PG 96John of Damascus
Homilies
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (94% of openings; remainder still OCR), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 591–592page 1 of 52
PG 96:591άνευ γηπονίας τρεφόμενον, ἄνευ ἔμέρου τρυφῶντα, μηδὲν ἱδρώτων, ἢ δικέλλης, ἢ πόνων, ἢ μόχθων πρὸς ζωὴν δεόμενον· ἀειθαλέσι δένδρεσιν ἀγαλλόμενον. ἀπὸ ἀνθῶν εἰς ἄνθη μεταβαίνοντα, ἀπὸ καρπῶν εἰς καρπούς μετιόντα, ταῖς ἐπιθυμίαις ἀκολουθοῦσαν τὴν χρείαν ἔχοντα, οὐκ ἔχοντα δὲ διὰ κάλλος τῶν ὁρωμένων τίνι πρότερον τὰς χεῖρας ἐπιβάλλειν. Εδάκρυσα πολλάκις τὴν τοσαύτην μακαριότητα, αὐτὸν ἰδὼν ἐκπεσόντα. Κοινὸν γὰρ ἦν τὸ πάθος, καὶ τοῦ ἡμετέρου γένους ἀπτόμενον· ἐπειδὴ δὲ τοῖς Εὐαγ γελίοις ἐνέτυχον, καὶ ἐλαβόμην ταύτης τῆς ἡμέρας (Έκτη γὰρ ἦν κἀκείνη καὶ αὕτη, ἀναπώλεσα τὴν λύ πην, καὶ μετέθην τὴν γνώμην, καὶ λευχειμονῶ τῷ λόγῳ, καὶ λέγω ἐμαυτῷ καὶ ὑμῖν· 'Απέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός. Τὰ ἀρχαῖα παρῆλθεν ἰδοὺ γέγονε τὰ πάντα καινά. Ωσπερ γὰρ Ιατρῶν κάλλους. παῖδες τὰς ὁριώδεις πληγὰς ἰῶνται ἐξ αὐτῶν ἐκ χέοντες ἀλεξιφάρμακα καὶ σκευάσαντες, ταῖς ἀφορ μαῖς, τοῦ πάθους τὸ πάθος πολεμοῦντες, ὄντως ὁ Σωτὴρ πάσαις ταῖς τῶν κακῶν ἀφορμαῖς πρὸς θερα πείαν συνεχρήσατο, τὸ πικρὸν γλυκύ καταστήσας, τὸ χολῶδες εἰς θεραπείαν μεταβαλών, τὸ τοῦ θανάτου κέντρον κατ' αὐτοῦ περιστρέψας, τὴν τοῦ ξύλου λαβὴν εἰς σωτηρίαν μετατιθείς, ἡμέραν λαβὼν τὸν κόσμον λυπήσασαν, καὶ ἡμέραν ἀντιδιδοὺς τὸν κόσ αμον εὐφράνασαν. Ἐμοὶ μὴ πεισθῇς, ἀλλὰ τοῖς σοῖς ὀφθαλμοῖς. Βλέπε τὴν παροῦσαν Ἐκκλησίαν, καὶ πέ παυσο πρὸς ἡμᾶς ἐρίζων. Ἡμέρα σταυροῦ, καὶ πάντες ἀγαλλόμεθα, καὶ νηστεύομεν ἀπὸ κακῶν, καὶ καθαρεύομεν ἅπαντα, τὰ ἔσω, τὰ ἔξω. Οὗτος ὁ τῆς ἑορτῆς λόγος, καὶ τῆς εὐφροσύνης τρόπος. Μια κρὰ λέγω τῆς τοῦ σταυροῦ δυνάμεως θαύματα. Βλέψον πρὸς τὸν κύκλον τῆς οἰκουμένης, πόσαι κῶ μαι, πόσαι πόλεις, πόσοι τόποι, πόσα ἔθνη, πόσαι νῆσοι, πόσοι ποταμοί, πόσοι αιγιαλοί, πόσα γένη, καὶ φυλαὶ, καὶ Βαρβάρων γλῶσσαι· οὗτοι πάντες σήμε ρον διὰ σταυρὸν ἀσιτοῦσι, τῇ ἐκείνου δυνάμει τα πάθη σταυρώσαντες, καὶ λύεται νὺξ πολλοῖς, καὶ οὐ λύεται τῆς νηστείας ο τόνος Καὶ νῦν συνήλθομεν πάντες ἀκοῦσαι περὶ σταυροῦ, καὶ πληροῦ μεν τὴν ἐκκλησίαν, καὶ ἀλλήλους ωθοῦμεν, ἱδροῦντες, πονοῦντες. Ἐπὶ μὲν δικαστῶν ἀξιούμενοι τῆς προ εδρίας, ἐπὶ δὲ Ἰησοῦ ἡδέως ἑστῶτες, ὅτι καὶ ὁ Ἰη σοῦς ἔστη δι᾿ ἡμᾶς, ἵνα στήσῃ κακίας τὰ ῥήματα. Τί οὖν ἐπράχθη σήμερον; μὴ γὰρ ἁπλῶς ἡμᾶς παρα δράμῃ τῆς ἡμέρας τὰ θαύματα. γ'. Φέγγος ἦν λοιπὸν, καὶ αὐτὸ τὸ περὶ ὄρθρον, καὶ Ἰησοῦς ἄγεται δεδεμένος τὰς χεῖρας εἰς τὸ πραιτώριον Πιλάτου· χεῖρας ποίας; Τυφλῶν ἰατι κάς, χωλῶν θεραπευτικά;. Καὶ δάκτυλοι δεσμοῖς ἐνει λοῦντο, βλέφαρα πλάσαντες, καὶ ὁ θεραπευτὴς τῆς φύσεως κατείχετο, μὴ τὸ οἰκεῖον πληρῶσαι τῆς τέτ χνης ἔργον. Ταῦτα Κυρίῳ ἀνταποδίδοται. Ἐδέθη ὁ δεσμεύων ἐν νεφέλαις ὕδατα, ὁ λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁ αἰχμαλώτοις ἄφεσιν χαριζόμενος· ἐδέθη πόνος.
col. 593–594page 2 of 52
PG 96:593Ο Λάζαρον λύσας τῶν τοῦ θανάτου δεσμῶν· ἤχθη εἰς " τὸ πραιτώριον, ὁ μυρίοις ἀγγέλοις δορυφορούμενος παρέστη τῷ Πιλάτῳ ὁ τὸν οὐρανὸν θρόνον ἔχων ἠνείχετο Ελκόμενος, ὁ δημιουργός παρὰ τῶν δημιουργημάτων, ὁ πλάστης ὑπὸ τοῦ πλάσματος, ο ποιητής ό ὑπὸ τοῦ ποιηθέντος. Ο δ. Τί οὖν ἐπὶ τούτοις γίνεται; Καὶ αὐτοί, φησίν, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ Πάσχα. Ο τῆς πολλῆς παρανομίας! Φόνον ἀδικίας ἐργάζονται, καὶ εἰς τὸ πραιτώριον εἰσελθεῖν παραιτοῦνται, φυλαττόμενοι μιανθῆναι, οἱ ἤδη μεμιασμένοι. Προβάτῳ τὸ πρόδα τον λύοντες Ανέμεινεν τοίνυν τὸ κριτήριον ὁ πάσης τῆς οἰκουμένης κριτής· ἀνέμεινεν μάρτυρας ὁ τῶν ψυχῶν μάρτυς· πλάσας καὶ κρινόμενος. Καὶ ἄνθρωποι μὲν ἐκάθηντο δικάζοντες· Θεὸς δὲ εἰστή. και, καὶ ἑστὼς ἐσιώπα, παρὰ τὰ πρόθυρα τῶν ἀνα θρώπων ἑστὼς ὁ τῶν οὐρανίων πυλῶν Δεσπότης. Πρώτησεν ὁ Πιλάτος, τάχα Ἰουδαίων φιλανθρωπή τερος. Τί λέγω; Δείξει τὰ πεπραγμένα τὴν ἀλήθειαν Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου του του; Τίς έχει Θεὸν αἰτιᾶσθαι; Αναγκάζομαι τὰ Πιλάτου φθέγξασθαι. Ἰησοῦς γὰρ σιωπᾷ, οὐ λόγων ἀπορῶν ὁ Λόγος, ἀλλ᾽ ἵνα μὴ τῇ ἀποκρίσει λύσῃ τοῦ σταυροῦ τὸν στέφανον. Καὶ κτημάτων ὁ ἀκτήμων; οίκων ἀλλοτρίων, δ μηδὲ τόπον ἔχων ποῦ τὴν κεφα λὴν κλίναι; κτημάτων, ὁ καὶ τοὺς οἰκείους μαθητάς ἄχρι τῆς ζώνης γυμνώσας; ὅνον οὐκ ἔχων, ἀλλότριον ἐχρήσατο πώλον, ἵνα τοὺς ὑμετέρους παῖδας εὐλο γήσῃ; εἴπατε πρόφασιν· πλάσατε, δικαίως ἀνέλετε. Απεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἂν σοι παρεδώκαμεν αὐτόν. Με γάλη πραγμάτων ἀπόδειξις, ἀόριστος ἀπόφασις. Εἰπὲ τὴν κακίαν, καὶ μὴ πλάνα τὸν ἀκροατήν. Λέγει αὐτοῖς ὁ Πιλάτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε. Ευγνώμων δικαστής, ἀπέθετο τὸ βάρος κατὰ τῆς Ἰουδαίων κεφαλῆς. Ὑμεῖς λάβετε τῆς κακίας κοινωνόν. Λέγουσιν αὐτῷ οἱ Ἰουδαῖοι· 'Ημῖν οὐκ ἔξεστιν ἀνελεῖν οὐδένα, Πῶς οὖν ἀνείλατε Ἡσαΐαν; πῶς Ζαχαρίαν; πῶς ἕκαστον τῶν προφητῶν; 'Αλλ' οὐκ ἔξεστιν ὑμῖν ἀν ελεῖν, οὐ διὰ τὸ μὴ βούλεσθαι, ἀλλὰ διὰ τὸ μὴ δύνα σθαι. Ηδη γὰρ ἦσαν τῆς τοιαύτης εξουσίας παρὰ Ρωμαίων ἀφῃρημένοι. Λέλυται τοίνυν ὁ νόμος; ἤδη, ἐν μὲν μέλανι κείμενος, ἔλυσε δὲ αὐτὸν ὁ δεδεμένος Ἰη σους. Ο δὲ Πιλάτος· Ἐγὼ οὐδεμίαν αἰτίαν εύ είσκω κατ' αὐτοῦ. Οὐ σὺ μόνον, ὦ Πιλάτε, ἀλλ' οὐδὲ Ἰουδαῖοι, ἀλλ' οὐδὲ τυφλοί, οὐδὲ νεκροί, οὐδὲ Έλιος, οὐδὲ σελήνη, οὐδὲ ὁ κόσμος, οὐδὲ οἱ δίκαιοι πάντες, προφῆται καὶ μάρτυρες. Λέγει γάρ τις προ φήτης αὐτῶν. "Ος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πάντες Πιλάτῳ Προβάτῳ τὸ πρόβατον λύοντες.
col. 595–596page 3 of 52
PG 96:595δογμάτων τὸ ἀσθενὲς καὶ ὀλέθριον· ὅτι τὰ μὲν ὑμέ τερα, καὶ συνηγόρους ἔχοντα σοφοὺς καὶ ἀντιλήπτορας ισχυρούς, ὅμως σβέννυται καὶ ἀσθενεῖ, τὰ δὲ τῆς θεοσεβείας, μηδεμίαν ἀνθρωπίνην κεκτημένα βοήθειαν, λάμπει τηλαυγέστερον ἡλίου καὶ τοῦ κό σμου κατέσχε τὰ πληρώματα. Εἰ μὲν γὰρ παρὰ ῥητόρων τε καὶ φιλοσόφων ἐξετέθη, βασιλεῖς δὲ καὶ δυνάστας εἶχε συνεργοῦντας, εὗρες ἂν σὺ δ πονηρὸς εἰπεῖν ἀνθρωπίνης δυνάμεως τὸ πᾶν γεγε νῆσθαι· νυνὶ δὲ, ὁρῶν παρὰ ἁλιέων μὲν εὐτελῶν τὸ ἅγιον συντεθὲν Εὐαγγέλιον, παρὰ πάντων δὲ τυράννων διωχθέν, καὶ μετὰ τοῦτο τὴν οἰκουμένην κατα σχὸν (Εἰς πᾶσαν γὰρ τὴν γῆν 295 ἐξῆλθεν 6 φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ ), τί ἂν εἴποις, ἢ θείαν εἶναι καὶ ἄμαχον δύναμιν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὰ ἑαυ τῆς βεβαιοῦσαν; τίνα δὲ ἀπόδειξιν ζητεῖς, ἀνόητε, τοῦ ψεύδεσθαι μὲν τοὺς τοὺς, ἀληθεύειν δὲ τοὺς ἡμετέρους, κρείττονα τῶν εἰρημένων; Εἰ μὴ γὰρ λῆρος ἦν καὶ ψεῦδος πάντα τὰ σὰ, οὐκ ἂν, τοσαύτην ἔχοντα παρὰ ἀνθρώπων ἰσχὺν, ἐλαττοῦτο καὶ ἐξω ησθένει. Εἶδον γάρ, φησὶ τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους του Λιβάνου καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Περὶ ὑμῶν ταῦτα εἴρηκεν ὁ Προφήτης τῶν ὑπο ασπιστῶν τῆς εἰδωλομανίας. Μικρὸν γὰρ ὅσον ὅσον καὶ οὐ μὴ εὑρεθῇ ὁ τόπος ὑμῶν, ἀλλ', ὡς ἐκλείπει καπνός, ἐκλίπετε, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσ ώπου πυρός Περὶ δὲ τῆς Εὐαγγελικῆς θεο γνωσίας εἶπεν ὁ Κύριος Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καί· Σὺ κατ' ἀρχάς, Κύριε, φησὶν αὖθις ὁ Ψαλμ. ός την 296 γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις· καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς καὶ ἀλο λαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκ λείψουσι. Καὶ οἱ μὲν θεῖοι κήρυκες τῆς τοῦ Χριστοῦ Δαναός τοι πατὴρ, χεὶρ ἐκείνη καὶ λῆμα φονικόν. καὶ χείρ· Ικαρος ἄνθρωπος ἦν καὶ αὐτός: ἠβουλήθη δὲ τὴν ἀστρονομίαν μαθεῖν καὶ τοὺς τῶν ἀστέρων δρόμους· μὴ δυνάμενος δὲ ῥᾳδίως τὰς τῶν λόγων ἀποδείξεις συνιέναι, ἀπεῖπε μεταξὺ τῆς μαθήσεως· διὰ τοῦτο ἐμυθεύθη ότι προσεκόλλησεν ἑαυτῷ κήρινα πτερά, κ. τ. λ. καὶ διὰ τοῦτο. "Ην οὐρανοδρόμος Ικά ρου ἐλεεινότερος· Οὗτος ὁ Ἴκαρος ὑπ' ἀλαζονείας ἀκαίρου τετόλμηκεν ἀναπτῆναι πρὸς οὐρανὸν καὶ θεατής τῶν ἐκεῖσε γενέσθαι. Τοίνυν, ἐκ κηροῦ πτερὰ τεχνηέντως ἑαυτῷ ποιησάμενος καὶ συναρμότας, ἀεροβατείν ἐπειρᾶτο. Οθεν καὶ προέβαινε τὸ πρᾶγμα κατὰ σκοπὸν αὐτῷ, ἕως, θερμοτέρων επισχουσῶν τῶν ἀκτίνων ἡλίου πρὸς ὕψος ἐκτετιναγμένου, ὁ μὲν κηρὸς ἐτάκη δεινῶς, αὐτὸς δ' ἐπεπτώκει χαμαιῤῥιφής πτῶμα τῆς ιδίας ἀπονοίας τε καὶ ἐλεεινότητος ἄξιον. ὅσον καὶ ὅσον. 57: Ετι γὰρ μικρὸν ὅσον ὅσον. μικρὸν ὅσον Ορᾷς, ἐκεῖνος, τὴν θέσην; καὶ τὴν θέσην 'Ορῶ, τὰ δ' ἔνδον οὐχ ὁρῶ. Κρύπτει βρέφος, “Οἱ ναυαγεῖ μὲν ἄρτι τὴν σωτηρίαν, Μικρὸν δ' ὅσον θάλασσαν ἐν ῥάβδῳ σχίσει. ἐκεῖνο 2331, Ορᾷς ἐκεῖνο; — Τὴν δίδην; - Ναὶ τὴν θίβην. — Ορῶ· τὰ δ᾽ ἔνδον οὐχ ὁρῶ. Κρύπτ... 2: Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὔτ τως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.
col. 597–598page 4 of 52
PG 96:597σιλέα εἰ μὴ Καίσαρα; Τίς οὖν ὡδήγησεν ὑμᾶς ἐπὶ ἡ τῆς ἐρήμου, ἢ τίς ἔθρεψε; Τίνα βοᾶται Μωϋσῆς λέγων· Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα, καὶ ἔτι; Οὐκοῦν ἐπειδήπερ ηρνήσασθε τὸν ἑαυτῶν βασιλέα, μείνατε λοιπὸν ἀβασίλευτοι, δου λείας ζυγὸν ἕλκοντες αἰώνιον. Ταῦτα μέχρι ώρας ἐπράχθη. Ιδωμεν δὲ καὶ τὸ λειπόμενον μέρος τῆς ἡμέρας· πᾶσα γάρ ἐστιν ἁγία. ζ. Ἔλαβον αὐτὸν ἐστεφανωμένον. Τίσιν; Ακάν θα'ς, τοῖς τῶν Ἰουδαίων δώροις. "Εμεινα τοῦ ποιῆ σαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Εῤῥαπίσθη, ἐνεπτύσθη, ἐτυπτήθη, μάστιγας ἔλαβεν· ἀλλὰ μη δὲν ἐπαισχυνθείς. Στῆθε μετὰ τοῦ 'Ησαΐου καὶ βλέπε Θεὸν τοῖς ἐκείνου βλεφάροις. Τί οὖν ἐκεῖνος φησι; Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Εἶδο μεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐκ εἶχε κάλλος, οὐδὲ εἶδος, Ο παντός κάλλους τεχνίτης. Έθρήνει γὰρ τῶν Ἰου δαίων τὰ κακά. Ἄνθρωπος ἐν πληγῇ ὧν, καὶ εἰς δώς φέρειν μαλακίαν. "Ανθρωπος, οὐ Θεός· ἄν θρωπος γὰρ ἦν, καὶ οὐ Θεὸς, ὁ πληττόμενος. Τις οὖν οὗτος ὁ πολύπονος, ὁ πολυώδυνος, καὶ ὑπὸ πάνω των βαλλόμενος; Μή που καὶ δικαίως πάσχει πάσχει; Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, και περὶ ἡμῶν ὀδυνᾶται. — Εγώ μηδεμίαν αἰτίαν εὑρίσκω κατὰ τοῦ ἀνθρώπου τούτου. ᾿Αλλὰ μηδὲν ἐπαισχύνου τοῖς ἐπονειδίστοις ἀγαθοῖς. Τοσαῦτα γὰρ παθὼν ἔμεινεν ἀπαθής· ἐτρώθη, ἐνεπτύσθη, τὰ αίσχιστα ὑπέμεινε, καὶ αὐτὸς μένει ἔντιμος, ἔνδοξος, τῶν πεπληγμένων ὥς τις. "Ως που φησιν αὐτοῖς ὁ Ησαΐας· Καὶ ἡμεῖς ελογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν και χώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν. Οὐκοῦν καὶ αὐτὸς καὶ ἡμεῖς τραυματίαι κείμεθα Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Νεκρός νεκρῶν Ιατρός, τραυματίας πολυπόνων ἀνθρώπων ἀντι φάρμακον. Ἀλλ᾿ ἕως πότε τὴν ἡμετέραν ἄδειαν περιπλανᾶς, ὦ ἄνθρωπε; Εἶπε σαφέστερον τὸ ζη τούμενον. Ως πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος· χρηστὸν πρόβατον κακοῖς μαγείροις ἐκδοθέν. Ει σφάττετε, οἱ Ἰουδαῖοι, μὴ κείρετε· εἰ δὲ κείρετε, φείσασθε προς βάτου χρηστοῦ καρποφοροῦντος. η'. ἄγοντο δὲ καὶ ἄλλοι μετ' αὐτοῦ κακοῦργοι δύο. Περιέχει γὰρ ἡμῖν ὁ λόγος εἰς τὴν ἐνδεκάτην ὥραν τῆς ἡμέρας, ἵνα μηδεὶς τὴν ἑαυτοῦ ζωὴν ἀπὸ αγορεύσῃ· καὶ ἐβουλόμην μὲν ὑπερβῆναι τὴν ἱστορίαν, διὰ τὸ πολλάκις ἡμῖν εἰρῆσθαι. Ὁρῶ δὲ λῃστὴν ἀεί με βιαζόμενον. Καὶ οὐ μέγα· καὶ γὰρ καὶ παρα δείσου θύρας ἐδιάσατο, τὴν τέχνην εἰς σωτηρίαν μετά Ησαίου. ἐσταυρώθη... τὰ ἔσχατα, πεπλημμεμένων... αὐτός.
col. 599–600page 5 of 52
PG 96:599μεταβαλών. Εἱστήκει ἐπὶ τοῦ σταυροῦ ὁ ἀμνὸς καὶ δύο λύκοι· ἀλλ' ὁ μὲν ἔμεινεν ἐπὶ τῆς γνώμης, ὁ δὲ μετεβάλλετο. Μνήσθητί μου, λέγων, ὅταν ἔλθης ἐν τῇ βασιλείᾳ σου. Ὢ τῆς δυνάμεως τοῦ Ἰησοῦ! Ο λῃστὴς ἤδη προφήτης, ἀπὸ σταυροῦ κηρύσσων Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Τί γὰρ ὁρᾷς βασιλέως, ὦ λῃστά; ραπίσματα, ἐμπτύσματα, ἤλους, καὶ ξύλον, καὶ τὰ Ἰουδαίων σκώμματα, καὶ ἤδη τὴν λόγχην τῶν στρατιωτῶν γυμνουμένην. Ἀλλ᾿ οὐχ ὁρῶ, φησί, τὰ φαινόμενα ἀγγέλους περιεστῶτας ὁρῶ, ἥλιον φεύγοντα, καὶ καταπέτασμα ρηγνύμενον, τὴν γῆν τρέμουσαν, νε χροὺς φεύγειν μελετῶντας. Ἰησοῦς δὲ ὁ πάντας δε χόμενος, καὶ τοὺς περὶ τὴν ἐνδεκάτην ὥραν ἐλ θόντας προφήτας, ὡς ἐργάτας τὸ αὐτὸ δοὺς δηνάριον. 'Αμὴν, ἀμὴν λέγω σοι, λάβε καὶ σὺ τὸ ἀμὴν, ὦ λῃστά, ὁ σήμερον λῃστὴς, σήμερον υἱὸς, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εγώ σε ἐκβαλών, ἐγώ σε εἰσάγω, ὁ τὰς θύρας τοῦ παραδείσου κι είσας, ὁ βομφαία πυρίνῃ τειχίσας. "Αν ἐγὼ μὴ εἰσάγω, μέσ νουσιν αἱ θύραι κεκλεισμέναι. Δεύρο, ὦ λῃστά, τὸν διάβολον λῃστεύσας, καὶ κατ' αὐτοῦ στεφανωθείς, ἄνθρωπον ἰδὼν, καὶ Θεὸν προσκυνήσας, τὰ μὲν πάλαι ρίψας ὅπλα, τὰ δὲ τῆς πίστεως ἀναλαβών. θ'. Τούτων δὲ οὕτως ἐχόντων, καὶ πάντων ἁγια ζομένων, ἐκ μὲν αἰθέρος, ἡλίου, ἐκ δὲ φυτῶν, ξύλου, ἐκ δὲ ζώων, χολῆς, ἐκ δὲ ὑφασμάτων, χιτῶνος ἀδιαρ βήκτου, ἐκ δὲ θαλάσσης, πορφύρας στολῆς, ἐκ δὲ μετάλλου καὶ σιδήρου, λόγχης καὶ ἔλων, καὶ διδύμων πηγών αἷματος καὶ ὕδατος προχθέντων, ὁ Σωτὴρ τὸ ἑαυτοῦ ἐποίει· Πάτερ, ἅψες αὐτοῖς τὴν ἁμαρτίαν. Τίσιν "Αφες; Ελλησιν, Ἰουδαίοις, ξένοις, βαρβάροις, πᾶσιν ἁπλῶς. "Απαξ γὰρ εἶπεν, καὶ ἀεὶ τὸ ἔργον τελεῖται. Μὴ γὰρ ἐπὶ τῶν πολεμίων μόνον εἶπεν, "Αφες; καθ᾽ ἕκαστον ἔθνος λέγει, καὶ ἀεὶ λέγει, καὶ ὁ βουλόμενος λαμβάνει. ι'. Συνῆλθον πάντες ἐπὶ τὸ πραιτώριον, λέγοντες πρὸς Πιλάτον· Οἴδαμεν, ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. "Ολως οἶδας; ὅλως μέμνησαι, ὅτι ἐγείρεται; Ασφαλίζου τὸν τά φον· ἐμοὶ γὰρ ἀσφαλίζῃ. Φρούρησον νεκρόν, μὴ φύγῃ. Έχετε, φησὶ, κουστωδίαν. Υπάγετε, ἀσφαλίσασθε ὡς βούλεσθε. Αποκλείετε ὡς οἴδατε· ὡς οίδατε συσκευάσασθε· ὡς οἴδατε, φρουρήσατε. Εἰ μὴ φυ λάξητε, ἐμοὶ προφάσεως λόγον καταλιμπάνετε. Νυνὶ δὲ ὑμῖν αὐτοῖς παραδίδωμι, ὅτε μὲν ἔζη, παρ' ὑμῶν κατασχεθέντα, ὅτε δὲ ἀνῃρέθῃ, πάντας ὑμᾶς λαθόντα. Μείνωμεν τοίνυν νήφοντες, ἀγρυπνοῦντες, ἵνα τὸν βαθὺν ὕπνον τῶν Ἰουδαίων ἴδωμεν, καὶ ταῖς ἐπου ρανίοις στρατιαῖς συνεορτάσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Η τοῖς ἐλθοῦσιν ἐργάταις. ἔτος.
col. 607–608page 6 of 52
PG 96:607σεν ὅθεν, τῆς πρὸς αὐτὸν οἰκειότητος ὀλισθῆσαν, εἰς τὰς πολλάς ταύτας περιπέπτωκε πλάνας τὸ ἀνθρώπινον γένος, δουλωθὲν ταῖς ἁμαρτίαις καὶ ὑποπεσὸν τῷ θανάτῳ διὰ τῆς τυραννίδος τοῦ διαβόλου· δς, υποχειρίους ἅπαξ τοὺς ἀνθρώπους λαβὼν, παντελῶς ἐπιλαθέσθαι πεποίηκε τοῦ Θεοῦ καὶ δεσπό του, καὶ αὐτῷ ἀνέπεισε λατρεύειν διὰ τῆς τῶν εἰ δώλων μυσαρᾶς προσκυνήσεως. Σπλαγχνισθεὶς οὖν ὁ πλάσας ἡμᾶς Θεὸς, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συν εργία τοῦ ἁγίου Πνεύματος εὐδόκησεν ἐκ Παρθένου ἁγίας, τῆς Θεοτόκου Μαρίας, καθ' ἡμᾶς τεχθῆναι· καὶ, πάθεσιν ὁμιλήσας ὁ ἀπαθὴς, διὰ τρί της τε ἡμέρας ἐκ νεκρῶν ἀναστὰς, ἐλυτρώσατο ἡμᾶς τοῦ προτέρου ἐπιτιμίου καὶ κλέους τοῦ προτέρου ἠξίωσε. Συνανήγαγε γὰρ ἡμᾶς εἰς οὐρανοὺς ἀνερχόμενος, ὅθεν ἐτύγχανε καταβεβηκώς· ἂν καὶ αὖθις ἥξειν 318 πιστεύομεν, ἵνα τὸ πλάσμα τὸ ἑαυτοῦ ἀναστήσῃ. ᾿Αποδώσει δὲ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτ τοῦ Ἐπὶ τούτοις τὴν ἐκδεχομένην τοὺς ἀξίους τῶν οὐρανῶν ἐμυσταγωγοι βασιλείαν καὶ τὰ ἀπόῤῥητα ἀγαθά. Τὴν ἀποκειμένην τοῖς φαύλοις προσετίθει βάσανον, τὸ ἄσβεστον πῦρ, τὸ ἐξώτερον σκότος, τὸν ἀτελεύτητον σκώληκα καὶ ὅσην ἄλλην οἱ τῆς ἁμαρτίας δοῦλοι κόλασιν ἑαυτοῖς ἐθησαύρισαν. Ταῦτα πάντα λόγοις πλείστοις, καὶ δαψιλῶς αὐτῷ ἐνυπάρχουσαν τὴν τοῦ Πνεύματος μαρτυροῦσι χάριν, διεξελθών εἶτα καὶ τὸ ἀνεξιχνίαστον πέλαγος τῆς τοῦ Θεοῦ διηγούμενος φιλανθρωπίας καὶ οἷός ἐστιν ἕτοιμος δέχεσθαι τὴν μετάνοιαν τῶν πρὸς από τὸν ἐπιστρεφόντων, καὶ ὡς οὐκ ἔστιν ἁμαρτία νικώσα τὴν αὐτοῦ εὐσπλαγχνίαν, εἴπερ θελήσομεν μετανο σας ἐκ πολλῶν δὲ τοῦτο παραδειγμάτων καὶ γραφικών παραστήσας μαρτυριῶν, ὁ μὲν τέλος ἐπε έθηκε τῷ λόγῳ. ΚΕΦ. ΛΕ'. Κατανυγεὶς δὲ ὁ βασιλεὺς ᾿Αβεννὴρ ἐπὶ τῇ θεοδιδάκτῳ σοφία ταύτῃ, φωνῇ μεγάλῃ καὶ θερμοτάτῃ ψυχῇ τὸν σωτήρα Χριστὸν ὡμολόγει, πάσης ἀποστὰς δεισιδαίμονος πλάνης 319 Τὸ ση μεῖόν τε προσκυνεῖ τοῦ ζωοποιοῦ σταυροῦ ὑπὸ τῇ πάντων όψει καὶ εἰς ἐπήκοον ἁπάντων Θεὸν κηρύττει ἀληθινὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν τήν τε προτέραν ἀσέβειαν διεξελθὼν, τὴν οἰκείαν τε κατὰ τῶν Χριστιανῶν ὠμότητα καὶ μιαιφονίαν ἐλέγο διεξελθεῖν. στίχος έμμετρος. Ατλάντον πέλαγος, πελαγους Αἰγαίου βάθος. 'Ατλαντικόν πέλαγος, Αἰγαῖον βάθος. "Ο γραῦς καὶ πάλιν γραῦς καὶ πάλιν. "Ω γραύς, καὶ πάλιν γραῦς, καὶ πάλιν γραῦς, πάλιν. έπ' ὄψει. 505: Καὶ ταῦτ᾽ ὄψει του φίλου φυτοσπόρου. ἐπ' δίψει.
col. 609–610page 7 of 52
PG 96:609Υἱὸς γὰρ ἦν τοῦ οὐρανίου Πατρός καὶ καρπός ὄντως τῆς θείας ρίζης θειότατος, ρίζης ἐκείνης τῆς βοώσης Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλή ή ματα. Οὕτως ἀναγεννηθεὶς ὁ βασιλεὺς ᾿Αβεννήρ δι' ὕδατος καὶ Πνεύματος ἔχαιρε χαρᾷ ἀνεκλαλήτῳ σὺν αὐτῷ δὲ καὶ πᾶσα ἡ πόλις καὶ ἡ περίχωρος τοῦ θείου ἠξιοῦτο βαπτίσματος, καὶ φωτὸς υἱοὶ ἀνεδείκνυντο οἱ πρὶν ἐσκοτισμένοι. Πᾶτα δὲ νόσος καὶ πᾶσα δαι μονικὴ ἐπιφορὰ πόῤῥω τῶν πιστευόντων ἠλαύνετο ἄρτιοι δὲ καὶ ὑγιεῖ; πάντες τὰς ψυχὰς καὶ τὰ σώματα ἦσαν Καὶ πολλὰ ἕτερα θαυμάσια εἰς βεβαίωσιν τῆς πίστεως ἐτελοῦντο. Ἐκκλησίαι τε ἀνῳκοδομοῦντο, καὶ ἐπίσκοποι, οἵ τε κεκρυμμένοι διὰ τὸν φόβον ἐφανεροῦντο καὶ τὰς ἰδίας ἀπελάμβανον ἐκκλησίας, καὶ 322 ἄλλοι ἔκ τε τῶν ἱερέων καὶ τῶν μοναζόντων προεχειρίζοντο εἰς τὸ ποιμαίνειν τὸ τοῦ Χριστοῦ ποίμνιον. Ο μέντοι βασιλεὺς ᾿Αβεννήρ, οὕτω τῆς προτέρας ἐκείνης μοχθηρᾶς ἀγωγῆς ἀποστὰς καὶ μετάμελος ὢν ἐφ᾽ οἷς ἔπραξε, πᾶσαν μὲν τὴν βασί λειον ἀρχὴν τῷ υἱῷ παραδίδωσιν· αὐτὸς δὲ καθ' ἑαυτὸν ἠρεμῶν, κόνιν ἀεὶ τῆς κεφαλῆς κατα χέων, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, μόνος μόνῳ τῷ πανταχοῦ παρ όντι ὡμίλει, συγγνώμην αὐτῷ τῶν οἰκείων πται σμάτων ἐξαιτούμενος. Εἰς τοσαύτην δὲ κατανύξεως καὶ ταπεινοφροσύνης ἄβυσσον ἑαυτὸν καθῆκεν, ὡς παραιτεῖσθαι καὶ τὸ τοῦ Θεοῦ ὄνομα τοῖς ἑαυτοῦ ὀνομάζειν χείλεσι, μόλις δὲ τούτου τῇ τοῦ υἱοῦ νου θεσίᾳ κατατολμήσαι. Οὕτω δὲ τὴν καλὴν ἀλλοίωσιν Αλλοιώθη καὶ τὴν πρὸς ἀρετὴν ἀπάγουσαν ὤδευσε τρίβον, ὡς ὑπερβῆναι αὐτὸν τῇ εὐσεβείᾳ τῶν προ τέρων ἀνομιῶν τὸ ἀγνόημα. Ἐπὶ τέσσαρας δὲ χρό νους οὕτω βιοὺς ἐν μετανοίᾳ καὶ δάκρυσι καὶ ἀρετῇ πάσῃ, ἀῤῥωστίᾳ περιέπεσεν, ἐν ᾗ καὶ τελευτᾷ. Οτε δὲ τὸ τέλος ἤγγισεν, ήρξατο φοβείσθαι καὶ ἀδημονεῖν, μνείαν ποιούμενος τῶν αὐτῷ πεπραγμένων κακῶν. Ὁ δὲ Ἰωάσαφ ρήμασι παρακλητικοῖς τὸ ἐπιπεσὸν αὐτῷ διεκούφιζεν ἄχθος, Ινατί περίλυπος εἶ, λέγων, ὦ πάτερ, καὶ ἱνατί συνταράττεις ἑαυτόν; ἔλπισον ἐπὶ τὸν Θεὸν, καὶ ἐξομολόγει αὐτῷ ός ἐστιν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν δς κέκραγε 323 διὰ τοῦ προφήτου βοῶν· Λούσασθε καθαροὶ γένεσθε ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· μάθετε καλὸν ποιεῖν· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα τι δυνήσῃ χάριτας πατρὶ τίνειν ἀξίας; Εἰ γὰρ καὶ χρήμασιν αὐτὸν ἀμείψῃ φιλοτίμως, καὶ νουθετήσεις ἔνθα δεῖ, καὶ τέχνας ἐκδιδάξεις, Αλλ' οὐκ ἀντιγεννῆσαι γε δυνήσῃ τοῦτον ὅλως. 1 1, 8: ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ. 1 5: Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός έστε. 8: Ως τέκνα φωτὸς περιπατεῖτε. καὶ μοναζόντων εἰς. 5: Ινατί περίλυπος εἴ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἐλπ. δ. τ. θ., καὶ Ἐξομολογήσομαί αὐτῷ.
col. 645–646page 8 of 52

HOMILIA IN ANNUNTIAT. B. V. MARIÆ. Spiritum sanctum, Alissimique virtutem, et san ctum ex ea genitum. Quin etiam manifesto indica vit substantiæ Deitatis sanctissimæ unitatem, volun talisque simplicitatem. Non enim persona Patris, ac persona Spiritus sancti corpus assumpserunt. Incarnatio æterni Filii facta est voluntate Patris, atque opera Spiritus sancti. cujus puritatis pulchritudinem concupivit Rex cœ- gelus Trinitatis sanctæ nominationem expressit, dum lestis, misitque ad eam ministrum suum Gabrielem, ut ipsam salutatione lætitiæ compellaret, certiorem que faceret, esse se a Creatore electam, dicendo Ave, gratia plena; Dominus tecum, benedicta tu in mulieribus “. Et quomodo benedicta non esset, et gratia plena, cum qua creaturarum Dominus fuit, copulando sibi ex ea templum quo opem generi ip sius afferret? Hodie qui format res omnes visibiles et invisibiles, effinxit sibi imaginem humanam. Hodie qui producit omnes creaturas spirituales et materiales, produxit sibi carnis figuram. O miseri cordiæ Creatoris abyssum, et excellentiam descen sus ejus Etenim cum ipse plasma suum liberare vellet, semet exinanivit, et accepit formam servi, similitudine inventus ut homo ". O beneficiorum In ea itaque completum fuit prophetæ dictum magnitudinem, quæ nemini pervestigabilis est! Nos enim rebelles in eum fuimus: ipse vero curam no stri suscipit. O bonorum istorum abundantiam, quo rum pretium æstimari non potest! Nos equidem maxima peccata commisinius: ipse vero nos libera litate sua ab eis redemit. Ipse sibi ouus imposuit quod nos ferre oportebat, emitque nos sanguine crucis suæ, ac liberavit a vinculo servitutis: Gloria sit magnitudini majestatis ejus, cujus non est finis. Laudetur initium benignitatis illius quæ compre hendi nequit. Certe nobis angelus sospitationem protulit, cum ejus nobis intellectum fixit, dicendo Nulla res apud Deum difficilis est: ipsaque Maria, cum eximiæ sanctitatis esset, excellentiam nobis monstravit humilitatis suæ, angelum excipiendo, eique fidem integram posito timore adhibendo. Sed quem respiciam, dicit Dominus, nisi ad mode stum, placidumque, ac reverentem sermonem meum 16? Jam certiores facti sumus, fratres, novimusque col latum nobis hac die nobilissima dierum beneficium; în ea, inquam, solemnitate, quæ cæterarum est so lemnitatum princeps. Gloriam itaque prædicemus illius glorificatione spirituali, eumque laudemus, collata nobis ab eo munera perpetuis præconiis ce lebrantes, et gratias agentes ca gratiarum actione quam bona opera comitentur, offeramus ei sacrificia bonorum operum integra et absque vitio. Unusquis que quod valet, et quod vires ipsius assequuntur, offerat. Ac Deus quidem hoc jussit: Non apparebis in conspectu meo vacuus 17. Ipse autem summe lan dabilis, qui omnium est bonorum causa, varias etiam donorum species suscipit, cum ipse omnia gratia rum genera impertiatur; lætaturque ob propensum offerentis animum. Quamobrem omnes simul accur ramus, senes et adolescentes, ætate graves et junio res, omne agmen et genus prævenientes ad hono randum dominam nostram ac nostræ naturæ regi nam, laudibus prædicantes puritatis ejus decorem, perpetuam ejus virginitatem reverentes: altitudi nem denique sanctitatis ejus honorantes, dicamus O gloria filiarum, matrum decus! o genitriceua viro incognitam! o virginem filio gravidam! 0 miraculum, quo missi a Deo prophetæ perculsi sunt, et cujus gloria 835 angelos sanctos superat! Propitia Quando angelum vidit Maria, turbata est ob ser monem ejus, secumque cogitare cœpit, undenam esset ista salutatio. Angelus vero dixit ei: Ne timeas, Maria: nacta es gratiam Dei. Ecce concipies in xtero, el paries filium: et vocabis nomen ejus Jesum. Hic erit magnus, et filius Altissimi vocabitur. Et dabit ei Dominus Deus sedem David patris ejus; et regnubit in domo Jacob in æternum, et regni ejus non erit finis. Et ait Maria: Quomodo verum esse comperiam quod hoc mihi futurum sit, quando virum non cognosco? Angelus respondit, et dixit ei: Spiri lus sancius superveniet in te, et virtus Altissimi obumbrabit tibi. Ideoque sanctum in te genitum vocabitur Filius Dei. Et ecce Elisabeth cognata el ipsa concepit filium in senectute sua, et hic mensis sextus est illi quæ vocatur sterilis: quia difficile non est apud Deum omne verbum. Et dixit Maria Ecce ancilla Domini, fiat mihi secundum verbum tuum. Tunc recessit angelus ab ea 15. Profecto glo riosa hæc et illustris inter mulieres, gratiam nacta sis servorum tuorum, qui auxilium tuum implorant, est apud Deum, cum ab eo electa est, ut corpus ex ipsa sumeret compingcretque ex sancto ejus san guine: ut ei non fuerit in anterioribus puritate similis, nec futurus in posterioribus pari sanctitate præditus. Nestorium itaque vecordem et amentem pudeat. Nam sanctum quod ex perpetua virgine Maria natum est, Filius Dei appellandum erat, descendente in eam Spiritu sancto, eique Altissi mi obumbrante virtute. Atque clare etiam an ¹³ Luc. 11, 28. " deprecationibus. Intercede pro nobis apud Filium tuum Deumque tuum, uti peccata nostra condonet, infirmitati nostræ opituletur, liberet a Pharaone spirituali, sicut liberavit Israelitas a gurgite, transire nos faciat hujus mundi mare fluctibus furens, ventis abundans, requiem nobis præstet ab opere laterum et luti intellectualis, nosque tandem liberet ab crudelibus alienigenis, qui graves adversum nos inimicitias exercent ut peccata et impietates 17 Exod. XXXIII, 20. Philipp. 11, 5-8. Luc. 1, 29-38. Liberet ab crudelibus. Saracenos utique in nuit qui Damasceni tempore Palæstinam ac Syriam a centum annis usurpabant. Simile quid in aliis 16 Isa. LXVI, 2. homiliis suis auctor repetit, ac præsertim in ea quæ de Sabbato sancto inscribitur.

col. 661–662page 9 of 52
PG 96:661Θεὸν ἡμῶν ἐσχήκαμεν· ᾧ δόξα, ᾧ κράτος, ᾧ σθένος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ὁμοφυεῖ καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Αμήν. Ιωάννου ταπεινού Δαμασκηνοῦ μοναχοῦ καὶ πρεσβυτέρου, λόγος εἰς τὸ γενέσιον τῆς ὑπερ αγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ 'Αει παρθένου Μαρίας. ΓΙ. α'. Δεῦτε, πάντα ἔθνη, πᾶν γένος ἀνθρώπων, καὶ πᾶσα γλῶσσα, καὶ ἡλικία πᾶσα, καὶ ἅπαν ἀξίωμα, μετ᾿ εὐφροσύνης τὸ παγκοσμίου εὐφροσύνης γε νέθλιον ἑορτάσωμεν. Εἰ γὰρ Ἑλλήνων παῖδες, δαι μόνων ψεύδει μύθων κλεπτόντων τὸν νοῦν, καὶ συσκιαζόντων τὴν ἀλήθειαν, καὶ βασιλέων γενέθλια διὰ πάσης ἦγον (33-54) τιμῆς, δῶρα ἕκαστος προσφέροντες τὰ κατὰ δύναμιν, καὶ πάντα λυμαινομένων τὸν βίον, πόσῳ μᾶλλον ἡμᾶς ἐχρῆν τῆς Θεο τόκου τιμᾶν τὸ γενέθλιον, δι' ἧς ἅπαν τὸ βρότειον γένος, δι' ἧς προμήτορος Εύας ή λύπη εἰς χαρὰν μεταβέβληται; Εκείνη μὲν γὰρ, Ἐν λύπαις τέξη τέκνα, δι' ἀποφάσεως θείας ακήκοεν· αὕτη, Χαῖρε, κεχαριτωμένη. Εκείνη, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφήσου· αὕτη, Ὁ Κύριος μετὰ σοῦ. Τί οὖν τῇ Μητρὶ τοῦ Λόγου, ἀλλ' ἡ λόγον προσοίσωμεν; Πᾶσα ἡ κτίσις εὐωχείσθω, καὶ ὑμνείτω τῆς ἱερᾶς τὸν ἱερώτατον λοχεῖον Ετεκε γὰρ τῷ κόσμῳ θησαυρὸν ἀγαθῶν ἀναφαίρετον. Δι' αὐτῆς γὰρ ὁ Κτίστης πᾶσαν φύσιν πρὸς τὸ κρεῖττον μετα εστοιχείωσεν δια μέσης τῆς ἀνθρωπότητος. Εἰ γὰρ ὁ ἄνθρωπος μέσος νοῦ καὶ ὕλης ἱστάμενος, σύνδεσμός ἐστι πάσης ὁρατῆς τε καὶ ἀοράτου κτίσεως, ένωθεὶς ὁ δημιουργός Λόγος τοῦ Θεοῦ τῇ φύσει τῶν ἀνθρώπων, δι' αὐτῆς ἁπάσῃ τῇ κτίσει ἤνωται. Εορτάσω μεν οὖν τὴν λύσιν τῆς ἀνθρωπίνης στειρώσεως, ότι λέλυται ἡμῖν ἡ τῶν ἀγαθῶν πήρωσις ἦσαν. τὸ ἱερώτατον λόγιον. τοκετόν. στείρωσις,
col. 663–664page 10 of 52
PG 96:663β'. ᾿Αλλὰ τίνος ένεκεν ἐκ στείρας ἡ Παρθένος μήν της γεγένηται; ἔδει γὰρ τὸ μόνον καινὸν ὑπὸ τὸν ἥλιον, τὸ τῶν θαυμάτων κεφάλαιον, προοδοποιηθῆναι τοῖ; θαύμασιν, καὶ κατὰ μικρὸν ἀπὸ τῶν ταπεινοτέρων ἐπαναβῆναι τὰ μείζονα. Εχω καὶ ἕτερον λόγον ύψηλότερον καὶ θειότερον. Η γὰρ φύσις ήττηται τῇ χάριτι, καὶ ἕστηκεν ὑπότρομος, προβαίνειν μὴ φέ ρουσα. Ἐπεὶ οὖν ἔμελλεν ἡ Θεοτόκος Παρθένος ἐκ τῆς ᾿Αννης τίκτεσθαι, οὐκ ἐτόλμησεν ἡ φύσις προ λαβεῖν τὸ τῆς χάριτος βλάστημα· ἀλλ' ἔμεινεν ἄχαρ πος, ἕως ἡ χάρις τὸν καρπὸν ἐβλάστησεν. Εδει γὰρ πρωτότοκον τεχθῆναι, τὴν τεξομένην τὸν πρωτότοκον πάσης τῆς κτίσεως, ἐν ᾧ τὰ πάντα συνέστηκεν. "Ο μακαρία συνωρίς Ἰωακεὶμ καὶ ῎Αννα! ὑπόχρεως ὑμῖν ἐστι πᾶσα ἡ κτίσις. Δι' ὑμῶν γὰρ προσήγαγε δῶρον τῷ Κτίστῃ δώρων πάντων ὑπερφερέστερον, μητέρα σεμνὴν, μόνην ἀξίαν τοῦ Κτίσαντος. Ο ὀσφὺς τοῦ Ἰωακεὶμ παμμακάριστε ἐξ ἧς κατεβλήθη σπέρμα πανάμωμον! "Ω μήτρα τῆς ᾿Αννης ἀοίδιμε, ἐν ᾗ ταῖς κατὰ μικρὸν ἐξ αὐτῆς προσθήκαις ηυξήθη, καὶ διαμορφωθὲν ἐτέχθη βρέφος πανάγιον! Ο γα στὴρ, οὐρανὸν ἐν αὐτῇ κυοφορήσασα ἔμψυχον, τῆς οὐρανῶν εὐρυχωρίας πλατύτερον! Ο ἁλῶ, ἡ ἐνέγκασα τὴν δημονίαν τοῦ ζωοποιοῦ σίτου, ὡς αὐτὸς Χριστὸς ἀπεφήνατο· Ἐὰν μὴ ὁ κόκκος του σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Το μαστού θηλήσαντες τὴν θρέψασαν τὸν τροφέα τοῦ κόσμου! "Ω θαυμάτων θαύματα, καὶ παραδόξων παράδοξα! ἔδει γὰρ τὴν τοῦ Θεοῦ ἄφραστον καὶ συγκαταβατικήν σάρκωσιν προοδοποιηθῆναι τοῖς θαύμασιν. ᾿Αλλὰ πῶς τοῖς πρόσω προβήσομαι; Η διάνοια μὲν ἐξίσταται, φόβος δέ με καὶ πόθος κατ εμερίσαντο. Η καρδία πάλλει, καὶ ἡ γλῶσσα πε πήδηται· οὐ φέρω τὴν ἡδονὴν, νικῶμαι τοῖς θαύματ σιν, ἔνθους ὑπὸ τοῦ πάθους γέγονα. Νικᾶται ὁ πόθος, ὑποχωρείτω ο φόβος, ἀδέτω ἡ κιθάρα τοῦ Πνεύματος· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ. γ. Σήμερον στειρωτικαὶ πύλαι ἀνοίγονται, καὶ πύλη παρθενική θεία προέρχεται, ἐξ ἧς, καὶ δι᾿ ἧς ὁ Θεὸς, ὁ πάντων τῶν ὄντων ἐπέκεινα εἰς τὴν οἰκουμένην σωματικῶς εἰσελεύσεται, κατὰ Παῦλον τὸν τῶν ἀῤῥήτων ὑπήκοον. Σήμερον ἐκ βίζης Ιεσσαί ῥάβδος ἔφυ, ἐξ ἧς ἀναβήσεται τῷ κόσμῳ ἄνθος θεο υπόστατον. Σήμερον ἐκ τῆς γηΐνης φύσεως οὐρανὸν κατεσκεύασεν ἐπὶ γῆς, ὁ πάλαι ποτὲ ἐξ ὑδάτων πή ξας, καὶ πρὸς ὕψος μετεωρίσας τὸ στερέωμα. Καὶ δι τως, οὗτος ἐκείνου πολὺ θειότερος καὶ παραδοξότερος. Ο γὰρ ἐν ἐκείνῳ κατασκευάσας τὸν ἥλιον, ἐκ ταύ της δικαιοσύνης ἀνέτειλε ήλιος. Δύο φύσεις, κάν Ακέφαλος μαίνωνται· μία ὑπόστασις, και Νεστό ριοι διαῤῥήγνυνται. Τὸ γὰρ φῶς τὸ ἀΐδιον, τὸ ἐξ ἀϊδίου φωτός προαιώνιον ἔχον τὴν ὕπαρξιν, τὸ ξύλον μακαριστή. πόθου. ανατελεῖ,
col. 665–666page 11 of 52
PG 96:665καὶ ἀσώματον ἐκ ταύτης σωματοῦται, καὶ ὡς νυμ φίος ἐκ παστού προερχεται, Θεὸς ὢν, καὶ γηγενής γενόμενος ὕστερον. Ὡς γίγας τὴν ὁδὸν δραμεῖν τῆς ἡμετέρας ἀγαλλιάσεται φύσεως, καὶ διὰ παθῶν ὁδεύσας πρὸς θάνατον, καὶ δῆσαι τὸν ἰσχυρὸν, καὶ διαρ πάσαι αὐτοῦ τὰ σκεύη, τὴν ἡμετέραν φύσιν, καὶ πρὸς τὴν οὐράνιον γῆν ἀναγαγεῖν τὸ πλανώμενον πρόβατον. Σήμερον ὁ τοῦ τέκτονος Υἱὸς, ὁ παν τεχνήμων Λόγος τοῦ δι' αὐτοῦ τὰ πάντα κατασκευάσαντος, ὁ βραχίων ὁ ἰσχυρὸς τοῦ Θεοῦ τοῦ ὑψίστου, δ ὡς ἑαυτοῦ δακτύλῳ τῷ Πνεύματι, ἀμβλυνθὲν τὸ σκέπαρνον ἀκονήσας τῆς φύσεως, κατεσκεύασεν ἑαυτῷ ἔμψυχον κλίμακα, ἧς ἡ βάσις ἐπὶ γῆς ἐστήρικται, ἡ δὲ κεφαλὴ πρὸς αὐτὸν τὸν οὐρανὸν, ἐφ' ἧς Θεὸς ἀναπαύεται, ἧς τὸν τύπον Ἰακὼβ ἐθεάσατο, δι' ἧς ὁ Θεὸς καταβὰς ἀμεταβάτως, μᾶλλον δὲ συγκαταβάς, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ταῦτα γὰρ ἡ κατάβασις, ἡ συγκαταβατική ταπείνωσις, ἡ ἐπὶ γῆς πολιτεία, ἡ τοῖς ἐπὶ γῆς δου θεῖσα αὐτοῦ ἐπίγνωσις. Ἐπὶ γῆς ἡ νοητή κλίμαξ, ή παρθένος ἐστήρικται· ἐκ γῆς γὰρ ἔχει τὴν γέννησιν· ἡ δὲ κεφαλὴ πρὸς τὸν οὐρανόν. Πάσης γὰρ γυ ναϊκός κεφαλὴ ὁ ἀνήρ· ἀλλ᾽ αὕτη, ἐπειδὴ ἄνδρα οὐκ ἔγνω, κεφαλὴ αὐτῆς ὁ Θεὸς καὶ Πατὴρ ἐχρη μάτισεν, Πνεύματι ἁγίῳ συναλλαγάς ποιησάμενος, καὶ οἱονεὶ θεῖον σπόρων πνευματικὸν, τὸν ἑαυτοῦ Υἱὸν καὶ Λόγον τὴν παντοδύναμον δύναμιν ἐξαποστείλας. Εὐδοκία γὰρ τοῦ Πατρὸς, οὐκ ἐκ συναφείας φυσικῆς, ἀλλ' ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου, ὑπερφυῶς ὁ Λόγος σάρξ ἀτρέπτως ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Συνάφεια γὰρ Θεοῦ πρὸς ἀν θρώπους διά Πνεύματος ἁγίου γίνεται. Ο χωρών χωρείτω. Ο έχων ώτα ακούειν, ἀκουέτω. Εξω τῶν σωματικῶν γενώμεθα. Ἀπαθὲς τὸ θεῖον, οἱ ἄν θρωποι· ὁ ἀπαθῶς γεννήσας τὸ πρότερον φυσικώς, ἀπαθῶς τὸν αὐτὸν Υἱὸν γεννᾷ καὶ τὸ δεύτερον οἶκο νομικῶς. Καὶ μάρτυς Δαβίδ, ὁ Θεοπάτωρ λέγων Κύριος εἶπε πρός με· Υιός μου εἶ σύ, εγώ σήμε ρον γεγέννηκά σε. Τὸ δὲ, σήμερον, ἐπὶ τῆς προ αιωνίου γεννήσεως χώραν οὐκ ἔχει· ἐκείνη γάρ άχρονος. δ. Σήμερον ἡ κατὰ ἀνατολὰς ᾠκοδόμηται πύλη, δι' ἧς Χριστὸς εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ Έσται κεκλεισμένη ἡ πύλη, ἐν ᾗ Χριστὸς ἡ θύρα τῶν προβάτων, Ἀνατολὴ ὄνομα αὐτῷ, δι᾿ ὃν πρὸς ἀρο χίφαντον Πατέρα προσαγωγὴν ἐσχήκαμεν. Σήμερον ἔπνευσαν αὖραι χαρᾶς παγκοσμίου προάγγελοι. Εὐ φραινέσθω ὁ οὐρανὸς ἄνωθεν, καὶ ἀγαλλιάσθω ἡ γῆ κάτωθεν, σαλευθήτω ἡ τοῦ κόσμου θάλασσα. Εν αὐτῇ γὰρ κόχλος γεννᾶται, ή τις οὐρανόθεν ἐκ τῆς ἀστραπῆς τῆς θεότητος ἐν γαστρὶ ἕξει, καὶ τέξεται οι τοκετού. ὁ θειότατος
col. 667–668page 12 of 52
PG 96:667λεὺς τῆς δόξης τὴν τῆς σαρκὸς πορφύραν περιβαλλόμενος, τοῖς αἰχμαλώτοις ἐπιδημήσας, κηρύξει ἄφεσιν. Σκιρτάτω ἡ φύσις· ἡ γὰρ ἀμὰς τίκτεται, ἐξ ἧς ὁ ποιμὴν περιβαλεῖται τὸ πρόβατον, καὶ τοὺς χιτῶνας διαρρήξει τῆς πάλαι νεκρώσεως. Χορευέτω παρθενία, ὅτι ἐτέχθη κατὰ τὸν Ησαΐαν παρθένος, τις ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι το ὄνομα αὐτοῦ Ἐμμανουήλ· τουτέστι, Μεθ᾿ ἡμῶν δ Θεός Γνώτε, Νεστόριοι, καὶ ἡττᾶσθε, ὅτι μεθ' ἡμῶν ὁ Θεός. Οὐκ ἄνθρωπος οὐ πρέσβυς, άλλο αὐτὸς ὁ Κύριος ἥξει, καὶ σώσει ἡμᾶς. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος, καὶ ἐπέφηνεν ἡμῖν. Συστησώμεθα ἑορτὴν ἐπὶ τῇ γεννήσει τῆς Θεοτόκου. Εὐφραίνου, Αννα στεῖρα, ἡ οὐ τί τὸν πολυτίμητον μαργαρίτην Χριστόν· ἐξ ἧς ὁ Βαστί χτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ἀδίνουσα. Αγάλ Ο λου, Ἰωακείμ, ὅτι ἐκ τῆς θυγατρὸς παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτ τοῦ μεγάλης βουλῆς, τῆς παγκοσμίου σωτηρίας ἄγγελος, Θεὸς ἰσχυρός. Αἰσχυνέσθω Νεστόριος, καὶ τιθέτω χεῖρα ἐπὶ τῷ στόματι Τὸ παιδίον Θελς, καὶ πῶς οὐ Θεοτόκος ή τίκτουσα; • Εἴ τις οὐ Θεοτό κιν ὁμολογεῖ τὴν ἁγίαν Παρθένου χωρίς ἐστι τῆς Θεότητος.» Οὐκ ἐμὸς ὁ λόγος, εἰ καὶ ἐμὸς ὁ λό γο;· κλῆρον γὰρ τοῦτον ἐκ Θεολόγου πατρός Γρηγο μίου θεολογικώτατον δέδεγμαι. ε. Ο μακάριον ζεῦγος Ἰωακεὶμ καὶ ᾿Αννα, καὶ ὄντως πανάχραντον! Ἐκ καρποῦ τῆς κοιλίας ὑμῶν έπεγνώσθητε, καθώς φησί που ὁ Κύριος· Ἐκ καρ πῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Εὐαρέστως Θεῷ, καὶ ἀξίως τῆς ἐξ ὑμῶν τεχθείσης ἐπολιτεύσασθε. Σωφρόνως γὰρ καὶ ὁσίως πολιτευσάμενοι, τὸ τῆς παρθενίας κειμήλιον προσηγάγετε, τὴν πρὸ τόκου παρθένον καὶ ἐν τῷ τίκτειν παρθένον, καὶ μετὰ τόκον παρθένον, τὴν μόνην, καὶ νῷ, καὶ ψυχῇ, καὶ σώματι ἀειπαρθενεύουσαν. Έδει γὰρ τὴν ἐκ σωφροσύνης τὴν παρθενίαν βλαστήσασαν, τὸ μόνον μονο γενὲς προαγαγεῖν φῶς σωματικῶς, εὐδοκίᾳ τοῦ ἀσω μάτως γεννήσαντος· τὸ μὴ γεννῶν, ἀεὶ δὲ γεννώμενον· οὗ τὸ γεννᾶσθαι ὑποστατικὸν μόνον ιδίωμα. Τ πόσων θαυμάτων, καὶ οἴων συναλλαγμάτων τοῦτο τὸ θυγάτριον γέγονε! στειρώσεως γέννημα, παρθενία τίκτουσα, μίξις θεότητός τε καὶ ἀνθρωπότητος, πα θους καὶ ἀπαθείας, ζωῆς καὶ θανάτου, ὡς ἂν ἐν πᾶ σιν ἐκνικηθείη τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Καὶ ταῦτα πάντα διὰ τὴν ἐμὴν σωτηρίαν, ὦ Δέσποτα οὕτως γάρ με ἠγάπησας, ὡς οὐ δι' ἀγγέλων, οὐ δι τινος ταύτην κατεργάσασθαι κτίσεως, ἀλλ᾿ ὥσπερ την πρώτην πλάσιν, οὕτως αυτουργῆσαι καὶ τὴν ἀνάπλασιν. Ἐντεῦθεν χορεύω, καὶ κομπάζω, καὶ γέν γηθα, καὶ πρὸς τὴν πηγὴν πάλιν τῶν θαυμάτων ἐπάνειμι, καὶ τοῦ τῆς εὐφροσύνης εμφορούμενος Ο το 1, επεδήμησεν κηρύξαι. μεθ' ἡμῶν ὁ Θεός. 2, άγγελος. ἐπὶ σήματος. τὸ Θεοτόκος ὁμολογεῖ τὴν ἁγίαν παρθένον. Τὸ μια διὰ τό, διό Καὶ ἀειπάρθενον, τὴν. σωφροσύνης χορεύω, κομπάζω, γέγηθα.
col. 669–670page 13 of 52
PG 96:669νάματος, τὴν κιθάραν πάλιν κραδαίνω τοῦ Πνεύμαεκεί τοῦ, καὶ θεῖον ὕμνον ᾄδω Γενέσιον. 5. Ο ζεῦγος λογικῶν τρυγόνων Ἰωακεὶμ καὶ *Αννα τὸ σωφρονέστατον! Ὑμεῖς τὸν τῆς φύσεως νόμον, τὴν σωφροσύνην τηρήσαντες, τῶν ὑπὲρ φύσιν κατηξιώθητε· τετόκατε γὰρ τῷ κόσμῳ Θεοῦ μητέρα ἀπείρανδρον. Υμεῖς εὐσεβῶς καὶ ὁσίως ἐν ἀνθρωπίνῃ φύσει πολιτευσάμενοι, τὴν ὑπὲρ ἀγγέ λους, καὶ τῶν ἀγγέλων δεσπόζουσαν νῦν θυγατέρα τετύχατε. "Ο θυγάτριον ὡραιότατον καὶ γλυκύτατον! ὦ κρίνον ἀναμέσον τῶν ἀκανθῶν ἐκφυὲν ἐξ εὐγενεστάτη; καὶ βασιλικωτάτης ρίζης Δαβιτικῆς! Διὰ σοῦ τὴν ἱερωσύνην ἡ βασιλεία πεπλούτηκεν. Διὰ σοῦ νό μου μετάθεσις γέγονε, καὶ ἀνεκαλύφθη τὸ ὑπὸ τῷ γράμματι πνεῦμα κρυπτόμενον, μετατεθέντος ἐκ τῆς Λευϊτικῆς φυλῆς ἐπὶ τὴν Δαβιτικὴν τοῦ ἱερατικοῦ ἀξιώματος. Ο ρόδον ἐξ ἀκανθῶν τῶν Ἰουδαίων έχε φυὶν, καὶ εὐωδίας θείας πληρῶσαν τὰ σύμπαντα 1 Ο θυγάτηρ Αδάμ καὶ μήτηρ Θεοῦ! μακαρία ἡ ὀσφὺς καὶ ἡ γαστήρ, ἐξ ὧν ἀνεβλάστησας. Μακαρίαι αἱ ἀγκάλαι, αἱ ἐβάστασαν, καὶ χείλη τὰ τῶν ἁγνῶν φι λημάτων σου ἀπολαύσαντα, μόνα τὰ γονικά, ἵν᾽ ᾖς ἐν πᾶσιν ἀεὶ παρθενεύουσα. Σήμερον ἀρχὴ σωτης ρίας τῷ κόσμῳ. Αλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, ᾄσατε καὶ ἀγαλλιάσθε, καὶ ψάλλετε. Υψώσατε τὴν φωνὴν ὑμῶν, ὑψώσατε, μὴ φοβεῖσθε ὅτι ἐτέχθη ἡμῖν μήτηρ Θεοῦ ἐν ἁγίᾳ Προβατικῇ, ἐξ ἧς τεχθῆναι εὐ δόκησεν δ' Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Σκιρτήσατε, τὰ ὄρη, λογικαί φύσεις, καὶ πρὸς ὕψος τῆς πνευματικής θεωρίας ἀνατεινόμεναι. Τὸ γὰρ δρος Κυρίου τὸ ἐμφανέστατον τίκτεται, τὸ ὑπερβεβηκὸς καὶ ὑπερκείμενον πάντα βουνών, και πᾶν ὅρος, ἀγγέλων καὶ ἀνθρώπων τὴν ὑψηλότητα, ἐξ οὗ χειρὸς ἄνευ σωματικώς τμηθῆναι ηὐδόκησεν ὁ ἀκρογωνιαίος λίθος Χριστός, ἡ μία ὑπόστασις, ἡ τὰ διεστώτα συνάπτουσα, θεότητά τε καὶ ἀνθρωπότητα, ἀγγέλους, καὶ ἀνθρώπους, τοὺς ἐξ ἐθνῶν, καὶ τὸν σαρκικὸν Ἰσραήλ, εἰς ἕνα πνευματικὸν Ἰσραήλ. υρο; τοῦ Θεοῦ, ὄρος πίον, όρος τετυρωμένον· ὅρος πίον, τὸ ὄρος ἐν ᾧ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ. Τὸ θεῖον ἅρμα τὸ μυριοπλάσιον, τῶν τῇ θείᾳ εὐθηνούντων χάριτι· Χερουβίμ λέγω καὶ Σεραφίμ. Ἡ ἄκρα ἡ τοῦ Σινᾶ ἁγιωτέρα, ἣν οὐ καπνός, οὐ γνόφος, οὐ θύελλα, οὐ πῦρ δειματούν καλύπτει, ἀλλ' ἡ φωτιστικὴ τοῦ παναγίου Πνεύματος Ελλαμψις. Ἐκεῖ μὲν γὰρ Λόγος Θεοῦ πλαξὶ λιθίναις νόμον ἔγραψεν, ὡς δακτύλῳ τῷ Πνεύματι ἐν ταύτῃ δὲ ἐκ Πνεύματος ἁγίου, καὶ τῶν αὐτῆς αἱμάτ των, αὐτὸς ὁ Λόγος σεσάρκωνται, καὶ ἑαυτὸν δέδωκε τῇ ἡμετέρα φύσει σωτηρίας δραστικώτερον φάρμα πον. Ἐκεῖ μάννα· ἐν ταύτῃ ὁ μάννα δοὺς τὴν γλυ χύτητα. Υποκυπτέτω σκηνὴ ἡ περίπυστος εν ἐν ἐρήμῳ Μωσης κατεσκεύασεν, ἐκ πολυτίμου καὶ ἡ τὰς διεστώτας φύσεις. εύθηνούντων. εὐθυνούντων Ο νίε τοῦ πνεύματος. ὑπὸ κυρίου πιπτέτω ἡ περίπο στος.
