PG 96John of Damascus
Poems and Canticles
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 819–820page 1 of 19
In Theogoniam
PG 96:819Α. Υία Θεοῦ, μερόπων είνεκα τικτόμενον. Ἐν χθονι, καὶ λύοντα πολύστονα πήματα κόσμου, Αλλ᾽ ἄνα, ῥητῆρας ῥύεο τῶνδε πόνων. Εσωσε λαὸν θαυματουργῶν δεσπότης, Υγρὸν θαλάσσης κύμα χερσώσας πάλαι. Εκὼν δὲ τεχθεὶς ἐκ κόρης, τρίβον βατὴν Πόλον τίθησιν ἡμῖν, ὃν κατ' οὐσίαν, Ισόν τε Πατρὶ καὶ βροτοῖς δοξάζομεν. Πνεγκε γαστὴρ ἡγιασμένη, Λόγου, Σαφῶς ἀφλέκτως ζωγραφουμένη βάτῳ, Μιγέντα μορφῇ τῇ βροτησία, Θεοῦ, Εύας τάλαιναν νηδύν ὁρᾶς τῆς πάλαι, Λύοντα πικρᾶς, ἐν βροτοὶ δοξάζομεν. Εδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον, Ελθόντα παῦσαι τὴν ἁμαρτίαν, Μάγοις, Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ, Σε σπαργάνοις έλικτον, ὃν γεγηθότες, Εἶδον τὸν αὐτὸν, καὶ βροτόν, καὶ Κύριον Νεῦσον πρὸς ὕμνους οἰκετῶν, εὐεργέτα, Εχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφούν. Φέρων τε, παντεπόπτη, τῆς ἁμαρτίας Υπερθέν ἀκλόνητον στηριγμένους Μάκαρ, μελωδοὺς τῇ βάσει τῆς πίστεως. Νύμφης πανάγνου τὸν πανόλβιον τόκον, ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός, Αγραυλος ἐκλονεῖτο τῷ ξένῳ τρόπῳ, Τάξιν μελῳδοῦσάν τε τῶν ἀσωμάτων, Ανακτα Χριστίν, ἀσπόρως σαρκούμενον. Υψους ἀνάσσων οὐρανῶν, εὐσπλαγχνίᾳ Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου κόρης, Αῦλος ὢν το πρόσθεν, ἀλλ' ἐπ' ἐσχάτων Λόγος παχυνθείς σαρκὶ, τὸν πεπτωκότα, Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον. Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, Αδων προφήτης Αββακούμ, προμηνύει, Τεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον. Νέον βρέφος γὰρ ἐξ ὅρους τῆς παρθένου Ἐξῆλθε λαῶν εἰς ἀνάπλασιν, Λόγος, Ισος προῆλθες τοῖς βροτοῖς ἑκουσίως, Λόγον,
col. 821–822page 2 of 19
PG 96:821Ύψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου. Τὸν καθάραι τῆς δρακοντίας κάρας, Αγων ἅπαντας πρὸς σέλας ζωηφόρον, Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων. Εθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα, Ολεθρον ἄρδην δυσμενούς πεφευγότα, Ὑψοῦτε χεῖρας σὺν κρότοις ἐφυμνίοις, Μόνον σέβοντες Χριστὸν ὡς εὐεργέτην, Ἐν τοῖς καθ᾿ ἡμᾶς συμπαθῶς ἀφιγμένον. Ρίζης φυεῖσα τοῦ Ἰεσσαὶ, Παρθένε Ὅρους παρήλθες τῶν βροτῶν τῆς οὐσίας, Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον, Ως ηὐδόκησεν αὐτὸς ἐσφραγισμένην, Νηδύν διελθεῖν τῇ κενώσει τῇ ξένη. Ἐκ νυκτὸς ἔργων εσκοτισμένης πλάνης, Πλασμὸν ἡμῖν, Χριστέ, τοῖς ἐγρηγόρως Νῦν συντελοῦσιν ὕμνον ὡς εὐεργέτη, Ελθοις πορίζων εὐχερῆ τε τὴν τρίβον, Καθ᾽ ἦν ἀνατρέχοντες, εὕροιμεν κλέος. Απηνὲς ἔχθος τὸ πρὸς αὐτὸν, Δεσπότης Τεμὼν διαμπαξ σαρκὸς ἐν παρουσίᾳ, Ἵνα κρατοῦντος ώλεσε θυμοφθόρου, Κόσμον συνάπτων ταῖς ἀΰλοις οὐσίαις, Τιθεὶς προσηνῆ τὸν τεκόντα τὴν κτίσιν. Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἡμαυρωμένος, Μεθ᾿ ἡμέραν φῶς τῆς ἄνω φρυκτωρίας, Εθνη Θεῷ δὲ κλῆρον Υἱὸς προσφέρει. Νέμων ἐκεῖσε τὴν ἀποῤῥητον χάριν, Οὗ πλεῖστον ἐξήνθησεν ἡ ἁμαρτία. Ναίων Ἰωνᾶς ἐν μύχοις θαλαττίοις, Ελθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι Νυγεὶς ἐγὼ δὲ τοῦ τυραννοῦντος βέλει, Χριστέ, προσαυδῶ τὸν κακῶν ἀναιρέτην, Θάττον μολεῖν σε, τῆς ἐμῆς ῥαθυμίας. υς ἦν ἐν ἀρχῇ πρὸς Θεὸν. Θεὸς Λόγος, Νυνὶ κρατύνει μὴ σθένουσαν την πάλαι, Ἰδὼν φυλάξαι τὴν καθ' ἡμᾶς οὐσίαν Καθεὶς ἑαυτὸν, δευτέραν κοινωνίαν, Αὖθις προφαίνων τῶν παθῶν ἐλευθέραν. κται δι' ἡμᾶς ᾽Αβραὰμ ἐξ ὀσφύος, Λυγρῶς πεσόντας ἐν ζόφῳ τῶν πταισμάτων, Υἱοὺς ἐγεῖραι τῶν κάτω νενευκότων, Ο φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν, Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν. Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, Απλητα θυμαίνοντος Αγκιστρωμένοι Παίδες, τυράννου δύσθεον γλωσσαλγία», Ο
col. 823–824page 3 of 19
PG 96:823ο ο Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ. Ὑπηρέτας μὲν ἐμμανῶς, καταφλέγει, Σώζει δὲ παφλάζουσα βοιζηδόν νέους, Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη, Οὓς ἔστεφε φλόξ ἄφθονος, τοῦ Κυρίου Νέμοντος εὐσεβείας είνεκα δρόσον. Αρωγε Χριστέ, τὸν βροτοῖς ἐναντίον Πρόβλημα, τὴν σάρκωσιν ἀῤῥήτως ἔχων, ᾔσχυνας, ἔλθον τῆς θεώσεως φέρων, Μορφούμενος νῦν, ἧστινος δι' ἐλπίδα *Ανωθεν εἰς κευθμώνας ἤλθομεν ζόφου. Τὴν ἀγριωπὸν ἀκρατῶς γαυρουμένην, *Ασεμνα βακχεύσασαν ἐξοιστρουμένην, Κόσμου καθείλεν πανσθενῶς ἁμαρτίαν, Ού; είλκυσεν πρὶν, σήμερον τῶν ἀρχύων, Σώζεις δὲ σαρκωθεὶς ἐκὼν εὐεργέτα. Μήτραν ἀφλέκτως εἰκονίζουσι κόρης, Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι. Ὑπερφυῶς κύουσαν ἐσφραγισμένην. Αμφω δὲ ὁρῶσα θαυματουργία μία, Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις. Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τὴν πλάνην, Αληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον, Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις, Αδοξον εὖχος δειματουμένη φέρειν. Ρευστή γεγῶτα, κἂν σοφῶς ἐκαρτέρει. Ηκεις πλανήτιν πρὸς νομὴν ἐπιστρέφων, Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων, «Η τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσις, Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι, Ανὴρ φανείς τε καὶ Θεὸς, προμηθεία. Στέργειν μὲν ἡμᾶς ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπὴν, τῷ πόθῳ δὲ, Παρθένε, Ὕμνους ὑφαίνειν συντόνως τεθειμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ μῆτερ σθένος, Οση πέφυκεν ή προαίρεσις, δίδου. Τύπους ἀφεγγεῖς, καὶ σκιὰς παρηγμένας, ΤΟ Μῆτερ ἁγνὴ τοῦ Λόγου, δεδορκότες, Νέου φανέντος ἐκ πύλης κεκλεισμένης,
