Historical and Literary NoteNotitia historica et litteraria
Ancient Life of AmphilochiusVita Amphilochii antiqua
Testimonies of the ancientsVeterum testimonia
Oration II: On the Meeting of Christ, the Theotokos, Anna, and SimeonOratio II: De occursu Christi, et de Deipara, Anna et Simoeae
Oration IV: On the Sinful WomanOratio IV: In mulierem peccatricem
Oration V: On Holy SaturdayOratio V: In diem Sabbati sancti
Excerpts of SentencesSententiæ Excerpta
Oration on Mid-PentecostOratio in Mesopentecosten
Second witness · khazarzar edition
/=De recens baptizatis<br> Τοῦ μακαρίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου περὶ τῶν νεοφωτίστων καὶ εἰς τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.=/ Ὁπόταν τὸ σκυθρωπὸν τοῦ χειμῶνος ὁ τοῦ ἔαρος καιρὸς διαδέξηται, ποικίλοι ὄρνεις ἀνὰ τὸν αἰθέρα πετόμενοι μελιφώνοις ᾠδαῖς τὸ ἡδὺ τοῦ καιροῦ τοῖς ἀνθρώποις σημαίνουσιν· τότε καὶ χελιδόνες ἡδύλαλοι ὀξείᾳ πτήσει τὸν ἀέρα τέμνουσαι καὶ τὰς τῶν ἀνθρώπων κεφαλὰς παρατρέχουσαι δίκην ἄνθους τὴν οἰκείαν κλαγγὴν τοῖς ὠσὶν τῶν ἀνθρώπων ἐμβάλλουσιν. Τότε ἔστιν ἰδεῖν καθαρὸν τὸν ἀέρα καὶ νήνεμον καὶ τὰς τῶν ἀνθρώπων ὄψεις φαιδρὰς εἰς μίμημα τῆς γαλήνης μεταρρυθμιζομένας· καὶ γὰρ ὀρνέων φθογγαὶ τέρπουσιν ἀκοὴν καὶ ἀὴρ καθαρὸς φαιδρύνει τὸ ὄμμα καὶ ποικίλων ἀνθῶν στιλβότης ἡδύνει τὴν ὅρασιν καὶ ἡ πολυμιγὴς πνοὴ τῶν βοτανῶν ἀνακτᾶται τὴν ὄσφρησιν. Καὶ ταύτην μὲν τὴν τερπνότητα τοῖς ἀνθρώποις παρέχει, ἀγαπητοί, τὸ ἐπίγειον καὶ ἐπίκηρον ἔαρ· τὸ δὲ θεῖον καὶ ἀκήρατον ἔαρ ἡμῶν Χριστὸς τὸν λειμῶνα τῆς ἐκκλησίας ἴων καὶ ῥόδων καὶ κρίνων πνευματικῶν πυκάσας τῇ πίστει φαιδρύνει τὴν ὅρασιν καὶ ἀρωμά των θείων τὴν δεξαμενὴν τῆς καρδίας ἡμῶν πληροῖ.
Τίς γὰρ τῶν πιστῶν νῦν οὐκ εὐφραίνεται; Τίς δὲ νῦν οὐκ ἀγάλλεται, ὅτε ὁρᾷ τοὺς νεοφωτίστους ἐν εἰκόνι κρίνων λαμ προῖς τοῖς κάλυξιν τῶν πέπλων καταλάμποντας καὶ ἐν μέσῃ τῇ καρδίᾳ κεκτημένους τὴν χρυσαυγοῦσαν πίστιν; Ἐνταῦθα εὑρή σεις, ἀγαπητέ, ὀφθαλμοῖς καρδίας ἀτενίσας ἴου δίκην βαθυτάτου τὴν τῶν πιστῶν καρδίαν αἵματι Ἰησοῦ πορφυρίζουσαν· τὸ γὰρ φλογόφυλλον ῥόδον ἐκ τῆς παρθένου Μαρίας ἀφθόρως ἐξήνθη σεν. Ποῖος λειμὼν τοιαύτην εὐωδίαν κέκτηται οἵαν ὁ ἡμέτερος λειμὼν τὴν τοῦ πνεύματος ἀρωματίζουσαν χάριν; Ὄσφρησαι τὸν νεοφώτιστον καὶ εὑρήσεις ἐν αὐτῷ τὴν τοῦ πνεύματος ἀθάνατον εὐωδίαν, λέγω δὴ τὸ τοῦ οὐρανίου χρίσματος μύρον. Ὧδε τῶν πατέρων οἱ φοίνικες τοῖς βαΐοις τῆς νίκης κατεστεμμένοι γλυκυτέρους τοὺς καρποὺς τῆς ἀγάπης κυπρίζουσιν· ὧδε τὰ καλλί φθογγα ὄρνεα τῶν ψαλμῳδῶν ὁμοφώνως τῷ θεῷ τοὺς ψαλμοὺς λυρῳδοῦσιν· ὧδε ἡ παρθενία δίκην στύρακος καθαρὸν τὸ θυμία μα τῆς εὐχῆς τῷ θεῷ προσκομίζουσα χαίρει· ὧδε ἡ σωφροσύνη ἱλαρὸν τὸν κλάδον τῆς ἁγνείας ὡς Ἀβραὰμ τὸν Ἰσαὰκ τῷ θεῷ θυσιάζουσα τέρπεται· ὧδε τὰ τῶν ἐλεῶν στελέχη πολύκαρπον τὸν κλάδον τῆς εὐποιΐας τοῖς πένησι προβαλλόμενα τέρπουσι μὲν τὸν κύριον, τρέφουσι δὲ τὸν πτωχόν.
Ἡ παρθενία ᾀδέτω λέγουσα· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, κύριε. Ὁ ἐλεήμων λεγέτω· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ· δίκαιος γὰρ ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Νῦν τὸ σκυθρωπὸν τοῦ διαβολικοῦ χειμῶνος πέφευγεν καὶ τὸ ἱλαρὸν τοῦ οὐρανίου λειμῶνος ἀνέλαμψεν· νῦν τὸ πένθος τῶν νεκρῶν ἐδραπετεύθη, τὸ γὰρ φέγγος τῆς ἀναστάσεως ἐλήλυθεν. Ἄσωμεν πάντες ὁμοῦ τὸ ᾆσμα τὸ καινόν, πρέπει γὰρ τῇ καινῇ πολιτείᾳ τὸ καινὸν καὶ μακάριον ᾆσμα. Ἄσωμεν τὸ ᾆσμα τὸ καινόν, ἰδοὺ γὰρ Ἀδὰμ ἀνεκαινίσθη, ἡ γὰρ παλαιὰ ἁμαρτία ἠφάνισται, ἰδοὺ γέγονεν πάντα καινά. Ἄσωμεν τὸ ᾆσμα τὸ καινόν, ἰδοὺ γὰρ Ἀδὰμ ἀνεκαινίσθη καὶ Εὔα εἰς οὐρανοὺς ἀνεκομίσθη, ὁ γὰρ διάβολος εἰς τὸ πῦρ ἐσκελίσθη. Χρησώμεθα παρὰ Μαρίας τῆς ἀδελφῆς Μωϋσέως τὸ ᾆσμα ἐκεῖνο, πρέπει γὰρ ἡμῖν νῦν ᾗπερ τότε ἐκείνοις. Συμπαρέστω ἡμῖν καὶ ὁ τῶν ἁγίων ἐκείνων χορὸς καὶ λεγέτω ὃ τότε ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐκελάδιζεν, τό· Ἄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. Τί γὰρ πεποίηκεν; Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. Ἵππον καὶ ἀναβάτην· ἵππον μὲν τὴν θηλυμανῆ ἁμαρτίαν, ἀναβάτην δὲ τὸν ἐπὶ τῇ ἁμαρτίᾳ καθήμενον δαίμονα ἐν τῷ βαπτίσματι τοῦ λουτροῦ κατεπόντισεν.
Ἄσωμεν οὖν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· τὸν γὰρ Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, τουτέστιν τὸν διάβολον καὶ τὸ σκοτεινὸν καὶ ἐναγὲς τῶν δαιμόνων αὐτοῦ στρατόπεδον ἐν τῷ λουτρῷ τοῦ βαπτίσματος ἐθαλάσσωσεν. Οὐκέτι φοβοῦμαι ἀκούειν· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· ἐν γὰρ τῷ βαπτίσματι τὴν γῆν ἀπεθέμην καὶ οὐρανὸν ἐνεδυσάμην καὶ ἀκούω· οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε, καί· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Δεῖ ἡμᾶς νεφέλαις ἐπιβῆναι καὶ εἰς οὐρανοὺς ἀναδραμεῖν· οὐκ ἀμάρτυρος ὁ λόγος, ἄκουε τοῦ Παύλου λέγοντος· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. Διὸ καθὼς ἠκούσαμεν ἀρτίως τοῦ ψαλμῳδοῦ ἡμῖν παραινοῦντος καὶ λέγον τος· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐ φρανθῶμεν ἐν αὐτῇ. Ἀγαλλιασώμεθα οὖν οὐ μέθῃ καὶ κραιπάλῃ σκοτούμενοι, αὕτη γὰρ οὐκ ἂν εἴη εὐφροσύνη ἀλλὰ ἀφροσύνη καὶ σκοτομήνη καρδίας. Ἀγαλλιασώμεθα σκιρτῶντες τῷ πνεύματι, ἀγαλλιασώμεθα ἀγάπῃ ἑστιώμενοι, ἐλπίδι χαίροντες.
Εἰ δὲ δεῖ καὶ ἑτέραν ἐννοεῖν εὐφροσύνην καρδίας, τὸν οὐράνιον ἄρτον καθαραῖς παλάμαις ὑποδεξάμενοι τῇ ψυχῇ παραπέμψωμεν ζωῆς αἰωνίου ἐφόδιον ὄντα· καθαραῖς παλάμαις ὑποδεξάμενοι λέγω δέ, οὐχ ὕδατι κοινῷ πεπλυμέναις, ἀλλ' εὐποιΐαις λαμπρυνομέναις. Καὶ τὸ θεῖον καὶ οὐράνιον κρᾶμα ῥοδοείδεσι χείλεσιν ἀρυσώμεθα, οὐ φοίνικί τινι ἐρυθαίνοντες, ἀλλὰ τῷ αἵματι Ἰησοῦ Χριστοῦ πορφυρίζοντες. Ὦ μεγάλης ὡς ἀληθῶς καὶ ἀγαθῆς ἡμέρας, ἐν ᾗ ὁ ἀμνὸς σφαγιάζεται καὶ ὁ κόσμος ἀγοράζεται καὶ ὁ ποιμὴν ἡμῶν ζῇ· Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ποιμὴν ὁ καλός. Ὦ μυστηρίου καινοῦ καὶ θαύματος παραδόξου! Σταυρὸς ἔστη καὶ Χριστὸς ἐφηπλώθη καὶ θάνατος ἄδικος ἦν τὸ φαινόμενον καὶ θάλαμος ἅγιος ἦν τὸ γινόμενον, σταυρὸς ἦν τὸ φαινόμενον καὶ παστὸς ἦν τὸ τελούμε νον· χθὲς ἀνέστη παστὸς καὶ σήμερον ἐτέχθη λαός. Ὦ θάνατος Χριστοῦ, θανάτου θάνατος καὶ γλυκεῖαν ζωὴν ἐν τῷ πικροτάτῳ θανάτῳ πηγάζων! Ὦ μυστηρίου Ἀβραμιαίου ἐν Χριστῷ τελουμένου! Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον συνεποδίζετο καὶ ἀμνὸς ἀντ' αὐτοῦ ἐσφάζετο, καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐπὶ σταυροῦ ἀνεφέρετο καὶ τῇ σαρκὶ ὑπὲρ ἡμῶν ἐσταυροῦτο καὶ πάσχουσα ἡ σὰρξ ἡ θεότης οὐκ ἔπασχεν.
Ἔστη τὸ ἱστίον τοῦ σταυροῦ ἐν τῷ πλοίῳ τοῦ κόσμου καὶ ὁ κόσμος ἀναυάγητος ἔμεινεν· τούτῳ τῷ ἱστίῳ τοῦ σταυροῦ ὁ πλέων ναυάγιον θανάτου οὐκ οἶδεν, ἀλλὰ εἰς οὐρανοὺς ἀναπλέει. Οὐκέτι Εὔα φοβεῖται τὸν ὀνειδισμὸν τοῦ Ἀδάμ, ἐν γὰρ Μαρίᾳ τὸ ταύτης πταῖσμα ἀνασέσωσται· οὐκέτι Ἀδὰμ φοβεῖται τὸν ὄφιν, Χριστὸς γὰρ συνέτριψεν τὴν κεφαλὴν τοῦ δράκοντος· Σὺ γάρ, φησίν, συνέτριψας τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος, τουτέστιν ἐπὶ τοῦ βαπτίσματος. Οὐκέτι πενθῶ, οὐκέτι κλαίω λέγων· Ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν· ἐλθὼν γὰρ ὁ Χριστὸς τὴν ἄκανθαν τῶν ἁμαρτιῶν ἡμῶν ἐκριζώσας τῇ ἑαυτοῦ κεφαλῇ ἐπέθηκεν. Λέλυταί μου ἡ ἀρχαία λύπη, λέλυται ἡ παλαιὰ ἀρὰ ἡ λέγουσα· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ· ἐξηράνθησαν γὰρ αἱ ἄκανθαι, ἐξεριζώθη ὁ τρίβολος καὶ τρίπλοκος στέφανος τῇ κεφαλῇ μου ἐπετέθη.
Τίς Ἰουδαίων καὶ Ἑλλήνων πιστεύει ὅτι ξύλον ἔστη καὶ ζωὴν ἐξήνθησεν; καὶ καθ' ἑκάστην ἡμέραν ὑπὸ πιστῶν τρυγᾶται καὶ ὁ καρπὸς ἀδαπάνητος μένει· καὶ πᾶσα φυλὴ καὶ πᾶν ἔθνος πιστῶν ἐπὶ τοῦτο τὸ δένδρον βήματι ψυχῆς ἀναβαίνει καὶ τὸν κόλπον τῆς διανοίας ἀθανάτου καρποῦ πληροῖ, καὶ πάντας βαστάζει τὸ δένδρον καὶ πάντας χορτάζει καὶ σφραγίζει καὶ πλουτίζει καὶ μετὰ ταῦτα εἰς οὐρανοὺς ἀκοντίζει. Τί γὰρ δι' ἡμᾶς οὐχ ὑπέμεινεν κληθῆναι Χριστός; Οὐ δυνάμεθα ἐξαριθμήσασθαι αὐτοῦ τὰ ὀνόματα, ἐπιχείρω δὲ λέγειν, ἀγαπητοί· θύρα, ὁδός, πρόβατον, ποιμήν, σκώληξ, λίθος, μαργαρίτης, ἄνθος, ἄγγελος, ἄνθρωπος, θεός, φῶς, πηγή, ἥλιος δικαιοσύνης. Ὁ πολυώνυμος Χριστὸς καὶ εἷς ὑπάρχων, πολυώνυμος ὁ υἱὸς καὶ εἷς ὢν οὐ τρεπόμενος, οὐ μεταβαλλόμενος, ἄτρεπτος γὰρ ἡ θεότης· ἀλλ' ἑκάστῳ πράγματι κατὰ τὴν ἐνέργειαν ἁρμοζόμενος ἴδιον ὄνομα ἑκάστῃ ἐνεργείᾳ τεθεικώς. Καὶ ἴδωμεν, ἀγαπητοί, εἰ δυνάμεθα ἑκάστῳ ὀνόματι τὴν ἐνέργειαν παραστῆσαι. Ὁδὸς ἤκουσεν· Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ὁδὸς καὶ ἡ ἀλήθεια, ἐπειδὴ αὐτὸς ἀρχηγὸς πασῶν τῶν ἀρετῶν καὶ τῆς εἰς οὐρανοὺς ἀναβάσεως γέγονεν. Ὁ αὐτὸς θύρα· Ἐγὼ γάρ εἰμι ἡ θύρα τῶν προβάτων, ἐπειδὴ δι' αὐτοῦ καθάπερ διὰ θύρας εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσερχόμεθα.
Ἅλας ἤκουσεν, ἐπειδὴ τὴν δυσωδίαν τῆς εἰδωλολατρείας τῶν ἀνθρώπων ἀπέσμηξεν καὶ τὰς ψυχὰς ἡμῶν πρὸς νοστὸν εὐσεβείας τῇ πίστει ἤρτυσεν καὶ τὰ λελυμένα μέλη τῆς διανοίας τῇ ἀληθείᾳ συνέσφιγξεν. Πρόβατον ἤκουσεν· Ὡς γὰρ πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· πρόβατον ἤκουσεν διὰ τὴν σφαγὴν καὶ διὰ τὴν τῶν ἁγίων μελῶν αὐτοῦ μετάλημψιν καὶ τὴν ἐκ τῆς τοῦ ἁγίου αἵματος αὐτοῦ σφραγίδος ἀθάνατον αὐτοῦ φυλακήν. Ποιμὴν ἤκουσεν· Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλός, ἐπειδὴ τὰ πεπλανημένα πρόβατα ἐπέστρεψεν καὶ τὸν ἀντίδικον ἡμῶν λέοντα τῇ βακτηρίᾳ τοῦ σταυροῦ ἀπέκτεινεν. Μαργαρίτης ἤκουσεν διὰ τὸ αὐτὸν ὥσπερ μαργαρίτην ἐν μύακι ἀνὰ μέσον δύο πτυχῶν σώματος καὶ ψυχῆς παρθενικῆς ἄνευ σπορᾶς ἀνδρὸς γεγεννῆσθαι ἢ διὰ τὸ εἶναι αὐτὸν κόσμιον ψυχῆς ἢ διὰ τὸ πολυφεγγὲς αὐτοῦ καὶ καθαρὸν καὶ πανταχόθεν τῇ αἴγλῃ τῆς θεότητος ἐξάστραπτον. Φῶς ἤκουσεν, ἦν γὰρ τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἐπειδὴ τὴν ζοφερὰν πλάνην τῆς παλαιᾶς σκοτομήνης ἀπὸ τῆς διανοίας ἡμῶν ἀπήλασεν καὶ τοὺς ὀφθαλμοὺς τοῦ ἡγεμονικοῦ ἡμῶν νοῦ διήνοιξεν, ἵνα ἴδωμεν ἀληθῶς οἷς προσεκυνοῦμεν τὸ πρίν, ὅτι οὐκ εἰσὶ θεοί, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, λίθοι καὶ ξύλα.
Λίθος ἀκρογωνιαῖος ἤκουσεν, ἐπειδὴ τοὺς δύο λαοὺς καθάπερ δύο τοίχους τῇ πίστει οἰκοδομήσας ἐπάνω αὐτῶν ἐπίκειται εἰς μίαν ἁρμογὴν σωτηρίας συνάγων. Ἥλιος δικαιοσύνης ἤκουσεν διὰ τὸ φωτεινὸν αὐτοῦ καὶ θερμόν –οὐκ ἔστιν γὰρ ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ, καὶ διὰ τὸ δωδεκάκτινον φῶς τῶν ἀποστόλων. Κόκκος σινάπεως ἤκουσεν, ἐπειδὴ σμικρύνει ἑαυτὸν καὶ συγκαταβαίνει ταῖς ἕξεσιν ἡμῶν παρὰ τὰς ἀρχὰς τῆς πίστεως, εἶθ' ὁπόταν εἰς τοὺς αὔλακας τῆς ψυχῆς ἡμῶν ἐμφωλεύσας εἰς βάθος διαχυθῇ, εἰς ὕψος οὐρανομῆκες ἐπαιρόμενος πρὸς εὐσέβειαν καὶ φρόνησιν ἀναθερμαίνεται. Σκώληξ ἤκουσεν· Ἐγὼ γάρ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, διὰ τὸ τὴν ἐξαστράπτουσαν θεότητα καθάπερ ἄγκιστρον τῷ σκώληκι τοῦ σώματος κρύψαντα αὐτὸν εἰς τόνδε τὸν βυθὸν τοῦ βίου χαλάσαντα καὶ ὥσπερ καλὸν ἁλιέα ἀνασπάσαντα πληρῶσαι τὸ γεγραμμένον· Ἄξεις δράκοντα ἐν ἀγκίστρῳ. Ἄνθρωπος ἤκουσεν, ἐπειδὴ σῶμα ἐφόρησεν οὐκ ἐξ ἡδονῆς καὶ ὕπνου συνεστώς, ἀλλ' ἐκ παρθένου καὶ πνεύματος ἁγίου γεγονώς.
Ἀλλ' ἐπειδὴ ἕκαστος ἡμῶν, ἀγαπητοί, ἐκδέχεται καὶ τὴν τῶν πατέρων μελίρρυτον διδασκαλίαν, ἐνταῦθα τὸ βαλάντιον ἡμῶν τῶν λόγων σφραγισώμεθα ἁγίῳ πνεύματι, ἵνα αὐτοὶ ἐλθόντες ἐκ τῆς μελισταγοῦς σοφίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὰς δεξαμενὰς τῶν καρδιῶν ἡμῶν πληρώσωσιν, καὶ πολὺν τὸν καρπὸν τῆς εὐσεβείας ἕκαστος ὑμῶν βλαστήσῃ καὶ ὁ μὲν ποιήσῃ τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατὸν τὸν στέφανον τῶν ἀγγέλων, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα, τιμή, κράτος ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In Zacchaeum Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὸν Ζακχαῖον. Οὐδὲν οὕτως τὴν ψυχὴν πρὸς εὐφροσύνην διανίστησιν ὡς φόβος θεοῦ καὶ κακῶν ἀποχὴ καὶ μετανοίας δρόμος καὶ ἐξομο λογήσεως τρόπος. Ὅθεν καὶ σήμερον Δαβὶδ τοὺς τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τυχόντας ἐμακάριζεν ἅμα μὲν τὴν φιλανθρωπίαν τοῦ Χριστοῦ παριστῶν, ἅμα δὲ καὶ τοὺς ἁμαρτωλοὺς προσδραμεῖν τῇ μετανοίᾳ παρασκευάζων ... μακάριοι, φησίν, ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι ... τις οὖνη πόρνοςτελώνης εἰς τὰς ἀκενώτους τῆς σωτη ρίας τοῦ Χριστοῦ τρεχέτωπηγάς. Οὐκ ἔστιν ἄνευ αὐτῆς οὐ κακῶν λύσιν λαβεῖν οὐ τοῦ μακαρισμοῦ τυχεῖν, κἂν προφήτας κἂν ἀποστόλους κἂν εὐαγγελιστὰς εἴπῃς. Πάντες γὰρ ἐκ τῆς αὐτῆς ἤντλησαν πηγῆς. Ἐν προφήταις μὲν αὐτὸς ὁ Δαβὶδ μετὰ μοιχείαν ἔτι καὶ νῦν προφήτης ὢν διὰ τὴν τοῦ συγχωρήσαντος χάριν. Ἐν ἀποστόλοις δὲ Πέτρος καὶ Παῦλος, ὁ μὲν γὰρ μετὰ τὴν ἄρνησιν τὰς κλεῖς τῆς βασιλείας ἔχει, ὁ δὲ μετὰ τὴν δίωξιν τῶν ἐθνῶν κατέστη ἀπόστολος τὸν Ἰουδαϊκὸν ζῆλον εἰς εὐαγγελικὸν μετα θεὶς τρόπον. Ἐν γὰρ τοῖς εὐαγγελίοις οὐ Ματθαῖον μόνον σῳζόμενον ἐκ τελωνῶν οἶδα, ἀλλὰ καὶ ἑτέρους σὺν αὐτῷ δύο· ὧν εἷς μὲν προσευχόμενος ἐκ τοῦ τὸ στῆθος τύπτειν, τὸν θησαυρὸν τῶν κακῶν, ἐκ τοῦ μὴ τολμᾶν ἐπᾶραι τὰς χεῖρας εἰς τὰ ἅγια, ἐκ τοῦ κάτω νεύειν οὐ μόνον ἐδικαιώθη, ἀλλὰ καὶ κατὰ φαρισαῖον ἐστεφανώθη· Ζακχαῖος δὲ ἀνελθὼν ἐπὶ τὸ δένδρον ἐν ᾧ πολλά κις ἑστὼς κατεσκόπει μὴ πού τις τῶν ἐμπόρων λαθὼν παρέλθῃ ὅπως μὴ ἀζήμιος μείνῃ, ἐτήρει μὴ λάθῃ αὐτὸν παραδραμὼν ὁ οὐρανοῦ καὶ γῆς ἔμπορος, ὁ τὸν ἄσυλον τῆς βασιλείας ἐπιφερό μενος θησαυρόν.Ἵνα δὲ μὴ ὅλως ὁμοῦ τῶν τελωνῶν συγχέωμεν τὰς ἱστορίας, εἰ δοκεῖ, σήμερον τὸν Ζακχαῖον μόνον λαβόντες εἰς ὑπόθεσιν πραγματείας τὸν λόγον εὐρύνωμεν. Ἐξελθών, φησίν, ὁ Ἰησοῦς διήρχετο τὴν Ἰεριχὼ καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ οὗτος ἦν ἀρχιτελώνης. Οὐχ ἁπλῶς δὲ τῆς Ἰεριχὼ μέμνηται ὁ εὐαγγελιστής, ἀλλ' ἐπειδὴ τελώνην οἴκοι φιλοφρονησάμενον θεὸν λέγει. Ἄπιστον δὲ ἦν τὸ πρᾶγμα. Προτίθησιν αὐτοῦ τὴν πατρί δα, ἵνα τῆς πόρνης ὑπομνησθέντες Ῥαὰβ μὴ ξενισθῶμεν πρὸς τὴν ξένην Ζακχαίου παλινοδίαν. Διὰ τοῦτο οὖν ἐμνήσθη τῆς Ἰεριχώ, ἵνα ἐν νῷ λαβόντες Ῥαὰβ τὴν πόρνην συγκρίνωμεν ἀμφοτέρων τῆς σωτηρίας τὸν τρόπον. Ὥσπερ γὰρ Ῥαὰβ ἡ πόρνη Ἰησοῦν τὸν τοῦ Ναυὴ ὡς κατάσκοπον δεξαμένη ἔκρυψεν, οὕτω καὶ Ζακχαῖος ὁ τελώνης τὸν ἀληθινὸν Ἰησοῦν τὸν κατασκο πεύοντα ἡμῶν τὴν διάνοιαν οἴκοι δεξάμενος ἔθρεψεν. Ἐκείνη Ἰησοῦν τὸν τοῦ Ναυὴ ἐδέξατο τὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὸν λαὸν εἰσαγαγόντα· οὗτος τὸν ἀληθινὸν Ἰησοῦν δέχεται τὸν εἰς τὴν βασιλείαν τῶν οὐρανῶ κατ . Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν lacuna septem linearum οὗτος τὸν ἀληθινὸν Ἰησοῦν ἐδέξατο τὸν τῶν Ἰουδαίων ἐδαφίσαντα ναόν· Οὐ μὴ γάρ, φησί, μείνῃ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθήσεται. Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν διὰ τοῦ Ἰορδάνουτὸν λαὸν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσαγαγόντα· οὗτος τὸν ἀληθινὸν Ἰησοῦν ἐδέξατο τὸν διὰ τοῦ βαπτίσματος εἰσαγαγόντα τοὺς πιστοὺς ὅπου ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν τὸν βότρυν ἐπὶ ξύλου ἐκ τῆς γῆς ἐξαγαγόντα· οὗτος τὸν
ἀληθινὸν Ἰησοῦν ὑπεδέξατο τὸν τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσαγαγόνταου διὰσλω 16 οι lacuna quinque linearumἩ πηγὴ τῆς Ἰεριχὼ ἦν πρότερον ἀγονίας μήτηρ, ἀκαρπίας τροφός, ἀτελὲς τὸ ὕδωρ ἔχουσα. Τὸ μὲν γὰρ ῥεῖθρον ἀχανὲς εἶχεν, οἷον ἔλαιον ἀψοφητὶ ῥέουσα, ἡ δὲ τῶν ὑδάτων θέα διψῶν τας τοὺς θεωμένους ἀπέλυεν· οὐ γὰρ ἀκίνδυνος ἦν τοῖς δεομέ νοις ἡ πόσις· ὀλέθριον γὰρ εἶχε τὸ νᾶμα. Τὸ μὲν γὰρ κάλλος τῆς πηγῆς πρὸς δρόμον ἐκίνει τοὺς παριόντας, ὁ δὲ φόβος τῆς βλάβης τὴν προθυμίαν ἀνέκοπτεν. Ὅθεν ἐπειδὴ μάτην τὸ ὕδωρ κατὰ τὴν πηγὴν ἔρρει, πολλάκις οἱ πρόσοικοι παρεστῶτες ἔστε νον οὐχ ὑπὸ τῆς ἀνυδρίας ἀλλ' ὑπὸ τῆς θέας τῶν ἀνωφελῶν ὑδάτων εἰς δίψαν παρελκόμενοι. Οὐκ εἶχον θεραπεῦσαι τῆς δίψης τὸ πάθος ὡς σχετλιάζοντας αὐτοὺς πρὸς αὐτὴν λέγειν·«Τί μάτην ῥεῖς, ὦ πηγή; Βελτίων ἦσθα μὴ φαινομένη, ἀλλ' ἐν ὄρεσι καὶ ψάμμοις καὶ ἐν ἐρημίαις ῥέουσα ἔνθα μὴ πολλοὺς μάρτυρας τοῦ κακοῦ εἶχες «. Διὰ τί δὲ ἄποτον ἦν τὸ ὕδωρ; Ἐπειδὴ ἐνέκρου τῶν πινόντων τὰ σώματα· ἄν τε γὰρ ἀνὴρ ἐξ αὐτοῦ ἔπιεν, οὐκ ἐγίνετο πατὴρ οὔτε γυνὴ ἐγίνετο μήτηρ τὴν τῶν μητέρων ἀπολέσασα χάριν. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ γῆ δεξαμένη τὸ ῥεῖθρον ἠρνεῖτο τὴν συνήθη τῶν σταχύων φορὰν καὶ φοινίκων εὔσκιοι χάριτες τὴν τῶν φύλλων ἀπεδύοντο τὴν στολὴν καὶ συλλήβδην εἰπεῖν ἔρημα πάντα ἐγίνετο ὡς ἀδίκως περιπεσόντα τῷ νάματι.Τοιαύτη ἡ πηγὴ τὸ παλαιὸν τὴν Ἰεριχὼ περιήρχετο, ἕως ἐλθὼν Ἐλισσαῖος ὁ προφήτης καὶ λαβὼν ἅλας καὶ ἐπιβαλὼν τῇ πηγῇ ἐζώωσε τὰ νάματα. Τάδε γάρ, φησί, λέγει κύριος· ἴαμαι τὰ ὕδατα ταῦτα. Τάδε λέγει ὁ ἀεὶ λέγων καὶ τὸν λόγον εἰς ἔργον ἄγων· Μηκέτι ἐξ ὑμῶν ἄγονος ἔστω καὶ στεῖρα. Εἶπεν καὶ τὸ ὕδωρ μετεβλήθη καὶ γαστέρες ὤδινον καὶ ἡ γῆ στάχυας ἐξεδίδου καὶ οἱ βότρυες ἀνέθαλλον καὶ ἡ ἐλαία τὴν οἰκείαν ἐπεδείκνυε χάριν. Καὶ οἱ πρόσοικοι τῇ συνήθει διηλλάσσοντο πηγῇ, πάλαι μὲν πολε μοῦντες καὶ πολεμούμενοι, ὕστερον δὲ ποθοῦντες καὶ γειτνιά ζοντες. Τί δὲ βούλεται τὸ αἴνιγμα τῆς πηγῆς ἀναγκαῖον εἰπεῖν; Ἡ πηγὴ αὕτη ἡ ἀφθόνως ῥέουσα, ἄχρηστον δὲ καὶ ἄγονον προχέου σα ῥεῖθρον τὸ παλαιὸν τὸν τῆς ἐκκλησίας ἀποσῴζει λόγον.Πρὸ γὰρ τοῦ Χριστοῦ οὕτως ἦν ἀσε βὴς ὅτι κἀνὴρ πιὼν ἐκ τῆς τοῦ νάματος πηγῆς αὐτὸ τὸ εἶναι ἄνθρωπος ἀπόλωλεν καὶ τῇ συμπλοκῇ τῶν εἰδώλων τῆς λογικῆς ψυχῆς τὴν φύσιν ἀρνούμενος καὶ γυνὴ μήτηρ ἀρετῶν οὐκ ἐγίνετο οὐδὲ ἔτικτεν σωφροσύνης βλαστήματα ἢ τὸ λευκὸν τῆς εὐσεβείας ἔβλυζε γάλα. Ἀλλ' οὕτως αὐτῆς διακειμένης ἐλθὼν ὁ κύριος τοὺς ἀποστόλους ὡς ἅλας ἐμβαλὼν ἤρτυσεν αὐτὴν καὶ πότιμον ἐποίησεν. Καὶ ὅτι ἅλας ἦσαν οἱ ἀπόστολοι, ἄκουσον τοῦ Χριστοῦ λέγοντος πρὸς αὐτούς· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ὅτι δὲ ἡ στεῖρα καὶ ἄγονος πολύγονος γέγονεν τῶν ἀποστολικῶν μεταλαβοῦσα ἁλῶν, ὁ προφήτης λέγει· Εὐφράνθητι, φησίν, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.Πρὸς οὖν τὴν Ἰεριχὼ ἦλθεν ὁ Ἰησοῦς, ἡ πηγὴ παρὰ τοὺς τῆς πηγῆς πολυτρόφους, ἡ πολυδύναμος χάρις πρὸς τὴν πολύδενδρον καὶ πολύρυτον πόλιν. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης. Διπλοῦν τὸ κακόν, ὅτι καὶ ἄδικον μετῄει τέχνην καὶ τῶν κακῶς αὐτὴν μετιόντων ἦρχεν· οὐ μόνον ἁμαρτάνων ἀλλὰ καὶ τὰ ἑτέρων ὑποδεχόμενος κακά. Ξένην γὰρ ἀνέτεμνεν ἀδικίας ὁδὸν τὰς λεωφόρους τοῖς ὁδοιποροῦσιν ἐπιτειχίζων· οὔτε γὰρ τοὺς λῃστὰς μιμούμενος ἐλόχα τοὺς παριόντας οὔτε ζήλῳ φιλοξενίας τοὺς ὁδοιπόρους ἀνέμενεν, ἀλλ' ὡς νόμον τὸ ἀδικεῖν ἔχων τοὺς ἀλλοτρίους ἐτελώνει πόνους τὴν ἀνελεῆ τῶν κηφήνων ἀδηφαγίαν μιμούμενος. Ὥσπερ γὰρ οἱ κηφῆνες τῶν μελισσῶν τρυγῶσι τὸν κάματον μὴ συνεφαπτόμενοι τῶν πόνων, οὕτω καὶ οἱ τελῶναι τῶν ξένων τῶν ὁδοιπόρων
