PG 33Antonius Augustinus Touttée
Ancient Testimonies Concerning St. Cyril
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 293–294page 1 of 19
PG 33:293Τῆς δέ γε μητρὸς ἁπασῶν τῶν Ἐκκλησιῶν τῆς ἐν Ἱεροσολύμοις, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστα τον Κύριλλον ἐπίσκοπον εἶναι γνωρίζομεν· κανονικῶς τα παρὰ τῶν τῆς ἐπαρχίας χειροτονηθέντα πάλαι, καὶ πλεῖστα πρὸς τοὺς ᾿Αρειανοὺς ἐν διαφόροις τό τας ἀθλήσαντα. Καὶ ἀπὸ τότε, καὶ ἕως δεῦρο ἄλλοι ἐπίσκοποι Βάζας, Έρμων, Μάκαρις Μακάριος], Μάξιμος, Κύριλλος. Ερέννιος, Κύριλλος ἄλλος, Ιλαρίωνος, νῦν κατέχων τὴν Ἐκκλησίαν, προσεγκληθεὶς τῇ τῶν Αρειανών κοινωνία. Ακάκιος γὰρ ὁ Παλαιστινὸς, ὁ Καισαρείας, ἅμα Μελητίῳ, καὶ Οὐρανίῳ τῷ Τυρίῳ, καὶ Εὐτυχίῳ τῷ Ελευθεροπολίτῃ, διὰ τὸν πρὸς Κύριλλον τὸν Ἱεροσολυμίτην ζηλόν τε καὶ μῖσος, ἀνθίστατο τοῖς περὶ Βασίλειον, καὶ Γεώργιον τὸν Λαοδικέα, καὶ Σιλουα νὰν τὴν Ταρσέα, Ελεύσιόν τε τὸν Κυζίκου, Μακεδό τον τὸν Κωνσταντινουπολιτανὸν, Εὐστάθιον τὸν Σεβαστείας, καὶ ᾿Ανιανὸν τὸν Ἀντιοχέα· τότε κατα σταθέντων, κατ' αὐτῶν ἑαυτὸν στρατεύσα, ὁ αὐτὸς Ακάκιος, πολλὴν φύρσιν εἰργάσατο. Εὐτύχιος μὲν γὰρ ὁ Ἐλευθεροπολίτης, οἷα δὴ ἀπὸ του μακαρίου Μαξιμωνᾶ τοῦ Ἱεροσολυμίτου ὁμολογητοῦ ἐπισκόπου τὴν πίστιν ἔχων σαφῆ τῆς ὀρθο (α)
col. 295–296page 2 of 19
PG 33:295δοξίας, διὰ τὴν πρὸς τὸν Κύριλλον ἐχθρίαν, (α) [οὐκ] ἐμίγη τοῖς περὶ Ἀκάκιον, ὀρθοδόξως μὲν ἔχων ἄχρι καιροῦ, ὑποκρινόμενος δὲ διὰ τὸν ἴδιον θρόνον. "Α γὰρ ἕκαστος ἐφρόνει, ταῦτα καὶ ὁ ἕτερος εἶχεν, εἰς σχίσματα δὲ διῃρέθησαν πρὸς ἀλλήλους, ἢ μίσει τινὶ τῷ πρὸς ἀλλήλους, διὰ τὸ Κύριλλον τὸν Ἱεροσολυμίτην πρὸς Εὐτύχιον ἔχειν μῆνιν, καὶ Εὐτύχιον πρὸς Κύριλλον· εἶναι δὲ τὸν Κύριλλον ἅμα Βασιλείω τῷ Γαλάτῃ, καὶ ᾿Ανιανῷ τῷ κατασταθέντι ἐπὶ τῆς Αντιοχείας, καὶ Γεωργίῳ τῷ Λαοδικείας. Ἐξ αὐτῶν γὰρ Εὐζώτος ὁ ἐν Καισαρείᾳ μαθητής ἐκείνων ὑπάρχων, εἰ καὶ τὸν ᾿Ακάκιον διεδέξατο μετὰ κατάστασιν Φιλουμένου τοῦ ὑπὸ Κυρίλλου τοῦ Ἱεροσολυμίτου κατασταθέντος καὶ μετὰ κατάστασιν Κυρίλλου τοῦ γέροντος, τοῦ ἀπὸ τῶν περὶ Εὐτύχιον κατασταθέντος καὶ μετὰ κατάστασιν Γελασίου τοῦ ὑπὸ Κυρίλλου, αὖθις τοῦ Ἱεροσολυμίτου κατασταθέντος· ἐξ ἀδελφῆς γὰρ αὐτοῦ ἐτύγχανε. κατασταθέντων γὰρ τῶν τριῶν, καὶ ἀργησάντων διὰ τὴν πρὸς ἀλλήλους ἔριν, αὖθις ὁ προειρημένος Ευζώνος δ κατεστάθη. Κύριλλος Ἱεροσολύμων ἐπίσκοπος, πολλάκις ἐξ ωθεὶς τῆς Ἐκκλησίας, ὕστερον Θεοδοσίου βασιλεύοντος, ἐπὶ ἐνιαυτοὺς ὀκτὼ ἀσάλευτον ἔσχε τὴν ἐπισκοπὴν· οὗτινός εἰσιν κατηχήσεις, ἃς ἐν τῇ νεότητι συν έταξεν. (α) Ούκ.
col. 297–298page 3 of 19
PG 33:297Ἐπίσκοποι δὲ δευτεραγωνιστῶν χορόν ἐκπληροῦντες Μάρης τε, κ. τ. έ. Καὶ δὴ καὶ ᾿Ακάκιος ὁ τῆς Παλαιστινών Καισαρείας, τὴν πρὸς ἐκείνους ὑποκρινόμενος ὁμοδοξίαν, ἐφ᾽ ᾧ τοὺς περὶ Βασίλειον ἀντι λυπήσαι· διότι κἀκεῖνοι Κύριλλον τὸν Ἱεροσολύμων, ὑπ' αὐτοῦ παυθέντα τοῦ ἱερᾶσθαι, διὰ τιμῆς ἔφε ρον. ᾿Ακάκιος μὲν γὰρ καὶ Πατρόφιλος, Μάξιμον τὸν Ἱεροσολύμων ἐξωθήσαντες, Κύριλλον ἀντικατέστη Οἱ δὲ τοῦ ἄλλου μέρους, διακριθέντες καὶ συνελθόντες κατὰ τὴν Ἐκκλησίαν, εκάλουν τοὺς περὶ Ακά κιον, ἐπὶ τῷ κρῖναι τὰ κατὰ Κύριλλον τὸν ἐπίσκο τον Ἱεροσολύμων. Ιστέον δὲ, ὅτι Κύριλλος ήδη προ τερον κατηγόρητοι καὶ διὰ τί μὲν οὐκ ἔχω φράσαι καθηρέθη δὲ, ὅτι πολλάκις ἐπὶ τὸ κριθῆναι καλουμένας, ἐφεξῆς δύο ἐνιαυτῶν διέφυγε, τὰς κατηγορίας εὐλαβούμενος. Καθαιρεθείς δ' οὖν, ὅμως ἐκκλήτου βιβλίον τοῖς καθελοῦσι διαπεμψάμενος, μεῖζον ἐπε καλέσατο δικαστήριον· οὗ τῇ ἐκκλήτῳ καὶ ὁ βασιλεὺς Κωνστάντιος ἐγεγόνει σύμψηφος. Τοῦτο μὲν οὖν μό νας καὶ πρῶτος παρὰ τὸ σύνηθες τῷ ἐκκλησιαστικῷ κανόνι Κύριλλος ἐποίησεν, ἐκκλήτοις ὡς ἐν δημοσίῳ ακαστηρίῳ χρησάμενος. Τότε δὲ ἐν τῇ Σελευκεία παρῆν κριθησόμενος· καὶ διὰ τοῦτο οἱ ἐπίσκοποι τοὺς περὶ Ακάκιον ἐκάλουν, ὡς μικρῷ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅπως ἂν περὶ τῶν κατηγορουμένων διαγνόν τις κοινὴν ἐξενέγκωσι ψῆφον. Καθεῖλον δὲ καὶ Νεωνᾶν τὸν Σελευκείας, ἐν ᾗ ἐγε γίνει ἡ σύνοδος· ἔτι μὴν καὶ Σωφρόνιον τὸν Πομ πουπόλεως τῆς ἐν Παφλαγονίᾳ, καὶ Ἐλπίδιον Σατάλων τῆς Μακεδονίας, καὶ τὸν Ἱεροσολύμων Κύριλλον, καὶ ἄλλους δι' ἄλλας αἰτίας ἐξέβαλον. Ἐν δὲ τοῖς Ἱεροσολύμοις ἀντὶ Κυρίλλου προεγει ρίσθη Αββήνιος. Ιστέον δὲ, ὅτι καὶ μετ' ἐκεῖνον Ἡράκλειος κατέστη, καὶ αὖθις Ιλάριος· ὕστερον δὲ χρόνῳ Κύριλλος ἐπέβη τῶν Ἱεροσολύμων, καὶ τῆς ἐπὶ Ἐκκλησίας ἐγκρατὴς ἐγένετο. Τότε δὲ Κύριλλος ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, * τοῦ προφήτου Δανιὴλ κατὰ νοῦν ἐλάμβανεν, ὅπερ αὶ ὁ Χριστὸς ἐν τοῖς ἁγίοις Εὐαγγελίοις επεσφρα πεπτο, πολλοῖς τε προέλεγεν, ὡς ἄρα νῦν ἥκει ὁ παρός, ὅτε λίθος ἐπὶ λίθον οὐκ ἂν μένοι εἰς τὸν τήν, ἀλλὰ τὸ τοῦ Σωτῆρος λόγιον πληρωθήσεται. Τεστ ἔλεγεν ὁ ἐπίσκοπος· καὶ διὰ τῆς νυκτὸς σει Η
col. 299–300page 4 of 19
PG 33:299σμὸς μέγας παραγενόμενος ἀνέβρασε τοὺς λίθους τῶν πάλαι θεμελίων τοῦ ναοῦ, καὶ πάντας διέσπειρε σὺν τοῖς παρακειμένοις οἰκήμασι. Κατὰ δὲ τὸν χρόνον τὸν τότε (α), τῆς μὲν ἐν Ῥώ μῃ Εκκλησίας προεστήκει Λιβέριος... τῆς δὲ περὶ τὰ Ἱεροσόλυμα Κύριλλος αὖθις ἐκράτει Συνῆλθον οὖν τῆς μὲν ὁμοουσίου πίστεως, ἐκ μὲν Αλεξανδρείας Τιμόθεος, ἐκ δὲ Ἱεροσολύμων Κύριλλος, τότε ἐκ μεταμελείας τῷ ὁμοουσίῳ προσκείμενος Ἐν δὲ τῷ τότε χρόνῳ Κυρίλλου μετὰ Μάξιμον τὴν Ἱεροσολύμων Ἐκκλησίαν ἐπιτροπεύσαντος, σταυ ροῦ σημεῖον ἐν τῷ οὐρανῷ ἀνεφάνη καταυγάζον λαμπρῶς, οὐχ οἷον κομήτης ταῖς ἐλλάμψεσιν ἀπολ ῥέων, ἀλλ᾽ ἐν συστάσει πολλοῦ φωτὸς ἐπιεικῶς τυ κνὸν καὶ διαφανές· μῆκος μὲν ὅσον ἐκ τοῦ Κρανίου μέχρι τοῦ ὄρους τῶν Ἐλαιῶν, ἀμφὶ δέκα καὶ πέντε στάδια τὸν ὑπὲρ τὸν χῶρον τοῦτον οὐρανὸν ἀπολα Εόν· εὗρος δὲ τῷ μήκει ἀνάλογον. Ὡς ἐπὶ παραδόξῳ δὲ τῷ συμβεβηκότι θαύματι καὶ δέος πάντας ἔσχεν οἰκίας δὲ καὶ ἀγορὰς, καὶ ὅπερ ἔτυχεν ἕκαστος έρω γαζόμενος καταλιπών, ἅμα παισὶ καὶ γυναιξὶν εἰς τὴν ἐκκλησίαν συνῆλθον, καὶ κοινῇ τὸν Χριστὸν ὕμνουν, καὶ Θεὸν προθύμως ὡμολόγουν. Οὐ μετρίως δὲ καὶ πᾶν τὸ καθ᾿ ἡμᾶς οἰκούμενον ἡ περὶ τούτου, ἀγγελία κατέπληξεν. Εγένετο δὲ τοῦτο οὐκ εἰς μας κράν· ὡς γὰρ εἰώθει, ἐκ πάτης, ὡς εἰπεῖν, γῆς κατ' εὐχὴν καὶ ἱστορίαν τῶν τῇδε τόπων Ἱεροσολύμων ἐνδης μοῦντες, ὧν ἐγένοντο θεαταὶ τοῖς οἰκείοις ἐμήνυσαν. Εγνω δὲ τοῦτο καὶ ὁ βασιλεὺς, ἄλλων τε πολλῶν ἀναγγειλάντων, καὶ Κυρίλλου τοῦ ἐπισκόπου γρά ψαντος. Ελέγετο δὲ παρὰ τῶν τὰ τοιάδε ἐπιστημά νων, κατά τινα προφητείαν θείαν πάλαι ταῦτα προ μεμηνῦσθαι ἐν ταῖς ἱεραῖς βίβλοις· καὶ τὸ μὲν ὧδε συμβάν πολλοὺς Ἑλλήνων καὶ Ἰουδαίων εἰς Χρι στιανισμὸν ἐπηγάγετο. uΟΙ Γράφει τοῖς τότε ἐν ᾿Αριμίνῳ, καὶ Σελευκείᾳ, τὰ περὶ τῆς πίστεως ἀμφίβολα προδιαθεῖναι· ἐν τέλει δὲ διαλαβεῖν, κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν, καὶ περὶ τῶν ἀδίκως καθῃρῆσθαι ἢ ὑπερορίας οἰκεῖν μεμφομένων ἐπισκόπων, ὧν εἷς ἦν Κύριλλος Ιεροσολύμων. (α) Τον τότε. τόν τε. Επιτ Οἱ μὲν γὰρ ἀμφὶ ᾿Ακάκιον καὶ Πατρόφιλον ἀφελόμενοι Μάξιμον, τὴν Ἱεροσολύμων Εκκλησίαν Κυρίλλῳ ἐπέτρεψαν. Τότε χρόνῳ.
