PG 96John of Damascus
Hymns and Idiomela of Saint John of Damascus
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1363–1364page 1 of 22
PG 96:1363Κανὼν εἰς τὴν κοίμησιν τῆς Θεομήτορος (α). Α΄. Ανοίξω τὸ στόμα μου καὶ πληρωθήσομαι πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι μητρί καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γι θόμενος ταύτης τὰ θαύματα. Β΄. Παρθένοι νεάνιδες, σὺν Μαριάμ τῇ προφήτιδε ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε· ἡ Παρθένος γὰρ καὶ μόνη Θεοτόκος πρὸς λῆξιν οὐράνιον διαβιβάζεται. Γ'. Αξίως ὡς ἔμψυχόν σε οὐρανὸν ὑπεδέξατο ού ράνια, πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστεικας φαιδρῶς ὡραῖσμένη, ὡς [ω] νύμφη πανάμωμε τῷ βα σιλεῖ καὶ θεῷ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ή ζῶσα καὶ ἄφθι της πηγή, θίασον συγκροτήσαντας πνευματικών στερέωσον· καὶ ἐν τῇ θείᾳ μνήμῃ σου στεφάνων δόξης ἀξίωσον. Θνητῆς ἐξ ἐσφύος προαχθεῖσα τὴν φύσιν κατάλληλον ἁγνὴ τὴν ἔξοδον διήνυσας· τεκοῦσα δὲ τὴν ὄντως ζωὴν πρὸς τὴν ζωήν μεθέστηκας την θείαν καὶ ἐνυπόστατον. Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους ἀγγέλων δὲ πληθὺς πρὸς τὴν Σιών ἠπείγοντο παντοδυνάμω νεύματι, ἀξιόχρεως, Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσαντες. Δ'. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν τὴν ἐκ τῆς Παρθένου σαρκώσεώς σου τοῦ Ὑψίστου προφήτης Αβακούμ ἐξεστηκὼς ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου, Κύριε. Θάμβος ἦν θεάσασθαι τὸν οὐρανὸν τοῦ παμβασι – λέως έμψυχον τοὺς κενεώνας ὑπερχόμενον τῆς γῆς. Ὣς θαυμαστὰ τὰ ἔργα σου! Δόξα τῇ δυνάμει σου, Κύριε. Εἰ ὁ ἀκατάληπτος ταύτης καρπὸς δι' ἣν ουρανό; έχρημάτισε ταφὴν ὑπέστη εκουσίως ὡς θνητός, πώς τὴν ταφὴν ἀρνήσεται ἡ ἀπειρογάμων κυήσασα; Ἐν τῇ μεταστάσει σου, μήτερ Θεοῦ, ευρυχωρο τατον σῶμά σου θεοδόχον τῶν ἀγγέλων στρατιαί ἱερωτάταις πτέρυξι τρόμῳ καὶ χαρᾷ συνεκάλυπτον. Ε΄. Εξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ μνήμῃ σου. Σὺ γὰρ, ἀπειρόγαμε Παρθένε, γῆθεν μετέστης ὥσπερ ζωῆς κιβωτὸς πρὸς τὴν ἐπουράνιον μονὴν, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα. Κροτείτωσαν σάλπιγγες τῶν θεολόγων σήμερον γλῶσσα δὲ πολύφθογγος ἀνθρώπων νῦν εὐφημείτω. Περιηχείτω ἀὴρ, ἀπείρῳ λαμπόμενος φωτί. "Αγγε λοι ὑμνείτωσαν τῆς πανάγνου την κοίμησιν. (α)
col. 1365–1366page 2 of 22
PG 96:1365Τὸ σκεῦος διέπρεπε τῆς ἐκλογῆς τοῖς ὕμνοις σου ὅλος ἐξιστάμενος, Παρθένε· ἔκδημος ὅλος ιερώμενος Θεῷ τοῖς πᾶσι θεόληπτος καὶ ἂν ὄντως καὶ δεικνύμενος, Θεοτόκε πανύμνητε. Γ. Τὴν θείαν ταύτην καὶ πάνδημον τελοῦντες ἑορτήν, οἱ θεόφρονες, τῆς Θεομήτορος δεῦτε τὰς χεῖ. ρας κροτήσωμεν τὸν ἐξ αὐτῆς τεχθέντα πιστοῖς δοξά ζοντες. Ἐκ σοῦ ζωὴ ἀνατέταλκε τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα. Πῶς οὖν τὸ ἄχραντον ζωαρχικόν τέ σου σκήνωμα τῆς τοῦ θανάτου πείρας γέγονας μέτ όχος; Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀϊδίου τετύχηκας· διὰ θανάτου γὰρ πρὸς τὴν ζωὴν μεταβέβηκας ἡ τὴν ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον. Ζ'. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατή. σαντες, ἔχαιρον ψάλλοντες, Υπερύμνητε ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς, εὐλογητὸς εἶ. Νεανίσκοι καὶ παρθένοι τῆς Παρθένου τε καὶ Θεομήτορος τὴν μνήμην σέβοντες, πρεσβύται καὶ ἄρχοντες καὶ βασιλεῖς σὺν κριταῖς μελωδήσατε, Ο τῶν πατέρων Κύριος καὶ Θεὸς, εὐλογητός εἶ. Σαλπισάτωσαν τῇ σάλπιγγι τοῦ πνεύματος ὄρη οὐράνια, ἀγαλλιάσθωσαν βουνοὶ καὶ σκιρτάτωσαν θεῖοι ἀπόστολοι, ἡ πανήγυρις τῆς Θεοτόκου, σήμερον μυστικῶς πανηγυρίσωμεν. Η πανίερος μετάστασις τῆς θείας σου καὶ ἀκη ράτου μητρὸς τὰ ὑπερκόσμια τῶν ἄνω δυνάμεων ήθροισε τάγματα - συνευφραίνεσθε τοῖς ἐπὶ γῆς σοι μέλπουσιν· 'Ο Θεός, εὐλογητὸς εἶ. Η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόπος τῆς Θεοτόκου διεσώσατο· τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἤγειρε ψάλ λουσαν, Τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα. Τὴν μνήμην σου, ἄχραντε Παρθένε, Αρχαί τε καὶ Εξουσίαι καὶ Δυνάμεις, "Αγγελοι, Αρχάγγελοι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ δοξάζουσι· καὶ τὰ φριχτά Σεραφίμ· ἀνθρώπων δὲ τὸ γένος ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ο ξένως οἰκήσας ἐν τῇ ἀχράντῳ σου νηδύϊ σαρ κούμενος οὗτος τὸ πανίερον πνεῦμά σου δεξάμενος, ἐν ἑαυτῷ κατέπαυσεν ὡς ὀφειλέτης Υιός. Διό σε τήν Παρθένον ὑμνοῦμεν καὶ ὑπερυψούμεν. Ὢ τῶν ὑπὲρ ἔννοιαν θαυμάτων τῆς ἀειπαρθένου καὶ Θεομήτορος! Τάφον γὰρ οἰκήσασα έδειξε παρά δεισον ᾧ παρεστῶτες σήμερον χαίροντες, ψάλλομεν Τὸν Κύριον ἡμνεῖτε καὶ ὑπερυψοῦτε. Θ. Απας γηγενής σκιρτάτω τῷ πνεύματι λαμ παδουχούμενος. Πανηγυριζέτω δὲ ἀΰλων νέων φύσις γεραίρουσα τὴν ἱερὰν μετάστασιν τῆς Θεομήτορος καὶ βοάτω, Χαίροις, παμμακάριστε Θεοτόκε, ἁγνὴ, ἀειπάρθενε. Δεῦτε ἐν Σιὼν τῷ θείῳ καὶ πίστα ὄρει τοῦ ζῶντος Θεοῦ ἀγαλλιασώμεθα τὴν Θεοτόκον ἐνοπτριζόμενοι πρὸς γὰρ τὴν λίαν κρείττονα καὶ θειοτέραν σκηνήν
col. 1367–1368page 3 of 22
Idiomela ad exodiasticum pertinentia
PG 96:1367ὡς μητέρα ταύτην εἰς τὰ ᾿Αγια τῶν ἁγίων μετατίθησι. Δεῦτε, οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν τῆς θεομήτορος· καὶ περιπτυξώμεθα, καρδίας, χείλη, όμματα μέτωπα εἰλικρινῶς προσάπτοντες· καὶ ἀρυσώμεθα ἰαμάτων ἄφθονα χαρίσματα ἐκ πηγῆς ἀεννάου βλε στάνοντα. Δέχου παρ' ἡμῶν ᾠδὴν τὴν ἐξόδιον, Μήτερ τε ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου καὶ θείᾳ ἐπισκίασον χάριτι· τῷ βασιλεῖ τὰ τρόπαια, τῷ φιλο χρίστῳ λαῷ τὴν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι καὶ ψυχῶν σωτηρίαν βραβεύουσα. Ιδιόμελα ἐν ἀκολουθίᾳ τοῦ ἐξοδιαστικού (εξ. Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος, Ποια δόξα έστηκεν ἐπὶ γῆς ἀμετάθετος; Πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατη [λότερα. Μία ροπὴ, καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Αλλ' ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, Καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, Ον ἐξελέξω, ἀνάπαυσον, ὡς φιλάνθρωπος. Οίμοι, οἷον ἀγῶνα ἔχει ἡ ψυχή χωριζομένη ἐκ τοῦ [σώματος. Οίμοι, τότε πόσα δακρύει, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν [αυτήν. Πρὸς τοὺς ἀγγέλους τὰ ὄμματα ρέπουσα, άπρακτα [καθικετεύει. Πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ [ἔχει τὸν βοηθοῦντα. Διδ, ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ [βραχὺ τῆς ζωῆς, Τῷ μεταστάντι τὴν ἀνάπαυσιν παρὰ Χριστοῦ αίτη [σώμεθα, Καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα εὐχ ὑπάρχει [μετά θάνατον, Οὐ παραμένει ὁ πλοῦτο;, οὐ συνοδεύει ἡ δόξα. Ἐπελθὼν γὰρ ὁ θάνατος ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ βοήσωμεν Τὸν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, Ενθα πάντων ἐστὶν εὐφραινομένων. ἡ κατοικία. Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; Ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; Ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος Ποῦ ἐστιν τῶν οἰκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; Πάντα κόνις, Πάντα τέφρα, Πάντα σκιά. ᾿Αλλὰ δεῦτε, βοήσωμεν τῷ ἀθανάτῳ βασιλεῖ. (α)
col. 1369–1370page 4 of 22
