PG 40Hieronymus Graecus
St. Jerome, the Greek Theologian
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.

Historical NoteNotitia historica

Dialogue on the Holy Trinity between a Jew and a ChristianDialogus de S. Trinitate, inter Judaeum et Christianum

col. 847–848page 1 of 10
PG 40:847ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΕΡΩΝΥΜΟΥ ΔΙΑΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ, ΕΡΩΤΗΣΙΣ ΙΟΥΔΑΙΟΥ ΠΡΟΣ ΤΟΝ ΧΡΙΣΤΙΑΝΟΝ. Ο Ἰουδαῖος. Τοῦ Θεοῦ λέγοντος, "Ιδετε, ίδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ, πῶς ὑμεῖς πιστεύετε καὶ προσκυνεῖτε Πατέρα, ἂν ἡμεῖς Θεὸν ὁμολογοῦμεν, καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα; Ως γὰρ εἰδωλολάτραι τρεῖς θεοὺς δογματίζοντες, τὸν να μοθετήσαντα Θεόν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ, ἐνυβρίσατε. Ο πιστός. Φοβεροῦ καὶ ἀκαταλήπτου υπάρχοντος τοῦ περὶ Θεὸν μυστηρίου, οὐ μίαν οὐδὲ ὁμοίαν δέον ἡμᾶς ποιεῖσθαι τὴν ἀπολογίαν, ἀλλὰ προσφόρως καὶ πρεπόντως ἑκάστῳ ἐρωτῶντι ἀποκρίνασθαι. Οὐκοῦν πρὸς σὲ τὸν Ἰουδαῖον καὶ τοὺς σὺν σοὶ ἐμπεριτόμους μοναρχίαν σέβοντας λέγομεν οὕτως· ὁμολογεῖς, ὡ Ἰουδαῖε, Θεὸν ἕνα, ποιητὴν οὐρανοῦ καὶ γῆς; Ο Ἰουδαῖος. Ναί. Ὁ πιστός. Καὶ ποῖος ἐστιν οὗτος Θεὸς ὄν σέβεις, πόθεν ἐστὶν καὶ ποῦ ἔστι; καὶ πῶς κάθηται καὶ κιν νεῖται; καὶ πῶς λαλεῖ καὶ ζῇ καὶ θεωρεῖ καὶ ψηλαφᾶται; καὶ πῶς καταλαμβάνεται ἡ δύναμις αὐτ τοῦ; Ο Ἰουδαῖος. Πάντως ὅτι ἀκατάληπτός ἐστι καὶ αθεώρητος καὶ ἀδιήγητος ὁ Θεὸς, καὶ ἡ σοφία καὶ ἡ ἰσχὺς καὶ ὁ λόγος καὶ τὸ πνεῦμα αὐτοῦ. Ο πιστός. Καὶ πῶς, ὦ ἀνόητε, ἐμὲ ἀπαιτεῖς λέ γειν, πῶς ἐστιν ὁ τόπος τοῦ Θεοῦ, καὶ πῶς ἔχει Υἱὸν ὁ Θεὸς, καὶ πότε καὶ πῶς τοῦτον ἐγέννησε, καὶ πῶς ἡ Τριάς ἐστι τριάς; Εἰπέ μοι σὺ τὸν τόπον καὶ τὸ πλάτος καὶ μῆκος τοῦ Θεοῦ, ἐὰν δύνῃ, καὶ λέγω σοι κἀγὼ τὸ πότε καὶ πῶς ἐγέννησεν ὁ Θεός. Είπέ μοι σύ, ὁποῖος ἐστιν ὁ λόγος τοῦ Θεοῦ, καὶ πῶς λαλεῖ αὐτ τὸν ὁ Θεὸς, καὶ λέγω σοι κἀγὼ πῶς ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησεν Υἱόν. Εἰ δὲ ὁ λόγος καὶ τὸ πνεῦ μα καὶ ὁ τόπος καὶ τὸ ὕψος καὶ τὸ βάθος καὶ ὁ θρόνος καὶ ὁ χρόνος τοῦ Θεοῦ ἀκατάληπτά εἰσι, δῆλον, ὅτι καὶ ὁ τόκος αὐτοῦ ἄῤῥητος καὶ ἀνερμήνευτος. ἐρομένῳ δὲ πάλιν φράσον μοι, ὦ σκληροτράχηλε καὶ απερίτμητε τῇ καρδίᾳ ὦ Ἰουδαῖε, πῶς ἐξέρχεται ὁ ἡμέτερος λόγος; καὶ εἰ τοῦτο δοίης, ἀντερῶ σοι αὖθις καγώ· Οὐκοῦν καὶ χείλη σωματικὰ καὶ γλῶσσαν καὶ
col. 849–850page 2 of 10
PG 40:849ὀδόντας καὶ λάρυγγα κατὰ σὲ ἔχει ὁ Θεός ὥστε λοι Ο τὸν καὶ σωματικὸς καὶ τοπικὸς καὶ ὁρατὸς καὶ περί γραπτός ἐστι, καὶ εἰ τοῦτο, καὶ κτιστός· πᾶν γὰρ σωματικὸν καὶ περίγραπτον πράγμα, δῆλον καὶ κτι στόν. Εἰπὲ δή μοι λοιπόν, ὦ τολμηρὲ, καὶ τὸ, τίς ἔκτισε καὶ ἐποίησε τὸν Θεόν. Ο τῆς σῆς κακίστης καὶ ἀφρονεστάτης πωρώσεως! Ερωτώμενος γὰρ σὺ παρ' ἐμοῦ, πῶς ἐστιν ὁ λόγος τοῦ Θεοῦ, ἢ ποῖόν ἐστι τὸ πνεῦμα τοῦ Θεοῦ, ἡ ὁ τόπος ἢ ὁ θρόνος τοῦ Θεοῦ, λέγεις· ἀπορῶ, ὅτι οὐκ οἶδα· καὶ ἐμὲ εἰσπράττεις καὶ ἀναγκάζεις λέγειν, πῶς ἐστιν ὁ τόπος καὶ ὁ Υἱὸς τοῦ Θεοῦ. Σὺ θορυβῇ καὶ ἀγανακτείς, διότι λέγω, ὅτι ἔχει ὁ Θεὸς Υἱὸν προαιώνιον, πανάγιον, ἄκτιστον, ἀκατάληπτον, ὑπεράμωμον, ὑπέρσοφον, ὑπερκόσμιον, ὑπεράγαθον. Καὶ πῶς ἐγὼ μᾶλλον μὴ θορυβηθώ, ὦ ἀναίσχυντε Ἰουδαῖε, ὅτι σὺ ἑαυτὸν υἱὸν Θεοῦ ὀνομά- " ζεις λέγων, ὅτι υἱὸς πρωτότοκος τοῦ Θεοῦ ὁ Ισραήλ; Σύ, ὁ μωρὸς, καὶ οὐχὶ σοφὸς, ὁ ἀχάριστος, ὁ γογγυστὴς, ὁ ἀνήκοος, ὁ θεομίσητος, ὁ θεοσκόρπιστος, ὁ Θεῷ ἀντίδικος, υἱὸν Θεοῦ ἑαυτὸν ὀνομάζεις, κἀγὼ ἐπειδὴ λέγω Υἱὸν Θεοῦ ἀγαθὸν