PG 41Epiphanius
Medicine Chest (Book I – Book II, Volume I, heresies 1–64)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 41:605διὸ [καὶ] δικαίως καὶ ἁρμοζόντως τῇ τοιαύτῃ σου τόλμῃ ὁ θεῖος πρεσβύτης καὶ κῆρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, εἰπὼν οὕτως· εἰδωλοποιὲ Μάρκε καὶ τερατοσκόπε, ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τέχνης, δι’ ὧν κρατύνεις τῆς πλάνης τὰ διδάγματα, σημεῖα δεικνὺς τοῖς ὑπὸ σοῦ πλανωμένοις, ἀποστατικῆς δυνάμεως ἐγχειρήματα, ἃ σοὶ χορηγεῖ σὸς πατὴρ Σατὰν ἀεὶ δι’ ἀγγελικῆς δυνάμεως Ἀζαζὴλ ποιεῖν, ἔχων σε πρόδρομον ἀντιθέου πανουργίας. καὶ ταῦτα μὲν ὁ θεοφιλὴς πρεσβύτης· ἡμεῖς δὲ τὰ λοιπὰ τῆς μυσταγωγίας αὐτῶν μακρὰ ὄντα πειρασόμεθα βραχέως διεξελθεῖν καὶ τὰ πολλῷ χρόνῳ κεκρυμμένα εἰς φανερὸν ἀγαγεῖν. οὕτω γὰρ ἂν γένοιτο εὐέλεγκτα πᾶσι. 12. Τὴν οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν καὶ τὴν πλάνην τοῦ προβάτου καὶ ἀνεύρεσιν ἑνώσαντες ἐπὶ τὸ αὐτὸ μυστικώτερον ἐπιχειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ εἰς ἀριθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα συνεστηκέναι· καὶ ἀπὸ μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες οὕτω γεννῶσι τὴν δεκάδα. μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες συντεθεῖσαι ἐπὶ τὸ αὐτὸ τὸν τῶν δέκα Αἰώνων ἀπεκύησαν ἀριθμόν.
πάλιν δ’ αὖ ἡ δυὰς ἀπ’ αὐτῆς προελθοῦσα ἕως τοῦ ἐπισήμου, οἷον δύο καὶ τέσσαρες καὶ ἕξ, τὴν δωδεκάδα ἐπέδειξεν. καὶ πάλιν ἀπὸ τῆς δυάδος ὁμοίως ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα ἡ τριακοντὰς ἀνεδείχθη, ἐν ᾗ ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς. τὴν οὖν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος λέγουσι, καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι, ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι. τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς δωδεκάδος ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἶναι τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτήν. οὕτως οὖν καὶ τοὺς ἀριθμοὺς τοὺς καταλειφθένταςἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα, ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκαἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενήκοντα ἐννέα γίνεται. διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν. Οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν.
PG 41:607τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι θέλουσιν, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ ἐπισυνθέντες μέχρι τοῦ ἦτα τὴν τριακοντάδα ἐπιδεικνύουσιν. ἀρξάμενος γάρ [τις] ἀπὸ τοῦ ἄλφα καὶ τελευτῶν εἰς τὸ ἦτα τῷ ἀριθμῷ τῶν στοιχείων, ὑφεξαιρούμενος δὲ τὸ ἐπίσημον καὶ ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γραμμάτων, εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν. μέχρι γὰρ τοῦ ε στοιχείου πεντεκαίδεκα γίνονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτὰ ἀριθμὸς β καὶ κ ἀπετέλεσε· προσελθὸν δὲ τούτοις τὸ η, ὅ ἐστιν ὀκτώ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσεν. καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν Ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων. ἐπεὶ οὖν ἐκ τριῶν δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα. καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ’ ἑαυτῆς συντεθεῖσα ἐννέα ἐγέννησεν. οὕτως τε ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα παρ’ αὐτοῖς ἀπεκύησεν ἀριθμόν.
καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ λόγου κεῖσθαι [ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖται τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα] καὶ κατ’ εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντεθειμένος κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ τὸν τῶν ἐνενήκοντα ἐννέα ποιεῖται ἀριθμόν. ὅτι δὲ τὸ λ ἑνδέκατον ὂν τῇ τάξει ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθεν ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν, καὶ εὑρὸν αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου. τὸ γὰρ λ, ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον καὶ εὑρὸν καὶ εἰς ἑαυτὸ ἁρπάσαν αὐτόν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσεν χώραν, τοῦ Μ στοιχείου ἐκ δύο Λ συγκειμένου. διὸ καὶ φεύγειν αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ἐνενήκοντα ἐννέα χώραν, τουτέστιν τὸ Ὑστέρημα, τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν δὲ τὸ ἕν, ὃ προστεθὲν τοῖς ἐνενήκοντα ἐννέα εἰς τὴν δεξιὰν αὐτοὺς χεῖρα μετέστησεν. 13.
PG 41:609Σὺ μὲν ταῦτα διερχόμενος, ἀγαπητέ, εὖ οἶδα ὅτι γελάσεις πολλὰ τὴν τοιαύτην αὐτῶν οἰησίσοφον μωρίαν. ἄξιοι δὲ πένθους οἱ τηλικαύτην θεοσέβειαν καὶ τὸ μέγεθος τῆς ἀληθῶς ἀρρήτου δυνάμεως καὶ τὰς τοσαύτας οἰκονομίας τοῦ θεοῦ διὰ τοῦ ἄλφα καὶ βῆτα καὶ δι’ ἀριθμῶν οὕτως ψυχρῶς καὶ βεβιασμένως διασύροντες. ὅσοι δὲ ἀφίστανται τῆς ἐκκλησίας καὶ τούτοις τοῖς γραώδεσι μύθοις πείθονται, ἀληθῶς [εἰσιν] αὐτοκατάκριτοι, οὓς ὁ Παῦλος ἐγκελεύεται ἡμῖν μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτεῖσθαι. Ἰωάννης δέ, ὁ τοῦ κυρίου μαθητής, ἐπέτεινε τὴν καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφ’ ἡμῶν λέγεσθαι βουληθείς· «ὁ γὰρ λέγων αὐτοῖς» φησί «χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτῶν τοῖς πονηροῖς». καὶ εἰκότως· «οὐκ ἔστι γὰρ χαίρειν τοῖς ἀσεβέσιν» λέγει κύριος. ἀσεβεῖς δὲ ὑπὲρ πᾶσαν ἀσέβειαν οὗτοι οἱ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, μόνον θεὸν παντοκράτορα, ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔστιν, ἐξ Ὑστερήματος καὶ αὐτοῦ ἐξ ἄλλου Ὑστερήματος γεγονότος προβεβλῆσθαι λέγοντες· ὥστε κατ’ αὐτοὺς εἶναι αὐτὸν προβολὴν τρίτου Ὑστερήματος.
ἣν γνώμην ὄντως καταφυσήσαντας καὶ καταθεματίσαντας δέον πόρρω που [καὶ] μακρὰν φυγεῖν ἀπ’ αὐτῶν καὶ ᾗ πλέον διισχυρίζονται καὶ χαίρουσιν ἐπὶ τοῖς παρευρέμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων, καθάπερ οἱ εἰς φρενίτιδα διάθεσιν ἐμπεσόντες ἢ πλέον γελῶσι καὶ ἰσχύειν δοκοῦσιν καὶ ὡς ὑγιαίνοντες πάντα πράττουσιν, ἔνια δὲ καὶ ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσιν. ὁμοίως δὲ καὶ οὗτοι ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι καὶ ἐκνευρίζουσιν ἑαυτοὺς ὑπέρτονα τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν. ἐξελθὸν γὰρ τὸ ἀκάθαρτον πνεῦμα τῆς ἀνοίας, ἔπειτα σχολάζοντας αὐτοὺς οὐ θεῷ, ἀλλὰ κοσμικαῖς ζητήσεσιν εὑρόν, προσπαραλαβὸν ἕτερα πνεύματα ἑπτὰ πονηρότερα ἑαυτοῦ καὶ χαυνῶσαν αὐτῶν τὴν γνώμην ὡς δυναμένων τὰ ὑπὲρ τὸν θεὸν ἐννοεῖν καὶ ἐπιτήδειον εἰς ὑπερέκκρουσιν κατασκευάσαν, τὴν ὀγδοάδα τῆς ἀνοίας τῶν πονηρῶν πνευμάτων εἰς αὐτοὺς ἐνεθήκωσεν. 14. Βούλομαι δέ σοι καὶ ὡς αὐτὴν τὴν κτίσιν κατ’ εἰκόνα τῶν ἀοράτων ὑπὸ τοῦ Δημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατεσκευάσθαι διὰ τῆς Μητρὸς λέγουσιν διηγήσασθαι.
πρῶτον μὲν τὰ τέσσαρα στοιχεῖά φασιν, πῦρ ὕδωρ γῆν ἀέρα, εἰκόνα προβεβλῆσθαι τῆς ἄνω πρώτης τετράδος, τάς τε ἐνεργείας αὐτῶν συναριθμουμένας, οἷον θερμόν τε καὶ ψυχρόν, ξηρόν τε καὶ ὑγρόν, ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα. ἑξῆς δέκα δυνάμεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς προελθούσης. τὴν δὲ δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζῳδιακοῦ καλουμένου κύκλου. τὰ γὰρ δώδεκα ζῴδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα δωδεκάδα σκιαγραφεῖν λέγουσιν. καὶ ἐπεὶ ἀντεπεζεύχθη, φασί, τῇ τῶν ὅλων φορᾷ ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ὕπερθεν οὐρανὸς ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ Ὅρου τοῦ τὴν τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος.
PG 41:611τὴν σελήνην τε πάλιν τὸν ἑαυτῆς οὐρανὸν ἐμπεριερχομένην τριάκοντα ἡμέραις διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν. καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶν περιερχόμενον καὶ τερματίζοντα τὴν κυκλικὴν αὐτοῦ ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάδα φανερὰν ποιεῖν, καὶ αὐτὰς δὲ τὰς ἡμέρας, δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς [οὐ] φαεινῆς δωδεκάδος εἶναι. ἀλλὰ μὴν καὶ τὴν ὥραν φασί, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τριακοντάδος. καὶ αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζῴδιον μοίρας ἔχειν τριάκοντα. οὕτως δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν. ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες καὶ καθ’ ἕκαστον κλίμα [ἀνὰ μίαν] δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην καὶ ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ τὴν ἀπόρροιαν δυνάμει τύπον εἶναι τῆς δωδεκάδος καὶ τῶν τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται.
Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν Δημιουργὸν τῆς ἄνω Ὀγδοάδος τὸ ἀπέραντον καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ ἀίδιον ἐκτυπῶσαι, διὰ τὸ καρπὸν [αὐτὸν] εἶναι Ὑστερήματος, εἰς χρόνους καὶ καιρούς, ἀριθμούς τε πολυετεῖς τὸ αἰώνιον αὐτῆς κατατεθεῖσθαι, οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. ἐνταῦθά τε λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς Ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο κατάλυσιν πληρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον. 15. Καὶ περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες, καθ’ ἑκάστην ἡμέραν ἐπιγεννᾷ ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερόν [τι]. τέλειος γὰρ οὐδεὶς ὁ μὴ μεγάλα ψεύσματα παρ’ αὐτοῖς καρποφορήσας. ἐκ δὲ τῶν προφητικῶν ὅσα μεταμορφάζουσιν, ἀναγκαῖον μηνύσαντας τὸν ἔλεγχον αὐτοῖς ἐπάγειν. ὁ γὰρ Μωυσῆς, φασίν, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας, εὐθὺς ἐν ἀρχῇ τὴν Μητέρα τῶν ὅλων ἐπέδειξεν εἰπών «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». τέσσαρα οὖν ταῦτα ὀνομάσας, θεὸν καὶ ἀρχήν, οὐρανὸν καὶ γῆν, τὴν τετρακτὺν αὐτῶν, ὡς αὐτοὶ λέγουσι, διετύπωσεν.
PG 41:613καὶ τὸ ἀόρατον δὲ καὶ ἀπόκρυφον αὐτῆς μηνύοντα εἰπεῖν «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος». τὴν [δὲ] δευτέραν τετράδα, γέννημα πρώτης τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέλουσιν, ἄβυσσον ὀνομάζοντα καὶ σκότος ἐν σφίσιν αὐτοῖς καὶ ὕδωρ καὶ τὸ ἐπιφερόμενον τῷ ὕδατι πνεῦμα. μεθ’ ἣν τῆς δεκάδος μνημονεύοντα φῶς λέγειν καὶ ἡμέραν καὶ νύκτα, στερέωμά τε καὶ ἑσπέραν καὶ ὃ καλεῖται πρωί̈, ξηράν τε καὶ θάλασσαν, ἔτι τε βοτάνην καὶ δεκάτῳ τόπῳ τὸ ξύλον· οὕτω τε διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. τῆς δὲ δωδεκάδος οὕτως ἐξεικονίσθαι παρ’ αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν καὶ σελήνην, ἀστέρας τε καὶ καιρούς, ἐνιαυτούς τε καὶ κήτη, [ἔτι τε] ἰχθύας καὶ ἑρπετά, πετεινά τε καὶ τετράποδα, θηρία τε καὶ ἐπὶ πᾶσι τούτοις δωδέκατον τὸν ἄνθρωπον. οὕτως ὑπὸ τοῦ πνεύματος τὴν τριακοντάδα διὰ Μωυσέως εἰρῆσθαι διδάσκουσιν.
ἀλλὰ μὴν καὶ τὸν πλαστὸν ἄνθρωπον κατ’ εἰκόνα τῆς ἄνω δυνάμεως ἔχειν ἐν αὑτῷ τὴν ἀπὸ τῆς μιᾶς πηγῆς δύναμιν [ἱδρῦσθαι δὲ ταύτην ἐν τῷ κατὰ τὸν ἐγκέφαλον τόπῳ], ἀφ’ ἧς ἀπορρεῖν δυνάμεις τέσσαρας κατ’ εἰκόνα τῆς ἄνω τετράδος καλουμένας, τὴν μὲν ὅρασιν, τὴν δὲ ἀκοήν, τὴν δὲ τρίτην ὄσφρησιν καὶ τὴν τετάρτην γεῦσιν. τὴν δὲ ὀγδοάδα φασὶν μηνύεσθαι διὰ τοῦ ἀνθρώπου οὕτως· ἀκοὰς μὲν δύο ἔχοντος καὶ τοσαύτας ὁράσεις, ἔτι τε ὀσφρήσεις δύο καὶ διπλῆν γεῦσιν, πικροῦ τε καὶ γλυκέος. ὅλον δὲ τὸν ἄνθρωπον πᾶσαν τὴν εἰκόνα τῆς τριακοντάδος οὕτως ἔχειν διδάσκουσιν· ἐν μὲν ταῖς χερσὶ διὰ τῶν δακτύλων τὴν δεκάδα βαστάζειν, ἐν ὅλῳ δὲ τῷ σώματι εἰς δώδεκα μέλη διαιρουμένῳ τὴν δωδεκάδα. διαιροῦσι δὲ αὐτό, καθάπερ τὸ τῆς Ἀληθείας διῄρηται παρ’ αὐτοῖς σῶμα, περὶ οὗ προειρήκαμεν. τήν τε οὖν ὀγδοάδα, ἄρρητόν τε καὶ ἀόρατον οὖσαν, ἐν τοῖς σπλάγχνοις κρυβομένην νοεῖσθαι. 16. Ἥλιον δὲ πάλιν, τὸν μέγαν φωστῆρα, ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι διὰ τὸν τῆς τετράδος ἀριθμὸν φάσκουσι.
τῆς τε σκηνῆς τῆς ὑπὸ Μωυσέως κατασκευασθείσης αἱ αὐλαὶ ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου γεγονυῖαι τὴν αὐτὴν παρ’ αὐτοῖς ἐπέδειξαν εἰκόνα. τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις λίθων πολυτελῶν κεκοσμημένον, τὴν τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα [ὅλως] τοιαῦτα κεῖται ἐν ταῖς γραφαῖς εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι. τὴν δὲ ὀγδοάδα πάλιν δείκνυσθαι οὕτως· ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεπλάσθαι λέγουσι τὸν ἄνθρωπον· ποτὲ μὲν γὰρ αὐτὸν τῇ ἕκτῃ βούλονται γεγονέναι, ποτὲ δὲ [ἐν] τῇ ὀγδόῃ, εἰ μή τι τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι, τὸν δὲ σαρκικὸν ἐν τῇ ὀγδόῃ· διέσταλται γὰρ ταῦτα παρ’ αὐτοῖς. ἔνιοι δὲ [καὶ] ἄλλον [εἶναι] θέλουσι τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονότα ἀρσενόθηλυν ἄνθρωπον καὶ τοῦτον εἶναι τὸν πνευματικόν, ἄλλον δὲ τὸν ἐκ τῆς γῆς πλασθέντα. Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον ὀγδοάδα μηνύειν. τὸ αὐτὸ δὲ καὶ τὸν Δαυίδ, ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ, σημαίνειν.
PG 41:615ἔτι μὴν καὶ τὴν περιτομήν, ὀκταήμερον γινομένην, τὸ περίτμημα τῆς ἄνω ὀγδοάδος δηλοῦν. καὶ ἁπλῶς ὅσα εὑρίσκεται ἐν ταῖς γραφαῖς ὑπάγεσθαι δυνάμενα εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν. ἀλλὰ καὶ τὴν δεκάδα σημαίνεσθαι διὰ τῶν δέκα ἐθνῶν, ὧν ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραὰμ εἰς κατάσχεσιν δοῦναι, λέγουσι. καὶ τὴν [κατὰ] Σάρραν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται, τὸ αὐτὸ δηλοῦν. καὶ ὁ δοῦλος δὲ ὁ [τῷ] Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας, ἔτι τε Ῥοβοὰμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων καὶ τῆς σκηνῆς αἱ δέκα αὐλαὶ καὶ οἱ στῦλοι οἱ δεκαπήχεις καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες καὶ οἱ δέκα ἀπόστολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατ’ αὐτοὺς δεκάδα. 17.
Τὴν δωδεκάδα δέ, περὶ ἣν καὶ τὸ μυστήριον τοῦ πάθους τοῦ Ὑστερήματος γεγονέναι, ἐξ οὗ πάθους τὰ βλεπόμενα κατεσκευάσθαι θέλουσιν, ἐπισήμως καὶ φανερῶς πανταχῇ κεῖσθαι λέγουσιν, ὡς τοὺς δώδεκα υἱοὺς τοῦ Ἰακώβ, ἐξ ὧν καὶ [αἱ] δώδεκα φυλαί, καὶ τὸ λόγιον τὸ ποικιλτὸν δώδεκα ἔχον λίθους καὶ τοὺς δώδεκα κώδωνας καὶ τοὺς ὑπὸ Μωυσέως τεθέντας ὑπὸ τὸ ὄρος δώδεκα λίθους, ὡσαύτως δὲ καὶ τοὺς ὑπὸ Ἰησοῦ ἐν τῷ ποταμῷ καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς βαστάζοντας τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς ὑπὸ Ἠλία τεθειμένους ἐν τῇ ὁλοκαυτώσει τοῦ μόσχου καὶ τὸν ἀριθμὸν δὲ τῶν ἀποστόλων καὶ πάντα ἁπλῶς ὅσα τὸν δωδέκατον ἀριθμὸν διασῴζει τὴν δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγουσι.
PG 41:617τὴν δὲ τούτων πάντων ἕνωσιν ὀνομαζομένην τριακοντάδα διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε κιβωτοῦ καὶ διὰ Σαμουὴλ κατακλίναντος τὸν Σαοὺλ ἐν τοῖς τριάκοντα κλητοῖς πρῶτον καὶ διὰ Δαυίδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο ἐν τῷ ἀγρῷ, καὶ διὰ τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον λ καὶ διὰ τοῦ τὸ μῆκος γίνεσθαι τῆς ἁγίας σκηνῆς τριάκοντα πηχῶν, καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις εὑρίσκουσι, τὴν τριακοντάδα αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν. 18. Ἀναγκαῖον [δὲ] ἡγησάμην προσθεῖναι τούτοις καὶ ὅσα περὶ τοῦ Προπάτορος αὐτῶν, ὃς ἄγνωστος ἦν τοῖς πᾶσι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἐκλέγοντες ἐκ τῶν γραφῶν πείθειν ἐπιχειροῦσιν, ἵν’ ἐπιδείξωσι τὸν κύριον ἡμῶν ἄλλον καταγγέλλοντα πατέρα παρὰ τὸν ποιητὴν τοῦδε τοῦ παντός, ὃν καθὼς προέφαμεν ἀσεβοῦντες Ὑστερήματος καρπὸν εἶναι λέγουσι. τὸν γοῦν προφήτην Ἠσαί̈αν εἰπόντα «Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν», τὴν τοῦ ἀοράτου Βυθοῦ ἀγνωσίαν εἰρηκέναι μεθαρμόζουσι.
καὶ διὰ Ὠσηὲ τὸ εἰρημένον «οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια οὐδὲ ἐπίγνωσις θεοῦ» εἰς τὸ αὐτὸ συντείνειν βιάζονται, καὶ τό «οὐκ ἔστιν ὁ συνιῶν ἢ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν» ἐπὶ τῆς τοῦ Βυθοῦ ἀγνωσίας τάττουσι. καὶ τὸ διὰ Μωυσέως δὲ εἰρημένον «οὐδεὶς ὄψεται τὸν θεὸν καὶ ζήσεται» εἰς ἐκεῖνον ἔχειν πείθουσι τὴν ἀναφοράν. τὸν μὲν γὰρ ποιητὴν ἐπιψευδόμενοι ὑπὸ τῶν προφητῶν ἑωρᾶσθαι λέγουσι, τὸ δὲ [γεγραμμένον] «οὐδεὶς ὄψεται τὸν θεὸν καὶ ζήσεται» περὶ τοῦ ἀοράτου μεγέθους καὶ ἀγνώστου τοῖς πᾶσιν εἰρῆσθαι θέλουσι. καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου πατρὸς καὶ ποιητοῦ τῶν ὅλων εἴρηται τό «οὐδεὶς ὄψεται τὸν θεόν» πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ οὐ περὶ τοῦ ὑπὸ τούτων παρεπινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ καὶ αὐτός ἐστιν ὁ ἀόρατος θεός, δειχθήσεται τοῦ λόγου προϊόντος. καὶ τὸν Δανιὴλ δὲ τὸ αὐτὸ τοῦτο σημαίνειν ἐν τῷ ἐπερωτᾶν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παραβολῶν, ὡς μὴ εἰδότα· ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀπ’ αὐτοῦ τὸ μέγα μυστήριον τοῦ Βυθοῦ εἰπεῖν αὐτῷ «ἀπότρεχε Δανιήλ·
οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εἰσίν, ἕως οἱ συνιέντες συνιῶσι καὶ οἱ λευκοὶ λευκανθῶσι»· καὶ αὐτοὺς εἶναι τοὺς λευκοὺς καὶ [εὖ] συνιέντας αὐχοῦσιν. Πρὸς δὲ τούτοις ἀμύθητον πλῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶ ἔπλασαν, παραφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων καὶ τὰ τῆς ἀληθείας μὴ ἐπισταμένων γράμματα. προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κἀκεῖνο τὸ ῥᾳδιούργημα, ὡς τοῦ κυρίου παιδὸς ὄντος καὶ μανθάνοντος τὰ γράμματα, τοῦ διδασκάλου αὐτῷ φήσαντος, καθὼς ἔθος ἐστίν· εἰπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα. πάλιν τε τὸ βῆτα τοῦ διδασκάλου κελεύοντος εἰπεῖν, ἀποκρίνασθαι τὸν κύριον· σύ μοι πρότερον εἰπὲ τί ἐστι τὸ ἄλφα, καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ βῆτα. καὶ τοῦτο ἐξηγοῦνται, ὡς αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ ἐφανέρωσεν ἐν τῷ τύπῳ τοῦ ἄλφα. Ἔνια δὲ καὶ τῶν ἐν τῷ εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα μεθαρμόζουσιν, ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν «οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;» ὃν οὐκ ᾔδεισαν, φασί, πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλάς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς θεόν.
PG 41:619καὶ τῷ εἰπόντι αὐτῷ «διδάσκαλε ἀγαθέ» τὸν ἀληθῶς ἀγαθὸν θεὸν ὡμολογηκέναι εἰπόντα «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός, ὁ πατὴρ ἐν τοῖς οὐρανοῖς»· οὐρανοὺς δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι. καὶ διὰ τοῦ μὴ ἀποκριθῆναι τοῖς εἰποῦσιν αὐτῷ «ἐν ποίᾳ δυνάμει τοῦτο ποιεῖς», ἀλλὰ τῇ ἀντεπερωτήσει ἀπορῆσαι αὐτοὺς τὸ ἄρρητον τοῦ Πατρὸς ἐν τῷ [μὴ] εἰπεῖν δεδειχέναι αὐτὸν ἐξηγοῦνται. ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι «πολλάκις ἐπεθύμησα ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν ἐροῦντα» ἐμφαίνοντός φασιν εἶναι διὰ τοῦ «ἕνα» τὸν ἀληθῶς ἕνα θεόν, ὃν οὐκ ἐγνώκεισαν. ἔτι ἐν τῷ προσσχόντα αὐτὸν τῇ Ἱερουσαλὴμ δακρῦσαι ἐπ’ αὐτὴν καὶ εἰπεῖν «εἰ ἔγνως καὶ σὺ σήμερον τὰ πρὸς εἰρήνην; ἐκρύβη δὲ [ἀπὸ] σοῦ», διὰ τοῦ «ἐκρύβη» ῥήματος τὸ ἀπόκρυφον τοῦ Βυθοῦ δεδηλωκέναι. καὶ πάλιν εἰπόντα «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ μάθετε ἀπ’ ἐμοῦ», τὸν τῆς ἀληθείας πατέρα κατηγγελκέναι. ὃ γὰρ οὐκ ᾔδεισαν, φασί, τοῦτο αὐτοῖς ὑπέσχετο διδάξειν.
[Ἀπόδειξιν] δὲ τῶν ἀνωτάτω καὶ οἱονεὶ κορωνίδα τῆς ὑποθέσεως αὐτῶν φέρουσι ταῦτα «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τῶν οὐρανῶν καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας αὐτὰ ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. οὐά, ὁ πατήρ μου, ὅτι ἔμπροσθέν σου εὐδοκία [μοι] ἐγένετο. πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱόν, εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». ἐν τούτοις [γὰρ] διαρρήδην φασὶ δεδειχέναι αὐτόν, ὡς τὸν ὑπ’ αὐτῶν παρεξευρημένον πατέρα ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδὲ ἑνὸς πώποτε ἐγνωκότος, καὶ κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτιστοῦ ἀεὶ ὑπὸ πάντων ἐγνωσμένου, καὶ ταῦτα τὸν κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώστου τοῖς πᾶσι πατρός, ὃν αὐτοὶ καταγγέλλουσι. 19. Τὴν δὲ τῆς ἀπολυτρώσεως [παρ’] αὐτοῖς παράδοσιν συμβέβηκεν ἀόρατον εἶναι καὶ ἀκατάληπτον, ἅτε τῶν ἀκρατήτων καὶ ἀοράτων Μητέρα ὑπάρχουσαν καὶ διὰ τοῦτο ἄστατον οὖσαν, οὐχ ἁπλῶς οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαι ἔστιν διὰ τὸ ἕνα ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλονται, παραδιδόναι αὐτήν. ὅσοι γάρ εἰσι ταύτης τῆς γνώμης μυσταγωγοί, τοσαῦται καὶ ἀπολυτρώσεις.
PG 41:621καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ βαπτίσματος τῆς εἰς θεὸν ἀναγεννήσεως καὶ πάσης τῆς πίστεως ἀπόθεσιν ὑποβέβληται τὸ εἶδος τοῦτο ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ προσήκοντι τόπῳ. Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἶναι τοῖς τὴν τελείαν γνῶσιν εἰληφόσιν, ἵνα εἰς τὴν ὑπὲρ πάντα δύναμιν ὦσιν ἀναγεγεννημένοι. ἄλλως γὰρ ἀδύνατον [εἶναι] ἐντὸς Πληρώματος εἰσελθεῖν, ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος τοῦ Βυθοῦ κατάγουσα κατ’ αὐτούς. τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ ἀφέσεως [εἶναι] ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ κατελθόντος Χριστοῦ εἰς τελείωσιν, καὶ τὸ μὲν ψυχικόν, τὴν δὲ πνευματικὴν εἶναι ὑφίστανται, καὶ τὸ μὲν βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εἰς μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν ὑπὸ Χριστοῦ κεκομίσθαι εἰς τελείωσιν. καὶ τοῦτ’ εἶναι περὶ οὗ λέγει «καὶ ἄλλο βάπτισμα ἔχω βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό».
ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆς μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν μετ’ αὐτοῦ εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν κύριον λέγουσιν, εἰπόντα «δύνασθε τὸ βάπτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπτίζεσθαι;» καὶ τὸν Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπολύτρωσιν πολλάκις μεμηνυκέναι, καὶ εἶναι ταύτην τὴν ὑπ’ αὐτῶν ποικίλως καὶ ἀσυμφώνως παραδιδομένην. 20. Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ’ ἐπιρρήσεών τινων τοῖς τελουμένοις καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ’ αὐτῶν γινόμενον κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν· οἱ δὲ ἄγουσιν ἐφ’ ὕδωρ καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν «εἰς ὄνομα ἀγνώστου πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα [τῶν] πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν εἰς ἕνωσιν καὶ ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων». ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελουμένους, οὕτως· βασεμὰ χαμοσσὴ βααιανοορὰ μισταδία ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. τούτων δ’ ἡ ἑρμηνεία ἐστὶ τοιαύτη·
PG 41:623ὑπὲρ πᾶσαν δύναμιν τοῦ Πατρὸς ἐπικαλοῦμαι φῶς ὀνομαζόμενον καὶ πνεῦμα ἀγαθὸν καὶ ζωή, ὅτι ἐν σώματι ἐβασίλευσας. ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν ἐπιλέγουσιν οὕτως· τὸ ὄνομα τὸ ἀποκεκρυμμένον ἀπὸ πάσης θεότητος καὶ κυριότητος καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς ὁ Ναζαρηνὸς ἐν ταῖς ζώναις τοῦ φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ ζῶντος διὰ πνεύματος ἁγίου, εἰς λύτρωσιν ἀγγελικήν, ὄνομα τὸ τῆς ἀποκαταστάσεως· Μεσσία οὐφαρέγνα μεμψαι μὲν χαλ δαίαν μοσομηδαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία. καὶ τούτων δὲ ἡ ἑρμηνεία ἐστὶν τοιαύτη· οὐ διαιρῶ τὸ πνεῦμα, τὴν καρδίαν καὶ τὴν ὑπερουράνιον δύναμιν τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, σωτὴρ ἀληθείας. καὶ ταῦτα μὲν ἐπιλέγουσιν αὐτοὶ οἱ τελοῦντες, ὁ δὲ τετελεσμένος ἀποκρίνεται· ἐστήριγμαι καὶ λελύτρωμαι καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αἰῶνος τούτου καὶ πάντων τῶν παρ’ αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαώ, ὃς ἐλυτρώσατο τὴν ψυχὴν αὐτοῦ εἰς ἀπολύτρωσιν ἐν τῷ Χριστῷ τῷ ζῶντι. εἶτ’ ἐπιλέγουσιν οἱ παρόντες· εἰρήνη πᾶσιν, ἐφ’ οὓς τὸ ὄνομα τοῦτο ἐπαναπέπαυται. ἔπειτα μυρίζουσι τὸν τετελεσμένον τῷ ὀπῷ τῷ ἀπὸ βαλσάμου.
τὸ γὰρ μύρον τοῦτο τύπον τῆς ὑπὲρ τὰ ὅλα εὐωδίας εἶναι λέγουσιν. Ἔνιοι δ’ αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὕδωρ περισσὸν εἶναι φάσκουσι, μίξαντες δὲ ἔλαιον καὶ ὕδωρ ἐπὶ τὸ αὐτὸ μετ’ ἐπιρρήσεών [τινων] ὁμοιοτρόπων αἷς προειρήκαμεν ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελουμένων, καὶ τοῦτ’ εἶναι τὴν ἀπολύτρωσιν θέλουσι. μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ βαλσάμῳ. ἄλλοι δὲ ταῦτα πάντα παραιτησάμενοι φάσκουσι μὴ δεῖν τὸ τῆς ἀρρήτου καὶ ἀοράτου δυνάμεως μυστήριον δι’ ὁρατῶν καὶ φθαρτῶν ἐπιτελεῖσθαι κτισμάτων, καὶ τῶν ἀνεννοήτων καὶ ἀσωμάτων δι’ αἰσθητῶν καὶ σωματικῶν. εἶναι δὲ τὴν τελείαν ἀπολύτρωσιν αὐτὴν τὴν ἐπίγνωσιν τοῦ ἀρρήτου Μεγέθους· ὑπ’ ἀγνοίας γὰρ Ὑστερήματος καὶ πάθους γεγονότων διὰ γνώσεως καταλύεσθαι πᾶσαν τὴν ἐκ τῆς ἀγνοίας σύστασιν, ὥστ’ εἶναι τὴν γνῶσιν ἀπολύτρωσιν τοῦ ἔνδον ἀνθρώπου. καὶ μήτε σωματικὴν ὑπάρχειν αὐτὴν [φθαρτὸν γὰρ τὸ σῶμα] μήτε ψυχικήν, ἐπεὶ καὶ ἡ ψυχὴ ἐξ Ὑστερήματός [ἐστι] καὶ ἔστι τοῦ πνεύματος ὥσπερ οἰκητήριον· πνευματικὴν οὖν δεῖν καὶ τὴν λύτρωσιν ὑπάρχειν. λυτροῦσθαι γὰρ διὰ γνώσεως τὸν ἔσω ἄνθρωπον τὸν πνευματικὸν καὶ ἀρκεῖσθαι αὐτοὺς τῇ τῶν ὅλων ἐπιγνώσει.
PG 41:625καὶ ταύτην εἶναι λύτρωσιν ἀληθῆ.

End of the Extracts from IrenaeusΕΩΣ ΩΔΕ ΤΑ ΑΠΟ ΕΙΡΗΝΑΙΟΥ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΕΩΣ ΩΔΕ ΤΑ ΑΠΟ ΕΙΡΗΝΑΙΟΥ. 21. Ταύτην τὴν πᾶσαν ἀκριβῆ ἔρευναν ὁ μακάριος πρεσβύτης Εἰρηναῖος ἐποιήσατο, καθ’ εἱρμὸν πάντα ἐκθέμενος τῆς αὐτῶν πάσης παραπεποιημένης διδασκαλίας. διόπερ δή, ὡς καὶ ἤδη μοι προδεδήλωται, [ὅτι] τοῖς ὑπ’ αὐτοῦ ἐσπουδασμένοις ἀρκεσθέντες πάντα πρὸς ἔπος, ὡς παρ’ αὐτῷ ἐμφέρεται, παρεθήκαμεν. ἀνατραπήσονται δὲ ἐξ αὐτῶν τῶν παρὰ τοῦ ἁγίου ἀνδρὸς εἰς ἀντίθεσιν τῆς αὐτῶν μοχθηρίας εἰρημένων. ἡμεῖς γὰρ πιστεύομεν, ὡς πάντῃ ἡ ἀλήθεια ὑποφαίνει καὶ ὁ εὔλογος λογισμὸς ὑποτίθεται καὶ τῷ τῆς εὐσεβείας κανόνι συμπεφώνηται τῷ τε νόμῳ καὶ τοῖς προφήταις καὶ τοῖς ἀπὸ τῶν ἀνέκαθεν πατριάρχαις κατὰ ἀκολουθίαν τῇ τε αὐτοῦ τοῦ σωτῆρος διδαχῇ, [τοῦ κυρίου] καὶ τῶν αὐτοῦ ἀποστόλων σαφῶς ἡμᾶς διδασκόντων ἕνα ὁμολογεῖν θεὸν πατέρα, παντοκράτορα τῶν ὅλων, καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μίαν ἁγίαν τριάδα ἄκτιστον, τῶν ἄλλων ἁπάντων ἐξ οὐκ ὄντων γενομένων μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.
τούτων δὲ παρὰ πάντων τῶν προειρημένων ἁγίων προφητῶν τε καὶ εὐαγγελιστῶν καὶ ἀποστόλων σαφῶς ὡμολογημένων καὶ πεπιστευμένων, οὐκ ἂν δυνηθείη κυβευτική τις ἐπίνοια ἀντισχεῖν πρὸς τὴν ἀκτῖνα τῆς ἀληθείας, ὥς γε ἡμῖν πολλάκις κατὰ πλάτος εἴρηται ἐν τῇ πρὸς ἑκάστην αἵρεσιν ἀντιθέσει· ὡς ἐξ ἅπαντος φωρᾶσθαι καὶ τοῦτον τὸν ἀγύρτην καὶ θανατοποιὸν ἰσοτύπως ταῖς προειρημέναις ἐπιδείξεως χάριν καὶ περιεργίας τὰ μεγάλα ταῦτα καττύσαντά τε καὶ μηχανησάμενον. 22. Παρελθόντες δὲ καὶ τούτου τὴν μοχθηρίαν καὶ τῶν ἀπ’ αὐτοῦ Μαρκωσίων λεγομένων ἐπὶ τὰς ἑξῆς σπεύσωμεν, ὦ ἐπιπόθητοι, τὰς αὐτῶν ῥίζας πάλιν ἀνερευνῶντες καὶ τῶν καρπῶν αὐτῶν τὴν πικρίαν ἀφανίζοντες, τήν τε ἀνατροπὴν καὶ τὰ κατ’ αὐτοὺς πάντα ἐπιδεικνύντες, οὐχὶ εἰς βλάβην τῶν ἐντυγχανόντων, ἀλλὰ εἰς ἀποτροπήν, πρὸς τὸ μὴ πλησιάσαι μιᾷ τῶν προειρημένων αἱρέσεων ἢ τῶν μετέπειτα, ἀλλὰ ἀναγνόντας τὰ γεγραμμένα παρ’ αὐτοῖς καὶ γνόντας τὰ ᾀδόμενα καὶ καταγνόντας τῆς ἑκάστης αὐτῶν πλάνης τε καὶ ἑρπετώδους μοχθηρίας ἀποφεύγειν τε καὶ ὡς εἶπον μὴ πλησιάζειν. διψάδα γάρ τινα ἔχιδνάν φασιν οἱ ἱστορήσαντες, ἣ οὕτως ἔοικεν λύμην τοιάνδε ἐμποιεῖν·
ἐν τόποις γάρ τισιν, ὅπου πύελοι ἐν ταῖς πέτραις ἢ λιβάδες εἰσὶ μικραὶ ἀπὸ πετρῶν χεόμεναι εἰς ὑποδοχήν τινα, ἡ αὐτὴ διψὰς ὕδωρ εὑρίσκουσα καὶ πιοῦσα τὸν ἰὸν ἐμβάλλει μετὰ τὸ πιεῖν εἰς τὰς προειρημένας στάσεις τῶν ὑδάτων, ὥστε πᾶν ζῷον πλησιάσαν καὶ ποτοῦ κορεσθὲν δοκεῖν μὲν ὠφελεῖσθαι ἐκ τοῦ μεταλαβεῖν, εὐθὺς δὲ παρὰ τὸν ὑποδόχον τῶν ὑδάτων ἐκ τοῦ ἰοῦ τῆς διψάδος ὑποδεξάμενον καταπίπτειν καὶ θνῄσκειν. ἀλλὰ καὶ εἴ τινα πλήξειεν ἡ αὐτὴ διψάς, ἀπὸ τοῦ περισσοτέρως ἐν αὐτῇ καυστικοῦ ἰοῦ ἐπὶ ὄρεξιν δίψης καὶ πόματος προτρέπει τὸ πάθος τῆς ἀλγηδόνος προσφέρεσθαί τε ἀεὶ καὶ πίνειν ἐρεθίζει. νομίζει δέ τι ὠφελεῖσθαι πρὸς τὴν λύμην ὁ πληγείς, ὁσάκις τῆς τοιαύτης θανατηφόρου ἀλγηδόνος λαμβάνει, ἀλλὰ ἐν αὐτῷ τῷ πότῳ πληρωθείσης τῆς γαστρὸς καὶ μηκέτι [τι] ὑποδεχομένης ὕστερον σὺν τῷ πόματι τὸ πνεῦμα ἀφίησιν. οὕτως καὶ οὗτος ἀπὸ πόματος τὸν θάνατον τοῖς παρ’ αὐτοῦ ἠπατημένοις ἐξεργάζεται, οὗπερ ἰοῦ ἐν δυνάμει θεοῦ ῥυσθέντες ἐπὶ τὰς ἑξῆς ἴωμεν.