col. 671–672page 14 of 52
PG 96:671παντοδαπούς ὕλης, καὶ πρὸ ταύτης ἡ τοῦ πατος ἀληθῶς. 4 εἰσήγαγε. Αβραμ, τῇ ἐμψύχῳ καὶ λογικῇ σκηνῇ τοῦ Θεοῦ. Αὕτη γὰρ οὐκ ἐνεργείας Θεοῦ ὑπῆρξε δοχεῖον, ἀλλ οὐσιωδῶς τῆς τοῦ Υἱοῦ καὶ Θεοῦ ὑποστάσεως. Επι γινωσκέτω τὸ πρὸς αὐτὴν ἀσύγκριτον, πιθωτός πάνω τοθεν χρυσίῳ κεκαλυμμένη, καὶ μαννοφόρος στάμνος χρυσῆ, καὶ λυχνία, καὶ τράπεζα, καὶ πάντα τὰ πα λαιά. Τῷ γὰρ ταύτης τύπῳ τετίμηται, ὡς ἀλη θοῦς πρωτοτύπου σκιάσματα. 5. Σήμερον τόμον καινὸν ὁ πάντα ποιῶν κατ εσκεύασε Θεός Λόγος, ὃν ἐκ καρδίας ὁ Πατὴρ ἐξ. ηρεύξατο, γλώσσῃ Θεοῦ ὡς καλάμῃ τῷ Πνεύματι ἐν αὐτῷ γραφησόμενον· δ; ἐδόθη ἀνδρὶ εἰδότι γράμματα, καὶ οὐκ ἀνέγνω. Οὐ γὰρ ἔγνω τὴν Μαρίαν ὁ Ἰωσήφ, οὐδ' αὐτοῦ τοῦ μυστηρίου την δύναμιν. "Ω θυγάτριον Ἰωακείμ τε καὶ ᾿Αννης τὸ ἱερώτατον, τὸ λαθὸν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ· τὸ ἐν θαλάμῳ τοῦ Πνεύματος πολιτευσάμενον, καὶ τηρηθὲν ἄμωμον εἰς νύμφην Θεοῦ, καὶ μητέρα φύσει τοῦ Θεοῦ! Ο θυγάτριον ἱερώτατον, τὸ ἐπὶ μητρικαῖς ἀγκάλαις φαινόμενον, καὶ φοβερὸν ταῖς ἀποστατικαῖς δυνάμεσιν! "Ω θυγάτριον ἱερώτατον, τῷ μαζί γάλα τρεφόμενον, καὶ ἀγγέλοις περιστοιχούμενον! Ο θυγάτριον θεοπόθητον, ἡ τῶν φυσάντων δόξα· σὲ γενεαὶ γενεῶν μακαρίζουσιν, ὡς ἔφης ἐπ αληθεύουσα! "Ω θυγάτριον ἀξιόθεον, τὸ κάλλος τῆς άνθρωπίνης φύσεως, τῆς προμήτορος Εὔας ἡ ἐπαν όρθωσις! Διὰ γὰρ τῆς σῆς τεκνογονίας ή πεσοῦτα ανώρθωται. Ο θυγάτριον ἱερώτατον, γυναικῶν τὸ ἀγλάϊσμα! Εἰ γὰρ καὶ ἡ πρώτη Ενα ἐν παραβάσει γέγονε, καὶ δι' αὐτῆς εἰσῆλθεν ὁ θάνατος διακονη σαμένης τῷ ὄφει πρὸς τὸν προπάτορα, ἀλλ' ἡ Μαρία ἐξυπηρετησαμένη τῷ θείῳ βουλήματι, τὸν ἀπατέ σαντα δριν ηπάτησεν, καὶ τῷ κόσμῳ τὴν ἀφθαρσίαν εἰσηνέγκατο "Ω θυγάτριον ἀειπάρθενον, ἀνδρὸς οὐ δεηθείσα πρὸς σύλληψιν! Εχει γὰρ πα τέρα ἀΐδιον ὁ ὑπὸ σοῦ κυοφορηθείς. Ο θυγάτριον γηγενές, θεογενικαῖς ἀγκάλαις την Κτίστην, βαστάσασα! ἡμιλλῶντο οἱ αἰῶνες, ποιός τις εγκαυχήσεται τῇ σῇ γεννήσει, ἀλλ' ἐνίκα τῶν αἰώνων τὴν ἅμιλλαν ἡ προωρισμένη βουλὴ τοῦ Θεοῦ, τοῦ τοὺς αἰῶνας ποιήσαντος, καὶ γεγόνασιν οἱ ἔσχατοι πρώτοι, την σὴν εὐμοιρήσαντες γέννησιν. Οντως τιμιωτέρα πάσης κτίσεως γέγονας. Ἐκ σοῦ γὰρ μόνης ὁ Δη μιουργός μοῖραν προσείληφε, τὴν ἀπαρχὴν τοῦ ἡμε τέρου φυράματος. Σὰρξ αὐτοῦ ἐκ τῶν σαρχῶν σου, καὶ τὸ αἷμα ἐκ τῶν αἱμάτων σου, καὶ γάλα μαστῶν σου ἐθήλασεν ὁ Θεὸς, καὶ ἡνώθη τὰ χείλη σου τοῖς τοῦ Θεοῦ χείλεσιν. Ο ἀκαταλήπτων καὶ ἀπορ βήτων θαυμάτων! σὲ προγνοὺς ὁ τῶν ὅλων θεός αξίαν, ἠγάπησε, καὶ ἀγαπήσας προώρισε, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων εἰς τὸ εἶναι παρήγαγε, καὶ Θεοτόκον μητέρα καὶ τιθηνὸν τοῦ οἰκείου Υἱοῦ καὶ Λόγου ἀνέδειξε. ἐκ τῆς σαρκός..
col. 673–674page 15 of 52
PG 96:673η. Τἀναντία μὲν οὖν τῶν ἐναντίων φασὶν ἰάματα, ἀλλ' οὐκ ἐκ τῶν ἐναντίων τὰ ἐναντία. Εἰ καὶ διὰ τῶν ἐναντίων ἕκαστον δ πέφυκεν πλέκει, ἐκ περιουσίας οὗ πέφυκεν. "Ωσπερ γὰρ διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον καθ' ὑπερβολὴν ἁμαρτωλός ἡ ἁμαρτία, οὕτω τῶν ἀγαθῶν ὁ αἴτιος διὰ τῶν ἐναν τίων δ πέφυκεν ἡμῖν κατεργάζεται. "Οπου γάρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χά ρις. Εἰ γὰρ τὴν πρώτην πρὸς Θεὸν ἐφυλάξαμεν κοινωνίαν, οὐκ ἂν τῆς μείζονος καὶ παραδοξοτέρας κατηξιώθημεν. Νῦν δὲ διὰ μὲν τῆς ἁμαρτίας τῆς προτέρας κοινωνίας ἀπηξιώθημεν, μὴ φυλάξαντες δ ἐλάβομεν. Θεοῦ δὲ συμπαθείᾳ ἡλεήθημεν τε καὶ προσελήφθημεν, ὡς ἀσφαλῆ γενέσθαι τὴν κοινωνίαν, Δυνατὸς γὰρ ὁ προσλαβόμενος, φυλάξαι τὴν ἔνωσιν ἀδιάσπαστον. Ἐπεὶ γὰρ ἐκπορνεύσασα ἐξεπόρνευσε πᾶσα ἡ γῆ, καὶ ὁ λαὸς Κυρίου πνεύματι πορνείας ἐπλανήθη ἀπὸ Κυρίου τοῦ Θεοῦ αὐτοῦ, τοῦ κτησαμέ του αὐτὸν ἐν χειρὶ κραταιὰ καὶ βραχίονι ὑψηλῷ, καὶ ἐξαγαγόντος ἐν σημείοις καὶ τέρασιν ἐξ οἴκου δουλείας Φαραώ, καὶ διαγαγόντος διά θαλάσσης Έρυ θρᾶς καὶ ὁδηγήσαντος ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Καὶ ἐστράφη ή καρδία αὐτῶν εἰς Αἴγυπτον· καὶ ἐγένετο ὁ λαὸς Κυ ρίου, οὐ λαὸς Κυρίου· καὶ ὁ ἐλεημένος, οὐκ ήλεη μένος· καὶ ὁ ἡγαπημένος, οὐκ ἠγαπημένος. Δια τοῦτο νῦν Παρθένος τίκτεται τῆς προγονικῆς πορ νείας ἀντίπαλος, καὶ αὐτῷ τῷ Θεῷ μνηστεύεται, καὶ τίκτει τοῦ Θεοῦ τὸν ἔλεον. Καὶ λαὸς τοῦ Θεοῦ, ὁ πρὶν οὐ λαὸς καθίσταται· καὶ ὁ οὐκ ἠλεημένος, ηλέηται καὶ ὁ οὐκ ἠγαπημένος Αγάπηται. Ἐξ αὐτῆς γὰρ τίκτετα: ὁ Υἱὸς τοῦ Θεοῦ ὁ ἀγαπητός, ἐν ᾧ εὐδό κησεν. μία θ. Αμπελος εὐκληματοῦσα ἐξ ᾿Αννης ἐβλάστησε, καὶ βότρυν γλυκύτητος ήνθησε, πόμα νέκταρ τοῖς γηγενέσι πηγάζοντα εἰς ζωὴν αἰώνιον. Ἰωακεὶμ καὶ *Αννα έσπειραν ἑαυτοῖς εἰς δικαιοσύνην, καὶ ἐθέρισαν καρπὸν ζωῆς. Ἐφώτισαν ἑαυτοῖς φῶς γνώσεως, καὶ Κύριον ἐξεζήτησαν, καὶ ἦλθεν αὐτοῖς γέννημα δικαιοσύνης. Θαρσείτω ἡ γῆ καὶ τὰ τέκνα Σιών. Χαίρετε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, ὅτι βιβλάστηκαν ἔρημος· στεῖρα ἤνεγκε τὸν καρπὸν αὐτῆς. Ἰωακεὶμ μ καὶ 'Αννα ὡς ὄρη νοητά γλυκασμὸν ἀπεστάλαξαν. Εὐφραίνου, Αννα μακαριστέ, ὅτι θῆλυ τέτοκας. Τοῦτο γὰρ τὸ θήλυ, μήτηρ Θεού, πύλη φωτός, πηγή ζωῆς, καὶ τὸ τῶν θηλειών διαλύει ἔγκλημα. Τοῦ θήκ λεος τούτου τὸ πρόσωπον λιτανεύσουσιν πλούσιοι τοῦ λαοῦ. Τοῦτο τὸ θήλυ βασιλεῖς ἐθνῶν προσ κυνήσουσι, δῶρα φέροντες. Τοῦτο τὸ θῆλυ προσάξεις Θεῷ τῷ Παμβασιλεῖ, ὡς κροσσωτοῖς χρυσοῖς, τὴν τῶν ἀρετῶν περιβεβλημένην εὐπρέπειαν, καὶ κεκο ού. ἀλλ᾽ οὐκ ἐκ τῶν ἐναντίων εκα στον, ὅ πέφυκεν, ἐκ περιουσίας πέφυκεν, ἐν θαλάσση Ερυθρα 164) ἐχθρῶν.
col. 675–676page 16 of 52
PG 96:6751. Η σμημένην τῇ τοῦ Πνεύματος χάριτι, ἧς ἡ δόξα ἔξωθεν. Δόξα μὲν γὰρ πάσης γυναικὸς ὁ ἀνὴρ ἔξω θεν ἐπιών· ἡ δόξα δὲ τῆς Θεοτόκου ἔσωθεν, ὁ τῆς κοιλίας καρπός. Ο θῆλυ ποθητόν, τρισμακάριστον! Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρ τὸς τῆς κοιλίας σου. "Ω θήλυ θύγατερ τοῦ βασιλέως Δαβίδ, καὶ Μήτηρ τοῦ Παμβασιλέως Θεοῦ! Ο θείον ἔμψυχον ἄγαλμα, ἐφ᾽ ᾧ ὁ δημιουργὸς εὐφράνθη Θεός, νοῦν μὲν ἔχον θεοκυβέρνητον, καὶ μόνῳ Θεῷ προσανέχοντα· ἐπιθυμίαν ἅπασαν τεταμμένην πρὸς τὸ μόνον ἐφετόν τε καὶ ἀξιέραστον· τὸν θυμὸν κατά μόνης τῆς ἁμαρτίας, καὶ τοῦ ταύτην κυήσαντος. Ζωὴν τῆς φύσεως κρείττονα ἕξεις. Έξεις γὰρ οὐ σαυτῇ· οὐ γὰρ σαυτῆς ἕνεκα γεγέννησο. "Οθεν έξεις Θεῷ, δι᾿ ἂν εἰς τὸν βίον ἐλήλυθας· δι' ἐν τῇ παγκοσμίῳ ἐξυπηρετήσεις σωτηρίᾳ, ὅπως ἡ ἀρχαία βουλὴ τοῦ Θεοῦ, τῆς τοῦ Λόγου σαρκώσεως, καὶ τῆς ἡμῶν θεώσεως, διὰ σοῦ πληρωθῇ. Ορεξις τοῖς θείοις λόγοις ἐντρέφεσθαι, καὶ τούτοις πιαίνεσθαι, ὡς ἡ Ελαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ὡς ξύλου πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων τοῦ Πνεύματος, ὡς ξύλον ζωῆς, ὁ τὸν καρπὸν αὐτοῦ ἔδωκεν ἐν τῷ προωρισμένων καιρῷ αὐτοῦ Θεοῦ σεσαρ χωμένον, τὴν αἰώνιον ἁπάντων ζωήν. Πάντα λο γισμόν τρόφιμον, καὶ ψυχωφελή ἔχουσα και πάντα περιττόν, καὶ ψυχοβλαβή πρὶν γεύσασθαι ἀποκρίνουσα. Οφθαλμοὶ διὰ παντὸς πρὸς Κύριον, φῶς ὁρῶντες «ένναον καὶ ἀπρόσιτον. Ωτα τὸν θεῖον ἀκούοντα λόγον, καὶ τερπόμενα τῇ κιθάρα του Πνεύματος, δι' ὧν ὁ Λόγος εἰσῆλθε σαρκωθησόμενος. Ρίνες τῇ ὀσμῇ τῶν μύρων τοῦ νυμφίου θελγόμεναι ὅς ἐστι μύρον θεῖον ἐκουσίως κινούμενον, καὶ χρίον τὴν ἑαυτοῦ ἀνθρωπότητα. Μύρον γὰρ ἐκκενωθέν όνομά σου, φησὶν ἡ Γραφή. Χείλη αἰνοῦντα τὸν Κύριον, καὶ τοῖς αὐτοῦ κολλώμενα χείλεσι. Γλώσσα καὶ φάρυγξ λόγους Θεοῦ διακρίνουσαι, καὶ θείας γλυκύτητος ἐμφορούμεναι. Καρδία καθαρὰ καὶ ἀμό λυντος, ὁρῶσα καὶ ποθοῦσα Θεὸν τὸν ἀμόλυντον. Γα στὴρ, ἐν ᾗ ὁ ἀχώρητος ᾤκησεν, καὶ μαστοί γάλα κτος, ἐξ ὧν ἐτράφη Θεὸς τὸ παιδίον Ἰησοῦς. Πύλη Θεοῦ, ἀειπαρθενεύουσα. Χεῖρες Θεὸν φέρουσαι καὶ γόνατα, θρόνος τῶν Χερουβὶμ υψηλότερος· δι' ὧν ίσχυσαν χεῖρες ανειμέναι, καὶ γόνατα παραλελυμένα. Πόδες, ὡς λύχνῳ φωτὸς τῷ τοῦ Θεοῦ ποδηγούμενοι νόμῳ, καὶ ὀπίσω αὐτοῦ ἀνεπιστρόφως τρέχοντες, ἕως πρὸς τὴν ποθοῦσαν τὸν ποθούμενον είλκυσαν. Ολη παστὰς τοῦ Πνεύματος. Ολη πόλις Θεοῦ ζών της, ἣν εὐφραίνουσι τοῦ ποταμοῦ τὰ ὁρμήματα· τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων κύματα· ὅλη καλή, ὅλη πλησίον Θεοῦ. Αὕτη γὰρ ὑπεραναβασα τὰ Χε ρουβίμ, καὶ τῶν Σεραφὶμ ὑπεραρθεῖσα πλησίον Θεοῦ έχρημάτισεν. Ο κόσμον. πρόθυμον. ι'. "Ω θαῦμα πάντων θαυμάτων ὑπέρτερον! καινότατον.
col. 677–678page 17 of 52
PG 96:677Γυνὴ-ἐπάνω τῶν Σεραφίμ γέγονεν, ὅτι θεὸς ὤφθη βραχέ τι παρ' ἀγγέλους ἠλαττωμένος. Σιγάτω Σο νομὼν ὁ σοφώτατος, καὶ μὴ λεγέτω· Μηδὲν καινὸν ὑπὸ τὸν ἥλιον. Ο Παρθένε Θεοχαρίτωτε, ναὸς Θεοῦ άγιος, ἐν ὁ πνευματικός Σολομών, ὁ εἰρηνάρχης και τασκευάσας κατώκησεν, οὐ χρυσῷ καὶ λίθοις ἀψύ χας καλλωπιζόμενος, ἀλλ᾽ ἀντὶ χρυσοῦ λάμπων τῷ Πνεύματι· ἀντὶ δὲ λίθων τιμίων ἔχων τὸν πολύτιμον μαργαρίτην Χριστὸν, τὸν ἄνθρακα τῆς Θεότητος, δν ἅψασθαι τῶν χειλέων ἡμῶν καθικέτευε, ὡς ἂν καθαρθέντες, τοῦτον σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὑμνήσωμεν ἀνακράζοντες, Αγιος, "Αγιος, Άγιος, Κύριος Σαβαώθ, μία φύσι; θεότητος ἐν τρισὶν ὑπου στάσεσι. "Άγιος ὁ Θεὸς καὶ Πατήρ, ὁ εὐδοκήσας ἐν σοὶ, καὶ ἐκ σοῦ τελεσθῆναι 8 προώρισε πρὸ αἰώνων μυστήριον, Άγιος ἰσχυρὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς ὁ μονογενής, σὲ πρωτότοκον προαγαγὼν ἐκ στεί ρας μητρός σήμερον, ὅπως μονογενής ὢν ἐκ. Πατρός, καὶ πρωτότοκος πάσης κτίσεως, μονογενῆς ἐκ σοῦ γεν νηθῇ Παρθένου μητρός, πρωτότοκος ἐν πολλοῖς ἀδελ φως παραπλησίως ἡμῖν, ἐκ σοῦ μετεσχηκώς σαρκὸς καὶ αἷματος. Αλλ' οὐκ ἐκ μόνου σε Πατρός, ἢ ἐκ μό νης Μητρός προήγαγεν, ἵνα τῷ μόνῳ Μονογενεί φυ λαχθῇ τὸ κατὰ πάντα μονογενές. Αὐτὸς γὰρ μόνος μονογενής ἐκ μόνου Πατρός, καὶ μόνο; ἐκ μόνης Μη τρός. Αγιες ἀθάνατος, τὸ πανάγιον Πνεῦμα, τῇ δρόσῳ τῆς ἑαυτοῦ θεότητος, τῷ θείῳ πυρί σε φυλάξαν ἀνάλωτον. Τοῦτο γὰρ ἡ Μωϋσέως προϋπηνίτα τε το βάτος. και. Χαίροις, προβατική, τῆς τοῦ Θεοῦ Μητρὸς τὸ ἱερώτατον τέμενος. Χαίροις, προβατική, τῆς βασιλε δος τὸ προγονικὸν καταγώγιον. Χαίροις, προβατική, τῶν τοῦ Ἰωακεὶμ προβάτων τὸ πάλαι σῆκος, νῦν δὲ τῆς λογικῆς τοῦ Χριστοῦ ποίμνη; οὐρανομίμητος Ἐκκλησία· ἡ ποτὲ μὲν ἀπαξ τοῦ ἐνιαυτοῦ τοῦ Θεοῦ ξεχομένη τὸν ἄγγελον, τὸ νάμα ταράττοντα, ένα τε ῥωννύντα, καὶ τῆς συνεχούσης ἀπαλλάττοντα νόσου νῦν δὲ πλύθη οὐρανίων δυνάμεων ἔχουσα, ὑμνούν των σὺν ἡμῖν τὴν Θεομήτορα· τὴν τῶν θαυμάτων ἄβυσσον, τὴν πηγὴν τῆς παγκοσμίου ἰάσεως· οὐ λειτουργὸν δεξαμένη ἄγγελον, ἀλλὰ τὸν τῆς μεγάλης βουλῆς, ὡς ἐπὶ πόκον ἀψοφητί καταβάντα ὑετὸν ἀγαθότητος, καὶ πᾶσαν τὴν φύσιν νοσήσασαν, καὶ πρὸς φθορὰν ἀποκλίνασαν, πρὸς ὑγείαν ἄνοσον, καὶ πρὸς ζωὴν ἀγήρω επανορθώσαντα· δι' δν ὁ ἐν σοὶ παράλυτος ὡς ἔλαφος ήλατο. Χαίροις, προβατικῇ τιμές, αὐξέσθω σου ἡ χάρις. Χαίροις, Μαρία, γλυκύτατον τῆς ᾿Αννης θυγάτριον· πρὸς σὲ γὰρ αυ θες ὁ πόθος ἀνέλκει με. Πῶς ἐξεικονίζω σου τὸ σεμνότατον βάδισμα, πῶς τὴν στολήν; πῶς τὸ πρότ ωπόν σου τὸ χάριεν; γη αλέον φρόνημα ἐν νεά ζοντι σώματι; στολή κοσμία, πᾶσαν Ορύψιν καὶ μαλακίαν φεύγουσα. Βῆμα σεμνὸν, καὶ ἀτάραχον, και πάσης βλακείας ἐλεύθερον. Ἦθος ἐστυμμένον, προύπήγετο. δι' ού. τὸ χάρισμα
col. 683–684page 18 of 52
PG 96:683Ο ΣΑΡ. Οὕτως, φησί, σοὶ ἤθελον εἰπεῖν· Εἰ ἐστί σου λόγος. ἀποκρίθητί μοι. Ο ΧΡΙΣΤ. Σὺ λέγεις θέλημα εἶναι, ἐγὼ λέγω ἀνοχὴν καὶ μακροθυμίαν. Ὁ ΣΑΡ. Πόθεν δύνῃ τοῦτο παραστῆσαι; Ο ΧΡΙΣΤ. Διὰ πραγμάτων ἔφη πρὸς Σαρακηνόν Καθημένου ἐμοῦ καὶ σοῦ, ἡ ἱσταμένου, δύναταί τις ἐξ ἡμῶν ἄνευ τῆς ἐξουσίας καὶ δεσποτείας τοῦ Θεοῦ ἀναστῆναι ἡ κινηθῆναι; Καὶ ὁ ΣΑΡ. Ο. Ο ΧΡΙΣΤ. Τοῦ Θεοῦ εἰπόντος, Μὴ κλέψῃς, μὴ περνεύσῃς, μὴ φονεύσῃς, οὐ θέλει να κλέψωμεν καὶ πορνεύσωμεν καὶ φονεύσωμεν. Ο ΣΑΡ. Οὐχι. Εἰ γὰρ ἔθελεν, οὐκ ἂν εἶπεν, Μὴ κλέψῃς, μὴ πορνεύσης, μή φονεύσης. Ο ΧΡΙΣΤ. Δόξα τῷ Θεῷ, ὅτι σὺ ὡμολόγησας λέγων & θέλω εἰπεῖν. Ἰδοὺ συνέθου μοι, ὅτι οὐδεὶς ἐξ ἡμῶν ἄνευ τοῦ Θεοῦ δύναται ἀναστῆναι ἡ κινηθῆναι. Καὶ ὅτι οὐ θέλει ὁ Θεὸς ἕνα κλήψωμεν ἢ πορνεύσωμεν. Ἐὰν ἄρτι ἀναστὰς ἀπέλθω, καὶ κλέψω ή πορνευκώ σω· τί αὐτὸ λέγεις; Θέλημα Θεοῦ, ἡ συγχώρησιν καὶ ἀνοχὴν καὶ μακροθυμίαν; Ο ΣΑΡ. Νοήσας καὶ θαυμάσας ἔφη· 'Αληθῶς οὕ τως έχει. Ο ΧΡΙΣΤ. Νόησον καὶ τοῦτο, ὅτι δυναμένου Θεοῦ πατάξαι, ἀνεχώρησεν πρὸς τὸν σταυρόν· τοῦτ' ἔστιν, ἐμακροθύμησεν ἐπὶ τὴν ἁμαρτίαν. Αλλ' ὅταν θέλῃ [ἶνα] μετανοήσω, ἀποδίδωσί μοι καθάπερ καὶ τοῖς Ἰουδαίοις ἐποίησεν. Μετὰ γὰρ ἔτη] ὀλίγα ἀνέστησεν κατ' αὐτῶν τὸν Τίτον, καὶ Οὐεσπασιανὸν, καὶ τοὺς Έλληνας, καὶ καθεῖλεν τὰ φρυάγματα αὐτῶν. Ἐὰν ἐρωτηθῇς παρὰ Σαρακηνοῦ λέγοντος· Τί λέ στις εἶναι τὸν Χριστόν; εἰπὲ αὐτῷ· Λόγον Θεοῦ. Μηδὲν ἐν τούτῳ νομίζω ἁμαρτάνειν, ἐπειδὴ καὶ λό γος λέγεται παρὰ τῇ Γραφῇ, καὶ σοφία, καὶ βραχίων, καὶ δύναμις Θεοῦ, καὶ ἄλλα πολλὰ τοιαῦτα, πολυώνυμος γάρ ἐστιν. Καὶ σὺ ἀντερώτησον αὐτὸν λέγων Τί λέγεται παρὰ τῇ Γραφῇ ὁ Χριστός; ἴσως καν θελήσῃ ἐρωτῆσαί σε ὁ Σαρακηνὸς ἄλλο τι, μὴ ἀπου κρίνου αὐτῷ, ἕως ἂν λύσει τὸ ἐρώτημά σου. Ανάγκη ποία ἀποκριθήσεται σοι λέγων· Παρὰ τῇ Γραφῇ μου Πνεῦμα καὶ Λόγος Θεοῦ λέγεται ὁ Χριστός. Καὶ τότε εἰπὲ αὐτῷ σὺ πάλιν· Τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ ὁ Λόγος, παρὰ τῇ Γραφῇ σου, ἄκτιστα λέγονται ή κτιστά; Καὶ ἐπὰν εἴπῃ ὅτι ἄκτιστά εἰσιν, εἰπὲ αὐτ τῷ· Καὶ τίς ἔκτισε τὸ Πνεῦμα καὶ τὸν Λόγον τοῦ Θεοῦ; Καὶ ἐὰν ἐξ ἀπορίας εἴπῃ σοι, ὅτι ὁ Θεὸς αὐτὰ ἔκτισεν, εἰπέ· Ἰδοὺ εἰ ἔλεγον ἐγὼ πρὸς σὲ τοῦτο, ἔλεγες ἂν πρός με, ὅτι Ηφάνισας την μαρ τυρίαν σου· καὶ τοῦ λοιποῦ οὐ πιστεύεστε· ὅσα ἂν εἴπῃς. Ὅμως οὖν καὶ τοῦτο ἐρωτῶ σε, πρὸ τοῦ κτί σαι ὁ Θεὸς τὸν Λόγον καὶ τὸ Πνεῦμα, οὐκ εἶχεν Πνεῦμα οὐδὲ Λόγον; Καὶ φεύξεται ἀπὸ σοῦ μὴ ἔχων τί ἀποκριθῆναι. Αἱρετικοὶ γάρ εἰσιν οἱ τοιοῦτοι κατὰ πιστεύεται πιστευθήσεται.
col. 689–690page 19 of 52
PG 96:689καὶ ἡ ἐκπόρευσις τοῦ ἁγίου Πνεύματος. Προσκυνεῖς τὸν Πατέρα; ἐν αὐτῷ προσκυνεῖται ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα. Προσκυνεῖς τὸν Υἱόν; ἐν αὐτῷ προσκυνεῖς τὸν Πατέρα καὶ τὸ ἅγιον Πνεῦμα. Προσκυνεῖς τὸ Πνεῦμα τὸ ἅγιον; ἐν αὐτῷ προσκυνεῖς καὶ τὸν Πα τέρα καὶ τὸν Υἱόν. Οὐ συγχεομένων τῶν προσώπων, ἀλλὰ διὰ τὸ ταὐτὸν καὶ ἀπαράλλακτον τῆς οὐσίας οὕτω νοεῖς. Μιᾶς γὰρ οὔσης τῆς φύσεως καὶ τῆς οὐ. οίας καὶ τῆς θεότητος, μία καὶ ἡ προσκύνησίς ἐστι τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος. Αλλ' ἐπειδὴ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ὀνομάζονται καὶ εἰσὶ τῇ μὲν οὐσίᾳ κατὰ πάντα ἴσα τὰ τρία· ἀπέδωκε δὲ ἡ Θεόπνευστος Γραφὴ τὴν ἀρχὴν τῷ Πατρὶ, καὶ λοιπὸν τῇ τοῦ Πατρὸς εὐδοκίᾳ καὶ ὁ Υἱὸς τὰ πάντα ἐποίησε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ πάντα ἐτελεσιούργησεν ἔστιν οὖν Θεὸς ὁ Πατήρ, Θεὸς ὁ Υἱός, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Αλλ' ἐπειδὴ Θεὸς καὶ Θεὸς καὶ Θεός, οὐ δύνασαι εἰπεῖν, τρεῖς Θεοί. Αλλα τρία πρότα ωπα ενθυμούμενος, ἕκαστον πρόσωπον ὁμολογῶν, εἷς Θεὸς λέγεται, διὰ τὸ ἓν καὶ τὸ ταὐτὸν τῆς φύο σεως καὶ τῆς θεότητος καὶ τῆς οὐσίας καὶ τῆς συναϊδιότητος. Διὸ καὶ ἐνικῶς δοξάζομεν καὶ προσκυνοῦμεν τὴν ἁγίαν Τριάδα. ε'. Ἐμάθομεν καὶ πιστεύομεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἐγεννήθη ἐκ τοῦ Πατρὸς ἀῤῥήτως, ἀχρόνως, ἀτω μάτως, πρὸ πάντων τῶν αἰώνων. Αὐτὸς οὖν ὁ Γ; τοῦ Θεοῦ, τὸ φῶς ἐκ τοῦ φωτὸς, ὁ ἀληθινὸς Θεὸς ἐκ τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρὸς, τῇ εὐδοκίᾳ τοῦ Πα τρὸς ἐσαρκώθη ἐν τῇ πανάγνῳ καὶ ὑπὸ Πνεύματος ἁγίου καθαγιαζομένῃ Παρθένῳ τῇ ἁγίᾳ Μαρίᾳ, τῇ κυρίως καὶ κατ' ἀλήθειαν Θεοτόκῳ. Καὶ ὥσπερ ἐκ τοῦ Πατρὸς ἡ γένεσις αὐτοῦ τοῦ Υἱοῦ ἀκατάληπτός τίς ἐστι καὶ ἀνερμήνευτος, καὶ διὰ τοῦτο πίστει καὶ σιωπῇ προσκυνοῦμεν καὶ δοξάζομεν· οὕτω τοῦ αὐτοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ἡ ἐκ τῆς μητρὸς καὶ Παρθένου ενα σαρχος γέννησις, ἄφραστός ἐστι καὶ ἀνεκδιήγητος. Καὶ μάθε πῶς. ς'. Ο οὖν μονογενής Υἱὸς τοῦ Θεοῦ, ὁ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθεὶς, ἀπερίγραπτος ἐστι, καὶ ἄνω ἐστὶ καὶ κάτω, καὶ τὰ πάντα ἐν χειρὶ ἔχει, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ τὰ πάντα πληροί, καὶ ὑπὲρ τὰ πάντα ὑπερεκτείνεται, καὶ ὑπεράνω πάντων οὐρανῶν ἐστι, καὶ τὰς ἀβύσσους καθορᾷ. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτ τοῦ. Ἐν ἀγγέλοις ἐστὶν, ὅλος ἄνω ἐστὶν, ὅλος πανταχοῦ ἐστιν. Αὐτὸς οὖν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ τοιοῦτος τηλικοῦτος, ὁ ἀπήλικος καὶ ἀμεγέθης, ἐπειδὴ πάντα δύναται, ἐδυνήθη καὶ ἄνθρωπος γενέσθαι. Καὶ κατ' ἀλήθειαν σαρκωθείς, καὶ ἐνανθρωπήσας ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου ἄνω οὐκ ἔλειψε, καὶ κάτω σαρκωθεὶς ὁ αὐτὸς ὅλος. Οὐκοῦν τίς δύνα ται φράσαι ἢ ὅλως διηγήσασθαι τὸ μυστήριον; Πλὴν ὅτι πρὸς τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης φύσεως, ἔδω κεν ή θεία Γραφὴ ὀλίγα τινὰ βήματα, δι᾿ ὧν ὁ νοῦς ἐν ἀπολαύσει δυνήσεται γενέσθαι, καὶ ἀφθέγκτως πιο
col. 699–700page 20 of 52
PG 96:699Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον τὴν μετα [στάντα ἐξ ἡμῶν, ᾿Αναπαύων αὐτὸν ἐν τῇ ἀγήρῳ μακαριότητι. Συγγράμματα αὐτοῦ καὶ οἱ ᾀσματικοί κανόνες ἰαμβικοί τε καὶ καταλογάδην· οἱ γοῦν ᾀσματικοί κανόνες Ιωάννου τε καὶ Κοσμᾶ σύγκρισιν οὐκ ἐδέξαντο, οὐδὲ δέξαιντο, μέχρις ἂν ὁ καθ' ἡμᾶς Δαμασκηνὸς ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον κανόνι, Εἰκών, φησί, τοῦ Πατρὸς ὁ Υἱός, καὶ τοῦ Υἱοῦ τὸ
col. 701–702page 21 of 52
PG 96:701βείας τρεμούσῃ χειρὶ, καὶ ποθούσῃ ψυχῇ, τῆς ἡμε τέρας διανοίας τὸ εὐτελὲς ἀκροθίνιον τῇ βασιλίδι μη τρί, εὐεργέτιδι πάσης τῆς φύσεως, εὐγνωμόνως εἰς ὀφειλὴν ἀποτίσωμεν. Ἐπεὶ καὶ λόγος ἐστίν, ἀγρώτας τινὰς τοῖς ἀροτῆρσι βουσὶ τῆς γῆς τοὺς αύλακας τέμνοντας, βασιλέα παριόντα θεάσασθαι, σεμνῶς μὲν τῇ ἁλουργίδι κοσμούμενον, φαιδρυνόμενον δὲ τῇ αἴγλῃ τοῦ διαδήματος, καὶ τῷ ἀπείρῳ πλήθει τῶν δορυφόρων κύκλῳ περιστοιχιζόμενον, ἐπεὶ παρῆν οὐδὲν, δ τότε τῷ μέδοντι δωροφορήσω σιν, ἀμελλητί ταῖς χερσὶν ὕδωρ ἀπαρυσάμενον ἕνα (παρέῤῥει γὰρ ἐγγύθεν ἀφθόνως τα νάματα), δῶ ρον κεκοιμικέναι τῷ αὐτοκράτορι. Πρὸς ἄν φάναι τὸν βασιλέα· Τί τοῦτο, ὦ παῖ; τὸν δὲ θαρσαλέως ἀντ αποκρίνασθαι "Ο μοι παρήν, τοῦτο κεκόμικα, κρίνας ἄριστα τῇ ἐνδείᾳ τὴν προθυμίαν μὴ ἐγκαλύπτεσθαι. Σὺ γὰρ τῶν ἡμετέρων οὐκ ἐπιδεής, οὐδὲ ἐθέλων τῶν παρ' ἡμῖν ἢ τὴν εὔνοιαν. Ἡμῖν δὲ χρέος ἐστὶν ἅμα καὶ ἔπαινος τὸ τελούμενον. Δόξα γὰρ οἶδεν ἐπακολουθεῖν ὡς τὰ πολλὰ τοῖς εὐγνώμοσιν. Εἶτα τὸν βασιλέα θαυ μάσαντα, ἐπαινέσαι μὲν τὸ σοφὸν, ἀποδέξασθαι δὲ μετ᾿ εὐνοίας τὴν προθυμίαν, πλείσταις δ' ὅσαις δω ρεαῖς φιλοτίμως αὐτὸν ἀνταμείψασθαι. Εἰ τοίνυν ἐκεῖνος ὁ ὑπέροφρυς τύραννος τῆς πολυτελείας προ κέκρικε τὴν εὔνοιαν, αὕτη ἡ ὄντως ἀγαθὴ Δέσποινα, ἡ τοῦ μόνου ἀγαθοῦ Θεοῦ Μήτηρ, οὗ ἡ συγκατάβασις ἄπειρος, τοῦ τὰ δύο λεπτὰ τῶν πολλῶν καρπωμάτων προκρίναντος, οὐ μᾶλλον ἡμῶν ἀποδέξεται τὴν πρό θεσιν, οὐ τὴν δύναμιν κρίνουσα; Ναὶ μὴν ἀποδέξεται, ὡς ὀφειλὴν μὲν προσάγοντας, ἀντιμετρήσει τὰ ἀσύγκριτα. Ἐπεὶ οὖν τὸ λέγειν ἐκ παντὸς ἀναγκαῖον, ὥστε τὸ χρέος ἀφοσιώσασθαι, φέρε πρὸς αὐτὴν τὴν λόγον τρέψωμεν ὧδε. ο γ. Τί δὲ προσείπωμεν, Δέσποινα; τίσι δὲ προσφθεγξόμεθα ρήμασι; ποίοις δὲ ἐγκωμίοις τὴν σὴν ἱερὰν καὶ δεδοξασμένην στέψομεν κε φαλήν, τὴν ἀγαθοδότιν, τὴν πλουτοδότειραν, τοῦ ἀνθρωπείου γένους τὸ ἐγκαλλώπισμα, τὸ αὔχημα πάσης τῆς κτίσεως, δι᾿ ἣν ὡς ἀληθῶς μεμακάρισται; Ον γὰρ οὐκ ἐχώρει το πρότερον, διὰ σοῦ κεχώρηκεν. Οὗ ἀτενίσαι οὐκ ἐσθένει, ἀνακεκαλυμμένῳ προσώπῳ κατοπτρίζεται. Ανοιξον ἡμῖν, ὦ Λόγε Θεοῦ, τὸ βραδύγλωσσον στόμα. Δὸς ἐν ἀνοίξει χειλέων ἡμῶν χαριέστατον λόγον. Εμπνευσον ἡμῖν τὴν τοῦ Πνεύματος χάριν, δι' ἧς ἁλιεῖς ῥητορεύουσι, καὶ ἀγράμματοι λαλοῦσι σοφίαν τὴν ὑπὲρ ἄνθρωπον· ἵνα καὶ ἡμεῖς οἱ ισχνόφωνοι ευπορήσωμεν τῆς σῆς φιλτάτης μητρὸς κἂν ἀμυδρῶς γέπως μεγαλεία φθέγξασθαι. Αὕτη γὰρ ἐκ γενεῶν ἀρχαίων ἐκλελεγμένη, τῇ προωρισμένῃ βουλῇ καὶ εὐδοκίᾳ τοῦ σε ἀχρόνως, ἀῤῥεύστως τε καὶ ἀπαθῶς γεννήσαντος Θεοῦ καὶ Πατρὸς, ἱλασμὸν ν αρώτας. εἶτα ἐπεὶ παρῆν οὐδὲν ὅτε τῷ τυράννῳ δώρον. προσφθεγξώμεθα τοῖς ῥήματι. Κ. κάραν.