col. 825–826page 4 of 19
PG 96:825Δοξούμενοι τε τῆς ἀληθείας φάους, Επαξίως σὴν εὐλογοῦμεν γαστέρα. Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας, Ο χριστοτερπὴς λαὸς ἠξιωμένος, Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας, Ως ζωοποιοῦ, τὴν χάριν δὲ, Παρθένε, Νέμοις, ἄχραντε, προσκυνῆσαι τὸ κλέος. ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΘΕΟΦΑΝΙΑ, Οὗ ἀκροστιχίς Σήμερον ἀχράντοιο βαλών θεοφεγγεῖ πυρσῷ, Πνεύματος ἐνθάπτει νάμασιν αμπλακίην, Φλέξας παμμεδέοντος ἐὺς παῖς, ἐπιδων δὲ, Υμνηταῖς μελέων τῶνδε δίδωσι χάριν. Στείβει θαλάσσης κυματούμενον σάλον, Ηπειρον αὖθις Ισραήλ δεδειγμένον, Μέλας δὲ πόντος τριστάτας Αἰγυπτίων, Έκρυψεν ἄρδην υδατόστρωτος τάφος, Ρώμη κραταιά δεξιᾶς τοῦ Ὑψίστου. Ορθρου φανέντος τοῖς βροτοῖς σελασφόρου, Νῦν ἐξ ἐρήμου πρὸς ῥοὰς Ἰορδάνου, "Αναξ ὑπέσχες ηλίου σὸν αὐχένα, χώρου ζοφώδους τὸν γενάρχην ἁρπάσαι, Ρύπου τε παντὸς ἐκκαθάραι τὴν κτίσιν. Αναρχε, ρείθροις συνταφέντα σοι, Λόγε, Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ. Ταύτην ἀφράστως πατρόθεν δεδεγμένος, Οπα κρατίστην οὗτος ἠγαπημένος, Ισος τέμοι παῖς χρηματίζει τὴν φύσιν. Οσοι παλαιῶν ἐκλελύμεθα βρόχων, Βορᾶς λεόντων συντεθλασμένων μύλας, ᾿Αγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες ἐκ λόγων μελωδίας, ῳ τῶν πρὸς ἡμᾶς ήδεται δωρημάτων. Νέκρωσιν ὁ πρὶν ἐμφυτεύσας τῇ κτίσει, Θηρὸς κακοῦργος σχηματισθεὶς εἰς φύσιν, Επισκοτείται σαρκικῇ παρουσίᾳ, Ορθρῳ φάναντι προσβαλών τῷ δεσπάτη, Θλὰν τὴν ἑαυτοῦ δυσμενεστάτην κάραν. Ελκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, Γαστρὸς τυράννου συγκεχωσμένην όροις. Γεννᾶται αὖθις γηγενῶν ἀναπλάσει, Λόγον Ο Ο
col. 827–828page 5 of 19
In Theophania
PG 96:827Εργον φέριστον ἐκτελῶν ὁ Δεσπότης. Ικται γὰρ αὐτὴν ἐξαλεξῆσαι θέλων. Πυρσῷ καθαρθείς μυστικῆς θεωρίας, Ὑμνῶν προφήτης τὴν βροτῶν καινουργίαν. Ρήγνυσι γῆριν πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν ἄῤῥητον λόγου, τῇ τῶν δυναστῶν τὰ κράτη συνετρίβη. Πεμφθεὶς πρὸς Πατρὸς παμφαέστατος Λόγος, Νύκτος διώξαι τὴν καχέσπερον σχέσιν, Εκριζον ήκεις, καὶ βροτῶν ἁμαρτίαν, γίας συνελκύσαι τε τῇ σῇ βαπτίσει, Μάκαρ, φαεινούς ἐκ βοῶν Ἰορδάνου. Αὐτὸν προσιδὼν τὸν περίκλυτον λόγον, Τρανῶς ὁ κήρυξ ἐκδοᾶται τῇ κτίσει, Οὗτος προών μου, δεύτερος τῷ σαρκίψ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει, Εχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν. Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων, Θηρᾷ, δρακόντων φωλεοῖς ἐπιτρέχων, "Απλητα κύκλα καββαλών Θεός Λόγος, Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος, Τοῦτον καθειργνύς, ἐκσαώζει τὴν κτίσιν. Εχθροῦ ζοφώδους καὶ βεβορβόρωμένου Τὸν καθάρσει Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον, Αγουσαν ἀπρόσιτον εἰς θυμηδίαν, Μόνοις προσιτήν, οἷς Θεός κατηλλάγη. ᾿Αθρῶν ὁ πλάστης ἐν ζόφῳ τῶν πταισμάτων, Σειραῖς ἀφύκτοις, δν διαρθροί δακτύλοις, Ο Ιστησιν ἀμφ' ὤμοισιν ἐξάρας άνω, Νῦν ἐν πολυῤῥύτισι δίναις ἐκπλύνων, Αίσχους παλαιοῦ τῆς ᾿Αδάμ καχεξίας. Μετ' εὐσεβείας, προσδράμωμεν εὐτόνως, Πηγαῖς ἀχράντοις δεύσεως σωτηρίου, Λόγον κατοπτεύοντες ἐξ ἀκηράτου, *Αντλημα προσφέροντα δίψης ἐνθέου, Κόσμου προσηνῶς ἐξακεύμενον νόσον. Ιμερτὸν ἐξέφηνε σὺν πανολβίῳ Ηχῳ Πατὴρ, ἐν γαστρὶς ἐξηρεύξατο. Ναί φησιν οὗτος συμφυής γόνος πελῶν, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγῳ,
col. 829–830page 6 of 19
PG 96:829Λόγος τέ μου ζῶν, καὶ βροτός προμηθεία. Ἐκ ποντίου λέοντος ὁ τριέσπερος ξένος, Προφήτης εγκάτοις φλοιδόμενος, Αὖθις προῆλθε τῆς παλιγγενεσίας, Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου, Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ' ἐσχάτων. Ανειμένων πόλοιο παμφαῶν πτυχῶν, Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον, Μένον τε Πνεῦμα τῷ παναχράντῳ λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ, Δήμοις τε φαίνει προσδραμὸν τῷ Δεσπότῃ. Έφλεξε ῥεῖθρῳ τῶν δρακόντων τὰς κάρας, Ο τῆς καμίνου την μετάρσιον φλόγα Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας, Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας, Ολην πλύνει δὲ τῇ δρόσῳ τοῦ Πνεύματος. Σὲ ζωγραφούσαν την Ασσύριον φλόγα, Εκστῶσαν ίστης εἰς δρόσον μετηγμένην, "Υδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον, Σίντον κάκιστον, Χριστέ, πρὸς κεκευθμένον, Πρὸς τὴν ὅλισθον ἐκκαλούμενον τρίβον. Απορραγέντος τοῦ Ἰορδάνου πάλαι, Ἰσθμῷ περᾶται λαός Ισραηλίτης, Σὲ τὸν κράτιστον εμφοροῦντα τὴν κτίσιν, Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων, Πρὸς τὴν ἄῤῥευστον, καὶ ἀμείνονα τρίβον. Ιδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν, Οικτρῶς σε πάντων πρὸς φθορὰν παρεισάγειν, Ο τρισμέγιστα χρηματίζων καὶ ξένα, Νῦν δὲ κλύσαντα, Χριστέ, τὴν ἁμαρτίαν, Δι' εὐπάθειαν καὶ βροτῶν σωτηρίαν. Ελευθέρα μὲν ἡ κτίσις γνωρίζεται. γιοὶ δὲ φωτὸς οἱ πρὶν ἐσκοτισμένοι Μόνος στενάζει τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον, Ἡ πρὶν τάλαινα τῶν ἐθνῶν παγκληρία. Λόγον Λόγον.
