PG 31Basil the Great
On Baptism, Books I–II
Printed pages · scan text
diplomatic · TLG-E
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.

ProemProoemium

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 31:1513ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ, ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ.

Discourse 1ΛΟΓΟΣ Α

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΛΟΓΟΣ Α. Ὅτι δεῖ πρῶτον μαθητευθῆναι τῷ Κυρίῳ, καὶ τότε καταξιωθῆναι τοῦ ἁγίου βαπτίσματος. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπολαβὼν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ, εἰπόντος διὰ Δαβὶδ τοῦ προφήτου· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, προσλαβόμενος τοὺς ἑαυτοῦ μαθητὰς, φανεροῖ αὐτοῖς πρῶτον τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν παρὰ τοῦ Πατρὸς, εἰπών· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· καὶ τότε ἀποστέλλει αὐτοὺς, λέγων· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. Ἐπεὶ οὖν, προστάξαντος τοῦ Κυρίου πρῶτον, Μαθητεύσατε πάντα τὰ ἔθνη, καὶ τότε ἐπαγαγόντος, Βαπτίζοντες αὐτοὺς, καὶ τὰ ἑξῆς, ὑμεῖς μὲν, τὸ πρῶτον σιωπήσαντες, τοῦ δευτέρου τὸν λόγον ἡμᾶς ἀπῃτήσατε· ἡμεῖς δὲ λογισάμενοι παρ’ ἐντολὴν τοῦ Ἀποστόλου ποιεῖν, ἐὰν μὴ εὐθὺς ἀποκρινώμεθα, εἰπόντος· Ἕτοιμοι ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον· παρεδώκαμεν τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου βαπτίσματος, ἔχοντος δόξαν ὑπὲρ τὸ τοῦ μακαρίου Ἰωάννου· μνημονεύσαντες ὀλίγα ἐκ πολλῶν τῶν περὶ αὐτοῦ ἐν ταῖς θεοπνεύστοις Γραφαῖς εἰρημένων. Ὅμως ἀναγκαῖον εἶναι ἐλογισάμεθα ἐπὶ τὴν παραδεδομένην ὑπὸ τοῦ Κυρίου τάξιν ἀναδραμεῖν, ἵνα οὕτω καὶ ὑμεῖς πρῶτον τοῦ, Μαθητεύσατε, τὴν δύναμιν γνόντες, εἶτα ἀκολούθως τὸν περὶ τοῦ ἐνδοξοτάτου βαπτίσματος λόγον παραλαβόντες, ἐπὶ τὴν τελειότητα εὐοδωθῆτε, διδασκόμενοι τηρεῖν ὅσα πάντα ἐνετείλατο ὁ Κύριος τοῖς ἰδίοις μαθηταῖς, καθὼς γέγραπται. Ἐνταῦθα μὲν οὖν, Μαθητεύσατε, εἰπόντος, ἠκούσαμεν·
PG 31:1514λοιπὸν δὲ χρεία τῶν ἀλλαχοῦ περὶ τοῦ τοιούτου εἰρημένων προστάγματος μνημονεῦσαι, ἵνα πρῶτον μὲν τὸ φρόνημα εὐάρεστον τῷ Θεῷ κατορθώσαντες, ἔπειτα δὲ τὴν πρέπουσαν καὶ ἀναγκαίαν τάξιν φυλάξαντες, οὕτω τοῦ δυνατοῦ, κατὰ σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μὴ ἐκπέσωμεν. Σύνηθες γὰρ τῷ Κυρίῳ τὰ ὁριστικῶς που προσταχθέντα διὰ τῶν ἐν ἄλλοις τόποις εἰρημένων σαφῶς παραδιδόναι· ὡς τὸ, Θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ. Ἁπλῶς γὰρ οὕτως εἰπὼν ἐνταῦθα, τὸ, πῶς, ἐν ἑτέρῳ τόπῳ σαφηνίζει, λέγων· Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐντοῖς οὐρανοῖς. Καὶ πολλὰ ἄλλα ὁμοίως Μαθητὴς μὲν οὖν ἐστιν, ὡς μανθάνομεν παρ’ αὐτοῦ τοῦ Κυρίου, πᾶς ὁ τῷ Κυρίῳ προσερχόμενος, ὥστε ἀκολουθεῖν αὐτῷ, τουτέστιν, ἀκούειν τῶν λόγων αὐτοῦ· πιστεύειν τε καὶ πείθεσθαι αὐτῷ, ὡς Δεσπότῃ, καὶ βασιλεῖ, καὶ ἰατρῷ, καὶ διδασκάλῳ ἀληθείας, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, καὶ τοῦτο ἐὰν μένῃ ἐν αὐτοῖς, καθὼς γέγραπται· Ἔλεγεν οὖν πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους·
Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγω τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς· ἐλευθερίαν δηλονότι ψυχῆς, ἀπὸ τῆς τοῦ διαβόλου πικρᾶς τυραννίδος, ἐν τῷ ῥυσθῆναι ἀπὸ τῆς τῶν ἁμαρτημάτων καταδυναστείας· Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, καὶ τῆς κατακρίσεως τοῦ θανάτου· καθὼς καὶ παρέδωκεν ἡμῖν Παῦλος ὁ Ἀπόστολος εἰπών· Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν, ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· καὶ πάλιν· Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Τὸν δὲ πιστεύοντα τῷ Κυρίῳ, καὶ προσάγοντα ἑαυτὸν ἐπιτήδειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρῶτον μὲν ἀφίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ παντὸς ἀφέλκοντος τῆς ὀφειλομένης κατὰ πολλοὺς λόγους τῷ Κυρίῳ εὐπειθείας, κἂν εὐλογοφανεῖς εἶναι δοκῶσιν.
PG 31:1516Ἀδύνατον γὰρ, ἁμαρτίαν ποιοῦντα, ἢ ἐμπλεκόμενον ταῖς τοῦ βίου τούτου πραγματείαις, ἢ ἐν φροντίδι καὶ αὐτῶν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων, δουλεῦσαι, οὐχ ὅτι γε μαθητευθῆναι, τῷ Κυρίῳ τῷ οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, Δεῦρο, ἀκολούθει μοι, πρὶν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα, καὶ δοῦναι τοῖς πτωχοῖς. Ἀλλ’ οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι Ταῦτα πάντα ἐφύλαξα. Ὁ γὰρ μήπω λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ καθαρισθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ διαβόλῳ, καὶ κρατούμενος ὑπὸ τῆς ἐνοικούσης αὐτῷ ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ, τῷ ἀπαράβατον ἀπόφασιν δεδωκότι, ἐν τῷ εἰπεῖν· Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ δοῦλος τῆς ἁμαρτίας οὐ μένει ἐν τῇ οἰκίᾳ. Μαρτυρεῖ δὲ καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, γράψας· Ὁ δὲ δοῦλος τῆς ἁμαρτίας ἐλεύθερός ἐστιν ἀπὸ τῆς δικαιοσύνης. Καὶ πάλιν ὁ Κύριός φησιν· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, καὶ τὰ ἑξῆς.
Καὶ ἔδειξε δι’ ὧν ἐδίδαξεν ὁριστικῶς καὶ πολυτρόπως, ὅτι οὔτε οἱ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἑαυτοῖς μεριμνᾷν ἀνεχόμενοι δουλεύειν Θεῷ δύνανται, οὐχ ὅτι γε μαθητευθῆναι. Ὅθεν ἔμαθεν ὁ Ἀπόστολος πλατύτερον θεωρήσας εἰπεῖν· Τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Καὶ πάλιν ὁριστικῶς· Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. Ἔτι δὲ ἐντρεπτικώτερον ἡμῖν παραδιδοὺς, τί εἶπε, μνημονεύσωμεν. Οἶδα μὲν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω ἀγαθὸν, τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ κακὸν, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ, ὅτι καλός.
PG 31:1517Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Καὶ τοῦτο αὐτὸ τὸ θεώρημα διὰ πλειόνων ἐπεξεργασάμενος, ὅτι ἀδύνατον τὸν κρατούμενον ὑπὸ ἁμαρτίας δουλεύειν τῷ Κυρίῳ, φανερῶς ὑποδεικνύει ἡμῖν τὸν λυτρούμενον ἡμᾶς ἐκ τῆς τοιαύτης τυραννίδος ἐν τῷ εἰπεῖν· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Καὶ μετ’ ὀλίγα ἐπάγει· Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν. Καὶ διὰ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων τὴν μεγάλην τῆς φιλανθρωπίας χάριν τοῦ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς παρίστησιν, εἰπών· Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Ἐν ἑτέρῳ δὲ τόπῳ θαυμασιωτέραν θεωρῶν τὴν ἐν Χριστῷ φιλανθρωπίαν τοῦ Θεοῦ, φησί·
Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Ἀνάγκη οὖν πᾶσα ἔκ τε τῶν μνημονευθέντων καὶ τῶν ὁμοίων, εἴ γε μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ ἐδεξάμεθα, ῥυσθῆναι πρῶτον τῆς δυναστείας τοῦ διαβόλου, ἐνάγοντος τὸν ὑφ’ ἁμαρτίας κρατούμενον ἐφ’ ἃ μὴ βούλεται κακὰ, καὶ τότε ἀπαρνησάμενον πάντα τὰ παρόντα, καὶ ἑαυτὸν, τῆς τε προσπαθείας τοῦ ζῇν ἀναχωρήσαντα, μαθητευθῆναι τῷ Κυρίῳ, καθὼς αὐτὸς εἶπεν· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι, ὅπερ ἐστὶ, μαθητής μου γινέσθω. Τὸ δὲ αὐτὸ πλατύτερον καὶ ἀποδεικτικώτερον καὶ ἀποφαντικώτερον παραδίδωσιν ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, οὗ μνημονεύσομεν μετ’ ὀλίγα. Λυτρούμεθα δὲ πάντες τῆς τοιαύτης τῶν ἁμαρτιῶν κατακρίσεως οἱ πιστεύοντες τῇ χάριτι τοῦ Θεοῦ τῇ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Τοῦτο μου ἐστὶ τὸ αἷμα τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· μαρτυροῦντος δὲ καὶ τοῦ Ἀποστόλου δι’ ὧν γράφει ποτὲ μέν·
PG 31:1519Ἀγαπᾶτε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ· ποτὲ δέ· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου· καὶ πολλὰ τοιαῦτα. Ὅταν οὖν δοθῇ ἄφεσις τῶν ἁμαρτημάτων, τότε λαμβάνει ὁ ἄνθρωπος τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν παρὰ τοῦ ἐξαγοράσαντος ἡμᾶς Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, εἰς τὸ δύνασθαι προσελθεῖν τῷ λόγῳ. Καὶ τότε οὔπω τίς ἐστιν ἄξιος ἀκολουθῆσαι τῷ Κυρίῳ (πάλιν λέγω), οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, Δεῦρο, ἀκολούθει μοι, πρὶν εἰπεῖν, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Ἀλλ’ οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν καθαρεύειν πάσης παραβάσεως, τῷ εἰπεῖν πεποιηκέναι πάντα τὰ ὑπὸ τοῦ Κυρίου εἰρημένα. Ὡς καὶ ἐν τούτῳ τὴν τάξιν φυλάττεσθαι ἀναγκαῖον. Οὐ μόνον δὲ ὑπαρχόντων, καὶ τῶν ἀναγκαίων πρὸς τὸ ζῇν καταφρονεῖν διδασκόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμένων κατά τε νόμον καὶ φύσιν δικαίων καθηκόντων ὑπερφρονεῖν διδασκόμεθα, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος·
Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· ὁμοίως καὶ περὶ τῶν λοιπῶν τῶν ἐγγυτάτων οἰκείων, δῆλον δὲ, ὅτι πολὺ πρότερον τῶν ποῤῥωτέρω καὶ ξένων τῆς πίστεως. Οἷς ἐπάγει· Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος· ὅπερ κατορθώσας ὁ Ἀπόστολος, εἰς ἡμετέραν διδασκαλίαν γράφει· Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός. Πάλιν δὲ τοῦ Κυρίου ἔστι μνημονεῦσαι, εἰπόντος κατὰ πρόσωπον ἑκάστῳ, τῷ μὲν εἰπόντι, Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ, ἀπελθὼν, διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ· τῷ δὲ εἰπόντι· Ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ συντάξασθαι τοῖς εἰς τὸν οἶκόν μου, ἐπιπληκτικώτερον καὶ μετὰ ἀπειλῆς σφοδροτέρας. Εἶπε γάρ·
PG 31:1520Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Οὕτω καὶ τὸ πρὸς ὀλίγον ἀναβολὴν ἐμποιοῦν τῇ ὀφειλομένῃ τῷ Κυρίῳ ἀμετεωρίστῳ ὑπακοῇ καθῆκον ἀνθρώπινον, κἂν δοκῇ εὔλογον εἶναι, ἀλλότριόν ἐστι τοῦ θέλοντος μαθητευθῆναι τῷ Κυρίῳ, καὶ ἀπειλῆς δεινοτέρας ἄξιον. Καθολικώτερον δὲ νομοθετεῖ λέγων· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι. Ἐὰν δὲ ἔλθωμεν εἰς μνήμην τῶν ὑπὸ τοῦ Κυρίου εἰρημένων πρὸς τὸν εἰπόντα· Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· φοβερώτερον κρῖμα ὀργῆς καὶ ἀποτομίας μανθάνομεν, καὶ πάσης ἐλπίδος ἀγαθῆς ἀπαλλοτριοῦν τοὺς τοιούτους. Λέγει δὲ οὕτως· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Καὶ ἀπέστειλε τὸν δοῦλον αὑτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά·
ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλε τῷ κυρίῳ αὑτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὑτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπήρους, καὶ τυφλοὺς, καὶ χωλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον αὑτοῦ· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πάλιν δὲ αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἀποσταλεὶς παρὰ τοῦ Πατρὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον, ἑαυτῷ ἐμμένων, καὶ τὸ θέλημα τοῦ ἀγαθοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ πληρῶν, τῇ ἀποφάσει τῆς ἀποτομίας διδασκαλίαν ἐπάγει, τὴν ἀξίους ἡμᾶς ποιοῦσαν μαθητὰς αὑτοῦ γενέσθαι, καί φησιν·
PG 31:1522Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα αὑτοῦ, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. Μῖσος δηλονότι, οὐ μελέτην ἐμποιοῦν ἐπιβουλῆς, ἀλλ’ ἀρετὴν θεοσεβείας ἐν παρακοῇ τῶν ἀφελκόντων. Καὶ ὅστις, φησὶν, οὐ βαστάζει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. Ὅπερ συντεθεῖσθαι δοκοῦμεν διὰ τοῦ ἐν τῷ ὕδατι βαπτίσματος, ὁμολογοῦντες συνεσταυρῶσθαι, συντεθνηκέναι, συντεθάφθαι, καὶ τὰ ἑξῆς, καθὼς γέγραπται. Στοχαζόμενος δὲ τῆς ἡμετέρας ἀσθενείας, καὶ δι’ ὑποδειγμάτων ηὐδόκησε βεβαιῶσαι ἡμῶν τὰς καρδίας ἐν πληροφορίᾳ τῆς ἀληθείας, καὶ ἑτοιμοτέρους κατεργάσασθαι πρὸς ὑπακοὴν, δι’ ὧν φησι· Τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν, ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες, ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι;
Ἢ τίς βασιλεὺς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ καθίσας πρότερον βουλεύεται, εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν; Εἰ δὲ μήγε, ἔτι πόῤῥω αὐτοῦ ὄντος, πρεσβείαν ἀποστείλας, ἐρωτᾷ τὰ πρὸς εἰρήνην. Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; Οὔτε εἰς τὴν γῆν, οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Εἰ τούτοις πιστεύομεν, ἐλευθερωθέντες πρῶτον τῆς τοῦ διαβόλου καταδυναστείας, ἐν τῷ ἀπέχεσθαι παντὸς ἐπιθυμητοῦ πράγματος τῷ διαβόλῳ, χάριτι τοῦ Θεοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἴ γε μὴ εἰς κενὸν ἐδεξάμεθα τὴν τοιαύτην χάριν, ἔπειτα ἀποταξάμενοι οὐ μόνῳ τῷ κόσμῳ καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, ἀλλὰ καὶ τοῖς πρὸς ἀλλήλους δικαίοις καθήκουσιν, ἔτι δὲ καὶ τῇ ἑαυτῶν ζωῇ, ὅταν τι τούτων ἀφέλκῃ ἡμᾶς ἀπὸ τῆς ὀφειλομένης τῷ Θεῷ ἀμετεωρίστου καὶ ταχείας ὑπακοῆς, οὕτω καταξιούμεθα μαθηταὶ τοῦ Κυρίου γενέσθαι·
PG 31:1524παιδευόμενοι λοιπὸν ὑπό τε Μωϋσέως καὶ τῶν προφητῶν, εὐαγγελιστῶν τε καὶ ἀποστόλων, τήν τε ἐν ἀρχῇ τοῦ Θεοῦ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ποίησιν πάντων ὁρατῶν τε καὶ ἀοράτων, τά τε ἱστορούμενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς τῆς τοῦ Θεοῦ χρηστότητος καὶ ἀποτομίας ἐν πολλῇ μακροθυμίᾳ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ καὶ παιδείαν ἡμετέραν· τάς τε προφητείας τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, καὶ τῶν τότε συνεμπιπτόντων ἐναντίων ἀλλήλοις πραγμάτων· καὶ περὶ τῆς ἐκ νεκρῶν ἐνδόξου ἀναστάσεως καὶ ἀναλήψεως, καὶ τῆς ἐνδοξοτάτης ἐπιφανείας ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος·
τά τε δόγματα τῆς κατὰ τὸ Εὐαγγέλιον ὁλοκλήρου καὶ εὐπροσδέκτου τῷ Θεῷ εὐσεβείας ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας, καὶ τὰ κρίματα τῆς δικαίας ἀνταποδόσεως τῶν τε ποιούντων τὰ ἀπηγορευμένα, ἢ ἀθετούντων τὰ ἐγκεκριμένα εἰς κόλασιν αἰώνιον, καὶ τῶν ἀξίως τοῦ Εὐαγγελίου Θεοῦ πολιτευομένων ἐν ὑγιαινούσῃ πίστει δι’ ἀγάπης Χριστοῦ ἐνεργουμένῃ ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, καὶ ἐπουρανίου βασιλείας τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Discourse 2ΛΟΓΟΣ Β

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΛΟΓΟΣ Β. Πῶς βαπτίζεταί τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολὴν δεδωκότος ἡμῖν ἀγαπᾷν ἀλλήλους, καθὼς αὐτὸς ἠγάπησεν ἡμᾶς· καὶ διὰ Παύλου τοῦ Ἀποστόλου διδάσκοντος ἡμᾶς ἀνέχεσθαι ἀλλήλων ἐν ἀγάπῃ, τὸ ἐπίταγμα τῆς ὑμετέρας ἐν Χριστῷ εὐλαβείας, τὸ περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνδοξοτάτου βαπτίσματος, προθύμως ἐδεξάμην, οὐχ ὡς πρὸς ἀξίαν εἰπεῖν τι δυνάμενος, ἀλλ’, ὡς ἡ τὰ δύο λεπτὰ βαλοῦσα χήρα, συνεισφερόμενος.
PG 31:1525Καὶ ἐν τούτῳ δὲ τῆς παρὰ τῶν ἀγαπώντων τὸν Κύριον εὐχῆς μοι χρεία, ἵνα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι καὶ τοῦ Χριστοῦ αὐτοῦ, τὸ ἅγιον καὶ ἀγαθὸν Πνεῦμα, ὑπομιμνῆσκον καὶ διδάσκον ἡμᾶς ἃ ἂν παρὰ τοῦ Κυρίου ἀκούσῃ, κατευθύνῃ τόν τε νοῦν ἡμῶν εἰς ὁδὸν εἰρήνης, καὶ τὸν ὑγιῆ λόγον εἰς τὴν τῆς πίστεως οἰκοδομὴν, ὥστε πληρωθῆναι ἡμῖν τε καὶ ὑμῖν τό· Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Πλὴν εἰδέναι χρὴ, ὅτι πρῶτον μαθητευθῆναι δεῖ, καὶ οὕτως τοῦ θαυμασιωτάτου βαπτίσματος καταξιωθῆναι. Οὕτως γὰρ αὐτὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἐνετείλατο τοῖς ἑαυτοῦ μαθηταῖς. Παραδεδώκαμεν οὖν ὑμῖν ἀναγκαίως κατ’ ἰδίαν καὶ τὰ περὶ τῶν θελόντων γενέσθαι Χριστοῦ μαθητῶν παρ’ αὐτοῦ τοῦ Κυρίου εἰρημένα, ὀλίγων γοῦν ἐκ πολλῶν μνημονεύσαντες. Ἐπειδὴ δὲ τὸ μὲν ἄνωθεν γεννηθῆναι ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαγγέλλεται, τὸ δὲ ἐξ ὕδατος καὶ πνεύματος γεννηθῆναι εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, λογίζομαι ἀναγκαῖον εἶναι ὀλίγα ἐκ πολλῶν τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν εἰρημένων παραθέσθαι, ἵνα κατὰ μηδένα τρόπον ἀπολειφθῶμεν ταύτης.
