκ οἶδας τί φθέγγῃ. Εχει δοῦναί μοι ἀντ ἄξιον τοῦ μύρου, εἰ καὶ οἷόν τι οὐδεὶς δύναται τούτῳ ἀνάξιον δοῦναι τοῦ ἀξιώματος. Οὐδὲ αὐτὸς ὁ οὐρανὸς, οὔτε ἡ γῆ, οὔτε οὐδεὶς τῶν ἐν τῷ κόσμῳ τούτῳ συγκρίνεται τῷ ἐλθόντι πρός με. Ην σὺ μὲν εὐτελῆ θεωρείς, ἐκεῖνος δὲ καταξιώσας ὡς φιλάνθρωπος, τῶν ἁμαρτιῶν ἠλευθέρωσεν. Οὗτος υἱὸς Δαυΐδ ἐστι κατὰ σάρκα· διὰ τοῦτο καὶ εὐοπτό; ἐστι· περὶ αὐτοῦ γὰρ ἔλεγεν· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὗτος Υἱὸς Θεοῦ· καὶ τοῦτον οὐκ εἶδον, ἀλλὰ ἀκούσασα περὶ αὐτοῦ, ἐτρώθην τῷ πόθῳ. Τὸν Δαυίδ Μελχώλ ἡ τοῦ Σαούλ θυ γάτηρ ἀγαπήσασα, τὰ βασίλεια κατέλιπε, καὶ τούτῳ πτωχεύοντι ἠκολούθησεν. Ἐγὼ δὲ τὸν ἴδιον πλοῦτον πω λῶ, εἰ καὶ κακῶς τοῦτον συνήγαγον, καὶ ἀγοράζω μύρον, καὶ προστρέχω τῷ ἐκ Δαυὶὸ δι' ἐμὲ πτωχεύσαντι. Καὶ λαβοῦσα ἡ πιστὴ πόρνη τὸ μύρον, έδραμεν ὡς κληθεῖσα εἰς τὸν οἶκον τοῦ Φαρισαίου. Καὶ ὁ μὲν Φαρισαῖος ἰδὼν την πόρνην κατέχουσαν τους πόδας τοῦ Ἰησοῦ, καὶ μυ ρίζουσαν, καὶ πᾶσαν τὴν οἰκίαν πληρωθεῖσαν τῆς εἰ ωδίας του μύρου, εἰς ἑαυτὸν ἐλογίζετο, καὶ ἔλεγεν ἦν οὗτος προφήτης, ἐνόησεν ἂν εἰς ἡ γυνὴ ἡ ἁπτε μένη αὐτοῦ, ὅτι ἁμαρτωλός έστι. Καὶ τὴν παρρησία της πόρνης ἔψεγεν, ὡς ἀναισχύντως ἐγγισάσης καὶ ἅψα μένης αὐτοῦ· καὶ αὐτὸν τὸν Δεσπότην ἐμέμφετο, ὡς ἀσκέπτως δεχόμενον πάντας τοὺς προσιόντας αὐτῷ· καὶ ἄγνοιαν αὐτοῦ καταψηφιζόμενος, ἔλεγεν ἐν ἑαυτῷ· Π τῶν πραγμάτων· ἐκάλεσα ἐπὶ δεῖπνον αὐτὸν ὡς ἕνα τῶν προφητῶν· καὶ αὐτὴν, ἣν πάντες οἴδασιν οἱ κατοικοῦν. τες ἐν τῇ πόλει, καὶ ἦν ἕκαστος ἐπίσταται, οὗτος εὐκ ἔγνω. Εἰ ἦν προφήτης, εγίνωσκεν ἂν τίς ἡ γυνή. Ἀλλ᾽ ὁ Χριστὸς ὁ ἐτάζων καρδίας καὶ νεφρούς, ἐθεώρει τοῦ Φαρισαίου τούς λογισμούς· καὶ σαλευομένων αὐτοῦ τῶν ἐνθυμήσεων, γίνεται αὐτῷ ἔνδοθεν γαλήνη ὁ Χρι στός· καὶ λέγει αὐτῷ· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ο δέ φησι· Διδάσκαλε, εἰπέ. Λέγει αὐτῷ· Μεμπταῖός σα ἐφάνην, ὅτι οὐκ ἐνέτρεψα τὴν πόρνην, ἀλλ᾽ ἐσκέπασα μεμπταῖόν σοι ἐφάνη, ὅτι οὐκ ἀπεστράφην τὴν ἁμαρτωλὸν, ἀλλὰ ἀπεδεξάμην· μεμπταιόν σοι ἐφάνη, ὅτι οὐκ ἐδίωξα, ἀλλ' ἐδικαίωσα· μεμπταῖόν σοι ἐφάνη, ὅτι οὐκ ὠργίσθην, ἀλλ' ἡπαλύνθην μεμπταῖόν σοι ἐφάνη, ὅτι τὴν θέλουσαν φυγεῖν τῶν ἑαυτῆς ἀνομιῶν, ταύτην ἀν εκαλεσάμην· δέον σε χαρῆναι ἐπὶ τῷ πεσόντι καὶ ἀνα στάντι, λυπῇ ἐπὶ [] τοῖς καλοῖς. Αλλ' οὐκ εὔλογος ἡ μέμψις σου. Σύγκρινον τοῦτο, ὁ μέλλω σοι λέγειν. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ώφειλε δη νάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Τούτοις δὲ ἀπορήσασιν ἀμφοτέροις εχαρίσατο τὰ χειρόγραφα ό δανειστής. Τίς οὖν αὐτῶν ὀφείλει πλέον ἀγαπᾷν; Ὁ δ λέγει, Υπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Καὶ λέγει αὐτῷ, ᾿Ορθῶς ἔκρινας. Εἶτα Στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην την γυ ναῖκα, τήν σοι ἀπηγορευμένην; Σύ μοι νίψαι τους πόδας οὐ κατηξίωσας, Αὕτη δὲ δάκρυσί μου τους πόδας ἔβρεξε φίλημά μοι ἀγάπης οὐ προσήγαγες, αὕτη δὲ οὐ διέλιπε καταφιλοῦσα μου τοὺς πόδας· ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ έλειψε μου τοὺς πόδας. ᾿Αλλὰ διδάχθητι, Φαρισαῖς, τίς ὁ δανειστὴς, καὶ τίνες οἱ χρεωφειλέται. Ἐγώ εἰμι ὁ δανειστὴς τῶν δύο, σοῦ καὶ αὐτῆς· καὶ οὐ μόνον ὑμῶν, ἀλλὰ καὶ πάντων ἀνθρώπων. Ἐγὼ πᾶσιν ἐχάρισα, ἅπερ καὶ ἔλαβον, ἀπ' ἐμοῦ, ψυχήν, πνοήν, σῶμα, αἴσθησιν, γνώ σιν, κίνησιν. Τὸν οὖν δανειστήν, τὸν οὐκ ὁ ἀπαιτοῦντά σε παρασχεῖν, ἅπερ ἔλαβες, εἰς πλῆρες, ἂν μὴ ἔχης ἀποδοῦναι, ἱκέτευσον συγχωρῆσαί σοι τὸ δάνειον. Εἰ δὲ οὔτε ἀποδοῦναι δύνασαι, οὔτε ἱκετεῦσαι ἀξιοῖς συγχωρηθῆναι, κἂν μὴ ἀναισχυνθῇς πολυλογῶν καὶ ἀνθιστάμενος· σίγησον ὡς αὐτὴ ἡ πόρνη, ἥτις τὰ πολλὰ ἑαυτῆς ἰδοῦσα χρέη, εἶπεν ἐν ἑαυτῇ· Τί λαλήσω, ἢ τί ἀποκριθώ; ἐὰν θελήσω εἰπεῖν, Οὐ χρεωστῶ τὸ δάνειον, αὐτὸς πάντα οἶδε, καὶ πόσα χρεωστῶ αὐτὸς ἐπίσταται, καὶ ἀπὸ ποίων χρόνων ὑπεύθυνός εἰμι. Διὰ τοῦτο ὡς ἰδοῦσα, ὅτι πάντα οἶδε, καὶ οὐδὲν τῶν πεπραγμένων αὐτῇ κακῶν ἐστιν, δ λανθάνει αὐτὸν, σιγῇ προσῆλθε δακρύουσα, καὶ τῇ καρ δίᾳ αὐτῆς πάντα τὰ χρέη ὁμολογοῦσα, ἐξηυμενίσατο τὸν Θεόν. Σίγησον οὖν καὶ σύ, Φαρισαῖς, ἵνα σοι χαρίσηται ὁ Κύριος τὴν ὀφειλήν. Μὴ σύ, κατάδικος ὢν, καταδίκαζε τὴν καταδεδικασμένην· μὴ σὺ, εὐτελῆς ὤν, εὐτέλιζε τὴν εὐτετελισμένην. Ησύχασον· οὔτε γὰρ τῶν σῶν, οὔτε τῶν αὐτῆς χρείαν ἔχω· ἀλλ' ἀμφοτέροις ἦλθον τὴν ὀφειλὴν χαρίσασθαι. Τῶν γὰρ δύο δανειστής φιλάνθρωπος υπάρ χω, οὐ μόνον δὲ ὑμῶν, ἀλλὰ καὶ πᾶσι τοῖς μὴ ἔχουσιν ἀποδοῦναι· ἐὰν μόνον ὁμολογήσωσι τὸ χρέος, καὶ αἰτή σωνταί με συγχωρῆσαι αὐτοῖς διὰ μετανοίας τὸ χειρόγραφον. Εἴ τις οὖν χρεωστῇ, καὶ προσέλθῃ τῇ χάριτι τοῦ βαπτίσματος, δι' αὐτῆς ἐλευθεροῦται τοῦ χρέους. Υπο ἄγετε τοίνυν, ἰδοὺ τῶν χρεῶν ἀπελύθητε, πάσης ἐνοχῆς τῇ χάριτι ἠλευθερώθητε· μὴ πάλιν ἄλλο χειρόγραφον
Page scan enlarged

Notebook

Full View