col. 301–302page 5 of 19
PG 33:301Η Εντεῦθεν οἱ μὲν πρότερον τὸ δόγμα ἐξετάζειν, οἱ δὲ τοὺς βίους ἀνακρίνειν τῶν κατηγορουμένων ἐν αὐτοῖς (ὧν ἦν Κύριλλος Ἱεροσολύμων καὶ Εὐστάθιος ὁ Σεβαστείας) ἀναγκαῖον ἔλε γον. Οὐδὲ τὴν αὐτὴν πίστιν ὁμολογεῖν ἠβούλοντο ἢ περὶ τῶν ἐγκλημάτων ἀπολογεῖσθαι, οὔτε εἰς τὴν κατὰ Κύριλλον ἐξέτασιν παραγενέσθαι ἐνείχοντο, ἂν αὐτοὶ καθεῖλον. Σὺν τούτοις δὲ καὶ Κύριλλον τὸν Ἱεροσολύμων καθεῖλον, ὡς Εὐσταθίῳ καὶ Ἐλπιδίῳ κεκοινωνηκότα, ἐναντία σπουδάσασι τοῖς ἐν Μελιτινῇ συνελθοῦσι, μεθ᾽ ὧν καὶ αὐτὸς συνεληλύθει· καὶ ὡς μετὰ τὴν ἐν Παλαιστίνῃ καθαίρεσιν κοινωνίας μετασχόντα σὺν Βασιλείῳ, καὶ Γεωργίῳ τῷ Λαοδικείας ἐπισκόπιμ ἐπειδὴ ἐπετράπη τὴν Ἱεροσολύμων ἐπισκοπὴν, περί μητροπολιτικῶν δικαίων διεφέρετο προς Ακάκιον Καισαρείας, ὡς ἀποστολικοῦ θρόνου ἡγούμενος· ἐνα τεῦθέν τε εἰς ἀπέχθειαν κατέστησαν, καὶ ἀλλήλους διέβαλον, ὡς οὐχ ὑγιῶς περὶ Θεοῦ φρονοῖεν· καὶ γὰρ καὶ πρὶν ἐν ὑπονοία ἑκάτερος ἦν, ὁ μὲν τὰ ᾿Αρείου δογματίζων, Κύριλλος δὲ τοῖς ὁμοιούσιον τῷ Πατρὶ τὸν Υἱὸν εἰσηγουμένοις ἑπόμενος. Οὕτω δὲ ἔχων γνώ μης 'Ακάκιος σὺν τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐπισκό τοις τοῦ ἔθνους φθάνει καθελών Κύριλλον ἐπὶ προ ράσει τοιάδε· Λιμοῦ καταλαβόντος τὴν Ἱεροσολύμων χώραν, ὡς εἰς ἐπίσκοπον ἔβλεπε τὸ τῶν δεομέ των πλῆθος, τῆς ἀναγκαίας τροφῆς ἀπορούμενον. Ἐπεὶ δὲ χρήματα οὐκ ἦν οἷς ἐπικουρεῖν ἔδει, κειμήλια καὶ ἱερὰ παραπετάσματα ἀπέδοτο. Ἐκ τούτων Ο λόγος, τινὰ ἐπιγνῶναι οἰκεῖον ἀνάθημα γυναῖκα ἐκ τῶν ἐπὶ θυμέλης ημφιεσμένην· πολυπραγμονῆσαί τε ὅθεν ἔχοι, καὶ εὑρεῖν ἔμπορον αὐτῇ ἀποδόμενον, τῷ δὲ ἐμπόρῳ τὸν ἐπίσκοπον. Αἰτίαν δὲ ταύτην προϊσχόμενον καθελεῖν αὐτὸν Ἀκάκιον. Κυρίλλου δὲ καθαιρεθέντος, ὡς εἴρηται, παραλαμβάνει τὴν Ἱερεσολύμων Ἐκκλησίαν Ερέννιος, καὶ μετ᾿ ἐκεῖνον Ἡράκλειος, ἐφεξῆς τε τούτου Ιλάριος. Τούτοις γὰρ ἐν τῷ τάτε τὴν ἐνθάδε Εκκλησίαν ἐπιτροπεῦσαι παρειλήφαμεν μέχρι τῆς Θεοδοσίου βασι λείας, ἡνίκα δὴ Κύριλλος εἰς τὸν αὐτὸν ἐπανῆλθε θρό Συνῆλθον οὖν, ἐκ μὲν τῶν ὁμοούσιον τὴν Τριάδα δοξαζόντων, ἀμφὶ ἑκατὸν καὶ πεντήκοντα· τῶν δὲ ἀπὸ τῆς Μακεδονίου αἱρέσεως, ἓξ καὶ τριάκοντα, ὧν οἱ πλείους ἐτύγχανον ἐκ τῶν περὶ τὸν Ἑλλήσποντον πόλεων. Ἡγοῦντο δὲ τούτων Ἐλεύσιος ὁ Κυζίκου, καὶ Μακριανὸς ὁ Λαμψάκου. Τῶν δὲ ἄλλων Τιμόθεος, ὁ τῶν ᾿Αλεξανδρέων διέπων θρόνον, οὐ πρὸ πολλοῦ
col. 303–304page 6 of 19
PG 33:303τετελευτηκότα Πέτρον ἀδελφὸν ὄντα αὐτοῦ διαδεξάμενος· καὶ Μελέτιος ὁ ᾿Αντιοχείας ἐπίσκοπος, ἤδη πρώην εἰς Κωνσταντινούπολιν διὰ τὴν Γρηγορία κατάστασιν ἀφικόμενος· καὶ Κύριλλος ὁ Ἱεροσολύμων, μεταμεληθεὶς τότε ὅτι πρότερον τὰ Μακεδονίου εφρόνει. Οὐ πολλῷ δὲ ὕστερον Τιμοθέου καὶ Κυρίλλου τὸν βίον μεταλλαξαμένων, διαδέχεται τὸν ᾿Αλεξανδρέων θρόνον Θεόφιλος, τὸν δὲ Ἱεροσολύμων Ἰωάννης. Ει Τῶν δέ γε Ἱεροσολύμων, μετὰ Μακάριον ἐκεῖνον οὗ πολλάκις εμνήσθην, Μάξιμος τὴν προεδρίαν παρέ λαβεν, ἀνὴρ ἐν τοῖς ὑπὲρ εὐσεβείας διαπρέψας ἀγῶσι· τόν τε γὰρ δεξιὸν ἄφθαλμον ἀφῄρητο, και τῆς ἀγκύλης εστέρητο τῆς δεξιᾶς. Τούτου δὲ εἰς τὸν ἀγήρω μεταστάντος βίον, Κύριλλος τῆς ἐπισκοπικῆς χάριτος ἠξιώθη, τῶν ἀποστολικῶν δογμάτων προθύμως ὑπερμαχῶν. Οὗτοι πρὸς ἀλλήλους περὶ πρωτείων φιλονεικοῦντες μεγίστων κακῶν τοῖς κοινοῖς ἐγένον το πρόξενοι. Ο μὲν γὰρ Ακάκιος μικράς τινας εὑρὼν ἀφορμάς, καθεῖλε τὸν Κύριλλον, καὶ τῶν Ἱε ροσολύμων ἐξήλασεν. Ὁ δὲ Κύριλλος τὴν μὲν Ἀντιόχειαν παρελήλυθε, ποιμένος αὐτὴν ἑστερημένην εὑρὼν, εἰς δὲ Ταρσὸν ἀφικόμενος τῷ θαυμασίῳ συνῆν Σιλβανῷ· οὗτος γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν ἐκείνης ἡγεῖτο τῆς Ἐκκλησίας. Τοῦτο μαθὼν ὁ ᾿Ακάκιος, ἐπέστειλε τῷ Σιλβανῷ, καὶ τὴν καθαίρεσιν τοῦ Κυ ρίλλου μεμήνυκεν. Ὁ δὲ καὶ τὸν Κύριλλον αἰδούμενος, καὶ τὸ πλῆθος ύφορώμενος ήδιστα γὰρ τῆς τοῦ Κυρίλλου διδασκαλίας ἀπέλαυε), τῆς ἐκκλησιαστικῆς οὐκ ἐκώλυσε λειτουργίας. Ἐπειδὴ δὲ συνῆλθον εἰς τὴν Σελεύκειαν, ἐκοινώνει μὲν τοῖς ἀμφὶ τὸν Βασί λειον, καὶ Εὐστάθιον, καὶ Σιλβανὸν, καὶ τοῖς λοιποῖς ὁ Κύριλλος τοῦ συνεδρίου. Ο δέ γε ᾿Ακάκιος ἀφίκε το μὲν καὶ αὐτὸς πρὸς τοὺς συνεληλυθότας ἐπισκόπους (πεντήκοντα δὲ ἦσαν καὶ ἑκατὸν), ἔφασκε δὲ μὴ πρό τερον αὐτοῖς κοινωνήσειν τῶν βουλευμάτων, πρὶν ἔξω γενέσθαι τοῦ συλλόγου τὸν Κύριλλον, ἅτε δὴ τῆς ἀρχιερωσύνης γεγυμνωμένον. Καί τινες μὲν τῶν τῆς εἰρήνης προμηθουμένων ὑποχωρῆσαι τὸν Κύριλλον ἱκέτευον, ὑπισχνούμενοι μετὰ τὴν τῶν δογμάτων διάκρισιν, καὶ τὴν κατ᾿ αὐτὸν ὑπόθεσιν ἐξετάσειν. Ἐπειδὴ δὲ οὐκ εἶξε, καταλιπών μὲν αὐτοὺς ὁ ᾿Ακά χιος ἐξελήλυθεν. Οὐχ ἥκιστα δὲ αὐτὸν [Κωνστάντιον] χαλεπήναι πε ποίηκεν, ἃ κατὰ τοῦ Κυρίλλου συντέθεικε. Τὴν γὰρ ἱερὰν στολὴν, ἣν ὁ πανεύφημος Κωνσταντίνος ὁ βα σιλεὺς, τὴν Ἱεροσολύμων ἐκκλησίαν γεραίρων, δε δώκει τῷ Μακαρίῳ τῷ τῆς πόλεως ἐκείνης ἀρχιερεῖ, ἵνα ταύτην περιβαλλόμενος, τὴν τοῦ θείου βαπτίσματος ἐπιτελῇ λειτουργίαν ἐκ χρυσῶν δὲ αὕτη κατε σκεύαστο νημάτων), πεπρακέναι τὸν Κύριλλον ἔφη, καὶ αὐτὴν τινὰ τῶν ἐπὶ τῆς θυμέλης λογιζομένων
col. 305–306page 7 of 19
