PG 36Gregory of Nazianzus
Nicetas of Serrhae
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Notice of Moscow CodicesNotitia codicum Mosquensium

col. 931–932page 1 of 25
PG 36:931σκηνικές οι σκηνηκός. 158 σκοπιμώτατον εἰ σκοπημώτατον. 136 σμηκτικὸς εἰ μικτικός. 26 ν. ὦ σοφώτατε. 32, 593, Α. σπερμολογεῖν, 536, ἡ μεταφορὰ ἀπὸ τῶν σπερμολόγων πτηνών, ὰ τὰ τῶν σπερμάτων διεσκεδασμένα καὶ ἀκατακάλυπτα κατὰ τὴν ἐπιφάνειαν τῆς γῆς κείμενα συλλέγοντα κατεσθίουσιν. 265 σταθηρότης. 567 ν. 1. στοιχεία, στρέφεσθαι πρὸς ἑαυτήν, 291 στρυφνότης. 45 τ. 1. συγγίνεσθαι οι συγγενέσθαι. 33, 609, Α. συγκαταβάλλειν. 18 τ. συγκεκραμένη ει συγκεκραμμένη. 259 ν. 8. συγκεχυμένως. 65 συγκρατείσθαι ει κρατεῖσθαι. 32, 598, Α. συγκροτείν 268 σύμμετρος οι συμμέτρως. 225 συμπαρεκτείνειν, συμπαρεκτείνεσθαι. 92 ν. συνάγειν τι ἔκ τινὸς ἀναγκαστικῶς, 271 συνάγεσθαι εἰς νοῦν, 291 συνανθρωπιστικός. 48 Γ. 5. συναριθμεῖσθαι, 167 ν. 5. σύνδουλος. 31, 560, Α. συνεζευγμένος ει συνδεδεμένος. 52 συνεπτυγμένως. 65 συνεσκιασμένως. 65 συνέχειν τὰ πάντα 478 συνημμένως. 65 σύννευσις συντεθῆναι οι συνιστάναι. 32, 397, [συνετέθης συντετμημένως. 65 συνυφαίνειν 2 σύρρηξης. Οτ. 28, 519, Β. συστέλλεσθαι εἰς ἑαυτόν, 291 σφαδάζειν. 2 σφακελισμός. 216, 329 σφαλερὸς εἰ σφαλλερός. 189 σφραγίζειν· εσφράγισεν. 143 Γ. Π. κατά σχέσιν ν. ταλαντεύεσθαι, ταλαντοῦσθαι. 367 ταμεῖον εἰ ταμεῖον. 28, 516, Β. 28, 518, ταμεία ταμιεία.] ταῦτα, ταὐτὸν οἱ ταυτό. 183 τε Ε. τέλεος οι τέλειος, τελέως οι τελείως. 28, 502, τεταγμένως. 65 τίθεσθαι συντίθεσθαι. 58 210 218 τις τις τίς Β. τί δαί; εἰ τί δέ; 499, 34 τ. τοιοῦτον εἰ τοιοῦτο, 20, 376, Δ.; τοιοῦτον οἷον εἰ τοιοῦτον 4, 20, 376, Α. τὸ μὲν — τὸ δὲ εἰ τῷ μὲν — τῷ δέ. 32, 508, Ε, τος είτικος τοῦτ' ἐκεῖνο εἰ τοῦτο ἐκεῖνο 32, 591, Β. τρανός, τρανής, 25.ν.; τρανότερον οι τρανώτερον, 20, 376, Α. τρέφεσθαι ει στρέφεσθαι. 217 τρυφάν τι οι τρυφάν τινι. 6, 180, Δ. τρυφή οι τροφή. 28, 518, τρύχινος οι τρίχινος. 274 τ. 8. τρωθῆναι. 368 τ. Ε. τύπος, τυποῦν, τύπωμα, τύπωσις τυποῦν, Α. ὑγίεια εἰ ὑγεία. 28, 516, Β.. ὑμῖν εἰ ὑμῶν. 3, 71, ὑπεράνω εἰ ὑπὲρ άνω. 156 τ. αι. ὑπερέκεινα. 77 ὑπὲρ εἰ ὑπό. 226 ὑπεριδρύεσθαι 237 ὑπέρογκος ει ὑπέρογγος. 24 ν. ί. ὑπερπλήρες ὑπεῤῥεῖν εἰ ὑποῤῥεῖν. 29, 524, Β. ὑπερθέσεις ν. ὑπέρχυσις ὑπνοῦν, ὑπό: τὰ ὑπὸ γένεσιν, φθοράν, χρόνον, 22 ὑποβάσεις ν. ὑπογάστρια, ν. τὰ ὑπὸ γαστέρα. ὑποκείμενον, τό. 23 ὑποχαλᾶν 12 ὑπωπιάζω εἰ ὑποπιέζω. 8 52, 592, 1. νηστείαις καὶ ἀγρυπνίαις καὶ χαμευνίαις, κόπῳ καὶ πᾶσιν ὑποπιεσμοῖς. Β. Μ. Υπωπιασμοῖς ύφαλος ὑφειμένως. 65 ν. πι. ὑφέσεις φαντάζεσθαι. 151 φαῦλος. 499, 50 ν. φέρεσθαι, 151 φρουρεῖσθαι 237 φρουρητικόν φυλακή 362 ν. φύρεσθαι. 19 φύσις. φύσει οργος. θέσει, 178 ἡ ἄνω φύσις, 31, 566, Α.; ἡ πρώτη φύσις, 27 ν. ί. φυτῶν εἰ φύσεων. 47 φωνητικός εἰ φωνιτικός. 180 φῶς ἀπρόσιτον 151 φωστήρες 60 φωτοχυσία, φωτοχυτεῖσθαι. 329 χαίρειν ἐᾶν. 223 χαλᾶν χαμαιῤῥιφής. 13 ν. 1 χαμερπής οι χαμαιπετής. 29, 531, [χαμερο πέσι, Α. χαμαιπετές χαμερπές.] χαρίεν οι χάριεν 1. 23, 416, Ε. χαρίεν χάριεν χάριεν χεθεὶς εἰ σχεθείς, 31, 577, Β.; χεθείς φ. χυθείς, 29, 523, ἵνα μὴ τῷ μήκει τοῦ λόγου διαχεθῇ τὰ νοούμενα. Β.: δια χευθῇ διασχεθῇ διαχεθῇ διαχυθῇ, διαχεθή χορηγεῖν εἰ χωρηγείν, Οι. 32. 587, 145 ; χορηγεῖν, χορηγία, χορηγός 32. χρῆν εἰ ἐχρῆν, χρῆναι. 32, 600, 190 χριστομιμήτως. 72 τ. 8. ἐν χρῷ εἰ ἐν χρόνῳ. 30, 551, Ε. ἐν Χριστῷ, (ἐν τέλει Χριστοῦ) ἐν χρῷ χωρεῖν πάντα 15 χωρητικὸς θεοῦ, 18 χωρητὸς 15; χωρητος χωρητικός, 15 ν. ι.; χ. οι χωριτός, 176 ψεύσομαί σε εἰ ψεῦσό μέ σε. 195 ψυχαγωγία. 12 ὠκύμορος οι ὠκύμωρος. 220 ὡσαύτως εἰ ὡς αὐτως, 162 ν. 1.; ώσαύτως ὡς ὁ ἐμὸς λόγος ὡς ἐμὸς λόγος. 28, 508, ὥσπερ εἰ ὅσπερ. 31, 558.
col. 933–934page 2 of 25
PG 36:933Παροῦσα θεία καὶ ἱερὰ βίβλος ἐγεγόνει παρ' ἐμοῦ τοῦ ἐλαχίστου ἐν ἱερομονάχοις Συμεὼν τοῦ Μαλεσηνοῦ. Καὶ ὡς αὐτὴ μαρτυρεῖ, ἐπιμελῶς πάνυ καὶ λίαν καλῶς. Ἐπεὶ οὖν οὕτω κεκοπίακα καὶ οὕτως ἐπεμελησάμην, θέλω καὶ σφό δρα ἀποδέχομαι, ἵνα καὶ μετὰ θάνατόν μου εὑρίσκηται εἰς τὴν καθ᾽ ἡμᾶς σεβασμίαν καὶ ἱερὰν βασιλικὴν μεγάλην λαύραν τοῦ ἁγίου Πατρὸς ἡμῶν ᾿Αθανασίου, ὅπως καὶ οἱ ἀναγινώσκοντες αὐτὴν εὔχωνται ὑπὲρ ἐμοῦ τοῦ ἐλαχίστου καὶ ἁμαρτωλοῦ, ὡς ἂν παράσχοι μοι ὁ πανάγαθος Θεὸς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν. Ο γοῦν βουληθεὶς ἆραι ταύτην καὶ ἰδιοποιήσεσθαι Η μεταδώσειν πρός τινα ἔξω τῆς ἱερᾶς ταύτης λαύ ρας, κἂν ὁποῖος ἄρα καὶ εἴη, ἵν' ἐπισπᾶται τὰς ἀρὰς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων τῶν ἐν Νικαίᾳ καὶ τοῦ ἁγίου Πατρὸς ἡμῶν ᾿Αθανασίου καὶ τῶν ἐν τῇ ἱερᾷ ταύτῃ λαύρᾳ εὐαρεστησάν των τῷ Θεῷ ἁγίων Πατέρων, καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα κληρονόμος τῆς αἰωνίου κολάσεως γένη ται. *Αν ὠκεανὸς τὰς θαλάσσας ἐξάγῃ, Αιθήρ δ' ὁ λαμπρὸς κερματίζῃ τὴν φλόγα, Βροντὴν δ' ἀκουστὴν συνθλιβείς τὴρ φέρῃ Πῶς οὐχὶ ῥεῖθρα πνευματόβρυτον χύσιν, Ποταμὸς ἀκένωτος ἐκ διδαγμάτων, Ο Γρήγορος νοῦς πλημμυρήσει πανσόφως, ὡς εἰς ἑκατὸν ἐξενεγκεῖν τὴν χάριν, Καὶ πῦρ φλογίζον καὶ καθαῖρον τὴν ὕλην, Νόθους δαπανών, εὐσεβεῖς δὲ λαμπρύνον; Καὶ βροντὰς ἀφεὶς αιθεροδρόμους λόγους, Βροτούς ἀνυψώσειεν εὐσεβοφρόνως. Καὶ δὴ κατιδὼν ὡς θεογράφους πλάκας, Ἐκ τῶν ἄλλων μυστικῶν ἀκουσμάτων, Την βίβλον ώδι συλλαβὼν εὐθυβόλως, Εγγραφε καὶ χάραττε καρδίας πλάτη, Κάλλη νοητῶν σωστικών σπουδασμάτων, Τύπους ἀτερπεῖς τῆς ψυχῆς ἀποξέων ὡς ἂν διαρθῇς εἰς ποθουμένην πόλιν, Ἐν ᾖ τὰ λαμπρὰ τῆς Ἐδὲμ λάβῃς γέρα. Εἰς τὸν ἐξηγητήν. Εὕροις δ' ἀμοιβὴν τῶν πόνων ἀρχυθύτα, Νικητικῶς ἄριστα τὴν κλῆσιν φέρων, Αίγλης ἁμαρύγματα προς θεοπτίαν, Ανθ᾿ ὧν συναπήστραψας ἡμῖν ἀφθόνως, Χάριν θεουργον πανσόφω Γρηγορίῳ. Ενθάδε πηγή ναμάτων ζωηῤῥύτων, Καὶ κλίμαξ ἀνάγουσα πρὸς θεωρίαν, Καὶ κῆπος ἡδὺς ἀκηράτων ἀνθέων, Απας ο διψῶν πίνε. βαῖνε καὶ τρύγα, Αρδευε τὸν νοῦν αὖθις ὡς αὐαλέον. Ἡμεῖς δὲ Χριστὸν δεξιὸν ἐπιστάτην Νῦν προσλαβόντες τῶνδε τῶν πονημάτων, Πρὸς τὴν καταρχὴν ἐξαπλοῦμεν τὰς χεῖρας.
col. 935–936page 3 of 25
PG 36:935Στίχοι τοῦ Φιλῆ εἰς τοὺς λόγους τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου. Εἰς τὸν α' λόγον. Εἰ ζῇ τὰ νεκρὰ τῆς φθορᾶς ἐφθαρμένης, Εδειξε Χριστὸς ἐκ ταφῆς ἀνη γερμένος] Εἰ ζῇ δὲ καὶ νοῦς εἰς ψυχὴν ήχων λόγων, Ο Γρήγορος νοῦς εὐφυῶς ἂν δεικνύει Εἰς τὸν β' λόγον. Πως δευτερίζεις πρῶτος ὢν ἀλλοτρόπως. Ταῖς ὑπερλαμπρος συμπλοκαῖς τῶν δογμάτων, Καὶ τοῖς δυσλήπτοις τῶν νοημάτων λόγοις, Ἐξ ὧν τὸ θαῦμα τῆς θεωρίας φέρεις; Εἰς τὸν αὐτόν. Εμπνευσις ἰδοῦ τοῖς θανοῦσι δευτέρα, Νοημάτων ἔχουσα καὶ τέχνης βάθος. Παρήκε γὰρ τὴν δή) Ελισσαίου τρίτην Ο Γρήγορος νους τῆς σκιᾶς πεπαυμένης. Εἰς τὸν γ' λόγον. Αρτι προέσχει πᾶσα τέρψις χαρίτων, Πᾶν ἑστιῶσα τῶν ἐν αἰσθήσει γένος. Ηρους γὰρ αὐτὴν τὴν ἀνάστασιν λόγος, Νῦν δεξιοῦται πᾶν καλὸν συνεισφέρων, Πόλον διαυγή καλλιλαμπή φωσφόρον, Τὴν γῆν πολύχρουν ἠρινῶν ἐξ ἀνθέων, *Αρδην θάλατταν πᾶσαν ἡμερουμένην, Τὸ μεῖζον αὐτοὺς εὐσταλεῖς τοὺς ἀέρας, Πηγάς, ποταμούς, πᾶσαν ἅμα τὴν κτίσιν. Άνθρωπε, λοιπὸν εἰς ὑπέρτερον βίον, Ως ἀγχίνους, πρόβαινε θάττον μὴ φθάσαν Τὸ τοῦ τέλους πρόστιμον ἁρπάξειε σε. Ἡμεῖς δὲ ταῦτα νῦν φράσαντες, ὡς σθένος, Υψηγορικῶν ἐγκαινισμάτων λόγους, Γράφοντες ἔνθεν ἀνυμνοῦμεν τὸν λόγον. Εἰς τὸν αὐτὸν λόγον. Μάμας ἀμολγαῖς εὐπαθῶν πρὶν δορκάδων, Πανηγυρικούς δεῦρο θηλάζει κρότους, Καὶ τοῦ χρόνου δείκνυσι τὴν βασιλίδα, “Η Πάσχα καινὸν καὶ ψυχῶν ἔαρ φύει. Εἰς τὸν δ' λόγον. 'Αλλ' οὐδ᾽ ὁ νυνὶ συντεθεὶς, Πάτερ, λόγος, Τοῦ πανσόφου Πνεύματος εγράφη δίχα Καὶ γὰρ ἕνα κρίνει σε τῶν ἀποστόλων, Γλώττης ξένης πνέοντα πυρφόρον μένος. Εἰς τὸν ε' λόγον. *Έδειξε Γρηγόριος ἐκ τοῦ νῦν λόγου, Πῶς δύναται νοῦ ζωγραφεῖν πάντα χρόα. Μικροῦ γὰρ αὐτοὺς ἀνθρακωμένους βλέπω, Τοὺς παντοδαπούς τῷ Θεῷ στεφανίτας. Εἰς τὸν Γ' λόγον. Ο Κυπριανὸς πρὶν μὲν ἦν γόης μέγας Ἐς ὕστερον δὲ, τῷ Θῷ μείζων θύτης. Ταύτης δὲ τῆς χάριτος οὐκ ἔχων πόρον, Καὶ μαρτυρικὸν δείκνυται θύμα ζέων. Εἰς τὸν ζ' λόγον. Τὸν ἐξισωτὴν τῶν βασιλείων φόρων, Ο Γρήγορος νοῦς δεξιοῦται τοῖς λόγοις Καὶ τοὺς φόρους τίθησι μετριωτέρους, Εὐσπλαγχνίας πλάστιγγας αὐτῷ ῥυθμίσας. Εἰς τὸν η' λόγον. *Ανθρωπε, συστάληθι πιστεύσας μόνον, Καὶ μηδὲν ἀμφίβαλλε τὸ πρᾶγμα βλέπων. Τὰς γὰρ φύσεις ήμειψεν ὁ κτίστης λόγος, Σαρκός μετασχὼν καὶ θεὸς μείνας πάλιν. Εἰς τὸν θ' λόγων. Ζης μάλα σεμνῶς καὶ τελευτήσας, μάκαρ, Ο σύννομος γὰρ αὖθις ἐψύχωσε σε, Μονωδίας ἔντεχνον ἰσχὺν ἐγχέας. Ως πνεῦμα καὶ φῶς τῇ σκιᾷ τοῦ λειψάνου. Χ. Εἰς τὸν ι' λόγον. Γυμνὸν θεωρῶν τὸν Θεὸν καὶ Δεσπότην, Ανθρωπε, γυμνώθητι παθῶν καὶ ξράμε. Ο γὰρ ποταμὲς τοῦ προκειμένου λόγου, Παντός μολυσμοῦ τὰς ψυχὰς ἀποπλύνει. ΧΙ. Εἰς τὸν ια' λόγον. Ἰδοὺ πάλιν βάπτισμα καὶ φώτων χύσις. Δὶς γάρ σε, πιστέ, πρὸς τὸ καλὸν ὁτρύνω. Σὺ γοῦν πάλιν πλύνθητι καὶ φῶς εἰσδέχου, Καὶ τοῖς ὑποχραίνουσι μή χρῶ πρακτέοις. Εἰς τὸν ιβ' λόγον. Έδειξε Γρηγόριος ἐκ τοῦ νῦν λόγου Τὴν τῷ φίλῳ πρέπουσαν εἰς φίλους σχέσιν. Τῷ γὰρ ἀδελφῷ τοῦ Βασιλείου τάδε Σοφῶς δι' αὐτὸν ὡς τροφὴν καταρτύει. Εἰς τὸν ιγ' λόγον. ᾿Αθανάσιε, τάχα καὶ ζῆς καὶ πνέεις, ὺς οὐ παρελθὼν τὸν βραχὺν τοῦτον βίον. ᾿Αθάνατον γὰρ πανταχού σε δεικνύων Ο Γρήγορος νους, τόνδε σοι πνεῖ τὸν λόγον. Εἰς τὸν ιδ' λόγον. Επισκοπικήν σεμνύνων παρουσίαν, Τὴν τῶν λόγων τράπεζαν εἰς μέσον τίθης. Καὶ γὰρ ἀγαθὸς ἐστιάτωρ εὑρέθης, Τὸ δογματικὸν, Πάτερ, ἐγχέας πάμα. Εἰς τὸν ιε λόγοι. Τράπεζαν ἀδρὰν καὶ πρυτανείον μέγα, Τὸν δεῦρο σαφῶς ὀργανοῖς, Πάτερ, λόγον Καὶ τοῖς φίλοις πένησιν αὐτὸν ἐκδίδως, Οἷς δὴ συναλγεῖν ἀξιοῖς τοὺς εὐπόρους. Εἰς τὸν ις' λόγον Οὐρανόθεν χάλαζα ῥιφεῖσα βρύχει Πλὴν τὸν μὲν ἐκ γῆς πάντα καρπὸν συντρίβει, Ποιεῖ δὲ τὸν νῦν αιθεροδρόμον λόγον, Πληγῆς πονηρᾶς ἀντιφάρμακον πόαν. Δεικνύει. δεικνύοι.
