PG 59John Chrysostom
On the Prodigal Son, and on Repentance
Printed text · machine OCR
machine OCR · Migne scan
Diplomatic text · scholarios OCR (cleaned, language-split) — OCR floor from page-view (megaspan gap-fill) — PG column chips mark the printed columns.
col. 629–630page 1 of 2
PG 59:629Παρηκολούθησε δὲ τῇ τοῦ Σωτῆρος παρουσίᾳ ὁ τῆς μετ τανοίας καρπός· ἀκόλουθον γὰρ τῇ τοῦ Σωτῆρος ἐπιλαμ ψε: ἀκολουθῆσαι τοὺς καρποὺς τῆς μετανοίας. Διὰ τοῦτο χθὲς ἡμῖν ὁ περὶ ταύτης ἐγυμνάζετο λόγος· πολὺ μὲν τῆς αξίας τῶν προκειμένων ἀπολιμπανόμενος, τῆς δὲ οἰκείας δυνάμεως οὐκ ἀφιστάμενος περὶ μετανοίας ἐκινεῖτο λό γος. ὅ ἐστι φάρμακον σωτηρίας· καὶ ἰατρὸς ἐκηρύττετο ψυχῶν τε καὶ σωμάτων, οὐ φαρμάκῳ ἐπιθεραπεύων, ἀλλὰ πνεύματι φιλανθρωπίας ιώμενος. Ἐπειδὴ δὲ ἡ εὐ αγγελικὴ ἀνάγνωσις παρέδραμεν ἡμῶν τὴν διάνοιαν ὧδε κἀκεῖσε περισπωμένων, ἀναγκαῖον σήμερον εἰς ὑμᾶς βραχέα περὶ ταύτης διελθόντας, καταπαῦσαι τὸν λόγον. Ο Σωτὴρ καὶ λόγῳ τὴν εὐσέβειαν ὑποτιθέμενος, καὶ παραβολαῖς, καὶ αἰνίγμασι, καὶ διαφόροις τρόποις [] διδασκαλίας τὸ συμφέρον τοῖς πιστοῖς εἰσηγούμενος, εἶπε τινα παραβολὴν, ἰσχυρὰν ἔχουσαν τῆς μετανοίας εἰκόνα. *Ανθρωπος γάρ τις, φησίν, εἶχε δύο υἱοὺς, ὧν ὁ νεώ τερος προσελθών, ἠξίωσε τὸν πατέρα διελεῖν αὐτοῖς τὴν οὐσίαν. Ἔτυχεν ὧν ᾔτησε, καὶ λαβὼν τὴν πατρώαν οὐ σίαν, κακῶς διέθηκε. Καὶ τὴν μὲν ὑπόθεσιν ἴστε· τὴν δὲ θεωρίαν ἄξιον εἰσαγαγεῖν ἐνταῦθα. Εἰ γὰρ καὶ τοῖς πολ λεῖς διαφόρως πάρεστι νοῆσαι, ἀλλ' αὐτὴ ἑαυτὴν σαφηνίζει τοῖς εὐγνώμοσιν ἡ ἀλήθεια. Τί οὖν ἐνταῦθα ὑποτίθεται ἡ πηγὴ τῆς σοφίας; Τὸ πρῶτον τάγμα τῶν δικαίων, καὶ τὸ δεύτερον τάγμα τῶν ἐκ μετανοίας δικαιουμένων τῶν μὲν ἀπ' ἀρχῆς τὸ δίκαιον τιμώντων. τῶν δὲ ἐκ μετανοίας εἰς τὸ δίκαιον ἐπαναγομένων. "Ανθρωπός τις είχε δύο υιούς οὓς εἰ καὶ ἡ προαίρεσις έτεμε, τὸν ἀσε ῇ ἀπὸ τοῦ εὐσεβοῦς, ἀλλ' ἡ ἀλήθεια ἓν οἶδε πλάσμα του Δημιουργοῦ τοὺς πάντας· καὶ πάντες υἱοὶ Θεοῦ, εἰ καὶ τῇ διανοίᾳ τῇ πονηρᾷ ἀποσχοινίζονται τῆς ἑαυτῶν ἀξίας. Οθεν ὁ Θεὸς, ἂν ἡμεῖς διὰ πονηρῶν ἐπιθυμιῶν ἀποστῶν μεν τῆς εὐσεβείας, αὐτὸς οὐκ ἀρνεῖται τὴν οἰκειότητα, ἀλλὰ καὶ πρὸς