Diplomatic text · vision-corrected transcription of the Migne scan (89% of openings; remainder still OCR), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 679–680page 1 of 9
PG 69:679ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΑΣ ΒΑΣΙΛΕΙΩΝ ΒΙΒΛΟΥΣ ΒΙΒΛΟΣ Δ΄. Καὶ ἑλεύς Σαμουὴλ ἀρνα γαλαθηνὸν ἕνα. Κυρίλλου ἀρχιεπισκόπου Αλεξανδρείας. Ορις όπως μεσίτην ὁμοῦ καὶ τῆς σωτηρίας πρύτανιν ἐποιεῖτο Χριστόν; καὶ τὸ ἐπ' αὐτῷ μυστήριον. ὅπλον οἷάπερ ἀῤῥαγές, ταῖς τῶν ἀλλοφύλων ἐφόδους ἀντανιστὰς σέσωκε τὸν Ἰσραήλ; Αρνα γὰρ γαλαθηνὸν ἔθυσεν εἰς τύπου Χριστοῦ, καὶ πάλαι βοῶντος διὰ φωνῆς προφητῶν· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Επιτήρει δὲ όπως τῆς θυσίας ἡ δύναμις έτοιμότερον πρὸς τὴν ἐπικουρίαν τοῖς ἐπὶ τοῖς κάμνουσιν ἀποτετέλεκεν τὸν Πατέρα. Κατεβρόντησεν γὰρ τῶν δι' ἐναντίας μέγα τι καὶ ἐξαίσιον· καὶ τοῖς προσάγουσι τὴν θυ τίαν μισθὸν ἐδίδου τὴν σωτηρίαν εἰς τύπον μυστηρίου τοῦ κατὰ Χριστόν. Καὶ νῦν κατάστησον ἐφ' ἡμᾶς βασιλέα. Κυρίλλου. Απεφοίτησε μὲν ὁ Ἰσραὴλ τοῦ βασι λεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν· ἐκαλέσατο δὲ βασιλέα ἄνθρωπον. Ταύτῃ τοι καὶ ἀπώλισθε τῆς ἐν
col. 699–700page 2 of 9
PG 69:699Δ. Γ. 1.] Συναγωγὴ ἐξηγήσεων ἀπὸ διαφόρων ἁγίων Πατέρων καὶ διδασκάλων εἰς τὴν βίβλον τῶν Ψαλμών, συλλεγείσα παρά τοῦ Ιερωτάτου μητροπολίτου Ηρακλείας κυρίου Νι κήτα τοῦ τῶν Σεβρών. Πρόκειται μὲν ἡμῖν τῶν ἱερῶν Ψαλμῶν ἡ ἐξήγησις· δεῖ δὲ πρότερον ἐκθέσθαι τινὰ τῷ σκοπῷ συλ λαμβανόμενα, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὴν τῶν Ψαλμών ανάπτυξιν. Ἔστιν οὖν ταῦτα τὰ ζητήσεως ἄξια πρώτ τον μὲν πότε ἀπὸ τῆς Ἑβραῖδος εἰς τὴν Ἑλληνίδα γλώσ ταν ἡ Παλαιὰ καὶ θεία Γραφή μετεβλήθη, καὶ πατά κις καὶ ποίαν ἑρμηνείαν ἡμεῖς ἑδεξάμεθα. Δεύτερον δὲ, τίς ἡ αἰτία τῆς τῶν προφητικών βιβλίων ἀσαφείας. Τρίτον τί τὸ ψαλτήριον, καὶ τίς ὁ ψαλμὸς, καὶ τί τὸ διάψαλμα, πολλαχοῦ τῶν Γραφών εὑρισκόμενα, καὶ τι δηλοῖ τὸ ἀλληλούϊα. Τί τε διαφέρει ψαλμός και εκ καὶ ὕμνος καὶ αἴνεσις καὶ προσευχή. Τέταρτον δε, εξ πάντες τοῦ Δαβὶδ οἱ ψαλμοί, καὶ τίνος ένεκεν ευρύ όμως καὶ μετ' ᾠδῆς αὕτη ἡ προφητεία λέγεται. Πέμ πτον δὲ καὶ τελευταῖον, εἰς πόσας μερίδας το Ψαλμῶν βιβλίον διήρηται. Ταῦτα τοίνυν εἰς ἀριθμὸν θέμενοι τὰ κεφάλαια, φέρε πρώτον τὸ πρῶτον της τήσωμεν, ὧδέ τως τοῦ λόγου ἀρχόμενοι. Φίλωνος καὶ Ἰουστίνου. Πάλαι μὲν Ἰουδαῖοι μόνοι τὰ τῆς Παλαιᾶς Διαθή της εἶχον βιβλία κατὰ τὴν αὐτῶν συγγραφέντα διά λεκτον· ἡμεῖς δὲ τὴν ἐντεῦθεν οὐκ ἀτρυγώμεν ώρες λειαν. Οτε δὲ μετὰ ᾿Αλέξανδρον τον Μακεδόνα 4 Φιλάδελφος Πτολεμαίος κατ' Αίγυπτον ἐβασίλευσε, ζῆλον λαβὼν τῆς τῶν Ἰουδαίων φιλοσοφίας, εἰς Ἑλλάδαγλῶσσαν τὴν Χαλδαϊκήν μεθαρμόζεσθαι διενοείτο, καὶ πρέσβεις εὐθὺς ἐξέπεμψεν πρὸς Αζαρίαν τὴν τότε τῆς Ἰουδαίας ἀρχιερέα, τὸ βούλημά τε δηλῶν, καὶ παροτρύνων ἀριστίνδην ἐλέσθαι τοὺς τὸν νόμον διερ μηνεύσοντας. Ο δὲ ἀρχιερεὺς, οἷα εἰκὸς, ἡσθεὶς, καὶ νομίσας οὐκ ἄνευ θείας ἐπιφροσύνης περὶ τὸ τοιοῦτον ἔργον ἐσπουδακέναι τὸν βασιλέα, σκεψάμενος τους παρ' αὐτῷ δοκιμωτάτους Εβραίων, οἱ πρὸς τῇ παν τρίῳ καὶ τὴν Ἑλληνικὴν ἐπεπαίδευτη παιδείαν, καὶ ἐξ ἑκάστης τῶν δώδεκα φυλῶν ἐξ ἄνδρας ἐπιλεξάμενος, ἄσμενος ἀποστέλλει· οἱ δὲ ἐν διαφόροι; οἰκίσκος κατὰ δύο, ὥς φησιν ὁ Ἰουδαῖος Φίλων, ἢ καὶ καθ᾿ Ένα, ὡς ὁ θεῖος Ἰουστῖνος ἀποφαίνεται, διαιρεθέντες ἐν Φάρῳ τῇ ᾿Αλεξανδρείας νήσῳ πᾶσαν τὴν θείαν Γραφὴν, καὶ αὐτοὺς τοὺς Ψαλμοὺς ἡρμήνευσαν, καὶ πάντες ἐν τῇ ἑρμηνεία συνεφώνησαν, οὐδὲν ἀλλήλων παραλλάξαντες οὔτε κατὰ τὴν ἔννοιαν, οὔτε κατά τὴν λέξιν· ἀλλὰ τὰ αὐτὰ ὀνόματα καὶ ῥήματα, εσπερ υποβολέως ἑκάστῳ ἀοράτως ἐνηχοῦντος τοῖς δηλουμένοις ἐναρμοσάμενοι πράγμασιν· ὥστε θαυμάσαι τὸν Πτολεμαῖον. Γέγονε δὲ ἡ τῶν Εβδομήκοντα δύο του των ἔκδοσις πρὸ τριακοσίων καὶ ἑνὸς ἐνιαυτοῦ τῆς τοῦ Σωτῆρος ἐπιδημίας. Μετὰ δὲ ταῦτα ἐπὶ τῶν χρόνων Αδριανοῦ τοῦ Ρωμαίων αὐτοκράτορος, Ακύλας ο Σινωπεύς, ἐξ Ελληνισμοῦ εἰς Χριστιανισμόν μεταθέμενος, εἶτα πά λιν εἰς Ἰουδαϊσμὸν ἀποκλίνας, κεχαρισμένην τα δαίοις ἑρμηνείαν ἐξέθετο. Μετά δὲ τοῦτον ἐπὶ Σεβή ρου, ὁ ἐκ Σαμαρείας Σύμμαχος, τῷ αἱρετικῷ Μαρ
col. 701–702page 3 of 9
PG 69:701ΡΕΡΑΤΙΟ. πίωνι ὁμιλήσας, και τι μηνίσας τοῖς Σαμαρείταις. διὰ τοῦτο τὰ τῶν Ἰουδαίων ἀνθελόμενος, χαριζεται αὐτοῖς τὴν διεφθαρμένην ἐπὶ τῇ ἐκδόσει διάνοιαν. Μεθ' οὓς ἐπὶ Κομάδα του βασιλέως, Θεοδοτίων ὁ ἐξ Εφέσου, τὰς ἱερὰς Βίβλους κακῶς καὶ διαστρόφως Εξέδοτο. Καὶ πέμπτη δὲ καὶ ἔκτη ευρέθη έκδοσις, ἡ μὲν ἐπὶ Καρακάλλου τοῦ Ῥωμαίων ἡγεμονεύσαντος, ἡ δὲ ἐπὶ ᾿Αλεξάνδρου τοῦ τῆς