καὶ εὐεργέτην καὶ Σω τῆρα καὶ δίκαιον, ἀγανακτεῖς καὶ ἐγκαλεῖς καὶ βλασφημεῖς, καὶ εἰδωλολάτρην με ἀποκαλεῖς; Τί θερμά ζῃ, ὦ ἀνόητε, καὶ τί ταράσσῃ, ἐπὰν Υἱὸν Θεοῦ ἀκού σῃς; Σὺ ἕνα Υἱὸν οὐ βούλει ὁμολογεῖν Θεοῦ· καὶ πῶς ἡ θεία Γραφὴ καὶ ὁ Δαβίδ, μᾶλλον δὲ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Υψίστου πάντες; Ἐὰν ἀνθρώπους ψιλοὺς καὶ φθαρτοὺς καὶ θνητούς κατεδέξατο ὁ Θεὸς υἱοὺς Θεοῦ καὶ θεοὺς ὀνομάζειν, πῶς σὺ νομίζων πάντων δικαιότερος καὶ ἀκριβέστερος εἶναι, ἕνα Υἱὸν ἄμωμον καὶ πανάγιον ὁμολογεῖν οὐ καταδέχῃ Θεοῦ; Π Ο Ιουδαίος. Αλλ' οὐ, καθὼς σὺ λέγεις Υἱὸν Θεοῦ προαιώνιον καὶ ἄκτιστον, οὕτω λέγει ὁ Θεὸς υἱὸν αὐτοῦ εἶναι καὶ τὴν Ἰσραήλ, οὐδὲ τοὺς λοιποὺς ἀνθρώπους περὶ ὧν εἶπεν· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Ο πιστός. ᾿Αλλὰ ποίους λέγει ὁ Θεὸς τούτους θεοὺς καὶ υἱοὺς αὐτοῦ τοῦ Ὑψίστου; Ο Ἰουδαῖος. ᾿Ανθρώπους τινὰς λέγει φθαρτοὺς καὶ θνητούς, υἱοὺς λεγομένους. Ο πιστός. Εἶτα, ἀνόητε, πεπωρωμένε τῇ καρδίᾳ, πόσον διαφέρει τὸ ὁμολογεῖν, ὅτι ἔχει Υἱὸν ὁ Θεὸς ἄφθαρτον, ἀθάνατον, ἁγνὸν, ἀναμάρτητον, αιώνιον, ἄτρεπτον, ἀπαθῆ, ὑπὲρ τὸ ὀνομάζειν ἀνθρώπους ὑλικοὺς καὶ φθαρτοὺς καὶ τρεπτοὺς καὶ θνητούς, υἱοὺς Θεοῦ; Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ἔχει Υἱὸν ὁ Θεὸς ἄφθαρ τον καὶ ἀθάνατον καὶ ἀναμάρτητον, πρέπει τῷ Θεῷ, καὶ τιμή ἐστι τῷ Θεῷ, ὑπὲρ τὸ λέγειν, ὅτι υἱὸς πρω τότοκός ἐστι τοῦ Θεοῦ ὁ Ἰσραὴλ, ὁ μωρὸς λαὸς καὶ ἁμαρτωλὸς καὶ παράνομος καὶ ἀσεβής. Βλασφημίαν γὰρ τοῦτο προσφέρει Θεῷ παρὰ τῶν ἀπίστων ἐθνῶν δύνανται γὰρ λέγειν· Πῶς Θεός ἐστιν ἀληθινὸς, ὅτι Πατὴρ ὑπάρχει υἱοῦ μωρού;
col. 851–852page 3 of 10
PG 40:851Ο Ἰουδαῖος. Ε: Υἱὸν ἔχει ὁ Θεός, είπέ μοι, καὶ πότε τοῦτον ἐγέννησεν; πως ῾Ο πιστός. Οὐ δύναμαι μὴ ὁμολογήσαι, ὅτι ἔχει Υἱὸν ὁ Θεὸς, τῆς Γραφῆς μάλιστα προφανώς λεγού στις ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς τὸν Υἱόν, ὅτι Εκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· καὶ τοῦ Υἱοῦ πάλιν περὶ ἑαυτοῦ ὡς ἐκ προσώπου τοῦ Πα τρός· Κύριος εἶπε πρός με· Υιός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ οὐ δύναμαι πάλιν όμο λογεῖν, ὅτι ἔχει Πνεῦμα ὁ Θεὸς, αὐτοῦ τοῦ Θεοῦ λέ γοντος• Εκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Όμως ἐρωτήσω σε, Ἰουδαῖε, σὺ δέ μοι ἀπο κρίθητι· ὁποῖον πνεῦμα λέγεις ἔχειν τὸν Θεόν; ἆρ' οἷον τὸ τοῦ ἀνθρώπου, τὸ ἐκ στόματος καὶ ῥινῶν ἐξερχόμενον καὶ ἐκχεόμενον καὶ φαινόμενον καὶ χω ριζόμενον ῾Ο Ιουδαῖος. Μὴ γένοιτο! ἀλλὰ Πνεῦμα ἀόρατον, Πνεῦμα ἅγιον, Πνεῦμα ἀληθὲς, Πνεῦμα ἡγεμονικόν, Πνεῦμα ἀχώριστον τοῦ Θεοῦ. Ο πιστός. Καὶ πότε ἐποίησεν ὁ Θεὸς ἢ ἐξήγαγεν τὸ Πνεῦμα τοῦτο; ἢ πῶς καὶ πόθεν αὐτὸ συν έστησεν; Ὁ Ἰουδαῖος. ᾿Ακτιστόν ἐστι τὸ Πνεῦμα τοῦ Θεοῦ, ἄναρχον καὶ ἀκατάληπτον ὥσπερ ὁ Θεός. ῾Ο πιστός. Ἰδοὺ καὶ σὺ σαφῶς ἐλέγχῃ, ὅτι δυάδα προσκυνεῖς, λέγω δὴ Θεὸν καὶ Πνεῦμα Θεοῦ. Ωσπερ οὖν σὺ οὐκ ἴσχυσας εἰπεῖν, πόθεν ἢ πότε ἢ πῶς ἐστι τὸ Πνεῦμα τοῦ Θεοῦ μετὰ τοῦ Θεοῦ, ἀλλὰ μόνον ἀκούσας ἐκ τῶν θείων Γραφῶν ὁμολογεῖς καὶ πιο στεύεις ἔχειν Πνεῦμα τὸν Θεόν· οὕτω κἀγὼ ὁ Χρι στιανὸς ἀπεριέργως καὶ ἀνερμηνεύτως ὁμολογῶ τὴν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ. Εἰ δὲ ἀπαιτεῖς με εἰπεῖν, πότε καὶ πόθεν καὶ πῶς ἔσχεν Υἱὸν ὁ Θεὸς, εἰπέ μοι σύ πρῶτον πότε καὶ πόθεν καὶ πῶς ἔχει Πνεῦμα ὁ Θεὸς, καὶ λέγω σοι κἀγὼ πῶς προανάρχως ὁ Θεὸς ἐγέννησε τὸν Υἱόν. Ωσπερ γὰρ σύ οὐ λέγεις τὸν Θεὸν καὶ τὸ Πνεῦ μα τοῦ Θεοῦ δύο θεοὺς, οὕτως οὐδὲ ἐγὼ λέγω Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τρεῖς