τοὺς πόνους ληΐζονται ἀργίᾳ σχολάζοντες καὶ ταῖς τριόδοις παρακαθήμενοι. Ἔπλεέν τις τὴν θάλασσαν, τρικυμίαις ἐμάχετο, πνεύ μασιν ἐπολέμει, μακρὸν καὶ δυσήνιον τὸ πέλαγος ἔτεμνεν, Ζακχαῖος δὲ ἀφῃρεῖτο τῷ τέλει τὸ κέρδος. Ποιμὴν ἀν αὐχμῷ καὶ καύσωνι, ὄμβρῳ καὶ χιόνι καὶ πάχνῃ συζῶν, καλύβην ἔχων τὰς ἐξοχὰς τῶν πετρῶν, τροφὴν τυρὸν καὶ γάλα, ἱμάτιον ἀνέργαστον τῶν προβάτων τὴν δοράν, ἀλλ' οὗτος ὁ ἄγροικος, ὁ πένης, ὁ ὄρεσιν προσομιλῶν Ζακχαίῳ περιέπιπτεν δεκατευόμε νος τὰ θρέμματα, ἐννόμως λῃστευόμενος, ἄνευ ξίφους ἀναιρού μενος. Σιδήρῳ γὰρ ὁ πληγεὶς καὶ ῥεῖον τὸ τραῦμα λαβὼν οἴχεται ἀναισθησίᾳ φυγὼν τοῦ πάθους τὴν χαλεπότητα, ὁ δὲ ἀκουσίῳ πενίᾳ τετοξευμένος θάνατον ἔχει τὸν πόνον καὶ τέθνηκεν· οὐχ ἅπαξ δαπανούμενος, θνῄσκει δὲ ἀεὶ κατὰ μικρόν. Καὶ ἵνα συντόμως εἴπω, ὥσπερ στρατιώταις τὰ δυσάλωτα φρούρια καὶ τοῖς κυβερνήταις αἱ ὕφαλοι πέτραι καὶ τοῖς πολεμοῦσιν οἱ ὕποπτοι λόχοι, οὕτως ἐμπόροις καὶ ὁδοιπόροις, βουκόλοις καὶ ποιμέσιν Ζακχαῖος φευκτὸς ἦν.Ἀλλ' οὗτος οὕτω περὶ τὴν ἄλογον τῶν χρημάτων συλλογὴν μεμηνὼς ζητῶν τὸν Ἰησοῦν ἰδεῖν οὐκ ἠδύνατο· κατεῖχεν γὰρ αὐτὸν καὶ ἡλικίας σμικρότης καὶ ἀδικίας βαρύτης. Ὅθεν νῦν ἰώμενος τῆς ἡλικίας τὴν εὐτέλειαν τῇ τῆς συνέσεως ἐπινοίᾳ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομοραίαν καὶ κρύπτεται ὑπὸ τὸ ἀμφιλαφὲς τῶν φύλλων οἰόμενος ὁρᾶν καὶ μὴ ὁρᾶσθαι, νομίζων λανθάνειν τὸν πάντα εἰδότα· ὃ δὴ καὶ ἡ αἱμορροοῦσα ὑπέστη οἰομένη κλέπτειν τὸν Ἰησοῦν τὸν ἡδέως τὰ τοιαῦτα κλεπτόμενον. Ἀλλ' ἐκείνη κἂν ἐγγὺς γενομένη τοῦ κρασπέδου ἐφήψατο, οὗτος δὲ πόρρωθεν ὢν πίστει τοῦ Χριστοῦ ἐπελάβετο. Ὅθεν ἄνεισιν ἐπὶ τὸ ξύλον τὰ τοῦ Ἀδὰμ θεραπεύων κακά· ὁ μὲνγὰρ ὑπὸ τοῦ ξύλου πλανᾶται τὸν θεὸν φεύγων, ὁ δὲ ἀπὸ ξύλου σῴζεται τὸν θεὸν ἰδεῖν ἐπιθυμῶν. Ἀκούων γὰρ ὡς πολλὰ καὶ παράδοξα ἐργάζεται θαύματα, ὡς πρὸς τοῖς σώμασιν καὶ τὰς ψυχὰς ἰατρεύει, τῶν μὲν ψυχῶν τὰς ἁμαρτίας ἀφαιρούμενος, τοῖς δὲ σώμασιν ἀπάθειαν χαριζόμενος, ἐπεθύμησεν ἰδεῖν τὸν πάντα πᾶσι συγχωροῦντα λογισάμενος παρ' ἑαυτῷ·«Τίς ποτε ἆρά ἐστιν οὗτος ὁ Ἰησοῦς ὁ λεπροὺς καθαίρων, ὁ τυφλοὺς ἰώμενος, ὁ τὰ ἁμαρτήματα τοῖς αἰτοῦσι συγχωρῶν; Ποταπὸς τὸ εἶδος, ὁποῖος τὴν μορφήν; Ἆρα πάντα οἶδεν; ἆρα καὶ τῶν ἀπόντων τὰς γνώμας δοκιμάζει; ἢ τῶν συνόντων μόνον τοὺς λογισμοὺς ἐξετάζει; ἆρα ὡς θεὸς τῆς ἑκάστου καρδίας ἀνιχνεύει τὰ νοήματα; Πόθεν οὖν ταῦτα γνῶ; τίνα τούτων διδάσκαλον λάβω; τίνα; Τὴν πεῖραν, τὴν πάντων διδάσκαλον. Ἀνελθὼν ἐπὶ τὸ δένδρον κρύπτομαι ὑπὸ τὸ ἀμφιλαφὲς τῶν φύλλων. Λανθάνω καὶ μανθάνω εἰ δύναμαι σωθῆναι. Ἐὰν γνῷ μου τῆς ψυχῆς τὸ κίνημα, οἶδα ὅτι ἐξαλείφει μου τὸ τῆς ψυχῆς ἁμάρτημα· ἓν τοῦτο οὖν γνώσομαι ὅτι οἶδεν τῶν λογισμῶν τὰ κρυπτά. Ἐὰν ὑπὸ τοῦ πλήθους συνεχόμενος ἴδῃ με τὸν λανθάνοντα καὶ μὴ μόνον ἴδῃ ἀλλὰ καὶ τῆς ψυχῆς μου ἐκκαλύψῃ τὸν ἔρωτα, αἱροῦμαι πάντα ῥῖψαι καὶ ἕνα εὑρεῖν. Μιμήσασθαι Ματθαῖον θέλω· καὶ γὰρ ἐκεῖνος τελώνης ἦν ὡς καὶ ἐγώ, ἀλλὰ Ματθαῖος μὲν οὐκ αὐθαιρέτως προσέδραμεν, ἀλλὰ κληθεὶς ὑπήκουσεν. Τάχα δὲ αὐτὸν καὶ ὁρῶν καὶ ἕνα τῶν ὁδοιπόρων νομίζων τὰς χεῖρας ἐκοίλανεν καὶ βαθὺν ἐφήπλωσε κόλπον τῇ συνηθείᾳ πρὸς τὴν λῆψιν ὀχηματιζόμενος καὶ τελωνῆσαι τὸν Χριστὸν θέλων ἀντετελωνήθη παρ' αὐτοῦ οὐδὲ κατὰ σχῆμα, ἀλλ' ὅλον ἑαυτὸν ἐπιδούς. Ἅμα γὰρ ἤκουσεν· Δεῦρο ὀπίσω μου, ὑπερέβη τὴν κλῆσιν τῇ προθυμίᾳ ὀξυτέρῳ τάχει παρατρέχων τῷ ἐφελκομένῳ. Εἰ τελώνας οὖν καλεῖ καὶ οὐ καλεῖ μόνον ἀλλὰ καὶ δικαιοῖ, οὐ βλάπτει με τῶν προλαβόντων κακῶν ὁ ἑσμός· εἰ γὰρ ὁ Ἐλισσαῖος ἅλας ἐπιβαλὼν τῇ θρεψαμένῃ πηγῇ τὸ ἄγονον αὐτῆς γόνιμον εἰργάσατο, πάντως καὶ αὐτὸς τῇ χάριτι ὡς ἅλατι ἀρτύσας μου τὴν ψυχὴν καρπογονίαν ἀρετῆς
διεγείρει «.Ταῦτα δὲ ἐνθυμουμένου αὐτοῦ ἦλθεν ἐπὶ τὸν τόπον ὁ Ἰησοῦς· ἀναβλέψας λέγει αὐτῷ· Ζακχαῖε, σπεύσας κατάβηθι. Ἀνέβης εἰς τὸ δένδρον ὡς τελώνης, κατάβηθι ἐκ τοῦ δένδρου ὡς φιλόθεος. Κατάβα ἐκ τοῦ ξύλου ἐπὶ τῆς γῆς, ἵνα ἀναβῇς διὰ τοῦ σταυροῦ πρὸς οὐρανόν. Ἀνῆλθες ἐπὶ δένδρον ἀνθρώπους κρυπτόμενος, ἀνέρχῃ διὰ τοῦ σταυροῦ ἀγγέλοις χαριζόμενος. Σπεύσας οὖν κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳσου δεῖ με μεῖναι. Ὢ χάριτος ἀφράστου! Ὢ φιλανθρωπίας ἀρρήτου!κάθαρτνου ὁ οἶκμεν ἡ τῶlumbh ει. Ὅπου γὰρ ξενίζεται ὁ Ἰησοῦς, πάντα πρὸς ἄμεινον μεταβάλλεται τρόπον. Ζακχαῖε, φησίν, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Τί εἴπω; Ἡ οἰκία τοῦ τελώνου παράδεισος γέγονε. Ὃ γὰρ ἐπὶ τοῦ λῃστοῦ, τοῦτο καὶ ἐπὶ τοῦ Ζακχαίου βλέπω· εἶπεν τῷ λῃστῇ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ καὶ λαβὼν αὐτὸν ἐκ τοῦ ξύλου εἰς τὸν παράδεισον εἰσήγαγεν· εἶπεν Ζακχαίῳ· Σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι καὶ λαβὼν αὐτὸν εἰσῆλθεν πρὸ παραδείσου παράδεισον αὐτοῦ τὸν οἶκον ἐργασάμενος. Ὁ δὲ σπεύσας κατέβη καὶ προέδραμενωξεν ἀπηνω ἐκάλεσεν υἱὸς Ἀβραάμ . Ἀλλ' οἱ λαμοι οἱ ἐπὶ πού μεγογγύζειν ἐν ἑαυτοῖς λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. Ὦ καταφρονήσεως ἐργάται καὶ γεωργοὶ τῆς ῥᾳθυμίας! Ὑμεῖς τί ἐστε, δίκαιοι ἢ ἁμαρτωλοί; Οὐ πάντων ἀνθρώπων ἐστὲ μοχθηρότεροι; Πῶς οὖν παρ' ὑμῖν ἐσκήνωσεν Ἰησοῦς· πῶς παρ' ὑμῖν ἐτέχθη, ἐτράφη, ἠνδρειώθη, ἔπιεν, ἔφαγεν; Τί τὰ οἰκεῖα οὖν παρορῶντες τραύματα τὰ τοῦ πλησίον ἀνιχνεύετε πταίσματα; Ἄλλως δέ, διὰ τί ποτὲ μὲν ἁμαρτωλόν, ποτὲ δὲ δίκαιον τὸν Χριστὸν λέγετε; Ὅτε γὰρ τὸν ἐκ γεννητῆς ἐθεράπευσεν τυφλόν, ἁμαρτωλὸν αὐτὸν εἴπατε λέγοντες· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς γὰρ οἴδαμεν ὅτι ἁμαρτωλός ἐστιν, ὅτι λύει τὸ σάββατον. Νῦν ὅτε τὴν τοῦ τελώνου ὑπῆλθεν στέγην ὡς δίκαιον καὶ ἀναξίως ἁμαρτωλοῖς συνεσθίοντα διασύρετε ἁπλῶς. Ηὐλήσαμεν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε. Ἄν τε γὰρ θεραπεύσῃ τυφλόν, ἁμαρτωλὸν αὐτὸν λέγετε· ἄν τε ἁμαρτωλοῖς συμφάγῃ, διασύρετε ὡς ἀναξίως τοῖς ἁμαρτωλοῖς συνεσθίοντα. Τί οὖν; Μὴ θεραπεύσῃ ἐν σαββάτῳ τυφλόν, ἵνα μὴ ἁμαρτωλὸς νομισθῇ; μὴ φάγῃ μετὰ τελωνῶν, ἵνα δίκαιος ὑποπτευθῇ; Τί δὲ αἰτιᾶσθε αὐτόν, ὅτι παρὰ ἀνδρὶ ἁμαρτωλῷ εἰσῆλθεν καταλῦσαι; Καὶ ποῦ ἐχρῆν τεθῆναι τὸ φῶς ἢ ἐν τῇ σκοτίᾳ; Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ποῦ τὸνἰατρὸν ἐλθεῖν ἔδει; Οὐ προστρεχέτω κάμνοντας; Οὐ χρείαν γὰρ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ποῦ τὸν ἀμνὸν τοῦ θεοῦ ἐχρῆν φανῆναι; Οὐ πρὸς τοὺς τελώνας καὶ ἁμαρτωλούς, ἵνα τὸ φορτίον αὐτῶν ἀναλαβὼνκαταστήσειτίας; Μάτην λοιδορεῖτε· πεπλήρωται γὰρ ἐφ' ὑμῖν τὸ εἰρημένον ὅτι Πόρναι καὶ τελῶναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶνφαρισαῖοι οἱlacuna sex linearumΣταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς πτωχοῖς καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Οὐκέτι γὰρ πένητας ἀδικεῖν ἀνέχομαί σε τῶν πενήτων σκεπαστὴν οἴκοι δεξάμενος. Οὐκέτι ἐπτόημαι περὶ τὴν τῶν χρημάτων συλλογήν,πλοῦτον . Οὐκέτι πε πύλαις ἐπι ων ὁδοιπόρων ἐν ἀνθρώπου μορφῇ ρονησάμενοςτῶν προλαβόν ν ἀμνηστείαν οὐον ὡςτὸν ἴδιον ετονδιερράγηγραφατῶν lacuna sex linearum τηlacuna unius lineae θέλωπλούσιος ὢν πτωχεύσας διέμενε. Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, σὺ δὲ οὐκ ἔχεις ὅπου τὴν κεφαλὴν κλίνῃς. Οἰχέσθωσαν αὐλαὶ καὶ προαύλια, οἰκοδομῶν μεγαλουργίαι, λαμπροὶ καὶ περιφανεῖς οἶκοι. Ἀντὶ πάντων γὰρ τούτων ἀκένωτόν σου τῆς πενίας πλοῦτον ζητῶ. Ἀλλ' ἐπειδὴ ἐπὶ πλεῖον οὐ δύναμαι τῆς ψυχῆς Ζακχαίου διηγήσασθαι τὸν πλοῦτον, τῷ ἐν
ἀρεταῖς πλουτοῦντι πατρὶ τὸν λόγον καταλείψωμεν· ἀκόλουθον γὰρ τὸν φιλόξενον τοῦ φιλοξένου διηγήσασθαι τὰς ἀρετὰς πρὸς αἴνεσιν μὲν αὐτοῦ, στηριγμὸν δὲ ὑμῶν, στέφανον δὲ τῆς ἐκκλησίας, τιμὴν δὲ τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
/= In illud: Non potest filius a se facere<br> Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου <ἐκ τοῦ εἰς τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν=/ ... Τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, πῶς νοεῖτε; Τὸ γὰρ οὐ δύναται κατὰ δύο τρόπους ἐκλαμβάνετε· καὶ κατὰ τὴν κοινὴν χρῆσιν καὶ κατὰ τὴν θείαν γραφήν. Λέγεται γὰρ τὸ οὐ δύναται καὶ ἐπὶ τῶν ἀδυνάτων καὶ ἐπὶ τῶν μὴ ἐγχωρούντων· ἄλλο δὲ τὸ μὴ δύνασθαι καὶ ἄλλο τὸ μὴ ἐγχωρεῖν. Περὶ μὲν τῶν ἀδυνάτων ὁ Παῦλος οὕτω λέγει· Ἀδύνατον αἷμα ταύρων καὶ τράγων περιελεῖν ἁμαρτίας· αἷμα γὰρ ἀλόγου λογικῆς ψυχῆς οὐ καθαίρει πάθη. Περὶ δὲ τῶν μὴ ἐγχωρούντων ἐν ταῖς Πράξεσιν οἱ ἀπόστολοι· Οὐ δυνάμεθα, φησίν, ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν· καὶ μὴν ἠδύναντο μὴ λαλεῖν ἀλλ' οὐκ ἠνείχοντο σιωπᾶν, ἵνα μὴ δόξωσιν ἀρνεῖσθαι τοῦ θαυματουργοῦντος τὴν χάριν. Εἴπατε οὖν ἐνταῦθα, τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, κατὰ ποῖον ἐκλαμβάνετε τρόπον· ἀδυναμίαν αὐτοῦ καταψηφιζόμενοι ἢ τῆς αὐτεξουσίου γνώμης ἀναιροῦντες τὰ κινήματα, ὅτι ὅσα θέλει δύναται.
Ἀλλὰ τί λέγεις· ἀφ' ἑαυτοῦ οὐ ποιεῖ, ἀλλὰ πρόσταγμα θεοῦ πληρῶν ἐκεῖνα ἐργάζεται εἰς ὅπερ ἂν τὸ τοῦ προστάξαντος νεῦμα βλέπῃ; Καὶ πῶς οὐκ ἔστιν ἐσχάτης ἀνοίας τοῦτο λέγειν· εἰ γὰρ ὁλῶς οὐδὲν ἀφ' ἑαυτοῦ ποιεῖ, οὔτε γνώμῃ τὴν οἰκονομίαν ὅλην ἐπλήρωσεν οὔτε συμπαθείᾳ τῇ πρὸς ἡμᾶς τὴν ἡμῶν ἀνέλαβε σάρκα οὔτε φιλίᾳ αὐθαίρετον τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνα τον, ἀλλὰ πάντα βίᾳ ὑπέμεινεν ὑπὸ τῆς ἀνάγκης συνωθούμενος. Εἰ δὲ τολμηρὸν καὶ βλάσφημον καὶ πάσης ἀσεβείας ἐπέκεινα τὸ τοῦτο εἰπεῖν, εἴπατε ἡμῖν κατὰ ποῖον λόγον τὸ Οὐ δύναται ὁ υἱὸς ἀφ' ἑαυτοῦ τι ποιεῖν ἐκλαμβάνετε. Ὅτι γάρ, κἂν μὴ θέλητε, λέγετε δύνασθαι αὐτὸν ποιεῖν ἅπερ βούλεται, ὑπὸ τῆς ἀληθείας ἐλαυνό μενοι δῆλον. Ἀλλὰ τί περίττους ὑφαίνω λόγους; Λύει γὰρ τὸ ζήτημα ἡ ἐπαγωγὴ τοῦ ῥητοῦ· οὐ γὰρ εἶπεν ὅτι Οὐ δύναται ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι προστάξῃ ὁ πατήρ, ἀλλ' ἐὰν μὴ βλέπῃ τὸν πατέρα ποιοῦντα· ἐὰν δὲ ἴδῃ αὐτὸν ποιοῦντά τι, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Οὐκοῦν οὐ λειτουργίαν πληρῶν ποιεῖ ἅπερ προσ τάττει ὁ πατήρ, ἀλλ' ὡς ὅμοιος, ὡς ἰσοδύναμος, ὡς τῆς αὐτῆς θείας φύσεως ὤν· ἅπερ ἂν ἴδῃ τὸν πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Μετὰ ταῦτα, φησίν, ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβη Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα.
Ἵνα δὲ μὴ τοῖς ὕδασι ἐπιγράψωσι τὸ πᾶν, οὐ πρότερον ἰᾶτο τὰ ὕδατα πρὶν ἄγγελος αὐτὰ ἐπιστὰς ἐσάλευσεν, ἵνα μάθωσιν ὡς οὔτε τὰ ὕδατα τοῦ βαπτίσματος καθ' ἑαυτὰ ὀνίνησι τὴν ψυχὴν πρὶν ἂν ὁ μεγάλης βουλῆς ἄγγελος ἀνθρώπινον ὑποδὺς σῶμα ἐπὶ τὸ βάπτισμα ἔλθῃ. Πολλῶν οὖν ἀσθενῶν ὄντων ἔκειτο καὶ παραλυτικὸς ἀνὴρ ὀκτὼ καὶ τριάκοντα ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ, ὃν ἰδὼν ὁ Ἰησοῦς ἐρωτᾷ· Θέλεις ὑγιὴς γενέσθαι; Βλέπε αὐτοῦ τὸ ἄτυφον· οὐκ εἶπεν θέλεις σε θεραπεύσω, οὐ γὰρ ἤθελε μεγαλορρημονεῖν οὐδὲ ἑαυτὸν πρὸ τῶν θαυμάτων ἀνακηρύττειν. Ὁ δέ φησι· θέλω μέν, ἀλλ' ἄνθρωπον οὐκ ἔχω· ὅπου γὰρ οὐδεὶς φίλος, οὐδαμοῦ ἄνθρωπος. Διὰ τοῦτο καὶ ἐρωτῶ, οὐχ ἵνα μάθω– τίς γὰρ ἀσθενῶν ὑγιᾶναι οὐ βούλεται; –, ἀλλ' ἵνα τῶν χρηστῶν σου πολιτῶν τὴν ὠμότητα δείξῃς, ὅτι οὔτε χεῖρα σοι ἔδωκαν προσρῖψαι σε τῇ πηγῇ, ὃ καὶ πολέμιος αἰτηθεὶς ἂν παρέσχεν. Ἐπεὶ οὖν μέχρι τοῦ νῦν ἄνθρωπον οὐκ ἔσχες ἵνα βάλῃ σε εἰς τὴν κολυμβήθραν, ἰδοὺ ὁ διὰ σὲ ἄνθρωπος γενόμενος καὶ ἄνευ ὑδάτων ἰῶμαι σου τὸ πάθος· Ἀναστὰς ἆρον τὴν κλίνην σου καὶ ὕπαγε. Οὐχ ἁπλῶς δὲ αὐτὸν τὴν κλίνην βαστάξαι κελεύει· ὅπερ γὰρ ἐπὶ τῶν ἄρτων ἐποίησε, τοῦτο καὶ ὧδε ποιεῖ.
Ὥσπερ γὰρ ἐκεῖ λείψανα τῶν ἄρτων βασταγῆναι κελεύει, οὕτως καὶ ὧδε πρὸς τὸ τρανῶσαι τὸ θαῦμα καὶ Ἰουδαϊκῆς ὑπονοίας τὴν θεραπείαν ἐλευθερῶσαι καὶ δεῖξαι ὅτι οὐκ ἀπατεών τις ἐστίν, ἀλλὰ σωτὴρ καὶ κοινὸς τῆς φύσεως ἰατρός, κελεύει αὐτῷ βαστάξαι τὴν κλίνην. Εἶπον οὖν οἱ Ἰουδαῖοι· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον. Ὁ δὲ ἀποκρίνεται· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Εἶπον οὖν αὐτῷ· Καὶ τίς ἐστιν; Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει. Ὡς οὖν ἔμαθον ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσαςαὐτὸν ὑγιῆ, ἐδίωκον ἵνα ἀποκτείνωσιν αὐτόν. Τί οὖν ὁ Χριστός; Τὸν πατέρα φέρει λέγων ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὥσπερ γάρ, φησίν, ὁ πατὴρ ὁ ἐμὸς οὐχ ὅροις ὑπόκει ται, οὐ νομοθεσίαις δουλεύει οὔτε προστάγματα ἀναμένει, οἰκείᾳ δὲ γνώμῃ ποιεῖ ἅπερ βούλεται, οὕτως κἀγὼ αὐθεντικῇ ἐξουσίᾳ πάντα ἐργάζομαι ἐπίσης τῷ πατρί. Οἱ δὲ διὰ τοῦτο αὐτὸν ἐζήτουν μᾶλλον ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυσε τὸ σάββατον, ἀλλ' ὅτι καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.
Ἀλλ' ἐκείνων λυττώντων καὶ μαινομένων τί ὁ Χριστός; Ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Οὐκ ἐπειδὴ αὐτὸς μὲν ἄλλα κτίζει, ἐγὼ δὲ κατὰ μίμησιν ἕτερα ἐργάζο μαι· εἰ γὰρ τοῦτο ἦν, δύο οὐρανοὺς εἶναι ἐχρῆν, δύο ἡλίους, δύο θαλάσσας, δύο ἀνθρώπων γένη καὶ διπλοῦν κόσμον, τὸν μὲν τοῦ πατρός, τὸν δὲ ἐμόν. Ἀνάγκη γὰρ ὡς ἐπὶ τῶν ζωγράφων αἱ γραμμαὶ καὶ ἐπὶ τῶν διδασκάλων τὰ στοιχεῖα προστάσσονται, οὕτως τὴν τοῦ πατρὸς προστετάχθαι κτίσιν ἧς κατὰ μίμησιν εἰργασάμην ἐγώ. Εἰ οὖν οὐκ ἔχει οὕτως, δέσποτα, διὰ τί λέγεις Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα; Ἵνα τὴν Ἰουδαίων ὑπεκλύσω μανίαν τῶν νομιζόντων με ἀντινομοθετεῖν τῷ πατρί· ἐπειδὴ γὰρ ἐγκαλοῦσί μοι περὶ τῆς λύσεως τοῦ σαββάτου, εἶπον ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἑκατέρωθεν τὸ ὁμότιμον δεῖξαι θέλων.
Ἀλλ' οἱ πάντα ἄφρονες νομίσαντές με ἔργα ἔργοις ἐπιτειχίζειν καὶ γνώμῃ γνώμην ἀντεισάγειν ἐκινοῦντο πρὸς φθόνον· ὅθεν διορθούμενος αὐτῶν τὴν γνώμην ἔλεγον Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ πρὸς τὸν πατέρα ποιοῦντα ἀντὶ τοῦ Τί μοι οἱ ἄκαιροι τοῦ σαββάτου χολᾶτε ἐξετασταί, ὅτι λύω τὸ σάββατον; Ἀλλ' οὐκ ἀντιπολιτεύομαι τῷ πατρί, οὐ γὰρ αὐτὸς στῆσαι τὸ σάββατον θέλει κἀγὼ λῦσαι· οὐκ ἀπομάχομαι πρὸς αὐτόν, οὐ στασιάζω πρὸς τὴν γνώμην, οὐκ αὐτὸς θέλει, ἐγὼ δὲ ἕτερα βούλομαι· ἃ θέλει θέλω, ἃ βούλεται βούλομαι, ἃ ποιεῖ ποιῶ. Οὕτως γὰρ οὐδὲν ἐκτὸς αὐτοῦ οὐ ποιῶ, οὐ θέλω, ὅτι εἰς ἀδύνατον καθιστῶν τὸν λόγον λέγω· Ἀμὴν λέγω οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν· οὐ γὰρ ἔχω κεχωρισμένην καὶ ἀποτετμημένην τοῦ πατρὸς γνώμην. Μιᾶς γὰρ οὔσης τῆς φύσεως, ἑνὸς ὄντος τοῦ θελήματος, ἀνάγκη τὸ ἀποτέλεσμα ἓν ὑπάρχειν. Οὐ δύναται οὖν ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, οὐ γὰρ δύναται ἄνευ τοῦ πατρὸς ποιῆσαί τι ὅλον αὐτὸν ἐν ἑαυτῷ ἔχων· ἐγὼ γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.
Εἰ γὰρ ψυχῆς καὶ σώματος ἀδιάκριτα ἔργα διὰ τὴν ἕνωσιν, καίτοι διῃρημένης τῆς φύσεως, ἄλλο μὲν σῶμα θνητόν, ἄλλο δὲ ἀθάνατος ψυχή, πῶς δύναται ἐμοῦ τε καὶ τοῦ πατρὸς διακριθῆναι τὰ ἔργα; Ὅπου βουλὴ καὶ λόγος καὶ γνῶσις καὶ σοφία καὶ φύσις καὶ θεότης μία, οὐ δύναται οὖν ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν διὰ τὸ μὴ κεχωρίσθαι τοῦ πατρός, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, τουτέστιν ἐὰν μὴ τὸν πατέρα θέλοντα ἴδῃ. Ὡς μιᾶς γὰρ καὶ τῆς αὐτῆς φύσεως σύνδρομον ἔχων τὸ θέλημα ἀποτελῶ τὰ γινόμενα· εἰ μὲν γὰρ σωματικὴν ἐξεπλήρουν τὴν ἐργασίαν, ἀνάγκη διανέμεσθαι τοῦ γινομένου τὴν κατασκευήν· ἐπειδὴ δὲ θέλησις ἐστὶν ἀρκοῦσα πρὸς τὴν τῶν μὴ ὄντων παραγωγήν, διὰ τοῦτο καὶ ἡ τῶν ὅλων δημιουργία τὸν πατέρα καὶ τὸν υἱὸν οἶδε δημιουργὸν οὐκ ἐξωθουμένου τοῦ πνεύματος. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ· ταῦτα καὶ οὐχὶ τοιαῦτα, οὐ γὰρ κατὰ μίμησιν ἕτερα ποιῶ, ἀλλὰ τὰ αὐτὰ ἐργάζομαι ἃ καὶ ὁ πατὴρ ἐργάζεται. Ὅθεν καὶ τὰ ῥήματά μου ἀνατιθεὶς αὐτῷ ἔλεγον· Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα.
Αὐτῷ δὲ τὰ ἔργα καὶ τὰ ῥήματα ἀνεθέμην, οὐχ ἵνα δείξω ὅτι διακονίαν πληρῶ, ἀλλ' ἵνα δείξω ὅτι οὕτως συνήνωμαι τῷ πατρὶ φύσει, ὡς μήτε λόγον μήτε ἔργον ἄνευ αὐτοῦ ἔχειν. Ὅθεν ἐπήγαγεν λέγων· Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, κἂν διὰ τὰ ἔργα πιστεύετε. Ὥσπερ οὖν ἐκεῖ ἐργαζόμενος ἔλεγον ὅτι Ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα, οὕτως καὶ ὧδε λέγω ὅτι Τὰ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ· ταῦτα καὶ οὐχὶ τοιαῦτα. Τὸ οὖν Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν <οὐδὲν> μὴ ἐπαναιρέσει μου τῆς ἐλευθερίας; Νόει· ὅσα γὰρ θέλω ποιεῖν καὶ ἀπ' ἐμαυτοῦ δύναμαι, ἀλλ' οὐ θέλω· εἰ γὰρ ὁ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, πῶς ἐγὼ λάθω τὸν πάντα δι' ἐμοῦ ποιοῦντα; Ποιεῖ δὲ δι' ἐμοῦ οὐχ ὡς δι' ὑπουργοῦ· οὐ γὰρ ὑπουργῶ ἀλλὰ συνεργῶ, οὐ διακονίαν πληρῶν ἀλλὰ αὐθεντίαν ἔχων ἐργάζομαι. Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ σύνδρομον ἔχων τῇ θελήσει τὴν δύναμιν, οὕτως οὐ διακονίαν πληρῶν νεκροὺς ἐγείρω, ἀλλὰ δυνάμει, αὐθεντίᾳ, ἐξουσίᾳ, θελήσει, ὅτι οὓς ἐγείρω καὶ κρίνω. Ὁ πατὴρ γὰρ οὐ κρίνει οὐδένα· ἀλλ' οὐ διὰ ἀδυναμίαν οὐ κρίνει, ἀλλ' ὅτι τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ· δι' οὗ γὰρ εἰργάσατο, δι' αὐτοῦ καὶ κρίνει.
Διὰ τοῦτο δὲ πάντα ποιεῖ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. Τότε γὰρ μάλιστα αἰσθάνεται τίμης, ὅταν ἴδῃ τὸν ἐξ αὐτοῦ θεοπρεπῶς τιμώμενον υἱόν· ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν, οὐ γὰρ δέχεται τιμὴν ἐπ' ἀτιμίᾳ υἱοῦ. Ἔπεμψέ με γὰρ διὰ τὴν σάρκα, οὐχ ἵνα ὑβρισθῶ, ἀλλ' ἵνα δοξασθῶ. Ὅθεν ἐπειδὴ ἀγνωμόνως διετέθητε εἰς ἐμέ, διὰ τοῦτο καὶ δι' αὐτῆς τῆς ἀποσταλείσης σαρκὸς πρὸς αὐτὸν ἔλεγον· Πάτερ, δόξασόν σου τὸν υἱόν. Σὺ δόξασον ὃν οὗτοι ὑβρίζουσι, σὺ καὶ τὴν ὑπ' αὐτῶν ἀθετουμένην δόξασον σάρκα, ἵνα μάθωσιν ὅτι καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον διὰ τὴν πρὸς τὸν μονογενῆ σου υἱὸν κοινωνίαν ἀδιακρίτως ὡς πατὴρ δοξάσεις ἐκείνην διδοὺς τῷ ἀναληφθέντι παρ' ἐμοῦ ναῷ νῦν δόξαν, ἣν ἐγὼ αὐτὸς πρὸ αἰώνων παρά σοι ἐκ φύσεως εἶχον ...
