PG 24Eusebius of Caesarea
Supplement to the Commentary on the Psalms
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over Migne facsimile scan-OCR (page-view floor) — PG column chips mark the printed columns.
col. 9–10page 1 of 30
PG 24:9". ὅτι αὐτοὶ γελάσονται· ὅπερ εἰ ποιήσουσιν οἱ ἐν Βα βυλῶνι, ἀγαθὰς ἐλπίδας δι᾽ ὧν κλαίουσι σπείροντες, θεριοῦσιν ἀγαλλίασιν· ἀντὶ δακρύων ἅπερ ἔσχον αγαπώμενοι, δεξόμενοι τὴν τῆς ἐπανόδου χεράν· καὶ εἰ τότε βραχύ τι σπέρμα θεοσεβείας ἐφύλαττον, ἀλλὰ τὰς ἑαυτῶν ἐκεῖ ψυχὰς γεωργήσαντες, πολλοὺς ἐπαν ιόντες οίσουσι τους καρπούς. Μέχρι τῆς ζ' ᾠδῆς τὰ περὶ τῶν ἐκ περιτομῆς αἰχμαλώτων προεθεσπίσθη. ΨΑΛΜΟΣ ΡΚΕ. Κατὰ τὸ Ἑβραϊκὸν καὶ τοὺς ἑρμηνεύσαντας ἅπαν τας, ἡ παρούσα νῦν ᾠδὴ Σολομῶντος ἐστιν (ὥσπερ ἄλλοι ἄλλων εἰσὶν ἐπιγεγραμμένοι ψαλμοί) προφητι πῶς ὑπ' αὐτοῦ λεχθεῖσα ἐπηνίκα τὸν ναὸν κατεσκεύαζε τῶν γὰρ Ἰουδαίων μεγαλοφρονούντων ἐπὶ τῷ τῆς κατασκευῆς ὀχυρῷ, θείῳ Πνεύματι συνορῶν τὴν ἐσχάτην ἐρημίαν αὐτοῦ, καὶ τὴν ὑπὸ τοῦ Κυρίου μέλλουσαν Εκκλησίαν καθ' όλης οικοδομείσθαι τῆς οικουμένης, ἀντιπαρατιθεὶς τῇ παρ' αὐτοῦ κατασκευή νίτυροτοῦ ναοῦ, ἐκείνην τε προκρίνει καὶ ὑπεράγεται, τὴν τότε παρουσίαν ἐλέγχων ὡς πρόσκαιρον καὶ μηδὲ πρὸς βραχύ συνισταμένην ἄνευ Θεοῦ φυλακῆς· ἀπερ νῦν εἰς καιρὸν ἦσε τῶν ἐκ Βαβυλῶνος ἐπανιόντων, ἐσπουδακότων περὶ τὴν ἀνάκτισιν τοῦ ναοῦ, καὶ φρο νούντων ἐπὶ τούτῳ μεγάλα μέν. Εἰ γὰρ φησιν, Εστ' ἂν ὁ Κύριος φυλάττῃ, τοῦ δὲ φύλακος ἀναχωρήσαντος, ἔρημος ἔσται, ματαίας εσομένης τῆς ἐξ ἀν ; θρώπων σπουδῆς· ἐπὶ μὲν τοῦ ναοῦ, οἰκοδόμον εἰσ ἄγει τὸν Κύριον· ἐπὶ δὲ τῆς πόλεως, ἀνθρώπους μὲν οικοδόμους, φύλακα δὲ τὸν Θεόν· χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς. Οι εσθίοντες άρτον οδύνης. Θεοδοτίων, καὶ ἡ τ' ἄρτον εἰδώλων ἐξέδωσαν εἰ χότως· τὸ γὰρ Εβραϊκὸν τὸ ἀσεβεῖν ἔχει, όπερ καὶ ἐν ἑτέροις είδωλον ερμηνεύεται· προορᾷ δὲ τῷ πνεύματι Σολομῶν, ὡς οἱ μέλλοντες οἰκεῖν τὸν ὑπ' αὐτοῦ γινόμενον οἶκον, εἰδώλοις προσκείσονται, δαί μασι λατρεύοντες ἐν αὐτῷ· λέγει τοίνυν, μετὰ τὴν ἀναχώρησιν αὖθις ἐπὶ τοῦτον ἐλθεῖν, καὶ τοῦτο συν εχῶς ἐκ διαλειμμάτων ποιεῖν· τί γὰρ ὄφελος τὸν τόπον τιμήν, τοῖς διὰ τῆς εἰδωλολατρείας μακρύνουσιν αν τοὺς τοῦ Θεοῦ; Ὅθεν ὁ Σύμμαχος ἔφη· Μάταιον ὑμῖν ἐξ ἄρθρου ἀνίστασθαι εἰς τὸ οἰκῆσαι, ἢ εἰς τὸ ὑμνῆσαι. ΨΑΛΜΟΣ ΡΚΖ. Ακολούθως τῇ προ ταύτης ᾠδή ή κλησις τῶν ἐθνῶν διὰ ταύτης κηρύσσεται οι γοῦν φοβούμενοι τὸν Κύριον, ἕτερος λέγονται είναι παρὰ τὸν Ἰσραήλ, καὶ παρὰ τὸ κρείττον ἐν τῷ Ἰσραήλ τάγμα, λέγω δὲ τὸ ἱερατικόν δηλοῖ δὲ τοῦτο ὁ φάσκων λόγος· Οίκος Ισραήλ έμπισεν ἐπὶ Κύριον· καὶ μετὰ ταῦτα Οι φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον καὶ πάλιν· Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς· εὐλόγησε τὸν οἶκον Ισραήλ ευλόγησε τὸν οἶκον 'Ααρών· καὶ μετὰ ταῦτα· Εὐλόγησε 41. προθεσπίζεται.
col. 11–12page 2 of 30
PG 24:11τὸν ἐκ τοῦ οὐρανοῦ κατεληλυθότα, καὶ ταῦτα διδάσ οι το κιν, Καὶ τὴν διάνοιαν. κατὰ τὴν δ. Μ. ἣν ἀνείλ. γενόμενος. τοῖς ἀγγ. Διαφερούσαις δυνάμεσι. κοντα; Πότερα τὸν Θεὸν αὐτὸν, ἢ τὸν τούτῳ συνη μένον Λόγον; Ἀλλ᾽ εἰ λέγοι τὸν Πατέρα, γυμνώς ἀνακαλύψας τὸν Σαβέλλιον, αὐτὸς αὐτὸν ὁ Σωτὴρ εψευσμένον ἀπελέγξει λέγων· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καὶ Οὐ δύ ναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν. Καθώς ἀκούω, κρίνω. Καὶ οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα του πέμψαντός με. Και, Ο Πο τήρ μου μείζων μοῦ ἐστι. Ταῦτα γὰρ οἴεσθαι τὸν Πατέρα φάσκειν ἐσχάτης ἂν εἴη μανίας. Εἰ δὲ τὸν ἐν τῷ θεῷ συμφυή Λόγον καὶ τὴν διάνοιαν αὐτ τοῦ, καθ' ἣν λογίζεται καὶ ἔνδον ἐν ἑαυτῷ διανοεῖται, τὰ προκείμενα διεξιέναι φησι· καὶ πῶς ἂν ἡ ἐνθό μησις τοῦ Θεοῦ· καὶ ἡ ἐν αὐτῷ διάνοια καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ; Πῶς δ᾽ ἐν τῇ σαρκί ᾗ ανείληφε γενομένη, ταῦτα διεξῄει; Πῶς δ' ἐν τῷ Θεῷ λόγος ἐρεῖ καταβ. ηκέναι, οὐχ ἵνα ποιήσῃ τὸ θέλημα αὐ τοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος αὐτόν; Διὰ τούτων μὲν ὁ Υἱὸς τοῦ Θεοῦ τὸ πρὸς τὸν Πατέρα σέβας ἑαυτοῦ παρίστησιν· ὅτε δὲ τῶν γεννητῶν ἁπάντων καθηγεῖται τῶν δι' αὐτοῦ γεγεννημένων, ὡς ἂν ἁπάντων ὑπάρχων Σωτὴρ καὶ Κύριος καὶ δημιουργός (Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν), τηνικαῦτα καὶ Θεὸς καὶ δεσπότης καὶ Σωτὴρ καὶ βασιλεὺς ἀναγορεύοιτο ἄν. Διὸ καὶ σέ δειν καὶ προσκυνεῖν, καὶ τιμῶν αὐτὸν, οἷα Θεόν, ἡ Ἐκκλησία αὐτοῦ δεδίδακται, τοῦτο πράττειν παρ' αυ τοῦ μαθοῦσα. Λέγει δ' οὖν αὐτὸς ὁ Σωτήρ· οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν ἅπασαν κρίσιν δέδωκε τῷ Υἱῷ ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα, διαρρήδην παρα κελευόμενος τιμήν αὐτὸν μὴ ὁμοίως τοῖς προφήταις, μηδ' ὁμοίως αγγέλοις, ἢ ταῖς τούτων διαφεύ ρούσαις δυνάμεσιν, ἀλλ᾽ αὐτῷ τῷ Πατρὶ παραπλησίως. Τοῦτο γὰρ αὐτὸς ὁ Πατὴρ βουληθείς, πα σαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσιν αὐτὸν καθὼς τιμῶσι τὸν Πατέρα. "Α δὴ καὶ Θωμᾶς Ο Δίδυμος ἀκριβῶς ἐπιστάμενος, ἅτε τοῦ χοροῦ τῶν δώδεκα γεγονώς μαθητῶν, λαμπροῖς ρήμασι καὶ Θεὸν αὐτὸν καὶ Κύριον ἐπεγράφετο λέγων, "Ο Κύ ριός μου, καὶ ὁ Θεός μου. Διὸ δὴ καὶ ἡμᾶς προσή και μόνον τὸν Υἱὸν καὶ μηδένα ἕτερον θεϊκή τιμή σέβειν, καθώς τιμῶμεν τὸν Πατέρα, καὶ ἐν τούτῳ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τιμωμένου· “Ο δὴ καὶ αὐτὸ διδάσκει λέγων· Ὁ τιμῶν τὸν Υἱόν, τιμᾷ τὸν Πα τέρα τὸν πέμψαντα αὐτόν. Ωσπερ γὰρ καὶ βασι λέως καταπεμφθεῖσαν εἰκόνα τιμῶντες, τὸ πρωτοτύπου τῆς εἰκόνος, αὐτὸν ἂν τιμήσαιμεν τὸν βασιλέα, τὸν αὐτὸν τρόπον ὁ Πατήρ ἂν εἴη διὰ τοῦ Υἱοῦ το το Μ. μου ληφθείς, προλη θεὶς ἔφη.
col. 13–14page 3 of 30
PG 24:13ταῦτα ὑμᾶς εὐαγγελιζόμεθα, καὶ τὸν τρόπον δὲ τῆς οἰκοδομῆς τῆς πόλεως, καὶ τὸν τύπον αὐτὸν, ὡς ἂν εἴποι τις, καὶ τὸ σχῆμα, ἀκριβῶς φέρομεν διὰ μνή μης· ἦν γὰρ ὡς πόλις οὐ διεσπαρμένη δε κακείσε, οὐδὲ ἀπεσχισμένη καὶ διεστῶσα εἰς μέρη πολλά, αλλ' οὕτως ἦν ᾠκοδομημένη ὡς δοκεῖν ἕνα εἶναι οἶχον, διὰ τὴν συνάφειαν καὶ ἁρμονίαν τῶν ἐν αὐτῇ οἰκοδομημάτων· διὸ λέλεκται· Ὡς πόλις ἦν ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό τοιαῦται δὲ εἰσι κατά διάνοιαν πᾶται εἰ παρὰ θεῷ ψυχαί, καὶ οἱ ζῶντες λίθος δι' ὧν [καὶ] τῇ αὐτῇ γνώμη κατηρτισμένος. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαί Κυρίου, μαρ τύριον τῷ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. ᾠκοδόμηται ὁ ἀληθινὸς νεως τοῦ Θεοῦ, τῷ αὐτῷ να Ἐκεῖ γὰρ θύειν, εύχεσθαι, πανηγυρίζειν, ἐκέλευσεν· ὡς ἂν μὴ πανταχού πλανώμενοι, πρόφασιν έχω σιν ἐξόδους ποιεῖσθαι πρὸς εἴδωλα· Θεοῦ γὰρ τοῦτο μαρτυρίαν εκάλεσεν· τῆς γὰρ αὐτοῦ προνοίας τοῦτο μέγιστον τεκμήριον ἦν· καὶ γὰρ ἐκεῖ ὁ νόμος ἀν εγινώσκετο, διηγήματά τε κατορθωμάτων αρχαίων, καὶ σύνοδον ἐποιοῦντο τὴν πρὸς ἀλλήλους ἀγάπην συσφίγγουσαν. Ερωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν ῾Ιερουσαλήμ. Δεὶ γὰρ, φησὶ, καὶ πάντοτε μνημονεύοντές σου, Ἱερουσαλήμ, τὰ περὶ τῆς σῆς εἰρήνης διαλεγόμεθα τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις καὶ τοῖς πλησίον ἡμῶν, τουτέστι τῷ νέῳ λαῷ, εἰς πόθον αὐτοὺς ἄγοντες τὸν περὶ σὲ διὰ τῆς περὶ σοῦ διδασκαλίας· ἀλλὰ καὶ ἡ πᾶσα ἡμῶν εὐχὴ ἕνεκα τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν ἐγια νετο, ζητούντων ἀγαθά σοι τὰ παρὰ τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΚΒ'. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα 1. ἐν τῷ οὐρανῷ. Επείπερ οὐρανὸς θρόνος ἐστὶ τοῦ Θεοῦ, διὰ τοῦτο κατοικεῖν λέγεται ἐν τῷ οὐρανῷ· οὐδεὶς δὲ θησαυρί ξεων ἐπὶ γῆς, εἴποι ἂν τῷ Θεῷ· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου οἱ μὲν οὖν ὀφθαλμοὶ τοῦ ἄφρονος, ἐπ' ἄκρα γῆς, ἡ ἐφ᾽ ὁτιδήποτε οὗ ἐπιθυμεῖ· ἐμβλέπει γάρ ποτε γυναίκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς· οἱ δὲ τοῦ δικαίου, διαπαντός πρὸς τὸν Θεόν. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας των κυρίων 2. αὐτῶν. Εὐαγγελισθεὶς ὁ νέος παρὰ τῶν πρεσβυτέρων λαὸς διὰ τῆς πρὸ ταύτης ᾠδῆς, οὐκ ἐπ᾿ ἄλλο τι, φησὶν, ἐλπίζω, ἢ ἐπὶ σὲ τὸν οὐκ ἐν τῇ κάτω Ἱερουσαλήμ, ἀλλ᾽ ἐν οὐρανῷ κατοικοῦντα· μόνοις δὲ τοῦτο λέγειν ἁρμόττει τοῖς ἀπηλλαγμένοις αἰχμαλωσίας, καὶ τὸ τῆς ψυχῆς διορατικὸν ἐῤῥωμένοις· ψυχῆς δὲ ὀφθαλμός ἄνω μὲν ὁρῶν, ὠφελεῖται· κάτω δὲ, βλάπτεται. ΨΑΛΜΟΣ ΡΚΓ. Εν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς. Οι φήσαντες, Ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, νῦν ὡς ἐπακουσθέντες εὐχαριστοῦσι Θεῷ· τὰ δὲ παρόντα διδάσκεται λέγειν ὁ διορατικός, τὸν Θεὸν ἔχων πρὸ ὀφθαλμῶν· οὕτως γὰρ Ἰσραὴλ ἐπινίκιον ᾠδὴν τῷ νικοποιῷ προσάγων Θεῷ· διδάσκουσι δὲ τοὺς
col. 15–16page 4 of 30
PG 24:15νέους οι γεγηρακότες, καὶ οἱ μαθηταὶ ὑπακούουσιν τις ϋ. Γα πιν, Ἐπεὶ τοῦτο. ἐπὶ τούτῳ, ἐπὶ τούτοις, οἱ Ἰσραὴλ δὲ τοῦ ἔχοντος ἐν ἑαυτῷ τὸν Θεὸν, τὸ δύο νασθαι λέγειν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. τοιοῦτος ἦν ὁ ὑπὸ Μωϋσέως γενόμενος Ισραήλ, ᾧ ἐλέ γετο· Σιώπα, καὶ ἄκουε, Ισραήλ· καὶ Κύριος που λεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε. Αρα ζώντας ἂν κατέπιον ἡμᾶς. Καὶ ὁ περιστατικὲς δὲ καιρὸς, εἰ καὶ σφοδρός, ἀλλὰ χειμάρρου δίκην ολιγοχρόνιος. Εὐλογητός Κύριος, κ. τ. λ. Καὶ τίνα εὐλογεῖν καὶ ὑμνεῖν ἔδει ἐπὶ τῷ μὴ ἀλῶ και τοῖς βουλομένοις ζῶντας καταπιεῖν ἡμᾶς ἀν θρώποις, ἢ τὸν Κύριον τὸν ὄντα ἐν ἡμῖν; Οἱ ἐπὶ τὸ θηρεῦσαι ἡμᾶς ὁρμήσαντες, ἵνα καταφάγωσιν ἡμᾶς, οὐ δεδύνηνται ὡς ἔσπευδον διαθεῖναι· ἐξηγριωμένος γὰρ οἱ ὠμόθυμοι λέοντες τοῖς ὁδοῦσιν αὐτῶν θηρεῦσαι ἡμᾶς ἐγλίχοντο· ἀλλ' οὐκ ἐπέτυχον τοῦ σπουδαζομένου, μὴ δόντος ἡμᾶς τοῦ Κυρίου· ὃν καὶ εὐ λογοῦμεν ρυσάμενον ἡμᾶς ἀπὸ τῶν φονικῶν καθ' ἡμῶν διατεθέντων. ΨΑΛΜΟΣ ΡΚΔ'. Ορη κύκλῳ αὐτῆς. Ταῦτά φασιν οἱ μετὰ τὴν μακρὰν ἐπανελθόντες ὁδοιπορίαν ἐπὶ τὴν αἰσθητὴν Ἱερουσαλήμ, ώς ήδη λοιπὸν ἐν ἀσφαλεία γενόμενοι, οὐ τῷ τόπῳ, τῇ δὲ τοεποιθήσει τοῦ Κυρίου θαῤῥοῦντες· ὁ δὲ κρεῖττον τοῦ κατοικεῖν Ἱερουσαλήμ· καὶ ἐπεὶ τοῦτο ποῦ κρείττων ἦν ὁ λαός; τοῦ μὲν τόπου ὄρη λέγεται κύκλῳ· τοῦ δὲ λαοῦ, δι᾿ ἂν καὶ ὁ τόπος τετίμηται, ὄντως ὁ Θεὸς, ὁ καὶ τὸν τόπον φυλάττων, ὅτι ἄξιος ὁ λαός. Απάξει Κύριος μετὰ τῶν ἐργαζομένων την ἀνομίαν. Τὸ ἀπάξει, τὸ παραδώσει δηλοῖ· εἰς τὴν ἀκαθαρσίαν ήν είλοντο, εἰς πάθη τε ἀτιμίας καὶ ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. ΨΑΛΜΟΣ ΡΚΕ. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών. Οἱ ἀπόστολοι ταῦτα προφητεύονται λέξειν περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι, καὶ μετὰ ταῦτα ἀπο φανεῖσθαι περὶ σπόρου καὶ θερισμοῦ· κατὰ τοὺς τοῦ Δαβίδ χρόνους οὐκ ἦν ἡ αἰχμαλωσία· τάχα οὖν περ. τῆς νοητῆς ταῦτά φησιν· ἐρεῖ δὲ ἄλλος, ὅτι προφητι χῶς τὸ μέλλον δηλούται (3'). - Μέρος τι τῆς αἰχμαλωσίας ἐπανελθὸν ἀπὸ τῆς Βαβυλῶνος, καὶ ἀπολαβόν τὴν Ἱερουσαλήμ, περὶ τῶν ἀπομεινάντων ἐν Βαβυ λῶνι τὴν προκειμένην ᾠδὴν ἐπ' ἀγαθοῖς προσδοκίαις ἀναπέμπει· φασὶ δὲ, ὅτι οὔπω μὲν τελείως τὰ τῆς ἡμετέρας χαρᾶς πεπλήρωται· ἔσται δὲ τοῦτο ὅτε τὸ πᾶν ἔθνος ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανέλθῃ· ταύτην δὲ τὴν διάνοιαν παρίστησιν ἡ τῶν λοιπῶν ἑρμηνεία· ἀντὶ γὰρ τοῦ, ἐγενήθημεν ὡς παρακεκλημένοι, συμφώνως οἱ πάντες φασίν, ἐγενήθη μεν ὡς ἐνυπνιαζόμενοι, ἀλλ' οὐχ ὕπαρ τὴν ἐλευθε