Μαμμαίας· ἀπάτορες μὲν ἀμφότεραι καὶ ἀνώνυμοι· πλὴν οὐδετέρα ἀσφα λής. Ἐπὶ δὲ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν τυ ράννων, ὁ ἱερόμαρτυς Λουκιανός, ἀνὴρ οὐχ ἧττον τὰ Ἰουδαίων ἀκριβωσάμενος ἢ τὰ Ἑλλήνων, τὰς ἐκεί των Βίβλους εἰς τὴν ἡμετέραν διάλεκτον μετατίθησιν ἄριστά τε καὶ ἀσφαλέστατα. Ἡμεῖς δὲ καὶ τὴν τιαύτην έκδοσιν σεβαζόμενοι, τῇ τῶν Ἑβδομήκοντα δύο προσκείμεθα μάλιστα, ότι διῃρημένως τὴν τῆς διαλέκτου μεταβολήν ποιησάμενοι, μίαν ἐν ἑκάστοις ἔννοιαν καὶ λέξιν ἀποδεδώκασιν Οὗτοι καὶ τοὺς Ψαλμούς μεταθέμενοι, τὸν πρῶτον καὶ τὸν δεύτερον ἀνεπιγράφους ἐξέθεντο τῷ Εσδρα πάντως ἀκολουθήσαντες. Έσδρας γὰρ Ἰουδαῖος φιλομαθὴς καὶ σπουδαῖος πρὸ ἑκατὸν καὶ πεντήκοντα ἐνιαυτῶν τῆς τῶν Ἑβδομήκοντα δύο ἐκδόσεως, πολλά τα άλλα τῶν προφητικών βιβλίων διαῤῥυέντα, τὸ μὲν διὰ τὴν ῥαθυμίαν τῶν Ἰουδαίων, τὸ δὲ διὰ τὰς συχνὰς αἰχμαλωσίας, πάλιν συνήγαγε· καὶ μέντοι καὶ ψαλ μούς τρισχιλίους, οἷς καὶ ἐπιγράμματα τέθεικεν & νῦν ἔχουσιν. Αλλ' ὕστερον Εζεκίας ὁ θεοσεβής βα σιλεύς, τοὺς ἑκατὸν μόνους καὶ πεντήκοντα ψαλμούς ἐκλεξάμενος, τοὺς ἄλλους ἠθέτησε· τὸ δ' αὐτὸ καὶ περὶ τὰ τοῦ Σολομῶντος συγγράμματα πεποίηκε, τρία μόνα ἐγκρίνας, τὰς Παροιμίας, τὸν Ἐκκλησιαστὴν, καὶ τὸ Ασμα· τὰ δ᾽ ἄλλα πάντα ἀποδοκιμάτας, ὅσα περιττὰς τὴν σοφίαν γενόμενος ὁ Σολομών περὶ οὐρανοῦ καὶ στοιχείων καὶ φυτῶν καὶ τῆς ἑκάστου δυνάμεως συνεγράψατο. Τοῦτο δὲ κατά γνώμην εὐσεβῆ ὁ Ἐζε κίας εποίησε, βουλόμενος πάντας ἀνθρώπους εἰς Θεὸν μόνον καταφεύγειν, καὶ παρ' αὐτοῦ ζητεῖν παντὸς πάθους καὶ νοσήματος θεραπείαν, ἀλλὰ μὴ ξύλοις καὶ λίθοις ἑαυτοὺς ἀνατιθέναι, κάντεῦθεν καταφρονεῖν τῆς τοῦ Θεοῦ τιμῆς. Καὶ περὶ μὲν τούτων του αῦτα. Χρυσοστόμου. Δύο δὲ αἰτίας τῆς τῶν Γραφῶν ἀσαφείας εἰπεῖν ἔχομεν· μίαν μὲν ὅτι ἀπὸ τῆς Ἑβραΐδος διαλέκτου εἰς τὴν Ἑλληνίδα μετ[ετ]έθησαν· ὅταν δὲ γλῶττα εἰς ἑτέραν ερμηνευθῇ, πολλὴν ἔχει τὴν δυσκολίαν, καὶ ἴσασιν ὅσοι πολλῶν γλωσσῶν εἰσιν ἔμπειροι· δευτέραν δὲ, ὅτι πολλὰ προλέγουσιν Ἰουδαίοις αἱ προφητείαι κακά καὶ ὡς αὐτοὶ μὲν ἐκβληθήσονται, ἡμεῖς δὲ εἰσδεχθη σώμεθα. Ιν' οὖν μὴ σαφῶς ἀκούσαντες, παρὰ τὴν ἀρχὴν διαχειρίσωνται τοὺς λέγοντας ταῦτα προφήτας, καὶ τὰ βιβλία ἀφανίσωσι, διὰ τοῦτο τῇ δυσκολία τῆς Ερμηνείας τὰς προῤῥήσεις ἀπέκρυψαν.