θεούς, μὴ γένοιτο! ᾿Αλλ' ὥσπερ ὁ ἥλιος καὶ ἡ θέρμη αὐτοῦ καὶ ἡ ἀκτὶς εξερχομένη ἐξ αὐτοῦ, τρία μὲν ὀνόματά εἰσι, μία δὲ οὐσία ἡλίου· καὶ ὥσπερ ἡ ψυχὴ καὶ ὁ λόγος καὶ τὸ σῶμα τοῦ ἀνθρώπου οὐκ εἰσὶ τρεῖς ἄνθρωποι· καὶ ὥσπερ ὁ ὄνυξ τοῦ δακτύλου καὶ τὸ ὀστοῦν καὶ ἡ σαρξ οὐκ εἰσὶ τρεῖς δάκτυλοι· καὶ ὥσπερ ἡ ῥίζα καὶ ὁ κλά δος καὶ τὸ φύλλον τοῦ δένδρου οὐκ ἔστι τρία δένδρα καὶ ὥσπερ ὁ ὀφθαλμὸς καὶ ἡ κόρη καὶ τὸ φῶς τοῦ ὀφθαλμοῦ οὐκ εἰσὶ τρεῖς ὀφθαλμοί· καὶ ὥσπερ ἡ πηγή καὶ ὁ ποταμὸς καὶ ὁ ῥύαξ ὁ ἐκ τοῦ ποταμοῦ, οὐκ εἰσὶ τρία ὕδατα· καὶ ὥσπερ ο βραχίων καὶ ὁ καρπὸς καὶ ἡ παλάμη οὐκ εἰσὶ τρεῖς χεῖρες· καὶ ὥσπερ ἡ ἐπὶ Μωσέως βάτος εἶχε λόγον καὶ φλόγα καὶ λαλοῦντα καὶ ὥσπερ ἡ κάμινος τῶν τριῶν παίδων εἶχεν ὕμνον καὶ φλόγα καὶ δρόσον, μία κάμινος οὖσα· καὶ ὥσπερ τὸ νόμισμα ἔχει χρυσὸν καὶ εἰκόνα καὶ λόγον τοῦ βασιλέως· οὕτως ἐν τῇ παναγία Τριάδι ἀσύγχυτος ή ἔνωσις ἐν τρισυποστάτῳ μιᾷ ουσίᾳ καὶ θεότητι.
col. 853–854page 4 of 10
PG 40:853Ο Ἰουδαῖος. Κάν είπω Θεὸν τὸν Χριστόν, οὐ τολμῶ λέγειν αὐτὸν ὁμοούσιον τοῦ Πατρός. Ο πιστός. Ἐὰν ὅλως καταδέξῃ ὁμολογεῖν αὐτὸν Θεόν, γινώσκεις ἀκριβῶς καὶ ἀναμφιβόλως, ὅτι αὐτ τὸς φωτίζει σε διὰ τῶν θείων Γραφῶν καὶ προφη τῶν, ὅτι θεός ἐστιν ὁ Υἱὸς προαιώνιος, οὐ σχετικῶς καθὼς οἱ λοιποὶ ἄνθρωποι, ἀλλὰ φυσικῶς, ὡς φῶς ἐκ φωτὸς, καὶ Θεὸς ἐκ Θεοῦ. Οὔτε γὰρ ὡς ᾽Αβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τρεῖς εἰσιν ἄνθρωποι ἐξ ἀλλήλων μεμερισμένοι, οὕτω λέγομεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα. Οὔτε ὥσπερ τρεῖς λαμπάδες διῃρημέν ναι, ἢ τρεῖς στύλοι κεχωρισμένοι, ἢ ὥσπερ Μιχαὴλ καὶ Γαβριήλ, οὕτως ἀπέχουσιν ἀλλήλων Πατήρ καὶ Υἱός· οὔτε ὥσπερ 'Αδάμ γεγέννηκε τὸν ᾿Αβελ, οὕτως ὁ Θεὸς γεγέννηκε Υἱὸν ἐκπορευτῶς, καὶ ρευστῶς, σπαρτῶς καὶ σωματικῶς, ἄπαγε! Οὐ γὰρ ὥσπερ προτερεύω ἐγὼ καὶ μείζων εἰμὶ τοῦ ἐμοῦ υἱοῦ, οὕτω καὶ ὁ Πατὴρ καὶ Θεὸς προϋπάρχει τοῦ Υἱοῦ. 'Αλλ' ἅμα Πατήρ, ἅμα Υἱός, ὡς ἅμα ἡμέρᾳ τὸ φῶς. Καὶ ὥσπερ ἅμα ἡ ἡμέρα καὶ ὁ ἥλιος καὶ τὸ φῶς, οὕτως ἅμα Πατήρ καὶ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ μὴ είπης, Πῶς εἰσι ταῦτα; ὑπὲρ γὰρ τὸ πῶς ταῦτα. Μὴ εἴπῃς, Ποίῳ τρόπῳ; ὑπὲρ γὰρ τρόπον, τοῦ Θεοῦ ὁ τόκος. Μὴ εἴπῃς, Ποίῳ λόγῳ; ὑπὲρ λόγον ὁ Λόγος. Μὴ ζή τει, Ποίῳ χρόνῳ; ὑπὲρ γὰρ χρόνον ὁ ἄχρονος. Μὴ εἴπης, Ἐν ποίῳ τόπῳ; ὑπὲρ γὰρ τόπον. Μὴ ζήτει, Ἐν ποίᾳ ἀρχῇ; ὑπὲρ ἀρχὴν γὰρ ἡ ἄναρχος ἀρχή. Προσκύνει Θεὸν μὴ ἐρευνῶν Θεόν. Ομολόγει Πατέ ρα, ἀλλὰ μὴ ζήτει τὸ πρᾶγμα τοῦ κατὰ Θεὸν μυστηρίου. Πίστευε εἰς Υἱόν, μὴ ψηλαφῶν τὸν τρόπον τῆς προανάρχου γεννήσεως. Ἀνύμνει τὸ Πνεῦμα, μὴ πολυπραγμονῶν τὸ χρῆμα τῆς ἐκπορεύσεως. μυστήριον γὰρ καταλαμβανόμενον οὐκέτι μένει μυστήριον πᾶν δὲ τὸ μὴ ὂν μυστήριον, οὐδέν ἐστι θαυμαζόμενον. Οσον οὖν ἐρευνᾶται Θεὸς, τοσοῦτον πλέον ἀγνοεῖται καὶ κρύπτεται· καὶ ὅσον καταδιώκεται καὶ ἐξω ερευνᾶται, τοσοῦτον πλέον οὐ καταλαμβάνεται, οὐδὲ φανεροῦται· καὶ ὅσον ψηλαφᾶται, τοσούτῳ πλέον οὐ φθάνεται οὐδὲ εὑρίσκεται. Πάντες οἱ Θεὸν ἐρευνήσαντες, σκιὰν κρατῆσαι ἐσπούδασαν· καὶ ὅσοι Θεὸν μαθεῖν ἐδοκίμασαν, ἀνέμους ἀποκλεῖσαι ἐν κόλπῳ ἠθέλησαν· καὶ ὅσοι καταλαβεῖν τὴν θεότητα νομίζουσιν, ἐνύπνιον καὶ φαντασίαν κατέχουσι· καὶ ὅσοι βα θῦναι περὶ Θεοῦ φύσεως ενόμισαν, εἰς αἱρέσεις ἑτρά πησαν· καὶ ὅσοι Θεοῦ λέγουσιν ὅτι ἔφθασαν, οὐδὲ φανίδος ἐκ πάσης τῆς ἀβύσσου ἐκράτησαν, ἀλλὰ σκιὰν καταδιώξαντες οὐκ ἔφθασαν. Πίστις οὖν διὰ τοῦτο ἀκούει, ὅτι πᾶς ὁ πιστεύων οὐκ ἐρευνᾷ, ὡς οἱ ἄπιστοι, Θεόν. Καὶ τί λέγω Θεόν; οὐδὲ τὰ τοῦ Θεοῦ ποιήματα ἀνθρώποις εὔληπτα. Εἰπὲ γάρ μοι σὺ, ὁ θέλων ἐξερευνᾶν καὶ μαθεῖν φύσιν Θεοῦ, ποῦ εἰσὶν οἱ ἄγγελοι; καὶ ὁποῖοί εἰσι; καὶ πότε ἐγένοντο; καὶ πόθεν συνίστανται; καὶ διὰ τί οὐ φαίνονται; καὶ τίς ἐστιν ἡ φύσις αὐτῶν; καὶ ὁποῖόν ἐστι τὸ σχῆμα αὐτῶν, καὶ ἡ φωνὴ αὐτῶν, καὶ ὁ δρόμος; Οὐ μόνον δὲ περὶ ἀγγέλων ἐρευνῶ σε, ἀλλὰ καὶ περὶ οὐρανοῦ. Οποία ἐστὶν, εἰπέ μοι, ἡ φύσις αὐτοῦ, καὶ ἡ ἔκτασις τοῦ πλάτους; καὶ πόσον