col. 17–18page 5 of 30
PG 24:17δησῇ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρ. 1? πάσει; Εὐχαὶ τοίνυν ἀποστολικαὶ καὶ λόγοι τε αὐτῶν καὶ διδασκαλίας καὶ βίος ὁ τούτοις κατάλληλος, αί τε κατὰ δαιμόνων ἐνεργοῦσαι πράξεις, δεσμούς ἐν εποίουν ταῖς ἀντικειμέναις δυνάμεσιν· καὶ τούτων μάλιστα ταῖς μείζοσι καὶ ἀρχοντικαῖς· ὧν τὰς κατά τῶν ἐθνῶν ἐνεργείας τοῖς ἑαυτῶν λόγοις, καὶ ταῖς ἑαυτῶν εὐχαῖς καταδήσαντες οἱ τοῦ Σωτῆρος ἀπό στολοι, ὑπὲρ πάσας τὰς ἐκ σιδήρου πεποιημένας χει ροπέδας τὴν δύναμιν αὐτῶν, δι' ἧς περιέτρεχον ὧδε κἀκεῖσε, τὰ ἔθνη πάντα χειρούμενοι, τῷ ἑαυτῶν ἐπ ηγάγοντο βασιλεί. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Παραλαβόντες δὲ τὰ ἔθνη εἰς μαθητείαν, τὸν περί τῆς κρίσεως αὐτοῖς παρεδίδοσαν λόγον, ἔγγραφον και ταλιπόντες τὸ δόγμα, ὥστε ἔχειν διὰ παντὸς εἰς ἀνα-B ου γνωσιν, τὴν μνήμην τῶν ἐγγεγραμμένων ποιεί είναι Μετά ταῦτα σφόδρα ἀκολούθως επήγαγεν Δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ· ἑκάστῳ γὰρ τῶν ὁσίων τῶν ἀποδεδομένων ἡμῖν δι'... αὐτῶν κατορθούται ἡ δόξα, οἷον ὡς ἐπὶ παραδείγματος Παύ του δρ... λέγειν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρός αυ μα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς ἄρχοντας ἐξου σίας καὶ τοὺς κοσμοκράτορας του σκότους τού του δόξα δὲ η... οὐ καὶ λαοὶ, οὓς ἐλευθερώσας ἀπὸ τῆς δαιμονικῆς πλάνης, τῷ Χριστοῦ λόγῳ προσηγάγετο, ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ Ἐκκλησίαν συστησάμενος. Δόξα δὲ αὐτοῦ ἦν καὶ τὰ εἰσέτι καὶ νῦν παραδεδομένα ἐν ταῖς ἐκκλησίαις έγγραφα αὐτοῦ ἀναγνώσματα· ἐν οἷς τὸ κρῖμα τοῦ Θεοῦ τὸ περὶ τῆς δαιμονικῆς καθαιρέσεως περί σε τῆς ἐλευθερίας τῶν ἀνθρωπίνων ψυχῶν ἐγγράφως καταβέβληται· οὕτω δὲ καὶ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀποστόλων ΨΑΛΜΟΣ ΡΜ. Πρόσαπτε δὲ τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ μὲν πρῶτος τῆς ὅλης βίβλου ψαλμὸς ὄλεθρον ἀσεβῶν ἐθέσπιζεν, ἐμακάριζεν τε ἕνα τινὰ καὶ ὡς ἂν σπάνιον τὸν δυνά μενον τῶν ἀσεβῶν βίον διαφυγείν. Ὁ δέ γε πάντων τελευταίος πάσαν πνοὴν προσάγει τῇ ὑμνολογία τοῦ Θεοῦ Πλὴν εἰ καὶ πᾶσαν πνοὴν ὁ παρών λόγος Σιι, τι, Ὁ δὲ τελευταίος προσάγει τῇ τοῦ Θεοῦ ὑμνολογία πᾶσαν πνοὴν μετὰ τοῦ προσήκοντος ἑκάστου ὀργάνου τὸν διάφορον τρόπον σημαίνοντος· τῷ μὲν ὑπαναβεβηκότι σάλπιγγος ἦχον διδούς μεγαλοφωνοτάτη γὰρ καὶ πλείστης δεομένη τοῦ χρωμένου δυνάμεως· ὁποία ἦν τοὺς ἀποστόλους ἰδεῖν, ὧν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος· τὸ γὰρ εὐαγγελικὸν κήρυγμα μεγαλοφωνα τατον· τοῖς δὲ τούτων ελάττοσι τὰ λοιπὰ διένειμεν δρο γανα δηλοῖ τῷ προφητικῷ λόγῳ χρῆναι θεολογίαν ὁ Παύλος· Εταῖς γλώσσαις λαλήσω, μὴ διερμηνεύων, ἀλλ᾽ ἐγώ, τοῦ ἀκροατοῦ δεχομένου τὸν ἦχον ἄνευ νοή σεως, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. ο Υμνητέον ἄρα καὶ προφορά κατὰ τοὺς τελείους, περί ὧν εἴρηται· Διήγησις εὐσεβοῦς διαπαντός σοφία στόμα δικαίου μελετήσει σοφίαν,» καὶ τὰ ἑξῆς· τοῦτό ἐστι νῷ καὶ γλώσσῃ καὶ στόματι ὑμνεῖν τὸν Θεόν. Εύηχον δὲ κύμβαλον εἶπεν, τὴν ἐμμελῆ καὶ μεμουσωμέ την φωνήν, σαφῶς δηλοῦσαν τα πράγματα, ἣ καὶ ἀλαλαγμοῦ κύμβαλον ἔφη προφερομένην ἐπινικίῳ.
col. 21–22page 6 of 30
PG 24:21Η τοὺς μεθυμένους τὸν Κύριον. Ακολούθως εν πακ, τούτα; νοήσεις τοὺς ἐπὶ τῆς παρούσης ᾠδῆς μαχα κομένους· οὗτοι δὲ ἦσαν πάντες οἱ φοβούμενοι τὸν Κύριον· κρείττων δὲ ἐστιν, καὶ ἐπαναβεβηκώς τους φοβουμένους τὸν Κύριον, ὁ ἐν τελείᾳ γεγενημένος ἀγάπῃ· 'Εξω γὰρ ἐκβάλλει ἡ τελεία ἀγάπη τὸν φόβον· καὶ οἱ μὲν φοβούμενοι, ἐν πολλαῖς ὁδοῖς της ρεύσονται· τάχα δὲ ὁ ἀγαπῶν ἐν μιᾷ, τῷ εἰρηκότι, Ἐγώ εἰμι ἡ ὁδὸς, ἐφ᾽ ἦν καὶ αἱ πολλοὶ ὥσπερ εἰς λιμένα καταντῶσιν· καὶ καλῶς εἶπεν· Μακάριοι τῆς· καν δοῦλος, κἂν δεσπότης, κἂν τὸ σῶμα ἀνά πῆρος, κἂν ὁτιοῦν, οὐδὲν τούτων κωλύει τον μαχα ρισμὴν τοῦτον, ὃν αὐτός φησιν· ὁ δὲ παρὰ ἀνθρώποις μακαρισμός, επισφαλής τε καὶ περίτρεπτος, καὶ λόγῳ μένα, πλαττόμενος, μυρίαις δὲ περιστάσεσι περιαν ελούμενος· ἀλλ' οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ τῶν κυμάτων τούτων ἀπηλλαγμένος ἐν γαλήνη, κάθηται καὶ λιμένι, τὴν ὄντως δρεπόμενος μακαριά Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι. Οι λοιποί κόπον χειρῶν ἐξέδωσαν· ὡς ἐπὶ γεωρ τοῦ δέ φασιν ἅπερ εγεώργησε καρπουμένου· καὶ τὸν ἐναθλοῦντα τῇ τῆς θεοσεβείας ὁδῷ, τροφὴν ἑαυτῷ θησαυρίζοντα πρὸς τὴν μέλλουσαν ζωὴν ἀναλογούσαν οἷς κατεβάλετο πόνοις· καὶ ἀρετὴ δὲ καὶ πόνος ὁ κατὰ Θεόν, ἔστι τροφή καὶ χαρὰ τῇ ψυχῇ· τοιοῦτος μὲν ὁ φοβούμενος τὸν Κύριον· ὁ δὲ ἀγαπῶν, ὡς ἤδη τέ λειος φάγεται τὸν οὐράνιον ἄρτον· κατὰ τὸν Μακά ριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ οὐρανῶν. Η γυνή σου ὡς ἄμπελος εὐθηνούσα. Καὶ κατὰ τὸ ῥητὸν, ὡς ἀτελεῖ δίδοται ταῦτα του βουμένῳ τὸν Κύριον, ἀλλ' οὐχὶ τῷ ἀγαπῶντι αὐτὸν ἐξ όλης ψυχῆς καὶ ἐξ ὅλης τῆς καρδίας καὶ τῆς δυ νάμεως· Οφθαλμὸς γὰρ οὐκ εἶδεν, καὶ τὰ ἑξῆς τῷ δὲ φοβουμένῳ τὸν Κύριον δίδοται σύζυγος, περὶ ἧς φησι τὸ, Γυνὴ ἀγαθή, μερὶς ἀγαθή· καὶ, Γυναίκα ἀνδρείαν εἰς εὐρήσει; τιμιωτέρα δέ ἐστι λίθων που λυτελῶν ἡ τοιαύτη· οὕτως ἡ πονηρὰ σύζυγος εἴη ἂν ὀργὴ ἐκ Θεοῦ. Οἱ υἱοί σου ὡς νεόφυτα έλαιων. Οὕτω καὶ υἱοὶ ἐκ Θεοῦ δίδονται τῷ φοβουμένῳ τὸν Κύριον, οὐχ όμοιοι τοῖς πολλοῖς υἱοῖς, ἀλλὰ οἱ ὡς νεό φυτα ἐλαιῶν κυκλοῦντα καὶ στεφανοῦντα τὴν τράπεζαν αὐτοῦ· εἰ δέ τις μὴ φοβουμένους τὸν Κύριόν φη σι, πολλάκις ἐν περιουσία υἱῶν ὑπάρχειν καὶ ἐν εὐ θηνία γυναικός, ἀλλ᾽ ἐροῦμεν ὅτι ὁ παρών μακαρισμὸς οὐχ ἁπλῶς γυναῖκα καὶ τέκνα ἐπαγγέλλεται, ἀλλ' ὅλον αὐτὸ τοῦτο, ἀμπέλῳ μὲν ἀπεικασμένην γυναίκα, νεοφύτοις δὲ ἐλαιῶν τέχνα· οὐ τοιαῦτα δὲ τὰ τῶν ἀ σεβών Καὶ υἱοὶ δια φέροντες τῶν ἄλλων δίδονται τῷ φοβουμένῳ τὸν Κύ μόν, ἀπὸ τοῦ τελείου τοῦ λέγοντος· Ἐγὼ δὲ ὡσεὶ Ελαία κατάκαρπος, καὶ τὰ ἑξῆς τῆς γὰρ τοιαύτης ἱλείας τὰ γενήματα ὡς νεόφυτα ἐλαιῶν εἶναι λέ ο νία Δι πιο γεται· τί οὖν; οὐκ εἰσὶν ἄδικοι ἐν εὐθηνία γυναικῶν τε καὶ παιδίων: ἀλλ᾽ οὐκ ἀμπέλῳ μὲν ἀπεικασμέν νην έχουσι γυναίκα, νεοφύτοις δὲ ἐλαιῶν τέκνα.
col. 23–24page 7 of 30
PG 24:23ΨΑΛΜΟΣ ΡΚΗ. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Πάντες γὰρ οἱ διώξαντες κακοὶ κακῶς ἀπολοῦνται. Συγκόπτει τὸν αὐχένα, ὃν οὐχ ὑποβάλλουσι τῷ χρηστῷ ζυγῷ, ὁ δίκαιος Κύριος· χρηστῇ δὲ προθέσει τοῦτο ποιεῖ, ὅπως ἀποβαλόντες τὴν πρὸς τὰ φαύλα εὐτονίαν καὶ ἰσχὺν, ὑποταγῶσι τῷ Κυρίῳ, ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστίν. Ἀντὶ δὲ τοῦ, συν έκοψεν αὐχένας ἁμαρτωλῶν, Ακύλας κατέκοψεν βρόχους ἀσεβῶν· ὁ δὲ Σύμμαχος, κατέκοψεν βρό χους παρανόμων· ἡ δὲ πέμπτη ἔκδοσις, κλοιούς ἀνόμων, ἐκδεδώκασιν· δηλοῦντος τοῦ λόγου, τοὺς ὑπὸ τῶν ἀσεβῶν εἰς ἐπιβουλὴν τοῦ δικαίου κατεσκευασμένους· θεσπίζει δὲ καὶ διὰ τούτων ὁ λόγος τὰ ἔσχα τα τέλη, καὶ τὸν ὄλεθρον τῶν κατὰ καιροὺς τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὸν λαὸν αὐτοῦ πολεμεῖν ἐπιχειρούντων. ΨΑΛΜΟΣ ΡΚΘ'. Περὶ τοῦ λαοῦ οὐκ ἔστιν εἰπεῖν τοῦ Χριστοῦ τὸ Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀφέστηκεν ἀπ' ἐμοῦ. Οὐ γὰρ ὡς ὁ πρῶτος λαός, ἀλλ' ἐκ βαθέων ἐκέκραξεν, ἅτε δὴ μετα έχων τοῦ Πνεύματος, δ, κατὰ Παῦλον, πάντα έρευ νᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἐν ἐπαίνῳ δὲ τὸ βαθὺ κάν τῇ συνηθεία· ὁποῖον καὶ τὸ, Ο βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ. Καὶ πρὸς Ἰεζεκιήλ δε φησιν· Οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσ σὺν ἐγὼ ἐξαποστελῶ σε. ᾿Αλλ' ὁ βαθὺς τῇ διανοία λαὸς, ὁ καὶ τὴν ᾠδὴν τὴν πρὸ ταύτης εἰπὼν, ἐκ τῶν στέρνων αὐτῶν στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων βοᾷ πρὸς τὸν Θεὸν, ἀλλ᾽ οὐ χείλεσιν· ὥσπερ οὐ δὲ Μωϋσῆς, πρὸς ὅν ἐῤῥέθη, καίτοι σιγῶντα, τό, τι βοᾷς πρὸς μέ; Ἡ δὲ νῦν εὐχὴ τοῦ αἰτοῦντος & δεῖ, καὶ τοῖς αἰτουμένοις ἑαυτὸν ἑτοίμως παρέχοντος μαρτυρῶν δὲ μάλιστα καὶ διὰ τῆς προλαβούσης εἶπεν ᾠδῆς· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ή δυνήθησάν μοι· οἳ καὶ λέξουσιν· Ενεκεν τοῦ ὀνό ματός σου ὑπέμεινα σε, Κύριε· ἶτα δὲ προσ έχοντα λέλεκται, ὡς τῆς μιᾶς τοῦ Θεοῦ δυνάμεως οὔτ σης ακουστικῆς καὶ ὁρατικῆς· κραυγὴν δὲ οὐ τόνον λέγει φωνῆς, ἀλλὰ γνώμης διάθεσιν. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε. Ἐπειδὴ δὲ τῶν ἐν τῇ Ἐκκλησίᾳ οὐ πάντες δύνανται λέγειν· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ηδυνήθησαν μοι, περὶ τῶν ἀσθενεστέρων την παρ ούσαν αναπέμπει φωνὴν, καὶ μὴ φερόντων τοὺς διω γμούς· εἰ μὴ ἄρα ὁ αὐτὸς περὶ τῶν πρὸ τῆς κλή σεως ἀνομιῶν αὐτοῦ ταῦτά φησιν. Πολλὴ παρ' αὐτῷ λύτρωσις. Τὸ γὰρ τίμιον αὐτοῦ αἷμα ὑπὲρ ἡμῶν δέδωκε λύ τρον, γενόμενος Ἀμνὸς τοῦ Θεοῦ· οὗτος γὰρ τὰς ἀπ μαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. ἐποίησε δὲ καὶ λύτρωσιν τῷ λαῷ αὐτοῦ, κατὰ τὸν Ζα χαρίαν· καὶ κατὰ τὴν ἁγίαν Παρθένον, Αντελάβετο Ισραήλ.