col. 705–706page 4 of 9
PG 69:705καιν ἐνομάσθη τὸ διάψαλμα· τισὶ δὲ μέλους ἐναλλα τῶν, ποτὲ μὲν βαρύτερον απηχουμένου, ποτὲ δὲ ἀξύ τέρων· ἕτεροι δέ φασιν, ὅτι συντιθεὶς ὁ Δαβὶδ ἔκαστον τῶν ψαλμών παρεδίδου ἐνὶ χορῷ, καὶ ἔψαλλεν αὐτὸν ἐν ἐκείνῳ τῷ χορῷ· εἰ δήπου ἔδοξεν αὐτῷ κατά μέσον τοῦ ψαλμοῦ, καὶ ἄλλῳ χορῷ παραδοῦναι τὸ λοιπὸν τοῦ ψαλμοῦ, τότε καὶ ἡ διαδοχὴ τοῦ ρυθμοῦ ἐκαλεῖτε διάψαλμα. Ἡμεῖς δὲ τάς τε τῶν πατέρων υπολήψεις οὐκ ἀποβάλλομεν, ἐννοῆσαι δέ τι καὶ παρ' ἑαυτῶν πρὸς τὴν τοῦ ῥητοῦ σημασίαν οὐκ ἀποκνήσαμεν. Τοιαύτην οὖν τινα τοῦ διαψάλματος κατελάβομεν τὴν διάνοιαν, ὅτι προϊούσης κατὰ τὸ ἀκόλουθον τῆς ψαλμ ῳδίας, ἐάν τις ἐγένετο μεταξὺ προφητεύοντος τοῦ Δαβὶδ ἑτέρα τοῦ ἁγίου Πνεύματος θεία έλλαμψις, και προσθήκη τοῦ κατὰ τὴν γνῶσιν χαρίσματος, ἐπ' εφελείᾳ τῶν δεχομένων την προφητείαν, ἐπέχων τὴν φωνὴν, χαιρὸν ἐξόδου τῇ διανοίᾳ δόξασθαι τῶν νοη μάτων τὴν γνῶσιν τῶν γενομένων ἐν αὐτῷ παρὰ τῆς θείας αλλάμψεως. Καὶ ὥσπερ πολλάκις τινὲς μετ' ἀλλήλων διαλεγόμενοι, εἴ ποθεν άθρόα ήχησις ταῖς ἀκοεῖς προσβάλοι, παυσάμενοι τοῦ λόγου πρὸς τὸν έχου της διανοία συντείνονται, σχολὴν παρέχοντες δι' ἡσυχίας τῇ ἀκοῇ, τοῦ γνῶναι τοῦ ἤχου τὴν δύναμινο εἶτα παυσαμένης της προσηχούσης φωνής πάλιν ἀλλήλοις διαλέγονται· οὕτω καὶ ὁ μέγας βαθμό ὑποφητεύων τῷ Πνεύματι, ἅπερ το φθάσας ἔμαθε, διεξήει τῇ μελωδία. Καὶ εἴ τι μεταξύ λέγων ἐπεδιδάσκετο, απέχων τὴν τῆς ψυχῆς ἀκοὴν τῷ πνευματικῶς ἐνηγοῦντι, καὶ κατασιγάζων τὸ μέλος ὧν αὖ πλήρης ἐγίνετο, ταῦτα πάλιν διεξήει. Ἔστιν οὖν τὸ διάψαλμα, μεταξύ της ψαλμωδίας γινομένη κατὰ τὸ ἀθρόον ὑπηρέμησις πρὸς ὑποδοχὴν τοῦ θεόθεν επεισκρινομένου νοήματος· ἡ διά ψαλμά ἐστι διδασκαλία τοῦ Πνεύματος τῇ ψυχῇ κατὰ τὸ ἀπόρθητον ἐγγινομένη τῆς περὶ τὸ νόημα τοῦτο προσοχῆς, τὸ συνεχὲς τῆς μελωδίας περικοπτούσης. ἵνα δὲ μὴ νομίσωσιν οἱ πολλοὶ, ὅτι ἡ σιωπὴ σημείόν ἐπι τοῦ ἐπιλελοιπέναι τὴν προφητεύοντα τὴν τοῦ Αγίου Πνεύματος δύναμιν, τούτου χάριν τινὲς τῶν ἐρμηνέων ἀντὶ τοῦ διαγάλματος, τὸ ἀεὶ τοῖς διαλείμμασι τούτοις έγγράφουσιν· ὡς ἂν διὰ τούτου μάτ θωμεν, ὅτι ἡ μὲν τοῦ ἁγίου Πνεύματος χάρις πάνω τότε ἦν· ὁ δὲ ἑρμηνεύων τὰ ἐγγινόμενα θεόθεν τῇ ψυχῇ νοήματα λόγο; οὐ πάντοτε ἦν. Ἀλλὰ τὸ μὲν ἐξερώνει τῆς διανοίας, τὸ δὲ ὑπεδέχετο· ἐν ᾧ μὲν γὰρ ἐξηγόρευε τὰ ἐντυπωθέντα τῇ διανοίᾳ νοήματα, προῄει δι' ἀκολούθου ή ψαλμῳδία· εἰ δέ τι τῶν θεια τέρων τὴν τῆς ψυχῆς αὐτοῦ ἀκοὴν περιήχησεν, ὅλος τῆς ἀκροάσεως ἦν κατασιγάζων τὸ μέλος. Αεὶ τοί του του Αγίου Πνεύματος καὶ παρὰ τὸν τῆς σιωπῆς καιρὸν ἐν αὐτῷ λαλοῦντος, ὁ λόγος ἐν διαλείμμασιν ἦν· τὸ δὲ διάλειμμα παρὰ τῶν ἑρμηνέων ὠνομάσθη διάψαλμα. Ότι δὲ θειοτέρας ἐπιπνοίας ἐπίτασίς ἐστι τὸ διάψαλμα, ἐντεῦθεν ἄν τις κατίδοι· ἐν γὰρ τῇ ἀρχῇ τοῦ τρίτου ψαλμοῦ τὰς οἰκείας συμφορές ἀπολοφύρεται, καὶ διαπορούμενος λέγει· «Κύριε, τι επληθύνθησαν οἱ θλίβοντές με;» Περὶ τὰ μέσα δέ
