Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
PG 69:1275αἰσχίω κατασείεσθαι ῥοπαῖς Οργὴν δὲ τὴν εἰς τιμωρίαν κίνησιν φησιν· ὥσπερ οὖν καὶ τὸ παρα οξυνθῆναι, τὴν εἰς τοῦτο ὁρμήν τε καὶ κίνησιν. [Ότι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ἐρῶ· Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα. Χεὶρ καὶ δεξιὰ τοῦ Πατρὸς ὁ Υἱός, ἐν ᾧ ἐστερέωσε τὸν οὐρανὸν καὶ ἐθεμελίωσε τὴν γῆν. Δεξιά και χείρ τοῦ Πατρὸς ὁ Υἱός, ὥς φησιν ὁ Δαβίδ· «Δεξιά Κα ρίου ἐποίησε δύναμιν.» Καὶ πάλιν·· Ἐμοῦ δὲ ἀντο ελάβετο ἡ δεξιά σου.» Τὸ δὲ, ο Αρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, ο ἔμοιόν ἐστι τῷ λεγομένῳ ὑπὸ τοῦ μακαρίου Δαβίδ. • Υψωθήτω ἡ δεξιά σου. 3 Εξει γὰρ κατὰ τὸ ἀνθρώπινον τὸν Υἱὸν τοῦ ἀνθρώπου ὑψωθῆναι, δεξιὰν ὄντα τοῦ Πατρός. Δείκνυσι δὲ αὐτὸν καθὸ ἦν δεξιὰ Θεὸν ἐκ Θεοῦ μόνου, καὶ ὁμοούσιον, καὶ μιᾶς δυνάμεως καὶ ἐξουσίας καὶ κυριότητος. Το γὰρ, ο Ομοῦμαι τῇ δεξιᾷ μου, τοῦτο ἐμφαίνει. Ἐπεὶ γὰρ οὐκ εἶχε κατά μείζονος ἐμόσαι, ᾗ φησιν ὁ Απόστολος, ώμοσε καθ' ἑαυτοῦ. Χαρακτήρ έστι τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ Υἱὸς, καὶ εἰκὼν ἀπαράλλακτος, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα. Απο δείκνυσι δὲ αὐτὸν καὶ συναΐδιον, καὶ ζῶντα εἰς τὸν αἰῶνα μεθ᾿ ἧς ὑψοῦ δεξιᾶς. Ταῦτα δὲ γενήσεται, φη σιν, ὅταν ὑμᾶς τιμωρήσωμαι τὴν ἐμὴν προπηλακι σαντας δεξιάν, ἵνα γνώτε ὡς ἀκουσίως βουλήσει ἐμπ ἐταπείνωσα αὐτὴν δι' ὑμᾶς τοὺς ἀποστραφέντας, καὶ μὴ δεξαμένους αὐτήν.] ΟΔΗ ΑΝΝΑ ΜΗΤΡΟΣ ΣΑΜΟΥΗΛ ΕΝ ΒΑΣΙΛΕΙΩΝ ΠΡΩΤΟ. |"Ότι στείρα έτεκεν ἐπτε· καὶ ἡ πολλὴ ἐν τῇ κνοις ἠσθένησεν. Τὰ ἑπτὰ τίθησιν ἀντὶ πολλῶν, καὶ ὅσα τυχόν εἰς τέλειον ἀριθμὸν καταλογισθείη ἄν. Ἐν γὰρ ἐστὶ ἡμέραις ἅπας ὁ χρόνος ἀνακυκλοῦται. Αρξάμενος γὰρ ἀπὸ πρώτης ἄνεισι μὲν ἐξ ἀρχῆς ἐπὶ τὴν ἑβδο μάδα· εἶτα κλείσας εἰς τέλος ἐκεῖ τὸν τῶν ἡμερῶν ἀριθμὸν ἐπανήξει πάλιν ἐπὶ τὴν πρώτην. Επτά, τουτέστι πολλά. Διάφοροι γὰρ αἱ ἀρεται, καὶ οὐ μία μᾶλλον, ἀλλὰ πολλαὶ, ὧν εἰσι μητέρες απ φιλόθεοι ψυχαί. ] ἀδήλου.
End of PG 69.≣ read PG 69 as one pagePG 70 begins →