PG 99Theodori Studit
Four Chapters; Scholion on Saint Basil’s Ascetica
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected (sonnet, page-by-page) · Migne scan — scholarios OCR + scan in the Page/Facsimile views — PG column chips mark the printed columns.

Four ChaptersCapitula Quatuor

col. 1683–1684page 1 of 2
PG 99:1683τὴν καρδίαν, μὴ διδόντες τόπον τῷ διαβόλῳ, ἀλλ᾽ εὐθὺς τὴν προσβολὴν ἀπαναινόμενοι. Εἰ δὲ ἡττηθῶμεν ἐντεῦθεν, κἂν μὴ χρανθῆναι· εἰ δὲ καὶ τοῦτο πάθοιμεν· ἀλλὰ μὴ ἐγχρονίσαι καὶ κατασυρῆναι εἰς τὸ τέλος τῆς ἁμαρτίας. Συμβαίνει δὲ ἡμᾶς τοῦτο παθεῖν ἐκ τῶν προλήψεων, ἐκ τῶν πάλαι ἀναμνήσεων· ἀλλὰ φύγωμεν τὰς προλήψεις, φύγωμεν τὰς νεωτερικὰς ἀναμνήσεις. Ἐν γὰρ τῷ ἐκεῖσε διὰ τῆς ἀναθεωρήσεως γίνεσθαι ἡμᾶς, τί ἄλλο ἔστιν εἰπεῖν, ἢ ὅτι ἐστράφημεν τῇ καρδίᾳ εἰς Αἴγυπτον; Ὅπερ φυλακτέον ἡμῖν κατὰ τὸν ἔνδον ἄνθρωπον. Δ'. Ἀγωνισώμεθα οὖν, ἀδελφοὶ, καὶ πάσῃ δυνάμει δυναμούμενοι, κατὰ τὸ κράτος τῆς ἰσχύος τοῦ ἐν ἡμῖν πνεύματος, λογισμοὺς καθαιροῦντες κατὰ τὸ γεγραμμένον· Καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· καὶ τοῦτο ἀεννάως. Τοῦτο γάρ ἐστιν ὁ πόλεμος ὁ ἀκαταμάχητος· καὶ τοῦτο τὸ μαρτύριον τὸ πολυδάσανον καὶ πολυήμερον. Ὁ γὰρ οὐκ ἐκδίδωσι τοῖς λογισμοῖς ἀεὶ τυπτόμενος, οὐδὲ κάμπτων γόνυ τῇ Βάαλ, ἀλλ᾽ ἀνταγωνιζόμενος καὶ ὑπεραλλόμενος τῶν παθῶν, ἐπιθυμίᾳ καὶ θυμῷ, οὗτος δηλονότι μαρτυρεῖ καθεκάστην, καὶ κατὰ τοῦ Παύλου δυνατός ἐστι λέγειν τό· Καθεκάστην ἡμέραν ἀποθνήσκω. Καὶ ἐπὶ τῷ τέλει τῶν ἀγώνων παρρησιάζεται εἰπεῖν· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισα· τὸν δρόμον τετέλεκα· τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.

Scholion on St. Basil's AsceticaScholion in S. Basilii Ascetica

col. 1685–1686page 2 of 2
PG 99:1685α. Ὅτι γνήσιον τοῦ μεγάλου Βασιλείου τὸ παρὸν σύνταγμα, δῆλον μὲν καὶ ἀπ' αὐτοῦ τοῦ χαρακτῆρος τῆς ὑψηγορίας, τοῦ τε εἴδους τῆς φράσεως· δῆλον δὲ καὶ ἐκ τοῦ συνεμπίπτειν ταῖς τῶν ἄλλων ἀσκητικῶν ἐννοίαις τε καὶ λέξεσιν· ὡς μὴ δοκεῖν τι ἄλλο τῷ καὶ μικρὸν γοῦν ἐπεσκεμμένως ἀναγινώσκοντι, ἢ θάτερον ἐν θατέρῳ διέρχεσθαι. Ὅτι δὲ ἐκεῖνα τοῦ πατρὸς, τίς ἀντερήσει, ἢ ὅς τυφλώττοι κατὰ νοῦν ἐνεργούμενος τὴν κακίαν; Οἶμαι γάρ τινας δριμυττομένους τῷ ἀκριβασμῷ τῆς διδασκαλίας, προσλαβόντας τε ἐπίκουρον τῆς αὐθαδείας τὸ εἰπεῖν τινα τῶν ἱστοριογράφων παρά τισιν ἀμφιβάλλεσθαι ῥιψοκινδύνως νόθα αὐτὰ φάναι· οἱ δ᾽ αὐτοί μοι δοκοῦσι καὶ τὴν πρὸς Ἑβραίους ἐπιστολήν, τήν τε Πέτρου δευτέραν, Ἰωάννου τε τὴν Ἀποκάλυψιν, ἑτέρας τε καθολικὰς πρὸς συγγράμμασι τισι πατρικοῖς, ἐπειδὴ ὁμοίως ἀμφιβάλλονται, ἀποβάλλεσθαι. Ἀλλ' εἰ τὸ δεύτερον ἀσεβές, πῶς οὐχὶ καὶ τὸ πρότερον, ἤδη ἀποδεδεγμένων παρὰ τῇ Ἐκκλησίᾳ ἀμφοτέρων, καὶ οὐδαμῶς τοῦ ἀμφιβόλου χώραν ἔχοντος ἐστί. Εἰ δὲ τὸν Θεολόγου μὴ ὑπομνηματίσαι φήσωσιν, ἢ ἐπιπολαίως ἀνέγνων, ἢ συνιέντες κακουργοῦσι. Νομοθεσίας γὰρ μοναστῶν ἡνίκα, φησίν, ἔγγραφοί τε καὶ ἄγραφοι, τί ἄλλο ἢ πάντως γε ταῦτα δηλοποιεῖται; Ἀπόδειξις δὲ καὶ ἐξ ἑτέρας θεωρίας· ὁ γὰρ λέγει Βασίλειος ἐν τοῖς Ἀσκητικοῖς, τὰ ἱερὰ γράμματα παρὰ τῶν γονέων μεμαθηκέναι, φησὶ Γρηγόριος, τὰ μὲν δὴ πρῶτα, παρὰ τῷ πατρὶ σπαργανοῦταί τε καὶ διαπλάττεται. Εὕροι δ' ἄν τις καὶ τὸν ὅσιον Θεοδόσιον πρός τισιν ἄλλοις κεχρῆσθαι αὐτοῖς, ὡς δηλοῖ ὁ περὶ αὐτοῦ βίος. Πρὸς τίνα δ' αὖ ἄρα ἔμελλον ἕτερον ἐπερωτᾷν τὰ καθ' ἡμᾶς οἱ πάνλαι ἐπερωτηκότες μονάζοντες; ἢ τίνος ἦν ἄλλου ἐν τηλικαύτῃ ἐξουσίᾳ νομοθετεῖν, καὶ ὅλην ὑπόθεσιν σωτηρίας τὴν περὶ αὐτὰ πραγματείαν συστήσασθαι; ὡς μηδ' εἶναι ἄλλως σχεδὸν βαδίζειν ἀπταίστως τὴν κατὰ Θεὸν πορείαν, ἐκ τῆς κατ' αὐτὴν ὑφηγήσεως. Ἢ τοίνυν δῶσιν ἰσόῤῥοπα ἕτερα Ἀσκητικά, ὡς ἐκείνων ὄντων τοῦ μεγάλου Βασιλείου· καίπερ
Page scan enlarged

Notebook

Full View