Οὐ γὰρ μικρὸν ἐν βίῳ, τὸ παρὰ μικρὸν, εἶπέ τις τῶν παρ’ ἡμῖν σοφῶν, καὶ τοῖς πλείστοις δῆλον ἐξ αὐτῶν τῶν πραγμάτων· πλὴν δὲ καὶ βεβαιότερον ἐκ τῆς περὶ τῶν ἱερέων, καὶ τῶν προσφερομένων ζώων εἰς θυσίαν, ἀκριβολογίας ἐστὶ πληροφορηθῆναι· ἐν οἷς εἰ μικρός τις μῶμος ἐφευρέθη, ἢ λώβησις οὐχὶ παντὸς μέλους, ἀλλὰ τούτου τοῦ μέρους, ὥσπερ γέγραπται, λοβοῦ ὠτίου, οὔτε ὁ ἄνθρωπος ἐνεκρίνετο εἰς ἱερωσύνην, οὔτε τὸ ζῶον εὐπρόσδεκτον ἦν εἰς θυσίαν· τοῦ μὲν Ἀποστόλου εἰπόντος· Ταῦτα μὲν τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε· τοῦ δὲ Κυρίου φανερῶς τὴν ὑπεροχὴν δείξαντος ἐν τῷ εἰπεῖν· Τοῦ ἱεροῦ μεῖζον ὧδε· καὶ περισσοτέρως δείξαντος τὴν ἐπιμέλειαν τῆς ψυχῆς ἀκριβεστέραν ποιεῖσθαι ἡμᾶς, ἐν τῷ εἰπεῖν· Ὧ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν. Μνημονεύσωμεν οὖν περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτε ἀνέβη εἰς τὸ ὄρος, καὶ τὴν ἀρχὴν τῆς διδασκαλίας διὰ τῶν μακαρισμῶν ἐποιεῖτο, πρῶτον μακαρισμὸν ἐκήρυξε τὴν ἐπαγγελίαν ἔχοντα βασιλείας οὐρανῶν. Εἶπε γάρ·
PG 31:1527Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐν δὲ τῷ ὀγδόῳ μακαρισμῷ φησι· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ πάλιν τὴν ἐν τῷ καιρῷ τῆς ἀνταποδόσεως εὐλογίαν διὰ τῆς παραβολῆς τοῦ ποιμένος προφητεύων, λέγει· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Ἐν δὲ τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ἐν ἑτέρῳ καιρῷ καὶ τόπῳ, καθὼς τὰ γεγραμμένα δηλοῖ, πάλιν μακαρισμοὺς ἐκτιθέμενος, φησί· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ πάλιν· Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, δι’ ὧν βασιλείας οὐρανῶν καταξιοῦταί τις. Ὧν δὲ ἄνευ ἀδύνατόν ἐστιν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν μὲν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀποφαίνεται ὁ Κύριος, καί φησιν·
Ἐὰν μὴ περιςσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν· Ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Ἐν δὲ τῷ κατὰ Ἰωάννην πρὸς Νικόδημον λέγει· Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ πάλιν· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καθ’ ὧν δὴ ἡ ἀπόφασις μία, δηλονότι ἴσος καὶ ὁ κίνδυνος τοῖς πᾶσιν, ἑνὸς ἐλλειφθέντος. Εἰ γὰρ λέγει ὁ Κύριος, Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· πόσῳ μᾶλλον ἀπὸ τοῦ Εὐαγγελίου, αὐτοῦ τοῦ Κυρίου λέγοντος· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν; Ὅθεν τεθαρσηκὼς Ἰάκωβος ὁ ἀπόστολος ἀπεφήνατο εἰπών·
PG 31:1529Ὃς ἂν ποιήσῃ ὅλον τὸν νόμον, πταίσῃ δὲ ἐν ἑνὶ, ἔσται πάντων ἔνοχος. Ἔμαθε δὲ εἰπεῖν τοῦτο, ἐξ ὧν ὁ Κύριος μετὰ τοὺς μακαρισμοὺς καὶ τὰς ὑπὲρ ἄνθρωπον μαρτυρίας καὶ ἐπαγγελίας τῷ Πέτρῳ δοὺς ἠπείλησεν, ὅτι Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ· Παῦλος δὲ ὁ ἀπόστολος, ἀνταναπληρῶν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία, ἐν Χριστῷ λαλῶν διαμαρτύρεται, δι’ ἃ μάλιστα βασιλείας οὐρανῶν οὐ καταξιοῦταί τις, καὶ θανάτου κρίματι ὑποπίπτει· ποτὲ μὲν εἰπὼν ὁριστικῶς, ὅτι Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. Διὰ τί δὲ οὐκ εἶπεν, ὅτι Οἱ ταῦτα, ἀλλ’, Οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν οὐρανῶν οὐ κληρονομήσουσιν; καὶ πάλιν καθολικώτερον, ὅτι Ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· καὶ ἀλλαχοῦ ὁμοίως. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ ἀπεφήνατο εἰπών·
Οὐδεὶς τὴν χεῖρα θεὶς ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἐπιτηρητέον δὲ ἐνταῦθα ἀναγκαίως, ὅτι οὐ κατὰ ἁμαρτημάτων πολλῶν, ἀλλὰ καθ’ ἑνός ἐστι τὸ οὕτω φοβερὸν καὶ ἀπαράβατον κρῖμα, καὶ ταῦτα ἐκ τῶν συγκεχωρημένων, κἂν μόνην καὶ πρὸς ὀλίγον γοῦν ἀναβολὴν ἐμποιῇ τῇ κατὰ πολλοὺς λόγους ἀναγκαίως ὀφειλομένῃ ἀπροφασίστῳ ταχυτάτῃ τε καὶ ἀμετεωρίστῳ ὑπακοῇ τῷ Δεσπότῃ. Ἐκ τούτων οὖν πάντων καὶ τῶν τοιούτων παιδευόμεθα, ὅτι χρὴ, πάντα ὁλοκλήρως καὶ νομίμως πληρώσαντα, οἷς ἡ ἐπαγγελία τῆς βασιλείας τῶν οὐρανῶν ἐπαγγέλλεται, καὶ ὧν ἄνευ ἡ τῆς βασιλείας ἀπαγορεύεται χάρις, καὶ φυλαξάμενον ἀπὸ πάντων, δι’ ἃ οὐδεὶς βασιλείαν οὐρανῶν κληρονομεῖ, οὕτω προσδοκᾷν καταξιοῦσθαι τῆς ἐπαγγελίας. Δεῖ γὰρ τὸν ἀγῶνα τῆς πρὸς Θεὸν εὐαρεστήσεως οὐ μόνον κακίας πάσης ἀπηλλάχθαι, ἀλλὰ καὶ ἀλώβητον εἶναι καὶ ἄμωμον ἐν παντὶ ῥήματι Θεοῦ, Παύλου τοῦ ἀποστόλου μετὰ τὴν θεωρίαν τῆς μεγάλης καὶ ἀνεκδιηγήτου εἰς ἡμᾶς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ὑπὲρ τῆς ἡμετέρας δικαιοσύνης τε καὶ σωτηρίας ἐπαγαγόντος·
PG 31:1530Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. Ὥσπερ γὰρ ὁ πτωχὸς τῷ πνεύματι, ἐὰν μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τὴν ἀπόφασιν· οὕτω πάλιν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, ἢ ἄλλο τι τῶν τοιούτων ἐλλειφθῇ, διὰ τὴν ὁμοίαν ἀπόφασιν οὐ καταξιοῦται τῆς βασιλείας. Γέγραπται γάρ· Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Καὶ πολλὰ τοιαῦτα, ἅπερ σπουδαιότερόν τις ἀναγνοὺς, σφοδρότερον βεβαιοῦται, ὅτι χρὴ πάντα πληρῶσαι, ἵνα βασιλείας οὐρανῶν καταξιωθῇ. Ὅτι δὲ ὁ τῇ δικαιοσύνῃ περισσεύων, ἢ γεννηθεὶς ἄνωθεν, πάντων ὁμοῦ τῶν κατορθωμάτων ἐφ’ ὧν τε οἱ μακαρισμοὶ κεῖνται, καὶ τῶν λοιπῶν τὴν τελείωσιν ἐπλήρωσε, καὶ ἐργάτης εἶναι τούτων καὶ τῶν τοιούτων ὡμολόγηται, ὁ λόγος ὁ περὶ τοῦ ἄνωθεν γεννηθῆναι μικρὸν ὕστερον ἀποδείξει Θεοῦ χάριτι.
Ἐπειδὴ δὲ, ὡς προείρηται, τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον θαυμασιωτάτου βαπτίσματος ἐπεζήτησε παρ’ ἡμῶν, πρὸς τοῖς εἰρημένοις περὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀκόλουθον εἶναι λογίζομαι καταμαθεῖν ἡμᾶς ἐν βραχεῖ καὶ τὴν διαφορὰν τοῦ κατὰ Μωϋσέα βαπτίσματος πρὸς τὸ τοῦ Ἰωάννου, καὶ τότε χάριτι Θεοῦ ἀξίους γενέσθαι κατανοῆσαι τὸ ἐν τῷ βαπτίσματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπερέχον θαῦμα ἐν ἀσυγκρίτῳ ὑπερβολῇ τῆς δόξης. Μεῖζον γὰρ τοῦ ἱεροῦ ὧδε ἀπεφήνατο εἶναι ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ μεῖζον τοῦ Σολομῶντος ὧδε, καὶ μεῖζον τοῦ Ἰωνᾶ ὧδε. Καὶ ὁ Ἀπόστολος, προδιηγησάμενος τὴν τοῦ Μωϋσέως ἐν τῇ διακονίᾳ τοῦ νόμου τοῖς Ἰουδαίοις ἀπρόσιτον δόξαν, διαμαρτύρεται, ἐπαγαγών· Καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Καὶ Ἰωάννης ὁ Βαπτιστὴς, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς, μαρτυρεῖ, λέγων ποτὲ μὲν, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι· ποτὲ δὲ, Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ἐκεῖνος δὲ ὑμᾶς βαπτίζει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· καὶ πολλὰ τοιαῦτα.
PG 31:1532Ὅσον δὲ διαφέρει τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ὕδατος, τοσοῦτον ὑπερέχει δηλονότι καὶ ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ τοῦ βαπτίζοντος ἐν ὕδατι, καὶ αὐτὸ τὸ βάπτισμα· ὥστε αὐτὸν τὸν Ἰωάννην, τὸν τοσοῦτον καὶ τοιοῦτον καὶ οὕτως μαρτυρηθέντα ὑπὸ τοῦ Κυρίου, ἀνεπαισχύντως προειπεῖν, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Ὡς ἐκ πάντων φανερὸν εἶναι τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ βαπτίσματος· ἣν εἰ καὶ πρὸς ἀξίαν κατανοῆσαι ἀδύνατον, κατὰ δύναμιν γοῦν, καὶ ταύτην, ὡς ἂν ὁ Θεὸς ἱκανώσῃ, ἐξ αὐτῶν τῶν γεγραμμένων εἰπεῖν εὐσεβὲς καὶ ὠφέλιμον. Τὸ μὲν οὖν διὰ Μωϋσέως παραδοθὲν βάπτισμα πρῶτον μὲν ἐπεγίνωσκε διαφορὰν ἁμαρτημάτων· οὐ γὰρ πάντα τὰ ἁμαρτήματα εἶχε τὴν χάριν τῆς ἀφέσεως· ἔπειτα δὲ θυσίας ἐπεζήτει διαφόρους, ἠκριβολογεῖτο περὶ ἁγνισμοῦ, ἀφώριζεν ἕως καιροῦ τὸν ἐν ἀκαθαρσίᾳ καὶ μολυσμῷ, παρατήρησιν ἐποιεῖτο ἡμερῶν καὶ ὡρῶν· καὶ τότε τὸ βάπτισμα παρελαμβάνετο, ὥσπερ ἐπισφράγισμα τοῦ καθαρισμοῦ. Τὸ δὲ Ἰωάννου βάπτισμα πολυπλάσιον εἶχε τὸ πλέον.
Οὐδεμίαν γὰρ ἐποιεῖτο διάκρισιν ἁμαρτημάτων, οὐ διαφορὰν ἐπεζήτει θυσιῶν, οὐκ ἀκρίβειαν ἐποιεῖτο ἁγνισμοῦ, οὐ παρατήρησιν εἶχεν ἡμερῶν ἢ ὡρῶν. Καὶ κατ’ οὐδὲν εἰς μηδὲν ἀναβολῆς γινομένης ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ ἅμα τε προςῆλθέ τις ἐξομολογούμενος τὰς ἁμαρτίας, ὅσας δήποτ’ οὖν καὶ οἵας δήποτ’ οὖν· καὶ ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ ποταμῷ, καὶ εὐθὺς ἐλάμβανε τὴν ἄφεσιν τῶν ἁμαρτημάτων. Τὸ δὲ τοῦ Κυρίου βάπτισμα λόγον μὲν ἔχει κρείττονα παντὸς ἀνθρωπίνου, δόξαν δὲ ἀνωτέραν πάσης ἐπιθυμίας καὶ εὐχῆς ἀνθρωπίνης, ὑπερβολὴν δὲ χάριτος καὶ δυνάμεως πλείονα ἢ ὅσον ἥλιος ἀστέρων ὑπερέχει. Μᾶλλον δὲ τὰ μνημονευθέντα τῶν ἁγίων ῥητὰ σφοδρότερον παρίστησι τὴν ἀσύγκριτον ὑπεροχήν.
PG 31:1534Ἀλλ’ οὐ διὰ τοῦτο σιωπῆσαι χρὴ, αὐτοῖς δὲ τοῖς ῥητοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁδηγοῖς χρώμενοι, καὶ ὥσπερ δι’ ἐςόπτρου καὶ ἐν αἰνίγματι ὁδηγούμενοι εἰπεῖν ἀναγκαῖον, οὐχ ἵνα τῇ ἡμετέρᾳ ἑρμηνείᾳ ἐν ἀσθενείᾳ σώματος καὶ λόγῳ ἐξουθενημένῳ σμικρυνθῇ ἡ δόξα, ἀλλ’ ἵνα καὶ ἐν τούτῳ θαυμαστωθῇ τὸ μέγεθος τῆς μακροθυμίας καὶ φιλανθρωπίας τοῦ ἀγαθοῦ Θεοῦ, ὅτι ἀνέχεται ψελλιζόντων τὰ μεγαλεῖα τῆς ἐν Χριστῷ Ἰησοῦ ἀγάπης καὶ χάριτος αὐτοῦ Εἰπὼν τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ πάλιν· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν (πληρουμένης εἰς αὐτὸν τῆς διὰ τοῦ Δαβὶδ ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς προφητείας, εἰπόντος· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·
αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, ὅπερ καὶ γέγονε, καὶ ἔστιν ἐν ὀφθαλμοῖς πάντων,) λοιπὸν τοῖς ἑαυτοῦ μαθηταῖς, ὥσπερ ἀντιδιαστελλόμενος τῇ πρώτῃ ἐντολῇ κωλυούσῃ εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν, ἐντέλλεται, εἰπών· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἀναγκαῖον δὲ εἶναι λογίζομαι ἑκάστου ῥητοῦ τὴν δύναμιν διὰ τῆς πίστεως συνιέναι τε καὶ κατανοῆσαι, καὶ εἰπεῖν καθόσον ἂν κατ’ εὐχὰς κοινὰς δοθῆναι ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν. Γέγραπται γὰρ, ὅτι Ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε· καὶ πάλιν·
PG 31:1535Ἐπίστευσα, δι’ ὃ ἐλάλησα. Ἐπειδὴ δὲ τῶν τε ὀνομάτων καὶ τῶν ῥημάτων, καὶ τῶν πραγμάτων ἐν τῇ συνηθείᾳ οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, κατὰ τὸ συμβὰν τὴν χρῆσιν παραλαμβάνεσθαι δοκῶ ἐν τῇ θεοπνεύστῳ Γραφῇ παρά τε Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ τῶν ἁγίων προφητῶν τε καὶ εὐαγγελιστῶν, καὶ ἀποστόλων, ἀλλὰ δεδοκιμασμένως ἐν ἁγίῳ Πνεύματι, πρὸς τὸν σκοπὸν τῆς εὐσεβοῦς φρονήσεως, καὶ τοῦτο οὐκ ἐξ ὁλοκλήρου, ἐν μέρει δὲ καὶ καθόσον ἂν ἕκαστον συμβάλληται τῷ προκειμένῳ ὑγιεῖ λόγῳ, φρονεῖν τε εὐσεβῶς καὶ ὁδηγεῖν τὸν νοῦν εἰς κατανόησιν τῶν τε κριμάτων καὶ δογμάτων τῆς εὐσεβείας· ἀναγκαῖον καὶ ἡμᾶς ἐξητασμένως καὶ ἐπιτετηρημένως προσέχειν ἑκάστῳ ῥητῷ, καὶ κατὰ σκοπὸν τῆς ἄνω κλήσεως ἐκλέγεσθαι τὴν διάνοιαν. Καὶ τοῦτο ποιοῦμεν, ἐὰν κατ’ εὐχὰς κοινὰς ἐνδυναμώσῃ ἡμᾶς Ἰησοῦς Χριστὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα γένηται καὶ ἐν ἡμῖν, καθὼς εἶπεν ὁ Ἀπόστολος· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Τὸ μὲν οὖν ἄνωθεν εἰπεῖν δηλοῦν δοκῶ τὴν ἐπανόρθωσιν τῆς προλαβούσης ἐν ῥυπαρίᾳ τῶν ἁμαρτημάτων γενέσεως·
τοῦ μὲν Ἰὼβ εἰπόντος, ὅτι Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ· καὶ τοῦ Δαβὶδ ὀδυρομένου, καὶ λέγοντος, ὅτι Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου· τοῦ δὲ Ἀποστόλου διαμαρτυρομένου, ὅτι Πάντες γὰρ ἥμαρτον. καὶ ὑστεροῦνται τῆς δόξης Θεοῦ· δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αἵματι αὐτοῦ. Διὸ καὶ ἡ ἄφεσις τῶν ἁμαρτημάτων δίδοται τοῖς πιστεύουσιν, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· καθὼς μαρτυρεῖ πάλιν ὁ Ἀπόστολος, λέγων·
PG 31:1536Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὑτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς· ἵνα, ὥσπερ ἀνδριὰς συντριβεὶς συνθλασθείς τε, καὶ ἀφανίσας τὴν ἔνδοξον μορφὴν τοῦ βασιλέως, ἄνωθεν μορφοῦται ὑπὸ τοῦ σοφοῦ τεχνίτου καὶ ἀγαθοῦ δημιουργοῦ ἀντιποιουμένου τῆς δόξης τοῦ ἰδίου πλάσματος, καὶ εἰς τὴν ἀρχαίαν δόξαν ἀποκαθίσταται· οὕτω καὶ ἡμεῖς παθόντες διὰ τὴν παρακοὴν τῆς ἐντολῆς, κατὰ τὸ γεγραμμένον, Ἄνθρωπος, ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, ἀνακληθῶμεν εἰς τὴν πρώτην δόξαν τῆς εἰκόνος τοῦ Θεοῦ. Κατ’ εἰκόνα γὰρ, φησὶ, καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον. Πῶς δὲ τοῦτο γεγένηται, Παῦλος ὁ ἀπόστολος ἐδίδαξεν, εἰπών·
Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διαδοχῆς· ἵνα, ὥσπερ ὁ κηρὸς, παραδιδόμενος τῷ τύπῳ τῆς γλυφῆς, μορφοῦται πρὸς ἀκρίβειαν τὴν ἐγκειμένην τῇ γλυφῇ μορφὴν, οὕτω καὶ ἡμεῖς, παραδόντες ἑαυτοὺς τῷ τύπῳ τῆς κατὰ τὸ Εὐαγγέλιον διδασκαλίας, μορφωθῶμεν τὸν ἔσω ἄνθρωπον, πληροῦντες τὸ ὑπὸ τοῦ αὐτοῦ εἰρημένον προστακτικῶς. Φησὶ γάρ· Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν· καὶ πολλὰ τοιαῦτα. Τοῦ μὲν οὖν ἐξ ὕδατος γεννηθῆναι τὸν λόγον Παῦλος, ὁ ἐν Χριστῷ λαλῶν, δογματικῶς παραδίδωσι λέγων· Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·
PG 31:1538τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ· εἰδότες, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε, ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Ἐξ ὧν ἁπάντων καὶ ὁ λόγος τῆς ἄνωθεν γεννήσεως καθ’ ὁμοιότητα θεωρεῖται. Ἀδύνατον δὲ ἦν ἄνωθεν γεννηθῆναι, μὴ προλαβούσης χάριτος τοῦ Θεοῦ· ὡς ἔκ τε τῶν προτεταγμένων καὶ τῶν ἐπιφερομένων περὶ τοῦ βαπτίσματος κεφαλαίων ὁ αὐτὸς Ἀπόστολος δηλοῖ. Ἀρξάμενος γὰρ ἀπὸ τοῦ, Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε· πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ·
πολλῷ οὖν μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Καὶ πολλὰ τοιαῦτα, σαφῶς καὶ μεγαλοπρεπῶς παριστῶντα τὴν μεγάλην καὶ ἀνεκδιήγητον φιλανθρωπίαν τοῦ Θεοῦ, ἐν τῇ δωρεᾷ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων, καὶ τῆς ἐξουσίας καὶ δυνάμεως τῶν εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ κατορθουμένων ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Δι’ οὗ, Ὥσπερ δι’ ἑνὸς, φησὶ, παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Καὶ τὰ ἐφεξῆς δογματικῶς ἐκθέμενος, τότε λέγει· Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Διὰ τί; Ἵνα, τῆς χάριτος προλαβούσης, τὰ παρ’ ἡμῶν ὀφειλόμενα κατὰ πίστιν δι’ ἀγάπης ἐνεργούμενα συνεισενεγκώμεθα, καὶ οὕτω τελειωθῇ εἰς ἡμᾶς ἡ εὐδοκία τοῦ Θεοῦ τῆς ἐν Χριστῷ ἀγάπης. Ἀγῶνος οὖν χρεία μεγάλου, καὶ τούτου νομίμου, ἵνα τὴν τοιαύτην καὶ τοσαύτην χάριν τῆς ἐν Χριστῷ ἀγάπης τοῦ Θεοῦ μὴ εἰς κενὸν δεξώμεθα, τοῦ αὐτοῦ Ἀποστόλου λέγοντος·
PG 31:1540Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Ὅτι δὲ Ὧ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτὸν, ἐστηριγμένως ἀπεφήνατο ὁ Κύριος. Ὅπερ γίνεται καὶ ἀνεγκλήτως, ἐὰν τά τε ἐπενεχθέντα τοῖς προειρημένοις καὶ τὰ εἰς τὴν αὐτὴν ὑπόθεσιν τοῦ βαπτίσματος συνημμένως εἰρημένα, ταῦτα ἀκριβῶς φυλαχθῇ, καὶ τὰ τούτοις συναφθέντα ἐν δυνάμει τῆς αὐτῆς χάριτος τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐν Πνεύματι ἁγίῳ πιστῶς δεξώμεθα, ἵνα πιστεύσαντες συνῶμεν χάριτι τοῦ Θεοῦ· καὶ ἅπερ συνεῖναι κατηξιώθημεν, ἐν ἀγάπῃ Χριστοῦ ποιήσωμεν, εἰπόντος· Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά. Σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν, μαρτυρεῖ ὁ προφήτης· αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος φοβερὸν καὶ ἀπαράβατον κρῖμα ἐκθεμένου ἐν τῷ εἰπεῖν· Ὁ γνοὺς τὸ θέλημα τοῦ Κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ἀλλ’ οὐδὲ τὸν ἐν ἀγνοίᾳ πλημμελήσαντα ἀτιμώρητον ἀφέντος.