PG 33:305πριάμενον, περιβαλέσθαι μὲν ὀρχούμενον δὲ πεσεῖν καὶ συντριβῆναι, καὶ θανάτῳ παραδοθῆναι. Τοῦτον, ἔφη, κοινωνὸν ἔχοντες, κρίνειν καὶ τοῖς ἄλλοις δικά ζειν ἐπιχειροῦσι. Ὁ δὲ τῷ τῶν Ἱεροσολύμων με παρέδωκεν ἐπι σκόπῳ· Κύριλλος δὲ τηνικαῦτα ἦν· καὶ οὕτω νύκτωρ εἰς τὴν Παλαιστίνην ὡρμήσαμεν. Παρῆν δὲ καὶ Πελάγιος ὁ Λαοδικείας, καὶ Εὐλόγιος ὁ Ἐδέσσης, καὶ ᾿Ακάκιος, καὶ Ἰσίδωρος ὁ ἡμέτερος, καὶ Κύριλλος ὁ Ἱεροσολύμων, καὶ Γελάσιος ὁ Καισαρείας τῆς Παλαιστίνης, λόγῳ καὶ βίῳ κοσμούμενος, καὶ ἕτεροι πλείστοι τῆς ἀρετῆς ἀθληταί. Ἱεροσολύμων ἐπίσκοποι· Μακάριος, Μάξιμος, Κύριλλος, Ιωάννης, Πραύλιος, Ιουβενάλιος. Κυρίλλου ἐπισκόπου Ἱεροσολύμων, ἐκ τοῦ κατὰ ηχητικοῦ τετάρτου λόγου Περὶ τῶν ι' δογμάτων, περὶ τῆς ἐκ παρθένου γεννήσεως·. Πίστευε δὲ ὅτι οὗτος, ο κ. τ. λ. Ἐπὶ τούτοις δὲ καὶ ὁ τῶν Ἱεροσολύμων Κύριλλος Συνοδὰ δὲ τούτοις καὶ Κύριλλος ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, ἐν τῇ πέμπτῃ μυσταγωγία, ἧς ἡ ἀρχῇ· Τοῦ Θεοῦ ἡ φιλανθρωπία, τάδε φησίν Εἶτα μνημονεύομεν, κ. τ. λ. Κυρίλλου ἐπισκόπου Ιεροσολύμων, ἐκ του δ' τῶν Κατηχήσεων λόγου· Διπλοῦς ἦν ὁ Χριστὸς, ἄν θρωπος μὲν τὸ φαινόμενον, Θεὸς δὲ τὸ μὴ φαινόμενον. Κυρίλλου Ἱεροσολύμων ἐκ τοῦ εἰς τὸ, Εγώ που Γείε μαι πρὸς τὸν Πατέρα μου. Φαίνεσθαιδέ, κ.τ.λ. Γρηγορίου Θεολόγου εἰς τὰ Θεοφάνεια, καὶ Κυρίλ του Ἱεροσολύμων, ὡσαύτως δὲ καὶ Κυρίλλου Ἀλεξανδρείας.
col. 307–308page 8 of 19
PG 33:307Κυρίλλου Ἱεροσολύμων ἐκ τοῦ κατηχητικού, ἐκ τῶν κατηχητικῶν· Οὐδέν ἡμῖν ὄφελος, κ. τ. λ. Κυρίλλου Ἱεροσολύμων ἐκ τῶν κατηχητικῶν Φεῦγε οὖν τὰ πονηρὰ ἔργα· εἰ γὰρ τούτοις ὑπο πέσῃς, κ. τ. λ. λθ'. Μάξιμος, μ'. Κύριλλος, μα'. Ηράκλειος, Οὗτοι πάντες ἐκ περιτομῆς. μβ'. Ἑλλάδιο μγ'. Κύριλλος, Στη ς'. έτη ιβ'. ἔτη ς'. Στη ιβ'. ἔτη λε'. ἔτη ς'. μδ'. Ἰωάννης, Καὶ μὴν ὁ τῆς Ἱεροσολύμων ἱεράρχης Κύριλλος ὁ ἀοίδιμος, ἐν τῷ εἰς τὸ εὐαγγελικὸν ῥητὸν λόγῳ, ἔνθα ὁ Κύριος τὸ ὕδωρ οἶνον ἐποίησεν, οὗ ἡ ἀρχή, Θαῦμα, καὶ τοῦτο θαῦμα· • Ἐγεννήθη, ἐθαυματούργησεν, ο κ.τ.λ. Κυρίλλου. Χριστιανῶν εὐσέβεια έναρετος πρώτ τη, τὸ τιμᾷν τοὺς γεννήτορας, κ. τ. λ. Τοῦ ἁγίου Κυρίλλου ἐπισκόπου Ιεροσολύμων, ἐξ ὁμιλίας λεχθείσης εἰς τὸ Εὐαγγέλιον ἔνθα ὁ Κύριος τὸ ὕδωρ οἶνον ἐποίησεν· Ἐσπούδασε διόλου μήτε φανερῶσαι τὴν ἑαυτοῦ θεότητα, κ. τ. λ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου, Ἐγεννήθη, κ. τ. λ. τὴν διπλῆν ἐνέργειαν ἐπὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ὁ νικηφόρος Κύριλλος, Κυρίλλου πατριάρχου Ιεροσολύμων, ἐκ τῆς δω ; 13, 5, δεκάτης κατηχήσεως· Εἰ τοίνυν ζητεῖς κ. τ. λ. 9: Η μὲν γὰρ ἄφεσις τῶν ἁμαρτιῶν ἐξ ἴσου δίδοται τοῖς πᾶσιν· ἡ δὲ τοῦ Πνεύματος τοῦ ἁγίου κοινωνία κατ' ἀναλογίαν δεδώρηται τῆς ἑκάστου πίστεως Τοῦ ἁγίου Κυρίλλου ἀρχιεπισκόπου Ιεροσολύμων κατήχησις δευτέρα, ἧς ἀρχή· Δεινόν. Καὶ μεθο ἕτερα· Τίνα γὰρ ὑπόνοιαν ἔχεις περὶ τοῦ Ναβουχοδονόσορ, κ. τ. λ.
col. 309–310page 9 of 19
PG 33:309Τούτῳ τῷ ἔτει Μάξιμον τὸν Ἱεροσολύμων καθείλεν Ακάκιος ὁ Καισαρείας, καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως, 'Αρειανοὶ ὄντες· καὶ ἀντεισήγαγον Κύριλλον, δοκοῦντες ἔχειν αὐτὸν ὁμόφρονα. Ἐν τούτῳ τῷ χρό νῳ. Κυρίλλου ἐπισκοποῦντος Ἱεροσολύμων, τὸ ση μεῖον τοῦ ζωοποιοῦ σταυροῦ ἐφάνη ἐν τῷ οὐρανῷ, τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, φωτοειδές, μεταβαῖνον ἀπὸ τοῦ Γολγοθά, ἔνθα ἐσταυρώθη ὁ Χριστός, ἕως τοῦ ὄρους τῶν Ἐλαιῶν, ὅθεν ἀνελήφθη. Κύκλῳ δὲ τοῦ φανέντος σημείου στέφανος, ὡς ἔρις τὸ εἶδος ἔχων· καὶ τῇ αὐτῇ δὲ ἡμέρᾳ, καὶ τῷ Κωνσταντίῳ ὤφθη. Περὶ τούτου δὲ φέρεται Κυρίλλου ἐπιστολή πρὸς τὸν βασιλέα Κωνστάντιον, ἐν ᾗ εὐσεβέστατον αὐτὸν καλεῖ. Οθεν τινὲς Αρειανόφρονα διαβάλλουσι τὸν αὐτὸν Κύριλλον, λέγοντες καὶ τὴν τοῦ ὁμοουσίου φωνὴν παρασεσιγηκέναι αὐτὸν ἐν ταῖς κατηχήσεσιν, αἷς ἐξέθετο ἐφ᾽ ὠφελείᾳ τῶν ἀπείρων λαῶν τῶν τῷ θείῳ προσελθόντων βαπτίσματι διὰ τὸ θαῦμα τοῦ ζωοποιοῦ σταυροῦ. Σφάλλονται δὲ, καὶ ἁμαρτάνουσιν. Ἐχρὴν γὰρ καὶ τὸν βασιλέα ἐξ ἁπλότητος, καὶ οὐκ ἐκ διαθέσεως τῇ κακουργίᾳ τῶν Ἀρειανῶν ἀποκλα πάντα εἰς τὴν αἵρεσιν, καὶ τοῦ Ἑλληνισμοῦ μήπω τελείως καταστραφέντος, εὐσεβέστατον λέγειν· καὶ τὴν τοῦ ὁμοουσίου φωνὴν σιγῆσαι, τέως ταράττουσαν τους πολλούς, καὶ τῇ ἀντιθέσει τῶν ἐχθρῶν ἐκ κόπτουσαν τοὺς βαπτιζομένους· διὰ δὲ τῶν ἰσοδυναμούντων λέξεων τὸ τοῦ ὁμοουσίου τρανῶσαι· δ καὶ πεποίηκεν ὁ μακάριος Κύριλλος τὴν ἐν Νικαίᾳ πίστιν κατὰ λέξιν ἀναπτύξας, καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ κηρύξας. Τούτῳ τῷ ἔτει Λιβέριος ἐπίσκοπος Ρώμης, καὶ Αθανάσιος ᾿Αλεξανδρείας, καὶ Μελέτιος Αντιοχείας, καὶ ὁ Σαμοσάτων Ευσέβιος ἀνακληθέντες ἐκ τῆς ἐξω ορίας ὑπὸ Ἰουδιανοῦ ἐν τῷ ὀρθῷ λόγῳ διέπρεπον, καὶ ὁ Ἱεροσολύμων Κύριλλος, καὶ ἕτεροι ἐπίσκοποι τῆς ὀρθοδοξίας πρόμαχοι. Τῶν δὲ ἁγίων ρν προηγοῦντο Τιμόθεος ὁ ᾿Αλεξανδρείας, Μελέτιος Αντιοχείας, Κύριλλος ἱερώτατος Ἱεροσολύμων, καὶ ὁ θεῖος Γρηγόριος Κωνσταντινουπόλεως. Αγ. Κύριλλος ὁ ἐξεωσθεὶς ὑπὸ τῶν ᾿Αρειανῶν ἀπ' αὐτοῦ γεγόνασι τρεῖς· Αρσένιος, Ηράκλειος, καὶ ᾿Ιλάριος [ἔτη ιβ΄]. Πάλιν ἀνακληθεὶς ἐπὶ Γρα τιανοῦ, ἐν τῇ δευτέρα συνόδῳ εὑρέθη ἐν Κωνσταντινουπόλει. Εἰσὶν ὁμοῦ] ἔτη ξβ'.