col. 25–26page 8 of 30
PG 24:25ΨΑΛΜΟΣ ΡΑ'. Ακολούθως ἡ ᾠδὴ ἡ παροῦσα καὶ ἡ πρὸ αὐτῆς τοῦ ἐν Κυρίῳ τετελειωμένου ταπεινοφροσύνης φωνάς πα ριέχουσα, καὶ μάλιστα τοῦ δυναμένου λέγειν πεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. 'Ο δὲ Δαυτό ὡς εἰκὸς μεμαθηκώς ἀπὸ τῶν τοῦ ἁγίου Πνεύ ματος φωνῶν, ὅτι τις ἱλασμός παρὰ τῷ Θεῷ, καὶ πολλή παρ' αὐτῷ λύτρωσις εἰ πιστεύσειεν, ἀναγκαίως ἑαυτὸν προσφέρει τῷ Λυτρωτῇ· διὸ καὶ ἐπιγέγραπται Τοῦ Δαυΐδ εἰς παραίτησιν πλημμελημάτων, τὰς ἰδίας ἐξαριθμοῦντος ἀνδραγαθίας. Οὐ πώποτε γὰρ, φησὶν, ἐπήρθην καθὼς ἄρχων ἐπ᾽ ἔθνος αὐτοῦ οὔτε μὲν ἐχαυνώθην βλέψας έξω Θεοῦ, καὶ τῆς πρὸς τὸν αὐτοῦ φόβου συστάσεως καθυφείς· οὔτε πάλιν ἐν τροφή πλουσίως διεξήγον τὸν βίον· οὐδέ τι μείζον ἐφρόνησα, φησί, περὶ ἐμαυτοῦ, τῶν προσόντων ἐμοί ὁποῖοι τινές εἰσιν οἱ συνετοί παρ' ἑαυτοῖς, καὶ ἐν ώπιον αὐτῶν ἐπιστήμονες. Ελπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον Ωσπερ ἐγώ, φησὶν ὁ βασιλεὺς Δαυΐδ, τοσοῦτος ὢν καὶ τοιοῦτος ἀνὴρ, ταπεινὸν ἐμαυτὸν κατέστησα, καὶ προσήγαγον ἐμαυτὸν τῷ ἱλασμῷ καὶ τῷ Λυτρωτῇ καὶ Σωτῆρι, οὕτως καὶ τῷ λοιπῷ Ἰσραὴλ ἐπαγγέλλομαι θαρσούντως προσιέναι τῷ ἱλασμῷ· ἀκριβῶς εἰδὼς, ὅτι αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ, εἰ προσδράμοι αυ τῷ, ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. ΨΑΛΜΟΣ ΡΙΑ'. Όμοσε Κύριος τῷ Δαυίδ ἀλήθειαν. Ομωμοκότι δὲ τῷ Δαυΐδ, ἀντώμοσεν ὁ Θεὸς ζητή σαντι τὸν τόπον μαθεῖν, δωρεάν δοὺς τὸ καὶ ἐξ αὐτοῦ προελθεῖν· "Ινα διὰ δύο πραγμάτων ἀμεταθέτων, ὡς ὁ Παυλός φησιν, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεόν, Ισχυρὰν παράκλησιν, περὶ ὧν ηύξατο, λάβωμεν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐπειδὴ σύ, φησίν, οὕτω πιστεύσας τοιαῦτα ηύξω γνώναι, βουλόμενος μαθεῖν περὶ τοῦ τόπου τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ Σωτῆρος, δέχου δὴ καὶ αὐτ τὸς τὴν ἐπαγγελίαν, καὶ γίνου διάκονος τῆς σωτη ρίου γενέσεως. Σὺς γὰρ ἔσται καρπὸς ὁ γενησόμενος, ἐκ τῆς διαδοχῆς καὶ ἐκ σοῦ σπέρματος προελευσόμενος· διὸ καὶ αὐτῷ δοθήσεται ὡσεὶ ἐπηγγελμένος θρό νος, διὰ τὸ μηδένα ἕτερον ἢ μόνον τὸν ἐκ τοῦ προ ελευσόμενον, ἄξιον εἶναι τοῦ σοὶ ἐπηγγελμένου θρό-D νου. Τοιγαροῦν καὶ ὁ Γαβριήλ προς την Μαριάμ φη σι· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυΐδ του πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ία πὼν εἰς τὸν αἰῶνα. Ἐὰν φυλάξωνται οι υιοί σου τὴν διαθήκην μου. Καθεσθήσονται ἐπ' αὐτὸν δηλαδὴ τὸν τοῦ Χριστοῦ θρόνον οἱ αὐτοῦ μαθηταὶ καὶ διάδοχοι· πλὴν οὐδεὶς φθόνος καὶ τοῖς σοῖς υἱοῖς, ὦ Δαυΐδ, τουτέστι τοῖς ἐκ περιτομῆς, καὶ εἰ παραδέξοιντο τὸν Χριστὸν, καὶ εἰ φυλάξοιντο τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου, οὐ τὰ διὰ τῆς πρώτης νομοθεσίας δεδομένα, ἀλλὰ ταῦτα & διδάξω αὐτούς, μέλλοντα αὐτοῖς ὕστερον που τα παραδοθήσεσθαι διὰ τῆς καινῆς διαθήκης· εἰ γὰρ ο
col. 27–28page 9 of 30
PG 24:27φυλάξαιντο ταῦτα, καὶ αὐτοὶ καθευδοῦνται ἐπὶ τὸν θρόνου σου τὸν τῷ Χριστῷ ἡτοιμασμένων. Την θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτω χοὺς αὐτῆς χορτάσω άρτων. Κατὰ δὲ ἀναγωγήν, θήρα Σιών οι δίκην ἰχθύων δια τῶν εὐαγγελικῶν καὶ ἀποστολικών δικτύων όσημέραι ζωγρούμενοι· πτωχοὶ δὲ αὐτῆς οἱ μακάριοι, ότι αυτ τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· οἱ τὸν ἄρτον στη τοῦνται τὸν ἐξ οὐρανοῦ καταβάντα· ἀλλὰ καὶ οἱ ταύ τῆς ἱερεῖς, πρώτον ἑαυτοὺς δικαιοσύνην, ὡς εἶπιν, ἐνδύσαντες, ὑπὸ Θεοῦ περιβάλλονται σωτηρίαν· εἶτα λέγει περὶ τῶν ὁσίων, τῶν ἀρετῇ καὶ βίο διατηρεπίν τῶν ἐν Ἐκκλησίᾳ· περὶ ὧν Ακύλας μὲν ἔφη σει αινέσουσιν· ὁ δὲ Σύμμαχος, Εὐφημοῦντες αὐτ φημήσουσιν. Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Τούτη περὶ Ἰωάννου φησί, κατὰ τὸ εἰρημένον τῶ ρὰ Κυρίου· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. Έστι δὲ ταῦτα καὶ ἄλλως ἰδεῖν κατὰ τοὺς τῶν διωγμῶν καιρούς· ὁ δὲ Σύμμαχος, ὁ ἁγιασμός, εἶπεν, αὐτοῦ· ἁγιάζει γὰρ καθ' ὅλης τῆς οἰκουμέν νης τὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τῇ Ἐκκλησίᾳ ἁγίασμα. ΨΑΛΜΟΣ ΡΑΒ. Ἰδοὺ δὴ τί καλὺν ἢ τί τερπνόν, ἀλλ᾽ ἢ τὸ κατά οικείν, κ. τ. λ. Οὐ πᾶν τὸ καλόν, ἤδη καὶ τερπνόν· οὐδὲ τὸ τις πνόν, πάντως καὶ καλόν· πολλὰ γὰρ ἡδέα μὲν, φαῦ λα δέ· ὡς καὶ ἕτερα ἐπίπονα μὲν, ἀγαθὰ δέ· ὁμόνοια δὲ καὶ εἰρήνη ψυχῶν ὁμοφρονούντων καὶ ὁμοδοξούν των, ἄμφω κατὰ τὸ αὐτὸ καὶ τὸ τερπνὸν καὶ τὸ καλὸν ἔχειν ἐπαινεῖται· οὐ τὸ κατοικεῖν ἀδελφοὺς ἁπλῶς, ἀλλ' ὅταν ἐπὶ τὸ αὐτὸ ὦσι, κατὰ τὸν ᾿Απόστολον λέ γοντα· Ινα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ εἶεν ἐν ὑμῖν σχίσματα· ἦτε δὲ κατηρτισμένοι τῷ αὐτῷ να καὶ τῇ αὐτῇ γνώμῃ· διδάσκει δὲ τὸ καλὸν καὶ τὸ τερο πνὸν μὴ ἐν σώματι, μηδὲ ἐν ἡδονῇ σαρκών τίθε σθαι. Ως δρόσος Δερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. ῦρος ἐστὶν Λερμών, το παρακείμενεον τῷ Λιβά νῳ, ἐφ' & χιών συνάγεται πολλή, ἥντινα ὁ Λόγος δρό σον ὠνόμασεν· ἐπειδὴ δὲ ἡ δρόσος ἐκείνη ἡ ἐκ πολύ λων συναγομένη σταγόνων, ὑφ᾽ ἐν σωματοποιείται καὶ συμπήγνυται, εἰκότως τὴν τῆς Ἐκκλησίας όμω νοιαν καὶ συμφωνίαν ἀπείκασε δι' ἑτέρου παραδείγματος οὐ τῇ χιόνι τῇ ἀπομενούσῃ ἐν τῷ Δερμὼν ὄρει, ἀλλὰ τῇ καταβαινούσῃ ἐπὶ τὰ ὄρη Σιών ἵνα μέν γὰρ νοήσωμεν τὸ πλῆθος τῆς χιόνος, τὸ Αερμών ὄρος παρείληπται· ἵνα δὲ τοῦ κατὰ Θεὸν πολιτεύματος την συμφωνίαν δηλώσῃ, ἐπὶ τὰ ὄρη Σιὼν ἔφη κατιέναι τὴν δρόσον. *Οτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν κυλογίας. Ἐκεῖ λέγει παρὰ τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ αὐτό· καὶ ζωὴν οὐ τὴν κοινὴν, ἀλλὰ τὴν ἀθάνατον.
col. 29–30page 10 of 30
PG 24:29ΨΑΛΜΟΣ ΡΑΓ. Ευλογήσει σε Κύριος ἐκ Σιών. Πόλη τῷ ᾿Αβραάμ εἴρηται· Οἱ εὐλογοῦντες σε, ευλόγηνται· δυνάμει δὲ ἑαυτὸν εὐλογεῖ ὁ τοῦτο λεγήσει σε Κύριος. Τῇ τῶν ἐδῶν ἐσχάτῃ τὰς αὐτὰς ἔχων λέξεις, ο παρ προγέγραπται· τοῦ μὲν ἀλληλοὺ δηλοῦντος τὸ αὐτ εἶναι τὰ πρῶτα, ὡς ἐν προοιμίω διεγείροντα τους προσταττομένους αἰνεῖν τὸν Θεόν· ἀρχομένους τοῦ εἶναι ἀπὸ τοῦ, Κύριε, τὸ ὄνομά σου εἰς τὴν αἰῶνα. Κατηχεῖ ἀποστρέφων εἰδώλων, καὶ διδάσκει γνῶ αν Θεοῦ. Τοιαύτης γάρ τοὺς νῦν (Β) ἐξ ἐθνῶν προσ νόντας ἔδει τυχεῖν παραινέσεως· οἷς καὶ δούλους Συμβαίνει δὲ τούτους πρὸ (8') τῆς παλιγγενεσίας λου 2, τὸ μετὰ τὸ αἰνεῖν τὸ ὄνομα Κυρίου, αὐτὸν δή αι νέσαι τὸν Κύριον· δεῖ γὰρ πρῶτον μαθεῖν, ὅτι ἔστι Θεοῦ λόγος, εφεστηκὼς τῷ παντί κόσμῳ, καὶ δεσπό δυνάμεως, Υιόν τε γνῶναι μονογενή τοῦ Θεοῦ. Αινείτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος, κ. τ. λ. καὶ μεθέξει τῶν ἀγαθῶν αὐτοῦ, ὡς δέον δὲ τῇ θεω ρίᾳ καὶ τοῖς θεολογουμένοις έργοις πράττειν αρμό δια, τον Πάλατε τῷ ὀνόματι αὐτοῦ, ἐπενήνεκται τιθέμενος διὰ τὸ καταλελυκέναι τὰς ἐκ κακίας καὶ παθῶν πάλας· ἀλλὰ καὶ τὸν μετ' αὐτὸν τὸν Ἰακώβ, ἐκ προκοπῆς ἀποδειχθέντα Ισραήλ, εἰς περιουσιασμὸν ἑαυτῷ ἐξελέξατο· καὶ διὰ τοῦτο λαός ἐστι πα γινομένου, τῷ μετέχειν αὐτῆς ὄντος καὶ σοφοῦ καὶ Λόγου Θεοῦ. Πάντα όσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς αβύσσοις. Πάντα όσα εποίησεν ὁ Κύριος, καλά ἐστιν, ὅτι
col. 31–32page 11 of 30
PG 24:31& θελήματι Θεού γεγενημένα· εἰ δέ τί ἐστιν ἐν οὐρανῷ, ὡς τὰ πνευματικὰ τῆς πονηρίας, ἢ ἐν τῇ γῇ ὡς οἱ ἁμαρτωλοὶ ἄνθρωποι, ἢ ἐν ταῖς θαλάσσαις, ὡς ἡ τοῦ δράκοντος κακία, ἢ ἐν ταῖς ἀβύσσοις ὡς ἡ πονηρία τῶν προστασσομένων ἐκεῖ ἀπελθεῖν κακῶν, τοῦτο οὐχ ὁ Θεὸς ἐποίησε τῷ θελήματι αὐτοῦ· ἐκ γὰρ στο ματος Κυρίου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Τὸ εἰπεῖν ἐκ θησαυρῶν, οὐ τοῦτο δηλοῖ ὅτι θησαυροὶ τινές εἰσι τῶν ἀνέμων, ἀλλὰ τὸ ἕτοιμον τοῦ ἐπιο τάττοντος, τὸ εὔκολον τῆς κτήσεως παρεσκευασμένον· ὥσπερ ἂν ὁ ἐν θησαυρῷ ἔχων μετὰ ἀδείας ἐξάγει πάντα καὶ ὅτε βούλεται, οὕτως καὶ ὁ τοῦ παν της Δημιουργός πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει παρέδωκεν. *Ος ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Ἐπειδὴ δὲ τὰ καθόλου καὶ οὐράνια φασί τινες προνοίᾳ διοικεῖσθαι μόνῃ Θεοῦ, δείκνυσιν ὡς μέλει καὶ τῶν ἀνθρωπίνων αὐτῷ, καὶ νῦν τοὺς ἀσεβεῖς κολάζοντι καὶ τῶν εὐσεβῶν οἰκειουμένῳ τὸ γένος. ᾿Αλλὰ πάλαι μὲν ἦν μερὶς Κυρίου, δηλαδὴ τοῦ Θεοῦ Λόγου, λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ δι᾿ ἣν ἔδρασεν ἀσέβειαν ἐκεῖνος ἐκπέπτωκεν, ἐνανθρωπήσαντι λέλεκται· Αι τησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη την κληρονομίαν σου. Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Οὐδὲν οὕτω τῆς θείας Προνοίας, ὡς τὸ διδάξαι τοὺς ἀνθρώπους μὴ ἀδέσποτον εἶναι τὸ πᾶν· ὅθεν καὶ ἡ διηνεκὴς αὐτοῦ μνήμη καθέστηκε παρ' ἡμῖν, οὗ τὸ μέγεθος διὰ τῶν προλαβόντων οἱ δοῦλοι μαθόντες αὐτοῦ, τὰ παρόντα λέγειν διδάσκονται καὶ παραθαῤῥύνονται, μαθόντες ὡς ἐπ' αὐτοῖς παρακληθήσονται, τῆς κρίσεως ἀκολουθούσης τοῖς λοιποῖς τοῦ λαοῦ, τοῖς ἐπεγνωκόσι τὸ ὄνομα αὐτοῦ, καὶ τὸ μνημόσυνον ἔχουσιν· ἐπ' ἐκείνοις δὲ ὡς ἂν ἐπὶ δούλοις συγγνώμης ἐπιδεομένοις παρακαλεῖται. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον. Συντελέσας τὴν περὶ τοῦ Κυρίου θεολογίαν, καὶ τῆς προνοίας αὐτοῦ τὰς μεγαλουργίας καταλέξας, ὡς ἔτι δούλοις ὁμιλῶν τοῖς ἐκ τῆς πολυθέου πλάνης ἄρτι προσεληλυθόσιν, ἀντιπαραβάλλει τῶν πάλαι παρ' αὐτοῖς νενομισμένων θεῶν τὸν ἔλεγχον, ἀκολούθως οἷς ἀνωτέρω εἰρήκει· ὅτι, Ἐγὼ ἔγνωκα ότι μέγας Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς· ὁ μὲν γὰρ Κύριος ἡμῶν τάδε καὶ τάδε είρ γάσατο ἔν τε τοῖς καθόλου καὶ ἐν τοῖς ἐπὶ μέρους οἱ δὲ τῶν ἐθνῶν θεοί, οὓς καὶ αὐτοὶ πεπλανημένως νομίζετε πρότερον, οὐδὲν ἦσαν ἕτερον ἢ εἴδωλα να κρὰ καὶ κωφά. Χαριέντως δὲ καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ, ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά, ἡρμήνευσεν εἰπὼν, ὡς αὐτὰ γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πᾶς ὁ πεποιθὼς αὐτοῖς. Καὶ γὰρ ὄντως οἱ τοῖς ἀψύχοις ὡς θεοῖς προσέχοντες, ὥσπερ ἀπολιτ θωθέντες τὴν ψυχὴν, καὶ αὐτοὶ τὸ αὐτὸ πεπόνθασιν τοῖς προσκυνουμένοις ὑπ' αὐτῶν ὀφθαλμοὺς ἔχοντας καὶ οὐ βλέποντες, ὦτα ἔχοντες καὶ οὐκ ἀκούοντες.