col. 703–704page 22 of 52
PG 96:703καὶ σωτηρίαν, δικαιοσύνην τε καὶ ἀπολύτρωσιν, σὲ τὴν ἐκ ζωῆς ζωὴν, καὶ τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ Θεοῦ ἀληθινοῦ Θεὸν ἀληθινὸν, ἐξ αὐτῆς σεσαρκωμένον ἐπ' ἐσχάτων τῶν χρόνων ἐκύησεν· ᾖς ὁ τόπος παράδοξος, ἡ γέννησις ὑπὲρ φύσιν καὶ ἔννοιαν, καὶ τῷ κόσμῳ σωτήριος, ή κοίμησις ἔνδοξος καὶ ὄντως ἱερὰ καὶ πανεύφημος. Ταύτην ὁ Πατὴρ μὲν προ ώρισε, προφῆται δὲ διὰ μὲν τοῦ Πνεύματος ἁγίου προηγόρευσαν. 'Η δὲ τοῦ Πνεύματος ἁγιαστική δύ ναμις ἐπεφοίτησεν, ἐκάθηρέ τε καὶ ἡγίασε, καὶ οἱονεὶ προήρδευσε. Καὶ τότε σὺ & τοῦ Πατρὸς ὅρος καὶ Λόγος ἀπεριγράπτως κατώκησας, ἀνακαλούμενος τὴν ἐσχατιὰν τῆς ἡμετέρας φύσεως πρὸς τὸ ἄπειρον ὕψος τῆς σῆς ἀκαταλήπτου θεότητος. Η; τὴν ἀπαρχὴν ἐκ τῶν πανάγνων καὶ ἀχράντων αἱμά των, καὶ παναμώμων τῆς ἁγίας Παρθένου ἀναλαβὼν σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, σεαυτῷ περιέπηξας, ἐν σεαυτῷ αὐτὴν ὑποστήσας, καὶ γέγονας τέλειος άνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶ ναι τέλειος Θεός, καὶ τῷ σῷ Πατρὶ ὁμοούσιος, ἀλλὰ προσλαβών δι' εὐσπλαγχνίαν ἄφατον τὴν ἡμετέραν ἀσθένειαν. Καὶ προῆλθες ἐξ αὐτῆς εἰς Χριστὸς, εἰς Κύριος, εἷς υἱὸς Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, Θεός τε ὁμοῦ τέλειος, καὶ ἄνθρωπος τέλειος, ὅλος Θεὸς, καὶ ὅλος ἄνθρωπος, μία ὑπόστασις σύνθετος, ἐκ δύο φύσεων τελείων, θεότητός τε καὶ ἀνθρωπότητος καὶ ἐν δύο τελείαις φύσεσι, θεότητί τε καὶ ἀνθρωπότητι· οὐ γυμνὸς Θεὸς, οὐδὲ ψιλὸς ἄνθρωπος, ἀλλ' εἷς Υἱὸς Θεοῦ καὶ Θεὸς σεσαρκωμένος, Θεός τε αὐτὸς ὁμοῦ καὶ ἄνθρωπος, οὐ σύγχυσιν ὑποστάς, οὐδὲ Ο διαίρεσιν ὑπομείνας, φέρων ἐν ἑαυτῷ τῶν ἑτερουσίων δύο φύσεων καθ᾽ ὑπόστασιν ἀσυγχύτως ἅμα καὶ ἀδιαιρέτως ἡνωμένων τὰς φυσικὰς ιδιότητας, τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ ὁρατὸν καὶ τὸ ἀόρατον, τὸ περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον, θεῖόν τε θέλημα καὶ ἀνθρώπινον θέα λημα, θείαν ἐνέργειαν, οὐ μὴν ἀλλὰ καὶ ἀνθρωπίνην ἐνέργειαν, αὐτεξούσιά σε δύο, θεῖον ὡσαύτως καὶ ἀνθρώπινον, τά τε θεία θαύματα, καὶ τὰ ἀνθρώπινα πάθη, τα φυσικά φημι καὶ ἀδιάβλητα. Ολον γὰρ τὸν πρῶτον Αδάμ τὸν πρὸ τῆς παραβάσεως, τὸν ἁμαρτίας ἐλεύθερον, ἀνέλαβες, Δέσποτα, διὰ τὰ σπλάγχνα ελέους σου, σῶμα, ψυχήν, νοῦν, καὶ τὰ τούτων φυσικὰ ἰδιώματα, ἵν᾿ ὅλῳ μοι τὴν σωτηρίαν χαρίσῃ· ὄντως γὰρ τὸ ἀπρόσληπτον, αθεράπευτον καὶ οὕτως μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, τὴν ἔχθραν ἔλυσας, καὶ τῷ σῷ Πατρὶ τοὺς ἀποστά ἐσκοτωμένον ἐφώτισας, τὸ συντετριμμένον ἀνεκαίνι τας προσήγαγες, τὸ πεπλανημένον ἐπέστρεψας, τὸ σας, τὸ φθαρτὴν εἰς ἀφθαρσίαν μετέβαλες· τῆς πολυθέου πλάνης τὴν κτίσιν ἐλευθέρωσης· τέκνα Θεοῦ τοὺς ἀνθρώπους πεποίηκας, κοινωνούς τῆς θείας σου δόξης τοὺς ἡτιμημένους ἀνέδειξας· τὸν καταδεδικασμένον τὰ τῆς γῆς καταχθόνια, ὑπεράνω προεκήρυξαν· πιοχ ἐπιφοιτήσασα. ὄρος καὶ λόγος τοῦ Πατρός, Θεοῦ καὶ ἀνθρώπων. Καὶ ἐκ δύο φύσεων. τὸν παραβάσει πεπτωκότα.
col. 705–706page 23 of 52
PG 96:705πάσης ἀρχῆς καὶ ἐξουσίας ἀνήγαγες, ἐν τῷ θρόνῳ τῷ βασιλικῷ τὸν εἰς γῆν ἀποστρέφειν, καὶ τὸν ᾄδην οἰκεῖν κατακριθέντα, ἐν σεαυτῷ ἐκάθισας. Τίς οὖν τῶν ἀπείρων τούτων ἀγαθῶν, τῶν ὑπὲρ πάντα νοῦν καὶ κατάληψιν, ἐργαστήριον γέγονεν; οὐχὶ ἡ σὲ τε κοῦσα Λειπάρθενος; 8. Ορᾶτε φίλοι Θεῷ Πατέρες καὶ ἀδελφοί, τῆς παρούσης ἡμέρας τὴν χάριν. Ορᾶτε, τῆς νῦν εὐφημουμένης τὸ ὑψηλὸν καὶ σεβάσμιον; Οὐ φρικώδη τὰ ταύτης μυστήρια; οὐ θαύματος γέμοντα; μακά μιοι οἱ ὁρῶντες, ὡς ἰδεῖν πρεπωδέστατον. Μα κάριοι οἱ νοεράν κτησάμενοι αἴσθησιν! Οἶαι φωτός ἀστραπαὶ τὴν παροῦσαν νύκτα καταφαιδρύνουσιν! οἶαι ἀγγέλων δορυφορίαι τὴν τῆς ζωαρχικής μητρός καταγλαΐζουσι κοίμησιν· οἶαι ἀποστόλων θεηγορίαι τὴν κηδείαν τοῦ Θεοδόχου σώματος μακαρίζουσιν 1 Πῶς ὁ τοῦ Θεοῦ Λόγος, ὁ ταύτης υἱὸς δι' εὐσπλαγχνίαν γενέσθαι καταδεξάμενος, δεσποτικοῖς παλάμαις τῇ παναγία ταύτῃ καὶ θειοτάτῃ οἷα μητρὶ λειτουργών, τὴν ἱερὰν ψυχὴν ὑποδέχεται; Ἢ ἀγαθοῦ νομο θέτου 1 μὴ ὑποκείμενος νόμῳ, τὸν νόμον πληρῶν, ὃν αὐτὸς ἐνετείλατο. Αὐτὸς γὰρ τοῖς γονεῦσι τὴν ὀρει λὴν τοὺς παῖδας νέμειν ἐθεσμοθέτησε. Τίμα, φησί, τὸν πατέρα καὶ τὴν μητέρα σου. "Οτι δὲ ἀληθὲς τοῦτο, παντί που δῆλον, τῷ κἂν μικρὸν γοῦν τῶν θείων τῆς ἁγίας Γραφῆς μεταμεμνημένων λογίων. Εἰ γὰρ, ὡς φησὶν ἡ θεία Γραφή, ψυχαὶ δικαίων ἐν χειρί Κυ ρίου, οὐκ αὐτὴ μᾶλλον ταῖς χερσὶ τοῦ Υἱοῦ καὶ Θεοῦ αὐτῆς τὴν ψυχὴν παρατίθηται. Αληθὴς ὁ λόγος, καὶ πάσης ἀντιλογίας ὑπέρτερος. Αλλ' εἰ δοκεῖ, τίς αὕτη, καὶ πόθεν, καὶ πῶς τῷ παρόντι χαρισθεῖσα βίῳ, δώρον ἁπάντων τῶν τοῦ Θεοῦ δωρημάτων ὑψηλότερον ἅμα καὶ προσφιλέστερον δέδοται. Οἷάν τε τὴν ἐν τῷδε τῷ βίῳ διατριβήν πεποίηται, καὶ οἴων μυστηρίων Αξίωται, διεξίωμεν. Εἰ γὰρ τοὺς κατοιχομένους ἐπιταφίοις γεραίροντες Έλληνες, πᾶν ὅτι περ εώρων ἀγώγιμον, πάσῃ σπουδή συνεισέφερον, ὡς ἂν τῷ μὲν εὐφημουμένῳ κατηρτισμένον τὸ ἐγκώμιον γένηται, τοῖς δὲ λειπομένοις, ζῆλος ἅμα πρὸς ἀρετὴν καὶ παράκλησις· μύθοις δὲ ὡς τὰ πολλὰ καὶ ἀπείροις 1 πλάσμασι τὸν λόγον ἐξύφαινον, οίκοθεν μὴ κεκτημένων τῶν ὑμνουμένων ἔπαινον· πῶς ἡμεῖς τὰ λίαν ἀληθῆ καὶ σεβάσμια, καὶ ὄντως ὄντα τοῖς πᾶσιν εύ λογίας ἀπάσης και σωτηρίας πρόξενα, σιγής βυθοῖς τὸ τοῦ λόγου καλύψαντες, οὐ πολὺν ἐφλήσομεν γέλωτα, καὶ τῷ κατακρύψαντι τὸ τάλαντον τῆς αὐτῆς δίκης τευξόμεθα; τῆς συντομίας τοῦ λόγου φροντίζοντες, ὡς ἂν μὴ ταῖς ἀκοαῖς πολέμιος γένηται, ὡς τροφὴ τοῖς σώμασιν ὑπερβάλλουσα. φιλόθεοι. δυνατόν τε καὶ πρεπωδέστατον. υποδύεται. μεμνημένων λογίων. τὸ τάλαντον κατορύξαντι.
col. 707–708page 24 of 52
PG 96:707ε'. Ἰωακεὶμ καὶ ᾿Αννα οἱ ταύτης γεννήτορες Ἰωακείμ, ὥσπερ τις προβάτων ποιμήν, οὐχ ἧττον νέμων τοὺς λογισμούς, ἄγων τε κατ' ἐξουσίαν ὅποι βούλοιτο, ἢ τὰ θρέμματα. Ὑπὸ Κυρίῳ γὰρ τῷ Θεῷ ὡς πρόβατον ποιμαινόμενος, οὐδενὸς τῶν ἀρίστων ἐστέρητο. Αριστα δὲ λέγειν μηδεὶς οιέσθω με, τὰ τοῖς πολλοῖς καταθύμια, πρὸς ἃ ἡ τῶν λιχνοτέρων ἀεὶ διάνοια κέχηνεν, ἃ μήτε παραμένειν πέφυκε, μήτε βελτίονα δρᾶν τὸν κεκτημένον ἐπίσταται, τὰ τοῦ παρόντος βίου τερπνά, ἃ μὴ δύναται βεβαίαν δύναμιν κτήσασθαι ἀλλὰ περὶ αὐτὰ καταῤῥεῖ, καὶ αὐθωρὸν διαλύεται, εἰ καὶ τούτων πολλὴν εἶχον τὴν περιουσίαν. "Απαγε· οὐ πρὸς ἡμῶν ταῦτα θαυ μάζειν, οὐδ' αὕτη μερὶς τῶν φοβουμένων τὸν Κύ ριον· ἀλλὰ τὰ ἀγαθὰ, τὰ ὄντως τοῖς εὖ φρονοῦσιν ἐφετὰ καὶ ἐράσμια, & μένει διαιωνίζοντα, Θεὸν μὲν ἀλλ' αὐτά, αὐτίκα. Π. ἐν ταύταις. εὐφραίνοντα, καρπὸν δὲ τοῖς κεκτημένοις ἀνατέλλοντα ώριμον, τὰς ἀρετὰς φημὶ, αἱ τὸν καρπὸν ἐν καιρῷ αὐτῶν, τῷ αἰῶνι λέγω μέλλοντι, ζωὴν αἰώνιον δώ σουσι, τοῖς γε ἀξίως φιλοπονήσασι, καὶ προσενέγκασι τὸν ἑαυτῶν πόνων ὅση δύναμις. Πόνος μὲν γὰρ προς πορεύεται, ἕπεται δὲ μακαριότης αἰώνιος Ένα τὰς Ἰωακεὶμ συνήθως τοὺς οἰκείους ἐποίμανε λογι σμους, ἐν τόπῳ μὲν χλόης, τῶν ἱερῶν λογίων τῇ θεωρίᾳ ἐναυλιζόμενος, ἐπὶ ὕδατος δὲ ἀναπαύσεως τῆς θείας εὐφραινόμενος χάριτος, ἐξ ἀτόπων ἐπι στρέφων, ἐπὶ δὲ τρίβους δικαιοσύνης οδηγών. "Αννα δὲ, ἡ χάρις ἑρμηνεύεται, οὐχ ἧττον ὁμότροπος ἦν, καὶ ὁμόζυγος, πᾶσι μὲν ἀγαθοῖς κομῶσα, μυστικῷ δέ τινι λόγῳ κατεχομένη τῷ τῆς στειρώσεως ἀφ φωστήματι. Εστείρευε γὰρ ὄντως ἡ χάρις, ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς καρποφορεῖν οὐκ ἰσχύουσα διότι πάντες ἐξέκλιναν, ἅμα ἡχρειώθησαν, οὐκ ἦν ὁ συνιών, οὐκ ἦν ὁ ἐκζητῶν τὸν Θεόν. Εἶτα ὁ ἀγαθὸς Θεὸς ἐπιδὼν, καὶ κατοικτειρήσας τῆς οἰκείας χειρός τὸ πλαστούργημα, καὶ τοῦτο βουληθεὶς ἀνασώσασθαι, λύει τὴν τῆς χάριτος στείρωσιν, τῆς ᾿Αννης φημὶ τῆς Θεόφρονος, καὶ τίκτει παῖδα, οἷα οὐ πρότερον γέγονεν, οὐδ᾽ αὖ πάλιν γενήσεται. Ἡ δὲ τῆς στειρώσεως λύ σις ἐδήλου σαφέστατα τὴν κοσμικὴν τῶν ἀγαθῶν λυθήσεσθαι στείρωσιν, καὶ τῆς ἀποῤῥήτου μαχα ριότητος καρπογονεῖσθαι τὸ στέλεχος. ς'. Ἐντεῦθεν ἡ Θεοτόκος ἐξ ἐπαγγελίας προέρχεται. "Αγγελος γὰρ καταμηνύει τῆς γενησομένης τὴν σύλληψιν. Επρεπε γὰρ καν τούτῳ μὴ ἐλαττοῦσθαί τινος, ἢ φέρειν τὰ δεύτερα, τὴν τοῦ μόνου καὶ ὄντως τελείου Θεοῦ ἐσομένην κατὰ σάρκα λοχεύτριαν. Εἶτα τῷ ἱερῷ ναῷ τοῦ Θεοῦ ἀνατίθεται, κάνταῦθα διατρί σει, κρείττονα καὶ καθαρωτέραν τῶν ἄλλων ἐπιδεικνυμένη σπουδὴν καὶ ἀναστροφὴν, ἀπάσης ἐπιμιξίας ἀνδρῶν καὶ θηλειῶν ἀτόπων ἀπηλλαγμένη. Αλλ' ἀπηλλαγμένην.
col. 709–710page 25 of 52
PG 96:709ἐπεὶ τῆς ἡλικίας ἡ ἀκμὴ κατελάμβανε, καὶ μένειν τῶν ἀνακτόρων ἔνδον νομίμως ἀπείργετο, μνηστήρι, ταὐτὸν δὲ εἰπεῖν φύλακι τῆς παρθενίας, πρὸς τοῦ χοροῦ τῶν ἱερέων τῷ Ἰωσὴφ ἐγχειρίζεται, ὃς τὸν νόμον ἀπαραχάρακτον μέχρι γήρως ἐν συγκρίσει τῶν ἄλλων ἐφύλαττε. Πρὸς τοῦτον ἡ ἱερὰ αὕτη καὶ πανά μωμος νεάνις διέτριβε, τοῖς κατ᾽ οἶκον στοι χοῦσα, καὶ τῶν πρὸ τῆς οἰκίας εἰδυία μηδέν. ζ'. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ὥς φη σιν ὁ θεῖος ᾿Απόστολος, ἀπεστάλη ὑπὸ τοῦ Θεοῦ ἄγ γελος Γαβριὴλ πρὸς ταύτην τὴν ὄντως θεόπαιδα, και φησι πρὸς αὐτὴν· Χαῖρε, κεχαριτωμένη, ο Κύριος μετὰ σοῦ. Καλὸν τὸ τοῦ ἀγγέλου, πρὸς τὴν ὑπὲρ ἄγγελον πρόσφθεγμα. Χαρὰν γὰρ φέρει παγκόσμιο Ἡ δὲ ἐπὶ τῷ λόγῳ ἐταράχθη, τῆς πρὸς ἄνδρας ὁμι λίας ἀήθης υπάρχουσα. Ασφαλῶς γὰρ τηρεῖν τὴν παρθενίαν προῄρητο. Διελογίζετο δὲ ἐν ἑαυτῇ ποτα πὼς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ πρὸς αὐτὴν ὁ ἄγ γελος· Μὴ φοβοῦ, Μαριάμ· εὖρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Οντως εὗρε χάριν, ἡ ἀξία τῆς χάριτος. Εὗρε χάριν ἡ τοὺς πόνους τῆς χάριτος γεωργήσασα, καὶ πολὺ δρεψαμένη τὸν ἄσταχυν. Εὗρε χάριν, ἡ τοὺς σπόρους τῆς χάριτος γεννήσασα, καὶ πολύχουν δρε ψαμένη τὸν ἔσταχυν τῆς χάριτος. Εὗρε χάριτος ἄβυσσον, ἡ σῶαν τὴν ὁλκάδα τῆς διπλῆς παρθενίας τηρήσασα, καὶ τὴν ψυχὴν γὰρ παρθένον ἐτήρησεν, οὐ τοῦ σώματος ἔλαττον. "Οθεν καὶ ἡ τοῦ σώματος παρθενία τετήρητο. Καὶ τέξῃ, φησίν, υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· Ἰησοῦς δὲ σωτήρ ἑρμηνεύεται· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἐκ τῶν ἀνομιῶν αὐτῶν. Τί πρὸς ταῦτα τῆς ἀληθοῦς σου φίας ὁ θησαυρός, τὴν μὲν Εὔαν οὐ μιμεῖται τὴν προμήτορα,επανορ' οὗται δὲ μᾶλλον τὸ ταύτης αφύλακτον, καὶ συνήγορον τὴν φύσιν προβάλλεται, ὧδέ πως τῷ τοῦ ἀγγέλου ἀντιῤῥητορεύουσα ῥήματι· Πῶς ἔσταιμοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἀδύνατα φθέγγῃ, φησίν. Ο γε τὸς λόγος τοὺς ὅρους λύει τῆς φύσεως, οὓς ὁ πλαστουργήσας ἐπήξατο. Οὐκ ἀνέχομαι Ενα χρημα είσαι δευτέρα, καὶ τὸ τοῦ Ποιήσαντος παρακρούσασθαι βούλημα. Εἰ δὲ μὴ λέγεις ἀντίθεα, τὸν τρό πον εἰπὼν τῆς συλλήψεως, λύσον τὴν ἀπορίαν. Πρὸς ἣν ὁ τῆς ἀληθείας άγγελος Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Υψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Οὐ δουλεύει φύσεως νόμοις τὸ τελούμενον. Ο γὰρ Δημιουργός και δεσπότης τῆς φύσεως, κατ' ἐξουσίαν τοὺς ὄρους ἀμείβει τῆς φύσεως. Ή δὲ, τὸ ἀεὶ ποθούμενον καὶ τιμώμενον όνομα, μεθ' ἱερᾶς εὐλαβείας ἀκούσασα, τῆς ὑπακοῆς ἐπηφίει φό σου καὶ χαρᾶς γέμοντα ῥήματα, Ἰδοὺ ἡ δούλη Κυ ρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. τ'. "Ο βάθος πλούτον, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ· κἀγὼ γὰρ εἰς καιρὸν τῷ ᾿Αποστόλη συμ οι σε μὴ φοβοῦ, Κ. εὗρες, φησίν. ἀντίθετα. γενόμενον Ι, τῆς παρακοῆς ἐδεδίες τὸ ἐπίτιμον.
col. 711–712page 26 of 52
PG 96:711φθέγξομαι, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, Ο (*) Π. βοήσομαι. Θρόνοι, ήγουν ἄγγελοι καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὦ ἀπλήστου ἀγαθότητος Θεοῦ! ὢ ἀγάπης οὐκ ἐχούσης ἔρευναν 1 Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, ὁ πληρῶν τὸν οὐρανὸν καὶ τὴν γῆν, οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον, εὐρύχωρον ἐνδιαίτημα, τὴν γαστέρα τῆς οἰ κείας δούλης ἐποιήσατο, καὶ ἐν αὐτῇ τὸ πάντων καινότερον ἀποτελεῖ μυστήριον. Θεὸς γὰρ ὤν, ἄν θρωπος γίνεται, ὑπερφυῶς τε τῷ χρόνῳ τῆς κυήσεως τίκτεται, καὶ διανοίγει μήτραν, τὰ κλείθρα τῆς παρθενίας μὴ λυμηνάμενος, καὶ ἀγκάλαις γηῖ ναις ὡς βρέφος βαστάζεται, τὸ τῆς δόξης ἀπαύγασμα, ὁ χαρακτήρ τῆς τοῦ Πατρὸς ὑποστάσεως, ᾧ φέρονται τὰ σύμπαντα τῷ ῥήματι τοῦ στόματος αυτ τοῦ. "Ω θείων ἀληθῶς θαυμάτων! ὦ μυστηρίων τῶν ὑπὲρ φύσιν καὶ ἔννοιαν! ὦ παρθενικῶν αὐχημάτ των τῶν ὑπὲρ ἄνθρωπον! τί τοῦτο τὸ μέγα περὶ σὲ, ὦ ἱερὰ μῆτερ καὶ παρθένε, μυστήριον; Εὐλογημένη σὺ ἐν γυναιξὶν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Μακαρία εἶ ἐν γενεαίς γενεῶν, ἡ μόνη ἀξιομακάριστος. Ἰδοὺ γὰρ μακαρίζουσί σε πᾶσαι γενεαὶ, ὥσπερ ἔφησας. Σὲ εἶδον θυγατέρες Ἱερουσ σαλήμ, τῆς Ἐκκλησίας λέγω, καὶ ἐμαχάρισαν σε απ βασίλισσαι, ἤτοι δικαίων ψυχαὶ, καὶ εἰς αἰῶνας αἱ νέσουσί σε. Σὺ γὰρ εἶ ὁ βασιλικός θρόνος, ᾧ παρε στήκεισαν ἄγγελοι τὸν ἑαυτῶν ὁρῶντες δεσπότην, καὶ δημιουργὸν ἐποχούμενον. Σὺ Ἐδὲμ νοητή κε χρημάτικας τῆς πάλαι ἱερωτέρα και θειοτέρα. Έν ἐκείνῃ μὲν γὰρ Ἀδὰμ χοϊκὸς ηὐλίζετο, ἐν σοὶ δὲ Κύριος ἐξ οὐρανοῦ. Σὲ κιβωτὴς προεικόνισε δευτέρου κόσμου σπέρμα φυλάττουσα· σὺ γὰρ τὴν τοῦ κόσ σμου σωτηρίαν τὸν Χριστὸν ἀπεκύησας, τὸν τὴν ἁμαρτίαν μὲν κατακλύσαντα, τὰ δὲ ταύτης κατευνα σαντα κύματα. Σε βάτος προέγραψε, πλάκες θεόγραφοι προεχάραξαν, νόμου ή κιβωτός προϊστόρησε, στάμνος χρυσῆ καὶ λυχνία, καὶ τράπεζα, καὶ ῥάβδος Ααρὼν ἡ βλαστήσασα, ἐμφανῶς προετύπωσαν. Εκ σοῦ γὰρ ἡ φλὸξ τῆς θεότητος, ὁ τοῦ Πατρὸς ὄρος καὶ Λόγος, τὸ γλυκύτατον καὶ οὐράνιον μάννα, τὸ ὄνομα τὸ ἀνώνυμον τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ φῶς τὸ αἴδιον καὶ ἀπρόσιτον, ὁ ἄρτος τῆς ζωῆς ὁ οὐράνιος, ὁ ἀγεώργητος καρπός, σωματικῶς ἐκ σοῦ ἀνεβλάστησεν. Οὐ σὲ προεμήνυσε κάμινος, πῦρ δροσίζον ἅμα καὶ φλογίζον δεικνύουσα, καὶ τοῦ θείου πυρὸς ἀντίτυπον τοῦ ἐν σοὶ κατοικήσαντος; Ἡ δὲ σκηνή ᾿Αβραὰμ σὲ προδηλοί προφανέστατα. Τῷ γὰρ Θεῷ Λόγῳ ἐν τῇ γαστρί σου σκηνώσαντι ἀνθρωπεία φύσις τὸν ἐγκρυφίαν ἄρτον, τὴν ἑαυτῆς ἀπαρχὴν ἐκ τῶν σῶν ἁγνῶν αἱμάτων προσήγαγεν, ὀπτωμένην πῶς καὶ ἀρτοποιουμένην ὑπὸ τοῦ θείου πυρὸς, ἐν τῇ θείᾳ αὐτοῦ ὑποστάσει ὑφισταμένην, καὶ εἰς ἀληθῆ ὕπαρ ξιν ἐρχομένην σώματος ἐψυχωμένου ψυχῇ λογική τε καὶ νοερᾷ. Μικροῦ μὲ καὶ τοῦ Ἰακὼν ἡ κλίμαξ διέφυγε. Τί γάρ; οὐ παντὶ δῆλον, ὅτι σοῦ προεγράφη Οι δροσίζουσα, δεικνύουσα. Κ. παναχράντων,
col. 713–714page 27 of 52
PG 96:713καὶ τύπος γνωρίζεται; ὃν τρόπον ἐκεῖνος τεθέαται À? διὰ τῶν ἄκρων τῆς κλίμακος οὐρανὸν τῇ γῇ συναπο τόμενον, καὶ διὰ ταύτης ἀγγέλους κατιόντας καὶ ἀνιόντας, καὶ τὸν ὄντως ἰσχυρὸν, καὶ αήττητον, τύ πικῶς αὐτῷ προσπαλαίοντα, οὕτω; καὶ σὺ μεσιτεύσασα, καὶ κλίμαξ γεγονυῖα τῆς πρὸς ἡμᾶς τοῦ Θεοῦ καταβάσεως, τοῦ τὸ ἀσθενὲς ἡμῶν ἀναλαβόντος φύσ ραμα, καὶ ἑαυτῷ συμπλέξαντος καὶ ἑνώσαντος, καὶ νοῦν ὁρῶντα Θεὸν δεδρακότος τὸν ἄνθρωπον, τὰ διε στῶτα συνήγαγες. "Οθεν ἄγγελοι μὲν πρὸς αὐτὸν κατῄεσαν, ὡς θεῷ καὶ Δεσπότῃ λειτουργήσαντες, ἄν θρωποι δὲ ἀγγελικῇ πολιτεία χρησάμενοι, πρὸς οὐρανὸν ἀναρπάζονται. Θ'. Ποῦ δὲ θήσομαί τῶν προφητῶν τὰ κηρύγματά; οὐκ ἐπὶ σέ, εἴπερ ἀληθῆ δεικνύναι ταῦτα ἐθελήσαι μεν; τίς γὰρ ὁ Δαυῒτικὸς πόκος, ἐφ᾽ ἂν ὁ τοῦ βασι λέως τῶν ἁπάντων Θεοῦ υἱὸς, ὁ συνάναρχος καὶ συμβασιλεύων τῷ οἰκείῳ Γεννήτορι, ὡς ὑετὸς κατα βέβηκεν; οὐχὶ σὺ τηλαυγέστατα; τίς δὲ ἡ παρθένος, ἣν Ησαίας προβλεπτικῶς προηγόρευσεν, ἐν γαστρὶ ἕξειν καὶ τέξεσθαι υἱὸν τὸν μεθ᾿ ἡμῶν ὄντα Θεόν, τουτέστι μετὰ τὸ γενέσθαι ἄνθρωπον, καὶ Θεὸν διά μείναντα. Τί δὲ τὸ δρὸς τοῦ Δανιήλ, ἐξ οὗ ὁ ἀκρογωνιαῖος ἐτμήθη λίθος Χριστός, οὐχ ὑποστὰς ἀνδρὸς ἐγχειρίδιον; οὐχὶ σὺ ἡ ἀσπόρως κυήσασα, καὶ πάλιν παρθένος μείνασα; ἐλθέτω Ἰεζεκιὴλ ὁ θειότατος, καὶ δεικνύτω κεκλεισμένην πύλην διωδευμένην ὑπὸ Κυρίου καὶ οὐκ ἀναγομένην, καθὰ προφητικῶς προε κήρυξε (10, δειξάτω τῶν λεγομένων τὴν ἔκβασιν· σὲ δείξει πάντως, ἣν διελθὼν ὁ ἐπὶ πάντων Θεὸς, καὶ σάρκα λαβών, τὴν τῆς παρθενίας οὐκ ἀνέωξε πύλην. Μένει γὰρ ἡ σφραγὶς ὄντως διαιωνίζουσα. Σὲ τοίνυν προφῆται κηρύττουσι. Σοὶ διακονοῦσιν ἄγγελοι, λει τουργοῦσιν ἀπόστολοι, ὁ παρθένος καὶ θεολόγος τῇ Λειπαρθένῳ καὶ Θεοτόκῳ. Σὲ γὰρ σήμερον πρὸς τὸν σὸν ἐκδημοῦσαν Υἱὸν περιεἶπον ἄγγελοι, ψυχαὶ δια καίων, πατριαρχῶν τε καὶ φροφητῶν· ἐδορυφόρουν ἀπόστολοι, θεοφόρων τε Πατέρων πλῆθος ἄπειρον ἐκ τῶν τερμάτων τῆς γῆς τῷ θείῳ προστάγματι ὡς ἐν νεφέλῃ πρὸς ταύτην τὴν θείαν καὶ ἱερὰν Ἱερουσαλὴμ αθροιζόμενοι, καί σοι τῇ πηγῇ τοῦ ζωαρχικοῦ τοῦ Κυρίου σώματος ὕμνους ἱεροὺς ἐνθεαστικώτατα λέ γοντες. ι. Ο πῶς ἡ πηγὴ τῆς ζωῆς πρὸς τὴν ζωὴν διὰ μέσου θανάτου μετάγεται! ὢ πῶς ἡ ἐν τῷ τόκῳ τοὺς όρους ὑπερβᾶσα τῆς φύσεως, νῦν ὑποκύπτει τοῖς ταύτης θεσμοῖς, καὶ θανάτῳ τὸ ἀκήρατον καθυποβάλλεται σῶμα. Δεῖ γὰρ αὐτὸ τὸ θνητὸν ἀποθέμενον τὴν ἀφθαρσίαν ἀμφιάσασθαι, ἐπεὶ καὶ ὁ Δεσπότης τῆς φύσεως τὴν τοῦ θανάτου πεῖραν οὐκ ἀπηνήνατο. Θνήσκει γὰρ σαρκὶ, καὶ θανάτῳ λύει τὸν θάνατον, καὶ φθορᾷ τὴν ἀφθαρσίαν χαρίζεται, καὶ τὴν νέκρωσιν ποιεῖ πηγὴν τῆς ἀναστάσεως. Ὢ πῶς ψυχὴν 1. συγκαταβάσεως. δεικνύτω. ς νοεράν.