Against the Colorbasians 15, Sequence 35Κατὰ Κολορβασίων ιε, τῆς δὲ ἀκολουθίας λε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:627Κατὰ Κολορβασίων ιε, τῆς δὲ ἀκολουθίας λε. 1.
Κολόρβασος τούτοις ἕπεται ἀπὸ τῆς τοῦ προειρημένου Μάρκου γοητείας τὸν ἔρανον ποιησάμενος, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Πτολεμαίου ῥίζης σκολόπων δίκην ἀναφύσας· ἕτερα [δὲ] πάλιν παρὰ τούτους ἐνοχλεῖν τῷ κόσμῳ κέντρων δίκην ἐπενόησε, δῆθεν μείζονα ἐμπειρίαν, ὡς ἄνωθεν ἥκων, μηχανώμενος. καὶ τὰ μὲν πρῶτα σὺν τῷ Μάρκῳ ὑπάρχων ὁμοιογνώμονι αὐτῷ, δίκην δικεφάλου ὄφεως ὑπαρχούσης τῆς αὐτῶν αἱρέσεως, ὕστερον δὲ ὡς κεφαλὴ ἀπὸ σώματος ἑρπετοῦ τμηθεῖσα καὶ ἔτι ἐμπνέουσα πολλοὺς ἀφανίσας ἠδίκησεν, ὡς δῆθεν μεῖζόν τι καὶ ἐμπειρότερον παρὰ τοὺς σὺν αὐτῷ καὶ τοὺς πρώτους δεικνύς. λέγει γὰρ τὴν πρώτην ὀγδοάδα οὐ καθ’ ὑπόβασιν ἄλλον ὑπὸ ἄλλου Αἰῶνα προβεβλῆσθαι, ἀλλ’ ὁμοῦ καὶ εἰς ἅπαξ τὴν τῶν ἓξ Αἰώνων προβολὴν ὑπὸ τοῦ Προπάτορος καὶ τῆς Ἐννοίας αὐτοῦ τετέχθαι, ὡς αὐτὸς μαιωσάμενος, διαβεβαιοῦται. καὶ οὐκέτι ἐκ Λόγου καὶ Ζωῆς Ἄνθρωπον καὶ Ἐκκλησίαν, ὡς οἱ ἄλλοι, ἀλλ’ ἐξ Ἀνθρώπου καὶ Ἐκκλησίας Λόγον καὶ Ζωήν φασι τετέχθαι αὐτὸς καὶ οἱ αὐτοῦ. ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν, ὅτι ὅτε ἐνενοήθη προβαλεῖν ὁ Προπάτωρ, τοῦτο Πατὴρ ἐκλήθη· ἐπειδὴ δὲ ὃ προεβάλετο ἀλήθεια ἦν, τοῦτο Ἀλήθεια ὠνομάσθη.
ὅτε δὲ ἠθέλησεν ἑαυτὸν ἐπιδεῖξαι, τοῦτο Ἄνθρωπος ἐλέχθη. οὓς δὲ προελογίσατο ὅτε προέβαλεν, τοῦτο Ἐκκλησία ὠνομάσθη· καὶ ὁ Ἄνθρωπος τὸν Λόγον· οὗτός ἐστιν ὁ πρωτότοκος υἱός. ἐπακολουθεῖ δὲ τῷ Λόγῳ καὶ ἡ Ζωή. καὶ οὕτως πρώτη ὀγδοὰς συνετελέσθη. πολλὴ δὲ μάχη παρ’ αὐτοῖς καὶ περὶ τοῦ Σωτῆρος. οἱ μὲν γὰρ αὐτὸν ἐκ πάντων γεγονέναι λέγουσι, διὸ καὶ εὐδοκητὸν καλεῖσθαι, ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησεν δι’ αὐτοῦ δοξάσαι τὸν Πατέρα· οἱ δὲ ἐκ μόνων τῶν δέκα αἰώνων τῶν ἀπὸ Λόγου καὶ Ζωῆς προβεβλημένων [αὐτὸν λέγουσι], [καὶ διὰ τοῦτο Λόγον καὶ Ζωὴν αὐτὸν λέγεσθαι], τὰ προγονικὰ ὀνόματα [τὰ] διασῴζοντα· οἱ δὲ ἐκ τῶν δώδεκα Αἰώνων τῶν ἐκ τοῦ Ἀνθρώπου καὶ Ἐκκλησίας γενομένων, καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου [ἑαυτὸν] ὁμολογεῖν, ὡσανεὶ ἀπόγονον Ἀνθρώπου· οἱ δὲ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος [τῶν] εἰς στήριγμα τοῦ πληρώματος [προβεβλημένων] γεγονέναι λέγουσιν αὐτόν, καὶ διὰ τοῦτο Χριστὸν λέγεσθαι αὐτόν, τὴν τοῦ Πατρὸς ἀφ’ οὗ προεβλήθη διασῴζοντα προσηγορίαν. ἄλλοι δέ, ὡς εἰπεῖν, τινὲς ἐξ αὐτῶν ῥαψῳδοί, τὸν Προπάτορα τῶν ὅλων καὶ Προαρχὴν καὶ Προανεννόητον Ἄνθρωπον λέγουσι καλεῖσθαι.
PG 41:629καὶ τοῦτ’ εἶναι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον, ὅτι ἡ ὑπὲρ τὰ ὅλα δύναμις καὶ ἐμπεριεκτικὴ τῶν πάντων Ἄνθρωπος καλεῖται· καὶ διὰ τοῦτο υἱὸν Ἀνθρώπου ἑαυτὸν λέγειν τὸν σωτῆρα. 2. Αὕτη καὶ ἡ τοῦ Κολορβάσου μάταιος τῷ βίῳ καὶ φαντασιώδης διὰ ψοφημάτων κενοφωνία· ἣν ἐὰν καταμάθοι τις, εἴσεται ἐκ τῶν πρὸ αὐτοῦ ὡς φιλοτιμία ἐστὶ τῆς ἑκάστου τούτων ὑπονοίας [αἰτία]. κενοδοξῶν γὰρ ἕκαστος καὶ βουλόμενος ἑαυτῷ συνάγειν ἄθροισμα ὥστε αὐτῷ ἕπεσθαι, ἃ ὑπεισῆλθεν τὴν αὐτοῦ ἔννοιαν ἐψευδολόγησεν, οὔτε κατὰ προφητείαν φθεγγόμενος [οὐ γὰρ πνεῦμα ἅγιον ἐλάλησεν ἐν αὐτοῖς] οὔτε ἀπὸ τῆς τῶν προφητῶν καὶ εὐαγγελίων ἀληθείας κἂν μίαν πρόφασιν ἐσχηκώς. ἀνατροπὴ δὲ τούτων πάντων τῆς ψευδωνύμου γνώσεως ὁ αὐτὸς τῆς ἀληθείας κατὰ τῶν πρώτων ῥηθεὶς λόγος. τῆς γὰρ Οὐαλεντίνου σχολῆς καὶ τῶν πρὸ αὐτοῦ οὗτοι πάντες ὑπάρχοντες καὶ τὸν νοῦν ἐκείνου ἄλλως ἄλλος ἐξηγησάμενοι, τὴν ἴσην αὐτοῖς ὀφλήσουσιν αἰσχύνην. μεγάλην γὰρ ἡμῖν ἀπάτην κενοφωνίας καὶ οὗτος ὁ Κολόρβασος ἧκεν φέρων.
ἐπέθετο γὰρ ἡμῖν ποιητευσάμενος τῷ ἀκαταλήπτῳ καὶ ἀοράτῳ καὶ ἁγίῳ θεῷ τῷ πατρὶ τῶν ὅλων ὄνομα Ἄνθρωπος, ἵνα συζεύξῃ τῇ ἑαυτοῦ πλάνῃ τὸν τοῦ σωτῆρος λόγον φάσκοντος ἑαυτὸν υἱὸν Ἀνθρώπου καὶ μεταγάγῃ τὴν διάνοιαν τῶν αὐτῷ χρησαμένων ἀπὸ τῆς ἀληθινῆς καὶ ἐναργεστάτης τοῦ Χριστοῦ περὶ αὑτοῦ ὁμολογίας εἰς ἀμηχανίαν καὶ εἰς κενοφωνίαν τοῦ ζητεῖν, ὑπολαμβάνοντας ἐν τοῖς ἐπουρανίοις εἶναι ὃ μὴ ἔστι. δῶμεν γὰρ αὐτὸν διὰ τὸ τὸν ἄνω που αὐτοῦ πατέρα Ἄνθρωπον καλεῖσθαι υἱὸν Ἀνθρώπου ἑαυτὸν ὀνομάζειν [καὶ οὐκ ἀπὸ τῆς σαρκὸς ἧς ἔλαβεν ἀπὸ παρθενικῆς μήτρας τουτέστιν ἀπὸ Μαρίας τῆς ἁγίας γεννηθεὶς διὰ πνεύματος ἁγίου] κατὰ τὸν τοῦ ἐλεεινοῦ Κολορβάσου τούτου λόγον, τί ἂν εἴποι περὶ οὗ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστός φησιν, ὡς τοῖς Ἰουδαίοις ἔλεγεν «νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου»· καὶ οὐκέτι ἐνταῦθα εἶπεν, τοῦ ἀνθρώπου πατρός μου, ἀλλὰ περὶ μὲν πατρὸς ὁμολογῶν θεὸν τὸν τῶν ὅλων ἐσήμανεν, περὶ δὲ ἑαυτοῦ, ὅτι ἐνηνθρώπησεν ἐν ἀληθείᾳ, ἄνθρωπον ἑαυτὸν ἔφασκεν·
ὡς καὶ οἱ ἀπόστολοί φασιν, ἵνα ἡ ἀλήθεια πανταχόθεν συσταθῇ καὶ γνωσθῇ πόθεν ἐστὶν τὰ τῷ κυρίῳ ὀνόματα συναφθέντα «Ἰησοῦν ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς σημείοις καὶ τέρασι» καὶ τὰ ἑξῆς. τί τοίνυν πρὸς ταῦτα φαίης ἄν. ὦ πάντων ἀνθρώπων ἐλεεινότατε, ἐπειδὴ ἄνωθεν ἥκεις φέρων ἡμῖν καινὰς ὀνομασίας καὶ σεμνύνῃ ἐφ’ οἷς τὸ τοῦ ἀνθρώπου ὄνομα αὐτῷ τῷ πάντων δεσπότῃ καὶ πατρὶ τῶν ὅλων προσάψαι ἐτόλμησας, ὡς ἐκ τούτου καλεῖσθαι τὸν κύριον υἱὸν Ἀνθρώπου διὰ τὸ τὸν πατέρα Ἄνθρωπον καλεῖσθαι. εὑρὲ ἡμῖν καί τινα ἄλλην προσηγορίαν τῷ πατρὶ ἁρμόζουσαν [κατὰ] τό «ἄνδρα ἀποδεδειγμένον»· ἀλλ’ οὐκ ἂν εὕροις ποτέ. εἰ γὰρ καὶ ἀνὴρ ἄνθρωπός ἐστι καὶ πρὸς ἀντιδιαστολὴν τῆς γυναικὸς τὸν ἄνθρωπον ἄνδρα καλοῦμεν, ὅμως οὐκ ἂν καὶ ἐν τούτῳ μηχανήσασθαί τι δυνηθείης. ἄνευ γὰρ σχημάτων καὶ μελῶν κρυφίων τε καὶ ὁρατῶν ἀνὴρ οὐ δυνήσεται καλεῖσθαι. λέγομεν γὰρ καὶ τὴν γυναῖκα ἄνθρωπον, ἀλλ’ οὐκ ἄνδρα. διὸ καὶ ὁ ἄνθρωπος λέγομεν καὶ ἡ ἄνθρωπος. διαιροῦντες δὲ τὸ γένος ἰδιαζόντως τὴν μὲν θήλειαν γυναῖκα καλοῦμεν, τὸν δὲ ἄρρενα ἄνδρα.
PG 41:631αὕτη γὰρ διάκρισίς ἐστι τοῦ γένους ἄρρενος καὶ θηλείας, τὸ ἀνὴρ καὶ γυνή, διαιρουμένης τῆς τῶν γενῶν σχέσεως. ὁμωνυμικῶς δὲ ἄνθρωπος καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ καλεῖται. 3. Τούτων τοίνυν οὕτως ἐχόντων ἥκετέ μοι πάντες θεοῦ δοῦλοι, οἱ τῆς ἀληθείας ἐρασταί, καὶ γελάσατε τὸν ἀπατεῶνα καὶ ἀγύρτην Κολόρβασον, μᾶλλον δὲ πενθήσατε τοὺς ἀπατηθέντας καὶ ἑαυτοὺς καὶ πολλοὺς ἀπολέσαντας. αὐτοὶ δὲ θεῷ εὐχαριστήσωμεν, ὡς διὰ μικρῶν καὶ ἁπλῶν λόγων ἡ ἀλήθεια τοὺς αὐτῆς υἱοὺς εἰς ὁδὸν εὐθεῖαν ὁδηγεῖν εἴωθεν καὶ τὰ σχέτλια καὶ πολύκομπα, διὰ πολλῆς μηχανῆς καλλωπισθέντα, διασκεδάννυσιν ἀνατρέπει τε καὶ ἀφανίζει, ἡσυχῆ βαίνουσα, ὡς σαφῶς ἔστιν ἰδεῖν ἀπὸ τοῦ προφητικοῦ λόγου. ἐγκαλῶν γὰρ ὁ προφήτης τοῖς τὰ δεινὰ περιεργαζομένοις καὶ πολύφημα ἐπινοοῦσιν εἰς ἑαυτῶν ἀπάτην ἔλεγεν «διὰ τὸ μὴ θέλειν ὑμᾶς τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀνάγει ἐφ’ ὑμᾶς κύριος τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸν βασιλέα τῶν Ἀσσυρίων». ὕδωρ γὰρ Σιλωὰμ ἐστὶν διδασκαλία τοῦ ἀπεσταλμένου. τίς δ’ ἂν εἴη οὗτος ἀλλ’ ἢ ὁ κύριος ἡμῶν Ἰησοῦς, ὁ ἀπὸ τοῦ θεοῦ πατρὸς αὐτοῦ ἀπεσταλμένος;
ἡσυχῆ δὲ διὰ τὸ μηδὲν κενόφωνον μηδὲ ἐπίπλαστον , ἀλλὰ ἐν ἀληθείᾳ τὴν ἁγίαν αὐτοῦ νύμφην, τὴν παρ’ αὐτῷ περιστερὰν καλουμένην διὰ τὸ ἄκακον καὶ ἥμερον καὶ καθαρώτατον τοῦ ζῴου ἐν τοῖς ᾄσμασι τοῦ Σολομῶνος. καὶ ἔστι θαυμάσαι [ὡς] τὰς μὲν ἄλλας μὴ οὔσας αὐτοῦ, ἐπὶ δὲ τῷ ὀνόματι αὐτοῦ ἑαυτὰς κεκληκυίας, παλλακίδας ὠνόμασε καὶ βασιλίσσας διὰ τὸ βασιλεῦον ὄνομα, ὃ ἑκάστη Χριστὸν ἐπιγραφομένη ἑαυτῇ σεμνύνεται. ἀλλ’ εἰ καὶ ὀγδοήκοντά εἰσι παλλακαί, αἵτινές εἰσιν αἱ αἱρέσεις, ἔπειτα δὲ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός, φησί «μία ἐστὶ περιστερά μου, τελεία μου» τουτέστιν αὐτὴ ἡ ἁγία νύμφη καὶ καθολικὴ ἐκκλησία· περιστερὰ μὲν ὡς ἔφην διὰ τὸ ἥμερον καὶ ἄκακον καὶ καθαρὸν τοῦ ζῴου, τελεία δὲ διὰ τὸ τὴν τελείαν ἐκ θεοῦ λαβεῖν χάριν καὶ γνῶσιν παρ’ αὐτοῦ τοῦ σωτῆρος διὰ πνεύματος ἁγίου. αὐτὸς οὖν ὁ νυμφίος, ὁ ἀπεσταλμένος ἑρμηνευόμενος τουτέστιν Σιλωάμ, ὕδωρ ἔχει πορευόμενον ἡσυχῆ τουτέστιν διδασκαλίαν ἄδουπον καὶ ἀψοφοποιὸν καὶ ἀφαντασίαστον καὶ ἀκόμπαστον.
ἡ δὲ αὐτοῦ νύμφη καὶ αὐτὴ ἥσυχος περιστερά, μήτε ἰὸν ἔχουσα μήτε μυλοστομίδας μήτε κέντρα, ὡς οὗτοι πάντες οἱ ἑρπετόμορφοι καὶ ἰὸν ἀναβλυστάνοντες, ἕκαστος φιλοτιμησάμενος δηλητήριόν τι τῷ κόσμῳ κατασκευάσαι καὶ λυμήνασθαι τοὺς αὐτῷ πεισθέντας· ὧν καὶ οὗτος εἷς ὢν τυγχάνει ὁ ἐνταῦθά μοι σπουδασθεὶς φωραθῆναι διὰ θείου λόγου καὶ βοηθείας τῆς ἄνωθεν καὶ συντριβῆναι δίκην φαλαγγίου τετραγνάθου ἑρπετοῦ καλουμένου ἢ ὡς ἀπὸ ἀμφισβαίνης τῆς δικεφάλου ἐχίδνης τμηθεῖσα κεφαλὴ ἐν συντομίᾳ κατακλασθῆναι. παρελθὼν δὲ τοῦτον πάλιν τὰς ἑξῆς διασκοπήσω καὶ ταύτας διεξιὼν δι’ εὐχῆς αἰτήσω τὰ μὲν κατ’ αὐτὰς κατὰ ἀλήθειαν ἐξειπεῖν, μηδένα δὲ βλάψαι ἢ αὐτὸς βλαβῆναι.

Against the Heracleonites 10 (Sequence 30)Κατὰ Ἡρακλεωνιτῶν ι, τῆς δὲ ἀκολουθίας λ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:633Κατὰ Ἡρακλεωνιτῶν ι, τῆς δὲ ἀκολουθίας λ. 1. Ἡρακλέων τις τοῦτον τὸν Κολόρβασον διαδέχεται, ἀφ’ οὗπερ οἱ Ἡρακλεωνῖται καλούμενοι, οὐδὲν ἧττον τῆς παρὰ τούτοις κενοφωνίας ἠσκημένος. καὶ ὅσα μὲν ἐκεῖνοι λέγουσι καὶ οὗτος ὁρίζεται κατὰ πάντα τρόπον, οἷα δὴ ἐξ αὐτῶν ὁρμώμενος καὶ παρ’ αὐτῶν τὸν ἰὸν ἀπομαξάμενος·
περισσότερον δὲ δῆθεν ὑπὲρ ἐκείνους ἐν ἑαυτῷ ἀνατυπωσάμενός τινα βούλεται ἐκείνους ὑπεραίρειν, ἵνα καὶ ἑαυτῷ συναγωγὴν ποιήσηται τῶν ἠπατημένων. οὗτοι γὰρ πάντες εἰς ἑκατοντακέφαλον ἑαυτοὺς ἀνατυπώσαντες σῶμα ἢ ἑκατοντάχειρον, τόν ποτε μυθευόμενον παρὰ τοῖς τῶν Ἑλλήνων ποιηταῖς ἐμιμήσαντο Κόττον ἢ Βριάρεων ὃν καὶ Αἰγαίωνα καλοῦσιν ἢ Γύην ἢ τὸν καλούμενον Ἄργον τὸν πολυόφθαλμον. οἵους ἐκεῖνοι ἐν ταῖς ἑαυτῶν ῥαψῳδίαις τερατεύονται, ποιητευόμενοι καὶ λέγοντες ἔχειν τὸν μὲν ἑκατὸν χεῖρας καὶ ποτὲ μὲν πεντήκοντα κεφαλὰς ποτὲ δὲ ἑκατόν, τὸν δὲ ἑκατὸν ὀφθαλμούςκαὶ τούτου ἕνεκα φασὶ τὸν Ἑρμῆν καλεῖσθαι Ἀργειφόντην, ὡς τὸν Ἄργον τὸν πολυόφθαλμον πεφονευκότα, οὕτω καὶ τούτων ἕκαστος βουλόμενος ἑαυτῷ ἀρχὴν προστήσασθαι κεφαλὴν ἑαυτὸν ὠνόμασεν, ἕτερα ὑπεισφέρων παρὰ τὴν τῶν διδασκάλων αὐτοῦ ματαιοπονίαν καὶ μανιώδη διδασκαλίαν. ἵνα δὲ μὴ εἰς πολὺ μῆκος ἐλάσω τοῦ προοιμίου τὴν σύνταξιν, ἐλεύσομαι εἰς τὸ προκείμενον. 2. Ἡρακλέων τοίνυν οὗτος καὶ οἱ ἀπ’ αὐτοῦ Ἡρακλεωνῖται ὡς προεῖπον ὁμοίως Μάρκῳ καί τισι τῶν πρὸ αὐτοῦ περὶ τῶν Ὀγδοάδων φάσκει, τῆς ἄνω φημὶ καὶ τῆς κάτω·
ἔπειτα δὲ καὶ τὰς συζυγίας τῶν τριάκοντα Αἰώνων ἴσως δοξάζει. ἄνθρωπον δὲ καὶ αὐτὸς φάσκει εἶναι τὸν ἄνω τῶν ὅλων Πατέρα, ὃν καὶ Βυθὸν προσηγόρευσεν. βούλεται δὲ καὶ αὐτὸς αὐτὸν λέγειν μήτε ἄρρεν μήτε θῆλυ, ἐξ αὐτοῦ δὲ εἶναι τὴν τῶν ὅλων Μητέρα, ἣν καὶ Σιγὴν ὀνομάζει καὶ Ἀλήθειαν. ἀπ’ αὐτῆς δὲ εἶναι τὴν δευτέραν Μητέρα τὴν ἐν λήθῃ γενομένην, ἣν καὶ Ἀχαμὼθ καὶ αὐτὸς καλεῖ. ἐξ ἧς λοιπὸν τὰ πάντα ἐν ὑστερήματι κατέστη. βούλεται δὲ πλείονα τῶν πρὸ αὐτοῦ καὶ οὗτος λέγειν, ἅτινά ἐστι τάδε· τοὺς τελευτῶντας ἀπ’ αὐτῶν καὶ ἐπὶ αὐτὴν τὴν ἔξοδον φθάνοντας, ἀπὸ τοῦ προειρημένου Μάρκου τὰς προφάσεις εἰληφὼς οὐκέτι κατ’ ἐκεῖνον λυτροῦται, ἀλλὰ ἄλλως οὗτος μεταχειρίζεται, λυτρούμενος δῆθεν πρὸς τῇ τελευτῇ τοὺς ὑπ’ αὐτοῦ ἀπατηθέντας. ποτὲ γάρ τινες ἐξ αὐτῶν ἔλαιον ὕδατι μίξαντες ἐπιβάλλουσι τῇ κεφαλῇ τοῦ ἐξελθόντος, οἱ δὲ μύρον τὸ λεγόμενον ὀποβάλσαμον καὶ ὕδωρ, τὴν μέντοι ἐπίκλησιν κοινὴν ἔχοντες, ὡς δὴ καὶ ὁ πρὸ αὐτοῦ Μάρκος ἐποιεῖτο, μετὰ προσθήκης τινῶν ὀνομάτων. ἡ δὲ ἐπίκλησίς ἐστιν αὕτη· Μεσσία οὐφαρέγνα μεμψαὶ μεν χαλ δαίαν μοσομηδαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία.
PG 41:635τοῦτο δὲ ποιοῦσιν, ἵνα δῆθεν οἱ λαμβάνοντες ἐπὶ τῇ ἐξόδῳ ταύτας τὰς ἐπικλήσεις τὰς μετὰ τοῦ ὕδατος καὶ ἐλαίου ἤτοι μύρου ἀναμεμιγμένων ἀκράτητοι γένωνται καὶ ἀόρατοι ταῖς ἄνω ἀρχαῖς καὶ ἐξουσίαις, εἰς τὸ ὑπερβῆναι ἀοράτως τὸν ἔσω αὐτῶν ἄνθρωπον, φασίν, ὡς τῶν σωμάτων τούτων ἐν τῇ κτίσει καταλιμπανομένων, τῆς δὲ ψυχῆς αὐτῶν παρισταμένης τῷ Δημιουργῷ ἄνω τῷ ἐν Ὑστερήματι γεγονότι, ὥστε καὶ ἐκεῖσε καταμένειν παρ’ αὐτῷ, ὑπεραναβαίνειν δέ, ὡς ἔφην, τὸν ἔσω ἄνθρωπον, [τὸν] ἐσώτερον ψυχῆς καὶ σώματος· ὃν δὴ θέλουσι [λέγειν] ἐκ τοῦ ἄνωθεν Πληρώματος κατεληλυθέναι. 3. Ἐγκελεύονται δὲ τοῖς οὕτω παρ’ αὐτοῖς ἐμπεπαιγμένοις, ὅτι, φησίν, ἐὰν ἔλθῃς ἐπὶ τὰς ἀρχὰς καὶ ἐξουσίας, ἔχε ἐν μνήμῃ τάδε εἰπεῖν μετὰ τὴν ἐντεῦθεν τελευτήν «ἐγὼ υἱὸς ἀπὸ Πατρός, Πατρὸς προόντος, υἱὸς δὲ ἐν τῷ παρόντι· ἦλθον [δὲ] πάντα ἰδεῖν τὰ ἴδια καὶ τὰ ἀλλότρια, καὶ οὐκ ἀλλότρια δὲ παντελῶς, ἀλλὰ τῆς Ἀχαμώθ, ἥτις ἐστὶν θήλεια καὶ ταῦτα ἑαυτῇ ἐποίησεν. κατάγω δὲ τὸ γένος ἐκ τοῦ προόντος καὶ πορεύομαι πάλιν εἰς τὰ ἴδια, ὅθεν ἐλήλυθα».
καὶ ταῦτα εἰπόντα διαφεύγειν τὰς ἐξουσίας, ἔρχεσθαι δὲ ἐπὶ τοὺς περὶ τὸν Δημιουργὸν ἄνω περὶ τὴν πρώτην ὀγδοάδα· βούλονται γὰρ καὶ αὐτοὶ μετὰ τὸν Δημιουργὸν κάτω εἶναι ἑβδομάδα, αὐτὸν δὲ εἶναι ἐν τῷ ἑβδόμῳ [οὐρανῷ] ὄγδοον, ἐν ὑστερήματι δὲ καὶ ἐν ἀγνωσίᾳ· καὶ λέγειν τὸν ἐκ τοῦ βίου ἐξελθόντα τοῖς περὶ τὸν Δημιουργόν «σκεῦός εἰμι ἔντιμον μᾶλλον παρὰ τὴν θήλειαν τὴν ποιήσασαν ὑμᾶς. εἰ ἡ Μήτηρ ὑμῶν ἀγνοεῖ τὴν ἑαυτῆς ῥίζαν, ἐγὼ οἶδα ἐμαυτὸν καὶ γινώσκω ὅθεν εἰμὶ καὶ ἐπικαλοῦμαι τὴν ἄφθαρτον Σοφίαν, ἥτις ἐστὶν ἐν τῷ Πατρί, μήτηρ δὲ τῆς Μητρὸς ὑμῶν τῆς μὴ ἐχούσης πατέρα, ἀλλ’ οὔτε σύζυγον ἄρρενα· θήλεια δὲ ὑπὸ θηλείας γενομένη ἐποίησεν ὑμᾶς, ἀγνοοῦσα καὶ τὴν μητέρα αὐτῆς καὶ δοκοῦσα ἑαυτὴν εἶναι μόνην. ἐγὼ δὲ ἐπικαλοῦμαι αὐτῆς τὴν μητέρα». ταῦτα δὲ τοὺς περὶ τὸν Δημιουργὸν ἀκούσαντας σφόδρα ταραχθῆναι καὶ καταγνῶναι αὐτῶν τῆς ῥίζης καὶ τοῦ γένους τῆς Μητρός, αὐτὸν δὲ πορευθῆναι εἰς τὰ ἴδια ῥίψαντα τὸν δεσμὸν αὐτοῦ καὶ τὸν ἄγγελον τουτέστιν [τὴν] ψυχήν. οἴονται μὲν γὰρ μετὰ σῶμα καὶ ψυχὴν εἶναί τι καὶ ἕτερον ἐν ἀνθρώπῳ.
PG 41:637καὶ περὶ μὲν τῆς ἀπολυτρώσεως ταῦτά ἐστιν ὅσα εἰς ἡμᾶς [συν]ελήλυθεν. 4. Οἱ δὲ συνετοὶ κατακούσαντες τῆς περισσοτέρας αὐτῶν χλεύης καταγελάσαιεν τῆς μιμολογίας, ὡς ἕκαστος αὐτῶν ἕτερα παρὰ τὸν ἕτερον νομοθετεῖ ὡς βούλεται καὶ τῆς τόλμης ἑαυτοῦ οὐκ ἀνακόπτεται, ἀλλὰ ὅσαπερ δύναται ἕκαστος ἐπινοεῖ. καὶ τῶν ἔτι εἰς δεῦρο γεννωμένων παρ’ αὐτοῖς καὶ ἐπιφυομένων, οἳ καθ’ ἡμέραν εὑρίσκουσίν τι καινὸν εἰπεῖν καὶ φαντάσαι τοὺς ἐπαγομένους, χαλεπόν ἐστι πάντα τὰ τούτων ζητῆσαι ἢ ἐξειπεῖν. ὅθεν ἀρκεσθήσομαι πάλιν τοῖς καὶ περὶ ταύτης τῆς αἱρέσεως εἰρημένοις, ἅτινα καὶ εἰς ἡμᾶς ἦλθεν ὑποδείξας. ἡ δὲ τοιαύτη διδασκαλία τίνι οὐκ ἂν σαφὴς εἴη ὡς μῦθός ἐστι καὶ χλεύη τὸ πᾶν; πόθεν γάρ, ὦ οὗτος σὺ ἢ οἱ πρὸ σοῦ, τὸ σῶμα εἰλήφατε; τὴν δὲ ψυχὴν πόθεν; τὸν δὲ ἐσώτατόν σου ἄνθρωπον πόθεν; καὶ εἰ μὲν ἄνωθεν ἀπὸ τοῦ ἄνω πνευματικοῦ, ὡς λέγεις δραματουργῶν καὶ ἐπαγγελίᾳ ἐλπίδος κεπφώσας τοὺς ὑπὸ σοῦ ἠπατημένους, ἵνα σκοπῷ τινι ἐπαρθέντες ὑποσυρῶσι τῇ σῇ γεγοητευμένοι δραματουργίᾳ, λέγε, τίς ἡ κοινωνία τοῦ ἄνω πνευματικοῦ πρὸς τὸ ὑλικόν; τίς δὲ ἡ τοῦ ὑλικοῦ πρὸς τὸ ψυχικόν;
πῶς δὲ ὁ Δημιουργὸς τὰ μὴ ἑαυτοῦ ἐδημιούργει; πῶς δὲ ὁ ἄνω [πνευματικὸς] τὴν παρ’ αὐτοῦ δύναμιν πνευματικὴν παρέσχεν τῷ μὴ καλῶς ἐργασαμένῳ Δημιουργῷ; πόθεν δὲ ὁ Δημιουργὸς ἀναμίξας τὸ ἑαυτοῦ ψυχικὸν μετὰ τοῦ ὑλικοῦ τῇ ὕλῃ μᾶλλον ἠθέλησεν ἐγκαταδῆσαι τὴν ἑαυτοῦ δύναμιν; εἰ δὲ τὴν ἑαυτοῦ δύναμιν βούλεται ἐγκαταμῖξαι, οὐκ ἄρα ἀλλοτρία ἡ ὕλη. εἰ δὲ καὶ ἔστιν ἀλλοτρία, τίς αὐτῷ τῆς ὕλης παρέσχε τὴν ἐξουσίαν; καὶ πρῶτον λέγε μοι, ὦ ἀπατεών, πότερον μισῶν τὴν ψυχὴν κατέδησεν αὐτὴν τῇ ὕλῃ ἢ ἀγνοῶν τὸ ἐσόμενον; ἀλλ’ οἶδα ὅτι οὐδέτερον τούτων ἐρεῖς. ὕλην γὰρ οὐ λέγομεν τὸ σῶμα, μὴ γένοιτο, οὐδὲ τὰς τοῦ θεοῦ κτίσεις· ἀλλὰ ὕλην τινὰ οἶδεν ἡ γραφὴ μετὰ ταύτην τὴν φαύλην εἰς δὲ κατασκευὰς ἑκάστῃ τέχνῃ καὶ ἐργασίᾳ προκειμένην, ἄλλην τινά, λέγω δὲ τὴν ἐκ διανοίας φυομένην ῥυπαρὰν ἐνθύμησιν καὶ [τοὺς] βορβορώδεις λογισμοὺς τῆς ἁμαρτίας. φύονται γὰρ ὡς ἀπὸ πηλοῦ δυσοδμία τε καὶ ἀκάθαρτος ἀποφορὰ λοιμώδεις τε καὶ βορβορώδεις , ὡς ὁ μακάριος Δαυὶδ διωκόμενος καὶ διαβαλλόμενος [ὡς] ὑπὸ πονηρῶν ἀνθρώπων ἔλεγεν «ἐνεπάγην εἰς ὕλην βυθοῦ» καὶ τὰ ἑξῆς. 5.
Ἐπειδὴ δέ σοι δοκεῖ, Ἡρακλέων, τοῦτο λέγεσθαι ὕλην, τῶν ἀνθρώπων τὰ σώματα καὶ τὸν ἐνθάδε κόσμον ἅπαντα, ἐπὶ ποίῳ σκοπῷ τὴν ἑαυτοῦ ψυχὴν ὁ Δημιουργὸς τῇ ὕλῃ ἐγκατέμιξεν; εἰ μὲν τὸ πονηρὸν ἀγνοῶν, οὐ δύναται δημιουργεῖν ὁ μὴ γινώσκων ὃ βούλεται δημιουργῆσαι. οὔτε γὰρ ἡμεῖς τι πράττομεν καθ’ ἑκάστην τέχνην, ἐργαζόμενοι ὅπερ οὐ νοοῦμεν. καὶ προενθυμούμεθα γὰρ ὃ ἐπιτελεῖν βουλόμεθα καὶ οἴδαμεν πρὶν ποιῆσαι ὃ ἐπιτελέσαι προῃρήμεθα. καίτοι γε ἡμεῖς ἀσθενεῖς ὄντες καὶ πολλὰ ἀποδέοντες τῆς τοῦ θεοῦ δυνάμεως, διὰ δὲ τῆς ὑπ’ αὐτοῦ κεχαρισμένης συνέσεως τοῖς ἀνθρώποις οἴδαμεν καὶ νοοῦμεν. συμβέβηκεν δέ σοι, ὦ Ἡρακλέων, ἡ ἐκ θεοῦ σύνεσις εἰς βλάβην, ὅτι μὴ κατὰ θεὸν αὐτὴν πραγματεύῃ, ἀλλὰ κατὰ πονηρὰν ἐπιτήδευσιν. ἔτι δὲ πάλιν ἐρῶ, πόθεν ἡ τοῦ πνευματικοῦ μῖξις τῷ ψυχικῷ τε καὶ ὑλικῷ, ὃ δὴ λέγεται παρὰ σοὶ ἔσω ἄνθρωπος τῷ δευτέρῳ καὶ τρίτῳ ἔξω ἀνθρώπῳ συνημμένος, φημὶ δὴ ψυχῇ καὶ σώματι;
PG 41:639καὶ εἰ μὲν ἐκ βουλήματος τῆς ἄνω δυνάμεως τοῦ τῶν ὅλων Πατρός, φημὶ δὲ τοῦ κατὰ σὲ Βυθοῦ, ἄρα γε οὐκ ἀκοινώνητος τοῖς ἄνω [ὡς ἔφην] ἡ ἐνταῦθα περὶ ἡμᾶς κτίσις συγκαταμιγνυμένη, διὰ τῆς τοῦ Πατρὸς ἄνω εὐδοκίας [καὶ] τοῦ ἄνωθεν παρ’ αὐτοῦ καταπεμφθέντος σπινθῆρος, ὅ ἐστιν ὁ πνευματικὸς κατὰ σὲ καὶ ἐσώτατος ἄνθρωπος. εἰ δὲ λέγεις τὸν Δημιουργὸν τὸν ἐν ἐλαττώματι καὶ ὑστερήματι ἢ τὴν Μητέρα ἣν λέγεις Ἀχαμὼθ εἰληφέναι ἄνωθεν δύναμιν τουτέστιν τὸ πνευματικόν, οὐκέτι ἐν ὑστερήματι καὶ ἀγνοίᾳ ἐστὶν ὁ Δημιουργὸς οὔτε ἡ κατὰ σὲ Μήτηρ καλουμένη. πῶς γὰρ ἄν τις ἐν ἀγνοίᾳ εἴη τούτου οὗ ἐπιθυμεῖ; εἰ γὰρ ὅλως τοῦ κρείττονος ὀρέγεται, οἶδεν τὸ καλὸν καὶ τὸ ἀγαθόν· καὶ ὁ τὸ ἀγαθὸν ἐπιστάμενος καὶ μὴ στυγῶν τοῦτο ἀλλὰ ὀρεγόμενος, οὐκ ἔστιν ἀλλότριος τοῦ ἀγαθοῦ. 6. Καὶ ἵνα μὴ κατατρίβωμαι περὶ τὰς μηχανὰς τοῦ ἀγύρτου ἀσχολούμενος, τούτοις ἀρκεσθήσομαι. πᾶσα γὰρ αὐτοῦ ἔπεσεν ἡ ληρῳδία ἀπὸ τοῦ τὸν πάντων δεσπότην πᾶσιν σαφῶς ὁμολογηθῆναι ἀγαθὸν ὄντα καὶ προγινώσκοντα καὶ δυνάμενον τὰ πάντα ποιεῖν, καὶ ὡς ὑπ’ αὐτοῦ πᾶσα φύσις ἡ ὑπάρχουσα κτιστὴ καλῶς γεγένηται.
οὔτε γὰρ δυνατὸν ἄνευ τοῦ θεοῦ τι εἶναι, ἀλλ’ ἢ μόνον ἡ ἁμαρτία οὐκ ἔχουσα ἀρχὴν ῥίζης οὐδὲ εἰς τέλος μένουσα, ἐν ἡμῖν δὲ ἐπεισάκτως γινομένη καὶ ἀφ’ ἡμῶν πάλιν παυομένη· ὡς καὶ πανταχοῦ κατὰ πασῶν τῶν αἱρέσεων ποιούμενος τὸν λόγον ἀπέδειξα, ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ τὰ πάντα ποιήσας καὶ δημιουργήσας, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἷς ὁ μονογενὴς αὐτοῦ [καὶ] παῖς, ὁ κύριος ἡμῶν καὶ σωτὴρ καὶ θεός, καὶ ἓν τὸ ἅγιον αὐτοῦ πνεῦμα, μία τριὰς ἁγία καὶ ὁμοούσιος, ἐξ ἧς τὰ πάντα καλῶς ἐκτισμένα, οὐ πονηρά τινα ἀλλὰ ἀγαθά, κατὰ τὴν οὕτως εὐδοκήσασαν ἀγαθότητα ἐξ οὐκ ὄντων κεκλημένα εἰς τὸ εἶναι. ᾧ θεῷ δόξα καὶ τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ταύτης δὲ πάλιν ποιησάμενος τὴν ἀνατροπὴν διὰ βραχέων, ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, τὸν πρὸς ἑκάστην κατὰ δύναμιν ποιούμενος ἔλεγχον καὶ οὕτως ἐπιτελῶν τὴν ἀνατροπὴν τῆς αὐτῶν λυμαντικῆς μοχθηρίας.
PG 41:641σὴψ γὰρ οὗτος ἂν λέγοιτο δικαίως, ὃ οὐκ ὄφις, ἀλλ’ ὥς φασι χαλκέα πως ἐστι, τετράπουν ἑρπετόν, ἀσκαλαβώτῃ ἐοικός, οὗ ἡ μὲν τοῦ δήγματος βλάβη εἰς οὐδὲν λογίζεται, τὸ δὲ πτύσμα ἢ ἐν βρώματι ἢ ἐν ποτῷ ἀκοντισθὲν θάνατον εὐθὺς τοῖς μεταλαμβάνουσιν ἐργάζεται· οἵα καὶ ἡ τούτου διδασκαλία. ἀλλὰ καὶ τούτου τὸν ἰὸν φωράσαντες καὶ τῇ τοῦ κυρίου δυνάμει ἀπὸ φαρύγγων ἢ χειλέων τῶν μελλόντων βλάπτεσθαι ἀπομάξαντες τὰς ἑξῆς διέλθωμεν, ὡς προεῖπον, τῆς αὐτῶν βλάβης ποιοῦντες τὸν ἔλεγχον.