col. 831–832page 7 of 19
In Pentecosten
PG 96:8314 Τριττοί θεουδεῖς ἐμπύρως δροσούμενος, Αἰγλῆντα τριτταῖς παμφαῶς ἀγιστίαις, Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν, Μίξει βροτεία, πυρπολούσαν ἐν δρόσω, Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην. Λευχειμονείτω πᾶσα γήϊνος φύσις, Ἐκ πτώσεως νῦν οὐρανῶν ἐπηρμένη. ῷ γὰρ τὰ πάντα συντετήρηται Λόγῳ, Νάουσα ῥείθροις ἐκπλυθεῖσα πταισμάτων, Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη. Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόπου σου θαυμάτων, Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη, Δι' ἧς τυχόντες παντελούς σωτηρίας, Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτην, Δῶρον φέροντες ὕμνον εὐχαριστίας. Ιδμεν τὰ Μωσεῖ τῇ βάτῳ, δεδειγμένα, Δεῦρο ξένοις θεσμοῖσιν ἐξειργασμένα, Ὡς γὰρ σέσωστο πυρφορούσα Παρθένος, Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην, Ἰορδάνου τε ῥεῖθρα προσδεδειγμένα. Χρίεις τελειῶν τὴν βρότειον οὐσίαν, "Αναξ ἄναρχε, Πνεύματος κοινωνία, Ροαῖς ἀχράντοις ἐκκαθάρας, καὶ σκότους Ἰσχὺν θριαμβεύσας τε τὴν ἐπηρμένην, Νῦν εἰς ἄληκτον ἐξαμείβαιαι βίον. ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ, Οὗ ἀκροστιχίς. Θειογενές Λόγε, Πνεῦμα παράκλητον πάλιν ἄλλον, Ἐκ γενέτου κόλπων ήκας ἐπιχθονίοις. Οἷα πυρὸς γλώσσῃσι φέρον θεότητος άθλου, Σῆμα τῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις. Ο
col. 833–834page 8 of 19
PG 96:833Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφω, Εῤῥητόρευσε τὸν θεόγραφον νόμον. Ιλὺν γὰρ ἐκτινάξας όμματος νέου, Ορᾷ τὸν ὄντα, καὶ μυείται Πνεύματος Γνῶσις γεραίρων ἐνθέοις τοῖς ᾆσμασιν. Εφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα, Νοσφισμὸς ὑμῖν οὐ γενήσεται, φίλοι. Ἐγὼ γὰρ εἰς πατρον ύψιστον θρόνον Συνεδριάζων, ἐκχεῶν τοῦ Πνεύματος Λάμψαι ποθοῦσι τὴν χάριν τὴν ἄφθονον. Ὅρος βεβηκὼς ἀτρεκέστατος Λόγος, Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν Εργον γὰρ ἐκπεράνας εύφρανε φίλους, Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι, Νείμας τὸ Πνεῦμα Χριστὸς, ὡς ὑπέσχετο. Έῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας, Υβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνη προσευχὴ τῆς προφήτιδος πάλαι, *Αννης φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων. Αληπτός ἐστιν ἡ θεαρχικωτάτη. Ρήτορας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους, *Αλις σοφιστάς συστομίζοντας λόγῳ, Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους, Λαοὺς ἀπείρους ἀστραπὴ τοῦ Πνεύματος. Ην ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους, Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας, Οὗ τὴν δι' Υἱοῦ Πατρικῆς ἐξουσίας, Νῦν ἐμφανίζει συμφυή φρυκτωρίαν, Πυρώδης ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν. *Αναξ ἀνάκτων οἷος ἐξ οιου μόνος, Λόγος προελθὼν Πατρὸς ἐξ αναιτίου, Ισοσθενές σου Πνεῦμα τοῖς ἀποστόλοις. Νημερτὲς ἐξέλαμψας ὡς εὐεργέτης, Αδουσι δόξαν τῷ κράτει σου, Κύριε. Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας, Λόγῳ χεραννύς συντεθειμένη φύσει, Ομβροβλυτείς μοι ῥεῖθρον ἐξ ἀκηράτου, Νενυγμένης σου πλευρᾶς, ὦ Θεού Λόγε, Επισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος. Λόγος,
col. 835–836page 9 of 19
PG 96:835ο Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ, Γόνῳ τε Πατρὸς Πατρὶ συμφυεστάτω. Ἐν γὰρ προσώποις οἶδε τρίτοις ούσιαν Νημερτὲς ἀπρόσιτον, ἄχρονον, μίαν. Έλαμψε φῶς γὰρ, ἡ χάρις τοῦ Πνεύματος. Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ, Όσοι λατρευται τρισσοφεγγους οὐσίας. Υπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης, Καὶ πυρσομορφοι Χριστὸς εἰς σωτηρίαν, Ολην πορίζων τὴν χάριν τοῦ Πνεύματος. Λυτήριον κάθαρσιν ἁμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ω τέκνα φωτόμορφα τῆς Ἐκκλησίας. Νῦν ἐξ Σιὼν γὰρ ἐξελήλυθεν νόμος, Η γλωσσοπυρσόμορφος Πνεύματος χάρις. Καθώς περ ηὐδόκησεν αὐτεξουσίως, Αδέσποτον κάτεισι Πνεῦμα Πατρόθεν. Σοφίζον ἐν γλώσσῃσι τοὺς ἀποστόλους, Επισφραγίζον τὸν φερέσβιον Λόγον, Πατρόθεν ὀξύμορφον, ὃν Πατὴρ ἔφη. Ἰῆτο τὰς φρένα; μὲν ἐξ ἁμαρτίας, Χαὐτῷ κατεσκεύαζε, τῶν ἀποστόλων, Θεός Λόγος, πάνταρχος ἀχράντῳ δόμε Ομοσθενοῦς δὲ καὶ συνουσιωμένου, Νῦν ἐγκατοικίζεται Πνεύματος φάος. Πλασμὸς ἡμῖν, Χριστέ, καὶ σωτηρία, Ο δεσπότης έλαμψας ἐκ τῆς Παρθένου, "Ιν' ὡς προφήτην θηρὸς ἐκ θαλαττίου, Στένων, τῆς φθορᾶς διαρπάσῃς, Ολον τὸν Ἀδάμ, παγγενή πεπτωκότα. Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις Αιωνίως έξουσι Πνεῦμα καινέσοις, Πατριπροβλήτως πάντοθεν συνημμένον, Υλης ἀπεχθοῦς καυστικὸν μολυσμάτων, Ρύπου τε παντὸς ῥυπτικόν, παντοκράτορ, Ορεκτὸν ἀξίωμα τοῖς ἀποστόλοις Σιωνίταις μίμνουσί σου παρουσίαν, Γνώρισμα, Πνεῦμα, πατρογενήτου Λόγου, Λέσχην ἀπηνῆ ἐθνῶν ποππυσμάτων, Ωκιστα δεικνύς πυρηνέως καθιδρύῃ. Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν, τὸ χρυσότευκτον άψυχον βρέτας Ο βλέτας, βλέπος,
col. 837–838page 10 of 19