col. 35–36page 12 of 30
PG 24:35Θεοῦ Λόγος δι' οὗ καὶ πάλαι καὶ νῦν τὰς εἰς ἀν θρώπους εὐεργεσίας ή φιλανθρωπία τοῦ παναγάθου Θεοῦ κατειργάσατο. Ο είκε. Τὸν Σηών βασιλέα των Αμορραίων. Ερμηνεύονται δὲ Αμορραίοι μεν λαλητοὶ παρα πικραίνοντες, καὶ ὁ τούτων βασιλεύς Σηών, πειρασμὸς καὶ παροργισμός· οἱ δεινοὶ γὰρ πρὸς ἀπάτην σοφιστικήν καταπικραίνοντες εἰσιν λαλητοί, τοὺς ὅσας τῆς ἀληθείας εἰσὶν ἐρασταὶ θέλοντες ἐπὶ ἀπάτης λα λεῖσθαι καὶ ᾄδεσθαι, πειράζειν τε καὶ παροργίζειν έχοντες τὸν σκοπόν. Βασὰν δὲ αἰσχύνην μεθερμηνευομένη, τὴν τοὺς κακούς καταισχύνουσαν κακίαν δηλοῖ· ἧς ὁ βασιλεὺς Ἄν, σὺν τῷ Σηὼν ἀποκτίννυται όπως τῷ Ἰσραὴλ ἡ γῆ, ἣν κακώς έκράτουν, σοφιστικῶς καὶ μετὰ μοχθηρᾶς ἔξεως περὶ τὴν τῶν πραγμά των διατρίβοντες φύσιν, δοκοῦντες βασιλεύειν αὐτῆς ἀλλ' ἀφαιρεθεῖσε αὐτῶν ἡ ἑρμηνευομένη γῆ, εἰς κατάσχεσιν τῷ Ἰσραὴλ δίδοται ἐπὶ τῷ κληρονομεῖν αὐτὴν, δούλῳ γνησίῳ τοῦ πάντων αἰτίου τυγχάνοντι. "Οτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν δ Κύριος. Καὶ ἐν τοῖς ἀνωτέρω διαφόρως επεδείκνυτο Ισ ραήλ, οὐ τὸ γένος τῶν Ἰουδαίων ὑπάρχων, ἀλλ' ὁ τοιόσδε τῆς θεοσεβείας τρόποις Οὐ γὰρ πάντες οι ἐξ Ισραήλ. οὗτοι Ισραήλ· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, κατὰ τὸν ᾿Απόστολον, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας οὐ γράμ ματι ἀλλὰ πνεύματι· οὗ ὁἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ· καὶ ἡμᾶς οὖν τοὺς ἐξ ἐθνῶν ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ καὶ ἀληθινὸς Ἰσραήλ), ελυ τρώσατο ἐκ τῶν ἐχθρῶν ἡμῶν μᾶλλον ἢ ἐκείνους οἱ μὲν γὰρ ἐξ Αἰγύπτου προελθόντες, τοὺς σωματι τοὺς ἐξέφυγον τυράννους· ἐπαγόμενοι δὲ ἐν ταῖς ἑαυτῶν ψυχαῖς τοὺς ἀσεβεῖς τρόπους, πεπτώκασιν ἐν τῇ ἐρήμῳ εἰδωλολατρήσαντες. Ημᾶς δὲ ἀληθῶς ἐλυ τρώσατο ἐκ τῶν τῆς ψυχῆς ἡμῶν ἐχθρῶν, καὶ ἐμνήσθη ἡμῶν ἐν τῇ ταπεινώσει ἡμῶν μᾶλλον ἢ ἐκείνων· οἱ μὲν γὰρ σώμασιν ἐδούλευον τοῖς Αίγυ πτίοις, ἡμεῖς δὲ ταῖς ψυχαῖς αὐταῖς δαιμόνων ἦμεν παίγνια, καὶ ὑπὸ τοῖς πονηροῖς πνεύμασιν ἦμεν τε ταπεινωμένοι. Τοσοῦτον δὲ ἐστι τὸ ἔλεος τοῦ Θεοῦ, ὡς μὴ μόνον κήδεσθαι τῶν θεοσεβῶν, καὶ τῶν αὐτῷ πλησιαζόντων φροντίζειν, ἀλλὰ καὶ πάντων ἅπαξ ἁπλῶς τῶν ἐπὶ γῆς τὴν πρόνοιαν ποιεῖσθαι, καὶ οὐ λογικῶν μόνων ἀλλὰ καὶ ἀλόγων, ὡς ἐπιχορηγεῖν τροφὰς πᾶσι τοῖς ἐπὶ γῆς ζώοις, ἑκάστῳ τε γένει τὰ πρόσφορα, καὶ τὰ κατάλληλα πρὸς τὴν ζωὴν δω ρεῖσθαι, ἐντεῦθέν τε πάλιν εἰς οὐρανὸν διήκειν. Διόπερ ὁ λόγος μετὰ τὸ φάναι, "Ο διδους τροφήν πάσῃ σαρκί, ἀναπέμπει ἡμᾶς εἰς οὐρανὸν, αὖθις λέγων· 'Εξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. ΨΑΛΜΟΣ ΡΑΤ. Ο παρών ψαλμός, ἀνεπίγραφος υπάρχει παρ' τρόπος.
col. 37–38page 13 of 30
PG 24:37Ομοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Οἱ μὲν προειρημένοι όμοιοι γενήσονται, ἢ καὶ γεγόνασι τοῖς ἑαυτῶν θεοῖς· οἱ δὲ εἰς τὸν κλῆρον παραληφθέντες τοῦ Θεοῦ, καὶ λαὸς αὐτοῦ χρηματίσαντες, Εὐλογήσατε, φησί, τὸν Κύριον, τουτέστιν ἀνευφημήσατε, τὰ μεγάλα ἑαυτοὺς ὠφελοῦντες· καλεῖται δὲ πρῶτον ἐπὶ τὴν εὐλογίαν ὁ (9') Θεοῦ λαός, ὁ καλούμενος οἶκος Ἰσραήλ, τὸ ὑποβεβηκὸς τάγμα τοῦ πλή θους· δεύτερον δὲ κατὰ ἀνάβασιν καὶ ὑπεροχὴν οἶκος Δαρών· καὶ τρίτον ἡ φυλὴ πᾶσα ἡ ἱερατική καλουμένη οἶκος Λευΐ· καὶ μετὰ πάντας ἀνωτέρω οι φοβούμενοι τὸν Κύριον· οὗτοι δὲ ἦσαν πρὸς οὓς ὁ πᾶς ὕμνος προσπεφώνηται· οἱ δὴ ἐν ἀρχῇ τοῦ παντὸς ψαλμοῦ ὀνομασμένοι δούλοι, δηλαδὴ οἱ ἐξ ἐθνῶν προσ ιόντες τῇ πίστει. Εἰ γὰρ τὸ πᾶν Ἰουδαίων ἔθνος περιείληπται διὰ τῶν εἰρημένων τριῶν ταγμάτων, τοῦ τε Ισραήλ, καὶ τοῦ δίκου Ααρών, καὶ οἴκου Λευί, ἕτεροι παρὰ τούτους τίνες ἂν εἶεν οἱ φοβούμε να τὸν Κύριον, εἰ μὴ ἐξ ἐθνῶν τῷ τοῦ Θεοῦ λόγῳ προσεληλυθότες; οἳ καὶ διδάσκονται εὐλογεῖν· Εὐλο γητός Κύριος ἐκ Σιών, ὁ κατοικῶν Ἱερουσαλήμ, * τὴν ἀεὶ μένουσαν τοῦ Θεοῦ πόλιν, ἐν ᾗ τὸ ἀληθὲς νοοῖτο ἂν κατοικητήριον τοῦ Θεοῦ ΨΑΛΜΟΣ ΡΑΕ. Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ. θαυμαστὸν δὲ καὶ πρὸς λέξιν, εἰ οὐρανὸς μὲν καὶ μόνη θέα την σοφίαν δηλοῦν τοῦ Θεοῦ, μεγέθει τε καὶ κάλλει καὶ πολυχρονίῳ μονῇ· γῆ δὲ πανταχόθεν περικλυζομένη τοῖς ὕδασι καὶ σύστασιν τὴν ἰδίαν φυλάττουσαν· πᾶσι δὲ τὸν αἰώνιον ἔλεον ὁ μελογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν ὁ Θεὸς, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδημιούργησεν ἅπαντα. Τῷ πατάξαντι Αίγυπτον. Εἰ μὴ πέπεισαι, φησί, προνοίς Θεοῦ καὶ δυνάμει τὸν σύμπαντα κόσμον καὶ τὰ τούτου μέρη διακυβερ εἶσθαι, ἐν ἀμφιβόλῳ δὲ ἔχεις μή πη τὰ κατὰ μέρος καὶ τὰ ἀνθρώπινα παρορᾶται ὑπ' αὐτοῦ, γνώθι, ὅτι καὶ τῶν ἐπὶ γῆς οὐχ ἧττον ἢ τῶν κατ' οὐρανὸν προ νοεῖ· μετέρχεται γοῦν κατὰ χρόνους τῶν ἀνθρώπων καθ' ὑπερβολὴν ἀθέους καὶ ἀσεβεῖς, ὥσπερ ποτὲ τοὺς Αἰγυπτίους μετῆλθεν, καὶ αὐτὴν τὴν Αἰγυπτίαν γῆν. Προΐσταται δὲ πάλιν καὶ ὑπερμαχεῖ τῶν θεοφιλῶν, καὶ οὐ μόνων αὐτῶν, ἀλλὰ καὶ τῶν τούτων ἀπογόνων, ὥσπερ τῶν διὰ Μωϋσέως ἠλευθερωμένων τότε τῆς παρ' Αιγυπτίοις δουλείας, οὓς ἡλευθέρωσεν αὐτὸς ὁ ἐπὶ πάντων θεός, οὐκ ἄλλως ἢ ἐκτεταμένῃ χειρὶ καὶ ισχυρῷ βραχίονι χρησάμενος· εἴη δ' ἂν οὗτος ὁ τοῦ ΣΕΒΙΟΥ. Ταῦτα μὲν εἴη, φασί, τοῖς ποιοῦσι τὰ εἴδωλα ὁ δὲ λαὸς τοῦ Κυρίου καὶ ὁ κλῆρος αὐτοῦ ἀπολαυέτω τῆς εἰς αὐτὸν εὐφημίας· πρῶτον ὁ οἶκος Ἰσραὴλ τάγμα τὸ ὑποβεβηκός· εἶτα τὸ ὑπερανέχον, οἶκος του Ααρών· εἶτα τῶν ἱερέων ἡ πᾶσα φυλή, οἶκος Λευτ καὶ πάντων ἀνώτερον οἱ φοβούμενοι τὸν Κύριον, πρὸς οἷς ὁ πᾶς ὕμνος προσπεφώνηται· καὶ κατ᾿ ἀρχὲς ἐσβέθησαν δούλοι, δι' ὧν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ἐδήλωσεν· τίνες γὰρ οἱ φοβούμενοι τὸν Κύριον, παρὰ τὰ τρία τάγματα τῶν Ἰουδαίων; Σιὼν δὲ λέγει καὶ Ἱερουσαλήμ, τὴν ἀεὶ μένουσαν τοῦ Θεοῦ πόλιν, ἐν ᾗ τὸ ἀληθὲς κατοικητήριον τοῦ Θεοῦ· κατὰ δὲ νόησιν, οἱ διορατικοὶ μὲν οἶκος τοῦ Ἰσραὴλ οψόμενοι καθαρᾷ καρδίᾳ Θεόν· οἱ δὲ τελείως καὶ ἱερατικῶς αὐτὸν ἀεὶ θεραπεύοντες, οἶκος Ααρών· καὶ οἱ τού των ὑποδεέστερον μὲν, ἐξυπηρετούμενοι δὲ τῷ ναῷ, οἶκος Λευΐ, οὓς ἂν τις νεωκόρους καλέσειεν· εἶτα οἱ ἐξ ἀλλογενῶν φόβῳ Θεοῦ προστιθέμενοι· πάντες μὲν οὖν εὐλογοῦσιν, ἀναλόγως δὲ ἕκαστοι· δηλοῖ δὲ καὶ τὴν Ἐκκλησίαν Ἱερουσαλήμ, τὴν μὴ ἔχουσαν σπίλον η ρυτίδα, τὴν εἰρήνην ὁρῶσαν, ἣν Ἰησοῦς δίδωσε λέγων· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. (10') Δηλοϋν. δηλοί.
col. 39–40page 14 of 30
PG 24:39πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ ἡ δευτέρα τοῦ Σωτ τῆρος γένηται παρουσία· τότε γὰρ ὀφθήσεται μεγάλη τοῦ Κυρίου ἡ δόξα· προστακτικῶς δὲ καὶ εὐκτικῶς ἔσθ' ὅτε τὰ μέλλοντα δηλοῦται, κατά τινα τῶν Εβραίων συνήθειαν. - Προφητεύει περὶ τῆς μελ λούσης ἐξαπλοῦσθαι εἰς πάντα ἔθνη τοῦ Θεοῦ γνώ σεως· Εσται γάρ, φησίν, ὅτε πάντες οἱ βασιλεῖς τῆς γῆς ἐξομολογήσονταί σοι καὶ ἀκούσονται πάντα τὰ βήματα τοῦ στόματος Θεοῦ, καὶ ὅτι ᾄσονται ἐν ταῖς ὁδοῖς Κυρίου. Ταῦτα δὲ οὐκ ἄλλοτε ἢ μετὰ τὸ εὐαγ γελικὸν κήρυγμα τοῦ Σωτῆρος ἡμῶν τέλους τετύχηκεν. Οδοὶ δέ εἰσιν αἱ ἀρεταὶ, αἱ φέρουσαι ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ. Υψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ. Τὰ ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἐν αὐτῷ καὶ δι αὐτοῦ λαληθέντα μαθὼν ὁ Δαυΐδ, θαῤῥεῖ ὡς ἀφορῶντος τὰ ταπεινὰ τοῦ Θεοῦ, ὡς ἐν ταῖς θλίψεσιν αὐτῷ συνασπιζομένου. Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσῃς με, κ. τ. λ. Σαφέστερον δὲ ὁ Σύμμαχος ἔφη· Ἐὰν πορευθῶ διὰ μέσης θλίψεως, περισώσεις με· κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς χεῖρά σου, καὶ σώσει με ἡ δεξιά σου· Κύριος ἐπιτελέσει ὑπὲρ ἐμοῦ. ΨΑΛΜΟΣ ΡΛΗ. Κύριε, εδοκίμασάς με, καὶ ἔγνως με. Ἐπεὶ τοίνυν καὶ ὁ χρόνος τῆς ἡμετέρας ζωῆς ἔχει τινὰ διαστήματα μεμετρημένα παρὰ θεῷ, πάντα μου τῆς ζωῆς τὸν χρόνον, φησί, καὶ τὴν ὁδὸν ἦν διῆλθον αὐτὸς ἐξιχνίασας. Εθαυμαστώθη ἡ γνωσίς σου ἐξ ἐμοῦ. Επιβαίνει, φησί, τὴν ἐμὴν δύναμιν, καὶ ἐπέκεινα ἐστιν τῆς ἐμῆς καταλήψεως ή τούτων γνῶσις, ὡς μὴ δύνασθαί με ἐξευρεῖν μηδὲ ἐξειπεῖν αὐτά. Όσα γὰρ ἂν εἴπω, μικρὰ καὶ ἐλάχιστα τυγχάνει τῆς θεϊκῆς δυνάμεως, ἧς κατάληψις τὴν ἐμὴν σμικρότητα καὶ οὐθενίαν διαφεύγει. Ακατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Τὸ μήπω πραχθέν μοι, φησίν, ὡς ἤδη τελεσθέν καθ ορᾷς, καὶ τοὺς τέως μὴ τεχθέντας, ώς ήδη τεχθέντας ἐπίστασαι. Δύναται δὲ νοεῖσθαι διχῶς τὸ ἄκακον καὶ ἀπόνηρον, καὶ ἀνεξέταστον μου· ἔργον γὰρ ἡ περί νοια λέγεσθαι ὀφείλει· ἀκατέργαστος δέ έστι ψυχή ἡ μήπω δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως. Ανδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ. Λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. Εἰπὼν, Ἐμοὶ δὲ λίαν ετιμήθησαν οι φίλοι σου, ὁ Θεὸς, εἰκότως τοὺς ἐχθροὺς τοῦ Θεοῦ παραιτείται καὶ ἀπελαύνει ἑαυτοῦ· ἀλλὰ καὶ μνημονεύσας ὅτι ἔσται τις καιρὸς ἐν ᾧ τοὺς ἁμαρτωλοὺς αὐτὸς ὁ Θεὸς ἀποκτενεῖ, ἐντεῦθεν ἤδη καὶ τούτους ἑαυτοῦ μακρὰν ἐλαύνει, ὡς ἂν μὴ κοινωνὸς αὐτῶν γένοιτο, μηδὲ ἐκ τοῦ πλησιάζειν μετάσχῃ τῆς παρ' αὐτῶν βλάβης. Ἐπεὶ δὲ καὶ εἰς ἐριστικούς λόγους καὶ ἔριδας, τὰς σὰς εἰς ματαιότητα λήψονται πόλεις, τὰς θείας Γρα φὰς πόλεις χρηματιζούσας, ματαίως δὲ ταύτας λαμ
col. 41–42page 15 of 30
PG 24:41ΠΙ. β ΨΑΛΜΟΣ ΡΚ. Ερα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. Ο τῆς δουλείας ὑπὸ τοῖς ἐχθροῖς ἀπαλλαγεῖς, καὶ κατ' αὐτὴν ἤδη γεγονώς τήν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τὴν τοῦ Θεοῦ πόλιν, ἄνω τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε εἰς τὰ ὄρη ἐπαίρει, κατανοῶν καὶ πολυπραγμονών πόθεν αὐτῷ ἥξει βοήθεια· τὰ μέρη δὲ πάντα τοῦ κόσμου καὶ τὰ ὄψη περιαθρήσας, ἐν οὐδενὶ τῶν αἰσθητῶν εὐρίσκει τὸ ζητούμενον· νῷ δὲ καὶ ψυχῆς ὀφθαλμοῖς ἐπὶ τὸν ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀναδραμών, ἐνταῦθα ἴσταται, καὶ τὴν δευτέραν ᾠδὴν είδει λέγων· "Η βοήθειά μου παρὰ Κυρίου του ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Κύριος φυλάξει σε. Τὸν διαπαντὸς εἰς τὸν Θεὸν ἀφορῶντα αὐτὸς ὁ άύπνος φυλάττει Θεὸς, καὶ τούτου τὴν δεξιάν χεῖρα σκέπει, ἅτε δεξιας πράξεσι χρωμένου, καὶ τοὺς ἐχθροὺς ἐλαύνοντος τῇ ἑαυτοῦ δεξιᾷ· μάλιστα γὰρ τῇ δεξιᾷ τῶν θεοφιλῶν ἐπιβουλεύειν πειρῶνται οἱ ἐχθροί οὕτω γοῦν εἴρηται· Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ρυπαρά, καὶ ὁ διάβολος ἑστήκει ἐκ δεξιών αὐτοῦ. Μάλιστα δὲ θεὸς ἀπὸ κακίας φυλάττει, κἂν τὰ ἐκτὸς ἢ τὸ σῶμα λυπῇ· περὶ γοῦν Ἰὼβ ταρα ήγγειλε· Μόνην τὴν ψυχὴν αὐτοῦ διαφύλαξιν δεῖται δὲ φυλακῆς ἡ ψυχὴ κατὰ τὸν τῆς ἐξόδου τοῦ βίου καιρὸν, καὶ κατὰ τὴν εἴσοδον τὴν εἰς τὴν τοῦ Θεοῦ πόλιν· τί γὰρ ὄφελος εἰ ἐν μέσῳ τῆς ὁδοῦ πεσών τις ἀπώλετο; διὸ μὴ μακαρίσης ἄνθρωπον πρὸ τῆς τε λευτῆς αὐτοῦ. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε Νεφέλη φωτεινὴ οὐκ ἐξ συγκαίεσθαι ὑπὸ ἡλίου τοὺς κατὰ Θεὸν ὁδεύοντας· καὶ ἀναλογούντι ταύτης βοηθεί εἰς τὸ μηδὲ ὑπὸ νυχτερινού φωστῆρος παθεῖν αὐτούς. ΨΑΛΜΟΣ ΡΚΑ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, κ. τ. λ. Τὴν ὁδὸν βαδίζων τὴν ἐπὶ τὸν Θεὸν ἄγουσαν, παι δευόμενος περὶ τοῦ τέλους αὐτῆς, εὐφροσύνης ἐπ' αὐτῇ τῇ τῶν μελλόντων ἀκοῇ πληροῦται· διὸ καὶ ὁμολογεῖ καλῶν καὶ ἀγαθῶν διδασκάλων τυχών τῶν εἰρηκότων αὐτῷ· Εἰς οἶκον Κυρίου πορευσώμεθα καὶ μᾶλλον ἐπείγεται, τὴν πορείαν μετ' εὐφροσύνης ποιούμενος. Τῶν ἐπανιόντων ἀπὸ Βαβυλῶνος, ὁ μὲν πολὺς νέος ἦν λαὸς ἐν αὐτῇ γεννηθείς Βαβυ λῶνι· βραχεῖς δέ τινες ἐν αὐτοῖς ὑπῆρχον παλαιοί άνδρες καὶ σφόδρα πρεσβύτεροι, οἱ ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότες ἐκεῖ, καὶ παραμείναντες τὸν ἑβδομή Σωτήρα. κοντα ἔτι χρόνον, μεθ᾽ ἂν ὑπέστρεφον ἅμα τῷ νέῳ λαῷ· τούτων τοίνυν ερωτωμένων παρὰ τοῦ νέου λαοῦ ὅπου τὴν πορείαν ποιοῖντο, ἀποκρινομένους οἱονεὶ καὶ λέγοντας· Εἰς οἶκον Κυρίου πορευσώ. μεθα. Ἐπὶ δὲ τοιαύτῃ ἀκοῇ τὸν νέον λαὸν εὐφρανθέντα, δεύτερον ἐξετάσαι πόθεν τοῖς λέγουσιν ἡ γνώ σις; Τοὺς δὲ ἀποκρίνασθαι πρὸς αὐτοὺς, καὶ εἰπεῖν Εστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ· καὶ οἱ πόδες οὗτοι οἱ νῦν ἐνταῦθα ἅμα ὑμῖν βαδίζοντες, ἑστῶτές ποτε ἐτύγχανον ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ· ὅθεν ἀκριβῶς εἰδότες, Εβδομήκοντα έτι.: ἑβδομηκονταετή. Επιτ.