Καὶ ἵνα, ὡς προείρηται, διὰ τῶν γνωριμωτέρων ῥητῶν τε καὶ πραγμάτων ὁδηγηθῶμεν εἰς κατανόησιν τοῦ σωτηρίου καὶ ἐν τῷ βαπτίσματι δόγματος· ἐν πληροφορίᾳ τῆς ἀληθείας ἐσπουδασμένως προσέχωμεν τοῖς σημαινομένοις, καὶ πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας πᾶν νόημα λαμβάνωμεν. Ἐβαπτίσθημεν, φησὶν, ἵν’ ἐκ τούτου ἐκεῖνο παιδευθῶμεν, ὅτι, ὥσπερ τὸ ἔριον, βαπτισθὲν ἐν βάμματι, μεταποιεῖται κατὰ τὸ χρῶμα μᾶλλον δὲ, ἵνα τῷ Βαπτιστῇ Ἰωάννῃ προφητεύσαντι περὶ τοῦ Κυρίου, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, ὁδηγῷ χρησάμενοι, φωτισθῶμεν τὸ φῶς τῆς γνώσεως πρὸς κατανόησιν τοῦ μεγάλου φωτὸς, τοῦτο εἴπωμεν· ὅτι, ὥσπερ ὁ σίδηρος, βαπτιζόμενος ἐν τῷ πυρὶ ἀναζωπυρουμένῳ ὑπὸ πνεύματος, εὐγνωστότερος μὲν γίνεται, εἴ τινα ἔχει ἐν ἑαυτῷ κακίαν, ἑτοιμότερος δὲ πρὸς τὸ καθαρισθῆναι· ἀλλοιοῦται δὲ οὐ μόνον τὸ χρῶμα, ἀλλὰ καὶ τὸ σκληρὸν καὶ δύσεικτον μεταβαλὼν πρὸς τὸ ἁπαλώτερον, ἐπιτηδειότερος μὲν γίνεται καὶ τῇ τῶν χειρῶν τοῦ τεχνίτου ἐνεργείᾳ, ῥυθμίζεται δὲ ἀξιολόγως πρὸς τὸ βούλημα τοῦ δεσπότου·
PG 31:1541ἀπὸ δὲ τῆς μελανίας λαμπρότερος ἑαυτοῦ γενόμενος, οὐ μόνον αὐτὸς πυρακτοῦται καὶ ἀπαστράπτει, ἀλλὰ καὶ τὰ ἐγγίζοντα φωτίζει καὶ θερμαίνει· οὕτως ἀκόλουθον καὶ ἀναγκαῖον τὸν βαπτισθέντα ἐν τῷ πυρὶ, τουτέστιν ἐν τῷ λόγῳ τῆς διδασκαλίας, ἐλέγχοντι μὲν τῶν ἁμαρτημάτων τὴν κακίαν, φανεροῦντι δὲ τῶν δικαιωμάτων τὴν χάριν, μισῆσαι μὲν καὶ βδελύξασθαι τὴν ἀδικίαν, καθὼς γέγραπται, εἰς ἐπιθυμίαν δὲ ἐλθεῖν τοῦ καθαρισθῆναι διὰ τῆς πίστεως ἐν δυνάμει τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ εἰπόντος· Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ τοῦ Ἀποστόλου μαρτυροῦντος· Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων· καὶ οὐ μόνον ἀπὸ πάσης ἀνομίας καὶ ἁμαρτίας καθαρισθῆναι, ἀλλὰ καὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος·
καὶ τότε, βαπτισθέντα εἰς τὸν θάνατον τοῦ Κυρίου, συνδιατεθῆναι τῷ θανάτῳ, ὅπερ ἐστὶ νεκρωθῆναι τῇ ἁμαρτίᾳ, ἑαυτῷ τε καὶ τῷ κόσμῳ, ἵνα, κατὰ τὴν ἐνανθρώπησιν βιῶν, κατά τε καρδίαν, καὶ λόγον, καὶ πρᾶξιν ἐντυπωθεὶς καὶ ἐμμορφωθεὶς, ὥσπερ ὁ κηρὸς τῇ γλυφῇ, τῇ διδασκαλίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πληρώσῃ τὸ γεγραμμένον· Χάρις τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς· καὶ οὕτω τὸ συνημμένως ἐπενεχθὲν φυλάξαι καταξιωθῇ, τό· Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. Διὰ τί; Ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Ἀνάγκη γὰρ τὸν ἀποθανόντα ταφῆναι, καὶ τὸν ταφέντα ἐν τῷ ὁμοιώματι τοῦ θανάτου ἀναστῆναι διὰ τῆς ἐν Χριστῷ τοῦ Θεοῦ χάριτος, καὶ μηκέτι διὰ τὰς ἁμαρτίας τὸ πρόςωπον τοῦ ἔσω ἀνθρώπου ὡς πρόσκαυμα χύτρας ἔχειν, ἀλλ’ ἐν τῷ πυρὶ φανερωθέντων τῶν ἁμαρτημάτων, καὶ διὰ τοῦ αἵματος τοῦ Χριστοῦ τὴν ἄφεσιν λαβόντα, λοιπὸν διὰ τῆς ἐν καινότητι ζωῆς ἀπαστράπτειν τὰ ἐν Χριστῷ δικαιώματα ὑπὲρ πάντα λίθον τίμιον πολύν.
PG 31:1543Ἀποθέμενοι οὖν τὴν σκληρότητα τῆς ἀπειθείας, ἐπιδειξώμεθα μὲν εὐπείθειαν καὶ ὑπακοὴν ἐν τοῖς προστάγμασι, τῷ δὲ πνεύματι ζέοντες, ἀναλάμψωμεν, καὶ τῆς μὲν τοῦ σκότους ἐξουσίας καθελκούσης εἰς θάνατον ῥυσθῶμεν· Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος· ἵνα καὶ ἐν ἡμῖν γένηται τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Κατεπόθη ὁ θάνατος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; τῷ δὲ Κυρίῳ, τῷ ἡλίῳ τῆς δικαιοσύνης, πειθόμενοι, φωτισθῶμεν ὑπ’ αὐτοῦ καὶ καταξιωθείημεν συνέσεως καὶ δυνάμεως, ὥστε ἐν αὐτῷ δικαιωθῆναι· καὶ μὴ μόνον αὐτοὶ λαμπρυνθῶμεν ὑπὲρ τὴν χιόνα (ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος Θεὸς, ὅτι Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ], ἀλλὰ καὶ τοὺς ἐγγίζοντας ἡμῖν φωτίζωμεν· ποτὲ μὲν ἀκούοντες τοῦ Κυρίου, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· ποτὲ δὲ ἀκούοντες καὶ ποιοῦντες τὸ, Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τότε πάντως καὶ ὁ Ἀπόστολος μαρτυρήσει ἡμῖν λέγων·
Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. Πῶς δὲ οὐ περισσοτέρως ἐπιφανὲς τὸ καινότερον τῆς ζωῆς, οὐκ ἐν συγκρίσει τῶν Ἑλλήνων καὶ κοσμικῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐν συγκρίσει καθ’ ὑπερβολὴν τῶν κατὰ νόμον δικαιουμένων; ὅταν μὴ μόνον προςθήκης καὶ τοῦ πλείονος μὴ ὀρεγώμεθα, ὡς καὶ οἱ τοῦ κόσμου ἄνθρωποι, ἀλλὰ μήτε τῶν προσόντων τε καὶ ἰδίων ἀντιποιούμεθα· φιλοτιμώμεθα δὲ ἐπ’ εὐεργεσίᾳ τῶν δεομένων ὑπὲρ τὸν νόμον. Οὐ μόνον γὰρ εἰς τοὺς πλησίον φέρομεν τὸ ἀγαθὸν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἐχθροὺς καὶ πονηροὺς ἐκτείνομεν τὸ χρηστὸν, ποιοῦντες κατ’ ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ, Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί. Πῶς δὲ οὐκ ἐν καινότητι ζωῆς περιπατοῦμεν, καὶ ὑπὲρ τοὺς γραμματεῖς καὶ Φαρισαίους τὴν δικαιοσύνην τελειοῦμεν, ὅταν ἀνασχώμεθα τοῦ Κυρίου λέγοντος· Ἐῤῥήθη τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.
PG 31:1545Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον. Καὶ ὃς ἐάν σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο. Οὐ μόνον γὰρ οὐκ ἐκδικοῦμεν τὰ προγεγονότα ἁμαρτήματα εἰς ἡμᾶς, ὡς παρακελεύονται οἱ γραμματεῖς καὶ Φαρισαῖοι, ἐπιτρέποντος τοῦ διὰ Μωϋσέως νόμου, ἀλλὰ καὶ μείζονα ἀνεξικακίαν ἐπιδεικνύμεθα, προθυμίαν ὑπομονῆς τῶν ἴσων ἢ καὶ δεινοτέρων προβαλλόμενοι. Καὶ οὕτως ἀμφότερα ἡμῖν συγκατορθοῦται· θάνατος μὲν, ἐν τῷ μὴ κινεῖσθαι εἰς ἀγανάκτησιν κατὰ τοῦ τὴν πρώτην ἡμῖν ἐπενεγκόντος πληγήν· καινότης δὲ ζωῆς ἐν Κυρίῳ, ἐν τῷ παρατιθέναι καὶ τὴν ἄλλην. Πῶς δὲ οὐ νεκρός τίς ἐστι καὶ τῷ νόμῳ, ὁ μὴ ἀντιποιούμενος τοῦ αἰρομένου; ζῇ δὲ ἐν Χριστῷ, ὁ προσαφιεὶς καὶ τὸ ἱμάτιον; Καὶ πάσης δὲ τῆς κατὰ τὸν νόμον δικαιοσύνης τὴν περισσείαν φυλάσσειν ὁμοίως διδασκόμεθα. Ὅτι δὲ οὐ μόνον τῷ κόσμῳ ἐσταυρῶσθαι, ἀλλὰ καὶ τῷ νόμῳ ἀποθανεῖν ἡμᾶς χρὴ, παρὰ τοῦ αὐτοῦ Ἀποστόλου ἐστὶ δογματικῶς μαθεῖν. Ποτὲ μὲν γὰρ λέγει· Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί.
Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· Ποτὲ δὲ μετὰ πολλὴν καύχησιν τῶν ἐν τῷ νόμῳ ἀνωτάτω εὐδοκιμήσεων, φησίν· Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ· εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν. Καὶ μετ’ ὀλίγα, διδάσκων ἡμᾶς τὸ αὐτὸ φρονεῖν αὐτῷ, ἀποφαντικώτερόν φησιν· Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν. Καὶ ἀλλαχοῦ σφοδρότερον, ὥσπερ δόγμα ἀναγκαῖον ἐκτιθέμενος, λέγει· Ὥστε καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·
PG 31:1547νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Τὸ γὰρ γράμμα, τουτέστιν ὁ νόμος, ἀποκτείνει· τὸ δὲ πνεῦμα, τουτέστι τὸ ῥῆμα τοῦ Κυρίου, ζωοποιεῖ. Καθὼς αὐτός φησιν, ὅτι Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή ἐστι. Μαρτυρεῖ δὲ καὶ ὁ ἔγκριτος τῶν ἀποστόλων, εἰπών· Πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὅπερ ἐν πληροφορίᾳ ἀληθείας δι’ ἐπιμελείας σπουδαιοτέρας φυλάσσοντες, φυγεῖν δυνάμεθα τὸ φοβερὸν ἐκεῖνο κρῖμα τὸ ὑπὸ τοῦ Μωϋσέως μὲν μετὰ ἀπειλῆς προφητικῶς γεγραμμένον· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν ἐντείληται ὑμῖν. Ἔσται δὲ, Πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ· ὑπὸ δὲ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς, φοβερώτερον ἀποφαντικῶς εἰρημένον, ὅτι Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον·
ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν. Ἵνα δὲ ὁ μὲν ἐν τῷ βαπτίσματι τοιοῦτος θάνατος, καὶ ἡ ἐν τῷ αὐτῷ τοιαύτη ταφὴ μὴ ἐν προσδοκίᾳ φθορᾶς καὶ ἀπωλείας παράσχῃ λύπην· ἡ δὲ καινότης τῆς ζωῆς σπέρματος καταβολὴν ὑπερβάλῃ, τῆς ἐνδόξου ἀναστάσεως τὴν ἐλπίδα βεβαιουμένη, ἐπιφέρει λέγων· Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Ἐὰν γὰρ ἐν τῷ τοιούτῳ ὁμοιώματι τοῦ θανάτου ἀποθανόντες καὶ συνταφέντες τῷ Χριστῷ ἐν καινότητι ζωῆς περιπατήσωμεν, οὐ νεκρότητος φθορὰν ἐκδεχόμεθα, ταφὴν δὲ καὶ ὥσπερ φυτείαν σπερμάτων μιμούμεθα· νεκροῦντες μὲν ἑαυτοὺς τοῖς ἀπηγορευμένοις, καὶ τὴν πίστιν δι’ ἀγάπης ἐνεργουμένην ἐπιδεικνύμενοι, γινόμεθα ἄξιοι τὰ αὐτὰ τῷ Ἀποστόλῳ εἰπεῖν μετ’ ἐλπίδος τῶν αὐτῶν· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.
PG 31:1548Καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· αὐτοῦ μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ αἰτοῦντος μὲν παρὰ τοῦ Πατρὸς, καὶ λέγοντος· Δὸς, Πάτερ, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι μετ’ ἐμοῦ ὦσι· παραγγέλλοντος δὲ ἡμῖν, καὶ ἐπαγγελλομένου ἐν τῷ εἰπεῖν· Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθήτω· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ἐμοῦ ἔσται· μαρτυροῦντος δὲ Παύλου τοῦ ἀποστόλου, καὶ ἐν Χριστῷ προφητεύοντος, διὰ τοῦ γράψαι ταῦτα· Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας. Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Καὶ οὕτως εἰς τοὺς φυλάξαντας νῦν τὸ, Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, τότε πληροῦται ἡ ἐπαγγελία· Ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, καθὼς καὶ ἀλλαχοῦ φησιν· Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·
εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Εἰδὼς δὲ ὁ Ἀπόστολος, ὅτι ἡ ταυτολογία ὠφελιμωτέρα ἐστὶ τοῖς ἀκούουσι πρὸς τὴν ἀσφάλειαν, καὶ βεβαιοτέραν ἐμποιεῖ διὰ τῆς ἐπαναλήψεως τῶν αὐτῶν τὴν πληροφορίαν τῆς ἀληθείας. Παρ’ αὐτοῦ γὰρ ἀκούομεν λέγοντος· Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Καθὼς καὶ παρὰ τοῦ Ἰωσὴφ μεμαθήκαμεν, δὶς ἐπικρίναντος τὸ ἐνύπνιον τῷ βασιλεῖ Φαραώ· οὕτω καὶ τὴν ἱστορίαν τοῦ ἐνυπνίου μιμούμενος, τὸ αὐτὸ δόγμα τοῦ βαπτίσματος ὁμοίως τοῖς πρώτοις θεωρήμασι παραδίδωσιν εἰπών· Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ἄρα οὖν καὶ διὰ τούτων τῶν ῥημάτων διδασκόμεθα, ὅτι ὁ βαπτισθεὶς ἐν Χριστῷ εἰς τὸν θάνατον αὐτοῦ βαπτίζεται· καὶ οὐ μόνον συνθάπτεται τῷ Χριστῷ, καὶ συμφυτεύεται, ἀλλὰ πρῶτον συσταυροῦται, ἵνα καὶ ἐν τούτῳ παιδευθῶμεν, ὅτι, ὥσπερ ὁ σταυρούμενος ἀπαλλοτριοῦται τῶν ζώντων, οὕτω καὶ ὁ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου συσταυρωθεὶς τῷ Χριστῷ ἀπαλλοτριοῦται παντάπασι τῶν κατὰ τὸν παλαιὸν ἄνθρωπον ζώντων·
PG 31:1550τοῦ μὲν Κυρίου ἐντελλομένου προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, τοῦ δὲ Ἀποστόλου λέγοντος· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρελάβοσαν παρ’ ἡμῶν. Ὁ γὰρ παλαιὸς ἄνθρωπος ὀνομασθεὶς, πάντα ὁμοῦ τὰ κατὰ μέρος ἁμαρτήματά τε καὶ μολύσματα, ὥσπερ μέλη ἑαυτοῦ, δηλοῖ. Καὶ ὥσπερ ὁ ἐσταυρωμένος, κρῖμα θανάτου ὑποδεξάμενος, τῶν πάλαι συζώντων αὐτῷ ἀφέστηκεν, ὑψηλότερος τῶν ἐπὶ τῆς γῆς ἑρπόντων γενόμενος, οὕτω καὶ ὁ τῷ Χριστῷ συσταυρωθεὶς διὰ τοῦ βαπτίσματος πάντων ὁμοῦ τῶν κατὰ τὸν αἰῶνα τοῦτον ζώντων ἀπήλλακται, ὑψώσας ἑαυτοῦ τὸ φρόνημα πρὸς τὴν ἐπουράνιον πολιτείαν, ὥστε δύνασθαι εἰπεῖν μετὰ ἀληθείας καὶ παῤῥησίας τῆς ἐν Χριστῷ· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει Καὶ πάλιν ἐπιφέρει· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, τουτέστιν ἀπήλλακται, ἠλευθέρωται, κεκαθάρισται πάσης ἁμαρτίας τῆς οὐκ ἐν ἔργοις καὶ λόγοις μόνον, ἀλλὰ καὶ προσπαθοῦς ἐνθυμήσεως. Καὶ ἐν ἑτέρῳ τόπῳ ἀπεφήνατο γράψας·
Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Σταυροῦμεν δὲ δηλονότι, οἱ ἐν τῷ ὕδατι βαπτιζόμενοι· ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ καὶ τοῦ θανάτου, τῆς τε ταφῆς καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθὼς γέγραπται. Καὶ πάλιν· Νεκρώσατε, φησὶ, τὰ μέλη ὑμῶν, τὰ ἐπὶ τῆς γῆς (πάντως τὰς ἐν τῷ βαπτίσματι συνθήκας καὶ ὕστερον φυλάξαντες), πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ· οὐ μόνον δὲ, ἀλλὰ καθολικώτερον ἐπήγαγεν· Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ὡς μηκέτι μηδὲ τῆς προσκαίρου ἡδονῆς τῆς καταῤῥυπούσης, τὴν διάνοιαν παρενοχλούσης τῷ συμφυτευθέντι τῷ Χριστῷ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου· διὰ δὲ τὸ μισεῖν καὶ βδελύσσεσθαι πᾶσαν κακίαν ἄχρι καὶ τῆς προσπαθοῦς ἐνθυμήσεως, τὸ καθαρὸν τῆς καρδίας ἐνδεικνυμένῳ, καθώς φησιν ὁ Δαβίδ· Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον· ἐπειδὴ πάντως οὐδὲ ἐγγίζοντος αὐτοῦ ἐπεστράφη.
PG 31:1552Συμφυτευθέντες δὲ ἐν τῷ ὁμοιώματι τοῦ θανάτου, πάντως συνεγειρόμεθα τῷ Χριστῷ (τῆς γὰρ φυτείας τὸ ἀκολούθως σημαινόμενον τοιοῦτο)· νῦν μὲν κατὰ τὸ μέτρον τῆς ἐνανθρωπήσεως συμμορφούμενοι τὸν ἔσω ἄνθρωπον ἐν τῇ καινότητι τῆς ζωῆς, καὶ τῇ μέχρι θανάτου ὑπακοῇ ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν ῥημάτων αὐτοῦ· ἵνα ἄξιοι γενώμεθα μετὰ ἀληθείας εἰπεῖν· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· εἰς δὲ τὸ μέλλον, καθὼς διεβεβαιώσατο ὁ αὐτὸς Ἀπόστολος εἰπὼν, ὅτι Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Ἐπίσης δὲ τούτοις πληροφορεῖ ἡμᾶς ἐν τῷ εἰπεῖν· Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Καὶ πάλιν τὸ αὐτὸ δόγμα τοῦ τοιούτου βαπτίσματος, δυσωπητικώτερον καὶ ἀναγκαστικώτερον παιδεύων ἡμᾶς, ἐπιφέρει λέγων, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.
Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Τὴν τοίνυν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τῆς ἀφέσεως τῶν ἡμετέρων ἁμαρτημάτων οἰκονομίαν διὰ τῆς μέχρι θανάτου ἐνανθρωπήσεως προσθεὶς ὁ Ἀπόστολος, δυσωπητικώτερον καὶ ἀναγκαστικώτερον ἡμᾶς παιδεύει κεκριμένως νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, ἵνα, ὥσπερ ὁ Χριστὸς, ἀποθανὼν δι’ ἡμᾶς καὶ ἐγερθεὶς ἐκ νεκρῶν ὑπὲρ ἡμῶν, οὐκέτι ἀποθνήσκει, οὕτω καὶ ἡμεῖς, βαπτισθέντες εἰς τὸν θάνατον ἐν τῷ ὁμοιώματι, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ· καὶ διὰ τῆς ἐκ τοῦ βαπτίσματος ἀνόδου, ὥσπερ ἐκ νεκρῶν ἐγερθέντες, ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, καὶ μηκέτι ἀποθάνωμεν, τουτέστι, μηκέτι ἁμαρτήσωμεν· διότι Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. Καὶ ὥσπερ ἐκείνου ὁ θάνατος οὐ κυριεύει, οὕτω καὶ ἡμῶν μηκέτι κυριεύσῃ ἡ ἁμαρτία· τουτέστι, μηκέτι αὐτὴν ποιῶμεν. Καὶ ὅτι Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ἀπαλλοτριωθέντες δὲ τῆς τοιαύτης δουλείας κατὰ πάντα τρόπον, ὡς ἐδήλωσεν ὁ Ἀπόστολος εἰπών·
PG 31:1554Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, ζήσωμεν τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ ἐλευθερώσαντι ἡμᾶς, καθὼς γέγραπται· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Πολὺ δὲ πρότερον τῆς ἁμαρτίας, δηλονότι χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται· Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· οὕτω διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Στήκετε οὖν, φησὶ, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Καὶ ὥσπερ αὐτὸς τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ· οὕτω καὶ ἡμεῖς ἐν τῷ τοῦ ὕδατος βαπτισμῷ, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ καὶ τοῦ θανάτου, ἀποθανόντες τῇ ἁμαρτίᾳ ἐφάπαξ, φυλάξωμεν ἑαυτοὺς, καὶ μηκέτι ἐπανέλθωμεν ἐπὶ τὴν ἁμαρτίαν. Διαμείνωμεν δὲ ζῶντες τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ εἰπόντι· Ὁ ἐμοὶ διακονῶν ἐμοὶ ἀκολουθήτω, ἐν τῷ φυλάσσειν πρῶτον μὲν τὸ αὐτοῦ τοῦ Κυρίου πρόσταγμα, εἰπόντος·
Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· ἔπειτα δὲ καὶ τὸ τοῦ Ἀποστόλου παράγγελμα, γράψαντος· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Κατορθοῦται δὲ τούτων ἕκαστον, ἐὰν, ἄξια τῆς ἐπουρανίου κλήσεως φρονοῦντες, ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτευώμεθα, καὶ δυνηθῶμεν ἀληθεύοντες εἰπεῖν· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντες τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Καὶ οὕτω κατορθοῦται τὸ, Μείνατε ἐν τῇ ἀγάπῃ μου. Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ Μηδεμίαν δὲ ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία·
PG 31:1555ἐν παντὶ δὲ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἀψευδῆ καὶ ἀληθῆ ἐπιδειξώμεθα τὴν ἐν τῷ βαπτίσματι ἐπαγγελίαν, ἐν τῷ φυλάσσειν τὰ ὑπὸ τοῦ Ἀποστόλου παρακλητικῶς πρὸς τοὺς συμφυτευθέντας τῷ Χριστῷ καὶ συνεγερθέντας εἰρημένα οὕτως· Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Καὶ πάλιν· Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος·
τὰ ἄνω φρονεῖτε, καὶ μὴ τὰ ἐπὶ τῆς γῆς· ὡς οἶμαι, ἀναπόδοτον οὕτω διευκρινήσαντος ἡμῖν τοῦ Ἀποστόλου, δι’ ὀλίγων γοῦν τῶν μνημονευθέντων τὴν προλαβοῦσαν μεγάλην τῆς ἀμετρήτου φιλανθρωπίας τοῦ Θεοῦ χάριν ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, οὗ ἡ μέχρι θανάτου ὑπακοὴ ἡμῖν ἐγένετο, καθὼς γέγραπται, λύτρωσις ἁμαρτημάτων, ἐλευθερία τοῦ ἐν τῷ ἀπ’ αἰῶνος παραπτώματι βασιλεύοντος θανάτου, καταλλαγὴ τῷ Θεῷ, δύναμις τῆς πρὸς Θεὸν εὐαρεστήσεως, δικαιοσύνης δωρεὰ, κοινωνία τῶν ἁγίων ἐν τῇ αἰωνίῳ ζωῇ, βασιλείας οὐρανῶν κληρονομία, καὶ μυρίων ἄλλων ἀγαθῶν βραβεῖον· σοφῶς δὲ καὶ ἰσχυρῶς παραδεδωκότος ἡμῖν, διὰ τῶν συνημμένως ἐπενεχθέντων, τὸν ἐν τῷ ὕδατι εἰς τὸν θάνατον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ βαπτίσματος λόγον. Δι’ ὧν ἐπαίδευσεν ἡμᾶς ἀσφαλίζεσθαι ἑαυτοὺς, μὴ εἰς κενὸν τὴν τοσαύτην καὶ τοιαύτην χάριν δέξασθαι, εἰπὼν ἃ καὶ προσεῖπον· Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτία, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας·
PG 31:1556καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ, καὶ τὰ ἑξῆς. Δι’ ὧν παντάπασιν ἀποστήσας μὲν ἡμᾶς πάσης ἁμαρτίας καὶ τῆς κατὰ νόμον δικαιοσύνης, προςαγαγὼν δὲ τῇ κατὰ Θεὸν δικαιοσύνῃ σφοδρότερον διὰ φρικωδεστέρας ἀπειλῆς, καὶ ἀγαθῆς καὶ ποθεινοτάτης ἐπαγγελίας, ἐν τῷ εἰπεῖν· Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μιμεῖσθαι πάλιν τὸν Κύριον, καὶ τῆς κατὰ νόμον δικαιοσύνης κρείττονας ἡμᾶς γενέσθαι παιδεύει, ἐπαγαγών· Ἢ ἀγνοεῖτε, ἀδελφοὶ (γινώσκουσι γὰρ νόμον λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ; Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ.
Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν, εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος, καὶ τὰ ἑξῆς. Δι’ ὧν παιδευόμεθα θαυμάζειν τὴν ἀνεκδιήγητον φιλανθρωπίαν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, καὶ φρικωδέστερον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Τὴν δὲ διαφορὰν τοῦ πνεύματος πρὸς τὸ γράμμα, ἐν ἑτέρῳ τόπῳ σύγκρισιν ποιούμενος τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου, κατὰ ἀπόφασιν δεικνύει, λέγων· Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ· γράμμα δὲ λέγων τὸν νόμον, ὡς διὰ τῶν προγεγραμμένων καὶ ἐπιφερομένων δηλοῦται· πνεῦμα δὲ τὴν τοῦ Κυρίου διδασκαλίαν, αὐτοῦ τοῦ Κυρίου εἰπόντος·
PG 31:1558Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή ἐστιν. Εἰ δὲ ἡ κατὰ νόμον δικαιοσύνη σπουδαζομένη τισὶ τῶν ἐν τῷ βαπτίσματι καθομολογησάντων ἑαυτοὺς τῷ Θεῷ μηκέτι ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι, μοιχείας κρῖμα ἐπάγει, ὡς διὰ τῶν προειρημένων σαφῶς δέδεικται, τί ἄν τις εἴποι περὶ παραδόσεων ἀνθρωπίνων; Περὶ δὲ τῆς κατὰ νόμον δικαιοσύνης ὁ αὐτὸς Ἀπόστολος σφοδρότερον ἀποφαίνεται, εἰπών· Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ Ἰησοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην. Περὶ μὲν οὖν παραδόσεων ἀνθρωπίνων τὸ κρῖμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου ῥημάτων· περὶ δὲ λογισμῶν ἰδίων ἐν σοφίᾳ ἀνθρωπίνῃ ἀγωνιστικώτερον τὴν καθαίρεσιν ποιεῖσθαι ὁ Ἀπόστολος ἐδίδαξεν, εἰπών·
Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ἢ ὅλως περὶ δικαιοσύνης τῆς ἑκάστῳ φαινομένης, κἂν διὰ Θεὸν ᾖ ἐσπουδασμένως γινομένη· περὶ ἧς φησι πάλιν ὁ αὐτός· Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ὡς ἐκ τούτων καὶ τῶν τοιούτων φανερὸν εἶναι τὸ κρῖμα τῶν θελόντων σοφίζεσθαι τὰ κρίματα τοῦ Θεοῦ. Γέγραπται γάρ· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες· τοῦ Κυρίου φανερώτερον ἀποφηναμένου, ὅτι ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς τὸ παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Διόπερ πάντων ὁμοῦ καθαρεῦσαι ἀναγκαῖον, τῶν τε τοῦ διαβόλου ἐπιθυμιῶν, καὶ τῶν τοῦ κόσμου μετεωρισμῶν, καὶ τῶν ἀνθρωπίνων παραδόσεων, καὶ τῶν ἰδίων θελημάτων, κἂν εὐπροσωπότεροι εἶναι δόξωσι, καὶ ὑπὸ τοῦ νόμου συνηγορῶνται, ἐὰν καὶ πρὸς ὀλίγον ἀναβολὴν ἐμποιήσωσι τῇ ὀφειλομένῃ ὀξυτάτῃ σπουδῇ τῶν θελημάτων τοῦ Θεοῦ·
PG 31:1560ἵνα οἱ ἐν τῷ τοιούτῳ βαπτίσματι ὁμολογήσαντες συνεσταυρῶσθαι τῷ Χριστῷ, συντεθνηκέναι, συντεθάφθαι, συμπεφυτεῦσθαι, συνεγηγέρθαι, παῤῥησίαν ἔχωσι μετὰ ἀληθείας εἰπεῖν· Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι (πολὺ δὲ πρότερον τῷ διαβόλῳ), καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός· περισσείαν τῆς κατὰ τὸν νόμον δικαιοσύνης διδάσκων, ἵνα βασιλείας οὐρανῶν καταξιωθῶμεν Καιρὸς ἂν εἴη λοιπὸν εἰς κατανόησιν ἡμᾶς ἐλθεῖν, καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως σύνεσιν ἡμᾶς λαβεῖν, καὶ γνῶναι τί ἐστι τὸ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι. Πρῶτον μὲν οὖν ἑκάστου ὀνόματος ἰδιαζόντως τὴν τοῦ ὀνομαζομένου δόξαν γνωρίζειν ἀναγκαῖον· ἔπειτα εἰδέναι, ὅτι τὸ ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι αὐτὸς ὁ Κύριος σαφηνίζει, λέγων· Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν, ἵνα, τῆς κατὰ σάρκα γεννήσεως τὴν ἀκολουθίαν ἀντὶ ὑποδείγματος λαβόντες, ἐκ τοῦ γνωριμωτέρου πράγματος τὸ δόγμα τῆς εὐσεβείας σαφῶς καὶ ἀληθῶς παιδευθῶμεν·
εἰδότες, καὶ πεπεισμένοι ἀκριβῶς, ὅτι, ὥσπερ τὸ κατὰ σάρκα ἔκ τινος γεννηθὲν τοιοῦτόν ἐστιν, οἷόν ἐστι τὸ ἐξ οὗ ἐγεννήθη, οὕτω καὶ ἡμᾶς ἐπάναγκες, ἐκ τοῦ πνεύματος γεννωμένους, πνεῦμα γενέσθαι· πνεῦμα δὲ οὐ κατὰ τὴν μεγάλην καὶ ἀκατάληπτον ἀνθρωπίνῃ διανοίᾳ δόξαν τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τὴν ἐν τῇ διαιρέσει τῶν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ χαρισμάτων ἑκάστῳ πρὸς τὸ συμφέρον, καὶ ἐνεργείᾳ τούτων ἁπάντων αἰνιγματωδῶς θεωρουμένην, καὶ ἐν ἄλλοις δὲ ῥητοῖς ὁμοίως, ἀλλὰ κατὰ τὴν τῶν ἐντολῶν τοῦ Θεοῦ, τῶν διὰ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατηγγελμένων ὑπόμνησίν τε καὶ διδασκαλίαν, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Αὐτὸς ὑμᾶς διδάξει, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. Ἔπειτα δὲ ὁ Ἀπόστολος πλατύτερον παραδίδωσι, διὰ ποίων φρονημάτων γίνεταί τις πνεῦμα, ἐν τῷ γράφειν ποτὲ μέν Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, καὶ τὰ ἑξῆς· προειπών· Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον· καὶ ἀλλαχοῦ, Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν· ποτὲ δέ·
PG 31:1561Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ, τὴν δοθεῖσαν ἡμῖν, διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, καὶ τὰ ἑξῆς. Διὰ τούτων καὶ τῶν τοιούτων ὁ Κύριος τοὺς γεννηθέντας ἐκ πνεύματος πνεῦμα γενέσθαι λέγει. Συμμαρτυρεῖ δὲ ὁ Ἀπόστολος, λέγων· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὑτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὑτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστόν. Ἐὰν δὲ, ζῶντες πνεύματι, πνεύματι καὶ στοιχῶμεν, καὶ οὕτω χωρητικοὶ γενόμενοι τοῦ Πνεύματος τοῦ ἁγίου, δυνηθῶμεν ὁμολογῆσαι τὸν Χριστόν· διότι οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Οὕτω μὲν οὖν ὁ Κύριος διά τε ἑαυτοῦ καὶ διὰ τοῦ Ἀποστόλου τοὺς γεννηθέντας ἐκ πνεύματος, πνεῦμα γίνεσθαι ἐδίδαξεν. Καὶ ἐν τούτῳ δὲ πάλιν μιμησόμεθα τὴν κατὰ σάρκα γέννησιν· πρῶτον μὲν τὸν τόπον μεταλλάξαντες καὶ τὸν τρόπον μετασχηματισθέντες διὰ τοῦ κραταιωθῆναι πνεύματι τὸν ἔσω ἄνθρωπον, ὡς δύνασθαι ἡμᾶς λέγειν·
Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· τὸ μὲν σῶμα ὡς σκιὰν περισύροντες ἐπὶ τῆς γῆς, τὴν δὲ ψυχὴν συμπολιτευομένην τοῖς ἐπουρανίοις φυλάσσοντες· ἔπειτα δὲ καὶ τοὺς συνόντας ἐπὶ γῆς ἀνταλλαξάμενοι, τοῦ μὲν Δαβὶδ εἰπόντος· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν. Λαλῶν ἄδικα, οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου, καὶ ἐν ἄλλοις ὁμοίως· τοῦ δὲ Ἀποστόλου ἐμβριθέστερον παραγγέλλοντος, ὅτι Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Καὶ πολλάκις δὲ ὁ αὐτὸς, τὰ ὅμοια κατὰ τῶν ὁμοίων δογματίσας, παραδίδωσι σαφῶς καὶ ἀσφαλῶς προδιηγούμενος τὴν μεγάλην καὶ ἔνδοξον τῆς φιλανθρωπίας τοῦ Χριστοῦ χάριν, τίσι καὶ ποταποῖς συνεῖναι ἡμᾶς δεῖ, ἐν τῷ εἰπεῖν·
PG 31:1563Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς· ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.
Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλ’ ἐστὲ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἵνα οὕτως ἐν μὲν τῷ ὁμοιώματι τοῦ θανάτου συμφυτευθέντες τῷ Χριστῷ, καὶ ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, καὶ γεννηθέντες ἄνωθεν τὸν ἔσω ἄνθρωπον ἐν τῇ ἀνακαινώσει τοῦ νοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, οὕτως ἄξιοι γενώμεθα βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ καταξιωθῶμεν τῆς μεγάλης δωρεᾶς, ἣν ὁ Ἀπόστολος παραδέδωκεν, εἰπών· ὅτι Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, καὶ ἐλεύθερος· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Ἀναγκαῖον γὰρ καὶ ἀκόλουθον τὸν γεννηθέντα καὶ ἐνδύσασθαι· μόνον ἐὰν, ὥσπερ ἡ σανὶς ἐξ ὁποιαςδήποτε ὕλης οὖσα, ἀποθεμένη τὸ ἀνώμαλον, καὶ ἀποξυσθεῖσα τὸ τραχὺ, οὕτως ἐνδύεται τὴν γραφὴν τῆς εἰκόνος τοῦ βασιλέως·
PG 31:1565καὶ τότε οὐκ ἐν τῇ τοῦ ξύλου, ἢ χρυσοῦ, ἢ ἀργύρου διαφορᾷ γνωρίζεταί τις διαφορὰ τῆς εἰκόνος· ἐν δὲ τῇ ἀκριβείᾳ τῆς ὁμοιότητος πρὸς τὸ ἀρχέτυπον, μετ’ ἐπιμελείας πολλῆς κατ’ ἐπιστήμην ἀξιολόγως κατορθωθεῖσα, κρύπτει μὲν τὴν διαφορὰν τῆς ὕλης, κἂν πολλῷ τῷ μέσῳ διειστήκει, πρὸς δὲ τὴν δόξαν ἑαυτῆς τοὺς ὁρῶντας ἐπάγεται, καὶ γίνεται ἐντιμοτέρα πάσης ἀρχῆς καὶ ἐξουσίας· οὕτω καὶ ὁ βαπτιζόμενος, εἴτε Ἰουδαῖος, εἴτε Ἕλλην, εἴτε ἄρσεν, εἴτε θῆλυ, εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε Σκύθης, εἴτε βάρβαρος, εἴτε ἄλλος ἐν οἱᾳδήποτε διαφορᾷ γένους ὀνομαζόμενος, ἐν τῷ αἵματι τοῦ Χριστοῦ ἀπεκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, διὰ δὲ τῆς διδασκαλίας αὐτοῦ ἐν ἁγίῳ Πνεύματι ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ἄξιος γένηται καταντῆσαι εἰς τὴν εὐδοκίαν τοῦ Θεοῦ, ἣν ὁ Ἀπόστολος παρέδωκεν εἰπών· Οἴδαμεν γὰρ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Τότε γὰρ ὡς Υἱὸν Θεοῦ ἐνδυσάμενος, καταξιοῦται τοῦ τελείου βαθμοῦ, καὶ βαπτίζεται εἰς τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν, διδόντος ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, Θεοῦ τοῦ λέγοντος· Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ, χάριτι αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος, Ἐν ᾧ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη, καθὼς γέγραπται· δι’ ἧς εὐόδως ἡμῖν κατορθοῦται τὸ ἐπενεχθὲν συνημμένως τῷ παραγγέλματι τοῦ βαπτίσματος παρὰ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰπόντος· Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· ὧν τὴν τήρησιν ἀπόδειξιν εἶναι τῆς πρὸς αὐτὸν ἀγάπης αὐτὸς ὁ Κύριος ὡρίσατο, εἰπών· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε· καὶ πάλιν·
PG 31:1566Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· καὶ πάλιν· Ἐάν τίς με ἀγαπᾷ, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν. Καὶ σφοδρότερον καὶ δυσωπητικώτερόν φησι· Μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς κἀγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Εἰ δὲ τῆς μὲν ἀγάπης ἀναγκαία ἀπόδειξις ἡ τήρησις τῶν ἐντολῶν, φόβος δὲ σφοδρότερος, ὅτι χωρὶς ἀγάπης καὶ ἡ τῶν ἐνδόξων χαρισμάτων, καὶ ἡ τῶν ἀνωτάτω δυνάμεων, καὶ αὐτῆς τῆς πίστεως ἡ ἀκροτάτη ἐνέργεια, καὶ ἡ τελειοποιὸς ἐντολὴ ἀνωφελὴς, αὐτοῦ τοῦ ἐν Χριστῷ λαλοῦντος Παύλου τοῦ ἀποστόλου, εἰπόντος· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.
Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· ἅπερ λογίζομαι αὐτὸν εἰρηκέναι ὁριστικῶς, μεμνημένον τοῦ Κυρίου εἰπόντος, ὅτι Πολλοὶ ἐλεύσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγοντες· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας; καὶ ἀποκρίνεται αὐτοῖς· Οὐδέποτε ἔγνων ὑμᾶς. Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνομίας. Ὡς δῆλον καὶ ἀναντίῤῥητον εἶναι, ὅτι χωρὶς ἀγάπης, κἂν γένηται τὰ προστάγματα καὶ τὰ δικαιώματα, καὶ φυλαχθῶσιν αἱ ἐντολαὶ τοῦ Κυρίου, καὶ τὰ μεγάλα χαρίσματα ἐνεργηθῇ, ἀνομίας ἔργα λογισθήσεται· οὐ τῷ ἰδίῳ λόγῳ τῶν χαρισμάτων καὶ τῶν δικαιωμάτων, ἀλλὰ τῷ σκοπῷ τῶν τούτοις χρωμένων πρὸς τὰ ἴδια θελήματα, τοῦ Ἀποστόλου λέγοντος ποτὲ μέν· Νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν· ποτὲ δέ· Τινὲς μὲν διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύςσουσιν·
PG 31:1568οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· καὶ ἀλλαχοῦ· Οὐ γάρ ἐσμεν, φησὶν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. Καὶ πάλιν ἀπαρνητικῶς φησίν· Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν πρὸς ὑμᾶς, καθὼς οἴδατε, οὔτε προφάσει πλεονεξίας, Θεὸς μάρτυρ· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν, οὔτε ἀπ’ ἄλλων· δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. Διὰ δὲ τούτων καὶ τῶν τοιούτων δείκνυται σαφῶς τὸ δίκαιον τῆς τοῦ Κυρίου ἀποκρίσεως· Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνομίας, ἐν τῷ διὰ τῶν τοῦ Θεοῦ χαρισμάτων τὰ ἴδια θελήματα πραγματεύεσθαι, ὡς εἴ τις τοῖς ἰατρικοῖς σκεύεσί τε καὶ σκευάσμασιν ἰδίοις, πρὸς θεραπείαν παθῶν γενομένοις, καὶ πρὸς ἐπιμέλειαν ὑγείας τε καὶ σωτηρίας, χρήσαιτο πρὸς φόνον, καὶ μὴ τὸ τοῦ Ἀποστόλου παράγγελμα φυλάσσειν, εἰπόντος·
Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Παντὶ οὖν λόγῳ ἀναγκαία ἡ ἐπιμέλεια τοῦ ἔσω ἀνθρώπου, ὡς ἀμετεώριστον εἶναι τὸν νοῦν, καὶ ὥσπερ προσηνῶσθαι τῷ σκοπῷ τῆς τοῦ Θεοῦ δόξης, ἵνα φυλάσσοντες τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν· καὶ πάλιν· Φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου, καὶ τότε τὸ ἐκτὸς αὐτοῦ ἔσται καθαρὸν ὅλον· ἐκ περισσεύματος καρδίας ἀγαθῆς καρποφορῶμεν, ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα, εἴτε δι’ ἔργων, εἴτε διὰ λόγων εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, φυλάσσοντες πανταχοῦ τὸ ἄλυπον τῷ ἁγίῳ Πνεύματι· καὶ οὕτως φύγωμεν τὸ κρῖμα τοῦ αὐτοῦ Κυρίου εἰπόντος· Οὐαὶ ὑμῖν, ὅτι ὅμοιοί ἐστε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας·
PG 31:1569οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας. Διόπερ πρὸ μὲν βαπτίσματος μαθητευθῆναι χρὴ, τὰ κωλυτικὰ τῆς μαθητείας περιαιροῦντας πρῶτον, καὶ οὕτω πρὸς τὴν μαθητείαν ἐπιτηδείους ἑαυτοὺς παρασκευάζειν, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι’ ὑποδειγμάτων πιστωσαμένου τὴν προγενομένην ἀπόφασιν, καὶ πάλιν δογματικῶς ἐπενεγκόντος· Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· καὶ πάλιν προστακτικῶς· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ πάλιν ὁριστικῶς· Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ καθ’ ἡμέραν, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τούτοις καὶ τοῖς τοιούτοις διαπύροις λόγοις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος· Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; ἐκδήλου γενομένης τῆς τῶν ἁμαρτημάτων κακίας, καὶ φανερουμένης τῆς ἀρετῆς τῶν εἰς δόξαν τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ κατορθουμένων, ἐρχόμεθα πάντως εἰς ἐπιθυμίαν καὶ ὁμολογίαν τῶν παρὰ τοῦ Ἀποστόλου εἰρημένων·
Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, τοῦ εἰ πόντος· Τοῦτό μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· μαρτυροῦντος τοῦ Ἀποστόλου ἐν τῷ εἰπεῖν· Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων· καὶ τότε ἐρχόμεθα εἰς τὸ ἐν τῷ ὕδατι βάπτισμα, ὅπερ ἐστὶν ὁμοίωμα τοῦ σταυροῦ, τοῦ θανάτου, τῆς ταφῆς, τῆς ἐκ νεκρῶν ἀναστάσεως· συνθήκας κατατιθέμενοι, καὶ φυλάσσοντες τὰς ὑπ’ αὐτοῦ τοῦ Ἀποστόλου ἐν τῇ περικοπῇ τοῦ τοιούτου βαπτίσματος ἐπεσφραγισμένας, διὰ τοῦ εἰπεῖν· Εἰδότες, ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ.