col. 937–938page 4 of 25
PG 36:9374) 1. Αναστάσεως ἡμέρα. 2) 18. Ἐπὶ τῆς φυλακῆς μου. 5) 140. Εγκαίνια τιμᾶσθαι. 4) 172. Περὶ τῆς ἑορτῆς βραχέα. 5) 229. Τί δὲ οἱ Μακκαβαίοι. 6) 265. Μικροῦ Κυπριανός. 7) 297. Τίς ἡ τυραννίς. 8) 330. Χριστὸς γεννᾶται. 9) 374. Εμελλεν ἄρα πολλάς. καὶ προστίθεται τοῖς ἱερεῦσιν ὁ ἀρχιερεύς τῶν Ἰβήρων. στίχοι, Πρὸς Εὐάγριον μοναχὸν περὶ Θεότητος.: Σφόδρα σε θαυμάζω. Ιστέον, ὅτι κατά τινας ὁ λόγος οὗτος ἀμφιβάλλεται. Ἐκ τῶν τοῦ Διονυσίου ιερομονάχου καὶ με γάλου πρωτοσυγκέλου. Αναστάσεως ἡμέρα, Το Πάσχα Χριστοῦ δεξιὰν ἀρχὴν ἔχων, Λαμπρῶς πανηγύριζε καὶ θεοφρόνως. Φίλου πιστοῦ, Πιστῶν φίλων ἐνταῦθα λαβοῦ λαμπάδα Τριῶν, Βασιλείου τε καὶ Γρηγορίων. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου ἐξήγησιν τῶν ἐπιταφίων ἱστοριῶν τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ μεγάλου. Πρώτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Πελοπίδων. ἔστιν αὕτη ἡ ἐξήγησις τοῦ ᾿Αγίου, ἀλλὰ Κώννου τοῦ ε) Συναγωγὴν καὶ ἐξήγησιν, ὧν ἐμνήσθη ιστοριών ὁ ἐν ἁγίοις Γρηγόριος ἐν τῷ Εἰς τὰ Φῶτα λόγῳ, οὗ ἡ ἀρχή· Πάλιν Ἰησοῦς ὁ ἐμός. Πρώτη ἐστὶν ἱστορία ἡ περὶ τῆς γονῆς. α) Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου ἐξήγησιν τῶν ἐν τῷ πρώτῳ στηλιτευτικῷ ἱστοριῶν κατὰ Ἰουλιανοῦ τοῦ παραβάτου. Λόγος ὁ στηλιτευτικός. ε) Εξήγησιν τῶν ἐν τῷ β' λόγῳ.: Πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Αριάδνης. Γ) Δοξολογίαν τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου. Σὲ καὶ νῦν εὐλογοῦμεν. Οἱ μη' ἀναγινωσκό μενοι λόγοι τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου. Βιβλίον τῆς γ' θέσεως. Τάδε λέγει Σολομών, τις Οὗτος ὁ λόγος ἀμφιβάλλεται, ὅτι οὐκ ἔστι τοῦ θελ λόγου, ἀλλὰ τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργού, καθὼς καὶ ὁ Σουΐδας γράφει. 498, Έγραψε δὲ μετάφρασιν εἰς τὸν Ἐκκλησιαστὴν, ἐλάχιστον μὲν, πάνυ δὲ θαυ μαστὸν λόγον. Τοῦ. τῆς.

Nicetas' Commentary on Oration I of St. GregoryCommentarious Nicetae in orationem I S. Gregorii

col. 939–940page 5 of 25
PG 36:939ΝΟΤΙΤΙΑ & Εγράφη καὶ ἐτελειώθη ή θεία καὶ θεολογικὴ καὶ ἱερὰ αὕτη βίβλος ἐν ἔτει σωμζ. καὶ εὔ χεσθαι (εἰς) τὸν γράψαντα οἱ ἀναγι. 'Αφιερώθη καὶ τοῦτο, ὡς καὶ τὰ λοιπὰ ὑπ' ἐμοῦ Μαξίμου ἁμαρτωλοῦ μοναχοῦ ἐν τῷ ἁγίῳ ἄρει ἐν τῇ ἁγία μονῇ τοῦ κυροῦ Διο νυσίου, διὰ μνημόσυνον τοῦ ἐμοῦ πεφιλημένου πα τρός. Ὁ δὲ συλλῆσαι θελήσας, ἐχέτω τὰς ἀρὰς τῶν ἁγίων Πατέρων. Τμήματα ιζ' καὶ λειτουργίαι δ'. Βιβλίον τῆς τρίτης θέσεως α'. Ετελειώθη ἐν Κυρίῳ ἡ πανά γαστος αὕτη δέλτος τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρη γορίου τοῦ Θεολόγου μηνὶ Ἰουνίῳ, σ' ἡμέρᾳ κατα παυσίμῳ, ὥρᾳ 6', ινδικτ. γ', ἔτους ἀπὸ κτίσεως κόσμου συπγ 975), γραφεῖτα διὰ χειρὸς Νικολάου μοναχού καὶ πρεσβυτέρου μονῆς τῆς ὑπεραγίας Θεοτόκου, ᾗ ἐπώνυμον ὁ Πελεκᾶν. Ὑπὲρ οὔ, πᾶς ὁ ἐντυγχάνων ταύτῃ τῇ βίβλῳ, ὅσο ὑπερευχόμενος διὰ τὸν Κύ ριον. θάνατον πλησιάσαντες. * Ἐπεὶ γὰρ φθόνῳ, κ τ. λ. Εν πολλοῖς τῶν ἀντιγράφων καὶ ἕτερά τινα διὰ μέσου κείμενα εὕρομεν, ἔνθα τὸ σημεῖον ὁρᾶς διὰ τῆς κιναβάρεως ἅπερ ἔδοξεν ἡμῖν ἢ μὴ εἶναι τοῦ Πατρὸς, ἢ μὴ εἶναι ἀνόθευτα, ὅμως καὶ ταῦτα πρὸς ἀκριβῆ τῶν ἐντυγχανόντων γνώσιν μετὰ τὴν συμπλήρωσιν ( 126) τοῦ παρόντος λόγου γραφήναι συνείδομεν. Ἔχει δὲ καὶ τὰ ἐν τῷ προ γεγραμμένῳ λόγῳ, ὡς ἐν παραθήκῃ φερόμενα, καθά περ ἀνωτέρω ἐν τῷ ἐκ τῆς ἀρχῆς τετάρτῳ σελλιδίῳ, ὡς ἐσημειωσάμεθα οὕτως. Καὶ τί δεῖ μοι πλειόνων εγκαινίων. 127 ἀπαθανατισθέντες καὶ Θεῷ πλησιάσαντες. Έστιν ὑπο θέσθαι τοῦ ῾Αγίου εἶναι καὶ ταῦτα· ἐπειδὴ γὰρ ὁ Πα τὴρ τὸν παρόντα λόγον σχεδίως, ὅτε ἐπ' ἐκκλησίας, προσεφώνησεν, εἰκὸς μετὰ τοῦτο αὐτὸν σχολαιότερον διελθὼν ἀθετεῖσθαι ταῦτα ἠθέλησεν. Οὕτω μᾶλλον ἐγὼ περὶ τούτων εικάζω. Ξηροποτάμου Γεννάδιος ἱερο μόναχος. τῶν Ἰβήρων. Ιωάννου πρεσ σβυτέρου καὶ μοναχοῦ Δαμασκηνοῦ λόγος εἰς τὴν κοίμησιν τῆς παναγίας Θεοτόκου.: Έστι μὲν ἀνθρώπων οὐδείς. Α, Β, καὶ γὰρ εἰ τὴν ὀρθήν, καταλείψαντος. ἐν ἄλλῳ ἀντιγράφω). Συναγωγὴν καὶ ἐξήγησιν, ὧν ἐμνήσθη ἱστοριῶν ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Γρηγόριος ἐν τῷ Εἰς τὰ Φῶτα λόγῳ, οὗ ἡ ἀρχή· Πάλιν Ἰησοῦς.: Οι θεο λόγοι τῶν Ἑλλήνων. Εξήγησιν ἱστοριῶν τῶν ἐν τῷ πρώτῳ Στηλιτευτικῷ.: Λόγος στηλιτευτικός. α) Ιστορίας τοῦ δευτέρου Στηλιτευτικοῦ. Αριάδνη θυγάτηρ.
col. 941–942page 6 of 25
PG 36:941ἁγίοις Πατρὸς ἡμῶν Νικήτα μητροπολίτου Σεῤῥῶν ἐξήγησις εἰς τὸν Θεολόγον. Αναστάσεως ἡμέρα. Β) Μαρτύριον τῶν ἁγίων καὶ ἐνδόξων τοῦ Χρι στοῦ μαρτύρων Ευστρατίου, Αυξεντίου, Ευγενίου, Μαρδαρίου καὶ Ὀρέστου. Μην δεκεμβρίῳ ιγ'. Βασιλεύοντος Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ. Καθεσθέντων οὖν αὐτῶν, ὁ ἅγιος Ευστράτιος εἶπε, τίνου. Ὡς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον. Λύει μοι τὴν γλῶσσαν. Αναστάσεως ἡμέρα, Νικήτα διακόνου καὶ διδα σκάλου τῆς τοῦ Θεοῦ μεγάλης Εκκλησίας ερμηνεία εἰς τοὺς ῥηθέντας ὁσίους λόγους παρὰ τοῦ Θεολόγου Γρηγορίου.
col. 943–944page 7 of 25
Commentarious Nicetæ in orationem I S. Gregorii
PG 36:943Ρ. Ν. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν ἀρχιεπισκόπου Κων σταντινουπόλεως Γρηγορίου τοῦ Θεολόγου λό γος α, ερμηνευθεὶς ὑπὸ τοῦ μακαριωτάτου καὶ ὑπερτίμου μητροπολίτου Ηρακλείας κυ ροῦ Νικήτα τοῦ Σεῤῥῶν. 395 3. Αναστάσεως... περιπτυξώμεθα. Ακων χειροτονηθεὶς ἱερεὺς ὁ θεῖος Γρηγόριος, ὥστε λοιπὸν γηράσαντος τοῦ πατρὸς ἀντιλαμβάνεσθαι τοῦ κατὰ Ναζιανζός ποιμνίου, καὶ ἀναπληροῦν τὸ παι τρικὸν ὑστέρημα, δυσχεράνας ἔφυγεν εἰς τὸν Πόντον, κἀκεῖσε ἡσύχαζε, καὶ μετὰ καιρὸν ἐπανῆκεν ἀπὸ τοῦ Πόντου ἐν ἡμέρᾳ τοῦ Πάσχα, καὶ παρακληθεὶς ἔστη μέσον τῆς ἐκκλησίας, καὶ τὸν παρόντα λόγον ἀπεστομάτισεν. Ὕστερον δὲ τὸν μέγαν ἀπολογητικόν συνέταξε κατά σχολήν. Εστι δὲ οὗτος ὁ λόγος πανηγυρικὸς, διπλῆν ἔχων ὑπόθεσιν, αὐτήν τε τὴν ἑορτὴν καὶ τὴν βραδυτῆτα τῆς προστασίας τῆς κατὰ Ναζιανζὸν Ἐκκλησίας. Πανηγυρίζει τε ὑμνῶν τὴν ἑορτὴν, καὶ ὑπεραπολογείται τῆς βραδυτήτος, εἰ καὶ τὰ τῆς ἀπολογίας ἐν ὀλίγῳ μέρει τοῦ ὅλου λόγου συμπεπεράτωται. Τὸ δὲ Πάσχα, οὐκ ἔστιν ὄνομα τοῦ σωτηρίου πάθους, ὡς τινες ἐνόμισαν, ἀλλ' ἡ λέξις αὕτη δηλοῖ τὴν διάβασιν, καθὼς ἐν τῷ δευτέρῳ τοῦ Πάσχα λόγῳ ὁ μέγας οὗτος Θεολόγος Πατήρ έρμη νεύει· “Αρχεται δ' οὕτως Επειδή, φησίν, ἀναστάσεως ἡμέρα ἐστὶ, καθ' Αν πρὸς ὑμᾶς ἐπεδήμησα, αὐτὴν ταύτην τὴν ἡμέραν, ὡς ἀγαθὸν δέχομαι σύμβολον, ὅτι ἀναστήσομαι κἀγὼ ἀπὸ τῆς δειλίας καὶ ἀσθενείας, καὶ ἔσται μοι ἡ ἀρχὴ τῶν λόγων μου καὶ ἡ ἀρχὴ τοῦ διδάσκειν καὶ τοῦ . προΐστασθαι δεξιὰ, τουτέστιν ἀγαθὴ καὶ ἐπιτηδεία. Αγε οὖν ἐπὶ τῇ λαμπρᾷ ταύτῃ ἑορτῇ καὶ πανηγύρει, πνευματικῶς λαμπρυνθῶμεν, τῇ περιβολῇ τῶν ἀρετῶν φαιδρυνόμενοι, καὶ ἀλλήλους περιπτυξώμεθα, τὸ ἀγαπητικὸν, καὶ φιλάδελφον καὶ συνδετικὸν πρὸς ὁμόνοιαν ἐν τούτῳ δεικνύοντες. Τὸ γὰρ περιπτύσσεσθαι, τὴ οἱονεὶ προσφύεσθαι καὶ περιπλέκεσθαι ἀλλή λους δηλοί. περιπτύσσεσθαι, Ο ἑορτὴν πανήγυριν. Εορτή ἀπὸ τοῦ εὖ ὁρούειν, 5. Εἴπωμεν... πεπονθόσι. Τοῦτο ἐκ τῆς προφητείας Ησαΐου ἔλαβεν ὁ Θεολόγος, λέγοντος Εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις Αδελφοὶ ἡμῶν ἐστε. 'Ο δὲ νοῦς τοῦ λόγου τοιοῦτόςἐστιν, ὅτι καὶ αὐτοῖς τοῖς μισοῦσιν ἡμᾶς εἴπωμεν τὸν Τὰ ἀδελφοί, τουτέστι καλέσωμεν αὐτοὺς τῇ προσ πανήγυρις πανήγυρις ἀπὸ τοῦ πάντας γηρύειν, κυροῦ Γάρ
col. 945–946page 8 of 25