col. 43–44page 16 of 30
PG 24:43αι ΨΑΛΜΟΣ ΡΜ". Ακολούθως τῷ προάγοντι ψαλμῷ καὶ οὗτος ἐπιγέγραπται· ἔστι δὲ τοῦ Δαυίδ, καὶ τὴν αὐτὴν ἔχει τῆς προσευχῆς δύναμιν. Έχει δέ τι πλέον οὗτος δογματικώτερος ὤν, καὶ πλείονα καὶ ὠφελιμώτερα διὰ τῆς ἀρ χῆς παιδεύων· καὶ φησίν· 'Εκέκραξα· οὐ πάντως φων μεγάλῃ καὶ βοῇ κεχρῆσθαι αὐτὸν προσήκει ὑπολαμβάνειν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός· οὕτω καὶ Μωϋση λέγεται εἰρηκέναι· Τί βοᾷς πρὸς μέ; Αλλ' 6 μεγάλα δόγματα περὶ Θεοῦ κεκτημένος, ὑπερβαλλούσῃ τε διαθέσει καὶ πίστει αίτων τι παρὰ τοῦ Θεοῦ, οὕτως ἐκέκραξε πρὸς αὐτόν· διὸ καὶ θαρσῶν φησιν Ἐπειδὴ τοιοῦτός είμι, καὶ τοιαῦτα βοῶ, πρόσχες τῇ φωνῇ μου ἐν τῷ κεκραγέναι με πρὸς σέ· ὡς καθα ρὰν ἔχων οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὴν διὰ τῶν χειλέων φωνὴν ἀπὸ ψεύδους, ἐπιορκίας τε καὶ λο δορίας. Οἷς καὶ ἀκολούθως ἐπήγαγεν Επαρσις τῶν χειρῶν μου θυσία εσπερινή. Νοήσεις δὲ τοῦτο ἀπὸ τοῦ λέγειν τὸν ᾿Απόστολον Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι επαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαγογγυσμών κἀκεῖνος γὰρ ὁμοῦ καὶ τῶν κατὰ διάνοιαν ἐμνημόνεν σε, καὶ τῶν κατὰ πράξιν· οἱ δὲ ἀσεβεῖς οὐδέποτε χεῖρας ἐπαίρουσι· διὸ λέλεκται πρὸς αὐτούς· Οτ' ἂν τὰς χεῖρας εκτείνητε πρὸς μέ, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν· ἐπαίρειν δὲ δεῖ εἰς ὕψος τὰς πράξεις, καὶ ἀρεσκόντως αὐτὰς τῷ Θεῷ ἐπιτελεῖν. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους που τηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρ τίαις. Μη συγχωρήσῃς παρατραπῆναι καὶ παρακλιθῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ ἁπλῶς κατασκευασθεῖσαν μου διάνοιαν· ἀντὶ δὲ τοῦ, προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, ὁ Σύμμαχος, ἐννοεῖν ἐννοίας παρανόμους ἐξέδωκε, σαφέστερον ἑρμηνεύσας τὴν θεωρίαν τοῦ λόγου. Εἶτα πάλιν μεταβαίνει ἐπὶ τὸ πρακτικὸν φάσκων, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλε κτῶν αὐτῶν. Ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών, Σὺν ἀνθρώποις εργαζομέ τοις ἀδικίαν, μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν. Οὐκ ἔσομαι γὰρ, φησὶν, ἅμα τούτοις, ἐὰν σύ, Κύ ριε, φυλακήν τῷ στόματι θείης, καὶ τὸν προκατασκευασθέντα μοι θησαυρόν διατηρήσῃς. Εκλεκτοί δὲ τούτων εἶεν οἱ σκηπτόμενοι προφάσεις ἐφ' οἷς ὁρῶ σι κακῶς· χειρόνων ὄντων τῶν ἄνευ προφάσεως, καὶ ἀνεπικαλύπτως ἀνομούντων. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ὁ δὲ Σύμμαχος· Ετι γὰρ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακῶν αὐτῶν· ἐκτιλήσονται ἐν χερσὶ πέτρας οι κριταὶ αὐτῶν· ἀκούσονται ρήσεις μου ἡδίστας· ὥσπερ γεωργὸς ὅτ' ἂν ῥήσσῃ τὴν γῆν, ὡς ἐσκορπίσθη ὑμῶν τὰ ὀστᾶ παρὰ τὸν ᾄδην. Τὴν αἰτίαν δὲ νῦν ἐπάγει τοῦ μὴ συνδυάζειν ἁμαρ τωλοῖς· ἱκανὴ γὰρ αὐτῶν ἡ κοινωνία, φησί, διασκορπίσαι μου τὴν ψυχὴν, καὶ τῶν κακιῶν αὐτῶν ἔνδον
col. 45–46page 17 of 30
PG 24:45ἀπολαβεῖν· τὸ δὲ ἐπειλήσονται δηλοῖ, ὅτι καὶ τοὺς ἑαυτῶν ἄρχοντας καὶ κριτὰς ἴδωσι κατασπωμένους ἐκ βιζῶν, ὥσπερ ἀποτιλλομένους δυνάμει τοῦ στερεού λόγου. Μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Ὁ Σύμμαχος ἀντὶ τοῦ, οὐκ ἀντανέλῃς, μὴ ἀποκενώσῃς, τουτέστι, μή συγχωρήσης τὸν ἀποκείμενον ἐν τῇ ψυχῇ μου ἀγαθὸν θησαυρὸν ἀποκενωθῆναι· τότε γὰρ ἀφόβως ἀπελεύσομαι, φησίν, ὅτ᾽ ἂν ἁμαρτωλοί τοῖς ἑαυτῶν περιπαρῶσι δικτύοις. ΨΑΛΜΟΣ ΡΜΑ'. Συνέσεως τῷ Δαυΐδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ στη λαίφ, προσευχή. Καὶ ὁ να' ὁμοίαν ἔχει τὴν ἐπιγραφὴν οὕτως· Εἰς τὸ τέλος, μὴ διαφθείρης, τῷ Δαυΐδ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαούλ εἰς τὸ σπήλαιον. Κεῖται δὲ ἡ ἱστορία ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· καὶ ἀνέβη Δαυίδ ἐκεῖθεν, καὶ ἐκάθισεν ἐν τοῖς σπηλαίοις τοῖς ὀχυροῖς Εγ γαβδί· καὶ ἐγένετο ὡς ἐπέστρεψε Σαούλ όπισθεν τῶν ἀλλοφύλων· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, Ἰδοὺ Δαυῒδ ἐν τῇ ἐρήμῳ Ἐγγαδδί. Καὶ παρέλα σε Σαουλ τρισχιλίους άνδρας εκλεκτούς ἐκ παν τὰς Ἰσραὴλ, καὶ ἐπορεύθη τοῦ ζητεῖν τὸν Δαυίδ καὶ τοὺς ἄνδρας τοὺς μετ' αὐτοῦ, ἐπὶ πρόσωπον τῆς θήρας τῶν ἐλάφων· καὶ ἦλθον εἰς τὰς μάν. δρας τῶν προβάτων ἐπὶ τὴν ὁδὸν καὶ ἐπὶ τὸ σπή λαιον· καὶ εἰσῆλθε Σαούλ εἰς τὸ σπήλαιον ἀπο κοινώσαι τοὺς πόδας αὐτοῦ· καὶ Δαυΐδ καὶ οἱ σπηλαίου εκάθηντο. Προεγράφη ἡ ἱστορία ἡ περὶ Σαούλ καὶ τοῦ σπη λείου· τὸ δὲ τοῦ Δαβίδ όνομα διαφόρως ερμηνεύεται, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαφόρως λαμβάνεται ὅτε γὰρ εἰς πρόσωπον τοῦ Κυρίου εὑρήσεις, οὕτω κεί μενον ἑρμηνεύεται πεποθημένος· ὅτε δὲ εἰς πρόσω απὸν τῶν ἁμαρτανόντων καὶ ἐπιστρεφόντων, έρμη τεύεται εξουθενημένος, διὰ τὰς ἁμαρτίας αὐτοῦ. Νῦν τοῦ Δαυΐδ όνομα λαβεῖν ἔστιν εἰς τὸν λαὸν τὸν ἡμαρτηκότα καὶ εἰς σύνεσιν ἐλθόντα, καὶ ἐν σπηλαίῳ αὐτὸν κατακλείσαντα, καὶ προσευχόμενον μετὰ δα κρύων ἰσχυρῶς, καὶ ἐξομολογούμενον, ὡς καὶ αὐτὸ τὸ ἐπίγραμμα τοῦτο δηλοί· ὁμοίως δὲ καὶ ὁ ψαλμὸς ταῦ τα διδάσκει. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Σφόδρα καταλλήλως τῇ τοῦ καιροῦ καὶ τοῦ τόπου συνοχῇ καὶ ταῦτα λέλεκται· ὅσον γὰρ ἐπ' ἀνθρώποις ἔνδον ἐν τῷ σπηλαίῳ συνεχόμενος, παντὸς δρασμού καὶ φυγῆς ἐπικέκλειστο, οὔτε μία τε παρήν αὐτῷ βοηθείας ἐλπίς· ἀλλ᾽ οὐδὲ ἦν ὁ τὴν ψυχὴν αὐτοῦ ῥυσ μενος ἢ ἐπιζητῶν. Ὁρῶν δὲ τοὺς τῆς ψυχῆς αὐτοῦ νοητοὺς ἐχθρούς, ὅλον τοῦτο κατεργασαμένους, λέγω δὲ τὸ εἰσελθεῖν Σαούλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλ ληφθῆναι τὸν Δαυίδ, εἰκότως έλεγεν τό, Εκρυψαν Σεγίδα μοι. 'Αλλ' οὐ προκεχωρήκει αὐτοῖς τὰ τῆς παγίδος διὰ τὴν προκειμένην προσευχήν· θαρσῶν δὲ τῇ τοῦ βίου αὐτοῦ πορεία, ταῖς τε πράξεσι καὶ ταῖς αποκενῶσαι? Ιρεis ἄνδρες μετ' αὐτοῦ ἐν μέρεσι τοῖς ἐσωτέροις τοῦ
col. 47–48page 18 of 30
PG 24:47ὁδοῖς αἷς ἐβάδιζεν, ἀδίκως έλαυνόμενος καὶ πολε μούμενος, φησὶ τῷ Θεῷ· καὶ σὺ ἔγνως τὰς τρίβους μου. Τα Πρὸς σέ, Κύριε, εκέκραξα. Πάλιν καὶ ἐνταῦθα κράζειν ὁμολογεῖ, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὸν Κύριον· ἄλλως γὰρ ἀδύνατον ἦν αὐτῷ φωνὴν ἀφιέναι, πλησίον παρόντος τοῦ ἐχθροῦ· τὴν μόνην δὲ ἐλπίδα αὐτοῦ τὸν Θεὸν ἔχειν ὁμολογήσας, οὐκ ἐξέπεσε τοῦ σκοποῦ· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει· ἀλλὰ καὶ εἴ τις ἔσται γῆ ζώντων, ὁμολογώ, φησί, μηδεμίαν ἔχειν χώραν ἐν ταύτῃ ἢ σὲ μόνον τὴν ἐμὴν ἐλπίδα· σὺ γὰρ εἶ Θεός, ἡ μερίς μου ἐν γῇ ζώντων ὡς εἰ μὴ σὲ εἶχον, οὐκ ἂν ἐξετάσθην ποτὲ ἐν γῇ ζών των. Ζώντων δὲ γῆ, οὐχ ἡ πατουμένη νῦν πρὸς 4 μῶν, θανάτου γὰρ γῆ καὶ νεκρῶν αὕτη, ἀλλ᾽ ἣν κληρονομήσουσιν οἱ πραεῖς· ἐφ᾽ ᾧ ζῶντες πάντες κατά τὴν αἰώνιον ζωὴν διατρίβουσιν. Οὐκ ἦν ὁ ἐπιγινώσκων με.-Οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ὁ ὑπὸ τῶν προΐστασθαι τῶν ἐκκλησιῶν νομιζομέν νων ἀμελούμενος καὶ μηδόλως ἐκζητούμενος εὐκαίρως τοῦτο ἐρεῖ· καὶ τὸ ἑξῆς ἐπιφέρει τὸ κεκραγὸς πρὸς τὸν Θεὸν, καὶ μὴ ἐλπίζειν ἐπὶ ἡγουμένοις, ἀλλ᾽ ἐπὶ Κυρίῳ, καὶ μερίδα ἔχειν ἐν γῇ ζώντων καὶ οὐκ ἐν ἐπιλελησμένῃ γῇ. ΨΑΛΜΟΣ ΡΜΒ. Πᾶς ὁ ἐν μεγίστοις πειρασμοῖς καὶ θλίψεσιν ὑπερβαλλούσαις ἐξεταζόμενος, εὐκαίρως χρήσαιτο τῇ προ κειμένῃ προσευχῇ· διὸ καὶ ἀνεπίγραφος ὁ ψαλμός. ᾿Ακούει μὲν οὖν πάντων ὁ Κύριος, ὀλίγων δὲ εἰσακούει ἐὰν τῶν δεομένων ἡμῶν ἐπακούσωμεν, ἀκουσθησόμεθα καὶ αὐτοί· ὁ θαρσῶν δὲ τῇ ἑαυτοῦ προσευχή ἀκροατὴν καλεῖ τὸν Θεόν. Αλλοι δέ φασι μὴ εἶναι ἀνεπίγραφον τὸν ψαλμὸν, ἀλλ' ἐπιγεγράφθαι, και μὸς τῷ Δαυΐδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδίωκεν. Οὐ διὰ πασῶν μέντοι τῶν ἑρμηνειών πρόσκειται τοῦτο τὰ δὲ λεγόμενα οὐκ ἀλλότρια· οὐδὲν δὲ κωλύει περί τῆς ὑπὸ Σαούλ διώξεως εἰρῆσθαι αὐτά. Ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου. Τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ἀκηδιᾷ, ἐπειδὰν ἡ καρδία ταραχθῇ μνησθεῖσα πῶς ὁ ἐχθρὸς ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωὴν αὐτῆς, καὶ ὡς ἐ κάθισεν αὐτὴν ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· τα ἔνδον ἐπ ραχθεῖσα δὲ, φησίν, ἡ καρδία μου ἐν αὐτῇ, ἔσχε τὸ πάθος παντελῶς μὴ ἐκπεσοῦσα, ὡς εἰς φα νερὸν ἐλθεῖν τοῖς πᾶσι, καὶ τοῖς ἐκτὸς γνωσθῆναι τὴν ταραχήν. Εμνήσθην ἡμερῶν ἀρχαίων. Ἐπεὶ καὶ ὁ Μωϋσῆς προστάττει λέγων, Μνήσθητε ἡμέρας αἰῶνος· καὶ ὁ Δαυΐδ πάλιν φησί. Καὶ ἔτη αιώνια εμνήσθην, καὶ ἐμελέτησα· εἰκότως θερα πεύων ἑαυτὸν ὁ ταραχθεὶς τὴν καρδίαν, ἀνατρέχει ἐπὶ τὰς παλαιὰς αὐτοῦ ἡμέρας, τὰς πρὸ τῆς ταρα χῆς, ἐν οἷς κατώρθον, ἢ ἐπὶ τὰς παλαιὰς ἱστορίας καὶ τὴν μνήμην ἀναλαβών, μελετῇ ἐν τοῖς ἔργοις τοῦ Θεοῦ, καὶ ἐν τοῖς ποιήμασι τῶν χειρῶν αὐτοῦ, οὐ μικρᾶς τυγχάνων παραμυθίας ἀπὸ τῶν παλαιῶν
col. 49–50page 19 of 30