PG 96:1369Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον τὴν μετα [στάντα ἐξ ἡμῶν, ᾿Αναπαύων αὐτὸν ἐν τῇ ἀγήρῳ μακαριότητι. Συγγράμματα αὐτοῦ καὶ οἱ ᾀσματικοί κανόνες ἰαμβικοί τε καὶ καταλογάδην· οἱ γοῦν ᾀσματικοί κανόνες Ιωάννου τε καὶ Κοσμᾶ σύγκρισιν οὐκ ἐδέξαντο, οὐδὲ δέξαιντο, μέχρις ἂν ὁ καθ' ἡμᾶς Δαμασκηνὸς ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον κανόνι, Εἰκών, φησί, τοῦ Πατρὸς ὁ Υἱός, καὶ τοῦ Υἱοῦ τὸ
col. 1371–1372page 5 of 22
Hymnus in S. Basilium
PG 96:1371Δείματα. ο ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΒΑΣΙΛΕΙΟΝ, Οὗ ἡ ἀκροστιχίς· Ασμασιν άδω Βασίλειον τὸν μέσ γαν. δὴ δ'· ἦχος πλ. β'. Κύματι θαλάσσης. Οὐρανόθεν, ἀφ᾽ ὕψους ἡμᾶς ἐποπτεύοις, θεία καὶ πάντιμε καὶ ἱερὰ κεφαλή· καὶ κατευθύναις τὸν λό γον, καὶ τὸν βίον τὸν ἡμέτερον διεξάγοις πάντοτε πρὸς τὸ λυσιτελέστερον. Σὺ κατὰ τὸν Παῦλον τὴν ἐπιθυμίαν τῆς ἀναλύσεως εἶχες ἀνένδοτον· τὸ τῇ σαρκὶ δὲ προσμένειν δι᾿ ἡμᾶς ἀναγκαιότερον φιλανθρώπως ἔκρινας, ὡς δοῦλος φ λανθρώπου Θεοῦ. Μέγας ἐν σημείοις καὶ τέρασιν ὤφθης· τοῦ γὰρ τρίψαντος πύλας τοῦ ᾅδου χαλκᾶς τῇ φοβερᾷ ἐπι κλήσει σιδηρούς μοχλούς συνέθλασας, καὶ πιστοίς ἀπέδωκας ναὸν ὃν ἀφηρέθησαν. Ασμασιν ἀΰλοις ἀΰλων ἀγγέλων ἔδει γεραίρεσθαι καὶ καταστέφεσθαί σου τὸν ἰσάγγελον βίον, καὶ τὴν ἄϋλον ἐν ὕλῃ ζωὴν, ἣν ἐν γῇ κατώρθωσας ὡς ἄγγελος ἐπίγειος. Θεοτόκιον. - Σε προεζωγράφει ἡ ἐν τῇ θαλάσση ἐκείνη διάβασις τοῦ παλαιοῦ Ἰσραήλ· καὶ γὰρ ἐκεῖνος ἀβρόχως τὸν ὑγρὸν βυθὸν ἐπέζευσεν, ὡς αὐτὴ γεγέννηκας ἀσπόρως, ὑπεράμωμε. 'Ὠδὴ Γ'. Σὲ τῶν ἐπὶ ὑδάτων. [Ινα χωρήσῃς ὅλην τὴν ἔλλαμψιν τῆς ἁγίας Τριάδος, εχώρισας τὸν νοῦν σου πάσης υλώδους έμ φάσεως· ἀρεταῖς ἐστίλβωσας τοῦτον ὡς ἔσοπτρον διαυγὲς καὶ καθαρώτατον. Νέον σὲ Μωϋσέα ευτύχησε τῶν μοναστῶν τὸ στί φος· τοὺς τοὺς αὐτοὶ λόγους ὡς θείους νόμους κατ έχουσι· Μωσαϊκὰς ὡς πλάκας δὲ τὰ σὰ συγγράμματα τὰ πρὸς ἄσκησιν ἀλείφοντα. Αναρχον τὸν Πατέρα, συνάναρχον τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα ἐκήρυξας· καὶ μίαν τῶν τριῶν ὑποστάσεων ὁμοφυή θεότητα ἐθεολόγησας· εἷς Θεὸς γὰρ ἡ ἁγία Τριάς. Πίστιν ὀρθοδόξοις ἐκράτυνας τῶν σοφῶν ἀποστόλων· τὸ κήρυγμα δὲ τοῦτο τοῖς ἀντιθέοις κηρύγμασι πολιορκούμενον κατωχύρωσας, Βασίλειε. Θεοτόκιον. Ἡ τοῦ φωτὸς νεφέλη ἀνέτειλεν ἐκ λαγόνων σου, Κόρη, τὸν ἥλιον τῆς δόξης, αὐταῖς ἀκτίστου θεότητος, πάσῃ τῇ κτίσει φανέντα, καὶ ἀφανίσαντα τὴν ἀπάτην τῆς ἀθεότητος. Ὠδὴ Δ'. Ακήκοεν ὁ πονηρός. Βασίλειον ὡς χλαμύδα τῆς θείας ἱερωσύνης την διπλοΐδα ἀναβεβλημένον σε καὶ ὄρθιον ἀναστήλωσας αὐτὸν πρὸ τοῦ βήματος, ἰδὼν διεσείσθη, τὰς φρένας ἐξεπλάγη βασιλεὺς ὁ ἀνομώτατος. Κάτω τὴν φρικωδεστάτην τοῦ Πνεύματος ἐκπεσείν φημι τοῦ ἁγίου, σεαυτῷ ἐθάρρησας ἀράσασθαι· εἰ
col. 1373–1374page 6 of 22
PG 96:1373μὴ συναπτώς μετά Πατρὸς καὶ Υἱοῦ ὡς φύσει ὁμότι. γιον [λέξγοις αὐτὸ τὸ Πνεῦμα καὶ ὡ; ὁμοούσιον. Σοφίας καὶ ἐπιστήμης ἐκράτεις τῷ περιόντι τῶν μετεχόντων τῆς αὐτῆς παιδείας σύ, Βασίλειε· σοῦ γὰρ πρὸς τὸν δρόμον καὶ τὴν τρόπον αὐτοὶ πεζοὶ παρὰ Λύδιον ἅρμα ἐδόκουν τρέχειν, κἂν συντρέχειν οντο. Ιθύνας ὥσπερ ὁλκάδα δεινῶς κλυδωνιζομένην τὴν Ἐκκλησίαν τῷ σφοδρῷ χειμῶνι τῶν αἱρέσεων, πρὸς ὀρθοδοξίας όρμον ἄκλυστον τοῦ κλύδωνος τῆς ἀσεβείας ἐῤῥύσω ταύτην, οἴακ: τῶν λόγων σου. Θεοτόκιον. — Εξαλείφειν ἁμαρτίας ὁ δυνάμενος μόνῳ νεύματι, τὴν μεγάλην ἁμαρτίαν τοῦ πιστοῦ γυναίου ἐξήλειψε· καὶ τῶν πάντοθεν αὐτοῦ κακῶν διὰ σοῦ ἄκραν κατεσκέδασεν ἀμνημοσύνην. Ωδή Ε'. Τῷ συνδέσμῳ τῆς ἀγάπης. Ἴσον πάντες κατὰ λόγον ἀρετήν τέ σου ἀπελείποντο οὐρανοῦ καθάπερ, μάκαρ, τῆς ἀκτῖνος ἡλιακῆς ἀτεχνῶς οἱ πανταχόθεν πρὸς αὐτὰ βλέποντες· ὕψει πολιτείας γὰρ οὐρανὸς ὤφθης. Οὐρανίῳ θείῳ ἄρτῳ, ὑψηλῷ σου λόγῳ, Βασίλειε, Λόγος ἄρτο; γὰρ ἀγγέλων, διατρέφεις ψυχὰς πεινώσας Θεὸν, καὶ ἐκζητούσας τροφὴν οὐ ῥέουσαν, μᾶλλον μὲν οὖν μένουσαν εἰς τὸν αἰῶνα. [Πεπν]ευχώς εἴσω καὶ σύννους τὰ πολλά, τρισμάκαρ, ἐδείκνυς τὴν ἐσθῆτα καὶ τὴν βρῶσιν εὐτελής ἀεὶ καὶ λιτότατος, ὠχρὸς τὸ εἶδος, σεμνὸς τὸ βάδισμα, σιωπηλός, οὐ πρόχειρος περὶ τὸν λόγον. Θεοτόκιον. Τὴν ψυχὴν ἁγιασθεῖσα, καὶ τὸ σῶμα προκαθαρθεῖσα, σεμνή, ἐπελθόντος τοῦ ἁγίου ἐπὶ σὲ, πανάμωμε, Πνεύματος, τὴν τοῦ Ὑψίστου ἄπειρον δύναμιν σοὶ ἐπισκιάσασαν καθυπεδέξω. 'Ωδή α'. Συνεχέθη. Ὀρθοδόξων ἀλλ' οὐ κακοδόξων πρόμαχος ἄμαχος ο ὀφθεὶς, τὴν πυρίνην γλῶσσαν ὡς βομφαίαν φλογεράν ἐκχέας, ἐξεναντίας τῶν ἐχθρῶν συνέκλεισας· τοῦ ἀέρος δὲ τῆς ἐξουσίας τὸν πικρὸν ἄρχοντα κατέτρω σας ἐν αὐτῇ τοῖς τῆς ἀπειθείας ἐνεργοῦντα υἱοῖς. Νοουμένων, ἀλλ᾽ οὐ βλεπομένων, ἐλπιζομένων δὲ, σαφῶς ὑπόστασις ἡ πίστις· ἦν σύ κτησάμενος τῶν βλεπομένων, ὡς λυομένων, νουνεχῶς ἠλόγησας τῇ ἐφέσει τῶν μὴ βλεπομένων· τὰ γὰρ βλεπόμενα πρόσ καιρα καὶ ρευστά, τὰ δὲ μὴ βλεπόμενα αιώνια. Μεγαλόφρων, ἀλλ' οὐ ταπεινόφρων, ὤφθης Θεοῦ προπολεμῶν, ὁ πᾶσι δι' ἐκεῖνον ταπεινούμενος καὶ προσπίπτων· καὶ γὰρ ὑπάρχων κτίσμα Θεοῦ, ὅμως καὶ Θεὸς εἶναι κεκελευσμένος, ἀπείπας κτίσματι προσκυνεῖν ὡς Θεῷ· Θεὸς γὰρ ὁ κτίστης πάντων ἄκτιστος. Ἐν τῷ πράττειν, ἀλλ᾽ οὐκ ἐν τῷ λέγειν, μᾶλλον εἰδὼς τὴν ἀρετήν· καὶ γὰρ ἀπράκτου λόγου κρείσσον, ὡς φησιν, ἄφωνον ἔργον· τὰ πλεῖστα πράττων ή ματ θὼν, ἐδίδασκες· ὁ ποιήσας γάρ, εἶτα διδάξας, οὗτος κληθήσεται μέγας ἐν οὐρανοῖς, ὁ τῶν οὐρανῶν βασ σιλεὺς εἴρηκεν. Θεοτ.
col. 1375–1376page 7 of 22
PG 96:1375Ο [ρδή Ε.] ᾿Αρματηλάτης, ἀεροβατών αἰθέριος οὐ φλογίνω. ἵππων ἐπιβὰς, πτερόεντι δὲ ἀρετῶν ὀχήματι ἐπ διφρεύων, Βασίλειε, καὶ πρὸς νύσσαν οὐράνιον ελεύ νων. Νόμιον μέλος ποιμενική σου καλαύρον λογική τε σύριγγι φωνῶν τῆς ποίμνης ήθροισας τὰ θρέμματα εἰς μίαν πίστιν, εἰς ἕνα τόπον χλόης, ἀπ θώδεις αἱρέσεις ἐκφυγόντα. Ο νέος Παῦλος, Ἐκκλησιῶν ὁ διδάσκαλος, ὁ τῷ φθόγγῳ συμπαραλαβὼν τὴν ὑπ᾽ οὐρανῶν, ὁ νοῦς 5 οὐράνιος, ἡ θεολόγος βροντὴ καὶ θεία σάλπιγξ, εν φημείσθω, Βασίλειος. Μετὰ τοῦ Κτίστου πᾶς ὁ τὴν σὴν ἐξαήμερον γλώττης φέρων καὶ αὐτῇ τὸν νοῦν ἐφιστῶν, και γίνεται, καὶ κτίσεως γινώσκει λόγους, καὶ θαυμάζει τε τὸν Κτίστην έψει μόνη χρώμενος διδασκάλου. Ο τοῖς πατράσι Θεός λαλήσας το πρότερον πολυτρόπως καὶ πολυμερῶς, ἡμῖν ἐν γέ ὕστερον ἐλάλησε. Καὶ γὰρ ὁ τούτου σύνθρονος Θεός Λόγος σαρκοφόρος ἐκ σοῦ προῆλθε, Κόρη. Θεοτόκιον. Ωδή θ'. Νόμων πατρώων. Νύκτα βαθείαν καὶ ἀσέληνον τῶν ζοφερών α ρέσεων διεσκέδασας, ἀνατείλας ὥσπερ ήλιος, καὶ πᾶσιν ἐφαπλώσας χρυσᾶς ἀκτῖνας πίστεως ὀρθῆς, καὶ τοῖς ἐν γῇ κατασπείρας, Βασίλειε, ὀρθοδοξίας φέγγος· ἐξίσταται φωτὶ γὰρ τὴ σκότος, καὶ τῇ ἀλη θείᾳ ἐπιχωρεῖ τὸ ψεῦδος. Ανθη ποικίλα θείας γνώσεως ἐκ λογικών λειμών νων ἀπανθισάμενος· νοερούς γὰρ περιίπτασο της Γραφῆς παραδείσους· ὡς νοερά τις μέλισσα σοφή καὶ φιλεργός, μυστικόν εγεώργησας θεολογίας μέλι, αἱρέσεων πικρίαν ἀμβλύνας, καὶ τοὺς μετασχόντας αὐτοῦ καταγλυκαίνων. Χρόνος καὶ τάφος λήθης πρόξενοι την φυσική Ενέργειαν ἀπηρνήσαντο, ἐπὶ σοὶ μὴ κατισχύσαντες τῆς ἱερᾶς σου μνήμης· καν γὰρ ἐνθάδε, μάκας, ἀπηλλάγης, ἀλλὰ ζῆς. Ἐν Θεῷ γὰρ οἱ δίκαιοι ζῶσι καὶ μετὰ τέλος ζωὴν τὴν ἐν Χριστῷ κρυπτομένην, ἧς ἡμᾶς μετόχους ἀνάδειξον εὐχαῖς σου. Οὐρανομήκη στύλον πύρινον ὁ τῆς ἐρήμου στύλος Ἐφραὶμ κατεῖδε σέ· ἐκπλαγεὶς δὲ τῷ ὁράματι, τὴν Καισαρέων πόλιν καταλαμβάνων, προσομιλοῦντα τῷ λαῷ εὑρηκώς σε, τεθέαται καινότερα τῶν πρώτων, λευκὴν περιστερὰν πρὸς τὸ οὖς σοι διαλέγουσαν ἰδὼν ἐν μυστηρίῳ. Θεοτόκιον. Σωματοφόρος ὁ ἀσώματος ἐκ τῆς γαστρός σου, Δέσποινα, προελήλυθεν· ὁ τῷ λόγῳ συστησάμενος τὴν ἀσώματον φύσιν, καὶ οὐσιώσας ἅπασαν οὐσίαν γεννητήν, λογικήν τε καὶ ἄλογον, τοῦ Θεοῦ Πατρὸς Λόγος· διό μου τὰ τοῦ σώματος πάθη νέκρωσον, νεκροῦντα τὸν νοῦν μου, ζωῆς μήτερ. Ὠδὴ Γ'. Μὴ ἐποδύρον μου, Μήτερ. Ἱερουργήσας ὡς θεῖος τοῦ Θεοῦ ἱεράρχης της βα σιλείας τὸ σεπτὸν καὶ ὄντως ἱερὸν, ἱερὲ Βασίλειο,