col. 311–312page 10 of 19
PG 33:311Απάρξομαι δὲ οὕτως, τὰ παρὰ τοῦ μακαρίου Κυ ρίλλου ἐν ταῖς Κατηχήσεσι ρηθέντα προσθείς· Ὁ δυσώνυμος Μάνης οὐκ ἔστιν ἀπὸ Χριστιανῶν, κ. τ. λ. Εἰ δέ τισι φίλον καὶ ἄνωθέν ποθεν ἰδεῖν αὐτῶν τὴν δυσσέβειαν, καὶ τὰ πρῶτα σπέρματα ὅθεν κατεβλήθη Κύριλλος τε αὐτοῖς, ὁ τὰ τῆς ἱερᾶς πόλεως ἐγκεχειρισμένος πηδάλια, τῆς ἱστορίας καθηγήσεται. Σκυθιανὸς τις ἦν, κ. τ. λ. Οὗτος νῦν καὶ ἅγιος παρὰ πᾶσιν ἔστι τε καὶ ὀνο μάζεται· οὗτος καὶ τὰς πρὸς τοὺς φωτιζομένους κατηχήσεις ἐν ὑψηλῇ θεολογία συνεγράψατο. Λέγει δὲ αὐτὸν ἀνεψιὸν πρὸς μητρὸς Κυρίλλου τοῦ Ἱεροσολύμων, καὶ ὑπ' ἐκείνου προτραπῆναι εἰς τήν δε τὴν συγγραφήν. Ἡμεῖς δὲ εὕρομεν ἀνεγνωκότες ἐν ἄλλοις, ὅτι αὐτός τε Κύριλλος καὶ Γελάσιος οὗτος τὴν τοῦ Ρουφίνου τοῦ Ῥωμαίου μετέφρασαν ἱστο ρίαν εἰς τὴν Ἑλλάδα γλῶσσαν, οὐ μέντοι ἰδίαν συν ετάξαντο ἱστορίαν. Δῆλον δ', ὡς ἀρχαιότερος ἦν οὗτος τοῦ προειρημένου, εἴ γε κατὰ Κύριλλον ήκμασε τὸν Ἱεροσολύμων. ᾿Αθανασίου γοῦν καὶ Παύλου τιμίως πορευομένων πρὸς τὰ ἴδια ποίμνια, τῆς ἀσεβείας οἱ πρόμαχοι σύν οδον ἐν Ἱεροσολύμοις αἱρετικὴν συνεκρότησαν· καὶ τὸν μὲν ὁμολογητὴν ἀπεβάλοντο Μάξιμον, τὸν δὲ κατηχιστὴν ὡς Ἀρειανὸν ἐχειροτόνησαν Κύριλλον ἂν ἡ ἐπὶ Δαμάσου ἐν Ῥώμῃ, καὶ ἡ ἐπὶ Νεκταρίου ἐν Κωνσταντινουπόλει πολλοῖς ἐπαίνοις ἐξαίρουσι σύνο οδοι· καὶ ᾿Ακάκιος ὁ Καισαρείας τῆς Φιλίππου, Ευσε βίου τοῦ Παμφίλου φοιτητής καὶ διάδοχος, χάριν πρωτείων τοῦ θρόνου τούτου ἐξήγαγεν. Ακάκιος δὲ καὶ Πατρόφιλος, φοιτηταὶ ὄντες Αρείου. τὸν ἅγιον Μάξιμον ἐκ τῶν Ἱεροσολύμων ἐξωθήσαντες, Κύριλλον ἀντικατέστησαν. Πάλιν ᾿Ακάκιος ὁ πολὺς τὴν κακίαν, καὶ Πατρόφιλος ὁ τοῦ τῆς ἀσεβείας πατρὸς Ἀρείου φίλος, Ιερο σολύμοις ἐπιφοιτῶντες, καὶ Μάξιμον ἐξωθοῦντες. καὶ ἀντικαθιστῶντες Κύριλλον, ἄνδρα, ὅσον γε ὁ μέ. γας ἐν εὐσεβείᾳ, τοσαῦτα τῷ τῆς ἀσεβείας ζήλε ἀντίθετον.