Against the Ophites 17 (Sequence 37)Κατὰ Ὀφιτῶν ιζ, τῆς δὲ ἀκολουθίας λζ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Ὀφιτῶν ιζ, τῆς δὲ ἀκολουθίας λζ. 1. Ὡς οὖν τῇ τοῦ θεοῦ δυνάμει ἐπαγγειλάμενοι, θεοῦ βοηθοῦντος καὶ τὴν ἑξῆς ταύτῃ ὑφηγησόμεθα ταῖς πρότερον ἀκολουθήσασαν ματαιοφροσύναις αἵρεσιν Ὀφιτῶν, τὰ μὲν κατὰ τὰ αὐτὰ φερομένην τὰ δὲ διηλλαγμένην, λέγω δὲ τοῖς ἤθεσι καὶ σχήμασι τῶν χρωμένων αὐτῇ, ἵνα ἀπὸ τῆς μετεώρου πλάνης τῆς τούτων διαφωνίας παντί τῳ δῆλον ἔσηται ὅτι πλάνῃ ἄγονται καὶ οὐκ ἀληθείᾳ. φωραθήσεται δὲ νῦν τῷ λόγῳ καὶ ἐλεγχθήσεται ἡ κατ’ αὐτοὺς ἄνοια.
Οἱ Ὀφῖται μὲν γάρ, ὡς προεῖπον, τὰς προφάσεις εἰλήφασιν ἀπὸ τῆς τοῦ Νικολάου καὶ Γνωστικῶν καὶ τῶν πρὸ τούτων αἱρέσεων, Ὀφῖται δὲ καλοῦνται δι’ ὃν δοξάζουσιν ὄφιν. ἄτοπα γὰρ καὶ οὗτοι ἐρεύγονται, ὡς ἀπὸ τῆς προειρημένης βρώσεως τῆς δυσοδμίας ἐμπεπλησμένοι, καὶ ὡς καινὰ δαιμόνια ἀπατηθέντες οὗτοι τὸν ὄφιν ὡς προεῖπον δοξάζουσι. καὶ ὅρα εἰς ὅσην προέβη κακομηχανίαν ὁ τούτους ἀπατήσας ὄφις. καθάπερ γὰρ ἐξ ὑπαρχῆς τοὺς περὶ Εὔαν καὶ τὸν Ἀδὰμ ἠπάτησεν, οὕτω καὶ νῦν, κρύπτων ἑαυτὸν ἔν τε τῷ παρόντι καὶ ἐν τῷ χρόνῳ τῶν Ἰουδαίων ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας. εἶτα καὶ προβαινόντων τῶν χρόνων λίχνους ὄντας τοὺς ἀνθρώπους τῇ δι’ αὐτοῦ ἐκ τῆς παρακοῆς ληφθείσῃ βρώσει ἔτι ὑπονοθεύων καὶ ἐρεθίζων εἰς περισσοτέραν ἀπάτην ἀπὸ τοῦ ὄντος θεοῦ ἀφίστησι, πολλὰ μὲν ὑπισχνούμενος ἀεί, ὡς καὶ ἐξ ἀρχῆς· καὶ γὰρ καὶ τότε ἠπάτησεν λέγων «ἔσεσθε ὡς θεοί», εἶτα προϊόντων τῶν χρόνων τὴν πολύμορφον καὶ τερατώδη φαντασίαν αὐτοῖς ἐξειργάσατο. ἀπὸ γὰρ τοῦ ἑνὸς καὶ ἀληθινοῦ θεοῦ ἀποστήσας αὐτοὺς ἐνεκίσσησε πάλαι τὴν τῆς εἰδωλολατρείας καὶ πολυθεί̈ας βλάσφημον κενοφωνίαν.
οὐ γὰρ ἦσαν θεοί, ὥσπερ οὐδέ εἰσιν, ἀλλὰ [μόνος] ὁ θεός· προεκίσσα δὲ τὴν εἰδωλομανίαν καὶ πολυθεί̈αν καὶ ἀπατηλὴν διάνοιαν. οὐκ ἦν δὲ αἴτιος μόνος ὁ φαινόμενος τότε ὄφις, ἀλλὰ ὁ ἐν τῷ ὄφει ὄφις λαλήσας [φημὶ δὲ [ὁ] διάβολος] καὶ τὴν ἀκοὴν τοῦ ἀνθρώπου ταράξας διὰ τῆς γυναικός. καὶ οὐδὲ τὸ ξύλον ἦν ἁμαρτία [θεὸς γὰρ οὐδὲν πονηρὸν φυτεύει], γνῶσιν δὲ ἐνεποίησε τὸ ξύλον τοῦ εἰδέναι ἀγαθόν τε καὶ φαῦλον. καὶ οὐχὶ διὰ τὸ εἰδέναι ὁ θάνατος, ἀλλὰ διὰ τὴν παρακοήν. καὶ γὰρ ἡ πᾶσα τοῦ ἐχθροῦ τότε συσκευὴ οὐχ ἕνεκεν τοῦ βρώματος γέγονεν, ἀλλὰ ἕνεκεν τοῦ ἐργάσασθαι αὐτοῖς τὴν παρακοήν. ὅθεν παρακούσαντες τότε τοῦ μὲν παραδείσου ἔξωθεν γίνονται, ἐπιτιμηθέντες δικαιότατα, οὐ κατὰ μῖσος ἀλλὰ κατὰ ἐπιμέλειαν τοῦ θεοῦ. φησὶ γὰρ πρὸς αὐτοὺς ὁ κύριος «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ».
PG 41:643ἔδει γὰρ τὸν ὄντως ὄντα τεχνίτην κεραμέως δίκην ἐπιμελόμενον τοῦ ἰδίου διὰ χειρῶν πεπλασμένου αὐτοῦ πλάσματός τε καὶ ἄγγους, τοῦτο ὕστερον ἐν ἐλαττώματι γεγονὸς διὰ τῆς παρακοῆς καὶ ὡς εἰπεῖν, ἔτι πηλοῦ ὄντος καὶ ὡς ὑπὸ ῥαγάδος ἀπόρριμμα γεγονότος τοῦ ἄγγους, μὴ ἐᾶσαι οὕτως ἀλλὰ μεταβαλεῖν εἰς τὸ ἀρχαῖον φύραμα, ἵνα αὖθις ἐν τῇ παλιγγενεσίᾳ ἀνασκευάσῃ τὸ ἄγγος ἐν τῇ ἀναστάσει εἰς τὴν ἀρχαίαν φαιδρότητα καὶ ἔτι περιττότερον, τουτέστιν τὰ σώματα τῶν τὰ ἀδικώτατα πραξάντων καὶ μετανοησάντων καὶ ἀποστάντων τῶν ἰδίων σφαλμάτων καὶ ἐν τῇ γνώσει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τελειωθέντων, ἵνα γένηται τοῦ σώματος ἡ ἀνάστασις ἐκ τῆς γῆς, ὡς τὸ φύραμα μαλαχθὲν παρὰ τοῦ τεχνίτου [καὶ] αὖθις εἰς τὴν ἀρχαίαν καὶ ἔτι βελτίω ἀνατύπωσιν κατασκευάζεται. 2. Τοιαύτη μὲν ἦν ἡ ἐπιβουλὴ τοῦ ὄφεως πρὸς τὴν Εὔαν. ἐξ ἀρχῆς γὰρ λίχνος ἡ ἀνθρωπεία φύσις καὶ ὑπαγομένη ἀεὶ τοῖς τῆς κενοφωνίας δόγμασι καὶ κεναῖς ὑποσχέσεσι.
καὶ πάλαι μὲν κρυπταζόμενος ὁ αὐτὸς οὐκ ἐδήλου τῆς αὐτοῦ ἰοβολίας τὸ πέρας, ὕστερον δὲ μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἐξήμεσέν τε καὶ ἀπέπτυσε τὴν πᾶσαν αὐτοῦ ἰώδη καὶ μοχθηρὰν ἐπίνοιαν τῆς κακονοίας· οὗτος γὰρ προεβάλετο ἑαυτὸν ἐν τῇ τῶν ἠπατημένων διανοίᾳ δοξάζεσθαι ὡς θεὸς καὶ προσκυνεῖσθαι. γινώσκεται δὲ ὁ αὐτὸς ὄφις διά τε τῆς αὐτοῦ σχολῆς ταύτης καὶ δι’ ὄφεως τοῦ αἰσθητοῦ τὴν ἀπάτην ἐμποιῶν. ὄφιν δὲ δῆθεν ἡ θεία γραφὴ καλεῖ τὸν διάβολον, οὐ πάντως ὄντα τοιοῦτον τῇ μορφῇ, ἀλλὰ διὰ τὸ φαίνεσθαι τοῖς ἀνθρώποις σκολιώτατον καὶ τὸ ἐν πρώτοις ἐν ὄφει ἐνεργηθὲν τῆς ἀπάτης σκευώρημα. παρὰ τοῖς τοίνυν τὴν ἀλήθειαν ἐπιγινώσκουσι καταγέλαστον τοῦτο τὸ δόγμα καὶ οἱ αὐτῷ προσανέχοντες, τὸν ὄφιν ὡς θεὸν δοξάζοντες. μηκέτι γὰρ δυνάμενος ὁ διάβολος τὴν ἀνδρείαν διάνοιαν τὴν ἀπὸ τοῦ κυρίου λαβοῦσαν τὴν δύναμιν τῆς ἀληθείας ἀπατᾶν τρέπεται ἐπὶ τὸ θῆλυ τουτέστιν τὴν τῶν ἀνθρώπων ἄγνοιαν καὶ πείθει τοὺς ἐν τῇ ἀγνοίᾳ, ἐπειδὴ οὐ δύναται τὸν στερεὸν λογισμὸν ἀπατῆσαι.
θηλυκοῖς γὰρ ἀεὶ διανοήμασι προσπελάζει, ἡδονῇ τε καὶ ἐπιθυμίᾳ τουτέστι τῇ ἀγνοίᾳ τῇ ἐν ἀνθρώποις θηλυνομένῃ καὶ οὐχὶ τῷ στερεῷ λογισμῷ τῷ εὐλόγως τὰ πάντα νοοῦντι καὶ θεὸν ἀπὸ τοῦ κατὰ φύσιν νόμου ἐπιγινώσκοντι. λέγει γὰρ ἑαυτὸν εἶναι Χριστὸν ὁ παρ’ αὐτοῖς ὄφις, μᾶλλον δὲ οὐκ αὐτός [οὐ γὰρ δύναται φθέγξασθαι], ἀλλὰ ὁ τὴν αὐτῶν ἔννοιαν οὕτω φρονεῖν παρασκευάσας διάβολος. τίς τοίνυν ἰδὼν τὸν ὄφιν οὐκ ἐπιγνώσεται τὸν ἐχθρὸν καὶ φεύξεται; τούτου γὰρ ἕνεκεν καὶ ὁ κύριος αὐτὸν τοῦτον τὸν ὄφιν εἰς ἐχθρίαν κατέστησε τοῦ τῶν ἀνθρώπων γένους, ἐπειδὴ ὅλως σκεῦος διαβόλου γέγονεν κτῆνος ὢν καὶ δι’ αὐτοῦ ἠπάτησεν ὁ διάβολος τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ, ἵνα ἰδόντες τὴν τούτου ἐχθρίαν τοῦ αἰσθητοῦ ὄφεως ἀποδιδράσκωσι τῆς ἀπάτης τὴν ἐπιβουλὴν καὶ μισήσωσιν ὡς εἰπεῖν θεάσασθαι καὶ τὸ εἶδος. 3. Ἀποδιδόασι δὲ καὶ οὗτοι οἱ Ὀφῖται καλούμενοι τούτῳ τῷ ὄφει τὴν πᾶσαν γνῶσιν, λέγοντες ὅτι οὗτος ἀρχὴ γνώσεως γέγονεν τοῖς ἀνθρώποις, μυθωδῶς παρεισφέροντες τὰ παρ’ αὐτοῖς νομιζόμενα μυστήρια, μιμολογήματα δὲ ὄντα καὶ χλεύης ἔμπλεα καὶ ματαιοφροσύνης. μῦθοι γὰρ ὡς ἀληθῶς οὗτοι·
PG 41:645φάσκουσι γὰρ ἀπὸ τοῦ ἄνω Αἰῶνος προβεβλῆσθαι Αἰῶνας καὶ κατώτερον γεγενῆσθαι τὸν Ἰαλδαβαώθ· τοῦτον δὲ προβεβλῆσθαι κατὰ ἀδράνειαν καὶ ἄγνοιαν τῆς ἰδίας μητρὸς τουτέστι τῆς ἄνω Προυνίκου. ταύτην γάρ φασι τὴν Προύνικον κατεληλυθέναι εἰς τὰ ὕδατα καὶ μιχθῆναι αὐτοῖς καὶ μὴ δεδυνῆσθαι εἰς τὰ ἄνω χωρεῖν διὰ τὸ μεμῖχθαι τῷ βάρει τῆς ὕλης· ἐπιμεμῖχθαι γὰρ αὐτὴν τοῖς ὕδασι καὶ τῇ ὕλῃ καὶ μηκέτι δυνηθῆναι ἀναχωρεῖν. ἐπῇρεν δὲ ἑαυτὴν κατὰ βίαν εἰς τὰ ἀνώτερα καὶ ἐξέτεινεν ἑαυτὴν καὶ οὕτως γέγονεν [ὁ] ἀνώτερος οὐρανός. καὶ ὡς παγεῖσα ηὕρηται, μηκέτι δυναμένη μήτε ἄνω ἀναβῆναι μήτε κάτω κατελθεῖν, ἀλλὰ εἰς τὸ μεσαίτατον παγεῖσά τε καὶ ἐκτεταμένη ἔμεινε. κάτω μὲν γὰρ κατενεχθῆναι οὐκ ἠδύνατο, ὅτι οὐκ ἦν συγγενής· ἄνω δὲ οὐκ ἠδύνατο χωρεῖν, διὰ τὸ βαρεῖσθαι ἐκ τῆς ὕλης ἧς προςέλαβεν. κατὰ δὲ τὴν αὐτῆς ἄγνοιαν προβληθεὶς ὁ Ἰαλδαβαὼθ ἦλθεν εἰς τὰ κατώτατα καὶ ἐποίησεν ἑαυτῷ ἑπτὰ υἱούς, οἵτινες ἑαυτοῖς οὐρανοὺς ἑπτὰ ἐποίησαν. αὐτὸς δὲ ἀποκλείσας τὰ ὑπὲρ αὑτὸν ἀπέκρυπτεν, ἵνα οἱ ὑπ’ αὐτοῦ υἱοὶ προβληθέντες ἑπτὰ μὴ γινώσκωσι τὰ ὑπὲρ αὐτόν, κατώτεροι ὄντες αὐτοῦ, ἀλλ’ αὐτὸν μονωτάτως.
καὶ οὗτός ἐστι, φασίν, ὁ θεὸς τῶν Ἰουδαίων ὁ Ἰαλδαβαώθ. ἀλλ’ οὐκ ἔστιν οὕτως, μὴ γένοιτο, ἀλλὰ μέλλει κρίνειν αὐτοὺς ὁ θεὸς ὁ παντοκράτωρ, θεὸς ὢν καὶ Ἰουδαίων καὶ Χριστιανῶν καὶ πάντων, καὶ οὐ Ἰαλδαβαώθ τις ὢν κατὰ τὴν αὐτῶν ληρώδη μυθολογίαν. 4. Εἶτα, φασίν, ἀποκεκλεισμένων τῶν ἄνω διὰ τῆς τοῦ Ἰαλδαβαὼθ ἐπινοίας οὗτοι οἱ ἀπ’ αὐτοῦ γεγεννημένοι ἑπτὰ υἱοὶ ἤτοι Αἰῶνες ἤτοι θεοὶ ἤτοι ἄγγελοι [καλοῦνται γὰρ παρ’ αὐτοῖς ὀνόμασι διαφόροις] κατὰ τὴν ἰδέαν τοῦ αὐτῶν πατρὸς Ἰαλδαβαὼθ ἔπλασαν τὸν ἄνθρωπον, οὐ ῥᾳδίως οὐδὲ ταχέως, ἀλλὰ τῷ αὐτῷ τρόπῳ ᾧ καὶ αἱ πρότεραι αἱρέσεις ἐμηχανήσαντο ἐν τῇ αὐτῶν κενοφωνίᾳ. φασὶ γὰρ καὶ οὗτοι· ἦν ἑρπετὸν ὁ ἄνθρωπος ὡς σκώληξ, μὴ δυνάμενος μήτε ἀνακύφειν μήτε ὀρθοῦσθαι. πρὸς ἐπιβουλὴν δὲ τοῦ Ἰαλδαβαὼθ ἡ ἄνω Μήτηρ ἡ καλουμένη Προύνικος, βουλομένη κενῶσαι τὸν Ἰαλδαβαὼθ ἀπὸ τῆς αὐτοῦ δυνάμεως ἧς ἐξ αὐτῆς μετέσχεν, ἐνήργησεν ἐν αὐτῷ εἰς τὸν ἄνθρωπον τὸν ἀπὸ τῶν τέκνων αὐτοῦ πεπλαςμένον, κενῶσαι τὴν αὐτοῦ δύναμιν καὶ ἀποστεῖλαι ἀπ’ αὐτοῦ σπινθῆρα ἐπὶ τὸν ἄνθρωπον [τὴν ψυχὴν δῆθεν] διανοουμένη.
PG 41:647καὶ τότε, φησίν, ἔστη ὁ ἄνθρωπος ἐπὶ τοὺς πόδας καὶ ὑπερβέβηκε τῇ διανοίᾳ τοὺς ὀκτὼ οὐρανοὺς καὶ ἐπέγνω καὶ ᾔνεσε τὸν ἄνω Πατέρα τὸν ἐπάνω τοῦ Ἰαλδαβαώθ. καὶ τότε ὁ Ἰαλδαβαὼθ πόνῳ φερόμενος διὰ τὸ ἐπιγνωσθῆναι τὰ ἀνώτατα αὐτοῦ, ἐπέβλεψε κάτω ἐν πικρίᾳ πρὸς τὴν ὑποστάθμην τῆς ὕλης καὶ γεγέννηκε δύναμιν ὀφιόμορφον ἰδέαν ἔχουσαν, ὃν καὶ υἱὸν αὐτοῦ καλοῦσι. καὶ οὕτως οὗτος, φησίν, ἀπεστάλη καὶ ἠπάτησε τὴν Εὔαν. ἡ δὲ ἤκουσεν αὐτοῦ καὶ ἐπείσθη ὡς υἱῷ θεοῦ καὶ πεισθεῖσα ἔφαγεν ἀπὸ τοῦ ξύλου τῆς γνώσεως. 5. Εἶτα ὅταν ταύτην τὴν μωρίαν διηγήσωνται καὶ τὸ γελοῖον τῆς ἐπιτηδεύσεως ταύτης, τὴν τραγικὴν ὡς εἰπεῖν ποιησάμενοι ὑπόθεσιν καὶ τὸ κωμικὸν τοῦτο δρᾶμα, ἄρχονταί τινα ἡμῖν ὑποφαίνειν εἰς παράστασιν τῶν παρ’ αὐτοῖς λεγομένων ψευδῶν θεῶν ὅτι «οὐχὶ καὶ τὰ ἔγκατα ἡμῶν, δι’ ὧν ζῶμεν καὶ τρεφόμεθα, ὀφιοειδῆ ὑπάρχει;» ἄλλα δὲ ὅσα τοῖς ἠπατημένοις παρεισφέρουσιν εἰς τὴν ἑαυτῶν πλάνην καὶ ληρώδη ὑπόνοιαν. διὰ τοιαύτην δὲ αἰτίαν, φασί, τὸν ὄφιν δοξάζομεν, ὅτι ὁ ὄφις αἴτιος τῆς γνώσεως γεγένηται τῷ πλήθει. ὁ δὲ Ἰαλδαβαώθ, φασίν, οὐκ ἤθελεν μνησθῆναι τὴν ἄνω Μητέρα οὔτε τὸν Πατέρα τοῖς ἀνθρώποις.
ἔπεισε δὲ ὁ ὄφις καὶ γνῶσιν ἤνεγκεν, ἐδίδαξέν τε τὸν ἄνθρωπον καὶ τὴν γυναῖκα τῶν ἄνω μυστηρίων τὸ πᾶν τῆς γνώσεως. διὸ ὁ πατὴρ ὀργισθείς, τουτέστιν ὁ Ἰαλδαβαώθ, δι’ ἣν ὑπέδειξεν τοῖς ἀνθρώποις γνῶσιν, κατέβαλεν αὐτὸν ἀπ’ οὐρανοῦ. καὶ ἔνθεν βασιλέα τὸν ὄφιν ἀπ’ οὐρανοῦ λέγουσιν οἱ τὴν μερίδα τοῦ ὄφεως καὶ οὐδὲν ἕτερον κεκτημένοι. δοξάζουσιν οὖν αὐτὸν διὰ τὴν τοιαύτην, φασί, γνῶσιν καὶ ἄρτον αὐτῷ προσφέρουσιν. ἔχουσι γὰρ φύσει ὄφιν τρέφοντες ἐν κίστῃ τινί, ὃν πρὸς τὴν ὥραν τῶν αὐτῶν μυστηρίων τοῦ φωλεοῦ προφέροντες καὶ στιβάζοντες ἐπὶ τραπέζης ἄρτους προσκαλοῦνται τὸν αὐτὸν ὄφιν· ἀνοιχθέντος δὲ τοῦ φωλεοῦ πρόεισι. καὶ οὕτως ἀνελθὼν κατὰ τὴν αὐτοῦ φρόνησιν ὁ ὄφις καὶ πανουργίαν, ἤδη γινώσκων τὴν αὐτῶν μωρίαν ἄνεισιν ἐπὶ τὴν τράπεζαν καὶ ἐνειλεῖται τοῖς ἄρτοις. καὶ ταύτην φασὶν εἶναι τελείαν θυσίαν.
PG 41:649ὅθεν καί, ὡς ἀπό τινος ἀκήκοα, οὐ μόνον κλῶσι τοὺς ἄρτους ἐν οἷς ὁ αὐτὸς ὄφις εἰλήθη καὶ ἐπιδιδόασι τοῖς λαμβάνουσιν, ἀλλὰ καὶ ἕκαστος ἀσπάζεται τὸν ὄφιν ἐκ στόματος, ἤτοι γοητείᾳ τινὶ ἐπᾳσθέντος τοῦ ὄφεως εἰς ἡμερότητα ἢ ἐξ ἑτέρας ἐνεργείας διαβόλου πρὸς ἀπάτην τούτων ὑποκοριζομένου τοῦ ζῴου. προσκυνοῦσι δὲ τὸν τοιοῦτον καὶ εὐχαριστίαν ταύτην ἐπιφημίζουσι τὴν δι’ αὐτοῦ ἐνειληθέντος γεγενημένην καὶ αὖθις δι’ αὐτοῦ, ὥς φασι, τῷ ἄνω Πατρὶ ὕμνον ἀναπέμποντες οὕτως τὰ μυστήρια αὐτῶν ἐπιτελοῦσι. 6. Μωρίαν δὲ εἴποι τις ἂν καὶ χλεύης ἔμπλεον [τοῦτο]· καὶ οὔτε ἀνατροπῆς ἀπὸ θείας γραφῆς ἐπιζητουμένης δεήσει τοῦτο, ἀλλ’ αὐτὸ καθ’ ἑαυτὸ τῷ τὸν νοῦν ἔχοντι ἐρρωμένον κατὰ θεὸν γελοιῶδες δειχθήσεται. εὐθὺς γὰρ πᾶσα ἡ αὐτῶν κενοφωνία ληρώδης τις εὑρεθήσεται. εἰ γὰρ Προύνικόν φασιν εἶναι, πῶς ἀπ’ αὐτοῦ τοῦ ὀνόματος οὐ τὸ σαθρὸν τῆς διανοίας αὐτῶν φωραθήσεται, ὡς ἤδη προεῖπον; πᾶν γὰρ τὸ προυνικευόμενον ἄχρηστον· εἰ δὲ ἄχρηστον, οὐκ ἐν τοῖς προκριτέοις τακτέον. καὶ πῶς ἐπαινετὸν εἴη τὸ ἄχρηστον;
πῶς δὲ οὐχὶ μυθῶδες τὸ λέγειν ὅτι ἡ Προύνικος τὸν Ἰαλδαβαὼθ ἐκένωσε καὶ ὁ σπινθὴρ εἰς τὰ κάτω κατῆλθεν ἀπὸ τοῦ κενωθέντος, ἐν δὲ τῷ ἀνθρώπῳ γεγονὼς ἐπέγνω τὸν ἀνώτερον τοῦ κεκενωμένου; καὶ θαῦμα μέγιστον, ὡς ὁ ἄνθρωπος, ἐν ᾧ ὁ ἐλάχιστος σπινθήρ, ἐπιγινώσκει ὑπὲρ τοὺς πεπλακότας ἀγγέλους. οἱ γὰρ πεποιηκότες τὸν ἄνθρωπον ἄγγελοι εἴτουν υἱοὶ τοῦ Ἰαλδαβαὼθ οὐκ ἐπέγνωσαν τὰ ἐπάνω τοῦ Ἰαλδαβαώθ, ὁ δὲ ὑπ’ αὐτῶν γεγενημένος διὰ τοῦ σπινθῆρος ἐπέγνω. αὐτοὶ τοίνυν ἑαυτοὺς ἀνατρέπουσι διὰ τῶν ἰδίων δογμάτων, πῆ μὲν τὸν ὄφιν δοξάζοντες, πῆ δὲ ἀπατηλὸν αὐτὸν πρὸς τὴν Εὔαν γεγενημένον φάσκοντες ἐν τῷ εἰπεῖν «ἠπάτησε τὴν Εὔαν»· καὶ πῆ μὲν Χριστὸν αὐτὸν καταγγέλλουσι, πῆ δὲ υἱὸν τοῦ ἀνωτέρου Ἰαλδαβαὼθ τοῦ τοὺς υἱοὺς ἀδικήσαντος ἐν τῷ ἀποκλεῖσαι ἀπ’ αὐτῶν τὴν [τῶν] ἄνω γνῶσιν καὶ τὴν Μητέρα ἀθετήσαντος καὶ τὸν ἄνω Πατέρα, εἰς τὸ μὴ ἐᾶν δοξάζειν τοὺς ὑπ’ αὐτοῦ γεγενημένους υἱοὺς τὸν ἀνώτερον αὐτοῦ Πατέρα. πῶς οὖν βασιλεὺς ἐπουράνιος ὁ ὄφις, εἴπερ κατὰ τοῦ Πατρὸς ἐγήγερται; πῶς δὲ εἰ τὴν γνῶσιν δίδωσιν, ἐν ἀπάτῃ καταγγέλλεται ἠπατηκέναι τὴν Εὔαν;
ὁ δὲ δι’ ἀπάτης γνῶσιν ἐντιθεὶς οὐκέτι γνῶσιν δίδωσιν, ἀλλὰ ἀντὶ γνώσεως ἀγνωσίαν, ὡς καὶ ἀληθῶς ἔστιν ἰδεῖν ὅτι τοῦτο ἐν αὐτοῖς τελειοῦται. ἀγνωσίαν γὰρ ἔχοντες γνῶσιν ταύτην νομίζουσιν, ἐν τούτῳ ἀληθεύοντες ἐν τῷ τὴν ἑαυτῶν γνῶσιν ἀπάτην καὶ ἀγνωσίαν λέγειν. 7. Φέρουσι δὲ καὶ ἄλλας μαρτυρίας λέγοντες ὅτι καὶ Μωυσῆς ἐν τῇ ἐρήμῳ τὸν ὄφιν τὸν χαλκοῦν ὕψωσε προστησάμενος, ἵνα ἴαμα τοῖς ὑπὸ ὄφεως δακνομένοις γένηται. εἶναι γὰρ τοῦτο τὸ εἶδος ἰατικὸν τοῦ δήγματος λέγουσι. πάλιν δὲ καθ’ ἑαυτῶν ταῦτα ὁρίζονται. εἰ γὰρ ὄφεων ἦν τὰ δήγματα, βλαβερὰ δὲ ταῦτα, ἄρα ὁ ὄφις οὐκ ἀγαθός. τὸ δὲ ὑψωθὲν ὑπὸ Μωυσέως τότε διὰ τῆς θεωρίας τὴν ἴασιν ἐποιεῖτο, οὐ διὰ τὴν τοῦ ὄφεως φύσιν ἀλλὰ τὴν τοῦ θεοῦ εὐδοκίαν, δι’ ὄφεως ὥσπερ ἀντίδοτον τοῖς τότε δεδηγμένοις ἐργαζομένου. οὐδὲν δὲ θαυμαστὸν εἰ δι’ ὧν τις ἐβλάβη, διὰ τούτων θεραπείας ἔτυχεν· καὶ μή τις κακιζέτω τὴν τοῦ θεοῦ κτίσιν, ὡς ἄλλοι πλανώμενοι πάλιν λέγουσι.
PG 41:651προετυποῦτο δὲ τοῦτο τοῖς ἐν τῇ ἐρήμῳ διὰ τὴν αἰτίαν, ἣν ἐλθὼν ὁ κύριος λέγει ἐν τῷ εὐαγγελίῳ ὅτι «ὡς ὕψωσε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου», ὃ καὶ γέγονεν. δίκην γὰρ ὄφεως ἀτιμάσαντες τὸν σωτῆρα ἀπὸ ἐπιβουλῆς τῆς τοῦ ὄφεως ἠδικοῦντο, φημὶ δὲ τοῦ διαβόλου. καὶ καθάπερ ἐν τῷ ὑψώματι τοῦ ὄφεως ἴασις ἐγίνετο τοῖς δεδηγμένοις, οὕτως ἐπὶ τῇ τοῦ Χριστοῦ σταυρώσει λύτρα γέγονε ταῖς ἡμῶν ψυχαῖς ἀπὸ τῶν ἐν ἡμῖν γενομένων δηγμάτων τῆς ἁμαρτίας. φέρουσι δὲ καὶ αὐτὸ τοῦτο τὸ ῥητὸν πρὸς μαρτυρίαν οἱ αὐτοὶ λέγοντες ὅτι «οὐχ ὁρᾷς ὡς εἶπεν ὁ σωτήρ, ὃν τρόπον ὕψωσε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου;» καὶ διὰ τοῦτο καὶ ἐν ἄλλῳ τόπῳ, φασί, λέγει ὅτι «γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά». καὶ τὰ εἰς σύμβολα διδασκαλίας ἡμῖν ἐκ θεοῦ καλῶς τεταγμένα οὗτοι εἰς τὴν ἑαυτῶν ἐπίνοιαν τὴν ἠπατημένην φέρουσιν. 8. Ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς Λόγος, ὁ ἐκ πατρὸς πρὸ πάντων τῶν αἰώνων ἀνάρχως καὶ ἀχρόνως γεννηθείς, οὐκ ὄφις [μὴ γένοιτο], ἀλλὰ κατὰ τοῦ ὄφεως αὐτὸς ἦλθεν.
ἐὰν δὲ εἴπῃ «γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά», δεῖ ἡμᾶς ἐρωτᾶν καὶ γινώσκειν διὰ τί τὰ δύο ταῦτα πρόσωπα ἡμῖν εἰς διδασκαλίαν παρεισήγαγεν, τῆς τε περιστερᾶς καὶ τοῦ ὄφεως. οὐδὲν δὲ ἐν τῷ ὄφει φρόνιμον, πλὴν [τῶν] δύο τούτων, ὅτι ἐν τῷ διώκεσθαι γινώσκων ὅτι ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ πᾶσα ζωὴ αὐτοῦ τυγχάνει καὶ δεδιὼς τὴν ἀνωτέρω πρὸς αὐτὸν εἰρημένην ἀπὸ τοῦ θεοῦ διὰ τὸν ἄνθρωπον προσταγὴν ὅτι «φυλάξεις αὐτοῦ κεφαλήν, αὐτὸς δέ σου πτέρναν», ὅλον τὸ σῶμα ἐνειλήσας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κρύπτει μὲν τὸ κρανίον ἑαυτοῦ, παραδίδωσι δὲ τὸ ἄλλο σῶμα ἐν ὑπερβολῇ πανουργίας. οὕτω θέλει ἡμᾶς ὁ μονογενὴς θεὸς ὁ ἐκ πατρὸς προελθὼν ἐν καιρῷ διωγμοῦ καὶ ἐν καιρῷ πειρασμοῦ τὰ πάντα ἡμῶν παραδιδόναι μαχαίρᾳ τε καὶ πυρί, φυλάττειν δὲ ἑαυτῶν τὴν κεφαλήν, τουτέστιν Χριστὸν μὴ ἀρνεῖσθαι, ἐπειδήπερ «κεφαλὴ παντὸς ἀνθρώπου Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός», κατὰ τὸν ἀπόστολον. ἕτερον πάλιν ἔχει φρονιμότητος ὁ ὄφις, ὥς φασιν οἱ φυσιολόγοι περὶ τούτου τοῦ ζῴου.
PG 41:653ὅταν γὰρ διψήσας ἀπὸ τοῦ φωλεοῦ προέλθοι ἐπί τι ὕδωρ ἵνα πίῃ, οὐ συμπαραλαμβάνει τὸν ἰὸν μεθ’ ἑαυτοῦ, ἀλλὰ ἐν τῷ φωλεῷ καταλιμπάνει καὶ οὕτως ἐλθὼν λαμβάνει τὸ πόμα τῶν ὑδάτων. καὶ αὐτοὶ οὖν τοῦτο μιμησώμεθα, ἵνα, ὅταν ἐρχώμεθα ἐπὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἢ εἰς εὐχὴν ἢ εἰς τὰ τοῦ θεοῦ μυστήρια, μὴ φέρωμεν μεθ’ ἑαυτῶν κακίαν ἢ ἡδονὴν ἢ ἐπιθυμίαν ἢ ἔχθραν ἤ τι ἕτερον ἐν ταῖς διανοίαις αὑτῶν. ἐπεὶ πῶς ἂν καὶ τὴν περιστερὰν μιμήσασθαι δυνηθείημεν, μὴ ἐκτὸς γενόμενοι κακίας, καίτοι γε τοῦ γένους τῆς περιστερᾶς ἐν πολλοῖς πράγμασιν οὐκ ἐπαινουμένου; ἀκόλαστον γὰρ γένος περιστερᾶς καὶ πολυμιξίας μὴ ἀνακοπτόμενον, λάγνον τε καὶ καθ’ ὥραν ἡδονῇ προςανακείμενον, πρὸς δὲ τούτοις ἄτονον καὶ βληχρόν. διὰ δὲ τὸ ἄκακον καὶ μακρόθυμον καὶ ἀμνησίκακον τοῦ ζῴου, ἔτι μὴν καὶ διὰ τὸ ἐν εἴδει περιστερᾶς πεφάνθαι τὸ ἅγιον πνεῦμα, μιμήσασθαι ἡμᾶς βούλεται ὁ θεῖος λόγος τοῦ ἁγίου πνεύματος τὴν βούλησιν καὶ τῆς ἀκάκου περιστερᾶς τὴν ἀκακίαν, ὄντας μὲν ἡμᾶς φρονίμους εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. καὶ λέλυται ἡ τούτων πᾶσα δραματουργία.
εὐθὺς γὰρ ὁ ἅγιος ἀπόστολος κατ’ ἄλλου τινὸς τὸ πανοῦργον καὶ ἐπίβουλον οὐχ ὁρίζεται περισσοτέρως ἀλλὰ κατὰ τοῦ διαβόλου καὶ τοῦ ὄφεως, λέγων «φοβοῦμαι δὲ μή πως ὡς ὁ ὄφις ἠπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ ἁγνείας Χριστοῦ καὶ δικαιοσύνης». ὁρᾷς ὡς φθορὰν ἀπέφηνεν ὁ ἀπόστολος καὶ πανουργίαν δεινὴν καὶ ἀπάτην τὰ ὑπὸ τοῦ ὄφεως πρὸς τὴν Εὔαν πεπραγματευμένα καὶ οὐκ ἐπαινετόν τι παρὰ τοῦ αὐτοῦ γεγενημένον ὑπέδειξε. 9. Πανταχόθεν τοίνυν φωρατὴ καὶ ἔκδηλος ἡ τούτων ἄνοιά ἐστι παντὶ τῷ βουλομένῳ εἰδέναι τὴν τῆς ἀληθείας διδασκαλίαν καὶ πνεύματος ἁγίου γνῶσιν.
ἵνα δὲ μὴ ἀναλίσκω χρόνον, καὶ ταύτην διαπλευσάμενος τὴν χαλεπὴν καὶ δύσπλουν τοῦ πελάγους ζάλην ἐπὶ τὰς ἑτέρας θαλαττίους ποντοπορείας τὸ σκάφος ὁπλίσομαι, ἐπιμελῶς τοὺς αὐχένας κρατῶν ἐν τῇ τοῦ θεοῦ δυνάμει καὶ εὐχαῖς ἁγίων, ὅπως παραπλέοντες κατοπτεύσωμεν τῶν ἀγρίων κυμάτων τὴν κύρτωσιν καὶ τῶν ἐν τοῖς πελάγεσι θηρίων ἰοβόλων τὰς μορφάς, ἄπληκτοι δὲ ἀπὸ σμυραινώδους ἰοῦ καὶ τρυγόνος καὶ δρακαίνης καὶ καρχαρίου καὶ σκορπαίνης περᾶσαι καὶ τοῦ εὐδίου τῆς ἀληθείας λιμένος δι’ εὐχῆς καὶ ἱκεσίας ἐπιτυχεῖν δυνηθείημεν, πληρουμένου καὶ ἐν ἡμῖν τοῦ ῥητοῦ τοῦ «οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν τὰς ἀρετὰς τοῦ κυρίου διηγήσονται». ἐφ’ ἑτέραν τοίνυν ταύτης καθεξῆς τὴν πορείαν ποιήσομαι πρὸς διήγησιν.

Against the Cainites 18, Sequence 38Κατὰ Καϊανῶν ιη, τῆς δὲ ἀκολουθίας λη

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Καϊανῶν ιη, τῆς δὲ ἀκολουθίας λη. 1. Καϊανοί τινες ὀνομάζονται ἀπὸ τοῦ Κάϊν εἰληφότες τὴν ἐπωνυμίαν τῆς αἱρέσεως.
οὗτοι γὰρ τὸν Κάϊν ἐπαινοῦσι καὶ πατέρα ἑαυτῶν τοῦτον τάττουσι, καὶ αὐτοὶ ὡς εἰπεῖν ὡς ἀπὸ διαφορᾶς ἐπαναστάσεως κυμάτων ὁρμώμενοι, οὐκ ἔξω ὄντες τοῦ αὐτοῦ σάλου καὶ κλύδωνος, καὶ ὡς ἀπὸ ἀκανθώδους ὕλης προκύψαντες, οὐκ ἐκτὸς ὄντες παντὸς τοῦ σωροῦ τῶν ἀκανθῶν, εἰ καὶ διάφοροι τῷ ὀνόματί εἰσιν. ἀκανθῶν μὲν γὰρ γένη πολλά, ὅμως ἐν ἅπασι τὸ μοχθηρὸν τῆς κεντρώδους ἀδικίας ἔνεστιν. Οὗτοί φασι τὸν Κάϊν ἐκ τῆς ἰσχυροτέρας δυνάμεως ὑπάρχειν καὶ τῆς ἄνωθεν αὐθεντίας, ἀλλὰ καὶ τὸν Ἠσαῦ καὶ τοὺς περὶ Κορὲ καὶ τοὺς Σοδομίτας, τὸν δὲ Ἄβελ ἐκ τῆς ἀσθενεστέρας δυνάμεως εἶναι· δὲ τούτους πάντας παρ’ αὐτοῖς ἐπαινετοὺς καὶ τῆς αὑτῶν συγγενείας. σεμνύνονται γὰρ συγγενεῖς εἶναι τοῦ Κάϊν καὶ τῶν Σοδομιτῶν καὶ Ἠσαῦ καὶ Κορέ. καὶ οὗτοι, φασίν, εἰσὶ τῆς τελείας καὶ ἄνωθεν γνώσεως. διὸ καὶ τὸν ποιητὴν τοῦ κόσμου τούτου φασὶ περὶ τὴν τούτων ἀνάλωσιν ἐσχολακότα μηδὲν δεδυνῆσθαι αὐτοὺς βλάψαι. ἐκρύβησαν γὰρ ἀπ’ αὐτοῦ καὶ μετεβλήθησαν εἰς τὸν ἄνω αἰῶνα, ὅθεν ἡ ἰσχυρὰ δύναμίς ἐστι. πρὸς ἑαυτὴν γὰρ ἡ Σοφία αὐτοὺς προσήκατο, ἰδίους αὐτῆς ὄντας.
PG 41:655καὶ τούτου ἕνεκεν τὸν Ἰούδαν ἀκριβῶς τὰ περὶ τούτων ἐπεγνωκέναι λέγουσι. καὶ τοῦτον γὰρ θέλουσιν εἶναι συγγενῆ ἑαυτῶν καὶ ἐν γνώσεως ὑπερβολῇ τὸν αὐτὸν καταριθμοῦσιν, ὥστε καὶ συνταγμάτιόν τι φέρειν ἐξ ὀνόματος αὐτοῦ, ὃ εὐαγγέλιον τοῦ Ἰούδα καλοῦσι. καὶ ἄλλα τινὰ συγγράμματα ὡσαύτως πλάττονται κατὰ τῆς Ὑστέρας, ἣν Ὑστέραν τὸν ποιητὴν τοῦ παντὸς τούτου κύτους οὐρανοῦ τε καὶ γῆς καλοῦσι, καὶ μὴ δύνασθαί φασι ἄλλως σωθήσεσθαί τινας, ἐὰν μὴ διὰ πάντων χωρήσωσιν, ὡς καὶ ὁ Καρποκράτης λέγει. 2. Ἕκαστος γὰρ αὐτῶν δῆθεν, διὰ τὴν πρόφασιν ταύτην ἀρρητοποιῶν καὶ αἰσχρουργίας ἐπιτελῶν ἁμαρτήματά τε ὅσα ἔστιν πράττων, ἐπικαλεῖται ἑκάστου ἀγγέλου ὄνομα, τῶν τε ὄντων ἀγγέλων καὶ τῶν παρ’ αὐτοῖς πλαστῶς λεγομένων· καὶ ἑκάστῳ τούτων προσάπτει τι ἔργον ἀθέμιτον τῶν ἐπὶ γῆς ἁμαρτημάτων, τὴν πρᾶξιν τὴν ἰδίαν εἰς ὄνομα οὗ βούλεται ἀγγέλου ἀναφέρων. καὶ ὅταν ταῦτα πράττωσιν, οὕτως λέγουσιν «ὁ δεῖνα ἄγγελε, καταχρῶμαί σου τὸ ἔργον· ἡ δεῖνα ἐξουσία, πράττω σου τὴν πρᾶξιν» .
PG 41:657καὶ τοῦτο γνῶσις τελεία παρ’ αὐτοῖς ἐστι λεγόμενον, ἐπειδὴ ἀδεῶς ἐπὶ τὰς ἀθεμίτους αἰσχρουργίας ὁρμᾶν τὰς προφάσεις δῆθεν ἀπὸ τῶν προειρημένων μητέρων καὶ πατέρων αἱρέσεων, φημὶ [δὲ] Γνωστικῶν καὶ Νικολάου καὶ τῶν σὺν αὐτοῖς Οὐαλεντίνου τε καὶ Καρποκράτους, ἐσχήκασιν. Ἤδη δὲ ἦλθεν εἰς ἡμᾶς καὶ βιβλίον ἐν ᾧ ἐπλάσαντο ῥήματά τινα ἀνομίας πλήρη, οὕτως περιέχον, «ὅτι, φησίν, οὗτός ἐστιν ὁ ἄγγελος ὁ τὸν Μωυσέα τυφλώσας καὶ οὗτοί εἰσιν οἱ ἄγγελοι οἱ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν κρύψαντες καὶ μεταστήσαντες» . πάλιν δὲ ἄλλο συνταγμάτιον ἄλλοι πλάττουσιν ἐξ ὀνόματος Παύλου τοῦ ἀποστόλου, ἀρρητουργίας ἔμπλεον, ᾧ καὶ οἱ Γνωστικοὶ λεγόμενοι χρῶνται, ὃ Ἀναβατικὸν Παύλου καλοῦσι, τὴν πρόφασιν εὑρόντες ἀπὸ τοῦ λέγειν τὸν ἀπόστολον ἀναβεβηκέναι ἕως τρίτου οὐρανοῦ καὶ ἀκηκοέναι ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. καὶ ταῦτα, φασίν, ἐστὶ τὰ ἄρρητα ῥήματα. διδάσκουσι δὲ ταῦτα καὶ τὰ τοιαῦτα, τοὺς πονηροὺς τιμῶντες καὶ τοὺς ἀγαθοὺς ἀπαγορεύοντες. εἶναι γάρ [φασιν], ὡς προεῖπον, τὸν Κάϊν τῆς ἰσχυροτέρας δυνάμεως καὶ τὸν Ἄβελ τῆς ἀσθενεστέρας.
ταύτας δὲ τὰς δυνάμεις τῇ Εὔᾳ προσπλακείσας γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, καὶ εἶναι τῆς μὲν τὸν Κάϊν τῆς δὲ τὸν Ἄβελ· εἶναι δὲ [καὶ] τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἀπὸ τῶν τοιούτων δυνάμεων εἴτουν ἀγγέλων γεγεννημένους· καὶ τοὺς γεννηθέντας παῖδας, Κάϊν τέ φημι καὶ Ἄβελ, ἐρίσαι πρὸς ἀλλήλους καὶ τὸν γεγεννημένον ἀπὸ ἰσχυρᾶς δυνάμεως πεφονευκέναι τὸν ἀπὸ τῆς ἥττονος δυνάμεως καὶ ἀσθενεστέρας. 3. Τὰ δὲ αὐτὰ μυθώδη καὶ οὗτοι παραπλέκουσι τῇ περὶ τῶν αὐτῶν δηλητηρίων τῆς ἀγνωσίας δόσει, τοῖς πειθομένοις ἐπιβουλεύοντες ὅτι δεῖ πάντα ἄνθρωπον ἑαυτῷ ἑλέσθαι τὴν ἰσχυροτέραν δύναμιν καὶ τῆς ἥττονος καὶ ἀτόνου ἀποχωρίζεσθαι, τουτέστιν τῆς τὸν οὐρανὸν ποιησάσης καὶ τὴν σάρκα καὶ τὸν κόσμον, καὶ ὑπερβαίνειν εἰς τὰ ἀνώτατα διὰ τῆς τοῦ Χριστοῦ σταυρώσεως. διὰ γὰρ τοῦτο, φασίν, ἦλθεν ἄνωθεν, ἵνα ἐν αὐτῷ ἐνεργηθῇ δύναμις ἰσχυρά, κατὰ τῆς ἀσθενεστέρας δυνάμεως τὸ τρόπαιον λαβοῦσα καὶ τὸ σῶμα παραδοῦσα. καὶ οἱ μὲν αὐτῶν τοῦτο λέγουσιν, ἄλλοι δὲ ἄλλα.
οἱ μὲν γὰρ λέγουσι διὰ τὸ πονηρὸν εἶναι τὸν Χριστὸν παραδοθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰούδα, βουλόμενον διαστρέφειν τὰ κατὰ τὸν νόμον, ἐπαινοῦσι γὰρ τὸν Κάϊν καὶ τὸν Ἰούδαν, ὡς ἔφην, καὶ λέγουσι· τούτου ἕνεκεν παραδέδωκεν αὐτόν, ἐπειδὴ ἠβούλετο καταλύειν τὰ καλῶς δεδιδαγμένα. ἄλλοι δὲ τῶν αὐτῶν· οὐχί, φασίν, ἀλλὰ ἀγαθὸν αὐτὸν ὄντα παρέδωκεν κατὰ τὴν ἐπουράνιον γνῶσιν. ἔγνωσαν γάρ, φασίν, οἱ ἄρχοντες ὅτι ἐὰν ὁ Χριστὸς παραδοθῇ σταυρῷ κενοῦται αὐτῶν ἡ ἀσθενὴς δύναμις. καὶ τοῦτο, φησί, γνοὺς ὁ Ἰούδας ἔσπευσεν καὶ πάντα ἐκίνησεν ὥστε παραδοῦναι αὐτόν, ἀγαθὸν ἔργον ποιήσας ἡμῖν εἰς σωτηρίαν. καὶ δεῖ ἡμᾶς ἐπαινεῖν καὶ ἀποδιδόναι αὐτῷ τὸν ἔπαινον, ὅτι δι’ αὐτοῦ κατεσκευάσθη ἡμῖν ἡ τοῦ σταυροῦ σωτηρία καὶ ἡ διὰ τῆς τοιαύτης ὑποθέσεως τῶν ἄνω ἀποκάλυψις. Κατὰ πάντα δὲ τρόπον οὗτοι ἠπάτηνται, οὐκ ἀγαθόν τινα τιμῶντες ἢ ἐπαινοῦντες. δῆλον δὲ ὅτι ἐκ τοῦ διαβόλου αὐτοῖς ταῦτα ὑπέσπαρται, τὰ τῆς ἀγνοίας λέγω καὶ ἀπάτης.
πληροῦται δὲ ἐπ’ αὐτοῖς τὸ γεγραμμένον «οὐαὶ τοῖς λέγουσι τὸ καλὸν πονηρὸν καὶ τὸ πονηρὸν ἀγαθόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ». πάντῃ γὰρ ἐκφωνεῖ παλαιὰ καὶ καινὴ διαθήκη τοῦ Κάϊν τὴν ἀσέβειαν ἐπικηρυκευομένη. οὗτοι δὲ τοὐναντίον, τοῦ σκότους ὄντες ἐρασταὶ καὶ τῶν κακοποιῶν μιμηταί, τὸν Ἄβελ μισοῦσι, τὸν δὲ Κάϊν ἀγαπῶσι καὶ τῷ Ἰούδᾳ τὸν ἔπαινον διδόασι. φθοριμαίαν δὲ γνῶσιν [σχηματί]ζονται, δύο τάττοντες δυνάμεις, ἀσθενεστέραν τε καὶ δυνατωτέραν, ἀντιμαχομένας [δὲ] πρὸς ἀλλήλας, ποιούσας δὲ ἐν τῷ κόσμῳ οὐ γνώμης ἀλλοίωσιν, ἀλλὰ τῶν γεγενημένων τοὺς μὲν κατὰ φύσιν ἀπὸ κακίας τὴν οὐσίαν ἔχειν, τοὺς δὲ ἀπὸ ἀγαθότητος. οὐδένα δὲ κατὰ γνώμην ἀγαθὸν ἢ φαῦλον εἶναι λέγουσιν, ἀλλὰ κατὰ φύσιν. 4. Καὶ πρῶτον ἴδωμεν περὶ τοῦ Κάϊν, ὡς ἡ μὲν παλαιὰ διαθήκη φησίν «ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου» καὶ πάλιν «ἐπικατάρατος σὺ ἐν τοῖς ἔργοις σου, καὶ ἔσῃ στένων καὶ τρέμων ἐπὶ τῆς γῆς».
PG 41:659συνῳδὰ δὲ τῇ παλαιᾷ διαθήκῃ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ περὶ τούτου λέγει, ὅτε Ἰουδαῖοι ἔλεγον «ἡμεῖς πατέρα ἔχομεν τὸν θεόν». ὁ δὲ κύριος πρὸς αὐτοὺς ἔφη «ὑμεῖς υἱοί ἐστε τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου, ὅτι ψεύστης ἐστίν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔμεινεν· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». ὅθεν καὶ αἱ ἄλλαι αἱρέσεις ἀκούουσαι τὸ ῥῆμα τοῦτο πατέρα μὲν τῶν Ἰουδαίων φάσκουσιν εἶναι τὸν διάβολον, ἔχειν δὲ πατέρα ἄλλον καὶ τὸν αὐτοῦ πατέρα πάλιν πατέρα. ἀλλὰ ἀθυρογλώττως φθέγγονται, τὴν διάνοιαν τυφλώττοντες. καὶ γὰρ ἐπὶ τὸν πάντων δεσπότην, θεὸν Ἰουδαίων καὶ Χριστιανῶν καὶ πάντων, τὴν συγγένειαν ἐκείνῳ ἀνάγουσι, τοῦτον πατέρα τοῦ ἐκείνου πατρὸς εἶναι λέγοντες, τὸν νομοθετήσαντα διὰ Μωυσέως καὶ τοσαῦτα θαυμάσια πεποιηκότα. οὐκ ἔστιν δὲ τοῦτο, ὦ ἀγαπητοί.
αὐτὸς γὰρ εὐθύς [φησιν] ὁ κύριος, ἐν ἅπασιν ἡμῶν τὴν ἐπιμέλειαν ποιούμενος, ἵνα μὴ ἐν παρεκβάσει γενώμεθα τοῦ προκειμένου ἕτερα ἀνθ’ ἑτέρων σοφιζόμενοι καὶ διανοούμενοι, λέγων πατέρα αὐτῶν εἶναι τὸν διάβολον Ἰούδαν , ὃν καὶ Σατανᾶν κέκληκεν καὶ διάβολον λέγων πρὸς τοὺς μαθητάς «οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην καὶ εἷς ἐξ ὑμῶν διάβολος;» οὐχὶ διάβολον λέγων φύσει, ἀλλὰ κατὰ τὴν γνώμην. πάλιν δὲ ἐν ἑτέρῳ τόπῳ λέγει «πάτερ κύριε οὐρανοῦ καὶ γῆς, τήρησον τούτους οὓς δέδωκάς μοι. ὅτε ἤμην μετ’ αὐτῶν, ἐφύλαξα αὐτούς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας». πάλιν ἄλλοτε λέγει ὅτι «δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι κατὰ τὸ γεγραμμένον περὶ αὐτοῦ, οὐαὶ δὲ δι’ οὗ παραδοθήσεται. συνέφερεν γὰρ αὐτῷ εἰ οὐκ ἐγεννήθη», καὶ τὰ ἑξῆς. ἄρα γοῦν ἐξ ἅπαντος ἔγνωμεν ὡς περὶ τοῦ Ἰούδα ἔλεγεν τοῖς Ἰουδαίοις· «ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται», καὶ ᾧ τις πείθεται, τοῦτον πατέρα ἔσχηκεν καὶ ἀρχηγὸν τῆς αὐτοῦ πειθοῦς.
φησὶν οὖν ὁ κύριος «ὑμεῖς υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ», ἐπειδὴ ἀντὶ τοῦ Χριστοῦ τῷ Ἰούδᾳ ἐπείσθησαν, καθάπερ ἀπὸ θεοῦ ἐκκλίνασα ἡ Εὔα τῷ ὄφει ἐξ ἀρχῆς ἐπείσθη. ἔπειτα ὅτι καὶ ψεύστης ἦν οὐ μόνον, ἀλλὰ καὶ κλέπτης κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον. διὸ καὶ αὐτῷ παρέδωκε τὸ γλωσσόκομον, ἵνα ἀναπολόγητος ᾖ διὰ φιλαργυρίαν τὸν ἴδιον δεσπότην παραδοὺς εἰς χεῖρας ἀνθρώπων. τίς οὖν ὁ τούτου πατήρ, ὁ πρὸ αὐτοῦ ψεύστης ὑπάρχων, ἀλλ’ ἢ ὁ Κάϊν, οὗ μιμητὴς ὁ Ἰούδας; ἐκεῖνος γάρ, ψευσάμενος τῷ ἀδελφῷ ὡς ἐν φιλαδελφίᾳ, ἠπάτησε καὶ παρέπεισεν διὰ τοῦ ψεύδους καὶ ἐξαγαγὼν αὐτὸν ἐν τῷ πεδίῳ ἐπάρας τὴν χεῖρα ἀπέκτεινεν. οὕτω καὶ ὁ Ἰούδας «τί θέλετέ μοι» φησί «δοῦναι, καὶ ἐγὼ αὐτὸν παραδώσω ὑμῖν;» καί «ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν». καὶ ἐλθὼν ὁ προδότης «χαῖρε Ῥαββί» ἔλεγε, τοῖς χείλεσι τιμῶν, καρδίαν δὲ πόρρω ἀπέχουσαν θεοῦ κεκτημένος. 5.
PG 41:661Ἄρα γοῦν οὗτος ὁ Ἰούδας, πατὴρ αὐτῶν γενόμενος κατὰ τὴν ἀρνησιθεί̈αν καὶ προδοσίαν, Σατανᾶς ὑπάρξας καὶ διάβολος οὐ τῇ φύσει, ἀλλὰ τῇ γνώμῃ, υἱὸς γεγένηται οὗτος κατὰ μίμησιν τοῦ Κάϊν τοῦ ἀνθρωποκτόνου τοῦ ψεύστου, ἐπειδὴ καὶ ὁ πατὴρ αὐτοῦ πρὸ αὐτοῦ ψεύστης ἦν, οὐχὶ ὁ Ἀδὰμ ἀλλ’ ὁ διάβολος, οὗ τὴν μίμησιν ἔσχεν ἐν τῇ ἀδελφοκτονίᾳ καὶ μίσει καὶ ψεύδει καὶ πρὸς θεὸν ἀντιλογίᾳ, τῷ λέγειν, «μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστιν»· οὕτω καὶ ὁ διάβολος τῷ κυρίῳ φησί «μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν θεόν;» ἐπειδὴ γὰρ αὐτὸς ὁ διάβολος τῷ ψεύδει ἀπατᾷ τὴν Εὔαν καὶ τὸν Ἀδάμ, ἕτερα ἀνθ’ ἑτέρων λέγων καὶ φιλίαν προσποιητὴν ἐνδεικνύμενος, ὅτι «ἔσεσθε ὡς θεοί, καὶ οὐκ ἀποθανεῖσθε», τοῦτον μιμούμενος ὁ Κάϊν προσχήματι φιλαδελφίας ἠπάτα τὸν ἀδελφὸν λέγων «διέλθωμεν εἰς τὸ πεδίον». διὰ τοῦτο καὶ ὁ ἅγιος Ἰωάννης εἶπεν «ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, ἀλλὰ ἐκ τοῦ Κάϊν ἐστίν, ὃς ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ. καὶ διὰ τί αὐτὸν ἀπέκτεινεν; ὅτι ἦν πονηρὰ τὰ ἔργα αὐτοῦ καὶ ἐζήλωσε τὰ ἔργα αὐτοῦ, ὅτι ἦν καλά».
οὕτω καὶ οὗτοι μᾶλλον φθονοῦντες τῷ Ἄβελ τῷ καλὰ ἔργα ἔχοντι, τὸν δὲ Κάϊν τιμῶντες, πῶς οὐκ ἐλέγχονται, διαρρήδην τοῦ σωτῆρος λέγοντος καὶ ἀπότομον ἀπόφασιν ὁρίζοντος αὐτοῖς ὅτι «ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δίκαιον ἀπὸ Ἄβελ τοῦ δικαίου τὸ ἀπ’ ἀρχῆς ἐκκεχυμένον ἕως Ζαχαρίου τοῦ προφήτου, οὗ ἀπεκτείνατε μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου» καὶ τὰ ἑξῆς; 6. Οὐκ ἄρα τοίνυν ὡς οὗτοί φασι διὰ γνῶσιν ὁ Ἰούδας παρέδωκε τὸν σωτῆρα οὐδὲ οἱ Ἰουδαῖοι μισθὸν ἔχουσι σταυρώσαντες τὸν κύριον, καίτοι γε διὰ σταυροῦ ἐχόντων ἡμῶν τὴν σωτηρίαν. οὔτε γὰρ παρέδωκεν αὐτὸν Ἰούδας, ἵνα γένηται ἡμῖν εἰς σωτηρίαν, ἀλλὰ κατὰ ἄγνοιαν καὶ ζῆλον καὶ φιλαργυρίαν ἀρνησιθεί̈ας. κἄν τε γὰρ εἴποι ἡ γραφὴ τὸν Χριστὸν μέλλοντα σταυρῷ παραδίδοσθαι ἢ κἂν εἴπῃ ἡ θεία γραφὴ τὰ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν δι’ ἡμῶν ἐπιτελούμενα ἀτοπήματα, οὐ πάντως εὕροι ἄν τις ἡμῶν τῶν τὰ παράνομα πραττόντων ἀπολογίαν, τὴν τῆς γραφῆς μαρτυρίαν προφέρων προθεσπιζούσης ταῦτα ἔσεσθαι.
οὐ γὰρ ὅτι εἶπεν ἡ γραφὴ ποιοῦμεν, ἀλλ’ ὅτι ἐμέλλομεν ποιεῖν προεῖπεν ἡ γραφή, διὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ ἵνα θεὸς ἀγαθὸς ὑπάρχων, ἐπιφέρων δὲ τὴν ὀργὴν κατὰ τῶν ἁμαρτανόντων μὴ ὑποληφθῇ πάθει συνεχόμενος. ἡ γὰρ καθ’ ἑκάστου τῶν ἁμαρτανόντων παρὰ θεοῦ ὀργὴ οὐκ ἀπὸ πάθους ὁρμᾶται· ἀπαθὲς γὰρ τὸ θεῖον, ἐπιφέρει δὲ τὴν ὀργὴν κατὰ ἀνθρώπων οὐ πάθει ληφθὲν ἀγανακτήσεως οὐδὲ ὀργῇ ἡττηθὲν καὶ κρατούμενον. δείκνυσι γὰρ τὸ ἀπαθὲς ὁ θεός, προειπὼν ἡμῖν τὴν ἐσομένην κρίσιν καὶ τὴν δικαίαν παρ’ αὐτοῦ τιμωρίαν γινομένην, ἵνα τὸ ἀπαθὲς σημάνῃ τῆς θεότητος. προεῖπεν τοίνυν ἡ γραφὴ κατὰ πρόγνωσιν προασφαλιζομένη καὶ διδάσκουσα, ἵνα μὴ ἐμπέσωμεν εἰς ὀργὴν ἀνήκεστον θεοῦ, τὴν οὐ πάθει ὁρισθεῖσαν οὐδὲ συμβαίνουσαν ἀπὸ ἥττης, ἀλλὰ δικαιότατα τοῖς τὴν ἁμαρτίαν ἐκτελοῦσιν ἀνθρώποις προετοιμασθεῖσαν καὶ μὴ μετανοοῦσιν ἐξ ἀληθείας. 7. Οὕτω καὶ ἐπὶ τοῦ σταυροῦ, οὐχ ὅτι εἶπεν ἡ θεία γραφή, ἐσταύρωσαν Ἰουδαῖοι καὶ παρέδωκεν Ἰούδας τὸν σωτῆρα, ἀλλ’ ὅτι ἔμελλεν παραδιδόναι Ἰούδας καὶ Ἰουδαῖοι σταυροῦν, τούτου ἕνεκα προεῖπεν ἡ θεία γραφὴ ἐν τῇ παλαιᾷ διαθήκῃ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ.
ὥστε οὖν οὐκ ἐν γνώσει τῆς ἐσομένης εὐεργεσίας τῷ κόσμῳ παραδέδωκε τὸν κύριον Ἰούδας, ὡς ἐκεῖνοι λέγουσιν, ἀλλ’ εἰδὼς μὲν ὅτι ὁ αὐτοῦ δεσπότης ὑπῆρχεν, ἀγνοῶν δὲ ὅτι σωτηρία ἔσται τῷ κόσμῳ. πῶς γὰρ ἂν εἴη σωτηρίας ἀνθρώπων ἐπιμελόμενος ὁ παρ’ αὐτοῦ τοῦ σωτῆρος ἀκούων «ἀπωλείας υἱός» καὶ τό «συμφέρει αὐτῷ, εἰ οὐκ ἐγεννήθη» καὶ τό «ἑταῖρε, ἐφ’ ὃ πάρει» καὶ τό «εἷς ἐξ ὑμῶν παραδώσει με» καὶ τό «ὁ ἐσθίων μετ’ ἐμοῦ τὸν ἄρτον ἐπῇρεν κατ’ ἐμοῦ πτερνισμόν» [ὡς ἔχει τὸ εὐαγγέλιον ἐκ προαγούσης μαρτυρίας τοῦ ψαλτηρίου] καὶ [τό] «οὐαὶ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται»; αὐτὸς γὰρ ὁ Ἰούδας περὶ ἑαυτοῦ τὸ πᾶν ὑπέφηνεν καὶ τὴν τῶν ἐπαινούντων αὐτὸν ἄνοιαν καὶ [ἀφ’] ἑαυτοῦ ἤλεγξεν, εἰ καὶ ἄκων ἀλλ’ ὅμως μετὰ τὸ λαβεῖν τὸ τίμημα τὰ τριάκοντα ἀργύρια ὕστερον μεταμεληθεὶς καὶ ἀποστρέψας τὰ ἀργύρια, ὡς κακόν τι πεπραχώς, κακὸν μὲν ἑαυτῷ κακὸν δὲ καὶ τοῖς σταυρώσασιν. ὁ δὲ κύριος ἀγαθὸν δι’ ἑαυτοῦ ἐπιτελῶν ἡμῖν τε καὶ τῷ κόσμῳ ἑαυτὸν παραδέδωκεν, ἵνα γένηται ἡμῖν σωτηρία.
PG 41:665ἄρα οὖν οὐχὶ τῷ Ἰούδᾳ τῷ προδότῃ ὁμολογοῦμεν τὴν χάριν, ἀλλὰ τῷ ἐλεήμονι σωτῆρι, τῷ τὴν ψυχὴν θέντι ὑπὲρ ἡμῶν τῶν ἰδίων αὐτοῦ προβάτων, καθὼς αὐτὸς εἶπε. πῶς γὰρ ὁ νομίσας ἀγαθὸν ἐπιτελέσαι ὕστερον λέγει ὅτι «μεταμεμέλημαι παραδεδωκὼς αἷμα ἀθῷον» καὶ ἀπέστρεψε τὰ ἀργύρια, καθὼς ἦν περὶ αὐτοῦ γεγραμμένον ἐν τοῖς προφήταις «καὶ ἀπέστρεψε τοὺς τριάκοντα ἀργυροῦς, τὴν τιμὴν τοῦ τετιμημένου παρὰ τῶν υἱῶν Ἰσραήλ», καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ «εἰ δίκαιόν ἐστιν ὑμῖν, δότε τὸν μισθόν μου ἢ ἀπείπασθε», καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ «καὶ ἔδωκαν τὸ ἀργύριον τὴν τιμὴν τοῦ τετιμημένου, καὶ εἶπεν, κάθες αὐτὸ εἰς τὸ χωνευτήριον καὶ ἴδε εἰ δόκιμόν ἐστιν, ὡς ἐδοκιμάσθην ἀπὸ τῶν υἱῶν Ἰσραήλ». 8. Καὶ πόσα ἔστιν ἀπὸ τῆς θείας γραφῆς συλλέγειν περὶ τῶν τελειωθέντων ἐν τῷ κυρίῳ ἡμῶν, οὐ κατὰ τὴν Ἰούδα πρὸς τὸ ἀγαθὸν ἐνέργειαν, ἀλλὰ κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ὑπὲρ ἡμῶν [οὐ κατὰ ἀνάγκην ἀλλὰ ἐκ προαιρέσεως ἑαυτοῦ] παράδοσιν καὶ οἰκονομίαν τοῦ σταυροῦ ὑπὲρ τῆς ἡμῶν σωτηρίας.
οἶδα δὲ εἰς πολὺν ὄγκον ἄγων τὰς μαρτυρίας, ὡς λέγει πάλιν ἄλλος προφήτης «γενέσθω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος» , ὅς «πρηνὴς γενόμενος ἐλάκησε μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ» καὶ τὸ πέρας ἀγχόνῃ χρησάμενος ἔδειξεν τὸ πᾶν τῆς αὐτοῦ σωτηρίας διολέσας, τῷ διαπεσεῖν τῆς ἐλπίδος κατὰ τὴν αὐτοῦ ἄτακτον καὶ προπετῆ κατὰ τοῦ δεσπότου αὐτοῦ ἐπιβουλὴν καὶ ἕνεκεν φιλαργυρίας ἐπ’ ἀρνησιθεί̈αν · ὡς καὶ οἱ ἀπόστολοι ἀντ’ αὐτοῦ εἰς τὸν αὐτῶν ἀριθμὸν Ματθίαν κατέστησαν, λέγοντες «ἀφ’ οὗ παρέβη Ἰούδας ἀπελθεῖν εἰς τὸν τόπον τὸν ἴδιον». ποῖον δὲ τοῦτον ἀλλ’ ἢ ὃν ἀπεφήνατο αὐτῷ ὁ σωτὴρ λέγων ὅτι ἐστὶν υἱὸς ἀπωλείας; οὗτος γὰρ ἀφωρίσθη αὐτῷ τόπος ὁ τῆς ἀπωλείας, ἔνθα ἔσχεν ἀντὶ μερίδος μερίδα καὶ ἀντὶ ἐπισκοπῆς ἀποστολικῆς τὸν τόπον τῆς ἀπωλείας.
Περὶ τούτου δὲ ἱκανῶς ἔχειν τὰ εἰρημένα νομίσαντες καθεξῆς πάλιν ἐφ’ ἑτέραν ἴωμεν, ὦ ἀγαπητοί, τὰ σκολιὰ πάλιν καὶ θηριώδη καὶ ἰοβόλα διδάγματα ἀποκαλύπτοντες τῶν παρὰ ταῖς λοιπαῖς ἐξ ἐπιπλάστου διαβολικῆς ἐπιπνοίας τῷ κόσμῳ λύμης ἕνεκα ἐμβεβροντημένων, τῶν γὰρ τοιούτων τὴν γνώμην τῶν τοῦ χείρονος ὀρεγομένων, ἐῳκυῖαν τῷ γένει τοῦ βουπρήστου κανθάρου, ἀποκαλύψαντες οὖσάν τε ἐπιβλαβῆ ἐν τῇ τοῦ θεοῦ δυνάμει καταθλάσαντες, ἐπὶ τὴν τῶν ἄλλων ἔρευναν τὸν νοῦν ἐπιβαλόμενοι τὸν θεὸν ἀρωγὸν ἐπικαλεσώμεθα, ὦ Χριστοῦ παῖδες.