col. 715–716page 28 of 52
PG 96:715κείαις χερσὶν ὁ παντουργὸς ὑποδέχεται, τιμῶν νο μίμως, ἣν τῇ φύσει δούλην ὑπάρχουσαν, φιλανθρωπίας ἀνεξιχνιάστοις πελάγεσιν οἰκονομικῶς μητέρα ἑαυτοῦ ἐποιήσατο, ὁ ἀληθείᾳ σαρκωθεὶς, οὐ φενακίσας τὴν ἐνανθρώπησιν. Εώρων γὰρ, ὡς δοκεῖ, τῶν ἀγγέλων τα τάγματα τὴν σὴν ἐξ ἀνθρώπων ἀποβίωσιν προσδεχόμενα. Ο τῆς καλλίστης εκε δημίας, ἢ τὴν πρὸς Θεὸν ἐκδημίαν χαρίζεται. Εἰ γὰρ καὶ πᾶσι τοῖς θεοφόροις θεράπουσι πρὸς Θεοῦ τοῦτο κεχάρισται· κεχάρισται γὰρ, καὶ πιστεύομεν· ἀλλά γε τὸ διάφορον ἄπειρον δούλων Θεοῦ καὶ μητρός. Τί τοί νυν τὸ περὶ σὲ τοῦτο μυστήριον όνομάσομεν θάνατον; ἀλλὰ καὶ φυσικῶς ἡ πανίερος καὶ μακαρία σου ψυχή τοῦ πανολβίου καὶ ἀκηράτου σου χωρίζεται σώματος, καὶ τὸ σῶμα τῇ νομίμῳ ταφῇ παραδίδοται, ὅμως οὐκ ἐναπομένει ἐν τῷ θανάτῳ, οὐδ' ὑπὸ τῆς φθορᾶς διαλύεται. Ης γὰρ τικτούσης ἀλώβητος ἡ παρθενία μεμένηκε, ταύτης μεθισταμένης ἀδιάλυτον τὸ σῶμα πεφύλακται, καὶ πρὸς κρείττονα καὶ θειοτέραν σκηνὴν μετατίθεται, οὐ διακοπτομένην θανάτῳ, ἀλλ᾽ εἰς ἀπεράντους αἰῶνας αἰώνων διαιωνίζουσαν. Ωσπερ γὰρ οὗτος ὁ ὁλολαμπὴς καὶ ἀείφωτος ἥλιος ὑπὸ τοῦ σεληνιακοῦ πρὸς μικρόν κρυπτόμενος σώματος, δοκεῖ μέν πως ἐκκλιμπάνειν, καὶ τῷ ζόφῳ καλύ πτεσθαι, καὶ τῆς αἴγλης ἀντιλαμβάνειν τὸ σκότος, ὅμως αὐτὸς τοῦ οἰκείου φωτὸς οὐκ ἐξίσταται. Εχει δὲ ἐν ἑαυτῷ πηγὴν φωτὸς ἀένναον βρύουσαν, μᾶλλον δὲ αὐτὸς πηγή φωτὸς ὑπάρχει ἀνέκλειπτος, ὡς ὁ Κτίσας αὐτὸν Θεὸς διετάξατο. Οὕτω καὶ σὺ ἡ πηγὴ τοῦ ἀληθινοῦ φωτὸς ἢ ἀέναος, ὁ ἀδάπανος τῆς αὐτο ζωῆς θησαυρός, ἡ δαψιλὴς τῆς εὐλογίας ἀνάβλυσις, ἡ πάντων τῶν ἀγαθῶν ἡμῖν αἰτία καὶ πρόξενος, εἰ καὶ πρός τι χρονικόν διάστημα καλύπτῃ σωματικῶς τῷ θανάτῳ, ἀλλὰ βρύεις ἀφθόνως ἡμῖν φωτὸς ἀπειρεσίου, καὶ ἀμβροσίας ζωῆς, καὶ τῆς ὄντως μακαριότητος ἀνελλιπῆ, καὶ καθαρά, καὶ ἀδαπάνητα νάματα, ποταμοὺς χάριτος, ιαμάτων πηγὰς, εὐλογίαν ἀένναον. Σὺ γὰρ ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ ἐξήνθησας, καὶ ὁ καρπός σου γλυκασμὸς ἐν λάρυγγι τῶν πιστῶν. Ἐντεῦθεν οὐ θάνατον τὴν ἱεράν σου μετάστασιν λέξομαι, ἀλλὰ κοίμησιν, ἢ ἐκδημίαν, ἢ ἐνδημίαν εἰπεῖν οἰκειότερον. Εκδημοῦσα γὰρ τῶν τοῦ σώματος, ἐνδημεῖς πρὸς τὰ κρείττονα. ἱερὰν τοῦ Θεοδόχου διαιρουμένην σκηνώματος, οι ἐκείνης ἐκδημή νομίμῳ. ια΄. Σε συνεπόρθμευσαν σὺν ἀρχαγγέλοις ἄγγελοι. Σοῦ τὴν ἔξοδον ἔφριξαν τὰ ἀκάθαρτα καὶ ἐναέρια πνεύματα. Σοῦ τῇ διαβάσει εὐλογεῖται μὲν ἀὴρ, αι θὴρ δὲ καθαγιάζεται. Σοῦ τὴν ψυχὴν χαίρων οὐρα νὸς ὑποδέχεται. Σοὶ μεθ᾽ ἱερῶν ὕμνων καὶ φαι δρᾶς τελετής προσυπαντῶσι δυνάμεις, μονονουχί λέγουσαι· τίς αὕτη ἡ ἀναβαίνουσα λελευκαντισμένη, εγκύπτουσα ὡσεὶ ὄρθρος; καλὴ ὡς σελήνη, ἐκλεκτή ὡς ὁ ἥλιος. Ως ὡραιώθης, ὡς ἡδύνθης! σὺ ἄνθος τοῦ πολύφωτος. και φαιδραῖς ταῖς λαμπάτι, καί.
col. 717–718page 29 of 52
PG 96:717πεδίου, ὡς κρῖνον ἐν μέσῳ ἀκανθῶν· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε. Εἰς ὀσμὴν μύρων σου δρα μούμεθα. Εἰσήνεγκε σε ὁ βασιλεὺς εἰς τὸ ταμιείον αὐτοῦ, ἔνθα ἐξουσίαι δορυφοροῦσιν, ἀρχαὶ εὐλογοῦσι, θρόνοι ἀνυμνοῦσι, τὰ Χερουβὶμ ἐκπλήττεται χαί ροντα, δοξάζει τὰ Σεραφίμ τὴν τοῦ οἰκείου δεσπότου φύσει καὶ ἀληθείᾳ οικονομία χρηματίσασαν μη τέρα. Οὐ γὰρ ὡς ὁ Ἠλίας ὡς εἰς τὸν οὐρανὸν ἐλήλυθας· οὐχ ὡς ὁ Παῦλος ἕως τρίτου διεβιβάσθης ούτ ρανοῦ. ἀλλ᾽ ἕως αὐτοῦ τοῦ βασιλικοῦ θρόνου τοῦ Υιού σου ἔφθασας, αυτόπτως ὁρῶσα, καὶ χαίρουσα, καὶ σὺν πολλῇ καὶ ἀφάτῳ τῇ παῤῥησία παρεστώτα, ἀγγέλοις θυμηδία ἀπόρρητος, καὶ πάσαις ταῖς ὑπερ κοσμίοις δυνάμεσι, πατριάρχαις εὐφροσύνη άληκτος; δικαίοις χαρὰ ἀνεκλάλητος, προφήταις διηνεκής ἀγαλλίασις, κόσμον εὐλογοῦσα, τὰ σύμπαντα ἁγιά ζουσα, τοῖς κάμνουσιν ἄνεσις, τοῖς πενθοῦσι παρά κλησίς, τοῖς νοσοῦσιν ἴασις, τοῖς χειμαζομένοις λιμήν, ἁμαρτάνουσιν ἄφεσις, τοῖς λυπουμένοις εὐμενες πατ ραμύθιον, πᾶσι τοῖς αὐτοῦσιν ἑτοίμη βοήθεια. ιβ. Ο θαύματος ὄντως ὑπερφυοῦς! ὦ πραγμάτων ἐκπλήξεως. Ὁ πάλαι βδελυκτὸς καὶ μισούμενος θά νατος, καὶ εὐφημεῖται καὶ μακαρίζεται. Ο πάλαι πένθους καὶ κατηφείας, δακρύων τε καὶ σκυθρωπό. τητός πρόξενος, νῦν χαρᾶς ἀναδέδεικται καὶ πανηγύρεως αἴτιος. Ὅμως εἰ καὶ πᾶσι τοῖς τοῦ Θεοῦ θεο ράπουσιν, ὧν ὁ θάνατος μακαρίζεται, ἐκ τοῦ τέλους τὸ ἀσφαλὲς περιγίνεται τῆς πρὸς Θεὸν εὐαρεστής σεως, καὶ τούτου χάριν ὁ θάνατος αὐτῶν μακαρίζεται. Τελειοι γὰρ αὐτοὺς, καὶ μακαρίους δείκνυσι, τὸ ἄτρεπτον τῆς ἀρετῆς χαριζόμενος, κατὰ τὸ φάσκον λόγιον· μὴ μακάριζε άνδρα πρὸ τελευτῆς αὐτοῦ ἀλλ᾽ οὐκ ἐπὶ σοὶ τοῦτο ληψόμεθα. Σοῦ γὰρ μακαρισμὸς, οὐχ ὁ θάνατος· οὐδὲ ἡ μετάστασις τελείωσις γέγονεν, οὐδ᾽ αὖ πάλιν ἡ ἐκδημία χαρίζεται την ἀσφάλειαν. Πάντων γὰρ σὺ τῶν ὑπὲρ νοῦν ἀγαθῶν ἀρχὴ, καὶ μεσότης, καὶ τέλος, ἀσφάλειά τε καὶ ἀλη θὴς βεβαίωσις, ἡ ἄσπορος σύλληψις, ἡ θεία ἐνοίκησις, ὁ τόπος ὁ ἄφθορος γέγονεν. "Οθεν ἀληθῶς ἔφη σας, οὐκ ἀπὸ τοῦ θανάτου. ἀλλ᾽ ἐξ αὐτῆς τῆς συλλήψεως ὑπὸ πασῶν τῶν γενεῶν μακαρίζεσθαι. Εντεῦθεν οὐ σὲ ὁ θάνατος ἐμακάρισεν, ἀλλ᾽ αὐτὴ τὸν θάνατον κατηγλάϊσας, τὴν τούτου κατήφειαν λύσασα, καὶ χαρὰν τὸν θάνατον δείξασα. Ὅθεν σου τὸ ἱερὸν καὶ πανάμωμον σῶμα ὁσίᾳ ταφῇ παρεδίδοτο, προτρεχόντων ἀγγέλων, περικυκλούντων, επομένων, μήτι πραττόντων ὧν εἰκὸς τῇ μητρὶ τοῦ ἑαυτῶν λειτουργῆσαι Δεσπότου, ἀποστόλων, καὶ παντὸς τοῦ τῆς Εκκλησίας πληρώματος θεηγορικούς ύμνους εκε βοώντων, καὶ κροτουμένων τῷ πνεύματι· Πλησθη σήμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος, ο ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. Καὶ πάλιν Ηγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ορος τοῦ Θεοῦ, ὄρος πῖυν· τὸ ὅμος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ. Σὲ τῶν ἀποστόλων ὁ δῆμος τὴν ἀληθῆ κιβωτόν Κυρίου τοῦ Θεοῦ ἐπὶ τῶν ὤμων Ο σε
col. 719–720page 30 of 52
PG 96:719φωτὸν, καὶ ἐν τάφῳ θέμενοι, δι' αὐτοῦ, ὡς δι' Ἰορδάνου τινὸς, ἐπὶ τὴν ἀληθῆ τῆς ἐπαγγελίας παι ρέπεμπον γῆν, τὴν ἄνω φημὶ Ἱερουσαλήμ, τὴν πάντων τῶν πιστῶν μητέρα, ἧς τεχνίτης καὶ δη μιουργὸς ὁ Θεός. Οὐ κατελήλυθε γὰρ ἡ ψυχή σου εἰς τὸν ᾄδην, ἀλλ' οὐδὲ ἡ σάρξ σου εἶδε διαφθοράν. Οὐκ ἀπελείφθη ἐν γῇ τὸ σὸν ἄχραντον καὶ πανακή ρατον σῶμα, ἀλλ᾽ ἐν οὐρανῶν βασιλείοις μοναῖς ἡ βασιλις, ἡ κυρία, ἡ δέσποινα, ἡ Θεομήτωρ, ἡ ἀληθής Θεοτόκος μετατεθεῖσα. ἀράμενοι, ὡς πάλαι ποτὲ οἱ ἱερεῖς τὴν τυπικήν πι Ο ο οργάνου, εὐλογίας. ιγ΄. Ο πῶς οὐρανὸς ὑπεδέξατο τὴν πλατυτέραν οὐρανῶν χρηματίσασαν; πῶς δὲ τάφος τὸ τοῦ Θεοῦ δοχεῖον ἐδέξατο; ναὶ ἐδέξατο, ναὶ κεχώρηκεν. Οὐ γὰρ σωματικοῖς ὄγκοις οὐρανοῦ πλατύτερον ἐγένετο. Πῶς γὰρ τὸ τρίπηχυ, τὸ ἀεὶ λεπτυνόμενον, εὑρεσί τε καὶ μήκεσιν οὐρανοῦ παραβληθῆναι δυνήσεται; τῇ δὲ χάριτι μᾶλλον παντὸς ὕψους καὶ βάθους τὸ μέτρον ὑπερηκόντισε. Τὸ γὰρ θεῖον ἀσύγκριτον. "Ο ἱεροῦ, καὶ θαυμαστοῦ, καὶ σεβασμίου, καὶ προσκυνητοῦ μνήματος· δ καὶ νῦν περιέπουσιν ἄγγελοι, αἰδοῖ καὶ φόβῳ πολλῷ παριστάμενοι· φρίττουσι δαίμονες πίστει προστρέχουσιν ἄνθρωποι, τιμώντες, προσκυνοῦντες, ὀφθαλμοῖς, καὶ χείλεσι, καὶ πόθῳ ψυχής ἀσπαζόμενοι, καὶ ἀφθονίαν ἀγαθῶν ἀρυόμενοι. "Ωσπερ γὰρ εἴ τις μύρον πολυτελὲς τοῖς ἱματίοις ἢ τόπῳ τινὶ ἐναπόθοιτο, εἶτα ἀφέλοιτο, ἐναπομένει τῆς εὐω δίας τὰ λείψανα καὶ μετὰ τὴν τοῦ μύρου ἀφαίρεσιν, οὕτω καὶ νῦν τὸ θεῖον σῶμα, καὶ ἱερὸν, καὶ πανά μωμον, καὶ τῆς θείας εὐωδίας ἀνάπλεον, ἡ ἄφθονος κρήνη τῆς χάριτος, ἐν τῷ τάφῳ τεθὲν, εἶτα πάλιν ἁρπασθὲν πρὸς κρείττονα χῶρον καὶ ὑψηλότερον, οὐκ ἀφῆκε τὸν τάφον ἀγέραστον, ἀλλὰ μεταδίδωσι μὲν τῆς θείας εὐωδίας καὶ χάριτος, πηγὴν δὲ τῶν ἱαμάτων καὶ πάντων τῶν ἀγαθῶν τοῖς πίστει προσ σιοῦσι τὸ μνῆμα κατέλιπε. ιδ'. Σοὶ καὶ ἡμεῖς προσκαθήμεθα σήμερον, ὦ Δέσποινα, καὶ πάλιν ἐρῶ, Δέσποινα, Θεοτόκε ἀπει ρόγαμε, τὰς ἑαυτῶν ψυχὰς τῆς σῆς ἐλπίδος ἐφάψαν τες, ὥσπερ ἐκ τινος ἰσχυροτάτης καὶ ἀῤῥαγεστάτης ἀγκύρας, νοῦν, ψυχήν, σῶμα, ὅλοις ἑαυτοὺς σοὶ ἀνα θέμενοι, ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς γεραίροντες, ὅσον ἐφικτόν· τὸ γὰρ πρὸς ἀξίαν ἀνέφικτον. Εἰ γὰρ, ὡς ὁ λόγος ὁ ἱερὸς ἡμᾶς ἐξεπαίδευσεν, ἡ περὶ τοὺς ὁμοδούλους τιμή ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας, ἡ περὶ σὲ τὴν τεκοῦσαν τὸν δεσπότην σου τιμή, πῶς παρορατέα; πῶς δὲ οὐ περισπούδαστος; πῶς δὲ οὐκ αὐτῆς τῆς ἀναγκαίας προτιμωμένη πνοῆς, καὶ τῆς ζωῆς πρόξενος; οὕτω γὰρ ἂν μᾶλλον τὴν πρὸς τοῖς ἱεροῖς λογίοις. πρόκριτος.
col. 721–722page 31 of 52
PG 96:721πρὸς τὸν οἰκεῖον δεσπότην παραστίσαιμεν εὔνοιαν.? Τί γὰρ πρὸς τὸν δεσπότην φημί; αὐταρκὲς γὰρ ὄντως τοῖς εὐλαβῶς μεμνημένοις σου τῆς μνήμης τὸ τιμαλφέστατον δώρημα· χαρᾶς γὰρ ἀναφαιρέτου ὑπέρθεσις γίνεται. Ποίας γὰρ οὐκ ἐμπίμπλαται εὐφροσύνης; ποίων ἀγαθῶν ὁ ταμιεῖον τῆς πανάγνου σου μνήμης τὴν ἑαυτοῦ ποιησάμενος διάνοιαν. Ουτός σοι παρ' ἡμῶν χαριστήριος, τῶν ἡμετέρων λόγων ἀπαρχή, τῆς πτωχῆς ἡμῶν διανοίας τὸ ἀκροθίνιων, τῷ περὶ σὲ κινηθείσης πόθῳ, καὶ τὴν οἰκείαν ἐκλελησμένης ἀσθένειαν. Αλλ' εὐμενῶς δέχοιο τὸν πόθον, εἰδυῖα τὴν δύναμιν ὑπερβάλλοντα. Σὺ δὲ ἐποπτεύοις ἡμᾶς, ἀγαθὴ δέσποινα, ἀγαθοῦ δεσπότου λοχεύτρια, ἄγοις τε καὶ φέροις τὰ καθ᾿ ἡμᾶς ὅπου βούλοιο, καὶ τὰς ὁρμᾶς τῶν αἰσχίστων ἡμῶν παθῶν στήσειας, καὶ πρὸς τὸν τοῦ θείου θελήματος ἀχείμαστον λιμένα καθοδηγοῦσα, καὶ τῆς μελλούσης μακαριότητος και ταξιώσειας, τῆς γλυκείας τε καὶ αὐτοπροσώπου ἐλλάμψεως, τοῦ ἐκ σοῦ σαρκωθέντος Θεοῦ Λόγου. Μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμή, κράτος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. νυ Τοῦ αὐτοῦ λόγος δεύτερος εἰς τὴν ἔνδοξων κοι μησιν τῆς παναγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. α'. Ἔστι μὲν ἀνθρώπων οὐδεὶς, ὃς κατ' αξίαν τῆς Θεομήτορος τὴν ἱερὰν ἐκδημίαν εὐφημῆσαι δυνήσεται, οὐδ᾽ εἰ μύριαι γλῶσσαι, τοσαῦτα δ᾽ αὐτῷ στόματα εἴη· ἀλλ' οὐδ' εἰ πᾶσαι τῶν πολυσπόρων αἱ γλῶσσαι συνέλθοιεν, τῶν καθηκόντων ἐπαίνων ἐφίκοιντο. Πάντα γὰρ αὕτη θεσμὸν ἐγκωμίων ὑπέρκειται. Έπει δὴ δὲ φίλον Θεῷ τὸ κατὰ δύναμιν ἐκ πόθου καὶ ζή του καὶ ἀγαθῆς προσφερόμενον διαιρέσεως, φίλα δὲ τῇ μητρὶ τοῦ Θεοῦ τὰ τῷ Υἱῷ προσφιλῆ καὶ ἐρά σμια, φέρε πάλιν τῶν ἐγκωμίων ἀψώμεθα, τοῖς ὑμετέροις πειθαρχοῦντες κελεύμασιν, ὦ ποιμένων ἄριστοι, καὶ Θεῷ προσφιλέστατοι, ἀρωγὸν τὸν ἐξ αὐτῆς σεσαρκωμένον ἐπικαλεσάμενοι Λόγον, τὸν πληροῦντα πᾶν στόμα πρὸς αὐτὸν ἀνοιγόμενον, ὃς αὐτῇ μόνος κόσμος, καὶ πανευκλεὶς ἐγκώμιον πέ ψυχεν· εἰδότες ὡς ὅτε τῶν ἐπαίνων ἀρξόμεθα, την ὀφειλὴν ἐκτιννύομεν, καὶ ταύτην εκτίσαντες, πάλιν τοῦ χρέους ἀρχόμεθα, ώς μένειν τὸ χρέος ἀεὶ ἀρχό μενον καὶ πληρούμενον. Ιλεως δὲ εἴη πρὸς ἡμῶν ὑμνουμένη, ἡ πάντων κτισμάτων ἐπέκεινα, καὶ πάγ των δημιουργημάτων δεσπόζουσα, οἷα Θεοῦ μήτηρ, τοῦ Κτίστου καὶ Δημιουργοῦ, καὶ τῶν ἁπάντων δεσπόζοντος. Συγγινώσκοιτε δὲ καὶ ὑμεῖς, ὦ τῶν θείων λόγων φιλήκοον σύστημα, καὶ τὴν μὲν εὔνοιαν ἀποδέχοισθε, καὶ τὸν πόθον κροτοίητε, τῇ ἀσθενείᾳ δὲ τοῦ λόγου συμπάσχοιτε. Ὥσπερ γὰρ εἴ τις τῷ αὐτοκράτορι, καὶ θειόθεν τῶν ὁμοφύλων εγχειρι σθέντι τοὺς οἵακας, πλήθουσαν μὲν ἀεὶ κεκτημένῳ 1 προφερόμενον. ΙΧ.
col. 723–724page 32 of 52
PG 96:723τὴν τράπεζαν, καὶ παντοδαποῖς ἐδέσμασι ῥέουσαν, μύρων δὲ πολυτελῶν ἐξατμήμασι θελγόμενα τὰ βα σίλεια, ἐν οὐ καιρῷ προσάγοι ἴον τὸ τῆς ἁλουργίδος ὁμάχροον, ἢ ῥόδον τὸ τῆς ἀκάνθης εὐωδέστατον βλά στημα, χλοεροὺς μὲν κεκτημένον τοὺς κάλυκας, κἀκ τούτων προϊόν διδυμόχροον, καὶ πρὸς ὡραῖον προ βάδην φθάνον ἐρύθημα, καί τινα καρπον οπώρας μελιειδέστατον, οὐ τῇ εὐτελείᾳ τοῦ δώρου, τῷ ξένῳ δὲ προσέξει, καὶ θαυμάσει τὸ ἄηθες, ἄριστα κρίνων, καὶ καλῶς ἐπιστάμενος, ἀφθόνοις δ' ὅτι μάλιστα δώροις καὶ χαρίεσι τὸν γηπόνον ἀμείψαιτο, οὕτω καὶ ἡμεῖς ἐν χειμῶν: τῶν ἐπῶν τὰ ἄνθη τῇ βασιλίδι προσάγοντες, καὶ γεγηρακότα λόγον προς τοὺς ἀγῶνας τῶν ἐγκωμίων ὁπλίζοντες, καὶ τὸν πό θον τῷ νῷ λίθον οἷα σιδήρω προστρέψαντες, ἢ ὡς βότρυν άωρον ἐκθλίψαντες, τὴν μυθοτόκον διά νοιαν, ἄμυδρόν τινα σπινθήρα καὶ τρύγα λόγου τοῖς φιλολόγοις ὑμῖν καὶ φιλακροάμοσι νέμοντες, μᾶλλον καὶ μᾶλλον ἀποδειχθείημεν. Τί γὰρ τῇ μητρὶ τοῦ Λόγου ἢ λόγον προσοίσομεν; τῷ ὁμοίῳ γὰρ χαίρει τὸ ὅμοιον, καί γε τὸ φίλον. Ηδη τοίνυν τὴν βαλβίδα τοῦ Λόγου ἀνοίξαντες, ή μικρόν τῶν ῥυτήρων ὑφέν τες, ὡς ἵππον τινὰ τοῦτον πρὸς τὸν δρόμον ἐθύναντες ἐκπέμψωμεν. Αλλά μοι, Λόγε Θεοῦ, αὐτὸς ἔσα συνεργός τε συνέριθος, καὶ τὴν ἐμὴν ἄλογον διάνοιαν λόγωσον, καὶ τῷ λόγῳ τὴν τρίβον λείαν ἀπέργασαι, καὶ τὸν δρόμον ίθυνον πρὸς τὴν σὴν εὐαρέστησιν, πρὸς ἦν ἅπας ἴεται λόγος σοφοῦ καὶ 1 μελιηδέστατον. 1 εύανθές. 1 τήν. ἄγονον. λόγωσον διάνοια. β'. Σήμερον ἡ ἐσία καὶ μόνη Παρθένος τῷ ὑπερο κοσμίῳ καὶ οὐρανίω τεμένει προσάγεται, ή του τοῦτον τὴν παρθενίαν ποθήσασα, ὡς ὑπ' αὐτῆς οἷά τινος καθαρωτάτου ποιωθῆναι πυρός. Παρθένος γὰρ ἅπασα τῷ τόκῳ τὴν παρθενίαν λυμαίνεται· αὕτη δὲ καὶ πρὸ τόκου, καὶ τίκτουσα μένει παρθένος, καὶ μετὰ γέννησιν. Σήμερον ἡ ἱερά τε καὶ ἔμψυχος κια φωτὸς τοῦ ζῶντος Θεοῦ, ἡ τὸν ἑαυτῆς τεχνίτην κυρ φορήσατα, ἐν ναῷ Κυρίου ἀχειροτμήτῳ καταπαύεται, καὶ σκιρτᾷ Δαβὶδ ὁ ταύτης προπάτωρ καὶ Θεοπάτωρ, καὶ συγχορεύουσιν ἄγγελοι, καὶ κροτοῦσιν ἐρ χάγγελοι, καὶ δυνάμεις δοξάζουσι, καὶ ἀρχαὶ συν αγάλλονται, καὶ ἐξουσίαι εὐφραίνονται, καὶ κυριότητες χαίρουσιν, καὶ θρόνοι πανηγυρίζουσι, καὶ ἀνυμνεῖ τὰ Χερουβίμ, καὶ δοξολογεῖ τὰ Σεραφίμ. Δοξάζονται γὰρ οὐχ ἥκιστα, τῇ Μητρὶ τῆς δόξης τὴν δόξαν προσ νέμοντες. Σήμερον ἡ ἱερωτάτη περιστερά, ἡ ἀκε ραία καὶ ἄκακος ψυχὴ, καὶ τῷ θείῳ καθιερωμένη Πνεύματι, ἐκπτᾶσα τῆς κιβωτοῦ, τοῦ θεοδόχου φημὶ, καὶ ζωαρχικοῦ σώματος, εὗρεν ἀνάπαυσιν τοῖς που σὶν αὐτῆς, πρὸς τὸν νοητὸν κόσμον ἀπάρασα, καὶ σάρκωσιν τῆς σαρκὸς θέωσιν λόγωσιν ἐγκώμιον. παραγίνεται. 4 αὐτῷ ἄγγελοι.
col. 725–726page 33 of 52
PG 96:725ἐν τῇ ἀσπίλῳ γῇ τῆς ἄνω κληρουχίας σκηνώσασα. Σήμερον ἡ. Ἐδὲμ τοῦ νέου Αδάμ, τὸν λογικὸν παράδεισον ὑποδέχεται, ἐν ᾧ τὸ κατάκριμα λέλυται, ἐν ᾧ τὸ τῆς ζωῆς ξύλον πεφύτευται, ἐν ᾧ ἡ ἡμε τέρα περιέσταλται γύμνωσις. Οὐκέτι γὰρ ἡμεῖς γυμνοὶ καὶ ἀνείμονες, καὶ τῆς θείας εἰκόνος μὴ φέ ροντες τὴν λαμπρότητα· καὶ τὴν ἄφθονον χάριν σεσυλημένοι τοῦ Πνεύματος, οὐκέτι τὴν παλαιὰν τραγῳδοῦντες γύμνωσιν λέξομεν· ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐν τούτῳ γὰρ ὁ ὅρις οὐκ ἔσχε παρείσδυσιν, οὗ τῆς ψευδοῦς ὀρε χθέντες θεώσεως, τοῖς ἀνοήτοις συμπαρεβλήθημεν κτήνεσιν. Αὐτὸς γὰρ ὁ τοῦ Θεοῦ μονογενής Υιός, Θεὸς ῶν, καὶ τῷ Πατρὶ ὁμοούσιος, ἐκ ταύτης τῆς Παρθένου καὶ καθαρᾶς ἀρούρας ἑαυτὸν πεπλαστούρ γηκεν ἄνθρωπον. Καὶ τεθέωμα: μὲν ὁ ἄνθρωπος, ὁ θνητὸς ἠθανάτισμαι, καὶ τοὺς δερματίνους χιτῶνας ἐνδεδυμαι. Τὴν γὰρ φθορὰν ἀπημφίασμαι, περίκειμαι τῇ περιβολῇ τῆς θεότητος. Σήμερον ἡ Παρθένος ἡ ἄχραντος, καὶ γηΐνοις μὴ προσομιλήσασα πάθεσι, ἀλλ' οὐρανίοις ἐντραφείσα νοήμασιν, οὐκ εἰς γῆν ἀπελήλυθεν, ἀλλ᾽ ἔμψυχος ὄντως οὐρανὸς χρηματίσασα, ταῖς οὐρανίαις σκηναῖς ἐνοικίζεται. Τίς γὰρ ταύτην οὐρανὸν καλῶν ἀληθοῦς ἁμαρτήσεται, εἰ μή πού τις φήσειε καλῶς ἐπιστάμενος, καὶ τῶν οὐρανῶν αὐτὴν ἀσυγκρίτοις ὑπεροχαῖς ὑπεραίρεσθαι. Ο γὰρ τῶν οὐρανῶν Δημιουργός τε καὶ Συνοχεύς, καὶ παντὸς ἐγκοσμίου τε καὶ ὑπερκοσμίου, ὁρατοῦ τε καὶ ἀοράτου τεχνίτης δημιουργήματος, οὗ τόπος οὐδεὶς τῶν πάντων εἶναι· εἴπερ τὸ περιέχον τῶν ἐνόντων τόπος ὁρίζεται· ἐν ταύτῃ πρὸς ἑαυτοῦ ἀσπό πως βρέφος δεδημιούργηται, καὶ ταύτην ταμεῖον εὐρύχωρον δέδειχε τῆς τὰ πάντα πληρούσης αὐτοῦ καὶ μόνης· ἀπεριγράφου θεότητος, ὅλος ἀπαθῶς ἐν αὐτῇ συστελλόμενος, καὶ μένων ὅλος ἐκτὸς, καὶ τό πον ἔχων ἑαυτοῦ ἀπερίληπτον. Σήμερον ὁ τῆς ζωῆς θησαυρός, ἡ τῆς χάριτος ἄβυσσος· οὐκ οἶδ' όπως τολμηροῖς καὶ ἀτρόμοις φάναι τοῖς χείλεσι θανάτω ζωηφόρῳ καλύπτεται, καὶ τούτῳ ἀδειμάντως πρόσεισιν ἡ τούτου καταλύτην κυήσασα, εἰ καὶ θά να τον προσαγορεύσα: χρεὼν τὴν αὐτῆς πανίερον καὶ ζωτικὴν ἀποβίωσιν. Ἡ γὰρ τοῖς πᾶσι τὴν ὄντως ζωὴν ἀναβλύσασα, πῶς θανάτῳ γένοιτ' ἂν ὑποχείο ριος· ἀλλ' εἴχει τῷ τοῦ οἰκείου τόκου θεσμοθετήματι, καὶ ὡς θυγάτηρ μὲν τοῦ πάλαι ᾿Αδάμ τὰς πατρικὰς εὐθύνας υπερέρχεται· ἐπεὶ καὶ ὁ ταύτης Υἱός, ἡ αὐτ το ωὴ ταύτας οὐκ ἀπηνῄνατο· ὡς δὲ Θεοῦ ζῶντος μήτηρ ὑπάρξασα, πρὸς αὐτὸν ἀξίως μετακομίζεται. Ει γάρ φησὶν ὁ Θεὸς, Μήποτε ἐκτείνας τὴν χεῖρα αὐτοῦ ὁ πρωτόπλαστος ἄνθρωπος, καὶ λα βὼν τοῦ ξύλου τῆς ζωῆς, καὶ γευσάμενος, εἰς τὸν αἰῶνα ζήσεται, πῶς ἡ τὴν ζωὴν αὐτὴν δεξαμένη, τὴν ἄναρχόν τε καὶ ἄληκτον, τὴν μήτε ἀρχῆς, μήτε σε νοητόν. ὁμιλήσασα. ἑαυτόν. ἀνακομίζεται. τῷ τό.