col. 707–708page 5 of 9
PG 69:707;: «: που τοῦ ψαλμοῦ, ἔνθα καὶ τὸ διάψαλμα πειναι, θέλω ρους ἀναπλησθεὶς, πέποιθεν καὶ παρρησιάζεται την ἑαυτοῦ σωτηρίαν ὥσπερ ὁρῶν καὶ βολ·. Εγώ έχει μήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεται μου.» Καὶ ταῦτα μὲν οὕτως. Τοῦ αὐτοῦ. Τὸ δὲ ἀλληλούϊα, αἶνος Θεοῦ ἑρμηνεύεται· ἔστε γὰρ τὸ μὲν ἀλληλού αἶνος αἰνεῖτε), τὸ δὲ 13, Θεός. Διὸ καὶ ἀντὶ τοῦ, «Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός, — Αλληλούϊα, ὅτι ἀγαθὸν ψαλμός, ο Σύμμαχος τέθεικε. Βασιλείου. Ψαλμὸς δὲ καὶ ᾠδὴ διαφέρει, ὅτι ὁ μὲν ψαλμός λόγος. ἐστὶ μουσικός, όταν εὐρύθμως κατὰ τοὺς ἀρχ μονικούς λόγους πρὸς τὸ ὄργανον κρούσηται ᾠδή, φωνή ἐστιν ἐμμελὴς ἀποδιδομένη εναρμονίας, χωρὶς τῆς συνηχήσεως τοῦ ὀργάνου. Ὥστε ἐπειδή ψαλτήριον τροπικῶς εἰς ὕμνους τοῦ Θεοῦ ἡ τοῦ αὐ ματος ἡμῶν ἐστι κατασκευή, νοηθεῖεν ἂν καὶ ψαλμός αἱ διὰ τοῦ σώματος πράξεις, εἰ εἰς δόξαν Θεοῦ ἀπο διδόμεναι, ὅταν ὑπὸ τοῦ λόγου ἡρμοσμένοι μηθὲν ἐκε μελὲς ἀποτελῶμεν ἐν τοῖς κινήμασιν. ᾠδὴ δὲ, ὅτα θεωρίας έχεται ψιλῆς καὶ θεολογίας. Καὶ οὕτω μὲν ὁ μέγας Βασίλειος. Γρηγορίου Νύσσης. Ὁ δὲ ἀδελφὸς αὐτοῦ Γρηγόριος ψαλμὸν μὲν νοεῖ τὸν ἡμέτερον βίον, μὴ τοῖς γηίνοις φθόγγοις, τους ἐστι νοήμασι, περιηγούμενον, ἀλλὰ καθαρὸν καὶ ἐξάκουστον ἐκ τῶν ἄνωθεν καὶ οὐρανίων τὸν φθόγγον ἀπεργαζόμενον· ᾠδὴν δὲ τὴν περὶ τὸ φαινόμε ναν ευσχημοσύνην. Καί φησιν, ὅτι ὥσπερ ἐκ τῶν μουσικῶν ὀργάνων μόνος ὁ ἦχος τῆς μελωδίας προσπίπτει ταῖς ἀκραῖς, αὐτὰ δὲ τὰ μελωδούμενα βήματα οὐ διαρθρούνται τοῖς φθόγγοις, ἐν δὲ τῇ ᾠδῇ τὸ συναμφότερον γίνεται· καὶ ὁ τοῦ μέλους ῥυθμός, καὶ τῶν ῥημάτων ἡ δύναμις συνδιεξαγομένη μετὰ τοῦ μέλους· ἦν ἀγνοεῖσθαι ἀνάγκη, όταν διὰ μόνων τῶν μουσικῶν ὀργάνων ή μελωδία γίνηται οὕτως καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιόντων συμβαίνει. Οἱ μὲν γὰρ τῇ θεωρητικῇ καὶ ἐποπτικῇ τῶν ὄντων φιλοσοφίᾳ τὸν νοῦν προσανέχοντες, τῇ ἀπεικαζομένῃ πρὸς τὸν ψαλμόν, ἄδηλον τοῖς πολλοῖς τὴν ἀρετὴν κατορθοῦσιν, ἐν τῷ ἰδίῳ συνειδότι τὸ ἀγαθὸν κατα κλείοντες· οἷς δὲ καὶ τὸ ἦθος τοῦ βίου συγκατο θοῦται, οὗτοι τῇ περὶ τὸ φαινόμενον ευσχημοσύνη. καθάπερ τινὶ λόγῳ καὶ ᾠδὴ ἐμμελεί, τὴν τῆς ζωῆς Ο ἑαυτῶν εὐρυθμίαν διασημαίνουσι. Σημαίνεται ού διὰ μὲν τοῦ ψαλμοῦ τὸ κατὰ διάνοιαν ἀγαθόν· διὰ δὲ τῆς ᾠδῆς, τὸ ἦθος καὶ ἡ περὶ τὸ φαινόμενον εὐτ σχημοσύνη ερμηνεύεται. Ἐπεὶ δὲ μεμαθήκαμεν τί έστι ψαλμός, ὅτι ἡ δι' ὀργάνου μουσικού μελῳδία· καὶ τί ᾠδὴ, ὅτι ἡ μετά τοῦ στόματος γινομένη του μέλους μετὰ τῶν βημάτ των ἐκφώνησις· ῥητέον λοιπόν καὶ τί ὕμνος, ὅτι ἡ ἐπὶ τοῖς ὑπάρχουσιν ἡμῖν ἀγαθοῖς ἀνατιθεμένη τῷ Θεῷ εὐφημία. Αἶνος δὲ, ἤτοι αίνεσις, τῶν θείων θαυ
col. 709–710page 6 of 9