ἀφηνιῶντας πατρῴαν φωνὴν ἀφίησιν Επιστράφητε προς με, υἱοὶ ἀφεστηκότες, καὶ ἐπι στραφήσομαι πρὸς ὑμᾶς. Θρᾷς ὅτι, ἂν ἐφεστώσα ᾗ ἡ διάνοια τοῦ ἁμαρτάνοντος, ὁ Θεὸς οὐκ ἀπαξιοῖ υἱοὺς καὶ λεῖν τοὺς ἀφεστηκότας; ἰδίαν γὰρ οἶδε τὴν πλάσιν, καὶ οὐκ ἀπαρνεῖται τὴν ἰδίαν εὐεργεσίαν. Διὰ τί οὖν ὁ νεών τερος κακῶς τοῖς δοθεῖσιν ἐχρήσατο; Αἴνιγμά ἐστι τὸ προκείμενον· καὶ ὅπως, ἄκουε. Ἀπ᾿ ἀρχῆς ἡ δικαιοσύνη ἦν, καὶ ἐφαίνετο, καὶ διέλαμπεν· ἡ δὲ ἁμαρτία νεωτέρα τις ἐπεισήχθη τῷ κόσμῳ καὶ πρόσφατος. Διὰ τοῦτο ὁ πρῶτος υἱὸς οὐ τίθεται ἐν χώρᾳ τοῦ κακῶς δαπανήσαντος. Ἡ γὰρ ἀρχαία δημιουργία απηρτισμένην εἶχε τὴν εὐπρέπειαν, ὅτε καινὸς ἦν ὁ κόσμος, καινὴν χάριν ἐκ λάμπων, καινὴν εὐπρέπειαν. Μαρτυρεῖ γὰρ Μωϋσῆς τῷ κάλλει τῆς δημιουργίας λέγων· Καὶ ἦν πάντα καλά οὐχ ἁπλῶς καλὰ, ἀλλὰ καὶ Λίαν καλά. Ὥστε ἡ δικαιοσύνη πρώτη ἦν, καὶ τὸ καλὸν ἀρχαιότατον· ἡ δὲ ἁμαρτία νεωτέρα ἦν· ἐπεισῆλθε γὰρ τῇ δικαιοσύνῃ, καὶ ἐθόλωσε τὴν εὐπρέπειαν. Διεῖλεν οὖν αὐτοῖς ἐπίσης τὰ ὑπάρχοντα. Διὰ τί ἐπίσης; Οὐδὲν γὰρ πλέον ἔχουσιν οἱ δίκαιοι ἐν τῷ παρόντι βίῳ· ἐπειδὴ Ανατέλλει τὸν ἥλιον ἐπὶ δι καίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ ἀγαθοὺς καὶ που νηρούς. 'Αλλ' ὁ μὲν εἰς τὴν χώραν τῶν δικαίων είκονο γραφούμενος, οὐκ ἠθέλησε διελεῖν τὸν πατρῷον κλῆρον, ἀλλ' ἔμεινεν ὑπὸ τὴν τοῦ πατρὸς αὐθεντίαν. Ὁ γὰρ δί καιος πάντοτε τῷ Θεῷ ἀκολουθεῖ, καὶ εἰς οἰκείαν ἐξου σίαν οὐδὲν παρασπᾶται. Θέλεις δὲ μαθεῖν, ὅτι ὁ δίκαιος οὐδὲν θέλει λαβεῖν παρὰ τοῦ Θεοῦ, ἀλλὰ μόνῃ τῇ οἰκονα μία καὶ τῇ προνοίᾳ στοιχεῖ τοῦ αὐτοῦ πατρός; Βοᾷ Δαυΐδ ἐκ τοῦ τάγματος τῶν δικαίων· Τί γάρ μοι υπάρξ χει ἐν τῷ οὐρανῷ; καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ορᾶς, ὅτι τὸ τάγμα τῶν δικαίων οὐ βούλεται εἰς ἑαυτὸ ἁρπάσαι τὴν ἐξουσίαν τῶν κτισμάτων· ἀλλ᾽ ὑπὸ τὴν τοῦ Πατρὸς πρόνοιαν θέλει κεῖσθαι τὰ τῆς οἰκονομίας. Ο δὲ νεώτερος λαβὼν τὴν πατρικὴν οὐσίαν, ἀπὸ εδήμησεν εἰς χώραν μακράν, οὐ τόποις διειργομένην, ἀλλὰ τρόποις ἀπεσχοινισμένην. Ο γὰρ ἁμαρτάνων, Θεοῦ μακράν ἐστιν, ἀδελφοί, οὐ τόπῳ, ἀλλὰ τρόπο, κατὰ τὸ εἰρημένον, ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Λαβὼν