PG 24:49αναγνωσμάτων, μανθάνων ἐξ αὐτῶν, ὅτι τοὺς πα λαιούς μετά μυρίας θλίψεις καὶ πειρασμούς επεσχέ πτετο ὁ Θεὸς, καὶ ὅσας παρέσχεν αὐτοῖς θεραπείας τε καὶ εὐεργεσίας. Ἀλλὰ καὶ ἐν τοῖς τῆς δημιουργίας λόγοις μελετῶν ἐθεραπεύετο τὴν ψυχήν, παιδευόμενος, ὡς οὐκ ἔστιν ἀπρονόητος ὁ τῶν ἀνθρώπων βίος. οὐδὲ ἀθεράπευτος ἡ τοῦ ταραχθέντος ψυχή· ἐφορα δὲ καὶ ἐφέστηκε πᾶσιν ὁ τοῦ Θεοῦ Λόγος Ιώμενος τοὺς συντετριμμένους τὴν καρδίαν. Διεπέτασα πρὸς σὲ τὰς χεῖρας μου· ἡ ψυχή μου ὡς γῆ ἀνυδρός σου. Μνησθεὶς τῶν ἀρχαίων ἡμερῶν ἐκ τῆς μελέτης τῶν θείων ἀναγνωσμάτων, τὰς χεῖρας μου, καὶ τὰς διὰ μετανοίας πράξεις καθαράς σοι ἐπιδεικνὺς διεπέτασα, οὕτως διψῶν σου, ὁ Θεὸς, καὶ τῆς παρὰ σοῦ Ιάσεως, οὐ μόνον δν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς β τῶν ὑδάτων, ἀλλὰ καὶ ὡς ἄνυδρος καὶ ξηρὰ γῆ ὁρέ γεται τοῦ ἐπ' αὐτὴν κατιόντος θετοῦ. Εἰ δὲ καὶ ἔστιν ἡ ψυχή μου ὡς γῆ ἄνυδρος, ὡς πρὸς σὲ τὸν Θεὸν τοιαύτη ἐστίν· καθ' ἑαυτὴν γὰρ καὶ ὡς ἐν ἀνθρώπων συγκρίσει γόνιμος καὶ τεθηλυῖα καρπῶν ἀγαθῶν υπάρχει· σοὶ δὲ ἄνυδρός ἐστιν οὕτως, ὡς οὐ δικαιωθήσεται ἐνώπιόν σου τας ζῶν. Ταχὺ εἰσάκουσόν με, κ. τ. λ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Ἐν τοῖς κατεπείγουσι καιροίς τῶν περιστάσεων Ετσι ἐν διωγμοῖς ἢ τοῖς ἐσχάτοις κινδύνοις, ἐπειδὰν παρακινδυνεύει τινὸς ἡ ψυχὴ, ἐκλείποντος τοῦ ἐν αὐτῇ πνεύματος, καὶ τῆς καρδίας ἐν αὐτῇ ταραττομένης, προσήκει ὁμοίως τῷ Δαυὶδ λέγειν εὐχομένους τὰ Χριστοῦ. Εἰσάκουσόν με, Κύριε· οὐ μὴν ἐπὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἀναγκαῖον κεχρῆσθαι. Ἐφ᾽ ὅσον μὲν τὸ πρόσωπόν σου καταξιοί με τῶν ἰδίων αὐτοῦ, τὸ φῶς σου ἐστὶν ἐν ἐμοὶ, καὶ πασά μου ἀπελήλαται σκοτία· ὥστ᾽ ἂν εἰπεῖν· Εσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· εἰ δὲ ἀποστρέψειάς ποτε τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, γίνομαι ἐν σκοτίᾳ ἐν ᾗ γίνονται πάντες οἱ καταβαίνοντες εἰς λάκκον· ἐν ᾧ λάκκῳ οὐδὲν ἑτερόν ἐστιν ἡ τὸ καλούμενον σκότος ἐξώτερον. Ακουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου. Ἐν τοῖς πειρασμοῖς ἐλέους θείου δεόμεθα· ὅπερ γένοιτ' ἂν ἐν ταῖς προσευχαῖς ἐγρηγορότως σχολάζομεν, καὶ μάλιστα κατά καιρὸν τὸν ἑωθινόν, ὥστε δύνασθαι λέγειν· Ο Θεός, ὁ Θεός μου, πρὸς σὲ ἡ ὀρθρίζει. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι. ᾿Απὸ τοῦ χαμαὶ κεῖσθαι τὴν ἐμὴν πρὸς σὲ ψυχὴν ἀνατείναντι μετανοίας δείξον ὁδὸν, ἢ τὴν ἄγουσαν μετὰ σώματος ἀπαλλαγὴν ἐπὶ τὰ οὐράνια - θνητός γὰρ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; τάχα δέ τις τὰς προτέρας ὁδοὺς Μωϋσέα καὶ τοὺς προφήτας βαδίσας, κατὰ τὸν Στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρί τους Κυρίου αιωνίας, μετά ταύτας τὴν ὁδὸν ζητῶν τὴν ἀγαθὴν, τῷ ταύτης ἐρεῖ πατρὶ, καὶ γινώσκοντι
col. 51–52page 20 of 30
PG 24:51Α' τὴν ὁδὸν τῶν υἱῶν τὸ, Γνώρισόν μοι ὁδὸν ταύτην ἐν Η πορεύσομαι· ἥτις ἐπινεύσαντος τοῦ Πατρὸς ἑαυτὴν εμφανίζουσα λέγει τοῖς ἀξίοις· Ἐγώ εἰμι ἡ ὁδός οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι ἐμοῦ. και φθεγγόμενοι. φθει Ενεκεν τοῦ ὀνόματός σου, Κύριε. Ὅμοιον τοῦτο τῷ, Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ ἢ τῷ ὀνόματί σου δὸς δόξαν· οὐ γὰρ ἐφ' ἑαυτοῖς χρή θαῤῥεῖν. Ὁ δὲ τοὺς πειρασμούς ὑπομείνας γεν ναίως ἐλπιζέτω τούτων τυχεῖν, ὡς ἂν στενὴν καὶ τεθλιμμένην ὁδεύσας. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Ψυχῆς ἀληθῶς θλίψις τὸ ταπεινωθῆναι εἰς γῆν τὴν ζωὴν αὐτοῦ, καὶ ἐν σκοτεινοῖς αὐτὸν καθῆσαι καὶ ὁ ὑπὸ λογισμῶν δὲ φαύλων καὶ πυρώσεως παθῶν ενοχλούμενος τὴν ψυχὴν θλίβεται· οὐδενὸς δὲ ἄλλου Εν.. ν τοιαύτης θλίψεως ἐλευθεροῦντος, ἢ τοῦ τὸ κρυπτόν τῆς καρδίας εἰδότος Θεοῦ. ᾿Αλλὰ καὶ ὁ ὑπὸ διοχλήσεων ἀπατεώνων τὴν ψυχὴν ταραττόμενος θλίβοιτο ἂν μεγάλως ότε μάλιστα, οὐ δυνάμενος διελέγχειν τὰ σοφίσματα, εὐλαβεῖται μὴ ἀποσφαλῇ τῆς ἀληθείας· εξάγει δε ψυχήν πάσης θλίψεως τοιαύτης, ἐπιλάμπων αὐτὴν καὶ καταλάμπων ταῖς ἰδίαις μαρμαρυγαῖς καὶ ἄγων αὐτὴν εἰς τὸ ζῆσαι κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ὡς ἔναγχος ἀποδέδεικται. Ελέει δὲ Θεοῦ ἐξολοθρευθήσονται οἱ ἐχθροὶ, οὐ κατ' οὐσίαν φθειρόμενοι ἀδύνατον γὰρ τοῦτο, ἀλλὰ τὴν ἕξιν ἀποβαλάντες, δι᾿ ἣν ἐχθροὶ τοῦ δικαίου καὶ θλίβοντες τὴν ψυχὴν αὐτοῦ τυγχάνουσιν· οὕτω γὰρ ἐν ἀνέσει ἔσται ὁ δίκαιος ἄνευ πολέμου ἐν εἰρήνῃ διάγων. Εκκαλούμενος δὲ πρὸς τὸ ἐπινεῦσαι τὸν ρακαλούμενον, ἐπήγαγε τὸ, "Οτι ὁ δοῦλός σου εἰμὶ εγώ. Κτημάτων δὲ καὶ αὐχημάτων τὸ μέγιστον χρη ματίσαι Θεοῦ δοῦλον. Δείκνυσι δὲ τὸ μέγεθος του του καὶ ὁ Σωτὴρ λέγων τοῖς συνοῦσιν αὐτῷ· Ὑμεῖς φωνεῖτέ με ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ· οὐδὲν οὕτως ἀποδώσει τους εχθρούς ἡμῶν, ὡς θεωρία πνευματική ΨΑΛΜΟΣ ΡΗΓ. Εἰ μὲν ἀναφέρεις ταῦτα ἐπὶ τὸν Δαυΐδ, μάλιστα ὅτι κατά τινα τῶν ἀντιγράφων επιγέγραπται πρὸς τὸν Γολιάθ, ἐρεῖς ἁρμόζειν αὐτῷ, κατὰ τὴν ἱστορίαν νενικηκότι τὸν ἄνδρα οὐ τῇ κοινῇ παντευχία, πεποιθήσει δὲ τῇ ἐπὶ τὸν Θεόν· ὃν ὥσπερ διδάσκαλον επιγραφόμενος, τότε μὲν τὸν Γολιάθ τῇ σφενδόνῃ καθεῖλε βαλών· ἄλλοτε δὲ τοὺς κατ' ἀγρὸν θῆρας ταῖς χερσὶ πνίγων ἀνήρει. Έπρεπε δὲ μάλιστα ἐπὶ τῇ τοῦ ψαλτηρίου ἀνακρούσει ταῦτα λέγειν αὐτὸν, ὅτε, ταῖς χερσὶ καὶ τοῖς δακτύλοις ἀντὶ τοῦ πλήκτρου χρώμενος, τοὺς ἀοράτους δαίμονας ήλαυνε τῷ Σαούλ ἐνοχλούντας. Εἰ δ᾽ ἐπὶ πάντα δίκαιον ἀνάγοιτο τὰ ῥητά, ἐρεῖς πάσας τοῦ θεοφιλούς πράξεις καθαίρεσιν τῶν ἀντικειμένων δυνάμεων ἐνεργεῖν, τοῦ Θεοῦ δι δασκάλου τῆς τοιάσδε τῶν χειρῶν ἐκτάσεως γινο μένου· τοὺς δὲ δακτύλους αυτοῦ τὰς μέχρι τῶν ρόμενοι.
col. 53–54page 21 of 30
PG 24:53μικροτάτων ενεργείας τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἐδήλωσε· καὶ Μωϋσῆς δὲ τὰς χεῖρας ἐκτείνων έτρο τοῦτο τὸν ᾿Αμαλήκ. Ορα δὲ μὴ Χριστὸς ὁ λέγων, τροπωσάμενος τοὺς ἀοράτους εχθρούς· δηλοῖ γὰρ ὁ ψαλμός, ὡς δειχθήσεται, καὶ κάθοδον αὐτοῦ τὴν ἐξ οὐρανοῦ, καὶ τροπὴν δαιμόνων, καὶ κλῆσιν ἐθνῶν, καὶ δύο λαούς. Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ. Θεοῦ ἐστι τὸ ὑποτάσσειν τὸν ἑαυτοῦ λαὸν ἀνθρώποις· ὅπερ εἰ μὴ ἐκ Θεοῦ γίνοιτο, οὐκ ἄν ποτε γέ νοιτο οὐδὲ γὰρ Μωϋσῆς ἡγήσατο ἂν τοῦ τοσούτου πλήθους, μὴ τοῦ Κυρίου ὑποτάξαντος αὐτῷ τὸν ἑαυ τοῦ λαόν, οὐ δι' ὅπλων ἢ διὰ παρατάξεως ἀνθρωπίνης, διὰ δὲ τῆς κρείττονος δυνάμεως. Κύριε, τί ἐστιν άνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; Πυνθάνεται ὁ λόγος ερωτηματικῶς τὸ, τί ἔστιν ἄν θρωπος, ἡμᾶς διδάξαι βουλόμενος, ὅτι μέγα τι ἄνθρω πως· οὐ γὰρ ἂν ἐχώρησε Θεοῦ γνῶσιν, οὐδ' ἂν ἐν μνήσθη αὐτοῦ ὁ Θεὸς οὕτως, ὡς καὶ Σωτῆρα καὶ Λυτρω τὴν ἐξαποστείλαι αὐτῷ τὸν ἑαυτοῦ Λόγον. Παραινεῖ Ὁ ἐν τῷ αὐτῷ καὶ μηδενὸς ἀνθρώπου καταφρονεῖν, καὶ ὅτι μηδεὶς ἄξιον κατορθοί τῆς τοιαύτης εὐεργεσίας. Κύριε, κλίνον οὐρανούς σου, καὶ κατάβηθι. Σφόδρα ἀναγκαίως καὶ ἀκολούθως [λέγει] καὶ αὐτ τὸν καταβῆναι τὸν τοῦ Θεοῦ Λόγον εἰς καθαίρεσιν τῶν πολεμίων· εἰ γὰρ καὶ τὰ μάλιστα, φησί, διδάσκει τὰς ἐμὰς χεῖρας καὶ τοὺς δακτύλους όπως χρή πολε μεῖν, ἀλλὰ καὶ τίς ἰσχὺς ἀνθρώπου, καὶ πόση δύνα μις τοῦ θνητοῦ καὶ ματαιότητι ὁμοιωθέντος, πρὸς τὸ συνηθῆναι στῆναι κατὰ τῆς τοσαύτης παρατάξεως; " διὰ σὺ αὐτὸς, ὦ Κύριε, κλίνον οὐρανούς, καὶ κατά βηθι. Οὐρανοὺς δέ φησι τὰς ἐπινοουμένας ἐν αὐτῷ δυνάμεις· ὡς δὲ πατὴρ νηπίοις, καὶ ὡς μαθηταῖς διδάσκαλος συγκαταβαίνει. Εξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους. Εξαπόστειλον, φησὶν ὁ ψαλμός, την ποιητικὴν καὶ φυλακτικὴν τῶν ὅλων χεῖρα ἐπὶ τῷ ἐξελέσθαι καὶ βύσασθαί με ἐκ τῶν πολλῶν ὑδάτων καὶ τῶν χειρῶν τῶν ἀλλοτρίων υἱῶν· δυνατὸν δὲ τὸ ἐξ ὑδάτων πολλών ῥυσθῆναι εἰπεῖν τῶν πονηρῶν δυνάμεων καὶ τοῦ δια θόλου τοῦ βασιλέως πάντων τῶν τοιούτων· ἐξαιρε. θῆναι δὲ καὶ ἐκ χειρὸς τῶν ἀλλοτρίων υἱῶν, τῶν ἐνερ γουμένων ὑπ' αὐτῶν ἀνθρώπων· τὰς ἐπαναστάσεις γὰρ τῶν πειρασμῶν καὶ τῶν ἀσεβῶν ὕδατα ἐκάλεσεν, ὡς καὶ ἀλλαχοῦ φησιν· "Αρα τὸ ὕδωρ κατεπόν εισιν ἡμᾶς· καὶ πάλιν· Σωσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ύδατα έως ψυχῆς μου· ἀκολούθως δὲ μετὰ τὴν κατάβασιν τοῦ Θεοῦ Λόγου, τὴν ἐπιβουλὴν τῶν ἀσεβῶν αὐτοῦ τῳ. θεασάμενος, τὰ προχεί μενα θεσπίζει. Ὠδὴν κοινὴν ᾄσομαί σοι. Αδει, καὶ τὴν καινὴν διαθήκην ἐν τοῖς περὶ τῆς καθόδου τοῦ Θεοῦ Λόγου προφητευομένοις μνημονευθῆναι· διὸ δηλοῦται αὕτη διὰ τῆς καινῆς ᾠδῆς. Ἐν τῷ δὲ λέγειν καινήν, πεπαλαίωκε την πρώτην, ὡς ρο
col. 55–56page 22 of 30
PG 24:55ἡ ἐπὶ τὴν ὑμνολογίαν ἀνακαλεῖ, ἀλλ' ἐπεὶ μὴ τρόπος εἷς τῶν πάντων, μηδὲ [μία] διάθεσις, κατ' αναλογίαν ἑκάστῳ ὄργανόν τι πρὸς τὸν ὕμνον ἐπιτήδειον ἀφο ρίζει· ὁ μὲν γάρ τις επαναβεβηκώς τῇ ἀρετῇ κρειτο τόνως ὑπὲρ πάντας, τὸν αἶνον ἀποδίδωσιν ἐν ἤχῳ σάλπιγγος, ἐπειδὴ πάντων ὀργάνων μεγαλοφωνοτέρα ή σάλπιγξ, καὶ μείζονος καὶ κραταιοτέρας δυνάμεως δεῖ τοῖς αὐτῇ χρωμένοις· τοιοῦτοι ἦσαν οἱ ἱεροὶ τοῦ Σωτῆρος ἀπόστολοι, ὧν δὴ εἰς πᾶσαν τὴν γῆν ἐξῆλ θεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, τῷ μεγαλοφώνῳ τοῦ εὐαγγελικού κτι ρύγματος χρησαμένων... ἀνθρώπων πληρωθῆναι τῆς φωνῆς αὐτῶν. Ἐπειδὴ μὴ πάντες οἷοί τέ εἰσι κατά τοὺς ἀποστόλους ἐν φωνῇ σάλπιγγος ὑμνεῖν τὸν Θεόν, συγκαταβαίνει ὁ λόγος καὶ παρακελεύεται ἑτέροις μὲν ψαλτηρίῳ, ἑτέροις δὲ κιθάρᾳ, καὶ... ἄλλοις ἐν τυμπάνοις τοῖς μὲν δι' ἔργων, καὶ διὰ τῶν τοῦ σώματος πράξεων, τοῖς δὲ δι' αὐτῆς ψυχῆς... κινή σεως εὐρύθμως καὶ ἐναρμονίως... τοῦ Πνεύματος τοῦ κατοικοῦντος... ἐπ᾽ ἂν λέγῃ Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοῖ· τριῶν δὲ ὄντων τῶν ἐν ἡμῖν... η ὁ λόγος. Αἰνεῖτε Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Ὁ μέν τοι Ακύλας ἐν ἡγιασμένῳ αὐτοῦ φησι· ὁ δὲ Σύμμαχος, ἐν τῷ ἁγίῳ αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ. Καὶ μή ποτε τῶν οὐ ρανῶν καὶ τῶν ὑπὲρ τούτους ὑψίστων ἕτερός ἐστιν ἅγιος τοῦ Θεοῦ, δν καταπλαγέντες καὶ δαίμονες ἔλε γον· Οϊδαμέν σε τίς εἶ ὁ ἅγιος τοῦ Θεοῦ· ἐν ᾧ οἱ γενόμενοι, τὸν πρέποντα τοῖς ἄκρως τετελειωμένος ὕμνον ἀναπέμψαι δυνήσονται. Τί γὰρ μακαριώτερον ἑνωθέντος αὐτῷ, καὶ δι' αὐτοῦ τῷ Πατρί; Χρὴ δὲ καὶ εἰς τοὺς προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας ἀφορῶντας, ἀνυμνεῖν αὐτῶν τὸν Θεὸν, τὸν τοιαύτην ἀνθρώποις ἀγαθῶν ἀνδρῶν φοράν χαρισάμενον. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Εκαστον γὰρ αὐτοῦ δημιούργημα δεῖται πλείστης ὑμνολογίας· τῆς γὰρ μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας· οὐ λέγει δὲ ἀντίῤῥοπον αὐτοῖς ἀποδοῦναι τὴν ὕμνον· ἀδύνατον γάρ· ἀλλὰ τὸ κατὰ δύναμιν ἀπαιτεῖ, ἐννοοῦντες τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. ζ. Πλήσωμεν δέ οἴκους ἡμετέρους σκύλων Εὐσεβίου. Σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμ βάνοντες ἀπ' αὐτῶν τὴν τοῦ Θεοῦ πανοπλίαν, ήγουν
col. 57–58page 23 of 30