Against the Sethians 19, Sequence 39Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λθ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λθ. 1. Σηθιανοὶ πάλιν αἵρεσις ἑτέρα ἐστὶν οὕτω καλουμένη, οὐ πανταχοῦ δὲ αὕτη εὑρίσκεται οὔτε ἡ πρὸ ταύτης ἡ τῶν Καϊανῶν λεγομένη· τάχα δὲ ἤδη καὶ αἱ πλείους τούτων ἐξερριζώθησαν ἐκ τοῦ κόσμου. τὸ γὰρ οὐκ ἐκ θεοῦ ὂν οὐ σταθήσεται, ἀλλὰ καιρῷ μὲν ἀκμάζει, εἰς τὸ παντελὲς δὲ διαρκῶς οὐκ ἐμπαραμένει. τάχα δὲ οἶμαι ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ συντετυχηκέναι καὶ ταύτῃ τῇ αἱρέσει [οὐ γὰρ ἀκριβῶς τὴν χώραν μέμνημαι, ἐν ᾗ αὐτοῖς συνέτυχον]·
PG 41:667καὶ τὰ μὲν κατὰ ἱστορίαν φύσει αὐτοψίᾳ περὶ ταύτης ἔγνωμεν, τὰ δὲ ἐκ συγγραμμάτων περὶ αὐτῆς ἐμάθομεν. Οὗτοι γὰρ οἱ Σηθιανοὶ ἀπὸ Σὴθ τοῦ υἱοῦ τοῦ Ἀδὰμ σεμνύνονται τὸ γένος κατάγειν αὐτόν τε δοξάζουσι καὶ εἰς αὐτὸν πάντα ὅσαπερ ἀρετῆς εἶναι ἀναφέρουσι, τά τε τῆς ἀρετῆς τεκμήρια καὶ δικαιοσύνης καὶ ὅσα τοιαῦτα ὑπάρχει. οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστὸν αὐτὸν ὀνομάζουσι καὶ αὐτὸν εἶναι τὸν Ἰησοῦν διαβεβαιοῦνται. διδάσκουσι δὲ αὐτῶν τὴν διδασκαλίαν οὕτω, ὅτι, φησίν, ἐξ ἀγγέλων γεγένηται τὰ πάντα καὶ οὐκ ἐκ τῆς ἄνω δυνάμεως. 2. Οὗτοι γὰρ συνῳδὰ λέγουσι τῇ πρώτῃ αἱρέσει τῶν Καϊανῶν κατὰ τοῦτο τὸ μέρος· γεγενῆσθαι ἐξ ὑπαρχῆς εὐθὺς δύο ἀνθρώπους καὶ ἐκ τῶν δύο εἶναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, περὶ τούτων τε στασιάσαντας τοὺς ἀγγέλους εἰς [πόλεμον πρὸς] ἀλλήλους ἥκειν, οὕτω τε πεποιηκέναι ἀποκτανθῆναι τὸν Ἄβελ ὑπὸ τοῦ Κάϊν· ἦν γὰρ ἡ στάσις τοῖς ἀγγέλοις ἀγωνιζομένοις περὶ τῶν γενῶν τῶν ἀνθρώπων, τούτων τῶν δύο, τοῦ γεγεννηκότος τὸν Κάϊν καὶ τοῦ γεγεννηκότος τὸν Ἄβελ. κεκρατηκέναι δὲ τὴν ἄνω δύναμιν, ἣν Μητέρα φάσκουσι καὶ Θήλειαν·
δοκεῖ γὰρ αὐτοῖς εἶναι καὶ μητέρας ἄνω καὶ θηλείας καὶ ἄρρενας, ὀλίγου δὲ δεῖ καὶ συγγενείας καὶ πατριαρχίας λέγειν. ἐπεὶ οὖν κεκράτηκε, φασίν, ἡ Μήτηρ καὶ Θήλεια καλουμένη, γνοῦσα ὅτι ἀπέκτανται Ἄβελ, ἐνθυμηθεῖσα ἐποίησε γεννηθῆναι τὸν Σὴθ καὶ ἐν τούτῳ ἔθετο τὴν αὐτῆς δύναμιν, [καὶ] καταβαλοῦσα ἐν αὐτῷ σπέρμα τῆς ἄνωθεν δυνάμεως καὶ τὸν σπινθῆρα τὸν ἄνωθεν πεμφθέντα εἰς πρώτην καταβολὴν τοῦ σπέρματος καὶ συστάσεως. καὶ εἶναι ταύτην σύστασιν τῆς δικαιοσύνης καὶ ἐκλογὴν σπέρματος καὶ γένους, ὅπως διὰ τῆς τ[οι]αύτης συστάσεως καὶ τούτου τοῦ σπέρματος καθαιρεθῶσιν αἱ δυνάμεις τῶν ἀγγέλων τῶν τὸν κόσμον πεποιηκότων καὶ τοὺς δύο ἀπ’ ἀρχῆς ἀνθρώπους. διὰ ταύτην οὖν τὴν αἰτίαν καὶ τὸ γένος τοῦ Σὴθ ἀφορισθὲν ἐντεῦθεν κατάγεται, ἐκλογῆς ὂν καὶ διακεκριμένον τοῦ ἄλλου γένους.
προβαινόντων γὰρ τῶν καιρῶν, φασί, καὶ ὁμοῦ ὄντων τῶν δύο γενῶν, τοῦ τε Κάϊν καὶ τοῦ Ἄβελ, εἰς τὸ αὐτό [τε] συνελθόντων διὰ κακίαν πολλὴν καὶ ὁμοῦ μιχθέντων, ἀποβλέψασα ἡ πάντων Μήτηρ καθαρὸν τὸ σπέρμα τῶν ἀνθρώπων ἠβουλήθη ἀπεργάσασθαι, ὡς προεῖπον, διὰ τὸ τὸν Ἄβελ ἀπεκτάνθαι, καὶ τοῦτον τὸν Σὴθ ἐξελέξατο καὶ καθαρὸν ἔδειξεν καὶ ἐν τούτῳ τὸ σπέρμα μόνῳ τῆς αὐτῆς δυνάμεως καὶ καθαρότητος κατέθετο, 3. Ἰδοῦσα δὲ πάλιν πολλὴν ἐπιμιξίαν καὶ ἄτακτον ὁρμὴν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, εἰς μῖξιν τῶν δύο γενῶν ἐλθόντων, καὶ συστάσεις τινὰς γενῶν τὴν αὐτῶν ἀταξίαν ἐμποιήσασαν, πορευθεῖσα πάλιν ἡ αὐτὴ Μήτηρ τε καὶ Θήλεια κατακλυσμὸν ἤνεγκε καὶ ἀπώλεσε πᾶσαν στάσιν ἀνθρώπου παντός [τε] γένους ἐναντίου, ἵνα δῆθεν τὸ καθαρὸν γένος τὸ ἀπὸ τοῦ Σὴθ καὶ δίκαιον μόνον μείνῃ ἐν κόσμῳ, εἰς σύστασιν τοῦ ἄνωθεν γένους τε καὶ σπινθῆρος τῆς δικαιοσύνης. ἔλαθον δὲ αὐτὴν πάλιν οἱ ἄγγελοι καὶ εἰσέδυσαν τὸν Χὰμ εἰς τὴν κιβωτόν, ὄντα τοῦ αὐτῶν σπέρματος.
PG 41:669ὀκτὼ γὰρ ψυχῶν σωθεισῶν ἐν τῇ τότε λάρνακι τοῦ Νῶε ἑπτὰ μὲν εἶναι τοῦ καθαροῦ γένους φασί, τὸν δὲ ἕνα εἶναι τὸν Χὰμ τῆς ἄλλης δυνάμεως ὑπάρχοντα, ὃν εἰσδῦναι λαθόντα τὴν ἄνω Μητέρα. ὑπὸ τῶν ἀγγέλων δὲ τὸ τοιοῦτο συσκευασθὲν οὕτως ἀποτελεσθῆναι· ἐπειδὴ γάρ, φασίν, ἔγνωσαν οἱ ἄγγελοι ὅτι μέλλει πᾶν τὸ σπέρμα αὐτῶν ἀπαλείφεσθαι ἐν τῷ κατακλυσμῷ, πανουργίᾳ τινὶ τὸν προειρημένον Χὰμ εἰς διατήρησιν τοῦ ὑπ’ αὐτῶν κτισθέντος γένους τῆς κακίας παρεισέβαλον. καὶ ἐκ τούτου λήθη καὶ πλάνη περὶ τοὺς ἀνθρώπους καὶ ἄτακτοι φοραὶ ἁμαρτημάτων καὶ πολυμιξία κακίας ἐν τῷ κόσμῳ γεγένηται. καὶ οὕτως ὁ κόσμος εἰς τὸ ἀρχαῖον τῆς ἀταξίας αὖθις ἀνέκαμψεν καὶ ἐνεπλήσθη κακῶν ὡς ἐξ ἀρχῆς πρὸ τοῦ κατακλυσμοῦ. ἀπὸ δὲ τοῦ Σὴθ κατὰ σπέρμα καὶ κατὰ διαδοχὴν γένους ὁ Χριστὸς ἦλθεν αὐτὸς Ἰησοῦς, οὐχὶ κατὰ γέννησιν ἀλλὰ θαυμαστῶς ἐν τῷ κόσμῳ πεφηνώς, ὅς ἐστιν αὐτὸς ὁ Σὴθ ὁ τότε καὶ [Χριστὸς] νῦν ἐπιφοιτήσας τῷ γένει τῶν ἀνθρώπων, ἀπὸ τῆς Μητρὸς ἄνωθεν ἀπεσταλμένος. 4. Ταῦτα πάντα οὕτω γεγενῆσθαί φασιν ἐκεῖνοι. μωρὰ δὲ καὶ ἀδρανῆ καὶ κενοφωνίας ἔμπλεα τὰ τοιαῦτα κηρύγματα, ὡς παντί τῳ δῆλόν ἐστιν.
οὐ γὰρ δύο ἄνθρωποι ἐπλάσθησαν, ἀλλὰ εἷς ὁ Ἀδὰμ καὶ ἐκ τοῦ Ἀδὰμ ὅ τε Κάϊν καὶ Ἄβελ καὶ Σήθ· καὶ οὐκέτι ἐκ δύο ἀνθρώπων, ἀλλ’ ἐξ ἑνὸς ἕως τοῦ κατακλυσμοῦ, τῶν γενῶν ὅλων [ἐκ] τοῦ Ἀδὰμ ἐχόντων τὰς ἑαυτῶν συστάσεις ἐν τῷ κόσμῳ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐκ τοῦ Νῶε πάλιν, τοῦ ἑνὸς ἀνθρώπου, καὶ οὐκ ἐκ διαφόρων ἀνθρώπων, ἀλλὰ ἀπὸ ἑνὸς τοῦ Νῶε τοῦ κατὰ διαδοχὴν ἐκ σπέρματος τοῦ Σὴθ πᾶν γένος τῶν ἀνθρώπων, οὐκ εἰς δύο διαιρούμενον, ἀλλὰ εἰς ἓν γένος. ἀφ’ οὗπερ καὶ Νῶε καὶ ἡ αὐτοῦ γυνὴ καὶ Σήμ, Χὰμ καὶ Ἰάφεθ, οἱ τούτου παῖδες, καὶ τρεῖς γυναῖκες τῶν αὐτοῦ παίδων ἀπὸ τοῦ Σὴθ τὸ γένος κατάγουσι πάντες καὶ οὐχὶ ἀπὸ δύο ἀνθρώπων τῶν μὴ γενομένων κατὰ τὴν τούτων μυθοποιίαν. 5. Βίβλους δέ τινας συγγράφοντες ἐξ ὀνόματος μεγάλων ἀνδρῶν, ἐξ ὀνόματος μὲν Σὴθ ἑπτὰ λέγουσιν εἶναι βίβλους, ἄλλας δὲ βίβλους ἑτέρας Ἀλλογενεῖς οὕτω καλοῦσιν, ἄλλην δὲ ἐξ ὀνόματος Ἀβραάμ, ἣν καὶ ἀποκάλυψιν φάσκουσιν εἶναι, πάσης κακίας ἔμπλεον, ἑτέρας δὲ ἐξ ὀνόματος τοῦ Μωυσέως καὶ ἄλλας ἄλλων. εἰς μωρίαν δὲ πολλὴν τὸν νοῦν ἑαυτῶν κατάγοντες γυναῖκά τινα Ὡραίαν λέγουσιν εἶναι τοῦ Σήθ.
PG 41:671ὅρα δέ μοι, ἀγαπητέ, τὴν τούτων ἄνοιαν, ἵνα κατὰ πάντα τρόπον καταγνῷς τῆς αὐτῶν δραματουργίας καὶ μυθώδους ματαιοφροσύνης καὶ ἐπιπλάστου ληρολογίας. εἰσὶ μὲν γὰρ ἄλλαι τινὲς αἱρέσεις, αἵτινες δύναμίν τινα εἶναι λέγουσιν, ἣν καλοῦσιν ὀνομα[ς]τικῶς Ὡραίαν· τὴν παρ’ ἄλλοις τοίνυν νομιζομένην δύναμιν Ὡραίαν τε καλουμένην οὗτοι γυναῖκα τοῦ Σὴθ λέγουσιν. ὅθεν δυνάμεθά τε ἀποδεῖξαι, ὡς ἴστε, ἀγαπητοί, καὶ φύσει ἄνθρωπον τὸν Σὴθ καὶ οὐχὶ ἄνωθέν τι παρηλλαγμένον λαβόντα, ἀδελφόν τε ὄντα φύσει τοῦ Κάϊν καὶ Ἄβελ ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρός. «ἔγνω γάρ» φησίν «Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν», καὶ ἐπέθετο αὐτῷ ὄνομα Κάϊν, ὅπερ ἑρμηνεύεται κτῆσις, λέγων «ἐκτησάμην υἱὸν διὰ κυρίου θεοῦ». καὶ πάλιν [κατὰ] τὸν Ἄβελ «ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἄβελ». καὶ μετὰ πολλὰ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄβελ «καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σήθ», ὅπερ ἑρμηνεύεται ἀνταλλαγή· «ἀνέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν».
τὸ δέ «ἐκτησάμην διὰ θεοῦ» καί «ἀνέστησέν μοι ὁ θεός» ἕνα θεὸν δείκνυσι τὸν πάντων ποιητὴν καὶ δότην τῶν γεγεννημένων. ὅτι δὲ οὗτοι ἔσχον γυναῖκας, ὅ τε Κάϊν καὶ ὁ Σήθ, δῆλον· ὁ γὰρ Ἄβελ νεώτερος ἀπεκτάνθη, μηδέπω γήμας. 6. Ὡς δὲ ἐν τοῖς Ἰωβηλαίοις εὑρίσκεται, τῇ καὶ λεπτῇ Γενέσει καλουμένῃ, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τοῦ τε Κάϊν καὶ τοῦ Σὴθ ἡ βίβλος περιέχει, ἵνα κατὰ πάντα τρόπον οὗτοι καταισχυνθῶσιν οἱ τοὺς μύθους τῷ βίῳ ῥαψῳδήσαντες. τοῦ γὰρ Ἀδὰμ γεννήσαντος υἱοὺς καὶ θυγατέρας ἀνάγκη γέγονε κατ’ ἐκεῖνο καιροῦ ἀδελφαῖς ταῖς ἰδίαις συναφθῆναι τοὺς παῖδας· οὐ γὰρ ἦν παράνομον τὸ τοιοῦτον. ἐπεὶ μηδὲν ἕτερον γένος ἦν. καὶ γὰρ καὶ αὐτὸς ὡς ἔπος εἰπεῖν ὁ Ἀδὰμ τῇ ἰδίᾳ θυγατρὶ σχεδὸν τῇ ἐκ τοῦ σώματος αὐτοῦ καὶ ὀστέων πλασθείσῃ συνήφθη, κατὰ συζυγίαν αὐτῷ ἐκ θεοῦ πεπλασμένῃ, καὶ οὐκ ἦν παράνομον. οἵ τε τούτου υἱοὶ συνήφθησαν, ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ οὕτω καλουμένῃ, ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ.
γεγόνασι δὲ τῷ Ἀδὰμ καὶ ἄλλοι υἱοί, ὡς ἡ λεπτὴ Γένεσις περιέχει, ἐννέα μετὰ τοὺς τρεῖς τούτους, ὡς εἶναι αὐτῷ δύο μὲν θυγατέρας, ἄρρενας δὲ δώδεκα, ἕνα μὲν ἀποκτανθέντα, ἕνδεκα δὲ περιλειφθέντας τῷ βίῳ. ἔχεις δὲ καὶ τούτων τὴν ἔμφασιν ἐν τῇ Γενέσει τοῦ κόσμου καὶ πρώτῃ βίβλῳ παρὰ Μωυσῇ, οὕτω φασκούσῃ «καὶ ἔζησεν Ἀδὰμ ἔτη ἐννακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν». 7. Πλατυνθέντων δὲ τῶν ἀνθρώπων καὶ τῆς γενεᾶς τοῦ Ἀδὰμ ἐπεκτεινομένης ἡ ἀκρίβεια ἡ κατὰ τὸν γάμον τὸν σεμνὸν ἐπλατύνετο καθεξῆς προβαίνουσα. καὶ ἐπείπερ γεγόνασι παῖδες τῷ Ἀδὰμ καὶ παῖδες παίδων, θυγατέρες δὲ ἐκ τούτων κατὰ διαδοχὴν γένους ἐγεννήθησαν, λοιπὸν οὐκέτι τὰς ἑαυτῶν ἀδελφὰς πρὸς γάμον ἤγοντο, ἀλλὰ εἰς εὐνομίαν κατέστη καὶ πρὸ τοῦ διὰ Μωυσέως ἐγγράφου νόμου ὁ κατὰ τὸν σεμνὸν γάμον θεσμὸς καὶ ἐκ τῶν πατραδέλφων αὐτῶν τὰς γαμετὰς ἑαυτῶν ἤγοντο. καὶ οὕτως πλατυνομένων ἄρτι τῶν ἀνθρώπων συνεμίγη τὰ δύο γένη, τοῦ τε Κάϊν πρὸς τὸ γένος τοῦ Σὴθ καὶ τοῦ Σὴθ πρὸς θάτερον, καὶ τὰ ἄλλα τῶν υἱῶν τοῦ Ἀδὰμ γένη.
PG 41:673ἐντεῦθεν λοιπὸν τοῦ κατακλυσμοῦ ἄρδην τὸ πᾶν τῆς στάσεως τῶν ἀνθρώπων ἀπολέσαντος διαπεφύλακται μόνος Νῶε εὑρὼν χάριν παρὰ τῷ θεῷ, δίκαιος εὑρεθεὶς ἐν τῇ κατ’ ἐκεῖνο καιροῦ γενεᾷ. λάρνακα δὲ κατὰ τὰ ἤδη πρότερον ἡμῖν εἰρημένα κατεσκεύασεν ἑαυτῷ ἐκ προστάγματος θεοῦ, ὡς ἔχουσιν αἱ ἀληθιναὶ γραφαί, ἐν ᾗ διασεσῶσθαι ἡ αὐτὴ φάσκει τῆς ἀληθείας βίβλος αὐτόν τε καὶ τὰς προειρημένας ἅμα αὐτῷ ἑπτὰ ψυχάς, φημὶ δὲ τήν τε ἰδίαν σύζυγον καὶ τοὺς τρεῖς υἱοὺς γυναῖκάς τε τούτων ὁμοίως τρεῖς. ἐκ τούτου δὲ λείψανα γεγενῆσθαι τῆς κατὰ τὸν ἄνθρωπον συστάσεως ἐν κόσμῳ πάλιν ἡ ἀλήθεια συνίστησιν. ὅθεν κατὰ γενεὰν προβαινόντων καὶ κατὰ διαδοχὴν υἱοῦ πατέρα διαδεχομένου εἰς γενεὰς πέντε ὁ αἰὼν ἐλήλακεν. 8. Καὶ γέγονεν κατ’ ἐκεῖνο καιροῦ ἡ τῆς Βαβυλῶνος κτίσις ἐν τῇ τῶν Ἀσσυρίων γῇ καὶ ὁ ὑπ’ αὐτῶν οἰκοδομηθεὶς τότε πύργος. ἦσαν δὲ κατὰ τοῦτον τὸν καιρόν, ὡς ἤδη ἐν ταῖς πρότερον αἱρέσεσι διηγησάμην κατὰ τὸν εἱρμὸν τῶν ἄνω μοι γενεῶν πραγματευθεισῶν, οἱ πάντες ἑβδομήκοντα δύο ἄνδρες τὸν ἀριθμόν, ἀρχηγοί τε καὶ κεφαλαιωταί, τοῦ μὲν Χὰμ γένους τριάκοντα δύο καὶ τοῦ Ἰάφεθ δεκαπέντε, τοῦ δὲ Σὴμ εἰκοσιπέντε.
καὶ οὕτως ὁ πύργος καὶ ἡ Βαβυλὼν ἐγένετο. ἐκ τούτου διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν φυλαί τε καὶ γλῶσσαι. καὶ ἐπείπερ οἱ ἑβδομήκοντα δύο [οἱ] τότε τὸν πύργον οἰκοδομοῦντες ταῖς γλώσσαις διεσκεδάσθησαν, συγχυθέντες καὶ ἀπὸ μιᾶς ἧς ᾔδεισαν , ἐμπνευσθέντες ἐκ θεοῦ βουλήσεως ἄλλος ἄλλην ἐσχήκασιν. ἐξ ὧνπερ καὶ μέχρι δεῦρο ἡ σύστασις τῶν λαλιῶν ἐνέστηκεν, ὥστε [τῷ] βουλομένῳ ἔνεστιν εὑρεῖν ἕκαστον ἀρχηγὸν ἑκάστης γλώσσης, ὡς Ἰωυ[ν]ὰν μὲν τὴν Ἑλληνίδα ἔσχεν, ἐξ οὗπερ καὶ Ἴωνες κέκληνται, οἱ τὴν παλαιὰν γλῶσσαν τῶν Ἑλλήνων ἔχοντες, Θήρας δὲ [τὴν] τῶν Θρᾳκῶν, Μοσὸχ τὴν Μοσσυνοίκων γλῶσσαν, Θοβὲλ τὴν τῶν Θετταλῶν, Λοὺδ τὴν Λυδῶν, Γεφὰρ τὴν Γασφηνῶν, Μιστρὲμ τὴν τῶν Αἰγυπτίων, Ψοὺς τὴν τῶν Ἀξωμιτῶν, Ἀρμὼτ τὴν τῶν Ἀράβων, καὶ τῶν λοιπῶν ἕκαστος, ἵνα μὴ καθ’ ἕνα λέγω, ἰδίαν ἐνεπνεύσθη γλῶσσαν. καὶ οὕτως ἑκάστης γλώσσης ἡ διαδοχὴ ἐν τῷ κόσμῳ πεπλάτυνται. 9. Πόθεν τοίνυν οὗτοι ἐψευδηγόρησαν αὐτῶν τὰ ῥήματα, παρενθέντες τὴν ἑαυτῶν μυθοποιίαν, φανταζόμενοι καὶ ὀνειροπολοῦντες τὰ μὴ ὄντα ὡς ὄντα καὶ τὰ ὄντα τῆς ἑαυτῶν διανοίας διασκεδαννύντες;
PG 41:675ἀλλὰ τὸ πᾶν τοῦ διαβόλου βούλημα ὃ ἐνεκίσσησε ταῖς τῶν ἀνθρώπων ψυχαῖς. ἔστιν δὲ ἰδεῖν καὶ θαυμάσαι ὡς ἐν πολλοῖς μὲν ἀτοπήμασι τὸν ἄνθρωπον ἠπάτησε καὶ εἰς παρανομίαν κατέσπασεν, εἴς τε πορνείας καὶ μοιχείας καὶ ἀσελγείας, εἰδωλομανίας τε καὶ γοητείας καὶ αἱματεκχυσίας, ἁρπαγάς τε καὶ ἀπληστίας, κυβείας τε καὶ ἀδηφαγίας καὶ ὅσα τοιαῦτα, οὐδαμοῦ δὲ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐτόλμησεν εἰς τὸν ἑαυτοῦ δεσπότην φθέγξασθαι βλάσφημόν τινα λόγον ἢ ἄνταρσιν ἐννοῆσαι. ἀνέμενεν γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς λέγει «περὶ σοῦ γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσί σε». ἤκουεν γὰρ ἀεὶ τῶν προφητῶν καταγγελλόντων τὴν τοῦ Χριστοῦ παρουσίαν, λύτρωσιν [τε] ἐσομένην τῶν ἁμαρτησάντων καὶ διὰ Χριστοῦ μετανοούντων, ἐνόμιζέν τε τεύξασθαί τινος ἐλέους. ὅτε δὲ εἶδεν ὁ τάλας τὸν Χριστὸν μὴ δεξάμενον αὐτοῦ τὴν περὶ σωτηρίας ἐπιστροφήν, ἀνοίξας τὸ στόμα κατὰ τοῦ ἰδίου δεσπότου τὴν βλασφημίαν ἐξήμεσε, τοῖς ἀνθρώποις ὑπόνοιαν ἐμβαλὼν ἀρνεῖσθαι μὲν τὸν ὄντα, τὸν δὲ μὴ ὄντα ζητεῖν. οὕτως τοίνυν καὶ οὗτοι ἐλεγχθήσονται κατὰ πάντα τρόπον ἠπατημένοι.
ὁ γὰρ Σὴθ τέθνηκε καὶ τὰ ἔτη αὐτοῦ ἀναγέγραπται. βιώσας γὰρ ἔτη ἐννακόσια δεκαδύο τὸ χρεὼν ἀπέδωκε, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὥς φησιν ἡ θεία γραφή. κατὰ διαδοχὴν δὲ ὁ τούτου παῖς, Ἐνὼς δὲ ἦν τούτῳ ὄνομα, καὶ αὐτὸς βιώσας ἔτη ἐννακόσια πέντε ὑπήλλαξε τὸν καθ’ ἡμᾶς βίον, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὡς ἔχει ἡ αὐτὴ βίβλος τῆς ἀληθείας. 10. Πόθεν τοίνυν ὁ Σὴθ ὁ τότε τελευτήσας, οὗ καὶ υἱοὶ κατὰ διαδοχὴν βιώσαντες τοῦ βίου ἐπαύσαντο, εὑρεθήσεται κύριος ὁ ἀπὸ Μαρίας γεννηθεὶς τῆς ἀειπαρθένου εὐδοκήσας ἐπὶ ζωῇ τῶν ἀνθρώπων, ὁ γεννηθεὶς ἀχρόνως, ὁ ὢν πρὸς τὸν πατέρα ἀεί, ἐνυπόστατος θεὸς λόγος, ἐλθὼν δὲ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν καὶ εἰς ἑαυτὸν δὲ ἀναπλασάμενος ἀπὸ μήτρας παρθενικῆς σάρκα καὶ ψυχὴν τὴν ἀνθρωπείαν εἰληφὼς οὕτως ἐνανθρωπήσας τελειότατα, κηρύξας ἡμῖν ζωῆς τὰ μυστήρια, δικαιοσύνης τε ἐργάτας τοὺς αὐτοῦ μαθητὰς καταστήσας καὶ τὴν αὐτοῦ διδασκαλίαν δι’ ἑαυτοῦ τε καὶ δι’ αὐτῶν παιδεύσας τὸ γένος τῶν ἀνθρώπων, οὐ τὰ τῶν Σηθιανῶν ἀποκαλύψας οὐδὲ Σὴθ ἑαυτὸν ὀνομάσας, ὡς οὗτοι ληροῦντες καὶ μέθῃ τινὶ συνεχόμενοι ἀπὸ τῆς ἀληθείας ἐκπεπτώκασι;
PG 41:677Τὰ δὲ νῦν συντόμου οὔσης τῆς αἱρέσεως, οὐκ ἐνδεηθεὶς ἐπεκτεῖναι τὸν κατ’ αὐτῆς ἔλεγχον ἀρκοῦμαι τοῖς παροῦσι μόνοις. εὔτρωτος γὰρ ἡ τούτων ἄνοια καὶ ἑαυτὴν δυναμένη τε ἐλέγξαι καὶ φωρᾶσαι, οὐ μόνον περὶ τῆς τοῦ Χριστοῦ ἀγωγῆς καὶ σεσυκοφαντημένης διδασκαλίας τοῦ τὸν Σὴθ αὐτὸν νομίζειν τε καὶ διαβεβαιοῦσθαι εἶναι, ἀλλὰ καὶ εἰς τὴν περὶ τῶν δύο ἀνθρώπων ὑπόθεσιν. εἰ γὰρ αἱ δυνάμεις ἄνωθεν ἐσχήκασι τὴν ἀρχήν, οὐκ ἂν ἄνευ τῆς μιᾶς, ἣν δὴ καὶ Μητέρα φάσκουσι τῶν ὅλων εἶναι, ἐγένετό τε καὶ ἐπράχθη τὰ ὑπὸ τῶν δύο πραχθέντα. εὑρίσκεται γὰρ ἡ μία αἰτία τῶν δύο δυνάμεων, καὶ ἄνευ αὐτῆς μηδὲν τῶν γενομένων γεγονέναι. καὶ ἀναδραμοῦνται πάλιν ἐπὶ τὸ ὁμολογεῖν ἕνα εἶναι δεσπότην τῶν πάντων καὶ δημιουργὸν καὶ κτιστὴν τῶν ὅλων, ἅπαξ μιᾶς δεικνυμένης ἀρχῆς. ἀλλὰ καὶ περὶ ταύτης τῆς αἱρέσεως ταῦτα φήσαντες καὶ ἀποκαλύψαντες τὸν ἰὸν τῆς ἑρπετώδους αὐτῶν ἐκ γένους ἀσπίδων γονῆς, ἐφ’ ἑτέραν πάλιν ἴωμεν, ἀγαπητοί, τῇ αὐτῇ ἀκολουθίᾳ τῆς πραγματείας.