PG 36:945ηγορίᾳ τῶν ἀδελφῶν. Τοῦτο γὰρ ἀπόδειξις ἀγαθῆς περὶ αὐτοὺς διαθέσεως. Δεῖ γὰρ καὶ τοῖς ἐχθροῖς λέ γειν τὸ, Ο ἀδελφοὶ, καὶ μὴ μόνον τοῖς δι' ἀγάπην τι πεποιηκόσιν ἢ πεπονθόσι, ὥσπερ οἱ ἐν Ναζιανζῷ καὶ ἐποίησάν τι δι' ἀγάπην καὶ ἔπαθον. Ἐποίησαν μὲν γὰρ τὴν πρὸς τὸν Θεολόγον τοῦτον Πατέρα παρά κλησιν ἵνα τὴν ἱερωσύνην καταδέξηται και ποιμάνῃ αὐτούς. Ἔπαθον δὲ τὸ μὴ εἰσακουσθῆ και παρ' αὐτοῦ. Καὶ αὖ πάλιν αὐτὸς ἔπαθε τὴν βίαν καὶ ἐποίησε τὴν εὐπείθειαν. 395 7. Συγχωρήσωμεν... ταχυτητος. Συγ χωρήσωμεν διὰ τὴν ᾿Ανάστασιν πρὸς τὰ αἰτιάματα, & ἔχομεν ἀλλήλους αἰτιᾶσθαι, δῶμεν συγγνώμην ἀλ λήλοις, ὑμῖν μὲν ἐγώ, ὁ παρ' ὑμῶν τυραννηθείς τὴν καλὴν τυραννίδα. Τοῦτο γὰρ νῦν προστίθημι ὅτι καλή ἐστιν αὕτη ἡ τυραννίς· ἐπεὶ πρότερον οὐκ ἐδόκει μοι καλή, ἀλλὰ βιαία, ἀλλὰ ἀσύμφορος. Κα λὴν δὲ αὐτὴν νῦν λέγω, ὡς ἀπὸ διαθέσεως ἀγαθῆς γεγενημένην. Υμεῖς δὲ πάλιν δότε συγγνώμην ἐμοί, εἴ τί μοι μέμφοισθε της βραδυτήτος, καὶ ὅτι οὐκ αυ τίκα ἐπέδραμον καλούμενος. Καίτοιγε, εἰ καὶ μὴ παρ' ὑμῖν, ἀλλὰ τῷ Θεῷ κρείττων ἐστὶν ἡ λελογισμένη αὕτη βραδυτης, παρὰ τὴν ἑτέρων ἀπερίσκε στον ταχυτητα. 12. Αγαθόν... δύναμιν. Κατασκευάζει ἐνταῦθα, ὅτι ἀμφότερα επαινετῶς ἐποίησε. Καὶ πρότερον, τὴν ἀναχώρησιν, διὰ τὸ φοβηθῆναι τὸ μέ γεθος τῆς ἱερωσύνης· καὶ δεύτερον, τὴν ἐπάνοδον, διὰ τὸ μὴ περιπεσεῖν τῷ τῆς ἀπειθείας ἐγκλήματι. Καὶ τα παραδείγματα τῆς τε βραδυτήτος καὶ τῆς προθυμίας, ἀπὸ τῆς ἱστορίας λαμβάνει τῆς Παλαιᾶς. Αγαθὸν γὰρ, φησί, καὶ τὸ ὑποχωρῆσαι πρὸς ὀλίγον καὶ τὴν προστασίαν παραιτήσασθαι, κἂν αὐτὸς ὁ Θεὸς κελεύῃ, καὶ αὖθις τὸ προσδραμεῖν. Καὶ ταῦτα οὐκ αὐτὸς ἀναπλάττω, ἀλλ' εὑρίσκω καὶ τὸν Μωϋσέα καὶ τὸν Ἱερεμίαν ἀποστελλομένους παρὰ τοῦ Θεοῦ, καὶ παραιτουμένους. Ο μὲν γὰρ Μωϋσῆς κελευόμενος παρὰ τοῦ Θεοῦ πρὸς Φαραὼ ἀπελθεῖν βασιλέα Αἰγύπτου, καὶ εἰπεῖν αὐτῷ, ἵνα ἀποστείλῃ τὸν λαὸν αὐτοῦ, τουτέστι τοὺς Ἰουδαίους, παρητείτο, προφασιζόμενος, ὅτι βραδύγλωσσός ἐστι καὶ ἰσχνόφωνος, καὶ εἶπε· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυ νάμενον, ὃν ἀποστελεῖς. Ο δὲ Ἱερεμίας προφητεύειν εἰς τὰ ἔθνη πεμπόμενος, καὶ αὐτὸς ἀνεβάλετο λέγων· Ὁ ὢν, Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. Οὗτοι μὲν οὖν κε λεύοντ: τῷ Θεῷ ὑπεχώρησαν· ὁ μὲν, τὸ βραδύγλωσσον δεδοικώς, ὁ δὲ, τὴν νεότητα. Ο δὲ Ἀαρὼν καὶ Ησαΐας, καλοῦντι τῷ Θεῷ ἑτοίμως προσέδραμον. Ο μὲν γὰρ Ααρὼν ἀκούσας παρὰ Κυρίου, Πορεύθητι εἰς συνάντησιν Μωσέως εἰς τὴν ἔρημον, εὐθὺς ἐβάδισε, καὶ συνήντησεν αὐτῷ, μηδέν τι διακριθείς, ἵνα μᾶλλον δὲ βίαν. Ποιμαίνῃ Πάντα πρός Ὁ παρ' ὑμῖν Νῦν προστίθημι επεί Παρὰ τῷ Θεῷ Δειλίας βραδυτήτος 1. Υπό παρά Ανεβάλλετο
col. 947–948page 9 of 25
PG 36:947καὶ συνεπορεύθη εἰς Αἴγυπτον. Ὥστε κατὰ τὸν θεῖον χρησμόν, τὸν μὲν Μωσέα ἰσχνῇ καὶ λεπτῇ τῇ φωνῇ λαλεῖν πρὸς τὸν Ααρών· τὸν δὲ 'Ααρών, τὰ τοῦ Μωϋσέως ῥήματα μεγαλοφώνως διαπορθμεύειν πρὸς τὸν Φαραὼ καὶ πρὸς τὸν λαόν. Ησαΐας δὲ καὶ αὐτὸς ἀκούσας παρὰ τοῦ ὀφθέντος αὐτῷ ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον, δηλαδὴ τῶν Ἰουδαίων; εἶπεν. Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. β ἄμφω ἐπαινετὰ ἔσται ἐκ τῆς αἰτίας. 395. 1. Τοῦ [(4) μεγάλου Βασιλείου. Εγώ τησις.] Διατί δὲ δήποτε Μωσής μὲν παρητεῖτο, Ησαΐας δὲ προσέτρεχεν; ᾿Απόκρισις. Ότι Μωσῆς μὲν ᾔδει τὴν ὑπόθεσιν, ἧς ἐνεκα ἀπεστέλλετο· διὰ τοῦτο ᾤχνει, πρός τε τὸ ἀνένδοτον τῆς καρδίας τοῦ Φαραώ ἀποβλέπων, καὶ πρὸς τὸ δυσπειθὲς πάλιν καὶ δυτ άγωγον τοῦ λαοῦ. Πεῖραν γὰρ εἶχε τῆς ἀγνωμοσύνης τῶν Ἰουδαίων, ὅτι καὶ εὐεργετηθέντες αὐτὸν ἐφυγάδευσαν. Ησαΐας δὲ μετὰ τὸ ἀφεθῆναι τὰς ἁμαρτίας αὐτοῦ, ἀκούσας, Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ νομίσας, ὅτι ἐπὶ τούτῳ ζητεῖται ὁ ἀπο στελλόμενος, ἵνα τὰ παραπλήσια κἀκεῖνοι εὐεργετηθῶσι, πρὸς οὓς ἀποστέλλεται, ὑπὸ περιχαρίας ἑαυτὸν ὑποβάλλει, ἵνα κἀκείνοις ἀφεθῶσιν αἱ ἁμαρτ τίαι. Ιδού, φησίν, ἐγώ, ἀπόστειλόν με. Ὥστε είν λογος κἀκείνου ἡ παραίτησις καὶ τούτου ἡ προθυμία Ἵνα δὲ μή τις εἴπῃ τῷ Θεολόγῳ Πῶς ἐναντία ὄντα ἀλλήλοις, τὸ προσδραμεῖν τῷ Θεῷ καλοῦντι, καὶ τὸ ὑποχωρῆσαι, σὺ λέγεις ἀμφότερα εἶναι ἀγαθά; αὐτὸς προλαβὼν ἐπάγει τὴν λύσιν. Εἰ γὰρ εὐσεβῶς, φησί, καὶ ἡ ὑποχώρησις καὶ ἡ προθυμία γένηται, οὐδέτερον τούτων φαῦλον κριθήσεται. Πῶς δὲ καὶ παραιτήσεται τις εὐσεβῶς καὶ προθυμηθήσεται εὐσεβῶς; Τὸ μὲν, διὰ τὴν οἰκείαν ἀσθένειαν, ὅταν τις εἰς ταύτην ἀποβλέπων, τὸ μέγεθος τῆς διακονίας εὐλαβῆται· τὸ δὲ, διὰ τὴν τοῦ καλοῦντος δύναμιν, ὅταν τις πιστεύσας, ὅτι πάντα δυνατὰ τῷ Θεῷ, ἀκολουθῇ αὐτῷ ἐπι τάττοντι. Ὅρα τοίνυν, πως θέλων ὁ Θεολόγος Πατήρ συστῆσαι, ὅτι οὔτε ἡ δειλία τῶν ὑποχωρησάντων μεμ πτή, οὔτε ἡ προθυμία τῶν ὁρμησάντων πρὸς ἀμφότερα ἀπεῖδε τὰ πρόσωπα, τουτέστι πρὸς τὸ και λοῦν καὶ καλούμενον, ἵνα δείξῃ τοῦ μὲν καλοῦντος ἄξιον, τὸ τὸν καλούμενον ὑποτάσσεσθαι· τοῦ δὲ καλουμένου, τὸ τὸν καλοῦντα κατευλαβεῖσθαι καὶ ἀναδύεσθαι. Ὥστε κατὰ τοῦτον τὸν λόγον καὶ τὸ υποχωρῆσαι καὶ προσδραμεῖν ἐναντία όντα, Ακηκοώς Τὸν τῶν 6. Μυστήριον... συνανιστάμενον. μυστήριον, τὴν ἑορτὴν εἴωθε πολλάκις όνομάζειν, διότι ἐπὶ μυστηρίοις τισὶ γενομένοις καὶ θαύμασι τὰς ἑορτὰς ἄγομεν. Καὶ νῦν οὖν διὰ τὸ μυστικὸν τῆς ἑορτῆς καὶ Περιχαρείας Χωρὶς ἐπαίνου Πρός τό Καὶ τό
col. 949–950page 10 of 25
PG 36:949Αλλά ἀπόρρητον τοῖς πολλοῖς, μυστήριον αὐτὴν καλεῖ. Καὶ λέγει, ὅτι Ἐν ἑορτῇ ἐγενόμην ἱερεὺς, τῇ τῆς Χριστοῦ γεννήσεως ἴσως, καὶ ἐν ἑορτῇ ὑπεχώρησα, τῇ τῶν Φώτων τάχα, καὶ ἐν ἑορτῇ ἐπανῆλθον, τῇ τοῦ Πάσχα. Τῆς μὲν οὖν ὑποχωρήσεως καὶ τῆς ἐπανόδου τὴν αἰ τίαν εἴρηκεν. Αὐτὸς γὰρ ἦν κύριος καὶ τοῦ φυγεῖν καὶ τοῦ ἐπανελθεῖν, καὶ ᾔδει περὶ αὐτῶν. Τῆς δὲ χρί σεως, οὐκέτι. Ετεροι γὰρ αὐτὸν ἔχρισαν. Ἐχρίοντο δὲ πάλαι μὲν οἱ ἱερεῖς καὶ ἀρχιερεῖς τῷ νομικῷ χρί σματι· ὕστερον δὲ τῷ πνευματικῷ, ὅπερ ἐστὶ χειροθεσίᾳ καὶ τοῦ ἁγίου Πνεύματος ἐπίκλησις. Ἀλλὰ τίς ἡ αἰτία τῆς ὑποχωρήσεως; Ἵνα, φησὶν, ἐμαυτὸν ἐπισκέψωμα: καὶ ἴδω, εἰ ἄρα τῆς ἱερωσύνης εἰμὶ ἄξως. Τίς δὲ ὁ λόγος τῆς κατὰ τὸ Πάσχα ἐπανόδου; Ἵνα αὐτὴν, φησί, τὴν ἡμέραν καλὴν συνεργὸν ἔχω καὶ σύμμαχον, λύουσάν μοι καὶ τὴν ἀσθένειαν καὶ ἀδυναμίαν τὴν πρὸς τὴν ἱερωσύνην καὶ τὴν δειλίαν, ἣν εἶχον, εὐλαβούμενος τὴν μεγάλην ταύτην ἀξίαν καὶ τὸ τοῦ πράγματος μέγεθος. Έδειλίων γὰρ, ὡς ἀσθενὴς, ἀναδέξασθαι λαοῦ προστασίαν. Λέγει δὲ ταῦτα, μετριάζων ὁ μέγας. Διὰ τοῦτο γὰρ, φησίν, ἐπανῆλθον κατὰ τὴν ἡμέραν τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ἵνα ὁ σήμερον ἐκ νεκρῶν ἀναστὰς, κἀμὲ κι νεάζειν καὶ ἀκμάζειν πνευματικῶς καὶ ἐν τοῖς πνευ ματικοῖς παρασκευάσῃ ἢ καινοποιήσῃ τῷ Πνεύματι, τουτέστι μεταβαλεῖ ἀπὸ δειλοῦ καὶ ἀσθενοῦς εἰς Θαρσαλέον καὶ ἰσχυρόν· ὥστε θαῤῥούντως καὶ εὐ τόνως ἀφηγεῖσθαι τῆς ποίμνης. Μεταβαλεῖ δὲ, τῷ θείῳ Πνεύματι, καὶ τὸν καινὸν ἐνδύσας ἄνθρωπον, τὴν ἱερωσύνην φημί. Η γὰρ χρίσις καὶ ἁμαρτίας, λύει, καθά τισι τῶν Πατέρων ἔδοξε, καὶ νέον ἄνθρω τον ποιεῖ τὸν χριόμενον. Δῷ τῇ καινῇ κτί σει, τοῖς διὰ τοῦ βαπτίσματος ἀναγεννωμένοις, οι τινες οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ γεννῶνται, πλά στὴν ἀγαθὸν καὶ διδάσκαλον (πλάστην μὲν, ὡς διὰ τοῦ βαπτίσματος τρόπον τινὰ πλάττοντα διδάσκαλον δὲ, ὡς τὴν πίστιν αὐτοῖς ἐξηγούμενον ἢ πλάστην μὲν τῶν ἠθῶν, διδάσκαλον δὲ τῶν δογμάτων), Χριστῷ καὶ συννεκρούμενον, διὰ τῆς πρὸς τὰ πάθη νεκρώσεως καὶ συνανιστάμενον, τῇ ἀναζωώσει τῶν ἀρετῶν· ὁ γὰρ νεκρὸς τῇ ἁμαρτία γενόμενος, ζῇ πάντως τῇ ἀν τικειμένῃ ἀρετῇ. Ἐκ τοῦ Ἀποστόλου δὲ τὰς χρή σεις ταύτας ἔλαβεν ὁ Θεολόγος. Λέγει γάρ που Εφεσίοις γράφων ὁ μακάριος Παῦλος, ὅτι ἐδιδάχθητε ἀποθέσθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθει ρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς σαρκός, ἤτοι τῆς ἀπάτης· ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα. Ο δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐμάθετε, ὦ Εφέσιοι, ὥσπερ ιμάτιον ἀπο δύσασθαι τὸν παλαιὸν ἄνθρωπον, τουτέστι τὴν ἐφ άμαρτον ζωήν, ἀνανεοῦσθαι δὲ, τὴν πνευματικήν Μεταβαλεῖ. μεταβάλῃ. Ανθρωπον Δῷ. δῷ δέ. Καὶ δημιουργοῦντα τους βαπτιζομένους Χρήσεις. ρήσεις Χρησις λέγε ται, ἡ τῶν ἀρχαίων ποιημάτων μαρτυρία. 1874, χρήσις. Τῆς σαρκὸς ἦτο
col. 951–952page 11 of 25