PG 96:837Η τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾷν, Τριὰς μόνη, Ισοσθενής, ἄναρχος, εὐλογητὸς εἶ. Φωνὴν προφητόφθεγκτον ηγνοηκότες, Εφασκον οἰνότευκτον, ἄφρονες, μέθην, Ρήσεις ξενηκούσθησαν ὡς ἀποστόλων. Οἱ εὐσεβεῖς δέ σοι βοῶμεν ἐνθέως, Νεουργὲ τοῦ σύμπαντος εὐλογητὸς εἶ. Θέσπιν κατεβρόντησεν ὁ βλέπων όπα, Ενθους Ἰωήλ, τοῦ θεαρχικωτάτου, Οἷς ἐκχεῶ, φήσαντος, οίά περ λόγον, Τοῦ Πνεύματός μου συμβοήσουσι φύσις Η τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ. Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν, Όπως ἐπεμφήνεις τρεῖς ὑποστάσεις, Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας. ᾿Αλλ' ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρία, Υιος, Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ. Λύει τὰ δεσμὰ, καὶ δροσίζει τὴν φλόγα, Ο τρισσοφεγγής τῆς θεαρχίας τύπος, Ὑμνοῦσι παῖδες, εὐλογεῖτε τὸν μόνον, Σωτῆρα, καὶ παντουργὸν ὡς εὐεργέτην, Η δημιουργηθείσα σύμπασα κτίσις. Μνήμην ὁ Χριστὸς τῶν βροτοσσόων ἐπῶν, Απατρακουσθείς τοῖς ἀποστόλοις ἔφη, Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ Θεῷ. Ἐφίζον, εὐλογητὸν οἰκειουμένη, Ηλλοτριωμένη δὲ μέλπει σε κτίσις. Σωτηριωδῶς, αὐτοδεσπότως ἰδν, Φῶς αὐτολαμπὲς, καὶ παρεκτικὸν φάους Υπάρχον, ἧκες ἐμφοροῦν ἀποστόλους, Τιμῆεν ὡς δημα τοῖς σοῖς οἰκέταις, Λελιπαρημένον τε Πνεῦμα προανέμοις. Ησε προφητῶν πνευματέμφορον στόμα, Σὴν σωματωδῶς, ὦ Μέδων, ἐνδημίαν, Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον, Ακτιστον, συμπλαστουργον, σύνθρονον σέθεν, Τεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας. Ο ο
col. 839–840page 11 of 19
In Dominicam Paschæ
PG 96:839Χαίροις, άνασσα, μητροπάρθενον κλέος. Απαν γὰρ εὐδίνητον εὔλαλον στόμα, Ρητορεύον, οὐ σθένει σε μέλπειν ἀξίως. Ιλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον. Νοεῖν, ὅθεν σε σὺν πόθῳ δοξάζομεν. Αδειν ἔοικε τὴν φυσίζων κόρην. Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον, Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν, *Ος δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος. Οσοις ἔπνευσεν ή θεόβρυτος χάρις, Λάμποντες, ἀστράπτοντες, ἠλλιωμένοι, Οθνείαν ἀλλοίωσιν, εὐπρεπεστάτην, Ἰσοσθενοῦσαν, τὴν ἄτμητον εἰδότες, Σοφήν, τρίφεγγον οὐσίαν δοξάζομεν. ΤΟΥ ΑΥΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ Εἰς τὴν Κυριακὴν τοῦ Πάσχα. ᾿Αναστάσεως ἡμέρα, λαμπρυνθώμεν λαοί, Πάτρα Κυρίου, Πάσχα. Ἐκ γὰρ θανάτου πρὸς ζωὴν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεὸς ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τις ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως Χριστὸν ἐξαστράπτοντα, καὶ χαίρετε· φάσκοντα τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω· ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας. καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αιώνιος. Δεῦτε πήμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγὴν ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα. Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε, γῆ, καὶ τὰ καταχθόνια. Εορταζέτω δὲ πᾶσα ἡ κτίσ σις τὴν ἔγερσιν Χριστοῦ, ἐν ᾧ ἐστερέωται. Χθες συνεθαπτόμην σοι, Χριστέ, συνεγειρομα. σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές αὐτός με συνδόξασον Σωτὴρ, ἐν τῇ βασιλείᾳ σου. Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Αββακούμ στήτω μεθ' ἡμῶν, καὶ δεικνύτω φαεσφόρου ἄγγελον
col. 841–842page 12 of 19
PG 96:841διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός, ὡς παντοδύναμος. Αρσεν μὲν, ὡς διανοίξας τὴν παρθενεύουσαν νη δύν, πέφηνε Χριστός, ὡς βροτὸς δὲ ἀμνὸς προσηγόρευται. "Αμωμος δὲ, ὡς ἄγευστος κηλίδος, τὸ ἡμέ τερον πάσχα· καὶ ὡς Θεὸς ἀληθὴς, τέλειος λέλεκται. Ως ενιαύσιος ἀμνὸς ὁ εὐλογούμενος ἡμῖν στέφανος Χριστὸς ἑκουσίως ὑπὲρ πάντων τέθυται, πάσχα τὸ καθαρτήριον. Καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος δι καιοσύνης ἡμῖν ἔλαμψεν ήλιος. Ο Θεοπάτωρ μὲν Δαβίδ πρὸ τῆς σκιώδους κι ω τοῦ, ἤλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων Εκβασιν ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος. Ορθρίσωμεν όρθρου βαθέως, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ἀψώ μεθα, δικαιοσύνης ήλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν οἱ ταῖς τοῦ ᾅδου σειραῖς συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο, Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα προ τοῦντες αἰώνιον. Προσέλθωμεν λαμπαδηφόροι τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσω. μεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα κροτοῦντες αἰώνιον. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς καὶ συνέ τριψας μοχλούς αιωνίους, κατόχους, πεπεδημένους, Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξα νέστης τοῦ τάφου. Φυλάξας τὰ σήμαντρα σῶα, Χριστέ, ἐξηγέρθης τοῦ τάφου· Ο τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἠνέῳξας ἡμῖν παραδείσου τὰς πύλας. Σωτέρ μου, τὸ ζῶν τε, καὶ ἄθυτον ἱερεῖον, ὡς Θεὸς ἑαυτὸν ἑκουσίως προσαγαγών τῷ Πατρὶ, συν ανέστησας παγγενῆ τὸν ᾿Αδάμ, ἀναστὰς ἐκ τοῦ τάφου. Ο παῖδας ἐκ καμίνου φυσάμενος γενόμενος ἄν θρωπος, πάσχει ὡς θνητὸς, καὶ διὰ πάθους, τὸ θνησ τὸν ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν πατέρων Θεός, καὶ ὑπερένδοξος. Γυναῖκες μετὰ μύρων θεόφρονες, οπίσω σου έδρα μον· ἐν δὲ ὡς θνητὸν μετὰ δακρύων ἐζήτουν προσ εκύνησαν χαίρουσαι ζῶντα Θεόν. Καὶ Πάσχα τὸ μυστικὸν τοῖς Χριστοῦ μαθηταῖς εὐηγγελίσαντο. Θανάτου ἑορτάσωμεν νέκρωσιν, ᾅδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς τῆς αἰωνίου ἀπαρχῆς, καὶ σκιρτῶντες ὑμνῶμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν πατέρων Θεὸν καὶ ὑπερένδοξον. Ὣς ὄντως ἱερὰ καὶ πανέορτος αὕτη ἡ σωτήριος νύξ, καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρω σεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς ἐκ τά φου σωματικῶς πᾶσιν ἐπέλαμψεν. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββά των, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτὴ, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.