PG 24:57ὑπόθεσις Εὐσεβίου. Ἐπειδὴ κατὰ χρόνους γέγονεν ὁ προφήτης. περί γνησιότητος. Μετελήφθη ὁ Ἡσαΐας ἀπὸ ἀντιγράφου τοῦ ἀββᾶ Απολλιναρίου της κοινο διάρχου, ἐν ᾧ καθυπόκειται ταῦτα.... Μετελήφθη 6 Ἡσαΐας ἐκ τῶν κατὰ τὰς ἐκδόσεις Εξαπλῶν, ἀντο εβλήθη δὲ καὶ πρὸς ἕτερον Εξαπλούν, ἔχον την παρα σημείωσιν ταύτην... Διώρθωνται ἀκριβῶς πᾶσαι αἱ ἐκδόσεις· ἀντεβλήθησαν γὰρ πρὸς τετραπλούν Ἡσαΐαν· ἔτι δὲ καὶ πρὸς Ἑξαπλοῦν. Πρὸς τούτοις, καὶ ἀπὸ τῆς ἀρχῆς, ἕως τοῦ δράματος Τύρου, τόμων ἐξηγητικῶν εἰς τὸν Ἡσαΐαν Ωριγένους, καὶ ἀκρι βῶς ἐπιστήσαντες τῇ ἐννοίᾳ, καθ᾽ ἣν ἐξηγήσατο ἑκάστην λέξιν, καθ᾽ ὡς οἷόν τε ἦν, καὶ πᾶν ἀμφίβολον κατὰ τὴν ἐκείνου ἔννοιαν διωρθωσάμεθα. Πρὸς τούτοις συνεκρίθη ἡ τῶν Ἑβδομήκοντα ἔκδοσις, καὶ πρὸς τὰ ὑπὸ Εὐσεβίου εἰς τὸν Ἡσαΐαν εἰρημένα, καὶ ἐν οἷς διεφώνουν, τῆς ἐξηγήσεως τὴν ἔννοιαν ζητήσαντες, πρὸς αὐτὴν ἐδιωρθώσαμεν.: «ΕΣ
col. 59–60page 24 of 30
PG 24:598. Δ. Οικτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ τὰ ἀκόλουθα. & τοίνυν παρ αὐτοῦ μανθάνουσιν οἱ ὅσιοι, γνωρίζουσι εκίς. Μὴ γὰρ ὄντας ἡμᾶς, μηδὲ ὑφεστῶτας, παρήγαγεν εἰς φῶς· εἶτα πολλὰ δρῶντας κακὰ καὶ καταφρονητικῶς ἔχοντας αὐτοὺς οὐ μετέρχεται κατ' αξίαν ἐμ.. δὲ ἐλεεῖ, ἀλλὰ καὶ μακροθυμεῖ προσκαλούμενος ἡμᾶς εἰς μετάνοιαν, διὰ τὸ μὴ βούλεσθαι τὸν θάνα τον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ· οὐ μόνον δὲ περὶ τοὺς οἰκείους τοῦτό ἐστιν, ἀλλὰ καὶ περὶ πάντας ἀπαξαπλῶς, ἐπεὶ καὶ χρηστός ἐστι τοῖς σύμπασιν. Καὶ οἱ οἰκτιρμοί αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Επειδή οι οίκτιρμοί αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, ἀκολούθως λέλεκται· Ἐξομολογησάσθωσαν σοι πάντα τὰ ἔργα σου· προσοφείλεται αὐτῷ ὡς καὶ αὐτὰ τὰ νομιζόμενα είναι άψυχα, φωνὴν ἀφιέντα μονονουχί εὐχαριστεῖν καὶ ἐξομολογεῖσθαι τῷ ποι ήσαντι αὐτά. Μετέχει γὰρ τῆς αὐτοῦ σοφίας ἕκαστον αὐτοῦ τῶν ἔργων ποικίλως κατεσκευασμένον, καὶ πανσόφως μετέχον τῆς δημιουργικῆς δυνάμεως αφωρισμένως δὲ καὶ ἐξαιρέτως οἱ ὅσιοι αὐτοῦ τὸ μείζον τῆς ἐξομολογήσεως ἀποδιδόασι· δι' ὧν γὰρ φρονοῦσι καὶ πράττουσι, τὴν βασιλείαν αὐτοῦ ἐροῦ σιν, εμφανίζοντες προγευστικώς, ὡς αὐτῷ στρατευσάμενοι δόξαν εἶναι τῆς βασιλείας αὐτοῦ· λαλήσουσι δὲ καὶ συμφυή δυναστείαν τῇ βασιλείᾳ, ὡς ἕκαστα τῶν κτισμάτων τεταμένως αὐτῷ ὑποτέτακται· ὄντες φιλάνθρωποι οἱ τῆς πρὸς σὲ καὶ παρὰ σοῦ ὁσιότητος μεταποιούμενοι, ἀφθόνως ὧν ἔσχον ἀγαθῶν μεταδιδόασι τοῖς τῶν ἀνθρώπων υἱοῖς διδασκαλικῶς· μέσ νων γὰρ τῶν τὴν ἀνθρωπίνην ζωὴν ὑπεραναβεβηκό των διδάσκαλος καὶ καθηγητής ὁ Χριστὸς τῶν ἔτι τυγχανόντων υἱῶν ἀνθρώπων διδασκάλων γινομένων ὑπὸ τῶν ὑπὸ Χριστοῦ πεπαιδευμένων· Παῦλος γοῦν ὁ μὴ παρὰ ἀνθρώπων, ἢ δι᾽ ἀνθρώπων, ἀλλὰ δι' ἀπο καλύψεως Ἰησοῦ Χριστοῦ παραλαβὼν καὶ διδαχθεὶς τὸ Εὐαγγέλιον, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ ἀμέλει γοῦν καὶ αὐτὸς ὁ Σωτὴρ ἐκπέμπει τοὺς ἀπο στόλους ἐπὶ τῷ μαθητεῦσαι πάντα τὰ ἔθνη, πρότερον παιδεύσας αὐτοὺς μὴ καλεῖν διδάσκαλον ἐπὶ τῆς γῆς τοῖς τῶν ἀνθρώπων υἱοῖς. Πιστός Κύριος ἐν τοῖς λόγοις αὐτοῦ. Πιστὸς δὲ ὁ Θεὸς οὐχ ὡς μετέχων πίστεως, ἀλλ' ὡς ἀξιόπιστος εἴρηται· πάντα γὰρ & λέγει γίνεται Τι κατὰ τὸ, Αὐτὸς εἶπεν· Οὐχὶ ποιήσει καὶ οὐχὶ ἐμ μενεῖ; λέγει δὲ καὶ τό· Ο οὐρανὸς καὶ ἡ γῆ παρ ελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ ὅσιος δὲ, ὡς ὁσιότητος μεταδιδοὺς τοῖς ἔργοις αὐτοῦ· ὥσπερ καὶ ἅγιος ἐν τοῖς μετέχουσι τῆς ἁγιό τητος αὐτοῦ· καὶ σοφία ἐστὶν ὁ Σωτὴρ ἐν τοῖς κατ' αὐτὸν σοφοῖς. Σύ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Φησὶ δὲ καὶ ὁ Εὐσέβιος ὡς οὐ μόνον ιατρός ἐστιν ὁ Θεὸς τῶν πεπτωκότων, καὶ θεραπευτὴς τῶν
col. 61–62page 25 of 30
PG 24:61κατεββαγμένων, ἀλλὰ καὶ τροφεὺς τῶν ἀπάνιων & καὶ πάντων τῶν λογικῶν τε καὶ ἀλόγων ζώων οἱ ὀφθαλμοὶ ἄνω εἰς αὐτὸν ἀναβλέπουσι, καὶ φυσικαῖς τισι καὶ διδακταῖς ὁρμαῖς πρὸς αὐτὸν πάντων ἀφο ερώντων, αὐτὸς οἷα πατὴρ ἀγαθὸς τὰς τροφὰς τοῖς χειροῖς ἐπιτηδείως άλλοτε άλλας χορηγεί, τοῖς πᾶσιν τὴν χεῖρά τε τὴν δημιουργικήν, τουτέστι τὴν δύνα μεν, ἐξαπλῶν ἀφθόνως καὶ ἀνεπικωλύτως τῶν ζῶον ἐμπίπλησι τῆς τῶν ὑπ' αὐτοῦ δωρουμένων ἀπολαύ Εγγύς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν οι Εἶτα ἐπειδὴ ὀλίγων ἐστὶ τὸ δύνασθαι επιστημόνως αὐτὸν ἐπικαλεῖσθαι, καὶ καταξιοῦσθαι αὐτοῦ τῆς ἀκοῆς, ἐπιφέρει αναγκαίως επαναλαβὼν τὸν λόγον καὶ φησὶν ὅτι οὐ πάλι τοῖς ἐπικαλουμένοις αὐτόν, ἀλλὰ μόνοις τοῖς ἐν ἀληθείᾳ τοῦτο πράττουσιν ἐπι τυγχάνει· τῶν γὰρ μὴ τοιούτων μακρὰν ἀφέστηκεν· οἷς καὶ φησίν· δὲ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· περὶ τούτων δὲ καὶ ἀλη λαχοῦ λέλεκται· Διότι οι μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Πάσι μὲν οὖν ἐγγὺς κατά τρίνοιαν, κατὰ σχέσιν δὲ τοῖς σὺν ἐπιστήμῃ καλοῦσι· τοῦτο γὰρ τὸν ἐν ἀληθείᾳ. Ο πρόνοιαν ἐξαίρετον τὴν περὶ τῶν πιστῶν ἐπενή νυχε, τὸ τοιούτων ἐγγὺς εἶναι, καὶ μειζόνως αὐτῶν προνοείσθαι. Δίνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐ λογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Τέως μὲν αἰνῶν οὐ διαλείψω Θεόν. Εύχομαι δὲ καὶ θάττον ἀποθῆναι τὴν λέγουσαν προφητείαν· Εκχεώ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα και Πάσα πνοή αίνεσάτω τὸν Κύριον· ἔσται δὲ τοῦτο ἡνίκα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, ὅτε καὶ παν γένος ἀνθρώπων σωθήσεται· στόμα δε λέγει τὸ νοητόν, περὶ οὗ καὶ ἀλλαχοῦ· Πᾶσα σὰρξ εὐλογοῦσα τὸ ὄνομα Κυρίου ἔσται, δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, οψομένη τὸ σωτήριον τοῦ Θεοῦ, καὶ οὐκ οὖσα ως χόρτος. ΨΑΛΜΟΣ ΡΜΕ. Τὸ ἀλληλούια αίνον Κυρίου σημαίνει· οὕτως γὰρ ερμηνεύεται ἡ λέξις· ἔστιν οὖν καὶ τὸ προκείμενον, εἶνος· διὸ δὴ ἀρχομενός φησιν ὁ λόγος· Αίνει, ή ψυχή μου, τὸν Κύριον, ἤτοι τοῦ πνεύματος τῇ ψυχῇ παρακελευομένου, ἢ αὐτῆς ἑαυτῇ· εἶθ᾽ ὑπακούσασα τῷ προστάγματι, προθύμως ἀποκρίνεται λέγουσα Αινέσω Κύριον ἐν ζωή μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Εἰ δὲ ἀθάνατός ἐστιν ἡ ψυχή, δεί τε ζῇ καὶ ὑπάρχει καὶ μετὰ τὴν τοῦ σώματος ἀπαλλαγὴν δυο νεμένη, φησίν· Ὡς ἄρα οὐδὲ πώποτε παύσομαι αιν νοῦσα τὸν Κύριον, ἀλλ᾽ εἰς μακροὺς αἰῶνας, καὶ πάντα τὸν τῆς ἀθανάτου ζωής μου βίον, οὐδὲν ἔτερον πράττουσα τοῦ αἰνεῖν τὸν Κύριον διατελέσω. Ὡς ψυ χῆς θὰ ἀκουστέον λεγούσης τὸν ἕως υπάρχω, οὐχ ὡς μελλούσης μετ' αὐτὰ μὴ ὑπάρχειν, ἀλλ᾽ εἰς ἄπειρον τὸν τῆς ὑπάρξεως αὐτῆς χρόνον αινέσειν ἐπαγγελλομένης τὸν Κύριον.
col. 63–64page 26 of 30
PG 24:63Μὴ πεποίθατε ἐπ' ἄρχοντας Ὅμοιον τῷ, ᾿Αγαθόν πεποιθέναι ἐπὶ Κύριον, ριον, ἡ ἐλπίζειν ἐπ' ἄρχοντας· τοῦτο δὲ παρίστησι διὰ συλλογισμοῦ· εἰ γὰρ αὐτοί, φησίν, ἑαυτοῖς περι ποιήσασθαι σωτηρίαν οὐχ οἷοί τέ εἰσι, τίς ἂν γένοιτο ἀπὸ τῶν τοιούτων ὠφέλεια: οὐδὲ γὰρ δύνανται αυ τοὺς ἐξελέσθαι τοῦ θανάτου μετὰ τὸ τέλος τὸ μὲν γὰρ τοῦ θνήσκοντος ἐξελεύσεται πνεῦμα ένθα ἂν ἀπάγῃ ὁ ἀπάγων· ὁ δὲ λοιπὸς ἄνθρωπος ἀποστρέψει εἰς τὴν γῆν αὐτοῦ, νόμον φύσεως πληρῶν ἐν ἐπο έσκηψεν ἀρχῆθεν ὁ Θεὸς τῷ 'Αδάμ εἰπών· Γῆ εἶ, καὶ εἰς τήν ἀπελεύσει· οὗ λεγόμενον, Οι λογισμοί πάντες οὓς ἔτι περιών τῷ βίῳ συνήγαγε παρ' ἑαυτῷ διανοούμενος, καὶ ὥσπερ τις αιώνιος συνάγων καὶ θησαυρίζων ἐπὶ γῆς, ποιήσειν τε τὰ δεινὰ ἐπαγγελλόμενος, καὶ πάλιν ἑτέροις ἀπειλῶν, ὑπὸ μίαν ώραν σβεσθήσονται, καὶ ἀπολοῦνται πάντες οι διαλογισμοί αὐτῶν, δηλαδὴ τῶν ἀρχόντων τῶν παρὰ πολλοῖς θαυ μαζομένων. Λέγοι δ' ἂν καὶ ἄρχοντας τούτου τοῦ αἰῶνος· μεταπτωτὴν γὰρ καὶ οὗτοι ἔχουσι τὴν ἀρ χήν· ὁ δὲ Σωτὴρ μόνος αἴτιος σωτηρίας, ὁ λέγων Σώζων οὐκέτι πάρεξ ἐμοῦ· εἰ τοίνυν ἐξ αὐτοῦ· καὶ οὐκ οἴκοθεν σώζονται, πῶς ἑτέρους σώζειν δυνήσον και; Τον φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα. Τῶν λόγων αὐτοῦ, ὧν ἐν ταῖς Γραφαῖς ἐπηγγείλατο, πιστούμενος τὴν ἀλήθειαν· ἐκδικήσειν γὰρ ἐπηγγείλατο τοὺς κατὰ τὸν παρόντα βίον ἀδικουμέν νους, ἐν καιρῷ τῷ τῆς κρίσεως· καὶ ἄλλη ἐπαγγελία, το Μακάριοι οι πεινώντες καὶ διψῶντες, ὅτι αὐτοὶ χορτασθήσονται, ὑμεῖς δὲ πεινάσετε· ἀλλὰ καὶ αἱ σθητῶς τροφὴν ἐν ἐρήμῳ τοῖς πεινῶσι τὸ μάννα παρέσχε, καὶ πέντε χιλιάδας διέθρεψε, καὶ διὰ κοι ράχων Ηλίαν, καὶ δι' ᾿Αμβακούμ τοῦ προφήτου τον Δανιήλ· ἐποίησε δὲ κρίμα τοῖς ἀδικουμένοις Ιωσήφ καὶ Σωσάννῃ, τῷ μὲν ὑπὸ τῆς Αἰγυπτίας, τῇ δὲ ὑπὸ τῶν κριτῶν Ἰσραήλ, καὶ τῷ Δαυὶὸ ὑπὸ Σαούλ. Καὶ πλήρη τῶν τοιούτων τὰ θεῖα συγγράμματα Κύριος λύει πεπεδημένους, Κύριος σοφοί τυ φλούς. Πεπεδημένους λύει, ἄφεσιν ἁμαρτιῶν διδοὺς τοῖς σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένοις. "Εοικε δὲ διὰ τούτων αινίττεσθαι τὴν τῶν ἐθνῶν κλῆ σιν, καὶ τοῦ Κυρίου τὴν εἰς ἀνθρώπους παρουσίαν, τήν τε δι' αὐτῆς ἅπασι γενησομένην θεραπείς να Τοῦτο δὲ νοεῖν μοι ἐπῆλθεν εἰς μνήμην ἀναλαβόντι τὴν Ἡσαίου περὶ τοῦ Σωτῆρος ἡμῶν πρόρρησιν, δι' ἧς φησιν· Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοίξαι ὀφθαλμοὺς τυφλών, ἐξε αγαγεῖν ἐκ δεσμών δεδεμένους. Οὕτω γὰρ καὶ ἐνώ ταῦθα ὁ Κύριος λύει πεπεδημένους· εἴρηται δὲ καὶ τὸ, Ο Κύριος σοφοί τυφλούς· θαυμάσαι δ' ἔστιν, όπως καὶ τοῖς τὰ σώματα πηροῖς πλεῖόν τι συνέσεως
col. 65–66page 27 of 30