δὲ τὴν οὐσίαν τὴν πατρικὴν, ἐσκόρπισεν αὐτὴν, ἀσώτως ζῶν ἐν αὐτῇ· ἣν παρ έλαβε δημιουργίαν, τῇ ἁμαρτία ἐμόλυνεν. Ἔλαβε τὸν ἥλιον εἰς ἀπόλαυσιν, καὶ τὸ δῶρον ὡς θεὸν προσεκύνη δεν· ἔλαβε πηγὰς εἰς τρυφὴν, καὶ τὸ δῶρον θεὸν ἐνόμισεν ἡγνοήθη ὁ χαρισάμενος, καὶ ἐτιμήθη τὰ χαρίσματα, ὡς ἀποδυσπετεῖ βοῶν ὁ Παῦλος. Καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἡ αὐτὴ κτίσις, ἡ αὐτὴ πατρικὴ οὐσία· καὶ ὁ μὲν καλῶς αὐτῇ ἐχρήσατο, ὁ δὲ κακῶς. Τάγμα τοῦτο, κἀκεῖνο, καλῶς καὶ ἐναντίως. Ο εὐσεβὴς ὁρᾷ τὸ κάλλος τοῦ οὐρανοῦ, καὶ ἀπὸ τοῦ κάλλους τὸν γενεσιουργὸν ἐννοεῖ· Ὄψομαι γάρ, φησί, τοὺς οὐ κανοὺς ἔργα τῶν δακτύλων σου. Εἶδε τὸ κάλλος, καὶ εὐχαρίστησε τῷ τοιοῦτον κάλλος ἐργασαμένῳ· εἶδε τὸν κόσμον, καὶ εὐφήμησε τὸν κοσμήσαντα. Ὁ γὰρ εὐσεβής τὴν μὲν κτίσιν ἐπαινεῖ, τὸν δὲ κτίστην προσκυνεῖ· οἱ [] εὐσεβεῖς ὅταν φεύγωσι τὴν προσκύνησιν τῶν φαινομένων, οὐ τὴν κτίσιν ὑβρίζουσιν, ἀλλὰ τῷ Δεσπότῃ τὴν τι μὴν ἀπονέμουσιν. Οὐ μισεῖ πιστὸς ἥλιον, ἐπειδὴ μὴ σέν δει τὸ φῶς μετὰ τῶν ἀσεβῶν· ἀλλὰ μέτρον ἐπιτίθησι τῇ τιμῇ· καὶ τιμῇ καὶ ἀγαπᾷ, ὡς Θεοῦ δῶρα, τὰ φαινόμενα. Θέλεις ἰδεῖν, πῶς ὁρᾷ ὁ εὐσεβὴς καὶ θαυμάζει τὸ κάλλος, καὶ τὴν προσκύνησιν τῷ Κτίστῃ ταμιεύεται; Λέγει τις τῶν σοφῶν, τῶν κατὰ τὴν εὐσέβειαν λέγω σο φῶν· "Ηλιος ἐκλάμπων ἐν ὑψίστοις Κυρίου, σκεῦος θαυμαστὸν, ἔργον ἰσχυρόν· ἀκτῖνας πυροειδεῖς ἐκ φυσῶν, καταλάμπων τὸν οὐρανόν. Καὶ τί εὐθέως; Μέγας ὁ Κύριος ὁ ποιήσας αὐτόν. Καὶ τὸ κάλλος ἐχή ρυξε, καὶ τὸν τεχνίτην οὐκ ἔκρυψεν. Ο δὲ ἀσεβής και κῶς εἶδε τοὺς οὐρανοὺς διηγουμένους δόξαν Θεοῦ, οὐ λε γοις, ἀλλὰ τῷ κάλλει τῆς δημιουργίας· οὐ γὰρ φωνήν ποτε ἔρέηξεν ὁ οὐρανὸς, ἀλλὰ φωνῆς ἐνεργεστέραν ἀφίησι μαρτυρίαν διὰ τῆς εὐπρεπείας. Καὶ σιωπών δ οὐρανὸς διηγεῖται δόξαν Θεοῦ; Πάνυ μὲν οὖν. Τὰ σὲ γράμματα σιωπώντα λαλεῖ, στοιχεῖα δὲ Θεοῦ σιωπώντα οὐ φθέγγεται; Ελαβες γὰρ τὸ γεῦμα τῆς εὐσεβείας· ἀπὸ τοῦ γεύματος τὸ πᾶν λάμβανε τῆς ἀληθείας. Εξέτασαν τὸ μέρος τοῦ ἀσεβούς, πῶς ἀπὸ τῶν αὐτῶν προσκόπτει, ἀφ᾽ ὧν καὶ ὁ εὐσεβὴς δικαιούται. Ορᾷ σελήνην, καὶ προσ κυνεῖ· ὁρᾷ τὰ ἄστρα, καὶ σέβει· ὁρᾷ τὴν