Against the Archontici 20 (Sequence 40)Κατὰ Ἀρχοντικῶν κ, τῆς δὲ ἀκολουθίας μ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Ἀρχοντικῶν κ, τῆς δὲ ἀκολουθίας μ. 1.
Ἀρχοντικῶν τις αἵρεσις τούτοις ἕπεται, οὐκ ἐν πολλοῖς δὲ τόποις αὕτη φέρεται ἢ μόνον ἐν τῇ Παλαιστινῶν ἐπαρχίᾳ· μετήνεγκαν δὲ τὸν αὐτῶν ἰὸν ἤδη που καὶ εἰς τὴν μεγάλην Ἀρμενίαν, ἀλλὰ καὶ ἐν τῇ μικρᾷ Ἀρμενίᾳ τοῦτο τὸ ζιζάνιον ἤδη ἔσπαρται ὑπὸ ἀνδρός τινος ἐπιδημήσαντος τῇ Παλαιστινῶν γῇ ἀπὸ Ἀρμενίας ἐν χρόνοις Κωνσταντίου περὶ τὴν αὐτοῦ τελευτήν, Εὐτάκτου ὀνόματι, μᾶλλον δὲ ἀτάκτου τὸν τρόπον καὶ μαθόντος τὴν κακοδιδασκαλίαν ταύτην, εἶτα ἐπανελθόντος εἰς τὰ οἰκεῖα καὶ διδάξαντος. μετέλαβεν δέ, ὡς ἔφην, ἐν Παλαιστίνῃ ὡς ἀπὸ ἀσπίδος ἰὸν ἀπὸ Πέτρου τινὸς γέροντος, ἀναξίως Πέτρου καλουμένου, ὃς κατῴκει ἐν τῇ τῆς Ἐλευθεροπόλεως [καὶ] Ἱερουσαλὴμ ἐνορίᾳ, ἐπέκεινα τῆς Χεβρὼν σημείοις τρισί· Καφαρβαριχὰ τὴν κώμην καλοῦσιν. οὗτος ὁ γέρων τὰ πρῶτα ἔνδυμα εἶχεν ἔκπληκτον, ὑποκρίσεως γέμον· ἔξωθεν μὲν γὰρ ἀληθῶς κώδιον προβάτου ἠμφίεστο, ἠγνοεῖτο δὲ ἔνδοθεν λύκος ὑπάρχων ἅρπαξ.
ἀναχωρητὴς γὰρ ἐδόκει εἶναι, ἐν σπηλαίῳ τινὶ καθεζόμενος, ὃς πολλοὺς δῆθεν συνήγαγεν εἰς ἀπόταξιν καὶ πατὴρ δῆθεν διά τε τὸ γῆρας καὶ τὸ σχῆμα ἐκαλεῖτο, τά τε αὐτοῦ ὑπάρχοντα πτωχοῖς διένειμεν καὶ καθ’ ἡμέραν ἐλεημοσύνας ἐποίει. ἐν δὲ τῇ πρώτῃ ἡλικίᾳ αὐτοῦ ἐν πολλαῖς αἱρέσεσιν ἐξητάσθη, ἐπὶ Ἀετίου δὲ τοῦ ἐπισκόπου κατηγορηθεὶς καὶ ἐλεγχθεὶς τότε τὴν τῶν Γνωστικῶν μετιὼν αἵρεσιν καθῃρέθη ἀπὸ τοῦ πρεσβυτερίου [ἦν γὰρ κατασταθείς ποτε πρεσβύτερος], τοῦ τε τόπου μετὰ τὸν ἔλεγχον ὑπὸ Ἀετίου ἐδιώχθη καὶ ἀπελθὼν κατῴκησεν ἐν τῇ Ἀραβίᾳ ἐν Κωκάβῃ, ἔνθα αἱ τῶν Ἐβιωναίων τε καὶ Ναζωραίων ῥίζαι ἐνήρξαντο, ὡς καὶ ἐν πολλαῖς αἱρέσεσι περὶ τοῦ τόπου τούτου ἐσήμανα. ὕστερον δὲ ὡς σωφρονισθεὶς πρὸς τὸ γῆρας πάλιν ἐπανῆλθε, φέρων ἑαυτῷ ταύτην τὴν ἰοβολίαν κρύβδην καὶ παρὰ πᾶσιν ἀγνοούμενος, ἕως ὅτε εἰς ἔσχατον ἀφ’ ὧν εἰς ὦτά τινων ἐψιθύρισε ῥημάτων ἐλεγχθεὶς τοιοῦτος ὑφ’ ἡμῶν ἀνεθεματίσθη καὶ ἐλήλεγκται διὰ τῆς ἡμῶν βραχύτητος. καὶ ἐκάθισεν ἐν τῷ σπηλαίῳ λοιπόν, βδελυχθεὶς ὑπὸ πάντων καὶ μονωθεὶς ἀπὸ τῆς ἀδελφότητος καὶ ἀπὸ πλείστων τῶν τῆς ζωῆς ἑαυτῶν ἐπιμελομένων.
PG 41:679πρὸς τοῦτον τὸν γέροντα καταχθεὶς ὁ προειρημένος Εὔτακτος, εἴ γε Εὔτακτος, ἀπὸ τῆς Αἰγύπτου διερχόμενος καὶ μεταλαβὼν τῆς τοῦ γέροντος κακοδιδασκαλίας, ὡς μεγάλην ἐμπορίαν τὸ δηλητήριον τοῦτο λαβὼν εἰς τὴν ἑαυτοῦ πατρίδα ἀπεκόμισεν· ἦν γὰρ ἀπὸ τῆς μικρᾶς Ἀρμενίας ὡς ἔφην ὁρμώμενος, τῶν Σατάλης πλησίον τόπων. ἐπανελθὼν γοῦν εἰς τὴν ἑαυτοῦ πατρίδα πολλοὺς ἔχρανε τῆς αὐτῆς μικρᾶς Ἀρμενίας, προσφθαρείς τισι πλουσίοις συγκλητικῇ τέ τινι καὶ ἄλλοις περιβλέπτοις, δι’ ὧν διαφανῶν ἀνδρῶν πολλοὺς ἐκεῖσε ἀπώλεσε. τάχιον δὲ αὐτὸν ὁ κύριος τοῦ βίου ἐξήλειψεν, πλὴν ὅτι ἔσπειρε τὸ ἑαυτοῦ ζιζάνιον. 2. Καὶ οὗτοι δὲ ὁμοίως βίβλους ἑαυτοῖς ἐπλαστογράφησάν τινας ἀποκρύφους, ὧν τὰ ὀνόματά ἐστι ταῦτα· τὸ μὲν γὰρ Συμφωνίαν μικρὰν δῆθεν βιβλίον καλοῦσι, τὸ δὲ μεγάλην Συμφωνίαν. ἀλλὰ καὶ ἄλλα τινὰ βιβλία ἑαυτοῖς ἐπισωρεύουσιν οἷς ἐὰν συντύχωσιν, ἵνα δόξωσι τὴν ἑαυτῶν πλάνην διὰ πολλῶν βεβαιοῦν, ἐπισυνεισφέρεσθαι. ἤδη δὲ καὶ τοῖς Ἀλλογενέσι καλουμένοις κέχρηνται· βίβλοι γάρ εἰσιν οὕτω καλούμεναι. λαμβάνουσι δὲ λαβὰς ἀπὸ τοῦ Ἀναβατικοῦ Ἠσαί̈α, ἔτι δὲ καὶ ἄλλων τινῶν ἀποκρύφων.
τὸ δὲ πᾶν ἐκ τοῦ Συμφωνία καλουμένου βιβλίου , ἐν ᾧ ὀγδοάδα τινὰ λέγουσιν εἶναι οὐρανῶν καὶ ἑβδομάδα, εἶναι δὲ καθ’ ἕκαστον οὐρανὸν ἄρχοντας· καὶ τοὺς μὲν εἶναι εἰς τοὺς ἑπτὰ οὐρανούς, καθ’ ἕνα οὐρανὸν ἕνα ἄρχοντα, τάξεις δὲ εἶναι ἑκάστῳ ἄρχοντι, καὶ τὴν Μητέρα τὴν φωτεινὴν ἀνωτάτω ἐν τῷ ὀγδόῳ εἶναι, καθάπερ αἱ ἄλλαι αἱρέσεις. καὶ τινὲς μὲν αὐτῶν κατὰ τὰ σώματα κεχραμμένοι ἀσελγείᾳ τυγχάνουσιν, ἄλλοι δὲ δῆθεν προσποιητὴν νηστείαν ὑποκρίνονται ἀπατῶσί τε τοὺς ἀφελεστέρους ἀνθρώπους, προσχήματι μοναζόντων ἀποταξίαν τινὰ σεμνυνόμενοι. φασὶ δὲ εἶναι καθ’ ἕκαστον οὐρανόν, ὡς προεῖπον, ἀρχὴν καὶ ἐξουσίαν καὶ ἀγγελικάς τινας ὑπηρεσίας, ἑκάστου ἄρχοντος ἑαυτῷ γεγεννηκότος καὶ πεποιηκότος ὑπηρεσίαν· μὴ εἶναι δὲ σαρκὸς ἀνάστασιν, ἀλλὰ μόνον ψυχῆς. ἀναθεματίζουσίν τε τὸ λουτρόν, κἄν τε εἶέν τινες ἐν αὐτοῖς προειλημμένοι καὶ βεβαπτισμένοι. τήν τε τῶν μυστηρίων μετοχὴν καὶ ἀγαθότητα ἀθετοῦσιν ὡς ἀλλοτρίαν οὖσαν καὶ εἰς ὄνομα Σαβαὼθ γεγενημένην· αὐτὸν γὰρ θέλουσιν εἶναι κατά τινας τῶν ἄλλων αἱρέσεων ἐν τῷ ἑβδόμῳ οὐρανῷ τυραννοῦντα καὶ κατὰ τῶν ἄλλων κατισχύοντα.
PG 41:681βρῶμα δὲ λέγουσιν εἶναι ἀρχῶν καὶ ἐξουσιῶν τὴν ψυχήν, ἄνευ δὲ αὐτῆς μὴ δύνασθαι αὐτοὺς ζῆν, διὰ τὸ ἀπὸ τῆς ἄνωθεν ἰκμάδος αὐτὴν εἶναι καὶ δύναμιν αὐτοῖς παρέχειν. ἐν γνώσει δὲ ταύτην γενομένην καὶ φυγοῦσαν τὸ βάπτισμα τῆς ἐκκλησίας καὶ τὸ ὄνομα τοῦ Σαβαὼθ τοῦ τὸν νόμον δεδωκότος ἀνιέναι καθ’ ἕκαστον οὐρανὸν καὶ ἀπολογίαν διδόναι ἑκάστῃ ἐξουσίᾳ καὶ οὕτως ὑπερβαίνειν πρὸς τὴν ἀνωτέραν Μητέρα καὶ Πατέρα τῶν ὅλων, ὅθεν δὴ κατῆλθεν εἰς τόνδε τὸν κόσμον. ἤδη δὲ εἶπον ὡς ἀναθεματίζουσι τὸ βάπτισμα, ὡς «μυῖαι θανατοῦσαι σαπριοῦσαι σκευασίαν ἐλαίου ἡδύσματος», ὡς ἐπὶ τούτων καὶ τῶν ὁμοίων αὐτοῖς ἡ παραβολὴ τῷ Ἐκκλησιαστῇ εἴρηται. μυῖαι γάρ εἰσιν ὡς ἀληθῶς θανατοῦσαι καὶ θάνατον ἐμποιοῦσαι καὶ σαπρίζουσαι τὸ μυρεψικὸν ἔλαιον τοῦ ἡδύςματος, τὰ ἅγια τοῦ θεοῦ μυστήρια τὰ ἐν τῷ λουτρῷ ἡμῖν εἰς ἄφεσιν ἁμαρτιῶν κεχαρισμένα. 3. Θαυμάσειε δ’ ἄν τις εὑρὼν καὶ παρὰ τοῖς φυσιολόγοις τινὰ ὠφελείας ἔμπλεα, ἀπεικασθεὶς τῇ τῆς μελίττης συνέσει, τῆς ἐφ’ ἅπαντα μὲν τὰ βλαστήματα ἐφιζανούσης, τὰ χρήσιμα δὲ ἑαυτῇ ἐπισυναγούσης.
ὁ γὰρ συνετὸς ἄνθρωπος οὐδαμόθεν ζημιοῦται, ἀλλ’ ἢ πανταχόθεν κερδαίνει, ἀσύνετος δὲ ζημιωθήσεται, ὡς καὶ ὁ ἅγιος προφήτης λέγει «τίς συνετὸς καὶ συνήσει ταῦτα; καὶ ᾧ λόγος κυρίου ἐστί, καὶ γνώσεται αὐτά, ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ ἀσθενήσουσιν ἐν αὐταῖς;» εὕρομεν γὰρ καὶ παρὰ τοῖς καλουμένοις φυσιολόγοις, μᾶλλον δὲ ἡμεῖς αὐτοὶ ὁρῶμεν, ὡς τὸ τῶν κανθάρων γένος τὸ παρά τισι βυλάρων καλούμενον, συνήθειαν ἔχει ἐν τῇ δυσωδίᾳ καὶ κόπρῳ ἀνακυλίεσθαι· καὶ αὕτη αὐτοῖς τροφή τε καὶ ἐργασία, ἄλλοις δὲ τὴν αὐτὴν τούτων βορβορώδη τροφὴν εἰς μὲν ἐπάχθειαν καὶ δυσοδμίαν . καὶ μελίσσαις μὲν αὕτη ἡ κόπρος καὶ δυσωδία θάνατος, βυλάροις δέ ἐστιν ἐργασία καὶ τροφὴ καὶ πραγματεία. ταῖς δὲ μελίσσαις τοὐναντίον ἡ εὐοδμία καὶ τὰ ἄνθη καὶ τὰ μύρα εἰς ἀναψυχήν, κτῆσιν τε καὶ ἐδωδήν, εἰς ἐργασίαν τε καὶ πραγματείαν, τοῖς δὲ κανθάροις τοῖς προειρημένοις εἴτ’ οὖν βυλάροις ἐναντία τὰ τοιαῦτα. ὁ γὰρ βουλόμενος τούτους δοκιμάσαι, ὥς φασιν οἱ φυσιολόγοι, ἀπὸ μύρου [φημὶ δὲ ὀποβαλσάμου ἢ νάρδου] λαβὼν καὶ προσενέγκας τοῖς κανθάροις θάνατον αὐτοῖς ἐμποιεῖ·
εὐθὺς γὰρ τελευτῶσι, μὴ φέροντες τὴν εὐωδίαν. οὕτω καὶ οὗτοι τῆς μὲν λαγνείας καὶ πορνείας καὶ κακίας ὀρεγόμενοι εἰς τὰ πονηρὰ ἔχουσι τὴν ἑαυτῶν ἐλπίδα, πλησιάσαντες δὲ τῷ ἁγίῳ λουτρῷ καὶ τῇ εὐοδμίᾳ ἀποθνῄσκουσιν, εἰς τὸν θεὸν βλασφημοῦντες καὶ τὴν αὐτοῦ κυριότητα ἀθετοῦντες. 4. Ἐκ μιᾶς δὲ ἢ δύο μαρτυριῶν αὐτοὺς ἀνατρέψομεν. εἰ γὰρ καὶ ἀρχαὶ καὶ ἐξουσίαι εἰσὶ καλούμεναι, οὐκ ἐκτὸς θεοῦ αὗται γεγόνασι, μάλιστα ἐν τοῖς οὐρανοῖς. οἶδεν γὰρ ἡ γραφὴ λέγειν ἀγγέλους καὶ ἀρχαγγέλους, οὐκ εἰς ἐναντιότητα τεταγμένους, ἀλλὰ «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν». καὶ γὰρ καὶ ἐπὶ τῆς γῆς καθ’ ἑκάστην βασιλείαν πολλαὶ ἀρχαί, ἀλλὰ ὑπὸ ἕνα βασιλέα. «αἱ γὰρ οὖσαι ἐξουσίαι ἐκ θεοῦ τεταγμέναι εἰσίν», ὡς λέγει ὁ ἀπόστολος· «ὥστε οὖν ὁ ἀνθιστάμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν. οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ κατὰ τοῦ ἀγαθοῦ, ἀλλὰ ὑπὲρ τοῦ ἀγαθοῦ, καὶ οὐκ εἰσὶ κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. θέλεις δέ, φησί, τὴν ἐξουσίαν μὴ φοβεῖσθαι; τὸ καλὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ·
PG 41:683διάκονος γάρ ἐστιν εἰς αὐτὸ τοῦτο ἐκ θεοῦ τεταγμένος τῷ τὸ κακὸν πράττοντι». καὶ ὁρᾷς ὡς ἡ ἐξουσία αὕτη ἡ κοσμικὴ ἐκ θεοῦ τέτακται, καὶ μαχαίρας ἔλαβε τὴν ἐξουσίαν· οὐκ ἀλλαχόθεν δέ ποθεν, ἀλλὰ ἐκ θεοῦ εἰς ἐκδίκησιν. καὶ οὐ δυνάμεθα λέγειν διὰ τὸ εἶναι ἀρχὰς καὶ ἐξουσίας ἐν κόσμῳ τὸν βασιλέα τούτων μὴ εἶναι βασιλέα, ἀλλὰ εἶναι [μὲν] τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, εἶναι δὲ καὶ τὸν τούτων βασιλέα. ὡς οὖν ἐπὶ γῆς ὁρῶμεν [δέδεικται γάρ] οὐκ ἐναντίας τὰς ἀρχὰς τῷ βασιλεῖ, ἀλλ’ ὑποτεταγμένας εἰς διοίκησιν παντὸς τοῦ βασιλείου καὶ εἰς εὐταξίαν γῆς, ἔνθα φόνοι καὶ μάχαι, ἄγνοιαί τε καὶ διδασκαλίαι, εὐνομίαι τε καὶ παρανομίαι, καὶ τούτου χάριν εἰσὶν ἐξουσίαι, ἵνα εἰς εὔτακτον σύνταξιν τῆς τοῦ παντὸς κόσμου διοικήσεως τὰ πάντα ἐκ θεοῦ καλῶς καταταχθῇ καὶ οἰκονομηθῇ, οὕτω καὶ ἐν οὐρανῷ, μάλιστα δὲ ἐξαιρέτως ἐκεῖ, ἔνθα οὐ φθόνος οὐ ζῆλος οὐ παρανομία οὐκ ἐναντιότης οὐ στάσις οὐχ ὅρκος οὐχ ἁρπαγὴ οὐδέ τι ἕτερον τῶν τοιούτων, ἐξουσίαι τεταγμέναι εἰσὶ δι’ ἄλλην πραγματείαν.
ποίαν δέ φημι, ἀλλ’ ἢ διὰ τὸν ῥυθμὸν τοῦ ὕμνου, διὰ τὴν ἄνω ἀκήρατον δοξολογίαν, δι’ ἣν ἠθέλησεν ὁ ἄφθονος ἡμῶν θεὸς καὶ βασιλεὺς χαρίσασθαι ἑκάστῳ τῶν ὑπ’ αὐτοῦ γεγενημένων δόξαν προσήκουσαν, ἵνα τῆς αὐτοῦ βασιλείας τὸ φαιδρὸν καὶ ἀκατάληπτον καὶ ἔκπληκτον ἀεὶ δοξάζηται. σαφῶς τοίνυν ἐκεῖνοι πεπλάνηνται, τὴν χάριν τοῦ θεοῦ ἀγνοήσαντες. 5. Φασὶ δὲ οὗτοι, ὡς καὶ ἄνω μοι προδεδήλωται, τὸν διάβολον εἶναι υἱὸν τῆς ἑβδόμης ἐξουσίας τουτέστι τοῦ Σαβαώθ. εἶναι δὲ τὸν Σαβαὼθ θεὸν τῶν Ἰουδαίων, τὸν δὲ διάβολον πονηρὸν αὐτοῦ υἱόν, ὄντα δὲ ἐπὶ τῆς γῆς ἐναντιοῦσθαι τῷ ἰδίῳ πατρί. καὶ τὸν αὐτοῦ πατέρα μήτε τοιοῦτον εἶναι μήτε πάλιν εἶναι τὸν ἀκατάληπτον θεόν, ὃν Πατέρα φασίν, ἀλλὰ ἀριστερᾶς εἶναι ἐξουσίας. ἕτερον δὲ πάλιν μῦθον λέγουσιν οἱ τοιοῦτοι, ὅτι, φησίν, ὁ διάβολος ἐλθὼν πρὸς τὴν Εὔαν συνήφθη αὐτῇ ὡς ἀνὴρ γυναικὶ καὶ ἐγέννησεν ἐξ αὐτῆς τόν τε Κάϊν καὶ τὸν Ἄβελ. διὸ ἐπανέστη ὁ εἷς τῷ ἑνί, διὰ ζῆλον ὃν εἶχον πρὸς ἀλλήλους, οὐχὶ διὰ τό πως εὐηρεστηκέναι τὸν Ἄβελ θεῷ, ὡς ἔχει ἡ ἀλήθεια, ἀλλὰ ἕτερον πλαζόμενοι λόγον λέγουσιν·
PG 41:685ἐπειδή, φησίν, ἐρῶντες ἦσαν ἀμφότεροι τῆς ἀδελφῆς τῆς ἰδίας αὐτῶν, τούτου χάριν ἐπανέστη ὁ Κάϊν τῷ Ἄβελ καὶ ἀπέκτεινεν αὐτόν. φύσει γὰρ αὐτούς φασιν ἐκ τοῦ σπέρματος τοῦ διαβόλου ὡς προεῖπον γεγενῆσθαι. φέρουσι δὲ μαρτυρίας, ὅταν θελήσωσιν ἀπατᾶν τινας, ἀπὸ τῶν θείων βιβλίων, ὡς καὶ ἐν ἄλλῃ μοι αἱρέσει τοῦτο εἴρηται, [ὅτι] ὁ σωτὴρ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν «ὑμεῖς ἐκ τοῦ Σατανᾶ ἐστε» καὶ «ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν»·
ἵνα δῆθεν εἴπωσι [ἐκ] τοῦ διαβόλου εἶναι τὸν Κάϊν, ἐπειδὴ εἴρηκεν ὅτι ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἦν καὶ , ἵνα δείξῃ πατέρα μὲν αὐτοῦ εἶναι τὸν διάβολον, τοῦ δὲ διαβόλου εἶναι πατέρα τὸν ἄρχοντα τὸν ψεύστην, ὃν βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς φασιν αὐτὸν εἶναι τὸν Σαβαὼθ οἱ ἀνόητοι, νομίζοντες ὄνομα εἶναι [τοῦ] θεοῦ τινὸς τὸ Σαβαώθ, ὡς ἤδη καὶ ἐν ταῖς πρότερον αἱρέσεσι διὰ πλάτους ἡμῖν πεπραγμάτευται περὶ ἑρμηνείας τοῦ Σαβαὼθ καὶ ἄλλων ὀνομασιῶν, τοῦ τε Ἠλὶ καὶ τοῦ Ἐλωείμ, τοῦ τε Ἢλ καὶ τοῦ Σαδδαὶ̈ τοῦ τε Ἐλλιὼν τοῦ τε Ῥαββωνὶ τοῦ τε Ἰὰ τοῦ τε Ἀδωναὶ̈ τοῦ τε Ἰαβέ, ὡς ὀνομασίαι εἰσὶ δοξολογιῶν ἅπασαι ἑρμηνευόμεναι καὶ οὐκ ὀνόματά ἐστι θετὰ ὡς εἰπεῖν τῇ θεότητι, ἅτινα καὶ ἐνταυθοῖ σπουδασθήσονται ἑρμηνευθέντα κεῖσθαι· τὸ Ἢλ θεός, τὸ Ἐλωεὶμ θεὸς ἀεί, τὸ Ἠλὶ θεός μου, τὸ Σαδδαὶ̈ ὁ ἱκανός, τὸ Ῥαββωνὶ ὁ κύριος, τὸ Ἰὰ κύριος, τὸ Ἀδωναὶ̈ ὁ ὢν κύριος, τὸ Ἰαβὲ ὃς ἦν καὶ ἔστιν ὁ ἀεὶ ὤν, ὡς ἑρμηνεύει τῷ Μωυσῇ «ὁ ὢν ἀπέσταλκέ με, ἐρεῖς πρὸς αὐτούς», καὶ τὸ Ἐλλιὼν ὕψιστος, καὶ τὸ Σαβαὼθ δυνάμεων ἑρμηνεύεται. κύριος οὖν Σαβαὼθ κύριος τῶν δυνάμεων.
πάντῃ γὰρ [κύριος] πρόσκειται ὅπου τοῦ Σαβαὼθ ὄνομα λέγει ἡ γραφή· [ἡ γὰρ γραφὴ] οὐ μόνον ἐκφωνεῖ λέγουσα· «εἶπέ μοι Σαβαὼθ ἢ ἐλάλησε Σαβαώθ», ἀλλὰ εὐθὺς λέγει κύριος Σαβαώθ. οὕτως γὰρ ἡ Ἑβραὶ̈ς φάσκει «Ἀδωναὶ̈ Σαβαώθ», ὅπερ ἑρμηνεύεται κύριος τῶν δυνάμεων. 6. Καὶ μάτην παρ’ αὐτοῖς τε καὶ τοῖς ὁμοίοις κατὰ τὴν τύφλωσιν τῆς διανοίας αὐτῶν τὰ καλῶς εἰρημένα συκοφαντεῖται. οὔτε γὰρ περὶ διαβόλου τῷ σωτῆρι ἐν τῷ πρὸς Ἰουδαίους λόγῳ εἴρηται, ὡς παντί τῳ σαφὲς εὑρίσκεται τῷ τῇ ἀληθείᾳ ἀκολουθοῦντι, ἀλλὰ διὰ τὸν Ἰούδαν αὐτοῖς ἔλεγε τὸ ῥῆμα. οὐκ ἦσαν γὰρ τέκνα τοῦ Ἀβραάμ, τοῦ αὐτὸν ὑποδεξαμένου ὑπὸ τὴν δρῦν τῆς Μαμβρῆ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας, ἀλλὰ υἱοὺς ἑαυτοὺς κατεδίκασαν γενέσθαι τῆς τοῦ Ἰούδα προδοσίας, τοῦ ὑπὸ τοῦ κυρίου σατανᾶ καὶ διαβόλου ὠνομασμένου, ὡς λέγει «οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν ἐστιν διάβολος;» καὶ τούτου ἕνεκα τὰ τῆς αὐτοῦ κακοτροπίας ὁ κύριος ἑρμηνεύων ἔλεγεν ὅτι «ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ», ὡς καὶ ἀλλαχοῦ τὸ εὐαγγέλιον λέγει ὅτι «κλέπτης ἦν καὶ τὸ γλωσσόκομον αὐτὸς ἐβάσταζεν».
PG 41:687οὗτος οὖν ὁ διάβολος κληθεὶς Ἰούδας πατέρα ἔσχε τὸν Κάϊν, διὰ ψεύδους ἀπατήσαντα τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ καὶ ἀποκτείναντα, ὡς καὶ ἐρωτώμενος ὑπὸ τοῦ κυρίου «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ψευδόμενος ἔλεγεν «οὐκ οἶδα». εἰκότως οὖν καὶ οὗτος τὸν φύσει διάβολον μιμησάμενος τοῖς τρόποις υἱὸς αὐτοῦ κατ’ ἀξίαν ἀνηγόρευται ὑπὸ τοῦ σωτῆρος. «ᾧ γὰρ ἥττηταί τις, τούτῳ καὶ δεδούλωται,» καὶ ἡμῶν δὲ ἕκαστος ὁτιοῦν ἂν ἐπιτελέσῃ, τοὺς τοῦτο προτετελεκότας πατέρας ἕξει μιμησάμενος. σαφῶς τοίνυν ἐφράσθη ἡ παρὰ τοῦ κυρίου λεχθεῖσα ῥῆσις ὅτι «ὑμεῖς τέκνα ἐστὲ τοῦ διαβόλου» καὶ πάλιν «ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἐστίν», ἵνα εἴπῃ Ἰούδαν καὶ Κάϊν· εἶτα «καὶ γὰρ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν», ἵνα εἴπῃ αὐτὸν τὸν διάβολον, διὰ τὰ ὁμοίως πεπραγματευμένα ἑκάστῳ τούτων. ἐμπνεύσας γὰρ ἐν στόματι τοῦ ὄφεως ψευδῆ πάντα λελάληκεν ὁ διάβολος καὶ οὕτως τότε ἐξηπάτησε τὴν Εὔαν. καὶ ἀνῄρηται παρὰ τούτοις ἡ πεπλανημένη μυθοποιία, κἂν λέγῃ ἡ γραφή «ὡς ὁ Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ, ὅτι ἐκ τοῦ διαβόλου ἦν».
ἐδείχθη γὰρ παντάπασιν, [ὅτι] οὐχὶ διὰ τὸ τὴν Εὔαν, ἐκ τοῦ σπέρματος τοῦ διαβόλου συλλαβοῦσαν ὡς κατὰ συζυγίαν γάμου καὶ συνάφειαν σωμάτων, γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, ὡς τούτοις ἔδοξεν, ἀλλὰ διὰ τὸ ὁμότροπον καὶ μίμημα τῆς τοῦ διαβόλου κακοτροπίας υἱὸς αὐτοῦ ἤκουσε. 7. Πάλιν δὲ λέγουσιν οἱ αὐτοὶ τὸν Ἀδὰμ συναφθέντα τῇ Εὔᾳ τῇ ἰδίᾳ γαμετῇ γεγεννηκέναι τὸν Σήθ, φύσει ἴδιον αὐτοῦ υἱόν. καὶ τότε φασὶ τὴν ἄνω δύναμιν σὺν τοῖς ὑπουργοῖς τοῦ ἀγαθοῦ θεοῦ ἀγγέλοις καταβεβηκέναι καὶ ἡρπακέναι αὐτὸν τὸν Σήθ, ὃν καὶ Ἀλλογενῆ καλοῦσι, καὶ ἀνενηνοχέναι ἄνω που καὶ ἀναθρέψαι χρόνῳ ἱκανῷ, ἵνα μὴ ἀποκτανθῇ, καὶ μετὰ χρόνον πολὺν πάλιν κατενηνοχέναι εἰς τόνδε τὸν κόσμον καὶ πνευματικὸν ἀπεργάσασθαι αὐτὸν καὶ σωματικόν, εἰς τὸ μὴ κατισχύειν τόν τε [δημιουργὸν] κατ’ αὐτοῦ καὶ τὰς ἄλλας ἐξουσίας καὶ ἀρχὰς τοῦ κοσμοποιοῦ θεοῦ. μηκέτι δὲ αὐτόν φασι λελατρευκέναι τῷ τε ποιητῇ καὶ δημιουργῷ, ἐπεγνωκέναι δὲ τὴν ἀκατονόμαστον δύναμιν καὶ τὸν ἄνω ἀγαθὸν θεόν, τούτῳ [τε] λελατρευκέναι καὶ κατὰ τοῦ ποιητοῦ τοῦ κόσμου καὶ ἀρχῶν καὶ ἐξουσιῶν πολλὰ ἀποκεκαλυφέναι.
ᾧ δὴ καὶ βίβλους τινὰς ἐξετύπωσαν εἰς ὄνομα αὐτοῦ τοῦ Σὴθ γεγραμμένας, παρ’ αὐτοῦ αὐτὰς δεδόσθαι λέγοντες, ἄλλας δὲ εἰς ὄνομα αὐτοῦ καὶ τῶν ἑπτὰ υἱῶν αὐτοῦ. φασὶ γὰρ αὐτὸν ἑπτὰ γεγεννηκέναι [υἱοὺς] Ἀλλογενεῖς καλουμένους, ὡς καὶ ἐν ἄλλαις αἱρέσεσιν εἰρήκαμεν, Γνωστικῶν φημι καὶ Σηθιανῶν. οὗτοι δὲ καὶ ἄλλους προφήτας φασὶν εἶναι, Μαρτιάδην τινὰ καὶ Μαρσιανόν, ἁρπαγέντας εἰς τοὺς οὐρανοὺς καὶ διὰ ἡμερῶν τριῶν καταβεβηκότας. καὶ πολλά ἐστιν ἃ μυθοποιοῦντες πλαστῶς ἐκτυποῦσι, βλάσφημά τε πλάττοντες κατὰ τοῦ ὄντος θεοῦ παντοκράτορος, πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ἄρχοντος ὄντος καὶ πονηρίας εὑρετοῦ, ὡς ἀπ’ αὐτῶν τῶν παρ’ αὐτοῖς λόγων ἁλίσκονται. Εἰ γὰρ πονηρῶν ἐστιν εὑρετὴς καὶ κακοποιός, πῶς εὐθὺς οὐκ ἀγαθὸς εὑρεθείη, ὡς καὶ ἐν ταῖς ἄλλαις αἱρέσεσιν εἴπαμεν, κατὰ πορνείας καὶ μοιχείας καὶ ἁρπαγῆς καὶ πλεονεξίας νομοθετήσας; θεὸν γὰρ αὐτὸν τῶν Ἰουδαίων καὶ αὐτοὶ λέγουσι· τοῖς Ἰουδαίοις δὲ τὸν νόμον ἔδωκεν, ἐν ᾧ πάντα ταῦτα ἀπηγόρευσεν ὧν εὑρετὴν αὐτὸν λέγουσιν εἶναι. πῶς δὲ πατὴρ τοῦ Σατανᾶ κληθείη ὁ κατ’ αὐτοῦ τὰ τοσαῦτα ὑποδείξας;
PG 41:689καὶ εἰ ἀλλότριός ἐστι τοῦ ἄνω παρ’ αὐτοῖς λεγομένου θεοῦ καὶ οὐκ αὐτός ἐστιν ὁ θεὸς ὁ παντοκράτωρ, ὁ βασιλεὺς καὶ κύριος ἡμῶν, ὁ ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις καὶ ἀποστόλοις [κηρυσσόμενος], αὐτὸς θεὸς κύριος, πατὴρ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πῶς αὐτὸς σαφῶς ἡμᾶς διδάσκει ὁ κύριος ἐν εὐαγγελίῳ λέγων «εὐχαριστῶ σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς», ἵνα δείξῃ τὸν αὐτοῦ πατέρα θεὸν τῶν πάντων. 8. Καὶ περὶ νεκρῶν ἀναστάσεως ὑποφαίνων ἔσεσθαι πάλιν φησὶν ὁ ἐξ αὐτοῦ υἱός «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν»· ναὸν δὲ ἔλεγε τὸ ἴδιον σῶμα, λυόμενον μὲν διὰ χειρῶν ἀνθρώπων τουτέστιν ἀποκτεινόμενον. τὸ δὲ μὴ ὂν σῶμα, ἀλλὰ δοκήσει φαινόμενον, ὡς οὗτοι πάλιν λέγουσιν, οὐκ ἂν ἠδύνατο εἰς χεῖρας ἔρχεσθαι ἐγείρεσθαί τε τῇ τρίτῃ ἡμέρᾳ, καθὼς ἐπηγγείλατο.
δέδεικται τοίνυν σαφῶς διὰ τῆς τοιαύτης οἰκονομίας ἀναντίρρητος ἡ τῶν νεκρῶν ἀνάστασις καὶ [ὅτι] οὔτε χρεία ἐστὶν ἀπολογίας τῇ ψυχῇ, ἵνα λαλήσῃ πρὸς ἑκάστην ἐξουσίαν [πλάττονται γὰρ καὶ τοῦτο, ὡς εἴρηται], ἀλλὰ τῆς τοῦ κυρίου εὐεργεσίας τῆς διὰ τῶν ἔργων καὶ τῆς πίστεως συνισταμένης, ὡς λέγει ὁ ἁγιώτατος Παῦλος, γράφων τῷ Τιμοθέῳ διὰ τούτων τῶν λόγων «ὅπως γινώσκοις πῶς δεῖ ἐν οἴκῳ κυρίου περιπατεῖν, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας», «ἣν οἱ πολλοὶ ἀφέντες εἰς μύθους καὶ εἰς μωρολογίας ἐξετράπησαν», «μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται»· «ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης». ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ Ὑμέναιον καὶ Φιλητὸν περὶ τὴν ἀλήθειαν ἠστοχηκέναι λέγει, οἵτινες καὶ αὐτοὶ ταύτῃ τῇ αἱρέσει ἐξηκολούθησαν, ἄλλον θεὸν καταγγέλλοντες καὶ γενεαλογίας ἀπεράντους, καὶ πλάνην ἐπισπείροντες τοῖς ἀνθρώποις καὶ λέγοντες μὴ ἐκ θεοῦ γεγενῆσθαι τὸν κόσμον, ἀλλὰ ὑπὸ ἀρχῶν καὶ ἐξουσιῶν, τὴν δὲ ἀνάστασιν ἤδη γεγενῆσθαι διὰ τῶν γεννωμένων τέκνων ὑπὸ ἑκάστου τῶν γεννώντων, τὴν δὲ τῶν νεκρῶν οὐ λέγουσιν ἔσεσθαι.
καὶ ὁρᾶτε, ἀδελφοί, τὸν χαρακτῆρα τῆς ἀληθείας καὶ τὸν ἔλεγχον τῆς τούτων παρανομίας. Ὑπολαμβάνω δὲ καὶ περὶ τούτων ἱκανῶς εἰρῆσθαι· ὅθεν ταύτην παραλιπὼν ἐπὶ τὰς ἑξῆς τὴν πορείαν ποιήσομαι, ἐκεῖνο μόνον εἰπών, ὡς πάνυ φαίνεται ἐοικυῖα αὕτη διὰ τῆς πολυωνύμου ἀρχοντικῆς ὀνομασίας τῇ πολυπλόκῳ ἑρπετῶν κακοηθείᾳ. τρόπον γάρ τινα ἐκ πολλῶν ἑρπετῶν ἀναμὶξ τῆς αὐτῶν πλάνης συνηγμένη ἐστὶν ἡ ἰοβολία, οἷον τὸ θρασὺ ἔχουσα τοῦ δράκοντος, τὸ δολερὸν τοῦ φυσάλου, τὴν ἀνθέλκυσιν τῆς πνοῆς τοῦ βαί[τ]ωνος, τὸ γαῦρον τοῦ ἀκοντίου, τὸ προπετὲς τοῦ ὀστρακίτου. τούτων δὲ πάντων τὴν κεφαλὴν καταπατήσαντες τῇ τῆς ἀληθείας ὑποθέσει ἐπὶ τὰς λοιπὰς διέλθωμεν, ἐπιπόθητοι, τὴν ἑκάστης πλάνην ἀποκαλύψαι ἐν θεῷ πειρώμενοι.

Against the Cerdonians 21, Sequence 41Κατὰ Κερδωνιανῶν κα, τῆς δὲ ἀκολουθίας μα

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:691Κατὰ Κερδωνιανῶν κα, τῆς δὲ ἀκολουθίας μα. 1. Κέρδων τις τούτους καὶ τὸν Ἡρακλέωνα διαδέχεται ἐκ τῆς αὐτῆς ὢν σχολῆς, ἀπὸ Σίμωνός τε καὶ Σατορνίλου λαβὼν τὰς προφάσεις. οὗτος μετανάστης γίνεται ἀπὸ τῆς Συρίας καὶ ἐπὶ τὴν Ῥώμην ἐλθὼν λυμεών τις πέφηνεν ἑαυτῷ τε καὶ τοῖς αὐτῷ πειθομένοις, ὁ ἐλεεινότατος.
ἐλεεινὴ γὰρ ἡ φύσις τῶν ἀνθρώπων, ὅταν καταλείψασα τὴν τοῦ θεοῦ ὁδὸν πλανᾶται, καὶ ἀπόλωλεν ἀπὸ τῆς τοῦ θεοῦ κλήσεως ἑαυτὴν ἀφορίσασα. συμβέβηκε γὰρ τοῖς τοιούτοις ἡ τοῦ κυνὸς παροιμία, ὃς τῇ σκιᾷ προσέχων οὗ κατεῖχεν ἐν τῷ στόματι , ἐμβλέπων εἰς ὕδωρ καὶ νομίσας τὴν ἐν τῷ ὕδατι σκιὰν μείζονα εἶναι τῆς ἐν τῷ στόματι αὐτοῦ ἐδωδῆς, ἀνοίξας τὸ στόμα καὶ τὴν οὖσαν ἀπώλεσεν. οὕτω καὶ οὗτοι τὴν ὁδὸν εὑρόντες καὶ βουλόμενοι σκιᾶς περιγενέσθαι τῆς ἐν τῇ ὑπονοίᾳ αὐτῶν γενομένης τὴν οὖσαν ἐν τῷ στόματι αὐτῶν ὡς εἰπεῖν ἐκ θεοῦ τροφὴν κεχαρισμένην οὐ μόνον ἀπώλεσαν, ἀλλὰ καὶ ὄλεθρον ἑαυτοῖς ἐπεσπάσαντο. Οὗτος τοίνυν ὁ Κέρδων ἐν χρόνοις Ὑγίνου γέγονεν ἐπισκόπου, τοῦ ἔνατον κλῆρον ἄγοντος ἀπὸ τῆς τῶν περὶ Ἰάκωβον καὶ Πέτρον καὶ Παῦλον ἀποστόλων διαδοχῆς. τὸ δὲ κήρυγμα αὐτοῦ τῆς τῶν προειρημένων αἱρεσιαρχῶν φλυαρίας μετέχον τὸ αὐτὸ μὲν εἶναι δοκεῖ, παρήλλακται δὲ παρ’ αὐτῷ τοῦτον ἔχον τὸν τρόπον·
Δύο καὶ οὗτος ἀρχὰς κεκήρυχεν τῷ βίῳ καὶ δύο δῆθεν θεούς, ἕνα ἀγαθὸν καὶ [ἕνα] ἄγνωστον τοῖς ἅπασιν, ὃν καὶ πατέρα τοῦ Ἰησοῦ κέκληκεν, καὶ ἕνα τὸν Δημιουργόν, πονηρὸν ὄντα καὶ γνωστόν, λαλήσαντα ἐν τῷ νόμῳ καὶ [ἐν] τοῖς προφήταις φανέντα καὶ ὁρατὸν πολλάκις γενόμενον. μὴ εἶναι δὲ τὸν Χριστὸν γεγεννημένον ἐκ Μαρίας μηδὲ ἐν σαρκὶ πεφηνέναι, ἀλλὰ δοκήσει ὄντα καὶ δοκήσει πεφηνότα, δοκήσει δὲ τὰ ὅλα πεποιηκότα. καὶ αὐτὸς δὲ σαρκὸς ἀνάστασιν ἀπωθεῖται, παλαιὰν δὲ ἀπαγορεύει διαθήκην τήν [τε] διὰ Μωυσέως καὶ τῶν προφητῶν, ὡς ἀλλοτρίαν οὖσαν θεοῦ. ἐληλυθέναι δὲ τὸν Χριστὸν ἀπὸ τῶν ἄνωθεν ἐκ τοῦ ἀγνώστου πατρός, εἰς ἀθέτησιν τῆς τοῦ κοσμοποιοῦ καὶ δημιουργοῦ ἐνταῦθα, φησίν, ἀρχῆς καὶ τυραννίδος, ὥσπερ ἀμέλει καὶ πολλαὶ τῶν αἱρέσεων ἐξεῖπαν. ὀλίγῳ δὲ τῷ χρόνῳ οὗτος ἐν Ῥώμῃ γενόμενος μεταδέδωκεν αὐτοῦ τὸν ἰὸν Μαρκίωνι· διόπερ τοῦτον ὁ Μαρκίων διεδέξατο. 2. Τῆς δὲ αἱρέσεως ὡσαύτως φωρατῆς οὔσης ἐν συντόμῳ περὶ ταύτης ἡμῖν ἔσται ὁ λόγος. ἀρξόμεθα δὲ πάλιν τῆς κατ’ αὐτοῦ ἀνατροπῆς ἀπ’ αὐτῶν τῶν παρ’ αὐτοῦ λεγομένων. ὅτι μὲν γὰρ δύο ἀρχὰς ἐπὶ τὸ αὐτὸ εἶναι ἀδύνατον δῆλον.
PG 41:693ἢ γὰρ αἱ δύο ἐκ μιᾶς εἰσί τινος ἢ ἡ μέν ἐστι δευτέρα ἡ δὲ τῆς δευτέρας αἰτία καὶ ἀρχή. ζητηθήσεται οὖν ἤτοι αἰτία τῶν δύο ἢ ὁποτέρα τούτων ἀρχὴ οὖσα τῆς ἑτέρας , ὡς ἔφην. καὶ οὕτως ἐκ παντὸς τρόπου ἐπὶ τὴν μίαν ἀνακτέον τὴν διάνοιαν, τὴν εὑρισκομένην πρώτην, ἐξ ἧς καὶ ἡ δευτέρα ἤτοι ἀμφότεραι, καθὼς δέδεικται, [ὡς ἔφην]. ἐπὶ τὸ αὐτὸ δὲ ἀδύνατον τὰς δύο ἀρχὰς ὑπάρχειν, ἀλλ’ οὐδὲ διαφέρεσθαι τὴν μίαν πρὸς τὴν ἄλλην δυνατόν. εἰ γὰρ διαφέρονται, εἰσὶ μὲν δύο, τῷ δὲ δύο ἀριθμῷ εὑρίσκεσθαι τὸν ἕνα ἀριθμὸν ὑπερβεβήκασι· τοῦ δὲ ἑνὸς καὶ πρώτου ἀριθμοῦ ζητουμένου αἱ δύο τῷ ἑνὶ ἀριθμῷ καὶ ἀνωτέρῳ ὑπόκεινται, τῷ αἰτίῳ τῶν δύο ὄντι. οὐ γὰρ αἱ δύο, αἱ μετὰ τὸν ἕνα ἀριθμὸν ἢ τὴν μίαν ἀρχὴν καὶ πρώτην, αἰτίαι ἑαυτῶν δύνανται εἶναι, τοῦ ἑνικοῦ ἀριθμοῦ καὶ ἀνωτάτου ἀεὶ ζητουμένου. εἰ γὰρ αἱ δύο εὑρεθήσονται μιᾶς οὖσαι συμφωνίας καὶ συγχαίρουσαι καὶ συμφωνοῦσαι ἀλλήλαις, ἐν τῷ τὴν μὲν μίαν παραμένειν τῆς ἑτέρας εὐδοκούσης καὶ τῆς ἄλλης δὲ χαιρούσης τῇ τῆς ἑτέρας συζυγίᾳ, ἡ στάσις τίς ἐστιν ἀνὰ μέσον ἀμφοτέρων;
εἰ δὲ στασιάζουσι καὶ ἰσχύουσιν ἅμα ἀμφότεραι πρὸς ἀλλήλας ἐπ’ ἴσης, οὐκέτι Χριστὸς ὁ ἐλθὼν διὰ τὴν ἀθέτησιν τῆς μιᾶς δυνήσεται καταλῦσαι τὴν ταύτης τυραννίδα, αὐτῆς ἀντεχούσης καὶ δυναμένης πρὸς τὴν ἄνω ἀόρατον καὶ ἀκατονόμαστον ἀγωνίζεσθαι ἀντέχειν τε καὶ μηδέποτε δυναμένης καταλύεσθαι. 3. Λέγει δὲ ὁ ἠλίθιος καὶ τὸν νόμον καὶ τοὺς προφήτας τῆς φαύλης καὶ ἐναντίας εἶναι ἀρχῆς, τὸν δὲ Χριστὸν τῆς ἀγαθῆς. πόθεν οὖν οἱ προφῆται τὰ εἰς Χριστὸν τετυπωμένα προανεφώνησαν, εἰ μὴ μία ἦν καὶ ἡ αὐτὴ δύναμις ἡ λαλήσασα ἐν νόμῳ καὶ ἐν προφήταις καὶ εὐαγγελίοις; καθάπερ λέγει «ὁ λαλῶν ἐν τοῖς προφήταις ἰδοὺ πάρειμι» καὶ τὰ ἑξῆς. πόθεν δὲ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ προανεφώνει λέγων «εἰ Μωυσῇ ἐπιστεύετε, καὶ ἐμοὶ ἂν ἐπιστεύετε. ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε». καὶ πολλά μοι ἔστι περὶ μαρτυριῶν λέγειν, καθὼς συναγείρας σχολὴν ἑαυτῷ ἐποίησεν ὁ ἐπὶ συγκυρήματι πονηρῷ τῷ κόσμῳ ἐπιβλαστήσας καὶ πλανήσας τοὺς ὑπ’ αὐτοῦ πεπλανημένους.
PG 41:695παρελεύσομαι δὲ καὶ ταύτην, ὡσεὶ βέμβικος καὶ πεμφρηδόνος τῶν ὀδυνοποιῶν ἐκ πετεινῶν κνωδάλων ὁρμωμένων ὑπὸ μίαν θῆξιν ἐκπετασθέντων τὴν ἀνάλωσιν ποιησάμενος διὰ τῆς τοῦ θεοῦ ἐναργεστάτης πίστεώς τε καὶ σωτηριώδους διδασκαλίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος «βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ψευδοπροφῆται» καὶ τοῦ ἀποστόλου [τοῦ] περὶ τῶν αὐτῶν ψευδοχρίστων καὶ ψευδοδιδασκάλων καὶ ψευδαδέλφων φήσαντος καὶ ἡμᾶς ἀσφαλισαμένου· ἐπὶ τὰς ἑξῆς [τε] κατὰ τὴν ἀκολουθίαν προβαίνων τῶν ἄλλων ποιήσομαι τὴν ὑφήγησιν.

