PG 38Caesarius of Nazianzus
Saint Caesarius, Brother of Saint Gregory
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1135–1136page 145 of 173
PG 38:1135Τοῖς ἔμπρ. ἐπεκτεινόμενος έληξεν. πως: Εν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατά σκοπὸν διώκω ποίῳ τρόπῳ τὰ περὶ ἀρετῶν, δεόμεθά σου πρῶτον λει χθῆναι ἡμῖν, τίς ὁ τέλειος τῆς ἀρετῆς ὄρος. Απόκρισις. θαυμασίως, ὦ φίλη κεφαλή, καὶ συντόνως ζητών τίς ὁ τέλειος τῆς ἀρετῆς ὅρος, ἔδειξας ἐγρηγόριος πρὸς ἐκεῖνον ὁρᾷν, καὶ ὡς (εἴπερ εὑρεθείη τῷ λόγῳ τὸ ποθούμενον) εἰς τὸν σαυτοῦ σφετερίσασθαι τοῦτον βίον. Ἐγὼ δὲ ἐπ' ἀμφοῖν ἐπ' ἴσης ἀμηχανῶ· τὸ γὰρ περιλαβεῖν ἢ δεῖξαι, ὅπερ ἂν ὁ λόγος κατανοήση, ὑπὲρ τὴν ἐμήν φημι ὑπάρχειν ἔννοιαν· ἴσως δὲ καὶ πάντες οἱ κατ' ἀρετὴν ἀστράπτοντες, ἀνέφικτον αὐτ τοῖς ὑπάρχειν τὴν τελειότητα ὁμολογήσοιεν. Ἡ γὰρ τελειότης ἐπὶ μὲν τῶν ἑτέρων πάντων ὅσα τῇ αἰσθήσει μετρεῖται, πέρασί τισιν ὡρισμένοις διαλαμβάνεται, οἷον ἐπὶ τοῦ ποσοῦ τοῦ συνεχούς καὶ τοῦ διωρισμένου. Πᾶν γὰρ τὸ ἐν ποσότητι μέτρον, οἰκείοις τι σὶν ὅροις ἐμπεριέχεται. Καὶ ὁ πρὸς τὸν πήχυν βλέ πων, ἢ τὴν τοῦ ἀριθμοῦ δεκάδα, γινώσκει τὸ ἀπὸ τίνος ἀρξάμενος, καὶ εἰς τίνα κατέληξεν· ἐν ᾧ ὑπάρ χει τὸ τέλειον ἔχειν. Ἐπὶ δὲ τῆς ἀρετῆς ἕνα περά τοῦ ᾿Αποστόλου τελειότητος ὅρον ἐπαιδεύθηκεν, τὰ ὑπάρχειν αὐτὴν ἀόριστον καὶ ἀπεράτωσιν. Ο γὰρ πολὺς ἐκεῖνος καὶ ὑψηλὸς τὴν διάνοιαν ἀεὶ διὰ ταύτης θέων, οὐδέποτε τοῖς ἔμπροσθεν ἐπεκτεινόμενο; έληξεν Οὐδὲ γὰρ ἀσφαλεστάτην ᾤετο τὴν τοῦ δρό μου στάσιν· οὐδὲν γὰρ ἀγαθὸν τῇ οἰκεία φύσει ὁρίζει ται· τῇ δὲ ἀντιπαραθέσει τοῦ ἐναντίου περατούνται πάντως, ὡς ἡ ζωὴ τῷ θανάτῳ, καὶ τὸ φῶς τῷ σκέτες, καὶ ἡ ῥώμη τῇ ἀρρωστία. Ωσπερ οὖν τὸ τῆς ζωῆς τέλος ἀρχὴ θανάτου ἐστι, καὶ ἡλίου δύσις ἀρχὴ σκότους, καὶ ἡ τῆς εὐσθενείας ἐκκοπὴ ἀρχὴ ἀσθε γείας· οὕτως τοῦ κατ' ἀρετὴν δρόμου ἡ στάσις, ἀρχὴ τοῦ τῆς κακίας γίνεται δρόμου. Οὐκοῦν εὖ ἔφην μὴ ὅροις ὑποκεῖσθαι οἰκείοις τὴν ἀρετήν· τὸ γὰρ πέρασι διαλαμβανόμενον οὐκ ἔστιν ἀρετή· ἀρετὴν δὲ τελείαν, ἀπέραστον, καὶ ἀόριστον, ἀμεγέθη τε καὶ ἄπεσιν, πάσης καταλήψεως ὑπέρτερον τὸ θεῖόν φημι, τὸ χι ρίως καὶ πρώτως ἀγαθὸν, οὗ ἡ φύσις ἀγαθότης ὑπάρχει ἡ ἀπεράτωτος ἀρετή. Ἐπεὶ οὖν οὐδεὶς ἀμ τῆς ὄρος πλὴν κακίας ἀντιπαράθεσις, ἀπαράδεκτον δὲ τοῦ ἐναντίου τὸ θεῖον καὶ ἀόριστον· ὁ δὲ τὴν ἄρχ τὴν μετιών, πάντως Θεοῦ καὶ αὐτὸς μετέχει· αὐτὸς γὰρ ὑπάρχει παντελὴς ἀρετῇ· τοῦτο δὲ ὄρον ούτι έχει ἀναγκαίως καὶ ἡ τοῦ μετέχοντος ἐπιθυμία του φορέσου συμπαραθέουσα, καὶ συμπαρεκτεινομένη, στάσιν οἱ δέπω ἕξει τοῦ δρόμου. Αόριστος οὖν καὶ ἀπέραντος ή παντελὴς ἀρετὴ νοείσθω, ἥτις ὑπάρχει τὸ Θείον. ΠΕΥΣΙΣ ΡΟΒ. Καὶ πῶς τις ὁδοῦ ἢ ἔργον ἐπιβήσεται, πέρας καὶ ἡ τελειότης αὐτῷ ἀπροσδόκητος; Πώς δ δὲ επεκτινομένοις ελε ξεν,
col. 1137–1138page 146 of 173
PG 38:1137Τα καὶ μετέλθοι τὴν ἀρετὴν ἀπελπίζων τῆς τελειότητος; Απόκρισις. ᾿Αλλὰ μὴ, ἐπειδὴ τὸ ζητούμενον ἄληπτον ὁ λό γος ἔδειξεν, τῆς ἐνδεχομένης ἀρετῆς ἀμελήσωμεν, τῆς παντελῶς θεηγορούσης, Γίνεσθε τέλειοι ὡς δ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Οὐ πάντως τῇ ἀπαραβλήτῳ, καὶ ὑπὲρ λόγον καὶ ἔννοιαν θείᾳ φύσει ἡμᾶς συναποτείνεσθαι διακελευόμενος· ἀμή χάνον γάρ· ἀλλὰ τὸ ἐκείνης μιμεῖσθαι φιλάνθρωπον, καὶ εὐπρόσιτον, καὶ πανάγαθον· πᾶσαν περί τὸν πέλας εὐσπλαγχνίαν ἐπιδεικνύμενοι, κἂν ἐχθρὸς ὑπάρχῃ καὶ ἐπίβουλος· πάντα γὰρ πᾶσιν ἐπικουρεί τὸ Θεῖον, καὶ ἀφθόνως πηγάζει· προλαμβάνωμεν δωρεαῖς τὰς τῶν συμφερόντων αιτήσεις, παρ' οὐδε νὸς δὲ κατ' ἀξίαν τιμώμενοι. Μετέλθωμεν τοίνυν καθ' ὅσον οἷόν τε τὴν ἀρετὴν, κούφοις τε καὶ πυκνοῖς τοῖς ἄλμασι πρὸς αὐτὴν συναλλόμενοι, εἰ καὶ τῆς κορυφῆς ἐφικέσθαι ἀμήχανον. Ἐπεὶ γὰρ τῶν καλ λίστων καὶ μὴ τοῦ παντὸς τυχεῖν οἷός τε ἦν, τὸ καὶ μέρους ἐπιτυχεῖν, κέρδος ὑπάρχει οὐ τὸ τυχόν· ἐπεὶ γὰρ τὴν κρήνην, ἢ τὴν ὑδρίαν ἐκπιεῖν οὐχ οἷοί τέ ἐσμεν, ἆρ' οὐκ ὀφείλομεν τῇ ἐγχωρούσῃ μετουσία τὸν φλογμὸν τοῦ δίψους ἀκέσασθαι; ἢ ὅτι ὅλον τὸν ἀέρα σπᾶσαι ἀμήχανον, παρὰ τοῦτο οὐδ' ἀναπνεῖν ὀφείλο μεν; ἢ ὅτι πᾶσαν τὴν διαλεκτικὴν οὐκ ἐπιστάμεθα, οὐδ᾽ ὅλως φράζειν ὀφείλομεν; Πᾶσαν τοίνυν ἐπιδεικτέον σπουδὴν μὴ πάντη ἐκπεσεῖν τῆς ἐνδεχομένης τελειότητος· ἀλλὰ τοσοῦτον αὐτὴν περιπτύξασθαι, ὅσον ἡμῖν καὶ ὑπὲρ τὴν δύναμιν· ἐπαινετὸν γὰρ αὐτ τῆς τὸ πλεονέκτημα. Διὸ τελειότης δοκεί μοι ἀρετῆς τὸ σπεύδειν ἀεὶ ἐν τῷ καλῷ τὸ πλέον ἔχειν, καὶ δικαιοσύνῃ βαρεῖν τὴν ἀδικίαν. Αποῤῥήτως γὰρ τῇ διακρίσει τῆς θειότητος ἀντισηκουμένων, καὶ ἀν τιμετρουμένων ἐν ἀκαρεῖ τῶν ἑκάστῳ βεβιωμένων, διὰ τοῦ ὑπερεκπίπτοντος καλοῦ τε καὶ χείρονος τὰς ἀμοιβὰς κομιζόμενοι, πρὸς τοὺς ὁμοίους ἀποκρινώμεθα, συγγεραιρεῖσθαι, ἢ συντιμωρεῖσθαι μέλ λοντες. ΠΕΥΣΙΣ ΡΟΓ. Τίνα τὰ εἴδη τῆς ἀρετῆς, καὶ πόσα; καὶ εἰ δυνατ τὸν διὰ μιᾶς αὐτῶν κατορθῶσαι; Οὐ γὰρ πάντες τὰς πάσας δύνανται κατορθώσαι. Ἴσως γὰρ τις ξενίζειν τινὰς διὰ πενίαν οὐ δύναται, ἐγκρατεύεσθαι καὶ σωφρονεῖν δύναται, ἢ ὑπομένειν ἐν πειρασμοῖς, * διδάσκειν τὰ εὐσεβή. "Αλλος δὴ μεταδίδωσι τοῖς πένησι τὰ ἀναγκαῖα πρὸς τὸ ζῆν· ἄλλος δὲ διακονεί δωρεάν. Τί οὖν; Διὰ μιᾶς τούτων οὐ δύναται ἀπαλ λαγῆναι τῆς αἰωνίου κρίσεως; Απόκρισις. Πάσα μὲν ἀρετὴ περισπούδαστος ὑπάρχει τοῖς τὸ λογικὸν μὴ ἀμαυρωθεῖσιν ὑπὸ τῆς ὕλης, παρά τε τοῖς ἀρτίφρασιν ἀληθῶς. Πᾶσα δὲ κακία βδελυκτή,
col. 1139–1140page 147 of 173
PG 38:1139οἷα δὴ ἀντίπαλος ἱσταμένη τοῦ κρείττονος, κατά τῆς ἡμετέρας ἀγωνιζομένη φύσεως. Ἀρετῆς ον είδη τέταρτά τινες ἔφρασαν· τὰ δὲ ὑπάρχειν, Δι δρείαν, Φρόνησιν, Σωφροσύνην, καὶ Δικαιοσύνην ἅπερ καλὰ μὲν τυγχάνει, χθαμαλὰ δὲ ἔρπει, καὶ ἐπὶ τῆς χέρσου νήχεται, κατώτερα τυγχάνοντα τῆς αὐ ρανίου ἀψίδος· ἀνδρείαν γὰρ φήσαντες, τὴν τῆς ὕλης ἀντίμαχον· καὶ σωφροσύνην, τὸ κατὰ τῶν παθῶν κράτος και νίκην φρόνησιν δὲ, τὴν ἐν ταῖς πόλεσιν αριστοκρατίαν· δικαιοσύνην δὲ, τὴν κύδιμον τοῦ βίου μερίδα. "Ως γε ζοντο τάξιν τινά νομο θετοῦντες, χαλινώσαντες τὴν ἐφ᾽ ἐκάτερα τοῦ πλείονας ἀμετρίαν· ύψηλότερον δέ τι μήτε νοῆσαι, μήν σε ἐκφάναι οἷοί τε· τό τε ἐπ' αὐτοῖς τὴν ἀρετὴν τοῖς ὁρωμένοις περιέκλεισαν μόνον, μηδὲν οιηθέντες αὐτὴν ἔχειν ὑψηλόν τε, καὶ τῆς τῶν οὐρανῶν εὐχοι σμίας ἐφάμιλλον. Ἡμεῖς δὲ καθηγεμόνα τὸν ὑψη λὸν Ἀπόστολον ἔχοντες, πολλὰ μὲν εἴδη ἀρετῆς ἀπὸ αριθμούμενον, τρία πάντων ἐξαίρετα, πίστιν, ἐλε πίδα, ἀγάπην· ὧν ἡ μὲν πίστις δωρεῖται βροτοῖς τὰ ὑπὲρ φύσιν, τοῖς νοητοῖς καταγράφουσα τὸν ἔτι περικείμενον τὸ πολυπαθὲς τῆς ὕλης περιβόλαιον. "Α γὰρ αἱ τῶν ἀγγέλων καὶ τῶν λοιπῶν ἀσάρκων τά ξεις ἠγνόησαν, τούτων τοῖς χαμαιπόροις καὶ ἐπὶ γῆς καλινδουμένοις βροτοῖς τὴν ἐπιστήμην εἰσηγείται ή πίστις, καὶ ὑποδείκνυσι προσάγουσα τὴν διάνοιαν τῷ βασιλικῷ τε καὶ ἀσχηματίστῳ θρόνῳ· καὶ ἀκριβῆ ἀναστράπτουσα τὴν αἴγλην τῆς ἀνάρχου καὶ ἀκράτου φύσεως, τῇ ἐκεῖθεν ἀστραπῇ τὴν ἀχλὺν τῶν αἰ σθήσεων ἀπελαύνουσα, καὶ εἴ τι παχὺ καὶ νεφῶδες τῶν τῇδε τοῦ νοῦ ἀπολήσασα, παρέχει έταιρο ζομένη οὐδὲν ἄτοπον πιστεύειν πεπράχθαι, τῶν προτέρων ἀμνηστίαν καὶ ἀπόνηψιν τῷ λουτρῷ παι εισαμένη· καὶ οἱονεὶ ἀείπαις καὶ ἄμωμος ἀναφαν νεῖσα. ΜΕΥΣΙΣ ΡΟΔ' Τι βούλεται λέγων ὁ Κύριος, Ἀπὸ δὲ τῶν ἡμερών Ιωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρει ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν; Οίδαμεν δὲ ὅτι πάσης κρίσεως καὶ κατάρας ἐστὶν ἄξιος. Πῶς οὖν ἄρα νοήσομεν τὸ τοῦ Κυρίου βήμα; Απόκρισις. Ἰωάννου πρώτου αὐθήμερον ἥκειν τὴν βασιλείαν τῶν οὐρανῶν βροτοῖς καταγγείλαντος, καὶ τοῦ Σωτῆρος θᾶττον ἐπιστάντος· οἱ ἀραρότως καὶ εἰλικρινώς και στεύοντες, δι' ἀκροτάτης ἀσκήσεως και ακληρουχίας τοὺς ὄρους τῆς φύσεως ὑπερβαίνοντες, καὶ πρὸς τὸ ἀπαθὲς μεθιστάμενοι ἐν σώματι, καὶ τὰ ἐκ τούτου κωλύματα ὑπεριπτάμενοι, νεκροῦντες τὰς ἐπιθυμίας τοῦ σώματος, διὰ τῆς στενῆς καὶ πονικωτέρας ὁδοῦ ταῖς ἀρεταῖς βαίνοντες, σφᾶς βιάζονται, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως επειγόμενοι, ώς φησιν ἱερὸς Απόστολος ΠΕΥΣΙΣ ΡΟΣ. Τί σημαίνει ὁ Κύριος λέγων περὶ τοῦ αὐτοῦ Ἰωάν
col. 1141–1142page 148 of 173