/= In illud: Pater si possibile est<br> Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος κατὰ αἱρετικῶν εἰς τό· Πάτερ εἰ δυνατόν ἐστιν παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο.=/ Πάλιν ὡς στρατιώτης ἔννομος τὴν πρὸς τοὺς αἱρετικοὺς ἀναδέχομαι μάχην, ταξιαρχοῦντος Στεφάνου τοῦ στρατηγοῦ τῆς εὐσεβείας. Ὥσπερ γὰρ Μωϋσέως προσευχομένου Ἰησοῦς ἐτροποῦτο τοὺς πολεμίους, οὕτω κἀγὼ τοῦ μάρτυρος συνεργοῦντος τοὺς ἐχθροὺς χειροῦμαι τῆς ἀληθείας. Ταῦτα λέγω οὐ περιουσίᾳ λόγων θαρρῶν, ἀλλὰ τῇ προσευχῇ τοῦ μάρτυρος πεποιθώς· διὸ καὶ θαρρῶν ἐφάπτομαι τῶν λόγων. Οὐ δειλιῶ γὰρ αὐτῶν τὸν ἐν λόγοις ὄγκον. Ἀφοβοῦμαι τῆς κακοτέχνου ἀπάτης τὰ προβλήμα τα. Ἔμαθον γὰρ μὴ φοβεῖσθαι φόβον οὗ οὐκ ἦν φόβος. Οἱ μὲν γὰρ Χριστὸν φοβεῖσθαι καὶ δειλιᾶν τὸν θάνατον λέγουσιν, ἡμεῖς δὲ διὰ Χριστὸν ὅσας ἐν σαρκὶ ζῶμεν ἡμέρας, τοσαυτάκις ἀποθανεῖν αἱρούμεθα, ἵνα γυμνῇ τῇ κεφαλῇ θριαμβεύσωμεν τὴν ἀλήθειαν. Ὅθεν ὡς ἤδη τὴν νικῶσαν ψῆφον ἔχων χωρῶ κατ' αὐτῶν. Χρισ τὸς γάρ με διὰ τοῦ προφήτου παραθαρρύνει λέγων· Υἱὲ ἀνθρώ που, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι παροιστρήσουσιν ἐπὶ σὲ κύκλῳ. Ἐν μέσῳ γὰρ σκορπίων σὺ κατοικεῖς. Σκορπίους γὰρ νύττοντας οὐ φοβοῦμαι. Οὐ γὰρ γυμνῷ ποδὶ βαδίζω· ἔχω γὰρ τὰ ὑποδήματα τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἵνα κἂν δηχθῶ μὴ βλαβῶ. Καὶ ὑποδησάμενοι, φησίν, τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. Φέρε οὖν τοῖς ὑποδήμασι τῆς εἰρήνης τὴν πολύμορφον τῶν αἱρετικῶν πατήσωμεν κεφαλήν, ἵνα δι' ὧν ἀφόβως κατ' αὐτῶν χωροῦμεν, διδάξωμεν αὐτοὺς ὡς μεγάλα σφάλλονται φόβον καὶ δειλίαν τῇ ἐπὶ τοῦ μονογενοῦς προσάπτοντες φύσει. Οἱ γὰρ πάντα ἀκρίτως καὶ ἀλογίστως νοοῦντες καὶ λαλοῦντες καὶ τὸ Πάτερ εἰ δυνατὸν παρελθάτω τὸ ποτήριον τοῦτο μὴ συνιέντες δειλίαν τοῦ Χριστοῦ καταψηφίζονται καὶ ἐνδεῆ αὐτὸν καὶ ἐλάττονα λέγουσιν τῷ πρὸς τὸν πατέρα προσεύχεσθαι καὶ ζητεῖν τῆς ἐπικειμένης ἀνάγκης τὴν λύτρωσιν. Ἐπεὶ οὖν ἐφ' ὕβρει τοῦ θεοῦ τὸν τοῦ θεοῦ διαβάλλουσι λόγον καὶ ἐπ' ἀθετήσει τοῦ πνεύματος τὸ γράμμα περιᾴδουσιν κωμῳδοῦντες καὶ διασύροντες τὴν τοῦ Χριστοῦ οἰκονομίαν, καὶ δεινότητι φράσεως καὶ εὐφραδίᾳ ῥη μάτων τὰ ἰοβόλα αὐτῶν ἐπικαλύπτουσι δήγματα, τῶν ἀκεραιο τέρων ἀποσυλῶντες τὴν σωτηρίαν, δεῦρο ὡς λόγων ἄπειροι αὐτὸν τὸν τοῦ θεοῦ ἐπικαλεσόμεθα λόγον, ἵνα αὐτὸς τῶν ἑαυτοῦ λόγων ἑρμηνεὺς γενόμενος ἐκείνων μὲν στηλιτεύσῃ τὴν ἄνοιαν, ἡμῶν δὲ στηρίξῃ τὴν διάνοιαν. Φράσον ἡμῖν τῶν εἰρημένων τὴν ἔννοιαν, δέσποτα, ἀνάπτυξον τὴν φυλλίδα τοῦ γράμματος καὶ δεῖξον τὸν καρπὸν τοῦ πνεύμα τος, ἵνα μὴ τῷ γράμματι προσέχοντες ἀποθάνωμεν, ἀλλ' ἵνα τῷ πνεύματι προσδραμόντες τῆς ζωῆς ἀπολαύσωμεν. Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ἡμᾶς δίδαξον ὡς νήπιον, τοὺς δὲ αἱρετικοὺς παίδευσον ὡς ἄφρονας· παιδευτὴς γὰρ εἶ ἀφρόνων καὶ διδάσκαλος νηπίων. Ἡμῖν ὡς νηπίοις τὸν μαζὸν τῆς χάριτος γύμνωσον καὶ τὴν θηλὴν τοῦ πνεύματος ἐπιδούς. Τὸ καθαρὸν τῆς εὐαγγελικῆς διδασκαλίας ἐπιχεθῇ γάλα. Τῶν δὲ αἱρετικῶν τὴν ἀφροσύνην δήλην ποίησον. Εἰ μὴ γὰρ ἦσαν ἄφρονες, οὐκ ἂν ἐπ' ἀναιρέσει σου τῆς θεότητος βλασφημίας ὕφαναν δόγμα. Εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ ἄφρων, φησίν, οὐκ ἔστι θεός. Γύμνωσον αὐτῶν τὸ πρόσχημα τῆς ἀσεβείας, ἵνα φανῇ τὸ δρᾶμα τῆς ὑποκρίσεως. Δεῖξον ὡς διὰ τοῦτο τὴν σὴν προσηγορίαν περιφέρουσι,
ἵνα τῆς οἰκείας προαιρέσεως τὴν βλασφημίαν ἐπικαλύψωσιν. Εἰπὲ οὖν, δέσποτα, τίνος ἕνεκεν ἐπὶ τὸ πάθος ἐλθὼν παραιτῇ τὸ παθεῖν, διὰ τί δὲ φοβῇ τὴν τῶν Ἰουδαίων ἀπειλήν, ὁ μὴ φοβεῖσθαι τοὺς ἀποκτέννοντας τὸ σῶμα παρεγγυώμενος. Ὅλως δὲ εἰ φοβῇ τὸν θάνατον, τί οὐ παραιτῇ τὸν θάνατον; Εἰ γὰρ ἐν σοὶ κεῖται τὸ παθεῖν καὶ τὸ μὴ παθεῖν, περιττῶς λέγεις τό· Εἰ δυνατὸν παρελ θάτω. Ἐν σοὶ γάρ ἐστιν ἢ καταδέξασθαι ἢ παραιτήσασθαι τὸ πάθος. Εἰ δὲ οὐκ ἐν σοὶ κεῖται, εἰκότως δειλιᾷς ὡς ἄκων καὶ παρὰ γνώμην ἐπὶ τὸ πάθος ἑλκόμενος. Εἰ δὲ ἄκων τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδέχῃ, πῶς λέγεις· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω πάλιν τοῦ λαβεῖν αὐτήν, πῶς δὲ πάλιν ἐν ἑτέρῳ χωρίῳ παίζων τῶν Ἰουδαίων τὴν ἀπειλὴν ἔλεγες· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν; Ὁ τοίνυν πολλαχῶς πολλάκις πρὸ τοῦ θανάτου τὸν θάνατον προτυπώσας καὶ πρὸ τοῦ σταυροῦ τὸ τοῦ σταυροῦ τρόπαιον διαγράψας, ὁ εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ σταυρωθῆναι καὶ ταφῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι, τί ἐλθὼν νῦν ὑπὸ τὸν σταυρὸν τὸν θάνατον παραιτῇ; Εἰ γὰρ δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆ ναι, πῶς λέγεις· Εἰ δυνατὸν παρελθάτω τὸ ποτήριον τοῦτο; Ὅλως δὲ εἰ τὸ μὴ παθεῖν ἐβούλου, τί τὸ παθητὸν ἐνεδύου σῶμα; Εἰ δὲ σῶμα παθητὸν φορέσας ἐπὶ τὸ πάθος ἔρχῃ, τί λυπῇ καὶ δυσχεραί νεις; Πῶς δὲ ὅτε τὸν θάνατον διέγραφες, ὅτε τὸ πάθος ἱστόρεις, ὅτε τὸν σταυρὸν προετύπους, πρὸς Πέτρον ἠγανάκτεις λέγοντα· Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο καὶ οὕτως ἠγανάκτεις ὡς λέγειν· Ὕπαγε ὀπίσω μου, σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων; Εἰ οὖν ἀνθρώπινόν ἐστιν φρόνημα, τὸ τὸν θάνατον παραιτεῖσθαι, τίνος ἕνεκεν νῦν ἐπιζη τεῖς ὃ πάλαι διεκώλυες; Πῶς δὲ νῦν ἐκκλῖναι τὸν θάνατον εὔχῃ, ὁ πάλαι τῷ μαθητῇ ἐπιτιμῶν διὰ τὸ δειλιᾶν τοῦ θανάτου τὴν προσβολήν; Οὐ σὺ εἶ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προ αναφωνούμενος; Οὐ περὶ σοῦ Ὠσηὲ ὁ προφήτης ἔλεγεν· Τάδε λέγει κύριος· Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτούς, ἵνα εἴπωσιν· Ποῦ ἡ νίκη σου, θάνατε, ποῦ τὸ κέντρον σου, ᾅδη; Εἰ οὖν σὺ εἶ ὁ ἐκ τοῦ ᾅδου ῥυόμενος, πῶς δειλιᾷς τὸν θάνατον; Εἰ δὲ σὺ τὸν θάνατον δειλιᾷς, δι' οὗ τὸν θάνατον νικᾶν ἐλπίζομεν, ματαία ἡμῶν ἡ ἐλπίς, ἀνόνητος ἡ προσδοκία. Ὅλως δὲ εἰ σὺ τὸν θάνατον φοβῇ, ἐν τίνι ἕξομεν λοιπὸν τὰς τῆς ζωῆς ἐλπίδας, πῶς δὲ λέγεις· Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις; Ζωὴ γὰρ θάνατον οὐ φοβεῖται, ἀνάστασις πάθος οὐ δειλιᾷ. Ἀλλὰ σὺ εἶ ἡ ζωὴ καὶ ἡ ἀνάστασις. Τί μου οὖν φοβεῖς τὴν ψυχήν, τί μου τοὺς τόνους τῆς διανοίας ἐκλύεις δειλίας προ φέρων ῥήματα; Μὴ φάσμα ἦν τὰ κατὰ τὸν Λάζαρον; Μὴ ὄναρ ἦν τὰ κατὰ τὴν Ἰαείρου θυγατέρα; Μὴ σκιὰ ἦν τὰ κατὰ τὸν υἱὸν τῆς χήρας; Ἀλλὰ ἀλήθεια ἦν τὰ γεγενημένα. Πῶς οὖν ὁ τὸν θάνατον σκυλεύσας θάνατον φοβῇ, πῶς δὲ ὁ τοὺς νεκροὺς ὀδωδότας μετ' ἐξουσίας ἐγείρων εὔχῃ καὶ δειλιᾷς τῷ θανάτῳ μὴ περιπε σεῖν; Τί δὲ ὅλως τὸ περιπεσεῖν φοβῇ; Κἂν γὰρ περιπέσῃς, ἐλευθερώσῃ. Ὁ γὰρ ἑτέρους ἀνιστῶν, πολλῷ μᾶλλον τὸ ἑαυτοῦ ἐγείρει σῶμα. Ἢ φράσον οὖν μοι τὴν ἔννοιαν, δέσποτα, ἢ παῦσαι τοῦ ῥήματος καὶ μὴ διέλῃς μου τὴν ψυχήν, ἢ ὀκλᾶσαι ποιήσῃς τὸν λογισμόν. Εἰ γὰρ σὺ εἶ ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, πῶς νῦν ἀγνοεῖς πότερον δυνατόν ἐστιν ἢ ἀδύνατον παρελθεῖν τὸ ποτήριον; Εἰ μὲν γὰρ ἀγνοεῖς, ψεύδεται Παῦλος λέγων ὅτι Οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιόν σου, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Εἰ δὲ γινώσκεις, πῶς λέγεις· Εἰ δυνατόν; Ἀγνοοῦντός ἐστι πεῦσις καὶ οὐκ εἰδότος ἀπόφασις. Φράσον οὖν ἡμῖν, δέσποτα, τῶν εἰρημένων τὴν ἔννοιαν. Νῦν γὰρ Εὐνόμιος χαίρει, νῦν Ἄρειος εὐφραίνεται εἰς ὑπόθεσιν βλασφημίας τὸν λόγον ἁρπάζοντες. Ἀλλὰ μάτην χαίρονται. Οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος. Οὐ φοβοῦμαι γὰρ τὸν θάνατον, ὥς φασιν· οὐ παραιτοῦμαι τὸ πάθος, ὡς νομίζουσιν.
Εἰ γὰρ μὴ ἤθελον διὰ θανάτου ζωὴν χαρίσασθαι τῷ γένει τῶν ἀνθρώπων, οὐκ ἄν, λόγος ὢν ἀπαθής, παθητὴν ὑπεισῆλθον σάρκα. Ἐπειδὴ δὲ εἶδον τὸ γένος τῶν ἀνθρώπων ἀπάτῃ καὶ οὐκ ἀνάγκῃ, γοητείᾳ δαιμόνων καὶ οὐ βίᾳ κρατούμενον, ὑπῆλθον τὸ ὑμέτερον σῶμα, ἵνα ἐκ τῶν ἐναντίων τὰ ἐναντία κατασκευάσας διὰ πάσης ἐξαπάτης ἐλευθερώσω τὸν ἄνθρωπον. Ἐπειδὴ γὰρ μέγα ἐφρόνει ὁ τύραννος, ὅτι τὴν ἁμαρ τίαν εὑρὼν καὶ διὰ τῆς ἁμαρτίας τὸν θάνατον εἰσαγαγὼν τὸν Ἀδὰμ τὸν τοῦ παραδείσου πολίτην, τὸν χειροτονητὸν τῆς οἰκου μένης δεσπότην, δοῦλον καὶ λῃστὴν καὶ γηπόνον ἐποίησεν, διὰ τοῦτο ἐπεχωρίασα τῇ γῇ ὡς βασιλεὺς τὴν σάρκα ὡς ἁλουργίδα ἔχων, ἵνα τοῦ τυράννου ἀποκείρας τὸ θράσος τῇ μὲν ἀπάτῃ τὴν ἀπάτην λύσω, τῇ δὲ ἁμαρτίᾳ τὴν δικαιοσύνην ἐπιστρατεύσω, τῷ δὲ θανάτῳ τὴν ζωὴν ἐπαφήσω. Οὐ φοβούμενος οὖν τὸν θάνατον δειλιῶ· οὐ γὰρ ἀκούσιον τὸ πρᾶγμα, ἀλλ' αὐτοπροαίρετον τὸ κατόρθωμα. Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων αὐθαιρέτως προιέμενος. Ὥσπερ οὖν ἐν μορφῇ θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσα μορφὴν δούλου λαβὼν μηδενὸς ἀναγκά σαντος, οὕτω καὶ ἑκοντὶ τὸν θάνατον ὑπομένω οὐ βίᾳ κρατούμε νος, ἀλλ' αὐθαιρέτως ἐπὶ τὸ πάθος ἐρχόμενος. Διὰ τί δὲ ἔπαθες, δέσποτα; Διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, φησίν. Καὶ λέγω τὸν τρόπον. Ἐπειδὴ γὰρ ἀποφάσει θανάτου τὸ γένος τῶν ἀνθρώπων ὑπεβλήθη διὰ τὸν ἐκ παρθενικῆς γῆς πλασθέντα Ἀδάμ, ἐγὼ δὲ ἤμην ὁ τὴν ἀπόφασιν τοῦ θανάτου ἐκβαλών, ἀδύνατον δὲ ἦν τῆς τιμωρίας ἀνεθῆναι τὸν ἄνθρωπον, εἰ μὴ αὐτὸς ἐγὼ τὴν ἑαυτοῦ ἀνεκαλεσάμην ἀπόφασιν, διὰ τοῦτο ἐκ παρθενικῆς γαστρὸς καθ' ὁμοιότητα τοῦ Ἀδὰμ ἀνθρώπου μορφὴν λαβὼν ὑπομένω θάνατον, ἵνα καὶ ὡς θεὸς λύσω τὴν ἀπόφασιν καὶ ὡς ἄνθρωπος ὑπὲρ ἀνθρώπων καταδέξωμαι τὸν θάνατον. Τοῦτο δὲ ποιῶ, ἵνα μὴ αὐθεντίᾳ, ἀλλὰ συμπαθείᾳ τὸν ἄνθρωπον ἐλευθερώσω. Εἰ γὰρ ἀνθρώπου ἁμαρτήσαντος θεὸς ἦν ὁ κατορθώσας, οὐ μέγα ἦν τὸ κατορθούμενον. Νῦν δὲ διὰ τοῦτο ἄνθρωπος γέγονα καὶ ὑπὲρ τοῦ καταλύσαντος τὸν νόμον τὸν νόμον ἐπλήρωσα, ἵνα τῇ οἰκειότητι τοῦ κατορθώσαντος ἐνα βρύνηται τῶν ἀνθρώπων τὸ γένος. Ὅθεν καὶ νῦν εἰς πρόσωπον τοῦ Ἀδὰμ δέχομαι τὴν ἀπόφασιν τοῦ θανάτου, ἵνα ἐκεῖνος δι' ἐμοῦ λάβῃ τὴν χάριν τῆς ἀναστάσεως. Πταίσας ὁ Ἀδὰμ συνεισήνεγκε τὸν θάνατον, κατορθώσας ἐγὼ ἀντεισήγαγον τὴν ἀνάστασιν. Καὶ ἐπειδὴ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, ἐβασί λευσεν δὲ ἐκ τοῦ τὸ σῶμα ὑποχείριον ἔχειν τὸ συνεργὸν τῆς ἁμαρτίας, διὰ τοῦτο ἀνέλαβον τὸ αὐτὸ σῶμα τὸ δοκοῦν ὄργανον εἶναι τῆς ἁμαρτίας, <ἵνα> καταργήσας τὴν ἁμαρτίαν ἐλεύθερον ἁμαρτίας ἀποδείξω τὸν ἄνθρωπον. Ἄλλως δὲ ἐπειδὴ ζωὴν κακὴν ἔζων οἱ ἄνθρωποι συμπεπλεγμένοι τῇ ἁμαρτίᾳ ὡς εἶναι αὐτῶν τὴν ζωὴν θανάτου χείρονα, διὰ τοῦτο τὸν ἀγαθὸν θάνατον τῆς κακῆς ζωῆς προκρίνας ὑπομένω θάνατον, ἵνα οἱ τῷ καλῷ θανάτῳ κοινωνήσαντες τῆς ἀληθοῦς ζωῆς ἀπολαύσωσιν· ἀπολαύσωσιν δὲ διὰ τοῦ βαπτίσματος· Ὅσοι γὰρ βαπτίζονται, εἰς τὸν θάνατόν μου βαπτίζονται, ἵνα ὥσπερ ἠγέρθην ἐγὼ ἐκ νεκρῶν, οὕτως καὶ αὐτοὶ ἐν καινότητι ζωῆς περιπατήσωσιν. Καὶ μηδεὶς ἀμφιβάλλων λεγέτω ὅτι τὸ σκότος οὐκ ἐργάζεται φῶς οὔτε τὸ μέλαν ἀποτελεῖ λευκότητα, πῶς ὁ θάνατος ἐγέννη σεν ζωήν; Ὅτι γὰρ ὑπὲρ φύσιν τὸ πρᾶγμα, δῆλον. Ἀλλ' ἐπ' ἐμοῦ μὴ ζήτει φύσεως τάξιν. Ἐγὼ γάρ εἰμι ὁ δεσπότης τῆς φύσεως, ὁ ποτὲ μὲν τὴν φύσιν κατὰ φύσιν φέρεσθαι συγχωρῶν, ποτὲ δὲ αὐτὴν ὑπὲρ φύσιν ἡνιοχῶν. Ὅταν γάρ τι ἐξαίσιον οἰκονομῆσαι θέλω, τότε καὶ ἡ φύσις τὴν ἑαυτῆς ἀρνησαμένη τάξιν ἐκεῖνα πράττει, ἅπερ ἂν τὸ ἐμὸν παρακελεύηται νεῦμα. Καὶ τοῦτο δῆλον ἐκ τῆς ὁρωμένης διακοσμήσεως, οἷόν τι λέγω· ὁ ἥλιος καὶ ἡ σελήνη πῦρ εἰσιν κατὰ φύσιν, ὕδωρ δὲ τὸ κρυσταλλωθὲν στερέω μα, ὃ δὴ οὐρανὸν ἐκάλεσα· εἰ φύσεως οὖν δρόμον ἐπιζητεῖς, πῶς τὸ πῦρ ὑπὸ
τοῦ ὕδατος φυλάττεται ἢ τὸ κρυσταλλωθὲν στερέωμα πῶς ὑπὸ τῆς θέρμης τοῦ πυρὸς οὐ διαλύεται καὶ διαρρεῖ; Καὶ ἵνα σου τὴν ψυχὴν μὴ περὶ τὴν ὁρωμένην διακόσμησιν ἀσχολήσω, ἐπ' αὐτήν σε τὴν οἰκονομίαν χειραγωγήσας πείθω ὡς οὐ χρὴ ἐπὶ ταῖς παραδόξοις θαυματουργίαις φύσεως ἐπιζητεῖν δρόμον. Ἀναλόγισαι γὰρ ὅτι θεὸς ὢν ἀνθρώπινον ὑπεδύην σῶμα. Τοῦτο δὲ πρῶτον παρὰ φύσιν. Ἐπεὶ πῶς τὸ τριχῇ διάστατον σῶμα τὸ ἀνθρώπινον τὸν ἀχώρητον, τὸν ἀμέτρητον, τὸν πανταχοῦ ὄντα, τὸν πᾶσαν τὴν οἰκουμένην περιγράφοντα, τὸν μετροῦντα τὸν οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακὶ καὶ τὴν θάλατταν κοτύλῃ χωρῆσαι ἠδύνατο, εἰπέ. Ὅτι γὰρ ἐχώρησεν δῆλον, ἐπειδὴ καὶ πᾶν τὸ πλήρωμα τῆς θεότητος ἐνῴκησεν ἐν τῇ σαρκὶ σωματικῶς. Τὸ δὲ πῶς ἐγὼ μὲν οἶδα, φησίν. Οἶδα γὰρ ἃ οἰκονομῶ, σὺ δὲ ἀκοῦσαι οὐ δύνῃ· ὑπερβαίνει γὰρ ἀκοὴν θνητὴν ἡ τῶν ἀπορρήτων εἴδησις οὕτως, ὅτι κἂν ποτὲ διὰ πλῆθος οἰκτιρμῶν ἑρμηνεῦσαί τι θέλω, οὕτως ἑρμηνεύω, οὐχ ὡς ἡ φύσις ἔχει, ἀλλ' ὡς σὺ μαθεῖν δύνῃ· διὰ τοῦτο γὰρ καὶ τῶν δοκήσει σοφῶν τὸν τῦφον καταστέλλων ἔλεγον· Ὁ δοκῶν εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν, καθὼς δεῖ γνῶναι. Ἐπεὶ ὅτι λόγος ὢν σὰρξ γέγονα, ἤκουσας, τὸ δὲ πῶς ἀγνοεῖς. Πῶς γὰρ ἤμην ἐν τῇ σαρκί, ὡς σῶμα ἐν σώματι ἢ ὡς ψυχὴ ἐν σώματι; Οὐκοῦν συνέπαθον τῷ παθητῷ σώματι, ἀλλ' οὐκ ἔπαθον. Θεοῦ γὰρ φύσις οὐ περιπίπτει πάθει. Ὥσπερ οὖν σὰρξ γέγονα οὐκ ἐκπεσὼν τοῦ εἶναι θεός, οὕτως καὶ πάθος ὑπέμεινα οὐ περιπεσὼν πάθει. Ἐγεννήθην δι' οἰκονομίαν, ἀπέθα νον διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν· μᾶλλον δὲ διὰ τοῦτο ἀπέθανον, ἐπειδὴ ἐγεννήθην. Μὴ ζητήσῃς οὖν ἐπ' ἐμοῦ ἢ γεννήσεως τάξιν ἢ θανάτου τρόπον. Ἃ γὰρ ἡ φύσις οὐ ποιεῖ, ταῦτα ἡ δύναμις ἀποτελεῖ. Θεὸς οὖν ὢν ἀνθρώπινον ὑπῆλθον σῶμα. Τοῦτο πρῶτον παρὰ φύσιν· ἀλλ' οὐ γέγονεν διὰ τὴν φύσιν ἀδύνα τον, ἐπειδὴ ἐν τῇ ἐμῇ ἐξουσίᾳ ἔκειτο, τοῦ πεποιηκότος τὴν φύσιν. Συνεχώρησα δὲ πάλιν καὶ αὐτὸ τὸ σῶμα τῷ γενικῷ περιπεσεῖν θανάτῳ, ἵνα ἡ ζωὴ ἡ τοῦ θανάτου δεσπόζουσα καὶ ἐν αὐτῷ τῷ θανάτῳ τὴν τῆς ζωῆς ἐνέργειαν ἐπιδείξηται. Τὸ μὲν ζῶν ζῆν οὐ δὲν θαυμαστόν, τὸ δὲ ἀποθανὸν ζωῶσαι τοῦτο μέγα καὶ παράδο ξον. Διὸ καὶ λυθῆναι αὐτὸ συνεχώρησα καὶ μετὰ τὸ λυθῆναι ἀνέστησα, ἵνα δείξω ὅτι καὶ τοῦ σώματος ὑποβληθέντος θανάτῳ οὕτως ἀπαθὴς ἔμεινα, ὅτι οὐ μόνον τὸ ἑαυτοῦ σῶμα ἤγειρα, ἀλλὰ καὶ τὰ τῶν προκεκοιμημένων δικαίων σώματα συνανέστησα. Ἑκὼν οὖν φιλανθρωπίᾳ τὸν θάνατον ὑπομένω, ἑκὼν δὲ πάλιν κατά τινα οἰκονομίαν τὸν θάνατον δειλιῶ. Δειλιῶ γὰρ τὸν θάνα τον, ἵνα ἀπατήσω τὸν θάνατον. Ὥσπερ ἐν τῇ ἐρήμῳ, εἰ μὴ ἐπείνασα, οὐ προσήρχετο ὁ διάβολος. Διὰ τοῦτο δὲ ἐπείνασα, ἵνα μὴ νομίσας ἄλλον εἶναι Ἀδὰμ προσενέγκῃ τὸ θήρατρον. Οὕτως καὶ ὧδε διὰ τοῦτο τῆς δειλίας προφέρω ῥῆμα, ὡς δέλεαρ, ἵνα ἑαυτῷ ἀγκιστρεύσω τὸν θάνατον. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος πολλὰ σημεῖα πεποιηκότα, παραλυτικὸν νευρώσαντα, ἀλάλων τὰς γλώσσας ἀρθρώσαντα, κωφῶν τὰ ὦτα ἀνοίξαντα, τυφλοὺς ὀμματώσαντα, τῆς θαλάσσης τὸν φλυσμὸν εἰς γαλήνην μεταβα λόντα, τῆς αἱμορροούσης τὰς πηγὰς διὰ τῆς ἁφῆς τοῦ κρασπέδου ξηράναντα, τὸν Λάζαρον λόγῳ ἐγείραντα, τὴν τοῦ Ἰαείρου θυγατέρα ἀναστήσαντα, τὸν τῆς χήρας υἱὸν ἐκ νεκρῶν ἀνακαλε σάμενον, πάντα οὖν ταῦτα θεασάμενος καὶ ἐξ αὐτῶν τῶν πραγ μάτων πεισθείς, ὅτι ἐγώ εἰμι ὁ υἱὸς τοῦ θεοῦ ὁ ἐν μορφῇ τοῦ ἀνθρώπου φανεὶς κατὰ τὴν τῶν προφητῶν πρόρρησιν, φοβεῖται καὶ δέδιεν σταυρῷ με προσηλῶσαι καὶ θανάτῳ παραδοῦναι, ἵνα μὴ νεκροῦ ὑπεισελθὼν σχῆμα τοὺς νεκροὺς ἐλευθερώσω. Τί οὖν ποιῶ, ἵνα καὶ τοῦ διαβόλου τὴν δειλίαν εἰς ἀπόνοιαν μεταβάλω καὶ τὸν θάνατον ἐπιδραμεῖν ποιήσω; Φεύγω ἵνα διώξῃ, δειλιῶ ἵνα θαρρήσῃ, ταπεινοῖς κέχρημαι ῥήμασιν ἵνα με ἕνα τῶν πολλῶν νομίσας προσδράμῃ καὶ καταπίῃ. Ἐὰν γὰρ ἐμὲ μὴ καταπίῃ, τοὺς καταποθέντας ἐμέσαι οὐκ ἔχει. Ὅθεν δειλίας φθέγγομαι ῥήματα, ἵνα
τὸν ἀπατεῶνα ἐξαπατήσας τὴν ἀπάτην λύσω. Ῥήμασιν ἐκεῖνος δολεροῖς ἠπάτησεν τὸν Ἀδάμ, ῥήμασιν ἐγὼ δειλοῖς ἀπατῶ τὸν δολερόν. Ἀλλ' ἐκεῖνος μὲν ἀπατηλοὺς ἐφθέγξατο λόγους, ἵνα τὸν ἄνθρωπον ἀπολέσῃ, ἐγὼ δειλίας φθέγγομαι ῥήματα, ἵνα τὴν οἰκουμένην ἐλευθερώσω. Ἁλιεύς εἰμι ἁλιεῖς ἁλιεύων. Ὥσπερ γὰρ ὁ ἁλιεὺς τῷ ἀγκίστρῳ τὸν σκώληκα περι θεὶς ἐκτείνει τὸν κάλαμον καὶ ποτὲ μὲν ἐνδίδωσιν τὸ ἄγκιστρον, ποτὲ δὲ ἕλκει καὶ ὑποσύρει, ἵνα φεύγοντα τὸν σκώληκα δείξας ἐπιδραμεῖν τὸν ἰχθὺν παρασκευάσῃ, οὕτως κἀγὼ τῷ ἀγκίστρῳ τῆς θεότητός μου ὥσπερ σκώληκα περιθεὶς τὸ σῶμα–Ἐγὼ γάρ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος–ποτὲ μὲν ἕλκω τὸν θάνατον ὡς δειλιῶν, ποτὲ δὲ ἐνδίδωμι τὸ ἄγκιστρον ὡς θαρρῶν, ἵνα ὁ διάβολος ὥσπερ ἰχθὺς τῷ σκώληκι ἐφαλλόμενος, τουτέστιν τῇ σαρκὶ ἐπερχόμενος, λανθανόντως τῷ ἀγκίστρῳ περιπέσῃ τῆς θεότητος καὶ περιπεσὼν ἑλκυσθῇ, ὡς πληρωθῆναι ἐπ' αὐτῷ τὸ ὑπὸ τοῦ Ἰὼβ εἰρημένον· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. Οὐ φοβούμενος οὖν τὸν θάνατον εἶπον· Περίλυπός ἐστιν ἡ ψυ χή μου. Οὐδὲ δειλιῶν τὸ παθεῖν λέγω· Πάτερ εἰ δυνατὸν παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. Πάντα γὰρ ποιῶ, ἵνα με ὁ θάνατος μὴ διαφύγῃ. Δειλιῶ ὡς ἄνθρωπος, ἵνα καταποθεὶς ὡς ἄνθρωπος ἐργάσωμαι ὡς θεός. Ταπεινοῖς κέχρημαι ῥήμασιν, ἵνα καταπιών μου τὴν ζύμην τοῦ σώματος εὕρῃ τὸν ἄνθρακα τῆς θεότητος δεινῶς αὐτὸν κατακαίοντα. Δειλιῶ, ἵνα μασήσηταί μου τὸ σῶμα, κόκκον σινάπεως· εὑρήσει τὴν δριμύτητα τῆς θεότητος σφοδρῶς αὐτὸν βασανίζουσαν. Δειλιῶ, ἵνα καταπίῃ με ὡς ἄνθρωπον. Ἐὰν γάρ με καταπίῃ, εὑρήσει τὴν στερεὰν τῆς θεότητος πέτραν τοὺς ὀδόντας αὐτοῦ συντρίβουσαν, ὡς πληρωθῆναι ἐπ' αὐτῷ τὸ γε γραμμένον ὅτι Ὁ θεὸς συνθλάσει τοὺς ὀδόντας αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ. Διὰ τοῦτο οὖν κρύπτω τῆς θεότητος τὴν αὐθεντίαν, προβάλλω δὲ τῆς σαρκὸς τὴν δειλίαν, ἵνα μὴ τῇ δυνάμει τῆς θεότητος θηρευθῇ, ἀλλ' ἵνα τῇ ἀσθενείᾳ τοῦ σώματος καθαιρεθῇ. Ἵνα γὰρ μὴ μέγα φρονῇ ὡς ὑπὸ θεοῦ ἡττώμενος, διὰ τοῦτο διὰ τῆς σαρκὸς αὐτὸν ἀπατῶ, ἵνα δι' ὧν ἐπεβούλευσεν ἐπιβουλευθῇ. Νικῶ τοίνυν αὐτὸν διὰ τῆς ἀσθενείας τοῦ σώματος, ἵνα μὴ μέγα φρονῇ ὡς ὑπὸ θείας δυνάμεως ἐλεγχόμενος. Τὸ γὰρ ὑπὸ τῆς θεότητος ἡττηθῆναι αὐτόν, δόξαν αὐτῷ μᾶλλον ἢ ὕβριν ἔφερεν. Ὅθεν νῦν αὐτὸν διὰ δειλῆς καὶ ταπεινῆς καὶ ἀσθενοῦς σαρκὸς νικῶ, οὐ πειράζων ἀλλὰ πειραζόμενος, οὐ βάλλων ἀλλὰ βαλλόμε νος, οὐκ ἀποκτέννων ἀλλ' ἀποθνῄσκων, οὐ σταυρῶν ἀλλὰ σταυ ρούμενος, οὐ τύπτων ἀλλὰ τυπτόμενος, ἵνα μὴ ἐμοὶ τὰ τῆς νίκης ἐπιγραφῇ, ἀλλ' ἵνα διὰ τῆς τοῦ ἀνθρώπου μορφῆς τῷ γένει τῶν ἀνθρώπων τὰ βραβεῖα ἀπονεμηθῇ. Διὰ τοῦτο οὖν δοκῶ δειλιᾶν, ἵνα ὁ μὲν διάβολος ὡς ἰχθὺς ἐπὶ τὸ δέλεαρ πέσῃ, ὁ δὲ θάνατος ὥσπερ στρουθίον τῇ κόλλῃ προσ παγῇ. Ἐπειδὴ γὰρ ἠπάτησεν κακῶς, διὰ τοῦτο ἀπατᾶται καλῶς. Ἐπειδὴ διὰ σωματικὴν ἡδονὴν ἐγοήτευσεν τὸ γένος τῶν ἀνθρώπων, διὰ τοῦτο διὰ σώματος ἀπελαύνεται τοῦ γένους. Ὅπερ ἐποίησεν πάσχει· ὃ εἰς τοὺς πολλοὺς ἔπραξεν, τοῦτο παρ' ἑνὸς ὑπομένει. Ἀλλ' ὃ μὲν ἐποίησεν ἐκεῖνος, τοῖς πεπονθό σιν ὀλέθριον ἦν, ὃ δὲ ἐγὼ εἰς αὐτὸν ποιῶ, τῇ οἰκουμένῃ ἔσται σωτήριον. Ἀπατῶ γὰρ διὰ τοῦ σώματος τὸν πλάνον, ἵνα ἐλεγχ θεὶς μηκέτι δύνηται πλανᾶν οὓς ἐπλάνα αὐτὸς τῷ σώματι· προσ φέρει τὸν θάνατον, ἐγὼ δι' αὐτοῦ παρέχω τὴν ἀνάστασιν. Ἄκων εὐεργετεῖ τὸ γένος. Δι' ὧν γὰρ τὸν θάνατον προσάγει, τῆς ἀνα στάσεως πρόφασιν προσάγει. Ὁ πάντων ἐπίβουλος εὐεργέτης τῆς οἰκουμένης γέγονεν ἄφνω· εὐεργέτησεν δὲ τὴν οἰκουμένην πλανηθείς, πλάνην τῷ κόσμῳ συμφέρουσαν καὶ τρόπαιον κατὰ τῆς ἑαυτοῦ τυραννίδος ἐπινοήσας. Ὥσπερ ὁ λίθον ἀκοντίζων κατὰ πέτρας τὴν μὲν πέτραν οὐ διαρρήξει, τὸν δὲ λίθον συντρίψει, οὕτως καὶ ὁ διάβολος κατὰ τοῦ σώματος τοῦ ἐμοῦ ὥσπερ λίθον τὸν θάνατον ῥίψας τὸ μὲν ἐμὸν σῶμα οὐ διέφθειρεν–Οὐ δώσεις γὰρ τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν–τὰ