Against the Marcionists 22, Sequence 42Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ. 1. Μαρκίων, ἀφ’ οὗπερ οἱ Μαρκιωνισταί, ἐκ τούτου τοῦ προειρημένου Κέρδωνος τὴν πρόφασιν εἰληφὼς καὶ αὐτὸς μέγας ὄφις προῆλθεν τῷ βίῳ, πολὺ δὲ πλῆθος ἐξαπατήσας ἔτι εἰς δεῦρο εἰς πολλοὺς τρόπους προεστήσατο διδασκαλεῖον. ἡ δὲ αἵρεσις ἔτι καὶ νῦν ἔν τε Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ, ἐν Αἰγύπτῳ τε καὶ ἐν Παλαιστίνῃ, ἐν Ἀραβίᾳ τε καὶ ἐν τῇ Συρίᾳ, ἐν Κύπρῳ τε καὶ Θηβαί̈δι, οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ Περσίδι καὶ ἐν ἄλλοις τόποις εὑρίσκεται. μεγάλως γὰρ ὁ πονηρὸς ἐν αὐτῷ κατίσχυσε τὴν ἀπάτην.
Οὗτος τὸ γένος Ποντικὸς ὑπῆρχεν, Ἑλενοπόντου δέ φημι, Σινώπης δὲ πόλεως, ὡς πολὺς περὶ αὐτοῦ ᾄδεται λόγος. τὸν δὲ πρῶτον αὐτοῦ βίον παρθενίαν δῆθεν ἤσκει· μονάζων γὰρ ὑπῆρχεν καὶ υἱὸς ἐπισκόπου τῆς ἡμετέρας ἁγίας καθολικῆς ἐκκλησίας. χρόνου δὲ προϊόντος προσφθείρεται παρθένῳ τινὶ καὶ ἐξαπατήσας τὴν παρθένον ἀπὸ τῆς ἐλπίδος αὐτήν τε καὶ ἑαυτὸν κατέσπασε καὶ τὴν φθορὰν ἀπεργασάμενος ἐξεοῦται τῆς ἐκκλησίας ὑπὸ τοῦ ἰδίου πατρός. ἦν γὰρ αὐτοῦ ὁ πατὴρ δι’ ὑπερβολὴν εὐλαβείας τῶν διαφανῶν καὶ σφόδρα [τὰ] τῆς ἐκκλησίας ἐπιμελομένων, διαπρέπων ἐν τῇ τῆς ἐπισκοπῆς λειτουργίᾳ. πολλὰ δὲ δῆθεν ὁ Μαρκίων καθικετεύσας καὶ αἰτήσας μετάνοιαν οὐκ εἴληφε παρὰ τοῦ ἰδίου πατρός. πόνος γὰρ εἶχε τὸν ἀξιόλογον γέροντα καὶ ἐπίσκοπον, ὅτι οὐ μόνον ἐξέπεσεν ἐκεῖνος, ἀλλ’ ὅτι καὶ αὐτῷ τὸ αἶσχος ἔφερεν.
ὡς τοίνυν οὐκ ἔτυχε παρ’ αὐτοῦ διὰ τῆς κολακείας ὧν ἐδέετο, μὴ φέρων τὴν ἀπὸ τῶν πολλῶν χλεύην ἀποδιδράσκει τῆς πόλεως τῆς αὐτοῦ καὶ ἄνεισιν εἰς τὴν Ῥώμην αὐτήν, μετὰ τὸ τελευτῆσαι Ὑγῖνον τὸν ἐπίσκοπον Ῥώμης [οὗτος δὲ ἔνατος ἦν ἀπὸ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων], καὶ τοῖς ἔτι πρεσβύταις περιοῦσι καὶ ἀπὸ τῶν μαθητῶν τῶν ἀποστόλων ὁρμωμένοις συμβαλὼν ᾔτει συναχθῆναι καὶ οὐδεὶς αὐτῷ συγκεχώρηκε. ζήλῳ λοιπὸν ἐπαρθείς, ὡς οὐκ ἀπείληφε τὴν προεδρίαν τε καὶ τὴν εἴσδυσιν τῆς ἐκκλησίας, ἐπινοεῖ ἑαυτῷ καὶ προσφεύγει τῇ τοῦ ἀπατεῶνος Κέρδωνος αἱρέσει. 2. Καὶ ἄρχεται ὡς εἰπεῖν ἐξ αὐτῆς τῆς ἀρχῆς καὶ ὡς ἀπὸ θυρῶν τῶν ζητημάτων προτείνειν τοῖς κατ’ ἐκεῖνο καιροῦ πρεσβυτέροις τοῦτο τὸ ζήτημα λέγων «εἴπατέ μοι, τί ἐστι τό· οὐ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς οὐδὲ ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή γε, καὶ τὸ πλήρωμα αἴρει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει. μεῖζον γὰρ σχίσμα γενήσεται».
PG 41:697καὶ ὡς τοῦτο ἤκουσαν οἱ ἐπιεικεῖς καὶ πανάγιοι τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας πρεσβύτεροι καὶ διδάσκαλοι, τὸν τῆς ἀκολουθίας τε καὶ ἁρμονίας ἀποδιδόντες λόγον καὶ φράζοντες αὐτῷ μετὰ ἐπιεικείας ἔλεγον· τέκνον, τοῦτό ἐστιν ἀσκοὶ παλαιοί, αἱ τῶν Φαρισαίων καρδίαι καὶ γραμματέων, παλαιωθεῖσαι ἐν ἁμαρτήμασι καὶ μὴ δεξάμεναι τὸ κήρυγμα τοῦ εὐαγγελίου· καὶ τὸ ἱμάτιον τὸ παλαιόν, ὡς ὁ Ἰούδας παλαιωθεὶς ἐν φιλαργυρίᾳ οὐκ ἐδέξατο τοῦ καινοῦ καὶ ἁγίου καὶ ἐπουρανίου μυστηρίου τὸ τῆς ἐλπίδος κήρυγμα, καίτοι συναφθεὶς τοῖς ἕνδεκα ἀποστόλοις καὶ κληθεὶς ὑπ’ αὐτοῦ τοῦ κυρίου, περισσότερον σχίσμα ἔσχε δι’ ἑαυτοῦ, μηδενὸς αἰτίου αὐτῷ γενομένου, ἐπειδὴ ἡ διάνοια αὐτοῦ οὐ συμπεφώνηκε τῇ ἄνω ἐλπίδι καὶ ἐπουρανίῳ κλήσει τῶν μελλόντων ἀγαθῶν ἀντὶ τῶν ἐνταῦθα χρημάτων τε καὶ κόμπου καὶ φιλίας παρερχομένης ἐλπίδος τε καὶ ἡδονῆς. Ὁ δέ· οὐχ οὕτως, φησίν, ἀλλὰ ἄλλα ἐστὶ παρὰ ταῦτα, ἀντιλέγων ὁ Μαρκίων. ἐπειδὴ [δὲ] μὴ ἠθέλησαν αὐτὸν δέξασθαι, [διὰ] τοῦτο οὖν φανερῶς αὐτοῖς ἔλεγε· τί μὴ ἠθελήσατέ με ὑποδέξασθαι; τῶν δὲ λεγόντων ὅτι οὐ δυνάμεθα ἄνευ τῆς ἐπιτροπῆς τοῦ τιμίου πατρός σου τοῦτο ποιῆσαι·
μία γάρ ἐστιν ἡ πίστις καὶ μία ἡ ὁμόνοια καὶ οὐ δυνάμεθα ἐναντιωθῆναι τῷ καλῷ συλλειτουργῷ πατρὶ δὲ σῷ, ζηλώσας λοιπὸν καὶ εἰς μέγαν ἀρθεὶς θυμὸν καὶ ὑπερηφανίαν τὸ σχίσμα ἐργάζεται ὁ τοιοῦτος, ἑαυτῷ τὴν αἵρεσιν προστησάμενος καὶ εἰπὼν ὅτι «ἐγὼ σχίσω τὴν ἐκκλησίαν ὑμῶν καὶ βαλῶ σχίσμα ἐν αὐτῇ εἰς τὸν αἰῶνα», ὡς τὰ ἀληθῆ μὲν σχίσμα ἔβαλεν οὐ μικρόν, οὐ τὴν ἐκκλησίαν σχίσας ἀλλ’ ἑαυτὸν καὶ τοὺς αὐτῷ πεισθέντας. 3. Ἔλαβε δὲ τὴν πρόφασιν παρὰ τοῦ προειρημένου Κέρδωνος, γόητος καὶ ἀπατηλοῦ. καὶ αὐτὸς μὲν γὰρ δύο κηρύττει ἀρχάς, προςθεὶς δὲ πάλιν ἐκείνῳ, φημὶ τῷ Κέρδωνι, ἕτερόν τι παρ’ ἐκεῖνον δείκνυσι, λέγων τρεῖς εἶναι ἀρχάς, μίαν μὲν τὴν ἄνω ἀκατονόμαστον καὶ ἀόρατον, ἣν καὶ ἀγαθὸν θεὸν βούλεται λέγειν, μηδὲν δὲ τῶν ἐν τῷ κόσμῳ κτίσασαν· ἄλλον δὲ εἶναι ὁρατὸν θεὸν καὶ κτιστὴν καὶ δημιουργόν· διάβολον δὲ τρίτον ὡς εἰπεῖν καὶ μέσον τῶν δύο τούτων, τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου. τὸν δὲ κτιστὴν καὶ δημιουργὸν καὶ ὁρατὸν θεὸν εἶναι τῶν Ἰουδαίων, εἶναι δὲ αὐτὸν κριτήν. παρ’ αὐτῷ δὲ τῷ Μαρκίωνι καὶ παρθενία κηρύσσεται, νηστείαν δὲ κατὰ τὸ σάββατον κηρύττει.
PG 41:699μυστήρια δὲ δῆθεν παρ’ αὐτῷ ἐπιτελεῖται τῶν κατηχουμένων ὁρώντων· ὕδατι δὲ οὗτος ἐν τοῖς μυστηρίοις χρῆται. τὸ δὲ σάββατον νηστεύειν διὰ τοιαύτην αἰτίαν φάσκει· ἐπειδή, φησί, τοῦ θεοῦ τῶν Ἰουδαίων ἐστὶν ἡ ἀνάπαυσις τοῦ πεποιηκότος τὸν κόσμον καὶ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀναπαυσαμένου, ἡμεῖς νηστεύσωμεν ταύτην, ἵνα μὴ τὸ καθῆκον τοῦ θεοῦ τῶν Ἰουδαίων ἐργαζώμεθα. τὴν τῆς σαρκὸς δὲ ἀθετεῖ ἀνάστασιν, καθάπερ πολλαὶ τῶν αἱρέσεων· ψυχῆς δὲ ἀνάστασιν εἶναι λέγει καὶ ζωὴν καὶ σωτηρίαν μόνης. οὐ μόνον δὲ παρ’ αὐτῷ ἓν λουτρὸν δίδοται, ἀλλὰ καὶ ἕως τριῶν λουτρῶν καὶ ἐπέκεινα ἔξεστι διδόναι παρ’ αὐτοῖς τῷ βουλομένῳ, ὡς παρὰ πολλῶν ἀκήκοα. συμβέβηκε δὲ τοῦτο γενέσθαι αὐτῷ τὸ ἐφίεσθαι τρία ἢ καὶ πλείω λουτρὰ δίδοσθαι, δι’ ἣν ὑπεῖχεν χλεύην παρὰ τῶν αὐτὸν ἐγνωκότων μαθητῶν αὐτοῦ ἐκ παραπτώματός τε καὶ φθορᾶς τῆς εἰς τὴν παρθένον γεγενημένης.
ἐπειδὴ φθείρας ἐν τῇ ἑαυτοῦ πόλει τὴν παρθένον καὶ ἀποδράσας μὲν ἐν παραπτώματι μεγάλῳ εὑρέθη, ἐπενόησεν ὁ ἀγύρτης ἑαυτῷ δεύτερον λουτρόν, φήσας ὅτι ἔξεστιν ἕως τριῶν λουτρῶν τουτέστιν τριῶν βαπτισμῶν εἰς ἄφεσιν τῶν ἁμαρτιῶν δίδοσθαι, ἵν’ εἴ τις παρέπεσεν εἰς τὸ πρῶτον, λάβῃ δεύτερον μετανοήσας καὶ τρίτον ὡσαύτως, ἐὰν ἐν παραπτώματι μετὰ τὸ δεύτερον γένηται. φέρει δὲ δῆθεν, ἵνα τὴν ἑαυτοῦ χλεύην ἀνασώσῃ, εἰς παράστασιν αὐτοῦ ὅτι [τὸ] μετὰ τὸ αὐτοῦ παράπτωμα πάλιν ἐκαθαρίσθη καὶ λοιπὸν ἐν ἀθῴοις ὑπάρχει, μαρτυρίαν περὶ τούτου ψευδηγορῶν ὡς πιθανήν, δυναμένην ἐξαπατῆσαι οὐ τοῦτο δὲ σημαίνουσαν ὃ αὐτὸς λέγει· ὅτι, φησί, βαπτισθεὶς ὁ κύριος ὑπὸ τοῦ Ἰωάννου ἔλεγε τοῖς μαθηταῖς· «βάπτισμα ἔχω βαπτισθῆναι, καὶ τί θέλω εἰ ἤδη τετέλεκα αὐτό;» καὶ πάλιν «ποτήριον ἔχω πιεῖν, καὶ τί θέλω εἰ ἤδη πληρώσω αὐτό;» καὶ οὕτω τὸ διδόναι πλείω βαπτίσματα ἐδογμάτισεν. 4. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸν νόμον ἀποβάλλει καὶ πάντας προφήτας, λέγων ἐκ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος τοὺς τοιούτους πεπροφητευκέναι.
Χριστὸν δὲ λέγει ἄνωθεν ἀπὸ τοῦ ἀοράτου καὶ ἀκατονομάστου πατρὸς καταβεβηκέναι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν καὶ ἐπὶ ἐλέγχῳ τοῦ θεοῦ τῶν Ἰουδαίων καὶ νόμου καὶ προφητῶν καὶ τῶν τοιούτων. καὶ ἄχρι Ἅιδου καταβεβηκέναι τὸν κύριον, ἵνα σώσῃ τοὺς περὶ Κάϊν καὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, Ἠσαῦ τε καὶ πάντα τὰ ἔθνη τὰ μὴ ἐγνωκότα τὸν θεὸν τῶν Ἰουδαίων· τοὺς δὲ περὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωυσέα, Δαυίδ τε καὶ Σολομῶντα ἐκεῖ καταλελοιπέναι, διότι ἐπέγνωσαν, φησί, τὸν θεὸν τῶν Ἰουδαίων, ὄντα ποιητὴν καὶ κτιστήν, καὶ τὰ καθήκοντα αὐτοῦ πεποιήκασι καὶ οὐχὶ τῷ θεῷ τῷ ἀοράτῳ ἑαυτοὺς προσανέθεντο. δίδωσι καὶ ἐπιτροπὴν γυναιξὶ βάπτισμα διδόναι. παρ’ αὐτοῖς γὰρ πάντα χλεύης ἔμπλεα καὶ οὐδὲν ἕτερον, ὁπότε καὶ τὰ μυστήρια ἐνώπιον κατηχουμένων ἐπιτελεῖν τολμῶσιν. ἀνάστασιν δὲ ὡς εἶπον οὗτος λέγει οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν καὶ σωτηρίαν ταύταις ὁρίζεται, οὐχὶ τοῖς σώμασιν. καὶ μεταγγισμοὺς ὁμοίως τῶν ψυχῶν καὶ μετενσωματώσεις ἀπὸ σωμάτων εἰς σώματα φάσκει. 5. Πανταχόθεν δὲ πίπτει ἡ αὐτοῦ ματαία κενοφωνία, ὡς ἤδη μοι ἐν ἄλλαις αἱρέσεσι πεπραγμάτευται.
PG 41:701πῶς γὰρ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα ψυχή; ἀνάστασις δὲ πῶς αὐτῆς κληθήσεται, τῆς μὴ πεσούσης ψυχῆς; πᾶν γὰρ τὸ πῖπτον ἀναστάσεως δεῖται· πίπτει δὲ οὐχὶ ψυχή, ἀλλὰ σῶμα. ὅθεν καὶ δικαίως πτῶμα αὐτὸ ἡ συνήθεια εἴωθεν καλεῖν καὶ αὐτὸς ὁ κύριος εἰπὼν ὅτι «ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί». καὶ γὰρ ἐν τοῖς μνήμασιν οὐ κατακλείομεν ψυχάς, ἀλλὰ σώματα κατατιθέαμεν ἐν γῇ καταχώσαντες, ὧν ἡ ἀνάστασις εἰς ἐλπίδα ἔχει τὸ κήρυγμα, καθάπερ ὁ τοῦ σίτου κόκκος· ὡς καὶ ὁ ἅγιος ἀπόστολος τὴν μαρτυρίαν ἤνεγκεν περὶ τοῦ κόκκου τοῦ σίτου καὶ τῶν ἄλλων σπερμάτων καὶ αὐτὸς δὲ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου ἀποθάνῃ, μόνος μένει». ὁ δὲ ἅγιος ἀπόστολός φησιν «ἄφρων» [ἄφρονα γὰρ καλεῖ τὸν ἄπιστον τὸν ὅλως ἀμφιβάλλοντα καὶ λέγοντα «πῶς ἡ ἀνάστασις γίνεται; ποίῳ δὲ σώματι ἔρχονται;» καὶ εὐθὺς πρὸς τοὺς τοιούτους φησίν] «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ». καὶ ἔδειξεν ἐξ ἅπαντος ἡ γραφὴ τοῦ πεπτωκότος κόκκου τουτέστιν τοῦ σώματος τοῦ θαπτομένου καὶ οὐ ψυχῆς τὴν ἀνάστασιν γίνεσθαι. πῶς δὲ ψυχὴ ἐλεύσεται μόνη;
πῶς δὲ βασιλεύσει μόνη ἡ ὁμοῦ σὺν σώματι ἐργασαμένη τὸ δίκαιον ἢ τὸ φαῦλον; ἔσται γὰρ ἐναντία καὶ οὐ δικαία ἡ κρίσις. 6. Πῶς δὲ συσταθήσεται ὁ παρ’ αὐτῷ τῷ Μαρκίωνι τριῶν ἀρχῶν λόγος; πῶς δὲ [ὁ] ἀγαθὸς εὑρεθήσεται [ὁ] ἐν τοῖς τοῦ φαύλου μέρεσιν ἔργον ἐπιτελῶν ἢ σωτηρίας ἢ τῶν ἄλλων; εἰ γὰρ οὐκ αὐτοῦ τυγχάνει ὁ κόσμος, ἀπέστειλεν δὲ αὐτοῦ τὸν μονογενῆ εἰς τὸν κόσμον λαβεῖν ἐκ τοῦ κόσμου τοῦ ἀλλοτρίου ἃ μὴ αὐτὸς ἔσπειρεν μηδὲ ἐποίησεν, εὑρεθήσεται ἢ τῶν ἀλλοτρίων ἐφιέμενος ἢ πενίαν ὑφιστάμενος καὶ ἴδια μὴ ἔχων, ἐπὶ τὰ ἀλλότρια ἑαυτὸν ἐπιδιδούς, ὅπως ἑαυτῷ προσπορίσηται ἃ μὴ πρότερον ἔχει. πῶς δὲ κριτὴς ἀνὰ μέσον ἀμφοτέρων γενήσεται ὁ δημιουργός; εἶτα τίνας ἔχει κρῖναι; εἰ γὰρ τῶν ἀπὸ τοῦ ἄνω σκευῶν δικαστὴς προκαθέζεται, ἰσχύει ὑπὲρ τὸν ἄνω, ἐπειδὴ φέρει εἰς μέσον τῶν αὐτοῦ κριτηρίων τὰ τοῦ ἄνω ὑπάρχοντα, ὡς τῷ Μαρκίωνι ἔδοξε. καὶ εἰ ὅλως κριτὴς τυγχάνει, δίκαιός ἐστι. δείξομεν δὲ ἀπὸ τοῦ δικαίου ὀνόματος ὅτι ταὐτόν ἐστι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον. πᾶν γὰρ ὃ δίκαιόν ἐστι, τοῦτο καὶ ἀγαθόν.
PG 41:703ἀπὸ γὰρ τοῦ ἀγαθὸν εἶναι τὸ ἀγαθὸν χαρίζεται δικαίως μετὰ ἀληθείας τῷ ἀγαθὰ δράσαντι καὶ οὐκέτι ἔσται πρὸς τὸ ἀγαθὸν ἐναντίος τῷ ἀγαθῷ, κατὰ δικαιοσύνην τὸ ἀγαθὸν τῷ ἀγαθῷ παρέχων καὶ τῷ φαύλῳ τὴν ἐπιτιμίαν τῆς τιμωρίας. οὐδὲ πάλιν ἀγαθὸς ἂν εἴη ὁ τῷ πονηρῷ τὸν ἀγαθὸν μισθὸν ἐπὶ τῷ τέλει ἀποδιδοὺς μὴ μετανοοῦντι, εἰ καὶ ἐν τῷ παρόντι ἀνατέλλοι αὐτοῦ τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ φαύλους καὶ τὸν ὑετὸν αὐτοῦ παρέχοι διὰ τὸ νῦν αὐτεξούσιον τοῖς τε πονηροῖς καὶ ἀγαθοῖς ἀνθρώποις. ἀγαθὴ γὰρ οὐκέτι ἔσται φύσις καὶ δικαία τοῦ τῷ πονηρῷ μισθὸν ἐν τῷ μέλλοντι αἰῶνι σωτηρίας παρέχοντος καὶ οὐ μᾶλλον μισοῦντος τὸ πονηρὸν καὶ φαῦλον. ὁ δὲ τρίτος εὑρισκόμενος παρ’ αὐτῷ πονηρός, εἰ ἔχει τὴν ἐξουσίαν τὰ πονηρὰ ἐργάζεσθαι καὶ κατισχύειν τῶν ἐν τῷ κόσμῳ ἢ τῶν ἄνωθεν ἀγαθῶν ἢ τοῦ μέσου δικαίου, εὑρεθήσεται ἰσχυρότερος οὗτος τῶν δύο θεῶν τῶν παρὰ Μαρκίωνι λεγομένων, ἐπειδὴ ἐξουσιάζει ἁρπάζειν τὰ ἀλλότρια· καὶ ἀδρανεῖς λοιπὸν καταψηφισθήσονται οἱ δύο παρὰ τὸν ἕνα πονηρόν, οἱ μὴ δυνάμενοι ἀντέχειν καὶ ῥύεσθαι ἀπὸ τοῦ ἁρπάζοντος τὰ αὐτῶν ὄντα καὶ εἰς πονηρίαν μεταβάλλοντος. 7.
ἄλλως δὲ πάλιν νοήσωμεν, ἵνα τὴν χλεύην τοῦ ἀγύρτου φωράσωμεν τῆς ματαιοφροσύνης. εἰ γὰρ ὅλως ὁ πονηρὸς πονηρὸς ὑπάρχει, ἁρπάζει δὲ τοὺς ἀγαθοὺς ἀπὸ τοῦ ἀγαθοῦ καὶ τοὺς δικαίους ἀπὸ τοῦ δικαίου, ἰδίους δὲ οὐχ ἁρπάζει μόνους, εὑρεθήσεται ὁ πονηρὸς οὐκέτι πονηρός, τῶν ἀγαθῶν ὀρεγόμενος καὶ ἐπιδικαζόμενος ὡς βελτιόνων. εἰ δὲ καὶ τοὺς ἰδίους κρίνει τιμωρίαν τε τοὺς ἀδικήσαντας ἀπαιτεῖ, οὐκέτι πονηρὸς ἔσται ὁ πονηρῶν δικαστὴς ὑπάρχων. καὶ εὑρεθήσεται κατὰ πάντα τρόπον ἡ αὐτοῦ ὑπόθεσις ἑαυτὴν ἀνατρέπουσα. Πόθεν δὲ εἰλήφασι τὸ εἶναι αἱ τρεῖς ἀρχαί, πάλιν λέγε. τίς δὲ ὁ ταύταις ὁρισμὸν συστησάμενος; εἰ μὲν γὰρ ἕκαστος ἐν τῷ ἰδίῳ τόπῳ περιορίζεται, οὐκέτι τέλεια τὰ τρία εὑρεθήσεται ὁριζόμενα ἔν τισι περιεκτικοῖς τόποις, εὑρεθήσεται δὲ τὸ ἑκάστου περιεκτικὸν μεῖζον τοῦ περιεχομένου καὶ οὐκέτι τὸ περιεχόμενον θεὸς ἂν κληθείη, ἀλλὰ μᾶλλον ἡ περιεκτικὴ ὁροθεσία.
εἰ δὲ καὶ εἰς ταὐτὸν ἀλλήλοις γενόμενοι ἕκαστος κατὰ δίεσιν τὸν ἴδιον ἐκληρώθη τόπον καὶ ἕκαστος ἐν τῷ ἰδίῳ ὢν τῷ ἑτέρῳ οὐκ ἐντρίβεται οὐδὲ ἐπέρχεται, οὐκέτι αἱ ἀρχαὶ ἀλλήλαις ἐναντίαι οὐδέ τις αὐτῶν φαύλη εὑρεθήσεται, διὰ τὸ κατὰ τὸ δίκαιον καὶ ἥσυχον καὶ εὐσταθὲς τῶν ἰδίων ἐπιμέλεσθαι καὶ μὴ περαιτέρω βαίνειν ἐπιβάλλεσθαι. εἰ δὲ ὁ μὲν πονηρὸς ὑπὸ τοῦ ἄνω κατισχύεται καὶ βιάζεται καὶ καταπονεῖται, μεμερισμένος ὢν καὶ ἐν ἰδίῳ τόπῳ ὑπάρχων, οὗ τόπου τῷ ἄνω ἀγαθῷ οὐδὲν προσήκει, οὐδέ τι ὑπ’ αὐτοῦ κέκτισται τῶν ἐνταῦθα [λέγω ἐν τῷ τοῦ πονηροῦ τόπῳ], τυραννικώτερος μᾶλλον εὑρεθήσεται ὁ ἄνω καὶ οὐκέτι ἀγαθός, τὸν ἴδιον υἱὸν εἴτ’ οὖν Χριστὸν ἀποστείλας, ἵνα τὰ ἀλλότρια λάβῃ. καὶ ποῦ ὁ ὅρος ὁ διορίζων τὰς τρεῖς ἀρχὰς κατὰ τὸν τοῦ ἀγύρτου τῆς ὑποθέσεως λόγον; ζητηθήσεται γὰρ τέταρτός τις ἐπιεικέστατος καὶ τῶν τριῶν σοφώτερος, ὁριογνώμων τε καὶ ἐπιστήμων, ὃς τὰ μέτρα ἑκάστῳ διένειμέν τε καὶ τοὺς τρεῖς εἰρηνοποίησεν, ἵνα μὴ στασιάσαιεν πρὸς ἀλλήλους μηδὲ εἰς τὰ ἄλλου ἄλλος ἀποστέλλοι. καὶ οὗτος μὲν πείσας τὰς τρεῖς ἀρχὰς εὑρεθήσεται τέταρτος καὶ σοφώτερος καὶ ἐπιεικέστερος.
PG 41:705καὶ αὐτὸς δὲ ἐν ἰδίῳ τόπῳ πάλιν ζητηθήσεται, ἀφ’ οὗπερ εἰς μέσον ἦλθεν τῶν τριῶν καὶ ἑκάστῳ τὸ μέρος σοφῶς διώρισεν, ἵνα μὴ ἀλλήλους ἀδικοῖεν. εἰ δὲ ἐν τοῖς τοῦ ἑνός, λέγω δὴ τοῦ δημιουργοῦ αἱ δύο ἀρχαί εἰσιν ἐμπολιτευόμεναι, ὅ τε πονηρὸς ἐν τοῖς τοῦ δημιουργοῦ χώραις τε καὶ χώροις καὶ ὁ τοῦ ἀγαθοῦ Χριστὸς ἐπιδημήσας. οὐκέτι ἄρα κριτὴς καὶ δημιουργὸς μόνον ὁ κριτὴς εὑρεθήσεται, ἀλλὰ καὶ ἀγαθός, συγχωρῶν τοῖς δυσὶν εἰς τὰ ἴδια ποιεῖν ὃ βούλονται· ἢ ἀδρανὴς εὑρεθήσεται καὶ μὴ ἰσχύων κωλῦσαι τῶν ἰδίων τοὺς ἀλλοτρίους ἅρπαγας. εἰ δὲ καὶ ἥσσων τῇ δυνάμει ἐστίν, οὐκέτι εὑρεθήσεται ἡ δημιουργία συνεστῶσα, ἀλλ’ ἐξέλιπεν ἔκπαλαι, ἀναρπαζομένη καθ’ ἑκάστην ἡμέραν ὑπό τε τοῦ πονηροῦ εἰς τὸ ἴδιον μέρος καὶ ὑπὸ τοῦ ἀγαθοῦ εἰς τὰ ἄνω. καὶ πῶς ἔτι ἡ δημιουργία σταθήσεται; εἰ δὲ ὅτι χρόνῳ λήξει λέγεις καὶ δυνατὸν ταύτην ὅλως λήγειν διὰ τῆς τοῦ ἀγαθοῦ ἐπιμελείας, οὐκοῦν ὁ ἀγαθὸς αἴτιος τῆς βλάβης ἔσται ὁ μὴ πάλαι ποιήσας, ὅπερ ὕστερον ἀγαθὸν ἔδοξεν ἐπιτελεῖν, μήτε μὴν πεποιηκὼς ἀπὸ τῶν ἀνέκαθεν, πρὶν ἢ τοὺς πλείους ἀδικηθῆναι καὶ ἐν καθέξει αὐτοὺς γενέσθαι τοῦ κριτοῦ καὶ κάτω μεμενηκέναι; 8.
Πάλιν δὲ τὰ τῆς θείας γραφῆς οὐκ ὀρθῶς νοῶν προφέρει καὶ τοὺς ἀκεραίους ἐξαπατᾷ διαστρέφων τὸ τοῦ ἀποστόλου ῥητόν, ὅτι «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα» καί φησιν· εἰ ἦμεν αὐτοῦ, οὐκ ἂν τὸ ἑαυτοῦ ἠγόραζεν· ἀγοράσας δὲ εἰς ἀλλότριον κόσμον ἦλθεν ἡμᾶς ἐξαγοράσαι τοὺς οὐκ ὄντας αὐτοῦ. ποίημα γὰρ ἦμεν ἑτέρου καὶ διὰ τοῦτο ἡμᾶς αὐτὸς ἠγόραζεν εἰς τὴν ἑαυτοῦ ζωήν. ἀγνοεῖ δὲ ὅλως ὁ ἠλίθιος ὅτι οὔτε Χριστὸς κατάρα γεγένηται [μὴ γένοιτο], ἀλλὰ τὴν κατάραν τὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἀφεῖλεν, ἑαυτὸν σταυρώσας καὶ γενόμενος θάνατος θανάτῳ [διὰ τὰς ἁμαρτίας ἡμῶν] καὶ κατάρα αὐτὸς τῇ κατάρᾳ γενόμενος. διὸ οὐκ ἔστι Χριστὸς κατάρα, ἀλλὰ τῆς κατάρας λύσις, εὐλογία δὲ πᾶσι τοῖς εἰς αὐτὸν ἀληθῶς πεπιστευκόσιν. οὕτω καὶ τὸ «ἐξηγόρασεν» . οὐκ εἶπεν «ἠγόρασεν»· οὔτε γὰρ εἰς ἀλλότριον ἦλθεν ἁρπάσαι ἢ ἀγοράσαι. εἰ γὰρ ἠγόρασεν, μὴ ἔχων ἠγόρασε καὶ ὡς πτωχὸς ἃ μὴ εἶχεν ἐκτήσατο. καὶ εἰ ὁ κεκτημένος ἡμᾶς πέπρακεν, ἀπορήσας πέπρακεν, ἀπό τινος ἄρα δανειστοῦ ἐλαυνόμενος. ἀλλ’ οὐκ ἔχει οὕτως. οὔτε γὰρ εἶπεν «ἠγόρασεν», ἀλλ’ «ἐξηγόρασεν».
PG 41:707ὅμοιον δὲ τούτῳ ὁ αὐτὸς ἅγιος ἀπόστολός φησιν «ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι». καὶ οὐχ ἡμέρας ἀγοράζομεν, οὐδὲ τιμὴν ἡμερῶν δίδομεν, ἀλλὰ τὸ δι’ ὑπομονὴν καὶ τὸ μελλητικὸν τῆς μακροθυμίας σημαίνων τοῦτο ἔφη. ὥστε τὸ ἐξηγόρασε τὴν ὑπόθεσιν ὑπέφηνεν τῆς ὑπὲρ ἡμῶν ἀναδοχῆς ἐν κόσμῳ ἐνσάρκου παρουσίας [δι’] ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθὴς ὢν θεός, μένων ἐν τῇ ἰδίᾳ ἀπαθείᾳ τῆς αὐτοῦ θεότητος καὶ αὐτὸ ὃ ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν, οὐκ ἀγοράζων ἡμᾶς ἀπ’ ἀλλοτρίων, ἀλλὰ τὴν ὑπόθεσιν ὑπὲρ ἡμῶν τοῦ σταυροῦ ἀναδεξάμενος, προαιρέσει καὶ οὐ μετ’ ἀνάγκης. ὅθεν ἐλήλεγκται κατὰ πάντα τοῦ Μαρκίωνος ὁ λόγος. καὶ πολλά ἐστι τὰ πρὸς ἀνατροπὴν τῆς τούτου μηχανῆς καὶ τραγῳδίας ἐξ εὐσεβοῦς λογισμοῦ καὶ εὐλόγου ὁρμώμενα ἐμφάσεως ἐν τῇ πρὸς αὐτὸν ἀντιρρήσει. 9. Ἐλεύσομαι δὲ εἰς τὰ ὑπ’ αὐτοῦ γεγραμμένα, μᾶλλον δὲ ἐρρᾳδιουργημένα. οὗτος γὰρ ἔχει εὐαγγέλιον μόνον τὸ κατὰ Λουκᾶν, περικεκομμένον ἀπὸ τῆς ἀρχῆς διὰ τὴν τοῦ σωτῆρος σύλληψιν καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν.
οὐ μόνον δὲ τὴν ἀρχὴν ἀπέτεμεν ὁ λυμηνάμενος ἑαυτὸν [μᾶλλον] ἤπερ τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τοῦ τέλους καὶ τῶν μέσων πολλὰ περιέκοψε τῶν τῆς ἀληθείας λόγων, ἄλλα δὲ παρὰ τὰ γεγραμμένα προστέθεικεν, μόνῳ δὲ κέχρηται τούτῳ τῷ χαρακτῆρι, τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ. ἔχει δὲ καὶ ἐπιστολὰς παρ’ αὐτῷ τοῦ ἁγίου ἀποστόλου δέκα, αἷς μόναις κέχρηται, οὐ πᾶσι δὲ τοῖς ἐν αὐταῖς γεγραμμένοις, ἀλλὰ τινὰ αὐτῶν περιτέμνων, τινὰ δὲ ἀλλοιώσας κεφάλαια. ταύταις δὲ ταῖς δυσὶ βίβλοις κέχρηται· ἄλλα δὲ συντάγματα ἀφ’ ἑαυτοῦ συνέταξε τοῖς ὑπ’ αὐτοῦ πλανωμένοις. αἱ δὲ ἐπιστολαὶ αἱ παρ’ αὐτῷ λεγόμεναί εἰσι· πρώτη μὲν πρὸς Γαλάτας, δευτέρα δὲ πρὸς Κορινθίους, τρίτη πρὸς Κορινθίους δευτέρα, τετάρτη πρὸς Ῥωμαίους, πέμπτη πρὸς Θεσσαλονικεῖς, ἕκτη πρὸς Θεςσαλονικεῖς δευτέρα, ἑβδόμη πρὸς Ἐφεσίους, ὀγδόη πρὸς Κολασσαεῖς, ἐνάτη πρὸς Φιλήμονα, δεκάτη πρὸς Φιλιππησίους· ἔχει δὲ καὶ τῆς πρὸς Λαοδικέας λεγομένης μέρη. ἐξ οὗπερ χαρακτῆρος τοῦ παρ’ αὐτῷ σῳζομένου, τοῦ τε εὐαγγελίου καὶ τῶν ἐπιστολῶν τοῦ ἀποστόλου, δεῖξαι αὐτὸν σὺν θεῷ ἔχομεν ἀπατεῶνα καὶ πεπλανημένον καὶ ἀκρότατα διελέγξαι.
PG 41:709ἐξ αὐτῶν γὰρ ἀναμφιβόλως τῶν παρ’ αὐτοῦ ὁμολογουμένων ἀνατραπήσεται. ἐκ γὰρ τῶν αὐτῶν ἔτι παρ’ αὐτῷ λειψάνων τοῦ τε εὐαγγελίου καὶ τῶν ἐπιστολῶν εὑρισκομένων δειχθήσεται ὁ Χριστὸς τοῖς συνετοῖς μὴ ἀλλότριος εἶναι παλαιᾶς διαθήκης καὶ οἱ προφῆται οὖν οὐκ ἀλλότριοι ὄντες τῆς τοῦ κυρίου ἐνδημίας καὶ ὅτι ἀνάστασιν σαρκὸς ὁ ἀπόστολος κηρύττει καὶ δικαίους τοὺς προφήτας ὀνομάζει καὶ ἐν σῳζομένοις ὑπάρχοντας τοὺς περὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντα ὅσα ἐστὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας σωτήριά τε καὶ ἅγια καὶ ἐκ θεοῦ ἐστηριγμένα ἔν τε τῇ πίστει καὶ ἐν τῇ γνώσει καὶ ἐν ἐλπίδι καὶ διδασκαλίᾳ. 10. Παραθήσομαι δὲ καὶ ἣν ἐποιησάμην κατ’ αὐτοῦ πραγματείαν πρὶν τοῦ ταύτην μου τὴν σύνταξιν ἐσπουδακέναι διὰ τῆς ὑμῶν τῶν ἀδελφῶν προτροπῆς ποιήσασθαι.
ἀπὸ ἐτῶν ἱκανῶν, ἀνερευνῶν τὴν τούτου τοῦ Μαρκίωνος ἐπινενοημένην ψευδηγορίαν καὶ ληρώδη διδασκαλίαν, αὐτὰς δὴ τὰς τοῦ προειρημένου βίβλους ἃς κέκτηται μετὰ χεῖρας λαβών, τό τε παρ’ αὐτῷ λεγόμενον εὐαγγέλιον καὶ [τὸ] ἀποστολικὸν καλούμενον παρ’ αὐτῷ ἐξανθισάμενος καὶ ἀναλεξάμενος καθ’ εἱρμὸν ἀπὸ τῶν προειρημένων δύο βιβλίων τὰ ἐλέγξαι αὐτὸν δυνάμενα, ἐδάφιόν τι συντάξεως ἐποιησάμην, ἀκολούθως τάξας κεφάλαια καὶ ἐπιγράψας ἑκάστῃ ῥήσει α β γ. καὶ οὕτως ἕως τέλους διεξῆλθον, ἐν οἷς φαίνεται ἠλιθίως καθ’ ἑαυτοῦ ἔτι ταύτας τὰς παραμεινάσας τοῦ τε σωτῆρος καὶ τοῦ ἀποστόλου λέξεις φυλάττων. αἱ μὲν γὰρ αὐτῶν παρηλλαγμένως ὑπ’ αὐτοῦ ἐρρᾳδιουργήθησαν καὶ ὡς οὐκ εἶχεν τοῦ κατὰ Λουκᾶν εὐαγγελίου τὸ ἀντίγραφον οὔτε ἡ τοῦ ἀποστολικοῦ χαρακτῆρος ἔμφασις· ἄλλα δὲ φύσει ὡς ἔχει καὶ τὸ εὐαγγέλιον καὶ ὁ ἀπόστολος, μὴ ἀλλαγέντα ὑπ’ αὐτοῦ, δυνάμενα δὲ αὐτὸν διελέγχειν, δι’ ὧν δείκνυται [ἡ] παλαιὰ διαθήκη συμφωνοῦσα πρὸς τὴν νέαν καὶ ἡ καινὴ πρὸς τὴν παλαιὰν διαθήκην· ἄλλαι δὲ πάλιν λέξεις τῶν αὐτῶν βιβλίων ὑποφαίνουσαι Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ ἐν ἡμῖν τελείως ἐνηνθρωπηκέναι·
ἀλλὰ καὶ ἄλλαι πάλιν ὁμολογοῦσαι τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ τὸν θεὸν ἕνα ὄντα κύριον πάντων παντοκράτορα, αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐπὶ τῆς γῆς γενομένων, καὶ οὔτε παραχαράσσουσαι τοῦ εὐαγγελίου τὴν κλῆσιν οὔτε μὴν ἀρνούμεναι τὸν ποιητὴν καὶ δημιουργὸν τῶν πάντων, ἀλλὰ δηλοῦσαι τὸν σαφῶς ὡμολογημένον ὑπὸ τοῦ χαρακτῆρος τοῦ ἀποστολικοῦ καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος. καὶ ἔστιν τὰ ἡμῖν πεπραγματευμένα ἐν ὑποκειμένοις παρατιθέμενα, ἅτινά ἐστι τάδε·

Preface to the hypothesis and...Προοίμιον τῆς περὶ τῶν Μαρκίωνος βιβλίων ὑποθέσεώς τε…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Προοίμιον τῆς περὶ τῶν Μαρκίωνος βιβλίων ὑποθέσεώς τε καὶ ἐλέγχου. 11. Ὅτῳ φίλον ἐστὶ τὰς τοῦ ἀπατηλοῦ Μαρκίωνος νόθους ἐπινοίας ἀκριβοῦν καὶ τὰς ἐπιπλάστους τοῦ αὐτοῦ βοσκήματος μηχανὰς διαγινώσκειν, τούτῳ τῷ συλλελεγμένῳ πονήματι ἐντυχεῖν μὴ κατοκνείτω. ἐκ γὰρ τοῦ παρ’ αὐτῷ εὐαγγελίου τὰ πρὸς ἀντίρρησιν τῆς πανούργου αὐτοῦ ῥᾳδιουργίας σπουδάσαντες παρεθέμεθα, ἵν’ οἱ τῷ πονήματι ἐντυχεῖν ἐθέλοντες ἔχωσι τοῦτο γυμνάσιον ὀξύτητος, πρὸς ἔλεγχον τῶν ὑπ’ αὐτοῦ ἐπινενοημένων ξενολεξιῶν. ὁ μὲν γὰρ χαρακτὴρ τοῦ κατὰ Λουκᾶν σημαίνει τὸ εὐαγγέλιον·
PG 41:711ὡς δὲ ἠκρωτηρίασται μήτε ἀρχὴν ἔχον μήτε μέσα μήτε τέλος, ἱματίου βεβρωμένου ὑπὸ πολλῶν σητῶν ἐπέχει τὸν τρόπον. εὐθὺς μὲν γὰρ ἐν τῇ ἀρχῇ πάντα τὰ ἀπ’ ἀρχῆς τῷ Λουκᾷ πεπραγματευμένα τουτέστιν ὡς λέγει «ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν» καὶ τὰ ἑξῆς καὶ τὰ περὶ τῆς Ἐλισάβετ καὶ τοῦ ἀγγέλου εὐαγγελιζομένου Μαρίαν τὴν παρθένον, Ἰωάννου τε καὶ Ζαχαρίου καὶ τῆς ἐν Βηθλεὲμ γεννήσεως, γενεαλογίας καὶ τῆς τοῦ βαπτίσματος ὑποθέσεωςταῦτα πάντα περικόψας ἀπεπήδησεν καὶ ἀρχὴν τοῦ εὐαγγελίου ἔταξε ταύτην «ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος» καὶ τὰ ἑξῆς. ἐντεῦθεν οὖν οὗτος ἄρχεται καὶ οὐ καθ’ εἱρμὸν πάλιν ἐπιμένει, ἀλλὰ τὰ μὲν ὡς προεῖπον παρακόπτει, τὰ δὲ προστίθησιν ἄνω κάτω, οὐκ ὀρθῶς βαδίζων ἀλλὰ ἐρρᾳδιουργημένως τὰ πάντα περινοστεύων, καὶ ἔστιν· α. «Ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· «ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν» ἀνθ’ οὗ εἶπεν ὁ σωτήρ «εἰς μαρτύριον αὐτοῖς». β. «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς». γ. «Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου». δ.
«Ἰούδαν Ἰσκαριώτην, ὃς ἐγένετο προδότης». ἀντὶ δὲ τοῦ «κατέβη μετ’ αὐτῶν» ἔχει «κατέβη ἐν αὐτοῖς». ε. «Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ. καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ» καὶ τὰ ἑξῆς. 2. «Κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς προφήταις οἱ πατέρες ὑμῶν». ζ. «Λέγω δὲ ὑμῖν, τοσαύτην πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον». η. Παρηλλαγμένον τό «μακάριος ὃς οὐ μὴ σκανδαλισθῇ ἐν ἐμοί»· εἶχε γὰρ ὡς πρὸς Ἰωάννην. θ. «Αὐτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου». ι. «Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. ἡ δὲ γυνὴ στᾶσα ὀπίσω ἡ ἁμαρτωλὸς παρὰ τοὺς πόδας ἔβρεξε τοῖς δάκρυσι τοὺς πόδας καὶ ἤλειψεν καὶ κατεφίλει». ια. Καὶ πάλιν «αὕτη τοῖς δάκρυσιν ἔβρεξεν τοὺς πόδας μου καὶ ἤλειψεν καὶ κατεφίλει». ιβ. Οὐκ εἶχεν «ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ», ἀλλὰ μόνον «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». ιγ. «Πλεόντων αὐτῶν ἀφύπνωσεν· ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ». ιδ. «Ἐγένετο δὲ ἐν τῷ ὑπάγειν αὐτούς, συνέπνιγον αὐτὸν οἱ ὄχλοι. καὶ γυνὴ ἁψαμένη αὐτοῦ ἰάθη τοῦ αἵματος· καὶ εἶπεν ὁ κύριος· τίς μου ἥψατο;» καὶ πάλιν· «ἥψατό μού τις.
PG 41:713καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ». ιε. «Ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν ἐπ’ αὐτούς». ι. «Λέγων, δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». ιζ. «Καὶ ἰδοὺ δύο ἄνδρες συνελάλουν αὐτῷ, Ἠλίας καὶ Μωυσῆς ἐν δόξῃ». ιη. «Ἐκ τῆς νεφέλης φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». ιθ. «Ἐδεήθην τῶν μαθητῶν σου». εἶχε δὲ παρὰ τό «οὐκ ἠδυνήθησαν ἐκβαλεῖν αὐτό» «καὶ πρὸς αὐτούς· ὦ γενεὰ ἄπιστος, ἕως πότε ἀνέξομαι ὑμῶν;» κ. «Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων». κα. «Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησε Δαυίδ· εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ». κβ. «Εὐχαριστῶ σοι, κύριε τοῦ οὐρανοῦ». οὐκ εἶχεν δέ «καὶ τῆς γῆς», οὔτε «πάτερ» εἶχεν. ἐλέγχεται δέ· κάτω γὰρ εἶχεν «ναί, ὁ πατήρ». κγ. Εἶπεν τῷ νομικῷ «ἐν τῷ νόμῳ τί γέγραπται;» καὶ ἀποκριθεὶς μετὰ τὴν ἀπόκρισιν τοῦ νομικοῦ εἶπεν «ὀρθῶς εἶπες. τοῦτο ποίει, καὶ ζήσῃ». κδ. Καὶ εἶπεν «τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, αἰτῶν τρεῖς ἄρτους;» καὶ λοιπόν «αἰτεῖτε καὶ δοθήσεται.
τίνα γὰρ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθὺν καὶ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ ἢ ἀντὶ ᾠοῦ σκορπίον; εἰ οὖν ὑμεῖς πονηροὶ οἴδατε δόματα ἀγαθά, πόσῳ μᾶλλον ὁ πατήρ;» κε. Παρακέκοπται τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου. εἶχεν γάρ «ἡ γενεὰ αὕτη, σημεῖον οὐ δοθήσεται αὐτῇ». οὐκ εἶχεν δὲ περὶ Νινευὴ καὶ βασιλίσσης νότου καὶ Σαλομῶνος. κ. Ἀντὶ τοῦ «παρέρχεσθε τὴν κρίσιν τοῦ θεοῦ» εἶχεν «παρέρχεσθε τὴν κλῆσιν τοῦ θεοῦ». κζ. «Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς». κη. Οὐκ εἶχεν «διὰ τοῦτο εἶπεν ἡ σοφία τοῦ θεοῦ· ἀποστέλλω εἰς αὐτοὺς προφήτας» καὶ περὶ αἵματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν προφητῶν ὅτι ἐκζητηθήσεται ἐκ τῆς γενεᾶς ταύτης. κθ. «Λέγω τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν βαλεῖν εἰς γέενναν». οὐκ εἶχεν δέ «οὐχὶ πέντε στρουθία ἀσσαρίων δύο πωλοῦνται καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ». λ. Ἀντὶ τοῦ «ὁμολογήσει ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ» «ἐνώπιον τοῦ θεοῦ» λέγει. λα. Οὐκ ἔχει τό «ὁ θεὸς ἀμφιέννυσι τὸν χόρτον». λβ.
PG 41:715«Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων», τῶν σαρκικῶν δή. λγ. «Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα προςτεθήσεται ὑμῖν». λδ. Ἀντὶ τοῦ «ὁ πατὴρ ὑμῶν» «ὁ πατήρ» εἶχεν. λε. Ἀντὶ τοῦ «δευτέρᾳ ἢ τρίτῃ φυλακῇ» εἶχεν «ἑσπερινῇ φυλακῇ». λ. «Ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». λζ. «Μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι». λη. Ἦν παρακεκομμένον ἀπὸ τοῦ «ἦλθόν τινες ἀναγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα συνέμιξε Πιλᾶτος μετὰ τῶν θυσιῶν αὐτῶν» ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δεκαοκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ, καὶ τό «ἐὰν μὴ μετανοήσητε» καὶ [τὰ ἑξῆς] ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἶπεν ὁ γεωργὸς ὅτι «σκάπτω καὶ βάλλω κόπρια καὶ ἐὰν μὴ ποιήσῃ, ἔκκοψον». λθ. «Ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἣν ἔδησεν ὁ Σατανᾶς». μ. Παρέκοψε πάλιν τό «τότε ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ»·
ἀντὶ δὲ τούτου ἐποίησεν «ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους»ἐποίησε δέ «κρατουμένους»«ἔξω», «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». μα. Παρέκοψε πάλιν τό «ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ» καὶ τό «οἱ ἔσχατοι ἔσονται πρῶτοι» καὶ τό «προσῆλθον οἱ Φαρισαῖοι λέγοντες, ἔξελθε καὶ πορεύου, ὅτι Ἡρῴδης σε θέλει ἀποκτεῖναι» καὶ τό «εἶπεν· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ» ἕως ὅπου εἶπεν «οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ» καὶ τό «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους» καὶ τό «πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὄρνις τὰ τέκνα σου» καὶ τό «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» καὶ τό «οὐ μὴ ἴδητέ με, ἕως οὗ εἴπητε· εὐλογημένος». μβ. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβολὴν τῶν δύο υἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων καὶ ἀσώτως δαπανήσαντος καὶ τοῦ ἄλλου. μγ. «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου καὶ πᾶς εἰς αὐτὴν βιάζεται». μδ. Περὶ τοῦ πλουσίου καὶ Λαζάρου τοῦ πτωχοῦ, ὅτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. με.
«Νῦν δὲ ὅδε παρακαλεῖται» ὁ αὐτὸς Λάζαρος. μ. Εἶπεν Ἀβραάμ «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν, ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἐκ νεκρῶν ἀκούσουσιν». μζ. Παρέκοψε τό «λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». μη. Ὅτε συνήντησαν οἱ δέκα λεπροί. ἀπέκοψε δὲ πολλὰ καὶ ἐποίησεν «ἀπέστειλεν αὐτοὺς λέγων, δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι» καὶ ἄλλα ἀντὶ ἄλλων ἐποίησε, λέγων ὅτι «πολλοὶ λεπροὶ ἦσαν ἐν ἡμέραις Ἐλισσαίου τοῦ προφήτου καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος». μθ. «Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε ἰδεῖν μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου». ν. «Εἶπέ τις πρὸς αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δέ· μή με λέγε ἀγαθόν. εἷς ἐστιν ἀγαθὸς ὁ θεός»· προσέθετο ἐκεῖνος «ὁ πατήρ» καὶ ἀντὶ τοῦ «τὰς ἐντολὰς οἶδας» λέγει «τὰς ἐντολὰς οἶδα». να. «Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Ἱεριχὼ τυφλὸς ἐβόα· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. καὶ ὅτε ἰάθη, φησίν· ἡ πίστις σου σέσωκέν σε». νβ. Παρέκοψε τό «παραλαβὼν τοὺς δώδεκα ἔλεγεν·
PG 41:717ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται»· ὅλα ταῦτα παρέκοψε. νγ. Παρέκοψεν τὸ κεφάλαιον τὸ περὶ τῆς ὄνου καὶ Βηθφαγὴ καὶ τὸ περὶ τῆς πόλεως καὶ τοῦ ἱεροῦ, ὅτι γεγραμμένον ἦν «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, καὶ ποιεῖτε αὐτὸν σπήλαιον λῃστῶν». νδ. «Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν». νε. Πάλιν ἀπέκοψε τὰ περὶ τοῦ ἀμπελῶνος τοῦ ἐκδεδομένου γεωργοῖς καὶ τό «τί οὖν ἐστι τό· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;» ν. Ἀπέκοψε τό «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ Μωυσῆς ἐμήνυσε ἐπὶ τῆς βάτου, καθὼς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». νζ. Οὐκ εἶχε ταῦτα «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωυσῆς ἐμήνυσε λέγων θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ θεὸν ζώντων». νη. Πάλιν παρέκοψε τό «θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται». νθ.
Πάλιν παρέκοψε ταῦτα «τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη» καὶ τὰ ἑξῆς, διὰ τὰ ἐπιφερόμενα ἐν τῷ ῥητῷ «ἕως πληρωθῇ πάντα τὰ γεγραμμένα». ξ. «Συνελάλησε τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς». ξα. «Καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς· ἀπελθόντες ἑτοιμάσατε ἵνα φάγωμεν τὸ Πάσχα». ξβ. «Καὶ ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ καὶ εἶπεν· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν». ξγ. Παρέκοψε τό «λέγω γὰρ ὑμῖν, οὐ μὴ φάγω αὐτὸ ἀπάρτι, ἕως ἂν πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ». ξδ. Παρέκοψε τό «ὅτε ἀπέστειλα ὑμᾶς, μή τινος ὑστερήσατε;» καὶ τὰ ἑξῆς, διὰ τό «καὶ τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι, τό· καὶ μετὰ ἀνόμων συνελογίσθη». ξε. «Ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ θεὶς τὰ γόνατα προσηύχετο». ξ. «Καὶ ἤγγισε καταφιλῆσαι αὐτὸν Ἰούδας καὶ εἶπεν». ξζ. Παρέκοψεν ὃ ἐποίησε Πέτρος, ὅτε ἐπάταξε καὶ ἀφείλετο τὸ οὖς τοῦ δούλου τοῦ ἀρχιερέως. ξη. «Οἱ συνέχοντες ἐνέπαιζον δέροντες καὶ τύπτοντες καὶ λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε;» ξθ.
PG 41:719Προσέθετο μετὰ τό «τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος» «καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας». ο. Προσθήκη μετὰ τό «κελεύοντα φόρους μὴ δοῦναι» «καὶ ἀποστρέφοντα τὰς γυναῖκας καὶ τὰ τέκνα». οα. «Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Κρανίου τόπος ἐσταύρωσαν αὐτὸν καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ καὶ ἐσκοτίσθη ὁ ἥλιος». οβ. Παρέκοψε τό «σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». ογ. «Καὶ φωνήσας φωνῇ μεγάλῃ ἐξέπνευσεν». οδ. «Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, καθελὼν τὸ σῶμα ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ». οε. «Καὶ ὑποστρέψασαι αἱ γυναῖκες ἡσύχασαν τὸ σάββατον κατὰ τὸν νόμον». ο. «Εἶπαν οἱ ἐν ἐσθῆτι λαμπρᾷ· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἠγέρθη, μνήσθητε ὅσα ἐλάλησεν ἔτι ὢν μεθ’ ὑμῶν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παθεῖν καὶ παραδοθῆναι». οζ. Παρέκοψε τὸ εἰρημένον πρὸς Κλεόπαν καὶ τὸν ἄλλον, ὅτε συνήντησεν αὐτοῖς, τό «ὦ ἀνόητοι καὶ βραδεῖς τοῦ πιστεύειν πᾶσιν, οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν;» καὶ ἀντὶ δὲ τοῦ «ἐφ’ οἷς ἐλάλησαν οἱ προφῆται» ἐποίησεν «ἐφ’ οἷς ἐλάλησα ὑμῖν».
ἐλέγχεται δὲ ὅτι «ὅτε ἔκλασε τὸν ἄρτον, ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν». οη. «Τί τεταραγμένοι ἐστέ; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι πνεῦμα ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». Ἔτι δὲ καὶ ταῦτα συνάπτομεν κατὰ τοῦ προειρημένου αἱρεσιάρχου ταύτῃ τῇ [παρ’] ἡμῶν κατ’ αὐτοῦ πεπραγματευμένῃ σχέσει, ἅτινα παρ’ αὐτῷ πάλιν ἐφεύρομεν, ὡς ἐν ἐθελοδοκήσει τῶν τοῦ ἀποστόλου Παύλου ἐπιστολῶν, οὐχ ὅλων ἀλλ’ ἐνίων [ὧν ἐν τῷ τέλει τῆς πάσης πραγματείας αἱ ὀνομασίαι ὑφ’ ἡμῶν ἐνετάχθησαν, ὡς παρ’ αὐτῷ τὸ ἀποστολικὸν ἐμφέρεται] καὶ αὐτῶν δὲ ἠκρωτηριασμένων συνήθως τῇ αὐτοῦ ῥᾳδιουργίᾳ, , ὡς καὶ ἐν τῷ προταχθέντι ὀνόματι εὐαγγελίῳ λείψανα μὲν τοῦ ἀληθινοῦ εὐαγγελίου , εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ὅμως δὲ τὰ πάντα δεινῶς μηχανευσάμενος ἐνόθευσεν.