PG 38:1141νου, καὶ εἰ θέλετε δέξασθαι, οὗτός ἐστιν Ηλίας ὁ μέλλων ἔρχεσθαι; Οίδαμεν δὲ ὅτι Ἰωάννην Ηρώ της ἀπέτεμεν· καὶ πῶς πάλιν Ηλίας αὐτὸς οὗτος γενήσεται; Απόκρισις. Ἐν πνεύματι καὶ δυνάμει 'Ηλίου, ἔμπροσθεν αὐτ τοῦ ἀποσταλέντα ἐν τῇ θεανδρικῇ ἐπιφοιτήσει, Ηλίαν εἰκότως προσαγορεύει, διά τε τῆς χάριτος τὴν ἰσό τητα, καὶ τῆς οἰκονομίας τὸ ἐφάμιλλον. 'Αρχὴ γὰρ καὶ τέλος τῶν δύο Διαθηκῶν γέγονεν Ιωάννης· τέλος μὲν τοῦ νόμου, ἀρχὴ τῶν Εὐαγγελίων, τοῦτ' ἔστιν, ἑτέρας παρὰ τὴν νομικὴν ἀγωγήν τε καὶ πολιτείαν καθηγητής. Ομοίως καὶ Ἠλίαν καραδοκῶμεν ἐν τῇ Θεανδρικῇ δευτέρα Χριστοῦ ἐπιφοιτήσει βραχύ τι προήκοντα, πέρας μὲν ὑπάρχειν τῆς ἐνεστώσης ἀγωγῆς τε καὶ ζωῆς, ἀρχὴν δὲ τῆς μελλούσης· κατὰ δὲ Ἰωάννην καὶ αὐτὸν ὑπὸ τοῦ νοητοῦ Ἡρώδου ὑπὲρ ἀτρεκείας μιαιφονούμενον. ΠΕΥΣΙΣ ΡΟϚ'. Πῶς μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννης ὁ Βαπτιστής; Καὶ εἰ προφήτης ἦν, τί περισσότερον εἶχε προφήτου; ὅτι οὕτως λέγει ὁ Κύριος ἐν Εὐαγγελίοις. Διὰ τί δ' ἄρα μείζων πάντων ὑπὸ τοῦ Σω τῆρος μαρτυρηθεὶς, τὸν ἑαυτοῦ πατέρα Ζαχαρίας ἐφίμωσεν; Απόκρισις. Ποικίλη μοι δοκεῖ ἡ περὶ τούτου διασάφησις· καὶ πρό γε πάντων ὑμῶν αὐτῶν ὁμολογούντων, μείζων πάντων βροτῶν, καὶ ὑψηλότερος προφητῶν, ὑπὸ τοῦ Κυρίου μαρτυρεῖσθαι τὸν Ἰωάννην, οὐκ ἔχομεν λό γον τοῦ ζῶντος Λόγου ἀνώτερον, μαρτυροῦντα τῇ βοώση ἐν τῇ ἐρήμῳ φωνῇ, Ετοιμάζειν τὰς ὁδοὺς τοῦ Κυρίου, καὶ εὐθείας ποιεῖν τὰς τρίβους αὐτοῦ. ᾿Αλλὰ τὰς ἀφορμάς περὶ τῆς φωνῆς ᾿Απὸ τοῦ Λόγου κομισάμενοι, λόγον, οὐθετέρου κατ᾽ ἀξίαν, ἀλλὰ κατὰ δύναμιν ἐμὴν περὶ ἑκάστου ἀποδώσω. Μείζων τοίνυν πάντων ἐν γεννητοῖς γυναικῶν Ἰωάννης, ὅτι ἐν τῇ μητρών νηδύν ὑπάρχων ἔτι, καὶ μή που τοῦ καθ' ἡμᾶς βίου ψαύσας, προεφήτευσε τῇ μητρώα γλώττῃ ὀργάνω χρησάμενος, καὶ ἐν σκότει λανθάνων, τὸ φῶς ἐν γαστρὶ τῆς ἀείπαιδος Μαρίας σαρχούμενον οὐκ Αγνόησε· τὴν ἀστραπὴν οἱονεὶ δι' ἐπῆς τινος τοῦ τῆς φερούσης στόματος, τῇ περιπτύξει καὶ φιλήματι τῆς θεοφόρου νεάνιδος σπασάμενος, ἀρθεὶς τῇ μητρώα γλώττῃ ἀνεβόησε, Πόθεν μοι τοῦτο, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς μέ; Ὁ εὐγνώμων οι κάτης ἐπέγνω τὴν Δεσπότην· καὶ σκαίρων ἐξάλλες σθαι τῆς γαστρός, πρὸς τὴν διακονίαν τοῦ λόγου επείγεται προφθάσαι τὸν Ἰορδάνην, καὶ ἑτοιμάσαι τὸ ὑπὲρ ἡμῶν κατὰ σάρκα λουτρόν. Πλεονεκτεῖ δὲ προφητῶν, τῷ καὶ αὐτὸν ἀθρῆσαι ἐν σαρκὶ τὸν προ φητευόμενον, καὶ τῆς ἐκείνου κορυφῆς ψαῦσαι, ἧς τρέμει τὰ σύμπαντα, ὃν πάντες πατριάρχαι και προ φῆται δι' ὀνείρων ή αἰνιγμάτων μόνων ἐφαντάσθησαν, πρὸ τῆς θεανδρικῆς τοῦ Λόγου Θεοφανείας τὸν βίον ἀμείψαντες. Τὸ δὲ κωφεῦσαι τὸν Ζαχαρίαν, τὴν γέννησιν τοῦ παιδὸς εὐαγγελισθέντα οὐ κατ᾽ ἔκπλη το
col. 1143–1144page 149 of 173
PG 38:1143ξιν τοῦ ὀφθέντος αὐτῷ ἀγγέλου φημί (ἐν συνηθεία γὰρ ἦν τῆς ἐκείνων όψεως, καθαρῶς τῷ νόμῳ ιερα τεύων), ἀλλὰ τῷ τύπῳ τῆς ἐκείνου σιγῆς ἡ τοῦ νό μου ἔπεται σιγή. Τικτομένου δὲ τοῦ παιδὸς ἡ γλῶττα τοῦ πατρὸς αὖθις ἀπεκαθέστατο δηλοῦσα ἀπὸ τῆς σιγῆς, καὶ στειρώσεως, καὶ γήρους, τὴν φωνὴν τίτ κτεσθαι· τοῦτ' ἔστιν ἐκ τοῦ παλαιωθέντος, καὶ και τα γηράσαντος, καὶ στειρότητος νόμου τῇ ἀκαρπίς τῶν δεξαμένων Ἰουδαίων, οὐδὲν ἐκ τῶν προφητικῶν προῤδήσεων ἀπαναμένων, οὐδὲ συνιόντων τὴν του δαϊκὴν τοῦ Θεοῦ καὶ Λόγου καθ' ἡμᾶς γέννησιν εἰς ἔργον ἐλθεῖν· καὶ τὴν αὐτοῦ κατὰ σάρκα μητέρα ἐξ ἐκείνων προελθεῖν. ΠΕΥΣΙΣ ΡΟΖ. Καὶ πῶς μείζονα πάντων αὐτὸν ὑπάρχειν ὁ Χριστὸς μαρτυρῶν, πάλιν αὐτὸς λέγει. Ο δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν. Απόκρισις. Οὐδὲ τοῦτο ἔξω διπλῆς καὶ ποικιλίας το νόημα τριπλῆν γὰρ ἡμῖν ὁ λόγος ἐμφαίνει διάνοιαν· τὴν μὲν, ὅτι μικρότερος αὐτοῦ κατὰ σάρκα αὐτὸς ὁ Κύ ριος, μετὰ ἐξαμηναῖον χρόνον τῆς ἐκείνου συλλήψεως οὗτος οἰκήσας τήν ᾿Αείπαιδα, τὸ ἐξ ἐκείνης σῶμα π ριτιθέμενος καθ' ἔνωσιν ἀδιάσπαστον καὶ μίξεως ἐλεύθερον, καθὼς ἐκ τοῦ μεγάλου Γαβριὴλ παιδευόμεθα, εὐαγγελιζομένου τὴν Θεοτόκον. Φησὶ γὰρ, 'οὺ Ελισαβὲτ ἡ γυνή σου καὶ αὕτη συνειληφυία υἱὸν ἐν γήρᾳ, καὶ οὗτος μὴν ἕκτος αὐτῇ. μικρότερος ἐστιν Ἰωάννου βροτός ὁρώμενος, μείζων δε, Θεός νοούμενος ὁ Χριστός. Δευτερεύει δὲ τούτης ή τῶν ἀγγέλων πρὸς Ιωάννην ὑπεροχή. Ο γὰρ πάντων ἀγγέλων δοκῶν ἔσχατος τῇ τάξει, καὶ τῇ φύσει βραχύτερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ υπάρχει κατὰ φύσιν καὶ γέννησιν· Ἰωάννην γὰρ ὁ εὐτελὴς Ηρώδης ἀπέτεμεν· εἷς δὲ ὁ ἄγγελος ὁ πάνω των μικρότερος μυρίους Ηρώδεις ἐν ἀχαρεί πατάξει καὶ ἀπολέσαι. Εἰς γὰρ ἄγγελος ἐξελθὼν ἐκ τῆς παρα εμβολῆς, ἐπὶ τοῦ Ἡσαΐου καὶ Ἐζεχίου, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν πολεμίων ἐν ἀτόμῳ δρέψατο ἀνελών. Τίνα δὲ ἡμῖν ἕτερον ἡ τρίτη παρα ίστησι διάνοια, μικρότερον μὲν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζονα δὲ Ἰωάννου; ἢ πάντως τὸν ὑπὸ τοῦ Κυρίου τὸν μετακληθέντα Υἱὸν βροντῆς, Ἰωάν νην τὸν Θεολόγον. Ἐκεῖνος γὰρ μετὰ πολλοῦ τοῦ δέους καὶ προσταττόμενος ψαῦσαι τῆς τοῦ Λόγου κορυφής σαρκοφοροῦντος, οὐκ ἐθάῤῥει. Οὗτος δὲ πάντων πλεονεκτῶν παρρησίᾳ, ἐν τῷ θείῳ δείπνῳ ἐν τῷ κόλπῳ τοῦ Κυρίου ἀνακλιθείς, μετά βραχὺ ὑπ' αὐτὸ τὸ ἅγιον τοῦ θεάνδρου στέρνον μετανακλίνεται, καθὼς παιδεύει τὸ Εὐαγγέλιον, περὶ τοῦ μέλλοντος αὐτὸν παραδιδόναι πυθόμενος· ἔνευε γὰρ αὐτῷ ὁ Πές τρος μαθεῖν τίς ἄρα ᾗ ὁ διδοὺς αὐτόν. Οὐ μήτηρ ἡ τεκοῦσα, οὐκ Ἰωσὴφ ὀνομαζόμενος, οὐκ ἦν δὲ πατὴρ αὐτοῦ· οὐκ Ἰωάννης ὁ Βαπτιστής, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὔθ' ἕτερός τις ἀνδρωθέντος τοῦ Θεοῦ Διπλῆς. διπλόης έχει δὲ καί τις διπλόην τὸ νόημα.
col. 1145–1146page 150 of 173
PG 38:1145Σ καὶ Λόγου ἐτόλμησε προσψαύσαι τοῦ φρικώδους ἐκεί του στήθους, ἐφ' οὗ οὗτος ὁ Ἰωάννης, οἷα πατὴρ ἐφ' υἱῷ διαχεόμενος ἀνέκειτο· ἐκεῖθεν τὸν περὶ τοῦ Λόγου λόγον ἀρυσάμενος· καὶ δὴ τοῖς ὑπ᾽ οὐρανοῦ βροντήσας τὸν Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἐκεῖνος τὸ θεῖον καὶ πανάγιον Πνεῦμα ἐν εἴδει περιστερᾶς ἐθεάσατο μόνον, ἐπὶ τὸν Λόγον σαρκὶ βαπτισθέντα ἐξ οὐρανῶν ἐπιπτάμενον. Οὗτος δὲ ἐν εἴδει γλώττης πυρὸς ἐπὶ τῆς οἰκείας ἐδέξατο κεφαλῆς, ἅμα τοῖς συμφοιτηταίς, ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς, καθὼς ὁ μέγας Λου κᾶς τὰς Πράξεις γράφων τῶν ἀποστόλων ἱστόρησεν ἐκεῖνος καρατομεῖται δι' ἑταίραν ἀκόλαστον ἀδελφό μεγα, τὴν Ἡρώδου γυναῖκα, γενομένην τοῦ ἀδελφοῦ αὐτοῦ· οὗτος ὑπὲρ τοῦ Κυρίου τὸν τάφον οἰκῆσαι κατακριθεὶς, ὕστερον τελευτᾷ. Ἐκεῖνος ἐβάπτιζε μό νον τοὺς προσιόντας, Πνεῦμα δὲ θεῖον οὐδενὶ παρα σχεῖν οἷός τε ἦν· διὸ τοὺς ὑπ' ἐκείνου βαπτισθέντας, οὗτος ἅμα καὶ οἱ λοιποὶ ἀνεβάπτιζον οἱ ἀπόστολοι πρὸς τελείωσιν, καὶ χειροτεθοῦντες, Πνεύματος ἁγίου μετεδίδουν τοῖς πιστοῖς εἰς σημείων καὶ τεράτων ἐπίδειξιν. Ἐκεῖνος μείζων πάντων ἐν γεννητοίς για ναικῶν ὑπάρχειν ἐμαρτυρήθη παρὰ τοῦ μείζονος οὗτος φῶς τοῦ κόσμου ἐκλήθη παρὰ τοῦ ἀληθινοῦ καὶ ἀγεννήτου καὶ ἀεὶ ὄντος Θεοῦ μεγάλου φωτός. Ἐκεῖνος τὸν βίον ήμειψε μηδὲν σημεῖον πεποιηκώς, μηδ' όλως θαυματουργήσας, καθώς φησι περὶ αὐτοῦ τὸ Εὐαγγέλιον, μηδέ τι ἀκούσας τῶν ἐκεῖ μελλόντων αὐτῷ· οὗτος συγκαθέζεσθαι Χριστῷ, καὶ νεύματι αὐτοῦ κρίνειν τὰς φυλὰς τοῦ Ἰσραὴλ, παρὰ Χριστοῦ θεηγοροῦντας ἐπήγγελται ἅμα τοῖς δώδεκα. Ἐκεῖνος οὐδαμοῦ μακαρίζεται, καὶ μέγας ὑπάρχων ἐν βρα τοῖς· οὗτος ἀπόδειξιν λαμβάνων τοῦ μείζους ὑπάρ χειν, ὑπὸ τοῦ μάκαρος Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅς φησιν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν & βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ὰ ἀκούετε, καὶ οὐκ ἤκουσαν· ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ότι βλέπετε, καὶ τὰ ὦτα, ὅτι ἀκούετε. Προφήτην δὲ καὶ δίκαιον τὸν Ἰωάννην ὑπάρχειν πάντες πιο στεύομεν. Ἐκεῖνος ἐγγίσασαν τῇ οἰκείᾳ μητρὶ τὴν τοῦ ἀπάτορος ἐνταῦθα μητέρα δείσας, ἔσχαιρεν ἐξάλλεσθαι, τῆς φερούσης κινδυνεύων, μή φέρων την πυρφόρον ἐγγίζουσαν· τοῦτον δὲ ἐφ' ἑαυτοῦ συνίστησι καὶ παρατίθεται τῇ οἰκείᾳ μητρὶ ὁ κατ' οὐσίαν ἀμή τωρ, καὶ κατ' οίκονομίαν ἀπάτωρ. Κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους τῷ σταυρῷ παρεστῶσιν, άτε νίσας τῷ Ἰωάννῃ, φησὶ τῇ ἀγάμῳ, καὶ μητρί, Ιδού ὁ υἱός σου, ἀνάπαλιν δὲ πρὸς ἐκεῖνον, Ἰδοὺ ἡ μή της σου· θάτερον θατέρῳ ἀνθ' ἑαυτοῦ συνιστῶν, καὶ ἑκατέρων τὴν ἀμείωτον καὶ ἀνέπαφον παρθένον δη μηγορεύει θεομάχου πανηγύρεως. Καὶ συνελόντα φάναι, Χριστὸς ὑπάρχει ἡ βασιλεία τῶν οὐρανῶν. Ο οὖν κατὰ νόμον τέλειος καὶ ἀκριβὴς Ιωάννης ήττων μοι δοκεῖ τῶν εἰς τὸν θάνατον τοῦ
col. 1147–1148page 151 of 173
PG 38:1147Κυρίου βαπτισθέντων· Οὐδὲν γὰρ ἐτελείωσεν ὁ μος, καθώς φησιν ὁ πολὺς ἐν τῷ νόμῳ, καὶ ὑψηλὸς ἐν δ Ευαγγελίοις Απόστολος, πάντων ἐν πείρα καθεστώς. Ἐν τῇ γενεᾷ οὖν αὐτοῦ, καὶ ἐν τοῖς καιροῖς αὐτοῦ μείζων πάντων ἦν ὁ Ἰωάννης· ἐπεὶ ἄρα διαμάχεται ἑαυτῷ τὸ θεῖον, πρὸς μὲν τὸν Σολομῶντα φάσκων, Ὣς· οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σου. Περὶ δὲ Ἰωάννου, καὶ ὅτι οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων αὐτοῦ· κατὰ τὸν νόμον οὖν μείζων ἦν, καὶ ἀκριβέστερος πάντων· ἀμείνονες δὲ ὑπάρχουσιν οἱ ἀπόστολοι· οὐ γάρ φησιν ὁ Κύριος, ὅτι οὐκ ἀναστήσεται μείζων αὐτοῦ, ἀλλ' ὅτι οὐκ ἐγήγερται, ὡσανεὶ ἐν τοῖς καιροῖς αὐτοῦ. Πρὸ ἀμφοῖν δὲ τούτων, πρὸς τὸν διάβολόν φησιν ὁ Θεὸς, Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ιώβ, ὅτι οὐκ ἔστι τῶν ἐπὶ τῆς ἄνθρωπος κατ' αὐτόν; Καὶ πρὸς τὸν Μα στα φησίν, Πρὸς ἅπαντως ανθρώπους ἔγνων σε, καὶ εὗρες χάριν ἐνώπιόν μου. Ὥσπερ οὖν μέσ γας ὑπάρχων ἐπὶ τοῖς καιροῖς αὐτοῦ Ενώχ μετε τέθη· καὶ ὥσπερ δίκαιος ὧν ἐν τοῖς χρόνοις αὐτοῦ Νῶε, ἐν τῇ κιβωτῷ ὄγδοος διεσώθη, τοῦ κόσμου και τακλυσθέντος· καὶ ὥσπερ μέγας τυγχάνων ὁ Λώτ μόνος περιεσώθη, τῆς Πενταπόλεως Σοδόμων έμπρησ σθείσης· οὕτως καὶ Ἰωάννης μείζων πάντων ὑπῆρχε κατὰ νόμον ἐν τοῖς καιροῖς αὐτοῦ. ΠΕΥΣΙΣ ΡΟΗ'. Περὶ τίνων λέγει ὁ Κύριος, Αμήν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύ σονται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀπ θρώπου ἐρχόμενον ἐν δόξῃ αὐτοῦ; Τινὲς γὰρ λέ γουσι περὶ Ἰωάννου τοῦ Θεολόγου εἰρηκέναι αὐτόν, ὅτι οὐκ ἀποθνήσκει ἕως τῆς δευτέρα; Χριστοῦ παρ ουσίας. Απόκρισις. Παιδεύσας ἤδη τοὺς ἐπημένους αὐτῷ φοιτητές θα νάτου καταφρονεῖν, καὶ ἀνδρείως ἀποδύεσθαι πρὸς τοὺς ὑπὲρ αὐτοῦ κινδύνους, ἐμβατεύων αὐτῶν τὰ ἀπόῤῥητα, καὶ εὑρίσκων ἔτι ἐπισκάζοντας, επαμφοτερίζοντας, πειρᾶται ὅπως ἀποβάλλειν αὐτοὺς τὰ καραδικούμενα, διεγείρων καὶ ὑπαλείφων αὐτοὺς τῇ ἐπαγγελίᾳ τῆς μακροζωίας, πρὸς τὴν ὑπὲρ αὐτῷ ἕως θανάτου μεγαλόψυχον ένωσιν. Ἑώρα γὰρ αὐτούς εὐρίπους, οἱονεὶ καλάμους πνεύματι σαλευομένους ὅπερ καὶ πρό τινος ἀνάγκης, ἢ διωγμοῦ, ἡ αἰτίας, δείσας τὰ μέλλοντα, καὶ φιλαργυρίσας, τῇ προσβε τοῦ τῆς φιλαυτίας πνεύματος ἀλους, τὸν Κύριον ἀπέδοτο Ἰούδας ὁ Ισκαριώτης. Κατὰ δὲ τὸν αὐτὸν τοῦ πάθους καιρὸν, τὴν Βαλλίλαν πτήξας ὁ κορι φαῖος, τρὶς μεθ' ὅρκου τὸν Κύριον ηρνήσατο, εἰ καὶ αὖθις ἐκ τῶν δακρύων ἐπήγαγεν ἰατρείαν. Καὶ συν ελόντα φάναι, ἐπὶ τὸν σκόλοπα τοῦ σταυροῦ φαν τῶντος αὐτοῦ, τὸ τῆς δειλίας πνεῦμα ἐκραγεν αὐτοῖς, πάντας δρασμῷ χρήσασθαι παρεσκεύασε· καὶ συγχωρεῖ ἀναιρεθῆναι, πρὶν κηρύξαι τὰ περὶ αὐτοῦ. Διὸ καί φησι τοῖς συλλαβοῦσιν, Εἰ ἐμὲ ζητεῖτε, ὄφει ΙΧΧΙΙΙ, Πρὸς ἅπαντας. παρὰ πάντας