col. 727–728page 34 of 52
PG 96:727τέλους δουλεύουσαν πέρασιν, οὐκ εἰς αἰῶνα ζήσεται τὸν ἀπέραντον η γ. Πάλαι μὲν Κύριος ὁ Θεὸς τοὺς τοῦ βροτείου γένους κατάρξαντας, καὶ τῆς παρακοῆς ἐμφορηθέντας τὸ ἄκρατον, καὶ τῇ μέθῃ τῆς παραβάσεως τὸν ὀφθαλμὸν τῆς καρδίας ἀπονυστάξαντας, καὶ τῇ κραι πάλῃ τῆς ἁμαρτίας τῆς διανοίας βαρηθέντας τὰ ὄμματα, καὶ κοιμηθέντας ύπνον εἰς θάνατον, ἐξορίστους τοῦ παραδείσου τῆς Ἐδὲμ ἐξεπόρευσε. Νῦν δὲ ταύτην τὴν πάθους παντὸς ἐκτιναξαμένην τὴν προσ βολὴν, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑπακοῆς προ αγαγοῦσαν τὸ βλάστημα, καὶ τῆς ζωῆς παντὶ τῷ γένει κατάρξασαν, οὐ παράδεισος ὑποδείξεται; οὐκ οὐρανὸς χαίρων ἀναπετάσει τὰς πύλας; πάνυ μὲν οὖν. Ενα μὲν γὰρ τὴν ἀκοὴν ὑποθεῖσα τῇ ἀγγελία τοῦ ἄρεως, ἀκουτισθεῖσα δὲ τοῦ δυσμενούς τὴν πα ραίνεσιν, καὶ τῆς ψευδοῦς τε καὶ ἀπατηλῆς ἡδονῆς τῇ προσβολῇ θελχθεῖσα τὴν αἴσθησιν, λύπης καὶ ἀνίας ἀπόφασιν ἀποφέρεται, καὶ τόκων ὠδῖνας ὑφίσταται, καὶ σὺν τῷ Ἀδὰμ θάνατον κατακρίνεται, καὶ ἐν ᾅδου μυχοῖς κατοικίζεται. Ταύτην δὲ τὴν ἀληθῶς παμμακάριστον, τῷ τοῦ Θεοῦ λόγῳ τὴν ἀκοὴν ὑπο κλίνασαν, καὶ τῆς ἐνεργείας πλησθείσαν τοῦ Πνεύ ματος, καὶ δι' ἀρχαγγέλου τὴν πατρικὴν εὐδο κίαν ἐγκυμονήσασαν, καὶ ἡδονῆς πάρεξ καὶ συναφείας συνειληφυίαν τοῦ Θεοῦ Λόγου τὴν πάντα πληροῦσαν ὑπόστασιν, καὶ προσφυῶν ὠδίνων ἄνευ γεννήσασαν, καὶ ὅλην Θεῷ ἑνωθεῖσαν, πῶς καταπίῃ ὁ θάνατος; πῶς ὁ ᾄδης εἰσδέξεται; πῶς διαφθορὰ τοῦ ζωοδόχου κατατολμήσειε σώματος; ἀλλότρια ταῦτα, καὶ πάντη ξένα τῆς θεοφόρου ψυχῆς καὶ σώματος. Ταύτῃ καὶ προσβλέπων ὁ θάνατος δέδοικε. Τῷ γὰρ αὐτῆς Υἱῷ προσβαλών, ἔμαθεν ἀφ᾽ ὧν ἔπαθε, καὶ πείρα μαθών, σε σωφρόνισται. Ταύτῃ ᾅδου μὲν ἀστιβεῖς αἱ ζοφεραὶ κάθοδοι, εὐθεῖα δὲ καὶ λεία, καὶ εὐτρεπτος ἡ πρὸς οὐρανὸν πορεία ήτοίμασται. Εἰ γὰρ, "Οπου εγώ είμι, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται, ἔφη ὁ Χριστὸς ἡ ζωὴ καὶ ἡ ἀλήθεια, πῶς οὐχὶ μᾶλλον ἡ μήτηρ συν αὐτῷ αὐλισθήσεται; Πρὶν ὠδίνησεν, ἔτεκεν, ἐκτὸς ὠδίνων καὶ ἡ αὐτῆς ἀποδίωσις. Θάνατος ἁμαρτωλῶν πονηρός· ἐν ᾗ δὲ τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία νενέκρωτο τί φήσομεν, ἢ ζωῆς ἀρχὴν ἀλήκτου καὶ κρείττονος; Τίμιος ὡς ἀληθῶς ὁ θάνατος τῶν ὁσίων Κυρίου τοῦ Θεοῦ τῶν δυνάμεων· ὑπέρτιμος δὲ τῆς τοῦ Θεοῦ μητρὸς ἡ μετάστασις. Νῦν οὐρανοὶ εὐτ φραινέσθωσαν, καὶ κρατείτωσαν ἄγγελοι· νῦν ἀγαλ λιάσθω ἡ γῆ, καὶ σκιρτάτωσαν ἄνθρωποι· νῦν ἀὴρ γηθόμενος ὑπεχείτω τοῖς ᾄσμασι, καὶ νὺξ ἀφεγγής περιαιρείσθω ζόφον τὸν ἀμειδῆ καὶ δυσείμονα, καὶ μιμείσθω φαιδρῶς τὴν τῆς ἡμέρας στιλπνότητα τοῖς ἐκ πυρὸς ἀμαρύγμασιν. Ἡ γὰρ ζῶσα πόλις κυρίου Θεοῦ τῶν δυνάμεων μετάρσιος αἴρεται, καὶ βασιλεῖς ἀπὸ ναοῦ Κυρίου τῆς περιβλέπτου Σιὼν ἐπὶ τὴν ἄνω Ιερουσαλὴμ τὴν ἐλευθέραν τὴν ἑαυτῶν μητέρα δῶρον χιν, β. πνευματικὴν ὑμνῳδίαν. 1 πατρικὴν εὐδαιμονίαν. νενέκρωτα:.
col. 729–730page 35 of 52
PG 96:729προσάγουσι τιμαλφέστατον, οἱ πρὸς Χριστοῦ πάσης τῆς γῆς καταστάντες ἄρχοντες, τοὺς ἀποστόλους φημί, τὴν τοῦ Θεοῦ μητέρα τὴν ᾿Αειπάρθενον. δ'. Οὐκ ἄτοπον δέ μοι δοκεῖ λόγῳ διαγράψαι ὅσον ἔχει πρὸς δύναμιν, καὶ εἰκάσαι, καὶ τύπῳ σχηματίσαι τὰ ἐπὶ τῇ ἱερᾷ ταύτῃ τοῦ Θεοῦ μητρὶ τετελεσμένα θεάματα, & μετρίως, καὶ λίαν συνοπτικῶς, τὸ δὴ λεγόμενον, παῖς ἐκ πατρὸς ἄνωθεν παρειλήφαμεν. Δοκῶ γάρ μοι ταύτην τὴν ἁγίων ἁγιωτέραν, καὶ ἱερῶν ἱερωτέραν, καὶ ὁσίων ὁσιωτέραν, τὴν γλυκεῖαν τοῦ μάννα στάμνον, πηγὴν δὲ μᾶλλον εἰπεῖν ἀληθέστερον ἀνακεκλίσθαι ἐπί τινος σκίμποδος ἐν τῇ θείᾳ καὶ περιωνύμῳ πόλει Δαβίδ, Σιών φημὶ τῇ περιόπτῳ καὶ περικλεεστάτη, ἐν ᾗ πεπλήρωται μὲν ὁ νόμος τοῦ γράμματος, υπηγόρευται δὲ ὄνομα τοῦ πνεύματος ἐν ᾗ τὸ Πάσχα τὸ τυπικὸν ὁ νομοδότης Χριστὸς ἐκτε τέλεχε, καὶ Πάσχα τὸ ἀληθὲς ὁ παλαιᾶς καὶ νέας διαθήκης θεός παραδέδωκεν· ἐν ᾗ τὸ δεῖπνον μυστικὸν τοῖς ἑαυτοῦ μαθηταῖς ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου μεμυσταγώγησε, καὶ τού τοῖς ἑαυτὸν οἷα μόσχον σιτευτὸν τέθυκε, καὶ τῆς ἀληθινῆς ἀμπέλου τὸν βότρυν ἑληνοβάτησεν· ἐν ᾗ Χριστὸς τοῖς ἀποστόλοις ὀπτάνεται ἐκ νεκρῶν ἀνιστάμενος, καὶ Θωμᾶν πιστοῦται, καὶ διὰ τούτου τὰ πέρατα, ὡς εἴη Θεός τε καὶ Κύριος, δύο φύσεις φέρων ἐν αὐτῷ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καὶ ταύταις καταλλήλους δύο ενεργείας, αὐτεξούσιά τε θέσματα, εἰς αἰῶνα τὴν ἄπειρον αἰωνίζοντα. Αὕτη τῶν Ἐκκλησιῶν ἡ ἀκρόπολις· αὕτη τῶν μαθητῶν καταγώγιον· ἐν ταύτῃ τοῦ παναγίου Πνεύματος ή πολύηχος, καὶ πολύγλωσσος, καὶ πυρίμορφος ἐπιφοίτησις τοῖς ἀποστόλοις ἐκκέχυται· ἐν ταύτῃ ὁ Θεο λόγος τὴν Θεοτόκον παρειληφώς, ἐλειτούργει τὰ δέοντα· αὕτη ἡ μήτηρ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμέ την Εκκλησιῶν, τῆς τοῦ Θεοῦ Μητρὸς ἐνδιαίτημα πέφηνε, μετά γε τὴν τοῦ υἱοῦ ἐκ νεκρῶν ἀναφοίτησιν· ἐν ταύτῃ τοίνυν ἡ μακαρία Παρθένος ἐπί τινος τρισολβίου κλίνης κατέκειτο. ε'. Αλλ' ἐνταῦθα τοῦ λόγου γενόμενος, ἵνα τὸ οἰ κεῖον πάθος ἐξαγορεύσαιμι, θερμότατα καὶ ζέοντι πυρσῷ τοῦ πόθου καιόμενος, φρίκῃ τινὶ καὶ χαροποιοῖς συνείλημμαι δάκρυσιν, αὐτὴν τὴν κλίνην οἷα περιπτυσσόμενος, τὴν μακαρίαν τε καὶ ἐπέραστον, τὴν θαυμάτων γέμουσαν, τὴν τὸ ζωαρχικὸν σκήνος δεδεγμένην, καὶ τῇ παραθέσει τὸν ἁγιασμὸν εύμοι ρήσασαν, αὐτὸ τὸ ἱερὸν, καὶ πανίερον, καὶ ἀξιόθεον σκήνωμα χερσὶν οἰκείαις ἐδόκουν εναγκαλίζεσθαι ὀφθαλμούς, καὶ χείλη, καὶ μέτωπα, αὐχένα καὶ πα ρειὰς προσερείδων τοῖς μέλεσι, καὶ τῆς ἀφῆς ᾐσθόμην, ὡς ἐκ παρόντος συνισταμένης τοῦ σώματος, καὶ κατανοήσας ὀφθαλμοῖς· κατιδεῖν τὸ ποθούμενον οὐ δε δύνημαι. Πῶς γὰρ ἂν ὁ μετάρσιον πρὸς σηκοὺς οὐ ρανίους ἀνήρπασται; Καὶ ταῦτα μὲν οὕτως. το τρισολβίου.
col. 731–732page 36 of 52
PG 96:731ΧΧΙν, 2 ἐπιφανούς οὐρανόθεν. ς'. Τίνα δὲ τὰ ἐπ' αὐτῇ γέρα τότε τελούμενα πρὸς τοῦ γεραίρειν τοὺς τεκόντας θεσμοθετήσαντος; Τοὺς μὲν ἁπανταχοῦ τῆς γῆς πρὸς ἀνθρώπων ἀλείαν δια σπαρέντας ταῖς πολυαρμονίαις καὶ ποικίλαις γλώσσαις τοῦ Πνεύματος, καὶ τῇ τοῦ λόγου σαγήνῃ τοὺς ἀνα θρώπους ζωγροῦντας ἐκ τοῦ τῆς πλάνης βυθοῦ πρὸς την πνευματικὴν καὶ ἐπουράνιον τράπεζαν τοῦ δείπνου τοῦ μυστικοῦ τῆς ἱερᾶς πανδαισίας τῶν πνευματικῶν τοῦ οὐρανίου νυμφίου γάμων, οὓς ὁ Πατὴρ τῷ ἰσοσθενεῖ καὶ ὁμοφυεῖ Υἱῷ λαμπρῶς ἐστιᾷ, καὶ λίαν βασιλικώτατα θεῖον πρόσταγμα προς η ρουσαλήμ, ὥσπερ τις σαγήνη ή νεφέλη κατήπειγεν, ἐκ τῶν τερμάτων τῆς γῆς οἷά τινας ἀετούς συνω θοῦσα καὶ συναθροίζουσα. Οπου γὰρ τὸ πτῶμα, Χριστὸς ἡ ἀλήθεια ἔφησε, τοὺς ἀετούς συναχθήσεσθαι. Εἰ γὰρ καὶ περὶ τῆς αὐτοῦ τοῦ ταῦτα λέ ξαντος δευτέρας μεγάλης καὶ ἐπιφανοῦς παρουσίας, καὶ οὐρανόθεν καταφοιτήσεως, ἡ ῥῆσις ήδε προλέλεκται, ἀλλ᾽ οὐκ ἀτόπως ὥσπερ ἡδύσματι τοῦ λόγου κἀνταῦθα παραληφθήσεται. Παρῆσαν τοίνυν, οἱ αὐτόπται καὶ τοῦ λόγου θεράποντες, κατ' ὀφειλὴν καὶ τῇ τούτου μητρὶ λειτουργήσοντες, καὶ κλῆρον, ὥσπερ τινὰ πολυτελῆ καὶ ὑπέρτιμον τὴν εὐλογίαν ἐξ αὐτῆς ἀρυσόμενοι. Τίνι γὰρ ἔστιν ἡ γνώμη ἀμφίβολος, ὡς αὕτη τῆς εὐλογίας πηγὴ καὶ πάντων τῶν, ἀγαθῶν ὑπάρχει ἀνάβλυσις; Συμπαρῆσαν δὲ καὶ οἱ τούτων ὀπαδοὶ καὶ διάδοχοι, τῆς λειτουργίας ἅμα καὶ τῆς εὐλογίας μεθέξοντες. Ων γὰρ κοινὸς ὁ πόνος, καὶ αἱ ἐπικαρπίαι κατάλληλοι. Παρειστήκει δὲ καὶ τῶν ἐν ῾Ιερουσαλὴμ ὅσον θεόλεκτον σύστημα. Εχρήν. δὲ καὶ τῶν πάλαι δικαίων καὶ προφητῶν τοὺς ἀκρέμονας συμπαρομαρτείν, ταύτης τῆς ἱερᾶς δορυφορίας μεθέξοντας, τοὺς προκατηγγελκότας δηλαδὴ τὴν ἐξ αὐτῆς τοῦ Θεοῦ Λόγου δι' ἡμᾶς ἔνσαρκόν τε καὶ φιλάνθρωπον γέννησιν. Ἀλλ᾿ οὐδὲ ἀγγέλων ὁμήγυρις ἄμοιρος. Οσον γὰρ τῷ βασιλεῖ κατὰ γνώμην ὑπή κουον, κἀντεῦθεν τῆς αὐτοῦ τιμαλφούς παραστάσεως ἄξιον, ἔδει δορυφορεῖν τὴν τούτου κατὰ σάρκα Μητέρα, τὴν πανολβίαν ὄντως καὶ μάκαρα, τὴν πασῶν γενεῶν καὶ κτίσεως ἁπάσης προφερεστέραν. Ταύτῃ παρειστήκεισαν ἅπαντες, τῇ φρυκτωρίᾳ λαμπομένῃ τοῦ Πνεύματος, καὶ τοῖς ἐκλάμπροις μαρμαρυγαῖς κα ταλαμπούσῃ τοὺς αἰδοῖ τε, καὶ φόβῳ, καὶ ἀκλινεῖ τῷ πόθῳ εἰλικρινὲς αὐτῇ ὄμμα νοητὸν ἐνερείδοντας. Εστι γὰρ τῶν ὄντων οὐδὲν, ὁ μὴ τοῦτο πέφυκεν, ἢ τὸ μόνον ἔν· ὅτι μηδὲν τῶν ὄντων τῷ ὑπερεῖναι, καὶ πρὸς οὐδὲν παρατιθέμενον κάτεισι, καὶ κατιόν γε πρὸς ἅπαντα, καὶ ποιοῦν, καὶ μὴ τὸ δρᾶσθαι δεχόμενον. ζ. Ἐνταῦθα λόγοι θεόπνευστοι καὶ θεόφθεγκται. Ἐνταῦθα τινὲς ὕμνοι θεοπρεπεῖς καὶ ἐξόδιο:. Ὑμνή σαι γὰρ ἐχρῆν, κἀπὶ τούτῳ τὴν ὑπεράπειρον ἀγαθότητα, καὶ τὸ ὑπερμέγεθες μέγεθος, καὶ τὴν ἀπειρο ὅτι μηδὲν τῶν ὄντων τὸ ὑπερεῖται καὶ ποιοῦν, καὶ μὴ τὸ δρά σθαι λεγόμενον. Κ τὸ μὴ ὁρᾶσθαι.
col. 733–734page 37 of 52
PG 96:733δύναμον δύναμιν, καὶ τὴν παντὸς ὕψους καὶ μεγέ θους ἐπέκεινα πρὸς ἡμᾶς αὐτοῦ μετριότητα, τὸν ὑπέρπλουτον πλοῦτον τῆς ἀκαταλήπτου χρηστότητος, τὴν ἄπληστον τῆς ἀγάπης ἄβυσσον· ὅπως τῆς οἰκείας οὐκ ἐκφοιτήσας μεγαλειότητος, πρὸς τὴν ὑψοποιὸν καταβέβηκε κένωσιν, Πατρός συνευδοκοῦντος καὶ Πνεύματος· ὅπως ὁ ὑπερούσιος ἐκ γυναικείας νηδύος ὑπερουσίως οὐσίωται· ὅπως Θεός τέ ἐστιν, καὶ ἄν θρωπος γέγονε, καὶ μένει κατὰ ταὐτὸν ὑπάρχων ἀμφότερα· όπως οὔτε τῆς οὐσίας ἐκβέβηκε τῆς θεό τητος, καὶ παραπλησίως ἡμῖν κεκοινώνηκε σαρκός τε καὶ αἵματος· ὅπως ὁ πάντα πληρῶν, καὶ φέρων τὰ σύμπαντα τῷ ῥήματι τοῦ οἰκείου στόματος, στενὸν χωρίον κατῴκησεν· ὅπως τὸ ὑλικὸν καὶ χορτώδες σῶμα τῆς ἀοιδίμου ταύτης, τὸ καταναλίσκον πῦρ ἐδέξατο τῆς θεότητος, καὶ χρυσὸς ὥσπερ ἀκίβδηλος, ἀνάλωτον ἐχρημάτισε. Θεοῦ βουλομένου ταῦτα γε γένηται· ἐπεὶ Θεοῦ θέλοντος, δυνατὰ μὲν ἅπαντα, ἀμήχανα δὲ μὴ θέλοντος. Ἐπὶ δὲ τούτῳ καὶ λόγων κεκίνητο ἅμιλλα, οὐχ ὅπως ὑπεραίροιεν ἀλλή λου; ἑκάτερος· κενοδόξου γὰρ τοῦτο φρενός, καὶ πόρρω θείας εὐαρεστήσεως ἀλλ' ὡς ἂν προθυμίᾳ: μηδὲν ἐλλίπωσι καὶ δυνάμεως, Θεὸν ὑμνοῦντες, καὶ Θεοῦ μητέρα γεραίροντες. η'. Τότε δή, τότε Ἀδὰμ καὶ Εὔα, οἱ τοῦ γένους 8. προπάτορες, ἀγαλλομένοις τοῖς χείλεσι διαπρυσίως ἀνακεκράγασι. Σὺ μακαρία, θύγατερ, τῆς παραβάσεως ἡμῖν τὰ ἐπιτίμια λέλυκας. Σὺ φθαρτὸν ἐξ ἡμῶν σῶμα κληρονομήσασα, ἀφθαρσίας ἡμῖν ἐκυοφόρησας – ἔνδυμα. Σὺ τὸ εἶναι ἐξ ἡμετέρας ὀσφύος ἁρπάσασα, τὸ εὖ εἶναι ἡμῖν ἀνταπέδωκας· τὰς ὠδῖνας ἔλυσας τὰ τοῦ θανάτου διέρρηξης σπάργανα· τὸ ἀρχαῖον ἡμῖν ἀποκατέστησας ἐνδιαίτημα. Ἡμεῖς ἐκλείσαμεν τὴν παράδεισον, σὺ τοῦ τῆς ζωῆς ξύλου τὴν εἴσοδον ἀγεπέτασας. Ἐκ τῶν χρηστῶν δι' ἡμῶν ἦλθε τὰ λυπηρά· διὰ σοῦ ἐκ τῶν λυπηρῶν ἐπανῆλθεν ἡμῖν τὰ χρηστότερα. Καὶ πῶς θανάτου γεύσῃ, ἡ ἄχραντος; Σοὶ πρὸς ζωὴν γέφυρα, καὶ κλίμαξ πρὸς οὐρανόν καὶ πρὸς ἀθανασίαν ὁ θάνατος πορθμεῖον γενήσεται, Όντως μακαρία σύ, παμμακάριστε. Τίς γὰρ, εἰ μήτιγε ὁ Λόγος ᾖ, προσενήνεκται τοῦτο πάσχων, δ πράττειν ὑπείληπται; Επεκράτει δὲ καὶ πᾶς ὁ τῶν ἁγίων χοράς. Σὺ ἡμῶν τὰς προῤῥήσεις πεπλήρωκας. Σὺ ἡμῖν τὴν καραδοκουμένην εὐφροσύνην προσήνεγκας. Διὰ σοῦ γὰρ δεσμῶν θανάτου λελύμεθα. Δεύρο πρὸς ἡμᾶς, ὦ θεῖον καὶ ζωηφόρον κειμήλιον. Ελθε ποθοῦσιν ἡμῖν, ἢ τὸν πόθον ἡμῶν ἐκπεράνασα. Αλλ' ἀνθεῖλκε λόγοις οὐχ ἥττοσιν τῶν ἐν σώματι περιεστών των ἁγίων πληθύς· Μεῖνον μεθ' ἡμῶν, ἡ ἡμετέρα παράκλησις, λέγουσα· τὸ μόνον ἐπὶ γῆς ἡμῶν παι ραμύθιον. Μὴ ἐάσῃς ἡμᾶς ὀρφανούς, η Μήτηρ, τοῦ συμπαθοῦς τοῦ Υἱοῦ σου προκινδυνεύοντας. Εχοιμέν σε τῶν πόνων ἀνάπαυλαν, καὶ τῶν ἱδρώτων ἀνάπτυ Κ. φιλονεικία καί.
col. 735–736page 38 of 52
PG 96:735ξιν. Σοὶ καὶ μένειν θελούσῃ τὸ δύνασθαι πάρεστι ζωῆς. καὶ ἀπαίρειν προθυμουμένη οὐδὲν ἐμπόδιον. Εἰ ἀπαί ρεις, ἡ τοῦ Θεοῦ σκηνή, καὶ ἡμεῖς συναπαίρομεν, ὁ σὸς λαὸς διὰ τὸν σὸν Υἱὸν χρηματίσαντες. Σε μόνην ἐπὶ γῆς καταλελειμμένην ἡμῖν παρηγορίαν κεκτήμεθα. Σοὶ καὶ ζώσῃ συζῇν, καὶ θνησκούσῃ συνθνή σχειν μακάριον. Τί δὲ θνησκούσῃ φαμέν; Σοὶ μὲν γὰρ ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ζωή κρείττων, καὶ ταύτην τὴν ζωὴν ἀπαραβλήτοις συγκρίσεσιν ὑπεραίρουσα· ἡμῖν δὲ πῶς ὁ βίος ἀβίωτος, σὲ μὴ κεκτημένοις συνόμιλον; θ'. Τοιαῦτα ἅττά μοι δοκεῖ τοὺς ἀποστόλους σύν παντὶ τῷ τῆς Ἐκκλησίας πληρώματι τῇ μακαρία Παρθένω προσφθέγγεσθαι. Αλλ' ἐπειδὴ πρὸς τὴν ἐκδίωσιν σπεύδουσαν, κἀκείνης ἐφιεμένην ἑώρων τὴν θεομήτορα, πρὸς ὕμνους ἐκδημίους ἐτρέποντο τῆς θείας εμφορούμενοι χάριτος, καὶ τῷ στόματι κι χρῶντες τῷ Πνεύματι, καὶ σαρκὸς ἐξιστάμενοι, καὶ συνεκδημεῖν ἐκδημούσῃ τοῦ Θεοῦ τῇ Μητρί ἐφιέμενοι, και προεκδημοῦντες ὡς οἷόν τε τῷ τόνῳ τῆς προαιρέσεω;. Ἐπεὶ δὲ πάντες ἅμα τὸν πόθον, καὶ τὸ χρέος ἀφωσιώσαντο, καὶ πολυανθῆ τε καὶ ποικίλον υμε νων ἱερῶν ἐπλέξαντο στέφανον, τὴν εὐλογίαν ὥσπερ τινὰ θεόσδοτον θησαυρὸν ἐκομίζοντο, ἐξιτήριά τε καὶ τελευταία προσφθεγγόμενοι ρήματα. Τάδε ἦν, ὡς ἐμὲ εἰδέναι τοῦ παρόντος βίου τὸ ρευστὸν καὶ εὐπάροιστον διαγγέλλοντα, καὶ τῶν μελλόντων ἀγαθῶν τὰ κεκρυμμένα μυστήρια εἰς τοὺμφανὲς ἄγοντα. ι. Εἶτα τούτοις συνῳδὰ καὶ ἀκόλουθά τινα δοκεῖ πεπράχθαι τὸ τηνικάδε, ὡς μοι δοκεῖ. Η τοῦ βασι λέως πρὸς τὴν οἰκείαν λοχεύτριαν ἔλευσις, χερσί θείαις καὶ ἀκηράτοις ὑποδεξαμένου τὴν ἱερὰν ταύ της ψυχήν, καὶ εἰλικρινή τε καὶ ἄμωμον. Καὶ αὕτη μὲν οἷα εἰκὸς ἔφησεν·. Εἰς χεῖρας σου, τέκνον ἐμὸν, τὸ πνεῦμά μου παρατίθημι. Δέξαι μου τὴν σοὶ φίλην ψυχήν, ἣν ἐτήρησας άμεμπτον. Σοὶ τὸ ἐμὸν σῶμα, καὶ οὐ τῇ γῇ παραδίδωμι. Φύλαξον σῶον, 8 κατοικῆσαι ηὐδόκησας, καὶ γεννηθεὶς Παρθένον ἐτήρησας. Πρὸς ἐμὲ μετάστησον, ἵν᾿ ὅπου εἶ σὺ, τῶν ἐμῶν σπλάγχνων τὸ κύημα, ἔσομαι καγώ σοι συνέστιος. Πρός σε γὰρ ἐπείγομαι τὸν πρὸς ἐμὲ ἀδιαστάτως και ταφοιτήσαντα. Σὺ τοῖς ἐμοὶ ποθεινοτάτοις τέκνοις, οὓς ἀδελφοὺς καλέσαι ηὐδόκησας, τῆς ἐμῆς ἐκδημίας γενοῦ παραμύθιον. Πρόσθες εὐλογίαν ἐπὶ τὴν εὐλο γίαν αὐτῶν διὰ τῆς τῶν ἡμῶν χειρῶν ἐπιθέσεως.» Εἶτα τὰς χεῖρας ἐπάρασα, οἷα εἰκὸς, τοὺς συνειλεγμένους εὐλόγησε, τοιαῦτα προσομιλήσασα τὰ βή ματα, καί· «Δεύρο, ἡ εὐλογημένη μου Μήτηρ, εἰς τὴν ἀνάπαυσίν μου, ἀκούσασα. ᾿Ανάστα, ἔλθε, ἡ πλησίον μου, ἡ καλὴ ἐν γυναιξὶν, ὅτι ἰδοὺ ὁ χειμών παρῆλθεν, ὁ καιρὸς τῆς τομῆς ἔφθασε. Καλή ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Οσμή μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα.» Τούτων ή ἁγία ἀκούσασα, τὸ πνεῦμα ταῖς χερσὶ τοῦ Υἱοῦ παρατίθεται. ρευστὸν καί.
col. 737–738page 39 of 52
PG 96:737ια. Καὶ τί γίνεται; Στοιχείων, ὥς γέ μοι δοκεῖ, κίνησις καὶ ἀλλοίωσις, φωναί τε ψόφοι, καὶ πάταγοι, καὶ ἀγγέλων ὕμνοι ἐπάξιοι, προτρεχόντων, συμ προπεμπόντων, παρεπομένων· τῶν μὲν τῇ ἀμωμήτῳ καὶ παναγίᾳ ψυχῇ τὴν δορυφορίαν πληρούντων, καὶ πρὸς οὐρανὸν ἀνιούσῃ συνανιόντων, ἕως ὅτε τῷ θρόνῳ τῷ βασιλικῷ τὴν βασιλίδα παρέστησαν, τῶν δὲ, τὸ θεῖον καὶ ἱερὸν κυκλούντων σῶμα, καὶ ᾠδαῖς ἀγγελοπρεπέσιν ὑμνούντων τὴν Θεομήτορα. Τί δὲ οἱ παρεστῶτες τῷ παναγίῳ καὶ ἱερωτάτῳ σώματι; Φόβῳ τε καὶ πόθῳ, καὶ ἀγαλλίασεως δάκρυσι τὸ θεῖον καὶ πανόλβιον περιστοιχίσαντες σκήνωμα, περιεπτύσ συντο, κατησπάζοντο ἅπαν μέλος, προσῆγον τῷ σώματι, ἐκ τῆς ἀφῆς ἁγιασμοῦ τε καὶ εὐλογίας πλη ρούμενοι. Τότε δὴ νόσοι μὲν ἐδραπέτευον, δαιμόνων στίφη ἐφυγαδεύοντο, πάντοθεν συνελαυνόμενα πρὸς μόνα τὰ καταχθόνια· ἀὴρ, αἰθήρ τε καὶ οὐρανὸς ἡγιάζοντο τῇ ἀναβάσει τοῦ πνεύματος, γῆ δὲ τῇ καταθέσει τοῦ σώματος. 'Αλλ' οὐδὲ ἡ τοῦ ὕδατος φύσις τῆς εὐλογίας ἡμοίρησε· λούεται γὰρ ὕδατι καθαρῷ, οὐκ αὐτὴν καθαίροντι, ἀγνιζομένῳ δὲ μάλιστα. Ενταῦθα κωφοῖς μὲν ἡ ἀκοὴ ἀπηρτίζετο, χωλοῖς αἱ τῶν ποδῶν κατηρτίζοντο βάσεις, τυφλοῖς δὲ ἀνεκαινίζετο ἡ ὅρασις, ἁμαρτωλοῖς πίστει προσο τοῦσι χειρόγραφα διεῤῥήγνυντο. Εἶτα τί; Σινδόσι καθαραῖς τὸ καθαρὸν ἐνελίττεται σῶμα, καὶ κλίνη αὖθις ἡ βασιλὶς ἐπιτίθεται. Εἶτα λαμπάδες καὶ μύρα, ὕμνοι προπόμπιοι, ἀγγέλων μὲν ταῖς οἰκείαις γλώτ ταις μελωδούντων ὕμνον τὸν αὐτοῖς προσφορώτατον, ἀποστόλων δὲ καὶ θεοφόρων Πατέρων ᾠδὰς ἀδόντων Θεοπρεπεῖς, καὶ κροτουμένας τῷ Πνεύματι. ιβ. Τότε δή, τότε ἡ κιβωτὸς τοῦ Κυρίου ἀπάρασα ἐξ ὅρους Σιὼν τοῖς τῶν ἀποστόλων κλεινοῖς ὤμοις εποχουμένη πρὸς τὸ οὐράνιον τέμενος διὰ μέσου τοῦ τάφου διαβιβάζεται. Καὶ πρότερον μὲν διὰ μέσου τοῦ ἄστεος ἄγεται, οξά τις νύμφη περικαλλής τῇ ἀπροσίτῳ αἴγλῃ ὡραϊζομένη τοῦ Πνεύματος, καὶ οὕτως εἰς τὸ ἱερώτατον τῆς Γεθσημανή χωρίον κομίζεται, ἀγγέλων προτρεχόντων, παρεπομένων, συγκαλυπτόν των ταῖς πτέρυξι, καὶ παντὸς τοῦ τῆς Ἐκκλησίας πληρώματος. Καὶ ὥσπερ ὁ βασιλεὺς Σολομὼν ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ ἐν ναῷ Κυρίου, ὃν αὐτὸς ἐδείματο, πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ ἐν Σιὼν ἐκκλησίασε, τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν δια θήκης Κυρίου ἐκ πόλεως Δαβίδ· αὕτη ἐστὶν Σιών καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἀνεβίβασαν αὐτὰ οἱ ἱερεῖς καὶ οἱ Λευῖται· καὶ ὁ βασιλεὺς, καὶ ὁ λαὸς ὅπως ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες βόας καὶ πρόβατα αναρίθμητα καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτόν διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβὶρ τοῦ οἴκου, εἰς τὰ ῾Αγια τῶν ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ· οὕτω δὴ καὶ νῦν ἐπὶ τῇ καταπαύσει ἡγιάζετο. Κ. ἁγιαζομένῳ. Τ τότε.
col. 739–740page 40 of 52
PG 96:739τῆς νοερᾶς κιβωτοῦ, οὐ διαθήκης Κυρίου, ἀλλ' αὐτῆς τῆς τοῦ Θεοῦ Λόγου αποστάσεως, αὐτὸς ὁ νέος Σο. λομῶν, ὁ εἰρηνάρχης, καὶ τοῦ παντὸς ἀριστοτέχνης τῶν οὐρανίων νόων τὰ ὑπερκόσμια τάγματα, καὶ τῆς Νέας Διαθήκης τους προύχοντας, τοὺς ἀποστόλους φημί, σὺν παντὶ τῷ ἐν Ιερουσαλὴμ τῶν ἁγίων λαῷ σήμερον εκκλησίασε, καὶ τὴν μὲν ψυχὴν δι' ἀγγέλων εἰς τὰ ῞Αγια τῶν ἁγίων, τὰ ἀρχέτυπα τὰ ἀληθινὰ καὶ οὐράνια εἰσοικίζεται, ἐπ᾿ αὐτὰς τῶν τετραμόρφων ζώων τάς πτέρυγας, καὶ τῷ ἑαυτοῦ παρεστήσατο θρόνῳ, εἰς τὸ ἐνδότερον του καταπετάσματος, ὅπου πρόδρομος αὐτὸς Χριστὸς σωματικῶς εἰσελήλυθε τὸ δὲ σῶμα ταῖς τῶν ἀποστόλων χερσὶ προκομίζεται, τοῦ Βασιλέως τῶν βασιλευόντων συγκαλύπτοντος τῇ αἴγλῃ τῆς ἀοράτου θεότητος, καὶ παντὸς τοῦ τῶν ἁγίων συστήματος προτρεχόντων, καὶ ἱερὰς ἀφιέν των βοάς καὶ θυόντων θυσίαν αἰνέσεως, ἕως ιγ. Παρῆσαν δὲ τυχὸν καὶ Ἰουδαῖοι, ὅσοι μὴ λίαν ἀγνώμονες. Οὐχ οἷον δὲ, ὥσπερ δψῳ παράρτυμα, τὸ τοῖς πολλῶν περιφερόμενον χείλεσι προσμίξαι τῷ διηγήματι. Φασὶ γὰρ, ὅτε πρὸς τῇ καταβάσει κατάντους όρους γεγόνασιν οἱ τὸ μακάριον σῶμα τῆς Θεοτ μήτορος αίροντες, Ἑβραῖόν τινα τῆς ἁμαρτίας δοῦ λον, καὶ τῆς πλάνης ὑπόσπονδον, τὸν τοῦ Καϊάφα οἰκέτην μιμούμενον, ὃς τὸ Δεσποτικὸν καὶ θεῖον τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐῤῥάπικε πρόσωπον, καὶ διαβόλου γενόμενον ὄργανον, θρασείς ῥύμῃ καὶ ἀλο γίστῳ φερόμενον, καὶ φορᾷ κακοδαίμονι αὐτομολῆσαι ὡς παστάδι τῷ τάφῳ, καὶ δι' αὐτοῦ τῇ τῆς Ἐδὲμ τρυφῇ, καὶ οὐρανίοις ἐναπετέθη σκηνώμασι. πρὸς ἐκεῖνο τὸ θειότατον σκήνωμα, ᾧ δεδιότες προσ φωνάς φθόνῳ. ίεσαν ἄγγελοι, καὶ ἀμφοῖν τοῦ κραββάτου ταῖν χερούν μανικῶς καὶ ἐκφρόνως δραξάμενον καθέλκειν εἰς τούδαφος· φθόνου τοῦ ἀρχεκάκου καὶ τοῦτο ὅρμημα, ἀλλ' ὁ καρπὸς τῶν πόνων προέφθασε, καὶ βότρυν πικρὸν καὶ ἐπάξιον τῆς οἰκείας έτρύγησε προαιρέσεως. Εκλελοιπέναι γὰρ αὐτὸν τὰς χεῖρας διαγορεύουσι. Καὶ ἦν ἰδεῖν τοῦ ἀτόπου τολμήματος τὸν αὐτόχειρα αθρόον δεικνύμενον ἄχειρα, ἕως πρὸς πίστιν τὴν γνώμην μετέβαλε, καὶ μετάμελον. Άμε λητὶ γὰρ οἱ τὸν κράββατον φέροντες ἔστησαν, καὶ επιθεὶς τὸ χεῖρε ὁ δείλαιος τῷ ζωαρχικῷ καὶ θαν μαστοτόκῳ σκηνώματι, σώος αὖθις ἐκ κολοδόχειρος γίνεται. Ἐπίσταται γὰρ ὡς τὰ πολλὰ καὶ περίστασις σῶα καὶ σωτήρια κύειν βουλεύματα. Αλλ' ἐπὶ τὸ προκείμενον παλινοστήσωμεν. ιδ'. Ἐντεῦθεν πρὸς τὴν Γεθσημανὴ τὴν ἱερωτάτην κατάγεται· πάλιν τε ἀσπασμοὶ καὶ περιπλοκαί, καὶ πάλιν ἐγκώμια, ὕμνοι ἱεροὶ, καὶ ἀνακλήσεις καὶ δάκρυα, ἐξ ἀγωνίας καὶ πόθου κρουνοὶ ἱδρώτων περ ριῤῥεόμενοι· καὶ ἦν ἰδεῖν ἱδρῶτας καὶ τὰ κρυα τοῖς γεύμασιν ἁμιλλώμενα. Καὶ οὕτως τὸ πανάγιον σῶμα τῷ πανευκλεεῖ καὶ ὑπερφυεῖ ἐπιτίθεται μνήματι· κἀντεῦθεν τριταῖον πρὸς οὐ ρανίους δόμους μετεωρίζεται. Ἔδει γάρ τούτ τὸ θεοπρεπὲς ἐνδιαίτημα τὴν ἀνόρυκτον πηγὴν τοῦ τῆς ἀφέσεως ὕδατος, τὴν ἀνήροτον ἄρουραν τοῦ οἱ ὑπερθεῖ.