col. 1377–1378page 8 of 22
Hymnus in S. Chrysostomum
PG 96:1377Εὐαγγέλιον, τῆς σῆς ἱερουργίας ἀπείληφας μισθὸν χωρὶς αἵματος μαρτυρικοῦ καὶ στεφανίτης φανείς. Ὣς οὐρανῷ παμμεγέθει, ὡς ἡλίῳ ἐμψύχῳ, ὁ ἐν ἡλίῳ ἑαυτοῦ τὸ σκήνωμα τιθείς, καὶ εἰς τοὺς οὐρα νοὺς ἐν σοὶ ἐνώκισεν· Ἐνοικήσω γὰρ, ἔφη, περὶ τῶν κατὰ σὲ, καὶ ἐμπεριπατήσω θεοπρεπῶς ἐν αὐτοῖς. Αναδραμὼν ἐκ τῶν κάτω πρὸς τὴν ἄνω πατρίδα, καὶ σὺν ἀγγέλοις παρεστὼς τῷ θρόνῳ τῷ φρικτῷ τῆς ὑπερουσίου Τριάδος, ὅσιε, ὑπὲρ ἧς ἡγωνίσω πρὸς δύναμιν ἐν γῇ, μεμνημένος μὴ λίπης τῶν μεμνημένων σου. Νεανικῶς ἐξηλέγχθη παρὰ σοῦ ὁ τολμήσας συντα πεινῶσαι ἑαυτῷ θεότητος μορφήν, εἰς δουλείαν ἔλ κων τὴν δεσποτικὴν κακῶς, τὴν ὑπέρχρονον φύσιν καὶ ἄκτιστον, τιθεὶς πονηρὸν οἷα κτίσμα μετὰ τῆς κτίσεως. Νέφος παχὺ τοῦ σαρκίου διασχὼν καὶ τὸ δάνος διαλυσάμενος τῇ γῇ, ἀσχέτῳ τῇ ψυχῇ, καὶ νοῖ ἀθλι νῦν εἰσελήλυθας τὸν ἀνείδεον γνόφον καὶ ἄλλον ὁμιλεῖν καὶ συνεῖναι καὶ συνευφραίνεσθαι. Η τοῦ Θεοῦ Ἐκκλησία ἀσφαλῶς ἑδρασμένη ὡς θεμελίῳ ἀῤῥαγεῖ καὶ πέτρα στερεᾷ, τῇ ἀσείστῳ βά σε τῇ τῶν δογμάτων σου, ἐναντίων ἀνέμων πνοαίς τυφωνικαῖς ἀπερίτρεπτος μὲν πόθῳ τιμῶσα σε. Θεοτόκιον. - Σε, παναγία Παρθένε, ἀκαταίσχυν τον πρέσβιν καὶ μεσιτείαν εὐμενη προβάλλομαι πιστῶς τῷ ἐκ σοῦ τεχθέντι· καὶ ἱκετεύω σε, τῶν πολ λῶν μου πταισμάτων τὰ πλήθη τὰ πολλὰ μητρικαῖς σου πρεσβείαις ἄρδην ἐξάλειψον. ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΧΡΥΣΟΣΤΟΜΟΝ, Οὗ ἡ ἀκροστιχίς αὕτη Συνώνυμος μέλπει σε τὸ χρυσοῦν στόμα. Οικτρός μοναχὸς καὶ ἱκέτης Ιωάν νης. Ἦχος πλ. β'. Κύματι θαλάσσης τὸν κρύ ψαντα. Στόματι πηλίνῳ καὶ γλώσσῃ γεώδει σε τὸν Χρυσόστομον ὑμνεῖν ὁρμῶντί μοι, χρυσοφαὲς οὐρανόθεν θείας γνώσεως ἀμάρυγμα ἐξαστράψας, φώτισον τὸν νοῦν καὶ τὴν καρδίαν μου. Υλην φθειρομένην καὶ ῥέουσαν δόξαν, καὶ κόσμον σύμπαντα καὶ κοσμοκράτορα περιδραμὼν, ἀντὶ πάν των τὸν Χριστὸν ἐκτήσω, πάγχρυσε· οὗ τρωθεὶς τῷ ἔρωτι ἡγήσω πάντα σκύβαλα. Νόμος του Σωτήρος Χριστοῦ πειθαρχήσας, ἀπὸ νεότητος ἐπὶ τῶν ὤμων σου ἀναλαβὼν τὸν σταυρόν σου, διὰ πόνων τῆς ἀσκήσεως αὐτῷ ἠκολούθησας, σαρκὸς νεκρῶν τὸ φρόνημα. Ακησας ἐρήμους ἀβάτους, ἀνύδρους, ἄστεγος, ἄσκευος, ἄτροφος, ἄγνωστος, ὥσπερ ὁ μέγας Ηλίας, Ιωάννης τε ὁ πρόδρομος, ὧν ζηλῶν ἐξήλωσας τὴν παρρησίαν, ἅγιε. Νίκην λαμπροτάτην ἀράμενος, μάκαρ, κατὰ τοῦ δράκοντος μετά τροπαίων λαμπρών, ὥς τις Ολυμπιου νίκης, θείῳ Πνεύματι φερόμενος, αὖθις ἐπανέδραμες πρὸς τὴν ἐνεγκαμένην τι.
col. 1379–1380page 9 of 22
PG 96:1379Το Θεοτόκιον. — Ὁ ἀπεριγράπτοις καθήμενος κα ποις θείου Γεννήτορος ἀπεριγράπτου Πατρὸς ὡς απερίγραπτος Λόγος, τῇ σαρκὶ περιγραφεὶς τῇ ἐκ σοῦ, τοῖς ἀχράντοις κόλποις σου βρέφος, ἁγνή, και έξεται. Ὠδὴ Γ'. Σὲ τῶν ἐπὶ ὑδάτων. Σὺ νοῦν Χριστοῦ πλουτήσας, ἐξήλωσας τὴν αὐτοῦ εὐσπλαγχνίαν ὡς δυνατὸν ἀνθρώπῳ· καὶ σῶσαι πάντας ἐσπούδασας δι' ἐξομολογίας καὶ ἀποχῆς και κῶν, καὶ ἐμπράκτου μετανοίας θερμῆς. Εχρισέ σε τὸ Πνεῦμα τὸ ἅγιον ὁ Θεὸς, ὁ Θεός σου ἐπὶ τοὺς σους μετόχους ἀγαλλιάσεως Ελαιον, καὶ μύρον θείου χρίσματος, καὶ ἐξεχύθη σου δαψιλές χάρις ἐν χείλεσιν. Πέλαγος ἐξηρεύξω, Χρυσόστομε, διδαχῶν γλυκ τάτων, αἱρέσεων ξηραῖνον τὰ βορβορώδη όμβρήματα, καὶ θολερά, καὶ ἀποτα, καὶ ἀλμυρόβρυτα, τὰς καρ δίας πιαῖνον ἡμῶν. Θεοτόκιον. — Ίνα χωρήσῃς ὅλην τὴν ἔλλαμψιν τῆς ἁγίας Τριάδος, ἐστίλβωσας τὸν ἀναπτύσοντα.. Θεοτ. Ωδή Δ'. σοῦ εὐροίζου καθαρώτερος ο σις δέδεικται νοῦς, Χρυσόστομε τρισμάκαρ,πᾶν ἐμπαθὲς καὶ πρός υλον νόημα· καὶ γὰρ τὴν ἀγνείαν χωνείᾳ ἐναπετέ φρωσεν. Ράβδῳ πυρίνῃ τῶν παγχρυσῶν σου διδαχῶν διὰ Χριστοῦ, καὶ τῆς φιλαργυρίας κυμαινομένην θάλασσαν έθηκας βατὴν τῇ ἐλεημοσύνη, ἄβατον οὖσαν τὸ πρίν. Τοῦ ἀρχιποιμένος τοῖς νεύμασιν ὁ ποιμὴν ὁ καλὸς ἄξιον παραστάτην προσάγει σε τῷ βήματι, τὸν μετ' οὐ πολὺ τῶν ποιμένων μέγαν ἐσόμενον. Θεοτόκιον. - Σωματοφόρον τὸν ἀσώματον ἀπω μάτου φωνῇ γεννήσασα, Παρθένε, σωματικών δρέ ξεων ῥῦσαί μου τὸν νοῦν, ἀσωμάτων ἀγγέλων ύπερ έχουσα. Ωδή Ε'. Θεοφανείας σου, Χριστέ. Ο πρὸ γεννήσεως εἰδὼς τὸ χρυσαυγὲς καὶ φαιδρόν τῆς ψυχῆς σου, καὶ πρὸ τοῦ πλασθῆναι ἐν τῇ μήτρα σε ἁγιάσας, ἅγιε πάγχρυσε, ὡς προφήτην άλλον σα φῶς Ἱερεμίαν σε άγρυπνον ποιμένα καὶ φύλακα της Ο αὐτοῦ ποίμνης προβάλλεται. Ὑπὸ Θεοῦ προχειρισθεὶς τοῦ τὴν ἡμῶν ὑπελθόντες πτωχείαν, τῶν πτωχῶν προστάτης καὶ ὑπέρμαχος, καὶ κοινὴ πενήτων προμήθεια, ἐμβαλών ὡς κλείδα χρυσῆν γλῶσσαν τὴν πάγχρυσον τοῖς τῶν φιλαργύρων ταμείοις καὶ θησαυροῖς, ἢνοιξας ταῦτα πτο χοῖς. Συντόνῳ τάχει καὶ σπουδῇ πίστις θερμὴ εὐσεβῶν βασιλέων ἐξ ᾿Αντιοχείας της Συρίας σε πρὸς τὴν βασιλίδα τῶν πόλεων, μετὰ δόξης ότι πολλῆς, δορυ φορίας τε καὶ τιμῆς καὶ πρεπούσης εὐκτῶς ὡς θεού ἄγγελον ἔθετο. Ο πᾶς τῆς πόλεως λαὸς ὡς εἰς κοινὴν ἑορτὴν συν δραμέντες, καὶ ὡς εἰς πανήγυριν χαρμόσυνον ἐξελ θόντες ἔξω τοῦ ἄστεως, μετὰ κρότων περιχαρῶς σου
col. 1381–1382page 10 of 22
PG 96:1381προηπήντησαν, ἐπιβατηρίων ποιούμενοι προπομπήν σοι ἐπεισόδιον. Θεοτόκιον. - Μόνη ἐν πάσαις γενεαῖς ὑπερφυῶς καὶ Παρθένος καὶ Μήτηρ χρηματίζεις, Δέσποινα, γεννήσασα βρέφος προαιώνιον ἄχρονον, γεννηθεν μὲν ἐκ τοῦ Πατρὸς ἄνευ μητρὸς πρὸ παντός· ἐκ σοῦ τῆς μητρὸς ὡς οἶδε μετὰ τὸ πᾶν δίχα πατρὸς κυηθέν. δὴ Γ'... Ανατείλας οἷα χρυσαυγίζων ἥλιος καὶ χρυσοφαής, ὡς ἐκ παστοῦ νυμφίος, ἐν τῷ ὕψει τῷ τῆς ἐκκλησίας χρυσαῖς ἀκτῖσι τῆς διδασκαλίας σου κατεχρύσω σας τὴν πᾶσαν κτίσιν, καὶ διεσκέδασας Χαρι μυστικῷ τὸν βαρὺν χειμῶνα τῶν αἱρέσεων. Κατεπλάγη βασιλεὺς, καὶ δῆμος, καὶ ἱερέων ὁ χορὸς ὁρῶντες ἀριδήλως τοῦ λαμπροῦ καὶ καθαρού βίου τὴν μαρτυρίαν φερομένην ἄνωθεν· ὁ ἐν οὐρανῷ πιστὸς γὰρ μάρτυς ἐπεμαρτύρησεν ὡς τὰ πάντα εἰ δὼς τῇ ὡραιότητι τῶν τρόπων σου. Τὰ σὰ χείλη Πνεύματος ἁγίου γέγονε λύρα μυσ στική, καὶ μελουργός κιθάρα παναρμόνιον ᾄδουσα μέλος, μουσικὸν ᾆσμα, λιγυρὸν ἀπήχημα τῇ εὐ ρύθμῳ γλυκερᾷ συνθήκῃ, καὶ τῷ χαρίεντι τῆς τῶν φωνῶν συμπλοκής θέλγουσα ψυχὰς καὶ καθηδύνουσα. Ρητορεύων ἔπεισας ἀπείρους φίλους γενέσθαι τοῦ Θεοῦ, καὶ ἀρετῆς ἐργάτας, καὶ μάκαρ ὄρος γλυ κασμὸν σταλάζον, σὺ θεία δρόσος οὐρανόθεν πίπτουσα καὶ πιαίνουσα ψυχῶν ἀρούρα;· διὸ οἱ λόγοι σου ὤφθησαν τοῖς λαοῖς μέλιτος γλυκύτεροι, Χρυσόστο με. Θεοτόκιον. Θρος πῖον, πάγχρυσε λυχνία, στάμνε τοῦ μάννα τῆς..., ταγχρυσωμένη πύλη, ἀκατάφλεκτε πυρφόρε βάτε, έμψυχο θρόνε, οὐραν πολύφωτε, περιώνυμε Χριστοῦ καθέδρα, παστας χρυσόπλοκε,εὐωδίας πηγή, σκήνωμα Θεοῦ, Δέσποινα, σῶσον με. Ωδή Ζ. Αφραστον θαῦμα. Συχναῖς λιβάδι καὶ ἐπομβρίαις τῶν λόγων σου ἀρδομένη, οἷα λιπαρὰ καὶ εὔγειος γῆ, δέδεκται πολυ φόρος ή Εκκλησία, καρποφοροῦσα ἀρετῶν διαφόρων παγκαρπίαν. Νυξ ἀθυμίας καὶ κατηφείας σκοτώμαινα ἐξ αἰθρίας ἡμεροφαῆ τὴν νύμφην Χριστοῦ αίφνης κατεκάλυψεν, ἀποβαλοῦσα τὸν μέγαν σε φωστῆρα ἐπηρείᾳ τοῦ ἄρχοντος τοῦ σα. Αρπαγες λύκοι ποιμένων πρόσωπα φέροντες καὶ προβάτων ἔξωθεν δορὰν, τὴν ἀλωπεκήν ἔσω ἔνδοθεν δὲ κρύπτοντες, καὶ τῷ κωδίῳ καλύπτοντες τὸν θῆρα, τὸν καλόν σε κατέκριναν ποιμένα. Χήρα καθάπερ βαρυπενθὴς καὶ πολύδακρυς τὸν νυμφίον σε τὴν ἑαυτῆς ζητοῦσα πικρῶς ἔστενα, Χρυσόστομε, ἡ Ἐκκλησία, ἥτις, διὰ τὴν χώραν, την χωρείαν τὴν δωρον ὑπέστη. Θεοτόκιον. -- Ο μόνος κρίνων δικαιοσύνην ικά θισεν ἐπὶ θρόνου, Δέσποινα· καὶ γὰρ ἐκ σοῦ σαρκωθεὶς θρόνον σε πυρίμορφον ἔδειξεν, ὅθεν ἐν κόλποις κάθηταί σου, ὡς ἐν θρόνῳ βρεφοπρεπῶς ἁγίῳ.