col. 843–844page 13 of 19
In Assumptionem D. N. Jesu Christi
PG 96:843Δεῦτε, τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρω σεως, βασιλείας τοῦ Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτὸν ὡς Θεὸν εἰς τοὺς αἰῶνας. Αρον κύκλῳ τοὺς ὀφθαλμούς του Σιών, καὶ ἴδε ἰδοὺ γὰρ ἔκασί σου θεοφεγγεῖς, ὡς φωστῆρες, ἐκ δυσμῶν, καὶ βοῤῥά, καὶ θαλάσσης, καὶ ἑώας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα Χριστὸν εἰς αἰῶνας. Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρι σὶν ἐνιζομένη ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε, εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν ἀεὶ εἰς τοὺς αἰῶνας. Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνὴ τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόχου σου. Ο Ο θείας, ὦ φίλης, ὦ γλυκυτάτης σου φωνῆς· μεθ' ἡμῶν ἀψευδῶς γὰρ ἐπηγγείλω ἔσεσθαι μέχρι τερμά των αἰῶνας, Χριστέ, ἢν οἱ πιστοὶ ἄγκυραν ἐλπίδος κατέχοντες, ἀγαλλόμεθα. Ο πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σου φία, καὶ Λόγε τοῦ Θεοῦ, καὶ δύναμις! Δίδου ἡμῖν εκτυπώτερόν σου μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου. ΤΟΥ ΑΥΤΟΥ Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιά καταποντί σαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται. Ασωμεν πάντες λαοὶ τῷ ἐπὶ ὤμων Χερουβίμ ἀναληφθέντι μετὰ δόξης Χριστῷ, καὶ συγκαθίσαντι ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρὸς, ᾠδὴν ἐπινίκιον, ὅτι δε δόξασται. Τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων Χριστόν, χοροί ἀγγέλων θεασάμενοι μετὰ σαρκὸς ἐν ὑψίστοις, έξε πλήττοντος συμφώνως δὲ ἀνέμελπον ὕμνον ἐπινίκιον, ὅτι δεδόξασται. Δυνάμει τοῦ σταυροῦ σου, Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου τὴν σωτήριον ἀνάληψιν. Δ' τάξεις τῶν ἀγγέλων, Χριστέ, βροτείαν φύσιν θεασάμεναι συναγιοῦσαν σο: ἀπαύστως ἐκπληττόμεναι, ἐδόξαζον. Εἰσακήκοα, Κύριε, τὴν ἀκοὴν τῆς δυναστείας τοῦ σταυροῦ, ὡς παράδεισος ἐνοίγει δι᾿ αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου, Κύριε. ᾿Ανελήφθης ἐν δόξῃ ὁ τῶν ἀγγέλων βασιλεὺς, τὸν Παράκλητον ἡμῖν ἐκ τοῦ Πατρὸς ἀποστείλαι, ἵνα βοῶμεν· Δόξα τῇ δυνάμει σου, Κύριε. Ὡς ἀνῆλθεν ὁ Σωτὴρ πρὸς τὸν Πατέρα σὺν σαρκί, κατεπλάγησαν αὐτὸν αἱ τῶν ἀγγέλων στρατιαί, καὶ ἐβόησαν, Δόξα τῇ δυνάμει σου, Κύριε. Αἱ τῶν ἄνω δυνάμεις, ταῖς ἀνωτέραις ἐβόων· Εύ λας ἄρατε Χριστῷ τῷ ἡμετέρῳ βασιλεῖ, ὃν ἀνυμνοῦ, μεν ἅμα τῷ Πατρὶ, καὶ τῷ Πνεύματι. Ορθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς
col. 845–846page 14 of 19
PG 96:845σὺ γὰρ εἴ Θεὸς ἡμῶν, ἐκτός του ἄλλον οὐκ οἶδα μεν. Πληρώσας εὐφροσύνης τὰ σύμπαντα ἐλεήμων, ταῖς ἄνω δυνάμεσι μετὰ σαρκὸς ἐπεδήμησας. Αγγέλιον αἱ δυνάμεις αιρόμενον σε ἰδοῦσαι, τὰς πύλας, ἐκραύγαζον. Τῷ βασιλεῖ ἡμῶν ἄρατε. Εκύκλωσέ με ἄβυσσος, ταφή μου τὸ κῆτος ἐγέν νετο, ἐγὼ δὲ ἐβόησα πρός σε τὸν φιλάνθρωπον, καὶ Έσωσέ με ή δεξιά σου, Κύριε. Εσκίρτησαν ἀπόστολοι, ὁρῶντες μετάρσιον σή μερον τὸν κτίστην φερόμενον, ἐλπίδι τοῦ πνεύματος καὶ φόβῳ ἔχραζον· Δόξα τῇ ἀνόδῳ σου. Ἐπέστησαν οἱ ἄγγελοι βοῶντες, Χριστέ, τοῖς μα θηταῖς σου· Ον τρόπον κατίδετε Χριστὸν ἀνυψούμενον, οὕτω σαρκὶ ἐλεύσεται δίκαιος ὁ πάντων κριτής. ὡς εἶδόν σε, Σωτὴρ ἡμῶν, αἱ ἄνω δυνάμεις ἐν ὑψί στοις αἱρόμενον σύσσωμον, ἐν φόβῳ ἐκραύγαζον Μεγάλη, Δέσποτα, ή φιλανθρωπία σου. Ὁ ἐν καμίνῳ πυρὸς τοὺς ὑμνολόγους σώσας παι δας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Ἐπὶ τῶν ὤμων, Χριστέ, τὴν πλανηθεῖσαν ἄρας φύσιν, ἀναληφθεὶς τῷ Θεῷ καὶ Πατρὶ προσήγαγες. Ὁ ἐν νεφέλῃ φωτὸς ἀναληφθείς, καὶ σώσας κατ σμον· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Ὁ ἀνελθὼν ἀπὸ γῆς πρὸς τὸν ἀσώματον Πατέρα Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων σαρκωθέντα, ἐκ Παρθένου μητρὸς ἱερεῖς ὑμνεῖτε· Λαός, ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τὸν ἐν δυσὶ ταῖς οὐσίαις ἀναπτάντα ζωοδότης Χρι στὸν εἰς οὐρανοὺς μετὰ δόξης, και Πατρὶ συγκαθεζόμενον, ἱερεῖς ὑμνεῖτε· Λαός, ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τὸν ἐκ δουλείας τὴν κτίσιν τῶν εἰδώλων λυτρωσάμενον, καὶ παραστήσαντα ταύτην ἐλευθέραν τῷ ἰδίῳ Πατρὶ, ἱερεῖς ὑμνεῖτε· Λαός, ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τὸν τῇ αὐτοῦ καταβάσει καθελόντα τὸν ἀντίπαλον καὶ τῇ αὐτοῦ ἀναβάσει ἀνυψώσαντα τὸν ἄνθρωπον, ἱερεῖς, ὑμνεῖτε· Λαός, ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ομοφρόνως μεγαλύνομεν. Σὲ τὸν λυτρωτὴν τοῦ κόσμου Χριστὸν τὸν Θεὸν οἱ ἀπόστολοι βλέποντες ἐνθέως υψούμενον, μετὰ δέους σκιρτώντες, μεγαλύνομεν. Σὲ τὸν καταβάντα ἕως ἐσχάτου τῆς γῆς, καὶ τὸν ἄνθρωπον σώσαντα, καὶ τῇ ἀναβάσει σου ἀνυψώ σαντα τοῦτον μεγαλύνομεν. Χαῖρε, Θεοτόκε, μήτερ Χριστοῦ τοῦ Θεοῦ· ἐν γὰρ ἐκύησας σήμερον ἐκ γῆς ἀνιπτάμενον, σὺν ἀγγέλοις ὁρῶσα ἐμεγάλυνας. Ο
col. 847–848page 15 of 19
In transfigurationem Domini nostri Jesu Christi
PG 96:847ο ο ΑΥΤΟ ΤΟΥ ΑΥΤΟΥ Εἰς τὴν μεταμόρφωσιν τοῦ Κυρίου Ἰησοῦ Χρι στοῦ. Ἡ ἀκροστιχίς. Μωσής Θεοῦ πρόσωπον ἐν Θαβώρ ίδε. Μωσῆς ἐν θαλάσσῃ προφητικώς ἰδὼν ἐν νεφέλῃ, καὶ ἐν στήλῃ πάλαι πυρὸς τὴν δόξαν Κυρίου, ἀνεβόα Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Ὡς πέτρα τῷ σώματι σκεπασθεὶς τῷ τεθεωμένη, τὸν ἀόρατον καθορῶν Μωσῆς ὁ θεόπτης, ἀνεβόα· Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Σὺ ἐπὶ τοῦ ὄρους τοῦ νομικοῦ καὶ ἐν Θαβαρί καθωράθης τῷ Μωϋσῃ ἐν γνόφῳ τὸ πάλαι, ἐν φωτί δὲ νῦν ἀπροσίτῳ τῆς θεότητος. Η σκιάζουσα δόξα ἐν τῇ σκηνῇ πρότερον, καὶ τῷ Μωϋσῃ ὁμιλοῦσα τῷ σῷ θεράποντι, τύπος γεγένηται τῆς ἀστραψάσης ἀῤῥήτως ἐν Θαβώρ σου, Δέσποτα, μεταμορφώσεως. Συνανῆλθόν σοι, Λόγε, μονογενές, ύψιστε, ἡ τῶν ἀποστόλων ἀκρότης ἐπὶ τοῦ ὄρους Θαβώρ, καὶ συμ παρέστησαν, ὅ τε Μωσῆς, καὶ Ἠλίας, ὡς Θεοῦ θεο ράποντες, μόνε φιλάνθρωπε. Θεὸς ὅλος ὑπάρχων, ὅλος βροτός γέγονας, ὅλῃ τῇ θεότητι μίξας τὴν ἀνθρωπότητα ἐν ὑποστάσει σου, ἣν ἐν δυσὶ ταῖς οὐσίαις Μωσῆς Ἠλίας τε εἶδον ἐν δρει Θαβώρ. Ἐκ σαρκός σου βολίδες θεότητος έξεπορεύοντα προφητῶν καὶ ἀποστόλων, ὅθεν οἱ πρόκριτοι μέλ ποντες ἀνεβόων· Δόξα τῇ δυνάμει σου, Κύριε, Ο τὴν βάτον φυλάξας ἀλώβητον προσομιλοῦσαν πυρί, τῷ Μωσῇ θεολαμποῦσαν σάρκα ὑπέδειξας, Δέσποτα, μελῳδοῦντα· Δόξα τῇ δυνάμει σου, Κύριε. Υπεκρύβη ἀκτίσι θεότητος αἰσθητὸς ἥλιος, ὡς ἐν ὄρει Θαβωρίῳ εἶδέ σε μεταμορφούμενον, Ἰησοῦ μου· Δόξα τῇ δυνάμει σου, Κύριε. Πῦρ μὴ φλέγον τὴν ὕλην τοῦ σώματος ὡράθη αυ λον, ὡς Μωσῆς καὶ ἀποστόλοις ὤφθης Ηλίας τε, Δέσποτα, εἷς ἐκ δύο, ἐν δυσὶ τελείαις ταῖς φύσεσι. Ρητορεύουσα γλῶσσα, σοῦ τὰ μεγαλεῖα οὐ δύναται φθέγξασθαι· ὡς κρατῶν ζωῆς γὰρ, καὶ θανάτου δεσπόζων, παρέστησας ἐν Θαβώρ τῷ ὄρει τὸν Μωύ σῆν καὶ τὸν Ἡλίαν, μαρτυρήσαντάς σου την θεότ τητα. Ο χερσὶν ἀοράτοις πλάσας κατ' εἰκόνα σου, Χριστέ, τὸν ἄνθρωπον, τὸ ἀρχέτυπον σου ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας, οὐχ ὡς ἐν εἰκόνι, ἀλλ' ὡς αὐτὸς ὢν κατ᾽ οὐσίαν, ὁ Θεὸς χρηματίσας καὶ ἄνθρωπος. Συγκραθεὶς ἀσυγχύτως, ἄνθρακα ὑπέδειξας ἡμῖν θεότητος, καταφλέγοντα μὲν ἁμαρτίας, ψυχὰς δὲ φωτίζοντα ἐν Θαβώρ τῷ ὄρει, τὸν Μωϋσῆν καὶ τὸν Ηλίαν, μαθητῶν τε ἐξάρχους ἐξέστησαν. Ως μέγα καὶ φοβερὸν ὡράθη θέμα σήμερον! ἐξ οὐρανοῦ αἰσθητὸς, ἐκ γῆς δὲ ἀσύγκριτος ἐξήστραψεν Ηλιος τῆς δικαιοσύνης, νοητός, ἐπὶ τοῦ ὄρους Θαβὼρ.