θάλασσαν, καὶ θεοποιεῖ. Οἱ ἐπὶ τῆς Βαβυλωνίας καμίνου, οἱ ἐν αὐτῇ εἰσελθόντες, μετὰ τῆς σωτηρίου καὶ καλῆς ὁμολογίας ὕμνουν τὸν Θεὸν διὰ τῶν ἔργων, λέγοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον. Ἀρχεῖ μὲν οὖν ταύτην εἰπόντας τὴν φωνὴν, παῦσαι τὸν ὕμνον. Οὐ γὰρ τῷ μήκει τῶν ὕμνων, ἀλλὰ τῇ προθέσει τῶν ὑμνούντων Θεὸς ἐπαναπαύεται. Διὰ τοῦ τοίνυν εἰπεῖν, Πάντα τὰ Έργα, πάντα περιελαμβάνετο, καὶ οὐ χρεία ἦν ἑτέρας προσθήκης. Αλλ' ἐπειδὴ οὐχ ἑαυτοῖς ἐκήρυττον, τὸν δὲ Θεὸν ὕμνουν, καὶ διὰ τοῦ ὕμνου τοὺς παρεστώτας και δαίους ἐπαίδευον, ἀναγκαίως διὰ πάσης αὐτῆς ὀδεύει τῆς κτίσεως ὁ ὕμνος· ἵνα μάθωσιν οἱ πεπλανημένοι Χαλδαίοι, τί τὸ ὑμνούμενον, καὶ τίνα τὰ ὑμνοῦντα. Αλλ' ἐπειδὴ εἰς πολλὴν θεωρίαν ὁ λόγος ἡμᾶς ἐνέβαλεν, ἐκεῖνο τέως ἀφέντες, εἰς τὸ προκείμενον ἐπανέλθω μεν απεδήμησεν εἰς χώραν μακρὰν ὁ νεώτερος υἱὸς, καὶ ἐδαπάνησε κακῶς τὴν οὐσίαν, καὶ ἤρξατο υστερεί. σθαι. Πλούσιοι γὰρ ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Κύριος γὰρ οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Ηρξατο ύστερεῖσθαι. Καὶ προσῆλθεν ἐνὶ τῶν ὀρχόντων τῆς χώρας εκεί της, καὶ ἔπεμψεν αὐτὸν ἐκεῖνος βόσκειν χοίρους. Βλέπετε, ὅσον ὕψος τῆς ἀρχαίας εὐγενείας· ὅση ταπείνωσις τοῦ ἀποσχοινισθέντος τῆς εὐσεβείας. Εδόθη βά σκειν χοίρους, τουτέστιν, ἡδοναῖς καὶ ἁμαρτίαις ἐμφύ ρεσθαι· ὁ γὰρ ἐστι βόρβορος χοίροις, τοῦτο ἁμαρτία τοῖς εμφυρομένοις. Διὰ τοῦτο ὁ Σωτὴρ τοὺς ἐν ἀκαθαρσία ζῶντας καὶ βορβόρου δίκην ταῖς ἁμαρτίαις ἐμφυρομένους αἰνιττόμενος ἔλεγε. Μὴ δῶτε τὰ ἅγια τοῖς κυσί, μηδὲ βάλλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν των χοι ρων. Εβοσκε χοίρους, Επεθύμει δὲ χορτασθῆναι ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Πρόσεχε ἐνταῦθα ἀκριβῶς· Ὁ ἀποσχοινιζόμενος τῆς εὐσεβείας, οὐδὲ αὐτῶν ἔχει τῶν ἡδονῶν τὴν ἀπόλαυσιν, ἀλλ' ἐνδείᾳ ὑποβάλλεται, καὶ πτωχείᾳ καταδικάζεται, ὥστε μηδὲ τῶν αἱρεθέντων κακῶν ἔχειν τὴν ἀφθο νίαν. 'Ο γὰρ ἀφρων, φησὶν, ἐν ἐνδείᾳ τελευτήσει. Απεικάζει τοίνυν τὰς ἐν τῷ κόσμῳ ἡδονὰς κερατίοις τὸ γὰρ κεράτιον πολλὴν μὲν ἔχει τραχύτητα, μικρὰν δὲ εναργεστέραν, ενεργεστέρων το