col. 1383–1384page 11 of 22
Hymnus in S. Nicolaum Myrensem
PG 96:1383ᾠδὴ Ε. "Εκστηθι φρίττων, ουρανέ. Σὲ τὸν ποιμένα τὸν καλὸν, τοῦ ἀρχιποιμένος και Αμνοῦ τὸν μιμητὴν, ὡς ἄρνα καὶ κριὸν ἐπίσημα καὶ ὡς ἀμνὸν λογικόν, οὐδ᾽ ὅλως κραυγάζοντα δι σχόντες παλάμαις παλαμνείαις οἱ ποιμένες κα λύκοι πόρρω τῆς σῆς ποίμνης σὲ ἐξώρισαν Δ. χως. Ορη καὶ νάπαι, καὶ βουνοί, κοιλάδες, φάραγγες. θάλασσαι καὶ ποταμοί, ἀστέρες, σελήνη καὶ ἥλιος, ο οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶσα ἐστύγνασεν ἡ κτίσις ἐλέγχουσα τὴν τότε πραχθεῖσαν ἀνομίαν τὴν ἐκ πω σβυτέρων ἀδίκων ἐξελθοῦσαν. Εὗρεν ὡς ἄλλον σε Χριστὸν ἄλλος παραλυτικής τοῦ Χριστοῦ τὸν μαθητήν· ἐντεῦθεν εὗρε καὶ τὴν ἴασιν παρεπομένην εὐθύς· ὡς μόνον γὰρ ἔφησε πιο στεύειν, ἀνέστη παραχρῆμα καὶ τὴν κλίνην βαστάσας, ἐβάδισε χαίρων καὶ Χριστόν μεγαλύνων. Ἵνα θεάσωνται τὸ φῶς τῆς ἐπιγνώσεως οἱ ἀγνοίας ἐν νυκτὶ τελοῦντες, καὶ δόξης τὸν ἥλιον μάθωσε με νου Θεὸν οἱ τῷ αἰσθητῷ λατρεύοντες ηλίῳ, ὡς Παύ δος ἀπεστάλης εἰς ἔθνη μακρὰν ὄντα ἀχλὺν ἀπιστίας ὡς ἥλιος σκεδάζων. Θεοτόκιον.- Σὲ ἡ σοφία τοῦ Θεοῦ, ἡ ἀπαράλλακτος τοῦ Πατρὸς ὄντως εἰκών, ἡ ζῶσα σφραγὶς καὶ ἀκίνητος, ὁ ἀκριβὴς χαρακτήρ ὡς ἔμψυχον θάλαμον [ μονογενής ] ἐκ σοῦ, Θεογεννήτορ, σαρκοφόρος προῆλθε, καὶ συνανεστράφη ἀνθρώποις φιλανθρώπως. "Ωδή θ' ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΙΚΟΛΑΟΝ ΤΗΣ ΜΕΡΑΣ. 'Ὠδὴ Γ'. Σὲ τῶν ἐπὶ ὑδάτων. 107.] Μύρα σε της Λυκίας προήγαγεν ό πολύτιμον μύρον τοῖς ἄνθεσι χαρίτων, καὶ ἀρετῶν τοῖς ἀρώμασιν, ἱερουργό Νικόλας, ευωδιάζοντα των ψυχῶν τὰ αἰσθητήρια. Εχει σε πᾶς ὁ κόσμος ἐν θλίψεσιν ἀντίληψιν ἐξεῖα, παράκλησιν ἐν λύπαις, ἐν συμφοραῖς παραμύθιον, ἐν πειρασμοῖς ὑπέρμαχον, ἐν νόσοις φάρμακον έχε σώδυνον, Νικόλας. Λόγοις ἐντεθραμμένο; τῆς πίστεως, καὶ γάλα εὐ σεβείας θηλάσας ἀπὸ βρέφους τὸ λογικόν τε καὶ δὲν λον, ὄντως εἰς ἄνδρα τέλειον, μάκαρ, κατήντησα, Ο καὶ εἰς μέτρον ἡλικίας Χριστοῦ. Ἴχνεσι τοῦ Σωτῆρος επόμενος, οὐ μισθωτές ὑπῆρξας, καλὸς ποιμὴν δὲ μᾶλλον· καὶ γὰρ ὑπὲρ τῶν προβάτων σου τὴν σὴν ψυχὴν προθέμενος, ἔργοις ἐπλήρωσας τοῦ Χριστοῦ τὸ Εὐαγγέλιον. Θεοτόκιον. – Σε προεδήλου βάτος, πανύμνητε, πυρ. σπαργανουμένη· σὲ προετύπου στάμνες ή μαννοδόχος, ὑπέραγνε, τὴν θεοδόχον τράπεζαν· σύ γὰρ ἐπήγασας γλυκασμὸν ἡμῖν ἀκήρατον. Ὠδὴ Δ'. Τὴν ἐν σταυρῷ σου. Μετὰ ἐλέους καὶ χρηστότητος κεκτημένος ψυχήν. ἱλαρῶς τοῦ σοῦ πλούτου μετέδωκας τοῖς χρήζουσι, σπλάγχνα οικτιρμῶν ἐνδυσάμενος, ὥσπερ ὁ μέγας Παῦλος βοά.
col. 1385–1386page 12 of 22
PG 96:1385Αστέρα βλέπων, εἰς τὴν ἄδυτον τὴν ὁλκάδα τοῦ νοῦ πρὸς τὰς αὐτῶν κινήσεις ἴθυνας καὶ προσωκείλας ὄρῳ γαληνῷ, κυβερνήτης ὡς ἄριστος τὰ θαλάττια. Ἐν ἀνδρείᾳ πολλῇ τῆς θεϊκῆς ἰσχύος Χριστὸν ἐπικαλούμενος, τοὺς ἐν φυλακῇ, μάκαρ, πεπεδημένους ἐξάγων ἔλυες. Αγίου πλήρης οὖσα Πνεύματος ἡ καρδία ἡ σὴν γλυκεῖαν εὐωδίαν, ὀσμὴν ἀρωματίζουσα, αἴγλῃ συμμιγή, καὶ φωτὶ κεκραμένην πάλιν ἀπέπνεεν. Θεοτόκιον. Τὴν ὑπὲρ ἔννοιάν σου γέννησιν έρε μηνεῦσαι βροτῶν πτωχόνοια οὐ σθένει ὁ λόγος γὰρ ἀνέκφραστος ταύτης παντελῶς, καὶ ὁ τρόπος, Παρ θένε, ἀκατανόητος. Ὠδὴ Ε'. Πρὸς σὲ ὀρθρίζω. Ῥαγῆναι κόσμου, καὶ προσκολληθῆναι τῷ και λοῦντι Δεσπότῃ, πρὸς θείας ἀπολαύσεις υπερχο σμίους, τοὺς ἐν κόσμῳ θορύβους μισήσαντας, τοῖς γλυκέσι σου λόγοις πολλοὺς ἔπεισας. Ἰσχὺν καὶ σθένος θεῖον ἐξωσμένος, καὶ περιπεφραγμένος ἄλλῳ παντευχίᾳ, ταῖς τοῦ Βελίαρ οὐκ ντρώθης βολίσιν, ἀλλ' ἔτρωσας τὴν καρδίαν ἐκείνου τὴν παμβέβηλον. Τετράτρον ἅρμα, όχημα πυρφόρον ἀρετῶν τὴν τετράδα πηξάμενος ἀνῆλθες εἰς τὸν οὐρανὸν, ὅπου πρόδρομος πρώην ἀνῆλθε Χριστὸς τῷ προσώπῳ αὐτ τοῦ ἐποφθησόμενος. Ως ἅλας θεῖον, μάκαρ, ἐνεβλήθης εἰς τὸν σύμ παντα κόσμον, ἱστῶν τὴν σηπεδόνα τῆς ἀθυμίας, καὶ ξηραίνων τὴν φύσιν τῶν θλίψεων, καὶ συνάγων καὶ σφίγγων χαυνωθείσας ψυχάς. Θεοτόκιον. Μὴ ἐκφυτήσας τῶν πατρῴων κόλ πων, τοῖς μητρῴοις σου κόλποις καθέζεται, Παρ θένε, Χριστὸς ὁ Θεός· ὁ ἀμήτωρ προῆλθεν ἀπά τωρ ἐκ σοῦ· Ἀβραὰμ δὲ τοὺς κόλπους πάλιν Ανοίξω. ο ηδη Γ'. Συνεσχέθη ἀλλ' οὐ κατεσχέθη]. Ὑπακούσας ἀλλ' οὐ παρακούσας, μάκαρ, τῆς θείας ἐντολῆς, ἥτις φησί· Μὴ γνώτω ή λαιά σου τῆς δεξιᾶς τὸ ἔργον, πολλῷ ταύτην υπερήλασας, οὐδ' αὐτὸν ὄν εὐηργέτεις ἄνδρα παραδεξάμενος κοινωνὸν τῆς βουλῆς, οὐδὲ τοῦ σκοποῦ τοῦ τοῦ συνίστορα. Ριζοτόμος ἀλλ' οὐ φυτοκόμος πάσης κακίας πέφηνας· ἐμφύτευσόν μοι, Πάτερ, εὐθαλῆ συν ηρεφή στελέχη, κατασκίους πολυχύτους όρπηκας ἀρετῶν καὶ ἱερῶν χαρίτων, τὴν ἀκανθώδη μου βλά στην ριζοτομῶν, καὶ τὰς ἐμπαθείς παραφυάδας πιμπλῶν. Οὐρανίου ἀλλ᾽ οὐκ ἐπιγείου δόξης τυχεῖν ἐπιποθῶν, τὴν συρομένην κάτω ὑπερεῖδες ὡς παρερχομένην, ὡς λυομένην, ὡς σκιᾷ κατάλληλον, ὡς ὀνείρῳ παρεικαζομένην, ὡς ἀνυπόστατον καὶ ὁμοίαν τρα νῶς καπνῷ πρὸς ἀέρα διαῤῥέοντι. Βεβηλώσας ἀλλ' οὐ καθηλώσας ἐκ τοῦ σοῦ φόβου τὰς ἐμὰς σάρκας, καὶ τὴν ἁγνείαν ὡς ὁ βέβηλος Ἡσαῦ καὶ πόρνος, λύσας λαγνεία, πόρνης μέλη βέβηλα τὰ σὰ μέλη τὰ ἡγιασμένα, Χριστέ, πε ποίηκα· ὅθεν με ταῖς εὐχαῖς τοῦ σοῦ Νικολάου πάλιν ἄγνισον.