col. 741–742page 41 of 52
PG 96:741ρανίου ἄρτου, τὴν ἀνάρδευτον ἄμπελον του τῆς ἀμ βρασίας βότρυος, τὴν ἀειθαλλῆ καὶ καλλίκαρπον ἐλαίαν τοῦ πατρικοῦ ἐλαίου τοῖς κενεῶσι τῆς γῆς μὴ καθείργεσθαι· ἀλλ᾿ ὥσπερ τὸ ἐξ αὐτῆς τῷ Θεῷ λόγῳ ἐνυποστὰν σῶμα τὸ ἅγιον καὶ ἀκήρατον, τῇ τρίτῃ ἡμέρᾳ τοῦ μνήματος ἐξανίστατο, οὕτω δὴ καὶ ταύτην ἐξαρπασθῆναι τοῦ τάφου, καὶ πρὸς τὸν Γιν τὴν μητέρα μεθαρμοσθῆναι, καὶ ὥσπερ αὐτὸς πρὸς αὐτὴν καταβέβηκεν, οὕτως αὐτὴν τὴν προφιλῆ πρὸς αὐτὴν ἀναφέρεσθαι, τὴν μείζονα καὶ τελευ τέραν σκηνήν, εἰς αὐτὸν τὸν οὐρανόν. Εδει τὴν τὸν Θεὸν Λόγον ἐν τῇ αὐτῆς νηδύι ξενοδο χήσασαν, ἐν ταῖς τοῦ ἑαυτῆς Υἱοῦ κατοικισθῆναι σκηναῖς· καὶ ὥσπερ ὁ Κύριος ἔφησεν, ὡς ἐν τοῖς τοῦ οἰκείου Πατρὸς εἶναι ὀφείλεται, καὶ τὴν Μητέρα ἔδει ἐν τοῖς τοῦ Υἱοῦ βασιλείοις αὐλίζεσθαι, ἐν οἴκῳ Κυρίου, καὶ ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Εἰ γὰρ ἐν αὐτῷ πάντων τῶν εὐφραινομένων ἡ κατοικία, που τῆς εὐφροσύνης τὸ αἴτιον; Εδει τῆς ἐν τῷ τίκτειν φυλαξάσης τὴν παρθενίαν ἀλώβητον, ἀδιάφθορον τηρηθῆναι τὸ σῶμα, καὶ μετὰ θάνατον. Εδει τὴν ἐγκόλπιον ὡς βρέφος τὸν Κτίστην βαστάσασαν, τοῖς θείοις ἐνδιατρίβειν σκηνώμασιν. Εδει τὴν νύμφην, ἦν ὁ Πατὴρ ἐνυμφεύσατο, τοῖς οὐρανίοις ἐνδιαιτάσθαι θαλάμοις Εδει τὴν ἐν σταυρῷ τὸν ἑαυτῆς Υἱὸν κατοπτεύσασαν, καὶ τῆς ὠδῖνος, ἣν τεκοῦσα διεφυγε, τὴν ῥομφαίαν δεξαμένην εγκάρδιον, τῷ Πατρὶ καθοριν συγκαθήμενον. Εδει τὴν τοῦ Θεοῦ Μητέρα τὰ τοῦ Υἱοῦ κατακτήσασθαι, καὶ ὑπὸ πάσης ὡς Μητέρα Θεοῦ καὶ δούλην προσκυνηθῆναι τῆς κτίσεως. Δεί μὲν γὰρ ἐκ τῶν τεκόντων ὁ κλῆρος εἰς τοὺς παῖδας κάτεισι. Νῦν δὲ, ὡς τις ἔφη σοφός, ἄνω ποταμῶν τῶν ἱερῶν χωροῦσι πηγαί. Ο γὰρ Υἱὸς τῇ Μητρὶ τὴν σύμπασαν κτίσιν κατεδουλώσατο. εε'. Δεῦτε τοιγαροῦν, καὶ ἡμεῖς σήμερον ἑορτὴν ἐξόδιον τῇ Μητρὶ τοῦ Θεοῦ ἑορτάσωμεν, οὐκ αὐλούς τινας καὶ κορύβαντας φέροντες, καὶ τὰ τῆς μητρὸς τῶν ψευδωνύμων θεῶν, ὡς αὐτοὶ λέγουσι, θιασεύον τες ὄργια, ἣν πολύτεκνον μυθοπλαστοῦσιν οἱ ἄφρονες, ὁ δὲ τῆς ἀληθείας λόγος παρίστησιν ἄτεχνον. Οτα δαίμονες ταῦτα καὶ σκιώδη φαντάσματα, ὁ μὴ περ δ φύκασιν εἰκαίως ὑποκρινόμενοι, τῶν πλανωμένων τὴν ἄνοιαν ἐσχηκότες ἐπίκουρον. Γεννᾷ γὰρ πῶς ἐκ συν δυασμοῦ τὸ ἀσώματον; καὶ τίνα τρόπον μιχθήσεται; καὶ πῶς Θεὸς τὸ μὴ ὂν μὲν πρότερον, πρὸς δὲ γένεσιν παραγόμενον; Οτι γὰρ ἀσώματον τὸ δαιμόνιον φύλον, παντί που δήλον, καὶ αὐτοῖς τοῖς τὰ νοητὰ τυφλώττουσιν ὄμματα. Εφη γάρ που τῶν ἑαυτοῦ λόγων ὁ Ὅμηρος, τῶν ἀξίων αὐτοῦ θεῶν ὑφηγούμενος τὴν κατάστασιν Οὐ πυρὸν ἐσθίουσιν, οὐ πίνουσιν αἴθοπα οίνον, Τούνεκ' αναίμονες εἰσι, καὶ ἀθάνατοι καλέον [ται Οὐ σἶτον ἐσθίουσι, φησίν, οὐ τὸν θερμαντικὸν οἶνον ἑλέον, πρὸς αὐτὸν... πρὸς τὴν μείζονα καὶ και θαρωτέραν. Κ. Ενδιατρίβειν.
col. 743–744page 42 of 52
PG 96:743πίνουσι. Τούτου χάριν ἀναίμονές εἰσι, τουτέστιν αἷμα οὐκ ἔχουσι, καὶ ἀθάνατοι ὀνομάζονται. Καιρίως ὡς ἀληθῶς ἔφη τὸ, καλέονται. ᾿Αθάνατοι γὰρ και λοῦνται· οὐκ εἰσὶ δὲ τοῦθ᾽ ὅπερ καλοῦνται· τὸν γὰρ τῆς κακίας τεθνήκασι θάνατον. Ἡμεῖς δὲ οἷς Θεός ἐστι τὸ λατρευόμενον, Θεὸς οὐκ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παραγενόμενος, ἀλλ᾽ ἀεὶ ὢν ἐκ τοῦ ἀεὶ ὄντος ὑπὲρ αἰτίαν, καὶ λόγον, καὶ ἔννοιαν καὶ χρόνου, καὶ φύσεως, Μητέρα Θεοῦ τιμῶμεν καὶ σέβομεν, οὐ τῆς αὐτοῦ θεότητος ἐξ αὐτῆς τὴν ἄχρονον ὑπογράφοντες γέννησιν· ἡ γὰρ τοῦ Θεοῦ Λόγου γέννησις ἄχρονος τε καὶ τῷ Πατρὶ συναΐδιος· δευτέραν δὲ καθομολογοῦμεν γέννησιν, καθ' ἑκούσιον σάρκωσιν, τὴν ταύ της αἰτίαν, καὶ εἰδότες, καὶ φάσκοντες. Σαρκοῦται γὰρ ὁ ὢν ἀνάρχως ἀσώματος, δι᾿ ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἵνα τῷ ὁμοίῳ τὸν ὅμοιον διασύ σηται· καὶ σαρχούμενος ἐκ ταύτης τῆς ἱερᾶς Παρθέν νου ἀσυνδυάστως τίκτεται, αὐτὸς μένων ὅλος Θεός, καὶ ὅλος γινόμενος ἄνθρωπος, αὐτὸς ὅλος Θεὸς μετά τῆς σαρκὸς αὐτοῦ, καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτ τοῦ ὑπερθέου θεότητος. Οὕτω Θεοῦ Μητέρα τὴν Παρθένον ταύτην γινώσκοντες, τὴν ταύτης πανηγυρίζομεν κοίμησιν, οὐ Θεὸν ταύτην φημίζοντες ἅπαγε, τῆς Ἑλληνικῆς τερθρείας τὰ τοιαῦτα μυθεύματα· ἐπεὶ καὶ θάνατον αὐτῆς καταγγέλλομεν· ἀλλὰ σαρκωθέντος Θεοῦ Μητέρα γινώσκοντες. ις. Ταύτην ᾄσμασι ἱεροῖς εὐφημίσωμεν σήμερον, οἱ Χριστοῦ λαὸς καὶ εἶναι πεπλούτηκότες, καὶ λέ γεσθαι. Ταύτην παννύχοις τιμήσωμεν στάσεσι ταύτην ψυχῆς τε καὶ σώματος αγνότητι τέρψωμεν, τὴν ὄντως ἁγνὴν μετὰ Θεὸν ὑπὲρ ἅπαντας· πέφυκε γάρ πως τοῖς ὁμοίοις τὰ ὅμοια ἐπαγάλλεσθαι. Ταύ την Ελέῳ καὶ συμπαθείᾳ τῶν ἐνθεῶν θεραπεύσωμεν. Εἰ γὰρ ἐπ' οὐδενὶ ὡς ἐλέῳ Θεὸς θεραπεύεται, τίς ἀντερεῖ μὴ τοῖς ἴσοις καὶ τὴν τούτου Μητέρα ἐπιφαιδρύνεσθαι; Αὕτη τὴν ἄφατον τῆς τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀγάπης ἐδημοσίευσεν ἄβυσσον. Διὰ ταύ της ἡμῖν ὁ πρὸς τὸν Κτίστην πολυχρόνιος καταλέλυται πόλεμος. Διὰ ταύτης ἡμῖν αἱ πρὸς αὐτὸν κατα αλλαγαὶ ἐκροτήθησαν, καὶ εἰρήνη, καὶ χάρις δεδώ ρηται, καὶ ἀγγέλοις συγχορεύουσιν ἄνθρωποι, καὶ τέκνα Θεοῦ οἱ πρὶν ἡτιμημένοι κατέστημεν. Εκ ταύτης τὸν βότρυν τῆς ζωῆς τρυγήσαμεν· ἐκ ταύ της τῆς ἀφθαρσίας τὸν βλαστὸν ἐδρεψάμεθα. Αὕτη πάντων τῶν ἀγαθῶν ἡμῖν προμνήστρια γέγονεν. Εν ταύτῃ ὁ Θεὸς μὲν ἄνθρωπος, καὶ Θεὸς ὁ ἄνθρωπος γέγονε. Καὶ τί τούτου παραδοξότερον; τί τούτου μακαριώτερον; Ιλιγγιῶ τῷ φόβῳ, δεδιὼς τὸ λαλούμενον. Σύν Μαριάμ τῇ προφήτιδι, ὦ νεάνιδες ψυχαί, μετὰ τυμπάνων χορεύσωμεν, νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· τοῦτο γὰρ τὸ μυστικὸν τύμπανον αλαλάξωμεν ἐπὶ τῆς κιβωτοῦ τοῦ Κυρίου τοῦ Θεοῦ ψυχῶν ἀλαλάγμασι, καὶ τείχη πεσοῦνται Ιεριχούντια, τῶν ἐναντίων λέγω δυνάμεων τὰ δυσμενή οχυρώματα. Μετὰ Δαβίδ σκιρτήσωμεν Πνεύματι· ἡ κιβωτός γὰρ Κυρίου σήμερον καταπέπαυται. Μετὰ Γαβριὴλ τοῦ τῶν ἀγγέλων πρωτοστάτου βοήσωμεν· Χαῖρε, κεχα
col. 745–746page 43 of 52
PG 96:745ριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Χαῖρε, τὸ τῆς χαρᾶς Δ' ἀδαπάνητον πέλαγος. Χαῖρε, τὸ μόνον τῆς λύπης ἐξάλειπτρον. Χαίροις, πάτης καρδίας ἀπεσώδυνον φάρμακον. Χαίροις, δι' ἧς παρωθεῖται μὲν θάνατος, ἡ δὲ ζωὴ εἰσκεκόμισται. 15. Σύ, ὦ τάφων ἱερῶν ἱερώτατε, μετά γε τὸν ζωαρχικὸν τοῦ Δεσπότου τάφον, δς πηγὴ ὑπῆρξε τῆς ἀναστάσεως· ὡς γὰρ ἐμψύχω σοι διαλέξομαι ποῦ χρυσὸς ὁ ἀκίβδηλος, ὃν ἀποστόλων χεῖρες ἐν σοὶ ἐθησαύρισαν; ποῦ πλοῦτος ὁ ἀδαπάνητος; ποῦ τὸ Θεοδόχον κειμήλιον; ποῦ ἡ ἔμψυχος τράπεζα, ποῦ ὁ καινὸς τόμος, ἐν ᾧ ἀφράστως ὁ Θεὸς Λόγος χειρὸς ἄνευ ἐγγέγραπται; ποῦ ἡ τῆς χάριτος ἄβυσσος; ποῦ τῶν ἰαμάτων τὸ πέλαγος; ποῦ ἡ ζωοτόκος πηγή; ποῦ τὸ πολυπόθητον σῶμα τῆς Θεοτόκου καὶ πολυ έραστον; Τί ζητεῖτε ἐν τάφῳ τὴν πρὸς τὰ οὐράνια μετεωρισθεῖσαν σκηνώματα; Τί με τῆς φθορᾶς εὐθύνας εἰσπράττεις; οὗ μοι δύναμις τοῖς θείοις ἀν τιτείνειν κελεύσμασι. Τὰς σινδόνας καταλιπὸν τὸ σῶμα τὸ ἱερόν τε καὶ ἅγιον, καί μοι τοῦ ἁγιασμοῦ μεταδεδωκός, καὶ μύρου, καὶ εὐωδίας ποιῆσαν ἀνάπλεων, καὶ θεῖον ἀπεργασάμενον τέμενος, ἀνάρπαστον οἴχεται, δορυφορούντων ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ πασῶν τῶν οὐρανίων δυνάμεων. Νῦν ἐμὲ περίεπουσιν ἄγγελοι. Νῦν ἐν ἐμοὶ θεία χάρις αὐλίζεται. Ἐγὼ νο σοῦσιν ἰατρεῖον ἀλεξίπονον πέφηνα. Εγώ πηγὴ ἰαμά των αένναος. Ἐγὼ δαιμόνων ἀλεξιτήριον. Ἐγὼ πόλις φυγαδευτηρίου τοῖς προσφεύγουσι πέφυκα. Προσ έλθετε πίστει, λαοὶ, καὶ ποταμηδόν ἀρύσασθε τὰ χαρί σματα. Αδιάκριτον τὴν πίστιν κεκτημένοι προέλθετε. Οι διψῶντες ἐφ᾽ ὕδωρ πορεύεσθε, Ησαΐας παρα κελεύεται, καὶ ὅσοις οὐκ ἔστιν ἀργύριον, Πορευθέντες ἀγοράσατε ἄνευ τιμῆς. Ἐγὼ πᾶσιν εὐαγ γελικῶς ἀνακέκραγα· Ο διψῶν νοσημάτων ἴασιν, ψυχικῶν παθῶν ἀπολύτρωσιν, ἁμαρτημάτων ἐξάλειψιν, παντοίων ἐπιφορῶν ἀλλοτρίωσιν, οὐρανῶν βα σιλείας ἀνάπαυσιν, πίστει προσερχέσθω πρός με, καὶ ἀρυσάσθω ῥεῖθρον τῆς χάριτος πολυδύναμον καὶ πολύχρηστον. Ωσπερ γὰρ τοῦ ὕδατος ἡ ἐνέργεια ἁπλῆ καὶ μία τυγχάνουσα, ὡς δὲ γῆς καὶ ἀέρος, καὶ τοῦ παμφαοῦς ἡλίου, ἑκάστῳ τῶν μετόχων δια φόρως πρὸς τὸ κατάλληλλον τῆς φύσεως μεταβάλλεται, καὶ γίνεται ἐν ἀμπέλῳ μὲν οἶνος, ἐν ἑλαίᾳ δὲ ἔλαιον· οὕτω καὶ ἡ χάρις, ἁπλῆ καὶ μία τυγχάνουσα, ποικίλως καὶ ἀναλόγως πρὸς τὴν ἑκάστου χρείαν εὐεργετεῖ τοὺς μετέχοντας. Οὐκ ἐξ οἰκείας τὴν χάριν κέκτημα: φύσεως. Τάφος ἅπας δυσωδίας ανάπλεως, κατηφείας πρόξενος, εὐφροσύνης ἀντίπαλος. Μύρον πολύτιμον δέδεγμαι, καὶ τῆς εὐωδίας μετείληφα, καὶ τὸ μύρον οὕτως εὐῶδες καὶ δραστικώτατον, ὡς μικρά παραθέσει ἀναφαίρετον δωρήσασθαι τὴν μετάληψιν ἀμεταμέλητα γὰρ ὄντως τὰ θεῖα χαρίσματα· πηγὴν εὐφροσύνης ἐξένισα, καὶ ταύτης ἀένναον ἐπλούτησα τὴν ἀνάβλυσιν. ο Κυρίου. φθορᾶς.
col. 747–748page 44 of 52
PG 96:747Καὶ ἐν τῇ Εὐθυμιακῇ ἱστορία. Εκ τῆς Εὐθυμια κῆς ἱστορίας. ῾Ο ἐν ἁγίοις καὶ μακάριος Φλαβιανός, ὁ τοῦ μακαρίου Πρόκλου την προεδρίαν Κωνσταντινουπόλεως (ΑΙ. τὴν ΠΚ. μετὰ τὸν ἅγιον Πρόκλον) διαδεξάμενος, Χρυσάφιος τις εὐνοῦχος του παλατίου τοῦ Θεοδοσίου τοῦ μικροῦ, τῇ Φλαβιανοῦ χειροτονία φθονήσας, ὑπέθετο τῷ βασιλεῖ ἀκάκῳ ὄντι, δηλῶσαι τῷ πατριάρχῃ ἀποστείλαι τὰς ὑπὲρ τῆς χειροτονίας εὐλογίας. Ο δὲ Φλαβιανός, καθαρούς ἄρτους ἀπο έστειλεν, εὐλογίας, καὶ δηλοῖ ὁ Χρυσάφιος, ὅτι χρυσᾶς ζητεῖ ὁ βασιλεύς. Ὁ ἐπίσκοπος ἀντεδήλωσε μὴ ἔχειν μὲν χρήματα αποστείλαι, «Εἰ μή τισι χρήσομαι, φησί, τῶν ἱερῶν κειμηλίων.» Πλὴν πάντα τὰ τῆς ἐκκλησίας τοῖς πτωχοῖς ἀφιερῶνται. Γίνεται οὖν ἐκ ιη'. Ορᾶτε, φίλοι Πατέρες καὶ ἀδελφοί, οἷα πρὸς ἡμᾶς ὁ πανευκλεής ἀποτείνεται τάφος· καὶ ὅτι ταῦτα οὕτως ἔχει, καὶ ἐν τῇ Εὐθυμιακῇ Ἱστορία τρίτῳ λόγῳ, κεφαλαίῳ τεσσαρακοστῷ οὕτως αυτολεξεί γέ γραπται·. Εἴρηται μὲν ἀνωτέρῳ, ὡς πολλὰς ἐν Κωνσταντινουπόλει ἀνήγειρε τῷ Χριστῷ ἐκκλησίας ἡ ἐν ἁγίοις Πουλχερία. Μία δὲ τούτων ἐστὶ καὶ ἡ ἐν Βλαχέρναις οἰκοδομηθεῖσα ἐν ἀρχῇ τῆς βασιλείας τοῦ τῆς θείας λήξεως Μαρκιανού. Οὗτοι τοιγαροῦν ἐκεῖσε σεβάσμιον οἶκον τῇ πανυμνήτῳ καὶ παναγία Θεο τόκῳ καὶ 'Αειπαρθένῳ Μαρίᾳ οικοδομήσαντες, καὶ παντὶ κόσμῳ κοσμήσαντες τὸ ταύτης πανάγιον καὶ θεοδόχον ἀνεζήτουν σῶμα· καὶ μετακαλεσάμενοι Ιουβενάλιον τὸν Ἱεροσολύμων ἀρχιεπίσκοπον, καὶ τοὺς ἀπὸ Παλαιστίνης ἐπισκόπους τότε ἐν τῇ βασι λευούσῃ ἐνδημοῦντας πόλει, διὰ τὴν τὸ τηνικαῦτα ἐν Χαλκηδόνι γενομένην σύνοδον, λέγουσιν αὐτοῖς Ακούομεν εἶναι ἐν Ἱεροσολύμοις τήν πρώτην καὶ ἐξαίρετον τῆς παναγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐκκλησίαν ἐν χωρίῳ Γεθσημανῆ καλουμένῳ, ἔνθα τὸ ζωηφόρον αὐτῆς σῶμα κατετέθη ἐν σορῷ. Βουλόμεθα τοίνυν τοῦτο τὸ λείψανον ἀναγαγεῖν ἐνταῦθα εἰς φυλακτήριον τῆς βασιλευούσης ταύ της πόλεως. Υπολαβὼν δὲ Ἰουβενάλιος, ἀπεχε ρίθη· Τῇ μὲν ἁγίᾳ καὶ θεοπνεύστῳ Γραφῇ οὐκ ἐμφέρεται τὰ κατὰ τὴν τελευτὴν τῆς ἁγίας Θεοτόκου Μαρίας· ἐξ ἀρχαίας δὲ καὶ ἀληθεστάτης παραδόσεως παρειλήφαμεν, ὅτι ἐν τῷ καιρῷ τῆς ἐνδόξου κοιμήσεως αὐτῆς, οἱ μὲν ἅγιοι σύμπαντες ἀπόστολοι, ἐπὶ τούτου οὐ μικρὰ λύπη ἐν τῷ μέσῳ, Πουλχερίας ταῦτα μὴ εἰδυίας. χιν πρὸς ἐντολὴν ἱερὰ πέπομφε σκεύη.
col. 749–750page 45 of 52
PG 96:749σωτηρίᾳ τῶν ἐθνῶν τὴν οἰκουμένην διαθέοντες, ἐν καιροῦ ροπῇ μετάρσιοι συνήχθησαν εἰς Ἱεροσόλυμα, καὶ πρὸς αὐτὴν οὖσιν, ὀπτασία αὐτοῖς ἀγγελικὴ γέ γονε, καὶ θεία ὑμνῳδία ηκούετο κρειττόνων Δυνάμεων. Καὶ οὕτω θείᾳ δόξῃ καὶ ἐπουρανίῳ εἰς χεῖρας Θεοῦ τὴν ἁγίαν παρέθετο ψυχὴν ἀῤῥήτῳ τινὶ λόγῳ. Τὸ δὲ θεο δόχον αὐτῆς σῶμα μετὰ ἀγγελικῆς καὶ ἀποστολικῆς ὑμνῳδίας ἐκκομισθέν, καὶ κηδευθὲν, ἐν σορῷ τῇ ἐν Γεθσημανῆ κατετέθη· ἐν ᾧ τόπῳ ἐπὶ τρεῖς ἡμέρας ἡ τῶν ἀγγέλων χοροστασία καὶ ὑμνῳδία διέμεινεν άπαυστος. Μετὰ δὲ τὴν τρίτην ἡμέραν τῆς ἀγγελικής ὑμνῳδίας παυσαμένης, παρόντες οἱ ἀπόστολοι, ἑνὸς αὐτοῖς ἀπολειφθέντος Θωμᾶ, καὶ μετὰ τὴν τρίτην ἡμέραν ἐλθόντος, καὶ τὸ θεοδόχον σῶμα προσκυνῆσαι βουληθέντος, ήνοιξαν την σορόν. Καὶ τὸ μὲν ι σῶμα αὐτῆς τὸ πανύμνητον οὐδαμῶς εὑρεῖν ἠδυνήθησαν, μόνα δὲ αὐτῆς τὰ ἐντάφια κείμενα εὑρόντες, καὶ τῆς ἐξ αὐτῶν ἀφάτου εὐωδίας εμφορηθέντες, ἡσφαλίσαντο τὴν σορόν. Καὶ τὸ τοῦ μυστηρίου τὸ θαῦμα ἐκπλαγέντες, τοῦτο μόνον εἶχον λογίζεσθαι, ὅτιπερ ὁ εὐδοκήσας κατ' ἰδίαν ὑπόστασιν σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι ἐξ αὐτῆς, καὶ γεννηθήναι σαρκὶ Θεὸς Λόγος καὶ Κύριος τῆς δόξης, καὶ μετὰ τὸν τόκον τὴν αὐτῆς ἄφθορον παρθενίαν· διαφυλάξας, αὐτὸς εὐδόκησε καὶ μετὰ τὴν ἐντεῦθεν ἀποβίωσιν, τὸ ταύ της ἄχραντον καὶ ἀμίαντον σῶμα τῇ ἀφθαρσίᾳ τιμή σαι, καὶ μεταθέσει πρὸ τῆς κοινῆς καὶ καθολικῆς ἀναστάσεως. Παρῆσαν δὲ τότε σὺν τοῖς ἀποστόλοις, ὅ τε τιμιώτατος Τιμόθεος ὁ ἀπόστολος καὶ τῆς Ἐφε σίων πρῶτος ἐπίσκοπος, καὶ Διονύσιος ὁ ᾿Αρεοπα γίτης, καθὼς αὐτὸς ὁ Μέγας Διονύσιος μαρτυρεῖ ἐν τοῖς περὶ τοῦ μακαρίου Ιεροθέου καὶ αὐτοῦ τότε παρόντος, πρὸς τὸν ῥηθέντα ἀπόστολον Τιμόθεον πονηθεῖσι λόγοις, ούτωσὶ λέγων· Ἐπεὶ καὶ παρ' αὐτοῖς τοῖς θεολήπτοις ἡμῶν ἱεράρχαις, ἡνίκα καὶ ἡμεῖς, ὡς οἶσθα καὶ αὐτὸς, καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ σώ ματος συνεληλύθαμεν· παρῆν δὲ καὶ ὁ ἀδελ φόθεος Ιάκωβος, καὶ Πέτρος, ἡ κορυφαία καὶ πρεσβυτάτη τῶν θεολόγων ἀκρότης. Εἶτα ἐδόκει μετά τὴν θέαν ὑμνῆσαι τοὺς ἱεράρχας ἅπαντας, ὡς ἕκαστος ἦν ἱκανὸς, τὴν ἀπειροδύναμον ἀγαθό 59. Τοῦ ζωαρχικοῦ σώματος. Ζωαρχικὸν καὶ θεοδόχον σῶμα τάχα που τῆς ἁγίας Θεοτόκου λέγει τότε κοιμηθείσης.
col. 751–752page 46 of 52
PG 96:751τητα τῆς θεαρχικῆς εὐσθενείας Πάντων ἐκράτει μετὰ τοὺς θεολόγους, ὡς οἶσθα, των ἄλλων ἱερομυστῶν, ὅλος ἐκδημῶν, ὅλος ἐξιστάμενος ἑαυτοῦ, καὶ τὴν πρὸς τὰ ὑμνούμενα και νωνίαν πάσχων, καὶ πρὸς πάντων, ὧν ἡκούετο, καὶ ἑωρᾶτο, καὶ ἐγινώσκετο, καὶ οὐκ ἐγίνωσκε, θεόληπτος εἶναι καὶ θεῖος ὑμνολόγος κρινόμενος. Καὶ τί ἄν σοι περὶ τῶν ἐκεῖ θεολογηθέντων λέγοιμι; καὶ γὰρ εἰ μὴ καὶ ἑαυτοῦ ἐπιλέλησμαι, πολλάκις οἶδα παρὰ σοῦ καὶ μέρη τινὰ τῶν έν θεαστικῶν ἐκείνων υμνωδιῶν ἐπακούσεις Καὶ ταῦτα οἱ βασιλεῖς ἀκούσαντες, ᾔτησαν αὐτὸν τὸν ἀρχιεπίσκοπον Ἰουβενάλιον τὴν ἁγίαν ἐκείνην σορὸν μετὰ τῶν ἐν αὐτῇ τῆς ἐνδόξου καὶ παναγίας Θεοτόκου Μαρίας ἱματίων βεβουλλωμένην ἀσφαλῶς αὐτοῖς ἀποσταλῆναι· καὶ ταύτην ἀποσταλεῖσαν. κατέθεντο ἐν τῷ ἐν Βλαχέρναις δομηθέντι σεβασμία οἴκῳ τῆς ἁγίας Θεοτόκου. Καὶ ταῦτα μὲν οὕτως. ο ἀσθενείας. ιθ'. Τί δὲ πρὸς τὸν τάφον ἡμεῖς ἀντιφήσαιμεν; Η μὲν σὴ χάρις ἀνελλιπὴς καὶ ἀένναος, ἀλλ' οὐ τόποις ή θεία περιορίζεται δύναμις, οὐδὲ αἱ τῆς Θεομήτορος εὐεργεσίαι· εἰ γὰρ μόνῳ τῷ τύμβω περιεγράφοντο, ὀλίγοις ἂν ἡ δωρεὰ ἐπεθειάζετο Νῦν δὲ ἐν πᾶσι τοῦ κόσμου τοῖς πέρασιν ἀφθόνως διανεμέμηται. Την μνήμην τοίνυν τὴν ἡμετέραν ταμεῖον τῆς Θεοτόκου κατασκευάσωμεν. Τοῦτο δὲ ἔσται πῶς; Παρθένος αὕτη, καὶ φιλοπάρθενος· ἁγνὴ πέφυκεν αὕτη, καὶ φίλαγνος. Αν οὖν σὺν τῷ σώματι καὶ τὴν μνήμην ἁγνίσωμεν, ἐντυλισμένην τὴν αὐτῆς χάριν κτησόμεθα. Φεύγει γὰρ ἱλὺν ἅπασαν, καὶ τὰ βορβορώδη πάθη ἐκτρέπεται. Γαστριμαργίαν βδελύσσεται, τῆς αἰσχίστης πορνείας ἐχθραίνει τοῖς πάθεσι· ταύτης τοὺς μυσαρούς λογισμοὺς ὡς ἐχιδνών φεύγει γεννήματα· λόγους αἰσχρούς τε καὶ εὐτραπέλους ἀπωθεῖται καὶ ᾄσματα· μῦρα πορνικὰ ἀποσείεται· μισεῖ θυμοῦ τὰ οἰδήματα, ἀπανθρωπίαν καὶ ἔριδας οὐ προσίεται· κενοδοξίαν τὴν ματαιόπονον ἀποστρέφεται· ὄγκῳ ὑπερηφανίας ἐχθρωδῶς ἀντιτάσσεται· μνησικακίαν μισεί, τὴν σωτηρίας ἀντίπαλον· πᾶσαν και κίαν ὡς τὸν θανατηφόρον λογίζεται, τούτων δὲ χαίρει τοῖς ἐναντίοις. Τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα. Νηστείᾳ, καὶ ἐγκρατείᾳ, καὶ ψαλμικοῖς ἐπι= τέρπεται ᾄσμασιν· ἁγνείᾳ, καὶ παρθενίᾳ, καὶ σωφροσύνη συγγήθεται. Καὶ πρὸς ταύτας εἰρήνην άγει ἀένναον, καὶ φιλοφρόνως ταύτας ἀσπάζεται. Εἰρήνην καὶ πρᾶον περιπτύσσεται φρόνημα, ἀγάπην, καὶ ἔλεον, καὶ ταπείνωσιν ὡς οἰκείας τροφοὺς ἀγκαλίζεται. Καὶ συνελόντα φάναι, ἐπὶ πάσῃ μὲν κακία, κατηφεία δυσχεραίνουσα, πάσῃ δὲ ἀρετῇ ὡς οικείῳ χαρίσματι ἐπαγάλλεται. Εἰ οὖν τὰς προτέρας ἐκθύμως κακίας εκκλίνωμεν, τὰς δὲ ἀρετὰς πάσῃ σπουδῇ ἀγαπήσωμεν, καὶ ταύτας συνομίλους κτησώμεθα, θαμινὰ πρὸς τοὺς οἰκείους οἰκέτας ἐλεύσεται, τὴν ἁπάντων τῶν ἀγαθῶν σὺν αὐτῇ ἐφελκομένη ὁμήγυριν, καὶ Χριστὸν τὸν αὐτῆς Υἱὸν, καὶ τῶν ἁπάντων Βασιλέα καὶ Κύριον ἐνοικοῦντα ταῖς ἡμετέραις καρ δίαις συμπαραλήψεται· ᾧ δόξα, τιμή, κράτος, μεγα ἐπεχωριάζετο.