col. 633–634page 2 of 2
PG 59:633οἶδας φιλονεικείς; Οταν θέλῃς ἀρχαίων πραγμάτων ἱστορίαν ἢ δίκην ἐξιχνεῦσαι, οὗ τὰ ὑπομνήματα λαμβάνεις τὰ ἀρχαῖα, καὶ μανθάνεις τίνα μὲν τὰ ῥήματα τῶν κατηγορουμένων, τίνα δὲ τῶν συνηγορούντων καὶ τῶν ἀπολογουμένων, τίνα δὲ τὰ τοῦ δικαστοῦ καὶ τὴν ψῆφον ἐπάγοντος. καὶ οὕτω τὰ λήθη χωσθέντα ἀνανεοῦσαι τῇ μνήμῃ τῆς ἀναμνήσεως; Ανάγνωθι οὖν τὰ ὑπομνήματα τῆς ἀρχαίας ἱστορίας. Ὅτε ἐκάθισεν ὁ κριτής της άλη θείας, μᾶλλον δὲ ὅτε πρὸς τὸν κατάκριτον ἦλθεν ἐν σχή ματι φίλου ὁ ἰατρὸς τῶν ἡμετέρων πταισμάτων, τί φησι πρὸς αὐτόν; Ἀδάμ, ποῦ εἶ; Καὶ τί εἶπεν 'Αδάμ; τῆς φωνῆς σου ήκουσα, καὶ ἐκρύβην, ὅτι γυμνός είμι. Τί οὖν ὁ τὰ πάντα εἰδώς; Σχηματίζεται ἄγνοιαν, καὶ λέγει· Καὶ τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ· εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνον μὴ φα γεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Δείκνυσιν, ὅτι πάντων, ὡς εἰπεῖν, ἔλαβε τὴν ἀφθονίαν, καὶ οὐ τὸ στενὸν τῆς ἀπο λαύσεως ἤγαγεν αὐτὸν εἰς τὴν παράβασιν. Τί οὖν πρὸς ταῦτα ὁ ἐγκαλούμενος; Η γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν. Ὁ Ἀδὰμ τῇ γυναικὶ ὑπογράφει τὸ ἁμάρτημα, καὶ σὺ τὸ δένδρον περιγράφεις την κατ ηγορίαν; Ὁ ἐγκαλούμενος οὐκ ηδυνήθη τι ψεύσασθαι, οὐχ εὑρίσκει τινὰ ἑτέραν ἀποφυγὴν ἔξω τῆς ἀληθείας, οὐκ ἐπέγραψε τῷ Δημιουργῷ τὴν αἰτίαν, ἀλλὰ τῆς γυναικὸς κατηγόρησε· καὶ σὺ κατηγορεῖς πραγμάτων, ὧν οὐκ οἶδας τὴν δύναμιν; Καὶ τί πρὸς τὴν Εὔαν ὁ Θεός; Τι τοῦτο ἐποίησας; Ἡ δὲ πρὸς τὴν ἐρώτησιν τὴν αἰτίαν ἀποκρίνεται· ῾Ο ὅρις ήπάτησέ με. Με ήψατο τῆς δη μιουργίας, με διέβαλε τὸν πλάσαντα; μὴ εἶπε, Διὰ τί γὰρ ἡμᾶς ἐποίησας; διὰ τί γὰρ ἀπὸ τοῦ δένδρου ἐκώλυσας; Η υποκειμένη τοῖς ἐγκλήμασιν οὐχ εὑρίσκει τι ψεύσασθαι. Φίλον γὰρ τοῖς ἐγκαλουμένοις καὶ τὰ μὴ ὄντα πλάττεσθαι πρὸς ἀποφυγὴν τῶν ἐγκλημάτων. Η υπου κειμένη οὖν τοῖς ἐγκλήμασιν οὐχ εὗρεν ἄλλην ἀποφυγήν καὶ σύ, ἃ μὴ προσήνεγκαν οἱ κατάδικοι, προσφέρεις εἰς Θεοῦ κατηγορίαν; Αλλὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπο ανάξω τὸν λόγον. 'Αδάμ, ποῦ εἶ; Ἐπειδὴ εἶδεν, ὅτι τοῖς ἁμαρτάνουσι φράττεται τὰ στόματα, καὶ οὐκ ἔχει παρ' ῥησίαν ὁ ἁμαρτάνων, ἐν σχήματι τῆς ἐρωτήσεως ἀνοίγει αὐτῷ ὁδὸν ἀπολογίας. Παραβὰς ἐκρύβην· ἀκούσας τῆς φιλανθρωπίας τῆς σῆς, Δέσποτα, πρὸς τὴν ἀπολογίαν προῆλθον. Καὶ βλέπε τὸν δικαιοκριτήν. Οὐκ ἐξετάζει εὐθέως τὴν ἁμαρτήσασαν, ἀλλὰ τὸν ἀπατηθέντα· καὶ εἰκότως· βαρύτερον γὰρ ἂν ἐγένετο τὸ δικαστήριον, εἰ τῶν ὑπευθύνων πρῶτον ἥψατο. Αλλ' ἄρχεται ἀπὸ τοῦ δυναμένου κἂν μικρὰν εὑρεῖν ἀπολογίαν, ὅτι παρ' ἄλλου προσώπου ἀπάτην ἐδέξατο. Ἀπὸ τοῦ ἀνδρὸς οὖν ἐπὶ τὴν γυναῖκα χωρεί, καὶ λέγει· Τί τοῦτο ἐποίησας; Η δὲ πρὸς τὸν Δεσπότην· ῾Ο ὅρις ήπάτησέ με. Ὁ ὄφις ἠπάτησε; Χώραν εἶχεν ἡ ἀπάτη, εἰ μὴ προλαβοῦσα ἡ ἐν τολὴ ἀπέκλεισε τὴν πλάνην· εἰ μὴ ἔφθην εἰπὼν, ὅτι Εν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε, εἶχε χώραν ἡ ἀπάτη. Διὰ τί μὴ ὁ τοῦ Θεοῦ Ακολούθει ο λόγος, ἀλλ' ὁ τῆς ἀπάτης ἐδέχθη; Οὕτως ὁ Δημιουργὸς ἀναίτιος ἦν, ὁ δὲ παρακὰς ὑπεύθυνος. Αλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἡ μὲν ἐξέτασις τῶν πεπλημμελημένων ἀπὸ τοῦ ἀπατηθέντος ἐπὶ τὴν ἀπατηθεῖσαν, ἡ δὲ ἀπόφασις ἐπὶ τὸν αἴτιον τῶν κακών. Πρωτ τον ή θεία δίκη κατ' ἐκείνου φέρει τὴν ψῆφον. Οὐ γὰρ ἀποφέρεται κατὰ τοῦ ἀνδρὸς, οὐδὲ κατὰ τῆς γυναικὸς εὐθέως, ἀλλὰ κατὰ τοῦ ἔφεως. Καὶ ὄρα τὸ μακρόθυμον τῆς δίκης. Οὐ καλεῖ τὸν ὄφιν ὁ Θεὸς εἰς ἐξέτασιν· οὐ γὰρ εἰς ἕτερον ἀναγαγεῖν τὴν αἰτίαν βούλεται, οὐδὲ εὐ ρεῖν ἀποφυγὴν ἑτέραν. Τί οὖν πρὸς αὐτόν; Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ὁ ὄφις ὄργανον ἦν φαινόμενον, ὁ δὲ διάβολος ἀοράτως ὁ διὰ τοῦ ὄψεως ἀπατῶν. Τίνος ένεκεν κατὰ τοῦ ὀργάνου ή τιμω ρία, καὶ οὐ κατὰ τοῦ αὐθέντου τῆς πονηρίας γίνεται ἡ θεία δίκη; Καὶ κατὰ τῆς ἁμαρτίας χωρεί, καὶ κατὰ τοῦ οργάνου τῆς ἁμαρτίας. Οίδας, ὅτι καὶ τὸν λογισμὸν οὐκ ἔχοντι ταύρῳ, ἐὰν κερατίσῃ, ὁ Θεὸς θάνατον ὁρίζει τὴν δίκην, καίτοι λογισμὲν οὐκ ἔχοντι, ἀλλ᾽ [] αὐτὴν ὅλως τὴν ὁρμὴν κολάζει. Οὕτω τοίνυν καὶ ἐνταῦθα κατὰ τοῦ ὄρέως ἀποφαίνεται, δεικνύς, ὅτι εἰ τὸ ὄργανον τῆς ἁμαρτίας οὕτω τιμωρεῖται, πολλῷ μᾶλλον τὴν ἐνεργής τῷ δένδρο. ἠκούσθη. σαντα κολάζει. Διὰ τοῦτο ὁ μακάριος Ἡσαΐας τὴν ἀπε