col. 849–850page 16 of 19
PG 96:849Παρῆλθε μὲν ἡ σκιὰ τοῦ νόμου ἐξασθενήσασα ἐλήλυθε δὲ σαφῶς Χριστός, ἡ ἀληθεια· Μωσῆς ἀνε βόησεν ἐν τῷ Θαβωρίῳ, κατιδών σου τὴν θεότητα. 'Ο στύλος τῷ Μωϋσῇ Χριστὸν τὸν μεταμορφούμενον, ἡ δὲ νεφέλη σαφῶς τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐπισκιάσασαν ἐν τῷ Θαβωρίῳ παρεδήλου εμφα νέστατα. Νῦν καθωράθη ἀποστόλοις τὰ ἀθέατα, θεότης ἐν σαρκίῳ ἐν τῷ Θαβώρ ἀστράπτουσα βοῶσιν, Εὐλο γητὸς εἶ, Κύριε ὁ Θεὸς, εἰς τοὺς αἰῶνας. Ἔφριξαν φόβῳ ἐκπλαγέντες τὴν εὐπρέπειαν τῆς θείας βασιλείας ἐν τῷ ὄρει Θαβώρ ἀπόστολοι, βοῶν τες· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεός, εἰς τοὺς αἰῶνας. Νῦν τὰ ἀνήκουστα ἠκούσθη. Ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου τῇ Πατρώᾳ φωνῇ ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς εἰς τοὺς αἰῶ. νας. Θέσει οὐ γέγονας Υψίστου, τῇ ουσίᾳ δὲ Υἱὸς ἦγα πημένος, προϋπάρχων, ἡμῖν ὡμίλησας ἀτρέπτως Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς, εἰς τοὺς αἰῶνας. Ακηκοότες, Δέσποτα, ἐκ Πατρὸς μαρτυρούμενον, καὶ ὡς ἀνθρωπίνης στεῤῥωτέραν ὄψεως ὁρᾷν τοῦ προσώπου σου τὴν ἀστραπὴν μὴ φέροντές σου οι μαθηταί, ἐπὶ τὴν γῆν κατέπιπτον, ἐν φόβῳ μελῳ δοῦντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς, ἀνυμνεῖτε, λαός, ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Βασιλευόντων πέφυκας Βασιλεῦ ὡραιότατος, καὶ τῶν πανταχοῦ κυριευόντων Κύριος, δυνάστης μακά ριος, καὶ φῶς οἰκῶν ἀπρόσιτον, ᾧ οἱ μαθηταὶ κατα πλαγέντες ἐβόων, Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε· λαὸς, ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ὺς οὐρανοῦ δεσπόζοντι, καὶ τῆς γῆς βασιλεύοντι, καὶ καταχθονίων τὴν κυρίαν ἔχοντι, Χριστέ, σοι παρ έστησαν, ἐκ μὲν τῆς γῆς ἀπόστολοι, ὡς ἐξ οὐρανοῦ δὲ, ὁ Θεσβίτης Ηλίας, Μωσῆς δὲ ἐκ νεκάδων, μελῳ δοῦντες ἀπαύστως· (Ηἱ παῖδες, εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς, ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ῥαθυμοτόκοι μέριμναι ἐπὶ γῆς κατελείφθησαν τῇ τῶν ἀποστόλων ἐκλογῇ, φιλάνθρωπε, ὡς σοὶ ἠκολούθησαν πρὸς τὴν ἐκ γῆς μετάρσιον θείαν πολιτείαν. Οθεν καὶ ἐπαξίως τῆς σῆς θεοφανείας ἐμελῴδουν τυχόντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς, ἀνυμνεῖτε, λαὸς, ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἵνα σου δείξῃς ἐμφανῶς τὴν ἀπόρρητον δευτέραν κατάβασιν, ὅπως ὁ ὕψιστος Θεὸς ὀφθήσῃ ἑστὼς ἐν μέσῳ θεῶν τοῖς ἀποστόλοις ἐν Θαβώρ Μωσῇ σύν Ηλίᾳ τε ἀῤῥήτως ἔλαμψας, διὸ πάντες σε, Χριστέ, μεγαλύνομεν. Δεῦτέ μοι, πείθεσθε, λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ ἅγιον τὸ ἐπουράνιον, άλλως στῶμεν ἐν πόλει ζώντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοῖ θεότητα ἄλλον Πατρὸς καὶ Πνεύματος ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν. Έθελξας πόθῳ με, Χριστέ, καὶ ἐλλοίωσας τῷ θείῳ σου έρωτι, ἀλλὰ κατάφλεξαν πυρὶ ἀθλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς
col. 851–852page 17 of 19
PG 96:851& καταξίωσον, ἵνα τὰς δύο σκιρτών μεγαλύνω, αγαθές παρουσίας σου. ΤΟΥ ΑΥΤΟΥ Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεογεννή του ή Ακροστιχίς. Ακουε, κόρη, Παρθένε ἁγνή· εἰπάτω δὴ ὁ Γαβριὴλ βουλήν Υψίστου ἀρχαίαν, ἀληθινὴν, γενοῦ πρὸς υποδοχὴν ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος βρο τοῖς συνεπιστρέφεται. Διὸ καὶ χαίρων βοῶ, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Έννοια πᾶσα ἡττᾶται βροτῶν, ἀντέφησεν ἡ Παρ θένος ζητοῦσα· "Απερ μοι φθέγγῃ παράδοξα, ήσθην σου τοῖς λόγοις. Ἀλλὰ δέδοικα θαμβηθεῖσα μὴ ἀπάτη με ὡς Εὐαν πόρρω πέμψης Θεοῦ. Ἀλλ' ὅμως ήδη ;: - βοῶ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἴδε σοι, κόρη τὸ ἄπορον λέλυται, φησὶ πρὸς ταῦτα ὁ Γαβριήλ Καλῶς γὰρ ἔφης τὸ πρᾶγμα δυστέκμαρ τον λόγοις σῶν χειλέων πειθαρχοῦσα· λοιπὸν μὴ ἀμφίβαλε ὡς πλάσματι, ὡς πράγματι δὲ πίστευε. Εγώ γὰρ χαίρων βοῶ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Νόμος οὗτος θεόθεν βροτοῖς, ὁ ἄμεμπτος αὖθις φησι, ξυνοῦ ἔρωτος τόκον προέρχεσθαι. Οὐκ οἶδα σύζυγον παντελῶς ἡδονήν. Πῶς οὖν λέγεις ὅτι τέξομαι; φοβοῦμαι μὴ ἀπάτῃ λαλῇς. Ἀλλ' ὅμως ήδη βοῶ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ρήματα ἅπερ μοι φθέγγῃ, σεμνή, ὁ ἄγγελος πάν λιν βοᾷ, συνήθη πέλει λοχείας ανθρώπων θνητών, Τὸν ὄντως Θεάν σοι ὑπαγγέλλομαι ὑπὲρ λόγον τε καὶ ἔννοιαν σαρχούμενον, ὡς οἶδεν ἐκ σοῦ. Διὸ καὶ χαί ρων βοῶ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύ ριον. Φαίνῃ μοι ἀληθείας ῥήτωρ, κατέθετο ἡ Παρθένος. Χαρᾶς κοινῆς γὰρ ἐλήλυθας ἄγγελος· ψυχὴν οὖν ἐπεὶ συγκαθήγνισμαι Πνεύματι, ὡς τὸ ῥῆμά σου γενέσθαι μοι· σκηνούτω ἐν ἐμοὶ ὁ Θεὸς, πρὸς ἐν βοῶ· Εὐλο γεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ ψαυέτω μηδαμώς χειρ ἀμυήτων· χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως φωνὴν τοῦ ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ὑπὲρ ἔννοιαν συλλαβοῦσα Θεόν, τῆς φύσεως θεσμούς ἔλαβες κόρη. Σὺ γὰρ ἐν τῷ τίκτειν τὰ μητέρων διέδρας, ρευστή φύσις καίπερ καθεστηκυία· ἔθεν ἐπαξίως ἀκούεις· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ Πῶς πηγάζεις γάλα, Παρθένε ἁγνὴ, οὐ φέρει ἐξειπεῖν γλῶσσα βροτεία. Ξένον γὰρ φύσεως επι δείκνυται πράγμα νομίμης όρους γονῆς ὑπερβαῖνον ὅθεν ἐπαξίως ἀκούεις· Χαῖρε, κεχαριτωμένη, ο Κύριος μετὰ σοῦ. Θαυμαστὸν τῷ ἱεροφάντῃ Μωϋσεῖ ἡ βάτος καὶ τὸ πῦρ ἔδειξε τέρας. Ζητῶν δὲ τὸ πέρας εἰς διάβασιν χρόνου, ἐν κόρῃ ἀγνῇ ἔφη κατωπτεῦσαι, ἢ ὡς Θεο τόκῳ λεχθείη· Χαῖρε, κεχαριτωμένη, ο Κύριος μετά σου.