col. 1387–1388page 13 of 22
PG 96:1387Λευκανθεῖσαν ἀλλ' οὐ μελανθεῖσαν ἐξ ἀμαυρότη τος παθῶν στολὴν ἐνδεδυμένος, καὶ φαιδρὰν λευ κοραη λαμπάδα χερσὶ κατέχων, ένδοξε Νικόλαε, εἰς νυμφῶνα νοητὴν εἰσῆλθες, εἰς ἐπουράνιον θάν λαμον μυστικόν, οὗ καὶ ἡμεῖς τύχοιμεν πρεσβείαι; σου. Θεοτόκιον. — Υπερτέρα καὶ ὑψηλοτέρα τῆς δρα τῆς καὶ νοητῆς κτίσεως ὤφθης, Κόρη· τῆς γὰρ κτίσ σεως τὸν συνοχέα χερσὶ συνέχεις ὥσπερ θρόνος πύ ρινος· ὃν ἱκέτευε λυτρώσασθαί με ᾅδου στενώσεως καὶ πικρᾶς συνοχῆς, καὶ τῆς συνεχούσης με πωρώ σεως νῦν. Ὠδὴ Ζ. Αφραστον. Τρεῖς θυγατέρες μετὰ πατρὸς κινδυνεύουσαι εἰς ἐσχάτην χάρυβδιν κακῶν πεσεῖν καὶ θανεῖν θάνατον αἰώνιον, πρὸς ἀθανάτου ζωῆς καὶ βασιλείας ὑπὸ σοῦ καθωρμίσθησαν λιμένα. Η καθαρά σου καρδία ἔνοικον ἔχουσα τὸν τῆς δόξ ξης Ηλιον, σοφέ, ἄλλῳ φωτὶ ὅλη κατέλαμπεν, καὶ τῆς οἰκείας αἴγλης τὰς διαδόσεις εναργεῖς ἐποιεῖτο τοῖς ὁρῶσιν. Ἐν τῇ σφενδόνῃ τῶν θεοπλόκων δογμάτων τοὺς λοιμώδεις λύκους καὶ βαρεῖς ἐλάσας μακράν, ὥστε, τῆς ποίμνης σου, τῆς μανιώδους ᾿Αρείου γλωσσαλγίας ἀσινῆ τὸν λαόν σου διεσώσω. Κατὰ τὸν Παῦλον σοὶ κόσμος ἅπας ἐσταύρωται συσταυρούμενος τῷ σταυρωθέντι Χριστῷ, καὶ τὴν ἀρχαίαν τῷ σταυρῷ αὐτοῦ λύσαντι κατά ραν. Θεοτόκιον. - Μήτηρ Παρθένος, ἄσπουν βρέφος θηλάζουσα, μόνη ὤφθης δέσποινα ἐν γῇ, δι᾿ οὗ Ισραήλ πόμα καινὸν ἔπιεν ἐξ ἀκροτόμου σκλη ρᾶς ἀνίκμου πέτρας· καὶ ἐθήλασεν ἔλαιον καὶ μέλι. Ὠδὴ Η'. Νόμων πρώτων. Ουρανομήκης στύλος πύρινος τοῦ Χριστωνύμου ἔθνους προπορευόμενος, καὶ τοῦ νέου προηγούμενος Ἰσραὴλ ὤφθης, μάκαρ, φωτίζων ἅμα τὰς ἐφ επομένας σοι φυλάς, καὶ σκιάζων τῆς χάριτος δρο σοβόλων νεφέλῃ· ἐμίχλης δὲ πληρῶν, καὶ ἀχλύος καὶ καπνοῦ καὶ γνόφου τὴν φάλαγγα τῶν κακοδόξων, Νόμοις στοιχῶν τοῦ ἀρχιποιμένος, οὐ μισθωτός ὑπῆρξας, Πάτερ, καλὸς δὲ ποιμήν· τὴν ψυχήν σου καὶ γὰρ τέθεικας ὑπὲρ τῶν σῶν προβάτων, καὶ τὴν ἰδίαν θέμενος ψυχὴν ὑπὲρ ἡμῶν, Θεόν Λόγον μιμούμενος καὶ τὸ τίμιον αἷμα κενώσαντα φιλανθρώπω τρόπῳ ὑπὲρ ἀχαρίστων. Αθυμούντων ἀνάψυξις, πενθούντων ἀντίληψις ἐξεῖα, τοῦ κόσμου ἕτοιμος προστάτης καὶ πρόχειρος ἐπικουρία, χρυσοφαής ὡράθης ἥλιος, τῶν ἀρετῶν τεθρίππῳ ἐπιδιφρεύων, σοφέ, καὶ ὀχούμενος οχήματο χαρίτων χρυσαντίγῳ. Θαυμάτων αἴγλῃ, εὐεργεσιών μαρμαρυγή φρυ κτῶν ψυχὴν ἅπασαν καὶ πυρσεύων, τρισμάκαρ, καὶ λύων ἀθυμίας τὸν ζόφον, φέγγει εὐθυμίας καὶ χαρ μονῆς καὶ εὐφροσύνης. Οἱ σοῦ ἀγῶνες καὶ οἱ κάματοι καὶ οἱ ἀτμοὶ τῶν πόνων, καὶ οἱ ἱδρῶτές σου, ὡς θυμίαμα συνθέσεως
col. 1389–1390page 14 of 22
Hymnus in B. Petrum
PG 96:1389καὶ πολύτιμον μύρον εἰς εὐωδίας ὀσμὴν προσαχθέντες τῷ Χριστῷ, ποταμὸν ἁγιάσματος, καὶ πηγὴν θείου μύρου, καὶ πέλαγος θαυματουργημάτων Εθεντό σε κόσμιο, Νικόλας ἱερομύστα. Θεοτόκιον. Ὑπὲρ αἰτίαν, ὑπὲρ ἔννοιαν τὸν προελθόντα Λόγον ἐξ ἀναιτίου Πατρὸς, καὶ τῶν ὄνο των πάντων αἴτιον ἐσωμάτωσας, Κόρη· σὲ γὰρ αι τίαν ἔσχηκε σαρκούμενος ἐκ σοῦ, ἵνα σώσῃ τὸν ἄνθρωπον, ὡς φιλάνθρωπος φύσει· δι' ὧν καὶ ἐνηνθρώπησε θέλων, καὶ συνανεστράφη ἀνθρώποις φιλανθρώπως. Ωδή θ'. Μὴ ἐποδύρου μου. Ιλεως ἔσο μοι, Σῶτερ, ἐν ἡμέρᾳ τῆς δίκης, ὅτε παρίσταμαι γυμνός τῷ βήματι τῷ σῷ· καὶ ἵλεῳ τότε πρόσχες μοι ὄμματι, Νικολάου τοῦ θείου πρεσβείαις· σὺ γὰρ εἰ μόνος ὄντως χρηστὸς καὶ ἵλεως. Ως τὴν πραότητα στέρξας τοῦ θεόπτου Μωσέως, καὶ τὴν ἐκείνου ἐκληρώσω δόξαν τῆς μορφῆς· τὸ γὰρ πρόσωπόν σου καὶ μετὰ θάνατον σελασφόροις ἀκτῖσι ἀΰλου φωτισμοῦ καὶ αὐτῇ γλυκυτάτη περι ελάμπετο. Αναμοχλεύσας ἐκ βάθρων τῷ μοχλῷ τῶν εὐχῶν σου, καὶ τειχοσείστῃ κραταιῷ τῷ ὅπλῳ τοῦ σταυροῦ, ἐναγῆ τεμένη μιαρωτάτων θεῶν, εὐαγεῖς οἴκους, μάκαρ, ἀνήγειρες Χριστῷ τῷ κυρίως καὶ μόνῳ καὶ κατὰ φύσιν Θεῷ. Νοὸς ἀνύστακτον ὄμμα κεκτημένος καὶ θεόφρον, καὶ καιομένην ἀρεταῖς λαμπάδα νοερὰν καὶ ἀρο δευομένην πλουσίως πάντοτε τῆς ἐλεημοσύνης ἐλαίῳ δαψιλεῖ, εἰς χαρὰν εἰσελήλυθας τοῦ Κυρίου σου. Νοῦν αὐτοκράτορα ἔχων τῶν ὀρέξεων, Πάτερ, τῷ κοσμοκράτορι ἐχθρῷ ἀντέστης κραταιῶς, βοηθὸν πλουτήσας τὸν Παντοκράτορα· καὶ παθῶν βασιλεύσας παρέστης ἐν νυκτὶ βασιλεῖ Κωνσταντίνῳ τῷ αὐτοκράτορι. Οὐδὲ παράλιος ψάμμος, οὐδὲ πλῆθος κυμάτων, ἢ βόλοι δρόσου καὶ λεπταὶ ψεκάδες νιφετοῦ, οὐ χορὸς Αστέρων, οὐδὲ σταγόνες βροχῆς, καὶ ποτάμια ῥεῖθρα, οὐ νάματα πηγῶν τοῖς σοῖς θαύμασι, Πότερ, παρ εσωθήσονται. Θεοτόκιον. Τοῦ Θεοῦ κατὰ χάριν τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐκ σοῦ γενόμενος ἀπειργάσατο, Κόρη· ὃν αἴτησαι κἀμὲ υἱὸν ὄντα γεέννης Θεοῦ ποιῆ σαι υἱόν. ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΠΕΤΡΟΝ ΤΟΝ ΚΟΡΥΦΑΙΟΝ. Οὗ ἡ ἀκροστιχίς· Μολπήν ᾄδω σοι, Πέτρε. Ύμνος Ἰωάννου. 'Ωδή Α', Ἦχος βαρύς. Νεύσει σου πρὸς γεώδη. 107 Μόνην ἐπιποθήσας τῶν ἀγαθῶν τῶν μελλόντων, σοφέ, τὴν ἀπόλαυσιν, τὰ ῥέοντα παρ έδραμες· ὅθεν Χριστῷ ἐκολλήθης καὶ συνεκράθης αὐτῷ διαπύρῳ στοργῇ. “Όλον σε πυρακτώσεις πυρὶ ἀθλῳ καὶ θείῳ
col. 1391–1392page 15 of 22
PG 96:1391ὁ ἄνθραξ ἄῦλος· ἐν εἶδεν Ησαΐας ποτὲ ἄνθρακα πυρὸς ἀθλου καίοντα· τὴν ὕλην τῆς πλάνης ἀπ έφηνεν. Λύχνον φωτοβολοῦντα καὶ χρυσαυγή σε λαμπάδα, τὸ φέγγος ' πυρσεύουσαν τῆς θείας ἐπιγνώσεως, Πέτρε, τὸ ἅγιον Πνεῦμα τοῖς ἐσκοτισμένοις ἀνέδειξεν ἔθνεσιν. Πίστις, ἐλπὶς, ἀγάπη, τῆς σῆς στρατιᾶς τὰ ὅπλα· ὁ θώραξ ὁ ἄρρηκτος, ἡ μάχαιρα ή δίστομος, καὶ ἡ περικεφαλαία ἡ τοῦ σωτηρίου, ἀπόστολς τίμιε. Ηνοικται, Θεομῆτερ, τῷ παν αχράντῳ σου τόκῳ ὁ πάλαι παράδεισος, ὃν ἡ προμήτωρ ἔκλεισε· καὶ τῷ τῶν ἀνθρώπων γένει πάλιν ἡ ἀρχαία πατρὶς ἀποδέδοται. Θεοτόκιον. δὴ Γ'. Ο κατ᾿ ἀρχὰς τους. Νεφελοδρόμος ἀετὸς ὁ πεζοπόρος ἐδείχθης· ἐν ο πῇ γὰρ ὥσπερ ὀφθαλμοῦ, τῷ παντουργικῷ καὶ θείῳ Πνεύματι, ἀπὸ τῆς Ῥώμης ἐν Σιών διὰ νεφέλης ἐγένου, κηδεῦσαι τὴν ἔμψυχον νεφέλην Θεοῦ. "Α εκαθάρισε Θεὸς, ὁ καθαρὸς φύσει μόνος, μὴ κοινούτω ἄνθρωπος, φησί· καὶ γὰρ καθαρὰ τοῖς καθαροῖς ἐστι πάντα τὰ ἔργα τοῦ Θεοῦ· διὸ παθῶν ἀκαθάρτων καθαρόν με, Πέτρε, ταῖς πρεσβείαις σου. Δημηγορήσας ἐν Σιών, καὶ τὸν τῆς πίστεως λό γον κατασπείρας πρῶτος ἐν αὐτῇ, πολύχουν εὐθὺς τὸν στάχυν ἤνεγκας, καρποφορήσας ἐν Χριστῷ τῇ Ο πανυμνήτῳ Τριάδι, ἀνδρῶν τρισχιλίων ἐκκλησίαν σεπτήν. Ως διαέριος πυρσὸς τοῖς ἐν πελάγει θαλάσσης ποντουμένοις μέσον τῆς νυκτός, ὡσαύτως τοῖς πλέουσι τὴν θάλασσαν την ζοφερὰν καὶ σκοτεινὴν τῆς πολυκύμονος πλάνης ἔφανας φωτί, Πέτρε, τῆς πίστεως. Θεοτόκιον. — Σὲ κραταιὰν καταφυγὴν, καὶ πρὸς τὸ σώζειν ἑτοίμην προστασίαν, Δέσποινα, πλουτών, θερμῶς ἱκετεύω σε καὶ δέομαι, τῆς ἐμῆς πρόστηθε ψυχῆς, χωριζομένης τοῦ σκήνους, καὶ πρὸς κόσμον ἄλλον ἀπαιρούσης ἐκ γῆς. 