col. 313–314page 11 of 19
PG 33:313Έγραψέ ποτε Κύριλλος, [οὐχ] ὁ γράψας τὴν ἐπιστο- [ ] τὴν Κωνσταντίνῳ, ἀλλ᾽ ὁ μετ' ἐκεῖνον διαδεξάμενος τὸν θρόνον αὐτοῦ, πρὸς Ιούλιον τῆς Ῥώμης ἐπίσκο σɛ, τὸν δύναται τὰς τῶν τελευτώντων ψυχὰς μετὰ θάνατον ὠφελῆσαι; « Τοῦ ἁγίου Κυρίλλου Ἱεροσολύμων. Μνημονεύο μεν δὲ καὶ ὑπὲρ τῶν κεκοιμημένων ἁγίων, Πατέ φῶν τε καὶ ἐπισκόπων, κ. τ. λ. Τοῦ Κωνσταντίου τῷ ιθ' ἔτει, ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, ἐν Ἱεροσολύμοις ἐφάνη τὸ σημεῖον τοῦ ζωοποιοῦ σταυροῦ ἐν οὐρανῷ φωτοειδές, τεταμένον ἀπὸ τοῦ Γολγοθά, ἔνθα ἐσταυρώθη ὁ Χριστὸς, ἕως τοῦ κρους τῶν Ἐλαιῶν, ὅθεν καὶ ἀνελήφθη· κύκλῳ δὲ πετον στέφανος, ὡς ἔρις τὸ εἶδος ἔχων. Τῇ αὐτῇ δὲ ἡμέρα Κωνσταντίῳ ὤφθη, Κυρίλλου τότε Ἱεροσολύ μὲν ἐπισκόπου,
col. 315–316page 12 of 19
PG 33:315Τῷ ἔκτῳ ἔτει, ἡ μεγάλη καὶ οἰκουμενικὴ ἁγία δευτέρα σύνοδος τῶν ἑκατὸν πεντήκοντα ὀρθοδόξων ἐπισκόπων ἐν Κωνσταντινουπόλει συνηθροίσθη, πρὸς βεβαίωσιν τῶν ἐν Νικαίᾳ δογματισθέντων, καὶ κατὰ Μακεδονίου τοῦ Πνευματομάχου· ὑπῆρχον δὲ Τιμό θεος ᾿Αλεξανδρείας, Μελέτιος Αντιοχείας, Κύριλλος Ἱεροσολύμων, καὶ Γρηγόριος ὁ Θεολόγος. Τῷ ς' ἔτει τῆς βασιλείας τοῦ μεγάλου Θεοδοσίου, γέγονεν ἡ ἐν Κωνσταντινουπόλει ἁγία καὶ οἰκουμενικὴ δευτέρα σύνοδος τῶν ἐν ἁγίων Πατέρων, ἐπὶ Δαμάτου πάπα Ρώμης· ἧς ἡγοῦντο Τιμόθεος Αλε ξανδρείας, Μελέτιος Αντιοχείας, Κύριλλος Ἱεροσολύμων, καὶ Γρηγόριος ὁ Θεολόγος. Κατὰ δὲ τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἀρχιερεὺς Ἱεροσολύμων ὁ μέγας Κύριλλος ἦν· ὃς δὴ καὶ γράφει τῷ Κωνσταντίῳ, ὅτι Ἐπὶ μὲν τοῦ σοῦ πατρὸς ἐπὶ γῆς εἴρηται ὁ σταυρός· ἐπὶ δὲ σοῦ πά λιν ἐξ οὐρανοῦ πεφανέρωται. Κατὰ γὰρ τὸν τοῦ Γολγοθᾶ τύπον, περὶ τρίτην ὥραν τῆς ἡμέρας, κατ' αὐτὴν δὲ τὴν Πεντηκοστὴν ὤφθη τὸ τοῦ σταυροῦ σημεῖον, ἐκ φωτὸς ὑπερλάμπρου κατεσκευασμένον· ὤφθη δὲ οὐχ ἑνὶ καὶ κατὰ φαντασίαν, περὶ ὥρας ἱκανὰς, καὶ πᾶσι. Ὑπῆρχον δὲ προεξάρχοντες της συνόδου ταύτης Τιμόθεος Αλεξανδρείας, Μελέτιος Αντιοχείας, Κύπ ριλλος Ιεροσολύμων, Γρηγόριος ὁ Θεολόγος Κωνσταντινουπόλεως, καὶ Δάμασος πάπας Ρώμης, οἵτινες ἀνεθεμάτισαν Μακεδόνιον τὸ Πνεῦμα τὸ ἅγιον βλασφημοῦντα, καὶ σὺν αὐτῷ Σαβέλλιον, καὶ Ἀπολλινάριον τὸν τῆς Λαοδικείας πρόεδρον. Κυρίλλου. Εγειρόμεθα τοίνυν, αἰώνια μέν ἔχοντες τα σώματα, κ. τ. λ. Περὶ θείων μυστηρίων, Κυρίλλου Ἱεροσολύμων, ἐκ τῆς δ' μυσταγωγίας Μὴ πρόσεχε οὖν ὡς ψιλοῖς τῷ ἄρτῳ ἢ τῷ οἴκῳ, κ. τ. λ. Ἐκ τῆς εʹ μυσταγωγίας· Ὁ δὲ ἄρτος ὁ ἅγιος ἐπιούσιός ἐστιν· αὐτὸ ἀντὶ] τοῦ, ἐπὶ τὴν οὐ σίαν τῆς ψυχῆς πρεπόμενος «. τρεπόμενος ], κ. τ. λ.
col. 317–318page 13 of 19
PG 33:317Πάντων δ' ἐπέκεινα τῶν ἐν τῇ ἔῳ πεπαρρησιασμό νων λόγῳ ἀπρὶξ τῶν ἐν Νικαίᾳ δοξάντων είχοντο Παῦλος ὁ Κωνσταντινουπόλεως, καὶ ᾿Αθανάσιος. ....Πολλοὶ δὲ καὶ ἄλλως ελλόγιμοι ἄνδρες τοῖς αὐτ τοῖς συνήκμασαν ἔτεσι, ταῖς Ἐκκλησίαις Θεοῦ δια τρέποντες· ὧν, περὶ λόγων εἴδησιν, τῶν ἄλλων δια φέροντες ἦσαν Εὐσέβιος ὁ τῶν Ἐμεσσηνῶν ἱερατι πῶς διεθύνας.... καὶ Κύριλλος ὁ τὸν τῶν Ἱερο σολύμων θρόνον μετὰ Μάξιμον οἰακίζων. Ὅτε δή, εισιόντος εκείνου την Αντιόχειαν, αὖθις ἐν οὐρανῷ τὸ τοῦ σταυροῦ σημεῖον ὤφθη, ὑπεραστρά στον τὸν ἥλιον, ίριδος μεγάλης στεφάνου τρόπου περιελιττούσης αὐτὸν, τρίτῃ ὥρᾳ τῆς ἡμέρας τῆς Πεν σηκοστῆς ἐνισταμένης τῶν ἑορτῶν, Κυρίλλου τηνι ταῦτα ἐν Ἱεροσολύμοις μετὰ Μάξιμον τὰς ἱερὰς ἡνίας διαχειρίζοντος. Πλὴν οὐκ ὥσπερ τις κομήτης ἦν τὸ φῶς ἀποῤῥέον, ἀλλὰ πυκνὸν καὶ διαφανές συν ἑστὼς ἐν πολλῷ καὶ μεγάλῳ φωτί. Διῆκε δὲ κατα ἔχον περὶ τὸ οὐράνιον κύτος ἀμφὶ δέκα καὶ πέντε πάδια· τὸ μὲν μῆκος, ὅσον εἰκάσαι, ἀπὸ τοῦ Κρα που διῆκεν ἄχρι καὶ τοῦ ὄρους ὁ Ἐλαιῶν ἐπικέκλη και· τὸ δ' εὗρος, ὅσον τῷ μήκει ἀναλογεῖν· πρὸς δὲ τῷ θαύματι καὶ πᾶσι δέος ἐπὶ τῷ παραδόξῳ ἐνῆν, καὶ ἔθεον πάντες ἐπὶ τὸ ἱερὸν, τὸν μέγαν ἀνυμνοῦντες Θεόν, ἕκαστος καταλείψας ὅ τι τύχοιεν ἐργαζόμενοι. Πάσῃ δὲ γῇ τὸ θαῦμα φοιτῆσαν κατέπληττε, τῶν κατ' εὐχὴν τοῖς Ἱεροσολύμοις ἐπιδημούντων ἐξ ἁπάσης γῆς διαμηνυσάντων· δ καὶ πολλοὺς τῶν τε Ἰουδαίων καὶ Ἑλλήνων πρὸς τὸν Χριστιανισμὸν μεθείλκυσεν ἔγνω δὲ καὶ ὁ βασιλεὺς παρά τε τῶν οἰκείων, καὶ Κυ φάλου γράψαντος. Ἐπὶ δὲ πᾶσι τούτοις τρισκαιδέκατον καθεῖλον καὶ τὸν Ἱεροσολύμων Κύριλλον, ἄνδρα ἐπ' ἀρετῇ δια βόητον, καὶ δεινὸν κατηχῆσαι λόγοις τὰ πλήθη· οὗ συγγράμματα, ἃ Κυρίλλεια ἡ Ἐκκλησία ὠνόμασεν. Αίτια δὲ ἦταν τῆς καθαιρέσεως, πρῶτον μὲν