λὴν ταύτην τὴν κατὰ τοῦ ὅρεως καλῶς ἐκλαθόμενος φησι· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, Επάξει ὁ Θεὺς τὴν μάχαιραν τὴν ἁγίαν καὶ μεγάλην καὶ ἰσχι ρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὅριν τὸν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιόν, καὶ ἀντλεῖ τὸν δράκοντα τῇ ἡμέρᾳ ἐκείνῃ. Δράκοντα καλεῖ τὴν διάδο λον, καὶ ὄφιν σκολιόν, αὐτὸν τὸν τῶν δαιμόνων ἄρχοντα. Οὕτω γοῦν καὶ ὁ Σωτήρ φησιν. Ιδού δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄψεων καὶ σκορπίων. Καὶ ἵνα μὴ τὰ φαινόμενα υπολάβης, ἐπήγαγε. Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. 'Αλλ' όταν ακούς; δράκοντα καὶ ὄφιν, μὴ ρίζαν κακίας ὑπολάβης, ὡς φαν οἱ Μανιχαίοι. Οὐ γὰρ ἦν ρίζα κακοῦ, οὐδὲ φύσις των ρίας, ἀλλὰ ροπή παρανομίας. Ορᾷς, φησί, τὴν Γραφήν, ὅπως αὐτὸν ὄφιν ἐκάλεσε καὶ δράκοντα, καὶ ὥσπερ ξένην τινὰ φύσιν πονηρίας εἰσηγουμένην; Αλλὰ ταῦτα των ἀσεβῶν τὰ ῥήματα κενὰ καὶ μάταια καὶ λογισμὲν οὐκ ἔχοντα. Καὶ γὰρ ὅταν πρὸς τοὺς ἀνθρώπους λέγῃ ὁ Κύ ριος· Όψεις, γεννήματα εχιδνῶν, οὐ τὴν φύσιν δια βάλλει, ἢ τὴν προαίρεσιν διαμάχεται. Οὕτως οὐ δεῖ λέξεσι πείθεσθαι, ἀλλὰ ταῖς ἐννοίαις παιδεύεσθαι. γ'. 'Αλλ' ἀντιτείνουσι πάλιν, καὶ ἕτερον ζητοῦσι ζήτημα. Διὰ τί, φησὶ, τὸ δένδρον ἐκάλεσε γνωστόν καλού και πονηροῦ, εἰ μὴ πάντως φύσιν τινά τοιαύτην ἐβούλετα γνωρίσαι τοῦ φυτοῦ τὸ θεῖον γράμμα; Μὴ συκοφάντει ἁπλῶς, ἄνθρωπε, τὴν ἀλήθειαν. Τὸ γὰρ δένδρον του καλοῦ καὶ πονηροῦ οὐ φύσιν ἐγέννησεν, ἀλλ᾽ ὑπόθεσιν ήνεγκε· καὶ ἐκαλεῖτο τῇ προσηγορία τοιαύτῃ. οὐκ ἐπειδή, τοῦτο εἶχε κατὰ φύσιν, ἀλλ' ἐπειδὴ τοῦτο ἐπετέλει κατά τὴν ἀπόφασιν. Τί γὰρ ἐδίδαξε τὸν ᾿Αδάμ ἡ γεῦσις; Ὅτι καλὸν τὸ ὑπακοῦσαι Θεοῦ, καὶ κακὸν τὸ παρακούσαι Θεοῦ. Καὶ τοῦτό ἐστιν ἡ γνῶσις καλοῦ καὶ πονηροῦ, καὶ οὐδὲν ἕτερον ὅλως. Ἐπεὶ ποίαν εὗρε γνῶσιν τῶν καλῶν ἀναβλέψας εὐθέως; τί ἕτερον εἶδε καλόν; τὴν ἐλεημοσύν νην; Τίνες γὰρ ἦσαν ἐκεῖ πένητες; Ἀλλὰ τί εἶδεν; ὅτι καλὸν ἡ φιλανθρωπία; Ποίαν γὰρ εὗρεν ὑπόθεσιν φίλο ανθρωπίας; Τί ούν εὗρεν; ὅτι καλὸν μὲν τὸ ὑπακούειν, κακὸν δὲ παρακούειν τοῦ εὐεργέτου. Τίς ταῦτα σαφηνί. ζει; Η