col. 1149–1150page 152 of 173
PG 38:1149τούτους ὑπάγειν· προγινώσκων τοίνυν αὐτῶν τὸν δραγμὸν καὶ τὸν σάλον, ὑποστηρίζει αὐτοὺς τῇ ἐπαγ γελίᾳ, καὶ μερικῶς παραγυμνοῖ αὐτὴν, δι' ἀμυδροῦ τὸ ὅλον πιστοποιούμενος. Οπερ μὴ χωρήσαντες, ἐν τῷ παρόντι ἀλόντες, ἐπὶ τῆς χέρσου μικροῦ δεῖν ἐχωνεύοντο. Παραλαβών γὰρ μεθ᾽ ἐξ ἡμερῶν Πέ τρον καὶ Ἰάκωβον καὶ ᾿Ιωάννην ἐφ' ὑψηλῆς ἀκρω ρείας, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμ ψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἦν ὡς τὸ φῶς, φησὶν ὁ θεῖος Ματθαῖος. Εν ταῦθα οὖν ἐθεάσαντο, πρὸ τοῦ θανάτου γεύσασθαι, τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καθὼς ἀνωτέρω αὐτοῖς ἐπηγγείλατο. Καίπερ οὐ γυμνή φανεῖσα ἡ θεότης, ἀλλ' ἡνωμένη τοῖς ἡμετέροις, εἰς γῆν αὐτοὺς κατέβαλε τῷ ἀστέκτῳ τῆς ὄψεως, παιδεύων αὐτοὺς, ὡς εἰ ἐβούλετο Χριστός φαίνεσθαι, καθώς πέφυκε, πάντα άρδην έχωνεύετο, ἀχωρήτῳ ὄψει, οιονεί κηρὸς ἐγγύτητι πυρός, τηκόμενα. Παρέστησε δ' αυτ τοῖς Μωσῆν καὶ Ἡλίαν, τοὺς δύο τῶν δικαίων ὄψη λοὺς ἀκρωτῆρας συλλαλοῦντας· δεικνὺς οὐ μόνον τῶν ἐπιγείων δεσπόζειν, ἀλλ᾽ ἤδη καὶ τῶν ὑποχθονίων καὶ μὴ μόνον τεθημέρους, ὡς τὸν Λάζαρον, ἢ αὐθε ημέρους, ὡς τὸν παῖδα τῆς χήρας, ἀλλὰ καὶ χιλιων τῶτας νεκρούς, καὶ τοὺς ἀπ' αἰῶνος φθαρέντας. καὶ μέχρι κόνιος λυθέντας, προστάγματι παριστάν ἑαυτῷ ζῶντας καὶ ἐῤῥωμένους οἷός τε. Ποιεῖ δὲ ταῦτα πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως, παριστῶν μὴ ἀπὸ τούτων οἷον δι᾽ ὑπομονῆς καὶ ἀνδρείας τιθέντα, ὑπὸ τοῦ Πατρὸς ἔχειν καὶ τὸ κατὰ πάντων κράτος αόριστον, καὶ αὐτεξούσιος ὑπάρχειν αὐτός. Διὸ καὶ ἑτεροτρόπως ἀλλήλων τὸν βίον αμείψαντας παριστα ἑαυτῷ, δεικνὺς τὸ πρὸ τάφου καὶ ἀναστάσεως, ζών των καὶ νεκρῶν κυριεύειν· Μωσέα μὲν τῷ κοινῷ πᾶσιν θανάτῳ ἤδη τοῦ βίου ἀπαγαγών· 'Ηλίαν πυ ρίνῳ τεθρίππῳ οἱονεὶ εἰς οὐρανοὺς, ἐν ἀοράτῳ τῆς χέρσου μεταστήσας τόπῳ τὸν μὲν ἐκ τῶν καταχθονίων ἀγαγών· τὸν δὲ ἐκ τῆς ὑποδεξαμένης ζώντων χώρας καλέσας, ἐν ῥιπῇ ὀφθαλμοῦ ἑαυτῷ παρέστησεν. Ἔτι δὲ αὐτοῦ συλλαλοῦντος αὐτοῖς, φησὶν ὁ μέγας Ματθαῖος, καὶ ἰδοὺ νεφέλῃ φωτεινὴ ἐπεσκίασεν αὐτοῖς, καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ Υἱός μου ἀγαπητός, αὐτ τοῦ ἀκούετε· τοῦ δὲ Πατρὸς διὰ τῆς νεφέλης οὕτω παρεγγυώντος, θᾶττον οἱ μὲν τῶν θεσπεσίων ἀπο ᾤχοντο· οἱ δὲ πεπτώκασι, τῇ ἀστέκτῳ φωνῇ μύσαντες, ἵν' ὁ ἑστὼς ἐπὶ σχήματος μόνος φανῇ Παῖς γνή σιος, ἀγαπητός, ὁμοούσιος, θαρσαλέως συνομιλῶν τῷ Πατρί. Ἐπὶ γὰρ θείου καὶ βασιλικοῦ σιλεντίου τους μὲν θεραπόντων ἀποίχεσθαι, τοὺς δὲ κατεποιχότας παραμένειν καὶ σιωπᾷν, τιμᾶν τὸ σιλέντιον. Οὐκ ἐγεύσαντο τοίνυν θανάτου οἱ τοῦ Κυρίου φοιτηταί ἕως ἂν εἶδον τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, οὐχ ὡς ἦν, ἀλλ' ὡς ἐχώρουν· καὶ ταῦτα τρεῖς μόνοι οι διορατικώτεροι καὶ ἀμείνονες τοῦ θιάσου· φησί γὰρ ὁ Κύριος, Εἰσί τινες τῶν ὧδε ἑστώτων, οὐχὶ πάντες, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ίδωσι τὴν βασιλείαν τοῦ Θεοῦ, ἣν ἀμυδρώς θεασά Χιλιωντώτας. χιλιετείς, χιλιέτας. Επιτ.

Dialogue IVDialogus IV

col. 1151–1152page 153 of 173
PG 38:1151μενοι, μικροῦ δεῖν τῆς ζωῆς ἀπερράγησαν. Ιωάννης τοίνυν, καὶ πάντες ἀπόστολοι, καὶ προφῆται τοῦ ζων ἀπῆλθον, πλὴν Ενώχ καὶ Ηλίου, οίτινες μόνοι ἐν σαρκὶ ὑπάρχειν ἔτι διαγορεύονται, μικρὸν ὕστερον καὶ αὐτοὶ θανατούμενοι. ΠΕΥΣΙΣ ΡΟΘ'. Καὶ πῶς τῷ Πέτρῳ λέγει ὁ Κύριος περὶ Ἰωάννου τοῦ εὐαγγελιστοῦ, ὅτι 'Εάν θέλω αὐτὸν μένειν έως ἔρχομαι, τί πρὸς σέ; ὅπερ δείκνυσιν αὐτὸν ζῆν. Απόκρισις. Αὐτὸς Ἰωάννης ἐν τῷ καθ᾿ ἑαυτὸν Εὐαγγελίῳ πρὸς τῷ τέλει, διεσάφησε τοῦτο, φάσκων· Καὶ τοῦτο εἶν πὼν λέγει αὐτῷ, τοῦτ' ἔστι τῷ Πέτρο. Ακολούθει μοι· ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν δν ἠγάπα ὁ ᾿Ιησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀν έπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ, καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τούτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ, τί; λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Ἐπεὶ οὖν ἁλιεύοντας αὐτοὺς κατειληφώς, τῷ Πέτρῳ ἐθέσπισεν επεσθαι αὐτῷ· ἐβούλετο δ᾽ ἐκεῖνος καὶ τὸν συμφοιτητὴν αὐτ τοῖς συμπορευθῆναι· φησὶ τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; δν θεσπίσας Ἰησοῦς μένειν ἐπὶ τῆς ἁλίας, φησὶν, Ἐὰν αὐτὸν θέλω μένειν έως έρχομαι, τί πρὸς σέ; ΔΙΑΛΟΓΟΣ Δ'. ΠΕΥΣΙΣ ΡΠ. Πῶς νοεῖται ἡ τῆς ζύμης παραβολή, μαθεῖν δεύ μεθα. Οὐ γὰρ μικρὰ ἡμῖν ζήτησις περὶ ταύτης χθες γέγονε. Απόκρισις. Διχῶς μοι δοκεῖ νοεῖσθαι ἡ παραβολική θεηγορία ἀλλὰ πρῶτον αὐτὴν ἐκείνην φήσαντες, οὕτω τὴν διά σκεψιν αὐτῆς ἐπάγωμεν. ῾Ομοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβούσα γυνή φρονίμη ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη διον. Ζύμην δοκεί μοι διδασκαλίαν καὶ τὴν εἰς αὐτ τὸν πίστιν παραβάλλειν ὁ Κύριος· γυναικὶ δὲ τὴν εὐ τοῦ Ἐκκλησίαν ἦν καὶ ἠγάπησεν, καθώς φησιν ὁ κ ρὸς ᾿Απόστολος. Αλεύρου δὲ σάτα τρία, τοὺς τρεῖς του Νῶς παῖδας, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰαφές· ἐξ ὧν μόνον μετὰ τὸν κατακλυσμὸν πάντα προῆλθε τὰ ἔθνη τὰ νῦν ἐν τῇ Ἐκκλησίᾳ συναγειρόμενα· ας ή καθήγησις τοῦ κηρύγματος, καὶ ἡ πίστις, οιονεί ζύμη εμφυραθεῖσα, τὸ ὅλον τῶν ἐθνῶν ἄλευρον, τὸ ἐκ τοῦ Νῶε τριῶν σάτων λογικῶν, ἐζύμωσε πρὸς τὴν θε σέβειαν. Εἰ δὲ καὶ ἑτέρως τὰ ῥηθέντα ἀκούειν δοκεί, ζύμη νοείσθω τὸ σεπτὸν καὶ θεῖον σῶμα τοῦ θεοῦ
col. 1153–1154page 154 of 173
PG 38:1153καὶ Λόγου· ὅπερ ἐν τῇ νηδύϊ τῆς Δείπαιδος ἑαυτῷ περιεπλάσατο, ἄνευ σπορᾶς περι φαινόμενος, καὶ ενούμενος ψυχῇ τε καὶ σώματι· οὐ μὴν ἀλλὰ γυνή φρονίμη εἰκότως ὁ αὐτὸς νοείσθω ἅγιος καὶ ζῶν, ἐνα υπόστατος θεός Λόγος, διὰ τὸ θῆλυ τῆς προσηγορίας Χριστὸς γὰρ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, φη σὶν ὁ θεῖος Απόστολος. ᾿Αλεύρου δὲ σάτα τρία, πρῶ τον μὲν ἡ πᾶσα βροτῶν φύσις, δεύτερον δὲ ὁ θάνατος, μετὰ τοῦτο ὁ ἄδης· ἐν ᾧ ἐγκρυφθὲν διὰ ταφῆς τὸ θεῖον σῶμα, ἔφυρε πάντα εἰς ἀνάστασιν καὶ ζωήν. Ακους δὲ καὶ ἑτέρως σάτα τρία, τὸ βάπτισμα, τὰ Εὐαγγέλια, τὰ μυστήρια. Καὶ ἄλλως νοείσθω, ἀπό στολοι, προφῆται, διδάσκαλοι· καὶ ἑτέρως παρῳχη κέτα, ἐνεστῶτα, μέλλοντα. Οὐ γὰρ μόνους τους παρ ὄντας σαρκωθεὶς ὁ Λόγος ὤνησε, ἀλλὰ καὶ τοὺς προκοιμηθέντας θανάτῳ ἀνέστησε, καὶ ἡμῶν τοῖς ἐπιγόνοις ἐλπίδα ἀναστάσεως εδωρήσατο καὶ ζωήν δι' ὧν ἐγερθεὶς ἐκ νεκρῶν, ἑαυτῷ συνανέστησεν, αὐ τὸς μὲν εἰς οὐρανοὺς φοιτήσας, ἐκείνους δὲ τῇ χώρα ζώντων μετοικήσας, ἔνθα Ενώχ καὶ 'Ηλίας τυγχάνει, μηκέτι τεθνηξομένους. ΠΕΥΣΙΣ ΕΠΑ. Ἐπειδὴ κόρος ἡμῶν οὐδεὶς τῶν ἑρμηνειῶν τῆς Θείας Γραφῆς γίνεται, ἀλλ᾽ ἀεὶ αὐτῶν ἀκούειν που θούμεν· διασάφησον ἡμῖν τὴν παραβολήν της σαγή νης, πολὺν καὶ σαυτῷ συνάγων τὸν μισθὸν, καὶ ἡμῖν ὄφελος. Λέγει γὰρ ὁ Κύριος, Μακάριος ὃς ποιήσει καὶ διδάξει μίαν τῶν ἐντολῶν τούτων· καὶ πάλιν, τὸν σιωπῇ κατωρύξαντα τὸ παρ' αὐτοῦ τάλαντον τοῦ λόγου, οὐκ ἀτιμώρητον είασεν. Απόκρισις. 'Αδελφὰ τῶν εἰρημένων καὶ τὰ ἐν ταύτῃ μοι δοκεῖ τῇ παραβολή. Ομοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνη βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντός γένους συναγούσῃ. "Ην ότε επληρώθη αναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν, καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον, φησὶν ὁ Κύριος. Τὴν εὐαγ γελικὴν κατάστασιν σαγήνῃ δοκεί μοι ἀπεικάζειν Εν οἱ θεῖος ἀπόστολοι μετὰ τὸ φῆσαι αὐτοῖς τὸν Κύριον, δείκνυσιν, 'Ακολουθεῖτε μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· ἀλόγων γὰρ ἰχθύων ἀγρευταὶ ὑπῆρχον οἱ πλεῖστοι, πλέξαντες καὶ συνείραντες ἔκ τε Παλαιάς καὶ Καινῆς Διαθήκης καθῆκαν, καὶ οἱονεὶ ἐν θαλάττῃ τῷ παρόντι βίῳ, λογικοὺς ἀντ᾽ ἀλόγων σαγηνεύοντες, καὶ τέως μὲν ἐκ παντός γένους συναγείρουσι, πονη ρούς τε καὶ ἀγαθοὺς, δικαίους καὶ ἁμαρτωλούς, συγ κλείοντες τῇ θείᾳ σαγήνη τοῦ κηρύγματος, καὶ ἀδια κρίτως τέως θαλαττεύουσιν οἱ θεσπέσιοι, τῷ γράμ ματι καὶ πνεύματι. Τῷ γὰρ σώματι τῶν πλειόνων ἄπεισι. Τοῦτο δὲ καὶ ὁ ὑψηλὸς τῶν προφητῶν Ησαΐας πρὸ πεντακοσίων ἤδη ἀνεβόησε. Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ· καὶ βοῦς καὶ ὄνος ὁμοῦ φά γονται άχυρα, καὶ μοσχάριον και λέων ἅμα βο Ἐκηθήσονται· καὶ παιδίον μικρὸν ἄξει αὐτά· τὸ