PG 24:65πάρεστι, τοῦ Θεοῦ σοφίσαντος αὐτοὺς ἀντὶ τῆς τῶν ὀφθαλμῶν στερήσεως. Ορφανὸν καὶ χήραν ἀναλήψεται. Δὲ ἀποβαλοῦσαι ψυχαὶ τὸν γενόμενον ἐν κακία πα τέρα αὐτῶν διάβολον, ἢ καὶ ἄνδρα, ὀρφανα, καὶ χῆραι Αναλαμβανόμεναί εἰσι· τούτων ἀναληφθέντων, ή τῶν ἁμαρτωλῶν ὁδὸς οὐκ ἄλλη τῆς κακίας οὖσα ὑπὸ Θεοῦ ἀφανισθήσεται. Καὶ ταῦτα μὲν εἰρηνται ἀλληγορικώτερον. Χηρῶν δὲ λέγει οὐ τῶν τυχουσῶν, ἀλλὰ τῶν σὺν ἁγνείᾳ καὶ σεμνότητι διατελουσῶν, όρ φανῶν δὲ, τοὺς θεοσεβείας ένεκα καταλιπόντας γεν νεάς ΨΑΛΜΟΣ ΡΗΓ Ἐν τῷ παρόντι ψαλμῷ ἀντὶ τοῦ, αἰνεῖτε τὸν Κύ ριον, ὁ μὲν Σύμμαχος, ἀλληλούια, ὅτι ἀγαθὸν ᾠδὴ, εἴρηκεν, ἀνερμήνευτον φυλάξας τὴν Εβραίων λέξιν τὴν σημαίνουσαν τὸν αἰνεῖτε τὸν Κύριον. Ομοίως ἃ καὶ ἡ πέμπτη ἔκδοσις, αἰνεῖτε τὸν ἰὰ, ἐξέδωκεν. Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς μια ψυχῇ αἰνεῖν τὸν Κύριον παρακελεύεται· ἐνταῦθα δὲ πλήθεσι λέγεται τὸ αἰνεῖτε τὸν Κύριον· ἐπειδὴ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἰς ὁ Θεός, εἰκότως πᾶν τὸ εἰς αὐτοῦ δόξαν ἀναφερόμενον, καὶ εἰς αὐτοῦ τιμὴν πραττόμενον, ἀγαθὸν ἂν εἴη· ὥσπερ οὖν καὶ ἀγαθὸν ὁ ψαλμὸς ὡς ἂν εἰς ἀγαθὸν Θεὸν ἀναπεμπόμενος. 'Ανθ' οὗ ὁ μὲν Ἀκύλας, ἀγαθὸν ἐγκώμιον ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ἀγα θὸν ᾠδή. Οὐ μὴν ἀλλὰ καὶ ἡ αἴνεσις ἡ εἰς τὸν Θεὸν αναπεμπομένη παντός τε εξώδους θυμιάματος καὶ πάσης ἡδονῆς ἡδίων αὐτῷ τυγχάνει· καὶ γὰρ ὡς ἀλη θῶς αἶνος Θεοῦ ἐκ λογικῆς καὶ καθαρᾶς ἀναπεμπόμενος ψυχῆς προσφιλής ἂν εἴη αὐτῷ, καὶ ὡς ἂν εἴπερ τις ἡδύς· χαίρει γὰρ καὶ ἀποδέχεται τὸν τοιοῦ τον τῆς ἀνθρωπίνης διανοίας καρπόν. Ϛ Ο Κώμενος τοὺς συντετριμμένους τὴν καρδίαν. Ἐπειδὴ Σωτῆρός ἐστι καὶ ἰατροῦ τὸ ἰάσασθαι καὶ καταδεσμεύειν τὰ συντετριμμένα, εἰκότως καὶ διὰ τούτων νοηθείη αὐτὸς ὢν ὁ Κύριος ὁ Σωτὴρ ἡμῶν, ὁ τοῦ Θεοῦ Λόγος, ὁ εἰπών· Οὐ χρείαν ἔχουσιν οἱ ισχύοντες ιατροῦ, ἀλλ' οι κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ψυχῶν δὲ ὧν ἰατρὸς τοὺς τὴν καρδίαν συντετριμμένους, καὶ τῶν κατὰ φύσιν λογισμών παρατετραμμένους, ἐκ τῆς νοητῆς αἰχμαλωσίας λυ τρωσάμενος ιάσεται. Ὁ μὲν Σύμμαχός φησιν, "Ο κώ μενος τοὺς κεκλασμένους τὴν καρδίαν, καὶ ἐπι δεσμών κατάγματα αὐτῶν, δηλονότι δεσμούς ὑπο βάλλων λογικούς· οὕτω γοῦν ἐπέδησε τοῖς πνευματικοῖς καὶ λογικοῖς δεσμοῖς τὸν ὑπὸ λῃστῶν τραυματισθέντα καὶ συντριβέντα ἐν τῷ καταβαίνειν ἀπὸ Ἱερουσαλήμ εἰς Ἱεριχώ. Καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. ῾Ο ἀριθμῶν πλήθη άστρων, κ. τ. λ. Μετὰ τὸ ιάσασθαι τους συντετριμμένους την καρ Καν, καὶ δῆσαι τὰ συντρίμματα αὐτῶν, ἐπανάγων εἰς τὴν φυσικὴν ὑγείαν τοὺς πάλαι νενοσηκότας, φωστῆράς τε αὐτοὺς ἀπεργασάμενος, ἀξίους τοῦ παρ' αὐτοῦ ἀριθμοῦ καθίστησι. Συνήθως ὁ λόγος συμ πλέκει τό τε περί σωτηρίας ἀνθρώπων, καὶ τὰ περὶ Ο
col. 67–68page 28 of 30
PG 24:67τῆς καθόλου Προνοίας, δεικνύς, ὡς οὐ μόνον κήδεται τῶν τοῦ κόσμου μερῶν, ἀλλὰ καὶ τῶν ἀνθρωπίνων δογμάτων· καὶ μόνος ἀριθμὸν ἄστρων οἶδε, καὶ θέ σεις, καὶ τὰς αἰτίας, μεγέθη τε καὶ ἀποστήματα, δυνάμεις τε καὶ ἐνεργείας, ἑκάστῳ πρόσφορον όνομα τίθησιν. Εξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει. Ο Σύμμαχος, Καταλέξατε τῷ Κυρίῳ ἐξομολόγησιν, μελωδήσατε τῷ Θεῷ ἡμῶν διὰ λύρας. Ακύλας, Καταλέξατε τῷ Κυρίῳ ἐν εὐχαριστία, μελωδήσατε τῷ θεῷ ἡμῶν ἐν κιθάρα. Οἱ προστάτε τοντες ἑτέροις ἐξομολογεῖσθαι καὶ ψάλλειν, ἕτεροι άν εἶεν τῶν προσταττομένων· χορὸς τοίνυν προφητικός διὰ τούτων καὶ ἀποστολικὸς ἐπὶ τὸν αὐτὸν Θεὸν τοὺς μὴ ὄντας ἐξ αὐτῶν ἀνακαλεῖται, τοὺς ἀπὸ τῶν ἐθνῶν δηλονότι, λέγοντες· Ψάλατε τῷ Θεῷ ἡμῶν. Προσ τάττει δὲ ὁ λόγος διανοίᾳ μὲν καὶ λογισμοῖς ψυχῆς ἐξομολογεῖσθαι, ἔργοις δὲ τοῖς διὰ τοῦ σώματος ὥσπερ διὰ κιθάρας ενεργουμένης ψάλλειν αὐτῷ συνήθως δὲ τὸ σῶμα ψαλτήριον καὶ κιθάραν ὠνόμασεν, ἅτε εὐρύθμως και μεθ᾽ ἁρμονίας σοφής συγκείμενον· ἐν τούτῳ γὰρ ὁ νοῦς ἀνακρουόμενος διὰ τῶν κατ' ἀρετὴν πράξεων τὴν ἔνθεον καὶ πνευματικὴν μελωδίαν ἀναπέμπει τῷ Θεῷ Διδόντι τροφὴν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αυτόν. Ἦλθε δέ τις εἰς ἡμᾶς φυσικός λόγος, ὡς με τρε φομένων νεοττῶν τῶν κοράκων ὑπὸ τῶν γεννησάντων, ὁμοίως τοῖς τῶν ἄλλων ὀρνέων νεοττοῖς· καταλείπεσθαι μὲν γὰρ τῶν κοράκων φασὶ τοὺς νεοττοὺς ὑπὸ τῶν γεγεννηκότων, τρέφεσθαι δὲ ἄλλῳ παραδόξῳ τοῦ Θεοῦ δυνάμει· μηκέτι γὰρ αὐτοῖς πλησιαζόντων γεγεννηκότων, κεχηνέναι τὸ στόμα τροφῆς ἐνδεία, καὶ ἐοικέναι ἐπικαλουμένοις τὸν Θεόν, φυσική τινι ενεργεία τὴν τροφὴν αὐτοῦντας παρὰ τοῦ τὸ εἶναι αὐτ τοῖς δεδωρημένου· οὕτω δὲ φέρεσθαι αὐτοῖς τινα ἐξ αέρος τροφὴν κατὰ τοῦ στόματος ὑπό τινος αὔρας συνωθουμένην. ΨΑΛΜΟΣ ΡΜΖ'. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ. Φησὶ δὲ καὶ ὁ Εὐσέβιος Σφόδρα δὲ ἀπηκριβωμένως μοι δοκεῖ ἡ παροῦσα λέξις διδάσκειν, Ὁ ἀπαρ γέλλων τὸν λόγον αὐτοῦ τῷ ᾿Ιακώβ· οὐ γὰρ εἴρη κεν, ὁ ἀποστέλλων, ἢ ὁ ἀποστείλας. "Αλλο δή που ἐστὶν ἀπαγγείλαι, καὶ ἄλλο τὸ ἀποστείλαι ἢ ἀπο στέλλεσθαι· τὸ μὲν γὰρ προμηνύει τὸ μέλλον καὶ προλέγει· τὸ δὲ παρουσίαν σημαίνει, καὶ τὸν ἀπο σταλέντα δι' ἑαυτοῦ κηρύττειν· ὥστε τὴν μὲν ἀπαγ γελίαν καὶ τὴν πρόῤῥησιν τοῦ μέλλοντος, γεγενῆσθαι παρὰ μόνῳ τῷ Ἰσραήλ, τὴν δὲ ἀποστολὴν οὐκ ἂν ἐκείνῳ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς λοιποῖς ἔθνεσιν. Αλλ' ἴσως εἴποι τις ἄν· καὶ μὴ δηλώσας τοῖς λοιποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει, καὶ τοὺς πρὸ τοῦ νόμου καὶ τοὺς ἀπανταχοῦ τῆς οἰκουμένης ἁμαρτάνοντας; Καὶ φαμέν. Τούτους μὲν κρίνει ἀπὸ τοῦ φυτ σικοῦ νόμου καὶ τοῦ ἐν ἡμῖν, τοὺς δὲ Ἰσραηλίτας
col. 69–70page 29 of 30
PG 24:69καὶ ἀπὸ τούτου καὶ ἀπὸ τοῦ γραπτοῦ ὥστε ἡ πολλὴ εὐεργεσία πλείονος αὐτοῖς κατακρίσεως ὑπό θεσις γίνεται μερᾳθυμηκόσι· διὰ τοῦτο καὶ αὐτὸςοὐκ εἶπεν, ὅτι οὐκ ἐποίησε παντὶ ἔθνει, ἀλλ' οὕτως οὐκ ἐποίησε τουτέστιν οὐ πλάκας έπεμψεν, οὐ γράμ ματα τὰ ἐπὶ τοῦ Σινέου όρους, ἀλλὰ τοῖς του δείας ἐκ περιουσίας. ΨΑΛΜΟΣ ΡΜΗ. Ἐν μὲν τῷ ρμε' ψαλμῷ μία καθ' ἑαυτὴν ἡ ψυχὴ τὸν Κύριον αἰνεῖν ἐκελεύετο, φάσκοντος τοῦ λόγου, Αίνει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐν δὲ τῷ μετ' αὐτὸν πλῆθος ἐπὶ τὸν αἶνον ἐκάλει διὰ τοῦ, Διτεῖτε Κύριον, ὅτι ἀγαθὸν ψαλμός· ἐπὶ δὲ τοῦ ἑξῆς αὐτὴ Ἱερουσαλὴμ τοῦτο πράττειν προσετάττετο ἐν τῷ, Επαίνει, Ἱερουσαλήμ, τὸν Κύριον. Ακολούθως οὖν ἐκείνοις ὁ προκείμενος αἶνος ἐπιτείνει τὸ παράγγελμα, μετὰ τὴν μερικὴν παρακέλευσιν αὖξον τὸ πρόσταγμα· ἀθρόως τε ὁμοῦ τὴν γενητὴν ἅπασαν κτίσιν τήν τε όρωμένην καὶ τὴν ἀόρατον ἐπὶ τὸν αἷ νον τοῦ Θεοῦ παρορμα· κατὰ μὲν τὴν ἀρχὴν τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τοῖς ὑψίστοις ἀνακαλούμενος προϊὼν δὲ τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν ταῖς ἀβύσσοις, οὐχ ὡς πάντων ψυχῆς καὶ λόγου μετεχόντων, ἀλλ' εἰς ταῦτα τοὺς λόγου μετειληχότας ἀποβλέπειν και λεύει, καὶ τὴν τούτοις γενομένην σοφίαν καταμανθάνοντας, τὸν Ποιητὴν ἀνυμνεῖν. Καὶ πᾶσαι ἄβυσσοι, Έτερος ἀβύσσους τὴν τῶν καταχθονίων έφησε χώραν, κατὰ Παῦλον εἰπόντα· Μὴ εἴπῃς, Τις κατα βήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν; καὶ ἐν Ἰώβ, Ἐν δὲ, φησίν, ἔχνεσιν ἀβύσσου περιεπάτησας; Μήποτε δὲ καὶ τοῦτο πλῆθος ὑδάτων δηλοί καθ' οὗ περιεπάτησε Κύ ριος; ὡς ἀφ' ἑτέρας ἀρχῆς εἶναι τὸν ᾿Ανοίγονται δέ σα φόβῳ πύλαι θανάτου; Ασατε τῷ Κυρίῳ ᾆσμα καινόν, κ. τ. λ. Τοῦ καινοῦ ᾄσματος (30)... τῇ τῶν ὁσίων Ἐκκλησίᾳ ἀδομένου, δηλαδὴ τῆς τοῦ Σωτῆρος ἡμῶν Καινῆς Διαθήκης.. παλαιῷ προσέχων Ἰσραὴλ τῷ διὰ Μωϋ σέως· τὸ καινὸν δὲ τοῦτο παράδειγμα.. εὐφραινέσθω αὐτὸς γὰρ ἦν ὁ τοῦ Θεοῦ Λόγος ὁ χρηματίσας τῷ Μωϋσεῖ, καὶ τὸν Ἰσραὴλ ἐξαγαγὼν ἐκ τῆς Αἰγύ πτου ποιήσας τε αὐτὸν ἑαυτοῦ λαόν. Τοῖς μὲν οὖν υἱοῖς Σιὼν χαίρειν καὶ ἀγαλλιᾷν πρώτοις παρα κελεύεται ἐπὶ τῷ βασιλεῖ αὐτῶν· αὐτὸς δὲ ἦν..τὸς πάλιν ὁ τοῦ Θεοῦ Λόγος, πάλαι μὲν αὐτῶν βασιλεύσων, ὕστερον δὲ παραιτηθεὶς [ὑπ' αὐτῶν· διὸ πρὸς τον προφήτην Σαμουήλ φησιν· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμὲ.. μὴ βασιλεύειν ἐπ' αὐτῶν. Ἐπεὶ δὲ μὴ ὑπήκουσαν τῇ κλήσει, εἰκότως τῆς χά ρίτος τῆς εὐφροσύνης ἑαυτοὺς ἐστέρησαν· τά γε μὴν ἔθνη τὸν ἐκείνοις πρώτοις κατηγγελμένον βασι καm, ριο
col. 71–72page 30 of 30
PG 24:71λέα ἐπιγνόντα κατεδέξαντο· διόπερ ἡ κατὰ Θεὸν εὐ φροσύνη καὶ ἀγαλλίασις μετῆλθεν ἐπ' αὐτά· ὅθεν τὰ μὲν καθ' ὅλης τῆς οἰκουμένης Εθνη ταῖς ἑαυτῶν Ἐκ κλησίαις αἰνοῦσι τὸ ὄνομα αὐτοῦ τοῦ βασιλέως και τῶν, ἐν χορῷ τοῦ Θεοῦ Λόγου τὸ ὄνομα Ιησούν Χρι στὸν μετὰ χορείας δοξάζοντες· ἀλλὰ καὶ ὁ καθεὶς παρ' ἑαυτῷ..νων δ' ἔργων ἀγαθῶν, καὶ διὰ τῶν τοῦ σώ ματος πράξεων τὰ συντελοῦντα εἰς ὕμνον καὶ δοξο λογίαν τοῦ Θεοῦ διαπράττεται. Εἰκότως τοῦτο αὐτὸ προλαβὼν ὁ λόγος προστάττει φάσκων· Εν τυμπάνω καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ· τύμπανον μὲν τὸ σώμα προσαγορεύων, ψαλτήριον δὲ τὸ πνεῦμα.. να κρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν Ἰη σου νέκρωσιν ἐν τῷ σώματι περιφέροντες· οἱ ἀγαλλιώμενοι ἐπὶ τῷ βασιλεῖ αὐτῶν ἅμα τῷ εὐφραινομένῳ.. ποιήσαντι αὐτὸν, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψάλλουσιν. εκές 35. στόμα αὐτῶν. των sίο ΨΑΛΜΟΣ ΡΜΟ Αγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. *Αλλως δὲ τὸν θάνατον τῶν ὁσίων ηνίξατο διὰ τῶν κοιτῶν. Κοίμησιν γὰρ εἴωθε καλεῖν αὐτὸν ἡ Γραφή, λέγοντος καὶ Παύλου Περὶ δὲ τῶν κοιμωμένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· καὶ ἡ Παλαιὰ δέ φησιν Εκοιμήθη Δαυΐδ μετὰ τῶν πατέρων αὐτοῦ. ὑψώσεις τοῦ Θεοῦ ἐν λάρυγγι αὐτῶν, καὶ ῥομ φαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Παραδόξως δὲ ᾿Ακύλας τὴν ἀποδοθεῖσαν διάνοιαν παρέστησε, δουλεύσας τῇ τῶν Ἑβραίων φωνῇ εἰπών Μάχαιρα στομάτων ἐν χειρὶ αὐτῶν. Ἀλλὰ καὶ περὶ τῶν τοιούτοις ἐναντίων εἴρηταί που· Υιοί ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ἐξεῖα, φονευόντων τοὺς ὑπ' αὐτῶν ἡλωκότας. Οἰκείως δὲ τὴν μὲν μάχαιραν τῶν στομάτων ἐν ταῖς πράξεσιν ἐνεργεῖν ὁ λόγος παρ έστησε, τὰς δὲ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ στόματι αὐτῶν, φωνῇ γὰρ ἐχρῶντο ἐπὶ διδασκαλίᾳ τοῦ λόγου, παρὰ τοῖς ἀκούειν δυναμένοις ἀνυψοῦντες τὸν ὕμνον ταῖς δὲ πράξεσιν ἰσχὺν εἶχον καθαιρετικὴν πάσης ἀντικειμένης δυνάμεως. Χείρας μὲν αὐτῶν τὰς πρά ξεις φησίν, ήτοι ἢν μετεχειρίζοντο πραγματείαν. Αὕτη δὲ ἦν ὁ εὐαγγελικός λόγος, ὃς καὶ ῥομφαία ώνο μάσθη, ἐκδιώκουσα τὰς τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων ἀγέλας· ποιεῖν τέ τὴν ἐκδίκησιν τῶν ἠδικημένων ἐθνῶν, καὶ ἐλέγχειν τοῦ λαοῦ τὴν εἰδω λολατρείαν. Τοῦ δεῖσθαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, κ. τ. λ. Ἐπειδὴ οὐκ ἄλλως ἦν ὑπεξαγαγεῖν καὶ ἐλευθερῶσαι τοὺς πάλαι τοῖς δαίμοσι δεδου ωμένους ή καθ υποτάξαντας πρότερον καὶ καταδήσαντας τοὺς ἄρχοντας αὐτῶν, εἰκότως ἐπιλέλεκται ταῦτα. Νοήσεις δε καὶ τοῦτο ἀπὸ τῆς σωτηρίου φωνῆς, δι' ἧς είρηται Πῶς δύναται τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυ ροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον 435) τῶν τοιούτων εναντίον.
Page scan enlarged

Notebook

Full View