PG 24Eusebius of Caesarea
Fragments on Proverbs
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 24:76ζ. Πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων Εὐσεβίου. Σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμβάνοντες ἀπ’ αὐτῶν τὴν τοῦ Θεοῦ πανοπλίαν, ἤγουν τὴν περικεφαλαίαν καὶ θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος· οἶκοι δὲ αὐτῶν αἱ τῶν κακούργων ἐκκλησίαι, ἃς καὶ ἐμπλῆσαι βούλωνται σκύλων, ἤτοι καρπῶν ὧν ἐκ τῶν δικαίων ἁρπάζουσι· πῶς δὲ καὶ σκῦλα προσαγορεύεις τὰ μὴ πολέμου νόμῳ ληφθέντα, ἀλλ’ ἐκ γυμνῆς τῆς ἀδικίας κακῶς σοι περιγενόμενα; η. Καὶ κλοιὸν χρύσεον περὶ τῷ τραχήλῳ. Εὐσεβίου. Ὥσπερ δὲ κεφαλὴ καὶ τράχηλος τὸν νοῦν δηλοῦσιν, οὕτω καὶ κλοιὸς καὶ στέφανος τὴν γνῶσιν.
Second witness · khazarzar edition

Fragmenta in proverbia 24.76. ζʹ. Πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων Εὐσεβίου. Σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμβάνοντες ἀπ' αὐτῶν τὴν τοῦ Θεοῦ πανοπλίαν, ἤγουν 24.78 τὴν περικεφαλαίαν καὶ θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος· οἶκοι δὲ αὐτῶν αἱ τῶν κακούργων ἐκκλησίαι, ἃς καὶ ἐμπλῆσαι βούλωνται σκύλων, ἤτοι καρπῶν ὧν ἐκ τῶν δικαίων ἁρπάζουσι· πῶς δὲ καὶ σκῦλα προσαγορεύεις τὰ μὴ πολέμου νόμῳ ληφθέντα, 1

Page scan enlarged

Notebook

Full View