PG 31:1571Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ, καὶ τὰ ἑξῆς. Τότε καταξιοῦταί τις ἐν ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι, καὶ ἄνωθεν γεννηθεὶς ἀλλάξαι καὶ τὸν τόπον καὶ τὸν τρόπον καὶ τοὺς συζῶντας, ἵνα τῷ πνεύματι στοιχοῦντες καταξιωθῶμεν ἐν ὀνόματι τοῦ Υἱοῦ βαπτισθῆναι, καὶ ἐνδύσασθαι τὸν Χριστόν. Χρὴ γὰρ τὸν γεννηθέντα καὶ ἐνδύματος καταξιωθῆναι, καθὼς εἶπεν ὁ Ἀπόστολος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· καὶ πάλιν· Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ὅπου οὐκ ἔνι Ἕλλην, καὶ Ἰουδαῖος. Τὸν δὲ Υἱὸν τοῦ Θεοῦ ἐνδυσάμενοι, τὸν δόντα ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, ἐν ὀνόματι τοῦ Πατρὸς βαπτιζόμεθα, καὶ τέκνα Θεοῦ ἀναγορευόμεθα, τοῦ προστάξαντος καὶ ἐπαγγειλαμένου, καθὼς εἶπεν ὁ προφήτης·
Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες, φησὶν ὁ Ἀπόστολος, τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· καὶ πάλιν παραγγέλλων ἐν τῷ εἰπεῖν· Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ· καὶ πάλιν· Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ, τῇ παρ’ αὐτοῦ τοῦ Κυρίου ἐπηγγελμένῃ, εἰπόντος· Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος.

Discourse 3ΛΟΓΟΣ Γ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΛΟΓΟΣ Γ.
PG 31:1573Ὅτι δεῖ τὸν ἀναγεννηθέντα διὰ τοῦ βαπτίσματος, τρέφεσθαι λοιπὸν τῇ μεταλήψει τῶν θείων μυστηρίων. Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῇ μνήμῃ τῶν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος ῥημάτων, καὶ τῶν ἁγίων αὐτοῦ εὐαγγελιστῶν τε καὶ προφητῶν, καὶ τοῦ Ἀποστόλου αὐτάρκως ἡμῖν σαφηνισάντων τὸν περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βαπτίσματος λόγον, ἐπαιδεύθημεν, ὅτι τὸ μὲν ἐν τῷ πυρὶ βάπτισμα ἐλεγκτικὸν μέν ἐστι πάσης κακίας, δεκτικὸν δὲ τῆς κατὰ Χριστὸν δικαιοσύνης, μῖσος μὲν ἐμποιοῦν τῆς κακίας, ἐπιθυμίαν δὲ τῆς ἀρετῆς. Διὰ δὲ τῆς πίστεως ὑπὸ τοῦ αἵματος τοῦ Χριστοῦ ἐκαθαρίσθημεν ἀπὸ πάσης ἁμαρτίας, ἐν δὲ τῷ ὕδατι βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου, ὥσπερ ἔγγραφον ὁμολογίαν κατεθέμεθα, νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ, ζωοποιεῖσθαι δὲ τῇ δικαιοσύνῃ· καὶ οὕτως ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, ἄνωθεν ἐγεννήθημεν· γεννηθέντες δὲ, καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ βαπτισθέντες, τὸν Χριστὸν ἐνεδυσάμεθα, ἐνδυσάμενοι δὲ τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐβαπτίσθημεν, καὶ τέκνα Θεοῦ ἀνηγορεύθημεν.
Χρεία οὖν λοιπὸν τρέφεσθαι ἡμᾶς τροφὴν ζωῆς αἰωνίου, ἥντινα παρέδωκεν ἡμῖν πάλιν ὁ αὐτὸς μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ποτὲ μὲν εἰπών· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος τοῦ Θεοῦ. Καὶ πῶς τοῦτο γένηται, ἐδίδαξεν ἐν τῷ εἰπεῖν· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Καὶ πάλιν προσθεὶς τὸ Ἀμὴν δεύτερον πρὸς βεβαίωσιν τῶν ἐπιφερομένων, καὶ πληροφορίαν τῶν ἀκουόντων, φησίν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καὶ μετ’ ὀλίγα γέγραπται· Πολλοὶ οὖν, ἀκούσαντες τὸν λόγον τῶν μαθητῶν αὐτοῦ, εἶπον· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Κύριος ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει;
PG 31:1575Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή ἐστιν. Ἀλλ’ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ὁ Ἰησοῦς ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου. Ἐκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ πρὸς τῷ τέλει τῶν Εὐαγγελίων γέγραπται· Λαβὼν οὖν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καὶ λαβὼν τὸ ποτήριον, καὶ εὐχαριστήσας. ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες·
τοῦτο γάρ μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ Ἀπόστολος, λέγων· Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ἧ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ. Τί οὖν ὠφελεῖ τὰ ῥήματα ταῦτα; Ἵνα ἐσθίοντές τε καὶ πίνοντες, ἀεὶ μνημονεύωμεν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, καὶ οὕτω παιδευθῶμεν ἀναγκαίως φυλάξαι ἐνώπιον Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ τὸ δόγμα τὸ ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένον, ἐν τῷ εἰπεῖν· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον·
PG 31:1577καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ὁ γὰρ ἐσθίων καὶ πίνων, δηλονότι εἰς ἀνεξάλειπτον μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, καὶ ἐγερθέντος, τὸν δὲ λόγον τῆς μνήμης, τῆς μέχρι θανάτου ὑπακοῆς τοῦ Κυρίου, μὴ πληρῶν κατὰ τὴν τοῦ Ἀποστόλου διδασκαλίαν, καθὼς προείρηται εἰπόντος· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον (ὅπερ ὡμολογήσαμεν ἐν τῷ βαπτίσματι), καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι· οὐδὲν ἔχει ὄφελος κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου εἰπόντος, ὅτι Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Προστίθησι δὲ καθ’ ἑαυτοῦ ὁ τοιοῦτος καὶ τὸ κρῖμα τοῦ Ἀποστόλου, λέγοντος· Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Οὐ μόνον γὰρ κρῖμα φοβερὸν ἔχει ὁ ἐν μολυσμῷ σαρκὸς καὶ πνεύματος ἀναξίως προσερχόμενος τοῖς ἁγίοις· προσερχόμενος γὰρ, ἔνοχος γίνεται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου·
ἀλλὰ καὶ ὁ ἀργῶς καὶ ἀνωφελῶς ἐσθίων καὶ πίνων, ἐν τῷ μὴ διὰ τῆς μνήμης τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, τὸ εἰρημένον φυλάσσειν, ὅτι Ἡ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον, καὶ τὰ ἑξῆς. Ὥσπερ γὰρ ἀσυνειδήτως καὶ ἀνωφελῶς τοσοῦτον καὶ τοιοῦτον ἀγαθὸν καταργῶν, καὶ ὥσπερ ἀχαρίστως προσερχόμενος τῷ τοιούτῳ μυστηρίῳ, τὸ κρῖμα ἔχει τῆς ἀργίας· τοῦ Κυρίου καὶ τοὺς ῥῆμα ἀργὸν προϊεμένους ἀκρίτους εἶναι μὴ συγχωρήσαντος, σφοδρότερον δὲ παριστῶντος τὸ κρῖμα τῆς ἀργίας διὰ τοῦ τὸ τάλαντον ἐν ἀργίᾳ φυλάξαντος ἀκέραιον· τοῦ δὲ Ἀποστόλου παραδεδωκότος ἡμῖν, ὅτι καὶ ὁ τὸ ἀγαθὸν προφέρων ῥῆμα, μὴ εἰς οἰκοδομὴν δὲ τῆς πίστεως οἰκονομῶν, λυπεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὕτω συνορᾷν ὀφείλομεν τὸ κρῖμα τοῦ ἀναξίως ἐσθίοντος καὶ πίνοντος.
PG 31:1578Εἰ δὲ καὶ ὁ τὸν ἀδελφὸν διὰ βρῶμα λυπῶν τῆς ἀγάπης ἐκπέπτωκεν, ἧς ἄνευ καὶ τὰ μεγάλα τῶν τε χαρισμάτων καὶ τῶν δικαιωμάτων ἐνεργούμενα οὐδὲν ὠφελεῖ, τί ἄν τις εἶποι περὶ τοῦ ἀργῶς καὶ ἀνωφελῶς τολμῶντος φαγεῖν τὸ σῶμα, καὶ πιεῖν τὸ αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τοῦτο περισσοτέρως λυποῦντος τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τολμῶντος ἄνευ τῆς συνεχούσης ἀγάπης, ὥστε κρῖναι μὴ ἑαυτῷ ζῇν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, φαγεῖν καὶ πιεῖν; Δεῖ οὖν τὸν προσιόντα τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ, εἰς ἀνάμνησιν αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, μὴ μόνον καθαρεύειν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα μὴ εἰς κρῖμα φάγῃ καὶ πίῃ, ἀλλὰ καὶ ἐνεργῶς δεικνύειν τὴν μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, ἐν τῷ νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ καὶ ἑαυτῷ, ζῇν δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. ΕΡΩΤΗΣΙΣ Α. Εἰ πᾶς ὁ βαπτισθεὶς τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα ὀφειλέτης ἐστὶ νεκρὸς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῇν δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. ΑΠΟΚΡΙΣΙΣ.
Εἰ πάντες οἱ τῆς βασιλείας τοῦ Θεοῦ ἐπιθυμοῦντες τῆς τοῦ βαπτίσματος χάριτος ὁμοίως καὶ ἀναγκαίως ἀντιποιούμεθα καὶ ἐπιδεόμεθα, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, εἰπόντος· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, πάντες ἄρα ὁμοίως ἐσμὲν ὀφειλέται τῷ αὐτῷ λόγῳ στοιχεῖν τοῦ βαπτίσματος, τοῦ Ἀποστόλου κοινῶς πᾶσι τοῖς βαπτισθεῖσι λέγοντος· Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν, καὶ τὰ ἑξῆς. Καὶ ἐν ἑτέρῳ τόπῳ ἐντρεπτικώτερον καὶ σαφέστερον ἡμῖν παραδίδωσι τοιοῦτον δόγμα, εἰπών· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Καθὼς πάλιν πρὸς πάντας φησίν·
PG 31:1580Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως. Ἄρα πᾶς ὁ βαπτισθεὶς τὸ τοῦ Εὐαγγελίου βάπτισμα ὀφειλέτης ἐστὶ κατὰ τὸ Εὐαγγέλιον ζῇν καὶ δι’ ὧν εἶπεν ἀλλαχοῦ· Μαρτύρομαι πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. Σαφῶς οὖν συνίσταται, ὅτι πᾶς ὁ βαπτισθεὶς τὸ ἓν βάπτισμα, καθὼς γέγραπται, ἐπίσης ὀφειλέτης ἐστὶ κατὰ τὸν λόγον τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος πληρῶσαι τὸ γεγραμμένον ὑπ’ αὐτοῦ τοῦ Ἀποστόλου. Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον·
καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἰ γὰρ ὁ περιτμηθεὶς μέρος τι τοῦ σώματος, τὴν κατὰ Μωϋσῆν περιτομὴν, ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι, πόσῳ μᾶλλον ὁ περιτμηθεὶς τὴν κατὰ Χριστὸν περιτομὴν ἐν τῇ ἀπεκδύσει ὅλου τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκὸς, καθὼς γέγραπται, ὀφειλέτης ἐστὶ πληρῶσαι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός; Ὥστε ὁ ἀληθῶς, κατὰ τὸν λόγον τοῦ Ἀποστόλου, βαπτισθεὶς εἰς τὸν θάνατον τοῦ Χριστοῦ, ἐνέκρωσε μὲν ἑαυτὸν καὶ τῷ κόσμῳ, πολὺ δὲ πρότερον τῇ ἁμαρτίᾳ, κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον ἐν τῷ περὶ τοῦ βαπτίσματος λόγῳ, ὅτι Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ἀπαράβατον δὲ συνθήκην κατέθετο τοῦ ἀκολουθεῖν ἐν πᾶσι τῷ Κυρίῳ, ὅπερ ἐστὶ ζῇν τῷ Θεῷ ὁλοκλήρως, δι’ ὅλου πληρῶν τὰ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένα·
PG 31:1581ποτὲ μὲν, Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν, καὶ τὰ ἑξῆς· ποτὲ δὲ, Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ· ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ· ἐν τούτοις δὲ καὶ τοῖς τοιούτοις δόγμασι πάλιν λέγων· Οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν, οὐδὲ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἄξιοι γενώμεθα οἱ πάντες, ὡς εἷς, ἀκοῦσαι· Δεῦρο, ἀγαθὲ δοῦλε· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Ἧς καταξιούμεθα, ἐὰν ἕκαστος ἡμῶν ἐν ᾧ ἐκλήθη καὶ ἐκληρώθη, δι’ ἐπιμελείας περισσοτέρας καὶ ἀόκνου σπουδῆς πολυπλασιάσῃ τὴν μερισθεῖσαν αὐτῷ χάριν, καθὼς γέγραπται. ΕΡΩΤΗΣΙΣ Β. Εἰ ἀκίνδυνόν ἐστι μὴ καθαρεύοντα τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, ἢ ἀκαθαρσίας, ἢ μολυσμοῦ, ἱερατεύειν. ΑΠΟΚΡΙΣΙΣ.
Μωϋσῆς μὲν, τύπον διδοὺς τοῖς τότε, πρὸς νουθεσίαν δὲ ἡμετέραν, ἐν τῷ νόμῳ τῷ παρὰ τοῦ Θεοῦ δοθέντι γράφει· Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν λέγων· Εἰπὸν πρὸς Ἀαρὼν λέγων· Ἄνθρωπος ἐκ τοῦ γένους σου εἰς τὰς γενεὰς ὑμῶν, ὃς ἔχει ἐν ἑαυτῷ μῶμον, οὐ προσελεύσεται προσφέρειν τὰ δῶρα τῷ Θεῷ αὐτοῦ· ὅτι πᾶς ἄνθρωπος, ἐν ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος, οὐ προσελεύσεται· καὶ τοῖς ἑξῆς ἑρμηνεύει τὸν μῶμον· οὐκ ἐν ἐπιμιξίᾳ ἀλλοτρίων μελῶν, οὐδὲ ἐν συντρίμματι ἑνός τινος, κἂν ἐπὶ μέρους ᾖ τῶν ἰδίων μελῶν οὐ τοσοῦτον παραποδίζοντος τὴν ἐνέργειαν τῆς εὐοδίας, ἀλλὰ παραβλάπτοντος τὴν εὐτρέπειαν ἢ τὴν ὁλοκληρίαν· ὁ δὲ Κύριος λέγων· Μεῖζον τοῦ ἱεροῦ ὧδε, παιδεύει ἡμᾶς, ὅτι τοσοῦτον ἀσεβέστερός ἐστιν ὁ τολμῶν ἱερατεύειν τὸ σῶμα τοῦ Κυρίου, τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας, ὅσον τὸ σῶμα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ὑπερέχει κριῶν καὶ ταύρων· οὐκ ἐκ συγκρίσεως, ἀσύγκριτος γὰρ ἡ ὑπεροχή. Ἀλλὰ καὶ μῶμος ἢ λώβησις νῦν οὐκ ἐπὶ μελῶν σώματός ἐστι θεωρουμένη, ἐπὶ δὲ δικαιωμάτων τῆς κατὰ τὸ Εὐαγγέλιον θεοσεβείας ἐστὶ γινωσκομένη·
PG 31:1583ὅταν ἢ παρ’ ὀλίγον, ἢ ἐλλειπῶς γένηται ἡ ἐντολὴ, ἢ μὴ οὕτως, ὥσπερ εὐαρεστεῖται Θεός· ὥσπερ οὐλῆς τινος ἢ λέπρας ἐπιφαινομένης τῇ ἐντολῇ τῆς ἀνθρωπίνης γνώμης. Ἀναγκαῖον οὖν πάντοτε μὲν, μάλιστα δὲ ἐν τῷ καιρῷ τοῦ τοσούτου καὶ τοιούτου μυστηρίου, φυλάσσειν τὸ παράγγελμα τοῦ Ἀποστόλου εἰπόντος· Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι. Οὕτως ἄξιός τις γένηται ἱερουργεῖν τὸ μυστήριον τοῦ Κυρίου κατὰ τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ΕΡΩΤΗΣΙΣ Γ. Εἰ ἀκίνδυνόν ἐστι μὴ καθαρεύοντά τινα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐσθίειν τὸ σῶμα τοῦ Κυρίου, καὶ πίνειν τὸ αἷμα ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Θεοῦ ἐν τῷ νόμῳ τὴν ἀνωτάτω τιμωρίαν ὁρίσαντος κατὰ τοῦ ἐν ἀκαθαρσίᾳ τολμήσαντος ἅψασθαι τῶν ἁγίων· γέγραπται γὰρ τυπικῶς μὲν ἐκείνοις, εἰς νουθεσίαν δὲ ἡμετέραν· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Εἰπὲ Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ·
καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομά μου τὸ ἅγιον, ὅσα αὐτοὶ ἁγιάζουσί μοι. Ἐγὼ Κύριος. Εἰπὲ αὐτοῖς· Εἰς τὰς γενεὰς αὐτῶν πᾶς ἄνθρωπος, ὃς ἐὰν προςέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτῷ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπὸ προσώπου μου. Ἐγὼ Κύριος· εἰ τοιαύτη ἀπειλὴ κεῖται κατὰ τῶν προσιόντων ἁπλῶς εἰς τὰ παρὰ τῶν ἀνθρώπων ἁγιαζόμενα, τί ἄν τις εἴποι κατὰ τοῦ εἰς τοσοῦτον καὶ τοιοῦτον μυστήριον τολμήσαντος; Ὅσῳ γὰρ πλεῖον τοῦ ἱεροῦ ὧδε, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, τοσούτῳ δεινότερον καὶ φοβερώτερον τὸ ἐν μολυσμῷ ψυχῆς τολμῆσαι ἅψασθαι τοῦ σώματος τοῦ Χριστοῦ, παρὰ τὸ ἅψασθαι κριῶν ἢ ταύρων, τοῦ Ἀποστόλου εἰπόντος· Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Σφοδρότερον δὲ ὁμοῦ καὶ φοβερώτερον παριστῶν τὸ κρῖμα διὰ τῆς ἐπαναλήψεως, φησί· Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω.