col. 855–856page 5 of 10
PG 40:855τὸ ὕψος; Καὶ τί λέγω τὰ ἐπουράνια ἔλθωμεν λοιπόν τὰ ἄλλα, κάτω εἰς τὰ ἐπίγεια, ἐν οἷς ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Τίς ἐναργῶς ἔγνω τὴν ἰδίαν τῆς ψυχῆς κατασκευήν, ὁποία ἐστὶ, καὶ πῶς συμπεριέρχεται μετὰ τοῦ σώματος, καὶ ὁποία τῷ εἴδει ἐστὶ, καὶ τοῦ καὶ πόθεν συνίσταται, καὶ πῶς χωρίζεται τοῦ σώμα τος; Είτα πάλιν περὶ σώματος ερευνητέον, πώς συν ίσταται; πῶς διαλύεται; πῶς δὲ ἀνίσταται; ποίῳ δὲ τρόπῳ ἐν τῇ ἀναστάσει συνάγεται; καὶ πῶς ἢ πόθεν παραγίνεται καὶ εἰς τὸ ἓν αὖθις μετὰ τῆς ψυχῆς ἀποκαθίσταται; Οὐ μόνον δὲ ἡ τοῦ ἀνθρώπου κατα σκευή ἐστιν ἡμῖν ἀκατάληπτος, ἀλλὰ καὶ ἡ τῶν ζώων καὶ τῶν πετεινῶν καὶ ἰχθύων. Εἰπὲ γάρ μοι ὁ τὰ περὶ Θεοῦ ἐρευνῶν, πῶς ἡ τῶν ἀλόγων φύσις ὑφ έστηκε; πῶς ψυχὴν λογικὴν μὴ ἔχοντα ταῦτα θνήσκουσι; τί ἐξ αὐτῶν ἐν καιρῷ τοῦ θανάτου χωρίζεται; Αν εἴπῃς μοι, Ψυχὴν ὑποστατικὴν οὐκ ἐκτήσαντο, ἀλλὰ τὸ αἷμα· ἀλλὰ πλεῖστα ζῶα καὶ μὴ αἱμορραγή σαντα θνήσκουσι. Πῶς δὲ πάλιν οἱ ἰχθύες ἐν τοῖς ὕδασιν ἀναπνεῖν δύνανται; πῶς αὐτοὺς ἡ τῶν ὑδάτων φύσις οὐκ ἀποπνίγει ὡς τὰ ἄλογα Πόθεν δὲ τὸ ἄλογον ζῶον σὺν τῷ κατ' εἰκόνα Θεοῦ ὄντι ἀνθρώπου ἐν ὁδῷ ἀπερχόμενον, ἐν τῷ ἐπανέρχεσθαι ὑπὲρ τὸν λογικὸν εὑρίσκεται ἁπλανῶς τὴν ὁδὸν ἐπιστάμενον; Πόθεν δὲ πάλιν πετεινὰ καὶ ἰχθύες καὶ θηρία μήτε λόγον μήτε λογισμὸν ἔχοντα, μήτε διάνοιαν καὶ διά κρισιν, νοοῦσι καὶ ὑπερβαίνουσι δίκτυα καὶ παγίδης καὶ θηρεύματα; Καὶ ἵνα λοιπὸν ἐπιγνοίης ἐπὶ πλέον τὴν σαυτοῦ ταπείνωσιν καὶ ἄγνοιαν καὶ ταλαιπωρίαν, ἐρῶ σοι πάλιν καὶ τοῦτο· Εἰπέ μοι σύ, ὁ τὸν ἀκατάληπτον Ποιητὴν καὶ Θεὸν δοκιμάζων μαθεῖν καὶ πολυπραγμονεῖν, λέγε μοι πρῶτον, τί ἐστιν ἡ οὐσία τοῦ ψύλλου; καὶ ὁποία ἐστὶν ἡ οὐσία τῆς ψυχῆς αὐτοῦ; καὶ ὁποία ἡ ψυχὴ αὐτοῦ; καὶ πῶς αὐτὴ ἄνευ σπορᾶς αὐτομάτως συνίσταται; καὶ πῶς λογισμὸν ἢ σοφίαν μὴ ἐπιστάμενος, ὁρᾷ τὸν ἄνθρωπον καὶ φεύγει φοβούμενος τὸν θάνατον; πόθεν δὲ οἶδεν, ὅτι θανάτῳ ὑπόκειται; ποίοις δὲ λογισμοῖς βουλεύεται; πόθεν ἔμαθεν, ὅτι ἐχθρὸς αὐτοῦ καθέστηκεν ὁ ἄνθρωπος; ποῦ δὲ ἡ μνημονευτικὴ αὐτοῦ ἀπόκειται διάνοια; τίς δὲ ὁ διδάξας αὐτὸν ἐν ταῖς ῥαφαῖς καὶ διπλώσεσι τῶν ἱματίων κρύπτεσθαι; Τί δὲ ἄρα καὶ ὀνομάζειν τὸν ψύλλον ὀφείλομεν ὅσοι ἐξερευνηταὶ τῆς θεότητος; 'Αρα τετράποδον αυ τὸν εἴπομεν; ἀλλ' οὐκ ἔστιν. 'Αρα δίποδον; ἀλλ' οὐκ ἔστιν. Αρα ερπετόν; ἀλλ' οὐκ ἔστιν, ἀλλὰ ζῶον. Διὸ παρακαλῶ πάντα τὸν θέλοντα φυσιολογεῖν τὸν Θεόν, φυσιολογῆσαι ἡμῖν, πρὸ τοῦ Θεοῦ, τὴν τοῦ βραχυτάτου ψύλλου κατασκευὴν καὶ κατάστασιν καὶ σύν θεσιν καὶ ὕπαρξιν καὶ ψύχωσιν καὶ αἴσθησιν καὶ νόησιν· καὶ ὅτε καλῶς καὶ ἀπλανῶς καταλάβη, καὶ εἴπῃ ἡμῖν, τί τὸ εἶδος καὶ γένος τῆς ψυχικῆς οὐσίας τοῦ ψύλλου, τότε λοιπὸν πιστεύσομεν αὐτῷ, ὅτι καὶ τὰ περὶ Θεοῦ τοῦ ἀκαταλήπτου καταμαθεῖν καὶ ἐξει πεῖν δύναται. Κἂν μοι εἴπῃς σύ, ὁ ἀσύνετος, ὅτι τὸ αἷμα τοῦ ψύλλου καὶ παντὸς ἀλόγου, ἡ ψυχὴ αὐτοῦ
col. 857–858page 6 of 10