Of the Epistle to the Romans, the 4th in his [collection], in ours...Τῆς πρὸς Ῥωμαίους, παρ’ αὐτῷ δ, ἐν δὲ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῆς πρὸς Ῥωμαίους, παρ’ αὐτῷ δ, ἐν δὲ τῷ ἀποστολικῷ α. α [κη]. «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται». β [κθ]. «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς·
PG 41:721ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν». γ [λ]. «Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ». δ [λα]. «Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν». ε [λβ]. «Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή». 2 [λγ]. «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν». ζ [λδ]. «Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι». η [λε]. «Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκε».

1 Thessalonians, 5 with him, with us...Πρὸς Θεσσαλονικεῖς α, παρ’ αὐτῷ ε, παρ’ ἡμῖν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Πρὸς Θεσσαλονικεῖς α, [παρ’ αὐτῷ ε], παρ’ ἡμῖν δὲ η. Πρὸς Θεσσαλονικεῖς β, [παρ’ αὐτῷ ], παρ’ ἡμῖν δὲ θ.

Of the Epistle to the Ephesians, the 7th in his [collection], the 10th in ours...Τῆς πρὸς Ἐφεσίους, παρ’ αὐτῷ ζ, παρ’ ἡμῖν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῆς πρὸς Ἐφεσίους, [παρ’ αὐτῷ] ζ, παρ’ ἡμῖν δὲ ε. α [λ]. «Μνημονεύοντες ὑμεῖς ποτε τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν» καὶ τὰ ἑξῆς. β [λζ]. «Διὸ λέγει·
ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ νεκρῶν [καὶ] ἐπιφαύσει σοὶ ὁ Χριστός». γ [λη]. «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν» παρὰ τό «τῇ γυναικί». [

Of the Epistle to the Colossians, the 8th in his [collection], the 12th in ours...Τῆς πρὸς Κολασσαεῖς, παρ’ αὐτῷ η, παρ’ ἡμῖν…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῆς] πρὸς Κολασσαεῖς, [παρ’ αὐτῷ] η, παρ’ ἡμῖν δὲ ζ. α [λθ]. «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας καὶ σαββάτων, ὅ ἐστι σκιὰ τῶν μελλόντων».

To Philemon, 9 with him, with us...Πρὸς Φιλήμονα, παρ’ αὐτῷ θ, παρ’ ἡμῖν δὲ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Πρὸς Φιλήμονα, [παρ’ αὐτῷ] θ, παρ’ ἡμῖν δὲ ιγ ἢ καὶ ιδ. Πρὸς Φιλιππησίους, [παρ’ αὐτῷ] ι, παρ’ ἡμῖν δὲ 2. [

Of the Epistle to the Laodiceans, the 11th in his [collection]Τῆς πρὸς Λαοδικεῖς παρ’ αὐτῷ ια

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῆς] πρὸς Λαοδικεῖς [παρ’ αὐτῷ] ια. α [μ]. «Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν».

From the Letter to the Galatians, in his 1, in...Ἀπὸ τῆς πρὸς Γαλάτας, παρ’ αὐτῷ α, παρ’…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀπὸ τῆς πρὸς Γαλάτας, [παρ’ αὐτῷ] α, παρ’ ἡμῖν δὲ δ. α. «Μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. ὅσοι γὰρ ὑπὸ νόμον, ὑπὸ κατάραν εἰσίν· ὁ δὲ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς». β. «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου». «ὁ δὲ ἐκ τῆς ἐπαγγελίας, διὰ τῆς ἐλευθέρας». γ. «Μαρτύρομαι δὲ πάλιν ὅτι ἄνθρωπος περιτετμημένος ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι».
PG 41:723[δ.] Ἀντὶ τοῦ «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ» ἐποίησε «δολοῖ». [ε.] «Ὁ γὰρ πᾶς νόμος ὑμῖν πεπλήρωται· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». [.] «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία ἀκαθαρσία ἀσέλγεια εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις ζῆλοι θυμοὶ ἐριθεῖαι διχοστασίαι αἱρέσεις φθόνοι μέθαι κῶμοι, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». ζ. «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». η. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν». [

Of the 1st Epistle to the Corinthians, the 5th in Marcion...Τῆς πρὸς Κορινθίους α, παρ’ αὐτῷ δὲ Μαρκίωνι…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῆς] πρὸς Κορινθίους α, παρ’ αὐτῷ δὲ Μαρκίωνι β καὶ παρ’ ἡμῖν β. α [θ]. «Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». β [ι]. «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω». γ [ια]. «Τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». δ [ιβ]. «Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι». ε [ιγ]. «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός». 2 [ιδ].
«Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν». ζ [ιε]. Μετηλλαγμένως· ἀντὶ γὰρ τοῦ «ἐν τῷ νόμῳ» λέγει «ἐν τῷ Μωυσέως νόμῳ». λέγει δὲ πρὸ τούτου· «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει;». η [ι]. «Μὴ τῶν βοῶν μέλει τῷ θεῷ;» θ [ιζ]. «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔφαγον βρῶμα καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε. ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν», ἕως ὅπου λέγει «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν» καὶ τὰ ἑξῆς. ι [ιη]. «Τί οὖν φημι; ὅτι ἱερόθυτον τί ἐστιν ἢ εἰδωλόθυτον τί ἐστιν; ἀλλ’ ὅτι ἃ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ». προσέθετο δὲ ὁ Μαρκίων τὸ ἱερόθυτον. ια [ιθ].
PG 41:725«Ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». ιβ [κ]. «Ἀλλὰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα». ιγ [κα]. Πεπλανημένως ὁ Μαρκίων [μετὰ τό] «ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοί̈ μου λαλῆσαι» προσέθετο «διὰ τὸν νόμον». ιδ [κβ]. «Ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω πρὸς τὸν λαὸν τοῦτον». ιε [κγ]. «Αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν· ἀλλ’ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει». ι [κδ]. Περὶ ἀναστάσεως νεκρῶν· «γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν». καὶ ὅτι «εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον» καὶ τὰ ἑξῆς. «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε», «ὅτι Χριστὸς ἀπέθανε καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ». «ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος».

Of the 2nd Epistle to the Corinthians, and in his [collection]...Τῆς πρὸς Κορινθίους β, παρ’ αὐτῷ δὲ καὶ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῆς πρὸς Κορινθίους β, παρ’ αὐτῷ δὲ καὶ παρ’ ἡμῖν γ. α [κε]. «Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι’ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ». β [κ].
«Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ, ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψει». γ [κζ]. «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». ἐξέκοψεν δὲ τό «κατὰ τὸ γεγραμμένον». Αὕτη ἡ νενοθευμένη τοῦ Μαρκίωνος σύνταξις, ἔχουσα μὲν χαρακτῆρα καὶ τύπον τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, καὶ Παύλου τοῦ ἀποστόλου οὐχ ὅλον, οὐ πασῶν τῶν αὐτοῦ ἐπιστολῶν, ἀλλὰ μόνον τῆς πρὸς Ῥωμαίους καὶ τῆς πρὸς Ἐφεσίους καὶ [τῆς] πρὸς Κολαςσαεῖς καὶ τῆς πρὸς Λαοδικεῖς καὶ [ἀπὸ] τῆς πρὸς Γαλάτας καὶ τῆς πρὸς Κορινθίους πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Θεσσαλονικεῖς πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Φιλήμονα καὶ [τῆς] πρὸς Φιλιππησίους· καὶ τῆς πρὸς Τιμόθεον πρώτης καὶ δευτέρας καὶ [τῆς] πρὸς Τίτον καὶ τῆς πρὸς Ἑβραίους τῶν ἐμφερομένων παρ’ αὐτῷ, ὡς οὐ πληρεστάτων οὐσῶν, ἀλλὰ ὡς ἐν παραχαράξει.
πανταχόθεν δὲ τὴν αὐτὴν σύνταξιν ἐρρᾳδιουργημένην καὶ ἔν τισι λέξεσιν ἐπιποιήτως προσθήκην ἔχουσαν, οὐκ εἰς ὠφέλειαν, ἀλλὰ εἰς ἥσσονας καὶ ἐπιβλαβεῖς ξενολεξίας κατὰ τῆς ὑγιοῦς πίστεως ἐκ τοῦ αὐτοῦ ἐμβεβροντημένου νοῦ βοσκήματος. Ταῦτα δὲ ἡμῖν πεπόνηται καὶ πεπολυπραγμόνηται ἐκ τῆς παρ’ αὐτῷ προλελεγμένης γραφῆς, ἀποστόλου τε καὶ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, [ὅπως] εἰδέναι ἔχοιεν πάντες οἱ πειρώμενοι ἀντιλέγειν τῇ αὐτοῦ πλάνῃ, ὅτι τὰ μὲν παρηλλαγμένα ῥήματα κατὰ ῥᾳδιουργίαν ἐντέτακται, ὅσα δὲ οὐκ ἐμφέρεται ἐν τοῖς οἰκείοις τόποις συληθέντα ὑπάρχει ὑπὸ τῆς αὐτοῦ τόλμης· ταῦτα γὰρ ἐδόκει ὁ κτηνώδης μόνα ἐναντία εἶναι [ἀντιλέγειν] τῇ αὐτοῦ ἐπιπλάστῳ διανοίᾳ. Ἔστιν δὲ τρίτον ἡμῶν τῆς φιλοκαλίας τὸ συναγαγεῖν ὅσα παρ’ αὐτῷ τε καὶ παρ’ ἡμῖν ηὕρηται συνᾴδοντα καὶ ἔχοντα ἔμφασιν ἐνσάρκου παρουσίας τῆς τοῦ σωτῆρος καὶ μαρτυρίας συμφωνίας τῆς καινῆς πρὸς παλαιὰν διαθήκην καὶ ὁμολογίας τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ ὁμολογοῦντος τὸν θεὸν ποιητὴν οὐρανοῦ τε καὶ γῆς, αὐτόν τε λαλήσαντα ἐν νόμῳ καὶ ἐν προφήταις, ἴδιον δὲ τοῦτον εἶναι πατέρα αὐτοῦ.
PG 41:727καὶ αὕτη μὲν τῆς προειρημένης ἡμῶν ὑποθέσεως ἡ σχολιοποιηθεῖσα σύντομος ὑπομνηματικὴ ἐξ ἀντιγράφων τοῦ Μαρκίωνος σύνταξις πρὸς ἔπος ὡς ἐδάφιον ἡμῖν γεγραμμένη. ἵνα δὲ μὴ τὰ ἐν αὐτῇ δυσνόητα παρά τισι σκοτεινῶς ἀγνοούμενα ἐμφέρηται, αὖθις πάλιν τοὺς ἀριθμοὺς τῶν ἐπιγραφῶν, πρώτου φημὶ καὶ δευτέρου καὶ τρίτου κεφαλαίου, καθ’ εἱρμὸν ἐπιλύσω, δι’ ἣν αἰτίαν ἑκάστη λέξις ἀνελέχθη καὶ ἐνταῦθα μετεβλήθη. ἄρξομαι δὲ τοῦ λέγειν οὕτως·