PG 69:709μάτων έπαινος· προσευχὴ δὲν ἱκετηρία περί τινος 1 τῶν συμφερόντων προσαγομένη θεῷ. 'Αλλὰ περὶ τούτων μὲν καὶ αὖθις εἰρήσεται. Χρυσοστόμου. Το μέντοι τέταρτον κεφάλαιον ἐξετάζοντες, εἰ παντες εἰσὶ τοῦ Δαβὶδ οἱ ψαλμοί, φαμὲν ὅτι τρισχίλιοι ψαλτωδοὶ ἀπὸ τοῦ Λευῒτικοῦ καὶ ἱερατικοῦ γένους, εἰς τρεῖς διηρημένοι χορούς, τὸν τοῦ Δαβὶδ ψαλμὸν Έψαλλον. Ἐξῆρχε δὲ τοῦ μὲν πρώτου χορού Ιδι Θούμ ὁ χοροδιδάσκαλος· τοῦ δὲ δευτέρου, Αἰθάμ· καὶ τοῦ τρίτου Ασαφάτ. Κεκμηκότας δὲ τούτους, οἱ υἱοὶ Κορέ διεδέχοντο· ὅθεν καὶ πολλοὺς ὁ Δαβὶδ ψαλμούς ἐπὶ τῷ τούτων ὀνόματι ἔψαλλε. Καί τινες ἐντεῦθεν κακῶς ὑπέλαβον, ὅτι αὐτῶν εἰσιν οἱ ψαλμοί, διὰ τὴ καὶ τὰ ὀνόματα αὐτῶν ἔν τισιν ἐπιγραφαῖς τῶν ψαλ μῶν εὑρίσκεσθαι. Εἰτὶ δὲ πάντες οἱ ψαλμοί, ὡς τοῖς ἀκριβοῦσι δοκεῖ καὶ τῇ ἀληθείᾳ, τοῦ Δαβίδ. Βασιλείου. Μετ' ᾠδῆς δὲ αὕτη ἡ προφητεία λέγεται, ἵνα έκα στος καὶ τέρπῃ τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃ τὸν ἐκ τῆς ἀναγνώσεως πόνον. Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς πολλοὺς τῶν ἀνθρώπων ῥαθυμοτέρους ὄντας καὶ πρὸς τὴν τῶν πνευματικῶν ἀνάγνωσιν δυσχερώς έχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, που θεινότερον τὸν πόνον ποιῆσαι βουλόμενος, καὶ τοῦ και μάτου ὑποτεμέσθαι τὴν αἴσθησιν, τὴν τοῦ μακαρίου Δαβίδ ἐκίνησε γλῶσσαν μελωδίαν ἀναμίξαι τῇ προ φητεία, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς αὐτῷ ἀνα πέμπωμεν ὕμνους. Οὕτω γὰρ ἡ φύσις ἡμῶν πρὸς ο τὰ ᾄσματα καὶ τὰ μέλη οἰκείως ἔχει, ὡς καὶ τὰ ὑπομάζια κλαυ[]μυριζόμενα οὕτω κατακοιμίζεσθαι καὶ γυναῖκες δὲ ἱστουργοῦσαι, καὶ ὁδοιπόροι καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθοῦνται· ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσεις καὶ ᾠδῆς, ἐξον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρά καὶ ἐπίπονα. Ἐπεὶ οὖν ἡ ψυχὴ ἡμῶν οἰκείως ἔχει πρὸς τοῦτο τὸ εἶδος τῆς τέρψεως, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες ἅπαντα ἀνατρέπωσι, τοὺς ψαλμοὺς αὐτοῖς ἐπετείχισεν ὁ Θεὸς, ὥστε ὁμοῦ τὸ πράγμα καὶ ἡδονὴν καὶ ὠφέλειαν εἶναι, τοῦ ἁγίου Πνεύματος τῇ τοιαῦτα ψαλλούσῃ ψυχῇ ταχέως ἐφιπταμένου. Βασιλείου. Ὃς γὰρ εἴρηται, ἐπειδὴ εἶδε τὸ Πνεῦμα τὸ ἅγιον δυσάγωγον πρὸς ἀρετὴν τὸ γένος τῶν ἀνθρώπων, καὶ διὰ τὸ πρὸς ἡδονὴν ἐπιρρεπὲς τοῦ ὀρθοῦ βίου κατ αμελούντας ἡμᾶς, τὸ τῆς μελωδίας τερπνὸν τοῖς δήγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ λείῳ τῆς ἀκοῆς, τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθανόντως υπο δεξώμεθα. Καὶ καθάπερ οἱ σοφοὶ τῶν ἰατρῶν, τὰ αυστηρότερα καὶ πικρὰ τῶν ἀλεξητηρίων φάρμακα πίνειν διδόντες τοῖς ἀῤῥωστοῦσι καὶ κακοσίτοις, εβ. ληπτα ταῦτα ποιοῦσε τῇ τοῦ μέλιτος ἡδονῇ παραρ τζοντες· οὕτω καὶ τὴν κατ' ἀρετὴν πολιτείαν σκλη σὰν οὖσαν, γλυκείαν ή μελωδία ἐποίησε. Διὰ τοῦτο τὰ ἐναρμόνια ταῦτα μέλη τῶν Ψαλμῶν ἐπινενόηται, ἵνα οἱ παῖδες τὴν ἡλικίαν, ἢ καὶ δίως νεαροὶ τὸ ἦθος, τῷ μὲν δικεῖν μελιδῶσι, τῇ ἀληθείᾳ δὲ τὰς ψυχὰς