PG 31:1585Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Εἰ δὲ ὁ ἐν ἀκαθαρσίᾳ μόνῃ γενόμενος (τῆς δὲ ἀκαθαρσίας τὸ ἰδίωμα τυπικῶς ἐκ τοῦ νόμου μανθάνομεν), οὕτω φοβερὸν ἔχει τὸ κρῖμα, πόσῳ μᾶλλον ὁ ἐν ἁμαρτίᾳ ὢν, καὶ κατατολμῶν τοῦ σώματος τοῦ Κυρίου, δεινότερον ἐπισπάσεται τὸ κρῖμα; Καθαρεύσωμεν τοίνυν ἀπὸ παντὸς μολυσμοῦ (ἡ δὲ διαφορὰ τοῦ μολυσμοῦ πρὸς τὴν ἀκαθαρσίαν φανερὰ τοῖς εὖ φρονοῦσι), καὶ οὕτω προσερχώμεθα τοῖς ἁγίοις, ἵνα φύγωμεν τὸ κρῖμα τῶν φονευσάντων τὸν Κύριον, διότι Ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου· σχῶμεν δὲ ζωὴν αἰώνιον, καθὼς ἐπηγγείλατο ὁ ἀψευδὴς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός· ἐὰν ἐσθίοντες καὶ πίνοντες μνημονεύσωμεν αὐτοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ φυλάξωμεν τὸ κρῖμα τοῦ Ἀποστόλου εἰπόντος· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον·
καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι· ὅπερ συνεθέμεθα ἐν τῷ βαπτίσματι. ΕΡΩΤΗΣΙΣ Δ. Εἰ παντὶ ῥήματι Θεοῦ δεῖ πιστεύειν, καὶ πείθεσθαι ἐν πληροφορίᾳ ἀληθείας τοῦ εἰρημένου, κἂν εὑρίσκηταί τι ἢ ῥῆμα ἢ ἔργον ἤτοι παρ’ αὐτοῦ τοῦ Κυρίου ἢ παρ’ αὐτῶν τῶν ἁγίων δοκοῦν ἐναντίως ἔχειν. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ἐρώτημα, εἰ καὶ παντάπασιν ἀνάξιον παντὸς τοῦ καταδεξαμένου ὁμολογεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, λαλοῦντα ῥήματα, ἃ ἤκουσε παρὰ τοῦ Πατρὸς, ὅμως ἀναγκαῖον ἀποκρίνασθαι, πειθομένους τῷ Ἀποστόλῳ γράψαντι· Ἕτοιμοι ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως. Καὶ ἵνα μὴ, παρ’ ἑαυτῶν τι λέγοντες, ἀμφιβολίαν ἐμποιήσωμεν τοῖς ἀκούουσι, μνημονεύσωμεν αὐτοῦ τοῦ Κυρίου λέγοντος· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται· καὶ πάλιν·
PG 31:1587Εὐκοπώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. Εἰ δὲ πλεῖον Σολομῶνος ὧδε, καὶ πλεῖον Ἰωνᾶ ὧδε, ἀκόλουθόν ἐστιν εἰπεῖν, ὅτι καὶ πλεῖον Μωϋσέως ὧδε, τοῦ Ἀποστόλου, μετὰ τὸ τὴν ἀπρόσιτον τοῖς Ἰσραηλίταις Μωϋσέως δόξαν διηγήσασθαι ἐν συγκρίσει τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπενεγκόντος ὅτι, Οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέλει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. Οὕτως εἰ καὶ ἐκ τῶν εἰρημένων ἐπαιδεύθημεν τὰ ἐν τῷ Εὐαγγελίῳ εἰρημένα ἐν πίστει ἀδιακρίτῳ βεβαιότερα γνωρίσαι καὶ ὁμολογεῖν, ὅμως πάλιν αὐτοῦ τοῦ Κυρίου μνημονεύσωμεν λέγοντος· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἤρκει μὲν οὖν τὰ τοῦ Κυρίου ῥήματα πλέον πάντων ἐν Πνεύματι ἁγίῳ καὶ ἡγεμονικῷ στηρίξαι τὰς καρδίας ἡμῶν, ἀδιστάκτως καὶ ἀραρότως ἔχειν περὶ παντὸς ῥήματος ἐκπορευομένου διὰ στόματος Θεοῦ· ἵνα δὲ καὶ τῇ τινων ἀσθενείᾳ βοηθήσωμεν, ἀκόλουθον ἂν εἴη καὶ μαρτυρίαν ἑνὸς ἢ δευτέρου ἐκ πολλῶν παραθέσθαι. Ὁ μὲν οὖν Δαβίδ φησι·
Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι· καὶ πάλιν· Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ, καὶ πολλὰ τοιαῦτα. Ὁ δὲ Ἰηοὺ ἐν τοῖς Βασιλείοις εἶπεν· Ἴδετε, ὅτι οὐ πεσεῖται λόγος Κυρίου ἐπὶ τὴν γῆν. Περὶ δὲ τῶν δοκούντων ἐναντίωσίν τινα ἔχειν, κρεῖττόν ἐστιν ἑαυτοῦ καταψηφίσασθαι, ὡς μήπω ἐλθόντος εἰς κατανόησιν τοῦ πλούτου τῆς σοφίας, καὶ ὅτι δύσκολον τῶν ἀνεξερευνήτων κριμάτων τοῦ Θεοῦ ἐφικέσθαι, ἢ ὑπόδικον γενέσθαι τῷ κρίματι τῆς θρασύτητος καὶ τῆς αὐθαδείας, καὶ ἀκοῦσαι, Ἀσεβὴς ὁ λέγων βασιλεῖ, Παρανομεῖς· καὶ, Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Εἰ δὲ καὶ τὰ πολλὰ τοῖς πολλοῖς φανερὰν ἔχειν δοκεῖ τὴν λύσιν, ὅμως ἐπὶ τῶν δοκούντων ἐναντίωσιν ἔχειν ὀφείλομεν παρατηρεῖν, ὅτι, ὅταν μὲν τῷ προστάγματι δοκῇ ἐναντίον τι εἶναι ῥῆμα ἢ ἔργον, ἀναγκαῖον αὐτὸν ἕκαστον τῷ προστάγματι πειθαρχεῖν, καὶ μὴ τῷ βάθει τοῦ πλούτου καὶ τῆς σοφίας ἐπισκήπτειν, ἢ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις· τοῦτο γὰρ εὐάρεστον τῷ Θεῷ, καὶ ἀκίνδυνον εἶναι μεμαθήκαμεν ἐκ τῶν θεοπνεύστων Γραφῶν·
PG 31:1588ὅταν δὲ πρόσταγμα προστάγματι ἐναντίως ἔχειν δοκῇ, ἵνα τὰς ὑποθέσεις καταμανθάνοντες, καὶ ὁλόκληρον τὴν περικοπὴν ἀναγινώσκοντες, οὕτω τὸ ἄμαχον ἐπιγινώσκωμεν, καὶ τὸ ἑκάστῳ ἁρμόζον πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως φυλάσσωμεν, εἰς ὃν ἀμφότερα τείνει τὰ προστάγματα· τὰ μὲν νόσον θεραπεύοντα, τὰ δὲ προκοπὴν ἐμποιοῦντα πρὸς τελείωσιν ἄγουσαν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου λέγοντος ποτὲ μέν· Οὐδεὶς, λύχνον ἅψας, κρύπτει αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ποτὲ δὲ, Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερὰ, τί ποιεῖ ἡ δεξιά σου. Καὶ πολλὰ τοιαῦτα εὕροις ἂν παρά τε τοῖς εὐαγγελισταῖς καὶ τῷ Ἀποστόλῳ. Ἐὰν δὲ ἡ μὲν ἐντολὴ δοθῇ, πῶς δὲ γένηται, μὴ ἐπενεχθῇ, ἀνασχώμεθα τοῦ Κυρίου λέγοντος·
Ἐρευνᾶτε τὰς Γραφὰς, καὶ μιμησώμεθα τοὺς ἀποστόλους αὐτὸν τὸν Κύριον ἐπερωτήσαντας τὴν ἑρμηνείαν τῶν παρ’ αὐτοῦ εἰρημένων καὶ τῶν παρ’ αὐτοῦ ἐκ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων, μανθάνωμεν τὸ ἀληθὲς καὶ σωτήριον· ὥσπερ ἐπὶ τοῦ, Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ἔκ τε τῶν τῷ νεανίσκῳ προστεταγμένων παιδευόμεθα, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ ἐκ τῶν εἰρημένων πρὸς τοὺς ἐπιθυμοῦντας βασιλείαν οὐρανῶν κληρονομῆσαι· Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. Ἐὰν δὲ καὶ κίνδυνος παρέπηται τῇ τηρήσει τῆς ἐντολῆς, ἥτις ἐστὶ καύχημα ἡμῶν, μνημονεύσωμεν τοῦ Ἀποστόλου εἰπόντος· Καλόν μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· καὶ ἀλλαχοῦ πλατύτερον· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ τὰ ἑξῆς.
PG 31:1590Δι’ ὧν σφοδρότερον παιδευόμεθα τηρεῖν τὰς ἐντολὰς, καὶ περισσοτέραν δοῦναι ἀπόδειξιν τῆς πρὸς τὸν Κύριον ἀγάπης, εἰπόντα· Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ πολλάκις ὁμοίως· ἐπὶ δὲ τῶν λοιπῶν μιμεῖσθαι τὸν Ἀπόστολον, καὶ λέγειν· Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου τοῦ ἐξ οὐρανῶν κατελθόντος, καὶ τὰ τοῦ Πατρὸς ἡμῖν ῥήματα ἀπαγγείλαντος; Ὧ πιστεύειν ἀναγκαῖον καὶ σωτήριον, ὡς τὰ τέκνα τοῖς γονεῦσι, καὶ τὰ παιδία τοῖς διδασκάλοις, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν, εἰπόντος· Ἐὰν μή τις δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. ΕΡΩΤΗΣΙΣ Ε. Εἰ παντὸς ῥήματος ἡ ἀπείθεια ἀξία ὀργῆς καὶ θανάτου, κἂν ἰδικῶς τῷ καθ’ ἕκαστον μὴ ᾖ συνημμένη ἡ ἀπειλή. ΑΠΟΚΡΙΣΙΣ. Περὶ μὲν τοῦ, εἰ παντὸς ῥήματος ἡ ἀπείθεια ἀξία ὀργῆς καὶ θανάτου, εἴρηται μὲν πλατύτερον ἐν τῇ περὶ τῆς συμφωνίας ἐπιστολῇ· ἵνα δὲ καὶ νῦν μιᾶς ἢ δευτέρας ἐκ πολλῶν μνημονεύσωμεν μαρτυρίας, ἀκούσωμεν Ἰωάννου μὲν τοῦ Βαπτιστοῦ λέγοντος·
Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ (τὸ δὲ ἀόριστον παντός ἐστι περιληπτικὸν) οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν· αὐτοῦ δὲ τοῦ Κυρίου ὁριστικῶς ἀποφηναμένου· Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Εἰ δὲ τὰ τοῦ νόμου οὕτως, πόσῳ μᾶλλον τὰ τοῦ Εὐαγγελίου; καθὼς αὐτὸς ὁ Κύριος πολλάκις ἐπιστώσατο. Περὶ δὲ τοῦ, κἂν ἰδικῶς τῷ καθέκαστον μὴ ᾖ συνημμένη ἡ ἀπειλὴ, ἀρκεῖν μὲν λογίζομαι τοῖς πιστοῖς, αὐτοῦ τοῦ Κυρίου μνημονεῦσαι εἰπόντος ἐν τῇ περικοπῇ τῆς μετὰ τοὺς μακαρισμοὺς διδασκαλίας· ἐν ᾗ πολλῶν μὲν ἐμνημόνευσε τῶν ἀπηγορευμένων, καὶ τοῖς μὲν προσέθηκε καὶ τὴν ἀπειλὴν, εἰπών· Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ’ ἂν εἴπῃ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ’ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός· καὶ πολλὰ τοιαῦτα· τοῖς δὲ μὴ προστιθείς· ὥσπερ ἐν τῷ εἰπεῖν, ὅτι Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ· καὶ τὸ, Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· καὶ μετ’ ὀλίγα· Ἔσται δὲ ὁ λόγος ὑμῶν, Ναὶ, ναί· οὒ, οὔ·
PG 31:1592τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. Καὶ πολλὰ τοιαῦτα εἰπὼν, ἄνευ τοῦ ἐπαγαγεῖν τῆς τιμωρίας τὸ ἰδίωμα, γενικώτερον κατὰ πάντων ἀπεφήνατο προειπὼν μὲν, Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἐν δὲ τῷ τέλει ἐπαγαγὼν, ὅτι Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Καὶ πολλαχοῦ πολλῶν μνημονεύσας ἁμαρτημάτων, οὐ προσέθηκε καὶ τὴν ἀποκειμένην ἑκάστῳ τιμωρίαν, ἀρκεῖν ἡγούμενος τὰ καθόλου πολλάκις εἰρημένᾳ κατὰ πάντων. Ἐπειδὴ δὲ χρείαν ἔχουσιν οἱ ἀσθενέστεροι βοηθείας, μνημονεύσωμεν καὶ τοῦ Ἀποστόλου. Μιμούμενος γὰρ τὸν Κύριον καὶ αὐτὸς, ποτὲ μὲν εἶπεν· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν· ποτὲ δέ· Μὴ ψεύδεσθε εἰς ἀλλήλους· καὶ ἀλλαχοῦ·
Πᾶσα ὀργὴ, καὶ θυμὸς, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ. Καὶ πολλὰ τοιαῦτα πολλάκις εἰπὼν, ἄνευ τοῦ προσθεῖναι τὴν ἀπειλὴν, ἀλλαχοῦ γενικώτερον προστίθησι καὶ τὴν τιμωρίαν, εἰπών· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Ἀλλαχοῦ δὲ πάλιν πλατύτερον γράφει· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας. Οἵτινες, τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων.
PG 31:1594Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις, ὁ κρίνων. Καὶ πολλαχοῦ ὁμοίως. Ἐξ ὧν δείκνυται, ὅτι, κἂν ἐν τοῖς κατὰ μέρος μὴ ᾖ προσκειμένη ἡ ἀπειλὴ τῆς τιμωρίας ἑκάστῳ εἴδει, ἀναγκαίως ἐπιγινώσκειν ὀφείλομεν, ὅτι ἀφύκτῳ ἀνάγκῃ τῇ γενικῇ ὑποβάλλεται ἀποφάσει ὁ καὶ μίαν ἐντολὴν παραβαίνων· τοῦ μὲν Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀποφηναμένου, ὅτι Ὁ ἀθετῶν ἐμὲ, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, καὶ τὰ ἑξῆς φοβερώτερον· Ἰωάννου δὲ τοῦ Βαπτιστοῦ, οὗ μείζων οὐδεὶς, ὁριστικῶς μαρτυροῦντος, ὅτι Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ’ αὐτόν. Τοῦτο γὰρ σύνηθες τῇ θεοπνεύστῳ Γραφῇ καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ. Καὶ γὰρ διὰ Μωϋσέως, πολλὰ τῶν ἐν τῷ νόμῳ γράψαντος, ἄνευ τοῦ προσθεῖναι τὴν ἀπειλὴν κατὰ τοῦ παραβαίνοντος ἢ ἀμελοῦντος, γενικὴν κατὰ πάντων ἐπήγαγε τὴν κατάραν, ἥτις ἐστὶ τῆς δεινοτάτης τιμωρίας προκαταρκτικὴ, εἰπών· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου. Καὶ ἀλλαχοῦ·
Ἐπικατάρατος, φησὶν, ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Εἰ δὲ ὁ ἀμελῶς ποιῶν ἐπικατάρατος, ἄρα ὁ μὴ ποιῶν τίνος ἐστὶν ἄξιος; ΕΡΩΤΗΣΙΣ 2. Εἰ ἡ ἀπείθεια ἐν τῷ ποιῆσαί τι τῶν ἀπηγορευμένων ἔστιν, ἢ καὶ ἐν τῷ παραλιπεῖν τι τῶν ἐγκεκριμένων. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ κρῖμα σφοδρότερον πιστούμενος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς ἀθέτησιν μὲν τῆς προλαβούσης πλάνης, στηριγμὸν δὲ τῶν ἡμετέρων καρδιῶν ἐν τῇ ὑγιαινούσῃ πίστει, ηὐδόκησε παιδεῦσαι ἡμᾶς τὸν φόβον τῶν κριμάτων, οὐ μόνον διὰ ῥημάτων, ἀλλὰ καὶ δι’ ὑποδειγμάτων· ὡς τῶν πραγμάτων μᾶλλον ἐμποιούντων τὴν πληροφορίαν τῆς ἀληθείας. Καὶ πρῶτον μέν φησιν· Ἐὰν μὴ περιςσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ μέθ’ ὅλην τὴν περικοπὴν τῆς διδασκαλίας αὐτοῦ ἐπήγαγεν ἀπόφασιν μεθ’ ὑποδείγματος, εἰπών·
PG 31:1595Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη· καὶ πάλιν· Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὑτοῦ, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρε. Καὶ λέγει πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Καὶ ἀλλαχοῦ φανερώτερον ἐκτίθεται τὸ κρῖμα τοῦτο, λέγων· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ἐπιφέρει οὐχὶ ἐργασίαν τινὸς τῶν ἀπηγορευμένων, ἀλλ’ ἔλλειψιν τῶν ἐγκεκριμένων ἔργων, εἰπών· Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, καὶ τὰ ἑξῆς.
Καὶ πολλὰ τοιαῦτα ἄν τις εὕροι πρὸς ἀπόδειξιν, ὅτι οὐ μόνον οἱ τὰ πονηρὰ ἐργαζόμενοι ἄξιοι θανάτου εἰσὶν, οἷς καὶ τὸ πῦρ τὸ ἄσβεστον ἡτοιμάσθη, μεθ’ ὧν κατακρίνονται καὶ οἱ ἀργοῦντες ἀπὸ τῶν καλῶν, ἀλλὰ καὶ οἱ ἀμελῶς ποιοῦντες. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Καιρὸς δ’ ἂν εἴη μνημονεῦσαι καὶ Ἰωάννου πρὸς τοὺς λαβόντας τὴν ἄφεσιν τῶν ἁμαρτημάτων διὰ τοῦ βαπτίσματος, λέγοντος· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας. Καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον, μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ὧν ἕκαστον οὐκ ἐργασίαν κακοῦ τινος δηλοῖ, ἀλλ’ ἀργίαν τοῦ τῆς θεοσεβείας δικαιώματος. Εἰ γὰρ ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ὅτι οὐ μετὰ τῆς πρεπούσης ἐποίησε προθυμίας, πόσῳ μᾶλλον ἐπικατάρατοι οἱ μήτε ποιεῖν ὁπωσοῦν τὸ ἀγαθὸν ἀνασχόμενοι; Καὶ δικαίως ἀκούουσι·
PG 31:1597Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ὡς ἐκ πάντων δῆλον, ὅτι ἀναγκαίως τάχους πλείονος καὶ σπουδῆς ἀόκνου χρεία μετ’ ἐπιθυμίας ἀγαθῆς καὶ ἀμετεωρίστου ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα ἄξιοι τοῦ μακαρισμοῦ γενώμεθα καὶ αὐτοὶ, καθὼς εἶπεν αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. ΕΡΩΤΗΣΙΣ Ζ. Εἰ δυνατόν ἐστιν, ἢ εὐάρεστον, ἢ εὐπρόσδεκτον Θεῷ, τὸν ἁμαρτίᾳ δουλεύοντα ποιεῖν δικαίωμα κατὰ τὸν τῆς θεοσεβείας τῶν ἁγίων κανόνα. ΑΠΟΚΡΙΣΙΣ. Ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ τοῦ Θεοῦ λέγοντος· Ὁ ἁμαρτωλὸς ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτείνων κύνα, καὶ ὁ προσφέρων σεμίδαλιν ὡς αἷμα ὕειον, καὶ τοσαύτην περὶ τῶν προσφερομένων εἰς θυσίαν νομοθετήσαντος ἀκρίβειαν, καὶ τὸ φοβερὸν κρῖμα κατὰ τοῦ πλημμελήσαντος θέντος·
ἐν δὲ τῇ Καινῇ Διαθήκῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι’ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις εἰπόντος, ὅτι Ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· καὶ, Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· καὶ, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ· καὶ φανερώτατα δογματίσαντος· Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· εἰ δὲ περὶ τῶν μέσων τοιαύτη ἀπόφασις, τί ἄν τις εἴποι περὶ τῶν ἀπηγορευμένων; Διὰ δὲ τοῦ Ἀποστόλου· Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; τὸ παντάπασιν ἀδύνατον καὶ ἀπαρέσκον Θεῷ, καὶ ἐπικίνδυνον τῷ τολμῶντι δεδήλωται. Διόπερ παρακαλῶ, ὡς διδάσκει ὁ Κύριος, ποιήσωμεν τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλὸν, καὶ καθαρίσωμεν πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, καὶ τότε τὸ ἐκτὸς αὐτοῦ ἔσται καθαρὸν ὅλον.
PG 31:1599Καὶ διὰ τοῦ Ἀποστόλου παιδευθέντες, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ τότε ἐπιτελῶμεν ἁγιωσύνην ἐν ἀγάπῃ Χριστοῦ, ἵνα εὐάρεστοι τῷ Θεῷ καὶ εὐπρόσδεκτοι τῷ Κυρίῳ γινώμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ΕΡΩΤΗΣΙΣ Η. Εἰ εὐπρόσδεκτόν ἐστι τῷ Θεῷ τὸ ἔργον τῆς ἐντολῆς, μὴ ἀκολούθως κατ’ ἐντολὴν τοῦ Θεοῦ γινόμενον. ΑΠΟΚΡΙΣΙΣ. Τούτου τοῦ ἐρωτήματος σαφήνειαν καὶ ὥσπερ κανόνα τινὰ κατὰ παντὸς τοῦ τοιούτου πράγματος παιδευόμεθα παρὰ μὲν τῆς Παλαιᾶς Διαθήκης, ὡς ἐκ προσώπου τοῦ Θεοῦ λεγούσης· Ἐὰν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ· ὡς μὴ μόνον ἀπρόσδεκτον εἶναι τὸ προσενεχθὲν μὴ νομίμως, ἀλλὰ καὶ εἰς ἁμαρτίαν λογισθῆναι τῷ οὕτω προσενέγκαντι. Καθ’ ὁμοιότητα δὲ τοῦ Ἀποστόλου ἔστιν, ὥσπερ δι’ ὑποδείγματος ἀνθρωπίνου, τὸν τῆς θεοσεβείας ἀπαράβατον κανόνα καθολικῶς κατὰ πάντων μαθεῖν, εἰπόντος· Κἂν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Μετὰ πλείονος δὲ φόβου, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεῦσαι ἔστιν, ὅρον ἐκθεμένου ἐν τῷ εἰπεῖν·
Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει ποιοῦντα οὕτως. Τὸ γὰρ, οὕτως, εἰπὼν, ἔδειξεν, ὅτι ὁ μὴ οὕτως ποιῶν τοῦ μακαρισμοῦ ἐκπέπτωκεν· ὡς ἐκ πολλῶν τῶν τε ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ ἱστορουμένων καὶ λεγομένων ἔστιν ἀκριβῶς μαθεῖν καὶ πληροφορηθῆναι. Τὸ δὲ, μὴ οὕτως, γίνεται ἢ παρὰ τόπον, ἢ παρὰ καιρὸν, ἢ παρὰ πρόσωπον, ἢ παρὰ πρᾶγμα, ἢ παρὰ μέτρον, ἢ παρὰ τάξιν, ἢ παρὰ διάθεσιν. Ἴδωμεν δὲ τὸν λόγον πρῶτον τοῦ παρὰ τόπον. Τοῦ Ἀποστόλου τοίνυν τοῖς ἐν τῇ συνηθείᾳ κεκρατημένοις χρησαμένου εἰς σαφεστέραν παράστασιν καὶ βοήθειαν τοῖς ἀκούουσι τῶν τῇ εὐσεβείᾳ πρεπόντων, ἐν τῷ εἰπεῖν· Ἢ οὔτε αὐτὴ ἢ φύσις διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν, ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστι; καὶ τὰ ἑξῆς· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς τοῖς ἐν τῇ φύσει κεκρατημένοις πρὸς τὰ ἀναγκαῖα τῆς παρούσης ζωῆς χρήσασθαι. Τοῦ γὰρ ἐσθίειν καὶ πίνειν συνέχοντος τὴν ζωὴν, τίς τῶν σωφρονούντων ἀνέχεται ἐπὶ τῆς ἀγορᾶς ἐσθίειν καὶ πίνειν; Ἢ τίς ἀνέχεται κατὰ πετρῶν καταβαλεῖν τὰ σπέρματα ἐπὶ ζημίαν αὐτῶν τούτων, καὶ τῶν προσδοκηθέντων καρπῶν;
PG 31:1600Καὶ πολλὰ ἄν τις εὕροι παρὰ τόπον ἐπικινδύνως γινόμενα, ἤτοι κατεγνωσμένως. Πάλιν δὲ τοῦ Ἀποστόλου μνημονεύοντες εἰπόντος· Ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν· ἴδωμεν εἰ μὴ τὰ νενομοθετημένα ὑπὸ τοῦ Θεοῦ πρὸς θεοσέβειαν, κοινωνίαν ἔχοντα πρὸς ἄλληλα, τὴν διαφορὰν ἐφύλασσεν ἀπαραβάτως. Τὰ μὲν γὰρ ἀφώριστο τῇ Ἱερουσαλὴμ, καὶ ἔξω ποιήσαντες ἐκινδύνευον· τὰ δὲ καὶ πλέον, ὅτι καὶ ἐν αὐτῷ τῷ ναῷ καὶ τῷ θυσιαστηρίῳ, καὶ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ, ἢ ἄλλοις τόποις, ἄλλα τοῖς πρὸς Θεοῦ λατρείαν ἦν ἐγκεκριμένα, καὶ οὔτε τὰ ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ γινόμενα ἐν ἄλλοις τόποις τῆς Ἱερουσαλὴμ γίνεσθαι ἐτολμᾶτο, οὔτε τὰ ἐν ἄλλοις τόποις, καὶ ἐν τῷ ναῷ συγκεχώρητο. Ἡμῖν δὲ παρὰ τόπον μὲν κινδυνεύει ἡ ἐντολή· μάλιστα, ἐὰν τὰ τῆς ἱερωσύνης μυστήρια ἐπιτελῶμεν ἐν βεβήλοις τόποις· τοῦ τοιούτου πράγματος ἀπόδειξιν μὲν ἔχοντος τῆς καταφρονήσεως τοῦ ἐπιτελοῦντος, σκανδαλίζοντος δὲ ἄλλον ἐπ’ ἄλλο τι πάθος πολυτρόπως διὰ τὴν τῶν πολλῶν ἐν τῇ γνώσει διάφορον ἀσθένειαν. Ἐὰν δέ τις λέγῃ, Τί οὖν ὁ Ἀπόστολος εἶπε·
Βούλομαι οὖν τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ, διὰ τὸ τὸν Κύριον ἐν παντὶ τόπῳ τὴν ἐξουσίαν τῆς προσκυνήσεως διδόναι, ἐν τῷ εἰρηκέναι· Οὔτε ἐν Ἱερουσαλὴμ, οὔτε ἐν τῷ ὄρει τούτῳ προςκυνήσετε τῷ Πατρί; Ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τὸ, ἐν παντὶ, οὐ περιλαμβάνει τοὺς ἀφωρισμένους τόπους ταῖς ἀνθρωπίναις χρείαις, καὶ ἀκαθάρτοις καὶ βδελυκτοῖς πράγμασιν, ἀλλὰ πλατύνει ἀπὸ τῆς περιγραφῆς τῆς Ἱερουσαλὴμ εἰς πάντα τόπον τῆς οἰκουμένης, καὶ κατὰ τὴν προφητείαν τῆς θυσίας, τὸν ἐσπουδασμένως δηλονότι ἀνατιθέμενον τῷ Θεῷ, εἰς τὴν ἱερουργίαν τοῦ ἐνδόξου μυστηρίου. Καὶ γὰρ ἀκούσαντες τοῦ προφήτου λέγοντος· Ὑμεῖς ἱερεῖς Θεοῦ κληθήσεσθε· οὔτε πάντες τῆς τοιᾶσδε ἱεροσύνης ἢ λειτουργίας τὴν ἐξουσίαν ἁρπάζομεν, οὔτε ἄλλος τὴν ἄλλῳ δοθεῖσαν χάριν ἐν ἐξουσίᾳ ἐστὶν ἑαυτῷ λαμβάνειν· ἀλλ’ ἕκαστος τῶν πιστῶν ἐν τοῖς ἰδίοις ὅροις μένει τῆς δωρεᾶς τοῦ Θεοῦ, τοῦ Ἀποστόλου παιδεύοντος ἡμᾶς ἐν τῷ λέγειν πρὸς πάντας μὲν, Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·
PG 31:1602καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε ἐν τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον· πρὸς ἕκαστον δὲ σαφῶς διακρίνοντος μὲν τὴν ἑκάστῳ πρέπουσαν λειτουργίαν, κωλύοντος δὲ ἐπεμβαίνειν ἀλλοτρίῳ τάγματι, ἐν τῷ λέγειν· Λέγω γὰρ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν, παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ διὰ τῆς ἐν ἀλλήλοις τῶν μελῶν τοῦ σώματος πρὸς τὸ εὔσχημον καὶ ἀκίνδυνον κατηναγκασμένης εὐταξίας κανονίζοντος ἐν ἡμῖν τὴν ἡμῶν πρὸς ἀλλήλους εὐάρεστον τῷ Θεῷ ἐν ἀγάπῃ Χριστοῦ Ἰησοῦ εὐταξίαν ἐν τῇ διαφορᾷ τῶν χαρισμάτων. Λέγει γάρ· Καθάπερ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, πάντα δὲ τὰ μέλη οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθεὶς ἀλλήλων μέλη· ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, καὶ τὰ ἑξῆς.