PG 36:951ἀναγέννησιν διὰ τοῦ ἐν τῷ νοῖ ὑμῶν κατοικοῦντος πνεύματος. Οπερ μεταβαλὼν εἶπεν ὁ Θεολόγος Κἀμὲ καινοποιήσῃ τῷ Πνεύματι. Καὶ αὖθις· ἐδιδάχθητε ἐνδύσασθαι, ὡς λαμπρὰν ἐσθῆτα, τὴν ἀρετήν. Ταύτην γὰρ ὀνομάζει καινὸν ἄνθρωπον, κτιζόμενον κατὰ Θεὸν, τουτέστιν ὡς ἀρέσκοντα 397 Α. 5. Χθές... ἐτειχίσθημεν. Περὶ τῶν καθ᾿ ἑαυτὸν ἀπολογησάμενος ὁ Θεολόγος, χωρεῖ νῦν καὶ ἐπὶ τὰ κατὰ τὴν ἑορτὴν, ἃ καὶ ἀλληγορεῖ, καὶ φησιν, ὅτι χθὲς ὁ λογικὸς ἀμνὸς, ὁ Χριστός, διὰ τοῦ θείου ἄρτου εσφαγιάσθη, καὶ ἐχρίσθησαν ἡμῶν αἱ φλιαί, ἡ πρᾶξις καὶ ἡ θεωρία καὶ αἱ πρῶται τοῦ νοῦ κινήσεις καὶ αἰσθήσεις ἐχρίσθησαν διὰ τοῦ θείου αἵματος. Καὶ ἡ μὲν Αἴγυπτος, ἡ διώκουσα ἡμᾶ; ἁμαρτία, ἐθρήνησεν ἀπολλύμενα τὰ ἑαυτῆς πρωτότοκα, τουτέστι καὶ αὐτὰς τὰς πρώτας ὑποθέσεις καὶ ἀφορμάς. Τοῦ γὰρ παλαιοῦ νόμου τὰ τέλη τῶν ἁμαρ τημάτων κολάζοντος, ἡμεῖς καὶ τὰς ἀρχὰς αὐτῶν, ὡς αἰτίας τῶν πράξεων, ῥιζόθεν ἀνασπᾶν ἐκελεύσθη μεν. Η καὶ πρωτότοκα, τὰ τελεώτερα μᾶλλον τῶν ἁμαρτημάτων καὶ μείζονα. Η ἁπλῶς, τὰ πρότερα πλημμελήματα, ἅπερ ἀπώλλοντο Χριστού του θέντος ὑπὲρ ἡμῶν. Ἡμᾶς δὲ παρῆλθεν ὁ ὀλοθρεύων διάβολος, ὃς ἀναιρεῖν ἐπείγεται, ὥσπερ τινὰ πρωτότοκα, τοὺς πρώτους ἀγαθοὺς τόκους τῆς ψυχῆς ἡμῶν. Καὶ ἡ σφραγὶς, ἡ διὰ τῆς χρίσεως τοῦ τιμίου απ ματος, φοβερά μὲν ἔστι τῷ ὀλοθρεύοντι δαίμονι, διά τὴν δύναμιν αὐτῆς· αἰδέσιμος δὲ, διὰ τὸ ἀξίωμα βασιλική γάρ. Καὶ τῷ ἱερῷ αἵματι οὐ μόνον ἐχρίσθημεν καὶ ἐσφραγίσθημεν, ἀλλὰ καὶ ὡσεὶ τεῖ χος αὐτὸ κυκλόθεν περιβαλλόμεθα. Διήκει γὰρ αὐτοῦ πρὸς πᾶσαν τὴν οὐσίαν ἡμῶν ἡ δύο ναμις, ὥστε συναμφότερα περιτειχίζειν καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. Κεῖται δὲ πᾶσα ἡ περὶ τοῦ ἀμνοῦ δος ἐπιγέγραπται, περὶ ἧς ἱστορίας πλατύτερον ἐν ἱστορία ἐν τῷ δευτέρῳ Μωσαϊκῷ βιβλίῳ, ὅπερ Εξο τῷ δευτέρῳ λόγῳ τοῦ Πάσχα ὁ Θεολόγος διέξεισιν. Σήμερον φυράματος. Χθὲς μὲν, φησίν, ἐκεῖνα ἐγένετο, ἅπερ ειρήκαμεν. Σήμερον δέ, κατὰ τὴν Κυριακὴν ἡμέραν, καθ᾽ ἣν ὁ Χριστὸς ἀν εβίω, καὶ ἀνεκαίνισεν ἡμῖν τὴν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν διάβασιν, καὶ τὴν ἀπὸ τῶν ἐπηρεαζομένων πρὸς τὰ ἀνεπηρέαστα, καθαρῶς ἐφύγομεν Αίγυπτον οὐ μόνον τὸν κίνδυνον τῆς ἁμαρτίας ἐκκλίναντες, ἀλλὰ καὶ αὐτὴν τὴν πρὸς τὴν ἁμαρτίαν διάθεσιν ἀπὸ καρδίας καθαρῶς μισήσαντες. Οὕτω δὲ διακειμένοις ἡμῖν, πικρὸς φανεῖται δεσπότης ο νοητός Φαραώ 'Ανανέωσιν αναγέννησιν Ὡς ἀρέσκει Θεῷ ὑ, Δέ Απώλοντο Βασιλικόν μ. Βασιλική σφραγίς. Κύκλωθεν Αὐτοῦ Ἡ αὐτοῦ Ενεκαίνισεν
col. 953–954page 12 of 25
PG 36:953Ι. διάβολος· βαρεῖς δὲ ἐπιστάται, οἱ συνεργοῦντες αὐτῷ δαίμονες· καὶ ἡ ἁμαρτία, πηλὸς καὶ πλινθεία· πη λὸς μὲν λεγομένη. ὅταν πρὸς τὰς ἡδονὰς φαῦλοι ὦμεν· πλινθεία δὲ, ὅταν ποσῶς συστελλώμεθα. Τη νικαῦτα δὲ καὶ ἑορτάσιμος ἡμῖν ἔσται ἡ ἐκ τῆς ἀμαρ τίας πρὸς τὴν δικαιοσύνην διάβασις, καὶ ᾄσομεν τὰ ἐξόδια καὶ διαβατήρια, οὐκέτι κωλυόμενοι ἑορτάζειν ὥσπερ οὐδὲ οἱ Ἰσραηλῖται μετὰ τὴν τῆς Ἐρυθρᾶς διάβασιν· οὐδὲ χρώμενοι τῇ σεσηπυίᾳ καὶ ὀξώδες ζύμῃ τῆς ἁμαρτίας, ἀλλ' ὡς ἐν ἑπτὰ ἡμέραις, τῷ ἑπταδικῷ τούτῳ βίῳ, τὴν ἄζυμον καὶ καθαρὰν ἀρετὴν καὶ θεολογίαν μετιόντες. Ειλικρίνεια γὰρ ἐστι, βίου καθαρότης· ἀλήθεια δὲ, δογμάτων ὀρθότης. Ἐν κε φαλαίῳ οὖν διὰ τῆς εἰλικρινείας καὶ ἀληθείας, τὴν πρακτικὴν καὶ θεολογικὴν φιλοσοφίαν ἐσήμανεν. Ὥσπερ δὲ οἱ Ἰσραηλῖται ἐκ τῆς Αἰγύπτου εξιόντες, οὐδὲν ἐπεφέροντο Αἰγύπτιον κρᾶμα καὶ φύραμα, εἰ μὴ μόνον ἄλευρα· οὕτω χρὴ καὶ ἡμᾶς ἐκ τῆς ἁμαρτίας ἀναχωρούντας, μὴ φυλάττειν τι τῆς προτέρας κακίας λείψανον, ἀλλὰ τὴν ἀρετὴν ἄζυμον ἔχειν, μὴ φυρα θεῖσαν ἢ ἀνακραθείσαν, οἷά τινι ζύμη, τῇ παλαιᾷ καὶ πικρᾷ ἕξει, ἣν ἐσιτούμεθα, ὅτε ἐν Αἰγύπτῳ τῇ ἁμαρτία διήγομεν. Τί δὲ τὸ Αἰγυπτιακόν φύραμα, αὐτὸς ὁ Θεολόγος ερμηνεύει, ὅτι τὸ ἄθεον δόγμα, ή τὸ σκοτεινὸν καὶ ῥυπαρὸν ἔργον. 397 3. Χθες συνεσταυρούμην... συν εγείρομαι. Τὸ χθὲς δύναται καὶ ὅλον τὸν καιρὸν τῆς Τεσσαρακοστῆς αἰνίττεσθαι. Χθὲς οὖν, φησίν, συνεσταυρούμην Χριστῷ, τῶν γηίνων ὑψούμενος, καὶ τῆς κατ' ἐνέργειαν ἁμαρτίας ἀπεχόμενος, καὶ συνενεκρούμην καὶ συνεθαπτόμην καὶ πρὸς αὐτὰ τὰ πάθη καὶ τὴν κατὰ νοῦν ἁμαρτίαν μένων νεκρὸς καὶ ἀκ! νητος. Σήμερον ἐνεργοῦμαι τὸ δοξάζεσθαι τὸ ζωο ποιεῖσθαι, τὸ ἐξανίστασθαι. Κατὰ ἀντίθεσιν δὲ σχη ματίζει τὸν λόγον ὁ Θεολόγος. Αντίκειται γὰρ τῇ μὲν ἀδοξίᾳ τοῦ σταυροῦ, ἡ δόξα, τῇ δὲ νεκρώσει, ἡ ζωή, τῇ δὲ ταφῇ, ἡ ἀνάστασις. Καὶ ὅρα ἀκολουθίαν Πρῶτον γὰρ σταύρωσις, ὅπερ ἐστὶ κώλυσις τῆς κατ' ἐνέργειαν ἁμαρτίας· δεύτερον νέκρωσις, ήγουν συν στολὴ τῆς κατὰ νοῦν φαύλης κινήσεως· τρίτον ταφή, τουτέστιν ἀναίρεσις καὶ αὐτῆς τῆς πρὸς τὰ πάθη Ενεργείας· τέταρτον, ἀνάστασις. "Οταν γὰρ ἀπο σχώμεθα τοῦ κατ' ἐνέργειαν ἁμαρτάνειν, εἶτα ἐντεῦ. θεν προκόψωμεν εἰς τὸ μηδὲ κατὰ νοῦν πολεμεῖσθαι, ἀλλὰ πᾶσαν κίνησιν ἁμαρτητικὴν οἱονεὶ θάψωμεν, τότε ὁ λόγος μόνος ἐν ἡμῖν, ὥσπερ ἐκ νεκρῶν ἐγηγερμένος, ἀναφαίνεται. 6. Ἀλλὰ... οἰκειότατον. Εντεῦθεν ἐπὶ τὸ τῆς συμβουλῆς εἶδος χωρεῖ ὁ μέγας Πατὴρ, καὶ προτρέπεται Χριστῷ καρποφορεῖν. Δίκαιον γὰρ, ὅτι καὶ αὐτὸς ὑπὲρ ἡμῶν ἔπαθεν, ἵνα τὴν ἀπάθειαν ἡμῖν προξενήσῃ, καὶ ὑπὲρ ἡμῶν ἀνέστη, ἀπαρχή γενόμε τῆς ἀναστάσεως, ἵνα βεβαίαν έχωμεν τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τῆς γὰρ κεφαλῆς ἀναστάσης, δεῖ πάν Χαῦνοι τῷ συστέλλεσθαι.
col. 955–956page 13 of 25
PG 36:955κελεύει οὐ χρυσὸν καὶ λίθους καὶ ἄργυρον. Μικρά γὰρ ταῦτα καὶ εὐτελῆ, ἀπὸ γῆς τὲ ὄντα καὶ τῇ γῇ εναπομένοντα, ἀλλ᾽ οὐκ ἀκολουθοῦντα τοῖς κτησαμένοις, ἃ καὶ κάκιστος ῥᾳδίως εκτήσατο, καὶ περὶ & οι φαῦλοι μᾶλλον σπουδάζουσιν, καὶ οὓς ὁ κοσμοκράτωρ ἔχει καταδουλώσας. Οὕτω δὲ ὀνομάζεται ὁ διάβολος, οὐχ ὅτι τοῦ κόσμου κρατεῖ καὶ τῆς κτίσεως, άπαγε, ἀλλ᾽ ὅτι ἐκείνων κρατεῖ, τῶν τὴν κακίαν ἐργαζομένων, ἥτις κόσμος πολλαχοῦ εὑρίσκεται λεγομένη, κατὰ τὸ πρὸς τοὺς μαθητὲς ὑπὸ Χριστοῦ εἰρημένον Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί· τουτέστιν, οὐκ ἐστὲ ἐκ τῶν ἀγαπώντων τὴν πονηρίαν ὥσπερ οὖν οὐδὲ ἐγώ. Τὴν μὲν οὖν γηΐνην καρποφορίαν ὁ Θεολόγος ἐκβάλλει, ὡς μόνοις τοῖς πλουσίοις δυνατὴν οὖσαν. Οὐδὲν δὲ μέγα παρὰ Θεῷ, 8 μὴ καὶ πένης δωρεῖσθαι δύναται. Εἰσάγει δὲ τὴν κοινὴν, ἣν ὁμοίως πάντες καρποφορεῖν δύνανται, κἂν πλούσιοι ὦσιν, κἂν πένητες, λέγων Καρποφορήσωμεν ἡμᾶς αὐτοὺς, οἵτινες κτῆμά ἐσμεν τῷ Θεῷ τιμιώτατον καὶ οἰκειότατον· τιμιώτατον μὲν, ὅτι ταῖς αὐτοῦ χερσὶ διηρτίσθημεν καὶ δι᾿ ἡμᾶς πάντα γέγονε τὰ δρώμενα· οἰκείοτατον δὲ, διὰ τὴν ἔμπνευσιν καὶ τὸ κατ' εἰκόνα καὶ διὰ τὸν λόγον. Πάντα μὲν γὰρ τὰ ὑπὸ Θεοῦ γενόμενα κοινωνοῦσι τῆς αὐτοῦ ἀγαθότητος, κατὰ τὸ εἶναι. Ἐκ περισσοῦ δὲ τὰ ζῶα. Κατά τε γὰρ τὸ εἶναι καὶ κατὰ τὸ τῆς ζωῆς μετέχειν κοινωνοῦσι τοῦ ἀγαθοῦ. Ὁ δὲ ἄνθρωπος, καὶ κατὰ τὰ προειρημένα μὲν, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ λο γικόν. Οἰκειότερος γάρ πώς ἐστι πρὸς Θεὸν τῶν αἰσθητῶν ὁ ἄνθρωπος, εἰ καὶ ἀπάντων ὁ Θεὸς ἀσυγ κρίτως ὑπέρκειται. τως καὶ ἅπαν τὸ σῶμα ἀναστῆναι. Καὶ καρποφορεῖν η 397 1 12. Αποδῶμεν... ἡμᾶς ἄνθρωπος. Απο δῶμεν, φησί, τῇ ψυχῇ, τῇ εἰκόνι τοῦ Θεοῦ, τὸ κατ' εἰκόνα ἀξίωμα, δηλαδὴ τοὺς θείους χαρακτῆρας, οὓς ἡ ἁμαρτία ἡμαύρωσε. Καλῶς δὲ εἶπεν, Αποδῶμεν, ὡς ὀφειλόμενον. Ἐκεῖνο γάρ τις ἀποδιδόναι λέγεται, ὅπερ κεχρεώστηκε. Καὶ ἡμεῖς οὖν, λαβόντες τὸ κατ' εἰκόνα, ἀπαιτηθησόμεθα πάντως αὐτὸ παρὰ τοῦ δόν τοῦ Θεοῦ. Καὶ τῷ μὲν ἁγίῳ Κυρίλλῳ, τὸ αὐτὸ καὶ ἐν εἶναι δοκεῖ, τὸ κατ᾿ εἰκόνα καὶ τὸ καθ᾽ ὁμοίωσιν τοῖς δὲ λοιποῖς θείοις Πατράσι, κατ' εἰκόνα μὲν, τὸ νοερὸν καὶ αὐτεξούσιον καὶ τὸ ἀρχικόν· καθ' ὁμοίωσιν δὲ, τὸ ἐν ἀρεταῖς τέλειον, ὡς ἐφικτὸν ἀνθρώπου φύσ σει, τὸ ἀγαθὸν, τὸ σοφὸν, τὸ δίκαιον, τὸ πάσης και κίας ἐλεύθερον, τὸ ἀμέριμνον, τὸ ἀπερίσπαστον καὶ ἀκέραιον. Αὗται γὰρ οἱονεὶ χαρακτῆρες τῆς θείας ὑπάρχουσι φύσεως. ᾿Αποδῶμεν οὖν τῇ ἡμετέρᾳ ψυχῇ τὸ οἰκεῖον αὐτῇ. Οἰκεῖον δὲ αὐτῇ, τὸ κατὰ τὴν εἰκόνα εἶναι τοῦ κτίσαντος, πρὸς ἦν καὶ γέγονεν. ᾿Αλλὰ καὶ τὸ ἀξίωμα ἡμῶν γνωρίσωμεν, τουτέστι τὸ μέγεθος καὶ τὴν ἐξ ἀρχῆς εὐγένειαν. Γνωρίσωμεν δ᾽ ἂν, ἀνα λαβόντες αὐτὸ τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἐλάβομεν ὡς νῦν ἄλλοι ἀντ᾽ ἄλλων γενόμενοι, οὐ γνωρίζομεν ἑαυτούς, ὥσπερ εἴ τις ἄλλος ἀντ᾽ ἄλλου γενόμενος,
col. 957–958page 14 of 25