col. 753–754page 47 of 52
PG 96:753λοσύνη τε καὶ μεγαλοπρέπεια, σὺν τῷ ἀνάρχῳ Πα τρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Χ. Τοῦ αὐτοῦ λόγος τρίτος εἰς τὴν κοίμησιν τῆς παναγίας Θεοτόκου α'. Εθος ἐστὶ τοῖς ἐρωτικῶς πρός τι διακειμένοις, ἐπὶ γλώσσης ἀεὶ τοῦτο φέρειν, καὶ τῷ νῷ, νύκτωρ τε καὶ μεθ' ἡμέραν φαντάζεσθαι. Μή με τις οὖν εὐθυνέτω, εἰ τρίτον ἐπὶ τοῖς προλαβοῦσι δυσὶ τὸ παρὸν ἐποιησάμην εφύμνιον τῇ Μητρὶ τοῦ Θεοῦ μου, ὥσπερ τι δῶρον ἐξόδιον· οὐ γὰρ αὐτῇ χαριζόμενος, ἀλλ᾽ ἐμαυτῷ καὶ τοῖς παροῦσιν ὑμῖν, ὦ θεῖον καὶ ἱερὸν σύστημα, δψον ψυχωφελὲς καὶ σωτήριον προτιθεὶς τῇ ἱερᾷ ταύτῇ νυκτὶ κατάλληλον, καὶ πνευματικὴν θυ μηδίαν ἐμπορευόμενος. Σπάνη γὰρ ἡμᾶς, ὡς ὁρᾶτε, κατειλήφει τῶν ἐδωδίμων. Διὰ δὴ σχεδιάζω τὴν πανδαισίαν, εἰ καὶ μὴ πολυτελῶς, μηδὲ ἀξίως τῆς κεκληκυίας, ἀλλά γε τὴν πεῖναν ἀναγκαίως δυναμένην παραμυθήσασθαι. Οὐ γὰρ αὕτη τῶν ἔγκω. μίων προσδεὴς τῶν παρ' ἡμῶν, ἀλλ' ἡμεῖς τῆς παρ' αὐτῆς δόξης ἐπιδεῖς. Τὸ γὰρ δεδοξασμένον πως δα ξασθήσεται; "Η πηγή του φωτός, πῶς φωτισθήσεται; 'Αλλ' ἡμῖν αὐτοῖς, δι' ὧν ὁρῶμεν, πλέκομεν στέφανον. Ζῷ γὰρ ἐγώ, λέγει Κύριος, καὶ τοὺς δοξάζοντάς με δοξάσω. Ηδὺ μὲν γὰρ ὄντως, ἠδὲ ποτὸν οἶνος, καὶ τρόφιμον ἄρτος εἰς βρῶσιν Ο μὲν γὰρ εὐ φραίνει, ὁ δὲ καρδίαν ἀνθρώπου στηρίζει. Αλλά τί τῆς Μητρὸς τοῦ Θεοῦ μου ἡδύτερον; Αὕτη μου τὸν τοῦν εἷλεν αἰχμάλωτον· τὴν γλῶσσαν αὕτη ἐληίσατο ταύτην ὕπαρ τε καὶ ὄναρ φαντάζομαι. Αὕτη τοῦ Λό γου Μήτηρ, καὶ λόγου καθέστηκε χορηγός· τὸ τῆς στείρας κύημα, τὸ καρποφόρους τὰς στειρευούσας ψυχὰς ἐργαζόμενον. Ταύτης τὴν ἱεράν τε καὶ θείαν μετάστασιν ἑορτάζομεν σήμερον. Δεῦτε τοίνυν, ἀνα δῶμεν πρὸς τὸ μυστικὸν ὄρος, καὶ τῶν βιωτικῶν καὶ ὑλικῶν ἐμφάσεων γεγονότες ὑπέρτεροι, καὶ τὸν γνήφον υπεισελθόντες τὸν θεῖον καὶ ἄληπτον, ἐν φωτί τῷ θείῳ γενόμενοι, τὴν ἀπειροδύναμον ὑμνήσωμεν δύναμιν. Πῶς ὁ ἐκ τῆς περιουσίου περιοπῆς τῆς ἀΰλου καὶ πάντων ἐπέπεινα, τῆς πατρικῆς γαστρός ανεκφοιτήτως εἰς τὴν παρθενικὴν νηδύν καταβας, συλληφθείς τε καὶ σαρκωθείς, καὶ διὰ παθῶν ἔχου σίως ὁδεύσας πρὸς θάνατον, καὶ μετὰ σώματος ἐκ γῆς τὴν γέννησιν ἔχοντος, καὶ φθορᾷ κτησάμενος τὸ ἄφθαρτον, πρὸς τὸν Πατέρα πάλιν ἀναφοιτήσας, την αὐτοῦ κατὰ σάρκα Μητέρα πρὸς τὸν ἑαυτοῦ γεννήτορα ἐπεσπάσατο, οὐρανὸν ἐπίγειον χρηματίσασαν, τὸς τὴν ἐπουράνιον γῆν μετεωρίσας; β. Σήμερον ἡ νοητή κλίμαξ ή ἔμψυχος, δι' ἧς καταβὰς ὁ Ὕψιστος ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώ σπάνι;. βρωτόν. ὑπερουσίου.
col. 755–756page 48 of 52
PG 96:755", ποις συνανεστράφη, τῷ θανάτῳ χρησαμένη κλίματι γῆθεν εἰς οὐρανοὺς ἀνεφοίτησεν. Σήμερον ἡ ἐπὶ γειος τράπεζα, ἡ τὸν οὐράνιον τῆς ζωῆς ἄρτον τὸν τῆς θεότητος ἄνθρακα ἀπειρογάμως βαστάσασα, ἀπὸ γῆς ᾔσθη πρὸς οὐρανούς, καὶ τῇ κατ᾿ ἀνατολὰς τοῦ Θεοῦ πύλῃ, πύλαι οὐρανοῦ ἐπήρθησαν. Σήμερον ἐκ τῆς ἐπιγείου Ἱερουσαλήμ ἡ πόλις τοῦ Θεοῦ ἡ ἔμψυχος πρὸς τὴν ἄνω Ἱερουσαλήμ μετατίθεται, καὶ τὸν πρωτότοκον πάσης κτίσεως, τὸν ἐκ Πατρὸς μονογενῆ, πρωτότοκον ἐξ αὐτῆς μονογενῆ κυήσασα, ἐν τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων αὐλίζεται, καὶ ἡ κιβωτός Κυρίου ἡ ἔμψυχός τε καὶ λογικὴ πρὸς τὴν τοῦ Υἱοῦ ἀνάπαυσιν μετανίσταται. Πύλαι παρα δείσου ἀνοίγονται, καὶ τὴν θεοφόρον ὑποδέχονται άρουραν, ἐξ ἧς τὸ τῆς αἰωνίου ζωῆς ξύλον βλαστήσαν τὴν παρακοὴν τῆς Εὔας καὶ τὴν νέκρωσιν τοῦ ᾿Αδάμ διαλέλυκε. Χριστὸς οὗτος, ὁ τῆς ζωῆς τῶν ἁπάντων αἴτιος, ἄντρον λελαξευμένον, ὄρος τὸ ἀλατόμητον ὑποδέχεται, ἐξ οὗ λίθος χειρῶν ἄνευ τμηθεὶς τὴν οἰκουμένην ἐπλήρωσεν· ἡ παστὰς τῆς θείας τοῦ Λόγου σαρκώσεως, ὡς ἐν θαλάμῳ τῷ πανευκλεεῖ ἀναπέπαυται τάφῳ, ὅθεν πρὸς τὸν οὐράνιον ἀνίεισι νυμ φῶνα, τῷ Υἱῷ καὶ Θεῷ ἀριδήλως συμβασιλεύουσα, καὶ τὸν τάφον παστάδα τοῖς ἐπὶ γῆς καταλέλοιπεν. Παστάδα τὸν τάφον; Ναὶ παστάδος πάσης παν αγλαέστερον, οὐ χρυσοῦ περιλάμψεσιν, οὐκ ἀργύρου φανότητι, καὶ λίθων διαυγείαις ἀστράπτουσαν, καὶ σειρῶν νήμασι, καὶ χρυσονήστῳ ἐσθῆτι, καὶ ἁλουργίδι κεκλωσμένῃ, ἀλλὰ θεοφεγγεῖ αἴγλῃ τοῦ παν αγίου Πνεύματος· οὐ σωμάτων συνάφειαν τοῖς γῆς ἐρασταῖς, τοῖς δὲ δεσμίοις τοῦ Πνεύματος ψυχῶν ὁσίων ζωὴν προξενοῦσαν, πρὸς Θεὸν πάσης ἀμείνω καὶ γλυκυτέραν κατάστασιν. Οὗτος ὁ τάφος τῆς Ἐδὲμ ωραιότερος· καὶ ἵνα μὴ λέγω τὴν ἐν ἐκείνῃ τοῦ δυσ μενοῦς εὔνοιαν, τὴν χρηστὴν, ἵν' οὕτως εἴπω, συμ βουλὴν, τὸν φθόνον, τὴν ἀπάτην, τῆς Εὔας την μα Χακότητα, την πιθανότητα, τὸ γλυκὺ καὶ πικρὸν δέλεαρ, δι' ἧς ἐκλάπη τὸν νοῦν, καὶ τὸν ὁμόζυγα κέκλοφε, τὴν παρακοήν, τὴν ἐξορίαν, τὸν θάνατον, ἵνα μὴ ταῦτα λέγων τὴν ἑορτὴν ἐκτελῶ κατηφείας υπόθεσιν· οὗτος ἀπὸ γῆς σῶμα θνητὸν εἰς οὐρανὸν μετεώρισεν· ἐκείνη δὲ ὑψόθεν εἰς γῆν τὸν γεν άρχην κατήγαγεν. Η γὰρ οὐκ ἐν αὐτῇ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὁ κατ' εἰκόνα θείαν γεγονώς κατακέκριται; Οὗτος ὁ τάφος τῆς πάλαι σκηνῆς τι μιώτερος, τὴν λογικήν τε καὶ ἔμψυχον, θεοφεγγι λυχνίαν δεξάμενος, καὶ τὴν ζωηφόρον τράπεζαν, οὐ καρπούς προθέσεως, ἀλλ᾽ οὐράνιον, οὐ πῦρ ὑλικὸν, άλλ' αῦλον δεξαμένην πῦρ τῆς θεότητος. Οὗτος ὁ τάφος τῆς Μωσαϊκῆς κιβωτού όλβιώτερος, εὐμοιρήσας οὐ σκιὰς καὶ τύπους, ἀλλ' αὐτὴν τὴν ἀλήθειαν. Ἐδείξατο γὰρ τὴν ἀκίβδηλον καὶ χρυσοειδῆ στάμνον, τὴν τὸ οὐράνιον μάννα καρποφορήσασαν, πλάκα ἔμ ψυχον, Λόγον Θεοῦ δακτύλῳ τῷ παναλκεστάτῳ Πνεύματι δεξαμένην σαρκωθησόμενον, Λόγον τὸν ὑψωθεῖσα.
col. 757–758page 49 of 52
PG 96:757ἐνυπόστατον, τὸ χρυσοῦν θυμιατήριον, τὴν τὸν θεῖον κυήσασα ἄνθρακα, καὶ πᾶσαν τὴν κτίσιν εὐωδιά σασαν. γ. Φευγέτωσαν δαίμονες, ολολυζέτωσαν τρισάθλιοι 5. Νεστώριοι, ὡς πρόπαλαι οἱ Αἰγύπτιοι, καὶ ὁ τούτων Έξαρχος ὁ νέος Φαραώ, ὁ πικρὸς ἀλάστωρ καὶ τύ ραννος Τῷ βυθῷ γὰρ τῆς βλασφημίας κατεχώσθησαν. Ἡμεῖς δὲ οἱ σωθέντες ἀβρόχοις ποσίν, καὶ τὴν ἀλμυρὰν τῆς ἀσεβείας ὑπερβάντες θάλασσαν, ᾄσωμεν τῇ Μητρὶ τοῦ Θεοῦ ᾠδὴν τὴν ἐξόδιον. Αιρέτω Μαριάμ ἡ Ἐκκλησία ταῖς χερσὶ τὸ τύμπανον, καὶ ἐξαρχέτω ᾠδὴν τὴν ἑόρτιον. Εξίτωσαν τοῦ πνευματικοῦ Ἰσραὴλ αἱ νεάνιδες μετὰ τυμπάνων καὶ χορῶν ἀλαλάζουσαι. Βασιλεῖς τῆς γῆς καὶ κρι ταὶ σὺν ἄρχουσι, νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων, τὴν Θεοτόκον ὑμνείτωσαν, σύλλογοι, καὶ λόγοι παντοδαποί, καὶ ἐθνῶν καὶ λαῶν γλῶσσαι διάφοροι, ᾆσμα καινὸν μελουργείτωσαν. Περιηχείτω ἀὴρ πνευματικοῖς δόναξί τε καὶ σάλπιγξι, καὶ τοῖς ἐκ πυρὸς ἀμαρύγμασιν ἡμέραν καινουργείτο σωτή ριον. Εὐφράνθητε, οὐρανοὶ, καὶ αἱ νεφέλαι ῥανάτωσαν ἀγαλλίασιν. Σκιρτήσατε, κριοὶ τῆς ἐκλεκτῆς τοῦ Θεοῦ ποίμνης, οἱ θεῖοι ἀπόστολοι, ὡς ὄρη ὑψηλὰ καὶ μετέωρα ταῖς ὑψηλοτάταις θεωρίαις υψούμενοι, καὶ ἄρνες Θεοῦ, λαὸς ἅγιος, τῆς Ἐκκλησίας τὰ θρέμματα, ὥσπερ βουνοὶ πρὸς τὰ ὑψηλὰ ὄρη τῇ προαιρέσει ἀνατεινόμενοι. Βαβαί! βαβαί! τέθνηκεν ή πηγή τῆς ζωῆς, ἡ τοῦ Κυρίου μου Μήτηρ; Εδει γὰρ τὸ ἐκ γῆς συντεθὲν παλινοστῆσαι πρὸς γῆν, καὶ οὕτω μεταναστῆσαι πρὸς οὐρανὸν, ἐκ τῆς γῆς λαβὼν τὴν δεδωρημένην τῇ γῇ τῇ καταθέσει τοῦ σώματος πανακήρατον ζωήν. Έδει γὰρ καθάπερ χρυσόν ἀποκαλοῦσαν τὸ γεῶδες καὶ ἀλαμπὲς τῆς θνητότητος πάχος, ὡς ἐν χωνεύσει τῷ θανάτῳ τὴν σάρκα ἄφ θαρτον καὶ καθαράν, τῷ φέγγει τῆς ἀφθαρσίας ἐκλάμπουσαν ἐξαναστῆναι τοῦ μνήματος. δ. Σήμερον ἀρχὴν λαμβάνει δευτέρας υπάρξεως ὑπὸ τοῦ δόντος αὐτῇ τὴν ἀρχὴν τῆς προτέρας υπάρ ξεως, ἡ δοῦσα δευτέρας ἀρχὴν, τῆς σωματικῆς λέγω ὑπάρξεων, τῷ μὴ ἐσχηκότι ἀρχὴν χρονικὴν τῆς προ έρας καὶ ἀϊδίου ὑπάρξεως, εἰ καὶ τὸν Πατέρα ἀρ χὴν εἶχεν ὡς αἰτίαν τῆς αὐτοῦ θείας ὑπάρξεως. Χαίροις, Σιών, τὸ θεῖον ὄρος τὸ ἅγιον, ἐν ᾧ κατῴκει τὸ θεῖον ὄρος τὸ ἔμψυχον· ἡ νέα Βαιθήλ, ἐν ᾗ στήλη ᾔλειπται, ἀνθρωπίνη φύσις χρισμένη θεότητι. Εκ σου πρὸς οὐράνιον ύψος μετεώρισται, ὡς ἐξ ἐλαίων, ὁ ταύτης Υιός. Ετοιμαζέσθω νεφέλη παγκό μιός τε καὶ περικόσμιος, καὶ ἀνέμων πτέρυγες ἐκ τῶν περάτων τῆς γῆς πρὸς Σιὼν τοὺς ἀποστόλους διαβιβάζουσαι. Τίνες οἶᾶς ὡσεὶ νεφέλαι καὶ ἀετοὶ πέτανται πρὸς τὸ πτῶμα τὸ τῆς πάντων ἀναστάσεως Στιον τῇ Μητρὶ τοῦ Θεοῦ λειτουργήσοντες; Τις αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, όλη καλή, έχε λάμπουσα ὡς ἥλιος; Αδέτωσαν αἱ κιθάραι τοῦ καὶ δυσμενής Νεστόριος ὁ τύραννος, τῷ βυθῷ τῆς μικρᾶς αὐτοῦ βλασφημίας καταχωσθείς. λαβόν. ἐξ οὗ,
col. 759–760page 50 of 52
PG 96:759Πνεύματος, ἀποστολικαὶ γλῶσσαι. Αλαλαζέτωσαν κύμβαλα, αἱ τῶν θεολόγων ἀκρότητες, τὸ σκεῦος τῆς ἐκλογῆς Ἱερόθεος, ὁ τῷ θείῳ καθιερωμένος Πνεύ ματι, ὁ τῇ θείᾳ ἐνώσει τὰ θεῖα παθὼν καὶ μαθών, ὅλος ἐξιστάσθω τοῦ σώματος· ὅλος συνεκδημείτω τῇ προαιρέσει, καὶ κροτείτω τοῖς ἐφυμνίοις. Πάντα τὰ ἔθνη χεῖρας κροτείτωσαν, πάντες τὴν Θεοτόκον ὑμνείτωσαν. Αγγελοι θνητῷ λειτουργείτωσαν σώ ματι. θυγατέρες Ἱερουσαλήμ, ὀπίσω τῆς βασιλίδος ἀκολουθήσατε, καὶ ὡς πλησίον αὐτῆς παρθένοι νεα νιενόμεναι Πνεύματι πρὸς τὸν νυμφίον συναπενέ χθητε, ἐκ δεξιῶν τοῦ Δεσπότου παραστησόμεναι. Κάτιθι, κάτιθι, Δέσποτα, τῇ μητρὶ κατάχρεως ἀποτιννὺς τὰ ὀφειλόμενα θρέπτρα. Θείας ἀναπέτασον χεῖρας· δέξαι ψυχήν μητρικήν, ὁ πατρικαῖς χερσὶ τὸ πνεῦμα ἐπὶ σταυροῦ παραθέμενος, φώνη σον πρὸς αὐτὴν ἡδύ τι ψιθύρισμα. Ἐλθὲ, ἡ καλὴ, ἡ πλησίον μου, ἡ τῷ κάλλει τῆς παρθενίας ὑπὲρ ἥλιον μαρμαρύσσουσα. Μετέδωκάς μοι τῶν σῶν δεῦρο, τῶν ἐμῶν συναπόλαυσον· δεῦρο, Μῆτερ, πρὸς τὸν Υἱόν· δεῦρο, συμβασίλευσον τῷ ἐκ σοῦ σὺν σου πτωχεύσαντι. "Απιθι, Δέσποινα, ἄπιθι, οὐ Μωσαϊκώς, ἀνάδα, καὶ τελεύτα. Τελεύτα δὲ μᾶλλον, καὶ οὕτως ἀνάβαινε. Ψυχὴν παράθου ταῖς τοῦ Υἱοῦ σου χερσίν. Ἀπόδος τὸ τοῦ χοὸς τῷ χολ, ὡς ὅτι τοῦτο συνεπαρ θήσεται. "Αρατε, ὁ τοῦ Θεοῦ λαός, τοὺς ὀφθαλμοὺς ὑμῶν, ἄρατε Ἰδοὺ ἐν Σιὼν ἡ κιβωτὸς Κυρίου Θεοῦ τῶν δυνάμεων, καὶ ταύτῃ σωματικῶς οἱ ἀπόστολοι παρειστήκεισαν τὰ ζωαρχικὸν καὶ θεοδόχον σῶμα κη δεύοντες. Αύλως δὲ καὶ ἀοράτως περίεπουσιν ἄγγε λοι φόβῳ, τῇ μητρὶ τοῦ σφῶν Δεσπότου δουλοπρεπώς παριστάμενοι. Αὐτὸς ὁ Κύριος πάρεστιν, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, καὶ περιέπων τὸ πᾶν, οὗ τόπος οὐδείς. Ἐν αὐτῷ γὰρ τὰ πάντα ὡς ποιη τικῷ καὶ συνεκτικῷ αἰτίῳ. Ἰδοὺ ἡ παρθένος, ή θυ γάτηρ Αδὰμ καὶ Μήτηρ Θεοῦ, δι᾿ Ἀδὰμ τὸ σῶμα παραπέμπει τῇ γῇ, τὴν δὲ ψυχὴν οὐρανίαις σκηναῖς διὰ τὸν Υἱὸν ἀναδίδωσιν. Αγιαζέσθω τὸ ἄστυ τὸ ἅγιον, καὶ ἐπ᾿ εὐλογίαις καρπούσθω εὐλογίαν αἰών νιον. Τῇ διαβάσει τοῦ θείου σκηνώματος προπο ρευέσθωσαν ἄγγελοι, καὶ τὸν τάφον εὐτρεπιζέτω σαν. Κοσμείτω τοῦτον αἴγλη τοῦ Πνεύματος. Έτοι μαζέσθω μύρα, καὶ τῷ παναμώμῳ καὶ πανευώδει μυριζέσθωσαν σώματι. Παρήτω ναμα εἰλικρινές, καὶ ἀρυέσθω τὴν εὐλογίαν ἐκ τῆς ἀκηράτου τῆς εὐλογίας πηγής. Αγαλλιάσθω ἡ γῆ τῇ καταθέσει τοῦ σώματος. Δὴρ σκιρτάτω τῇ ἀναβάσει τοῦ Πνεύματος. Πνε τωσαν αὖραι δροσοειδεῖς, καὶ χάριτος ἔμπλεοι. Πᾶτα ή κτίσις πανηγυριζέτω τὴν τῆς Θεομήτορος ἄνοδον. Χοροί νέων ἀλαλαζέτωσαν. Ρυήτωσαν γλῶσσαι βη τόρων τοῖς ἐφυμνίοις· καρδίαι σοφῶν τὸ θαῦμα φιλο σαφείτωσαν· πρεσβύται τῇ πολιᾷ τὸ αἰδέσιμον ἔχον τες, άτρεμα τὰς θεωρίας καρποφορείτωσαν. Πᾶσα ἡ κτίσις συνεισενεγκάτω τὸν ἔρανον. Οὐδ' οὕτω γὰρ ἂν πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιντο.
col. 781–782page 51 of 52
PG 96:781ἅμα καὶ τὴν σύγκλητον κατανέμεται. Καὶ πάλιν μωγαί τε καὶ δάκρυα, συνεκδημεῖν πλήθους ἢ ἐνδη- μεῖν ἐφιεμένου, καὶ ἦν αὐτοῖς ὁ θάνατος αἱρετώτε ρος τῆς Ἰωάννου στερήσεως. (77) ᾿Αλλὰ φευκτῶν κακῶν Θεοῦ παραχωροῦντος ἐπικρατούντων, οἷς ἐπί- σταται, κρίμασιν. ιθ'. Οὕτω γὰρ πάλιν ἀμείβων, ἐξ ἄστεος ἐπ χώρας εἰς χώραν μεθιστάμενος, ὃν ἐπίθει διώξας κατέλα- δε· τὸ ζῆν (78) χρηστὸν λογισάμενος, καὶ κέρδος τὸν θάνατον, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, τὴν πίστιν τηρήσας, καὶ τὸν δρόμον τελέσας, καὶ κομι- σάμενος τῶν ἄθλων τὰ ἔπαθλα, τῆς δικαιοσύνης τὸν στέφανον. Αλλ' οὐκ εἴασε καὶ θανὼν τὴν νύμφην τὴν ἑαυτοῦ ὁ φιλούμενος, φιλόνυμφος, καὶ φιλότεχνος, οὔτε μὴν τοὺς παῖδας τοὺς ἑαυτοῦ τῆς οἰκείας ἐστε- ρημένους χάριτος, ἀλλὰ θείᾳ προνοίᾳ καὶ κρίσει και ταλλήλως πρὸς τὰ βασίλεια φέρεται, τὸ μὲν σῶμα πρὸς τὰ δρώμενα, τὸ δὲ πνεῦμα πρὸς τὰ ἀθέατα· καὶ κήρυξ τῶν θείων λογίων διαμένει, μέχρις Χρι- στὸς αὖθις παραγενήσεται, μεθ' οὗ δοξασθήσεται, τῆς αὐτοῦ κατατρυφῶν χαρᾶς τε καὶ ὡραιότητος. Ταῦτά μοι, ὦ Πάτερ Πατέρων, πρός σε τὰ ψελλί- σματα· ἀλλ' ἐποπτεύοις ἡμᾶς τοὺς ὁμωνύμους, καὶ ἀντιδοίης τῆς πρὸς τὸν Κτίστην οἰκείωσιν, ὅς ἐστι Χριστός, εὐφροσύνη αἰώνιος· ᾧ ἡ δόξα, καὶ τὸ κρά- τος, πάντοτε, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτή- τοὺς αἰῶνας τῶν αἰώνων. Αμήν. Κατ' εκείνους τοὺς καιρούς βασιλεύοντος Μαξιμιανοῦ τοῦ παρανόμου καὶ ἀπεβεστάτου, ἡγεμονεύοντος δὲ Μαρκιανοῦ, ἦν διωγμός μέγας τῶν Χριστιανῶν. "Ην δέ τις ἐν τῇ χώρα τῆς Ἀνατολῆς καλουμένου Ηλιούπολις κατοικῶν ἐν χωρίῳ ἐπιλεγομένῳ, ὡς ἀπὸ σταδίων δέκα δύο Εὐχαϊτῶν, Διόσκορος ὄνομα αὐτῷ, πλούσιος σφόδρα Οὐαλέντιος δέ τις ἀνὴρ εὐλαβὴς καὶ φοβούμενος τὸν Θεὸν, ᾐτήσατο τὸ λείψανον τῶν ἁγίων ἀθλοφόρων Βαρβάρας καὶ Ἰουλιανῆς, καὶ ἐπιμελῶς κηδεύσας αὐτά, ἀπέ- θετο ἐν τύπῳ καλουμένῳ τῆς Νύσσου ἐν Γελασίοις χωρίῳ ἐν οἰκήματι σεμνῷ, ὡς ἀπὸ μιλίων δύο Εὐχαῖ ΙΒ'. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου πρεσβυτέ- ρου του Δαμασκηνοῦ, ἐγκώμιον εἰς τὴν ἁγίαν καὶ ἔνδοξον τοῦ Χριστοῦ μάρτυρα Βαρβάραν. α΄. Υπέρκειται μὲν ὁμολογουμένως ἅπασαν ἐγκω το LAUDATIO S. BARBARE MART. oi- B de throno fulminis instar emissus, ecclesian tumque omnem absumit. Rursum ejulatus et L crymæ; populo cupiente potius cum illo exsulare, quam in urbe versari, eisque mors acceptabilior erat, quam Joanne privari. Intérim vero intoleranda mala magis invalescebant, Deo ita permittente, æquissimo, novit quo ipse, judicio. in regionem migrans, illum quem persequendo de- siderabat, apprehendit. Reputabat enim optimum sibi esse vivere, et nori lucrum 1. Quocirea, qui bonum certamen certaverat, fidem servaveral, cursunique consunimarat, certaminum præmia, ju- stitiæ scilicet coronam, retulit s. Caeterum, nec ille, sponsa ac liberorum amantissimus, moriendo spon- sam deseruit, a qua vicissim ipse dilectus fuerat, nec filios suos benevolentiæ suæ favore privatos voluit ; sed divina providentia judicioque pro vo tis ad regias ædes reducitur; corpore quidem, hoc quod sub aspectum cadit, spirit vero, quead id quorl oculorum aciem fugit. Adeoque responsorum divi- norum esse præco perseverat, donee Christus ilērum venerit, quocum honore et gloria aficietur, kotitiae et pulchritudinis ejus deliciis affluens. Meæ sunt ista, Pater Patrum, ad te balbutientis voces. Ad nos vero respicias, rogo, qui tui cognomines sumus, vicissimque largire, ut familiares evadamus Cren- toris, qui est Christus, sempiterna illa laetitia s eui gloria, et imperium, ubique, nunc, et semper, et in perpetua sæcula sæculorum. Amen. MONITUM IN ORATIONEM SEQUENTEM. Homiliam in sanctam Barbaram Joanni Damasceno tribuunt varii codicum manu exara- torum indices. Hanc mihi subministravit Regius 1831, ex quo Latine eam dederat Combef- sius in Bibliotheca concionatoria ad diem Decembris, cui quidem diei S. Joannis Damasceni festum Græci consignarunt, ut, ni fallor, significarent auctorem eum esse istius in sanctissi mam martyrem orationis, quæ nomen ipsius præfert. Plane nihil in hoc tractatu reperire est, quod ab ejus dictione, stylo et methodo alienum sit. Quoniam de Barbara ætate et patria multi dissentiunt, hic juvat attegere, quid de utraque repererim in cod. Colb. vetustis- simo, in quo ejus Vila extat, ut ante Metaphrastem legebatur : (sic) Tempori bus illis, imperante scelesto atque impio Maximiano, Marciano præfecturam gerente, facta est magna persecutio contra Christianos. Erat autem in regione Orientis, in loco qui He- liopolis vocatur, distatque duodecim stadiis Euchaitis, vir quidam, cui Dioscoro nomen erat, dives valde, etc. Et in fine narrationis : Tv Valentius quidam vir religiosus ac timens Deum, petiit reliquias sanctarum martyrum Barbara et Julianæ, easque sollicite curavit, ac deposuit in loco qui Nyssi nuncupabatur in Gelasiis, in honesta domo, quæ duobus millibus Euchaitis distabat. Euchaita in Paphlagonia exstitisse omnes norunt. • Philipp. 1, 91. || Tim. IV, 7. C XII. S. Patris nostri Joannis presbyteri Damasceni, luu- dalio sanctæ et inclyte martyris Christi Bar bare.
col. 797–798page 52 of 52
PG 96:797αὖθις σπουδῇ ὁμολογήσει τε καὶ ἀνακηρύξει Βαβαί σου τῆς γενναιοτάτης ὑπομονῆς καὶ καρτερίας· δι' ἦν, τὸν μὲν διάβολον καὶ τοὺς ἀποστάτας αὐτοῦ κατέπληξας δαίμονας, τοὺς ἁγίους δὲ ἀγγέλους πρὸς θαῦμα καὶ εὐφημίαν ἐκίνησας· δι' ήν, τὴν μὲν τῶν εἰδώλων πλάνην ὡς ἀράχνην διέλυσας, τὴν ἀληθῆ δὲ πίστιν ἐκράτυνάς τε καὶ ἐβεβαίωσας 1 ιβ. Εωρακώς οὖν τὸ ἀμετάθετον καὶ καρτερικὴν τῆς ἁγίας ὁ δικάζων, κελεύει τέως ἐν φρουρᾷ ταύτην ἐμβληθῆναι, ἕως ἂν σκέψηται ποίαις αὐτῆς βασάνεις πικροτέραις ἐφάψηται. Ἐν δὲ τῇ νυκτὶ ἐκείνῃ μέσῃ, φῶς αὐτὴν ὑπέρλαμπρον περιήστραψεν, ἐν ᾧπερ ὁ τῆς δόξης κατεφαίνετο Κύριος, τὸ κατώθυνον αὐτῆς καὶ περίλυπον τῇ ἐπιφανείᾳ παραμυθούμενος, καὶ λόγοις προτρεπτικοῖς θαρτοποιῶν πρὸς ἀγῶνας τοὺς μέλλοντας· ε θάρσει, λέγων, Βαρβάρα, ότι μεγίστη χαρὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐπὶ τῇ σῇ ἀθλήσει γε νήσεται. Τὰς δὲ τοῦ τυράννου ἀπειλὲς μὴ φοβοῦ, μήτε δέδιθι. Ἐγὼ γὰρ εἰμι μετὰ σοῦ, καὶ πασῶν σοι τῶν ἐπιφερομένων πληγῶν ἐκλυτρώσομαι.» Καὶ εὐθέως ἀφανεῖς οἱ πληγαὶ ἀπὸ τοῦ αὐτῆς ἐγένοντο σώματος. Καὶ ταῦτα εἰπὼν, εἰς οὐρανοὺς αὖθις ὁ τῶν οὐρανῶν ἀναπεφοίτηκε Κύριος. Εγεγήθει δὲ μεγάλως, καὶ πλήρης γέγονεν εὐθυμίας, καὶ χαρᾶς, καὶ ἀγαλλιάσεως ἐπὶ τῇ τοῦ Χριστοῦ προτροπῇ, ἡ τοῦ Χριστοῦ γνησία μάρτυς τε καὶ θεράπαινα. Καὶ εἰκότως ὄντως ὢ κόρη τρισόλβιε, ἐγέγηθας! ἡ γὰρ τῆς χαρμοσύνης ὑπόθεσις, μόνη ἐστὶν ἀληθῆς εὐφρα σύνη, καὶ θυμηδία ἀναλλοίωτός τε καὶ ἀναφαίρετος. Ὁ μακαρίων σου ὡς ἀληθῶς ὀμμάτων, τὸν τῆς δό ξης Κύριον ἰδεῖν ἠξιωμένων, ᾧ ἀτενίσαι οὐ τολμῶσιν ἐν οὐρανῷ τὰ Χερουμ, καὶ τὰ πολυόμματα τάγματα! Ο πανολβίων ώτων, τῶν ἠχὴν τῶν τοῦ Θεοῦ ῥημάτων εἰσδεδεγμένων! ὦ ψυχῆς ἀξιαγάστου καὶ τρισευδαίμονος, ἣν προτροπαῖς οἰκείου παρεμι θήσατο στόματος, ὁ οὐρανίων καὶ ἐπιγείων καὶ και ταχθονίων δεσπόζων, καὶ Θεὸς πάσης παρακλήσεως 1 Σὺ καὶ ἐν σαρκὶ οὖσα, τὸν ἀῤῥαβῶνα τῆς βασιλείας τῶν οὐρανῶν, ἡ τοῦ Χριστοῦ νύμφη, ὡς τῆς ὅλης σου προικὸς ἐμφάνειαν δέδεξαι. Διὰ τοῦτο τῶν μὲν ἀλ γεινῶν τὴν πεῖραν, ως νηπίων βέλη, ἢ ψύλλων δηγ. μοὺς ἤγησαι καὶ λελόγισαι· τῷ δὲ τοῦ φανέντος ἔρωτι θελχθεῖσα, καὶ τὴν ψυχὴν στερεωθείσα, Τίς με, έλεγες, χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ λιμός; ἢ διωγμός; ἢ μάστιγες; ἢ κίνδυνοι; πέπεισμαι γάρ, ὡς οὐ ζωή, οὐ θάνατος, οὐκ ἄγγελος, οὐκ ἐνεστῶτα, οὐ μέλλοντα, οὔτε τις κτίσις ἑτέρα, τῆς τοῦ Χριστοῦ με αγάπης χωρισαι δυνήσεται. εγώ. Πρωΐας οὖν γενομένης, ἤχθη πρὸς τὸ μῆμα ἡ μάρτυς, τοῦ ἄρχοντος τοῦτο προστάξαντος. Καὶ ἰδὼν αὐτῆς τοὺς μώλωπας ἀφανεῖς, καὶ τὸ σῶμα ὁλόκληρον καὶ ἀκέραιον, μήτε τὸ τυχὸν ἔχον σπάραγμα, δ φρενοβλαβής, φησί, καὶ φρενόληπτος, ο Ιδες, πῶς οἱ θεοὶ ἀντιποιοῦνται, καὶ ἀγαπῶσίν σε, ὅτι καὶ τὰς πληγάς σου ἰάσαντο.» Η δὲ μάρτυς τῆς ἐκείνου καταγελάσασα παραφροσύνης καὶ ἐμβροντησίας καὶ παραπληξίας, ἀνταπεκρίνατο· Οἱ μὲν σοὶ θεοὶ ὅμοιοί σου εἰσι, κωφοὶ καὶ τυφλοί, καὶ ἀναίσθητοι,
Page scan enlarged

Notebook

Full View