col. 711–712page 7 of 9
PG 69:711ΤΗ Ο ή ἐκπαιδεύωνται. Ὢ τῆς σοφῆς ἐπαννίας του διδασκά Ο λου, ὁμοῦ τε καὶ ᾄδειν ἡμᾶς καὶ τὰ λυσκαλὴ μανθά ναν μηχανωμένου! Ὅθεν καὶ μᾶλλον ἐντυποῦται ταῖς ψυχαῖς τὰ διδάγματα· βίαιον γὰρ μάθημα ε πέφυκε παραμένειν· τὸ δὲ μετὰ τέρψεως καὶ χάριτος εἰσδυόμενον, μονιμώτερον πως ταῖς ψυχαῖς ἡμῶν ἐνιζάνει. Η μὲν οὖν πρόχειρος αἰτία, καθ᾽ ἣν ἐν ἡδονῇ τὴν ἐν ταῖς Ψαλμοῖς μελέτην ποιούμεθα, αυτι ἐστὶ, τὸ μελῳδεῖν φημι τὰ ῥήματα. Γρηγορίου Νύσσης. Εοικε δὲ ἡ διὰ τῆς μελωδίας φιλοσοφία καὶ μειζόν τι ἢ κατὰ τὴν τῶν πολλῶν διάνοιαν ὑποσημαίνειν. Τί οὖν ἐστιν ὅ φημι; Ἤκουσά τινος τῶν σοφῶν τὸν περί τῆς φύσεως ἡμῶν διεξιόντος λόγον, ὅτι μικρός τίς ἐστι κόσμος ὁ ἄνθρωπος, πάντα ἔχων ἐν ἑαυτῷ τὰ τοῦ μεγάλου κόσμου. Ἡ δὲ τοῦ παντὸς διακόσμησις, ἁρμονία τίς ἐστι μουσική, πολυειδῶς καὶ ποικίλως κατά τινα τάξιν καὶ ῥυθμὸν πρὸς ἑαυτὴν ἡρμοσμένη. Ταύτης δὲ τῆς θεσπεσίας ὑμνῳδίας δοκεῖ μοι καὶ ὁ μέγας Δαβὶδ ἐν ἀκροάτει γενόμενος, εἰπεῖν ἔν τινι τῶν Ψαλμῶν, ὅτι αἰνοῦσι τὸν Θεὸν αἵ τε ἄλλαι δυνάμεις αἱ κατ' οὐρανὸν πᾶσαι, καὶ τὸ ἀστρον φως. δ π ἥλιος καὶ ἡ σελήνη καὶ οἱ τῶν οὐρανῶν οὐρανοὶ, καὶ τὸ ὑπερουράνιον ὕδωρ. Εἰ οὖν ὁ διάκοσμος όλος μου σική τις αρμονία ἐστὶ, μικρὸς δὲ κόσμος ὁ ἄνθρωπος, ἡ ἐν τῷ παντί θεωρουμένη μουσικὴ καὶ ἐν τῇ ἀνθρωπίνῃ φύσει φανήσεται. Δείκνυσι δὲ τοῦτο καὶ ἡ ὀργανική του σώματος ἡμῶν κατασκευή, πρὸς ἐργασίαν μουσικής φιλοτεχνηθεῖσα παρὰ τῆς φύσεως. Θρᾷς τὸν τῆς ἀρτηρίας αὐτὸν, τὴν τῆς ὑπερῷας μαγάδα, τὴν διὰ γλώσσης καὶ παρειῶν καὶ στόματος, ὡς διὰ χορδῶν καὶ πλή κτρου κιθαρῳδίαν. Ἐπεὶ οὖν τὸ κατὰ φύσιν φίλον τῇ φύσει, ἀπεδείχθη δὲ κατὰ φύσιν ἡμῖν οὖσα ἡ μουσική, τούτου χάριν ὁ μέγας Δαβὶδ τῇ περὶ τῶν ἀρετῶν τι λοσοφία την μελωδίαν κατέμιξεν, οἷόν τινα μέλιτος ἡδονὴν, τῶν ὑψηλῶν καταχέας δογμάτων. Κάμει δε κεῖ συμβουλεύειν δι' αινιγμάτων, ὅτι οὐ δεῖ ἄμουσόν τε καὶ ἔκτροπον καὶ παρηχημένον τῶν ἐν ἀρετῇ ζών των εἶναι τὸ ἦθος, ἀλλ' ἐμμελὲς καὶ εὐρυθμον, καὶ μὴ πέρα τοῦ μέτρου υπερτεινόμενον (ῥήγνυται γὰρ πάντω; τῇ ὑπερτάσει της χορδής τὸ εὐάρμοστον), μήτε πρὸς τὸ ἐναντίον ἐν ἀμετρία τῆς ἡδονῆς ὑποχε λώμενον. Κωφὴ γὰρ καὶ ἄναυδος γίνεται ἡ ψυχή. ταῖς τῆς ἡδονῆς ἐγχαυνωθεῖσα πάθεσι. Δήλον οὖν ἐκ τούτων ἐστὶν, πρὸς ὅ τι βλέπει τῆς μελωδίας τὸ αἷ νιγμα, ὅτι τὴν τῶν παθημάτων συμβουλεύει συστολήν ταμεῖσθαι, τῶν διαφόρως ἡμῖν ἐγγινομένων ἐκ τῶν βιωτικών περιστάσεων. Ὅθεν καὶ τὰ κατορθώματα τῆς θείας ταύτης μουσικής προσμαρτυρεί τῷ Δαθμό ἡ ἱστορία, ὅτι παράφορόν ποτε καταλαβών των Σαούλ καὶ ἐξεστηκότα τῆς διανοίας, οὕτως ἐξιάσατο και επάδων του πάθους, ὥστε αὐτῷ πάλιν πρὸς τὸ κατα φύσιν ἐπανελθεῖν τὴν διάνοιαν.