PG 40:857ἐστιν, ἐρῶ κἀγώ· Πῶς ὁρῶμεν, ώς προείπον, πολλὰ τῶν ἀλόγων χωρίς ρεύσεως αίματος τελευτῶντα; Τοίνυν λέγε ἡμῖν σύ, θεόγνωστε, τί ἐστι τὸ ἐκ τοῦ ζώου ἐκπορευόμενον χωρὶς αἵματος ἐν τῇ τελευτῇ αὐτοῦ; ψυχὴν γὰρ ὑποστατικὴν μόνος ὁ ἄνθρωπος κέκτηται. Πλὴν ἐὰν ἡ ψυχὴ τοῦ ζώου, ὡς ἄνθρωπος (καὶ γὰρ πᾶς ἄνθρωπος τοῦ ἰδίου αίματος χωριζομένας τελευτᾷ πάντως, καθὼς καὶ τὸ ἄλογον)· καὶ τοῦ λοιπὸν ἡ διαφορὰ τοῦ λογικοῦ ἀνθρώπου καὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενομένου, καὶ τοῦ ἀλόγου κτήνους; Εδειξα μενοῦν, ὅτι καὶ ὁ ἄνθρωπος καὶ ὁ ψύλλος χωριζόμενοι τοῦ ἰδίου αἵματος ἀποθνήσκουσι. Ταῦτα δὲ ἡμῖν οὐ μάτην ἐνταῦθα ἐῤῥήθησαν, ἀλλ' ἀνακόψαι τοὺς πολλοὺς μετὰ σοῦ τοῦ θεοκτόνου Ιου δαίου τῶν ἀκαταλήπτων τοῦ Θεοῦ ζητήσεων θέλοντες, καὶ πεῖσαι καὶ δεῖξαι, ὅτι οὐ μόνον ὁ Κτίστης, ἀλλὰ καὶ αὐτὴ ἡ κτίσις ἐστὶ τοῖς ἀνθρώποις ἀκατάληπτος. Ο Ἰουδαῖος. Ποῦ δὲ Τριάδα ἐν τῇ Παλαιᾷ Δια θήκῃ διδασκόμεθα; καὶ ποῦ ταύτην ἐν τῇ Καινῇ ἔγνω μεν; Ει Ο πιστός. Ἐν μὲν τῇ Παλαιᾷ, ἐν τῷ πρώτῳ βι Ελίῳ Μωσέως· φησὶ γὰρ ἐν τῇ τοῦ κόσμου γενέσει Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εικόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Δῆλον δὲ, ὅτι πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον εἶπεν ὁ Πατήρ. Καὶ πάλιν· Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἰς ἐξ ἡμῶν. Τὸ δὲ εἰπεῖν, ὡς εἰς ἐξ ἡμῶν, πάντως δύο καὶ τρεῖς ἐσήμανεν, ἵνα δείξῃ λοιπὸν διὰ τοῦ, ὡς εἰς ἐξ ἡμῶν, τὸ διάφορον τῶν τριῶν ὑπο στάσεων. Καὶ αὖθις ὁ αὐτὸς νομοθέτης· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἵνα δείξῃ τὸ μοναδικὸν τῆς θεότητος. Οὐ γὰρ εἶπεν, ὅτι ἐποίησαν οἱ θεοὶ τὸν ἄνθρωπον, ἀλλ᾽ ὁ Θεὸς ὁ εἷς ὁ ἐν Τριάδι προσκυνούμενος. Οταν τοί νυν ἀκούσῃς Θεοῦ λέγοντος, Ἰδού Αδάμ γέγονεν ὡς εἰς ἐξ ἡμῶν, τρισυπόστατον φωνὴν ἐννόησον. Οταν δὲ πάλιν, ὅτι Εν εἰκόνι Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, τὴν μίαν οὐσίαν καὶ Θεότητα ὁμολογεῖς. Τοιγαροῦν οὐ μόνον ἐντεῦθεν, ἀλλὰ καὶ ἐξ ἑτέ ρων πλειόνων τόπων τῆς θείας Γραφῆς, τὸ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος διδασκόμεθα μυστήριον, καὶ μάλιστα τὰς περὶ Πατρὸς καὶ Υἱοῦ τηλαυγεῖς καὶ σαφεστάτας φωνὰς καὶ μαρτυρίας εὑρίσκοντες. Τὸ γὰρ εἰρημένον, ὅτι Έβρεξε Κύριος παρὰ Κυρίου πῦρ ἐπὶ Σόδομα και Γόμορρα, τί ἄλλο, εἰ μὴ Πα τέρα καὶ Υἱὸν, καὶ Κύριον παρὰ Κυρίου ἤγουν ἐκ τοῦ Πατρὸς γεννηθέντα παρίστησι; Καὶ πάλιν τὸ ἐν τῷ ρθ' ψαλμῷ εἰρημένον, ὅτι Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, σαφῶς τὸν Πατέρα καὶ τὸν καθήμενον ἐκ δεξιῶν αὐτοῦ Υἱὸν ἡμῖν ἐφανέρωσεν. Οὐ κατὰ τοὺς θρόνους δὲ τοὺς ἐπι γείους, οὐδὲ τὰς καθέδρας, οὔτε κατὰ τὰ δεξιὰ καὶ ἀριστερὰ μέρη τῶν ἀνθρώπων, οὕτω καὶ ὁ Θεὸς καθ έξεται, μὴ γένοιτο! 'Αλλ' ώσπερ θεϊκῶς ὑπὲρ λόγον ἐγεννήθη ὁ Θεὸς Λόγος ἐκ Θεοῦ πρὸ αἰώνων, καὶ ὥσπερ ἀσώματος καὶ ἀσχημάτιστος καὶ ἀπερίγραπτός ἐστιν

On the Effect of BaptismDe effectu baptismi

col. 859–860page 7 of 10
PG 40:859οὕτω μοι νόει καὶ τὴν καθέδραν καὶ τὸν θρόνον καὶ τὰ δεξιὰ τοῦ Θεοῦ. Καὶ τὸ παρ' αὐτῷ Ἡσαΐᾳ δὲ εἰρημένον, σαφῶς ἡμᾶς διδάσκει τὸ περὶ Πατρὸς καὶ Υἱοῦ με στήριον. Λέγει γάρ, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς ἐδόθη ἡμῖν δῆλον τοῖς ἔθνεσι παρὰ Θεοῦ. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλής Αγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστής, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλ λοντος αἰῶνος. Ὁ δὲ Δαυίδ τρισυποστάτων διὰ τοῦ Θεοῦ ὀνόματος τὴν ἁγίαν Τριάδα ὡς χάριν εὐλογίας ἡμῖν ὑπηνίξατο, εἰπών· Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς ὁ Θεός. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Αμήν. Υἱὸς ἐδόθη ἡμῖν. ΤΟΥ ΑΥΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΕΡΩΝΥΜΟΥ ΦΙΛΟΠΟΝΙΑ ΠΑΝΤΙ ΧΡΙΣΤΙΑΝΟ ΩΦΕΛΟΥΣΑ. Ο Ερώτημα. Διὰ τί ὑπάρχεις Χριστιανός; Απόκρισις. Οτι πιστεύω εἰς τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ. Ανταπόδοσις. Αμαθῶς καὶ ἀλόγως ἀπεκρίθης οὐ γὰρ ἐρωτῶ, διὰ τί ὀνομάζῃ Χριστιανός· ἀλλ' αὐτὸ τὸ χρῆμα, διὰ τί γέγονας. Εἰ γὰρ ἠρώτησα, διὰ τί ὀνομάζῃ Χριστιανός, καλῶς ἀπεκρίθης· Ότι πιστεύω εἰς τὸν Χριστόν· ἀλλὰ τὴν αἰτίαν ζητῶ, δι' ἣν γέ γονας Χριστιανός. Καὶ μικρὰ μὲν καὶ ψιλὴ φαίνεται ἡ ἐρώτησις, ὀλίγοι δὲ αὐτὴν προσφόρως ἀπο κρίνονται ερωτώμενοι. Καὶ γὰρ ἂν εἴπῃ ὁ έρω τώμενος, ὅτι ὁ Θεὸς ἠθέλησεν ἵνα εἰμὶ Χριστιανός οὐκ ὀρθῶς ἀπεκρίθη. Κἂν εἴπῃ, ὅτι Ἐγὼ ἠθέλησα εἶναι Χριστιανός, οὐ καλῶς λέγει. 'Αλλ', 'Οτι ὁ Θεὸς ἠθέλησε, κἀγὼ ἠθέλησα θελῆσαι τὸ θέλημα τοῦ Θεοῦ. Ἐρώτ. θέλων γέγονας Χριστιανός, ἢ μὴ θέα λων Ἀπόκρ. Κἂν εἴπω, θέλων, ψεύδομαι· κἂν εἴπω, Μὴ θέλων, οὐκ ἀληθεύω. Νήπιος γὰρ ἂν τότε, οὔτ᾽ ἀντεῖπον οὔτε κατεθέμην. Ερώτ. Πόθεν (δὲ) γιγνώσκεις, ὅτι πάντως ἐβαπτίσθης, παρακαλῶ μαθεῖν· ἴσως γὰρ καὶ παρ᾽ ὁδὸν ἐβλήθης ὑπὸ τῶν ἰδίων γονέων, κρυπτώς Ελλήνων ὄντων, καὶ μηδαμῶς αὐτὸν βαπτισάντων. Πολλὰ γὰρ τοιαῦτα γέγονε, καὶ γίνεται μέχρι της σή μερον. αὐτῇ προσ Απόκρ. Ὡς ἐκ τῆς ἐνεργείας· (καθώς) φησὶν ὁ φόρως Κἂν γάρ, σεαυτόν.
col. 861–862page 8 of 10
PG 40:861Ησαΐας· Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν Πνεύμα σωτηρίας· δηλῶν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐλάβομεν οἱ φωτισθέντες διὰ τοῦ βαπτίσματος. Φησὶ γὰρ πάλιν διὰ τοῦ προφήτου ὁ Θεὸς περὶ τῶν βαπτιζομένων, ὅτι Ενοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ τὸν ᾿Εκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶ σαν σάρκα. Οσοι οὖν τὸ θεῖον Πνεῦμα ἐν γαστρὶ ἔλαβον ἐν τῷ ἁγίῳ βαπτίσματι, ἔσωθεν ἔσω ἐν τῇ ἑαυτῶν καρδίᾳ ἐκ τῶν σκιρτημάτων καὶ νυγμάτων καὶ ἀγαλλιαμάτων καὶ ἐνεργημάτων (καὶ), ἵν' οὕτως εἴπω, πηδημάτων τῆς αὐτοῦ χάριτος, πληροφοροῦν. ται ἐν τῇ αὐτῶν καρδίᾳ, ὅτι βεβαπτισμένοι εἰσίν. Ού. δεὶς γὰρ ἄνθρωπος ἀβάπτιστος ἐπὶ τῆς γῆς, τῆς τοιαύτης χάριτος ἢ ἐνεργείας εὐπορεῖ, ἡ αἰσθάνεται πώποτε, κἂν πάσας τὰς ἐντολὰς καὶ δικαιοσύνας ἐπιτελῇ τοῦ Θεοῦ, εἰ μὴ οἱ δι' ὕδατος καὶ Πνεύματος ἐν γαστρὶ λαβόντες, καὶ ταύτην φυλάττοντες και θαρὰν καὶ ἀμίαντον. Ωσπερ γὰρ ἡ γυνὴ ἔχουσα ἐν γαστρὶ αἰσθάνεται τῶν σκιρτημάτων του βρέφους ἔνδον αὐτῆς· οὕτω καὶ αὐτοὶ ἐκ τῆς ἐγγινομένης χαρᾶς καὶ εὐφροσύνης καὶ ἀγαλλιάσεως ἐν τῇ καρ δίᾳ αὐτῶν, γινώσκουσιν, ὅτι τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν αὐτοῖς, ὅπερ ἐκομίσαντο ἐν τῷ βαπτίσματι περὶ ταύτης γὰρ τῆς χάριτος τοῦ ἁγίου βαπτίσματος εἶπεν ὁ Χριστός, ὅτι 'Η βασιλεία τῶν οὐ ρανῶν ἐντὸς ὑμῶν ἐστι: καὶ αὖθις· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον εἰ ἤδη ἀνήφθη. Ερώτ. Καὶ πᾶς ἄνθρωπος ιδιώτης καὶ σοφὸς, διὰ ταύτης μόνης τῆς ἀποδείξεως γινώσκει, ὅτι βεβάπτισται, καὶ οὐ δι᾿ ἄλλου οιουδήποτε τρόπου; Απόκρ. Ἡ ἀληθῆς καὶ ἀπλανὴς ἀπόδειξις τοῦ Χριστιανοῦ αὕτη ἐστί· καὶ ἄκουσον Παύλου προς τινας ἐγκαλοῦντος καὶ λέγοντος· Η οὐκ ἐπιγινώσκετε, ὅτι Ἰησοῦς Χριστὸς οἰκεῖ ἐν ὑμῖν; εἰ μή τι ἄρα ἀδόκιμοι ἐστε. Καθώς γὰρ εἶπον, ὅτι ὥσπερ ἡ ἐν γαστρὶ ἔχουσα οὐκ ἀπὸ ῥημάτων, ἀλλ᾽ ἀπὸ πραγμάτων καὶ τῶν τοῦ βρέφους σκιρτημάτων γινώσκει ἀκριβῶς, ὅτι συνέλαβεν· οὕτω καὶ ὁ ἀληθὴ; Χριστιανὸς οὐκ ἐξ ἀκοῆς γονέων τῶν βαπτισάντων, οὐδὲ ἐξ ἑτέρου τρόπου, ἀλλ᾽ ἐκ τῆς αὐτ τοῦ καρδίας