δὲ ἑαυτοῦ κέντρα συνέθλα σεν τῆς ἀντιτυπίας τὸ στερρὸν ὑπομεῖναι μὴ δυνάμενος. Μηδεὶς οὖν μου δι' ἄγνοιαν δειλίαν καταψηφιζέσθω μηδὲ τα πεινὰ ῥήματα τῇ θεότητι ἐπιριπτέτω. Ποιμήν εἰμι κατὰ τὸν τῆς θεότητος λόγον· Ὁ ποιμαίνων, γάρ φησιν, τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ, πρόβατον δὲ κατὰ τὴν τῆς σαρκὸς οἰκονομίαν· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθην καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος αὐτὸν ἄφωνος. Ἐπεὶ οὖν ἐφεδρεύει μοι ὁ διάβολος, ἁρπάσαι μου τὴν σάρκα ὡς πρόβατον θέλων, δεδιὼς δὲ ὡς ποιμένα τὴν θεότητα ὑπαναχωρεῖ καὶ φεύγει, διὰ τοῦτο κρύπτω μου ὡς ποιμένα τὴν θεότητα, προΐεμαι δὲ τὴν σάρκα ὡς πρόβατον, ἵνα θαρρήσας προσέλθῃ, προσελθὼν δὲ ἁρπάσῃ, ἁρπάσας δέ μου τὴν σάρκα ὡς πρόβατον ἀναιρεθῇ τῇ διστόμῳ μαχαίρᾳ τοῦ πνεύματος. Παῦσαι οὖν, αἱρετικέ, δειλίαν μου καὶ ἄγνοιαν καταψηφιζό μενος. Δειλιῶ γάρ, ἵνα δείξω ἀφαντασίαστον τῆς σαρκὸς τὴν ἀνάληψιν. Λέγω· Ἡ ψυχή μου τετάρακται, ἵνα μάθητε ὅτι οὐκ ἄψυχον ἀνείληφα σῶμα, ὡς ἡ Ἀπολλιναρίου βούλεται πλάνη. Μὴ τὰ πάθη οὖν τῆς σαρκὸς τῷ ἀπαθεῖ προσρίψῃς λόγῳ· θεὸς γάρ εἰμι καὶ ἄνθρωπος, αἱρετικέ. Θεὸς ὡς ἐγγυᾶται τὰ θαύματα, ἄνθρωπος ὡς μαρτυρεῖ τὰ παθήματα. Ἐπεὶ οὖν θεός εἰμι καὶ ἄνθρωπος, εἰπὲ τίς ἐστιν ὁ παθών; Εἰ ὁ θεὸς ἔπαθεν, εἶπες τὸ βλάσφημον· εἰ δὲ ἡ σὰρξ ἔπαθεν, τί τὸ πάθος προσάπτεις ᾧ τὴν δειλίαν οὐκ ἐπιρίπτεις; ἄλλου γὰρ πάσχοντος ἄλλος οὐ δειλιᾷ καὶ ἀνθρώπου σταυρουμένου θεὸς οὐ ταράττεται. Καὶ ὅτι ἡ σὰρξ ἔπαθεν, ἀπαθοῦς μείναντος τοῦ λόγου, μάρτυς Ἠσαΐας, ὃς ἐν πνεύματί με αἱμαγμένον θεασάμενος ἠρώτα· Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια; Τὰ ἱμάτιά σου, φησίν, ἐρυθρά, καὶ οὐχὶ σύ. Τὸ μὲν γὰρ σῶμα τιτρώσκεται, ὁ δὲ τῆς θεότητος οὐ παραβλάπτεται λόγος. Μάρτυς δὲ καὶ Ἰακὼβ ὁ πατριάρχης ὁ περὶ ἐμοῦ λέγων· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Ποίαν στολήν; τὸ σῶμα. Ποίῳ αἵματι; τῷ ἐκ τῆς πλευρᾶς ῥεύσαντι. Εἰ δὲ μὴ ἐκβάλλετέ μου τὴν μαρτυρίαν, ἐγὼ ἐμαυτῷ μαρτυρῶ. Ἡ γὰρ μαρτυρία μου ἀληθής ἐστιν, κἂν μὴ θέλητε, ἣν πρὸς Ἰουδαίους ἔλεγον· Τί με θέλετε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα. Ἄνθρωπον εἶπεν, αἱρετικέ, μὴ οὖν θεόν. Οὗτος οὖν ὁ ἀποκτανθεὶς ἄνθρωπος Ἰησοῦς παρὰ τῶν Ἰουδαίων αὐτὸς δειλιᾷ. Καὶ μὴ συντάραττε τὸν λόγον τῇ σῇ ἀμαθείᾳ. Διὰ τοῦτο δειλιῶ, ἵνα ὁ θάνατος ὡς ἀνθρώπῳ μοι συμπλακῇ καὶ ὡς παρὰ θεοῦ ἡττηθῇ. Ἀλλὰ καὶ δειλιῶν οὐ πάντη παραιτοῦμαι τὸ πάθος. Εἰ γὰρ παρῃτούμην, οὐκ ἂν εἶπον· Πάτερ εἰ δυνατὸν παρελθάτω τὸ ποτή ριον. Ἤδειν γάρ, ὅτι οὐδὲν τῷ πατρὶ ἀδύνατον. Εἰ δὲ ἐγὼ μὲν ᾔτησα παρενεχθῆναι τὸν θάνατον, αὐτὸς δὲ οὐ παρήγαγεν, δύο ἀνακύπτει ἄτοπα. Εἰ γὰρ μὴ δυνάμενος οὐ παρήνεγκεν ἢ ἀφειδῶν παρέδωκεν, εὑρίσκῃ, αἱρετικέ, ἐμοὶ μὲν δειλίαν, τῷ δὲ πατρὶ ἀδυναμίαν προσάπτων. Ἀλλ' ἐμὲ μὲν δειλιᾶν λέγων συγγνώμην ἔχεις διὰ τὴν σάρκα, τῷ δὲ πατρὶ ἀδυναμίαν προστρίβων ἀσύγγνωστα πταίεις ἀσθενεστέραν θανάτου τὴν δύναμιν λέγων τοῦ θεοῦ. Ἄλλως δὲ καὶ ἰσχυρότερόν με τοῦ πατρὸς ἀποφαίνῃ. Καὶ λέγω τὸν τρόπον. Εἰ γὰρ ἐγὼ ζῶν μὲν ἐν σαρκὶ τὸν Λάζαρον ἤγειρα, τὴν Ἰαείρου θυγατέρα, τὸν παῖδα τῆς χήρας, ἀποθανὼν δὲ πάλιν ἐν σαρκὶ ὑπὲρ τοὺς πεντακοσίους νεκροὺς ἐκ τῶν τάφων ἐσκύλευσα, ὁ δὲ πατὴρ ὁ ἐμὸς ὁ μήτε σαρκὸς μήτε θανάτου πεῖραν λαβὼν ἕνα ἐμὲ ὅνπερ ἠγάπα παῖδα, ὡς αὐτὸς λέγει· Οὗτός μού ἐστιν ὁ υἱὸς ἀγαπητός, ἐξελέσθαι ἐκ κινδύνων οὐκ ἐδυνήθη, ὅρα τί πάσχεις, αἱρετικέ. Ὅτι τὸ ἴσον μοι μὴ διδοὺς γνώμῃ τὸ πλέον παρέχεις ἄκων, καὶ ὃν δοκεῖς ἐπὶ ἀσθενείᾳ διασύρειν, ἰσχυρότε ρον τοῦ πατρὸς ἀποφαίνῃ· ὅτι ἐγὼ μὲν καὶ <μὴ> παρακληθεὶς τὰς ἐν τῷ ᾅδῃ κατεχομένας ψυχὰς ἐρρυσάμην· Κύριε, γάρ φησιν, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, αὐτὸς δὲ καὶ παρακληθεὶς τὴν τεταραγμένην μου ψυχὴν τῶν ἐπηρτημένων οὐκ ἠλευθέρωσεν κακῶν. Ἀλλὰ μὴ γένοιτο! Οὔτε γὰρ ὁ
πατὴρ ἢ ἀφειδῶν ἢ ἀδυναμῶν οὐκ ἠλευθέρωσέν με τοῦ πάθους, οὔτε ἐγὼ παραιτού μενος τὸ πάθος ᾔτησα παρελθεῖν τὸ ποτήριον. Εἰ μὲν γὰρ ἀκού σιον τὸ πάθος, ἀληθῶς ἐδειλίων, εἰ δὲ αὐθαίρετος ὁ θάνατος, ἔδοξα δειλιᾶν, ἵνα σοφισάμενος τὸν διάβολον ἐλευθερώσω τὸν ἄνθρωπον. Ὅθεν τοῦτο μὴ συνορῶν ὁ διάβολος εἵλκυσέν με ὡς καταπίνειν μέλλων, ἀγνοῶν ὅτι καὶ τοὺς καταποθέντας ἐμέσαι εἶχεν. Ἅμα γὰρ ἐπέστην τῷ ᾅδῃ, ἐσκύλευσα αὐτοῦ τοὺς τάφους, ἐγύμνωσα τὰς θήκας. Ἐγύμνωσα δὲ οὐ φανερῶς μαχόμενος, ἀλλ' ἀοράτως τὴν ἀνάστασιν παρεχόμενος. Οὐδένα γὰρ ἔλυον καὶ πάντες ἀνίεντο, οὐδὲν ἐλάλουν καὶ ἐλευθερία ἐκηρύττετο, οὐδένα ἐκάλουν καὶ πάντες συνέτρεχον. Ἅμα γὰρ ἐπέστην ὡς βασιλεύς, κατεφρονήθη ὁ τύραννος, ἔλαμψα ὡς φῶς καὶ διελύθη τὸ σκότος. Ἦν γὰρ ἰδεῖν πάντα μὲν δεσμώτην ἐλευθερίαν βλέποντα, πάντα δὲ αἰχμάλωτον ἀναστάσει χορεύοντα· οὕτως ὡς αὐτοὺς τοὺς νεκροὺς ἐμὲ μὲν θαυμάζοντας ἐπὶ τῇ νίκῃ, τὸν δὲ θάνατον διασύροντας ἐπὶ τῇ ἥττῃ καὶ λέγειν· Ποῦ σου, θάνατε, τὸ κέντρον, ποῦ σου, ᾅδη, τὸ νῖκος; Καὶ ταῦτα μὲν οὕτως. Ὑπὲρ δὲ τῶν εἰρημένων δόξαν ἀναπέμψωμεν τῷ παμβασιλεῖ τῶν ὅλων Χριστῷ, ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀχράντῳ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Oratio in resurrectionem domini ...χαρᾶς ἡμέρα καὶ εὐφροσύνης ἀγαπητοί, ἡμέρα ἀγαλλιάσεως καὶ σωτηρίας, ἡμέρα φωτισμοῦ καὶ ἁγιασμοῦ, ἡμέρα εἰρήνης καὶ καταλλαγῆς· ἡμέρα ἀναπλάσεως καὶ ἀνακαινισμοῦ τῶν ἡμετέρων ψυχῶν, ἡμέρα ὄντως μεγάλη καὶ θαυμαστὴ καὶ ἐπιφανής· ἐν ταύτῃ συνήγειρεν ἡμᾶς ὁ Χριστὸς ἐρριμμένους τῇ ἁμαρτίᾳ, ἐν ταύτῃ συνεζωοποίησεν ἡμᾶς ὁ Χριστὸς νενεκρωμένους τοῖς παραπτώμασιν· ἐν ταύτῃ τὸν παράδεισον ἀνέῳξεν, ἀπολαύειν ἡμᾶς τοῦ ξύλου τῆς ζωῆς· ὅπερ ἐστὶν τὸ τίμιον καὶ ζωοποιὸν αὐτοῦ σῶμα καὶ 69 αἷμα δι' οὗ καθαιρόμεθα καὶ ἁγιαζόμεθα καὶ φωτιζόμεθα καὶ ἐγκαινιζόμεθα. λύτρον γὰρ ἔδωκεν ἑαυτὸν ὁ Χριστὸς ὑπὲρ ἡμῶν πάντων, καὶ προήγαγεν ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ἀπὸ τοῦ σκότους εἰς φῶς, ἀπὸ τῆς δουλείας εἰς ἐλευθερίαν, ἀπό τε ἔχθρας εἰς γνησιεύουσαν φιλίαν· ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας καὶ τῆς ἁμαρτίας γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μηκέτι ὦμεν δοῦλοι ἀλλ' ἐλεύθεροι, μηκέτι ἐμπαθεῖς ἀλλ' ἀπαθεῖς, μηκέτι φιλόκοσμοι ἀλλὰ φιλόθεοι, μηκέτι κατὰ σάρκα περιπατοῦντες ἀλλὰ κατὰ πνεῦμα. ... ἡγίασεν, ἐδόξασεν ἡμᾶς ἐν πνεύματι ἁγίῳ, ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν· ἡμεῖς δὲ τί ἀνταποδώσομεν τῷ κυρίῳ περὶ πάντων τούτων ὧν ἡμῖν ἀνταπέδωκεν ... τί ἀνταποδώσομεν ἴσον τῇ ὑπερβαλλούσῃ αὐτοῦ δωρεᾷ τε καὶ χάριτι; ... εὐχαριστήσωμεν καὶ προσπέσωμεν τῷ κυρίῳ καὶ προσκυνήσωμεν αὐτῷ, καὶ προσφέρωμεν τὰ μῦρα καὶ τοὺς ὕμνους ὡς δῶρα μετὰ φόβου καὶ εὐλαβείας· φιλάνθρωπος γάρ ἐστι καὶ φιλάγαθος ὁ δεσ 70 πότης, καὶ πάντα προσδέχεται, εἰ καὶ μικρά εἰσι καὶ εὐτελῆ τὰ παρ' ἡμῶν αὐτῷ προσαγόμενα. ἀγαπήσωμεν καὶ ἡμεῖς, ἀδελφοί μου, τὸν ἀγαπήσαντα κατὰ χάριν ἡμᾶς, ἀποθάνωμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν δωρεάν, πορευθῶμεν ὀπίσω τῶν ἁγίων αὐτοῦ ἐντολῶν· καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, προσάξωμεν τῷ θεῷ ἡμῶν πράξεις ἀγαθάς, πίστιν, ἀγάπην, ἐλπίδα καὶ ὑπομονήν, συντριμμὸν καρδίας, κατανύξεως δωρεά, συνειδήσεως κάθαρσιν, νέκρωσιν τῶν ἐπὶ γῆς μελειῶν, πορνείας, ἀκαθαρσίας, πάθους, ἐπιθυμίας κακῆς καὶ τῆς πλεονεξίας· δουλεύσωμεν τῷ κυρίῳ μετὰ συνέσεως καὶ εὐσταθείας καὶ καρτερίας καὶ ὑπομονῆς· ἐνστερνισώμεθα τὸ φίλτρον τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν· ᾄσωμεν αὐτῷ ᾆσμα καινόν, πάντες ᾄσωμεν, κροτήσωμεν τὰς χεῖρας καὶ ἀλαλάξωμεν τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως ὅτι κύριος ὕψιστος φοβερὸς βασιλεὺς ἐπὶ πᾶσαν τὴν γῆν ... μέγας κύριος καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας· μέγας κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· κατήργησεν καὶ ἐπάταξε τὸν ἀλαζόνα καὶ ὑπερήφανον ἐχθρὸν ἡμῶν καὶ διάβολον καὶ τὸν θάνατον κατεπάτησε καὶ πάντας ἀνέστησε ζωὴν ἡμῖν αἰώνιον δωρησάμενος. ... ἀπολαύσωμεν πάντες, ἀγαπητοί, τῶν ἀγαθῶν χαρισμάτων ταύτης τῆς καλῆς πανηγύρεως· εἰσέλθωμεν χαίροντες εἰς τὴν χαρὰν τοῦ κυρίου ἡμῶν ... ἄρχοντες καὶ ἀρχόμενοι ... πρεσβύτεροι μετὰ νεωτέρων, ἄνδρες καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, δοξάσατε καὶ μεγαλύνατε κύριον τὸν θεὸν ἡμῶν καὶ τὴν λαμπρὰν ταύτην ἡμέραν καὶ φαιδρὰν ἐορτὴν ὑμνήσατε καὶ θαυμάσατε καὶ τιμήσατε, νηστεύοντες καὶ κοπιάσαντες ... ἐορτάσατε σήμερον. πλούσιοι καὶ πένητες μετὰ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον· ἡ τράπεζα γέμει· μηδεὶς ἐξέλθῃ πεινῶν καὶ στερούμενος· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος, ὅτι τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· πάντες ἀντλήσατε ἐκ τῆς ἀκενώτου πηγῆς τοῦ σωτῆρος θεοῦ καὶ
εὐφράνθητε· γεύσασθε καὶ ἴδετε ὅτι Χριστὸς ὁ κύριος· θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν· μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἀπὸ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον· 72 ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ σωτῆρος θάνατος. ἔσωσε γὰρ ἡμᾶς Χριστὸς ὁ θεὸς καὶ τοῦ ᾅδου ἐρρύσατο· ἐξήρπασεν ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ τῆς δουλείας αὐτοῦ ἠλευθέρωσεν· ἐπικράνθη ὁ ᾅδης γευσάμενος τῆς τιμίας καὶ ἁγίας σαρκὸς τοῦ δεσπότου καθὼς Ἡσαΐας προεῖπεν· ἐπικράνθη ὁ Ἅιδης συναντήσας σοι κάτω· ἐπικράνθη· καὶ γὰρ κατηργήθη· ἐπικράνθη· καὶ γὰρ ἐνεπαίχθη· ἐπικράνθη· καὶ γὰρ ἐδεσμεύθη· ἔλαβε σῶμα καὶ θεῷ περιέτυχεν· ἔλαβεν ὅπερ ἔβλεπε καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε· κατέπιεν ὁ θάνατος ἀγνοῶν, καὶ καταπιὼν ἔγνω ὃν κατέπιεν· κατέπιεν ζωήν, κατεπόθη ὑπὸ τῆς ζωῆς· κατέπιεν τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε τὸν ἕνα διὰ τοὺς πάντας. ἥρπασεν ὡς λέων, συνεθλάσθη δὲ τοὺς ὀδόντας. διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἴσχυεν· ἐν Χριστῷ δὲ ἁμαρτίαν μὴ εὑρὼν ἀνενέργητος ἔμεινεν. εὔκαιρον οὖν εἰπεῖν· ποῦ σου, θάνατε, τὸ κέντρον, ποῦ σου, ᾅδη, τὸ νῖκος; ἀνέστη Χριστὸς καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς καὶ χαίρουσιν ἄγγελοι· ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες. 73 ἀνέστη Χριστὸς καὶ φθορᾶς ἐλυτρώθημεν· ἀνέστη Χριστὸς καὶ κατάρας ἐρρύσθημεν· ἀνέστη Χριστὸς καὶ ἡμεῖς συνανέστημεν· ἀνέστη Χριστὸς καὶ ἡμεῖς ἐζωώθημεν· Χριστὸς ἐκ νεκρῶν ἀναστὰς ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις καὶ ἡ μεγαλοσύνη νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Oratio in resurrectionem domini Λαμπρὰ καὶ μεγάλη καὶ θαυμαστὴ ἡ παροῦσα ἡμέρα, καὶ χαρᾶς ὄντως καὶ εὐφροσύνης ἡμέρα καὶ ἀνέσεως καὶ θυμηδίας πνευματικῆς καὶ ἀγαλλιάσεως, ἡμέρα ἐλευθερίας καὶ φωτισμοῦ καὶ ἁγιασμοῦ, ἡμέρα καταλλαγῆς καὶ εἰρήνης καὶ σωτηρίας καὶ βοηθείας τῶν ἡμετέρων ψυχῶν. ἐν ταύτῃ συνήγειρεν ἡμᾶς ὁ Χριστὸς ἐρριμμένους τῇ ἁμαρτίᾳ, ἐν ταύτῃ συνεζωοποίησε νενεκρωμένους τοῖς παραπτώμασιν, ἐν ταύτῃ τὸν παράδεισον ἀνέῳξεν ἡμῖν ὃν ἔκλεισεν ἡ τῶν προπατόρων ἡμῶν παρακοὴ καὶ παράβασις, ἐν ταύτῃ τοῦ τιμίου καὶ ζωοποιοῦ αὐτοῦ σώματός τε καὶ αἵματος ἀπολαύειν ἡμᾶς ἠξίωσε, δι' ὧν καθαιρόμεθα καὶ φωτιζόμεθα καὶ ἁγιαζόμεθα· λύτρον γὰρ ἔδωκεν ἑαυτὸν ὁ Χριστὸς ὑπὲρ ἡμῶν, καὶ προήγαγεν ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ἀπὸ σκότους εἰς φῶς, ἀπὸ τῆς δουλείας εἰς ἐλευθερίαν, ἀπὸ τῆς ἔχθρας εἰς γνησιεύουσαν φιλίαν· «ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας « καὶ τῆς ἁμαρτίας «γενόμενος ὑπὲρ ἡμῶν κατάρα « ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μηκέτι ὦμεν δοῦλοι ἀλλ' ἐλεύθεροι, μηκέτι ἐμπαθεῖς ἀλλ' ἀπαθεῖς, μηκέτι φιλόκοσμοι ἀλλὰ φιλόθεοι, μηκέτι «κατὰ σάρκα περιπατοῦντες ἀλλὰ κατὰ πνεῦμα «· ἡγίασεν καὶ ἐδόξασεν ἡμᾶς ἐν πνεύματι ἁγίῳ «ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν «. «τί ἀνταποδώσομεν τῷ κυρίῳ περὶ πάντων ὧν ἡμῖν ἀνταπέδωκε «, τί ἀνταποδώσομεν τῇ ὑπερβαλλούσῃ τοῦ θεοῦ δωρεᾷ τε καὶ χάριτι; εὐχαριστήσωμεν καὶ προσκυνήσωμεν καὶ προσενέγκωμεν αὐτῷ τὰ μῦρα καὶ τοὺς ὕμνους ὡς δῶρα μετὰ φόβου καὶ εὐλαβείας καὶ ταπεινώσεως· φιλάνθρωπος γάρ ἐστι καὶ συμπαθὴς ὁ δεσπότης, καὶ πάντα προσδέχεται εἰ καὶ μικρά εἰσι καὶ εὐτελῆ τὰ παρ' ἡμῶν αὐτῷ προσαγόμενα. ἀγαπήσωμεν, ἀδελφοί μου, τὸν ἀγαπήσαντα κύριον κατὰ χάριν ἡμᾶς, ἀποθάνωμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν δωρεάν,
πορευθῶμεν ὀπίσω τῶν ἁγίων αὐτοῦ ἐντολῶν, «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος «, προσάξωμεν τῷ θεῷ ἡμῶν πράξεις ἀγαθάς, πίστιν, ἀγάπην, ἐλπίδα, ὑπομονήν, συντριμμὸν καρδίας, κατανύξεως δάκρυα, συνειδήσεως κάθαρσιν, νέκρωσιν πάσης ἁμαρτίας καὶ ἐπιθυμίας κακῆς· δουλεύσωμεν τῷ κυρίῳ μετὰ συνέσεως καὶ καρτερίας καὶ ἐπιμονῆς, ἐνστερνισώμεθα τὸ φίλτρον τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, ᾄσωμεν αὐτῷ ᾆσμα καινόν, πάντες ᾄσωμεν, κροτήσωμεν ψαλμικῶς τὰς χεῖρας καὶ ἀλαλάξωμεν τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως ὅτι «κύριος ὕψιστος φοβερὸς βασιλεὺς ἐπὶ πᾶσαν τὴν γῆν «. «μέγας κύριος καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας «, μέγας κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· κατήργησε γὰρ καὶ ἐπάταξε τὸν ἐχθρὸν καὶ διάβολον, καὶ τὸν θάνατον κατεπάτησε, καὶ πάντας ἀνέστησε ζωὴν αἰώνιον δωρησάμενος. εἰσέλθωμεν χαίροντες εἰς τὴν χαρὰν τοῦ κυρίου ἡμῶν, ὡς δοῦλοι εὐγνώμονες ἀπολαύσωμεν πάντες τῶν ἀγαθῶν χαρισμάτων ταύτης τῆς καλῆς πανηγύρεως, ἄρχοντες καὶ ἀρχόμενοι, δοῦλοι καὶ ἐλεύθεροι, ἄνδρες καὶ γυναῖκες, πρεσβύτεροι καὶ νεώτεροι. δοξάσατε κύριον τὸν θεὸν ἡμῶν, καὶ τὴν λαμπρὰν ταύτην ἡμέραν ὑμνήσατε καὶ μεγαλύνατε καὶ θαυμάσατε, νηστεύοντες καὶ μὴ νηστεύοντες εὐφράνθητε σήμερον, ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε, πλούσιοι καὶ πένητες μετ' ἀλλήλων χορεύσατε. ἡ τράπεζα γέμει, τρυφήσατε πάντες· ἡ τράπεζα γέμει, μηδεὶς ἐξέλθῃ πεινῶν καὶ στερούμενος· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος, ὅτι «τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός «, πάντες ἀντλήσατε ἐκ τῆς ἀκενώτου πηγῆς τοῦ σωτῆρος θεοῦ καὶ εὐφράνθητε· «γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος « θεὸς Ἰησοῦς Χριστὸς ὃς καὶ ἐπέφανεν ἡμῖν. Μηδεὶς θρηνείτω τὰ πταίσματα, συγγνώμη γὰρ ἀπὸ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον, ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ σωτῆρος θάνατος· ἔσωσεν ἡμᾶς καὶ ἐκ τοῦ Ἅιδου ἐρρύσατο· ἐξήρπασεν ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ τῆς δουλείας αὐτοῦ ἠλευθέρωσεν. ἐπικράνθη ὁ Ἅιδης γευσάμενος τῆς τιμίας καὶ ἁγίας σαρκὸς τοῦ δεσπότου, καθὼς Ἡσαΐας προανεφώνησεν «ὁ Ἅιδης « λέγων «ἐπικράνθη συναντήσας σοι κάτω «. ἐπικράνθη ἐπειδὴ κατηργήθη· ἐπικράνθη ἐπειδὴ ἐνεπαίχθη· ἐπικράνθη· καὶ γὰρ ἐδεσμεύθη· ἔλαβε σῶμα καὶ θεῷ περιέτυχεν, ἔλαβεν ὅπερ ἔβλεπε καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. κατέπιεν ὁ θάνατος ἀγνοῶν, καταπιὼν δὲ ἔγνω ὃν κατέπιε· κατέπιε ζωήν, κατεπόθη δὲ ὑπὸ τῆς ζωῆς· κατέπιε τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε δὲ διὰ τὸν ἕνα τοὺς πάντας· «ἥρπασεν ὡς λέων «, συνεθλάσθη δὲ τοὺς ὀδόντας. διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἴσχυεν, ἐν τῷ Χριστῷ δὲ ἁμαρτίαν μὴ εὑρὼν ἀνενέργητος ἔμεινε. «ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, Ἅιδη, τὸ νῖκος; « ἀνέστη Χριστὸς καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς καὶ χαίρουσιν ἄγγελοι καὶ πεπτώκασι δαίμονες· ἀνέστη Χριστὸς καὶ φθορᾶς ἐλυτρώθημεν καὶ κατάρας ἐρρύσθημεν· ἀνέστη Χριστὸς καὶ ἡμεῖς συνανέστημεν καὶ ζωῆς ἠξιώθημεν. «Χριστὸς ἐκ νεκρῶν ἀναστὰς ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο «· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
/= In natalitia domini<br> Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τὰ γενέθλια τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. =/ Ὁ μὲν πνευματικὸς οὗτος καὶ λαμπρὸς λειμών, ὁ τῷ τῶν οὐρανίων ἀνθῶν κάλλει πεποικιλμένος καὶ ταῖς ἀποστολικαῖς καὶ ἀχράντοις εὐωδιάζων ἀποφοραῖς, τύπον ἔχειν τοῦ θείου παρα δείσου μοι φαίνεται.
Ὃν γὰρ τρόπον ὁ αἰσθητὸς ἐκεῖνος καὶ ἀκήρατος χῶρος δένδρεσιν ἀφθάρτοις καὶ καρποῖς ἀθανάτοις καὶ μυρίοις ἄλλοις ὑπερλάμπροις φαιδρύνεται κάλλεσιν, οὕτω δὴ καὶ οὗτος ὁ θεοειδέστατος τῆς ἱεροπρεπεστάτης ἐκκλησίας θίασος νοητοῖς καὶ ἀρρήτοις καταλαμπρύνεται μυστηρίοις, ὧν κρηπὶς ἡμῖν ἀρραγὴς καὶ θεμέλιος ἀστεμφὴς καὶ ἀρχὴ σωτήριος καὶ κορυφὴ πανσεβάσμιος ἡ σήμερον τῶν ἁγίων Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν γενεθλίων ἐστὶν ἑορτή· δι' ἣν καὶ τὰ παλαιὰ πεπροφήτευται τυπικῶς καὶ τὰ νέα διαρρήδην εἰς πᾶσαν τὴν οἰκουμένην κεκήρυκται, δι' ἣν οὐρανὸς ἠνέῳκται καὶ γῆ εἰς θεῖον ὕψος <με>μετεώρισται, δι' ἣν παράδεισος ἀνθρώποις ἀποδέδοται καὶ θανάτου κράτος κατήργηται, δι' ἣν φθορᾶς δύναμις πεπάτηται καὶ διαβόλου σέβας ὀλέθριον πέπαυται, δι' ἣν ἀνθρώπινα πάθη τεθανάτωται, ἀγγελικῆς δεσποτείας βίος ἀνακεκαίνισται, δι' ἣν πλάνη δαιμόνων δεδίωκται, θεοῦ σοφία καὶ πάναγνος παρουσία μεμήνυται. Οὐκ ἄγγελος γάρ, φησίν, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ κύριος ἥξει καὶ σώσει αὐτούς. Ὦ θείων εὐαγγελίων πλοῦτος ἀμύθητος! Ὦ πανσόφων μυστηρίων γνῶσις ἀνεκδιήγητος! Ὦ θείων καὶ ἀφράστων δωρεῶν θησαυρὸς ἀνεξάλειπτος! Ὦ προνοητικῆς φιλανθρωπίας χάρις ἀναρίθμητος! Αὐτὸς γάρ, φησίν, ὁ κύριος ἥξει καὶ σώσει ἡμᾶς.
Ἥξειν πρὸς ἡμᾶς τίνα τρόπον, ὦ θεῖε προφῆτα, κηρύττεις τὸν κύριον; Παρρησιάσομαι γὰρ ἐν τούτῳ τῷ μέρει πρός σε τὸ τῶν παλαιῶν ἀνδρῶν πρόσωπον ἀνα δεδεγμένος, τῶν ταῦτα εἰς τὴν πανύμνητον μὴ ἑορτασάντων πανήγυριν, μήτε δὲ τοῦ καινοῦ καὶ πανάγνου τοκετοῦ τῆς ἀχράν του παρθένου πεπειραμένων, μήτε μὴν τὸν οὐράνιον θεασαμένων κήρυκα, φημὶ δὴ τὸν θεοειδέστατον ἀστέρα, μήτε τὰ τῶν ἁγίων ἀγγέλων ἑωρακότων σκιρτήματα, μήτε τὰς θείας ἀκηκοότων φωνὰς ἃς πρὸς τοὺς ἱερεῖς ποιμένας ἀνευφημοῦντες τὸν γεγεν νημένον σωτῆρα γεγηθότες ἀπήγγελλον, μήτε μὴν τῶν μάγων τὰ δῶρα συνιέντων καὶ τὴν προσκύνησιν τὴν θεϊκήν· ἐκείνων ἀναδε ξάμενος τὸ πρόσωπον ἐρωτήσαιμί σε τὸν τρόπον τῆς παρουσίας. Κατέπληττεν γὰρ αὐτοὺς εἰκότως λίαν τὸ λόγιον καὶ μικροῦ δεῖν τῷ πλήθει τοῦ δέους ἐξίστασθαι παρεσκεύαζεν τῶν φρενῶν. Οὐ γὰρ εἶχον νοεῖν ὅτι ὁ ἀθάνατος θεὸς πρὸς ἀνθρώπους γεωδεστά τους ἥξει καὶ ὁ ἀψηλάφητος πρὸς τοὺς αἰσθήτους, ὁ ἀθεώρητος πρὸς τοὺς ὁρατούς. Πῶς γὰρ ἂν καὶ ἥξειν τὸν θεὸν ᾠήθησαν, καὶ πῶς ὁραθήσεται; Ἐνίοις μὲν ἐδόκει πρότερον ὡς ὤφθη τῷ Ἀβραὰμ δι' ἀγγέλων, ἢ δ' αὖ πάλιν ὡς ὤφθη τῷ Μωϋσῇ διὰ πυρὸς ἐν τῇ βάτῳ, ἢ καθ' ὃν τρόπον ὤφθη τῷ Ἠσαΐᾳ διὰ τῶν σεραφίμ, ἢ τῷ Ἰεζεκιὴλ διὰ τῶν χερουβίμ.