'Ωδή Δ'. 'Ο πατρικούς. Ο προδραμὼν πάντων μαθητῶν ἐπὶ τὸν τάφον τῆς ἐνυποστάτου ζωῆς, τὸν ἐν τάφῳ με καθεύδοντα λιθώδους πωρώσεως, διά μετάνοιαν ἀνάστης σου. Ἰλιγγιᾷ νοῦς κατανοεῖν τὴν ἐν θαλάσσῃ καὶ ἐν γῇ περίοδον· τοὺς ἱδρῶτας, τοὺς καμάτους σου οὓς ἔτλης γηθόμενος ὑπὲρ τοῦ Εὐαγγελίου της χά ριτος. Παλαιωθεὶς ὅλος ἐν κακοῖς ἀπὸ τῶν τρίβων τοῦ Θεοῦ ἐχώλανα ἀμφοτέραις ταῖς ἐγνύαις μου ἀρτίωσον, ἅγιε, τὸν πρὸς ἀρετήν με χωλεύοντα. Ἐκ τοῦ Χριστοῦ σὺ παραλαβὼν τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ὁ Κύριος καὶ οὐκ ἄνθρωποι ἐπήξατο, καλῶς ἐκυβέρνησας ὡς ὁλκάδα ταύτην, ἀπόστολε. Θεοτόκιον. — Την καλλονήν σε τοῦ Ἰακώβ, τὴν
col. 1393–1394page 16 of 22
PG 96:1393καθαρὰν καὶ ἐκλεκτὴν καὶ ἄμωμον ἣν ἠγάπησε Χριστὸς ὁ Θεὸς, ὁ κάλλει ἀσύγκριτος, ικετεύω, Δέσ σποινα, σῶσόν με. Ωδή Ε'. Κύριε ὁ Θεός μου. Ῥώμης ὁ πολιοῦχος, καὶ τῆς βασιλείας ὁ ταμιού χος, ἡ πέτρα τῆς πίστεως, ὁ στερεός θεμέλιος τῆς καθολικῆς Ἐκκλησίας ἱεροῖς ὑμνείσθω ἐν ᾄσμα σιν. Ἕως επτάκις πάλαι τοῦ Χριστοῦ πυθόμενος εἰ ἀφήσεις τοῖς ἐξαμαρτάνουσιν εἰς σὲ, Πέτρε, ήκου σας, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἑβδομηκοντάκις δὲ μᾶλλον ἑπτά. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αυτ τοῦ, καθὼς γέγραπται· ὁ σὸς δὲ, πανεύφημε, πολλῷ τιμιώτερος όντως, ὡς τοῦ θείου πάθους ἐκσφράγισμα. *Απασα μαλακία ἐκ τῶν πιστευόντων, καὶ πᾶσα νόσος ταῖς ἀλεξικάκοις σου παλάμαις ἡλαύνετο, ἃς ἐπιτιθεὶς τοῖς νοσοῦσιν, ὑγιεῖς ἐδείκνυς, ἀπόστολε. Θεοτόκιον. —Ύψωσας, Θεοτόκε, τὴν ταπεινωθεῖσαν ἀνθρώπων φύσιν, καὶ ταύτην ἐξήγειρας τοῦ ἀρχαίου πτώματος· τὸν Χριστὸν γὰρ, τὸν ἀνορθοῦντα τοὺς κατεῤῥαγμένους, ἐγέννησας. δὴ Γ'. Ναυτιῶντα. Τὰ ψευδή σημεῖα, καὶ τὰς φασματώδεις δυνάμεις τοῦ Σίμωνος, Πέτρε, τοῦ καταράτου εἰς τὸ μηθὲν διαλύσας ἀνέλυσας, ως ήλιος γνόφον καὶ ὁμίχλην· καὶ πολλὰς δυνάμεις ἐν Θεῷ ἐποίησας. Η Θεοῦ σοφία ἡ ἐξουσιάζουσα πάντων, καὶ σοί, Πέτρε, δέδωκεν ἐξουσίαν πατεῖν ἐπάνω σκορπίων καὶ ὄφεων τῶν τε ὁρατῶν καὶ ἀοράτων, ὧν τῆς ἰοβόλου κακουργίας ῥῦσαί με. Καὶ μᾶλλον, Πέτρε, τους ώραιοτάτους σου πό δας. ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΓΕΩΡΓΙΟΝ, οὗ ἡ ἀκροστιχίς· Γεωργίου μάρτυρος ὑμνῶ τοὺς ἄθλους. Αίνος Ἰωάννου. Ὠδὴ Δ'. Ἦχος πλ. δ'. Αρματηλάτην. 153.] Γεοπονήσας τῷ σταυρῷ τὴν ἄρουραν τῆς διανοίας, καὶ ἐν αὐτῇ σπείρας ἀρετὰς ἐν δάκρυσι, θερίζεις ἀγαλλίασιν· διὰ γὰρ μαρτυρίου, Γεώργιο, εγεώργησας στάχυν ψυχοτρόφον ἀείζωον. Ἐν τῷ σφοδρῷ τῆς ἀσεβείας κλύδωνι ἔστης, ἀοί διμε, ὡς ἀῤῥαγής πέτρα, καὶ ὡς πύργος ἄσειστος, γενναίῳ ἀναστήματι τῆς στερεάς σου καρδίας τὰ τῶν κολάσεων κύματα λύων εἰς ἀφρώδεις πομφόλυγας. Αφθης ὡς λέων πεποιθὼς ὁ δίκαιος· τῶν ἀγεννῶν γὰρ παθῶν βασιλικῶς ἄρξας, ἀπτοήτως ὥρμησας ὡς λέων εἰς τὸ στάδιον, τοὺς ἐχθροὺς καταπλήττων ὡς τινας φαύλας ἀλώπεκας τῷ βασιλικῷ σου βροχή ματι Ῥοῦν τῆς ἀπάτης ἀκρατῶς φερόμενον, μάρτυς, ἀνέκοψας· τὸ γὰρ αὐτοῦ ζέον καὶ τὸ ἀκμαιότατον ραγδαίας προσβαλόντα σοι καὶ σφοδρῶς προσραγέν τα, οἷα φραγμὸς ἀκαθαίρετος, ὀπίσω χωρεῖν κατ ἠνάγκασας. πλ.
col. 1395–1396page 17 of 22
Hymnus in B. Georgium
PG 96:1395θεον. εἰ Θεοτόκιον. — Γλῶσσα βραδεία καὶ σαφῶς ἰσχυ φωνος, καὶ στόμα δύσηχίν σοι προσφωνεῖν ὕμνους εὐλαβοῦνται, Δέσποινα· σὲ γὰρ ὑμνοῦσιν ἅπασαι τῶν ἀγγέλων αἱ γλῶσσαι αἱ φλογεροί, καὶ πυρίμορφοι, καὶ τῶν ἀσωμάτων τα στόματα. Ὠδὴ Γ'. Ὁ στερεώσας. Ἵνα τῆς δόξης καὶ ζωῆς τῆς ἐν Χριστῷ κρυπτομένης ἐπιτύχης, κατεφρόνητας δόξης λυομένης, καὶ φθαρτῆς ἡλόγησας εὐλόγως ζωῆς· διὸ διὰ θανάτου εὗρες ζωὴν τὴν αἰώνιον. Οὐ κατενάρκησας καμών, οὐκ ἐκοπίασας ὅλως ὡς μαχόμενος πυρὶ καὶ σιδήρῳ, ὁ σιδήρου καὶ παντὸς ἀδάμαντος στερρότατος, ἀλλ᾽ οὕτως εκαρτέρεις ὡς θεωρὸς ἄλλου πάσχοντος. Ὑπὲρ Χριστοῦ προσομιλῶν, κολαστηρίοις οργάνοις κατατέμνουσιν ὡς μέρη, καὶ μέλη διαιροῦσιν εἰς λεπτὰ τὸ σῶμά σου, πολύαθλε· τὸν λογισμὸν ἑτήρεις ἄτμητον ἐκ τῆς ἀγάπης Χριστοῦ. Μαστιγωθεὶς διὰ Χριστὸν τὸν διὰ σὲ μαστιχθέντα, καὶ δοξάσας τοῖς σοῖς μέλεσι τοῦτον, ὡς τὰ στίγματα αὐτοῦ βαστάσας τῇ οἰκείᾳ σαρκὶ ἀντεδοξάσθης πλέον, δεδοξασμένο Γεώργιο. Θεοτόκιον. — Αμαρτιών με καταιγίς, ἀνομιῶν τρικυμία, ἀλλεπάλληλοι σπιλάδες κακίας συνωθοῦσιν εἰς βαθὺν βυθὸν τῆς ἀπογνώσεως· δός μοι, Παρθένε, χεῖρα, μὴ κῦμα ζώντα καλύψῃ με, Ὠδὴ Δ'. Σύ μου, Χριστέ, Κύριος. Ρητορικὴν ἐρεσχελίαν διέπτυσας, καὶ ἀσόφων φλήναφον, τῇ ἀληθείᾳ καὶ ἑαυτοῖς διαμαχομένων ἐρι στικοῖς ἀντιθέσεσι, Χριστοῦ Θεοῦ σοφίαν ὡς σοφός καὶ ἀγχίνους ἐκ ψυχῆς ἀγαπήσας, Γεώργιε. Τυφωνικαὶ σφοδρῶν βασάνων ἀντίπνοιαι, καὶ ματ στίγων ποταμοί πικρότατοι, καὶ πυραυγής θολερά βροχὴ ἅμα προσβαλόντα, καὶ αἰφνίδιόν σοι προσρήξαντα, οὐκ ἔπτωσαν τὸν πύργον τῆς σῆς ὁμολογίας ἐν τῇ πέτρα γὰρ τεθεμελίωτο. Υλῃ πολλῇ γὰρ ἐξάφθησαν σοι κάμινον, ὡς παστάδα δροσερὰν εἰσέδραμες· ἄγγελος θεῖος γὰρ και ταπτὰς οἷα πνοὴν δρόσου διασυρίζων ἐποίησε τὸ μέ νος τῆς καμίνου, ἐκτινάσσει τὴν φλόγα καὶ πυρὸς δυνατώτερον δείξας σε. Ρήμα Θεοῦ ζῶν καὶ ζωὴν παρεχόμενον ἐν σε γλώσσῃ φέρων, παναοίδιμε, νεκρὸν ἐζώωσας δι' αὐτ χῆς Έλληνα θανόντα πρὸ τῆς Χριστοῦ καταβάσεως η βαπτίσματι δὲ θείῳ βαπτίσας, τοῦτον ἐν γεέννῃ πι ρὸς ἠλευθέρωσας Θεοτ. δὴ Ε'. πικρῶς οἱμῶξαν, καὶ τὸν θεὸν Θεοῦ κήρυξ ἀνθρωπίνῃ φωνῇ ἐλεπτύνθη εἰς χοῦν. Ὑπ᾿ ἀνόμων ἀρχόντων βλέπων ὑβριζόμενον Θεὸν οὐκ ἤνεγκας, ἀλλὰ θείῳ ζήλῳ ἀναφθεὶς τὴν καρδίαν, διήλεγξας παρελθὼν εἰς μεγάλην τῶν πλανωμένων τὴν ἀπάτην, καὶ Θεὸν τὸν Χριστὸν ὡμολόγησας. Μαρτυρίου σου, Σώτερ, ἔψαλλες, δραμοῦσαι ὁδὸν καὶ τερφθήσομαι, ἐν τῷ καθηλοῦσθαι τοὺς ΝΟΤΑ.