col. 853–854page 18 of 19
Oratio versibus Anacreonticis
PG 96:853Δανιήλ σε δρος καλεῖ νοητόν, γεννήτριαν Θεοῦ ὁ Ησαίας· βλέπει δὲ ὡς πόκον Γεδεών, ὁ Δαβιδ δὲ ἁγίασμα, φάσκει πύλην δέ σε άλλος· ὁ δὲ Γαβριήλ σοι κραυγάζει· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ᾿Απὸ ῥυπαρῶν χειλέων, Ἀπὸ βδελυρᾶς καρδίας, ᾿Απὸ ἀκαθάρτου γλώττης, Εκ ψυχῆς ῥερυπωμένης, Δέξαι δέησιν, Χριστέ μου. Καὶ μὴ παρωσάμενος [μου, ΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ, Μὴ τοὺς λόγους, μὲ τοὺς [τρόπους, Μηδὲ τὴν ἀναισχυντίαν, Δός μοι παρρησίαν λέγειν βεβούλημαι, Χριστέ μου. Μᾶλλον δὲ καὶ δίδαξόν με, Τί με δεῖ ποιεῖν καὶ λέ γειν. Ήμαρτον ὑπὲρ τὴν πόρο νην, Ἡ μαθοῦσα που κατά. [γεις, Μύρον ἐξωνησαμένη, Ήλθε τολμηρῶς ἀλείψαι Σοῦ τοὺς πόδας τοῦ Θεοῦ Διὰ στίχων Ανακρεοντείων [μου, Τοῦ δεσπότου και Χρι [στοῦ μου. Ὡς ἐκείνην οὐκ ἀπώσω Προσελθοῦσαν ἐκ χαρ [δίας, Μηδ' ἐμὲ βδελύξῃ Λόγε. Σου δὲ παράσχει μοι πό δας, Καὶ κρατῆσαι, και φιλή [σαι, Καὶ τῷ ῥείθρῳ τῶν δα [κρύων Ως πολυτιμήτῳ μύρω, Τούτους τολμηρῶς ἀλετ [ψαι. Πλῦνόν με τοῖς δάχρυσί μου, Κάθαρον αὐτοῖς με. Λόγε. Αφες καὶ τὰ πταίσματα Οἶδας τῶν κακῶν τὸ πλῆ. ίθος, ἐκ τῶν θείων ερωτήσεων τῆς ἀγίας μεταλήψεως Συμεὼν τοῦ θεολόγου. Οἶδας καὶ τὰ τραύματά [μου, Καὶ τοὺς μώλωπας όρος [μου. ᾿Αλλὰ καὶ τὴν πίστιν οἶ (δας, Καὶ τὴν προθυμίαν βλέ [πεις, Καὶ τοὺς στεναγμούς [ἀκούεις. Οι λανθάνει σε, Θεέ μου, Ποιητά μου, Λυτρωτά [μου, Οὐδὲ σταλαγμὸς δακρύων, Οὐδὲ στεναγμού τι μέρος, Οὐδὲ κίνημα καρδίας. Το μὴ ἀκατέργαστον [μου Έγνωσαν οἱ ὀφθαλμοί σου Ἐπὶ τὸ βιβλίον δὲ σόμ Καὶ τὰ μήπω πεπραγ [μένα, Γεγραμμένα σοι τυγχά [νει. Ιδε τὴν ταπείνωσίν μου, Ιδε μου τὸν κόπον όσος, Καὶ τὰς ἁμαρτίας πάσας Αφες μοι, Θεὲ τῶν ὅλων Ινα καθαρᾷ καρδίᾳ, Περιτρόμῳ διανοία, Καὶ ψυχῇ συντετριμμένῃ Τῶν ἀχράντων σου με [τάσχω Καὶ πανάγνων μυστη Τρίων, Οἷς ζωοῦται καὶ θεοῦται, Πᾶς ὁ πίνων τε καὶ τρών [γων, Ἐξ εἰλικρινούς καρδίας. Σὺ γὰρ εἶπας, Δέσποτα [μου, Πᾶς ὁ τρώγων μου την σάρκα, Πίνων δέ μου καὶ τὸ αἷμα, Ἐν ἐμοὶ μὲν ὄντως μένει, μέν. ακατέργαστον
col. 855–856page 19 of 19
PG 96:855Ἐν αὐτῷ δ' ἐγὼ τυγχάνω. ᾿Αληθῆς ὁ λόγος πάντως Τοῦ Δεσπότου καὶ Θεοῦ [μου. Καὶ τῶν θείων ὁ μετέχων Καὶ θεοποιῶν χαρίτων, Οὐμενοῦν οὐκ ἔστι μόνος, ᾿Αλλὰ μετὰ σοῦ, Χριστέ μου, Τοῦ φωτὸς τοῦ τρισηλίου. Ἵνα γοῦν μὴ μόνος μένω, Δίχα σοῦ τοῦ ζωοδότου, Τῆς πνοῆς μου, τῆς ζωῆς [μού, Τοῦ ἀγαλλιάματός μου, Τῆς τοῦ κόσμου σωτη ρίας, Διὰ τοῦτό σοι προσῆλθον, ὡς ὁρᾷς μετὰ δακρύων, Καὶ ψυχῆς συντετριμ [μένης, Αύτρον τῶν ἐμῶν πται [σμάτων Ἱκετεύων τοῦ λαβεῖν με, Καὶ τῶν σῶν ζωοπαρόχων Καὶ ἀμέμπτων μυστηρίων Μετασχεῖν ἀκατακρίτως. Ἵνα μένης, καθὼς εἶπας, Μετ᾿ ἐμοῦ τοῦ παναθλίου. Ἵνα μὴ χωρὶς εὐρών με Τῆς σῆς χάριτος ὁ πλάνος, Αφαρπάση με δολίως, Καὶ πλανήσας ἀπαγάγῃ Τῶν θεοποιῶν σου λόγων Διὰ τοῦτό σοι προσπίπτω, Καὶ θερμῶς ἀναδοῶ σοι, Ὡς τὸν ἄσωτον ἐδέξω, Καὶ τὴν πόρνην προσελ [θοῦσαν, Οὕτω δέξαι με τὸν πόρνον, Καὶ τὸν ἄσωτον, οἰκτίρο [μον, Εν ψυχῇ συντετριμμένη Νῦν με προσερχόμενόν σοι. Οίδα, Σώτερ, ὅτι ἄλλος Ως ἐγὼ οὐκ ἔπταισέ σοι, οὐδὲ έπραξε τὰς πράξεις, Ας εγώ κατεργασάμην. ο ᾿Αλλὰ τοῦτο πάλιν οἶδα ὡς οὐ μέγεθος πταισμά [των, Οὐχ ἁμαρτημάτων πλη [θος Οὐδὲ πράξεων αἰσχρότης, Ὑπερβαίνει τοῦ Θεοῦ μου Τὴν πολλὴν φιλανθρω [πίαν. Αλλ' ἐλέῳ συμπαθείας Τοὺς θερμῶς μετανοοῦντας, Καὶ καθαίρεις, καὶ λαμ [πρύνεις, Καὶ φωτὸς ποιεῖς μετό Κοινωνούς θεότητός σου Εργαζόμενος ἀφθόνως. Καὶ τὸ ξένον καὶ ἀγγέλοις, Καὶ ἀνθρώπων διανοίαις Ὁμιλεῖς αὐτοῖς πολλάκις. Ωστερ φίλοις σου γνη [σίοις. Ταῦτα τολμηρὸν ποιεῖ με, Ταῦτά με πτεροι, Χριστέ Καὶ θαῤῥῶν σου ταῖς πλού Χριστέ Τσίαις Πρὸς ἡμᾶς εὐεργεσίαις, Χαίρων ἅμα τε καὶ τρέ [μών Τοῦ πυρὸς μεταλαμβάνω, Χόρτος ῶν, καὶ ξένον [θαῦμα Νῦν δροσούμενος ἀκαύ [στως, ὥσπερ καὶ ἡ βάτος πάλαι, Ἡ ἀφλέκτως καιομένη, Τοίνυν εὐχαρίστῳ γνώμη, Εὐχαρίστῳ δὲ καρδίᾳ, Εὐχαρίστοις μέλεσί μου, Καὶ τῆς ψυχῆς καὶ σαρκός [μου, Προσκυνῶ καὶ μεγαλύνω Καὶ δοξάζω σε, Θεέ μου, Ως εὐλογημένον ὄντα Νῦν τε καὶ εἰς τοὺς αἰῶν Ένας.
Page scan enlarged

Notebook

Full View