Οὕτω γὰρ πάντες θεὸν ἑωρακέναι διαμφοτέροις τρόποις μεμαρτυρήκασιν. Ποῖος τοίνυν τούτων τῶν τρόπων εἰς θεωρίαν θεοῦ ἐστιν ἄξιος; Δῆλον ὅτι οὐδὲ εἷς. Πόθεν δὲ μάλιστα τοῦτο πιστούμεθα; Ἐκ τῆς ἑτέρας τοῦ προφήτου φωνῆς λεγούσης· Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὀπτασίας μὲν γὰρ ἐκεῖνα καὶ οὐ συναναστροφῆς ὑπῆρχε τεκμήρια, ταῦτα συναναστροφῆς καὶ οὐκ ὀπτασίας τυγχάνει κηρύγματα. Πῶς οὖν φησιν· Αὐτὸς ὁ κύριος ἥξει καὶ σώσει ἡμᾶς; Λέγῃς ἂν ἡμῖν, ὦ μακάριε, πῶς ὁ ἀσχημάτιστος σχηματίζεται, ὁ ἀκίνητος ἀπὸ τῶν οὐρανίων θρόνων ἐπὶ τῆς γῆς πάλιν ἀντιμεθίσταται; Εἴπῃ δ' ἂν πρὸς αὐτοὺς ἀπαντῶν ὁ θεῖος οὗτος ἀνήρ, ὅτι δι' ἑτέρων λογίων τὸν τρόπον ἠκούσατε τῆς παρουσίας, τί περισσῶς πολυπραγμονεῖτε ἐνταῦθα τὸ λόγιον.
Ἢ λέληθεν ὑμᾶς τὸ εἰρημένον ὅτι Ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ θεός; Ἢ οὐκ ἀκηκόατε τὸ γεγραμμένον ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος; Ἐκ τούτων τῶν λόγων τὸν τρόπον τῆς παρουσίας ἐπέγνωτε. Παρθένος γὰρ ἄφθαρτος ἀποκυήσει σωματικῶς τὸν λύχνον τὸν ἄφθαρτον, μέχρι γὰρ σαρκὸς δεῖ συγκαταβῆναι πρὸς ἡμᾶς τὸν πανσεβάσμιον τοῦ θεοῦ λόγον, ἵνα δὴ τοὺς ἀσωμάτῳ θεότητι παρ' αὐτοῦ δεδημιουργημέ νους ἀνακαινίσῃ διὰ σαρκώσεως, παλαιωθέντας διὰ τὴν ἁμαρτίαν καὶ ἀφθάρτους κατασκευάσῃ διὰ τῆς ὁμοιότητος τῆς πρὸς τὴν φθοράν. Ταῦτα τοῦ προφήτου πρὸς αὐτοὺς εἰρηκότος ἐροῦμεν καὶ ἡμεῖς. Ὦ παιδίον οὐρανοῦ παλαιότερον! Ὦ τρισόλβιος υἱός, ὅστις ἐπ' ὤμων ἥκει τὴν ἑαυτοῦ βαστάζων ἀρχὴν καὶ οὐ παρ' ἑτέ ρου ζητῶν αὐτὴν κομίσασθαι! Ἔμφυτον γὰρ τῷ λόγῳ τῶν πάντων ἄρχειν ὡς υἱῷ καὶ οὐκ ἐπείσακτον ὡς ποιήματι· Ἡ ἀρχὴ γάρ, φησίν, ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὦ μεγαλώνυμον γέννημα! Μεγάλης γὰρ βουλῆς, φησίν, ἄγγελος καὶ θεὸς ἰσχυρὸς ὀνομάζεται.
Ὦ παντοδύναμος ἐξουσία! Θαυμαστὸς γὰρ σύμβουλος καὶ ἄρχων εἰρήνης ἐστίν. Πῶς τοίνυν δοξάσωμεν τὴν σήμερον ἑορτήν; Πῶς μακαρίσωμεν τὴν ἐπὶ τοῦ παρόντος μυστικωτάτην πανήγυριν; Τίς γὰρ ἐξιχνιάσει τὸν ταύτης τῆς ἡμέρας πλοῦτον ἀθάνατον; Ποίοις μεγαλήχοις καὶ ὑψηλοτάτοις ῥήμασιν ἀνακηρύξωμεν τὸ πανύμνητον τοῦτο καὶ τροπαιοῦχον τῆς ἀφθαρσίας μυστήριον; Ὦ ἡμέρα μυρίων ὕμνων ἀξία, ἐν ᾗ ἀνέτειλεν ἡμῖν τὸ ἄστρον τὸ ἐξ Ἰακὼβ καὶ ὁ ἄνθρωπος ὁ οὐράνιος, ὃς ὤφθη ἐξ Ἰσραήλ, καὶ ἐπεδήμησεν ἡμῖν ὁ ἰσχυρὸς θεὸς καὶ ὁ τῆς δικαιοσύνης ἐπεσκίασεν ἥλιος καὶ ὁ τῶν θείων ἀρετῶν ἠνέῳκται θησαυρὸς καὶ τὸ τῆς αἰωνίου ζωῆς φυτὸν ἀνθρώποις ἐβλάστησεν καὶ ἡ ἀνατολὴ ἐκ τοῦ ὕψους ἐπέλαμψεν καὶ ὁ τῶν οὐρανίων καὶ ἐπιγείων δεσπότης ἐκ παρθενικῶν λαγόνων ὑπὲρ κόσμου λυτρώσεως εἰς κόσμον φθαρτὸν ἐλήλυθεν. Ἐγεννήθη γὰρ ἡμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος, ὅστις φῶς ὑπάρχει ἐθνῶν καὶ σωτηρία οἴκου Ἰσραήλ. Ὢ τοῦ θαύματος! Ἐπὶ φάτνης ὡς παιδίον ηὐλίζετο ὁ ὑπὸ τῶν οὐρανῶν μὴ περιγραφόμενος, καὶ γυναικείαις ἀγκάλαις ἐθάλπετο ὁ λόγῳ βραχεῖ τὰ πάντα συστησάμενος, καὶ ἐγαλουχεῖ το ὑπὸ τῶν ἀμιάντων τῆς ἁγίας παρθένου μασθῶν ὁ πάσαις ταῖς ὑπερκοσμίαις δυνάμεσιν τὸ εἶναι κεχαρισμένος.
Ἐγένετο γάρ, φησίν, καθὼς μαρτυρεῖ τὸ εὐαγγέλιον, ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Τίς ἡ καινὴ καὶ παράδοξος αὕτη μυσταγωγία; Τίς ἡ παντοδύναμος καὶ φθαρτοποιὸς τῆς θείας προνοίας εὐμένεια; Τί τὸ δεινὸν καὶ πάνσοφον κατὰ τοῦ διαβόλου στρατήγημα; Ἠλευθέρωται κόσμος διὰ παρθένου, ὁ διὰ ταύτης τὸ πρὶν ὑπὸ τὴν ἁμαρτίαν πεσών. Διὰ παρθενικοῦ τοκετοῦ τεταρτάρωται δαι μόνων ἀοράτων τὰ τοσαῦτα καὶ τηλικαῦτα συστήματα. Σύμμορ φος τοῖς δούλοις ὁ δεσπότης γέγονεν, ἵνα οἱ δοῦλοι γένωνται σύμμορφοι πάλιν θεοῦ. Ὦ Βεθλεέμ, πόλις ἡγιασμένη καὶ τοῖς ἀνθρώποις συγκεκληρωμένη! Ὦ φάτνη, ὦ φάτνη συμμέτοχε τῶν χερουβὶμ καὶ ὁμότιμε τῶν σεραφίμ! Ὁ γὰρ αἰωνίως ὑπ' ἐκείνων τῶν θρόνων ἐποχούμενος θεϊκῶς, νῦν ἐν σοὶ σωματικῶς πάλιν αὐλίζεται. Ὦ Μαρία, ὦ Μαρία, ἡ τὸν τῶν ἁπάντων δημιουργὸν πρωτότοκον κεκτημένη! Ὦ ἀνθρωπότης, ἡ τὸν ἀΐδιον τοῦ θεοῦ λόγον σωματικῶς οὐσιώσασα καὶ τῶν ἐπουρανίων καὶ νοερῶν δυναμέων ἐν τούτῳ τῷ μέρει προτετιμημένη!
Οὐ γὰρ ἠξίωσεν Χριστὸς μορφωθῆναι πρὸς τὰς τῶν ἀρχαγγέλων μορφάς, οὔτε μὴν πρὸς τὰς τῶν ἀρχῶν καὶ δυνάμεων καὶ ἐξουσιῶν ἀτρέπτους εἰκόνας, ἀλλὰ πρὸς σὲ τὴν κατενεχθεῖσαν εἰς τροπὴν καὶ τοῖς ἀλόγοις ζῴοις παρασυμβεβλημένην. Οἱ μὲν γὰρ ὑγιαίνοντες οὐ χρείαν ἔχουσιν ἰατροῦ, ἡ δὲ νόσῳ συχνῇ κατασχεθεῖσα τηλικούτου καὶ τοιούτου τετύχηκεν ἰατροῦ, ὡς μείζονος τῆς ὑγείας εὐτυχής ἐστιν σωτηρίας τοῦ νοσήματος δραπετεύσαντος. Ἀλλὰ ποῦ νῦν ὁ δυσμενὴς καὶ ἀβρόντητος, ὁ ἀλάστωρ καὶ παμμίαρος δράκων, ὁ μετεωρίζειν εἰς ὕψος τὸν ἑαυτοῦ θρόνον ἐπαγγειλάμενος; Διό, ἀδελφοὶ μακαρίας κλήσεως ἐπουρανίου μέτοχοι, πρὸς υἱοθεσίαν θεοῦ καὶ ἀδελφότητα κεκλημένοι, εὐχαριστεῖν ὀφείλομεν τῷ καλέσαντι ἡμᾶς καὶ παρέχειν ἑαυτοὺς ἀξίους εἶναι τοῦ παρέχοντος ἡμῖν τὴν ἀδελφότητα καὶ ὡς υἱοὺς ἀξίους εἶναι τοῦ δωρουμένου ἡμῖν τὴν υἱότητα καὶ δεξαμένου ἡμᾶς εἰς υἱοθεσίαν.
Ἑκόντες οὖν καὶ ἐξ ἀγάπης δουλεύσωμεν αὐτῷ ἕτοιμοι ὄντες πρὸς πᾶσαν δικαιοσύνης κατόρθωσιν, ἁγνείᾳ κοσμούμενοι, ἀκτημοσύνην διώκοντες, λόγοις θεοῦ προσκαρτεροῦντες, εὐχαῖς ἁγίαις καὶ ὕμνοις θεοῦ ἱεροῖς ἀνακείμενοι, μετασχηματίζοντες ἑαυτοὺς ἀπὸ τοῦ αἰῶνος τούτου, ἐπιλανθανόμενοι τῶν γηΐνων καὶ θνητῶν ἐπιθυμιῶν, νικῶντες τῷ ἀγαθῷ τὸ κακόν, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, μὴ λογιζόμενοι ἑαυτοῖς διατρίβειν ἐν τῇ γῇ, ἀλλ' ἐν οὐρανῷ πολιτεύεσθαι, μετ' ἀγγέλων ἀναστρέφεσθαι, τῷ θρόνῳ τῆς οὐρανίου βασιλείας παραστῆναι. Ταῦτα τῶν ἱερῶν ἀποστόλων τὰ διδάγματα, ἐν τούτοις Χριστὸς ἡμῖν τὴν μακαρίαν καὶ αἰώνιον διαθήκην διέθετο. Θαυμασάτω τὴν ἀρετὴν ὑμῶν ὁ κόσμος, αἰσχυνθήτωσαν Ἰουδαῖοι τὸν νέον καὶ ἐκλεκτὸν λαὸν θεωροῦντες, ὅσῳ κάλλει κεκόσμηται πνευματικῷ, ὅσῃ λαμπρότητι καταυγάζει τὸν κόσμον. Διὰ τοῦτο γὰρ ἡμᾶς μεμιγμένους ἐν τοῖς ἔθνεσιν ἀφῆκεν, ἵνα φαινώμεθα ὡς φωστῆρες ἐν κόσμῳ, ἵνα σπέρμα σωτηρίας ὦμεν εἰς ἐπιστροφὴν θεωρούμενοι πᾶσιν τοῖς συνοῦσι καὶ συντυγχάνουσιν. Ὁρᾶτε μή τις δι' ὑμᾶς τῶν ἐθνικῶν βλασφημήσει θεόν· εὐφημείσθω δὲ ἐν ἡμῖν ὁ καλέσας καὶ ἁγιάσας καὶ σώσας.
Ὁ βίαιος καὶ θρασὺς θαυμασάτω τὴν ἐπιείκειαν ἡμῶν καὶ μετριότητα· ὁ λοιδορῶν ἀντευφημούμενος ἐντρεπέσθω· ὁ περὶ χρημάτων φιλονεικῶν καὶ δικάζεσθαι βουλόμενος ἀταράχους ἡμᾶς εὑρισκέτω περὶ χρήματα μὴ νομίζοντας ἑαυτοὺς ἔχειν κτῆσιν ἐπίγειον, ἀλλὰ κρατοῦντας τὴν ἐπουράνιον· ὁ διὰ παρακλήσεως φιλικῆς προσιέμενος ἡμᾶς εἰς ἡδονὰς κοσμικὰς εὑρισκέτω σεμνούς, ἀμετακινήτους, σωφροσύνην ποθοῦντας, οὐχ ἡδονῇ δελεαζομένους, ἵνα εἴδωσιν πόσον ἰσχύει πνεύματος ἁγίου συνοίκησις φύσιν σαρκὸς ἐκνεκρώσαντος. Ὁ πρόχειρος εἰς ἐπιορκίαν εὑρισκέτω μηδὲ ὀμνύειν ἀνεχομένους ἡμᾶς, ἀλλὰ δεδοικότας τὸ τοῦ θεοῦ προσφέρειν ὄνομα περὶ ταπεινῶν καὶ γηΐνων πραγμάτων. Οὕτω γὰρ ἐσόμεθα πάντες διδάσκαλοι τῶν ἐντυγχανόντων ἡμῖν ἐν οἱῳδήποτε πράγματι. Οὕτω δὲ πολιτευόμενοι ἀληθῶς γενησόμεθα ζύμη ἁγία καὶ δι' ἡμῶν ζυμωθήσεται ὁ κόσμος εἰς σωτηρίαν καὶ πόλυς ἐξ ἡμῶν καρπὸς εὑρεθήσεται τῷ κυρίῳ πεφυλαγμένος καὶ δοξασθήσεται ὁ θεὸς ἐν ἡμῖν κατὰ τὸν λέγοντα κύριον· Ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ, ἵνα ὑμεῖς καρπὸν πολὺν φέρητε καὶ γένησθέ μοι μαθηταί. Δοξασθεὶς δὲ ὑφ' ἡμῶν ὁ κύριος δοξάσει ἡμᾶς τῇ αἰωνίῳ δόξῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
/= In occursum domini<br> Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τὴν θεοτόκον καὶ εἰς τὸν Συμεῶνα καὶ Ἄνναν.=/ Πολλοὶ τῶν μεγάλων ἀνθρώπων τὴν παρθενίαν θαυμάζουσιν· καὶ γάρ ἐστι θαυμαστὴ ὡς τῶν ἀγγέλων σύμφυτος, ὡς τῶν ἄνω δυνάμεων συνόμιλος, ὡς τῶν ἀσωμάτων φύσεων σύνδρο μος, ὡς τῆς ἁγίας ἐκκλησίας λαμπαδοῦχος, ὡς τὸν κόσμον νικῶσα, ὡς τὰ πάθη πατοῦσα, ὡς τὰς ὀρέξεις χαλινοῦσα, ὡς τῇ Εὔᾳ μὴ κοινωνοῦσα, ὡς λύπης ἀπηλλαγμένη, ὡς ἁγνείας ἐπειλημμένη, ὡς στεναγμῶν λελυτρωμένη, ὡς τὴν καταδεδικασ μένην ἀπόφασιν μὴ προσδεχομένη τὴν φάσκουσαν· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Θαυμαστὴ τοιγαροῦν ἡ παρθενία ὡς ἀδούλωτον κτῆμα, ὡς ἐλεύθερον ἐνδιαίτημα, ὡς ἀσκητικὸν ἐγκαλλώπισμα, ὡς τῆς ἀνθρωπίνης ἕξεως ἀνωτέρα, ὡς τῶν ἐπ' ἀνάγκαις παθῶν ἀπολυθεῖσα, ὡς συνεισελθοῦσα τῷ νυμφίῳ Χριστῷ εἰς τὸν θάλαμον τῆς τῶν οὐρανῶν βασιλείας. Καὶ τὰ μὲν τῆς παρθενίας κλέη ταῦτα καὶ τὰ παραπλήσια τούτων. Ὁ δὲ τίμιος γάμος ὑπέρκειται παντὸς δώρου γηΐνου, ὡς ἔγκαρπον δένδρον, ὡς ἀστειότατον φυτόν, ὡς ῥίζα τῆς παρθενίας, ὡς γεωργὸς τῶν λογικῶν καὶ ἐμψύχων κλάδων, ὡς εὐλογία τῆς τοῦ κόσμου αὐξήσεως, ὡς παρήγορος τοῦ γένους, ὡς δημιουργὸς τῆς ἀνθρωπότητος, ὡς τῆς θεϊκῆς εἰκόνος ζωγράφος, ὡς τὸν δεσπότην εὐλογοῦντα κεκτημένος, ὡς πάντα τὸν κόσμον φέρειν δεχόμενος, ὡς ἐκείνῳ πολιτευόμενος ὃν καὶ ἐνανθρωπῆσαι ἐδυσώπησεν, ὡς δυνάμενος λέγειν μετὰ παρρησίας· Ἰδού, ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Περίελε τὸν τίμιον γάμον καὶ οὐχ εὑρήσεις τὸ τῆς παρθενίας ἄνθος· ἔνθεν γὰρ καὶ οὐκ ἄλλοθεν τὸ τῆς παρθενίας ἄνθος ἀναλέγεται. Ταῦτα δὲ λέγοντες οὐ μάχην παρεισβάλλομεν μεταξὺ παρθενίας καὶ γάμου· ἑκάτερα δὲ ὡς ἀλληλόχρεα θαυμάζομεν. Ἐπειδὴ τῶν ἑκατέρων ὁ δεσπότης προνοητής, οὐκ ἀντιταλαντεύει ἕτερον τῷ ἑτέρῳ· πρὸς πάντα γὰρ τὰ ἑκάτερα μέρη τῆς θεοφοβίας ἔχεται. Δίχα γὰρ τῆς εὐσεβοῦς θεοφοβίας οὔτε παρθενία σεμνὴ οὔτε γάμος τίμιος. Ταῦτα δέ μοι τῷ λόγῳ προήχθη διὰ τὸ ἐν τῷ νόμῳ γραφὲν καὶ ἐν τῇ χάριτι βεβαιωθὲν καὶ καθόλου λεχθὲν καὶ καθόλου μὴ εὑρεθὲν καὶ ἐν τῷ κυρίῳ μόνῳ πληρωθέν· περὶ τοῦ γαμικοῦ φημι πρωτοβόλου καρποῦ. Ποίου τούτου; Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ ἐγένετο ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτόν. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν εἰς τὸ ἱερὸν καὶ παρέστησαν αὐτὸν τῷ κυρίῳ, καθώς ἐστι γεγραμμένον ἐν νόμῳ κυρίου· πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται. Εἶδες τοῦ γάμου τὴν εὐλογίαν καὶ τὸ κατὰ κοινοῦ λεχθὲν ἐπὶ τοῦ κυρίου μόνου εὑρεθέν; Ὅπερ, πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, εἰς τὸν κύριον μόνον τὴν ἀναφορὰν κέκτηται, οὐχὶ δὲ καὶ εἰς ἄλλον τινά, εἰ καὶ ὅτι καθολικῶς εἴρηται. Καὶ γὰρ πᾶσα φύσις παρθένου πρῶτον ἐκ συνουσίας ἀνδρὸς διανοίγεται· ἡ μήτρα καὶ εἶθ' οὕτως τίκτει. Ἐπὶ δὲ τοῦ σωτῆρος ἡμῶν οὐχ οὕτως, ἀλλὰ χωρὶς συνουσίας αὐτὸς διανοίξας τὴν μήτραν τῆς παρθένου ἀφράστως προῆλθεν, ὥστε τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ
κληθήσεται, εἰς τὸν κύριον μόνον ἀναφέρεται. Μὴ ἆρα ὁ Κάϊν ἅγιος, ὁ ἐν βεβηλότητι τὸ ζῆν ἀπορρήξας, ἐπειδὴ πρὸ πάντων οὗτος τῆς μητρικῆς μήτρας ἔξαρχος γέγονεν; Μὴ ἆρα ὁ Ἡσαῦ ἅγιος, ὁ πολέμιος καὶ μαχαίρας κληρονόμος, ἐπειδὴ καὶ οὗτος τῆς μητρικῆς νηδύος πρῶτος ἐξέπεσεν; Μὴ ἆρα ὁ Ῥουβὴμ ἅγιος, ὁ τὴν πατρικὴν κοίτην ὑβρίσας καὶ κατάρας ἀπόφασιν ἀναζέσας, ἐπειδὴ καὶ οὗτος τῆς πολυγόνου κοιλίας τῆς Λίας πρῶτος ἐξῆλθεν; Οὐδεὶς τούτων ἅγιος, πάντες οὗτοι ἐν ἐπιτιμίοις. Ἐξ ὧν δείκνυται ὅτι εἰς τὸν κύριον τὴν ἀναφορὰν ἔχει τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, κατὰ τὸν Γαβριὴλ τὸν εἰρηκότα πρὸς τὴν παρθένον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ. Ἔστι δὲ πάντως εἰπεῖν τινα τῶν ἀντιλεγόντων, ὅτι εἰ τοίνυν εἰς τὸν κύριον τὴν ἀναφορὰν ἔχει τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, οὐκ ἔμεινεν ἡ παρθένος παρθένος. Ἐφώνησε γὰρ ἡ γραφὴ ὅτι Πᾶν ἄρρεν διανοῖγον μήτραν· ἀνέῳκτο πάντως ἡ παρθενικὴ μήτρα, εἰ εἰς τὸν κύριον τὴν ἀναφορὰν κέκτηται. Ἄκουε συνετῶς· πρὸς μὲν τὴν παρθενικὴν φύσιν οὐδ' ὅλως αἱ παρθενικαὶ πύλαι ἠνεῴχθησαν βουλήσει τοῦ ἀρτίως κυοφορηθέντος κατὰ τὸ φάσκον περὶ αὐτοῦ ῥητόν· Αὕτη ἡ πύλη τοῦ κυρίου, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ ἔσται ἡ πύλη κεκλεισμένη. Ὡς πρὸς τὴν παρθενικὴν τοίνυν φύσιν οὐδ' ὅλως ἠνεῴχθησαν αἱ παρθενικαὶ πύλαι· ὡς δὲ πρὸς τὴν δύναμιν τοῦ τεχθέντος δεσπότου οὐδὲν κέκλεισται τῷ κυρίῳ, ἀλλὰ πάντα ἠνέῳκται. Οὐδὲν τὸ παρεμποδίζον, οὐδὲν τὸ παρενοχλοῦν· πάντα τῷ κυρίῳ ἠνέῳκται. Ὅθεν καὶ αἱ ἄνω ὑπέρταται δυνάμεις ταῖς κάτω παρεγγυῶσαι κεκράγασι λέγουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Θαυμαστὴ τοιγαροῦν ἡ παρθενία, ἡ ἀληθὴς παρθενία, ἐπειδή ἐστι καὶ ἐν παρθενίᾳ διαφορά· αἱ μὲν νυστάξασαι, αἱ δὲ γρηγορήσασαι. Θαυμαστὸς καὶ ὁ γάμος, ὁ ἀληθὴς γάμος καὶ τίμιος· πολλοὶ γὰρ ἐφύλαξαν καὶ πολλοὶ παρεσάλευσαν. Θαυμαστὴ δὲ καὶ ἡ χηροσύνη· καλὸν γὰρ τῶν τριῶν ταγμάτων ἀπομνημονεῦσαι. Καί, ὡς προεῖπον, θαυμαστὴ καὶ ἡ χηροσύνη, ἡ ὄντως χηροσύνη, ἡ τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα· οἵα γέγονεν ἡ ἀρτίως ἡμῖν παραναγνωσθεῖσα Ἄννα ἡ προφῆτις, ἡ καλῶς γηράσασα καὶ ὡς ἀετὸς ἀνακαινισθεῖσα. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ, αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἥτις ἐν νηστείαις καὶ δεήσεσιν ἐλάτρευεν ἐν τῷ ἱερῷ νύκτα καὶ ἡμέραν. Εἶδες ἐν τίσιν καὶ οἵα ἡ χήρα Ἄννα ἐν τοῖς θείοις εὐαγγελίοις ἐγκεκαλλώπισται; Ὄντως ἄννα ἡ Ἄννα· συνέδραμεν τῇ τῶν τρόπων εὐδοξίᾳ ἡ τοῦ ὀνόματος προσηγορία. Ἀκουέτωσαν αἱ γυναῖκες καὶ ζηλούτωσαν τὴν ἔνδοξον Ἄνναν· τὸν ὅμοιον δρόμον τρεχέτωσαν, ἵνα τῶν ἴσων στεφάνων ἀπολαύσωσιν. Μηδεὶς ἀπροστασίαν προφασίσηται, ἵνα μὴ τὴν ἁγνείαν τῆς μονογαμίας ἀποσείσηται. Στέφανος τῶν χηρῶν ἡ Ἄννα· γυνὴ τὸ σχῆμα, προφῆτις τὸ τάγμα· ἐν χηροσύνῃ διάγουσα, ἐν βασιλείᾳ διατρεφομένη· κεχαλασμένη τὸ σῶμα, νενευρωμένη τὴν ψυχήν· ἐρρυσιδωμένη τὴν ὄψιν, διατεταμένη τὴν φρόνησιν· τῷ γήρᾳ συγκύπτουσα, ὀρθοβατοῦσα τῇ γνώσει· τῇ πολυετίᾳ πεπαλαιωμένη, σφριγῶσα τῇ θεογνωσίᾳ· νηστεύουσα καὶ μὴ ἀδηφαγοῦσα· δεομένη καὶ μὴ ῥεμβομένη· τῷ ἱερῷ σχολάζουσα, ἀλλοτρίους οἴκους μὴ περι τρέχουσα· ψάλλουσα, μὴ φλυαροῦσα· προφητεύουσα, μὴ μυθολο γοῦσα· τὰ θεῖα μελετῶσα, τὰ ἄσεμνα μὴ προξενοῦσα. Ὑπερέβαλεν ἡ Ἄννα τὴν παρὰ τοῦ ἀποστόλου μακαριζομένην χήραν. Ποίαν ταύτην; Ἄκουε Παύλου λέγοντος· Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, εἰ ἐτεκνοτρόφησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ δεομένοις
ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὑπερέ βαλεν αὕτη τὴν ὑπὸ τοῦ ἀποστόλου μακαρισθεῖσαν καὶ τοῖς ἔτεσι καὶ τοῖς πολιτεύμασιν. Ἡ γὰρ προφητείας ἀξιωθεῖσα καὶ πνεύματος ἁγίου δοχεῖον ὑπάρξασα καὶ πᾶσι τοῖς προσδεχομέ νοις τὴν τοῦ κυρίου ἔνσαρκον παρουσίαν τὰ σύμβολα τῆς παρουσίας μηνύσασα, πῶς οὐχ ὑπερηκόντισε πάσας τοῦ εὐαγγελιστοῦ περὶ αὐτῆς εἰρηκότος, καθὼς ἀρτίως ἤκουες· Καὶ αὕτη, φησίν, ἡ Ἄννα αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ κυρίῳ καὶ ἐλάλει πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. Εἶδες τῆς Ἄννης τὴν μεγαλειότητα; Ὑπὲρ τοῦ κυρίου συνηγόρει ἐπὶ αὐτοῦ τὰ αὐτοῦ κατενώπιον αὐτοῦ λαλοῦσα. Ὢ τῶν παραδόξων πραγμάτων! Χήρα, ἀλλὰ τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς ἐδρίμυττε καὶ δριμύττουσα πάντα τὸν λαὸν ἐψυχαγώγει μηνύουσα τὴν μέλλουσαν ἔσεσθαι λύτρωσιν ἐν Ἱερουσαλὴμ τῇ τοῦ κυρίου ἐπιστασίᾳ, λέγουσα πρὸς τοὺς παρόντας καὶ τὰ σύμβολα τοῦ κυρίου μηνύουσα. Βρέφος ἑώρα ἡ Ἄννα τὸν κύριον, δῶρα καὶ καθάρσια ὑπὲρ αὐτοῦ καὶ μετ' αὐτοῦ προσφερόμενα, καὶ οὐ προσέκοψε τῇ ἐλαχιστότητι τῆς ἡλικίας· θεὸν ὡμολόγησεν τὸ βρέφος ἡ Ἄννα, ἰατρόν, λυτρωτὴν ἰσχυρόν, ἁμαρτιῶν ἀναιρέτην. Μὴ ἁπλῶς παραδράμῃς τῆς Ἄννης τὰ ῥήματα. Πᾶσι τοῖς παροῦσι μηνύουσα τὴν τοῦ κυρίου ἐνέργειαν ἔλεγεν πρὸς τοὺς συνηθροισμένους· Οὐχ ὁρᾶτε τὸ παιδίον τοῦτο τὸ μαζὸν ἕλκον, τὸ θηλὴν δανειζόμενον, τὸ μητρῴοις κόλποις προσαναπαυόμε νον, τὸ ποσὶ τὴν γῆν βηματίσαι τέως μὴ καταδεχόμενον, τὸ ὀκταήμερον περιτεμνόμενον; Οὐχ ὁρᾶτε τὸ παιδίον τοῦτο; Τοῦτο τοὺς αἰῶνας ἐθεμελίωσεν, τοῦτο τοὺς οὐρανοὺς ἐκαμάρωσε, τοῦτο τὴν γῆν ἐπλάτυνε, τοῦτο τὴν θάλασσαν ἐχαράκωσε ψάμμῳ. Τοῦτο τὸ παιδίον ἐκβάλλει ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, τοῦτο τὸ παιδίον ἐπὶ Νῶε τοὺς καταράκτας ἀνέῳξεν τοῦ κατακλυσμοῦ, τοῦτο τὸ παιδίον βροχῆς στήμονας κατεργάζεται, τοῦτο τὸ παιδίον ὡσεὶ ἔριον χιόνα τινάσσει, τοῦτο τὸ παιδίον τοὺς προπάτορας ἡμῶν ἐκ γῆς Αἰγύπτου διὰ τῆς Μωσαϊκῆς βακτηρίας ἠλευθέρωσεν, τοῦτο τὸ παιδίον τὴν Ἐρυθρὰν θάλασσαν ἀνέτεμε καὶ ὡς διὰ χλοηφόρου πεδίου διήγαγεν καὶ ἐν τῇ ἐρήμῳ ἐπομβρίσαν τὸ μάννα γῆν ῥέουσαν γάλα καὶ μέλι ἐκληροδότησεν· τοῦτο τὸ παιδίον τὸν ναὸν τοῦτον διὰ τῶν πατέρων εἰς ὕψος ἐπαρθῆναι παρεσκεύασεν, τοῦτο τὸ παιδίον ὅρκους πρὸς Ἀβραὰμ τιθέμενον ἔλεγε· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Περὶ τούτου τοῦ παιδίου ὁ προφητικὸς χορὸς παράκλησιν προσφέρων ἔλεγεν· Ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Μή, ὅτι παιδίον, τῷ παιδίῳ προσκόψητε. Τὸ αὐτὸ καὶ παιδίον καὶ τῷ πατρὶ συνάναρχον, τὸ αὐτὸ καὶ χρόνοις συναριθμούμενον, τὸ αὐτὸ καὶ ἀγενεαλόγητον, τὸ αὐτὸ καὶ παιδίον ψελλίζον, τὸ αὐτὸ καὶ στόμα καὶ σοφίαν χαριζόμενον· τὸ μὲν γὰρ διὰ τὴν ἐκ παρθένου γέννησιν, τὸ δὲ διὰ τὸ ἀκατάληπτον τῆς ὑπάρξεως. Ἐπειδὴ καὶ τοῦτο Ἠσαΐας παρέστη σεν φάσκων· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Τὸ μὲν ἐγεννήθη, τὸ δὲ ἐδόθη· τὸ μὲν διὰ τὸ ὁρώμενον, τὸ δὲ διὰ τὸ νοούμενον. Ταῦτα τῆς Ἄννης τὰ προφητεύματα, ταῦτα τῆς γυναικὸς τὰ ἀριστολογήματα, ταῦτα τῆς χήρας τὰ κατορθώματα, τῆς ὄντως χήρας, τῆς καλῶς τὸν βίον ἀνταλλαξάσης, τῆς τὸν ἄνδρα προπεμψάσης καὶ τὸν κύριον ὑποδεξαμένης. Ἑπτὰ ἔτη τῷ ἀνδρὶ συνέζησε ἀπὸ τῆς παρθενίας ἐτῶν ἑβδομάδα πληρώσασα καὶ ἐν τῷ ἑβδόμῳ ἔτει τὴν ἀνδρικὴν ὁμιλίαν καταπαύσασα. Καλῶς ἐσαββά τισε, καλῶς τὴν κυριακὴν τῆς χάριτος κατέλαβε. Τρυγόνος τάξιν ἡ Ἄννα μετῆλθεν· οὐκ ἐποιήσατο λήθην τοῦ συζύγου, οὐκ ἠθέτησε τὴν πρώτην πίστιν, οὐκ ἀνήγαγεν ὑβριστὴν τῇ κλίνῃ, οὐκ ἐπέθηκεν ἄλλῳ τὸ τῆς μονογαμίας ξύλον. Εἶχεν ἐν τῇ κλίνῃ τὴν μνήμην, ὡς ζῶντα τὸν τεθνεῶτα·
οὐκ ἐρύπωσε τὴν νυμφικὴν σινδόνα, οὐχ ἥψατο αὐτῆς ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ὄντως κρίματος ἀξία ἡ τὴν μνήμην συνθάψασα τῷ θεοζεύκτῳ συζύγῳ, καὶ μάλιστα τέκνου ἢ τέκνων παρόντων διὸ καὶ ὁ νόμος τοῦ γάμου πεφυτούργηται· εἰ δὲ μὴ πρόσεστι τῇ νέᾳ χήρᾳ τέκνον, εἰκὸς αὐτὴν ἐπὶ δεύτερον γάμον ὁρμᾶν τῷ ἔρωτι τῆς φιλοτεκνίας νυττομένην. Ἐπειδὴ καὶ τοῦτο παραινῶν ὁ μακάριος Παῦλος κέκραγεν· Βούλομαι νεωτέρας χήρας γαμεῖν· εἶτα δεικνὺς τί τὸ σύμβολον τῆς προκοπῆς τοῦ δευτέρου γάμου προσέθηκε λέγων· Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ὥστε περὶ τῆς παιδοποιΐας ἡ προσθήκη τοῦ δευτέρου γάμου· ὅταν δὲ πρόσεστι τῇ ὁρμησάσῃ νέᾳ χήρᾳ πρὸς γάμον τέκνα, περιττὸς λοιπὸν ὁ τοιοῦτος σπόρος τῶν λογικῶν σταχύων ἀντεριζόντων. Πάλιν οὖν τῷ λόγῳ ἐπανέλθωμεν· τί οὖν ὁ εὐαγγελιστής; Καλὸν γὰρ τῆς πάσης πραγματείας ἐπιλαβέσθαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος πῶς ὁ Συμεὼν πρὸς τὴν παρθένον ἔφη· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Τί ἐστι Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία; Ἄκουε συνετῶς. Τοῦ Συμεῶνος εἰρηκότος περὶ τοῦ κυρίου εἰς ἐξάκουστον τῶν παρθενικῶν ἀκοῶν τό· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, ἠγανάκτησεν εἰκὸς ἡ μήτηρ τοῦ κυρίου κατὰ τοῦ Συμεῶνος λέγουσα πρὸς αὐτόν· Οὐκ οἶδας τί διαγορεύεις, ἄνθρωπε. Ἐπὶ τὸν Χριστὸν σκυθρωπὰ καταγγέλλεις; Οὐκ οἶδας τὴν σύλληψιν τοῦ παιδίου καὶ ὡς περὶ κοινοῦ τόκου σημεῖον ἀντιλογίας μηνύεις. Οὐδεμία πτῶσις ἐν αὐτῷ, ὕψωσις δὲ πολλὴ καὶ συγκατάβασις τοῖς εὐεργετουμένοις. Τί οὖν οὐκ εὐλογεῖς φάσκων· Ἰδοὺ οὗτος κεῖται οὐκ εἰς πτῶσιν, ἀλλ' εἰς ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· διὰ τί δὲ Καὶ εἰς σημεῖον ἀντιλεγόμενον; Ὁ δὲ Συμεὼν πρὸς τὴν παρθένον· Ἀρκεῖ σοι, παρθένε, τὸ μητέρα σε κληθῆναι· ἱκανόν σοι τὸ τροφὸν εὑρεθῆναι τοῦ τρέφοντος τὸν κόσμον· μέγα σοι τὸ σαρκὶ βαστάσαι τὸν τὰ πάντα βαστάζοντα. Ὁ ἐν σοὶ νῦν Χριστὸς κατοικήσας καὶ ἐν ἐμοὶ νῦν ὁ αὐτὸς τὰ περὶ αὐτοῦ λαληθῆναι παρεσκεύασεν ὅτι Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· εἰς πτῶσιν τῶν ἀπίστων Ἰουδαίων, εἰς ἀνάστασιν δὲ τῶν πιστευόντων ἐθνῶν. Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ εἰς ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον· σημεῖον ἀντιλογίας τὸν σταυρὸν προσαγορεύσας. Ἐπειδὴ ἐν αὐτῷ τῷ σταυρῷ πολλοὶ τῶν ἀπίστων ἀντιλογίας ῥήματα προσήνεγκαν τῷ κυρίῳ λόγοις καὶ ἔργοις κωμῳδοῦντες, καλάμῳ τύπτοντες, ὄξος ποτίζοντες, χολὴν προσάγοντες, ἀκάνθινον στέφανον περιτιθέντες, λόγχῃ τὴν πλευρὰν νύττοντες, χερσὶ ῥαπίζοντες, ὀνειδιστικοῖς λόγοις βοῶντες· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Τοῦτο οὖν ἑρμηνεύων ἔλεγε· Καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Πολλοὶ ἀντεῖπον ὅτε Πέτρος ἠρνεῖτο καὶ πάντες οἱ ἀπόστολοι ὡς ἀποίμαντα πρόβατα διεσκορπίζοντο. Ἐν τῷ οὖν σταυρικῷ σημείῳ καὶ αὐτῆς τῆς παρθένου ἐπεπλήρωτο ἡ καρδία λύπης· διὸ καὶ ἔλεγε· Διὰ τί μὴ προετελεύτησα; Διὰ τί δὲ τὴν ἡμέραν ταύτην κατέλαβον; Παρθένος μεμένηκα καὶ μείζονα μητέρων τοῖς σπλάγχνοις δάκνομαι. Τούτους τοὺς ἀπείρους διαλογισμοὺς τῆς παρθένου ῥομφαίαν ὁ Συμεὼν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς σκάνδαλα προσοίσοντας, καθὼς ὁ κύριος προεῖπε· Πάντες ἐν ἐμοὶ σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ. Ὅθεν καὶ ἐπήγαγεν ὁ Συμεὼν φάσκων· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Ὁρᾷς πῶς τοὺς ἀπείρους
διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους νεφρῶν καὶ μυελῶν; Τούτοις δὲ περιέπεσεν ἡ παρθένος μηδέπω τὴν δύναμιν τῆς ἀναστάσεως εἰδυῖα καὶ ὅτι ἐκ γειτόνων ἡ ἀνάστασις οὐδέπω ἐγίνωσκεν. Ὅθεν μετὰ τὴν ἀνάστασιν οὐκέτι ῥομφαία δίστομος, ἀλλ' εὐφροσύνη καὶ ἀγαλλίασις. Σημεῖον τοίνυν ἀντιλογίας τὸ σταυρικὸν σημεῖον ὁ Συμεὼν προσηγόρευσεν, ἐν ᾧ καιρῷ ῥομφαία λογισμῶν τὴν ψυχὴν τῆς παρθένου διῆλθεν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις; Ἐξ αὐτῶν τῶν τοῦ κυρίου διδαγμάτων. Ἄκουε αὐτοῦ λέγοντος· Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ὁρᾷς πῶς τὸ σταυρικὸν πάθος σημεῖον προσηγορεύθη, οὐ μόνον ἐν τῇ καινῇ διαθήκῃ, ἀλλὰ καὶ ἐν τῇ παλαιᾷ; Σφόδρα γὰρ τὰ παλαιὰ συμφωνεῖ τῇ νέᾳ. Ἐπειδὴ εἷς καὶ ὁ αὐτὸς θεὸς ὁ κἀκεῖ νομοθετήσας καὶ ὧδε βραβεύσας. Καὶ τίς τούτου μάρτυς; Αὐτὸς ὁ κύριος. Ἄκουε αὐτοῦ λέγοντος ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ πρὸς τοὺς θεριστὰς ἀγγέλους, τὴν καθολικὴν συντέλειαν μηνύοντος· Μὴ φείσησθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε πρεσβύτην μηδὲ νεανίσκον καὶ παρθένον καὶ παιδίον καὶ γυναῖκας θανατώσατε εἰς ἐξάλειψιν, τοῖς δὲ ἐπιφερομένοις ἐπὶ τῶν μετώπων τὸ σημεῖον μὴ ἅψησθε. Ἴδετε τὸ σημεῖον τῆς παλαιᾶς καὶ τῆς νέας. Αὐτὸ γάρ ἐστιν ὁ σταυρὸς ὁ τὸν κόσμον σῴζων, διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
/=In Lazarum<br> Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὸν τετραήμερον Λάζαρον =/ Φέρε πάλιν εἰς μέσον τὸν εὐαγγελιστὴν Ἰωάννην· καλὸν γὰρ τὴν ἀπαρχὴν τῆς ἀναστάσεως σκοπῆσαι. Ἤκουες γὰρ αὐτοῦ ἀρτίως λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Εἶδες τὴν ἀπαρχὴν τῆς ἀναστάσεως ἐν Λαζάρῳ προτυπωθεῖσαν, ἣν ὁ πιστὸς ὄχλος ἐγνώρισεν; Οἱ ὄχλοι ἐγνώρισαν καὶ οἱ ἀρχιερεῖς ἐλοιδόρησαν τὴν θαυματουργίαν εἰς βασκανίαν μεταβαλόντες. Ὄντως ἐβάσκαναν τὴν ἀνάστασιν Λαζάρου, ὅτι μετὰ τὴν ἀνάστασιν αὐτοῦ, ἣν ἤκουες, συνεβουλεύσαντο αὐτὸν ἀποκτεῖναι. Εἶδες βασκανίας ὑπερβολήν; Ὃν ὁ κύριος ἤγειρεν, αὐτοὶ ἀποκτεῖναι διενοήθησαν, μὴ συνειδότες ὅτι κἂν αὐτοὶ ἀποκτείνω σι, πάλιν κοῦφον τῷ κυρίῳ ἀναστῆσαι τὸν φίλον. Συνεβουλεύσαντο τὸν Λάζαρον ἀποκτεῖναι· οὐδὲν οὕτως ἐδρίμυττε τοὺς Ἰουδαίους ὡς ἡ ἀνάστασις τοῦ Λαζάρου. Τοῦτο μόνον τὸ θαῦμα οὐκ ἴσχυσαν συκοφαντῆσαι. Τὴν ἀνάβλεψιν τοῦ ἐκ γεννητῆς τυφλοῦ ἐσυκοφάντησαν λέγοντες· Οὗτός ἐστιν· οὐκ ἔστιν οὗτος· ὅμοιος αὐτοῦ ἐστιν. Τὴν ἔγερσιν τῆς θυγατρὸς Ἰαήρου ἐσυκο φάντησαν λέγοντες ὡς κατηνέχθη καὶ οὐ τελείῳ θανάτῳ παρεδόθη.
Τὴν ἀνάστασιν τοῦ υἱοῦ τῆς χήρας τοῦ μονογενοῦς ἐσυκοφάντησαν λέγοντες ὡς τὸν θάνατον ἐσχηματίσατο καὶ οὐχ ὑπὸ τῆς τυραννίδος τοῦ θανάτου κατεπόθη. Τὴν ξηρανθεῖσαν συκῆν ἐσυκοφάντησαν λέγοντες ὡς τρυγωνισθεῖσαν καὶ οὐχ ὡς δεσποτικῷ ῥήματι ξηρανθεῖσαν. Τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολὴν ἐσυκοφάντησαν λέγοντες ὡς ἤδη τῶν ἐν τῷ δείπνῳ μεθυσθέντων καὶ μὴ εἰδότων τὴν χλεύην. Τὴν ἀνάστασιν μόνην τοῦ Λαζάρου οὐκ ἴσχυσαν συκοφαντῆσαι. Ἤδεισαν τὸν Λάζαρον· ἐπίσημος ἦν ὁ ἀνήρ. Ἠκολούθησαν τῇ κηδίᾳ, εἶδον τὸν τάφον σφραγιζόμενον, παρεμυθήσαντο κατὰ τὸ εἰωθός, ὡς ἐν περιδείπ νῳ θανάτου, Μάρθαν καὶ Μαρίαν τὰς ἀδελφὰς Λαζάρου. Ἔγνωσαν ὅτι τέσσαρας ἡμέρας εἶχεν ἀκριβῶς ἐν τῷ μνημείῳ κατατεθείς, καὶ ὅτι τετραήμερος νεκρὸς πάντοθεν ἔξαρθρος, τῶν σαρκῶν μειωθέντων, τῶν ὀστέων ἐκγομφωθέντων, τῆς νευροστασίας διασπασθείσης, τῶν ἐνδοσθίων σκορπισθέντων, τῆς γαστρὸς ἐκχυθείσης. Ταῦτα συνειδότες ὡς εἶδον ἀθρόον τὴν ἀνάστασιν Λαζάρου σῶαν, ἀρτίαν ὡς ἀπὸ τόρνου, στίλβουσαν τῇ παλινβιωσίᾳ, ἐταράχθησαν. Μικροῦ δεῖν ἀπέψυξαν μὴ εὑρίσκον τες λόγους προφασιλογίας, τὸ πῶς συκοφαντήσουσι τὴν ἀνάστασιν Λαζάρου τῆς τοῦ κυρίου πραγματείας τοῦτο κατα σκευασάσης.
Τί ἐστι, τῆς τοῦ κυρίου πραγματείας τοῦτο παρασκευα σάσης; Ἄκουε διὰ βραχέων. Ἡνίκα Λάζαρος τὴν παροῦσαν ζωὴν ἀπεδύσατο φυσικῶς, οὐκ ἦν ὁ κύριος ἐν Βηθανίᾳ παρὼν τοῖς σωματικοῖς ὀφθαλμοῖς, τῇ δὲ θεότητι πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν. Μετὰ γὰρ τέσσαρας ἡμέρας τοῦ ταφῆναι τὸν Λάζαρον, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν τὴν ἀνάστασιν τοῦ φίλου κωμῳδῆσαι. Ὅθεν καὶ τοῦ κυρίου παραγενομένου ἐν Βηθανίᾳ, ὡς ἤκουσε Μάρθα ἡ ἀδελφὴ Λαζάρου, ἔδραμεν, ἔσπευσε, προσέπε σεν ἐν παρακλήσει αἱρετικὴν πρεσβείαν προσφέρουσα. Προσπε σοῦσα γὰρ ἔφασκε τῷ κυρίῳ λέγουσα· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει σοι ὁ θεός. Ὁ δὲ κύριος αὐτὸς πέλαγος ὢν μακροθυμίας ἀπεκρίνατο λέγων· Τί λέγεις, Μάρθα; Κύριον καλεῖς, καὶ κύριον οὐκ ἐννοεῖς; Οὐκ ἤμην ὧδε; Μικρὸν καρτέρησον· ἐν τάχει γὰρ παρὰ τοῦ ἀδελφοῦ σου μαθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Συγγινώσκω σοι, Μάρθα· μεθύεις γὰρ τῇ λύπῃ–ὥσπερ αὐτῇ εἶπεν· καλῶν μεθύων τις σφάλλεται–, ὅτε ἐκνήψεις, τότε σωφρονισθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Ἡ δὲ Μάρθα καὶ οὕτως συμπεριενεχθεῖσα ἀνθρωπίνοις ῥήμασιν ἀνθυπένεγκε τῷ κυρίῳ λέγουσα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Ὁ δὲ κύριος πρὸς αὐτήν· Τί βαμβαίνεις, ὦ Μάρθα; Τί εἰς μακρὰς ἐλπίδας τὴν ἀνάστασιν ἀναδύῃ; Ἡ ἀνάστασίς σοι διαλέγεται, καὶ περὶ τῆς ἀναστάσεως διαλέγῃ; Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται. Ταῦτα τοῦ κυρίου διαλεγομένου μικροῦ δεῖν πᾶσα ἡ πόλις Βηθανία κατέδραμεν εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ θαυμάσαι ἀλλὰ γελάσαι. Οὐκ εἶχον γὰρ ἐλπίδα τετραήμερον νεκρὸν ἀναστῆσαι. Τί οὖν ὁ κύριος; Ὡς εἶδε τοσοῦτον πλῆθος καταδραμὸν καὶ ὅτι ἄξιοί εἰσι καὶ ἱκανοῦσι πρὸς μαρτυρίαν τοῦ μέλλοντος παρ' αὐτοῦ ἀνεγείρεσθαι, ἀποκριθεὶς πρὸς αὐτοὺς ἔφη· Ποῦ τεθείκατε Λάζαρον; Ἆρ' οὐκ ᾔδει τὸν τόπον ὁ τοῦ τόπου δεσπότης; Ἤδει τὸν τόπον, ἀλλ' ἐπραγματεύσατο τὸν τρόπον, ὅπως πάντες αὖθις ἀναγκασθέντες ἐπακολουθήσωσι τῷ Ἰησοῦ, ἵνα αὐτοψὶ δεξάμενοι τὴν ἀνάστασιν ἀναμφίβολοι κήρυκες γένωνται. Ποῦ τεθείκατε αὐτόν; Οἱ δὲ ἐπερωτηθέντες εἶπον πρὸς αὐτόν· Ἔρχου καὶ ἴδε. Τοῦ δὲ κυρίου βαδίζοντος καὶ ἐπὶ τὸν τάφον σπεύδοντος ὁ ἀκολουθῶν ὄπισθεν ὄχλος ἀντέβαλε πρὸς ἑαυτὸν λέγων· Τί θέλει οὗτος τὸν τάφον Λαζάρου θεάσασθαι; Εἰ υἱός ἐστι τοῦ θεοῦ, τοῦτον ἀναστήσει. Τῶν γὰρ προσφάτως τελευτησάντων, ὧν ἤγειρεν, οὐκ ἐπιστάμεθα.
Πόθεν οὖν ἴσμεν, εἰ τελείῳ θανάτῳ παρεδόθησαν; Τοῦτον ἀναστήσει, καὶ γνῶσιν λαμβάνομεν ὅτι ἀληθῶς θεοῦ υἱός ἐστιν. Ὅθεν καὶ ἡ Μάρθα τοῖς λόγοις τούτοις συμπεριενεχθεῖσα προσῆλθε τῷ κυρίῳ καὶ αὐτὴ λέγουσα· Ποῦ πορεύῃ, δέσποτα; Τί θέλεις τὸν τάφον ἰδεῖν Λαζάρου; Τί τὴν ὀδύνην ἡμῶν ἀναζέεις; Τί τὸ πένθος ἐπεγείρεις; Τί θέλεις τὸν τάφον ἰδεῖν; Οὐδὲν γὰρ ὀνήσεις, δέσποτα· ἤδη ὄζει, τετραήμερος γάρ ἐστιν. Ὁ δὲ κύριος πρὸς τὴν Μάρθαν· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; Ἐμοὶ λέγεις· Ἤδη ὄζει. Ἡ ἀδελφήσου μυρίζει, καὶ σὺ καπνίζῃ τῇ ἀπιστίᾳ; Θέλω τὸν τάφον ἰδεῖν τοῦ φίλου μου. Ταῦτα εἰπὼν ὁ κύριος ἐπὶ τὸν τάφον ἐπορεύετο. Καὶ πλησιάσας τῷ τάφῳ μόνον εἶδε τὸ μνημεῖον, εὐθέως ἐδάκρυσε. Τίς ἡ χρεία δακρύειν ὃν ἤμελλεν ἐγείρειν; Ἐδάκρυσε. Δι' ὅ; Ἄκουε συνετῶς. Πάντα ὁ κύριος σοφῶς ἐπραγματεύσατο· ἐδάκρυσε γὰρ ἐπὶ τὸν τάφον, ὅπως τῶν ἀκολουθησάντων τὴν γνώμην δημοσιεύσῃ, οἵαν ἔχουσι περὶ αὐτοῦ τὴν ὑποψίαν. Διὸ καὶ ὡς εἶδον αὐτὸν δακρύσαντα, ἀνθρώπινα πάλιν παθόντες οἱ ἀκολουθοῦντες ὄχλοι ἤρξαντο πρὸς ἑαυτοὺς ἀντιβάλλειν καὶ λέγειν· Ἴδε πῶς ἐφίλει αὐτόν.
Ὁ νεκροὺς ἐγείρας καὶ τυφλοὺς ὀμματώσας οὐκ ἠδύνατο ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ, εἰ ἄρα οὕτως ἐφίλει αὐτόν; Ὁ δὲ κύριος ὡς εἶδεν αὐτοὺς ἔτι ἀνθρώπινα λαλοῦντας, ἀπεκρίνατο πρὸς αὐτούς· Κοῦφον μὲν ἦν μοι παρακατασχεῖν τὴν ζωὴν Λαζάρου ὡς καὶ τοῦ Ἠλία καὶ τοῦ Ἐνώχ, ἀλλ' οὐδεὶς ὑμῶν ἐγίνωσκεν ὅτι τῇ ἐμῇ θελήσει ἡ ζωὴ Λαζάρου παρακατέχεται. Διὰ τοῦτο συνεχώρησα ὑπὸ τοῦ θανάτου αὐτὸν καταποθῆναι, ὅπως ἀκριβῶς μάθητε ὅτι ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχω. Καὶ εὐθὺς πρὸς αὐτοὺς ὁ κύριος, καθὼς ἴστε πάντες σαφῶς· Ἀποκυλίσατε τὸν λίθον. Ἰουδαίοις ἐπέτρεπεν· Ἀποκυλίσατε τὸν λίθον. Βλέπε πῶς πάντα σοφῶς ἐπραγματεύσατο μάρτυρας ἀκριβεῖς τῆς ἀναστάσεως Λαζάρου καθιστῶν. Ἀποκυλίσατε τὸν λίθον. Τοῖς μαθηταῖς ἐπέτρεπεν ὄρη μετάγειν λόγῳ, καὶ αὐτὸς λόθον οὐκ ἀπεκύλιεν; Ἀλλὰ πάντα σοφῶς, καθὼς προεῖπον, πραγματευόμενος πρὸς λυσιτέλειαν ἔλεγεν τοῖς Ἰουδαίοις· Ἀποκυλίσατε τὸν λίθον, ὅπως ἐξ αὐτῆς τῆς νεκροφόρου ἀποφορᾶς μάθωσιν ὅτι ἐσάπη καὶ οὐκ ἐκλάπη. Ἀποκυλίσατε τὸν λίθον. Τῶν δὲ ἀποκυλισάντων μετὰ γογγυσμοῦ– ἐδρίμυττεν γὰρ αὐτοὺς ἡ νεκροφόρος δυσήνιος ἀποφορά–, ἀποκυλισάντων δὲ τῶν παρόντων τὸν λίθον, εὐθέως ἐβόησεν ὁ κύριος λέγων· Λάζαρε δεῦρο ἔξω. Δεσπότης ὁ καλῶν, οὐδεὶς ὁ ἀντιλέγων.
Λάζαρε, δεῦρο ἔξω· πληροφόρησον Μάρθαν τὴν ἀδελφήν σου ὡς κελεύω καὶ οὐχ ἱκετεύω. Λάζαρε, δεῦρο ἔξω. Πρὸ τοῦ κατέλθω, ἔξελθε· ἐν σοὶ τὸν ἀρραβῶνα, ἐν ἐμοὶ δὲ τὸ τέλειον. Λάζαρε, δεῦρο ἔξω. Σὺ δὲ ἀκούων, ὦ φίλε, Λάζαρε, δεῦρο ἔξω, μὴ οἴου τὸν κύριον πολλὰς φωνὰς βεβληκέναι. Ἅπαξ ἐλάλησε καὶ ὃν ἔπλασεν ἤγειρεν· οὔτε γὰρ ὡς Ἠλίας ἔκλαυσεν οὔτε ὡς Ἐλισσαῖος ἠπόρησε. Μονοφθόγγῳ φωνῇ διύπνισε τὸν παρ' αὐτῷ καθεύδοντα εἰπών· Λάζαρε, δεῦρο ἔξω. Εἷς ὁ λόγος καὶ διάφορα τὰ θαύματα. Μόνον ὁ κύριος ἐφώνησε· Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως αἱ σάρκες ἀπεπληροῦντο, αἱ τρίχες ἀντεφυτεύοντο, αἱ ἁρμονίαι συνεδεσ μοῦντο, αἱ φλέβες καθαρῷ αἵματι ἀντεγεμίζοντο. Ὁ ᾅδης κάτωθεν κοπτόμενος τὸν Λάζαρον προέπεμπεν. Ἡ ψυχὴ Λαζάρου παρακρατουμένη καὶ ὑπὸ τῶν ἁγίων ἀγγέλων παρακαλουμένη τὸ ἴδιον εἰς τὸ ἴδιον μετεχωνεύετο. Καὶ τὸ πάντων ἐνδοξότερον ἦν ὅτι πανταχόθεν δεδεμένος ἦν τοὺς πόδας καὶ τὴν ὄψιν κηρίαις καὶ ἀνεμποδίστως ἐβάδιζεν. Διὸ καὶ ὁ κύριος δραστικώτερον πρὸς τοὺς παρόντας ὄχλους παρεκελεύετο λέγων· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Βλέπε τὴν τοῦ κυρίου πραγματείαν καὶ πῶς τὰ πάντα σοφῶς οἰκονομεῖ.