col. 1155–1156page 155 of 173
PG 38:1155ἀδιάκριτον ἐμφαίνων τῆς πνευματικῆς ὁμηγύρεως. Ὁμοῦ γὰρ ἐν αὐτῇ τὰ θεῖα νεμόμεθα, οἵ τε ἄρπαγες, καὶ φονικοὶ, καὶ πρᾳεῖς καὶ ἀνήμεροι, ὑπὸ μικρού παιδίου ἀγόμενα· περὶ οὗ ἐτέρωθι ὁ αὐτὸς, Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Θεὸς ἰσχυρός, εξουσιαστής. Ἐπειδὰν δὲ ὁ τῆς συντελείας επιστῇ καιρός, ἀναβι βάσουσιν αὐτὴν ἐπὶ τὸν αἰγιαλὸν, καὶ νεύματι Χρι στοῦ ἅμα ἀγγέλοις τὴν διάκρισιν τῶν ἐνόντων ποιούμενοι, τοὺς μοχθηροὺς ἐκ μέσου τῶν δικαίων ἀφορίζουσιν. ΠΕΥΣΙΣ ΡΗΒ. Τί σημαίνει ὁ Κύριος τῷ Πέτρῳ κελεύων πορεί θῆναι καὶ βαλεῖν ἄγκιστρον, καὶ τοῦ ἀναβάντος πρώτ του ἰχθύος ἀνοίξαι τὸ στόμα, καὶ τὸν εὑρισκόμενου στατῆρα δοῦναι ἀνθ᾿ ἑαυτοῦ κἀκείνου, τοῖς ἀπαιτοῦσι τὸν κῆνσον καὶ τὰ δίδραχμα; Απόκρισις. Οὐκ ἔξω διχονοίας καὶ τάδε μας δοκεῖ. Τὸν γὰρ στατῆρα, ἂν ὁ Πέτρος ἐκ τοῦ βυθοῦ ἐν τῷ ἰχθύϊ λα δεῖν προσετάγη τῷ ἀγκίστρῳ, μορφὴν ἡμῶν δοκώ, οἰονεὶ ἐν βυθῷ τῷ βίῳ καλυπτομένην τοῖς πάθεσι, καὶ ὑποβρύχιον κυμάτων ἁμαρτίας κυμαίνειν. Εἰ δὲ μὴ τοῦτο, τὴν ἐν ᾅδῃ κατοχὴν ἡμῶν γενομένην διὰ θανάτου, ἣν ἐν αὐτῷ πρὸς τὸ ἀρχέτυπον ἀνακαλείται ὁ Κύριος, ἀνθ' ἑαυτοῦ καὶ Πέτρου δοθῆναι τὸν στα τῆρα διακελευόμενος, ὡς γενόμενος καθ' ἡμᾶς βροτός, τοῖς ἡμῶν πάθεσιν ὑποκείμενος. καὶ φορολογούμενος, πλὴν τῇ ἀνοσίῳ κακίᾳ μείνας ἀνύπεικτος, καὶ ἀκλινές τῷ χείρονι. ᾿Ανθ' ἑαυτοῦ δὲ καὶ Πέτρου τὸν στατήρα παρεχόμενος, ὑπὲρ τῆς Ἐκκλησίας πάσχει ἐκών. Φησὶ γὰρ αὐτῷ, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρα οικοδομήσω μου τὴν Ἐκκλησίαν· δι' δεν τοῦ δὲ παιδεύων αὐτήν. Οἰκοδομὴ γὰρ ψυχῶν ἡ τῶν θείων ὑπάρχει παίδευσις, λίθον ἔχουσα εἰς κεφαλὴν γωνίας τὸν καθηγεμόνα πάντων Χριστόν· περὶ οἱ φησιν ὁ τῶν θείων μελωδός· Λίθον ὃν ἀπεδοκίμασαν οι οικοδομοῦντες, διὰ τοῦ νόμου Ἰουδαίοι, οὗτος ἐγενήθη εἰς κεφαλήν γωνίας· καὶ πάλιν ὁ αὐτὸς, ἐκ προσώπου τοῦ λίθου ἔφη, Ετ κεφαλίας βίβλου γέγραπται περὶ ἐμοῦ. Ὁ Ἰωάννης ἀνακαλύψας, βοᾷ· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, ὁ σαρκί ἑνωθεὶς, καὶ δι᾿ ἑαυτοῦ παιδεύων αὐτὴν, διὰ τῶν περὶ τοῦ ἰχθύος εἰρημένων, καὶ τοῦ στατῆρος, μηδὲ βασιλεῖ ἡ ἄρχοντι ἀντιτάττεσθαι, ἀβλαβῶς ἐπιτάττοντι, ἀλλ᾽ εὐγνωμόνως φορολογεῖσθαι. Αμα δὲ καὶ Θεὸν ἑαυτὸν τοῖς αὐτοῖς ἀποδεικνύς· πόθεν γὰρ αὐτῷ γινώσκειν, εἴπερ βροτός ὑπῆρχε, κατὰ τὴν τῶν θεα μάχων παροινίαν, ὅτι ἰχθὺς ἐν τῷ βυθῷ στατήρα ἔχει ἐν τῷ στόματι, καὶ ὅτι οὐ τῇ σαρκὶ, ἀλλὰ τῷ στόματι ἔχεται; Ἔπειτα δὲ καὶ ὅτι πρῶτος ἐκεῖνος τῷ ἀγκίστρῳ ἀχθήσεται; καὶ εἰ μὲν αὐτόμολος ὁ Ιχθὺς ἐπὶ τὸ ἄγκιστρον ἥκει, καὶ οὕτως Θεοῦ τὸ προ φῆναι τὴν ἅλωσιν τοῦ ζώου τὸν στατήρα ἐγκεχαμη μενου; Εἰ δὲ, ὅπερ ἀληθέστερον, ἀοράτῳ θειότητας τῇ ρώμῃ ἦγεν αὐτὸν ἐπὶ τὸ ἄγκιστρον, ἐκεῖνος ἀλη θῶς ὑπῆρχεν, ὁ τῷ κήτει ἐπιτάξας δέξασθαι μὲν τὸν
col. 1157–1158page 156 of 173
PG 38:1157Ἰωνᾶν, ἀπαθῆ θα φρουρῆσαι τριήμερον ἐν τῷ βυθῷ, καὶ οὕτως σῶον καὶ ἐῤῥωμένον ἐπὶ τῆς χέρσου ἐξομ όρξασθαι πάλιν. Εἰ μὲν ὁ ἰχθὺς τὸν στατῆρα..... ἐν τῷ βυθῷ λαβὼν ἐπὶ τὴν ἐνήχετο· καὶ πρῶτος αὐτὸς Θεὸς ὑπάρχει ὁ προφάνας. Τί φησιν; Ο ἰχθὺς πρῶτος πάντων τῶν ὁμογενῶν ἁλώσεται. Εἰ δὲ, ὅπερ κυριώτερον, κατὰ τὸν καιρὸν αὐτῆς τῆς χρείας, ὁ πάντα ἐκ μὴ ὄντων ὑποστησάμενος, ποιήσας τὸν στατῆρα τῷ νηκτῷ ἐνέθετο, καὶ ἤλασε πρὸς τὸν ἁλιέα· σαφῶς ἐκεῖνος ὑπάρχει τῷ Πέτρῳ θεσπίσας βάλλειν ἐν τῇ θαλάττῃ τὸ ἄγκιστρον, περὶ οὗ ὁ ἄναξ ἅμα καὶ τῶν θείων μελωδός φησιν· Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐ ρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις, πάντα ὅσα ἠθέλησεν, ἐποίησεν. ΠΕΥΣΙΣ ΡΗΓ. Τί βουλόμενος ὁ Κύριος, τὴν συχῆν ἐξήρανε, καὶ κατηράσατο αὐτὴν, μηκέτι καρπὸν ἐνεγκεῖν εἰς τὸν αἰῶνα; Οὐ γὰρ ἔξω τινός νοήματος ἐποίησε τοῦτο. Απόκρισις. Μὴ ἁπλῶς αὐτὸν καταρᾶσθαι καὶ ξηράναι τὸ φυτὸν ζηταί τις. Παιδεύειν γὰρ διὰ τούτου βούλεται την θεομάχον συναγωγὴν Ἰουδαίων, ὅτι δυνατὸς καὶ τι μωρεῖν, ἀλλ' ὡς ἀγαθὸς, οὐ βούλεται. Οὐδενὶ γὰρ αὐτὸν ὁρῶντες ἀμυνόμενον, εὐεργετεῖν αὐτὸν μόνον ὑπελάμβανον δύνασθαι, οὐ μέν τοι καὶ τιμωρεῖν. Ἐκ τῆς ἀψύχου τοίνυν φύσεως πείθει τὴν θεοστυγῆ συναγωγήν, ὅτι καὶ κολάζει τότε, ἀλλὰ τέως ἀνέ χεται, καὶ ξηραίνει τὴν ἄψυχον συχῆν, ἵνα κατα ράσῃ τὴν ἄθεον συναγωγήν..... τὴν ἀκαρπίαν ὁρῶν, καὶ ἐρημίαν ἐν αὐτῇ· ὅτι οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθου ἐν αὐτῇ. Ὡς δὴ συχῇ τοὺς φυσικούς καμάτους, οὐδ᾽ ἡ συναγωγή τους νομικούς. Τιμωρείται οὖν ἡ ἄψυχος, Ένα καρποφορήσῃ πίστιν ἡ ἄθεος. Ἐπεὶ τὶς ἀγνοεῖ καὶ τῶν ἐξ αὐτῆς νηδύος καὶ ἀπαλῶν ὀνύχων ἐν βασι λείοις διαιτώμενος, καὶ ἄπειρος γεωργίας, ότι συκή χειμῶνος καρπὸν οὐκ ἔχει; 'Αλλ' ὡς ἔφην, εἰκόνι τῷ φυτῷ κέχρηται πλείστων ἕνεκεν. Πρῶτον μὲν δεικνύς ὅτι οἷός τε υπάρχει, καὶ ἐν τῷ παρόντι τους πονηρούς τιμωρεῖσθαι, ἀλλ' ἐπέχει τέως τήν δύναμιν, ἐνδιδούς ἑκάστῳ πρὸς μετάγνωσιν, καθώς φησιν ὁ θεῖος τραγῳδὸς· Ὁ Θεὸς κριτὴς δίκαιος, ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, την τιμωρητικὴν φάσκων δύναμιν. Θεοῦ γὰρ ἀλη θῶς τὸ ξηρᾶναι ρήματι ξύλον χλωρόν, καὶ ἀναθᾶ και ξύλον ξηρόν, καθώς φησιν Έζεχιὴλ ὁ τῶν χερου σιμ θεατής· ὁ ξηράνας τὴν συχὴν προστάγματι, αὐτὸς πρὸ χιλίων ἐτῶν τῆς καθ' ἡμᾶς αὐτοῦ γενέσεως τὴν ξηράν, καὶ ἄψυχον Μωσέως βακτηρίαν ἐν τῇ χειρὶ ἐχομένην, ἀθρόως εἰς δράκοντα ἐψύχωσεν. Οὐ τὴν όψιν ναρκήσας έψαλλομένου, δραπετεύειν ἐπειρᾶτο δ θεσπέσιος, εἰ μὴ αὖθις αὐτὸν ὁ ζωοποιήσας πάλιν ῥάβδον ἀπέδειξε· φησὶ γὰρ αὐτῷ ὁ περὶ τῆς ταφῆς
col. 1159–1160page 157 of 173
PG 38:1159Λαζάρου πυθόμενος, Τί τοῦτο ἐν τῇ χειρί σου; Ο δὲ ἀπεκρίνατο, Ράβδος. Καὶ αὖθις θεία φωνή, 'Ε. ον αὐτὴν ἐπὶ τὴν γῆν· ῥιφεῖσα δὲ, δράκων ἐγέ νετο, ἐφαλλομένη τῷ προϊεμένῳ· τοῦ δὲ ἀποσπηδή σαντος, φησὶν αὐτῷ ὁ Θεὸς, Εκτεινον τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου αὐτοῦ· γενομένου δὲ, εἰς ἐκεῖνο ἀποκατέστη τὸ ζῶον, ὅπερ ἦν πρὸ τῆς θηριώσεως γενόμενον. Κατὰ τὸν δήσαντά φησι τοῖς περὶ τὸν Λάζαρον· Λύσατε αὐτὸν, καὶ ἄξετε ὑπ άγειν, τοῖς ἐκεῖνον μεταῤῥώσας τὸν διερλευκότα, καὶ ὁδωδότα, ὅπερ ἦν πρὸ τοῦ θανάτου γεύσασθαι. Ομοίως καὶ τὴν ξηρὰν καὶ ἄφλυον τοῦ 'Ααρών βακτηρίαν, ἀμογητὶ χωρὶς νοτίδος ἡ γῆς πτύξεως, ἐν μια νυκτὶ φύλλα καὶ κάρυα βλαστῆσαι ποιήσας, τῆς ἱερωσύνης αὐτῷ παρέσχετο ἀπόδειξιν. Ο δ' αὐτὸς τὴν ῥάβδον περιφλύσας χωρίς φυτείας, ἑαυτὸν ἐσω μάτωσε χωρὶς συζυγίας Εξελεύσεται γὰρ ῥάβδος ἐκ τῆς ῥίζης Ιεσσαί· Ἰεσσαὶ δὲ βροτός ὑπάρχει πατὴρ τοῦ μεγάλου Δαβίδ. "Ανάγκη οὖν ἐξ ἐμψύχου ρίζης ἔμψυχον νοεῖν καὶ τὴν ῥάβδον περὶ ἧς τάδε μέν φησιν ὁ ὑψηλὸς Ησαΐας ἅπερ ἀνακαλύψας ὁ θεοφόρος Απόστολος διαρρήδην βοᾷ. Ἔχομεν ἀρ χιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς· οὗτος δὲ εἰς Ἱεροσόλυμα φοιτῶν μετ᾿ οὐ πολὺ, τὸν ὑπὲρ ἡμῶν σταυρὸν αὐθαιρέτως ὑφίσταται, ρήματι ψιλῷ ἀθρόως τὸ φυτὸν ἐξήρανε, δεικνὺς αὐτὸς ὑπάρχειν ὁ καὶ φῦναι κελεύσας, καὶ ὅτι οἷός τε υπάρχει προστά και τῷ ξύλῳ τοῦ σταυροῦ, κεραυνώσαι τοὺς καθ ηλοῦντας· φέρει δὲ ὡς Θεὸς καθηλωμένος οἷα βροτός τῇ σαρκί. Φοιτώντων δὲ αὐτῶν εἰς Ἱεροσόλυμα ἐπεί νασεν ἐν τῇ ὁδῷ ὁ Ἰησοῦς, καὶ ἰδὼν συχῆν ἧκεν ἐπ' αὐτὴν ζητῶν καρπὸν, καὶ οὐχ εὗρε, καθώς φη σιν ὁ θεῖος εὐαγγελιστής. Τροπικῶς δὲ νοείσθω ὁδὸς, ὁ παρών βίος, ἂν ὁ ζῶν καὶ ἅγιος λόγος καθ' ἡμᾶς γενόμενος σωματικῶς βαδίζει, καὶ τόπους ἀμείβει, πάντη παρὼν θεϊκῶς· νοητῶς δὲ πεινῶν τὴν πάντων σωτηρίαν, ἐξαιρέτως δὲ Ἰουδαίων, ἧκεν ἐπὶ τὴν συν κῆν, ὡσανεὶ τὴν Συναγωγήν, ζητῶν ἐξ αὐτῆς καρ πὸν οὐκ αἰσθητῶν σύκων, ἀλλὰ τὸν νοητόν, τὴν ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν γλυκεῖαν καρποφορίαν παραπλησίως τῶν ἐν τῷ σύκῳ κόκκων ἔγκειμένων τῇ Συναγωγῇ τῶν θείων ἐντολῶν, ἐξ ὧν μετέχουσα ή ψυχὴ καταγλυκαίνεται· ἀλλ' οὐχ εὗρεν ὁ Ἰησοῦς καὶ τὸν ἐν αὐτῇ, εἰ μὴ μόνον φύλλα τῶν νομικῶν καὶ προφητικῶν τεύχεων, καὶ αὐτὰ τῇ παραβάσει τῶν θείων οἱονεὶ φύλλα συκῆς ὑπὸ τῶν εἰς ἀλογίαν τρα πέντων Ἰουδαίων ἀδεῶς πατούμενα. Κτήνος γὰρ υπάρχει βιβλιοφόρον ἡ κυριοκτόνος συναγωγή· ἡ τὸν αὐτοῦ δὲ αἰχμαλωτισθεῖσα πολλάκις, καὶ οἰκέτις καὶ βασιλέα ἀνελοῦσα, τὸν δὲ στρατιώτην τιμῶσα, ὑπ' υπόφορος γενομένη· ἡ ἀναγινώσκουτα, καὶ μὴ ἐπιγινώσκουσα· ἡ τὸ γράμμα κρατοῦσα, καὶ τὸ πράγμα ἀγνοοῦσα. Τὴν διαθήκην ἔχουσα, καὶ τῆς εὐνομίας ἀπό χουσα· ἧς μόνος ὁ Χριστὸς ἀνὴρ προσαγορεύεσθαι, εἰ ἑταιριζομένης, βουλόμενος, φησὶ δι' ασηὲ τοῦ προ Τοῖς. τούτοις. Επιτ. "Αφλυον. οι ή ἄφλυον, περιφλύσεις περιφλούσας. Οι
col. 1161–1162page 158 of 173