col. 713–714page 8 of 9
PG 69:713Επιφανίου. Τὴν δὲ τῶν Ψαλμῶν βίβλον (τοῦτο γὰρ ἐξετάσαι λείπεται) εἰς πέντε βιβλία Εβραίοι διαιρούσιν, ὥστε ἡ γενέσθαι καὶ αὐτὴν ἄλλην πεντάτευχον. Ἀπὸ γὰρ τοῦ πρώτου ψαλμοῦ μέχρι τοῦ τεσσαρακοστοῦ, μίαν ἐλογίσαντο βίβλον· ἀπὸ δὲ τοῦ τεσσαρακοστοῦ μέχρι τοῦ σα', δευτέραν· ἀπὸ δὲ τοῦ σβ' ἕως τοῦ πη', τρίτην ἀπὸ τοῦ πθ᾿ ἕως τοῦ ρε', τετάρτην· ἐντεῦθεν ἕως τέλους, πέμπτην. Εκαστον γάρ ψαλμὸν ἐν τῷ τέλει ἔχοντα, ο Ευλογητός Κύριος, γένοιτο, γένοιτο, ο τέλος εἶναι βιβλίου εδικαίωσαν, τῆς πέμπτης μόνης μερί ος ἀντὶ τοῦ, «Εὐλογητός Κύριος, ο ἐχούσης τό, Πάσα πνοὴ αἰνεσάτω τὸν Κύριον.» Τίς δὲ ἡ ἐν τούτοις τεχνική τάξις; Τὸ μὲν πρῶτον τμῆμα, τῆς κακίας ἀφίστησι τὸν ἄνθρωπον. Τὸ δὲ δεύτερον, ὑπερδιψῶντα τοῦτον εἰσάγει τοῦ βελτίονος κατὰ τὴν διψωδεστάτην έλαφον. Τὸ δὲ τρίτον, ἐποπτικὸν αὐτὸν παρίστησι τῆς τῶν ὄντων φύσεως. «ὡς ἀγαθὸς γὰρ, φησίν, ὁ Θεὸς τῷ Ἰσραήλ! ο Ἐγὼ δὲ, φησί, κτηνώδης ἤμην, ὅτε ἐν τοῖς ἐπικαίροις τὸ ἀγαθὸν ὡριζόμην νῦν δὲ μετὰ σοῦ εἰμι, ὅτε πρὸς τὰ δεξιὰ ὥρμησα. Τι τέταρτον, οὐκέτι κοινὸν ἀφίησιν ἄνθρωπον εἶναι, ἀλλ᾽ ἤδη τῷ Θεῷ συνάπτει· ὁ γὰρ που ψαλμός ἐπιγραφὴν ἔχει· «Προσευχή Μωυτῇ ἀνθρώπῳ τοῦ Θεοῦ. Τὸ δὲ πέμπτον ἐπὶ τὴν ἀκρώρειαν ἄγει τῆς ἀναβάσεως, ἐν ᾗ πάσα συμπλήρωσις τῆς ἀνθρωπίνης σωτηρίας ἐστί· Πᾶσα γάρ, φησί, πνοὴ αἰνεσάτω τὸν Κύριον. Τοιοῦτον μὲν δὴ τὸ προσάψημα. Καιρὸς δ' ἂν εἴη καὶ αὐτὴν παραβεἶναι τὴν πανδαισίαν, ἣν ὁ θεῖος Δαβιδ τοῖς καλοίς δαιτυμόσιν ήτοιμάσατο.
col. 715–716page 9 of 9
FOLIUM MEMBRANACEUM VERONENSE SECULI VII AUT VIU. AHMATWH. ¿VKAеToicePHKÓCIN i THCACAIBIBAON'C6A ParapáYTH HTINOCE TÉpoy MNHMHNEKÁCTOV, WTWNAETNIρo
Continue reading PG 69: Fragmenta in canticum Moysis →≣ entire volume