Πρὸς πληροφορίαν τῶν παρόντων ἔλεγε· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν· ὡς τὸν λίθον ἀπεκυλίσατε καὶ τὸν τάφον ὑπεδείξατε καὶ τῆς ὀσφρήσεως μετήσχετε, καὶ τὰ νεκροτάφια λύσατε· τὸ μὲν ὡς εὐλογίαν τηροῦντες, τὸ δὲ ὡς μάρτυρες φυλάττοντες. Ἐὰν ἀπιστήσωσιν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ὡς οὐκ ἀνέστη Λάζαρος, δείξατε τὰ νεκροτάφια· ἐμφανίσατε τὰ σουδάρια ὡς ὁ παράλυτος τὸν κράβαττον. Ἡμεῖς δὲ τὰ βαΐα τῶν φοινίκων βαστάζοντες εἴπωμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
/= In mulierem peccatricem<br> Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὴν γυναῖκα τὴν ἁμαρτωλὸν τὴν ἀλείψασαν τὸν κύριον μύρῳ καὶ εἰς τὸν φαρισαῖον. =/ Ἱκανῶς ἡμᾶς πρώην ἐψυχαγώγησεν ὁ Χριστὸς παρὰ Ζακχαίῳ ἑστιώμενος· ὅπου γὰρ Χριστὸς ἑστιᾶται καὶ τοῖς ἀνθρώ ποις συνανακλίνεται καὶ ποτοῦ καὶ τραπέζης ἀπολαύει τῆς ἡμετέρας, πάντα πρὸς τὸν τῆς εὐφροσύνης μετάγεται λόγον. Τίς γὰρ τελωνῶν ἢ πορνῶν καὶ τῶν τὰ ἄρρητα ἐργασαμένων δεινὰ τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν στέγην ὑπελθόντα τελωνικὴν βλέπων καὶ τὸν τῶν σταχύων δοτῆρα ἄρτον ἀνθρώπινον μετὰ χεῖρας λαμβάνοντα καὶ τὸν τῶν βοτρύων χορηγὸν τῇ κοινωνίᾳ τοῦ ποτοῦ τὰς ληνοὺς εὐλογοῦντα, μὴ ἑορτὴν καὶ πανήγυριν θέσθαι τὸ πρᾶγμα δικαιώσειεν; Αὕτη ἀληθῶς ἑορτή, αὕτη ἀληθῶς ἀγγελικῆς ἑστιάσεως εὐφροσύνη, τὸ τὸν δεσπότην μετὰ δούλων, τὸν θεὸν μετὰ ἀνθρώπων, τὸν δικαστὴν μετὰ τῶν ὑπευθύνων ὁρᾶν κοινῆς ἀπολαύοντα τραπέζης. Διὰ τοῦτο γὰρ ἐπὶ γῆς ἦλθεν οὐκ ἔρημον καταλιπὼν τὸν οὐρανόν, καὶ ἄνθρωπος γέγονεν οὐκ ἀποδὺς τὸ εἶναι θεός, ἵνα καὶ τὴν θάλασσαν πλέων τοὺς εἰς τὸ βιωτικὸν χειμαζομένους πέλαγος ἐκ τοῦ βυθοῦ ἀνασύρῃ τῆς ἁμαρτίας καὶ κώμας καὶ πόλεις περιϊών, στενωποὺς καὶ ἀτραποὺς καὶ δρόμους περιτρέχων τοὺς ἐν ταῖς τριόδοις πλανωμένους ὡς ἀποίμαντα πρόβατα ἐπὶ τὴν ἰδίαν ἐπαναγάγῃ ποίμνην. Αὐτὸς γάρ ἐστιν ὁ τὸ ἀπολωλὸς πρόβατον ἐπιζητῶν, ὁ τὰ ἐννενήκοντα ἐννέα καταλιπὼν καὶ περὶ τὴν τοῦ ἑνὸς παραγε νόμενος ζήτησιν. Ἐζήτει γὰρ τὸ ἓν οὔτε τῶν πολλῶν κατα φρονῶν οὔτε τοῦ πλήθους τὸ ἓν προκρίνων. Ἀλλὰ τὰ μὲν ἐννενήκοντα ἐννέα κατελίμπανεν, ἔδει γὰρ ἀσφαλῶς αὐτὰ ἐν τῇ μάνδρᾳ αὐλίζεσθαι· τὸ δὲ ἓν περιϊὼν ἐζήτει, ἵνα μὴ θοίνη τῷ διαβόλῳ γένηται. Πρόβατον γὰρ ἀποίμαντον θηρσὶν ἕτοιμον δεῖπνον καὶ ψυχὴ ἀσφράγιστος δαίμοσιν εὐεπιβούλευτος. Ὅθεν πρώην τὸν Ζακχαῖον ὡς πρόβατον ἐκ στόματος λύκου ἀφήρπασε καὶ τῇ μάνδρᾳ συνέμιξε καὶ σφραγίδος ἠξίωσεν. Ὡς γὰρ ποιμὴν πρόβατον ἀποπλανηθὲν θηρᾶσαι θέλων χειρόηθες ζῷον ἐᾷ, ἵνα ἀπολύτως νεμόμενον τὸ ἀποπηδῆσαν ἑλκύσῃ θήραμα, οὕτω καὶ ὁ τοῦ θεοῦ λόγος τὴν σάρκα ἣν ἐκ τῆς παρθένου ἀνέλαβεν, ὡς πρόβατον ἐν νομῇ, ἐν τῇ τραπέζῃ Ζακχαίου ἀφῆκεν, ἵνα τῷ κοινῷ τῆς ἑστιάσεως νόμῳ ἑλκύσας αὐτὸν πρὸς συνουσίαν λανθα νόντως τῇ οἰκείᾳ συζεύξῃ ποίμνῃ. Ἀλλὰ τοῦτο μὴ συνιέντες οἱ φαρισαῖοι ἐγόγγυζον ὁρῶντες αὐτὸν μετὰ τελωνῶν ἐσθίοντα. Ἀλλ' ἐκεῖνοι μὲν ὡς ἀσκὸς παλαιὸς διαρρηγνύσθωσαν, οὐ γὰρ δύνανται τὸν νέον τῆς διδασ καλίας δέξασθαι οἶνον· ἡμεῖς δὲ κατόπιν τοῦ φιλανθρώπου βαδίσωμεν ποιμένος. Ὁ γὰρ Ζακχαῖον τὸν τελώνην τῇ λογικῇ τῶν ἀποστόλων συνάψας ποίμνῃ, αὐτὸς καὶ τὴν πόρνην τὴν ἁμαρτωλόν, τὴν μυρίων κακῶν ἐργάτιν, ἐκ τοῦ φάρυγγος τοῦ διαβόλου ὡς ἀμνάδα ἑλκύσας τῇ ἀνεπηρεάστῳ ἀπέδωκεν μάνδρᾳ. Ἵνα δὲ γνῶτε καὶ τοῦ Χριστοῦ τὴν φιλανθρωπίαν καὶ τῶν φαρισαίων τὴν ἀλογίαν καὶ τῆς ἁμαρτωλοῦ τὴν παλινοδίαν, αὐτὰς ὑμῖν τὰς εὐαγγελικὰς παραθήσομαι ῥήσεις· ἐὰν γὰρ τοῦ ὕφους τοῦ ἀναγνώσματος ἐπακούσητε, ῥᾳδίως καὶ τῆς ἑρμηνείας τὴν ἔννοιαν ἀναμάσσεσθε. Ἠρώτησε, φησί, τις τῶν φαρισαίων τὸν Ἰησοῦν, ἵνα φάγῃ μετ' αὐτοῦ. Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ φαρισαίου ἀνεκλίθη. Ὢ χάριτος ἀφράστου! Ὢ φιλανθρωπίας ἀρρήτου! Καὶ φαρισαίοις συνεστιᾶται καὶ τελώνας οὐκ ἀποσείεται καὶ πόρνας προσδέχεται καὶ Σαμαρείτιδι διαλέγεται καὶ Χανα ναίαν λόγου ἀξιοῖ καὶ τῇ αἱμορροούσῃ τὸ
κράσπεδον παραχωρεῖ. Ναί, ἰατρὸς γάρ ἐστι πάντων ἐφαπτόμενος τῶν παθῶν, ἵνα πάν τας ὠφελήσῃ, πονηροὺς ἅμα καὶ ἀγαθούς, ἀχαρίστους καὶ εὐγνώ μονας. Ὅθεν καὶ νῦν ὑπὸ τοῦ φαρισαίου κληθεὶς εἰσέρχεται εἰς οἰκίαν τέως μεστὴν κακῶν. Ὅπου γὰρ φαρισαῖος, ἐκεῖ πονηρίας ὁρμητήριον, ἁμαρτίας καταγώγιον, ὑπεροψίας ὑποδοχή. Ἀλλὰ καὶ οὕτως αὐτοῦ διακειμένης τῆς οἰκίας οὐκ ἀπαξιοῖ παραγε νέσθαι ὁ κύριος. Εἰκότως· ὥσπερ γὰρ ὁ ἥλιος οὐ καταβλάπτεται βορβόρῳ τὰς οἰκείας ἀκτῖνας ἐπιβάλλων, ἀλλὰ τοὐναντίον καὶ τὴν ἐνοῦσαν ἀηδίαν περιμάσσεται μηδὲν αὐτὸς ὑβριζόμενος, οὕτω καὶ ὁ Χριστὸς ὡς ἥλιος δικαιοσύνης πάντα ἐναγῆ καὶ βέβη λον τόπον καταλαμβάνει καὶ τὴν δυσώδη ἁμαρτίαν ταῖς ἀκτῖσιν αὐτοῦ τῆς ἀγαθότητος ἀναλίσκει, οὐχ ὕβριν, οὐ μείωσιν, οὐ μο λυσμὸν ὑπομένων κατὰ τὸν τῆς θεότητος λόγον. Ὅθεν ἐπένευσεν εὐκόλως τῷ φαρισαίῳ καλοῦντι, ἠρεμῶν, σιωπῶν, ἀνεξέλεγκτον αὐτοῦ τὸν βίον ἀφείς. Πρῶτον μέν, ἵνα ἁγιάσῃ τοὺς κληθέντας, τὸν καλέσαντα, τῆς οἰκίας τὸ σύστημα, τῆς πολυτελείας τὰ βρώματα· ἔπειτα δεικνὺς ὡς οὐ φάσμα ἦν ἡ ἐνανθρώπησις, ἐκ τῆς ἀνακλίσεως, τῆς βρώσεως, τῆς πόσεως, τῆς τῶν σιτίων δαπάνης. Ἄλλως δέ, ἐπειδὴ ἤμελλεν ἡ πόρνη προσιέναι καὶ τὸν θερμὸν ἐκεῖνον καὶ διάπυρον τῆς μετανοίας δεικνύναι τρόπον, διὰ τοῦτο καλοῦντι τῷ φαρισαίῳ ἐπινεύει ταχέως, ἵνα ἐπ' ὄψεσι γραμματέων καὶ φαρισαίων τὰ οἰκεῖα ἐκτραγῳδήσασα κακὰ διδάξῃ αὐτοὺς πῶς δεῖ τοὺς ἁμαρτωλοὺς ἐπὶ ταῖς ἁμαρτίαις στυγνάζοντας ἐξευμενίζεσθαι θεόν. Ἰδοὺ γάρ, φησί, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός. Γυνή, ἡ εὐόλισθος φύσις, τὸ πρῶτον δίκτυον τοῦ διαβόλου, ἡ τῆς πλάνης εἰσαγωγή, ἡ τῆς παραβάσεως διδάσκαλος, ἡ βοηθὸς μὲν γεναμένη, πολεμία δὲ ἀναδειχθεῖσα, ἡ γεναμένη κατὰ φύσιν καλή, ἐκ προαιρέσεως δὲ ἀποδειχθεῖσα κακή, ἡ θανάτου πρόξενος, ἡ τὸ κάλλος τοῦ ξύλου δείξασα καὶ ὅλον τὸν παράδεισον ἀπολέσασα. Καὶ ἰδοὺ γυνή, φησίν, ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός, τὰ τῆς Εὔας φέρουσα βάρη, πολλοῖς κακοῖς βριθομένη. Ἐρῶ δὲ αὐτῆς τῶν προτέρων κακῶν τὴν δαψίλειαν, ἵνα γνῶτε αὐτῆς τῆς μετανοίας τὴν πολυτέλειαν. Ὁ θεὸς ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ὀστέον λαβὼν καὶ τοῦτο σαρκώσας τὴν Εὔαν εἰργάσατο, ἣν δὲ γυναῖκα καλέσας ἔδωκε βοηθὸν τῷ Ἀδάμ. Ἀλλὰ μετὰ τὸ ἁμαρτεῖν καὶ παραβῆναι τὸν νόμον καὶ ἐκβληθῆναι τοῦ παραδείσου καὶ θάνατον τὸ ἐπιτίμιον λαβεῖν, ἵνα μὴ τῷ θανάτῳ δαπανώμενον ἄρδην τὸ γένος ἀπώλη ται, γάμον ἐπιστρατεύει τῷ θανάτῳ, ἵν' ὁ μὲν σπείρῃ, ὁ δὲ θερίζῃ, ὁ μὲν τέμνῃ, ὁ δὲ βλαστάνῃ. Καὶ ὅτι μετὰ τὸ θανάτῳ ὑποβληθῆναι ἡ τοῦ γάμου ἐδόθη χάρις, δῆλον ἐκ τοῦ τὸν Ἀδὰμ μετὰ τὴν ἔξοδον τοῦ παραδείσου συναφθῆναι τῇ Εὔᾳ. Γέγραπται γὰρ ὅτι μετὰ τὸ ἐξελθεῖν ἐκ τοῦ παραδείσου, τότε ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ. Πρὸ τῆς ἁμαρτίας οὖν παρθενία ἦν ἀμόλυντον τηροῦσα τὸν χιτῶνα τῆς φύσεως, μετὰ δὲ τὴν παράβασιν, μετὰ τὴν τοῦ θανάτου ἀπόφασιν ὁ γάμος ἀντεισήχθη, ἵνα ἀντλοῦντα τὸν θάνατον νικήσῃ βρύων καὶ τρυγῶντα ἡττήσῃ φύων. Ἐπεὶ οὖν ἐπὶ διαδοχῇ τοῦ γένους καὶ ἐπὶ αὐξήσει τῆς φύσεως ὁ τοῦ γάμου ἐδόθη νόμος, τῷ μὲν ἀνθρώπῳ ἡδόνην ἐνέσπειρε, τὸ δὲ θῆλυ θωπευτικὸν ἐποίησεν· οὐχ ἵνα ἑταιρικῶς πρὸς μίξεις ἐρεθίζων ται, ἀλλ' ἵνα ἐννόμως πρὸς γάμον συνάπτωνται. Ὅθεν ἡ μὲν ἔνθεσμος τοῦ γάμου μῖξις τιμία παρὰ τῷ θεῷ, ἡ δὲ πρὸς χάριν τῶν ἡδονῶν ἐκτελουμένη θανάτῳ ὑποβέβληται. Τίμιος γὰρ ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. Αἱ οὖν χάριν παιδογονίας ἐννόμως τοῖς ἀνδράσι μιγνύμεναι ἀνέγκλητοί εἰσιν, ὥσπερ ἡ Σάρρα καὶ ἡ Ῥεβέκκα καὶ ἡ Ῥαχήλ, καὶ εἴ τις ἄλλη ἀπ' αὐτῆς· αἱ δὲ λόγῳ ἡδυπαθείας τοὺς νέους πρὸς ἀκολασίαν διεγείρουσαι, ὡς φθείρουσαι τὸν ναὸν τοῦ θεοῦ, παραδίδονται φθορᾷ. Εἴ τις γάρ, φησί, φθείρει τὸν ναὸν τοῦ θεοῦ, φθερεῖ τοῦτον ὁ θεός. Ὧν καὶ αὕτη μία ἦν, ἡ μετὰ χεῖρας ἁμαρτωλός. Τὴν γὰρ φύσιν καπηλεύουσα καὶ ταῖς ἔξωθεν
βαφαῖς τὰς παρειὰς φοινίσ σουσα καὶ τέχνῃ βιαζομένη φανῆναι καλή, τοὺς νέους πρὸς ἀκολασίαν ὑπέσυρεν, ἀπροόπτως αὐτοὺς εἰς τὸ τῆς πορνείας ἀποκλίνουσα βάραθρον. Ταῦτα δὲ λέγω οὐ κωμῳδῶν αὐτὴν ἐφ' οἷς ἔδρασε πρίν, ἀλλ' ἐπαινῶν αὐτὴν ἀφ' οἵων οἵα γέγονεν ἄφνω· λέγω γὰρ τί ἦν, ἵνα δείξω τί γέγονεν νῦν· λέγω αὐτῆς τῆς ἁμαρτίας τὰ πταίσματα, ἵνα δείξω τῆς μετανοίας τὰ κατορθώματα. Ἀλλ' αὕτη ἡ τῷ σώματι οὐκ ἀμέμπτως χρησαμένη τὸ πρίν, τοὺς μὲν διὰ βοστρύχων σαγηνεύουσα, τοὺς δὲ διὰ δακρύων φαρμάττουσα, τοὺς δὲ δι' ἀλείμματος γοητεύουσα, πάντας δὲ πανταχόθεν ἐπὶ τὸν βόρ βορον τῆς ἀκολασίας προσκαλουμένη, τὸν αἰσχρὸν αὐτῆς καὶ ἡδυπαθῆ ἔρωτα εἰς θεῖον καὶ ἐπουράνιον μεταβάλλει φίλτρον. Ὡς εἶδε γὰρ τὸν Ἰησοῦν ποτὲ μὲν ἀδέως τῇ Σαμαρείτιδι διαλεγόμε νον, ποτὲ δὲ τὴν Χαναναίαν προσιέμενον, ἄλλοτε τῆς αἱμορ ροούσης ἀνακηρύττοντα τὴν κλοπήν, καὶ πῆ μὲν τελώναις συν εσθίοντα, πῆ δὲ τῶν φαρισαίων τοὺς οἴκους καταλαμβάνοντα, ἐλογίσατο· Εἰ πόρνας καὶ ἁμαρτωλοὺς καὶ τελώνας προσίεται, μέχρι πότε ἀκαθέκτως οἰστρῶσα τὸ τῆς ἁμαρτίας πέλαγος ἀντλῶ; Οὐ μένω νέα, οὐ μένω καλή· πάντα γὰρ παρέρχεται, πάντα μαραίνεται, καὶ ἄνθη καὶ κρίνα καὶ τῶν προσώπων τὰ κάλλη. Τί οὖν πάθω ἐφ' οἷς ἔδρασα; Ἤδη γὰρ τὸ τῆς γεέννης πῦρ ἐννοῶ, ἤδη μου τὴν ψυχὴν μετάγνωσις λαμβάνει, ὅτι ἐπ' ὀλέθρῳ τῶν νέων βιαζομένη φανῆναι καλὴ ἐν ταῖς ἀγυίαις τῆς πόλεως, ἐν ταῖς ἀγοραῖς, ἐν ἀμφόδοις ἔτρεχον, δίκτυον μὲν τοὺς πόδας ἔχουσα καὶ σαγήνην τὴν γλῶσσαν. Ὢ πόσους νεανίσκους κατέθελγον μεστὸν ἀναιδείας βλέμμα περιφέρουσα! Ἐπὶ λύμῃ γὰρ τῶν θεατῶν ὡραϊζομένη πῆ μὲν πολυπλόκοις σειραῖς τὴν κεφαλὴν ἐπύργουν, πῆ δὲ νομάδας πλοκάμων ἐκ κορυφῆς εἴων κατὰ μετώπου πλανᾶσθαι· ἄλλοτε δὲ τὰς παρειὰς ἐφοίνισσον καὶ τοὺς ὀφθαλμοὺς κατέγραφον, καὶ ἄλλοτε δακρύων λιβάδας ἠφίουν τῇ κολακείᾳ ἐκτραχηλίζουσα τὴν ψυχήν. Τίς οὖν ἐπὶ τούτοις γένωμαι; Τίνα ἰατρὸν εὕρω τῶν ἀπείρων τούτων παθῶν; Ἐὰν ἀνθρώποις τὰ κατ' ἐμαυτὴν εἴπω, ἀνωφελής μοι γίνεται τῆς ἐξαγορεύσεως ὁ τρόπος. Ἀλλὰ καλύψω τὰ κακά; Ἀλλ' οὐ δύναμαι λαθεῖν· τίνα γὰρ λάθω θεὸν λαθεῖν μὴ δυναμένη; Ποῦ οὖν φύγω πανταχοῦ τὸν δικαστὴν εὑρίσκουσα τὸν μὴ φαινόμενον μέν, πανταχοῦ δὲ διελέγχοντά μου τὰ κακά; Μία μοι σωτηρίας ὑπολέλειπται ἐλπίς, ἕν μοι ἐφόδιον πρόκειται ζωῆς, τὸ τὸν Ἰησοῦν ἐπιγνῶναι καὶ αὐτῷ προσδραμεῖν. Ὁ γὰρ τελώνας προσδεχόμενος οὐκ ἀπαναίνεται πόρνην, ὁ φαρισαίοις συνεσ θίων οὐ παραιτεῖται τῆς ἁμαρτωλοῦ τὰ δάκρυα. Ἐπεὶ οὖν ἔγνων ὡς παρὰ Σιμῶνι φαρισαίῳ κατάγεται, ἀνδρὶ λεπρῷ καὶ ἁμαρτω λῷ, δραμοῦμαι πρὸς αὐτόν. Ἀλλὰ τί αἰτήσω προσελθοῦσα; Ὀφθαλμῶν ὑγίειαν; Ἀλλὰ πρόσκαιρος ἡ χάρις. Νόσου ἀπαλλαγήν; Ἀλλὰ μικρὸν τὸ κατόρθωμα, ὁ γὰρ αἰώνιος θάνατος τοῦ παρόντος ἐστὶ βαρύτερος. Πάντα παρεῖσα τὰ τοῦ σώματος τὸ τῆς ψυχῆς ἐπιζητήσω ἴαμα. Μίαν γὰρ εὑρίσκω λύσιν τῶν ἐπηρτη μένων κακῶν, ἐὰν τὸν δικαστὴν ἴδω, ἐὰν προλάβω τῆς κολάσεως τὸν καιρόν. Μιμήσομαι Ῥαὰβ τὴν πόρνην, γυναικὸς τὸν ἐνάρετον μεταδιώξω τρόπον· οὐδὲν γὰρ παρ' ἡμῶν βούλεται θεὸς ἢ γνώμης ἐναλλαγήν. Ταῦτα εὐσεβῶς ἐπισκεψαμένη καὶ τὴν διάνοιαν πρὸς πίστιν ἐπαλείψασα ἐπεισέρχεται τῷ Ἰησοῦ ὅπου ἀνέκειτο τὴν προτέραν ἀναίδειαν εἰς ὑπόθεσιν παρρησίας λαβοῦσα. Καὶ λέγει μὲν αὐτῷ οὐδέν· οὐ γὰρ ἐτόλμα, ᾔδει γὰρ ὡς ὁ τῶν λογισμῶν ἔφορος οὐ δεῖται λόγων. Τί γὰρ εἰπεῖν εἶχε τῷ τὰ πάντα εἰδότι; Ὅτι ἥμαρτεν; Ὅτι πολλῶν κακῶν ἐργάτις γέγονεν; Ὅτι ἐρῶσα καὶ ἐρωμένη τὴν πάνδημον ἡδονὴν ἐθεράπευσεν; Ταῦτα θεῷ δῆλα ἦν, οὐ πραττόμενα μόνον, ἀλλὰ καὶ ἐν τῷ ἀφανεῖ τῆς ψυχῆς βουλευτηρίῳ γυμνούμενα. Εἰδυῖα οὖν ὡς πάντα οἶδε καὶ λαθεῖν αὐτὸν δύναται οὐδέν, θυροῖ μὲν τὴν γλῶσσαν, λαλεῖ δὲ τοῖς δάκρυσι. Στᾶσα γάρ, φησί, παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς
δάκρυσιν. Ἀλλ' εἰ καὶ μὴ τῇ γλώσσῃ ἐλάλει, ἀλλὰ στεναγμοῖς ἀλαλήτοις ἐφθέγγετο τὸν συντριμμὸν τῆς καρδίας ἐκκαλύπτουσα, τὸ πλῆθος τῶν ἁμαρτιῶν θριαμ βεύουσα, τοὺς ἀτόπους λογισμούς, τὰς ἐναγεῖς ἐνθυμήσεις, τὰς βεβήλους πράξεις, τὰς παρανόμους ὁμιλίας ἐκπομπεύουσα· οὐδὲν γὰρ ἦν τῶν πεπραγμένων αὐτῇ κακῶν, ὃ μὴ δάκρυσιν ἐξετραγῴδει. Ἤδει γὰρ ὅτι ὧν ὡμολόγει τὴν ἀμνηστίαν ἐλάμβα νεν. Εἶπα γάρ, φησίν, Ἐξαγορεύσω τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Καὶ οὐ μόνον ἀλαλήτως ἐφθέγγετο τοῖς στεναγμοῖς τῆς καρδίας δυσωποῦσα τὸν κύριον, ἀλλὰ καὶ σχήματι τὸ τῆς μετανοίας διέγραφε κάλλος. Ἐδάκρυσεν μὲν ὡς πολλὰ γελάσασα τοῖς καλοῖς δάκρυσι τὸν κακὸν ἐκπλύ νουσα γέλωτα, ταῖς δὲ ῥανίσι τῶν ὀφθαλμῶν τὸν τῶν παρειῶν ἐκπλύνουσα ῥύπον, ἵνα ἐν οἷς ἥμαρτεν, ἐν τούτοις καὶ ἀπο λογήσηται, ἐν οἷς ἠνόμησεν, ἐν τούτοις τὸν νομοθέτην ἐξιλεώση ται. Ὥσπερ γὰρ τὴν κοίτην ἣν ἐκθέσμως ἐμόλυνε συμπλοκῇ, δάκρυσιν ἀπέπλυνεν ὁ Δαβίδ· Λούσω γάρ, φησί, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, οὕτω καὶ αὕτη δι' ὧν ὀφθαλμῶν πολλοὺς τῶν νέων εἰς ἀκολασίαν ὑπέσυρε δακρύων ἀφεῖσα πηγὰς τὸν δύσπλυτον τῆς ἁμαρτίας ἀπέπλυνε ῥύπον, αὐτὴ ἑαυτῇ λοῦτρον μετανοίας προβαλλομένη τὰ δάκρυα. Τὰ μὲν γὰρ δάκρυα ὡς ὕδωρ αὐτὴ παρεῖχε, τὴν δὲ ἄφεσιν ἀοράτως παρὰ τοῦ Χριστοῦ ὑπεδέχετο. Ἀλλὰ μὴν καὶ τὸν Ἀβραὰμ τάχα οὐ μιμουμένη μόνον, ἀλλὰ νικῶσα, τοὺς πόδας ἀπέπλυνε τοῦ Χριστοῦ. Ὁ μὲν γὰρ νιπτῆρα θεὶς ὕδασιν ἀπέπλυ νεν καὶ λεντίῳ κατέμασσεν, αὕτη δὲ οὐχ ὕδωρ ἀντλήσασα, ἀλλὰ κρήνας δακρύων ἀφεῖσα τοὺς πόδας ἀπέπλυνε τοῦ Ἰησοῦ. Φεισαμένη δὲ μὴ δάκρυσιν ἁμαρτωλοῖς ἁγίους ἐνυβρίσῃ πόδας, τὸ τῶν τριχῶν κάλλος ὡς λέντιον ὑποβαλοῦσα ἀπέμασσε τοὺς πόδας. Καὶ ἦν ἰδεῖν ὅλον δι' ὅλου τὸ γύναιον πρὸς θεραπείαν τοῦ Ἰησοῦ καμπτόμενον· οἱ μὲν γὰρ ὀφθαλμοὶ ἄνωθεν ὡς κρῆναι δακρύων ἔπεμπον ὀχετούς, ἡ δὲ ψυχὴ ὥσπερ νιπτὴρ ὑποκειμένη τὰς ἐκ τῶν ποδῶν ἀποσταζούσας ἐδέχετο ῥανίδας, οἱ δὲ πλόκα μοι ἀπέμασσον λεντίου πληροῦντες σχῆμα, αἱ δὲ χεῖρες τὸ ἀλάβαστρον τοῦ μύρου καταχέουσαι τοὺς θείους ἤλειφον πόδας μύρῳ τὸ μύρον τιμῶσαι· Μύρον γάρ, φησίν, κενωθὲν ὄνομά σοι. Εἶδες πῶς ἐνίκησε τὴν ἀχάριστον τῶν Ἰουδαίων γνώμην γυνὴ ἁμαρτωλὸς καὶ θείων ἄμοιρος νόμων. Οἱ μὲν γὰρ λίθοις αὐτὸν ἔβαλλον, ἡ δὲ τοῖς τῆς εὐωδίας ηὔφραινε μύροις. Ἀλλ' Ἰουδαῖοι μὲν ὡς ἀχάριστοι, ὡς ἀσύνετοι καὶ ἀγνώμονες, κακοῖς ἠμείβοντο τὸν εὐεργέτην λίθοις τὸν ἀκρογωνιαῖον φιλο φρονούμενοι λίθον· ἡ δὲ μύρῳ ἤλειφε τοὺς πόδας τοὺς μέλλοντας δι' αὐτὴν πανημέριον ἐπὶ τῆς ἰκρίας ἰστᾶσθαι τοῦ σταυροῦ. Καὶ τί λέγω ὅτι τὸν ἀχάριστον τῶν Ἰουδαίων ἐνίκησε δῆμον, ὅπου γε ὅλον τῶν ἁγίων ὑπερηκόντισε τὸν χορόν; Ἔλαβε γὰρ χάριν ἣν οὐκ ἔλαβον βασιλεῖς, ἧς οὐκ ἔτυχον δυνάσται· Βασιλεῖς γὰρ Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Καὶ δὴ κατὰ τὸν προφήτην καὶ ἔδωκαν τὰ δῶρα καὶ πόρρωθεν προσεκύνησαν, ἀλλ' οὐδεὶς αὐτῶν τοῦ Ἰησοῦ τοὺς πόδας ἐφίλησε. Πῶς γάρ; Ἦλθον μάγοι λαβόντες ἀστέρα τῆς ἡγεσίας σύμμαχον, ἀλλὰ πόρρωθεν ἐδωροφόρουν τῆς οἰκείας τάξεως τὸ μέτρον γινώσκοντες. Ὁ οὐρανὸς γάρ μοι, φησίν, θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ἐπαινείσθω τοίνυν ἡ γυνὴ ὡς ὅλης τῆς γῆς τὴν τιμὴν ὑποδεξαμένη, ὡς ἁψα μένη ποδῶν ἀχράντων ὧν τὸν χοῦν ἔθνη καὶ πατριαὶ λείξουσι, κα τὰ τὸ εἰρημένον ὅτι τὸν χοῦν τῶν ποδῶν αὐτοῦ λείξουσι. Ἥψατο ποδῶν ἀχράντων, ἐμερίσατο πρὸς Ἰωάννην τοῦ Χριστοῦ τὸ σῶμα. Ὁ μὲν γὰρ ἐπὶ τοῦ στήθους ἀνέπεσε, θείαν γὰρ αὐτόθεν ἔμελλε διδασκαλίαν ἀπομάσσεσθαι· ἡ δὲ τοὺς ὑπὲρ ἡμῶν βαδίζον τας πόδας ὑπήλειφεν. Ἀλλ' ὁ Χριστὸς μέν, ὁ μὴ τὴν ἁμαρτίαν κρίνων, ἀλλὰ τὴν μετάνοιαν ἐπαινῶν, ὁ μὴ τὰ παρελθόντα κο λάζων,
ἀλλὰ τὰ μέλλοντα δοκιμάζων, ἀμνηστίᾳ παρελθὼν τὰ προλαβόντα αὐτῆς κακὰ τιμᾷ τὴν γυναῖκα καὶ ἐπαινεῖ τὴν μετά νοιαν, δικαιοῖ τὰ δάκρυα καὶ στεφανοῖ τὴν πρόθεσιν. Ὁ δὲ φαρισαῖος ὁρῶν τὸ θαῦμα πλήττεται τὴν διάνοιαν καὶ φθόνῳ βαλλόμενος οὐ παραδέχεται τῆς γυναικὸς τὴν μετάνοιαν, ἀλλὰ καὶ τὴν οὕτω τιμήσασαν τὸν κύριον ἐπιρραπίζει τῇ λοιδορίᾳ καὶ τοῦ τιμηθέντος ἐλαττοῖ τὸ ἀξίωμα ἄγνοιαν αὐτοῦ καταψηφι ζόμενος. Ἰδὼν γάρ, φησίν, ὁ φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ· Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνή, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. Ὦ ἄφρον καὶ ἀσύνετε καὶ τὰ ὅλα φαρισαῖε! Ταῦτα λέγων οὐ τῆς γυναικὸς διελέγχεις τὸν τρόπον, ἀλλὰ τῆς ἰδίας κατηγορεῖς προαιρέσεως ἀγνοεῖν αὐτὸν λέγων τίς ποτε ὑπῆρχε ἡ γυνή. Οὐκοῦν οὐχ ὡς θεὸν πάντα γινώσκοντα τῇ κλήσει ἐτίμησας· οὐκ αἰδῇ οὖν, ὦ λαμπρὲ κατήγο ρε καὶ συκοφάντα, ὅτι καλεῖς μὲν αὐτὸν ὡς θεὸν καὶ εὐλογῆσαι δυνάμενον, καταβοᾷς δὲ αὐτοῦ ὡς ἀνθρώπου καὶ μηδὲν ὑπὲρ ἡμᾶς εἰδότος. Οὗτος, φησίν, εἰ ἦν προφήτης. Καὶ πόσον σου βελτίων, ὦ φαρισαῖε, ἡ ἐν Σικήμοις γυνή, ἡ μὴ προφήτην εἰδυῖα καὶ ἐκ πρώτης ὄψεως τὸν σωτῆρα εὐγνωμόνως ὁμολογήσασα. Κύριε γάρ, φησί, θεωρῶ ὅτι προφήτης εἶ σύ. Πόσῳ δέ σου θαυμασιωτέρα καὶ αὕτη ἡ ἁμαρτωλός, ἧς τὴν μὲν ἁμαρτίαν ὁρᾷς, τὴν δὲ μετάνοιαν οὐ βλέπεις. Ἀλλὰ καὶ κατακρίνεις ἣν ὁ κριτὴς δικαιοῖ, καὶ μέμφῃ καὶ ψέγεις ἣν ὁ θεὸς ἀποδεξάμενος στεφανοῖ, ὅτι ἰδοῦσα παρά σοι θεὸν ἐν ἀνθρώπου μορφῇ κατακείμενον ἔγνω καὶ ἐτίμησε· καὶ τὰ τῆς ψυχῆς ἐκκαλύψασα τραύματα ἔλεον ᾔτησε καὶ τῶν βεβιωμένων τὴν ἀμνηστίαν. Σὺ δὲ τιμήσας τῇ κλήσει ἀτιμάζεις τῇ λοιδορίᾳ λέγων· Εἰ ἦν προφήτης ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ. Ἄθλιε! Ἐπειδὴ τὰ σὰ οὐκ ἤλεγξε κακά, ἄγνοιαν αὐτοῦ καταψηφίζῃ; Ἐπειδὴ τὴν πολλοῖς κακοῖς βεβαρημένην σου στέγην ὑπῆλθεν, ἀναιρεῖς αὐτοῦ τὴν γνῶσιν; Ἀλλ' ἐπειδὴ ἠξίωσας αὐτὸν τὴν σὴν ὑπελθεῖν στέγην, ἀνακλιθῆ ναι μετά σου καὶ χεῖρα ἐπιβαλεῖν τοῖς ἐδέσμασί σου, ἐπένευσε καὶ οὐκ ἀπηξίωσεν, ἕνα αὐτὸν τῶν πολλῶν νομίζεις; Ἄξιος δὲ ἦσθα ξενοδοχῆσαι θεὸν ἢ τράπεζαν παραθῆναι τῷ ἑτοιμάζοντι τράπε ζαν ἐν ἐρήμῳ; Ἀλλὰ φιλάνθρωπος ὢν οὐ παρῃτήσατο καὶ παρὰ τῶν σῶν οἰκετῶν πόμα καὶ σιτίον ὑποδέξασθαι. Τί οὖν αἰτιᾶσαι φιλάνθρωπον δεσπότην, ὦ φαρισαῖε, ὁμοίως εἰς πάντας τὸν τῆς χρηστότητος ζυγὸν ταλαντεύοντα; Τί δὲ τὸν κώνωπα τῆς γυναικὸς διϋλίζων τὴν κάμηλον τῶν οἰκείων κακῶν καταπίνεις; Καὶ ἐπὶ σοὶ μὲν μακρόθυμον εἶναι τὸν θεὸν βούλῃ, ἐπὶ ταύτῃ δὲ ἀπότομον; Τί ἐπ' ἀλλοτρίοις ἐγκλήμασι παροξύνεις τὸν δικαστήν, ἐπὶ τοῖς οἰκείοις συγγνώμην αἰτῶν; Τί συνεφωνήσατε σὺ καὶ Ἰούδας πειρᾶσαι τὸν κύριον; Σὺ μὲν γὰρ ὡς καθαρὸς ἀπὸ ῥύπου ἐπὶ τοῖς ἁμαρτήμασι διασύρων τὴν ἄνθρωπον ἄγνοιαν καταψη φίζῃ θεοῦ, ὁ δὲ ὡς φιλόπτωχος ἀγανακτεῖ λέγων· Τίς ἡ ἀπώλεια τοῦ μύρου τούτου; Ἠδύνατο γὰρ πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. Ὢ τῆς ἀγνώμονος γνώμης! Ὢ τῶν ἀχαρίστων τρόπων! Ἀπώλειαν τίθεις, Ἰούδα, τὴν θεραπείαν τοῦ Χριστοῦ καὶ μάταιον ἀνάλωμα καλεῖς τὸ εἰς τιμὴν προχωρῆσαν θεοῦ; Πόσον ἐδώκαμεν ὧν ἐλάβομεν; Λογισώμεθα ἀφ' οὗπερ ὁ κόσμος ἀνεδείχθη, πόσοι παρὰ τῆς αὐτοῦ φύσεως ἐλέους ῥέουσι ποταμοί, καὶ οὐ λογίζεται θεὸς ζημίαν τὴν ἀφθονίαν. Πόσας ἡ γῆ εὐωδίας βλαστάνει; Πόας ῥόδων καὶ κρίνων, καὶ στύρακα, νάρδον καὶ στακτὴν καὶ τὰ ἄλλα ἀφ' ὧν τὸ καλὸν κατασκευάζεται μύρον. Καὶ οὐ λογίζεται θεὸς ἀπώλειαν. Καὶ ἵνα μικρὸν ἀλάβα στρον μύρου τοῖς ποσὶ τοῦ Χριστοῦ ἐπιχεθῇ, γογγύζεις; Μὴ οὖν προῖκα αὐτὸ ἔλαβεν, ἵνα γογγύσῃς; Ἔλαβεν μύρον καὶ ἔδειξε μετανοίας τρόπον· ἔλαβε δάκρυα καὶ ἔστησε πηγὴν ἁμαρτη μάτων. Ποία οὖν ἐστιν ἀπώλεια, εἰ ἐσώθη ἡ γυνή, δι' ἣν ὁ παράδεισος ἀπεκλείσθη, δι' ἣν Ἀδὰμ συνεξεβλήθη; Ἀλλὰ λυπεῖ σε τοῦτο, Ἰούδα; Εἰκότως· καὶ γὰρ τὸν διάβολον