PG 38:1161φήτου. Αὕτη οὐχ ἡ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ α τῆς. Ετερος δὲ τῶν θεσπεσίων, τὴν αἰτίαν λέγων βου· Οὗτοι οὐκ ἀνέμειναν ἐν τῇ διαθήκῃ, κἀγὼ Αμέλησα αὐτῶν, λέγει Κύριος παντοκράτωρ. Απο κληρονόμος τοίνυν ἡ ἄκαρπος συχῆ, μᾶλλον δὲ συν αγωγή· ἣν διὰ μοιχείαν ὁ τῆς εὐσεβείας ἀρνεῖται λό γος· ταύτην καὶ ἀπὸ τῆς κληρονομίας απείργει νόμος. ΠΕΥΣΙΣ ΡΙΙΔ'. Ἐπεὶ οὐδεὶς ἡμῖν κόρος τῆς σῆς εὐφραδίας, μα θεῖν δεόμεθα καὶ τὴν τῶν ἀληθέντων, καὶ τοῦ μύλω νος παραβολήν, ἀγροῦ, καὶ τῶν ἐν αὐτῷ δύο ὄντων. Λέγει γὰρ ἐν Εὐαγγελίας ὁ Κύριος· Τότε δύο ἔσον ται ἐν τῷ ἀγρῷ· ὁ εἰς παραλαμβάνεται, καὶ ὁ εἰς ἀφίεται· δύο ἀλήθουσαι ἐν τῷ μύλωνι, μία παι ραλαμβάνεται, καὶ μία ἀφίεται. Απόκρισις. Ἐν ἀμφοῖν τὰ αὐτὰ δηλοῦται συμβήσεσθαι κατά τὸν καιρὸν τῆς ἀναστάσεως, καὶ τὸν τῆς δευτέρας παρ ουσίας. Αγρῷ μὲν τὸν κόσμον παραβάλλεται, και θὼς αὐτὸς ἑτέρωθι φησιν, ὅτι Αγρός ἐστιν ὁ κό σμος, οἱ δὲ θερισταὶ οἱ ἄγγελοι· μύλωνι δὲ ἀπει κάζων τὴν ἄστατον τοῦ βίου περιφοράν, καὶ τὸ πολύ στροφον τῶν ἐν αὐτῷ δρωμένων, ὡς τὸν μύλωνα, ἀεικινήτως καὶ ἀστάτως ἡμῖν περιθέοντα, καὶ πρὸ τοῦ ἀλήθεσθαι ἐν ἡμῖν ἕτερον ἐξ ἑτέρου ἀμείβοντα· τοὺς δὲ ἐν αὐτῷ ἀλήθοντας, μᾶλλον δὲ ὑπ' αὐτοῦ ἀληθομέ τους, τοὺς μὲν παραλαμβανομένους, τοὺς δὲ ἀφιεμένους, ἡμᾶς δηλοί, τοὺς ἀπὸ Ἀδάμ μέχρι τήμερον ἀλήθοντας· καὶ τοὺς μὲν θανάτῳ ἀπαγομένους, τοὺς δὲ τέως ἀφιεμένους, καὶ ἐν ἀχαρεῖ, ἐν ἀτόμῳ, πρὸς ἀφθαρσίαν μεθισταμένους, καθώς φησιν ὁ ὑψηλὸς κήρυξ Απόστολος· Ἰδοὺ μυστήριον ὑμῖν λέγω Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλα γησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγε. Οἱ τοίνυν θνήσκοντες οἱονεὶ τοῦ μύλωνος λαμβάνονται· οἱ δὲ περιλειπόμενοι, ἀφίενται. Ἐν αὐτῷ δὲ φωνούσης ἅμα καὶ διανιστώσης τῆς θείας σάλπιγγος τοὺς ἀπ' αἰῶνος κοιμηθέντας, αὖθις ὁ ἀκλινὴς καὶ ἀδέκαστος προκαθέζεται κριτής, ἑκά στῳ πρὸς ἀξίαν τῶν βεβιωμένων ἀνταμειβόμενος, καθώς φησιν ὁ θεῖος Απόστολος· Τοὺς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ, καὶ τὰ ἑξῆς. ΠΕΥΣΙΣ ΡΠΕ. Περὶ τίνων λέγει ὁ Δαβίδ, Άνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ; Απόκρισις. Τὸ θεῖον πολλαχοῦ τῆς θείας Γραφῆς πῦρ ἄλλον κατονομάζεται· αἱ οὖν τῶν ἀγγέλων χορεῖαι, καὶ τῶν δικαίων αἱ ψυχαί, τῇ διὰ καθαρότητος πρὸς τὸν Θεὸν ἐγγύτητι, ἐκφλογούμενοι ἄνθρακες εἰκότως προσ
col. 1163–1164page 159 of 173
PG 38:1163ἀγορεύονται, φωστήρων δίκην ἐν κόσμῳ φαινόμενοι, λόγον ζωῆς ἐπέχοντες. Διττῆς γάρ ἴσμεν τοῦ πυρὸς ἐνεργείας, καυστικόν τε, καὶ φωτιστικόν· τοῖς δὲ ὄντως ψαύουσι, φωτιστικόν· τοῖς δὲ καταφρόνως καὶ ἀδεῶς, καυστικὸν καὶ καθαρτικόν ἡ ἄμετρος γὰρ αὐτ τοῦ ἐγγύτης καυστική· ἡ δὲ μετρία διάστασις φωτι στική· πλεῖστα γὰρ τῶν δυσιάτων παθῶν καυστήρι ἀναστέλλειν πεφύκασιν οἱ τῆς ἰατρικῆς ἐπιστήμονες καὶ εἰ δὲ τὸ θεῖον οὐκ ἀπολλύων, ἀλλὰ ἀναχωνεύων καὶ ἀποκαθαίρων τοῦ αἴσχους τῶν βεβιωμένων, είπερ διὰ μετανοίας πρὸς ἀκεσμὸν ῥέψει ὁ τῷ πάθει κεκρατημένος· εἰ δ' ἀσθενῶν ἀπέλθοι τῆς παρούσης Ιαλίμου ζωῆς, καίεται μὲν, οὐ κατακαίεται δὲ, ἀϊδίως τῷ θεία πυρὶ τιμωρούμενος, ἐν ἀθανάτῳ λοιπὸν καὶ ἀφθάρτῳ σώματι. Δεῖ γὰρ τὸ φθαρτόν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀλα νασίαν· ἵνα κομίσηται ἕκαστος πρὸς ὁ ἔπραξε διὰ τοῦ σώματος, φησὶν ὁ ὑψηλὸς Απόστολος. Εν ταῦθα οὖν ὑπάρχει τὰ τῆς ἰατρείας, ἐκεῖ τὰ τῆς ἀπολογίας· ἐνταῦθα τὰ τῆς ὑγιείας, ἐκεῖ τὰ τῆς του μωρίας· ἐνταῦθα τὰ τῆς θείας μακροθυμίας, ἐκεῖ τὰ τῆς ἀκλινοῦς δικαιοκρισίας. ΠΕΥΣΙΣ ΡΗΓ. Πῶς νοεῖται ήδε ἐν τοῖς Εὐαγγελίοις ἀξίνη, τὰ άκαρπα εκκόπτουσα; Απόκρισις. Τὴν ἄκαρπον Ἰουδαίων θεωρῶν Ἰωάννης προαίρεσ σιν, φυτοῖς ἀκάρποις αὐτοὺς ἀπείκασε, πρὸς τὴν ῥίζαν αὐτῶν κεῖσθαι τὴν ἀξίνην ἀποφηνάμενος, τὴν σύντομον καὶ τεθηγμένην τοῦ ζῶντος Λόγου διαίρεσιν· ὑφ᾽ ἧς πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Πρὸς τοῦτο δὲ φέρων καὶ αὖθις ὁ θεῖος ᾿Απόστολός φησιν, Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, τὴν τμητικὴν τοῦ της ρύγματος δηλῶν δύναμιν. ΠΕΥΣΙΣ ΡΙΖ'. Τί σημαίνει ὁ Κύριος λέγων, Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἄλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ; Απόκρισις. Πτύου μοι δοκεῖ ἡ ἀδέκαστος τοῦ Θεοῦ κρίσις, Ετα στον οἷον διὰ νόμου τοῦ Θεοῦ πρὸς τὴν κατάλληλον τῶν βεβιωμένων χώραν ἀποκρίνουσα. "Αλωνα δὲ κα τὴν πάνδημον τῆς οἰκουμένης Ἐκκλησίαν, και την ἐκ νεκρῶν πανάνθρωπον ἀνάστασιν ἐν ᾗ τοὺς μὲν ἀχυρώδεις, καὶ εὐρίπους, παντὶ ἀνέμῳ ἁμαρτίας μι πισθέντας, καὶ κούφους καὶ ἀκάρπους γενομένους, πτύου δίκην ἡ θεία ψῆφος τῷ πυρὶ διαπετάζει εἰ; καῦσιν αἰώνιον· τοὺς δὲ ἴσα πυροῦ θρεπτικούς και πέλας γενομένους, καὶ ἀρετὴν εὐθυνήσαντες εἰς ἀποθήκην συγκομίζει κατάλληλον· ἦν καὶ μονὴν προσαγορεύει σωτήριον. Ἐκεῖ γὰρ ὄντως υπάρχει ἡ μονὴ ἡμῶν. Ἡ γὰρ παροῦσα ζωὴ οὐ μονή, ἀλλὰ Εὐθυνήσαντας. εὐθηνή σαντας, θυνών.
col. 1165–1166page 160 of 173
PG 38:1165σκηνή μοι δοκεί, σὺν τῇ πήξει ἔχουσα καὶ τὴν καθε αίρεσιν. ΠΕΥΣΙΣ ΡΠΗ. Αφορμὴν ἐκ τῆς ἀποκρίσεως λαβόντες, δεόμεθά σου εἰπεῖν, διὰ τί τῶν ἐκκλησιῶν πολλάκις καὶ εὐσε δῶν ἀνθρώπων ὁρῶμεν πτῶσιν, καὶ ἀφανισμοῦ διὰ σεισμοῦ, ἢ βροντῆς, ἡ ἑτέρας ἀπειλῆς γιγνομένην, ὡς τοῖς ἁμαρτωλοῖς; Απόκρισις. Ἐκ τῆς θείας Πυκτῆς τὰ περὶ τούτων παιδευόμεθα εἰ γὰρ τῆς θείας κιβωτοῦ οὐκ ἐφείσατο ὁ Κύριος, ἀλλ' ἀπέδοτο αὐτὴν ἀλλοφύλοις σὺν ἱερεῦσιν αὐτῆς ἀνομήσασι, καὶ πόλιν ἁγίαν τὴν Ἱερουσαλήμ κατ έσκαψε, καὶ χερουβὶμ δόξης τοῦ ἱλαστηρίου καθείλε, καὶ στολὴν θείαν διέρρηξε, καὶ χαρίσματα τὰ θεῖα, καὶ προφητείαν, καὶ δήλωσιν, καὶ ἐφώδ, καὶ λόγιον, καὶ τὸ ἐξ ἀκηράτου χρυσίου πέταλον, ἀῤῥήτους ἔχον χαρακτῆρας, καὶ λοιπὰ τῆς τελετῆς ἐν ἔθνεσιν εἰς καταπάτημα καὶ λαφυρίαν ἐξέδοτο, ἐπὶ κατακρίσει τῶν ἀνομησάντων τότε· οὐδὲ τῶν νῦν ἑαυτοῦ ἀνακτόρων φείδεται, οὐδὲ τῶν ἐνόντων ἀῤῥήτων, καὶ ἀχράν των μυστηρίων· δέος ἐμβαλὼν τοῖς πταίουσιν, ἀπη νεστέραν καραδοκεῖν τιμωρίαν, τῇ πονηρίᾳ ἐμμένοντας. Ολολυζέτω γὰρ πίτυς ὅτι πέπτωκε κέδρος, φησὶν Ἱερεμίας· τοῦτ' ἔστιν, Ἰσχυρῶν καὶ ἁγίων κατεασσομένων, τὰ ἐν τῇ γῇ ἀσθενέστερα παιδευέσθω. Οπερ ἀνάπαλιν φράζων ὁ τῶν θείων σοφός Σολομών, Ασεβων καταπιπτόντων δίκαιοι δειλοί γίνονται. Οὐ γὰρ ὅπλων αἰχμαὶ, καὶ κράνος, καὶ θώραξ, ἢ κνη μίδες, ἀσφαλῆ πονηροῖς τὴν ζωὴν παρέξουσι, λωπο διτοῦσι, καὶ τὰς λεωφόρους ἐνεδρεύουσι. Πολλοί γὰρ δυσάλωτοι φρασάμενοι ἐλεεινῶς τοῦ ζῆν ἀπερ φάγησαν, παρ' ἡμῖν μὲν ἀνάγραπτοι, Ωρήβ καὶ Ζεδεὲ, καὶ Σαλμανά, καὶ ᾿Αβιμελεχ, καὶ Γολιάθ, καὶ Αβεσσαλώμ, καὶ ὅσοι κατ᾽ ἐκείνους· παρὰ δὲ τοῖς ἔξω, Εκτορες καὶ Αἴαντες, καὶ αὐτοὶ οἱ ἐπὶ ῥώμῃ φυσώμενοι Λακεδαιμόνιοι· ἐπεὶ οὐκ ἔσχον σύνδρομον τῆς εὐσθενείας τὸ δίκαιον. Πρὸ τοῦ οὖν Θεὸς ἡμᾶς διὰ πονηρίαν πολεμίοις ἀποδῶνται, ἢ τὰς ἐκκλησίας ἐπικατασείσῃ, ἁμαρτάνουσι τῆς σφῶν ἀδικίας πολε μήσωμεν, καὶ τῷ δήμῳ τῆς ἁμαρτίας, στρατόπεδον εὐσεβείας ἀνθοπλίσωμεν. ΠΕΥΣΙΣ ΡΕΘ. Τί βούλετα: ὁ Κύριος λέγων, εννοεῖν τῷ ἀντιδίκῳ, ὅταν ἐσμὲν ἐν τῇ ὁδῷ μετ' αὐτοῦ; Οὐ γὰρ πάντως τοὺς συνοδεύοντας ἡμῖν ἔχομεν. Απόκρισις. Καλὴ μὲν, καὶ ἁπλῆ, καὶ πρόχειρος εὔνοια, τοῦ μὴ μηνιᾷν, μηδὲ σπεύδειν ἀμύνεσθαι τὸν ἀδικήσαντα φησὶ γὰρ αὐτὸς, Αγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιείτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ εὔχεσθε ὑπὲρ τῶν καταρωμένων ὑμῖν, καὶ, Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδίδοτε, καὶ ὅσα τοιαῦτα. Εχει δὲ σε Φησὶν Ἱερεμίας.
col. 1167–1168page 161 of 173
PG 38:1167καί τινα διπλόην τὸ νόημα, λανθάνουσαν τους παχυ τέρους τὴν διάνοιαν· ἔστι γὰρ καὶ οἴκοι καθήμενον, καὶ πόρρω τῶν ἀστικῶν θορύβων ἐπ᾿ ἐσχατιάς δια άγοντα, ἔχειν ἀντίδικον. Τὸ οὖν εὐνοεῖν τῷ ἀντιδίκῳ, κρειττόνως καὶ ὀξυτέρως ἐκείνου νοεῖν διακελεύεται ἀντίδικον δὲ τὴν τοῦ σώματος ὄρεξιν πρὸς τὸ πνεῦμα θεοπρεπῶς ὁρισάμενος· ὁδὸν δὲ τὸν βίον αἰνιττόμενος, παρὰ τοῦ γένους ἡμῶν ἀτάκτως διαφοιτώμενον εὔνοιαν δὲ τὴν ὀξεῖαν αἴσθησιν τῆς τοῦ σώματος ἐπι αναστάσεώς φησιν, ἅμα τοῦ κινηθῆναι τὴν ὄρεξιν, θᾶττον νοεῖσθαι ὀφείλουσαν, καὶ οἱονεὶ χαλινῷ τῷ θείῳ φόβῳ ἀνασειράζεσθαι, μή ποτε τοῖς αὐτοῖς ἐπισ τάγμασιν ὑποκύψαντες, καὶ ἀνάξια τῆς ἄνω κλήσεως δράσαντες, παραδοθῶμεν ὑπ' ἐκείνων τῷ κριτῇ, ὅταν παραγίνεται ἑκάστῳ πρὸς ἀξίαν τῶν βεβιωμένων ἀντ αμείψασθαι. Μή οὖν τὴν ἐπαγγελίαν τοῦ γράμματος ἀρκεῖν οἰηθῶμεν πρὸς σωτηρίαν, ἀμελοῦντες τοῦ δράματος, μηδὲ τῷ ψαύειν τῆς ἀναιμάκτου θυσίας, ἐγγίζειν Θεῷ φαντασθῶμεν. Τὸ γὰρ πράττειν θεοπρεπῶς μᾶλλον ἢ τὸ φράζειν Θεὸς ἐμφανίζεται. ΠΕΡΣΙΣ Τί ἐστιν ὁ λέγει ὁ Κύριος, ὅτι Ἐὰν ὁ ὀφθαλμός σου Ο δεξιός σκανδαλίζῃ σε, έξελε αὐτὸν, καὶ βάλει ἀπὸ σοῦ· καὶ ἐὰν ἡ χείρ σου ἡ δεξιὰ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν, καὶ βάλε ἀπὸ σου; Απόκρισις. Οφθαλμῷ καὶ χειρὶ δεξιά, Χριστὸς ὁ ἄϋπνος ὀφθαλ μᾶς, καὶ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρός, τὴν ἐγγύτητα τῶν ἐμαίμων, ἢ καὶ τῶν φίλων τοὺς ἐπιτηδείους εἰκότως παρείκασε, δι᾿ ὧν τὰ ἐρεθέντα δρώμεν, οἷονεὶ τοῖς τοῦ σώματος μέλεσι πρὸς πᾶσαν αὐτοῖς συνέργειαν χρώμενοι καὶ συγκινοῦντες. Ὅταν οὖν τις αὐτῶν σκανδάλου ἡμῖν αἴτιος γίνεται, ἁμαρτία ἐγκαλινδούμενος, ἡμῖν μὲν λοιδορίαν, αὐτῷ δ' ἀτιμίαν φέρων, καὶ ὄνειδος θάττον ἐκτεμεῖν ἐκεῖνον, καὶ τῆς οἰκίας είργειν, καὶ πόρρω βαλεῖν ἑαυτῶν ὁ θέανδρος πόῤῥω διακελεύεται, μή ποτε δίκην λοιμοῦ νεμηθῇ τὴν τοῦ σώματος γαυρότητα, τοῖς εὐεκτοῦσι καὶ ἐφλωμένοις τῆς οἰκείας τὴν ἑαυτοῦ ὀσφρήσας κακόνοιεν. οὖν προφάσει φιλοσοφίας, τὴν ἀληθῆ φιλοσοφίαν ἥτις υπάρχει Χριστός, ὑπερίδωμεν· ἀκλινοὺς γὰρ καὶ ἀθωπεύτου δεῖται διανοίας· φησὶ γὰρ Παῦλος ὁ τῆς ἀληθοῦς σοφίας ἔμπλεως· Χριστὸς γὰρ Θεοῦ δίτα μις, καὶ Θεοῦ σοφία, οὐ τὸν λόγον μόνον, ἀλλὰ καὶ τὸν βίον σεμνύνουσα. ΠΕΥΣΗΣ ΡΕΑ'. Τί σημαίνει ὁ Κύριος, τῷ κατηραμένῳ ὄρει ἡμᾶς ἴσα φρονεῖν κελεύων· Γίνεσθε φρόνιμοι ὡς ὁ ἔρις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί; Απόκρισις. Φρονίμους ἡμᾶς ὑπάρχειν ὁ Κύριος βούλεται κατά τὸν ἔφιν, ἐν παντὶ δεινῷ ἡ πειρασμῷ τὴν κεφαλὴν συντηροῦντας, ἥτις ἐστὶν ὁ Χριστός, καθώς φησιν