Γραφή λέγει, Εἰ ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλόν, ἢ τί Κύριος ἐπιζητεῖ παρὰ σοῦ, ἀλλ᾽ ἢ τὸ φοβεῖσθαι τὸν Κύριον καὶ Θεόν σου; Ορᾶς, ὅτι καλὸν ο φόβος τοῦ Θεοῦ, πονηρὸν δὲ τὸ παρακούσαι Θεώ; Ἔφριξε, φησίν, οὐρανὸς, καὶ ἐξέστη ἡ γῆ. Ότι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπεν της γὴν ὕδατος ζώντος, καὶ τὰ ἑξῆς. Διὰ τί οὖν, φησίν, εἶπε, Μὴ ἅψῃ τοῦ δένδρου, ἐξ οὗ ἐὰν φάγῃς, μέλλεις γινώσκειν διὰ τῆς παραβάσεως τὸ καλὸν καὶ πονηρόν; διὰ τί; Εγώ σοι σαφηνίσω καὶ σύντομον ἀποδώσω λό γον. Φίλον ἀεὶ τῇ θείᾳ Γραφῇ τοιαύτας διδόναι ταυ πράγματι προσηγορίας, οἷας ἂν καὶ τὰς ὑποθέσεις ἐνέγ χωσιν. Οἷόν τι λέγω· Ο Ἰσαὰκ ώρυξε φρέαρ οι λιστιαῖοι ἐλθόντες ἐμαχήσαντο περὶ τοῦ φρέατος, καὶ εἰς ἑαυτοὺς περιεποιήσαντο φρέαρ, ἀλλοτρίους καρπούμενα πόνους. Τί οὖν ὁ Ἰσαάκ; Εκάλεσε τὸ ὄνομα τοῦ λάκκου, Εχθρίαν. Οὐχ ὁ λάκκος τὴν ἐχθρίαν εἰργάσατο, ἀλλ' ἡ ὑπόθεσις ἡ περὶ αὐτοῦ ἐχθρίαν ἐποίησε, καὶ διὰ τοῦτο Φρέαρ ἐγένετο ἐχθρίας. Εποίησεν ἄλλο φρέαρ, καὶ ἀν ηρέθη καὶ τοῦτο· καὶ ἐκάλεσεν αὐτὸ Φρέαρ ἀδικίας, συχ ὅτι τὸ φρέαρ ἦν ἀδικίας, ἀλλ' ἐπειδὴ ἡ ἀδικία περὶ τ φρέαρ ἔσχε τὴν ὕλην. Ομοίως καὶ οἱ ὑπηρέται τοῦ Ἰωά καὶ τοῦ ᾿Αβεννήρ, περὶ τὴν κρήνην, ὡς ἴσασιν οἱ τὴν Γραφὴν ἐπιστάμενοι, ἀλλήλοις συγκροτούμενοι, ἀλλήλοις ἐπεβούλευσαν, καὶ ἐκλήθη ὁ τόπος Μερὶς τῶν ἐπιβούλων. Πάλιν ἐνταῦθα οὐχ ὁ τόπος τὴν ἐπιβουλὴν ἐγέννησε», ἀλλ᾽ ἡ ὑπόθεσις ὄνομα τῷ τόπῳ δέδωκεν. Οὕτως οὖν καὶ ἐπὶ τοῦ ᾿Αδάμ. Ἐπειδὴ ἐκ τῆς γενέσεως ἔμελλε λοιπόν πείραν λαμβάνειν, ὅτι καλὸν τὸ ὑπακοῦσαι, κακὸν δὲ τὸ παρακοῦσαι, ἔλαβε τὸ δένδρον ἐκ τῆς ὑποθέσεως την προσηγορίαν. ᾿Αλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Γένοιτο δε ἡμᾶς ἀπὸ τοῦ ξύλου ἐκείνου φυγεῖν, καὶ προσδραμον τῷ ξύλῳ τῆς ζωῆς, τῷ φυτῷ [] τοῦ σταυροῦ, τῷ ἀν θήσαντι καρπούς δικαιοσύνης, το παρθενίαν βλαστήσαντι καὶ ἁγιωσύνην πηγάσαντι, καὶ καρποὺς διαφόρους ἀποτίσαντι, πολλοῖς καὶ διαφόροις κομώντας τοῖς πλευ εκτήμασι, τῷ ἐν ταύτῃ τῇ πήξει τῇ αἰσθητή του ξύλου τὴν μεγίστην ἐκείνην καὶ ξένην σωτηρίαν, οὐχ ἦν ὁ Σε
Page scan enlarged

Notebook

Full View