Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 69:1277ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ «Κύριος ἔκτισέ με.» Κυρίλλου. Τὸ «ἔκτισέ με,» ἂν περὶ θεότητος ἐκλάβῃς, ἀντὶ τοῦ Κατέστησέ με· ὡς τὸ, «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Καὶ, «Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ.» Οὐ γὰρ οὐσιωδῶς, ἵνα κτίσῃ τοὺς ἤδη γεγενημένους, ἀλλ’ ἵνα καταστήσῃ. Κατέστησεν οὖν με ἀρχὴν τῶν προνοητικῶν αὐτοῦ καὶ ποιητικῶν ἔργων. Καὶ τῷ Δαβὶδ γὰρ λέγει· «Ἐγὼ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ.»
Continue reading PG 69: Fragmenta in libros Regum / Praefatio in Psalmos →≣ entire volume