PG 36:957λέγει, μὴ γινώσκειν ἑαυτὸν διὰ τὴν ἀλλοίωσιν. Γνῶ μεν οὖν, ἡλίκοι παρά Θεοῦ γεγόναμεν καὶ τὸ ἀρχέτυ τον τιμήσωμεν ἐν τῷ τηρεῖν τὴν εἰκόνα ἀμόλυντον. Γίνεται δὲ αὕτη ἡ τιμὴ διὰ τῆς ἀπηκριβωμένης μια μήσεως, καὶ ὅταν τὸ παράδειγμα ὅμοιον τῷ ἀρχε τύπῳ φαίνηται. Γνῶμεν καὶ τοῦ μυστηρίου την δύναμιν, τουτέστι τῆς ἑορτῆς τὴν αἰτίαν καὶ τὸν σκοπόν. Δι' ἡμᾶς γὰρ πᾶσα ἡ φιλάνθρωπος τοῦ Δεσπότου οικονομία γέγονε, καὶ ὑπὲρ ἡμῶν σαρκὶ θανάτου ἐγεύσατο ὁ ἀθάνατος. Γενώμεθα ώς Χριστός, ἐπεὶ καὶ Χριστὸς ὡς ἡμεῖς. Ο κορυφαῖός φησι Πέ τρος, ὅτι Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπο λιμπάνων ὑπογραμμόν. Γέγονε γὰρ ὁ Σωτὴρ ὑπο γραμμὸς τοῖς ἀνθρώποις, τυπούμενος αὐτοῖς καὶ λαμβάνων ἀπαθῶς τὰ νοήματα τοῦ κόσμου τούτου. Τὸ οὖν, Γενώμεθα ὡς Χριστός, οὕτω νοήσεις· Γενι μεθα καθαροὶ καὶ ἀπαθεῖς, ἐπεὶ καὶ Χριστὸς τα πεινώσας ἑαυτὸν καὶ συγκαταβὰς ἡμῖν, μεμένηκεν, ὅπερ ἦν, καθαρὸς καὶ ἀπαθής· Ἀμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδ' εὑρέθη δόλος ἐν τῷ στόματι αὐτ τοῦ. Ὁ μὲν Θεὸς ὤν, ἄνθρωπος γέγονε. Δεῖ οὖν καὶ ἡμᾶς, θεοὺς γενέσθαι. Αλλ' ἐκεῖνος μὲν δι᾿ ἡμᾶς ἄνθρωπος, ἡμεῖς δὲ ὑπὲρ ἑαυτῶν θεοί. Καὶ ἐκεῖνος μὲν ἀντὶ τῆς ἀκροτάτης δόξης, τὴν ἀκροτάτην ἀνα λαβόμενος ἀτιμίαν· ἡμεῖς δὲ, ἀντὶ τῆς ἀκροτάτης ἀτιμίας, τὴν ἀκροτάτην τιμήν. Κἀκεῖνος μὲν φύσει γενόμενος άνθρωπος, ἡμεῖς δὲ θέσει θεοί. Γέγονε γὰρ, ὅ ἐσμεν, κατ' οικονομίαν, ἵν᾿ ἡμεῖς γενώμεθα, ὅ ἐστιν ἀντιμετρουμένης, ὡς οἶδεν αὐτὸς, τῇ αὐτοῦ κενώσει τῆς τῶν χάριτι σωζομένων θεώσεως, ὅλων Ξεοειδῶν καὶ ὅλων Θεοῦ χωρητικῶν καὶ μόνου γενη σομένων. Τοῦτο γὰρ ἡ τελείωσις, πρὸς ἦν σπεύδουσιν οἱ ταύτην ἀληθῶς ἔσεσθαι τὴν ἐπαγγελίαν πιστεύσαντες. 397 € 7. Προσέλαβε... πτώματι. Εἰσὶ τὰ βή ματα ταῦτα σαφῆ καὶ οὐδεμιᾶς ἑρμηνείας δεόμενα. Προσέλαβε γὰρ ὁ Χριστὸς τὸ χεῖρον, τὴν ἀνθρωπότητα, ἵνα δῷ τὸ βέλτιον, τὴν θεότητα. Καὶ πλούσιος ὢν τῇ θεότητι, ἐπτώχευσε τῇ σαρκὶ, ἵν᾿ ἡμεῖς πλου τήσωμεν τὴν θεότητα. Καὶ δούλου μορφὴν ἐφόρεσεν, ῖν ἡμεῖς τὴν ἀπὸ τῆς δουλείας τοῦ διαβόλου καὶ τῶν παθῶν ἐλευθερίαν λάβωμεν· ὅπερ δηλοί, ότι είχομεν ἐξ ἀρχῆς τὴν ἐλευθερίαν απωλέσαμεν δὲ ταύτην. Δεξ οὖν ἀπολαβεῖν, ἣν ἔχοντες ἀπεβάλομεν. Κατέβη πρὸς ἡμᾶς ὁ Ὕψιστος, ἵν᾿ ἡμεῖς οἱ ταπεινοὶ ὑψωθῶμεν, ὑπεραρθέντες τῆς τῶν γεηρῶν σχέσεως καὶ πτερωθέντες πρὸς τὰ οὐράνια. Ἐπειράσθη ἐν τῇ ἐρήμῳ εἰς γαστριμαργίαν, φιλοδοξίαν, φιλοχρηματίαν, καὶ νενίκηκεν ἐν τῇ τρίτῃ ταύτῃ προσβολῇ καὶ πείρα τὸν πειραστὴν, ἡμῖν τὴν νίκην πραγματευόμενος. ᾿Αλλὰ ἡτιμάσθη ὁ τῆς δόξης Κύριος, ἵνα δοξάσῃ τοὺς ἀτί μους ἡμᾶς· ἀπέθανεν, ἵνα τῷ θανάτῳ αὐτοῦ σωθῶ μεν· κατέβη καὶ ἀνέβη, ἵνα ἡμεῖς ἀκολουθήσωμεν αὐτῷ, καὶ ἵνα κάτω κειμένους ἐν τῷ τῆς ἁμαρτίας πτώματι πρὸς ἑαυτὸν ἑλκύση, ὡς ἡ ὑπόσχεσις. θ
col. 959–960page 15 of 25
PG 36:959Ἐπηγγείλατο γάρ λέγων Όταν ὑψωθώ, πάντας ελκύσω πρὸς ἐμαυτόν. Πάντα γενόμενον. ἀπηριθμήσατο τὰ δι' ἡμᾶς πάθη τοῦ Χριστοῦ καὶ τὰς δο θείσας ἡμῖν εὐεργεσίας, ἵνα δείξῃ μὴ κατὰ χάριν αὐτῷ καρποφοροῦντας, ἀλλὰ κατὰ χρέος. Καὶ ἄνω μὲν ἐδόκει τέλεον ἐκβάλλειν τὴν διὰ τῶν ὐλῶν καρποφορίαν, ἐν οἷς ἔλεγε· Χρυσόν με ἴσως οἴεσθε λέγειν ἢ ἄργυρον, καρποφορήσωμεν ἡμᾶς αὐτούς· νῦν δὲ ? δείκνυσιν, ὅτι οὐ παντελῶς ἀποδοκιμάζει τὰ τοιαῦτα, ἀλλὰ προτιμᾷ τὸ μεῖζον, τουτέστι τὸ ἑαυτοὺς προς. άγειν. Φησὶ γοῦν· Πάντα διδότω τις, καὶ χρυσὸν καὶ λίθους καὶ ὑφάσματα· διδότω δὲ κατὰ ὀφειλήν. Ἐπεὶ προλαβὼν ὁ Χριστὸς τὸν ὑπὲρ ἡμῶν ἀνεδέξατο θάνα τον, καὶ ἑαυτὸν τῷ Πατρὶ προσέφερεν θυσίαν ὑπὲρ ἡμῶν. Αὐτῷ γὰρ πεπλημμελήκαμεν, καὶ αὐτὸν ἔδει τὸ ὑπὲρ ἡμῶν λύτρον δέξασθαι καὶ ὄντως ἡμᾶς λυ θῆναι τῆς κατακρίσεως. Μὴ γὰρ γένοιτο τῷ τυράννῳ τὸ τοῦ Δεσπότου αἷμα προσενεχθῆναι. Λύτρον δὲ ὁ Χριστὸς καὶ ἀντάλλαγμα, ὡς τὰ ἡμῶν ὑπὲρ ἡμῶν ἀνα δεξάμενος· ὥσπερ ἐάν τις ὑπὲρ τοῦ ὑπευθύνου ἡ αἰχμαλώτου ἐκδῷ ἑαυτὸν, ὥστε παθεῖν, ἃ ἐκεῖνον ἔδει παθεῖν. Καλὴ μὲν οὖν, φησὶ, καὶ πᾶσα καρποφορία, ἣν ἂν δώσῃ τις τῷ εὐεργέτη Χριστῷ· οὐδὲν δὲ τοιοῦτον δύ σει μέγα, οἷον ἑαυτὸν τοῦ μυστηρίου συνιέντα του τέστι νοοῦντα, τίς ἡ τῆς ἀναστάσεως αἰτία, καὶ τί δύναται χαρίζεσθαι τοῖς ἀνθρώποις, καὶ τὴν γνῶσιν ταύτην δεικνύντα ἐπὶ τῶν πράξεων, καὶ πάντα γε νόμενον διὰ Χριστὸν, ὅσα ἐκεῖνος δι' ἡμᾶς, τουτέστιν αμέμπτως ὁδεύοντα διὰ πασῶν τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων, ἁγνιζόμενον πνευματικῶς, περιτεμνόμενον τὴν ἐν καρδίᾳ περιτομήν διδάσκοντα ἐν τῷ ἱερῷ, τοὺς θεοκαπήλους ἐλαύνοντα λιθαζόμενον, τὰ ἄλλα ποιοῦντα ἢ πάσχοντα, ὅσα καὶ αὐτὸς ὑπὲρ ἡμῶν ἐποίησεν ἢ ἔπαθεν, ἡμῖν ὑπολιμπάνων υπογραμμόν. ΣΙ, 32. 4. Καρποφορεῖ... πνεύματος. διεγείρων τοὺς ἀκούοντας εἰς τὸ καρποφορεῖν ὁ Θεολόγος, κατασκευάζει τὸ δεῖν τοῦτο γενέσθαι καὶ ἀπὸ τοῦ Χριστοῦ, εἰπὼν, ὅτι κἀκεῖνος λύτρον ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν. Κατασκευάζει δὲ νῦν καὶ ἀπὸ τοῦ ἰδίου Πατρός, προσθεὶς, ὅτι καὶ οὗτος ἐμὲ ὑμῖν ποιμένα, εἴτουν ἐπίσκοπον, προμνηστεύεται. Πρεσβύτερος γὰρ ἤδη εἰμί· καὶ τοῦτο ὁ Πατὴρ οὐκ ἐλπίζει, ἀλλὰ βλέ πει· οὔπω δέ εἰμι ἐπίσκοπος, ἀλλὰ τοῦτο ὁ Πατήρ ἐλπίζει γενέσθαι με μετὰ τὸν αὐτοῦ θάνατον, καὶ εύχεται, άξιόν με γενέσθαι τοῦ πράγματος, ὡς μὴ μισθωτὸν εἶναι, μηδὲ κλέπτην ἀλλὰ ποιμένα. Καὶ παρ' ὑμῶν αἰτεῖ τῶν ὑπ' αὐτοῦ ποιμαινομένων, ἵνα με μετ' αὐτὸν τὸν ποιμαίνοντα δέξησθε καὶ τὴν εὐ πείθειαν ἐπιδείξησθε. Δίκαιοι δ᾽ ἂν εἴητε, αἰτοῦντι τῷ πατρὶ πείθεσθαι. Ποιμὴν γάρ ἐστι καλὸς (8 περί αυ τοῦ ὁ Σωτὴρ εἶπε), καὶ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ ὑμῶν
col. 961–962page 16 of 25
PG 36:961τῶν προβάτων τίθησι. Δίδωσι δὲ καὶ ἑαυτὸν διπλοῦν ὑμῖν ἀνθ᾽ ἁπλοῦ. Καμὲ γὰρ εἰς τὴν προστασίαν μεθ' ἑαυτοῦ ἔταξε· κἀγὼ διπλὴν αὐτῷ μέλλω χρείαν πλη ροῦν, καὶ τοῦ γήρως βακτηρία γενόμενος καὶ τοῦ πνεύματος. Υποστηρίζω τε γὰρ τὸν πατέρα κεκμηκότα τῷ χρόνῳ, καὶ τὰς πνευματικὰς αὐτῷ καὶ ἐκε κλησιαστικὰς συνεισενέγκω φροντίδας. 400 6. Καὶ προστίθησι... ἄξιον. Καὶ δύο, φησί, ναούς ὑμῖν ὁ πατὴρ ἐχαρίσατο. Ενα μὲν ἄψυχον, ὃν ἐν Ναζιανζῷ φιλοτίμως ἀνήγειρε, περι καλλῆ τινα καὶ οὐράνιον. Οὐράνιον δὲ εἶπεν αὐτὸν, τάχα μὲν διὰ τὸ ὕψος, τάχα δὲ διὰ τὸ ἡμισφαιρικὸν σχῆμα τῆς ὀροφῆς, ἴσως δὲ καὶ διὰ τὸ τὸν πάντα ναὸν τύπον ἀποσώζειν τοῦ οὐρανοῦ· ἕτερον δὲ ἔμψυ χον. Ἑαυτὸν δὲ οὕτω λέγει ὁ Θεολόγος κατὰ τὸ ἀπο στολικόν· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε; Καὶ ἀναγκάζεται μὲν, ὡς ἐν συγκρίσει, εἰπεῖν ἑαυτὸν πολλῷ μείζονα καὶ ὑψηλότερον τοῦ ἀψύχου ναοῦ ἐπεὶ δὲ φορτικόν ἐστι τὸ ἑαυτὸν ἐπαινεῖν, ἐκκλίνει. τὴν περιαυτολογίαν, καὶ μέσως πως λέγει, ὅτι προσ τίθησι τῷ ἀψύχῳ μὲν, περικαλλεῖ δὲ ναῷ, ἐμὲ τὸν ὁποιονοῦν καὶ ἡλίκον, τουτέστιν οἷον ἂν καὶ ὅσον κρίνοι τις. Πλήν ὁποῖος ἂν καὶ εἴην, τῷ πατρὶ τιμιώτατος σφόδρα εἰμί. Τοιοῦτον οὖν με παρ' αὐτῷ ὄντα, ὑμῖν ἐπιδέδωκε. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι εἰς μὲν τὸ ἀνεγεῖραι τὸν ἄψυχον ναὸν πολλοῦ πόνου καὶ ἀναλωμάτων εδέησε τῷ πατρὶ, εἰς ἐμὲ δὲ οὐχί· πολλοῖς γὰρ κἀγὼ ἱδρῶσι καὶ πόνοις, τοῖς τῶν μαθημάτων, δι' ἀσκήσεως τοιοῦτος συνετελέσθην. Ἐπεὶ δὲ πολλάκις τινὰ τῶν πραγμάτων οὐκ ἄξια τῶν πόνων ἀποβαίνουσιν, ὁ Θεολόγος μέσος χωρῶν, οὔτε κρύπτει τοῦτο, ὅτι ἄξιος ἀπέβη τῶν πόνων, οὔτε πάλιν ἀπαυθαδειά ζεται, ἀλλ' ἐπεύχεται μόνον· εἴη δὲ εἰπεῖν, ὅτι καὶ τῶν πόνων ἄξιον. 11. Καὶ... μεγαλοψυχίας. Ετι ἐμφιλοχωρεῖ ὁ Θεολόγος τῷ λόγῳ τῷ περὶ τῆς τοῦ πατρὸς ἐπιδόσεως· καὶ εἰπὼν, ὅτι Πάντα προστίθησιν ὑμῖν τὰ ἑαυτοῦ, πρὶν ταῦτα ἀπαριθμήσασθαι, μεταξύ ἐθαύμασε καὶ ἀνεφθέγξατο, Ὢ τῆς μεγαλοψυχίας! τῆς πρὸς τὴν καρποφορία, δηλαδὴ ἁπλότητος. Οἱ μὲν γὰρ ἔξω σοφοί μεγαλοψυχίαν ὁρίζονται, ψυχῆς ἀρε τήν, καθ' ήν τινες εὖ δύνανται φέρειν τὰ συμβαίνοντα· οἱ δὲ ἡμέτεροι διδάσκαλοι, ὡς ἐπιτοπολὺ τὴν ἐλευθεριότητα καὶ μεγαλοδωρίαν, μεγαλοψυχίαν όνο μάζουσιν. Ωσπερ οὖν καὶ νῦν ὁ Θεολόγος τὸν ἑαυτοῦ πατέρα μεγαλόψυχον, εἴτουν μεγαλόδωρον, ἐκάλεσεν οἱονεὶ δὲ ἐπιδιορθούμενος, δ εἶπεν, οὐ μεγαλοψυχίαν, ἀλλὰ μᾶλλον φιλοτεχνίαν, τὸ πρᾶγμα προσαγορεύει. Διὰ γὰρ τὴν ἀγάπην, φησίν, ὑμῶν, τῶν πνευματικῶν αὐτοῦ τέκνων, τοσαύτην ἐπεδείξατο τὴν ἁπλό. τητα. Ἐπεὶ οὖν ἡ φιλοτεχνία αἰτία γέγονε τῆς μεγα λοψυχίας καὶ τῆς ἁπλότητος, κυριώτερον ἂν εἴη, τὸ πῶν φιλοτεχνίαν λέγειν, ἀπὸ τῆς αἰτίας καὶ τὸ αίτια τὴν ὀνομάζοντας. Τάχα δ' ἄν τις καὶ κατὰ τοὺς ἔξω τὴν μεγαλοψυχίαν νοήσας ἐνταῦθα. οὐδ' οὕτω κακῶς ἐπιβαλεῖ. Ἐπειδὴ γὰρ παρ' ἐκείνοις ὁ μεγαλόψυχος μεγαλοψυχίαν,
col. 963–964page 17 of 25