col. 1397–1398page 18 of 22
PG 96:1397ὡραίους σου πόδας, Γεώργιε, σιδηραῖς κρηπίσι καὶ περιπείρεσθαι τοῖς ἥλοις, καὶ τῷ λύθρῳ φοινίσσον τὸ ἔδαφος. Νοερὸν ἀνδριάντα καὶ περικαλλὲς ὡραιότητος ἄγαλμα τοῦ Θεοῦ αἱ χεῖρες, αἱ τὸν ἄνθρωπον κατασκευάσασαι ἐν πολλῇ σοφίᾳ καὶ ἐπιστήμῃ ἐξεσάν σε καὶ εἰς κάλλος εὐρύθμησαν άφατον. Θεοτόκιον.- αρυόμενος λέων κύκλῳ περιέρχεται καταπιεῖν με ζητῶν τοῖς αὐτοῦ ὁδοῦσι· μή με δῴης εἰς θήραν, πανάμωμε, ἡ Θεὸν τεκοῦσα τὸν κραται παλάμῃ θείᾳ τῶν λεόντων τὰς μύλας συνθλάσαντα. 'δὴ Γ'. Τὴν δέησιν ἐκχεῶ. Τὸν τείναντα ἐπὶ ξύλου τὰς χεῖρας, καὶ τῇ λόγχῃ τὴν πλευρὰν ὀρυχθέντα, Λόγον Θεοῦ καὶ Θεὸν καταγγέλλων, ἀναρτηθεὶς ἐπὶ ξύλου, Γεώργιε, κοντοίς δι επείρου τὰς πλευράς, ἀλλ᾽ εὐχῇ τὰς ἀκμὰς αὐτῶν Αμβλυνας. Ο λίθων ἀναισθητότερος οὕτως, ὡς καὶ λίθοις ἀν αισθήτοις λατρεύων, ὑπτιόν σε ἐπ' ἐδάφους ἁπλώσας, λίθῳ βαλεῖ, ἐκπιέζει τὰ σπλάγχνα σου, αὐτὸς δὲ τήν πέτραν τῆς ζωῆς, τὸν πολύτιμον λίθον ἐπόθεις Χρι στόν. Ὑπέκκαυμα τοῦ πυρὸς τοῦ ἀσβέστου χρηματίζων ὁ υἱὸς ὁ τῆς γεέννης, νεοκαεῖ καὶ ζεούσῃ ἀσβέστῳ καταχωννύει σε, μάρτυς· ἀλλ' εὕρηκας συνήθως ἄγο γελον φρουρόν, τὸν ῥυόμενόν σε ἐκ νεότητος. Σιδήρου, λίθου, χαλκοῦ, ἀδάμαντος ἰσχυρώτερος, Γεώργιε, ὤφθης· ἕκαστον γὰρ τῶν ἀπηριθμημένων παραχωρεῖ τῷ πυρὶ δαπανώμενον· αὐτὸς δὲ, ὦ χά ριτος πολλῆς, καὶ παμφάγου πυρὸς ὑπερίσχυσας. Θεοτόκιον.— Απάτορα τὸν ἀμήτορα τίκτεις ὑπὲρ ἔννοιαν καὶ φύσιν καὶ λόγον, ἵνα Θεὸν ἀπεργάσηται θέσει· τὸν πεπτωκότα ἐλπίδι, θεότητος ἀξίωσον, Δέσποινα, κἀμὲ τῆς γλυκείας αὐτοῦ ὡραιότητος. δὴ Ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας. Θεοῦ σε τὸν ὁπλίτην οὐδὲν ἴσχυσε βλάψαι, οὐδὲ λυμήνασθαι, οὐ βράσματα λεβήτων, οὐ χάσματα λεόν των· οὐ γὰρ δὴ παραδώσει Θεὸς ψυχὴν θηρίοις αὐτῷ ἐξομολογουμένην. Λογισμῷ διαιτήσας τῇ ψυχῇ καὶ σαρκί σου, μάρ τυς Γεώργιε, τῷ πνεύματι τὸ σῶμα, τῷ κρείττονι τὸ χεῖρον νουνεχῶς καθυπέταξας, διαιτητής ἀκριβής φανεὶς τῶν πρὸς ἀξίαν. Ο κλεινὸς ἀθλοφόρος, ὁ πολλὴν παρρησίαν πρὸς τὸν Σωτῆρα πλουτῶν, τὸν πλοῦτον τῶν παθῶν μου, τὸν φόρτον τῶν κακῶν μου διασκόρπισον δέομαι, ἀνα κωχήν μοι διδούς, καὶ κουφισμὸν τοῦ βάρους. Υμνοις μάρτυς ὑμνείσθω, ὁ τὴν σύνεσιν μέγας, καὶ τὴν σοφίαν πολὺς, ὁ λόγοις στηλιτεύσας, καὶ ἔργοις θριαμβεύσας τὴν ἀπάτην τὴν ἄεργον, καὶ καταγγείλας Χριστὸν Υἱὸν Θεοῦ καὶ Λόγον. Θεοτόκιον.- Σὺ γενοῦ μοι προστάτις, σὺ φαιδρά παραστάτις, θεογεννήτρια! ἡνίκα τὴν ψυχήν μου ἐσχάτη καὶ μεγάλη καταλάβῃ περίστασις, καὶ ἐξελοῦ με χειρὸς λῃστῶν ἀεροπόρων. δὴ Η'. 'Επταπλασίως κάμινος. ᾿Αθανασίαν εὕρατο διὰ σοῦ ᾿Αθανάσιος, τῆς ἀθα νασίας ὁ φαιδρὸς ἐπώνυμος· τυράννου προστάξει γὰρ θανατηφόρον φάρμακόν σοι κεκερακὼς, ἀπαθῶς περ Αθανασίαν
col. 1399–1400page 19 of 22
PG 96:1399πωκότα ιδών σε, κατεπλάγη, καὶ τὸ κράτος ἐπέγνω Χριστοῦ τοῦ καθελόντος τὸν θάνατον θανάτῳ. Ἰσχὺν καὶ σθένος ἄμαχον οὐρανόθεν ζωσάμενος τὴν ἐπὶ τροχὸν περιφορὰν ὑπέφερες· τεμνόμενος ξίφεσι, ἵνας καὶ νεῦρα σπώμενος, καὶ περιθραυόμε νος ὀστῶν ἁρμονίας, καὶ δίκην ἀσταχύων θεριζόμενος πάντας τοὺς ἱερούς δακτύλους. Νεύροις ὠμοῖς ξαινόμενος τῶν χειρῶν καὶ ποδών σου, τὸν ἐχθρὸν ἐξηνεύρισας νεύρον σιδηρούν, οὗ προφανῶς ὁ τράχηλος. Χριστὸς γὰρ ἐνεύρου σε ὑπὲρ αὐτοῦ μαχόμενον, νεῦρά σοι χαλκᾶ περιτιθεὶς ὡς ὁ λόγος, καὶ δύναμιν ἐμπνέων τοῦ ποιῆσαι δυνάμεις ἐν τῷ Θεῷ, καὶ λῦσαι τὴν δύναμιν τοῦ σκότους. Οτι Θεὸς καὶ Κύριος ὁ Χριστὸς πάσης κτίσεως καὶ Δημιουργὸς τῆς ἀνθρωπίνης φύσεως, καὶ ἄκον τας ἔπειθες ὁμολογεῖν τοὺς δαίμονας, καίτοι φανε ρως φιλοψευδεῖς ὄντας φύσει· τὴν σὴν γὰρ δεδιότες κατ' αὐτῶν ἐξουσίαν, ὡς δοῦλοι μαστιγίας, τὸ προσ ταχθὲν ἐνεπλήρουν. Θεοτόκιον. Σάρκα λαβὼν ὁ ἄσαρκος ἐκ παν άγνων αἱμάτων σου, τὸν καθυπαχθέντα σαρκικούς θελήμασι, καὶ πνεύματος άμοιρον γεγεννημένον άν θρωπον, Πνεύματος ἁγίου παροχή δυναμώσας, του φῶς ὑποπιέζειν τὸ δυσάγωγον σῶμα, δουλαγωγείν τε τοῦτο ἐνίσχυσε, Παρθένε. ᾠδὴ θ'. Ἔφριξε πᾶσα ἀκιή. Ιδρύσας σου τὰ νοητὰ διαβήματα ἐν πέτρᾳ τῆς πίστεως, τὰ ἀφιδρύματα τὰ τῆς ἀπάτης εἰς χοῦν ἐλέπτυνας· κλίνας αὐχένα δὲ Θεῷ καὶ ξίφει τὴν κάραν σου ἀποτμηθεῖς, ἀθλητά, πρὸς τὴν πάντων κεφαλήν ἀνελήλυθας. Ως κρίνον χιονοφεγγὲς ἐν κοιλᾶσι τῶν μαρτύρων ἐξήνθησας· τῷ θείῳ λύθρῳ δὲ τῷ τῆς ἀθλήσεως φοι νισσόμενος, ῥόδον ἐφάνης ἐρυθρόν, εὐῶδες, μυρί πνουν, καὶ πᾶσιν ἔπνευσας ὑπερκόσμιον ὀσμὴν τῶν παθῶν τοῦ Χριστοῦ. Μόνον σιδήρου παντὸς τὸ πολύαθλόν σου σώμα στεῤῥότερον ὤφθη, Γεώργιε, βασάνων σφύραις μένον ἀτύπωτον· ὡς δὲ ἐν ὕδατι ψυχρῷ τῷ σῷ θερμῷ απ ματι βαφὲν ἐστώμωται, τῷ πυρὶ προχαλκευθὲν τῆς ἀγάπης Χριστοῦ. Νικήσας χάριτι Χριστοῦ τοῦ νικήσαντος τὸν κά σμον, ὡς ἔφησε τοῦ κοσμοκράτορος τὰς ἐξουσίας καὶ Θεοτόκιον. μισανθρώπους ἀρχάς· τροπαιοφόρος ἀθλητὴς γῆθεν ἀνεφοίτησας πρὸς τὰ οὐράνια, δεξιᾷ νικοποιῷ στεφθησόμενος. Νάμασι τοῖς τῶν ποταμῶν παρισοῦνται τὰ ἄπειρα θαύματα, ἅπερ ἐτέλεσας, καὶ ζῶν καὶ ἔτι μετὰ τὸ τέλος τελεῖς· ὄντως γὰρ ζῶσιν ἐν Θεῷ καὶ μετὰ τὸν θάνατον ἀληθῶς οἱ δίκαιοι· ἐν χειρὶ γὰρ τοῦ Θεοῦ αἱ ψυχαὶ αὐτῶν. Οὐκ ἔχων λόγου προφοράν, οὐδὲ γλώσσαν ύμνο γράφον πάντα δεδυνημένην καλῶς τὰ σὰ γεραίρειν ἀνάριθμα· ῥήματα ιδού, μαρτύρων καλλονή, προσδέχου· τρέπομαι καὶ ἱκετεύω τὸν Σωτήρα μου Χριστὸν ἐλεῶσαι με. Θεοτόκων.