col. 1169–1170page 162 of 173
PG 38:1169ὁ Ἀπόστολος. Ο γὰρ ἔφις ὑπὸ βροτοῦ δυνάμει κατα ληφθεὶς ὅλον μὲν τῷ παίοντι τὸ σῶμα προϊεται· τὴν δὲ κεφαλὴν ἄτρωτον φρουρεῖν μηχανᾶται. Κατευνα ζόμενος δὲ καὶ καθεύδων, τροχίζων ἑαυτὸν, μέσην ὅλου τοῦ σώματος κεφαλὴν ἀσφαλίζεται, οἱονεὶ τει χίῳ τῷ ἐφεπομένῳ ὁλκῷ περιοχυρῶν αὐτήν· ἀλλὰ καὶ σαφῶς τὴν παλαίωσιν ἀποδύεται, ἐν στενωπῇ τινι παρεισδύσει θλιβόμενος, καὶ τὸ γῆρας ἀποτιθέμενος. Βούλεται τοίνυν καὶ ἡμᾶς διὰ τῆς στενῆς καὶ ἐπιπό του ὁδοῦ διεκθλιβομένους, τὸν παλαιὸν ἄνθρωπον ἀπο εκδύεσθαι, καὶ τὸν νέον ἀνταμφιέννυσθαι τὸν κατ' εἰκόνα αὐτοῦ ἀνακαινούμενον. Πρὸς δὲ τούτοις καὶ τὴν ἐκείνου πανουργίαν ἐπὶ τὸ κρεῖττον μιμεῖσθαι καὶ ὡς ἐκεῖνος θωπευτικῶς ἡμᾶς εἰς ὅλισθον καὶ παράβασιν ἐπηγάγετο· οὕτως καὶ ἡμᾶς πανούργως τοῖς πέλας προερχομένοις, ὑποσπείρειν τὰ τῆς πί στεως, καὶ ἐπαναγαγεῖν πάλιν, καὶ συνάπτειν Θεῷ. Τὸ οὖν σῶμα τοῖς διὰ Χριστὸν αἰκίζουσι προϊέμενοι καταξαίνεσθαι, τὴν κεφαλὴν άτρωτον παντί σθένει φυλάξωμεν· ἥτις ἐστὶν ἡ εἰς Χριστὸν πίστις ἡμῶν μηδ' αὖ πάλιν τοῦ θιάσου εὐσταθοῦντος καὶ εἰρη νεύοντος, ἀμελήσωμεν τῆς τῶν ἀρετῶν συντόνου έρ γασίας· τρίβωνα, καὶ ὑπήνην, καὶ βάκτρον ἀρκεῖν ἡμῖν πρὸς ἐξάνυσιν τῆς ἀγγελικής πολιτείας οἰόμενοι, τοῖς ὀργάνοις τῆς διδασκαλικῆς πολιτείας έναμα ρεγόμενοι· τὴν δὲ πάλην καὶ μάχην ἐκκλίνοντες, ἐξ ἧς ἡ νίκη τῷ ὑπηκόῳ προσγίνεται, προσθωρακι σθέντι τῷ λόγῳ τῆς πίστεως. ΠΕΥΣΙΣ ΡΙΒ. Καλῶς τὰ περὶ τοῦ ἔφεως ἡμῖν διεξελθόντος σου, δεόμεθα καὶ τὰ περὶ τῆς περιστερᾶς ἀκοῦσαι, διὰ τί αὐτὴν τῷ ὄφει συνέταξεν, ακεραίαν καὶ ἄκακον αὐτὴν ὑπάρχειν δηλῶν, Απόκρισις. Ἐπεὶ φρόνιμος μὲν ὑπῆρχεν ὁ ὄφις, οὐκ εἰς τὸ ἀγαθὸν δὲ, συνάπτει ὁ Κύριος τῇ φρονήσει τὸ ἄκα κον καὶ ἀκέραιον τῆς περιστερᾶς· οὕτως τὴν σωρρο σύνην παριστῶν, φρονεῖν μὲν, ἀκεραίως δὲ καὶ ἀκάκως, μὴ ἐρπυστικῶς καὶ χαμαιζήλως κατὰ τὸν ὄφιν, ἀλλ' οὐρανίους πρὸς Θεὸν ἀνιπταμένους. Γι νεσθε φρόνιμοι, φησὶν ὁ Κύριος, ὡς ὁ ὄφις καθ' ὑμῶν, καὶ ὑμεῖς κατ' αὐτοῦ σοφιζόμενοι· ὡς ἐκεῖνος ὑμᾶς τῆς μακαρίας ζωῆς, καὶ ὑμεῖς αὐτὸν τῆς ἑαυ τῶν διαγωγῆς ἐξορίσατε· καὶ ἀκέραιοι καὶ ἄκακοι πρὸς τοὺς πέλας ὡς ἡ περιστερά, μηδενὶ βροτῶν κακῶς ἀνταμειβόμενοι. Φασὶ γὰρ ὑπὲρ πᾶσαν ὄρνιθα, καὶ τὰ λοιπὰ ἀερόδια, ἄκακον τὴν περιστερὰν ὑπάρ χειν, καὶ μηδὲ αὐτὴν ἔχειν τὸ χολιοδόχον όργανον. Ετέρως τε, ἀρετῆς καὶ κακίας ἐν τοῖς δύο τούτοις ζώοις τὰς ἀρχὰς εὑρίσκομεν, κατάλληλον ἑκάστης ἀγαμένης ὄργανον· τὴν μὲν κακίαν ὡς βαρείαν καὶ χαμαίζηλον, καὶ ἐρπυστικὴν ἐν τῷ ὁμοίῳ γενομένην· τὴν δὲ ἀρετὴν ὡς θείαν καὶ ἐπουράνιον ἐν τῷ οὐρανοπόρῳ πετηνῷ ἀναφανεῖσαν, τὸ φιλεύνουν τοῦ Θεοῦ ἀνακηρύττουσαν. Δῆλον γὰρ ὅτι διὰ τοῦ θείου Πνεύματος αἱ ἀρεταὶ βροτοῖς ἐνεργοῦνται. Τοῦτο δὲ πάλιν μὲν ἐν τῇ [ἐκ τῆς θεϊκῆς ὑπὸ τοῦ Νῶς ἐξ
col. 1171–1172page 163 of 173
PG 38:1171αποσταλείσης περιστερᾶς γενόμενον, ἢ πρὸς τὸν θεο σπέσιον ἐπανέστη, κάρφος Ελαίας φύλλων φέρουσα διὰ μὲν τοῦ κάρφους τον ξυλώδη νόμον, διὰ δὲ τοῦ πίονος φύλλου τὴν ἀειθαλῆ τῶν Εὐαγγελίων διδασκαλίαν φέρουσα. Τῆς γὰρ πανέθνου ἡμῶν Ἐκκλησίας εἰκὼν ὑπῆρχεν ἡ παγγενής του Νώε κιβωτός, ἐπισ νηχομένη τῷ πελάγει τῆς ῥεούσης καὶ ἀστάτου ταύ της ζωής, πάντοθεν τῷ κλύδωνι τῶν πειρασμῶν περι αντλουμένης ἡμῶν τῆς Ἐκκλησίας. Διὰ τοῦ ὄρέως τοῦ παραδείσου ἐκπεπτώκαμεν· διὰ τῆς περιστερᾶς τοῦ Πνεύματος εἰς οὐρανοὺς ἀνήχθημεν· ἐν γὰρ τῷ εἴδει ταύτης τὸ θεῖον Πνεῦμα ἡ κορώνη τῶν ἀρετῶν ἐν τῷ Ἰορδάνῃ ἐπὶ τὸν Ἰησοῦν κατέπτη· ἐκεῖνον μὲν Παῖδα Θεοῦ φυσικὸν, καὶ οὐ θετὸν ἀποδεικνύουσα ἡμῖν δὲ τὸ ἄκακον καὶ ἀκέραιον κομίζουσα. Μη τοίνυν μόνον κατὰ τὸν ὄφιν εἰς τὸ πλανῆσαι βροτούς φρονήσωμεν, ἀλλ᾽ εἰς τὸ εὐεργετῆσαι εὖ φρονήσα μεν (φησὶ γὰρ ὁ εὔφρων τε καὶ πολύνους Απόπολος, Οὐκ εἰς τὸ φρονεῖν μόνον, ἀλλ' εἰς τὸ σωφρονείν καὶ πάλιν ὁ αὐτὸς, Θέλω μὲν ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθὸν, ακεραίους εἰς τὸ κακόν μηδ ἐγκωμίοις επαιρόμενοι καὶ ἐξογκούμενοι· μηδὲ φό γοις βαλλόμενοι καὶ ἀλύοντες. Οὐ γὰρ οἷόν τε λόγοις τρωθέντα καὶ ποτνιώμενον, καὶ πρὸς ὀργὴν ἄσχεται ἐκφερόμενον, ἐργάτην γενέσθαι τοῦ Δεσποτικοῦ ἀμ πελῶνος. Τὸν γὰρ τὴν μίαν σιαγόνα παιόμενον, καὶ τὴν ἑτέραν προϊέμενον, ἐκεῖνον ὁρίζεται τὸ βάρος τῆς ἡμέρας τοῦ ἐνεστῶτος αἰῶνος, καὶ τὴν καύτων τῶν ἐν αὐτῷ πειρασμῶν γενναίως φέρειν ὁ Κύριος, ὡς πᾶσαν ἐργασίαν ἐπίπονον τῆς ἐντολῆς προθύμως ἐκπληρώσαντα. Εἰ γὰρ αὐτὸς παρ' αὐτὸν καιρὸν τοῦ αὐθαιρέτου πάθους ὑπὸ οἰκέτου παιόμενος οὐκ ἠμύτ νατο, μυριάσιν ἀγγέλων δουλευόμενος. Πρὸς ἦν ἀμιλο λώμενος, τὰς παρὰ Ἰουδαίων πεντάκις τεσσάρακοντα παρὰ μίαν ἐμφορηθεὶς, ηπίως ἐδέξατο, μακροθυμίαν παιδεύων ἴσα Θεῷ, ἀρετὴν φερώνυμον, ἧς δ μετέχων μακρὰν ἀπὸ θυμοῦ γίνεται. Ἐπεὶ οὖν ἡ παν τελὴς ἀρετὴ Θεὸς ὑπάρχει, εικότως μακρόθυμος προσω αγορεύεται, ὡς μακρὰν ὑπάρχων θυμοῦ. ἦν καὶ οἱ τῆς ἔξω παιδείας ἐτιμήθησαν· Σωκράτης μὲν Ἀπι κῶν δογμάτων νομοθέτης παισθεὶς, οὐκ ἠμύνατο Αντισθένης ὑπό τινος τῶν ὑβριστῶν συντριβεὶς τὸ πρόσωπον, μηδὲν φήσας ᾤχετο, την προσηγορίαν μόνον τοῦ πατάξαντος ἐπιγράψας τῷ μετώπῳ, διὰ τὸ μὴ δαιμονῶντα ἢ πάροινον τοῖς θεωμένοις ὑποπτεύεσθαι. Επικτήτου δὲ τὸ σκέλος ὑπὸ τοῦ μοχθηροῦ δεσπότου πηρωθὲν, πολλοῖς τῶν φιλοσόφων στο πῆς ἐν τοῖς κινδύνοις γέγονε παιδευτήριον. Δεσπότης γὰρ τοῦ δεσπόζοντος ἀπεδείχθη φιλοσοφήσεις. Μη οὖν ἀλλύωμεν ὑβριττόμενοι, ἀλλὰ τοῦ σφῶν καὶ πάντων Δημιουργοῦ κατ᾽ ἔχνος βαίνοντες, καν οἰκέ της ἀλλότριος ἢ ὁ ῥαπίσας, τὸ θεῖον ῥῆμα καὶ ἡμεῖ; φήσωμεν αὐτῷ· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Οὕτως γὰρ οἱονεὶ βέλει τῇ μεγαλοψυχία ο δι' έναν τίας τρωθήσεται, καὶ τῆς προπετοῦς γλώττης καὶ γνώμης μετακληθείς, χάριν σοι εἴσεται ὡς εἰτίν τῆς ἀλλοιώσεως, παιδευθείς μη πεινιάσθαι, καὶ
col. 1173–1174page 164 of 173
PG 38:1173ἀλλοί.... πρὸς τοὺς ἧττονας πόνους τῶν μεγάλων μισθῶν ὀρεγόμενος, ἀλλὰ στέργειν καὶ τοὺς μείζονας, ὡς οὐχ ετέρως δηνάριον κομιούμενος, εἰ μὴ κόσ πων τελειότητι μαρτυρούμενος. Οὐκ ἄξια δὲ τὰ πα θήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν, φησὶν ὁ πλεῖστα διὰ Χρι στὸν πεπονθώς, καὶ πάντα δι' αὐτὸν σκύβαλα ἡγησάμενος τὰ παρόντα, ὑψηλὸς Απόστολος. ΠΕΥΣΙΣ ΡΗΓ. Τί ἐστιν ὁ λέγει ὁ Κύριος, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, ὁ δὲ εἰς τὰ πετρώδη, ἄλλα δὲ εἰς τὰς ἀκάνθας καὶ τὰ μὲν παρὰ τὴν ὁδὸν, ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτά· τὰ δὲ εἰς τὰ πετρώ δη, διὰ τὸ μὴ ἔχειν βάθος γῆς, μηδὲ ῥίζαν, ἀνατείλαντα ἐξηράνθη· τὰ δὲ ὑπὸ τῶν ἀκανθῶν συν επνίγησαν· καὶ ὅσα περὶ τούτων διεξέρχεται ὁ λό γος; Απόκρισις. ἡμπια σε Εξῆλθεν ὁ σπείρων τοῦ σπείραι· ἐξῆλθεν ἐκ τοῦ Πατρὸς ὁ Χριστὸς, ὁ πρὸ αἰώνων Θεός· οὗτος γὰρ υπάρχει ὁ σπορεὺς τῶν σωτηρίων ἡμῶν. Σπέρμα δὲ αὐτοῦ, θεῖος καὶ ζωοποιός λόγος· ἄρουρα δὲ, ἡ ἀν θρωπότης πᾶσα· βόες, οἱ ἀπόστολοι· ἄροτρον, ὁ σταυρός· ζυγός, ἡ ὁμόνοια· ζεύγη, ἡ γλυκεῖα ἀγάπη συνδεσμοῦσα καὶ ὑποκλίνουσα τοὺς αὐχένας τῶν θεσπεσίων. Εξῆλθεν ὁ σπείρων τοῦ σπείραι, οὐ πυρόν, ἢ κριθήν, οὐχ ἕτερόν τι τῶν γηίνων, καὶ περὶ γαστέρα· ἀλλὰ πίστιν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· ἐλπίδα ἀναστάσεως, καὶ ἀγάπην εἰς Θεὸν καὶ τὸν πέλας ἀνυπόκριτον. Ἐξῆλθεν ὁ σπου ρεύς Χριστός, ἔχων δέκα ζεύγη βοών, καθώς φησιν ὁ ὑψηλὸς Ησαΐας· Οὐ γὰρ.... δέκα ζεύγη βοών ποιῆσαι κεράμιον ἔν Δέκα δὲ ζεύγη βοῶν λογικά, τὸν θίασον τῶν ἀποστόλων δηλοῖ· δώδεκα μὲν τοὺς πρὸ τοῦ πάθους· ἑπτὰ δὲ τοὺς περὶ Στέφανον μετά τὴν θείαν ἀνάστασιν, ὑπὸ τῶν δώδεκα ἀναῤῥηθέντων εἰκοστὸν δὲ τὸν ἐξ οὐρανῶν ἀκηκοότα, Σαούλ, Σαούλ, εί με διώκεις; τὸν αὖθις ὑπὲρ τοῦ διωκομένου κατά τοῦ ὁμοφύλου Ἰσραὴλ μεταταξάμενον, καὶ πρὸς τὸν πόλεμον ἀνθοπλισάμενον. Οὗτοι οὖν οἱ λογικοὶ τοῦ σπου ρέως είκοσι βόες, τὴν βροτῶν διασκάψαντες ψυχικὴν ἄρουραν, διὰ Χριστοῦ κατέσπειραν τῇ ὑφ᾽ ἡλίῳ τὴν εἰς αὐτὸν πίστιν ποιήσαντες ὅλον τὸ γεῶδες ἡμῶν φύραμα κεράμιον ἕν, δεκτικὸν τῶν θείων κραμάτων, καὶ τοῦ αἵματος, καὶ τοῦ ὕδατος τῶν προχυθέντων ἐπὶ σταυροῦ, τῇ ἀμύξει τοῦ δόρατος ἐκ τοῦ κεραμίου τοῦ θείου σώματος. Αὐτὸς γὰρ σπορεὺς, αὐτὸς κερα μεὺς τοῦ ἡμετέρου φυράματος ὁ Χριστός· πρὸ σαρ χώσεως μὲν ἡμᾶς ἐκ μὴ ὄντων δημιουργήσας εν πωθέντας δὲ, καὶ τοῦ χείρονος γενομένους δεκτικούς, διὰ θανάτου συντρίψας πάλιν ἀναπλάττει, καὶ διὰ τὸ μένειν τοῦ λοιποῦ κακίας απαραδέκτους· αὐτὸς γὰρ ἀμίκτως καὶ ἀσυγχύτως κατακιρνᾶται τῷ πλά σματι, ἀθανάτους ἀεὶ ἐσομένους δράσας ἡμᾶς ἐνώ Οὐ γὰρ δέκα ζ. 10,: Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἔν.