PG 36:963οὐκ ἔστι φιλόζωος, τοῦτο προσμαρτυρεῖ καὶ τῷ πατρὶ αὐτοῦ ὁ Θεολόγος. Είπε γάρ, ότι Ποιμήν ἐστι καλές, καὶ τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Προσέθηκε δὲ, ὅτι Καὶ ἐμὲ τὸν υἱὸν αὐτοῦ εἴχεται τοιοῦτον ποιμένα γενέσθαι, τιθέντα δηλαδὴ τὴν ψυ χὴν ὑπὲρ ὑμῶν. Ἐπὶ τούτοις ἐβόησε μετὰ θαύματος τὸ, Ὢ τῆς μεγαλοψυχίας! Εἶτα, ἵνα μή τις υπολάβῃ, ὅτι τὸν υἱὸν ὁ Πατήρ, ώς μεγαλόψυχος εἰς κινδύνους ἐπιδιδούς, οὐ φείδεται αὐτοῦ, διορθοῦται τὴν ὑπόνοιαν ταύτην εἰπών· Η, τό γε ἀληθέστερον εἰπεῖν, τῆς φιλοτεχνίας.. Τὸ γὰρ οὕτως καὶ ἐπὶ τοιούτοις ἐκ διδόναι τὸν υἱὸν, οὐκ ἔστι, φησί, μισοτέκνου, ἀλλὰ μάλιστα φιλοτέκνου. Ωστε εἰ καὶ μεγαλοψυχίαν τὸ πρᾶγμα ὠνόμασα, διὰ τὸ μέλλειν πόνοις καὶ κινδύνοις ὁμιλεῖν, ἀλλ᾽ οὖν ἐπεὶ δι᾽ ὑμᾶς καὶ τὴν ὑμετέραν ὠφέλειαν καὶ διὰ Θεὸν τὰ τοιαῦτα χρὴ διαθλεῖν φιλοτεχνία τὸ πᾶν ἐστι. Ταῦτα εἰπὼν ὁ Θεολόγος, ἀπι ριθμεῖται εὐθὺς καὶ τὰ παρὰ τοῦ πατρὸς καρποφορούμενα. Τὰ δὲ ἐστι τρία. Κἂν μὲν ἁπλῶς εἰπεῖν ἐβούλετο, εἶπεν ἂν, ὅτι Ἑαυτὸν δίδωσι καὶ ἐμὲ καὶ τὸν ναόν. Νῦν δὲ τὴν φιλότιμον καρποφορίαν ἐπαύξων καὶ μεγαλύνων, ὑποδιαιρεῖ καὶ τὰ ἑαυτοῦ καὶ τὰ τοῦ πατρός, ποικίλλων καὶ πολυπλασιάζων τὰ ὀνόματα. Καὶ πολιὰν μὲν λέγει, τὸν πατέρα· νεότητα δὲ, ἑαυ τόν. Καὶ αὖθις κληροδότην μὲν τὸν πατέρα· ἑαυτὸν δὲ, κληρονόμον, ὡς μέλλοντα τὸν θρόνον τῆς ἐπισκοπῆς διαδέχεσθαι καὶ κληρονομεῖν. Ἔχετε δὲ, φησί, μετ᾿ ἐμοῦ καὶ τοὺς ἐμοὺς λόγους, καὶ τούτων τοὺς ἱερωτέρους καὶ ὠφελιμωτέρους. Οὐ γὰρ πρὸς χάριν διδάξω, ἀλλὰ πρὸς ὠφέλειαν· οὐδ᾽ ἐπιδεικτικῶς, ἀλλὰ πνευματικῶς· οὐδ᾽ ἅπερ ἡ τῶν λόγων ἄσκησις δίδωσιν, ἀλλ᾽ ἅπερ ἐντίθησι τὸ Πνεῦμα τὸ ἅγιον. Οἱ μὲν γὰρ ἀνθρώπινοι λόγοι, τὰς ἀκοὰς μόνον θέλγουσιν, οὐ παραιτέρω προϊόντες· οἱ δὲ πνευματικοί, εἰς τὴν ψυχὴν διαβαίνουσιν. Ἐντυποῖ γὰρ αὐτοὺς τὸ Πνεῦμα, ὥσπερ πλαξὶ, ταῖς ἀνθρωπίναις καρδίαις. Καὶ λιθίναις δὲ εἰπὼν, ἡρμήνευσε τὴν τροπὴν, ἐπὶ αγαγών, Εἴτουν σαρκίναις. ᾿Αντιτυπὲς γὰρ καὶ λίθο; καὶ σὰρξ, καὶ τὰ ἐγκολαπτόμενα δυσέκνιπτα. Ελλη πται δὲ ὁ λόγος ἐκ τοῦ Ἀποστόλου, γράφοντος Και ρινθίοις, ὅτι Εστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ' ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Ελαβε δὲ καὶ ὁ ᾿Απόστολος τὴν χρῆσιν ἀπὸ τοῦ Ἰεζεκιήλ, δι' οὗ φησιν ὁ Θεός· Δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς· καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἀπὸ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύσωνται. Λέγει δέ που καὶ ὁ θαυμάσιος Σιράχ· Πᾶς ἄνθρωπος ἐκ νεότητος ἐπὶ τὸ πονηρὸν, καὶ οὐκ ἴσχυσαν τὰς καρδίας αὐτῶν ἀντὶ λιθίνων ποιῆσαι σαρκίνας. Καὶ νῦν οὖν εἰπὼν ὁ Θεολόγος, Πλαξὶ λιθίναις, εἴτουν σαρκίναι, δοκεί μοι μὴ ἐφερμηνεύειν τὴν λέξιν, ἀλλὰ μᾶλλον ἀντιδιαστέλλειν τῇ λιθίνῃ καρδίᾳ, τουτέστι τῇ σκληρά καὶ ἀνενδότῳ καὶ ἀντιτυπούσῃ τὴν σαρχίνην, ὅ ἐστι τὴν μαλακὴν καὶ ῥᾳδίως ὑπείκουσαν, καὶ δεχομένην
col. 965–966page 18 of 25
PG 36:965τὰ καλὰ γράμματα. Οὐ γὰρ ἁπλῶς πάσῃ καρδίᾳ ἐν. τυποῖ τοὺς θείους λόγους τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τῇ σαρκίνῃ, τουτέστι τῇ εὐαισθήτῳ. Σαρκὸς γὰρ τὸ αἰσθάνεσθαι· λίθου δὲ ἴδιον τὸ ἀναίσθητον. Η τάχα καὶ λιθίνας καὶ σαρκίνας λέγει τὰς καρδίας ὁ Θεο λόγος· λιθίνας μέν, διὰ τὸ στεῤῥὸν καὶ τὸ δυσαπά λειπτα εἶναι τὰ ἐν αὐταῖς γράμματα· σαρκίνας δὲ, διὰ τὸ αἰσθητικόν. Διὸ ἐπάγει, ὅτι ἐν ταῖς τοιαύταις οἱ λόγοι οὐκ ἐξ ἐπιπολῆς χαραχθήσονται, οὐδὲ οἷον ἄνωθεν ἐπιχρωσθήσονται, ἵνα καὶ ῥᾳδίως ἀπαλεί φοιντο· ἀλλ᾽ εἰς βάθος ἐνσημανθήσονται, ὥστε παρα μένειν. Καὶ ἐνσημανθήσονται οὐ μέλανι, ἀλλὰ χάριτι. Η μὲν γὰρ τῶν δικαίων καρδία, ὥς φησιν ὁ μέγας Βασίλειος, Πνεύματι Θεοῦ ζῶντος καταγέγραπται ἡ δὲ τῶν ἀδίκων καρδία, οὐ Πνεύματι, ἀλλὰ μέλανι, τῷ συγγενεῖ τοῦ σκότους καὶ ἐχθρῷ τοῦ φωτός. 400 7. Ταῦτα μὲν ἐπαγγελίας. Επ εσφράγισε τὰ ῥηθέντα τοῦ πατρὸς ἐγκώμια, καὶ δευ τέρων αὖθις ήρξατο, ἐξομοιῶν αὐτὸν τῷ ᾿Αβραάμ, ὁμοίως ἐκείνῳ τὴν πρώην πλάνην καταλιπόντα. Εκ γὰρ τῆς τῶν Ὑψιστηρίων λεγομένης αἱρέσεως, εἰς τὴν εὐσέβειαν μετελήλυθεν. Οὐ μόνον δὲ διὰ τοῦτο ᾿Αβραὰμ ὀνομάζει τὸν ἑαυτοῦ πατέρα, ἀλλὰ καὶ ὡς γηραιὸν, καὶ ὡς φιλόξενον, καὶ ὡς προσάγοντα τὸν υἱὸν τῷ Θεῷ, εἰ καὶ ἑκούσιος ἦν αὕτη ἡ προσαγωγή, καὶ οὐχὶ κατὰ τὴν τοῦ Ἀβραὰμ ἐξ ἐπιτάγματος. Πατριάρχην δὲ αὐτὸν καλεῖ, ὡς πατέρα καὶ ἄρχοντα τῆς πόλεως, ὅσον ἐπὶ τοῖς ἐκκλησιαστικοῖς πράγμασι. Κανόνα δὲ τῆς ἀρετῆς, ὡς πᾶσαν ἐν ἑαυτῷ συλλαβόντα τὴν ἀρετὴν καὶ τοὺς ἄλλους πρὸς ταύτην εὐθύνοντα, καὶ τὸ μὲν ἄρτιον δοκιμάζοντα καὶ κατα ἔχοντα, καθάπερ ὁ κανών, τὸ δὲ περιττὸν καὶ ἐλλεῖπον, ὡς κακίαν, ξέοντα καὶ ἀποδοκιμάζοντα. Τῆς δὲ ἱερωσύνης τελείωσιν, ὡς πάντα τὰ τῆς ἱερωσύνης ἐντελῶς ἔχοντα. Ἑαυτὸν μέντοι μονογενῆ ὠνόμασεν ὁ Θεολόγος, βιασάμενος τὸν λόγον, ἵνα μηδ' ἐν τούτῳ τῆς κατὰ τὸν Ἰσαὰκ ελαττωθείη θυσίας παρεμυθήσατο δὲ τὴν τόλμαν, ἐπαγαγὼν τὸν ἐξ ἐπαγγελίας. Εἰ γὰρ καὶ μὴ μονογενής ἦν κατὰ τὴν γέννησιν, ἐπεὶ μετ' αὐτὸν καὶ Γοργονία καὶ Καισάριος ἐγεννήθη, ἀλλ᾽ οὖν κατὰ τὴν ἐπαγγελίαν μονογενής ἦν. Μόνος γὰρ τοῖς γονεῦσιν ἐξ ἐπαγγελίας ἐτέχθη, ὥσπερ καὶ ὁ Ἰσαὰκ τῇ Σάββᾳ καὶ τῷ ᾿Αβραάμ. "Η τάχα μονο γενῆ ἑαυτὸν λέγει, ὡς μόνον ὑπολειφθέντα τῷ πατρὶ, τῶν ἄλλων ἤδη τέκνων τετελευτηκότων. 12. Υμεῖς... ἐπιβούλως. Τοιαύτη μὲν, φησὶν, ἡ τοῦ πατρὸς καρποφορία. Δεῖ δὲ καὶ ὑμᾶς καρποφορεῖν τῷ Θεῷ καὶ ἡμῖν τὴν εὐπείθειαν καὶ τὸ καλῶς ποιμαίνεσθαι. Ποιμανθείητε δ᾽ ἂν καλῶς, εἰς μὲν τὴν πρακτικὴν ἀρετὴν, ὥσπερ εἰς μαλακήν τινα καὶ χλοεράν πεδιάδα κατασκηνούμενοι, καὶ τὸ τῆς ψυχῆς πιαίνοντες πρόσωπον. Τῇ δὲ γνώσει καὶ τῇ θεωρίᾳ καὶ τῷ ποτίμῳ τῶν θείων Γραφῶν, ὡς ὕδατι ἀναπαύσεως εκτρεφόμενοι. Οὐ μόνον δὲ, ἀλλὰ

On Oration IIIn orationem II

col. 967–968page 19 of 25
PG 36:967καὶ τὸν ποιμένα καλῶς γινώσκοντες, ὥστε μὴ ἀπα τᾶσθαι παρὰ τῶν ψευδοδιδασκάλων, μηδὲ περιπ! πτειν αὐτοῖς, ὡς ποιμέσι, κλέπταις οὖσι καὶ λῃσταῖς. Καὶ γινωσκόμενοι αὖθις ὑπὸ τοῦ ποιμένος, μη παρα μιγνύντες δηλονότι ἑαυτοὺς τοῖς ἀλλοτρίοις θρέμμασιν, ἐξ ὧν ἡ ἄγνοια τοῖς ποιμέσι γίνεται. Ἀλλὰ τὰ ἐπίσ σημα φέροντες καὶ τοὺς χαρακτῆρας, οὓς ὁ ἀληθινὸς ποιμὴν ὑμῖν ἐπιβέβληκε καὶ ἐνετύπωσεν. Ἐκ τοῦ Εὐαγγελίου δὲ καὶ ταῦτα παραπέφρασται. Γινώσκω γάρ, φησὶν ὁ Χριστὸς, τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Γνῶσιν ἴσως λέγων, τὴν οἰκείωσιν, τουτέστι προσοικειωθήσομαι τοῖς προβάτοις τοῖς ἐμοῖς, καὶ αὐτὰ ἐμοὶ οἰκειωθήσονται. Επόμενοι δὲ καὶ τῷ καλοῦντι ποιμενικῶς καὶ ἐλευθερίως, τουτέστιν ἀδό λως καὶ φανερῶς καὶ ἐξουσιαστικῶς καὶ ὡς ἐλευθέροις πρέπον. Διὰ τῆς θύρας δὲ, ήγουν διὰ τῶν και θολικῶν δογμάτων,τῶν ἅπασι πιστοῖς ἀναπεπταμένων, καὶ δι' αὐτῆς τῆς Γραφῆς, δι' ἧς εἰς τὴν πίστιν εἰσαγόμεθα. Η καὶ διὰ τοῦ Χριστοῦ τοῦ εἰπόντος· Εγώ εἰμι ἡ θύρα. Αλλοτρίῳ δὲ καὶ ψευδοποιμένι μὴ ἀκο λουθοῦντες, ὅστις οὐ διὰ τῆς τοῦ Εὐαγγελίου ὁδοῦ πορεύεται, οὐδὲ διὰ τῆς θύρας Χριστοῦ εἰσέρχεται, ἀλλὰ ληστρικῶς διὰ αὐλῆς ὑπερπηδά. Βίαιον γὰρ ἅπαν τῶν ἑτεροδόξων τὸ ὄρμημα, καὶ οὐ κατὰ τάξιν διὰ τῆς νομίμου θύρας ἡ πρὸς τὴν πίστιν καὶ τὴν Εκκλησίαν εἴσοδος, 401 1. Μηδὲ ξένης... αμήν. Εἴρηκεν ὁ Χριστὸς ἐν τῷ Εὐαγγελίῳ, ὅτι τὰ πρόβατα τὰ ἐμὰ οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ἐκεῖθεν οὖν λαβὼν ὁ Θεολόγος φησὶν ἐνταῦθα, ὅτι Μηδὲ τῆς ξένης φωνῆς ἀκούετε, ἥτις ὑποκλέπτει καὶ ἀπατᾷ καὶ διασκορπίζει ἀπὸ τῆς μιᾶς καὶ ἑνοποιοῦ ἀληθείας εἰς διαφόρους δόξας· αἵτινες δόξαι διὰ μὲν τὸ ἄναντες, ρη λέγονται τροπικῶς· διὰ δὲ τὸ ἄκαρπον, ἐρημίαι διὰ δὲ τὸ κρημνώδες, βάραθρα. Τὸ δὲ, Καὶ τόπους, οἷς οὐκ ἐπισκοπεῖ Κύριος, τῶν ῥηθέντων ἐφερμηνευτικόν ἐστιν. Είληπται δὲ τὸ ῥητὸν ἀπὸ τῶν Παρα μιῶν Σολομῶντος. Ο πλανώμενος γάρ, φησίν, ἐν πύλαις, αὐλισθήσεται ἐν τόποις, οἷς οὐκ ἐπι σκοπεῖται ὁ Αἰώνιος. Η τοιαύτη τῶν ἑτεροδόξων φωνὴ, ἀπάγει μὲν ἀπὸ τῆς ὑγιους πίστεως, τῆς εἰς τὴν ἁγίαν Τριάδα, ἧς ἤκουσεν ἀεὶ φωνῆς, τῆς περὶ τῆς ὑγιοῦς δηλαδὴ πίστεως, τὰ ἐμὰ πρόβατα. Γένοιτο δὲ καὶ ἀκούειν. Συλαγωγεί δὲ ἡ τῶν αἱρετικῶν η φωνή, τουτέστιν ὡς λάφυρα διαρπάζει καὶ ἀπάγει τοὺς ἁπλουστέρους, λόγοις παρασήμοις καὶ ἀδοκίμοις (τοιοῦτον γὰρ τὸ κίβδηλον), καὶ χωρίζει ἀπὸ Χριστοῦ τοῦ ἀληθινοῦ καὶ πρώτου ποιμένος· πρώτου μὲν, ὅτι αὐτὸς ἀρχηγὸς τῆς πίστεως ἡμῖν ἐχρημάτ τισε καὶ τῆς τελείας κατῆρξε διδασκαλίας· ἀληθινοῦ δὲ, διὰ τὸ κυρίως καὶ καθ᾽ ὑπεροχήν. Ἐκ δὲ τοῦ Απο στόλου καὶ ταῦτα ἐλήφθη. Γράφει γὰρ Κολοσσαεῦσιν Βλέπετε, μήτις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Τὴν ἔξω οὖν φιλοσοφίαν ὁ μὲν ἅγιος Παῦλος κενὴν ἀπάτην ὠνόμασεν ὁ δὲ Θεολόγος, λόγους παρακεχαραγμένους καὶ διε
col. 969–970page 20 of 25