ὀφείλει την πληροφορίαν ἔχειν, ὅτι ἔλαβεν τὸ ἅγιον βάπτισμα, καὶ ὅτι ἠξίωται τοῦ ἁγίου Πνεύ ματος. Διὰ τοῦτο ἔλεγε πρός τινας ὁ Παῦλος Το Πνεῦμα μὴ σβέννυτε; ήγουν μὴ διώξητε· καὶ, Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως· καὶ πάλιν· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ' ἐλευθερίας. Ταύτην τὴν χάριν ἀπολέσας ὁ Δαυΐδ, διὰ τῆς μοι χείας, παρεκάλει τὸν Θεὸν, λέγων· Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου, καὶ Πνεῦμα εὐ θὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ορᾷς, ὅτι ἔσω ἐν τοῖς τοῦ πιστοῦ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον. 18 χχνι. 18. πνεύματος. ΑΙ., τί θέλω. Από
col. 863–864page 9 of 10
PG 40:863Λοιπόν, καθ' ἂν φυλάττει τὸν οἶκον τῆς ἑαυτοῦ καρδίας καθαρόν, ὁ ἄνθρωπος φωτίζεται, καὶ αι φανῶσι. μεταλαμβάνων. σθάνεται τοῦ θείου πυρὸς οἰκοῦντος ἐν αὐτῷ διὰ δακρύων, διὰ χαρᾶς, δι' ἀγαλλιάσεως καὶ παρακλήσεως καὶ εὐφροσύνης, καὶ μάλιστα τῷ καιρῷ τῶν ἑορτῶν καὶ συνάξεων καὶ φωτισμάτων, ἐπιδημοῦντος τοῦ ἁγίου Πνεύματος συσκερτᾷ ἡ χάρις αὐτοῦ ᾗ κατοικοῦσα ἐν τῇ ψυχῇ τοῦ ἀνθρώπου, καὶ ἐν τεῦθεν πληροφορεῖται ὁ ἄνθρωπος, ὅτι ἀληθῶς Χρι στιανός ἐστι καὶ εἴληφε τὸ ἅγιον βάπτισμα. Καὶ μὴ οἱ προφῆται γυναιξί συγκοιμώμενοι καὶ μέσον βίου φανῇ σοι ξένα καὶ βαρέα τὰ λεγόμενα. Καὶ γὰρ καὶ ἀνθρώπων καὶ πραγμάτων ὑπάρχοντες, τὴν χάριν ταύτην τοῦ ἁγίου Πνεύματος εἶχον· καὶ οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες προφητεύουσαι. Οὐ γὰρ ἀναχωρεῖ οὐδὲ βδελύττεται τὸ ἅγιον Πνεῦμα τὴν κοινωνίαν τοῦ τιμίου γάμου. Οθεν καὶ πολλοὶ τῶν ἐν κόσμῳ πάσχουσιν ἐνεργήματα της τοιαύτης χάριτος τοῦ ἁγίου Πνεύματος, φημὶ δὴ οἵ τε τῷ θυσιαστηρίῳ παριστάμενοι, οἵ τε τῶν τοῦ Χριστοῦ μυστηρίων μεταλαβεῖν προσερχόμενοι· ἐξαίφνης γὰρ δακρύων καὶ χαρᾶς καὶ εὐφροσύνης πληροῦνται· ὅθεν καὶ πληροφορεῖται ὁ Χριστιανός, οὐ ψιλὸν ἄρτον καὶ οἶνον μεταλαμβάνειν ἀλλὰ σῶμα ἀληθῶς καὶ αἷμα τοῦ Υἱοῦ τοῦ Θεοῦ, Πνεύματι ἁγίῳ ἡγιασμένον. Οὐ γὰρ πάσχομέν τι τοιοῦτον ἢ τοιαύτην χάριν καὶ ἐνέργειαν ή γλυκύτητα ἢ κατάνυξιν τών ποτε, ὅταν τὸν ψιλόν ἄρτον καὶ οἶνον ἐπὶ τῆς τρα πέζης ἡμῶν ἐσθίωμεν, κἂν καθαρώτερος ἔσται ὁ ἄρτος τοῦ ἄρτου, καὶ παλαιότερος καὶ βελτίων δ' οἶνος τοῦ οἴνου τοῦ ἐν τῷ θυσιαστηρίῳ προσφερομένου. Ταῦτα ἀνάγκη πᾶσα τὸν Χριστιανὸν ἐπίστασθαι· οὐ γάρ ἐστιν ἐν πάσῃ τῇ πίστει ἡμῶν, καὶ ἐν πάσῃ τῇ Ἐκκλησίᾳ καὶ ἐν πάσῃ τῇ θείᾳ Γραφῇ ἕτερόν τι τούτου τοῦ πράγματος ἀναγκαιότερον ἢ ὅμοιον. Εκ τούτου γάρ πληροφορεῖται ὁ ἄνθρωπος, ὅτι Θεός ἐστιν ἐν αὐτῷ καὶ μετ' αὐτοῦ· ἐκ τούτου γινώσκει, ὅτι ἀληθῶς οὐκ ἔστι πίστις ἑτέρα ἐπὶ τῆς γῆς, εἰ μὴ μόνον ἡ τῶν Χρι στιανῶν. Ἐπείτοιγε καὶ Γραφὰς καὶ ἐκκλησίας καὶ θυσίας καὶ διδασκάλους καὶ βίβλους καὶ θεογνωσίαν γὰς (τῶν ἱματίων καὶ εὐχὰς καὶ παννυχίδας καὶ ἱερεῖς μερικήν, και τινας ἀγαθοεργίας καὶ ἑορτὰς καὶ ἀλλα κεκρυμμένην ἐν τῇ καρδίᾳ τοῦ Χριστιανοῦ χάριν καὶ καὶ ἄλλα πλεῖστα, εθνία ἔχουσι. Ταύτην δὲ τὴν ἐνέργειαν τοῦ ἁγίου Πνεύματος οὐδεὶς οὐδαμοῦ ἐπὶ γῆς, εἰ μὴ μόνοι οἱ ὀρθῶς βεβαπτισμένοι εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, πίστει λαμβάνουσι. Περὶ τούτου τοῦ πλούτου ἡμῶν λέγει ὁ Κύριος, ὅτι ομοία ἐστὶ ἡ βασιλεία τῶν οὐρανῶν θη σαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ἤγουν τὸ Πνεῦμα τὸ ἅγιον τὸ κρυβὲν ἐν ἡμῖν ἐν ἡμέρᾳ τοῦ θείου βαπτίσματος. Περὶ τοῦ καὶ ὁ Παῦλός φησι· Εχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἤγουν ἐν τοῖς πηλίνοις ἡμῶν σώμασι· καὶ πάλιν βαπτιζόμενοι.