col. 1175–1176page 165 of 173
PG 38:1175σει τῶν ἡμετέρων καὶ ὄψει τῇ καθ' ἡμᾶς. Καὶ αὐτὸς ὑπάρχει τὸ κεράμιον τὸ ἐκ τοῦ ἡμετέρου οστράκου κατὰ σάρκα γενόμενον, καὶ ἔχον τὸ ζῶν καὶ ἀλλόμεν νον ὕδωρ τῆς αὐτοῦ θεότητος. Ὅπερ οἱονεὶ φέρων δ Ἰωάννης τῷ κηρύγματι τοῦ βαπτίσματος ἐβόα, θεα σάμενος τὸν Ἰησοῦν· Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἰ. ρων τὴν ἁμαρτίαν τοῦ κόσμου, σταυρῷ καὶ προ χύσει αίματος καὶ ὕδατος. Περὶ οὗ πάλιν ὁ Ἰησοῦς πυθόμενος τοῖς φοιτηταῖς, ποῦ αὐτῷ τὸ Πάσχα τη νομικὸν ἑτοιμάσοιεν, φησὶν αὐτοῖς· Ἀπέλθατε εἰς τήνδε την πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος βαστάζων κεράμιον ὕδατος· καὶ εἴπατε αὐτῷ, διδάσκαλος εἶπε, Πρὸς σὲ ποιῶ τὸ Πάσχα μετά τῶν μαθητῶν μου· καὶ ὑποδείξει ὑμῖν ἀνώσεων μέγα ἐστρωμένον· κἀκεῖ ἑτοιμάσατε· καὶ γέγον μὲν ταῦτα αἰσθητῶς· νοείσθω δὲ τροπικώς Ανήρ μὲν βαστάζων τὸ κεράμιον τοῦ ὕδατος, Ἰωάννης ὁ Βαπτιστής, κηρύττων μετανοίας βάπτισμα καὶ βαπτίζων. Πόλις δὲ ἡ ἄνω Ἱερουσαλήμ, ἧς πολῖται Ἰωάν νης, καὶ ὁ λοιπὸς τῶν δικαίων ὅμιλος καὶ ἁγίων. Ανώγεων δὲ ἐστρωμένον λαμπρά ψηφίδι, ὁ οὐρανός, ζωά τέ τινα καὶ σχήματα τῇ ποικιλίᾳ τῶν ἄστρων ὑπομορφούμενος, κατὰ τὸ παρ' ἡμῖν βασιλικὴν ἔδα φος, τῇ ποικιλία τῆς ψηφίδος κατεστρωμένον. Ὅτι δὲ βουσὶ τοὺς ἀποστόλους ὁ προφήτης παρείπετε, σαφῶς παρίστησι Παῦλος ὁ τῆς θείας εικοσαόμβης ἐξαίρετος, φάσκων· Γέγραπται, Οι φιμώσεις βοῖν ἁλοῦντα· καὶ αὖθις ἐπάγων, Μὴ τῶν βοών μέλει τῷ Θεῷ; Ἀλλὰ πάντως περὶ ἡμῶν λέγει· δι' ἡμᾶς γὰρ γέγραπται. Ἀλλ᾽ ἐπὶ τὸν ὑψηλὸν Ἡσαΐαν πάν λιν φοιτήσωμεν, τῇ παρ' αὐτοῦ προφητεία επόμενοι Οὐ γὰρ ἐργῶνται δέκα ζεύγη βοών ποιῆσαι κερά μιον ἔν· καὶ αὖθις ἐπάγει, Καὶ ὁ σπείρων ἀρτά βας ἓξ, θερίσει μέτρα τρία. "Αρ' οὖν τοσαύτην ἀστοχίαν υποθώμεθα γενέσθαι ποτέ, ὥστε σπαρείτε; ἀρτάδας ἐξ, μόνον τρία ἀποτίσειν μέτρα; Οὐ γάρ φησι, τρεῖς ἀρτάδας ποιήσει, ἀλλὰ τρία μέτρα, βραχύ τι ἔχοντα. Ἀλλ' εἰς τὸ ἐσώτερον τοῦ γράμματ τος καταπέτασμα παρεισδύνοντες, εὑρήσομεν πάντως τὸ διὰ τούτων ἐσόμενον. Εξ τοίνυν ἀρτάδας, απ τῆς Ἐκκλησίας κατασπείρεται άρουρα λογική βρα τῶν, τέτταρας μὲν τὰς τῆς θεηγορίας πυκτάς, τέμε πτην δὲ τὴν τῶν θεσπεσίων Πράξιν· ἔκτην δὲ τὴν τοῦ ὑψηλοῦ Παύλου μονότευχον δεκατεσσάρων ἐπιστε λῶν· ἐξ ὧν καὶ δι᾽ ὧν καρποφορεῖ ὁ θίασος της και ηχήσει τῶν ἡγουμένων, τὰ θεῖα κατασπειρόμενος τρία μέτρα, τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πίστιν. Ἐξῆλθε γὰρ ὁ σπείρων τοῦ σπείραι, οι πυρὸν ἀρτοποιόν, ἀλλὰ πίστιν ζωοποιόν· ἀλλ᾽ οὐκ ἐν πᾶσι. Σιν, σε ειν, ο
col. 1177–1178page 166 of 173
PG 38:1177τῆς Τριάδας θεῖον καὶ ἅγιον Πνεῦμα. Καθὼς καὶ ὁ τῶν θείων μελῳδὸς, δράμα τῆς Τριάδος σημαίνων ὑπάρχειν τὰ σύμπαντα, φησί, Τῷ λόγῳ Κυρίου οι οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στό ματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν· Κύριον τὸν Πατέρα, Λόγον δὲ τὸν Παῖδα, Πνεῦμα δὲ τὸ ἅγιον καὶ συμπληρωτικὸν τῆς θείας Τριάδος· οὗ τὴν αὐθεντίαν δηλῶν ὁ Κύριος ἐκ νεκρῶν ἀναστὰς, φησὶ τοῖς ἑαυτοῦ μαθηταίς, Λάβετε Πνεῦμα ἅγιον ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· τῇ αὐθεντίᾳ δηλονότι οὗ λαμβάνετε Πνεύματος, θεϊκῶς ὑμῖν παρέχοντος συγ χωρεῖν ἁμαρτήματα. Μὴ τοίνυν αἱρετικοῖς συνολι σθήσωμεν, ὑπὸ τῆς βασιλίδος τοῦ Νότου κατακρίνε
col. 1179–1180page 167 of 173
PG 38:1179σθαι μέλλουσι, ῥαθυμίᾳ τοῦ κρείττονος· τῇ μὲν γὰρ ἀκοῇ σοφίας ἐκ τῶν περάτων τῆς γῆς πρὸς Σολο μῶντα ἐκπτῆναι παρώτρυνε τούτοις δὲ Χριστὸς ἡμέν ριον ἐμβοῶν, νήψαι καὶ βλέψαι πρὸς τὸ συμφέρον οὐκ ἔπεισε· καὶ τὴν μὲν λόγοι καὶ φῆμαι πρὸς σωτη ρίαν ἑπτέρωσαν· τοὺς δὲ, ύψις καὶ πράξις τοῦ Θεοῦ καὶ Λόγου σαρκωθέντος, οὐδαμῶς ἐβελτίωσαν. ΠΕΥΣΙΣ ΡΑΔ. Τῷ γράμματι νοεῖται μόνον, ἢ καὶ ἑτέραν ἔχει τινά θεωρίαν ἡ τοῦ Πέτρου ἐρώτησις, καὶ ἡ τοῦ Κυρίου ἀπόκρισις; τοῦ μὲν ἐρωτῶντος, Ποσάκις, ἐὰν ἁμαρτ τήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; έως ἑπτάκις; τοῦ δὲ πλουσίως ἀποκριναμένου, Αμὴν λέγω σοι, οὐ μόνον ἕως ἐπτάκις, ἀλλ᾽ ἕως έβδο μήκοντα επτάκις. Απόκρισις. Καλὴ μὲν καὶ πρόχειρος ἡ ἀπόκρισις, συμφέρουσα ἑκατέροις, τῷ τε ἁμαρτάνοντι, καὶ τῷ πλημμελου μένῳ· τῷ μὲν ἐφ' οἷς ἔπταισε, συγνώμης αιτουμένο τῷ δὲ παρεχομένῳ, ὡς τοῖς αὐτοῖς ὑποκειμένῳ. Οὐδὲν γὰρ ὁ ἄπτωτον καὶ ἀχείρωτον, πλὴν μόνης τῆς πρώ της καὶ ἀσυνθέτου θείας Τριάδος ἐν μονάδι φύσεως. Φησὶ γὰρ τὸ θεοφόρον λόγιον· Τις καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; ἢ τὶς παρρησιάσεται καθαρὸς εἶναι ἁμαρτίας; Πρὸ τούτων δὲ Ἰὼβ ὁ θεσπέσιος, ὁ πύργος ὁ ἄσειστος, ὁ τῷ παίοντι διαβόλῳ καὶ τοῖς πάθεσιν ἀνύπο εικτος, ὁ ἀδαμάντινος στρατός διαρρήδην βοι· ού δεὶς καθαρὸς ἀπὸ ἁμαρτίας, εἰ καὶ μία ἡμέρα ή ζωὴ αὐτοῦ ἐπὶ τῆς γῆς. Βίος δὲ βροτοῦ οὐχ ἡ ἐκ νησ δύος εἰς τὸν βίον πρόοδος· ἀλλὰ μετὰ τὴν σωματικὴν αὔξησιν, καὶ τῆς ἐννοίας τελείωσιν, ἀρχὴ τῆς περὶ τὸν βίον διασκέψεως. Ἐπεὶ οὖν ὁ Πέτρος ήμελλε πιο στεύεσθαι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τὸν ἐκκλησιαστικὸν θίασον (κλεῖν δέ μοι νόει τὴν εξουσίαν τοῦ συγχωρεῖν ἁμαρτίας· ἀντὶ γὰρ κλειδός τὴν γλῶτταν ἐκέκτητο, ἀνοίγουσαν τὸν οὐρανὸν, καὶ κλείουσαν· τοῦτο δὲ καὶ ἡμῖν ὑπάρχει γλώττη, ἀνοί γειν ἑαυτοῖς, ἢ κλείειν τὸν οὐρανὸν, τὸ μὲν, ἄξια, τὸ δὲ, ἀνάξια τοῦ Θεοῦ φθεγγομένοις συμβαίνοντα τὴν ἐξουσίαν τοίνυν τοῦ συγχωρεῖν ἁμαρτίας κομίζει σθαι καραδοκῶν, τοῦ Κυρίου πυνθάνεται, Ποσάκις, ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἐπτάκις; Τίνος δὲ χάριν οὐ τετράκις, ἢ δεκάκις καὶ ἄνω πυνθάνεται, ἀλλ᾽ ἕως ἑπτάκις; Δοκεί μοι περὶ τοῦ φονέως λεληθότως μαθεῖν ἱμειρόμενος, εἴπερ συγγνώμης διὰ τοῦ βαπτίσματος καὶ τῆς μετανοίας ἀξιοῦται ὁ τοῖς ἑπτὰ περιπεσών ἁμαρ τήμασι, πρῶτος ἐν κόσμῳ φονεύσας Καῖν· καὶ τοῦ αύταις κατακριθεὶς τιμωρίαις, καταλλήλως τοῖς ἐκ μιαιφονίας συνυφεστῶσιν ἁμαρτήμασι· πρώτος γὰρ ἐν ἀνθρώποις ὁ Καῖν ἐδολιεύσατο, πρῶτος ἐφόνευσε, πρῶτος Θεῷ ἐψεύσατο πυθομένῳ περὶ τοῦ ἀναιρεθέντος, πρῶτος γονεῦσι πένθος καὶ κωκυτὸν ἐπήγαγε, κτείνας τὸν ἀδελφόν, πρῶτος βασκανίαν καὶ φθόνον ὤδινε, πρῶτος τῶν γεννημάτων τὰς ἀπαρχὰς πονη ρῶς προσενήνοχε, πρῶτος τὴν γῆν αἵματι μιάνας, κατάρας αὐτῇ πρόξενος γέγονε. Τοῖς δὲ ἑπτὰ τούτοις ἐν τῷ μιαιφόνῳ δράμασιν, ισάριθμος και τιμωρία
col. 1181–1182page 168 of 173
PG 38:1181ὑπὸ τῆς θείας φωνῆς ἐπάγετα:· στείρωσις καὶ ἀκαρ πία τῆς γῆς, μηκέτι δεξιουμένη τὸν μιαιφόνον στεναγμὸς καὶ κλόνος ὅλου τοῦ σώματος. Αλλο ἀριθμῷ καὶ τιμωρίαν πειρᾶσαι δεῖν ᾠήθην. Επι κατάρατος ἡ γῆ ἀπὸ σοῦ, μία κόλασις. Εργά ζων τὴν γῆν, δευτέρα αὕτη· ἀνάγκῃ γάρ τινι ἀρ. ῥήτῳ αὐτὸν συνέταξε, κατεπειγούσῃ προσταλαιπω τα; ρεῖν, τῇ γῇ μοχθεῖν. Καὶ οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς· τρίτη κόλασις, πονεῖν, καὶ μηδὲν ἐκ τῶν πόνων καρπίζεσθαι. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ταῖς τρισὶ δύο προστίθησι τιμωρίας ή θεία ψήφος, στεναγμόν διηνεκῆ, καὶ τρόμον ἄπαυστον, ὡς μηδὲ τροφὴν τῷ στόματι. ἢ ποτὴν προσάγειν οἷόν τε, ἀστατούσης τῆς μιαιφόνου δεξιᾶς, κακῶς τῇ προ τέρᾳ ισχύϊ κατὰ τοῦ ἀδελφοῦ χρησαμένης, καὶ τῇ ρώσει ἀρρωστίαν πριαμένης. Εκτη τιμωρία, τοῦ ἐκπεσεῖν αὐτὸν τῆς πρὸς Θεὸν αὐτὸν παῤῥησίας. Δεινή γὰρ καὶ βαρυτάτη ή κόλασις, πάντα ἔχουσα τὰ ἀμυντήρια, ἡ τοῦ Θεοῦ ἀποστροφή· ὑπὲρ ἧς ἀποδυρόμενος ὁ ἐν πείρα ταύτης γενόμενος, θάνατον ἐξαιτεῖται, λυσιτελεῖν αὐτῷ μᾶλλον εἰδὼς, ἢ τὴν ἀποβληθέντα Θεοῦ. Καί φησιν, Εἰ ἐκβάλλεις με τῆς γῆς, τοῦτ' ἔστιν, εἰ μηκέτι τῶν ἐκφορίων αὐτῆς ἀπολαύειν μέλλω, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι· εἰ τῶν κατὰ τῆς γῆς ἀναγκαίων πρὸς τὸ ζῇν ἐστέρημαι, καὶ αὐτῷ σοὶ ὀργιζομένῳ ἐμφανίσαι οὐ δύναμαι· Καὶ ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με· κρεῖττον γὰρ θανείν με ἢ ζῇν κακῶς τιμωρούμενον. Πρὸς ἄν ὁ Κύριος φησιν· Οὐχ οὕτως· ἐθέμην γὰρ σημεῖον ἐπὶ σοὶ, τοῦ μὴ ἀνελεῖν σε πάντα τὸν εὑρίσκοντά σε. Εβδόμη αὕτη τιμωρία, τὸ μὴ ἀξιοῦσθαι θανά του, πᾶσαν αἰσχύνην καὶ δόξαν λύοντος· ἀλλὰ μένειν τιμωρούμενον, καὶ τῷ σημείῳ στηλιτευόμενον, αὐτὸν ὑπάρχειν τῶν κακῶν ἐν βροτοῖς ἀρχηγόν. οι
col. 1183–1184page 169 of 173
PG 38:1183παγῆς τινος όλισθῆσαι, μὴ ἀπογνῶμεν τῆς καθάρσεως, μηδὲ τῆς ἀφέσεως· μηδ' ἀνακληθέντες έχ μήσωμεν, ἀλλὰ θάττον τοῦ χείρονος ἀποπηδήσωμεν, καὶ τῆς μηνύης τῶν ἀρετῶν ἁψώμεθα· ἐσθῆτα καὶ αἴσθησιν πλύνωμεν· τὴν ὕλην ὡς συμπνίγουσαν φύ γωμεν· πρὸς τὴν πάλαι ὑψηλὴν πολιτείαν φοιτήσω μεν· τὴν ἀκοὴν τοῖς θείοις δόγμασι κλίνωμεν· τῶν χαμαιζήλων ἐπιλαθώμεθα· τὴν ἀκρόπολιν τῶν ἀρε τῶν τὴν ἀγάπην κτησώμεθα· καὶ ταῖς πλαξὶ τῆς καρδίας τὸν θεῖον νόμον ἐγχαράξωμεν, πυξίον γενί μενοι θεότευκτον. ΠΕΥΣΙΣ Διὰ τί οὖν τοιαῦτα πταίσας ὁ ἅγιος Πέτρος, καὶ συγχωρηθεὶς, μὴ καὶ αὐτὸς συνεχώρησε τῷ ᾿Ανανίας καὶ τῇ Σαπφείρῃ, ἀλλ' ἐν μιᾷ ὥρᾳ ἀμφοτέρους μήν ματι έθανάτωσε; καίτοιγε μηδενὸς ὄντος τοῦ πταί σματος ὅσον πρὸς τὴν ἐκείνου ἄρνησιν μεθ' ἔρχον χρυσίου δὲ ἀπέκρυψαν ἰδίου, οὐκ ἀλλοτρίου· εἰ δὲ καὶ ἀλλότριον ἦν, οὐκ ἔστιν ἶσον, τῶν ἰδίων μικρὸν ἀπό κρύψαι, καὶ τὸ ἀρνήσασθαι τὴν Ἰησοῦν. Απόκρισις. Οὐκ ἀπονοίας ὑπάρχει ὁ τοῦ κορυφαίου κατὰ τῶν ὑπευθύνων φόβος, ἀλλὰ παιδεύσεως προγνωστικής τ πλεῖστα βροτῶν ἀκεομένης πάθη. Ἐπεὶ οὖν τοῦ ἀπα Θεῷ ἀνατεθέντος χρυσίου, ἱεροσυλία τρωθείς ένα σφίσατο, ερωτηθεὶς δὲ ἠρνήσατο· τότε ἀρξάμενος και ταβάλλεσθαι τὰ εὐαγγελικά σπέρματα, καὶ αὖθις παρανατείλαντα δωρακὼς τὰ ζιζάνια, σοφῶς αὐτὸς θάττον ἀνέστειλε, μή ποτε συναυξούμενα τὸν πυρὸν λυμήνηται· ἐν γὰρ συνδέσμῳ πικρίας αὐτὸν ὑπάρ
col. 1185–1186page 170 of 173
PG 38:1185χειν ὡς τὸν Σίμωνα καὶ ἀμετάθετον τοῦ λοιποῦ πολς τὰ κρείττονα. Εδέετο γάρ συγχωρηθῆναι τὸ ἄγος, μὴ συμφωνούσης τῆς καρδίας τοῖς χείλεσι, καθώς φησιν ὁ τῶν θείων μελῳδὸς περὶ τοῦ Ἰσραήλ· Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ· ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ· οὐδὲ ἐπιστώθησαν ἐν τῇ δια Θήκῃ αὐτοῦ. Οὕτω γὰρ καὶ οἱ τῆς ἰατρείας ἐπιστήμονες δρον ειώθασιν, ἐπειδάν τινα ἄκρων τοῦ σώ ματος πάθει ἀνιάτῳ κρατηθῇ, αὖθις ἐκτέμνονται τῆς χειρός, ἢ τοῦ ποδὸς τὸν δάκτυλον, πρὸ τοῦ ἐπὶ τὰ λοιπα μέλη διαχεθῆναι τὴν λώβην· ὁμοίως δὲ καὶ Μω τῆς ὁ θεσπέσιος τὰ τοῦ νόμου ἐκ προοιμίων θεώμενος, παρωτρούμενός τε, ἐπὶ βραχεῖ ἁμαρτήματι και ταλευσθῆναι ἐν σαββάτῳ ξυλολογοῦντα προσέταξε, τοῦτο Θεὸν γεγραφὼς ἀποφήνασθαι· ἐπὶ μεγάλῳ γὰρ καὶ μετρίῳ ἡ παράβασις κρίνεται, καθώς φησιν ὁ Κύριος, ὅτι Ἐὰν ὅλον τὸν νόμον πληρώσῃ τις, πταίσῃ δὲ ἐν ἐν), γέγονε πάντων ἔνοχος· οὐκ ἀφα νεσθείσης αὐτοῦ πάσης ἀρετῆς ἄδικον γὰρ τοῦτο καὶ τοῖς βραχέα περὶ τῆς θείας δικαιοκρισίας νοοῦσιν εἰ κότως δόξειεν), ἀλλ' ἔνοχός μοι δοκεῖ γίνεσθαι πάντων ὑποσπώμενος,. κτησιν ἑνὸς ἄγους, καὶ ἀντιμέτρησιν πᾶσιν ἐνεχόμενος, ἢ ἐξ αὐτῶν ἐκείνων τῆς οὐσίας ὑποτεμνόμενος, ἢ τοῦ ἀριθμοῦ αὐτῶν ὑποσπώμενος. Ὁ τοίνυν μὴ παντελῶς ἑαυτοῦ ἀπο γνούς, καὶ ὁλοσχερῶς τῷ χείρονι προσθέμενος, ἀλλὰ και σπανάκις προσάγων Θεῷ ἀρετὴν, καὶ οἰκτείρων τὸν πέλας, ὄφειλε μὲν ἐκείνῳ ὑπὲρ ὧν ἔπταισεν ὀφείλεται δὲ παρ᾽ αὐτοῦ, ὑπὲρ ὧν εὐηργετήθη· ὑπο στώμενος τοίνυν τῆς ἀντιμετρήσεως, πρὸς τὴν τοῦ περιττεύοντος χώραν ἀποκρίνεται· τοῦτο δὲ καὶ παρ' ἡμῖν συμβαίνειν πολλάκις ἔγνωμεν, ὀφείλειν ἡμᾶς ἑκατὸν δηνάρια, ὀφειλομένων ἡμῖν τριάκοντα. Ωσπερ οὖν ὁ τοῦ νομίσματος ὀφειλέτης πάντων ἔνοχος ὑπάρ χει τῷ δανείσαντι, μέχρι τῆς ἐκτίσεως τοῦ ὀφλήματ στις οὕτως ὁ χρεωστούμενος παρὰ Θεοῦ ὑπὲρ χιλίων κατορθωμάτων, ὀφείλων δὲ περὶ ἑνὸς παραπτώματος, πάντων ἔνοχος ὑπάρχει, μέχρι τοῦ γενέσθαι λογοθέσιον τῆς ἑκάστου οικονομίας. Παράβασις γὰρ ἐπὶ μικρῷ καὶ μείζονι κρίνεται, ἐν συγκρίσει τὸ διάφορον ἔχουσα. Σπεύσωμεν τοίνυν ἐν τῷ καλῷ τὸ πλέον ἔχειν, δικαιοσύνῃ τὴν ἀδικίαν βαροῦντες. ΠΕΥΣΙΣ Εἰ άφευκτος συντέλεια τοῦ κόσμου, καὶ ἡ τοῦ Χρι στοῦ παρουσία, πῶς αὐτὸς λέγει, Τότε ἐν τῇ Ἰου δαία φευγέτωσαν ἐπὶ τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώ ματος μὴ καταβήτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστρεψάτω ἆραι τὸ ἱμάτιον αὐτοῦ; Καὶ πάλιν λέγει, Αλλ' εύχεσθε ἵνα γένη ται ἡ φυγὴ ὑμῶν ἐν σαββάτῳ ἢ ἐν χειμώνι· οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. "Αρ' ὅτι συμβῇ θέρους γε νέσθαι, ἐν Κυριακῇ ἢ δευτέρα τήν συντέλειαν, δυνά μεθα λαθεῖν, ἢ φυγείν; Διά τί δ' ἄρα τοσούτου ὄντος ὄχλου καὶ δήμου τότε, μόνας τὰς ἐν γαστρὶ ἐχούσας καὶ θηλαζούσας ἐκ πάντων ἐταλάνισε, καὶ ἀπωδύρατο, ΧΧιν.