PG 36:969ΧΙ. φθαρμένους. Εἶναι καὶ εἰς εὐχὴν κατακλείει τὸν λόγον. Εύχεται γὰρ τῶν τοιούτων ἀλλοφύλων δογμάτων πόρρω γενομένους, καὶ ποιμένας καὶ ποίμνιον, ὥσπερ τινής φαρμακώδους βοτάνης καὶ θάνατον ἐπαγούσης, ἓν εἶναι πάντας καὶ νεμομένους καὶ νέμοντας. Καὶ μήτε νῦν διαζευχθῆναι, μήτε ἐν τῇ μελλούσῃ ζωῇ καὶ ἀναπαύσει. Τοῦτο δὲ ἐκ τοῦ Εὐαγγελίου ἔλαβεν. Εἴρηκε γὰρ ὁ Χριστὸς πρὸς τὸν Πατέρα περὶ τῶν μα θητῶν· Τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ἵνα ὦσιν ἔν. ΤΟΥ ΑΥΤΟΥ Ερμηνεία εἰς τὸν β' λόγον τοῦ Θεολόγου. Πρόλογος. Επίσκοπος Σασίμων ἄκων χειροτονηθεὶς ὑπὸ του μεγάλου Βασιλείου ὁ Θεολόγος Γρηγόριος, καὶ τυραννηθῆναι δόξας ὁ μέγας οὗτος Πατήρ, ἀφίσταται μὲν τῆς ἐπισκοπῆς ταύτης εὐθέως, ἀφικνεῖται δὲ πρὸς Ναζιανζόν. Οπερ μαθὼν ὁ μέγας Βασίλειος, προτρέπεται τὸν ἀδελφὸν αὐτοῦ Γρηγόριον, τὸν Νύσα σης, ἀπελθεῖν εἰς ἐπίσκεψιν ὁμοῦ καὶ παραμυθίαν τοῦ φίλου καὶ λύσιν τῶν ἐν μέσῳ σκανδάλων. Τοῦτον δὲ δεξάμενος ἐκεῖνος ἡδέως, τὸν παρόντα λόγον ἐκφωνεῖ· πρῶτα μὲν ἐγκωμιάζων τὴν ξυνωρίδα τούτων τῶν ἀδελφῶν, εἶτα καὶ καθαπτόμενος τῆς τοῦ φίλου πρὸς αὐτὸν διαθέσεως, ὅτι ἐπισκοπῇ τοιαύτῃ τὸν ὁμόψυχον ἐπεκήρυξε, τὸν ἡσυχίας ἐραστήν, τῇ πάσης ἐμπεπλησμένῃ ταραχῆς καὶ συγχύσεως. Έπειτα πρὸς τὸν τηνικαῦτα παρόντα σύλλογον κατὰ τὴν ἐκ κλησίαν ἀποστρέψας τὸν λόγον (ἑορτὴν γὰρ μαρτύ. των ἐδόξαζον καὶ ἑώρταζον), διδασκαλικήν προσάγει τὴν παραίνεσιν, πρὸς τὰ καλὰ μὲν παροξύνων, τῶν δὲ φαύλων ἀποτρεπόμενος. 832 6. Φίλου πιστοῦ... εὐωδέστερον. ᾿Απὸ γνώμης τὸ προοίμιον. Φησὶ γὰρ Ἰησοῦς ὁ τοῦ Σιράχ· Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ· καὶ πάλιν· Φίλος πιστός, σκέπη κραταιά· ὁ δὲ εὐρὼν αὐτὸν, εὗρε θησαυρόν. Τα δὲ ἑξῆς ἀπὸ τοῦ Σολομώντος παρεφράσθη, λέγοντος· Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις οχυρά. Ισχύει γὰρ ὥσπερ με μοχλευμένον βασίλειον. Τὴ δὲ, θησαυρὸς ἔμψυχος, ἐκ τῶν ἔξω. Αλέξανδρος γὰρ ἐρωτηθείς, ποῦ τοὺς θησαυροὺς ἔχει, τους φίλους παρόντας ὑπέδειξεν, οἵτινες ἔμψυχος ἦσαν θησαυρός. Λέγει δέ που καὶ Θέογνις ὁ ποιητὴς, ὅτι Πιστὸς ἀνὴρ χρυσῷ τε καὶ ἀργύρῳ ἀντερείσασθαι ἄξιος, ήγουν ἀντισταθμηθῆναι. Τὸ δὲ, Υπέρ χρυσίον καὶ λίθον τίμιον πολύν, ἐκ τοῦ Δαυΐδ. Ἐκ δὲ τοῦ ᾿Ασματος τῶν ᾀσμάτων τό, Κῆτος κεκλεισμένος, καὶ πηγή εσφραγισμένη, ἧς καὶ τὴν ἑρμηνείαν ὁ Θεολόγος προσέθηκεν, ὅτι Ἡ πηγὴ καὶ ὁ κῆπος διὰ τοῦτο εἰσι κεκλεισμένα, ἵνα κατὰ τὸν τῆς χρείας καιρὸν ἀνοί Δέ γάρ
col. 971–972page 21 of 25
PG 36:971γωνται καὶ μεταλαμβάνωνται. Πάλιν τὸ μὲν, υἱοὶ φωτός, ἐκ τοῦ Εὐαγγελίου. "Ινα γάρ, φησίν, υἱοὶ φωτὸς γένησθε. "Ανθρωπος δὲ τοῦ Θεοῦ καὶ ὁ Μωϋ σῆς εἴρηται, καί τις προφήτης ἐν ταῖς Βασιλείαις. Καὶ τὸν Τιμόθεον οὕτως ὀνομάζει ο Απόστολος. Έν δὲ τῇ Ἐξόδῳ πάλιν εἴρηται· οἱ ἱερεῖς οἱ ἐγγίζοντ τες Κυρίῳ τῷ Θεῷ. Ὁ δὲ Δανιὴλ ἀνὴρ ὠνομάσθη ἐπιθυμιών. Τὸ δὲ, τῶν κρειττόνων, προσέθηκεν ὁ Θεολόγος· διότι εἰσὶ καὶ ἄνδρες ἐπιθυμιῶν τῶν χειρόνων. Ἔστι μὲν οὖν ὁ πιστός φίλος, λιμήν αναψύξεως Αν δὲ καὶ ἄξιος καλεῖσθαι τὰ καλ λιστα τῶν ὀνομάτων, καὶ οἷς τιμᾷ ἡ θεία Γραφὴ τοὺς ἁγίους τοῦτο δῶρον Θεοῦ, καὶ ὑπὲρ τὴν ἐμὴν ἀξίαν, τὸ ἐπιτυχεῖν με, φησὶ τοιούτου φίλου [ἂν δὲ καὶ συνετὸς εἴη καὶ ἄκρος κατ' αμφότερα, τήν τε ἔξω παίδευσιν δηλαδὴ καὶ τὴν ἡμετέραν, λαμπρότερος ]. Εἰ δὲ καὶ παρὰ φίλου ἀπέσταλται παρηγορήσων ἡμᾶς, τουτέστι παρὰ τοῦ μεγάλου Βα σιλείου, δν καὶ ὁμότιμόν φημι τῷ Νύσσης, ήγουν ἴσον κατά τε τὴν ἀρετὴν καὶ κατὰ τὴν πρὸς ἐμὲ φιλίαν, τοῦτο χαριέστερόν ἐστι τοῦ ἀρχιερατικοῦ μύρου ὅπερ κατά τὴν κεφαλὴν τοῦ ἀρχιερέως χυθέν, πρῶτον αὐ τὸν Εκόσμει, εἶτα τὸν πώγωνα, έπειτα κατήει και μέχρι τῶν ἄκρων ἐνδυμάτων αὐτοῦ. Χρὴ δὲ μύ ρον νοεῖν, καὶ τὸ ἅγιον Πνεῦμα. Τοῦτο γὰρ πρῶτον τὴν τοῦ παντὸς σώματος κεφαλήν, ἥτις ἐστὶν ὁ Χρι στὸς, ἐπλήρου· μεθ' δν κατέβαινεν ἐπὶ τὸν χορὸν τῶν ἀποστόλων, κόσμον ὄντα τοῦ προσώπου Χριστοῦ εἶτα κατῆλθε καὶ ἐπὶ τὸ λοιπὸν σῶμα, τουτέστι τὴν Ἐκκλησίαν. Ἐκ τοῦ Δαυΐδ δὲ καὶ ταῦτα εἴληπται, λέγοντος· Ἰδοὺ δὴ, τί καλὸν ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπιτοαυτό; Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ααρών, τὸ καταβαῖνον ἐπὶ τὴν αν τοῦ ἐνδύματος αὐτοῦ. Να δέ ἐστιν, δ καλοῦμεν ἐπιτραχήλιον 835 Α. "Αρ' οὖν ἀνετυπώσατο. "Αρά γε, φησί, συμμέτρως καὶ ἀρκούντως ὁ λόγος τὸν ἄνδρα εἰκόνισεν; "Η μιμήσομαι τοὺς ἐπιμελεῖς τῶν ζωγράφων· καὶ ὥσπερ ἐκεῖνοι ταῖς σκιαῖς τὰ σώματα προχαράσσοντες, δευτέρᾳ καὶ τρίτη χειρὶ ταύτα; ἐπακριβοῦσι καὶ τελειοῦσι τοῖς χρώμασιν, οὕτω κἀγὼ πολλάκις ἐπιβαλῷ τοῦ λόγου τὰ χρώματα, ἵνα τὸν εἰκονιζόμενον παρ' ἐμοῦ παραστήσω ὑμῖν ἐντελέστερον. Οὐκ ἔχωδὲ μείζον, οὐδὲ γνωριμώτερον παρά δειγμα, τοῦ κατὰ Μωϋσέα καὶ Ααρών. Ὥσπερ γὰρ ἐκεῖνοι, οὕτω καὶ ὁ μέγας Βασίλειος καὶ ὁ Νύσσης Γρηγόριος, ἀδελφοὶ καὶ κατὰ σάρκα καὶ κατὰ τὴν εὐ σέβειαν. Καὶ ὁ μὲν μέγας Βασίλειος, νομοθέτης, ήγουν κανονιστὴς ἐν ἱερεῦσι καὶ μονασταῖς ἐπιφανέστατος· ὁ δὲ Νύσσης, ἱερέων τῶν ἄλλων ἀγιώτατος, ΧΧΧΙΙΙ, Φησίν "Ἂν δὲ συνετός εἴη καὶ ἄκρος κατ' ἀμφοτέραν τὴν παίδευσιν, τήν τε έξω φημὶ καὶ τὴν ἡμετέραν. λαμπρότερος. Οἷον λέγω το, σκεῦος ἐκλογῆς, καὶ τὸ πιστὸς θεράπων, καὶ, λειτουργὸς Κυρίου, καὶ τὰ ὅμοια. Φημί α. Κατὰ τῆς κεφαλῆς κ. Αυτήν Τῶν Περιτραχήλιον Ι. Εμός
col. 973–974page 22 of 25
PG 36:973ὡς ἐκεῖ Ααρών Καὶ ὁ μὲν μέγας Βασίλειος, Θεὸς τοῦ νοητοῦ Φαραώ, ὡς ὁ Μωϋσῆς τοῦ αἰσθητοῦ. Εἴρητο γὰρ πρὸς αὐτὸν ἐν τῇ Ἐξόδῳ· Ιδού, δέδωκά σε Θεὸν Φαραώ, ήγουν ἐχειροτόνησά σε. Ὁ Ἰσραὴλ δὲ νοητὸς, ὁ εὐσεβὴς λαὸς, οὗ προϊ στατο ὁ θεῖος Βασίλειος, καὶ ᾧ ἐνομοθέτει. Νεφέ λη δὲ, ἡ τοῦ νομικού γράμματος παχύτης, οὗ είσω χωρών τῇ διανοίᾳ ἐπώπτευε τὰ θεῖα μυ στήρια, τὰ ἀποῤῥητα τοῖς ἄλλοις, καὶ ἐμυσταγώγησε ταῦτα διδάσκων· ἡ ὡς εἰς νεφέλην, εἰς τὰ ἄδυτα τοῦ Πνεύματος εἰσῄει καὶ ταῦτα ἐθεώρει. Σκηνὴ δὲ ἡ μὲν νομική, τυπική τις ἦν, ἣν ἐτεχνίτευσε μὲν Βεσελεήλ, ἐπήξατο δὲ Μωϋσῆς. ᾿Αληθινὴ δὲ σκηνή, καθά φησιν ὁ Ἀπόστολος, ἡ Ἐκκλησία τῶν Χριστιανῶν. Ἱερεῖς δὲ ἀμφότεροι· καὶ ὁ μὲν μέγας Βασίλειος ἔξαρχος τῶν ἱερέων, καὶ μυσταγωγῶν διὰ τοῦ Νύσσης ἑτέρους καὶ ἱλεῶν αὐτοῖς τὸν Θεόν· ὁ δὲ Νύσσης μετὰ τὸν μέγαν Βασίλειον εὐθύς. Καὶ ὅπερ ἐν τῇ Ἐξόδῳ εἴρηται πρὸς Μωϋσῆν περὶ τοῦ ᾿Ααρών, ὅτι αὐτὸς ἔσται σοι εἰς στόμα σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς Θεόν, τοῦτο καὶ οὗτοι ἦσαν ἀλλή λοις. Καὶ τότε μὲν ἐκεῖνοι ταῖς δέκα πληγαῖς τὴν Αἴγυπτον ἐβασάνισαν νῦν δὲ οὗτοι τὴν σκοτεινὴν καὶ διώκτριαν ἁμαρτίαν. Ἐκεῖνοι τὴν Ἐρυθρὰν ἔτεμον, καὶ οὗτοι τὴν θάλασσαν τῶν παθῶν. Ἐκεῖνοι τὸν Ἰσραὴλ ἔσωσαν, καὶ τοὺς Αἰγυπτίους ἀπέπνιξαν· οὗτοι τοὺς εὐσεβεῖς διεφύλαξαν, τοὺς δὲ δαίμονας ἢ τοὺς αἱρετικοὺς κατεπόντισαν. Ἐκεῖνοι τὸ μάννα ἐξ οὐρανοῦ είλκυσαν καὶ ὕδωρ πολὺ καὶ πα ράδοξον, τὸ μὲν ἐξ ἀκροτόμου πέτρας εξήνεγκαν, τὸ δὲ ἐγλύκαναν, τὸ ἐν τῇ Μεῤῥᾷ δηλαδή. Εστι δὲ καὶ ἐν τούτοις ἄρτος μὲν οὐράνιος, ή πνευματική τροφή ὕδωρ δὲ, τὸ ζωηρὸν νἅμα τῆς διδασκαλίας τοῦ Χριστοῦ, ὅς ἐστιν ἡ πέτρα κατὰ τὸν Ἀπό στολον. Γλυκαινόμενον δὲ ὕδωρ ἐνταῦθα νοήσεις. τὸ ἀπὸ τῶν Ἑλληνικῶν λόγων εἰς Χριστὸν μεταγά μενον καὶ εὐσεβῶς μεταλαμβανόμενον. Ἐκεῖνοι μυστικῶς καὶ συμβολικῶς τῇ τῶν χειρῶν ἐκτάσει τὸν σταυρὸν τυποῦντες, τὸν ᾿Αμαλήκ ετροπώσαντο, καὶ οὗτοι τὸν διάβολον. Ἐκεῖνοι πρὸς τὴν γῆν τῆς ἐπαγ γελίας ἔσπευδον καὶ τοὺς ἄλλους ὠδήγουν· καὶ οὗται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 833 2. Τούτων ὁ μὲν.... φοβερώτερον. ᾿Απὸ τῶν δύο φησί τούτων ὁ μὲν μέγας Βασί λειος κρυπτόμενόν με καὶ ἡσυχάζοντα, εἰς μέσον ἤγαγε καὶ ἐχειροτόνησεν, ἀναξίως κινηθεὶς τοῦ ἐν αὐτῷ Πνεύματος. Τοῦτο δέ φημι, διὰ τὴν βίαν, καὶ διὰ τὸ ἐμβαλεῖν με εἰς θορύβους καὶ ταραχάς. Τοιοῦ τον γὰρ τὸ χωρίον τὰ Σάσιμα. Λέγω γὰρ, ὅτι ἀναξίως ἐκινήθη, κἂν τραχύτερος ο λόγος. Πάντως δὲ ὁ μέ γας Βασίλειος, φίλος ῶν, ὑπομενεῖ πάντα καὶ πάσχων καὶ ἀκούων. Ἡ γὰρ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει. Ο δὲ Νύσσης Γρηγόριος, ἦλθε παραμυθησόμενος καὶ καταλλάξων καὶ προσημερώσων διὰ Ο 'Ααρών 11. Είρηται 'Ο Η Εκ ΣΙΙΥΙ, ήγουν πρὸς τὸ βάθος εἰσδυνων. Εμυσταγώγει 1. Τὰ πρὸς τὸν λαόν Πρὸς τὸν Θεόν μ. Εβασάνιζον Δὲ παρὰ τούτοις οὐράνιος ὁ Χριστός. Ἐγὼ γὰρ, φησὶν, ὁ ἄρτος εἰμὶ τῆς ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Μέν δέ ᾿Απὸ τούτων, φησί, τῶν δύο ο
col. 975–976page 23 of 25