Εἰ δὲ οἱ συνεργοῦντες ἀλλήλοις πρὸς τὸν ἕνα σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, καὶ τοσαύτην ἔχοντες πρὸς ἀλλήλους συνάφειαν κοινωνίας ἐν ἀγάπῃ Χριστοῦ, τὸν ἴδιον τόπον τοῦ χαρίσματος ὑπερβαίνειν οὐκ ἐπιτρέπονται, πῶς οὐχὶ πολλῷ πλέον τοῖς ἀλλοτρίοις καὶ ἐναντίοις πράγμασιν ἀφωρισμένους τόπους διακρίνειν ἀπὸ τῶν ἁγίων ὀφείλομεν; Ἐκ πάντων γὰρ τῶν μνημονευθέντων ἐκ τῆς θεοπνεύστου Γραφῆς, καὶ τῶν τοιούτων, καὶ τῶν προῤῥηθέντων ὑποδειγμάτων παιδεύεσθαι ἡμᾶς χρὴ, ὅτι ἡ παρὰ τόπον ἐνέργεια εἰς τὸ ἐναντίον τοῦ προκειμένου σκοποῦ περιτρέπει τὸ τέλος. Παρὰ καιρὸν δὲ, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστιν ἀκοῦσαι, λέγοντος· Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί· αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὑτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.
PG 31:1604Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὑτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν αἱ φρόνιμοι λέγουσαι· Μήποτε, οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐταῖς· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. Διόπερ τὴν περὶ τοῦ αὐτοῦ κρίματος πολλάκις γινομένην παραγγελίαν σφοδρότερον καθάπτεσθαι καὶ πιστεύεσθαι μᾶλλον εἰδὼς, καὶ ἐν ἑτέρῳ τόπῳ κατὰ τὸν αὐτὸν νοῦν εἰρημένην παραθήσομαι. Φησὶ δὲ αὐτὸς ὁ Κύριος· Πολλοὶ ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. Ἀφ’ οὗ ἐὰν εἰσέλθῃ ὁ οἰκοδεσπότης, καὶ κλείσῃ τὴν θύραν, καὶ ἄρξησθε λέγειν, Κύριε, Κύριε, ἄνοιξον ἡμῖν, καὶ τότε ἀποκριθεὶς ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
Διὰ τοῦτο λέγω ὑμῖν, γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· καὶ πολλαχοῦ ὁμοίως. Εἰ δὲ δεῖ καὶ τὸν Ἀπόστολον προσκαλέσασθαι εἰς μαρτυρίαν, ἀκούσωμεν αὐτοῦ μνημονεύσαντος μετὰ τοῦ προφήτου λέγοντος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἐπενεγκόντος δὲ τὸ παρ’ ἑαυτοῦ· Ἰδοὺ νῦν καιρὸς εὐπρόςδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· καὶ πάλιν· Ἄρ’ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας μὲν, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Εἰ δὲ καὶ ἄλλης μαρτυρίας χρεία, μνημονεύσωμεν τοῦ Δαβὶδ εἰπόντος· Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· καὶ τοῦ Σολομῶντος κατὰ κοινοῦ ὁρισαμένου, ὅτι Πάντα καλὰ ἐν καιρῷ αὐτῶν. Παρὰ πρόσωπον δὲ, ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ, ὡς ἐπὶ τοῦ Κορὲ, καὶ τολμησάντων ἐπεισελθεῖν, τῇ μὴ δοθείσῃ αὐτοῖς ἱερωσύνῃ, καὶ ὑποπεσόντων ἀποτομίᾳ ὀργῆς εἰς ὄλεθρον καὶ ἀπώλειαν φρικωδεστέραν· παρ’ αὐτοῦ δὲ τοῦ Κυρίου παιδευόμεθα ἀσφαλίζεσθαι, εἰπόντος πρὸς τοὺς μαθητάς· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· πρὸς δὲ τὴν γυναῖκα·
PG 31:1606Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Παρὰ πρᾶγμα δὲ, ἐκ μὲν τῆς Παλαιᾶς Διαθήκης, ὅταν, ἐντολῆς δοθείσης προσφέρειν θυσίαν ἀπὸ καθαρῶν καὶ ὁλοκλήρων καὶ ἀμώμων, μὴ ἐκ τοιούτων προσενεχθῇ· περὶ οὗ ὁ Θεὸς εἶπε· Προςάγαγε αὐτὸ τῷ ἄρχοντί σου, εἰ προσδέξεται αὐτὸ, εἰ λήψεται πρόσωπόν σου· ἐκ δὲ τῆς Καινῆς Διαθήκης παρ’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς προφητείας Ἡσαί̈ου μνημονεύσαντος κατὰ τῶν Ἰουδαίων, ὅτι Καλῶς προεφήτευσεν Ἡσαί̈ας περὶ ὑμῶν λέγων· Ὁ λαὸς οὗτος τοῖς χείλεσι με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων· παρὰ δὲ τοῦ Ἀποστόλου μαρτυροῦντος μὲν τῇ συνειδήσει τῶν Ἰουδαίων, καταγινώσκοντος δὲ αὐτῶν ἐν τῇ διαφορᾷ τῆς δικαιοσύνης. Γράφει δὲ οὕτως· Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν.
Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Διόπερ ὁ Ἀπόστολος, τῆς πρὸς Θεὸν εὐαρεστήσεως γνησίως πεφροντικὼς, μετὰ τὴν διήγησιν τῶν ἐν τῷ νόμῳ ἀνωτάτω κατορθωθέντων αὐτῷ δικαιωμάτων ἐπιφέρει· Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν; εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν, καὶ τὰ ἑξῆς. Διὰ δὲ τούτων καὶ τῶν τοιούτων ἡμᾶς παιδεύει πολὺ περισσοτέρως φυλάσσεσθαι ἐπειςαγαγεῖν ποτε τῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κανόνι τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀνθρωπίνην δικαιοσύνην. Παρὰ μέτρον δὲ, ἀρκεῖν ἡγοῦμαι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεῦσαι πρὸς ἀντιδιαστολὴν τοῦ μέτρου τῆς παλαιᾶς ἀγάπης (γέγραπται δὲ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν,] εἰπόντος· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.
PG 31:1608Μείζονα ταύτης ἀγάπην οὐδεῖς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. Καὶ καθόλου περὶ πάντων ὁμοῦ τῶν δικαιωμάτων ἔστι μαθεῖν παρ’ αὐτοῦ τοῦ Κυρίου διορισαμένου· Ἐὰν μὴ περιςσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Παρὰ τάξιν δὲ καὶ ἀκολουθίαν, ὅταν τὰ πρῶτα ἐν δευτέρῳ τόπῳ ἢ τρίτῳ τις σπουδάζῃ, καὶ τὰ ἐν τρίτῳ τόπῳ προστεταγμένα ἀρχὴν ἡγήσηται τῶν προτεταγμένων. Τοῦ γὰρ Κυρίου προστάξαντος τῷ εἰπόντι, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, τὸ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἆρον τὸν σταυρόν σου, καὶ δεῦρο ἀκολούθει μοι· εἴ τις τῷ μηδὲν πεποιηκότι τῶν προτεταγμένων, τὸ δεύτερον, Ἀκολούθει μοι, ἐπιτρέποι· καὶ ὡς πάλιν λέγοντος τοῦ Κυρίου, Εἴ τις ἔρχεται πρός με, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι, τὸ ἀκολουθεῖν προτάσσοι τῶν προτεταγμένων·
καὶ πάλιν τοῦ Κυρίου μετὰ πολλὰ ἐπενεγκόντος τὸ, Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητὴς, πρὸ τοῦ τὰ προειρημένα φυλάξαι, μαθητὴς εἶναι φαντάζοιτο. Διόπερ ἀναγκαῖον φυλάςσειν τὸ τοῦ Ἀποστόλου παράγγελμα, εἰπόντος· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Παρὰ διάθεσιν δὲ, ὡς ὅταν λέγῃ ὁ Κύριος περὶ μὲν τῶν πάθει ἀνθρωπαρεσκείας ποιούντων ἐλεημοσύνην, ἢ ἄλλο τι δικαίωμα πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὑτῶν. Ἔτι δὲ σφοδρότερον παρίστησι τὴν κακίαν τῶν διὰ πάθος ἀνθρώπινον ποιούντων τὴν ἐντολὴν τοῦ Κυρίου, δεικνύων, ὅτι οὐ μόνον μισθοῦ ἐκπίπτει, ἀλλὰ καὶ τιμωρίας ἄξιος ὁ ποιῶν ἐντολὴν μὴ κατὰ θεοσέβειαν, ἀλλὰ κατὰ ἀνθρωπαρέσκειαν, ἤ τινος ἄλλης ἡδονῆς ἕνεκεν, ἢ πλεονεξίας, ἢ πραγματείας, ὧν κατηγορεῖ καὶ ὁ Ἀπόστολος. Αὐτὸς δὲ ὁ Κύριος σφοδρότερον κατακρίνων τοὺς τοιούτους, λέγει· Πολλοὶ ἐλεύσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγοντες·
PG 31:1609Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ ἐφάγομεν μετὰ σοῦ, καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας; Καὶ τότε ἀποκριθήσομαι αὐτοῖς λέγων· Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστὲ, ἐργάται ἀνομίας· ὡς ἐκ τούτων καὶ τῶν τοιούτων δῆλον εἶναι, ὅτι, κἂν χαρίσματά τις ἐνεργήσῃ, κἂν ἐντολὰς ποιήσῃ, μὴ κατὰ διάθεσιν δὲ καὶ σκοπὸν ὃν ἐδίδαξεν ὁ Κύριος εἰπών· Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· καὶ Παῦλος δὲ ὁ ἀπόστολος, ὁ ἐν Χριστῷ λαλῶν, φησὶν, Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν τοῦ Θεοῦ ποιεῖτε· δικαίως ἀκούει ἅπερ ἀπεκρίνατο ὁ Κύριος. Ὅθεν ὁ Ἀπόστολος ἔμαθεν εἰπεῖν· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Καὶ ἀλλαχοῦ καθολικώτερον καὶ σφοδρότερόν φησιν· Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ δὲ καὶ τῆς Παλαιᾶς Διαθήκης μαρτυρίαν ἐπιζητοῖς εἰς πληροφορίαν τοῦ τοιούτου κρίματος, Μωϋσῆς φησιν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Οἷς ἐπιφέρει ὁ Κύριος· Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Μαρτυρεῖ δὲ καὶ ὁ Ἀπόστολος, λέγων· Πλήρωμα οὖν νόμου ἡ ἀγάπη. Ὅτι δὲ οὐκ ἀτιμώρητοι οἱ μὴ κατορθοῦντες ταύτας, καὶ τὰ ταύταις ὑποπίπτοντα δικαιώματα, τιμωρίας δέ εἰσιν ὑπόδικοι, αὐτὸς Μωϋσῆς βοᾷ, λέγων· Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ. Ὁ δὲ Δαβίδ φησιν· Εἰ ἐθεώρουν ἀδικίαν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος· καὶ ἀλλαχοῦ·
PG 31:1611Ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. Πολλῆς οὖν ἐπιμελείας καὶ φροντίδος ἐπαγρύπνου χρεία, μήπως, παρά τι τῶν εἰρημένων τὴν ἐντολὴν ἐργασάμενοι, μὴ μόνον τοῦ τοιούτου καὶ τοσούτου μισθοῦ ἐκπέσωμεν, ἀλλὰ καὶ ταῖς οὕτω φοβεραῖς ἀπειλαῖς ὑποπέσωμεν. ΕΡΩΤΗΣΙΣ Θ. Εἰ χρὴ συγκοινωνεῖν τοῖς παρανομοῦσιν, ἦ τοῖς ἀκάρποις ἔργοις τοῦ σκότους, κἂν μὴ ὦσι τῶν ἐμοὶ πιστευθέντων οἱ τοιοῦτοι. ΑΠΟΚΡΙΣΙΣ. Παράνομος μέν ἐστιν πᾶς ὁ μὴ ὁλόκληρον τὸν νόμον φυλάξας, ἢ καὶ ὁ μίαν ἐντολὴν παραβάς. Ἐν γὰρ τῇ ἐλλείψει καὶ τοῦ μικροῦ τὸ πᾶν κινδυνεύει. Τὸ γὰρ παρ’ ὀλίγον γεγονὸς οὐ γέγονεν. Ὥσπερ γὰρ ὁ παρ’ ὀλίγον ἀποθανὼν οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ, καὶ ὁ παρ’ ὀλίγον ζήσας οὐ ζῇ, ἀλλὰ ἀπέθανε, καὶ ὁ παρ’ ὀλίγον εἰσελθὼν οὐκ εἰσῆλθεν, ὡς αἱ πέντε παρθένοι· οὕτως ὁ παρ’ ὀλίγον φυλάξας τὸν νόμον οὐκ ἐφύλαξεν, ἀλλ’ ἔστι παράνομος.
Διὸ καὶ ἀναγκαῖον ἐπὶ τῶν παρανομούντων, κἂν γνήσιοι εἶναι δόξωσι, πείθεσθαι τῷ Ἀποστόλῳ εἰπόντι, ποτὲ μὲν, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν· παρατηρητέον δὲ ἐνταῦθα, ὅτι οὐχὶ τὸν τὰ πάντα ὄντα ἀφώρισε καὶ αὐτῆς τῆς κοινῆς διαίτης, ἀλλὰ καὶ τὸν ἕν τι ὄντα ἐκ πάντων, ἐν τῷ μὴ εἰπεῖν, Τούτῳ, ἀλλὰ, Τῷ τοιούτῳ· ποτὲ δὲ, Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ (καὶ γὰρ καθολικώτερον ἐπήγαγεν) ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· καὶ πάλιν· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ’ ἡμῶν· καὶ ἀλλαχοῦ ὁμοίως Τὸ δὲ μὴ συγκοινωνεῖν τοῖς ἔργοις τοῖς ἀκάρποις· ἵνα σαφῶς γνῶμεν τί ἐστι, πρῶτον καταμάθωμεν κατὰ τίνων πραγμάτων κεῖται τὸ ὄνομα τοῦ ἀκάρπου· πότερον κατὰ τῶν κατεγνωσμένων μόνον, ἢ καὶ κατὰ τῶν ἐπαινετῶν μὲν, μὴ ἐξ ὑγιοῦς δὲ διαθέσεως γινομένων.
PG 31:1612Ἐν μὲν οὖν τῇ Παλαιᾷ Διαθήκῃ ὁ προφήτης ἐν τῇ τοῦ δένδρου παραβολῇ περὶ τῶν ἁγίων εἶπεν· Ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· ὁ δὲ Σολομών φησιν· Ἔργα δικαίων ζωὴν ποιεῖ· καρποὶ δὲ ἀσεβῶν ἁμαρτίαι, Ὡσηὲ δὲ λέγει· Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς· καὶ ὁ Μιχαίας· Καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν μετὰ τῶν κατοικούντων ἐν αὐτῇ, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν· καὶ ἄλλοι προφῆται ἄλλα πλείονα. Ἀλλὰ ταῦτα μὲν ὡς λύχνος λαμπέτω· τὸ δὲ φῶς τὸ ἀληθινὸν, ὁ τῆς δικαιοσύνης ἥλιος, αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τρανότερον παρίστησι λέγων· Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν· καὶ ἀλλαχοῦ ὁμοίως. Ἔχοντες οὖν τὸ τῶν καρπῶν ὄνομα ἐπὶ τοῖς ἀλλήλων ἐναντίοις ὁμοίως κείμενον, λοιπὸν καταμάθωμεν, ποῖοι μέν εἰσι δένδρα ἄκαρπα, τίνα δὲ ὁ Ἀπόστολος λέγει ἔργα ἄκαρπα. Τὰ μὲν οὖν ἄκαρπα δένδρα δηλοῦνται ἡμῖν παρὰ Ἰωάννου τοῦ Βαπτιστοῦ, εἰπόντος τοῖς καταξιωθεῖσι τοῦ βαπτίσματος εἰς ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ καθαρισθεῖσιν ἀπὸ παντὸς ῥύπου·
Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μετ’ ὀλίγα ἐπιφέροντος· Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται· τηλαυγέστερον δὲ ὁ Κύριος διδάσκει, λέγων τοῖς μὲν ἐκ δεξιῶν ἑστῶσι, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· καὶ τοὺς ἀγαθοὺς αὐτῶν καρποὺς δεικνύων ἐν τοῖς ἐπιφερομένοις· τοὺς δὲ ἐξ ἀριστερῶν πέμπων εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οἷς οὐχ ἁμαρτίας ἐργασίαν ἐγκαλεῖ, ἀλλ’ ἀργίαν καρπῶν ἀγαθῶν. Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς· ἥτις ἀργία τῆς μερίδος ἐποίησεν αὐτοὺς γενέσθαι τῶν ἁμαρτωλῶν, οἵτινες ἄγγελοι τοῦ διαβόλου καλοῦνται παρὰ τοῦ Κυρίου. Τῆς διαφορᾶς οὖν φανερωθείσης τῶν τὰ ἐναντία καρποφορούντων, καὶ ἀκάρπων, λοιπὸν ἴδωμεν, τίνα ἐστὶ μάλιστα ἃ λέγει ὁ Ἀπόστολος ἔργα ἄκαρπα.
PG 31:1614Ἐγὼ δὲ λογιζόμενος οὐχ εὑρίσκω μεταξὺ τοῦ νομίμως καὶ εὐαρέστως τῷ Θεῷ τὴν ἐντολὴν ἐργαζομένου, καὶ τοῦ τὸ κακὸν ἐργαζομένου, καὶ τοῦ μηθ’ ἕτερον ποιοῦντος, εἰ μὴ τοὺς ποιοῦντας τὸ ἀγαθὸν, μὴ εὐαρέστως δὲ τῷ Θεῷ κατά τι τῶν προειρημένων ἐν τῷ ἐρωτήματι, εἰ εὐπρόσδεκτόν ἐστιν ἔργον ἐντολῆς μὴ κατ’ ἐντολὴν γινόμενον, περὶ ὧν ὁ Κύριος λέγει, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν Ὡς αἱ πέντε μωραὶ παρθένοι, αἵτινες μαρτυροῦνται ὑπ’ αὐτοῦ τοῦ Κυρίου, ὅτι τε παρθένοι, καὶ ὅτι τὰς λαμπάδας ἐκόσμησαν, καὶ ὅτι ἀνῆψαν, τουτέστιν, ὁμοίως εἰργάσαντο ταῖς φρονίμοις, καὶ ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ κατὰ πάντα ὁμοίως ταῖς φρονίμοις τὴν σπουδὴν ἐπεδείξαντο, διὰ δὲ μόνην τὴν ἔλλειψιν τοῦ ἐν τοῖς ἀγγείοις ἐλαίου τοῦ σκοποῦ ἀποτυχοῦσαι, καὶ τῆς εἰσόδου τοῦ νυμφῶνος ἐκκλεισθεῖσαι. Καὶ ὡς ἐκ τῶν δύο τῶν ὄντων ἐν τῷ μυλῶνι, καὶ ἐπὶ τῆς αὐτῆς κλίνης οἱ ἀφιέμενοι. Ἐφ’ ὧν τάχα τὴν αἰτίαν ἐσίγησεν ὁ Κύριος, ἵνα ἐπὶ παντὸς πράγματος, ἐπὶ μικρᾷ γοῦν ἐλλείψει τοῦ πρέποντος, καὶ μάλιστα τῆς εἰλικρινοῦς ἀγάπης, ὡς ὁ Ἀπόστολος ἐδίδαξε, τὸ μὴ εὐάρεστον δείξῃ.