ἐλύπησεν αὐτῆς ἡ σωτηρία. Εἶδεν γὰρ δι' αὐτῆς λοιπὸν τὸ γένος πρὸς μετάνοιαν μεταβαλλόμενον καὶ δάκνεται καὶ ἀνιᾶται οὐκ ἔχων λοιπὸν δίκτυον δι' οὗ θηράσει τὸν ἄνθρωπον· ὅθεν καί σε εἰς τὸ γογγύσαι παρώρμησεν. Εἰς τί, φησίν, ἡ ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ πραθῆναι πολλοῦ. Ἤδη πρᾶσις, Ἰούδα; Ἤδη προδοσίας μελέτη, κακῶναἰνιγμάτων ἀρχή; Ἀλλ' ὁ Ἰησοῦς οὐκ ἐλέγχει αὐτοῦ τὴν νόσον, οὐ γυμνοῖ τὸ φιλάργυρον, ἵνα μὴ τὴν μέλλουσαν προδοσίαν ἀνακρούσηται. Χριστὸς δὲ ἐπιπλήττων λέγει· Τί κόπους παρέχετε τῇ γυναικί; Τί πρὸς τοῖς προλαβοῦσι κακοῖς κακίζετε τὴν ἄνθρω πον; Αὐτάρκως ἔκαμε τὸ τῶν γυναικῶν γένος· μηδεὶς αὐτῶν τὴν σωτηρίαν ἐμποδιζέτω, μηδεὶς κοπούτω τὴν λούσασαν μύρῳ τοὺς πόδας τοὺς ὑπὲρ αὐτῆς βαδίσαντας ἐπὶ γῆς. Τοὺς πτωχοὺς γὰρ ἔχετε μεθ' ἑαυτῶν, λάβετε δὲ κἀμὲ μετὰ τῶν πτωχῶν· δι' ὑμᾶς γὰρ ἐπτώχευσα πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐμῇ πτωχείᾳ πλουτήσητε. Ἀναιρεῖτέ με καὶ οὐκ ἐγκαλῶ· ἐνταφιάζει με αὕτη καὶ γογγύζετε; Βαλοῦσα γὰρ αὕτη τὸ μύρον ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με πεποίηκεν. Οὐκ αἰδῇ οὖν, Ἰούδα, ὅτι αὕτη μὲν ἁμαρτωλὸς οὖσα μύροις με τιμᾷ, σὺ δὲ ἀπόστολος ὢν πράσει με καθυβρίζεις; Καὶ ἡ μὲν γυνὴ τὰ πρὸς τάφον ἑτοιμάζει, ὁ δὲ μαθητὴς τῷ θανάτῳ προδίδωσιν. Ἁμαρτωλός ἐστιν ἡ γυνή, οἶδα· ἀλλ' οὐδὲν εἶχέ μοι χαρίσασθαι ἢ πηγὴν δακρύων, πηγῇ τὴν πηγὴν ἐξευμενίζουσα, ἀκτήμονι διδασκάλῳ ἄϋλον ἱλαστήριον προσκο μίζουσα. Ἀλλὰ καὶ δοκιμάζεις, ἄθλιε, τὸ μύρον τριακοσίων δηναρίων ἄξιον λέγων· δοκιμάζεις δὲ οὐχ ἵνα αὐτῆς τὴν μεγα λοψυχίαν ἐπαινέσῃς, ὅτι ὅλον τὸν ἐκ κακῶν συναχθέντα πλοῦτον εἰς τιμὴν μύρου κατανάλωσεν, ἀλλ' ἵνα γογγύζων δείξῃς ὡς ἀπεύκτῳ περιέπεσας κακῷ τοσοῦτον ζημιωθείς. Ἀλλ' οὐ μέγα, εἰ τριακοσίων δηναρίων στέρησιν δυσχεραίνεις, ὅπου τριάκοντα λαβὼν ἀπέδου με τὸν κύριον. Τί γάρ, φησί, θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν. Ἄθλιε, δοῦλος δεσπότην πωλεῖ; Ἀντέστραπται ἡ τάξις· καὶ ἐγὼ μὲν σὲ τῆς ἁμαρτίας τῷ οἰκείῳ ὠνοῦμαι αἵματι, σὺ δὲ μὲ τριάκοντα ἀπεμπολεῖς ὀβολῶν; Εἶτα δὲ ἄνθρωπος θεὸν πωλεῖ; Δεδόσθω δὲ ὅτι πωλεῖ, τίς ὁ ὠνούμενος; Πόσου δέ τις ἀγοράσει θεόν; Τί δὲ καὶ εὔωνον ποιεῖς τὸ πρᾶγμα; Τριάκοντά τις ὀβολῶν θεὸν πωλεῖ ἐν ἀνθρώπου μορφῇ, ὡς οἰκέτην, ὡς βάρβαρον; Κἂν διάκρινον, πόσου μὲν τὸν ἐνοικοῦντα θεόν, πόσου δὲ τὸν φαινόμενον ἄνθρωπον; Τί μοι, φησί, θέλετε δοῦναι; Σὺ τί θέλεις λαβεῖν; Ἐκεῖνοι γὰρ οὐδὲν ἔχουσι δοῦναι ἀντάξιον θεοῦ. Καὶ ἔστησαν αὐτῷ, φησί, τριάκοντα ἀργύρια. Τριάκοντα ὀβολῶν ἄμισθόν τις ἰατρὸν πωλεῖ, ἰατρὸν τυφλοὺς ὀμματοῦντα, χωλοὺς πρὸς δρόμον ἐγείροντα; Ταῦτα λέγω, ἵνα σου κατηχήσω τὴν διάνοιαν, ὅτι κόπους παρέχετε τῇ γυναικί, ὅτι τὸν ἐν νεκροῖς ἐλεύθερον καὶ πρὸ τοῦ θανάτου ὡς νεκρὸν ἐτίμησεν, ὅτι διὰ τοῦ μύρου τῆς ταφῆς καὶ τῆς ἀναστάσεως τὴν χάριν προεσήμανεν. Ἀλλὰ σὺ μὲν καρπὸν τῆς προδοσίας τὸν σχοῖνον ἕξεις, ταύτης δὲ ἡ μνήμη, ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον, ἀνεξάλειπτος ἔσται. Εἶπε καὶ γέγονε τὸ ἔργον οὕτως· ὅτι τὸ τοῦ Ἀαρών, τὸ τοῦ Ἐλεάζαρ πέπαυται μύρον καὶ τὸ κέρας ἤργησε, τὸ δὲ ἀλάβαστρον ταύτης παντὶ τῷ αἰῶνι συνεπεκτείνεται ἀκένωτον ἔχον τῆς μνήμης τὴν εὐωδίαν. Ἀλλὰ πρὸς μὲν τὸν Ἰούδαν οὕτως, πρὸς δὲ τὸν φαρισαῖον γογγύζοντα Χριστὸς οὕτως λέγει· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὢ χάριτος ἀφράστου! Ὢ φιλανθρωπίας ἀρρήτου! Θεὸς καὶ ἄνθρωπος κοινολογοῦνται καὶ προτίθησι πρόβλημα καὶ κανόνα φιλανθρωπίας ἐκλύων αὐτοῦ τὴν πονηρίαν. Σίμων γάρ, φησίν, ἔχω σοί τι εἰπεῖν· ἔχω εἰπεῖν ὃ μηδενὶ τῶν παλαιῶν εἶπον, οὐ πατριάρχῃ, οὐ προφήτῃ, οὐ νομοθέτῃ. Τότε μὲν γὰρ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος ἐζήτουν τὸ δίκαιον ἀπαιτῶν· ἀλλ' ἐπειδὴ οὐ δύνασθε φέρειν τὸ δίκαιον, χάριν ἀντεισάγω τῷ νόμῳ, ἀλάλητόν σοι μυστήριον ἐρῶ. Ὁ δέ φησι· διδάσκαλε εἰπέ. Δύο χρεωφειλέται ἦσαν ἑνὶ ἀνδρί. Ὅρα θεοῦ σοφίαν·
ἀποσιωπᾷ τὴν γυναῖκα, ἵνα μὴ κακουργήσῃ τὴν ἀπόκρισιν. Ὁ εἷς, φησίν, ὤφειλε δηνάρια πεντακόσια καὶ ὁ ἕτερος πεντήκοντα. Φοβερὸς τοῦ διηγήματος ὁ τρόπος· γραμματεῖόν ἐστιν ὁ ἡμέτερος βίος ἀοράτως γράφων καὶ λογισμοὺς καὶ πράξεις καὶ ὀφθαλμῶν ῥεμβασμοὺς καὶ ψυχῆς κινήματα. Ἀλλὰ λύει τὸν φόβον ὁ φιλάνθρωπος δανειστής, ὁ τὰ χειρόγραφα διαρρήσσων τῆς ἁμαρτίας καὶ οὐ μόνον διαρρήσσων ἀλλὰ καὶ λεαίνων τοῖς ὕδασι τοῦ βαπτίσματος, ἵνα μὴ ἴχνος στοιχείου ἢ συλλαβῆς ἀπομεῖναν ὑπόμνημα γένηται τῶν παρωχηκότων κακῶν. Μὴ ἐχόντων οὖν, φησίν, αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. Εἶδες φιλάνθρωπον δανειστήν, πῶς δανείζει μέν, οὐκ ἀπολαμβάνει δέ; Πῶς δὲ ἀγνωμονούμενος οὐ ναρκᾷ, ἀλλ' ἥπλωται αὐτοῦ τοῖς αἰτοῦσιν ἡ χείρ; Μὴ ἐχόντων, φησίν, αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. Ἀφῆκε μὴ ἐχόντων, οὐχὶ μὴ θελόντων· ἕτερον γὰρ μὴ ἔχειν καὶ ἕτερον μὴ θέλειν. Οἷόν τι λέγω· θεὸς οὐδὲν παρ' ἡμῶν ζητεῖ ἢ μετάνοιαν, ὅθεν βούλεται ἡμᾶς χαίρειν ἀεὶ καὶ προστρέχειν τῇ μετανοίᾳ. Ἐὰν οὖν θελόντων ἡμῶν μετανοῆσαι τὸ πλῆθος τῶν ἁμαρτιῶν ἄτονον τὴν μετάνοιαν ἡμῶν δείξῃ, οὐ παρὰ τὸ μὴ θέλειν, ἀλλὰ παρὰ τὸ μὴ ἔχειν οὐκ ἐκτίννυμεν τὸ χρέος. Διὰ τοῦτο οὖν λέγει· Μὴ ἐχόντων αὐτῶν, ἵνα δείξῃ ὅτι ἰδὼν αὐτοὺς βουλομένους διὰ μετανοίας ἀποδοῦναι τὸ χρέος, μὴ δυναμένους δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν, ὡς φιλάνθρωπος αὐτοῖς συνεχώρησε οὐκ ἀπὸ πράξεως ἀλλ' ἀπὸ προαιρέσεως ἐλευθερώσας τῆς ὀφειλῆς τὸ ὑπόχρεον. Μὴ ἐχόντων οὖν αὐτῶν ἀποδοῦναι μὴ μαστίξας, μὴ στρεβλώσας, μὴ ὕβρει παραδοὺς ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτὸν ὀφείλει πλέον ἀγαπῆσαι; Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Βλέπε τοῦ φαρισαίου τὸ δεινόν· ὡς εἶδεν ἑαυτὸν τῷ λόγῳ ἤδη τῆς ἀληθείας ἀποκλειόμενον, τὸ ὑπολαμβάνω τέθεικε φοβούμενος τελείαν τὴν ἀπόκρισιν δοῦναι. Ὁ δὲ κύριος οὐ τὴν γνώμην αὐτοῦ ἀνέγραφεν, ἀλλὰ τὴν ἀπόκρισιν ἁρπάσας λέγει αὐτῷ· Ὀρθῶς ἀπεκρίθης. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα, τὴν ἁμαρτωλόν, τήν σοι μὲν ἀπηγορευμένην, ἐμοὶ δὲ σῳζομένην; Εἰσῆλθον εἰς τὸν οἶκόν σου–σὸς γὰρ ὁ οἶκος καὶ οὐκ ἐμός, ὁ λοιδορίας μεστός–ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας, πόδας τοὺς διά σε κονισθέντας, τοὺς κόπον ὑπομείναντας ἵνα κόπων τοὺς κοπιῶντας καὶ πεφορτισμένους ἐλευθερώσω. Ἐξ ἡμισείας τὴν τιμὴν προσήνεγκας τὰ μὲν ἄνωθεν θαυμάσας, τὰ δὲ κάτωθεν μὴ θεραπεύσας. Ἀλλὰ σὺ μὲν ὕδωρ εἰς τοὺς πόδας μου οὐκ ἔδωκας, αὕτη δὲ πηγὰς δακρύων ἐκ τῶν βλεφάρων ἀφεῖσα τῆς ἁμαρτίας αὐτῆς τὸν ῥύπον ἀπέσμηξε. Σύ μοι φίλημα οὐκ ἔδωκας, ὡς εἴθε μή τε Ἰούδας ὁ φιλήματι τὴν προδοσίαν ἐργασάμενος· αὕτη δὲ ἀφ' ἧς εἰσῆλθεν οὐ διέλειπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, ἔλαιον γὰρ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Πῶς γὰρ εἶχες τὴν κεφαλὴν τιμῆσαι ὁ ποδῶν ἀμελήσας; Αὕτη δὲ καὶ τοὺς πόδας μου προφητικῶς ἤλειψε μύρῳ· Μύρον γάρ, φησίν, ἐκκενωθὲν ὄνομά σοι· ἐκκενωθέν, οὐκ ἐκχυθέν. Ἐπειδὴ γὰρ τὸ σκεῦος τῆς Ἰουδαϊκῆς γνώμης ὑπόσαθρον ἦν, διὰ τοῦτο ἐκ τῆς ἀλαβαστροθήκης ὑμῶν ἐν τοῖς ποσί μου ἐξεκενώθη τὸ μύρον, ἵνα δι' ἐμοῦ εἰς τὰ ἔθνη μετοχετευθῇ τῆς εὐωδίας ἡ χάρις. Οὗ χάριν λέγω σοι· Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί· ὅτι σὺ μὲν ὁμορρόφιόν με δεξάμενος οὐδὲ φιλήματί με ἐτίμησας οὐδὲ ἀλείμματί με ἐθεράπευσας, αὕτη δὲ πολλῶν κακῶν ἀμνηστίαν λαβοῦσα ἐτίμησέ με ἐκ δακρύων καὶ μύρων οἱονεὶ διφυῆ κρατῆρα κερασαμένη. Μακαρίσωμεν οὖν τὴν ἄνθρωπον τὴν τὰ τῆς Εὔας καλύψασαν κακά, τὴν ἁμαρτωλόν, τὴν πόρνην, τὴν πρόξενον τῶν ἀγαθῶν, τὴν δείξασαν μετανοίας τρόπον καὶ γυμνώσασαν φιλανθρωπίας νόμον, τὴν αὐτὸν τὸν κριτὴν συνήγορον ἐσχηκυῖαν, τὴν δάκρυσι νικήσασαν τὸν τῆς κρίσεως ὀδυρμόν. Ὅσοι οὖν πάρεστε, ζηλώσατε ἅπερ ἠκούσατε καὶ τῆς πόρνης μὴ τὴν
ἡδονήν, ἀλλὰ τὸν θρῆνον μιμήσασθε. Ἡ ἡδονὴ μὲν γὰρ τὸν θρῆνον ἐγέννησεν, ὁ θρῆνος δὲ τῶν κακῶν τὴν λύσιν προεξένη σε. Λούσατε οὖν ὑμῶν μὴ ὕδασιν, ἀλλὰ δάκρυσι τὸ σῶμα· ἀλείψατε μὴ μύροις, ἀλλ' ἁγνείᾳ τὰ μέλη. Ἐνδύσασθε μὴ τὰ Σηρῶν ὑφάσματα, ἀλλὰ τὸ ἄφθαρτον τῆς σωφροσύνης ἱμάτιον, ἵνα τῆς αὐτῆς τύχητε δόξης, χάριν ἀναπέμποντες τῷ ἀμνῷ τοῦ θεοῦ τῷ αἴροντι τὴν ἁμαρτίαν τοῦ κόσμου, ᾧ ἡ δόξα καὶ ἡ τιμή, σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
/=In diem sabbati sancti<br> Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος τῷ ἁγίῳ σαββάτῳ. =/ Ἐπιτάφιον ἑορτὴν τοῦ σωτῆρος ἡμῶν ἑορτάζομεν σήμερον. Καὶ ὁ μὲν παρὰ τοῖς νεκροῖς κάτω τοῦ θανάτου τὰ δεσμὰ διαλύων καὶ φωτὸς τὸν ᾅδην πληρῶν καὶ ἀφυπνίζων τοὺς κεκοιμημένους, ἡμεῖς δὲ χορεύομεν ὑπὲρ γῆν τὴν ἀνάστασιν φανταζόμενοι καὶ οὐ δεδοίκαμεν τὴν φθοράν, μὴ κατισχύσῃ τῆς ἀφθαρσίας. Οὐ δώσεις γάρ, φησίν, τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Καὶ ἴσως ἡμῶν τὴν φιλοσοφίαν γελῶσι Ἰουδαῖοι καὶ Ἕλληνες· οἱ μὲν ἕτερον Χριστὸν προσδεχόμενοι, οἱ δὲ τάφοις ἐναποκλείσαντες αὐτῶν τὰς ἐλπίδας, περὶ ὧν εἰκότως ὁ προφήτης φησίν· Οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Ἀλλ' οἱ μὲν γελῶντες στενάζουσι–στενάξουσι γὰρ ὕστερον ὁρῶντες εἰς ὃν ἐξεκέντησαν καὶ ἐξύβρισαν–, ἡμεῖς δὲ δακρύοντες ἡδονῇ τὸ πάθος κεράσωμεν. Ἥρπασεν ὁ θάνατος τὸν δεσπότην Χριστόν, ἀλλ' οὐ καθέξει παρ' ἑαυτῷ τὴν ζωήν. Κατέπιεν ἀγνοήσας, ἀλλ' ἐξεμέσει πολλοὺς σὺν αὐτῷ. Ἑκὼν κατέχεται νῦν, μετὰ ταύτην τὴν ἡμέραν σκυλεύσας τὸν ᾅδην ἀνίσταται. Χθὲς ἠμαύρωσε τὸν ἥλιον σταυρωθεὶς καὶ μεσούσης ἡμέρας ἐπεισῆλθεν νύξ, σήμερον ὁ θάνατος παραλύεται ξένον νεκρὸν εἰσδεξάμενος.
Χθὲς ἐπένθησεν ἡ κτίσις τὴν τῶν Ἰουδαίων μανίαν ὁρῶσα καὶ στολὴν πενθικὴν τὸ σκότος ἐνεδύσατο, σήμερον ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα. Χθὲς ἐδονήθη ἡ γῆ καὶ περὶ φυγῆς ἐβουλεύετο καὶ διαστῆναι τοῖς ἐνοικοῦσιν ἠπείλει καὶ τὰ μὲν ὄρη ἐκόπτετο, ἐσχίζοντο δὲ αἱ πέτραι· γυμνὸς δὲ ἦν ὁ ναὸς καθάπερ ἔμπνους τὸ ἱμάτιον διαρρήξας, δι' ὧν ἔπαθε δεικνὺς ὡς ἐβεβηλώθη τὰ ἅγια. Τὰ ἄψυχα τοῦ τολμήματος αἴσθετο, οἱ δὲ ταῦτα τολμῶντες ἀναισθήτους εἶχον ψυχάς. Ἠγανάκτει τὰ στοιχεῖα καὶ μικροῦ τὴν τάξιν ἀπέλιπε καὶ σύγχυσιν εἰργάσατο τοῦ παντός, εἰ μὴ τοῦ δημιουργοῦ τῆς βουλήσεως ᾔσθετο, ὅτι μὴ ἄκων ὑβρίζετο. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ξύλῳ τανύεται ὁ λόγῳ τείνας τὸν οὐρανόν, καὶ δεσμοῖς περιβάλλεται ὁ δήσας ψάμμῳ τὴν θάλασσαν, καὶ ποτίζεται χολὴν ὁ τὰς πηγὰς τοῦ μέλιτος χαρισάμενος, καὶ στεφανοῦται ἀκάνθαις ὁ τὴν γῆν στεφανώσας τοῖς ἄνθεσι, καὶ τύπτεται μὲν καλάμῳ τὴν κεφαλὴν ὁ πατάξας τὴν Αἴγυπτον ταῖς δέκα πληγαῖς καὶ τὴν κεφαλὴν τοῦ Φαραὼ καλύψας τοῖς ὕδασιν, ἐμπτύεται δὲ τὸ πρόσωπον ὃν ἰδεῖν οὐ φέρει τὰ χερουβίμ. Ταῦτα δὲ πάσχων ὑπὲρ τῶν σταυρούντων προσηύχετο λέγων· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
Ἀγαθότητι τὴν κακίαν νικᾷ, ἀπολογεῖται ὑπὲρ τῶν χριστοκτόνων εἰς σωτηρίαν αὐτοὺς σαγηνεύων, λύει τὸ ἔγκλημα τὴν ἄγνοιαν αἰτιώμενος, οὐ χαλεπαίνει τῆς ἐκείνων παροινίας γινόμενος παίγνιον, δέχεται τὴν μέθην καὶ φιλανθρωπίᾳ καλεῖ πρὸς μετάνοιαν. Τί δεῖ λέγειν τὰ πλείω; Οὐδὲν τῆς ἀγαθότητος ἀπωνάμενοι ἐγκλείουσι τάφῳ ὃν οὐδὲν τῶν ὄντων χωρεῖ καὶ σήμαντρα ἐπιτιθέασι ἡμῖν τὴν σωτηρίαν φυλάττοντες καὶ δεδιότες τὴν ἀνάστασιν στρατιώτας φύλακας ἐφιστῶσι τῷ μνήματι. Τίς εἶδε νεκρὸν φυλαττόμενον; Μᾶλλον δὲ τίς εἶδε νεκρὸν πολεμούμενον; Τίς ἤκουσε τελευτὴν ἀμφιβαλλομένην καὶ δέος ἐμποιοῦσαν τοῖς ἐργασαμένοις; Τίς οὐκ ἐπαύσατο πρὸς ἐχθρὸν τὴν ψυχὴν ἀφειλάμενος; Τίς οὐ κατέλυσεν ἔχθραν ἀρκεσθεὶς θανάτῳ τοῦ δυσμενοῦς; Τί ὃν ἀνήλωσας δειλιᾷς, ὦ Ἰουδαῖε; Τί φοβῇ ὃν ἀπέκτεινας; Τί τρέμεις τὸν μεταστάντα; Τί δέδοικας τὸν ἀναιρεθέντα; Τί ὃν ἐσταύρωσας ἀγωνιᾷς; Ἔχεις ἀπὸ τῆς σφαγῆς τὴν ἀσφάλειαν.
Θάρρει· εἰ ψιλὸς ἄνθρωπος ὁ τεθνηκώς, οὐκ ἀνίσταται· εἰ ψιλὸς ἄνθρωπος, καλῶς ἔπηξας τὸν σταυρόν· εἰ ψιλὸς ἄνθρωπος, οὐκ ἀληθεύει Λύσατε τὸν ναὸν τοῦτον εἰπὼν καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· εἰ ψιλὸς ἄνθρωπος, τῷ θανάτῳ κατέχεται· εἰ ψιλὸς ἄνθρωπος, τί τὸν τάφον σφραγίζεις, ἀνόητε; Περίμεινον τὴν τρίτην ἡμέραν καὶ ὄψῃ τῆς ἑαυτοῦ μανίας τὸν ἔλεγχον. Παῦσαι περιεργαζόμενος καὶ θεάσῃ τῶν πραγμάτων τὴν ἔκβασιν· παῦσαι λυττῶν κατὰ τῆς ἀληθείας· παῦσαι θεῷ πολεμῶν καὶ τῷ πολεμεῖν κατατιτρώσκων ἑαυτόν· παῦσαι τὸν ἥλιον τῆς δικαιοσύνης ὑβρίζων καὶ νομίζων τὰς ἀκτῖνας ἐκείνας σβεννύειν· παῦσαι τὴν πηγὴν τῆς ζωῆς προσχῶσαι φιλονεικῶν· παῦσαι τοῖς ἄρχουσι ἐνοχλῶν καὶ περὶ φρουρᾶς διαλεγόμενος· παῦσαι τὸ ψεῦδος ὠνούμενος καὶ τοὺς ὁπλίτας κινῶν. Μὴ κάμῃς ἀνόνητα, μὴ εἰς ἀσέβειαν ἀναλώσῃς τὰ σά, μὴ κατὰ θεοῦ φαντάζου τὴν νίκην, μὴ δῷς μισθὸν στρατιώταις ἕτερα ἀνθ' ἑτέρων εἰπεῖν, μὴ παρακοιμίσῃς τὸν ὄχλον τῷ μνήματι, μὴ θαρρήσῃς τοῖς ὅπλοις. Ὅπλοις ἀνάστασις οὐ κωλύεται, οὐκ ἐμποδίζεται ταῖς σφραγίσιν, οὐκ εἴργεται στρατιώταις, οὐ κλέπτεται χρήμασιν.
Ἀλλ' ἀπιστεῖς; Μὴ οὐκ εἶδες τὸν Λάζαρον πάλαι καθάπερ ὕπνον τὸν θάνατον ἀποσεισάμενον; Εἶδες πῶς ἠκολούθησε τῷ προστάγματι ὁ νεκρὸς καὶ ὁ δεσμὸς οὐκ ἐκώλυσε; Εἶδες πῶς σὺν αὐταῖς κηρίαις ἐβάδιζε τὸ Δεῦρο ἔξω ἀκούσας; Εἶδες πῶς ἥρμοσεν ἡ φωνὴ τὸν διαλυθέντα θανάτῳ; Ὁ ἐκεῖνα δυνηθεὶς καὶ ταῦτα δυνήσεται, ὁ τὸν δοῦλον ἀναστήσας αὐτὸς πολλῷ πλέον ἐγείρεται, ὁ ζωογονήσας τὸν σεσηπότα οὐκ ἐάσει νεκρὸν ἑαυτόν. Ἀλλὰ γὰρ ἡ τυφλότης τῶν Ἰουδαίων πολλὴ καὶ ὁρῶσα τὰ θαύματα οὐχ ὁρᾷ· ὀφθαλμοὺς ἔχουσιν καὶ οὐ βλέπουσιν, ὦτα ἔχουσι καὶ οὐκ ἀκούουσιν. Ὁ θεὸς γὰρ τοῦ αἰῶνος τούτου ἐτύφλωσε αὐτῶν τὰς καρδίας πρὸς τὸ μὴ καταυγάσαι αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης. Ἀλλ' ἐκείνους μὲν τέως ἐάσωμεν τῇ ἀπιστίᾳ, ἡμεῖς δὲ λέγωμεν μετὰ τῶν περὶ Μαριὰν τὴν πιστὴν κατὰ διάνοιαν ἀναπλάττοντες ἑαυτοῖς τοῦ σωτῆρος τὸν τάφον· Ἦραν ἡμῶν τὸν κύριον καὶ οὐκ οἴδαμεν τί ἐποίησαν αὐτόν. Αὐτῷ ἡ δόξα σὺν τῷ ἀχράντῳ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
/= Epistula synodalis<br> Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐπιστολὴ συνοδική. =/ Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶν γράμματα, περιήγγειλεν εἰς ἡμᾶς ἡ φήμη καὶ τὸ τῆς πίστεως ὑμῶν ἀκραιφνὲς καὶ πρὸς τοὺς κινδύνους παρατεταμένον καὶ πρὸς τὰ παθήματα τὰ ὑπὲρ Χριστοῦ καρτερικὸν καὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τὸ τῆς μελλούσης ἐλπίδος ἐν ὑμῖν βέβαιον. Ἐπεὶ δὲ καὶ τοῖς γράμμασι τῆς εὐλαβείας ὑμῶν ἐντετυχήκαμεν, εἴδομεν ὄντως ἐκκλησίας ἀποστολικῆς χαρακτῆρα καὶ ποιμένων ἀγαθῶν ζῆλον καὶ σπουδὴν ἄοκνον ἀληθινοῖς χριστιανοῖς πρέπουσαν. Τὸ γὰρ μήτε τῆς ὁδοῦ μῆκος ὑπολογίσασθαι μήτε διεσπασμένως τὰς πεύσεις προσα γαγεῖν, ἀλλὰ κοινῇ διὰ τῶν γραμμάτων ποιήσασθαι τὴν ἐρώτη σιν, λίαν ἡμᾶς εὐέλπιδας πεποίηκεν ὅτι συμφώνως ἐπιστείλαντες συμφώνως καὶ τὰς ἀποκρίσεις παρ' ἡμῶν δέξασθε· καὶ οἷόν τι προοίμιον τῆς τελειοτέρας ὁμονοίας τὴν ἐν τοῖς γράμμασιν ὑμῶν ὁμόνοιαν ἐδεξάμεθα. Καὶ δι' εὐχῆς μὲν ἦν ἡμῖν καὶ τὸν θαυμασιώ τατον καὶ μετὰ πάσης αἰδοῦς ὀνομαζόμενον ἐπίσκοπον Βασί λειον καὶ παρόντα δέξασθαι τῇ συνόδῳ καὶ κοινωνόν, μᾶλλον δὲ ἔξαρχον τῶν πρὸς ὑμᾶς πραγμάτων ἔχειν.
Ἐπεὶ δὲ ἐκεῖνον ἀρρωστία σώματος ὑπερβάλλουσα πρὸς τὴν ἄφιξιν διεκώλυ σεν, τελείας μέν ἐστιν ἀγάπης ὑμῶν μήτε τὰ τῆς ἡμετέρας βραχύτητος παριδεῖν γράμματα. Οὐ μέντοι τὴν ἁγίαν ὑμῶν ἐκκλησίαν ἄμοιρον καὶ τῆς ἐκείνου φωνῆς περιείδομεν· ἀλλ' ἔχοντες αὐτοῦ σύγγραμμα περὶ ταύτης ἰδικῶς αὐτῷ τῆς ὑποθέσεως πεπονημένον κἀκεῖνον διὰ τοῦ γράμματος ἔχομεν ἡμῖν συμφθεγγόμενον. Τίς οὖν ἡ πρὸς τὴν πεῦσιν ἀπόκρισις; Τὴν ἁγίαν σύνοδον τῶν πατέρων τῶν ἐν Νικαίᾳ σύνοδον ὄντως καθολικὴν καὶ ἀποστολικὴν γνωρίζομεν, καὶ πίστιν τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν πατέρων τηνικαῦτα φυλάττομεν ἀκίνητον καὶ πρὸς τὸ διηνεκὲς ἀσπάρακτον μένειν εὔχομαι. Γέγονε δὲ τότε τοῖς πατράσιν ἀναγ καιότερον πλατύτερον ἐξηγήσασθαι περὶ τῆς δόξης τοῦ μονογε νοῦς, ἐπειδὴ τότε νεωστὶ φυομένην τὴν αἵρεσιν τοῦ Ἀρείου διὰ σπουδῆς ἔσχον ἐκκόψαι τὰ πρῶτα αὐτῆς προαναιροῦντες σπέρ ματα, πρὶν τελέως ἐκτραχυνθῆναι τὴν ἄκανθαν. Σεσιγημένου δὲ τηνικαῦτα τοῦ κατὰ τὸ πνεῦμα ζητήματος διὰ τοῦτο πλατύτερον μὲν οὐδὲν προσέθεσαν· τοῖς μέντοι γε συνετῶς ἀναγινώσκουσιν αὐτάρκης καὶ ἡ περὶ τοῦ πνεύματος ἐν ἐκείνῃ τῇ πίστει διδασκα λία.
Ὥσπερ εἰς πατέρα καὶ υἱὸν πιστεύειν, οὕτω καὶ εἰς τὸ πνεῦμα πιστεύειν ἐδογμάτισαν, μήτε ἑτέραν τινὰ φύσιν ἐπεισάγοντες τῇ θείᾳ καὶ μακαρίᾳ τριάδι μήτε τι τῶν ἐκ τῆς τριάδος ἀποτέμνοντες εἰς τὴν τῆς πίστεως ἔκθεσιν. Ἐπεὶ δὲ πρόσφατον ὁ σατανᾶς διασαλεύειν τὰς ἐκκλησίας ἐπιχειρῶν ἐνέβαλέ τισι περὶ τοῦ πνεύματος δισταγμόν, ἀναγκαῖον ἐπὶ τὴν πηγὴν ἀνατρέχειν τῆς πίστεως ἐξ ἧς καὶ οἱ κατὰ Νίκαιαν πατέρες ἀναρυσάμενοι τὴν ἔκθεσιν τῆς πίστεως ἐποίησαν. Τίς οὖν ἡμῶν ἡ τῆς πίστεως τελειότης; Ἡ τοῦ κυρίου παράδοσις ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐνετείλατο προστάξας· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Δῆλον ὅτι τὴν ἐντολὴν ἐδεξάμεθα οὐ μόνον εἰς τὸ βαπτίζειν οὕτως, ἀλλὰ καὶ εἰς τὸ μαθητεύειν οὕτως, ὡς διὰ ταύτης τῆς ἐντολῆς καὶ τὴν Σαβελλίου νόσον ἀποκλεισθῆναι τῶν τριῶν ὑποστάσεων καθαρῶς ἡμῖν παραδοθεισῶν, καὶ τῶν Ἀνο μοίων καὶ τῶν Ἀρειανῶν καὶ τῶν Πνευματομάχων ἐμφραγῆναι τὰ στόματα τῶν μὲν προσώπων καὶ τῶν ὑποστάσεων τριῶν δηλου μένων, τῆς δὲ φύσεως καὶ τῆς θεότητος μιᾶς ὁμολογηθείσης.
Ἀνάγκη τοίνυν οὕτως ἡμᾶς βαπτίζειν ὡς ἐδιδάχθημεν, καὶ οὕτω πιστεύειν ὡς ἐβαπτίσθημεν, καὶ οὕτω δοξάζειν ὡς ἐπιστεύσαμεν. Πολλὰ γὰρ τῇ διανοίᾳ περισκοποῦντες καὶ πανταχοῦ στραφέντες τοῖς λογισμοῖς οὐδὲν ἐπινοῆσαι δυνάμεθα μεταξὺ τοῦ κτιστοῦ καὶ τῆς κτίσεως, ὥστε εἰ τῆς θεότητος τὸ πνεῦμα χωρίζομεν, ἀνάγκη μετὰ τῶν κτισμάτων αὐτὸ καταριθμεῖν. Εἰ δὲ κτίσμα τολμήσοιμεν εἰπεῖν, πῶς δυνατὸν ἐν τῷ βαπτίσματι μιχθῆναι; Τὴν πολυθεΐαν οὕτως ὡς καὶ τὴν ἀθεΐαν κακίζομεν· καὶ οὔτε τρεῖς ἀρχὰς οὔτε τρεῖς θεοὺς οὔτε τρεῖς διαφόρους καταγγέλλομεν φύσεις, ἀλλὰ ἀρχὴν τῶν ὅλων τὸν πατέρα γινώσκοντες οὔτε τινὰ τῶν τριῶν ὑποστάσεων ἀθετοῦμεν καὶ τὸ σεμνὸν τῶν θείων γραφῶν καὶ τὰς ἐφ' ἕκαστον μαρτυρίας προσάγοντες. Ἀλλ' ἐπειδὴ καὶ μέτρον ἐπιστολῆς ἐκφεύγει τὸ περὶ τούτων λεπτολογεῖν καὶ τὴν ὑμετέραν ἀγάπην ἐπιστεύσαμεν ἀρκεσθή σεσθαι τῷ κεφαλαίῳ τῆς ἡμετέρας ἐκθέσεως καὶ τὰ λοιπὰ προσθήσειν οἴκοθεν–Δίδου γάρ, φησί, σοφῷ ἀφορμὴν καὶ σοφώτε ρος ἔσται–, καὶ ταῦτα ἀποχρώντως γεγραφέναι νομίζομεν. Οἷς ἀρκεῖ βραχεῖαν προσθεῖναι παράκλησιν. Παρακαλοῦμεν γὰρ μένειν ὑμᾶς υἱοὺς εἰρήνης, ἵνα πληρώσητε τὴν ἀποστολικὴν ἐντολήν, σύμψυχοι τὸ ἓν φρονοῦντες καὶ τῶν παθημάτων τῶν ὑπὲρ Χριστοῦ κεκοινωνηκότες.
Μὴ δῶτε τῷ πονηρῷ διαζεῦξαι τὰ καλῶς συνημμένα μήτε τοῖς λύκοις ἑαυτοὺς εὐαλωτοτέρους ποιήσητε τῇ διχοστασίᾳ τὰς ἐκείνων βεβαιοῦντες εὐχάς. Ἐμάθο μεν γὰρ ὅσους ἄθλους ὑπὲρ τῆς ὀρθοδοξίας ὑπέστητε. Τὰς οὖν ἀπειλὰς καὶ τὰς ἀνάγκας τὰς παρὰ τῶν ὑπεναντίων νικήσαντες μηδένα δῶτε διαστάσει καιρόν, μήποτε κατὰ βραχὺ παρεισρυό μενον μῖσος, ἐὰν σχῇ τόπον, μεγάλους ὑμῖν κρημνοὺς ὑποθήσῃ. Ἀλλὰ καὶ ἐν ταῖς δοξολογίαις τὸ πνεῦμα πατρὶ καὶ υἱῷ χρὴ συνδοξάζειν καὶ εἰδέναι τοῦτο, ὅτι οἱ τὴν ἀσυγχώρητον ἁμαρτίαν διὰ τῆς εἰς τὸ πνεῦμα βλασφημίας ἐξαμαρτάνοντες εἰκῆ παραι τοῦνται τὴν πρὸς τοὺς Ἀρειανοὺς κοινωνίαν. Μετὰ γὰρ ἐκείνων κατακριθήσονται. Εὐχόμεθα δὲ ὑμᾶς ἄτμητον τὸ σῶμα τῆς ἐκκλησίας ἀφιλονείκως φυλάξαντας, εἰρηνικῶς μὲν ἐν τῷ νῦν αἰῶνι τὸν λειπόμενον διάγειν χρόνον, ἐνδόξως δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως παραστῆναι τῷ τοῦ Χριστοῦ βήματι.