col. 865–866page 10 of 10
PG 40:865Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς Θεοῦ ἐστι, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Ταῦτα δὲ ἡμῖν ἀναγκαίως εἰς μέσον ἦλθε, πόθεν ὀφείλει γινώ σκειν ὁ Χριστιανός, ὅτι ἔλαβε τὸ ἅγιον βάπτισμα, καὶ ὅτι ἔστι Χριστιανὸς ἀληθινός. Οὐδὲ γὰρ τὸ εἰσ έρχεσθαι εἰς τὴν ἐκκλησίαν, τοῦτό ἐστι τὸ σημεῖον τοῦ ἀληθινοῦ Χριστιανοῦ· πολλοὶ γὰρ καὶ ἀνάξιοι εἰσέρχονται σὺν ἡμῖν. Οὐδὲ τὸ ποιεῖν τὸ σημεῖον τοῦ σταυροῦ, οὐδὲ τὸ μεταλαμβάνειν τοῦ σώματος τοῦ Χριστοῦ, τοῦτό ἐστι τὸ σημεῖον τοῦ ἀληθινοῦ Χριστιανοῦ. Ἴσως γὰρ καὶ ἄπιστοί τινες καὶ αἱ ρετικοί μεταλαμβάνουσι, καὶ πάντα ὅσα ποιοῦμεν ποιοῦσιν αὐτοί. Αλλ', ὡς προεἶπον, τὸ σημεῖον τοῦ ἀληθινοῦ Χριστιανοῦ ὅπερ έχαρίσατο ὁ Θεὸς τῷ Χριστιανῷ, οὐκ ἔξωθέν ποθεν, οὐδὲ ἐν πλαξὶ λιθίναις αὐτὸ δέδωκεν, ἀλλ' ἐν πλαξι καρδίας σαρκίναις. Οὐκοῦν ἔσωθεν ἐν ἑαυτοῖς ψηλαφήσωμεν, εἰ ἔχου μεν ὅπερ εδωρήσατο ἡμῖν ὁ Θεὸς ἐν τῷ βαπτίσματι σημεῖον, καὶ δῶρον καὶ χάρισμα καὶ θησαυρόν. Τὰ γὰρ Εὐαγγέλια καὶ οἱ προφῆται καὶ οἱ διδάσκαλοι καὶ ἀπόστολοι, πίστιν ῥηματικὴν Θεοῦ ἡμᾶς ἐξ ἀκοῆς διδάσκουσιν· ὁ δὲ Θεὸς οὐ διὰ ῥημάτων ἀκοῆς, ἀλλὰ διὰ πραγμάτων ἐνυποστάτων ἐν τῇ ψυχῇ διδάσκει τὸν ἄνθρωπον, τί ἐστι Χριστιανός. Διὰ τοῦτο, φησὶν ὁ Παῦλος, ὅτι "Εστι πίστις ἐξ ἀκοῆς· καὶ, Ἔστι πίστις ελπιζομένων ὑπόστασις πραγμάτων, καὶ ἔλεγχος οὐ βλεπομένων. Τοιγαροῦν ἰδοὺ μεμαθήκαμεν, τί τὸ σημεῖον τοῦ Χριστιανοῦ, ὅπερ οὐδεμία ἄλλη πίστις κέκτηται ἐπὶ τῆς γῆς. ᾿Αλλὰ μακάριοι οι τοῦτο λαβόντες καὶ ἔχοντες, καὶ σὺν αὐτῷ ἐκ τοῦ βίου ὑπάγοντες· αὐτῶν γὰρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ΙΕΡΩΝΥΜΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ. Ερώτησις. Τῆς Γραφῆς ὑμῶν μηδαμοῦ ἐπιτρεπούσης ὑμῖν προσκυνεῖν τὸν σταυρὸν, τίνος χάριν λοιπὸν αὐτὸν προσκυνεῖτε; Είπατε ἡμῖν τοῖς Ἰου δαίοις καὶ Ἕλλησι, καὶ πᾶσι τοῖς ἐπερωτῶσιν ὑμᾶς ἔθνεσι. Απόκρισις. Διὰ τοῦτο, ὦ ἀνόητοι καὶ ἀναιδεῖς τῇ καρδίᾳ, τάχα συνεχώρησεν ὁ Θεὸς παντὶ ἔθνει σεβομένῳ τὸν Θεὸν, πάντως προσκυνεῖν τι ἐπὶ τῆς γῆς, ἔργον ἀνθρώπου ὑπάρχον, ἵνα μηκέτι δύνωνται ἐγκαλεῖν τοῖς Χριστιανοῖς περὶ τοῦ σταυροῦ, καὶ τῆς τῶν εἰκόνων προσκυνήσεως. Ὥσπερ οὖν ὁ Ἰου δαῖος προσεκύνει την κιβωτόν τῆς διαθήκης, καὶ τὰ δύο χερουβὶμ τὰ χωνευτὰ καὶ χρυσᾶ, καὶ τὰς δύο πλάκας, ἃς ἐλάξευσε Μωϋσῆς, μηδαμοῦ ἐπιτραπείς ὑπὸ τοῦ Θεοῦ ταῦτα προσκυνεῖν ἢ ἀσπάζεσθαι· οὕτω καὶ οἱ Χριστιανοὶ οὐχ ὡς Θεὸν τὸν σταυρὸν ἀσπαζόμεθα, ἀλλὰ δεικνύντες τὴν τῆς ψυχῆς ἡμῶν γνησίαν πρὸς τὸν σταυρωθέντα διάθεσιν. Χριστιανισμού. συνεχώρησεν ὁ Θεὸς προσκυνεῖν πᾶν ἔθνος χειροποίητα, Ἰουδαίους τινὰς πλάκας ἐκείνας, ἃς ἐλατόμησε Μωϋσῆς, καὶ τὰ δύο χερουβὶμ τὰ χρυσᾶ· οὕτως καὶ ἡμῖν τοῖς Χριστιανοῖς ἐδωρήσατο τὸν σταυρὸν, καὶ τῶν ἀγαθῶν ἔργων τὰς εἰκόνας γράφειν καὶ προσ κυνεῖν καὶ δεῖξαι τὸ ἔργον ἡμῶν.
Page scan enlarged

Notebook

Full View