Ἄκαρπον τοίνυν τὸ τῶν ἔργων κατὰ τί συμβαίνει γίνεσθαι γνωρίζοντες, φυλαξώμεθα παρὰ μηδὲν τὴν νόμιμον ἄθλησιν τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀθλεῖν, ἀλλ’ ἐν παντὶ συνιστᾷν ἑαυτοὺς, ὡς Θεοῦ διακόνους. Οὐ μόνον δὲ, ἀλλὰ μήτε συγκοινωνεῖν τοῖς τοιούτοις, ὡς ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ὁριστικῶς ἀπεφήνατο λέγων· Μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους τούτου. Τὸ δὲ, Μᾶλλον δὲ καὶ ἐλέγχετε, ἐπενεγκὼν, τέως τὸν τρόπον τοῦ μὴ συγκοινωνεῖν ἐδίδαξε. Τί δέ ἐστι τὸ συγκοινωνεῖν, ἢ καὶ κατὰ πόσους τρόπους τοῦτο γίνεται, καταμάθωμεν. Μνημονεύων οὖν ἐν μὲν ταῖς Παροιμίαις τοῦ, Ἐλθὲ μεθ’ ἡμῶν, κοινώνησον αἵματος, παρὰ δὲ τῷ Ἀποστόλῳ τοῦ, Συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας, καὶ, Συγκοινωνήσαντές μου τῇ θλίψει· καὶ, Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς· καὶ τοῦ, Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις· καὶ τοῦ, Ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου, καὶ οὐ λήψῃ δι’ αὐτὸν ἁμαρτίαν· καὶ τοῦ, Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος·
PG 31:1616ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου, καὶ τῶν τοιούτων, κοινωνίαν ἡγοῦμαι κατὰ τὸ ἔργον, ὅταν ἀλλήλοις ἐπὶ τῷ αὐτῷ σκοπῷ συλλαμβάνωνται πρὸς τὴν ἐνέργειαν· κατὰ δὲ γνώμην, ὅταν συγκατάθηταί τις τῇ διαθέσει τοῦ ποιοῦντος, καὶ συναρεσθῇ. Ἑτέρα δὲ κοινωνία τοὺς πολλοὺς λανθάνουσα ἐμφαίνεται τῇ ἀκριβολογίᾳ τῆς θεοπνεύστου Γραφῆς· ὅταν μήτε συνεργασάμενος, μήτε συγκαταθέμενος τῇ διαθέσει, γνοὺς δὲ τὴν κακίαν τῆς γνώμης ἀφ’ ἧς ποιεῖ, ἐφησυχάσῃ, καὶ μὴ ἐλέγξῃ, κατά τε τὰ ἀνωτέρω γεγραμμένα, καὶ κατὰ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον τοῖς Κορινθίοις, ὅτι Οὐκ ἐπενθήσατε ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας· οἷς ἐπήγαγεν· Μικρὰ ζύμη ὅλον τὸ φύραμα δολοῖ. Φοβηθῶμεν οὖν καὶ ἀνασχώμεθα αὐτοῦ λέγοντος·
Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα. Ὁ δὲ συνεργαζόμενος μέν τινι τὸ ἀγαθὸν ἀγαθῇ γνώμῃ, ἀγνοῶν δὲ αὐτοῦ τὴν κακίαν τῆς τε διαθέσεως καὶ τοῦ σκοποῦ, οὐκ ἐν τῷ συνεργάζεσθαι ἔγκλημα ἕξει κοινωνίας, ἀλλ’ ἐν τῷ κεχωρίσθαι τῆς τοῦ ἀλλοτρίου διαθέσεως, φυλάσσειν δὲ ἑαυτὸν ἐν τῷ κανόνι τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὸν ἴδιον μισθὸν λαμβάνει κατὰ τὸν ἴδιον κόπον, ὡς ὁ ἐπὶ τῆς κλίνης, καὶ ἡ ἐν τῷ μυλῶνι ἐφανερώθη ἡμῖν παρ’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διαφορὰ δὲ εἰς τοὺς πιστευθέντας, καὶ τοὺς μὴ, ἐν τῷ χρέει τῆς ἐπιμελείας ἐστὶν, οὐκ ἐν τῇ κοινωνίᾳ τῶν ἁμαρτημάτων. Ἡ μὲν γὰρ ἐπιμέλεια ἐξαιρέτως μόνοις τοῖς πιστευθεῖσιν ὀφείλεται παρ’ ἐμοῦ· ἡ δὲ πρὸς τὸ κακὸν καὶ τὰ ἄκαρπα ἔργα κοινωνία κατὰ πάντων ὁμοῦ ἀπηγόρευται. ΕΡΩΤΗΣΙΣ Ι. Εἰ ἀεί ἐστι τὸ σκανδαλίζειν ἐπικίνδυνον. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ἡγοῦμαι ἀναγκαῖον εἶναι γνῶναι, τί ἐστι σκάνδαλον· ἔπειτα δὲ καὶ τὴν διαφορὰν τῶν σκανδαλιζόντων, καὶ δι’ ὧν σκανδαλίζουσι· καὶ οὕτω γνωρίσαι τό τε ἀκίνδυνον καὶ τὸ ἐπικίνδυνον.
PG 31:1617Σκάνδαλον μὲν οὖν ἐστιν, ὡς ἐγὼ λογίζομαι ἐκ τῶν γεγραμμένων ὁδηγούμενος, πᾶν τὸ ἤτοι εἰς ἀποστασίαν τινὰ τῆς κατ’ εὐσέβειαν ἀληθείας ἄγον, ἢ πρόσκλησιν τῆς πλάνης ἐμποιοῦν, ἢ οἰκοδομοῦν εἰς ἀσέβειαν, ἢ καθόλου, πᾶν τὸ κωλύον τῇ ἐντολῇ τοῦ Θεοῦ ὑπακούειν μέχρι καὶ αὐτοῦ τοῦ θανάτου. Ἐὰν μὲν οὖν αὐτὸ κατὰ τὸν ἴδιον λόγον ἀγαθὸν ᾖ τὸ λεγόμενον, ἢ τὸ γινόμενον, ἡ δὲ νόσος τοῦ χρωμένου τῷ ἔργῳ, ἢ τῷ λόγῳ, ἐν τῇ χρήσει ἐμποιήσῃ αὐτῷ τὴν βλάβην, καθαρός ἐστιν ἀπὸ τοῦ κρίματος τῶν σκανδαλιζομένων ὁ τὸ ἀγαθὸν εἰς οἰκοδομὴν τῆς πίστεως εἰπὼν ἢ ποιήσας, ὥσπερ ὁ Κύριος, εἰπὼν μὲν, Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον· πρὸς δὲ τοὺς σκανδαλισθέντας ἐπαγαγὼν, Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται· εἰπὼν δὲ, ὅτι Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον· καὶ μετ’ ὀλίγα· Οὐδεὶς δύναται εἰσελθεῖν πρὸς μὲ, ἐὰν μὴ ᾖ αὐτῷ δεδομένον ἐκ τοῦ Πατρός μου· ὁπότε τούτοις τοῖς ῥήμασιν εἰς ἀπώλειάν τινες ἐχρήσαντο, καθὼς γέγραπται·
Καὶ πολλοὶ τῶν μαθητῶν, ἀκούσαντες τὸν λόγον τοῦτον, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἀπεκρίθη οὖν Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν, καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Οἷς γὰρ οἱ ὑγιαίνοντες τὴν πίστιν πρὸς οἰκοδομὴν ἐχρήσαντο τῆς πίστεως, καὶ περιποίησιν τῆς αἰωνίου σωτηρίας, τούτοις οἱ ἀσθενοῦντες τὴν γνῶσιν, ἢ τὴν πίστιν, διὰ τὴν ἰδίαν κακίαν, εἰς πρόφασιν ἀπωλείας ἐχρήσαντο, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Κυρίου ὅτι, Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν· οὐ κατὰ τὴν ἑαυτοῦ πρὸς ἑαυτὸν ἐναντιότητα, ἀλλὰ κατὰ τὴν τῶν χρωμένων ἀντικειμένην γνώμην, ὥσπερ καὶ ὁ Ἀπόστολός φησιν·
PG 31:1619Οἷς μὲν ὀσμὴ ζωῆς εἰς ζωὴν, οἷς δὲ ὀσμὴ θανάτου εἰς θάνατον. Ἐὰν δὲ τῇ ἰδίᾳ φύσει κακὸν ᾖ τὸ γινόμενον, ἢ τὸ λεγόμενον, ὁ ποιήσας αὐτὸ, ἢ ὁ εἰπὼν, καὶ τῆς ἰδίας ἁμαρτίας, καὶ τοῦ σκανδάλου ἔχει τὸ κρῖμα, κἂν δι’ ὃν γίνεται τὸ σκάνδαλον μὴ σκανδαλισθῇ, ὡς ἐπὶ τοῦ Πέτρου μανθάνομεν, πρὸς ὃν λέγει ὁ Κύριος, κωλυθεὶς πληρῶσαι τὴν οἰκονομίαν τῆς μέχρι θανάτου ὑπακοῆς· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ. Καὶ ἡ ἐπενεχθεῖσα δὲ αἰτία ὀλίγη τὰ καθόλου ἰδιώματα τοῦ σκανδάλου ἐδίδαξεν· Ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· ὥστε ἡμᾶς εἰδέναι, ὅτι πᾶν φρόνημα ἐναντίως ἔχον τῷ φρονήματι τοῦ Θεοῦ, τοῦτο σκάνδαλόν ἐστι, καὶ εἰς ἔργον προελθὸν φονέως ἔχει τὸ κρῖμα, κατὰ τὸ γεγραμμένον παρὰ Ὠσηὲ τῷ προφήτῃ· Ἔκρυψαν ἱερεῖς ὁδὸν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ λαῷ. Ἐὰν δὲ κατὰ μὲν τὸν ἴδιον λόγον ᾖ τι τῶν συγκεχωρημένων, λαμβάνηται δὲ ἐπὶ βλάβῃ, καὶ γένηται σκανδαλισμοῦ πρόφασις τοῖς ἀσθενοῦσι τὴν πίστιν ἢ τὴν γνῶσιν, ὁ ποιήσας οὐκ ἐκφεύγει τοῦ σκανδάλου τὸ κρῖμα· τοῦ Ἀποστόλου λέγοντος περὶ τῶν τοιούτων, καὶ μὴ φειδομένων τῶν ἀσθενούντων·
Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Ὥστε, ὅταν ἢ τὸ γενόμενον τῷ ἰδίῳ λόγῳ κακὸν ὑπάρχον αἴτιον γένηται σκανδαλισμοῦ, ἤ τι τῶν συγκεχωρημένων καὶ ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένων ὑπάρχον τῷ ἀσθενοῦντι τὴν πίστιν ἢ τὴν γνῶσιν γένηται σκάνδαλον, φανερὸν καὶ ἀπαραίτητον ἔχει τὸ φοβερὸν ἐκεῖνο κρῖμα τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον οὕτως· Συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἔνα τῶν μικρῶν τούτων. Πλατύτερον δὲ ἐν τοῖς πρώτοις ἐρωτήμασιν ἐξεθέμεθα, ἔνθα καὶ οἱ τρόποι τῶν σκανδαλιζομένων σαφέστερον ἐξητάσθησαν. Διόπερ ὁ Ἀπόστολος ἐπὶ τῶν συγκεχωρημένων φησί·
PG 31:1620Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ· καὶ πάλιν ἀλλαχοῦ λέγων ὅτι, Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον· ὅμως φησὶν, Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Εἰ δὲ ἐπὶ τῶν συγκεχωρημένων τοιοῦτον τὸ κρῖμα, τί ἄν τις εἴποι περὶ τῶν κεκολυμένων; Διόπερ καθολικώτερον ἡμᾶς παιδεύει, λέγων· Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. ΕΡΩΤΗΣΙΣ ΙΑ Εἰ χρὴ ἢ ἀκίνδυνόν ἐστι παραιτεῖσθαί τι τῶν προστεταγμένων ὑπὸ τοῦ Θεοῦ, ἢ κωλύειν τὸν ἐπιταχθέντα ποιῆσαι, ἢ κωλυόντων ἀνέχεσθαι· μάλιστα ἐὰν γνήσιος ᾖ ὁ κωλύων, ἢ λογισμὸς εὐλογοφανὴς ἀντιπίπτῃ τῷ προστάγματι. ΑΠΟΚΡΙΣΙΣ.
Τοῦ Κυρίου λέγοντος, Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, δῆλον, ὅτι καὶ πάντα ἀσφαλέστερον παιδευόμεθα μνημονεύοντες αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος, ἡνίκα Ἰωάννης ὁ Βαπτιστὴς εἶπεν αὐτῷ, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; ἀποκριναμένου, ὅτι Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· ἐπὶ δὲ τῶν μαθητῶν, ἡνίκα ἀπηύξατο ὁ Πέτρος τοὺς ἐν Ἱερουσαλὴμ προφητευθέντας ὑπ’ αὐτοῦ τοῦ Κυρίου ἐπάγεσθαι πειρασμοῦς, ἀγανακτικώτερον εἰπόντος· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· καὶ πάλιν, ἡνίκα ὁ αὐτὸς Πέτρος παρῃτήσατο τὴν ὑπηρεσίαν διαθέσει τιμῆς τῆς πρὸς τὸν Δεσπότην, πάλιν εἰπόντος τοῦ Κυρίου ὅτι, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. Εἰ δὲ δεῖ πλεῖον βοηθηθῆναι τὴν ψυχὴν ἐν τοῖς τῶν ὁμογενῶν ὑποδείγμασι, μνημονεύσωμεν τοῦ Ἀποστόλου λέγοντος· Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν;
PG 31:1622Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. Ποῖος δ’ ἂν ἢ ἐνδοξότερος Ἰωάννου, ἢ γνησιώτερος Πέτρου, ἢ λογισμοὶ τῶν ἐκείνοις ὑποπεσόντων φανεῖεν ἂν εὐλαβέστεροι; Ἐγὼ δὲ οἶδα, οὔτε Μωσῆς ὁ ἅγιος, οὔτε Ἰωνᾶς ὁ προφήτης, εἰς ἀθέτησιν ὑπακοῆς χρησάμενοι λογισμοῖς, ἀνέγκλητοι ἔμειναν παρὰ Θεῷ. Δι’ ὧν παιδευόμεθα μήτε ἀντιλέγειν, μήτε κωλύειν, μήτε κωλυόντων ἀνέχεσθαι. Εἰ δὲ τούτων καὶ τῶν τοιούτων καθάπαξ ἐδίδαξεν ὁ λόγος μὴ ἀνέχεσθαι, πόσῳ μᾶλλον ἐπὶ τῶν λοιπῶν μιμεῖσθαι τοὺς ἁγίους ἀναγκαῖον; ποτὲ μὲν εἰπόντας, Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις· ποτὲ δὲ, Εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Οὐ δυνάμεθα γὰρ ἃ εἴδομεν, καὶ ἠκούσαμεν, μὴ λαλεῖν. ΕΡΩΤΗΣΙΣ ΙΒ. Εἰ πᾶς ὀφειλέτης ἐστὶ πάντων τῆς ἐν πᾶσιν ἐπιμελείας, ἢ μόνον τῶν πεπιστευμένων· καὶ τούτων κατὰ τὸ μερισθὲν αὐτῷ ὑπὸ Θεοῦ διὰ Πνεύματος ἁγίου χάρισμα. ΑΠΟΚΡΙΣΙΣ.
Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ὁμολογοῦντος μὲν ὅτι, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· λέγοντος δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ ἀπέστειλα ὑμᾶς· παραγγέλλοντος δὲ, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσελθεῖν· μετὰ δὲ τὸ τὴν προφητείαν εἰς αὐτὸν πληρωθῆναι τοῦ Δαβὶδ εἰπόντος, ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· τότε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς παραγγείλαντος, Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη· πῶς οὐ πολλῷ μᾶλλον ἕκαστος ἡμῶν ἀκριβέστερον φυλάσσειν ὀφείλει τὸ τοῦ Ἀποστόλου παράγγελμα γράψαντος, Μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρωνεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως, ἀναμένειν δὲ, πότε, καὶ τί ἐπιταχθῇ, καθώς φησι καὶ πάλιν·
PG 31:1624Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω. Ἀλλὰ καὶ ὁ αὐτὸς δὲ Ἀπόστολος, ὃ ἑτέροις παραγγέλλει, ἀκριβέστερον φυλάσσων, λέγει· Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵν’ ἡμᾶς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Ἐὰν δέ ποτε ἀνάγκη γένηται τῆς ἀγαπῆς τῆς πρὸς τὸν Θεὸν ἢ τῆς πρὸς τὸν πλησίον καλούσης εἰς ἀναπλήρωσιν τοῦ ἐλλείποντος, ὁ ὑπακούσας ἔχει τὸν μισθὸν τῆς ἑκουσίου ὑπακοῆς. Καλεῖ δὲ, ὅτε ἐστὶ πρὸς τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ ἀγάπη πληρῶσαι τὴν ἐντολὴν τοῦ Κυρίου, εἰπόντος· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ἡ δὲ πρὸς τὸν πλησίον, ἡνίκα ἂν ὁ ἐγκεχειρισμένος τὴν προστασίαν βοηθείας χρείαν σχῇ, ἢ τὸ τάγμα τῶν φροντιζομένων χρείαν ἔχῃ τοῦ ἀναπληροῦντος τὸ προσλεῖπον, τοῦ Ἀποστόλου εἰπόντος, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος· ἡ γὰρ κατὰ Χριστὸν ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς·
καὶ ἀλλαχοῦ, Οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Ὥστε εἰς ὅ τι μὲν ἀπεστάλη τις, μὴ πληρώσας τὸ κήρυγμα ἔργῳ καὶ λόγῳ, ἔνοχός ἐστι τοῦ αἵματος τῶν μὴ ἀκουσάντων· καὶ οὐκ ἔχει ἐξουσίαν εἰπεῖν τὰ αὐτὰ τῷ Ἀποστόλῳ διαμαρτυρομένῳ τοῖς πρεσβυτέροις Ἐφεσίων, ὅτι Καθαρός εἰμι ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ἐὰν δὲ πλέον τι τοῦ ἐπιτεταγμένου ποιῆσαι δυνηθῇ εἰς οἰκοδομὴν τῆς πίστεως ἐν ἀγάπῃ Χριστοῦ, μισθὸν ἔχει, ὃν ὑπέδειξεν ἡμῖν ὁ Ἀπόστολος, εἰπών· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. ΕΡΩΤΗΣΙΣ ΙΓ. Εἰ χρὴ πάντα πειρασμὸν ὑπομένειν, κἂν θανάτου ἔχῃ ἀπειλὴν, ὑπὲρ τοῦ φυλαχθῆναι τὴν πρὸς Θεὸν ὑπακοὴν, καὶ μάλιστα ἐν τῇ ἐπιμελείᾳ τῶν πεπιστευμένων. ΑΠΟΚΡΙΣΙΣ.
PG 31:1625Εἰ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, δι’ οὗ τὰ πάντα ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ὁ ζωὴν ἔχων, ὥσπερ ἔχει ὁ δεδωκὼς αὐτῷ Πατὴρ, ὁ τὴν ἐξουσίαν πᾶσαν λαβὼν παρὰ τοῦ Πατρὸς, ἐπερχομένων τῶν συλλαμβανόντων αὐτὸν εἰς τὸν ὑπὲρ τῆς ἡμετέρας δικαιοσύνης καὶ αἰωνίου ζωῆς θάνατον, μετὰ τοσαύτης ἀπήντησε προθυμίας, λέγων· Ἰδοὺ παραδίδοται ὁ Υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν· ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε· καὶ ὡς ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ γέγραπται· Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν, ἐξελθὼν εἶπεν αὐτοῖς· Τίνα ζητεῖτε; Ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον· Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι· καὶ μετ’ ὀλίγα· Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· πόσῳ μᾶλλον ἡμεῖς τὰ κατὰ φύσιν ἑκόντες ὑπομένειν ὀφείλομεν;
ἵνα, διὰ τὴν πρὸς τὸν Θεὸν ὑπακοὴν νικῶντες τοὺς ἐπαγομένους ὑπὸ τῶν ἐχθρῶν πειρασμοὺς, δοξάσωμεν τὸν Θεὸν, ὅτι τὰ δοκοῦντα παρὰ τῶν ἐχθρῶν ἐπάγεσθαι λυπηρὰ μέχρι θανάτου χαίροντες δεχόμεθα, τὸ φρόνημα κατορθώσαντες τοῦ λέγοντος ὅτι, Ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Κηρύσσουσι δὲ τοὺς τῶν ἀποστόλων ἀγῶνας αἱ Πράξεις ἱστοροῦσαι, ὅτι τὰς ὕβρεις καὶ τοὺς θανάτους μετὰ χαρᾶς ἐδέξαντο, ὑπὲρ τοῦ πληρῶσαι τὸ κήρυγμα κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου Παιδεύει δὲ ἡμᾶς καὶ ὁ Ἀπόστολος λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καθὼς γέγραπται ὅτι, Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
PG 31:1626Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ· τῆς ἀγάπης τῆς ἐν Χριστῷ κατηναγκασμένως καὶ ἀπαραλείπτως ἐχούσης τὴν τήρησιν τῶν ἐντολῶν, καθὼς αὐτὸς ὁ Κύριος εἶπεν· Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει· ὁ δὲ μὴ τηρῶν μου τοὺς λόγους, οὗτος οὐκ ἀγαπᾷ με· καὶ, Ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. Καινὴ δὲ καὶ ἰδία αὐτοῦ ἐντολὴ τὸ ἀγαπᾷν ἀλλήλους, ἥντινα πληρῶν ὁ Ἀπόστολός φησιν· Οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, ὅτι ἀγαπητοὶ ἡμῖν γεγένησθε. Ἀφορῶντες οὖν εἰς τὸν Χριστὸν, τῇ ἐνδόξῳ μιμήσει τὴν προθυμίαν ἐπιτείνωμεν·
κατανοοῦντες δὲ τοὺς ἁγίους, τὸ δυνατὸν παιδευώμεθα, ἵνα, διὰ τούτων προθυμότεροι γενόμενοι, ἄσπιλον καὶ ἄμωμον μέχρι θανάτου πᾶσαν τὴν ἐντολὴν τοῦ Κυρίου φυλάξαντες, εἰς τὴν ζωὴν τὴν αἰώνιον εἰσέλθωμεν, καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν, καθὼς ἐπηγγείλατο ὁ ἀψευδὴς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς τοῦ Θεοῦ τοῦ ζῶντος Υἱός.
Page scan enlarged

Notebook

Full View