PG 39Didymus Alexandrinus
Fragments on 2 Samuel
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 1115–1116page 1 of 2
PG 39:1115τὴν ἡμετέραν δόξαν, τότε σὺ ἐπακολουθήσεις. οἷα θε ράπων δεσπότῃ. Στ. κγ'. Καὶ ἀφελῶ τὴν χεῖρα, καὶ τότε ὄψει τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθή σεταί σοι. Διδύμου. Ἡ μὲν προκόσμιος ὕπαρξίς τε και θειό της δηλοῦται διὰ τοῦ προσώπου· ἡ δὲ δημιουργία καὶ πρόνοια, διὰ τῶν ὀπίσω ΚΕΦ. ΛΔ', στ. β'. Και γίνου ἕτοιμος εἰς τὸ πρωί, καὶ ἀναβήσῃ τὸ πρωΐ εἰς τὸ ὄρος τὸ Σινᾶ, καὶ στήσῃ μοι ἐκεῖ ἐπ' ἄκρου τοῦ ὄρους. Διδύμου. Οὐ γὰρ ἑτέρῳ τινὶ ἵσταται, ἀλλ' ἡ Θεῷ, ᾧ τὴν δηλωθεῖσαν προκοπὴν διανύσει. Τί δέ ἐστι τὸ ἑστάναι Θεῷ, ἢ τὸ ἕτοιμον γενέσθαι πρὸς τὸ ἀκροᾶσθαι Θεοῦ διδασκαλίαν; Στ. γ'. Καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ, καὶ μη δεὶς ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους. Διδύμου. Τοῖς ἀπολειπομένοις τῆς τοῦ Μωϋσέως τελειότητος μένειν κάτω τοῦ ὄρους προσέταξε. ΚΕΦ. ΚΒ', στ. ε'. "Οτι περιέσχον με συντριμμοί θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξεθάμβησαν με. Διδύμου. Η καὶ χείμαρροι ἀνομίας, διὰ τὸ εἰς ἀνομίαν ἔρχεσθαι τοὺς μὴ γενναίως ὑφισταμένους τὰ πειρατήρια. Στ. ς'. αδίνες ᾅδου περιεκύκλωσάν με, προ έφθασαν με θανάτου σκληρότητες Διδύμου. ὠδῖνες θανάτου καὶ ἄδου τὰ πρὸς θάνα τον ἁμαρτήματα. Στ. θ'. 'Ανέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται· ἄνθρακες ἐξεκαύθησαν ἀπ' αὐτοῦ. Διδύμου. Ανέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, τῆς μοχθηρᾶς ύλης δαπανωμένης, ἀναλογίαν ἐχούσης πρὸς τὰ ἐποικοδομούμενα ἐπὶ τῷ Χριστοῦ θεμελίω Ει ὄντι ὑπὸ φαύλων ἀνθρώπων, ξύλα, χόρτον, καλά μην. Φαῦλαι δὲ ταῦτα πράξεις καὶ γνῶμαι. Οἱ δὲ ἄνθρακες ποτὲ μὲν κολάσεις σημαίνουσιν, ὡς ἐν τῷ Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν. Τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· καὶ τῷ, Πεσοῦνται ἐπ' αὐτοῖς ἄνθρακες πυρὸς, καὶ καταβαλεῖς αὐτούς. Οὗτοι ἔσονταί σοι βοήθεια. Ποτέ δὲ τοὺς διαπύρους τοῦ Θεοῦ λόγους, καθαίροντας τοὺς τῆς ψυχῆς λογισμούς. Καὶ δῆλον ἐξ Ἡσαΐου, φήσαντος· Καὶ ἀπεστάλη ἐν τῶν σεραφίμ, και ἔλαβεν άνθρακα τῇ λαβίδι ἀπὸ τοῦ θυσιαστηρίου.
col. 1117–1118page 2 of 2
PG 39:1117Πυρυζ τοίνυν εἰς φαιδρότητα τους λογισμοὺς τῆς 6). ἑτοίμου πρὸς τοῦτο ψυχῆς, ἁμαρτωλοὺς δὲ καθαίρει, τὰς πράξεις αὐτῶν καταφλέγον τάδε πυρ· εἰ μὴ δέ ξωνται τοῦτο, καταφλέξει τὸ πῦρ αὐτοὺς τὸ αἰώνιον. Στ. ι. Καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Διδύμου. Ἡ δὲ κατάβασις τῇ τοῦ Σωτῆρος ἀκό λουθος οἰκονομίᾳ. Κατέβη δὲ οὐ τοπικῶς, ἀλλ' ἐν μορφῇ Θεοῦ ὑπάρχων, μορφὴν δούλου λαβών. Τὸ δὲ ἀσαφὲς καὶ λανθάνον τῆς τοῦ Θεοῦ γνώσεως διὰ τοῦ γνόφου παρίσταται. Εἰς τοῦτον γὰρ καὶ Μωϋσῆς, ὡς ἦν ἀνθρώπῳ δυνατὸν, εἰσελήλυθε. Το αύτη καὶ ἡ δεῦρο ἐπιδημία, τῷ μὴ δι' ὅλων ἐγνῶσθαι τοῖς γενητοῖς. Στ. ια'. Καὶ ἐπεκάθισεν ἐπὶ χερουβείμ, καὶ ἐπετάσθη, καὶ ὤφθη ἐπὶ πτερύγων ανέμων. Διδύμου. Τὸ δὲ χερουβ ἑρμηνεύεται πληθυσμὸς γνώσεως. Τοῖς οὖν λογικοῖς τούτοις ζώοις, ἢ καὶ ταῖς τοιαύταις ψυχαῖς ἐπιβὰς ὁ Θεὸς, ἵσταται διὰ τῆς ὀξυτάτης νοήσεως. Ανέμους δὲ, εἰ μὲν τοὺς αἰ σθητούς λάβοις, τῷ λόγῳ τῆς προνοίας ἐπιβαίνει τούτων Θεὸς, ἄγων αὐτοὺς ὡς βούλεται· Ἐξάγων γάρ ἐστιν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Εἰ δὲ τοὺς πνεύματι μετεωριζομένους, καὶ ὡς ἀνέμους πνοὰς ἐκπέμποντας, σοφοὺς ἄνδρας νοήσεις, καὶ τούτων ταῖς πτέρυξι, τουτέστι ταῖς ὑψιπετέσι νοήσεσιν ὁ Θεὸς ἐπιβαίνων ίπταται πανταχοῦ. Καὶ ἀνέμους δὲ διδασκαλίας, περὶ ἑτεροδόξων λέγων εἶπεν ὁ ᾿Από στολος· "Ινα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι, καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Στ. ιδ'. Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ Ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ. δ Διδύμου. Εκβάσεως τετυχηκότων τῶν περὶ Χρισ στοῦ προφητευομένων, ὁ Θεὸς εὐθὺς οὐρανόθεν βροντᾷ τοῦτο μὲν, τῷ τῇ ἐκβάσει μεγαλοφώνους δεδεῖχθαι τὰς προφητείας· τοῦτο δὲ, τῷ θεολογίας ὕψος τὸν Θεὸν ταῖς διανοίαις περὶ τοῦ μονογενοῦς ἐμβαλεῖν Υἱοῦ, καὶ λέγειν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα πητὸς, ἐν ᾧ εὐδόκησα. Τοιγαροῦν οὐχ αἷμα καὶ σὰρξ αὐτοῖς ἀπεκάλυψεν, ἀλλ' ὁ Πατὴρ ὁ οὐράνιος, τὸν ἴδιον Υἱὸν παρασκευάσας, πρὸς ὑποδοχήν τῆς θείας βροντῆς ἐν γῇ σωματικῶς γεγονέναι, καὶ τὴν ἰδίαν ψυχὴν νόμῳ θνητότητος προέσθαι ὑπὲρ τοῦ πλάσματος, ὡς ἂν ἐκ τῆς οὐρανόθεν ἐρχομένης βρον τῆς μετεωρισθέντες τῶν γηίνων, προσπελάσωσι τῷ οὐρανίῳ, τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦντες. Στ. ιε'. Καὶ ἀπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐτούς· καὶ ἤστραψεν ἀστραπὴν, καὶ ἐξέστησεν αὐτούς. Διδύμου. Τοῖς ἐναντίως διακειμένοις ἐξαποστέλλει βέλη, συνταράξαι δυνάμενα τοὺς ὁμονοοῦντας ἐν τῷ κακῷ. Λέγει δὲ νῦν βέλη τους προαναφωνουμένους η
Page scan enlarged

Notebook

Full View