col. 1187–1188page 171 of 173
PG 38:1187ὡς διὰ τὸν τόκον; 'Αρα τοῦ μὴ φθάσας αὐτὰς ἀπο τεκεῖν, ἢ ὡς βαρυτέρως μελλούσας τιμωρεῖσθαι; Απόκρισις. Τὴν μέλλουσαν Ἰουδαίοις φυγὴν προφαίνων αὐτοῖς ὁ Κύριος, ἐπὶ τὰ δρὴ δραπετεύειν παρεγγυά· μετά γὰρ Ουεσπασιανὸν ἐπιστὰς Τίτος παντελῶς κατέσκα με καὶ ἠρήμωσε τὰ Ἱεροσόλυμα, κακῶς ὀλέσας του δαίους, τοὺς μὲν ἄνδρας ῥομφαία δρεψάμενος, τὰ δ' ἀρτιγενῆ βρέφη τῷ ἐδάφει προσαράξας, τὰς δὲ κυρ φορούσας ἀνατέμνων, παντὶ ὀλέθρῳ καὶ ἀφανισμῷ τὸ θεομάχον γένος ἐξέτριψε. Σαββάτῳ καταληφθείσης τῆς πόλεως, καὶ πάντων οἶκοι σχολαζόντων διὰ τὴν κατὰ τὸ σάββατον ἀργίαν, ὄντος δὲ καὶ χειμώνος, οὐδεὶς αὐτῶν διαδρᾶναι τὴν ἅλωσιν καὶ τὴν καταγωγὴν ἠδυνήθη. Ο δὲ ἐπὶ τοῦ δώματος λανθάνειν ἐπει ρᾶτο, μηδὲν τῶν κάτω ἆραι βουλόμενος, τιμιώτερον τὸ ζῆν ἢ τὸ ἔχειν ἡγούμενος. Ο δὲ ἐν τῷ ἀγρῷ, οὐ μόνον ἀνεπίστροφος ἐπὶ τὸν οἶκον ἔμενεν, ἀλλὰ καὶ ποῤῥωτέρω φοιτᾷν ἠπείγετο, τὸν ἐμπρησμόν, καὶ τὴν ἅλωσιν ὁρῶν τῆς πόλεως. Εἰ δὲ καὶ κατ᾿ ἀναγωγὴν πρὸς τὰ ἡμέτερα μεθαρμοσθῆναι τὸν λόγον εἰκότως βούλεσθε· Οἱ ἐν τῇ Ιουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, οἱ ἐν εὐσεβεία ἑδραῖοι τοῦτο γὰρ Ιουδαία έρ μηνεύεται), ἐπὶ τὴν ὑψηλὴν καταφυγὴν Χριστὸν ἀφ οράτωσαν, ὑπὸ τῆς σφῶν ὁμολογίας φρουρούμενοι. Ο δὲ ἐπὶ τοῦ σώματος, μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ· ὁ τῆς παρούσης περιφρονήσας σκιώδους ζωῆς, καὶ πᾶσαν τὴν ἐνταῦθα καταπατήσεις σκηνὴν, καὶ ὑψηλὸς τῷ βίῳ γενόμενος, καὶ τὰ ἔνοιχα πάθη ἀποπεμψάμενος, μηδὲν ἐξ αὐτῶν ἐπισπάσθω, μὴ δέος, μὴ ἀθυμίαν, μὴ δόξαν κενήν, μὴ ὄρεξιν πλούτου, ἅπερ ἀφ' ὕψους ὑπάρχει κατάβασις. Ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ἆραι τὸ ἱμάτιον αὐτοῦ ὁ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον, καὶ ταῖς σαρκίνοις αποταξάμενος, τὸν νέον φορείτω, δς αὐτὸν εἰς καίνωσιν Θεοῦ ἀνεκαίνισεν, καὶ τῆς ἰλύος ἐξ εκάθαρεν· ἐν τούτῳ γὰρ ἕξει τὸ πρὸς πᾶσαν βουλὴν ἀχείρωτον. Μηδεὶς οὖν θόρυβος, ἢ προσγενῶν συμ πάθεια τῆς Χριστοῦ ἀποῤῥήξει ἀγάπης. Οὔτε γὰρ Χριστὸς ὑπὸ τῆς μητέρος καὶ τῶν ἀδελφῶν ζητούμεν νος τὴν κλῆσιν προσήκατο, σωτηρίων δογμάτων ταῖς ἀκροαταῖς ἀπαρξάμενος, παιδεύων τῶν σαρκικών ὑπάρχειν τὰ πνευματικά προτιμώτερα. Οὕτω καὶ οἱ αὐτοῦ φοιτηταί, τῶν τραπεζών καταλιπόντες τὴν ἐπίσ σκεψιν, τῆς εὐσεβείας μᾶλλον τὸν λόγον μετεχειρίσαντο, οὐ λόγοις μόνον σοφιστεύοντες, ἀλλὰ καὶ δρά μασι παιδεύοντες. Τὸ γὰρ καλῶς φράζειν, λύρα 4 κυμβάλῳ παρέοικε· τὸ δὲ χρηστῶς πράττειν, ἀγγέλοις. συμπέφυκεν. ΠΕΥΣΙΣ ΡΙΖʹ. ᾿Αλλὰ πάλιν ἔσται αὐτῶν ἀνάκλησις περὶ τὴν συν τέλειαν τοῦ κόσμου, ὅταν οἱ ἐξ ἐθνῶν πάντες τ στεύσωσι, τότε λοιπὸν καὶ ἐξ Ἰουδαίας ἐπιστρέψους. Λέγει γὰρ ἐν Εὐαγγελίοις ὁ Κύριος, "Οτι έχω και ἄλλα πρόβατα, ἃ οὐκ εἰσὶν ἐκ τῆς ποίμνης ταύ της· δεῖ με κἀκεῖνα ἀγαγεῖν, ίνα γένηται μία ποίμνη, καὶ εἰς ποιμὴν· καὶ ὁ ᾿Απόστολος πρὸς τοῦτο
col. 1189–1190page 172 of 173
PG 38:1189συμφωνῶν λέγει· Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Απόκρισις. Οὐδέπω πεισθήσομαι, Ιουδαίους ἀνακικλήσκεσθαι οὐδὲ γὰρ ταῦτα παιδεύει ὁ Κύριος, οὐδ᾽ ὁ ὑψηλὸς 4 Απόστολος, διὰ τῶν ὀρθῶς μὲν παρ' αὐτῶν εἰρημένων, κακῶς δὲ παρὰ σοῦ νοηθέντων ἅμα καὶ φρασθέν των. Τὸ γὰρ φῆσαι τὸν Κύριον, Ὅτι ἔχω καὶ ἄλλα πρόβατα, δηλονότι ἡμᾶς, ἃ οὐκ εἰσὶν ἐκ τῆς ποίμνης ταύτης (ὡσανεὶ τῆς Ἰουδαϊκῆς), ὧν πρώτη ὑπῆρχεν ἡ τοῦ Κυρίου ἀπόφατις. Εἶτα οἱ θεῖοι ἀπόστολοι, καὶ σὺν αὐτοῖς, καὶ δι' αὐτοὺς ἐξ Ιουδαίας πιστοί. Οὔπω γὰρ ὑπῆρχεν ἡ ἐξ ἐθνῶν πρὸ τοῦ σωτηρίου πάθους, διὰ τὸ μήπω κηρυχθῆναι ἡμῖν, μηδὲ βαπτισθῆναι ἡμᾶς, ὅπερ μετὰ τὴν ἀνάστασιν διὰ τῶν ἀποστόλων αὐτοῦ Χριστὸς δράσας τῇ ἐξ Ἰουδαίων πιστῇ ποίμνῃ ἡμᾶς ἐπεισήγαγε· καὶ ἐσμὲν ἅπαντες οἱ πιστοὶ μία ποίμνη ἑνὶ ποιμένι, τῷ ἀρχιερεῖ καὶ ἀρχιποιμενι Χριστῷ ποιμαινόμενοι καὶ φρουρούμενοι. Εἰς γὰρ Κύριος, μία πίστις, εν βάπτισμα, φησὶν ὁ μὲν τοῦ ἀρχιποίμενος μαθητής, τῆς δ' ὑπ᾽ οὐρανὸν καθηγη τῆς ὑψηλὸς Απόστολος· ὃς καί φησιν· "Οταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, πᾶς Ἰσραὴλ σωθής σεται, οὐκ Ἰουδαίους περὶ τὴν συντέλειαν σώζεσθαι καὶ ἀναφωνεῖσθαι δηλῶν, ἀλλὰ τοὺς καθαρότητι δια νοίας, καὶ πίστει Θεὸν ὁρῶντας. Τοῦτο γὰρ Ἰσραὴλ παρὰ πάντων καὶ αὐτῶν Ἰουδαίων ἑρμηνεύεται, Νοῦς ὁρῶν Θεόν. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰουδαίας, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι εἰσὶ σπέρμα Αβραάμ, πάντες τέκνα, ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα τοῦτ' ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέ κνα Θεοῦ, φησὶν ὁ αὐτὸς Απόστολος· καὶ πάλιν ὁ Κύριος ἐν Εὐαγγελίοις φησί, Πολλοὶ κλητοί, ώσανεί Ἰσραηλῖται καὶ Χριστιανοί· ὀλίγοι δὲ ἐκλεκτοί, ὡσανεὶ οἱ σωζόμενοι. Οταν οὖν τὸ πλήρωμα τῶν ἐθνῶν, τοῦτ' ἔστιν ἡ πάνδημος Εκκλησία, εισέλθῃ, δηλονότι εἰς κρίσιν· τότε πᾶς Ἰσραὴλ (ὁ νοῦς ὁρῶν τὸν Θεὸν), ὅπερ ἐστὶ πᾶς βροτός, διὰ πίστεως καὶ εὐ σεβείας γνῶσιν ἔχων Θεοῦ, σωθήσεται. ιν,
col. 1191–1192page 173 of 173

Quibus Gregorius Nazianzenus in suis Epistolis et Carminibus est usus ordine litterario digesta. Amor virginitatis in Gregorio, et scintilla in sti pula, Amor Dei, et aqua in canali, aut navigans simul et pedibus iter agens, 351, v. Divina tractaturus, et viator trajecturus flumen, 257, 1001, v. 17. Ecclesiæ imperium, ac speciosa scena, $1, B. Ecclesia Nazianzena, el navis tempestate jactata, 873 v. 49. 633, v. 27. 351, v. 251. Amor in unum tendens, et amussim adhibens arti sex, Divitiæ, et scortum, 329, v. 554. Anastasin plebs, et una semi-natura, 845, v. 41. na ante magnum rogum, Anima et tibia, Anima in Christo, sicut stella ante solem el lucer 247, v. 90. 659, v. 529. 941, v. 10. Anima a Diabolo prostrata, et pinus dejecta, aut pla lanus, Anima et trigæ tribus equis traciæ, Apollinarista animam Christo denegantes, et vir læso hominis oculo, ac pede insuper offenso, pedi me dicinam adhibens, oculum autem incuratum relin quens. Apollinarista itidem, et sutores, quæ in pellibus cras siora sunt, abradentes, Avarus, et hydropicus, Avarus, et dipsas, Audacia velamen justitiæ, et sepia imo vomens, Aurum injuste collectum, et teclus lyrannus, Episcopus et lucerna, Epistolarum gratia simplex, et aquila non puians esse pulchra, Eusebius Casariensis, et vir altera manu demulcens, altera malam feriens, aut convellens domus (un damenta, et parietes pingens, atque externas par les exornans, Exemplar viliosum, et rivus per declivia currens, 799, v. 369. 437, v. 440. 553, v. 151. Felicitas, et navis vestigia, atramentum ex 737, v. 1199. alque obscurus Bona terrena, et arunearum telæ, 585, xxx. V, 27. Bonis externis se efferens, et simia aureas torques gerens, aut asinus talenta auri gestans, aut plum beus ensis in vagina aryentea, 1045, v. 173. Bonus, sed ignobilis, et rosa ex spinis ortu, 543, v. Cæsarius, et quercus dejecta, 641, v. 187. Calamitas, et tellus imbrium impetu raptala, 677, v. 20. 337, v. 701. Canities, et hiems, Carnales, et testudines, atque oblique gradientes can cri, ac serpentes lortuosi, Calibes, et nuvis, Concionatores ad ostentationem striones et ſunambuli, Corpus, et aiguis, Damon, et pisces esca trahens, 635, v. 94. Gregorius, et umbræ corporum, Gregorius, et sordidissima vasa et instrumenta, alque adminicula quæ fornicibus supponuntur, a sivul alque structura firmata ac compacta est, suḥduci et pro nihilo haberi solent, Gregorius, et retrimenta, et quisquitiæ, glama es flu ctus marini, Gregorius et Jonas, 113, D, 114, A. 771, v. 1838. Gregorius episcopatum linquere oplans, et equus im patiens, 771, v. 1818. Gregorius, et leo implicatus venatorum laqueis, 995, Gregorius Nyssenus, et sol atque stellæ, v. 17. Homo post peccatum originale, et navigans magna ri 29, v. 125. Homo sui ignarus, et oculi alia cernentes, scipsos autem minime, remorum, 357, v. 712. 313, v. 278. concionantes, et hi Ignari, el pisces, 339, v. 18. 853, v. 76. Improbi, et qui lapidem in cœlum jaciunt, 335. v. 987, v. 138. Improbus quiescens, et nubes fæta grandine, 729, v. Deus, et fulgur, Deo adhærens et carni, ac amphibius, Desiderium, et scintilla in stipula, 933, vr 267. 633, v. 50. 309, v. 377. 327, v, Infelicitas, et amarum pharmacum, Ira, el fera, Infamatores mutui, et fluctus reciprocantes, 157, A. 235, v. 100. v. 653, v. 91. Ira, et ignis, Dignitates humanæ, et somnia, aut flumen, aut um bra, aut tenebræ, aut navis, Dimidiatum Deo dans officium, et choreæ indulgens, Ira, el rubigo, 515, v. 17 1033, v. 287. Revocatur Lector ad numeros grandiores in textu expressos, qui paginas editionis Haurinæ repræsentant

Continue reading PG 38: Similia →≣ entire volume
Page scan enlarged

Notebook

Full View