ὡς κοι τωνήσειεν Ευσταθίῳ καὶ Ἐλπιδίῳ, οἱ ἐναντία τῇ ἐν Μελιτινῇ συνόδῳ ἐσπούδασαν, ἧς καὶ αὐτὸς μέρος – κράτιστον ἦν· καὶ ὡς Βασιλείῳ καὶ Γεωργίῳ τῷ Λεκδικείας ἐπισκόπῳ κοινωνίας μεταδούς, μετὰ τὴν ἐν Παλαιστίνῃ ἐκείνων καθαίρεσιν. Ἔτι δὲ, καὶ ὡς τὴν τῶν Ἱεροσολύμων ἐπιτραπείς, ἅτε δὴ θρόνου ἐπιβὰς ἀποστολικοῦ, περὶ τῶν τῆς ἐνορίας δικαίων πρὸς Ἀκάκιον τὸν Παλαιστινὸν διεφέρετο. Ἐξ ὧν εἰς τὸ κατ' ἀλλήλων μῖσος ἀναῤῥαγέντες, ὡς οὐκ ὀρθῶς περὶ Θεοῦ φρονοῖεν, ἀλλήλους διέβαλλον· ὁ μὲν γὰρ τὰ ᾿Αρείου πρότερον ἦν δογματίζων, Κύριλλος δὲ τοῖς τῷ ὁμοουσίῳ στοιχοῦσιν ἐξ ἀρχῆς εἶπετο. Δολε πῶς δὲ διὰ ταῦτα καὶ ᾿Ακάκιος πρὸς αὐτὸν ἔχων, τοὺς περὶ Παλαιστίνην ἐπισκόπους ἀθροίσας, οἱ ὁμό
col. 319–320page 14 of 19
PG 33:319φρονες αὐτῷ ἦσαν, φθάνει παύσας τοῦτον τοῦ ἱερᾶ σθαι, αἰτίαν μάλιστα τήνδε προβεβλημένος· Λιμὸς ἐπόνει τὴν Παλαιστίνην, τὸ δὲ πλῆθος ἐνδείᾳ τῶν ἀναγκαίων πρὸς τὸν ἐπίσκοπον ἔβλεπεν. Ἐπεὶ δὲ κάτ κεῖνον πρὸς τοῖς χρήμασι καὶ τὰ σἶτα ἐπέλιπε, κει μήλια καὶ ἱερὰ ἔπιπλα ἀποδόμενος, ὡς γ' ἐνῆν παρε μυθεῖτο τὴν ἔνδειαν· καί τινα λόγος ἀνάθημα σφέ τερον ἐπιγνῶναι τῶν οὐκ ἀσέμνων γυναῖκα ἠμφιεσμένην. Ἐπεὶ δ' ἐρεύνῃ διδοὺς ὅθεν ἔχοι, ἔγνω, ὡς Εμπορός τις αὐτό οἱ ἀπέδοτο, τῷ δ' αὖ ὁ ἐπίσκοπος αἰτίαν ταύτην προβαλλόμενον τὸν ᾿Ακάκιον, καθελεῖν αὐτόν. Ταύτην αἰτίαν ἐπυθόμην τῆς καθαιρέσεως Κυρίλλου, οὐ προσήκουσάν γε μὴν τέως ἐμοὶ, ὅτι λιμοῦ καὶ πενίας ἡ πρόφασις ἦν. Οὗτος ἔφυ γονέων μεν εὐσεβῶν, καὶ τὴν ὀρθὴν πρεσβευόντων πίστιν· ἐν ὁμοίοις δὲ παιδεύμασιν αὐτ τὸς ἐνετέθραπτο, ἐπὶ τῆς βασιλείας Κωνσταντίου. Ἐπεὶ δὲ τῶν Ἱεροσολύμων ὁ ἐπίσκοπος εἰς τὴν ἀγήρω ζωήν μετέστη, ὁ μακάριος οὗτος Κύριλλος της ἐπισκοπικῆς χάριτος ἠξιώθη, τῶν ἀποστολικῶν δο γμάτων προθύμως ὑπερμαχῶν. Ἀκακίου δὲ τὸν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης θρόνον κατέχοντος, ὑπὲ δὲ τῆς ἐν Σαρδικῇ συνόδου ἀποκηρυχθέντος, διὰ τὸ μὴ ἀνέχεσθαι τῷ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον λέγειν, καὶ τὴν ἐξενεχθεῖσαν ὑπ' αὐτῶν καθαιρετικὴν ψῆφος μὴ καταδεξαμένου, ἀλλ᾽ ἔτι τὸν θρόνον τυραννοῦντος (ἐπεὶ γνώριμος τῷ βασιλεῖ ἦν, ἐκεῖθεν ἕλκων τὴν ἐξουσίαν), τὸν μακάριον τοῦ θρόνου καθεῖλε Κύριλλον, καὶ τῶν Ἱεροσολύμων ἐξέωσεν. Ο δὲ Κύριλλος εἰς Ταρσόν ἀφικόμενος, τῷ θαυμασίῳ συνῆν Σιλουανῷ· καὶ δὴ εἰς Σελεύκειαν συγκροτηθείσης συνόδου 5:' αὐτὸ δὴ τοῦτο, Ακάκιος ἀπεσκίρτησε, καὶ πρὸς τὴν Κωνσταντινούπολιν ἐξέδραμε· καὶ οἷς εἶπε τὴν τοῦ βασιλέως ἀνῆψε θυμὸν κατὰ Κυρίλλου, καὶ ὑπερ ορίᾳ τοῦτον καταδικάζει. Τοῦ οὖν Κωνσταντίου τὸν βίον ἀπολιπόντος, καὶ Ἰουλιανοῦ τὴν βασιλείαν δια δεξαμένου, εἰς εὔνοιαν ἅπαντας τούτους εφελκόμενος, τοὺς ὑπὸ Κωνσταντίου τῶν Ἐκκλησιῶν ἐξελαθέντας ἐπισκόπους εἰς τὰς οἰκείας Εκκλησίας επανελθεῖν ἐκέλευσε. Μετὰ πάντων οὖν καὶ αὐτὸς τὸν ἴδιον θρό νον ἀπείληφεν. Καλῶς δὲ καὶ θεοφιλῶς τὸ πιστευθὲν αὐτῷ ποιμνίον ποικάνας, καὶ τὰς ἐμφερομένας αὐτῷ
col. 321–322page 15 of 19
Tituli catecheseon S. Cyrilli
PG 33:321Κατηχήσεις μνημόσυνον τῇ Ἐκκλησίᾳ καταλελοιπὼς, ὀλίγον χρόνον μετὰ τὴν ἐπάνοδον β:οὺς, ἐπανεπαύσατο μακαρίως. Ην δὲ κατὰ τὸν τύπον τοῦ σώμα τος, τὴν ἡλικίαν μέτριος, ὠχρὸς, κομήτης, ὑπόσι μας, τετράγωνος τὸ πρόσωπον, τὰς ὀφρῶς εὐθύτητι περιφέρων ἐπισουμένας, γενείῳ τὰς σιαγόνας λευχῷ δασυνόμενος, διχῇ κατὰ τὸν πώγωνα διῃρημένῳ, ἀγροίκῳ τὸ πᾶν ἦθος προσεοικώς. Τοῦ ἐν ἁγίοις Πατρός ἡμῶν Κυρίλλου πατριάρχου Ιεροσολύμων. Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου Ιεροσολύμων. Οὗτος ἐγένετο ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου πότερον μοναχός γενόμενος καὶ ἀσκήσας, ὕστερον διὰ τὴν ἐνάρετον αὐτοῦ πολιτείαν προεχειρίσθη ἐπί σκοπος Ἱεροσολύμων. Οὕτως δὲ ὁσίως διαπρέψας ἐν τῇ ἀρχιερωσύνῃ, ὡς καὶ ἐν τῇ συνόδῳ προσκληθῆναι, καὶ ἐπιστομίσαι, καὶ καταισχύναι τὸν δυσσεβῆ Μά νεντα, καὶ τὸν σύμφρονα αὐτοῦ λῆρον καὶ Πνεύματο μέχον Μακεδόνιον, καὶ πληρῶσαι τὴν πανήγυριν τῶν ὀρθοδόξων χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς. Και πῶς δὲ ἀγωνισάμενος ἐν τοῖς ὀρθοδόξοις δόγμασι, καὶ θαύματα πλεῖστα εἰς δόξαν Θεοῦ ἐργασάμενος, καὶ τὸ καταπιστωθὲν αὐτῷ ἐκ Θεοῦ ποιμνίον καλῶς ἐθύ νας, πρὸς Κύριον ἐξεδήμησεν, ἀπολαβὼν τὴν βασι λείαν αἰώνιον καὶ ζωὴν, καὶ συνευφραινόμενος τοῖς ἁγίους. Κυρίλλου αρχιεπισκόπου Ἱεροσολύμων Κατηχήσεων πίναξ. α. Προκατήχησις, περὶ τοῦ μὴ πειρᾶσαι.