PG 36:975ὅτι καὶ νῦν ἦλθε· μέμφομαι δὲ, ὅτι μετὰ τὴν χρείαν ἦλθε καὶ μεθό κατέδραμέ μου καὶ ἥττησέ μες άκοντα πείσας χειροτονηθῆναι ὁ μέγας Βασίλειος. Ερωτῶ οὖν τὸν ὁμώνυμόν μοι· Διατί, ὅτε σου ἔχρηζον, οὐκ ἦλθες, ίνα μοι συμμαχήσῃς, ἀλλ᾽ ὕστερος τοῦ και ροῦ; 'Αρα ὡς φιλάδελφος ᾐσχύνθης τὴν τυραννίδα, ἣν ἐτυράννησέ με ὁ ἀδελφός σου; ἢ καὶ σὺ ὡς δυνά στης ἐδυσχέρανας, διότι ἠπείθουν αὐτῷ πρὸς τὸ χειροτονηθῆναι; Φθέγξομαι τι πρὸς σὲ, ἀφ᾽ ὧν εἶπεν ὁ Ιώβ, ἀλγῶν κἀγὼ, ὡς ἐκεῖνος καὶ πρὸς φίλον διαλεγόμενος, εἰ καὶ μὴ φαῦλον, οἷοι ἦσαν οἱ τοῦ Ἰώβ, μηδὲ ἐφ' ὁμοίοις ταῖς συμφοραῖς. Τί οὖν εἶπεν ἐκεῖ νος; Τίνι πρόσκεισαι, ἢ τίνι μέλλεις βοηθεῖν; πότε ρον ούχ, ᾧ πολλὴ ἰσχὺς, καὶ ᾧ βραχίων κραταιός ἐστιν; Ἐγὼ δὲ προσθείην, καὶ ᾧ πολλή σοφία καὶ ἐπιστήμη. Εθος γὰρ τοῖς πολλοῖς, ἀεὶ πρὸς τὸ δυ νατὸν μετατίθεσθαι μέρος, καὶ τοὺς μὲν ἀσθενεστέρους τῶν φίλων καταπατεῖν, θεραπεύειν δὲ τοὺς κρατοῦντας. Τοῦτο μὲν οὖν σὺ οἶδας, τουτέστι τίνα μέλλεις βοηθεῖν. Ἐμοὶ γὰρ οὐ δίκαιον περὶ σοῦ ἀποφαντικῶς λέγειν τι τῶν οὐ καλῶν. Τὸ μὲν, ὅτι καλοῦ παντός τύπον σε καὶ κανόνα ἤγημαι· τὸ δὲ, ὅτι καὶ ὑπὸ τῆς Γραφῆς νουθετοῦμαι, μὴ ταχὺς εἶναι εἰς κρίσιν, ἤτοι εἰς ἀπόφασιν, ἢ εἰς κατάκρισιν· τοῦ μὲν σοφοῦ Σολομῶντος λέγοντος· Μὴ ἴσθι ταχὺς ἐν λόγ γοις· τοῦ δὲ Ἀποστόλου· Μὴ πρὸ καιροῦ τι κρί τετε. Ἐγὼ δὲ ἕτοιμός εἰμι διὰ φιλίαν, καὶ σοὶ καὶ παντὶ δοῦναι λόγον τῆς ἐμῆς προμηθείας καὶ ἀσφα λείας, κάν τινες αὐτὴν ἀπείθειαν ονομάζουσιν (!) ἵνα μάθῃς, ὅτι οὐ πάνυ φαύλον ἔχεις φίλον καὶ ἀπερίσκεπτον, ἀλλὰ θαῤῥοῦντα μὲν, ἃ θαῤῥεῖν ἄξιον, ἐκεῖ δὲ φοβούμενον, κατὰ τὴν ψαλμῳδίαν, οὗ ἔστι φόβος. Φοβερὸν γὰρ, τὸ μὴ φοβεῖσθαι τὸ τῆς ἐπισκ πῆς ἀξίωμα και μέγεθος. τοῦ ἐν αὐτῷ Πνεύματος. Καὶ ἐμοὶ μὲν μέγα ἐστὶν, 836 11. Τί οὖν δοκεῖ... ἐπαναστάσεις. Τὴν μὲν ἀπολογίαν, φησὶν, εἰς ἄλλον καιρὸν ὑπερ θώμεθα· νῦν δὲ εἰπωμέν τι πρέπον τῷ καιρῷ τούτῳ τῆς πανηγύρεως. Ελευθερωθῶμεν, ἀδελφοί, κατά τὴν Παύλου παραίνεσιν, ἀπὸ παντὸς μολυσμού σε ματικοῦ καὶ ψυχικού. Ακούσωμεν Ησαΐου λέγοντος Λούσασθε, καθαροὶ γίνεσθε· καὶ νιψώμεθα το ὕδατι τῆς μετανοίας καὶ τῶν δακρύων· καὶ καθὼς Ρωμαίοις γράφει ὁ ᾿Απόστολος· Παραστήσωμεν τὰ σώματα ἡμῶν, θυσίαν ζωσαν, αγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν ἡμῶν λατρείαν. Ορι δὲ τὴν ἀκρίβειαν ἑκάστης λέξεως. Οὐ γὰρ εἶπε Ηοιήσωμεν τὰ μέλη ἡμῶν θυσίαν, ἀλλὰ, παραστήσωμεν· ὡς ἂν εἰ ἔλεγε, μηδὲν κοινὸν ἔχωμεν λοιπὸν πρὸς αὐτά, μηδὲ καθέλκωμεν πρὸς ἰδιωτικὰς διακονίας, τῷ Θεῷ καθάπαξ αὐτὰ ἀφιερώσαντες. ᾿Αλλὰ καὶ πάντα μῶμον λοιπὸν περιέλωμεν ἀπὸ τῶν με λῶν, ἐπειδὴ θυσία ταῦτά ἐστι. Η γὰρ θυσία, ἀπαρχὴ τῶν ἄλλων ἐστὶ, καὶ οὐδὲν ὀφείλει ἔχειν ἀκάθαρτον. πάνυ πάντη,
col. 977–978page 24 of 25
PG 36:977διὰ χρὴ πάντοθεν ἄμωμον τηρεῖσθαι τὸ σῶμα τὸ ἡμέτερον, ἵνα ἄξιον εἴη τοῦ θυσιάζεσθαι τῷ Θεῷ. Ἐπειδὴ δὲ εἶπε, Παραστήσατε θυσίαν, ἵνα μή τις νο μέσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώματα, ταχέως ἐπήγαγε, ζῶσαν. Καὶ προσέθηκεν, ἁγίαν καὶ εὐά ρεστον, διαιρῶν αὐτὴν ἀπὸ τῆς Ἰουδαϊκῆς. Ἡ τοι αύτη γὰρ θυσία, εὐαρεστήσεως· ἡ δὲ τῶν Ἰουδαίων, ἀκάθαρτος. Ἐκείνη τὸ τεθυμένον νεκρὸν ἀπέφηνεν αὕτη τὸ τεθυμένον, ζῶν ἐργάζεται· ὅτε γὰρ νεκρώ σομεν ἡμῶν τὰ μέλη, τότε δυνησόμεθα ζην. Κακείνη μὲν σωματική, αὕτη δὲ λογική, τουτέστιν οὐδὲν ἔχουσα παχύ, οὐδὲ αἰσθητόν. Λογικὴ δὲ λατρεία ἐστὶν, ἡ πνευματική διακονία, ἡ κατὰ Χριστὸν πολιτεία. Καθάπερ οὖν ὁ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διακονούμενος, οἷος ἂν ᾖ, συστέλλεται τότε καὶ ἱερώτερος γίνεταιοὕτω καὶ ἡμᾶς τὸν ἅπαντα βίον διακεῖσθαι χρή, ὡς λατρεύοντας καὶ ἱερωμένους. Τὴν μέντοι λατρείαν, Εντευξιν ὁ Θεολόγος ὠνόμασε. Δι' αὐτῆς γὰρ ἐντυγχάνομεν καὶ ὁμιλοῦμεν Θεῷ. Οὐδὲν γὰρ οὕτω τῷ καθαρῷ Θεῷ τίμιον, ώς καθαρότης ή κάθαρσις. Εστι δὲ καθαρότης μὲν, τὸ ἤδη καθαρθῆναι· κάθαρσις δὲ, τὸ ἔτι καθαίρεσθαι· ἢ καθαρότης μὲν, τὸ μὴ ἐμπε σεῖν εἰς μολύσματα· κάθαρσις δὲ, τὸ μετὰ τὸ ἐμπε σεῖν ἀπονίπτεσθαι. Ἐὰν τοίνυν βουλώμεθα ἑορτάζον τις θεραπεύειν τοὺς μάρτυρας, τοῦτο τοῖς ἄθλοις αὐτῶν χαρισώμεθα, τὸ καὶ αὐτοὶ στεφανωθῆναι, ὡς νικηταὶ τῆς ἁμαρτίας καὶ τῶν δαιμόνων, καὶ τὸ ἐπι τυχεῖν τῆς αὐτῆς δόξης, οὐ μόνον τῆς παρὰ τῶν ἀν θρώπων, ἀλλὰ καὶ τῆς μελλούσης, ἧς μικρά εἰσιν ὑπομνήματα, αἱ δρώμεναι τιμαί, αἱ παρ' ἡμῶν τοῖς μάρτυσι προσαγόμεναι. Οὐκ ἔστιν ἡμῖν ἡ πόλη, κατὰ τὸν ᾿Απόστολον, πρὸς αἷμα καὶ σάρκα, ήγουν πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τοὺς ἀσάρκους δαί μονας, οἵτινες ἀρχαὶ μὲν λέγονται, ὡς ἀρχηγοί τῶν παθῶν, οἷς οι ταλαίπωροι ἐχόντες δουλεύο μεν· ἐξουσίαι δὲ, ὡς διὰ μέσων τῶν παθῶν κατεξουσιάζοντες ἡμῶν· κοσμοκράτορες δὲ, ὡς κατακρατοῦντες τῶν τὰ κοσμικά φρονούντων. Τὰ πνεύματα τῆς πονηρίας, τὰ ἐν τοῖς ἐπουρανίοις, ἤγουν τὰ ἐν τῷ ἀέρι στρεφόμενα. Λέγεται γὰρ καὶ ὁ ἀὴρ, οὐρανὸς, ὅπερ ερμηνεύων ὁ Θεολόγος, ἐπή γαγε, καὶ περὶ τὰ οὐράνια. Αγωνισώμεθα οὖν πρὸς τὸν ἐμφύλιον ἐν ἡμῖν πόλεμον λέγει γὰρ ὁ Απόστολος, εἶναί τινα ἐν τοῖς μέλεσιν ἡμῶν νόμον ἁμαρτίας, τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς, ἤγουν τῷ φυσικῷ, καὶ ποιοῦντα πολλάκις ἑαυτῷ τὸν νοῦν αἰχμάλωτον καὶ ὑποχείριον. ἀντιπαραταξώμεθα δὲ καὶ πρὸς τὰς ἔξωθεν ἐπερχομένας ἐπαναστάσεις. 837 1. Ἐνέγκωμεν..... μετριώτερον. Υπέμειναν, φησίν, οἱ μάρτυρες θηρία καὶ ξίφος καὶ πῦρ' ὑπομείνωμεν καὶ ἡμεῖς, ὡς μὲν θηρίον, τὸν θυμόν· ὡς δὲ ξίφος τμητικὸν, τὴν γλῶσσαν ὡς δὲ πῦρ, τὴν ἡδονὴν κατασβέσωμεν. Πάσας τὰς αἰσθήσεις δουλαγωγήσωμεν· θῶμεν θύρας ταῖς ἀκοαῖς, εὐκαίρως ἀνοιγομένας πρὸς τὰ θεῖα βήματα καὶ εὐω καίρως κλειομένας πρὸς τὰ θέλγοντα καὶ βλάπτοντα αὐτόν μ
col. 979–980page 25 of 25
PG 36:979& ᾄσματα. Κυβερνήσωμεν τὸν ὀφθαλμόν, μήποτε δι' αὐτοῦ ἡμῖν λαῦρον ἐμπέσῃ τῆς ἐπιθυμίας τὸ κύημα τὴν γλῶτταν, μὴ φθεγξώμεθα μηδὲν ἀπηγορευμένον τὴν ἀφὴν λυττῶσαν πρὸς τὰς περιέργους καὶ βλαβερὰς ἐπαφάς· τὴν γεῦσιν, λιχνευομένην περὶ τὰ ἡδύσματα καὶ σπαράττουσαν· πάντοθεν γὰρ ἀγώγιμος ἐστιν ὁ ἀκόλαστος, καὶ ἀπὸ ἐδωδῆς, καὶ ἀπὸ στρωμνῆς, καὶ ἀπὸ συναναστροφῆς, καὶ ἀπὸ τῶν ὀφθαλμῶν, καὶ ἀπὸ τῶν ὤτων, καὶ τῶν γνάθων, ἀλλὰ καὶ ἐκ τῶν μυκτήρων. Καὶ καθάπερ οἱ βόες τοῖς κρίκοις καὶ τοῖς σχοινίοις, οὕτω καὶ ὁ ἀκόλαστος θυμιάμασι καὶ μύροις καὶ ταῖς ἀπὸ τῶν στεφάνων εἰ ωδίαις περιέλκεται· καὶ τοῦτό ἐστιν, ὦ φησιν λε ρεμίας, ὅτι Ανέβη θάνατος διὰ τῶν θυρίδων διά γὰρ τῶν αἰσθήσεων, ὡς διὰ θυρίδων, εἰσέρχεται εἰς τὴν ψυχὴν ὁ τῆς ἁμαρτίας θάνατος. Πρὸς τοῖς ἄλλοις, καὶ τὸν γέλωτα φύγωμεν· καὶ ὥσπερ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τῷ Ἡλίᾳ ἐντυγχάνοντι τῷ Θεῷ κατά τοῦ Ἰσραὴλ, καὶ λέγοντι, Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατ έστρεψαν, κἀγὼ ἀπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου· λέγει ὁ χρηματισμός, Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ έκαμψαν γόνυ τῷ Βάαλ (εἴδωλον δὲ ἦν ἡ Βάαλ ὑπὸ τῶν Ἰουδαίων τότε τιμώμενον)· οὕτω μηδὲ ἡμεῖς ὑποκύψωμεν τῇ ἁμαρτία διὰ τὴν χρείαν· ἀλλ᾿ ὥσπερ οἱ τρεῖς παῖδες τῇ εἰκόνι τῇ χρυσῇ, ἐν ἔστησεν ὁ Ναβουχοδονόσορ, οὐ προσεκύνησαν· οὕτω καὶ ἡμεῖς τῷ ἐμπαθεῖ εἰδώλῳ τῆς ἁμαρτίας, ὅπερ ίστησιν ἐ διάβολος, μὴ προσκυνήσωμεν. Ο τὴν κοιλίαν φιληδονίας ἕνεκα θεοποιήσας, ἐξ ἀνάγκης τὴν ταύτης συν στατικὸν θεοποιεῖ φιλαργυρίαν· ὁ γὰρ προσκυνήσεις τῇ Βάαλ διὰ τὴν χρείαν, τουτέστι τὴν γαστριμαργίαν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, τη φυλαργυρία φημί, διὰ τὸν φόβον προσκυνήσειεν, αἰτίαν ἄλλην περι ποιητικὴν τῆς παρούσης ζωῆς μετὰ τὸν χρυσὸν οὐκ εἰδώς. Μη καθυβρίσωμεν τὴν ψυχὴν διὰ κακίας, ἀλλὰ κατὰ τὴν ἀποστολικὴν παραίνεσιν, ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνησόμεθα πάντα τὰ βέλη του. Πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Καὶ οὗτος ὁ πόλεμος, ὁ πρὸς τὰ πάθη, φημί, δεινός ἐστιν, ὥσπερ ὁ πρὸς τοὺς τυράννους· καὶ τὸ νικῆσαι τὴν ἁμαρτίαν, μέγα τρόπαιον, ὡς τὸ περιγενέσθαι τῶν διωκόντων οἱ μάρτυρες. Ἐὰν οὕτω πάντοτε συντρέχωμεν εἰς τὰς τῶν ἁγίων ἑορτὰς, ἀληθῶς τιμῶμεν Η Σ, τοὺς μάρτυρας· ἐὰν δὲ συνερχώμεθα, ἵνα τρυφήσω μεν σαρκικῶς καὶ προσκαίρως, καὶ ἵνα τὰ κενούμενα βρώματα εἰσενέγκωμεν, καὶ ἵνα ποιήσωμεν τους ναοὺς τῶν μαρτύρων, χωρία κραιπάλης καὶ μέθης, καὶ ἐὰν τὸν καιρὸν τῶν ἑορτῶν, καιρὸν συναλλαγμά των ὑπολαμβάνωμεν, καὶ ἡ σύνοδος ἡμῖν γένηται, ἵνα ὠνίων διάμειψιν. ποιησώμεθα, οὐχ ἵνα τῆς θεώ σεως ἐπιτύχωμεν, ἧς μεσῖται γίνονται οἱ ἅγιοι, τὴν μὲν λαὸν παρακαλοῦντες ἀναβαίνειν καὶ θεοῦσθαι, τὸν δὲ θεὸν ἱκετεύοντες ἐπικλίνεσθαι καὶ βοηθεῖν, πρῶτον μὲν, οὐδὲ τὸν καιρὸν ἐπιγινώσκω, καιρὸν ἑορτῆς. Τι γὰρ τὸ ἄχυρον πρὸς τὸν σίτον, φησὶν ὁ Κύριος διὰ Ἱερεμίου· τί δὲ κοινὸν τῇ τῆς σαρκός το
Continue reading PG 36: Nonnus Abbas →≣ entire volume
Page scan enlarged

Notebook

Full View