col. 1401–1402page 20 of 22
PG 96:1401ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΒΛΑΣΙΟΝ, οὗ ἡ ἀκροστιχίς· Βλαστοὺς ἀνυμνῶν τῶν πόνων τοῦ Βλασίου ἐγὼ Ιωάννης. Ωδή Α'. Ἦχος πλ. δ'. 'Αρματηλάτην. [ 172 ] ᾿Αληθῶς καθυποτάξας, Βλάσιε, πάθη τὰ ἄλογα τῷ ἀρχικῷ λόγῳ, βασιλέως πρόσταγμα καὶ λόγον ἐφαύλισας, Βασιλέα κηρύξας, οὗ ἡ ἀρχὴ ἀδιάδοχος καὶ βασιλεία αἰώνιος. Σοφίαν ἐν ἀνοίξει στόματος δίδου μοι, Λόγε Θεοῦ, τὸν ἱερὸν ὄντως ἀνυμνῆσαι Βλάσιον· αὐτὸς γὰρ τούτῳ ἔδωκας σοφίαν, ᾗ ἀντιστῆναι οὐκ ἴσχυσαν οἱ αὐτῷ ἀντικείμενοι. Αμπέλου, Πάτερ, ζωηφόρου γέγονας κλῆμα που λύφορον, τὰς ἀρετὰς φέρων ὡς πεπείρους βότρυας ἀποτυλώμενος ξίφει δὲ καὶ ποσὶν οὐχ ὡραίοις ἀπο Ολιβεὶς πᾶσι, Βλάσιε, οίνους κατανύξεως ἔβλυσας. Προφανῶς ἐπὶ τῶν ἔργων δέδειξαι, κατὰ τὸν μέσ γαν Ιώβ, ἀληθινὸς, πρᾶος, συμπαθὴς, καὶ δίκαιος, εὐσεβὴς καὶ ἄμεμπτος, ἀπεχόμενος ὄντως ἐκ πονηροῦ πράγματος, ἱερομαρτύρων ἀγλάϊσμα. Θεοτόκιον. Ἐκ τῆς ῥίζης Ἰεσσαὶ βλαστήσασαν ῥάβδον ὑπέρτιμον, τὸ τὸν Χριστὸν ἄνθος, ἀληθῶς ἀμάραντον, ὑπὸ σοῦ ἀνθήσασαν τὴν ἁγίαν Παρθένον, Θεοῦ τὴν πόλιν τὴν ἔμψυχον ἱεροπρεπῶς μακαρίσωμεν. Ὠδὴ Γ'. Οὐρανίας. Βουληθέντες ζωγρῆσαι σε πρὸς σφαγὴν ἄδικον, ὄντες ὑπὸ σοῦ ζωγρηθέντες πρὸς αἰωνίαν ζωὴν Θεῷ προσήχθησαν θήραμα ζώων αλόγων πολλῷ τιμιωτάτων τῷ Παντοκράτορι. Ὑπὲρ ἄμμον θαλάσσης τὰ σὰ, σοφέ, θαύματα παύεις γὰρ ψυχῶν καὶ σωμάτων πάθη ἀνίατα λαιμῶν παθήματα καὶ φλεγμονὰς διαλύεις, καὶ τὰ κατὰ τὴν φάρυγγα ξηραίνεις ρεύματα. Σεβαστείας τὸν μέγαν.... ὡς.... ᾿Αγρυπνία συντόνῳ καὶ προσευχῇ γέγονας τόπος, ὄρος τῷ Κυρίῳ καὶ Θεῷ Ἰακώβ· ἅγιον σκήνωμα γὰρ καὶ Πνεῦμα, ἡ Τριὰς ἐσκήνωσεν ἐν τῇ καρδίᾳ σου. Θεοτόκιον. Νοεράν σε λαβίδα τὸν ἀληθινὸν άνθρακα φέρουσαν Χριστὸν ἐν ἀγκάλαις ἔγνωμεν, Δέσποινα· ἐν ᾧ κατάφλεξον τὰ φρυγανώδη μου πάν θη, καὶ τὸν νοῦν καθαρὸν ὑλομανήσαντα. Ὠδὴ Δ'. Εισακήκοα, Κύριε. Υπερέβης τὴν αἴσθησιν καὶ τὸν ὑπέραισχρον παρο εχώρησας, χρυσαῖς πτέρυξιν ἱπτάμενος τῆς ἱερω σύνης καὶ ἀθλήσεως. Μυροθήκη γενόμενος Πνεύματος ἁγίου καὶ εὐωδία Χριστοῦ, τὴν ὀσμὴν τῆς αὐτοῦ γνώσεως καὶ τῶν πα θημάτων ἔπεισας. Νοσευμένων λυτήριον, πονηρῶν πνευμάτων φυγαδευτήριον καὶ δαιμόνων δέος ἄστεκτον καὶ βαρεία μάστιξ τὸ σὸν ὄνομα. Ὣς ποιμὴν μὲν ἐποίμανας, ἄνωθεν ὡς πρόβατα ποιμαινόμενος, τῷ τιθέντι δὲ ὡς πρόβατον, ὡς κριός προσηνέχθης, ἱερώτατε. Θεοτόκιον. — Τὸν ἐν πᾶσιν ἀχώρητον ἀστενοχω
col. 1403–1404page 21 of 22
Hymnus in S. Blasium
PG 96:1403ρήτως, Κόρη, ἐχώρησας οὐρανῶν εὐρυχωρότερο ὑπὲρ νοῦν· καὶ ὡς καλὸς παιδοτρίβης άκακα παιδία καὶ βρέφη ἀκηδῆ.... Ωδή Ε'. Ινα τί με χρήματα.... τῷ Θεῷ προσῆξας καθαρά ὡς ἀρνία καὶ ἄμωμα ὁλοκαυτωθέντα διά πυρός και νοῦ τοῦ ξίφ.... ὀσμὴν εὐωδίας τῷ Κτίσαντι; Νυσταγμὸν ῥαθυμίας ἀποτιναξάμενος ἀπὸ βλεφάρων σου, πανημέριος τε καὶ παννύχιος Θεῷ προσήδρευες, προσευχαῖς σχολάζων ἐπαγρύπνοις και μοῖς καὶ ὕμνοις, καὶ αῦλος αὐτῷ συγγενόμενος. Πάντα πόνον κουφίζων, πᾶσαν μαλακίαν καὶ νόσον Ιώμενος, τοὺς προστρέχοντάς σοι δι' εὐχῆς καὶ ἀφῆ; ἐθεράπευες· δωρεάν λαβὼν γὰρ, καὶ δωρεὰν ἐδίδους πᾶσι, ὡς Χριστοῦ μαθητής γνησιώτατος. Ὁ τῶν πόνων σου καρπὸς στάχυν μαρτυρίου ένας στησε, Βλάσιε, αἰκισμῶν δρεπάνῃ θεριζόμενον επ συναγόμενον εἰς ἀποθήκας τῶν οὐρανῶν, καὶ τῷ Δεσπότῃ καθαρώτατον ἄρτον γινόμενον. Θεοτόκιον. Νῦν σε, Πάναγνε, πᾶσαι γενεαί γενεῶν μακαρίζουσι, μακαρίαν οὖσαν· ὁ μακάριος μόνος Δεσπότης γὰρ κατὰ δυναστείας δαιμονικής δυόμενός με, διὰ σοῦ φιλάνθρωπος ἐπέφανεν. ηδη Γ. Ως πάλαι τὴν τοῦ ἰχθύος ἄκανθαν ἐμπαγείσαν τῷ λαιμῷ τοῦ παιδίου, οὕτω καὶ νῦν ὡς ὀξείαν β[ολίδα] ἐν τῷ λαιμῷ τῆς ψυχῆς ἱσταμένου στο τὴν ἄκανθαν τῶν ἡδονῶν, ἀναφεῖ ἐπαφῇ σου ἐξ έλαυνε. Νεκρώσεως δερματίνους χιτῶνας καὶ τὸ πάθος τῆς φθορᾶς ἐξεδύσω καταστολὴν ἀφεὶς, καὶ δόξης ἀμφιεσάμενος διὰ γυμνώσεως· γυμνὸς γὰρ ἐκρύ πτιος δεθεὶς τὰς πλευρὰς κατεσκάφης τοῖς δου ξιν. Τὸ χαῦνον καὶ ἀσθενὲς τοῦ θήλεως τῷ στεῤῥῷ τῶν σῶν ἀγώνων ἐῤῥώσθη, καὶ ἀνδρικῶς τῷ ἐχθρῷ συν επλάκη· ἀντικατέστη καὶ γὰρ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν πονηράν, ὑπὲρ φύσιν ἀνταγωνιστ μενον. Ο θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ ἐπὶ γνῶσιν ἀληθείας ταῖς σαῖς εὐχαῖς τὰς γυναῖκας στο μώσας, ἃς ἐν δεσμοῖς κατὰ Παῦλον ἐγέννησας, πρὸς ξίφος καὶ μάστιγας καὶ πῦρ ἀντιτάξασθαι ταύτας ἐνίσχυσεν. Θεοτόκιον. — Ὑπὲρ ὕψους οὐρανοῦ σε σκήνωμα ὁ Δομήτωρ οὐρανοῦ, Θεομήτωρ, εὑρὼν ἐν γῇ, ὡς νυμφίος προῆλθε ἐκ φωτοφόρου παστοῦ τῆς νηδύο; σου, τὴν σάρκα νυμφεύσας ἑαυτῷ ὁ Θεὸς τῶν οὐρα νῶν καὶ πάσης σαρκός. 'Ὠδὴ Ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας. Βακτηρίαν τοῦ γήραος ὡς δυνατὴν, φέρων τὸν θεῖον σταυρόν· τυπτόμενος ταῖς ῥάβδοις ἡ ῥάβδος εὐσεβείας νῦν καὶ ἡ βακτηρία σου έ... καὶ παρ εκάλεσέν με. Λύκου στόμα παμφάγον, χαλινῷ... χορηγεῖ θείᾳ χάριτι καὶ νοσημάτων αχλύν αἴγλῃ θαυμάτων λύεις. Συγκλεισάμεναι λάκκῳ.... γυναῖκες, τοὺς οὐρα
col. 1405–1406page 22 of 22
PG 96:1405νίωνας τοὺς μάκαρας αθλίους ἀπέφηναν, καὶ τούτους τῷ βυθῷ καθώρμησαν, Μωσαϊκῷ κατ' αὐτῶν τερα τουργοῦσαι τρόπῳ. Θεοτόκιον. Ἵνα σώσῃ τὸν κόσμον ὁ Ποιήσας τὸν κόσμον, ὤφθη βροτὸς ἐπὶ γῆς· καὶ γὰρ συν ανεστράφη ἀνθρώποις φιλάνθρωπος, ἐραθεὶς ὄντως ἄνθρωπος ἐν τῇ δούλου μορφῇ μητρὸς ἐξ ἀπειράνδρου. Ωδή Η'. 'Επταπλασίως. Ως ἁγίῳ Πνεύματι κουφιζόμενος, Βλάσιε, λίμνης ἐπὶ νώτων ἀσφαλῶς ὀχούμενος, ατρέμας ἐβάδισας καθ᾽ ὑγρὰν ὁδὸν τῷ παντί, καὶ ἐπὶ λεπτῆς ἐπιφανείας ὑδάτων κεκάθηκας ἑδραίος, στερεοῦ τινος ὥσπερ ἔχοντος βυθόθεν ἠρέμα σου τὸ σῶμα. Υλογεώδεις άψυχοι οἱ θεοὶ χρηματίζοντες άρδην ἀπώλεσαν, εἰς βυθόν κατέδυσαν, κἀκεῖνο πεπόνθασιν ὅπερ αὐτοὶ δεδράκασι, ρίψαντες πολλοὺς ὑπὸ Χρι στὸν ποιμένα, ὡς νῦν τοὺς στρατιώτας τοὺς αὐτοῖς πεποιθότας, τοὺς ὄντως παραπλήγας, τοὺς ὄντως ηλιθίους. Ἐπὶ ἄντυγος καταπτὰς θεῖος ἄγγελος ἐπικαθη μένῳ τοῖς τῆς λίμνης ὕδασι, τὸ, Χαῖρε, σοὶ φθέγγεται, καὶ γλυκερῷ φιλήματί σε επιχαρίτως καὶ ἀσπάζεται λέγων· Ανάστηθι καὶ δεῦρο, ἀπολάμβανε χαίρων τὸν στέφανον τῆς δόξης, τὸν σοὶ ἡτοιμασμένον. Γῆ, καὶ πηλὸς, καὶ βόρβορος, χρηματίζων τύ ραννος γήϊνα φρονεῖ καὶ κοσμικὰ λογίζεται· τὸ μέγα τεράστιον τῆς τοῦ Χριστοῦ δυνάμεως, δαίμοσι σα προῖς ἀνατιθεὶς ἀνιάτως.... τον γὰρ ὄντως ὀνομάζειν σωτήρα τους προαπολωλότας ὑπ' ἀσθενῶν γο νέων. Θευτόκιον. -- Ὡς καθαρὰν κατοικήσας τὴν μή τραν σου ὁ Δημιουργὸς τῆς ἀνθρωπίνης φύσεως, ἐξῴκησε, Δέσποινα, τὴν ἐν ἡμῖν οἰκήσασαν προπα τορικὴν παρθενίαν, τοὺς πάλαι πικρῶς ἀποικισθέντας τοῦ τερπνοῦ παραδείσου, ἐνῴκισεν ἐν τούτῳ αὐτὸν δοξολογοῦντας. Ωδή θ'. Ἐξέστη ἐπιτιμῶν. Ἰλύϊ καὶ βορβόρῳ ἁμαρτιῶν, οἷα χοίρος ἀεὶ κοιταζόμενος, καὶ τὸν ὑγρὸν βίον, τὴν ῥέουσαν ἡδονὴν διώκων, ἅρπασμα πρόκειμαι τῷ λύκῳ τῷ νοητῷ, αὐτοῦ Θεοῦ θεράποντος τῆς θήρας ἐξελοῦμαι, μήποτε βρώμα τούτων γένωμαι. Ὡραῖοί σου οἱ πόδες, ἱερουργε· τὴν εἰρήνην γὰρ τὴν ὑπερέχουσαν ἅπαντα νοῦν, καὶ τὰ ὑπὲρ ἔννοιαν ἀγαθὰ εὐαγγελίσω, Βλάσιε, βήματι τυράννου, παρ εστηκὼς ἐν ὕδασι πολλοῖς τε τὰς τρίβους ἐποιήσω, καὶ οὐκ ἐγνώσθησαν τὰ ἴχνη σου. Καὶ ἔπνιξας ἀγχόνῃ τῶν νηστειῶν λαιμαργίαν θηρίων ἀκόρεστον, σκύλλαν πικράν, ύδραν πολυ κέφαλον, μυθικήν· ἐντεῦθεν χάριν εἴληφας τὰ κατὰ τὸν θώρακα καὶ λαιμὸν πηγνύμενα ὀστέα ἐξέλκειν ἀνωδύνως θείᾳ προσψαύσει τῶν λειψάνων σου. όδους διαρτίας μεταλαχὼν ἐπαλλήλοις πάλαι νοσήμασιν, ἔλκων ζωὴν πολυπαθεστάτην και μοχθής ράν· τὸ γὰρ τῆς ὕλης.... κτον πάντοτε φερόμενον,
Page scan enlarged

Notebook

Full View