col. 323–324page 16 of 19
PG 33:323β'. Κατηχησις [φωτιζομένων ἐν Ἱεροσολύμοις εἰσαγωγικὴ τοῖς τῷ βαπτίσματι προσελθοῦσι, σχεδιασθεῖσα καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου· Λού σασθε, καὶ τὰ ἑξῆς, κατηχ. α'. γ'. Περί μετανοίας καὶ ἀφέσεως ἁμαρτιῶν, καὶ περὶ τοῦ ᾿Αντικειμένου· καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰεζε κιήλ Δικαιοσύνη δικαίῳ, καὶ τὰ ἑξῆς, κατ. β'. δ. Περὶ βαπτίσματος· καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ρωμαίους· Ἢ ἀγνοεῖτε, καὶ τὰ ἑξῆς, κατ. γ΄. ε'. Περὶ τῶν δέκα δογμάτων ἀκροθιγῶς· καὶ ἀνά γνωσις ἐκ τῆς πρὸς Κολοσσεῖς· Βλέπετε, μή τις ὑμᾶς, καὶ τὰ ἑξῆς, κατ. δ'. «΄. Περὶ πίστεως· καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Εβραίους· Ἔστι δὲ πίστις, καὶ τὰ ἑξῆς, κατ. ε'. ζ'. Περὶ Θεοῦ μοναρχίας, καὶ εἰς τὸ, Πιστεύω εἰς ἕνα θεὸν, καὶ περὶ αἱρέσεων καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου· Εγκαινίζεσθε πρός με νῆσοι, καὶ τὰ ἑξῆς, κατ. ς'. Περὶ Πατρός· καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ἐφε σίους Τουιου χάριν, καὶ τὰ ἑξῆς, κατ. ζ'. θ'. Περὶ Παντοκράτορος· καὶ ἀνάγνωσις ἐκ τοῦ Ἱε ρεμίου· Ὁ Θεὸς, ὁ μέγας Κύριος καὶ ἰσχυρὸς, καὶ τὰ ἑξῆς, κατ. η'. ι. Εἰς τὸ, Ποιητὴν οὐρανοῦ καὶ γης, όρατων το πάντων καὶ ἀοράτων· καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰώδ Τίς οὗτος, καὶ τὰ ἑξῆς, κατ. θ'. ια'. Εἰς τὸ, Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χρι στόν· καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους α' Επι στολῆς· Καὶ γὰρ εἶπερ, καὶ ἑξῆς, κατ. ι'. ιβ. Εἰς τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ τὴν μου νογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάν των αιώνων, καὶ τὰ ἑξῆς· καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ἑβραίους· Πολυμερῶς καὶ πολυτρόπως, καὶ τὰ ἑξῆς, κατ. ια'. ιγ. Εἰς τὸ, Σαρκωθέντα καὶ ἐνανθρωπήσαντ τα· καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου· Καὶ προσέθετο Κύριος, καὶ τὰ ἑξῆς, κατ. ιβ'. ιδ'. Εἰς τὸ Σταυρωθέντα καὶ ταφέντα· καὶ ἀνάγνωσις ἐκ τοῦ Ἡσαΐου· Κύριε, τίς ἐπίστευσε, καὶ τὰ ἑξῆς, κατ. ι ιεʹ. Εἰς τὸ, Καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους α' ἐπιστολῆς· Γνωρίζω δὲ ὑμῖν, καὶ τὰ ἑξῆς, κατ. ιδ. κατήχησις φωτιζ. ἐν Ἱεροσολ., φωτιζ. ἐν Ἱεροσολ., σχεδιασθεῖσα καὶ ἀνάγνωσις, καθ' αἱρέσεων, Περὶ τῆς ἐκ Πατρὸς τοῦ Υἱοῦ γεννήσεως πρὸ αἰώνων, καὶ θεότητος αὐτοῦ, καὶ εἰς τὸ, Δι' οὗ τα πάντα Περὶ τῆς ἐκ Παρθένου γεννήσεως ἐκ Πνεύματος ἁγίου, καὶ ἐνανθρωπήσεως τοῦ Χριστοῦ Εἰς τόν. Περὶ τῆς ἐκ νεο κρῶν ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ θρόνου τοῦ ἐκ δεξιῶν τοῦ Πατρός
col. 325–326page 17 of 19
PG 33:325ις. Εἰς τὸ, Καὶ ἐρχόμενον κρίναι ζῶντας καὶ νεκρούς, καὶ περὶ τοῦ ᾿Αντιχρίστου· καὶ ἀνά γνωσις ἐκ τοῦ Δανιήλ. Εθεώρουν ἕως οὗ θρόνοι, καὶ τὰ ἑξῆς, κατ. ιε'. 15. Περὶ τοῦ ἁγίου Πνεύματος τοῦ Παρακλή του· καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους πρώτης Περὶ δὲ τῶν πνευματικῶν, καὶ τὰ ἑξῆς, κατ. ις'. τη'. Τῶν περὶ τοῦ ἁγίου Πνεύματος τὰ λοιπά· καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους πρώτης τῇ μὲν καὶ δίδοται λόγος, καὶ τὰ ἑξῆς, κατ. ιζ'. ιθ'. Εἰς τὸ, Καὶ εἰς μίαν ἁγίαν καθολικὴν Ἐκκλησίαν· καὶ σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν αἰώνιον καὶ ἀνάγνωσις ἐκ τοῦ Ἰεζεκιήλ· Καὶ ἐγέ νετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ τὰ ἑξῆς, κατ. ιη. Τοῦ αὐτοῦ Κυρίλλου Κατηχήσεων μυσταγωγι κῶν πίναξ. Πρὸς τοὺς νεοφωτίστους· καὶ ἀνάγνωσις ἐκ τῆς Πέτρου καθολικῆς πρώτης Επιστολῆς, ἀπὸ τοῦ, Νή ψατε, γρηγορήσατε, καὶ τὰ ἑξῆς, κατ. α'. Περί βαπτίσματος· καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ρωμαίους Επιστολῆς, ἀπὸ τοῦ, "Η ἀγνοεῖτε, ὅτι ὅσοι, καὶ τὰ ἑξῆς, κατ. β'. Περί χρίσματος· καὶ ἀνάγνωσις ἐκ τῆς Ἰωάννου καθολικής πρώτης Ἐπιστολῆς, ἀπὸ τοῦ, Καὶ ὑμεῖς χρίσμα ἔχετε, καὶ τὰ ἑξῆς, κατ. γ. Περὶ σώματος καὶ αἵματος τοῦ Χριστοῦ· καὶ ἀνά γνωσις ἐκ τῆς πρὸς Κορινθίους Επιστολῆς· Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, καὶ τὰ ἑξῆς, κατ. δ'. Ἐκ τῆς Πέτρου καθολικῆς Ἐπιστολῆς· Διὸ ἀπο θέμενοι, καὶ τὰ ἑξῆς, κατ. ε'. Ρ. Ει Πολλαὶ μὲν ἐῤῥήθησαν καὶ ἄλλαι κατηχήσεις κατ' ἐνιαυτὸν ἕκαστον, καὶ πρὸ τοῦ βαπτίσματος, καὶ μετὰ τὸ βαπτισθῆναι τοὺς νεοφωτίστους. Ταύτας δὲ μόνας, ἐν τῷ λέγεσθαι τῶν σπουδαίων τινὲς ἐκλαβόντες, ἔγραψαν ἐν τῷ τνβ' ἔτει τῆς τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας. Ἐν αἷς Περὶ τῆς δευ τέρας ἐνδόξου παρουσίας τοῦ Χριστοῦ, καὶ ἀτελευτή του βασιλείας, καὶ περὶ τοῦ ᾿Αντιχρίστου τοῦ ἁγίου, Παρα κλήτου, Περί τῆς καθολικῆς Ἐκκλησίας, καὶ περὶ ἀναστάσεως νε τμών, καὶ περὶ ζωῆς αἰωνίου· καὶ περὶ ἄλλων κατη χέσεων, καὶ ἐπίλογος περὶ σωφροσύνης Μυσταγωγικα. Κατηχήσεις τέντι Ἰωάννου ἐπισκόπου Ἱεροσολύμων Περὶ βαπτίσματος, χρίσματος, σώματος καὶ αἵματος Χριστού ἐν τῷ τριακοσιοστῷ τριακοστή δευτέρῳ ἔτει.
col. 327–328page 18 of 19
PG 33:327εὑρήσεις ἐκ μέρους, κατὰ τὰς θείας Γραφάς, περὶ πάντων ἀναγκαίων τῆς πίστεως δογμάτων τῶν ὀφει λόντων εἰς γνῶσιν ἀνθρώπων ἐλθεῖν· καὶ τὰ πρὸς Ἕλληνας, καὶ τοὺς ἐκ περιτομῆς, καὶ πρὸς τὰς αἱρέ σεις· καὶ τὰ ἠθικὰ Χριστιανῶν παντοία παραγγέλματα, Θεοῦ χάριτι.
col. 329–330page 19 of 19
PG 33:329γυμνασμά τι καὶ προκατήχησις τῆς ἐν πνεύματι λατρείας. Σερῶς ἡμῖν δεικνύει ὁ χαρακτὴρ τοῦ προκειμένου λόγου, ὅτι οὐκ ἔστι τοῦ ἁγίου Βασιλείου
Continue reading PG 33: Catecheses →≣ entire volume
Page scan enlarged

Notebook

Full View