Commentary 1 from the Gospel according to himΣχόλιον α ἀπὸ τοῦ εὐαγγελίου τοῦ παρ’ αὐτῷ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Σχόλιον [α] ἀπὸ τοῦ εὐαγγελίου τοῦ παρ’ αὐτῷ τῷ Μαρκίωνι. [α.] «Ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· «ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν» ἀνθ’ οὗ εἶπεν ὁ σωτήρ «εἰς μαρτύριον αὐτοῖς». Ἔλεγχος α. Πῶς ἠδύνατο ὁ κύριος ὁ κατὰ τοῦ νόμου καὶ κατὰ τοῦ θεοῦ τοῦ νόμου ἔχων τὴν αὐτοῦ διδασκαλίαν, ὡς σὺ φῄς, λέγειν τοῖς ὑπ’ αὐτοῦ θεραπευομένοις, φημὶ δὲ τῷ λεπρῷ· «ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ»; «ἱερεῖ» γὰρ λέγων οὐκ ἀθετεῖ τὴν τοῦ νόμου ἱερωσύνην· «καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου» κἄν τε ἀποκόψῃς «τὸ δῶρον», φανήσεται ἐκ τοῦ προσένεγκε ὅτι περὶ δώρου λέγει·
«περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· εἰ γὰρ τοῦ Μωυσέως τὸ πρόσταγμα συμβουλεύει γενέσθαι, οὐκ ἀθετεῖ οὐδὲ βλαςφημεῖ τὸν θεὸν τοῦ νόμου, ἀλλὰ ὁμολογεῖ καὶ ἑαυτὸν καὶ τὸν αὐτοῦ πατέρα θεὸν τὸν νόμον τῷ Μωυσῇ δεδωκέναι. διέστρεψας δὲ τὸ ῥητόν, ὦ Μαρκίων, ἀντὶ τοῦ εἰπεῖν «εἰς μαρτύριον αὐτοῖς» «μαρτύριον» λέγων «ὑμῖν». καὶ τοῦτο σαφῶς ἐψεύσω κατὰ τῆς σαυτοῦ κεφαλῆς. εἰ γὰρ μαρτύριον ὑμῖν ἔλεγεν, ἐμμάρτυρον αὐτὸν ἐποίει ὅτι «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι». Σχόλιον β. «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς». Ἔλεγχος β. Εἰ οὖν υἱὸν ἀνθρώπου ἑαυτὸν καλεῖ, οὐκ ἀρνεῖται τὴν ἐνανθρώπησιν ὁ μονογενὴς καὶ μάτην παρὰ σοὶ ᾄδεται τὸ δοκήσει πεφηνέναι. καὶ εἰ ἔχει ἐξουσίαν ἐπὶ τῆς γῆς, οὐκ ἀλλοτρία ἡ γῆ τῶν αὐτοῦ ποιημάτων καὶ τοῦ αὐτοῦ πατρός. Σχόλιον γ. «Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου». Ἔλεγχος γ.
PG 41:729Δύο εὐθὺς ἐν ταὐτῷ, καὶ υἱὸν ἀνθρώπου καὶ κύριον σαββάτου ἑαυτὸν ὁ σωτὴρ ὁμολογεῖ διδάσκων, ἵνα μὴ τὸ σάββατον ἀλλότριον τῆς αὐτοῦ ποιήσεως νομίζηται, κἄν τε [τὸ] ἔσχατον υἱὸς ἀνθρώπου ἀπὸ τῆς ἐνσάρκου παρουσίας κληθῇ. Σχόλιον δ. «Ἰούδαν Ἰσκαριώτην, ὃς ἐγένετο προδότης». ἀντὶ δὲ τοῦ «κατέβη μετ’ αὐτῶν» ἔχει «κατέβη ἐν αὐτοῖς». Ἔλεγχος δ. Ἰούδας Ἰσκαριώτης, «ὃς ἐγένετο προδότης». τίνος, λέγε. πάντως τοῦ συλληφθέντος, ναὶ μὴν καὶ ἐσταυρωμένου καὶ πολλὰ πεπονθότος. πῶς οὖν συλληφθεὶς σταυροῦται ὁ μὴ ὑπὸ ἁφὴν ὑποπίπτων κατὰ τὸν σὸν λόγον, ὦ Μαρκίων; δόκησιν γὰρ εἶναι λέγεις. ἐλεγχθήσεται δὲ ἡ ὑπόνοιά σου ἀπὸ τοῦ γεγράφθαι Ἰούδαν προδότην. προέδωκε γὰρ καὶ παρέδωκεν εἰς χεῖρας ἀνθρώπων τὸν ἑαυτοῦ δεσπότην. οὐδὲν δέ σε ὤνησε τὸ «κατέβη ἐν αὐτοῖς» λέγειν ἀντὶ τοῦ «μετ’ αὐτῶν». οὐ γὰρ δύνασαι φαντασίαν ὁρίζειν τὸν παρὰ σοὶ καὶ ἀκοντὶ ὕστερον ὑπὸ ἁφὴν πίπτοντα δεικνύμενον. Σχόλιον ε. «Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ. καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ» καὶ τὰ ἑξῆς. Ἔλεγχος ε. Πῶς πάλιν ὁ ὄχλος ἠδύνατο ἅψασθαι τοῦ ἁφὴν μὴ ἔχοντος;
ποίους δὲ ὀφθαλμοὺς ἐπῆρεν εἰς οὐρανοὺς ὁ ἐκ σαρκὸς μὴ ἡρμοσμένος; ἀλλ’ ἵνα δείξῃ ὅτι μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, ἔχων τὰ ἀμφότερα, ἐξ ἀνθρώπων μὲν τὴν σάρκα, ἐκ δὲ θεοῦ πατρὸς τὴν ἀόρατον οὐσίαν. Σχόλιον 2. «Κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς προφήταις οἱ πατέρες ὑμῶν». Ἔλεγχος 2. Εἰ προφητῶν μέμνηται, οὐκ ἀρνεῖται προφήτας· εἰ ἐκδικεῖ τὸν τῶν προφητῶν φόνον καὶ ὀνειδίζει τοὺς πεφονευκότας τε καὶ διώξαντας, οὐκ ἀλλότριος προφητῶν τυγχάνει, ἀλλὰ θεὸς αὐτῶν ὑπάρχει, ὁ τὴν σύστασιν αὐτῶν ποιούμενος. Σχόλιον ζ. «Λέγω δὲ ὑμῖν, τοσαύτην πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ ηὗρον». Ἔλεγχος ζ. Εἰ οὐδὲ ἐν τῷ Ἰσραὴλ τοιαύτην πίστιν εὗρεν ὡς ἐν τῷ ἀπὸ ἐθνῶν ἐλθόντι ἑκατοντάρχῃ, ἄρα οὐ ψέγει τὴν τοῦ Ἰσραὴλ πίστιν. εἰ γὰρ ἀλλοτρίου θεοῦ ὑπῆρχεν καὶ οὐκ αὐτοῦ [καὶ] τοῦ αὐτοῦ πατρός, οὐκ ἂν ταύτης ἐποιεῖτο τὸν ἔπαινον. Σχόλιον η. Παρηλλαγμένον τὸ «μακάριος ὃς οὐ μὴ σκανδαλισθῇ ἐν ἐμοί»· εἶχε γὰρ ὡς πρὸς Ἰωάννην. Ἔλεγχος η.
PG 41:731Κἄν τε πρὸς Ἰωάννην ἔχοι, κἄν τε πρὸς αὐτὸν τὸν σωτῆρα, μαχαρίζει τοὺς μὴ σκανδαλιζομένους, ἤτοι ἐν αὐτῷ ἤτοι ἐν Ἰωάννῃ, ἵνα μὴ ἃ μὴ ἀκούωσι παρ’ αὐτοῦ ἑαυτοῖς πλάσσωνται. ἔχει δὲ μείζονα θεωρίαν, δι’ ἣν φύσει εἴρηκεν ὁ σωτήρ· ἵνα μή τις τὸν μείζονα ἐν γεννητοῖς γυναικῶν ὑπ’ αὐτοῦ ταχθέντα Ἰωάννην, καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα νομίσῃ διὰ τὸ καὶ αὐτὸν ἐκ γυναικὸς γεγεννῆσθαι, ἀσφαλίζεται καὶ λέγει τό «καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί». ὅθεν λέγει «ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ μείζων αὐτοῦ ἐστιν». ἦν γὰρ ὁ σωτὴρ τῷ χρόνῳ κατὰ τὴν ἀπὸ σαρκὸς γέννησιν μικρότερος αὐτοῦ ἑξαμηνιαίῳ χρόνῳ, μείζων δὲ ἐν τῇ βασιλείᾳ, δῆλον ὡς θεὸς αὐτοῦ. οὐδὲν γὰρ ἦλθεν ὁ μονογενὴς ἐν κρυφῇ λαλῆσαι ἢ καταψεύσασθαί τι τοῦ ἰδίου κηρύγματος. φάσκει γὰρ ὅτι «οὐκ ἐν κρυφῇ λελάληκα, ἀλλὰ μετὰ παρρησίας». ἀλήθεια γάρ ἐστιν, ὡς λέγει «ἐγὼ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια». οὐδὲ τοίνυν ἡ ὁδὸς πλάνην ἔχει οὔτε ἡ ἀλήθεια κρύπτουσα ἑαυτὴν λαλεῖ τὸ ψεῦδος. Σχόλιον θ. «Αὐτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου». Ἔλεγχος θ.
Εἰ ἐπιγινώσκει ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τὸν Ἰωάννην καὶ προγινώσκει, προγινώσκων δὲ ὑποδείκνυσι τοῖς βουλομένοις εἰδέναι τὴν ἀλήθειαν ὅτι οὗτός ἐστι περὶ οὗ γέγραπται «ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», ἄρα ὁ γράψας καὶ εἰπών «ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», ὁ θεὸς ὁ αἰώνιος, ὁ ἐν τοῖς προφήταις λαλήσας καὶ ἐν νόμῳ, οὐκ ἀλλότριος ἦν τοῦ ἰδίου υἱοῦ Ἰησοῦ Χριστοῦ. ἀποστέλλει γὰρ αὐτοῦ τὸν ἄγγελον πρὸ προσώπου αὐτοῦ, πρὸ προσώπου υἱοῦ ἐκ πατρὸς τιμωμένου. οὐ γὰρ ἀπέστελλε τὸν αὐτοῦ ἄγγελον ἀλλοτρίῳ ἐξυπηρετησόμενον, ᾧπερ καὶ ἀντίθετος ἦν [αὐτῷ] κατὰ τὸν σοῦ, ὦ Μαρκίων, λόγον. Σχόλιον ι. «Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. ἡ δὲ γυνὴ στᾶσα ὀπίσω ἡ ἁμαρτωλὸς παρὰ τοὺς πόδας ἔβρεξε τοῖς δάκρυσι τοὺς πόδας, καὶ ἤλειψεν καὶ κατεφίλει». Ἔλεγχος ι. Τό «εἰσελθών» σῶμα δείκνυσιν· οἶκον γὰρ δείκνυσι καὶ μέτρον σώματος. καὶ τὸ κατακλιθῆναι οὐδενός ἐστιν ἀλλ’ ἢ σῶμα [ἔχοντος] ὀγκηρὸν τὸ κατακείμενον· καὶ τὸ τὴν γυναῖκα βρέξαι τοῖς δάκρυσι τοὺς πόδας οὐ φαντασίας πόδας, οὐδὲ δοκήσεως·
PG 41:733ἤλειψε γὰρ καὶ ἔβρεξε καὶ κατεφίλει, τῆς ἁφῆς τοῦ σώματος αἰσθανομένη. Σχόλιον ια. Καὶ πάλιν· «αὕτη τοῖς δάκρυσιν ἔβρεξε τοὺς πόδας μου καὶ ἤλειψε καὶ κατεφίλει». Ἔλεγχος ια. Ἵνα μὴ νομίσῃς, ὦ Μαρκίων, μόνον νομίζεσθαι παρὰ ἀνθρώποις τὴν ἁμαρτωλὸν γυναῖκα τοὺς πόδας τοῦ σωτῆρος βρέξαι τε καὶ ἀλεῖψαι καὶ καταπεφιληκέναι, αὐτὸς ὁ σωτὴρ ἐπιβεβαιοῖ, οὐ κατὰ δόκησιν ταῦτα γεγενῆσθαι διδάσκων, ἀλλὰ ἐξ ἀληθείας, πρὸς ἔλεγχον τοῦ Φαρισαίου καὶ σοῦ τοῦ Μαρκίωνος καὶ τῶν κατὰ σέ, διισχυριζόμενος καὶ λέγων «αὕτη τοὺς πόδας μου ἤλειψε καὶ κατεφίλει». πόδας δὲ ποίους ἀλλὰ τοὺς ἐκ σαρκὸς καὶ ὀστέων καὶ τῶν ἄλλων ὑπάρχοντας; Σχόλιον ιβ. Οὐκ εἶχεν «ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ», ἀλλὰ μόνον «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». Ἔλεγχος ιβ. Κἄν τε ἀνωτέρω παρακόψῃς, ὦ Μαρκίων, τὸ ῥητὸν τοῦ εὐαγγελίου, ἵνα ποιήσῃς τὸν εὐαγγελιστὴν μὴ συντιθέμενον τῇ ὑπό τινων ῥηθείσῃ λέξει ὅτι «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου», οὐ δύνασαι ὑπερβαίνειν τὴν ἀλήθειαν. διὰ τί γὰρ μὴ πολλὰς ἐκάλεσε μητέρας; διὰ τί μὴ πολλὰς εἶπε πατρίδας; πόσοι πόσα λέγουσι περὶ Ὁμήρου;
ἄλλοι μὲν Αἰγύπτιον φάσκοντες, ἄλλοι δὲ Χῖον, ἄλλοι Κολοφώνιον, ἄλλοι Φρύγα, ἄλλοι Σμυρναῖον, Μέλητος καὶ Κριθηί̈δος· Ἀθηναῖον δὲ αὐτὸν οἱ περὶ Ἀρίσταρχον ἀπεφήναντο· ἄλλοι δὲ Λυδὸν Μαίονος, ἄλλοι δὲ Κύπριον Προποδιάδος περιοικίδος τῆς Σαλαμινίων περιμέτρου, καίτοι γε ἄνθρωπον. διὰ δὲ τὸ ἐν πολλαῖς πατρίσι γεγενῆσθαι πολλοὺς εἰς διάφορον ὑφήγησιν ἐλήλακεν. ὧδε δὲ περὶ θεοῦ λέγοντες καὶ Χριστοῦ οὐ πολλὰς ὑπέλαβον μητέρας, ἀλλὰ τὴν μίαν τὴν ὄντως αὐτὸν γεγεννηκυῖαν, καὶ οὐ πολλοὺς ἀδελφούς, ἀλλὰ τοὺς υἱοὺς Ἰωσὴφ ἐκ τῆς ὄντως αὐτοῦ ἄλλης γυναικός· καὶ οὐ δύνασαι κατὰ τῆς ἀληθείας ὁπλίζεσθαι. καὶ μή σε πλανάτω ὁ λόγος, ὃν εἶπεν ὁ κύριος «τίς μου ἡ μήτηρ καὶ οἱ ἀδελφοί;» οὐ γὰρ ἀρνούμενος τὴν μητέρα ταῦτ’ ἔφη, ἀλλὰ τὸ ἄκαιρον ἀνατρέπων τοῦ εἰπόντος, τοσούτου ὄχλου περιεστῶτος καὶ τῆς αὐτοῦ σωτηριώδους διδασκαλίας προχεομένης καὶ αὐτοῦ ἐπὶ τὰς ἰάσεις καὶ τὸ κήρυγμα ἀσχολουμένου· ἀπασχόλησις γὰρ ἐδόκει εἶναι τὸ τὸν εἰπόντα ἐκκόψαι αὐτὸν διὰ τοῦ εἰπεῖν «ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου».
PG 41:735καὶ εἰ μὴ ὅτι διὰ χαρᾶς ἔσχεν [οὐχ ὡς ἀγνοῶν ὅτι ἥκασι πρὸ τοῦ ἀκηκοέναι, ἀλλὰ προγινώσκων ὅτι ἔξω ἑστήκασιν], ἐπεὶ ἂν μετ’ ἐπιτιμίας τὴν ἄκαιρον τοῦ εἰπόντος φωνὴν ἀνέτρεψεν, ὡς καὶ τῷ Πέτρῳ ποτὲ ἔφη «ἀπόστα ἀπ’ ἐμοῦ, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων». Σχόλιον ιγ. «Πλεόντων αὐτῶν ἀφύπνωσεν· ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ». Ἔλεγχος ιγ. Τίς ὕπνωσεν, λέγε. περὶ τῆς θεότητος οὐ τολμήσεις λέγειν· εἰ δὲ κἂν εἴποις, κατὰ τῆς σαυτοῦ κεφαλῆς, θεήλατε, βλασφημήσεις. παντὶ δέ τῳ δῆλόν ἐστιν ὅτι ὁ ἐν ἀληθείᾳ ἐνανθρωπήσας ὕπνου χρῄζων διὰ τὸ σωματικὸν ὕπνωσεν. οἱ γὰρ αὐτὸν διυπνίσαντες οὐ δόκησιν εἶδον, ἀλλὰ ἐνανθρώπησιν ἀληθινήν. ἀμέλει χερσὶ κινοῦντες καὶ φωνήσαντες μαρτυροῦσιν ὅτι ἤγειραν. «ἀναστὰς γάρ», φησίν, ὁ κοιμηθεὶς θεὸς σαρκοφόρος, ὁ ἀπ’ οὐρανοῦ κατελθὼν καὶ σάρκα δι’ ἡμᾶς ἀμφιασάμενος, «ἠγέρθη» μὲν ὡς ἄνθρωπος, «ἐπετίμησε» δὲ ὡς θεὸς τῇ θαλάσσῃ καὶ ἐποίησεν [γαλήνην]. Σχόλιον ιδ. «Ἐγένετο δὲ ἐν τῷ ὑπάγειν αὐτούς, συνέπνιγον αὐτὸν οἱ ὄχλοι. καὶ γυνὴ ἁψαμένη αὐτοῦ ἰάθη τοῦ αἵματος.
καὶ εἶπεν ὁ κύριος, τίς μου ἥψατο;» καὶ πάλιν «ἥψατό μού τις. καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ». Ἔλεγχος ιδ. «Ἐν τῷ ὑπάγειν αὐτούς», καὶ οὐκ εἶπεν «ἐν τῷ ὑπάγειν αὐτόν», ἵνα μὴ ἑτέρως αὐτὸν σχηματίσῃ παρὰ τὴν τῶν ὁδοιπορούντων ἀκολουθίαν. τὸ δέ «συνέπνιγον αὐτὸν οἱ ὄχλοι», πνεῦμα οὐκ ἠδύναντο συμπνίγειν οἱ ὄχλοι. γυνὴ δὲ ἁψαμένη καὶ ἰαθεῖσα οὐκ ἀέρος ἥψατο, ἀλλὰ ἁφῆς ἀνθρωπείας. ἵνα γὰρ δείξῃ ὅτι οὐχὶ δοκήσει μόνον ἡ ἁφὴ τοῦ σώματος αὐτοῦ ὑπὸ τῆς γυναικὸς γεγένηται, διδάσκει λέγων «τίς μου ἥψατο; καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ». Σχόλιον ιε. «Ἀναβλέψας εἰς τοὺς οὐρανοὺς ηὐλόγησεν ἐπ’ αὐτούς». Ἔλεγχος ιε. Εἰ ἀνέβλεψεν εἰς οὐρανοὺς καὶ ηὐλόγησεν ἐπ’ αὐτούς, οὐ δοκήσει εἶχε τῶν τε ὀφθαλμῶν καὶ τῶν ἄλλων μελῶν τὰ σχήματα. Σχόλιον ι. «Λέγων, δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». Ἔλεγχος ι.
Εἰ υἱὸν ἀνθρώπου καὶ παθεῖν καὶ ἀποκτανθῆναι ἑαυτὸν ὁμολογεῖ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, κατὰ σοῦ ἀξίνη ἐστὶν αὕτη ἐκτέμνουσά σου πᾶσαν τὴν ῥίζαν, ὦ ἐξ ἀκανθῶν γεγεννημένε Μαρκίων καὶ νεφέλη ἄνυδρε, δένδρον τε ἄκαρπον καὶ φθινοπωρινόν. καὶ γάρ φησι πάλιν «καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». τί δὲ τὸ ἐγερθέν, ἀλλὰ αὐτὸ τὸ πεπονθὸς καὶ ταφὲν ἐν τῷ μνημείῳ; δόκησις δὲ ἢ ἄνεμος ἢ πνεῦμα ἢ φαντασία κηδείαν καὶ ταφὴν οὐκ ἐνεδέχετο καὶ ἀνάστασιν. Σχόλιον ιζ. «Καὶ ἰδού, δύο ἄνδρες συνελάλουν αὐτῷ, Ἠλίας καὶ Μωυσῆς ἐν δόξῃ». Ἔλεγχος ιζ. Τάχα, οἶμαι, διὰ τῶν λόγων τούτων τὸ παρὰ τῷ ἁγίῳ Ζαχαρίᾳ δρέπανον κατὰ σοῦ, ὦ Μαρκίων, ἀνατετύπωται ἐκτέμνον σου πᾶσαν τὴν κατὰ νόμου καὶ προφητῶν ἐπινενοημένην ψευδηγορίαν.
PG 41:737ἐπειδὴ γὰρ ἔμελλες ἀθετεῖν νόμον καὶ προφήτας, ἀλλοτρίους αὐτοὺς φάσκων τοῦ σωτῆρος καὶ τῆς αὐτοῦ δόξης καὶ τῆς αὐτοῦ ἐνθέου διδασκαλίας, ἀμφοτέρους ἤγαγεν μεθ’ ἑαυτοῦ ἐν τῇ ἰδίᾳ αὐτοῦ δόξῃ καὶ ἔδειξε τοῖς μαθηταῖς αὐτοῦ, καὶ οἱ μαθηταὶ ἡμῖν καὶ τῷ κόσμῳ τουτέστιν παντὶ ἀνθρώπῳ βουλομένῳ ζῆν, ἵνα διὰ μὲν τοῦ πρώτου ὡς ἐν ἀξίνῃ σου τέμῃ τὰς ῥίζας, διὰ δὲ τοῦ δευτέρου ὡς διὰ δρεπάνου τοῦ λόγου τῆς ἀληθείας ἐκτέμῃ σου τοὺς κλάδους, τοὺς τὸ κώνειον καὶ θανάσιμον τοῖς ἀνθρώποις ἐκποιοῦντας, γλοιώδη ὀπὸν βλασφημίας. εἰ γὰρ ἀλλότριος ἦν Μωυσῆς ὁ ὑπὸ τοῦ Χριστοῦ πάλαι πιστευθεὶς τὸν νόμον καὶ οἱ προφῆται ἦσαν ἀλλότριοι, οὐκ ἂν αὐτοὺς σὺν αὐτῷ ἐν τῇ ἰδίᾳ αὐτοῦ δόξῃ ἀπεκάλυπτεν. βλέπε γὰρ τὸ θαῦμα, ὅτι οὐδὲ ἐν τῷ μνήματι τούτους ἔδειξεν οὐδὲ παρὰ τὸν σταυρόν, ἀλλὰ ὅτε τὸ μέρος τῆς αὐτοῦ δόξης ὡς εἰς ἀρραβῶνα ἡμῖν ἀπεκάλυπτε, τότε τοὺς ἁγίους, Μωυσέα τέ φημι καὶ Ἠλίαν, ἅμα αὐτῷ ἤγαγεν, ὅπως συγκληρονόμους τῆς αὐτοῦ βασιλείας τοὺς αὐτοὺς ὑποδείξῃ. Σχόλιον ιη. «Ἐκ τῆς νεφέλης φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». Ἔλεγχος ιη.
Παντί τῳ δῆλόν ἐστιν ὅτι ἡ νεφέλη οὐκ ἔστιν ἀνωτάτη οὔτε ὑπὲρ οὐρανὸν ὑπάρχει, ἀλλὰ ἐν τῇ καθ’ ἡμᾶς κτίσει, ὅθεν ἡ φωνὴ πρὸς τὸν σωτῆρα ἠνέχθη. εἰ τοίνυν ὁ πατὴρ καὶ ἐν νεφέλῃ λαλεῖ, ὑποδεικνύων τοῖς μαθηταῖς τὸν αὐτοῦ υἱόν, οὐκ ἄλλος ἐστὶν ὁ δημιουργός, ἀλλὰ ὁ αὐτός, ὁ καὶ διὰ νεφέλης τῷ ἰδίῳ υἱῷ μαρτυρήσας καὶ οὐ τῶν ὑπὲρ οὐρανὸν μόνων δεσπόζων, ὡς αὐτὸς φάσκεις. Σχόλιον ιθ. «Ἐδεήθην τῶν μαθητῶν σου». εἶχε δὲ παρὰ τό «οὐκ ἠδυνήθησαν ἐκβαλεῖν αὐτό» «καὶ πρὸς αὐτούς· ὦ γενεὰ ἄπιστος, ἕως πότε ἀνέξομαι ὑμῶν;» Ἔλεγχος ιθ. Τό «ἕως πότε» ἐνσάρκου παρουσίας χρόνου ἐστὶν σημαντικὸν καὶ τό «ὦ γενεὰ ἄπιστος», ὡς τῶν προφητῶν ἐπὶ τῷ ὀνόματι αὐτοῦ θεοσήμεια ἐργασαμένων καὶ πεπιστευκότων, ὡς ὁ Ἠλίας εὑρίσκεται ποιῶν καὶ Ἐλισσαῖος καὶ οἱ ἄλλοι. Σχόλιον κ. «Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων». Ἔλεγχος κ. Υἱοῦ ἀνθρώπου καὶ παραδοθησομένου εἰς χεῖρας ἀνθρώπων οὐ δοκήσεως ἡ ἔμφασις οὐδὲ φαντασίας, ἀλλὰ σώματος καὶ μελῶν θεωρία. Σχόλιον κα. «Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησε Δαυίδ; εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ». Ἔλεγχος κα.
PG 41:739Εἰ οἶκον θεοῦ φάσκει τὸν οἶκον τῆς παρὰ Μωυσέως γενομένης σκηνοπηγίας, οὐκ ἀθετεῖ τὸν νόμον οὐδὲ τὸν θεὸν τὸν λαλήσαντα ἐν τῷ νόμῳ. θεὸν γὰρ αὐτὸν φάσκει, ὅς ἐστιν αὐτοῦ πατήρ, ἢ αὐτὸς ὁ μονογενής. εἴωθεν γὰρ τριάς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἐνεργεῖν ἔν τε νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις καὶ ἐν ἀποστόλοις. Σχόλιον κβ. «Εὐχαριστῶ σοι, κύριε τοῦ οὐρανοῦ». οὐκ εἶχε δέ «καὶ τῆς γῆς» οὔτε «πάτερ» εἶχεν. ἐλέγχεται δέ· κάτω γὰρ εἶχεν «ναί, ὁ πατήρ». Ἔλεγχος κβ. Εὐχαριστεῖ κυρίῳ τοῦ οὐρανοῦ, κἂν περιέλῃς [τό] «[καὶ] τῆς γῆς» κἄν [τε] παρακόψῃς τό «πάτερ», ἵνα μὴ πατέρα αὐτοῦ ὑποδείξῃς, Μαρκίων, τὸν Χριστὸν λέγοντα τὸν δημιουργόν. μένει γὰρ τῆς ἀληθείας τὰ μέλη ζῶντα. ὥσπερ γὰρ ἐν λειψάνῳ κατὰ λήθην εἴασας, ὦ Μαρκίων, τό «ναί, ὁ πατήρ», . ἀποδέδεικται τοίνυν ἐξ ἅπαντος τῷ ἰδίῳ πατρὶ εὐχαριστεῖν τὸν Χριστὸν καὶ οὐρανοῦ κύριον αὐτὸν ὀνομάζειν. καὶ πολλή σου φρενοβλάβεια, μὴ κατανοοῦσα τῆς ἀληθείας τὴν ὁδοιπορίαν. Σχόλιον κγ. Εἶπεν τῷ νομικῷ «ἐν τῷ νόμῳ τί γέγραπται;» καὶ ἀποκριθεὶς μετὰ τὴν ἀπόκρισιν τοῦ νομικοῦ εἶπεν «ὀρθῶς εἶπες. τοῦτο ποίει, καὶ ζήσῃ».
Ἔλεγχος κγ. Ἀλήθεια ὢν ὁ υἱὸς τοῦ θεοῦ οὐδένα ἐπλάνα τῶν περὶ ζωῆς ἐρωτώντων· διὰ γὰρ τὴν τῶν ἀνθρώπων ζωὴν ἐλήλυθεν. ζωῆς τοίνυν ἐπιμελομένου αὐτοῦ καὶ ὑποδεικνύντος τὸν νόμον τῷ φυλάττοντι [ποιήσαντι] ζωὴν ὑπάρχειν καὶ τῷ κατὰ νόμον ἀποκριθέντι φήσαντος ὀρθῶς λελαληκέναι καὶ «οὕτως ποίει καὶ ζήσῃ», τίς οὕτως ἐμβρόντητος ἂν εἴη ὡς πείθεσθαι μὲν τῷ Μαρκίωνι, βλασφημοῦντι εἰς τὸν θεὸν τὸν καὶ τὸν νόμον καὶ τὴν χάριν τοῦ εὐαγγελίου τοῖς ἀνθρώποις κεχαρισμένον, αὐτῷ δὲ συναπάγεσθαι τῷ μήτε ἐκ νόμου μήτε ἀπὸ πνεύματος ἁγίου ἔχοντί τι τῆς διδασκαλίας. Σχόλιον κδ. Καὶ εἶπεν «τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, αἰτῶν τρεῖς ἄρτους;» καὶ λοιπόν «αἰτεῖτε, καὶ δοθήσεται. τίνα γὰρ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθὺν καὶ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ ἢ ἀντὶ ᾠοῦ σκορπίον; εἰ οὖν ὑμεῖς πονηροὶ οἴδατε δόματα ἀγαθά, πόσῳ μᾶλλον ὁ πατήρ;» Ἔλεγχος κδ. Ἐλήλεγκται δὲ τοῦ ἀπατηλοῦ ἡ ἐθελοθρῃσκεία τῆς πολιτείας ἀπὸ τούτου τοῦ ῥητοῦ.
οὐ γὰρ παρ’ αὐτῷ δι’ ἐγκράτειαν ἡ πολιτεία οὐδὲ διὰ μισθὸν ἀγαθὸν καὶ ἐλπίδα ἀγῶνος, ἀλλὰ διὰ ἀσέβειαν καὶ κακοτροπίαν κακῆς ὑπονοίας. διδάσκει γὰρ οὗτος ἐμψύχων μὴ μεταλαμβάνειν, φάσκων ἐνόχους εἶναι τῇ κρίσει τοὺς τῶν κρεῶν μεταλήπτορας, ὡς ἂν ψυχὰς ἐσθίοντας. ἠλίθιον δέ ἐστι τὸ πᾶν. οὐ γὰρ τὰ κρέα ἡ ψυχὴ ἀλλ’ ἐν τοῖς κρέασιν ἡ ψυχή, καὶ οὔτε ψυχὴν φαμὲν εἶναι τὴν ἐν τοῖς ζῴοις ὡς τὴν τῶν ἀνθρώπων τιμίαν, ἀλλὰ ψυχὴν εἰς τὸ ζῇν μόνον τὸ ζῷον. νομίζει δὲ ὁ ἐλεεινὸς οὗτος ἅμα τοῖς οὕτω φρονοῦσιν ὅτι ἡ αὐτὴ ψυχὴ ἐν τοῖς ἀνθρώποις καὶ ζῴοις ὑπάρχει. τοῦτο γὰρ παρὰ πολλαῖς τῶν πεπλανημένων αἱρέσεων μάτην ὑπολαμβάνεται. καὶ γὰρ καὶ Οὐαλεντῖνος καὶ Κολόρβασος, Γνωστικοί τε πάντες καὶ Μανιχαῖοι καὶ μεταγγισμὸν εἶναι ψυχῶν φάσκουσι καὶ μετενσωματώσεις τῆς ψυχῆς τῶν ἐν ἀγνωσίᾳ ἀνθρώπων, ὡς αὐτοί φασιν κατά τινα μυθοποιίαν· ταύτην φασὶν ἐπιστρέφειν καὶ μετενσωματοῦσθαι εἰς ἕκαστον τῶν ζῴων, ἕως ἂν ἐπιγνῷ καὶ οὕτω καθαρθεῖσα καὶ ἀναλυθεῖσα μεταστῇ εἰς τὰ ἐπουράνια. Καὶ πρῶτον μὲν ἐλήλεγκται αὐτοῦ ἡ μάταιος πᾶσα τοῦ μύθου κατασκευή.
PG 41:741τούτων γὰρ τὴν ἀκρίβειαν οὐδεὶς ἄλλος δύναται εἰδέναι ὑπὲρ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐλθόντα διὰ τὸ πρόβατον τὸ πεπλανημένον τουτέστιν διὰ τὰς ψυχὰς τῶν ἀνθρώπων· ὃς τῶν αὐτῶν ἐπιμελόμενος ἐθεράπευσε σωματικῶς καὶ ψυχικῶς, [ὡς] σώματός τε καὶ ψυχῆς δεσπόζων καὶ τῆς ἐνταῦθα ζωῆς παρεκτικὸς ὢν καὶ τῆς μελλούσης· τοὺς μὲν τελευτήσαντας, φημὶ δὲ Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου ἀπὸ νεκρῶν ἐγείρας, οὐκ εἰς πονηρὸν αὐτοὺς φέρων, ὡς αὐτοὶ τὸ σῶμα φυλακὴν εἶναι δογματίζουσιν, ἀλλὰ ἀγαθὸν ποιῶν καὶ γινώσκων ὅτι καὶ ἡ ἐνταῦθα ἐν σαρκὶ παραμονὴ ὑπ’ αὐτοῦ ὥρισται καὶ ἡ μέλλουσα σαρκὸς καὶ ψυχῆς ἀνάστασις. καὶ εἰ πάλιν ᾔδει ὅτι μία ψυχή ἐστιν ἡ ἐν ζῴοις καὶ ἐν ἀνθρώποις, ψυχῆς δὲ ἦλθεν ποιήσασθαι τὴν σωτηρίαν, οὐκ ἔδει αὐτόν, ἕνα καθαρίσαντα δαιμονιῶντα [λέγω δὴ τὸν ἀπὸ τῶν μνημείων ἐξερχόμενον] κελεῦσαι τοῖς δαίμοσιν ἀπελθεῖν καὶ ἀποκτεῖναι δισχιλίους χοίρους, εἰ ἴσαι ἦσαν αἱ ψυχαὶ τῶν ἀνθρώπων καὶ τῶν χοίρων. πῶς γὰρ μιᾶς ἐπιμελόμενος δισχιλίων ἐποίει ὄλεθρον;
εἰ δὲ πάλιν ὡς ὄφις σκολιεύῃ, μηχανώμενος καὶ λέγων ὅτι ἔλυσεν αὐτὰς ἀπὸ τῶν σωμάτων, ἵνα ἀνέλθωσιν, ἔδει τὸν Λάζαρον λυθέντα τοῦ σώματος μὴ ἐπιστρέψαι πάλιν εἰς τὸ σῶμα, μᾶλλον δὲ καὶ αὐτὸν τὸν δαιμονιῶντα λῦσαι τοῦ δεσμοῦ τοῦ σώματος. ἀλλ’ οὐκ ἐποίησεν οὕτως· προενόει δὲ μᾶλλον οὕτω τοῦ σώματος εἰδὼς τὸ συμφέρον. Διέπεσεν ὁ περὶ ψυχῆς σου λόγος, ὦ Μαρκίων, καὶ τῶν ἀπὸ σοῦ καὶ τῶν ἄλλων αἱρέσεων ὁρμωμένων. καὶ περὶ τῆς προσποιητῆς σου πολιτείας αὖθις ἐρῶ, διὰ τὸ λέγειν σε πονηρὸν εἶναι καὶ ἀθέμιτον τὸ σαρκῶν μεταλαμβάνειν. ἐλέγχει δέ σε ὁ σωτήρ, πλέον σου ἐπιστάμενος καὶ διδάσκων τὸ κάλλιον ἀπὸ τοῦ τοιούτου ῥητοῦ· λέγει γάρ «τίνα ὁ υἱὸς αἰτήσει ἰχθύν, μὴ ὄφιν αὐτῷ ἐπιδώσει ἢ ἀντὶ ᾠοῦ σκορπίον;» καὶ ὕστερόν φησιν «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐπουράνιος;» εἰ τοίνυν δόματα ἀγαθὰ κέκληκεν ἰχθὺν καὶ ᾠόν, οὐ πονηρὸν τὸ μετὰ εὐχαριστίας ἐκ θεοῦ χαρισθὲν μεταλαμβανόμενον, καὶ ἐλήλεγκταί σου πανταχόθεν ἡ κακοτροπία. Σχόλιον κε. Παρακέκοπται τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου.
PG 41:743εἶχεν γάρ «ἡ γενεὰ αὕτη, σημεῖον οὐ δοθήσεται αὐτῇ». οὐκ εἶχεν δὲ περὶ Νινευὴ καὶ βασιλίσσης νότου καὶ Σαλομῶνος. Ἔλεγχος κε. Καὶ ἐν αὐτοῖς οἷς δοκεῖς παρακόπτειν οὐ δύνασαι, ὦ Μαρκίων, λαθεῖν τὴν ἀλήθειαν. κἂν ἀφέλῃς γὰρ [τὸ] περὶ Ἰωνᾶ τοῦ προφήτου, ὃ τὴν οἰκονομίαν σημαίνει τοῦ σωτῆρος, ἀφέλῃς δὲ καὶ τὸ περὶ τῆς βασιλίσσης τοῦ νότου καὶ Σαλομῶνος καὶ τῆς Νινευὴ τὴν σωτηριώδη ὑπόθεσιν καὶ τοῦ Ἰωνᾶ τὸ κήρυγμα, αὐτὸς ὁ προκείμενος λόγος τοῦ σωτῆρός [σε] ἐλέγχει. λέγει γάρ «ἡ γενεὰ αὕτη σημεῖον αἰτεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ», ὡς τῶν πρὸ ταύτης τῆς γενεᾶς καταξιωθεισῶν σημείων παρὰ θεοῦ ἀπ’ οὐρανοῦ· ὡς ὁ μὲν Ἠλίας σημεῖον ἐποίει διὰ τοῦ ἀπ’ οὐρανοῦ πυρὸς καταβεβηκότος καὶ λαβόντος τὴν θυσίαν, καὶ Μωυσῆς τέμνει τὴν θάλασσαν καὶ τὴν πέτραν νύσσει καὶ προχέει ὕδωρ καὶ μάννα ἀπ’ οὐρανοῦ φέρει, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἵστησι τὸν ἥλιον καὶ τὴν σελήνην. καὶ κατὰ πάντα τρόπον, κἂν κρύψῃ τὰ γεγραμμένα ὁ ἀπατεών, οὐδὲν βλάψει τὴν ἀλήθειαν, ἀλλὰ ἑαυτὸν ἀπαλλοτριοῖ τῆς ἀληθείας. Σχόλιον κ. Ἀντὶ τοῦ «παρέρχεσθε τὴν κρίσιν τοῦ θεοῦ» εἶχεν «παρέρχεσθε τὴν κλῆσιν τοῦ θεοῦ».
Ἔλεγχος κ. Πόθεν οὐκ ἐλέγχῃ, πόθεν δὲ [οὐ] κατὰ σοῦ συναχθῇ ἡ μαρτυρία; τὰ πρῶτα γὰρ συνᾴδει τοῖς μετέπειτα, ἐλεγχομένης τῆς παρὰ σοῦ ῥᾳδιουργίας. ἐὰν γὰρ εἴπῃ «κατέχετε τὰς παραδόσεις τῶν πρεσβυτέρων ὑμῶν καὶ παρέρχεσθε τὸ ἔλεος καὶ τὴν κρίσιν τοῦ θεοῦ», μάθε ἀπὸ ποίου χρόνου αἰτιᾶται αὐτοὺς τοῦτο ἐπιτελοῦντας, πότε δὲ ἡ παράδοσις αὐτοῖς γέγονε τῶν πρεσβυτέρων, καὶ εὑρήσεις ὅτι τοῦ μὲν Ἀδδᾶ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, τοῦ δὲ Ἀκίβα καὶ πρὸ τῶν Βαβυλωνικῶν αἰχμαλωσιῶν γεγένηται, τῶν δὲ υἱῶν Ἀσαμωναίου ἐν χρόνοις Ἀλεξάνδρου καὶ Ἀντιόχου, πρὸ τῆς τοῦ Χριστοῦ ἐνδημίας ἑκατὸν ἐνενήκοντα ἔτεσιν. ἄρα γοῦν καὶ ἔκτοτε διὰ νόμου ἦν ἡ κρίσις καὶ διὰ προφητῶν τὸ ἔλεος, καὶ πανταχόθεν ἐκπίπτει ὁ ἀγυρτώδης σου λόγος. Σχόλιον κζ. «Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς». Ἔλεγχος κζ.
PG 41:745Εἰ τῶν προφητῶν ποιεῖται τὴν φροντίδα, τοὺς ἀποκτείναντας ὀνειδίζων, οὐκ ἀλλότριοι αὐτοῦ ἦσαν οἱ προφῆται, ἀλλὰ δοῦλοι καὶ ὑπ’ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος προαποσταλέντες προετοιμασταὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας, οἳ καὶ ἐμαρτύρησαν τῇ καινῇ διαθήκῃ· Μωυσῆς μὲν λέγων «προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ», καὶ πρὸ αὐτοῦ Ἰακὼβ λέγων «ἐκ βλαστοῦ υἱέ μου Ἰούδα ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα» καὶ μετ’ ὀλίγα «ἕως ἔλθῃ ᾧ τὰ ἀποκείμενα, καὶ αὐτὸς προσδοκία ἐθνῶν, καὶ ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσιν», Ἠσαί̈ας δέ «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει», Ἰερεμίας δέ «καὶ ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;», Μιχαίας «καὶ σὺ Βηθλεέμ» καὶ μεθ’ ἕτερα «ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος» καὶ τὰ ἑξῆς, ὁ δὲ Μαλαχίας «ἐξαίφνης εἰς τὸν ναὸν ἥξει κύριος», ὁ δὲ Δαυίδ «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου» καὶ τὰ ἑξῆς. καὶ πολλὰ ἔστιν λέγειν, καὶ αὐτοῦ λέγοντος τοῦ σωτῆρος «εἰ Μωυσῇ ἐπιστεύετε, ἐπιστεύετε ἂν καὶ ἐμοί. ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν». Σχόλιον κη.
Οὐκ εἶχεν «διὰ τοῦτο εἶπεν ἡ σοφία τοῦ θεοῦ, ἀποστέλλω εἰς αὐτοὺς προφήτας» καὶ περὶ αἵματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν προφητῶν ὅτι ἐκζητηθήσεται ἐκ τῆς γενεᾶς ταύτης. Ἔλεγχος κη. Καὶ ἐν τούτῳ σοι πολλὴ αἰσχύνη, ὦ Μαρκίων, τοῦ χαρακτῆρος τῆς ἀληθείας σῳζομένου καὶ τῆς παρεκτομῆς τῶν κλεμμάτων σου εὑρισκομένης ἀπὸ τοῦ ἀντιγράφου τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, τῶν τόπων εὑρισκομένων καὶ τῶν παρὰ σοῦ ἀφαιρεθέντων ἐλεγχομένων. Σχόλιον κθ. «Λέγω τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν βαλεῖν εἰς γέενναν». οὐκ εἶχεν δέ «οὐχὶ πέντε στρουθία ἀσσαρίων δύο πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ;» Ἔλεγχος κθ. Τό «λέγω [ἐγὼ] τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν ἔχοντα ἐξουσίαν τοῦ μετὰ τὸ ἀποκτεῖναι τὸ σῶμα τὴν ψυχὴν βαλεῖν εἰς γέενναν» ἀναγκάζει σε, ὦ Μαρκίων, καὶ τὰ ἑξῆς τῆς παραβολῆς ὁμολογῆσαι. ἄνευ γὰρ τοῦ θεοῦ οὐδὲν γίνεται, κἂν ἀπάρῃς τὸ περὶ τῶν στρουθίων.
ἀπολόγησαι οὖν περὶ τῶν ἐν τῷ ῥητῷ καταλειφθέντων ὑπὸ σοῦ, ὦ Μαρκίων, καὶ ἀπόκριναι ἡμῖν τί διανοῇ περὶ τοῦ ἐξουσίαν ἔχοντος. εἰ γὰρ φαίης αὐτὸν εἶναι τὸν πατέρα τοῦ Χριστοῦ, τὸν παρὰ σοὶ ἀγαθὸν λεγόμενον θεόν, εἰ καὶ κακῶς διαιρεῖς, ὅμως, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν, δέδωκας αὐτὸν κριτὴν ὄντα καὶ ἑκάστῳ νέμοντα τὸ κατ’ ἀξίαν. εἰ δὲ οὐ τοῦτον λέγεις, ἀλλὰ τὸν δημιουργὸν τὸν παρὰ σοὶ φύσει κριτὴν ᾀδόμενον, λέγε μοι τίς τούτῳ δέδωκε τὴν ἐξουσίαν; εἰ γὰρ ἀφ’ ἑαυτοῦ ἔχει, ἄρα μέγας ἐστὶ καὶ ἐξουσίαν ἔχει· εἰ δὲ τοῦ κρίνειν ἐξουσίαν ἔχει, καὶ τοῦ σῴζειν. ὁ γὰρ δυνάμενος κρίνειν δύναται καὶ ἀπολύειν. καὶ ἄλλως· εἰ τοῦ κριτοῦ βάλλοντος τὰς ψυχὰς εἰς γέενναν ὁ θεὸς ὁ ἀγαθὸς οὐ ῥύεται αὐτάς, ὁ πανταχόθεν τῶν αὐτῶν ἐπιμελόμενος ψυχῶν, πῶς ἂν εἴη ἀγαθός; ἢ γὰρ ὅτι ἰσχυρότερος αὐτοῦ ἐστι καὶ οὐ δύναται ἐκ χειρὸς αὐτοῦ ῥύεσθαι, ἢ ὅτι δύναται μέν, οὐ βούλεται δέ· καὶ ποῦ ἡ ἀγαθότης; εἰ δέ, ἐπειδὴ αὐτὸς ἔκτισεν, ἐξουσίαν ἔχει καὶ κρίνειν, πῶς ὁ ἄνω θεὸς ὁ ὑπὸ σοῦ μυθευόμενος τινὰς μερικῶς σῴζει; εἰ μὲν γὰρ ἀπὸ τῶν ἀλλοτρίων λαμβάνων σῴζει, πλεονεκτεῖ ἀλλοτρίων ἐρῶν·
PG 41:747εἰ δὲ οὐ φάσκεις πλεονεξίαν εἶναι διὰ τὸ εἰς ἀγαθὸν τὸ ἔργον γίνεσθαι καὶ σωτήριον, προσωπολήπτην αὐτὸν ποιεῖς, μὴ τὸ ἀγαθὸν ἴσως πᾶσιν, ἀλλὰ μερικῶς ποιοῦντα. Σχόλιον λ. Ἀντὶ τοῦ «ὁμολογήσει ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ» «ἐνώπιον τοῦ θεοῦ» λέγει. Ἔλεγχος λ. Πανταχόθεν ἐλέγχεται μὴ κατὰ θεὸν πορευόμενος, κἄν τε ἐν βραχυτάτῳ λόγῳ παραλλάξῃ τὴν ἀλήθειαν. ὁ τολμῶν γάρ τι παραλλάσσειν τῶν γεγραμμένων ἀπ’ ἀρχῆς οὐκ ἐν ὁδῷ ἀληθείας ἵσταται. Σχόλιον λα. Οὐκ ἔχει τό «ὁ θεὸς ἀμφιέννυσι τὸν χόρτον». Ἔλεγχος λα. Εἰ καὶ μὴ ἐᾷς τὰ γεγραμμένα, ὡς εἶχεν ὑπὸ τοῦ σωτῆρος εἰρημένα, ἀλλ’ οὖν γε σῴζονται οἱ τόποι ἐν τῷ εὐαγγελίῳ τῆς ἁγίας ἐκκλησίας, κἂν ἀρνήσῃ σὺ τὸν θεὸν τὸν πάντα πεποιηκότα καὶ πάντων ἐπιμελόμενον τῷ λόγῳ αὐτοῦ ἄχρι καὶ τοῦ χόρτου καὶ ὑπὸ τοῦ σωτῆρος ὁμολογούμενον. Σχόλιον λβ. «Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων», τῶν σαρκικῶν δή. Ἔλεγχος λβ. Οἶδεν ὁ πατὴρ ὅτι χρῄζουσιν οἱ μαθηταὶ τῶν σαρκικῶν χρειῶν καὶ προνοεῖ τῶν τοιούτων.
προνοεῖ δὲ οὐκ ἐν ἄλλῳ αἰῶνι ἀλλ’ ἐνταῦθα, οὐκ ἐν τοῖς ἀλλοτρίοις τὴν πρόνοιαν τῶν ἑαυτοῦ δούλων ποιούμενος ἀλλὰ ἐν τοῖς ὑπ’ αὐτοῦ ἐκτισμένοις. Σχόλιον λγ. «Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». Ἔλεγχος λγ. Εἰ τῶν ἄλλου τρεφόμεθα καὶ ἄλλος θεὸς τῆς βασιλείας τῶν οὐρανῶν ὑπάρχει, πῶς ἔτι ὁ λόγος συμφωνήσει; ἢ γὰρ αὐτοῦ ἐστι τὰ ἐνταῦθα καὶ αὐτοῦ ἐστιν ἡ βασιλεία· διὸ προστίθησι πάντα τὰ ἐνταῦθα, ὄντα αὐτοῦ, διὰ τὸν κάματον τοῦ πόθου τῆς αὐτοῦ βασιλείας· ἢ αὐτοῦ μὲν ἡ βασιλεία καὶ ὁ ἐκεῖ αἰών, τοῦ δὲ δημιουργοῦ τὰ ἐνταῦθα, καὶ συνευδοκεῖ ὁ δημιουργὸς τῇ τοῦ ἄνω βασιλείᾳ, ἀντιλαμβανόμενος τῶν τὴν δικαιοσύνην τοῦ ἄνω καὶ βασιλείαν ζητούντων. μιᾶς δὲ οὔσης εὐδοκίας καὶ οὐχὶ διαφερομένης οὐκέτι δύο ἀρχαὶ ἢ τρεῖς· τῷ γὰρ ὄντι εἷς ἐστιν ὁ θεός, ὁ τὰ πάντα ποιήσας, ποιήσας δὲ καλῶς καὶ οὐκ ἐναντίως. ἡμῶν δέ ἐστι τὸ ἁμαρτάνειν καὶ σφάλλεσθαι ἐν τῷ θέλειν καὶ ἐν τῷ μὴ θέλειν. Σχόλιον λδ. Ἀντὶ τοῦ «ὁ πατὴρ ὑμῶν» «ὁ πατήρ» εἶχεν. Ἔλεγχος λδ. Καὶ ἐν τούτῳ οὐδὲν ἡμᾶς ἀδικήσεις, ἀλλὰ ἔτι ἐπιβεβαιώσεις.
PG 41:749τὸν γὰρ αὐτοῦ πατέρα προνοεῖν τῶν ἐνταῦθα ὡμολόγησας τὸν σωτῆρα εἰρηκέναι. Σχόλιον λε. Ἀντὶ τοῦ «δευτέρᾳ ἢ τρίτῃ φυλακῇ» εἶχεν «ἑσπερινῇ φυλακῇ». Ἔλεγχος λε. Ἐλήλεγκται ὁ κτηνώδης μεταστρέψας τοὺς θείους λόγους ἀνοήτως πρὸς τὴν ἑαυτοῦ ὑπόνοιαν. οὐ γὰρ ἡμεριναὶ γίνονται φυλακαὶ ἀλλὰ νυκτεριναί, ἀπὸ ἑσπέρας εἰς τὴν πρώτην τὴν προκοπὴν [φυλακὴν] τῆς ἐπεκτάσεως ἔχουσαι καὶ οὐκ ἀπὸ τῆς ἕω εἰς τὴν ἑσπέραν, ὡς οὗτος ἁλίσκεται ῥᾳδιουργήσας. Σχόλιον λ. «Ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». Ἔλεγχος λ. Τίς ὁ διχοτομῶν τὸν δοῦλον; λέγε. εἰ μὲν ὁ δημιουργὸς καὶ κριτὴς παρὰ σοῦ λεγόμενος θεός ἐστιν ὁ τοῦτο μέλλων πράσσειν, ἄρα αὐτοῦ εἰσιν οἱ πιστοί· ἐπιτιμῶν γὰρ τῷ μὴ καλῶς πράττοντι δούλῳ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τίθησιν. εἰ δὲ ὁ πατὴρ τοῦ Χριστοῦ ἐστιν ἢ αὐτὸς ὁ Χριστὸς ὁ μέλλων τοῦτο ἐπιτελεῖν, σαφῶς τὴν μαρτυρίαν παρὰ σαυτῷ φυλάττεις κατὰ σοῦ οὖσαν.
ὁμολογῶν γὰρ ἢ Χριστὸν ἢ τὸν αὐτοῦ πατέρα τοῦτο πράττειν μέλλοντα ἀναμφιβόλως ὡμολόγησας τὸν αὐτὸν κριτὴν τὸν αὐτὸν ἀγαθὸν καὶ ἕνα ὄντα [τὸν] τῶν ὧδε καὶ τῶν ἐκεῖ προνοούμενον. Σχόλιον λζ. «Μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι». Ἔλεγχος λζ. Κριτὴν λέγεις τὸν δημιουργόν, πράκτορα δὲ ἕκαστον τῶν αὐτοῦ ἀγγέλων, μέλλοντας ἀπαιτεῖν τοὺς ἁμαρτωλοὺς τὰ πεπραγμένα. ποῖα δὲ ἀλλ’ ἢ τὰ σφάλματα καὶ ἁμαρτήματα, ἃ καὶ ὁ Ἰησοῦς βδελύσσεται, ἃ καὶ σὺ ἀπαγορεύειν λέγεις; εἰ τοίνυν ἃ ὁ ἀγαθὸς θεὸς βδελύσσεται, καὶ ὁ κριτὴς καὶ δημιουργὸς τὰ αὐτὰ βδελύςσεται, εἷς ἐστι καὶ ὁ αὐτὸς ἀπὸ τοῦ ἔργου δεικνύμενος καὶ τῆς μιᾶς εὐδοκίας. Σχόλιον λη. Ἦν παρακεκομμένον ἀπὸ τοῦ «ἦλθόν τινες ἀναγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα συνέμιξε Πιλᾶτος μετὰ τῶν θυσιῶν αὐτῶν» ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δέκα καὶ ὀκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ, καὶ τό «ἐὰν μὴ μετανοήσητε» καὶ [τὰ ἑξῆς] ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἶπεν ὁ γεωργὸς ὅτι «σκάπτω καὶ βάλλω κόπρια καὶ ἐὰν μὴ ποιήσῃ, ἔκκοψον». Ἔλεγχος λη.
Τούτων πάντων ἐποιήσατο τὴν ἀφαίρεσιν ὁ συλητής, κρύψας ἀφ’ ἑαυτοῦ τὴν ἀλήθειαν, διὰ τὸ τὸν κύριον συμπεφωνηκέναι τῷ καλῶς δικάσαντι τοὺς τοιούτους Πιλάτῳ καὶ ὅτι καλῶς οἱ ἐν τῷ Σιλωὰμ ἀπέθανον ἁμαρτωλοὶ ὄντες καὶ ὑπὸ θεοῦ οὕτως τιμωρηθέντες. ὅταν δὲ ῥᾳδιουργήσωσίν τινες βασιλικὰ προστάγματα, ἀπὸ τῶν ἀρχείων τὰ ἀντίγραφα προφερόμενα ἠσφαλισμένως ἔχοντα ἐλέγχει τοὺς ἄφρονας. οὕτως καὶ ἀπὸ τοῦ βασιλικοῦ οἴκου τουτέστιν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας προφερόμενον τὸ εὐαγγέλιον ἐλέγχει τοὺς ἀφανιστὰς τῶν καλῶν ἐνδυμάτων μύας. Σχόλιον λθ. «Ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἣν ἔδησεν ὁ Σατανᾶς». Ἔλεγχος λθ. Εἰ τῆς θυγατρὸς τοῦ Ἀβραὰμ ἐπιμελεῖται ἐλθὼν ὁ κύριος, οὐκ ἀλλότριος αὐτοῦ ἐστιν ὁ Ἀβραάμ. ὁμολογεῖ γὰρ αὐτὸν αὐτῷ εὐηρεστηκέναι, οἶκτον εἰς τὴν αὐτοῦ θυγατέρα ἐνδεικνύμενος. Σχόλιον μ. Παρέκοψε πάλιν τό «τότε ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ».
PG 41:751ἀντὶ δὲ τούτου ἐποίησεν «ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους»ἐποίησε δέ «κρατουμένους»«ἔξω», «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Ἔλεγχος μ. Πῶς τὰ ἴχνη τῆς ἀληθείας φαίνεται. οὐ γάρ τις ὁδὸν δύναται ἀποκρύψαι. πλανῆσαι μὲν γὰρ ἀνθρώπους δύναται ἐξ αὐτῆς καὶ ἀποκρύψαι αὐτὴν ἀπὸ τῶν ἀγνοούντων, ἀπὸ δὲ τῶν ἐν πείρᾳ αὐτῆς γεγονότων ἀδύνατον. οὐ γὰρ δύναται τὴν γῆν, ἔνθα ἦν ἡ ὁδός, ἀφανίσαι. κἄν τε αὐτὴν ἀμαυρώσῃ, τοῦ δὲ τόπου παραμένοντος τῆς ὁδοῦ ὑπὸ τῶν γινωσκόντων ἐλέγχεται ὁ τὴν ὁδὸν ῥᾳδιουργήσας. ὅρα δὴ τὰ ἴχνη τῆς ἀκολουθίας. τὸν γὰρ λόγον τοῦτον πρὸς τίνα ἔλεγεν ἀλλ’ ἢ πρὸς τοὺς Ἰουδαίους; καὶ εἰ πρὸς τοὺς Ἰουδαίους, ἤδη ἔδειξεν αὐτοὺς ἔνδον καὶ ἐκβαλλομένους ἀπὸ τῶν δικαίων. τίνες δ’ ἂν εἶεν [οὗτοι] ἀλλ’ ἢ οἱ αὐτῶν πατέρες, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ προφῆται; οὐ γὰρ εἶπεν «ὄψεσθε δικαίους εἰσερχομένους καὶ ὑμᾶς μὴ εἰσερχομένους», ἀλλά «ὄψεσθε τοὺς δικαίους ἐν τῇ βασιλείᾳ, ὑμᾶς δὲ ἐκβαλλομένους».
καὶ περὶ μὲν τοῦ «ἐκβαλλομένους» μελλητικῶς ἀπεφήνατο, τοὺς δὲ δικαίους ἤδη ὄντας ἀπέδειξεν οὐκ ἀλλοτρίους τούτων κατὰ τὴν σάρκα οὐδὲ κατὰ τὴν κλῆσιν, ἀλλὰ μετὰ τούτων κληθέντας, ἤδη δὲ δεδικαιωμένους πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. εἰ δὲ καὶ ἔξω μένοντας , ὡς τῶν πατέρων ἔσω ὄντων· πόθεν δὲ βρυγμὸς ὀδόντων γίνεται ἐν τῇ κρίσει, ὦ ἠλίθιε, ἐὰν μὴ ἀνάστασις σωμάτων γένηται; Σχόλιον μα. Παρέκοψε πάλιν τό «ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ» καὶ τό «οἱ ἔσχατοι ἔσονται πρῶτοι» καὶ τό «προσῆλθον οἱ Φαρισαῖοι λέγοντες, ἔξελθε καὶ πορεύου, ὅτι Ἡρῴδης σε θέλει ἀποκτεῖναι» καὶ τό «εἶπεν· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ» ἕως ὅπου εἶπεν «οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ» καὶ τό «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους» καὶ τό «πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὄρνις τὰ τέκνα σου» καὶ τό «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» καὶ τό «οὐ μὴ ἴδητέ με, ἕως οὗ εἴπητε, εὐλογημένος». Ἔλεγχος μα. Ὅρα τὴν τοσαύτην τόλμαν· πόσην ποιεῖται ἀφαίρεσιν τοῦ εὐαγγελίου;
PG 41:753ὡς εἴ τις λάβῃ ζῷον καὶ ἐκτέμῃ αὐτοῦ τὸ ἥμισυ τοῦ σώματος καὶ ἐν τῷ ἡμίσει τοὺς ἀγνοοῦντας πειράσεται πείθειν, τοιοῦτο εἶναι τὸ ζῷον λέγων καὶ μηδὲν ἀπ’ αὐτοῦ ἀφαιρεῖσθαι. Σχόλιον μβ. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβολὴν τῶν δύο υἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων καὶ ἀσώτως δαπανήσαντος καὶ τοῦ ἄλλου. Ἔλεγχος μβ. Οὐδὲν διοίσει τὸ ἀκόλουθον τῆς ῥᾳδιουργίας ἀπὸ τῶν πρότερον ἑαυτῷ τετολμημένων· ἑαυτῷ δὲ τὸ ἐπιζήμιον ἐπάγεται, μενούσης τῆς κατὰ θεὸν ἀληθείας. Σχόλιον μγ. «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου καὶ πᾶς εἰς αὐτὴν βιάζεται». Ἔλεγχος μγ. Εἰ νόμον τάσσει καὶ προφήτας ἀποκαλεῖ καὶ οὐκ ἀνομίαν δηλοῖ τὸν νόμον οὐδὲ ψευδοπροφήτας φάσκει τοὺς προφήτας, σαφῶς ὁμολογεῖται μεμαρτυρηκέναι τὸν σωτῆρα τοῖς προφήταις καὶ δέδεικται ὡς περὶ αὐτοῦ προεφήτευσαν. Σχόλιον μδ. Περὶ τοῦ πλουσίου καὶ Λαζάρου τοῦ πτωχοῦ, ὅτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἔλεγχος μδ. Ἰδού, καὶ ἐν ζῶσι καὶ μακαριζομένοις καὶ ἐν κληρονομίᾳ ἀναπαύσεως ὁ Ἀβραὰμ ὑπὸ τοῦ κυρίου ἐγκατελέχθη καὶ Λάζαρος ἐν κόλποις αὐτοῦ κατηξίωται.
μηκέτι τοίνυν, Μαρκίων, τὸν Ἀβραὰμ βλασφήμει, τὸν ἐπιγνόντα τὸν ἑαυτοῦ δεσπότην καὶ εἰπόντα αὐτῷ «κύριε ὁ κρίνων πᾶσαν τὴν γῆν». ἰδοὺ γὰρ ὑπ’ αὐτοῦ τοῦ κυρίου ἐμαρτυρήθη εἶναι δίκαιος καὶ οὐκ ἀλλότριος τῆς παρὰ τοῦ σωτῆρος ἐπαινουμένης ζωῆς. Σχόλιον με. «Νῦν δὲ ὅδε παρακαλεῖται» ὁ αὐτὸς Λάζαρος. Ἔλεγχος με. Εἰ παρακαλεῖται Λάζαρος ἐν κόλποις Ἀβραάμ, οὐκ ἐκτὸς τῆς παρακλήσεως τῆς ζωῆς ὑπάρχει ὁ Ἀβραάμ. Σχόλιον μ. Εἶπεν Ἀβραάμ «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν, ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἐκ νεκρῶν ἀκούσουσιν». Ἔλεγχος μ. Οὐχ ὡς ἔτι ἐν τῷ κόσμῳ ὢν καὶ ὡς ἠπατημένος Ἀβραὰμ μαρτυρεῖ τῷ νόμῳ Μωυσέως καὶ τοῖς προφήταις οὐδὲ ὡς οὐκ εἰδὼς τὰ ἐκ τούτων ἀποβησόμενα, ἀλλὰ μετὰ τὸ ἐν πείρᾳ γενέσθαι τῆς ἐκεῖ ἀναπαύσεως. μετὰ γὰρ τελευτὴν μαρτυρεῖται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ παραβολῇ τοῖς τοῦ νόμου δόγμασι καὶ προφητῶν τὴν σωτηρίαν κτησάμενος καὶ ταῦτα πρὸ τοῦ νόμου πράξας. ὁμοίως δὲ καὶ τοὺς μετὰ ταῦτα τὸν νόμον φυλάξαντας καὶ προφήταις ὑπακούσαντας εἰς τὸν κόλπον αὐτοῦ εἶναι καὶ εἰς τὴν ζωὴν μετ’ αὐτοῦ ἀπιέναι·
PG 41:755ὧν εἷς ἦν Λάζαρος, ὁ διὰ νόμου καὶ προφητῶν καταξιωθεὶς ζωτικοῦ κόλπου τῆς τοῦ Ἀβραὰμ μακαριότητος. Σχόλιον μζ. Παρέκοψε τό «λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». Ἔλεγχος μζ. Καὶ τὸ ἀσφαλὲς τῆς τοῦ κυρίου διδασκαλίας οὐ παραδέχεται. ἐπασφαλιζόμενος γὰρ τοὺς ἑαυτοῦ μαθητάς, ἵνα μὴ διὰ τῆς ὑπερηφανίας ἀπολέσωσι τὸν μισθὸν τοῦ ἔργου, ταπεινοφρονεῖν ἐνουθέτει. οὗτος δὲ οὐ παραδέχεται· τύφῳ γὰρ κατὰ πάντα ἐπήρθη καὶ οὐκ ἀληθείᾳ. Σχόλιον μη. Ὅτε συνήντησαν οἱ δέκα λεπροί. ἀπέκοψε δὲ πολλὰ καὶ ἐποίησεν «ἀπέστειλεν αὐτοὺς λέγων, δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι» καὶ ἄλλα ἀντὶ ἄλλων ἐποίησε, λέγων ὅτι «πολλοὶ λεπροὶ ἦσαν ἐν ἡμέραις Ἐλισσαίου τοῦ προφήτου καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος». Ἔλεγχος μη. Καὶ ἐνταῦθα προφήτην τὸν Ἐλισσαῖον καλεῖ ὁ κύριος καὶ ἑαυτὸν πληροῦντα τὰ ἰσοτύπως παρ’ ἐκείνου προγεγενημένα, ἵνα ἐλέγξῃ Μαρκίωνα καὶ πάντας τοὺς ἀθετοῦντας θεοῦ προφήτας. Σχόλιον μθ. «Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε ἰδεῖν μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου». Ἔλεγχος μθ.
Εἰ ἡμέρας ἀριθμεῖ καὶ χρόνον σημαίνει καὶ υἱὸν ἀνθρώπου λέγει ἑαυτόν, ἄρα καὶ μέτρον ἡλικίας ὑπέδειξε καὶ ἡμερῶν τοῦ κηρύγματος ὑπόδειγμα. οὐκ ἄσαρκος οὖν ὁ Λόγος, ἀλλ’ ἐν σώματι ἡ εὐδοκία. Σχόλιον ν. «Εἶπέν τις πρὸς αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δέ· μή με λέγε ἀγαθόν· εἷς ἐστιν ἀγαθὸς ὁ θεός». προσέθετο ἐκεῖνος «ὁ πατήρ» καὶ ἀντὶ τοῦ «τὰς ἐντολὰς οἶδας» λέγει «τὰς ἐντολὰς οἶδα». Ἔλεγχος ν. Ἵνα μὴ δείξῃ τὰς ἐντολὰς ἤδη προγεγραμμένας, λέγει «τὰς ἐντολὰς οἶδα». τὸ δὲ ὅλον κεφάλαιον φανερὸν ὑπάρχει ἀπὸ τῆς ἀκολουθίας. καὶ εἰ πατέρα ἀγαθὸν φάσκει καὶ θεὸν ὀνομάζει, καλῶς ἀπὸ τοῦ νόμου τοῦ πατρὸς αὐτοῦ διδάσκει τὸν βουλόμενον τὴν ζωὴν κληρονομῆσαι καὶ οὐκ ἀθετεῖ οὐδὲ ἀπωθεῖται, ἀλλὰ μᾶλλον ἐπιμαρτυρεῖ τοὺς ἐν νόμῳ πολιτευσαμένους ζωὴν αἰώνιον κεκληρονομηκέναι, Μωυσέα τε καὶ τοὺς ἄλλους προφήτας. Σχόλιον να. «Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Ἱεριχὼ τυφλὸς ἐβόα· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. καὶ ὅτε ἰάθη, φησίν· ἡ πίστις σου σέσωκέν σε». Ἔλεγχος να. Ἐν πίστει οὐκ ἔνι ψεῦδος· εἰ γὰρ ψεύδεται, οὐ πίστις. λέγει γοῦν·
υἱὲ Δαυίδ, καὶ ἐπαινεῖται καὶ κομίζεται τὸ αἴτημα ὁ τὸ ὄνομα ὁμολογήσας καὶ οὐκ ἐπετιμήθη ὡς ψεύστης, ἀλλὰ ὡς πιστὸς ἐμακαρίσθη. οὐκ ἄρα ἄσαρκος ὁ διὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος χαρισάμενος τῷ τυφλῷ τὸ βλέπειν. ἀληθινῶς γὰρ ἦν καὶ οὐ δοκήσει, ἐκ τοῦ σπέρματος Δαυὶδ κατὰ σάρκα ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου καὶ διὰ πνεύματος ἁγίου γεγεννημένος. Σχόλιον νβ. Παρέκοψε τό «παραλαβὼν τοὺς δώδεκα ἔλεγεν· ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται». ὅλα ταῦτα παρέκοψεν. Ἔλεγχος νβ. Ἵνα ἐν μηδενὶ ὀρθοποδήσῃ, μὴ ὀρθοποδῶν δὲ ἐλέγχηται ῥᾳδιουργῶν κατὰ πάντα τρόπον. ἔκρυψε γὰρ τὰ ῥητά, ἵνα δῆθεν τὰ περὶ τοῦ πάθους ἀρνήσηται. ὕστερον δὲ ὁμολογοῦντι αὐτὸν ἐσταυρῶσθαι εἰς μάταιον αὐτῷ ὁ πόνος τῆς ῥᾳδιουργίας ἔσται. Σχόλιον νγ. Παρέκοψεν τὸ κεφάλαιον τὸ περὶ τῆς ὄνου καὶ Βηθφαγὴ καὶ τὸ περὶ τῆς πόλεως καὶ τοῦ ἱεροῦ, διότι γεγραμμένον ἦν «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, καὶ ποιεῖτε αὐτὸν σπήλαιον λῃστῶν». Ἔλεγχος νγ.
PG 41:757Τὸν ἔλεγχον ἑαυτῆς ἡ κακία οὐχ ὁρᾷ, τυφλώττει γάρ. οἴεται δὲ δύνασθαι ἀποκρύπτειν τὴν τῆς ἀληθείας ὁδόν, ὅπερ ἐστὶν ἀδύνατον. εὐθὺς γὰρ ἀνεπήδησε, παραλιπὼν ὅλα τὰ κεφάλαια τὰ προειρημένα διὰ τὸν μαρτυρηθέντα τόπον τοῦ ναοῦ ὄντα αὐτοῦ ἴδιον καὶ εἰς ὄνομα αὐτοῦ ᾠκοδομημένον καὶ ἀπὸ τῆς Ἱεριχὼ καταλιπὼν πᾶσαν τὴν ἀκολουθίαν τῆς ὁδοιπορίας, πῶς τε ἦλθεν εἰς Βηθφαγή· φύσει γὰρ λεωφόρος ἦν παλαιά, ἄγουσα εἰς Ἱερουσαλὴμ διὰ τοῦ ὄρους τῶν ἐλαιῶν, οὐκ ἄγνωστος οὖσα τοῖς καὶ τὸν τόπον ἱστοροῦσιν. ἵνα δὲ ἐλεγχθῇ ἀπὸ τοῦ ἰδίου στόματος, φησίν «ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ ἐν τῷ ἱερῷ, ἐζήτησαν ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν», ὡς ἔχει τὸ μετὰ τοῦτο κεφάλαιον νδ. πῶς οὖν ἀπὸ Ἱεριχὼ ἐγένετο ἐν τῷ ἱερῷ, ἀπὸ τῆς αὐτῆς ὁδοιπορίας γνωσθήσεται καὶ τοῦ τῆς ὁδοῦ διαστήματος· ἀλλὰ ἵνα ὀφθῇ ὁ ῥᾳδιουργὸς παρακρύψας τὰ ἐν τῇ ὁδῷ γενόμενα καὶ ἐν τῷ ἱερῷ ῥηθέντα ὑπ’ αὐτοῦ τοῦ σωτῆρος πρὸ τούτου τοῦ λόγου, λέγω δὴ [τό] «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται» καὶ τὰ ἑξῆς ὡς ἔχει ἡ προφητεία. Σχόλιον νδ. «Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν».
Ἔλεγχος νδ. Ἐθεωρήθη καὶ ἡρμηνεύθη ἐν τῷ πρὸ τούτου ἐλέγχῳ σὺν τῇ φράσει μετ’ ἐπιτομῆς τῆς προσηκούσης. Σχόλιον νε. Πάλιν ἀπέκοψε τὰ περὶ τοῦ ἀμπελῶνος τοῦ ἐκδεδομένου γεωργοῖς καὶ τό «τί οὖν ἐστι τό· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;» Ἔλεγχος νε. Οὐδὲν ἡμᾶς ἀδικήσει τοῦτο. κἄν τε γὰρ αὐτὸ περικόψῃ, οὐκ ἀφ’ ἡμῶν ἀπέκοψεν, ἀλλὰ ἑαυτὸν καὶ τοὺς αὐτοῦ ἐζημίωσεν· ἱκανὸς γὰρ ὁ κατ’ αὐτοῦ ἔλεγχός ἐστι διὰ πλειόνων μαρτυριῶν. Σχόλιον ν. Ἀπέκοψε τό «ὅτι δὲ ἐγείρονται οἱ νεκροί, Μωυσῆς ἐμήνυσε ἐπὶ τῆς βάτου, καθὼς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». Ἔλεγχος ν. Θαυμάσαι ἔστιν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ματαιόφρονος, πῶς οὐχὶ νοεῖ ὅτι ἴση αὕτη ἡ μαρτυρία τυγχάνει τῇ τοῦ Λαζάρου τοῦ πτωχοῦ καὶ τῇ παραβολῇ τῶν μὴ συγχωρουμένων εἰς τὴν βασιλείαν εἰσελθεῖν· ὧν παραβολῶν τὰ λείψανα εἴασε καὶ οὐ παρέκοψεν, ἀλλὰ ἐπὶ τῇ αὐτοῦ αἰσχύνῃ καταλέλοιπεν τό «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων».
PG 41:759δακτύλου δὲ ἐμβρεχομένου εἰς ὕδωρ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν καὶ γλώσσης καταψυχομένης ὕδατι, ὡς ὁ πλούσιος ἔφη τῷ Ἀβραὰμ διὰ τὸν Λάζαρον, καὶ βρυγμοῦ ὀδόντων καὶ κλαυθμοῦ γινομένου, ἀναστάσεως σωμάτων ἐστὶ σημεῖον, κἂν παρακόψῃ ὁ κτηνώδης τὰ ὑπὸ κυρίου περὶ ἀναστάσεως νεκρῶν ἀληθῶς εἰρημένα. Σχόλιον νζ. Οὐκ εἶχε ταῦτα «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωυσῆς ἐμήνυσε λέγων θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ θεὸν ζώντων». Ἔλεγχος νζ. Διὰ τὸ δευτερῶσαι τὸν σωτῆρα τὴν παραβολήν, διττῶς παρ’ ἡμῶν ἐντέτακται, ἵνα μὴ ἀπεικαζόμενοι τῷ ἀγύρτῃ Μαρκίωνι ἡμεῖς παραλείψωμέν τι τῶν γεγραμμένων. ἤδη [δὲ] ἐν τῷ ἀνωτέρῳ ἐλέγχῳ γεγένηται ἡ κατὰ τῆς αὐτοῦ ῥᾳδιουργίας ἀντίρρησις. Σχόλιον νη. Πάλιν παρέκοψε τό «θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται». [Ἔλεγχος νη.] . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . Σχόλιον νθ. Πάλιν παρέκοψε ταῦτα «τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη» καὶ τὰ ἑξῆς, διὰ τὰ ἐπιφερόμενα ἐν τῷ ῥητῷ «ἕως πληρωθῇ πάντα τὰ γεγραμμένα». Ἔλεγχος νθ.
Δοκεῖ λήθην κεκτημένος τοὺς ἅπαντας ἴσως αὐτῷ ἀνοήτους εἶναι καὶ οὐκ οἶδεν ὅτι κἂν μικρὸν ῥητὸν ὑπ’ αὐτοῦ καταλειφθῇ, ἔλεγχον ποιεῖται καὶ πολλῶν ἕκαστον ῥητῶν ὑπ’ αὐτοῦ παρακοπέντων. οὐδὲν τοίνυν κωλύσει τὸν βουλόμενον ἀντιπαραθεῖναι ταύταις ταῖς παρακεκομμέναις μαρτυρίαις τὰ παρ’ αὐτοῦ ὁμολογηθέντα. δειχθήσεται γὰρ σύμφωνα ὄντα τούτοις τοῖς ὑπ’ ἐκείνου περικοπεῖσιν ἐν οἷς ἔλεγεν ὁ Ἀβραὰμ μετὰ τὴν τελευτήν, ὅτι «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν». ἃ ἔλεγον γὰρ οἱ προφῆται καὶ Μωυσῆς, ἐκ θεοῦ πατρὸς ἦν καὶ ἐξ αὐτοῦ τοῦ κυρίου υἱοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἃ ἔδει γεγραμμένα ὄντα πληροῦσθαι. Σχόλιον ξ. «Συνελάλησε τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς». Ἔλεγχος ξ. Ὦ φρενοβλάβεια τοῦ Μαρκίωνος. «συνελάλησεν», τίς ἀλλ’ ἢ Ἰούδας; τὸ τί ποιῆσαι ἀλλ’ ἢ παραδοῦναι τὸν σωτῆρα; παραδιδομένου δὲ τοῦ σωτῆρος οὐκέτι δόκησις ὁ παραδιδόμενος, ἀλλὰ ἀλήθεια. εἰ γὰρ πνεῦμα ἦν μόνον, σαρκικοῖς ἀνθρώποις οὐ παρεδίδοτο· ἀλλὰ ἄνθρωπος ὢν ὑπὸ ἁφὴν γέγονεν, σάρκα [τε] ἐνδυσάμενος εἰς χεῖρας ἀνθρωπίνης φύσεως ἑαυτὸν ἑκὼν παρεδίδου.
τἀναντία δὲ ἑαυτοῖς ὑπὸ ἀνοίας φθέγγονται. καὶ γὰρ καί ποτε διαλεγόμενός τισι τῶν αὐτοῦ μαθητῶν Μαρκιωνιστῇ τινι καὶ λέγων ὡς ἐν τῷ εὐαγγελίῳ ἔχει ὅτι παρέλαβεν αὐτὸν τὸ πνεῦμα εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, ἤκουσα παρ’ αὐτοῦ ὅτι πῶς ἠδύνατο [ὁ] Σατανᾶς τὸν ὄντα θεὸν καὶ μείζονα αὐτοῦ ὑπάρχοντα καὶ κύριον αὐτοῦ [ὡς ὑμεῖς λέγετε] πειράσαι, τὸν Ἰησοῦν τὸν αὐτοῦ δεσπότην; ἐγὼ δὲ ἐν τῇ τοῦ θεοῦ βοηθείᾳ ἐξ ὑπογύου λαβὼν σύνεσιν ἀπεκρινάμην αὐτῷ λέγων· οὐ πιστεύετε ὅτι ἐσταυρώθη ὁ Χριστός; ὁ δὲ ἔφη· ναί, καὶ οὐκ ἠρνήσατο. τίνες οὖν αὐτὸν ἐσταύρωσαν; ὁ δὲ ἔφη· ἄνθρωποι. εἶτα ἔφην αὐτῷ· τίς δυνατώτερος, ἄνθρωποι ἢ ὁ διάβολος; ὁ δὲ ἔφη· ὁ διάβολος. ὅτε δὲ τοῦτο εἶπεν, ἀπεκρινάμην· εἰ ὁ διάβολος ἰσχυρότερος ἀνθρώπων ὑπάρχει, ἄνθρωποι δὲ οἱ ἀσθενέστεροι Χριστὸν ἐσταύρωσαν, οὐ θαῦμα εἰ καὶ ὑπὸ τοῦ διαβόλου ἐπειράσθη.
PG 41:761πάντα γὰρ θέλων καὶ οὐ μετὰ ἀνάγκης ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν ὁ Χριστός, πάσχων ἐν ἀληθείᾳ, οὐ κατὰ ἀσθένειαν ἀλλὰ κατὰ προαίρεσιν, εἰς ὑπογραμμὸν ἡμῶν καὶ τὰ πρὸς τὸν διάβολον [καὶ] εἰς σωτηρίαν ἡμῶν ἐν τῷ πάθει τοῦ σταυροῦ , εἰς κατάκρισιν ἁμαρτίας καὶ ἀθέτησιν τοῦ θανάτου. Σχόλιον ξα. «Καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς· ἀπελθόντες ἑτοιμάσατε ἵνα φάγωμεν τὸ Πάσχα». Ἔλεγχος ξα. Νέφος βελῶν κατὰ σοῦ ἐν μιᾷ μαρτυρίᾳ τὸ ῥητὸν περιέχει, ὦ Μαρκίων. εἰ γὰρ προστάσσει ἑτοιμάζεσθαι αὐτῷ φαγεῖν τὸ Πάσχα, Πάσχα δὲ πρὸ τοῦ παθεῖν τὸν Χριστὸν ἐπετελεῖτο, πάντως ὅτι ἀπὸ νόμου τὴν σύστασιν εἶχεν. κατὰ νόμον δὲ τοῦ Χριστοῦ πολιτευομένου σαφὲς ἦν ὅτι οὐ νόμον ἦλθεν καταλῦσαι, ἀλλὰ πληρῶσαι. εἰ δὲ νόμον βασιλεὺς οὐ καταλύει, οὐκ ἀκαθοσίωτος ἡ ἐν τῷ νόμῳ διάταξις οὐδὲ τῷ βασιλεῖ ἀπειρημένη. εὐκαθοσιώτου δὲ ὄντος τοῦ νόμου καὶ τῆς διατάξεως ὁμολογουμένης, εἴ τι προσθείη βασιλεὺς τῇ διατάξει ἐπὶ μείζονι δωρεᾷ, κατ’ ἐξουσίαν ἡ φαιδρότης γίνεται τῆς προσθήκης.
PG 41:763ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ τῆς νομοθεσίας οὔσης καὶ τῆς κατὰ προσθήκην δωρεᾶς, παντί τῳ δῆλόν ἐστι καὶ σαφὲς ὡς οὐκ ἐναντιοῦται τῷ νόμῳ ὁ τὴν προσθήκην ποιησάμενος. ἀποδέδεικται τοίνυν οὐκ ἐναντία τις οὖσα ἡ παλαιὰ διαθήκη τοῦ εὐαγγελίου οὐδὲ τῆς τῶν προφητῶν ἀκολουθίας. κατὰ σαυτοῦ δέ, ὦ Μαρκίων, ἐπήγαγες πολυτρόπως τὸν ἔλεγχον, μᾶλλον δὲ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενος. Πάσχα γὰρ τὸ παλαιὸν οὐδὲν ἦν ἀλλὰ προβάτου θῦμα καὶ κρεῶν ἐδωδή, ἐμψύχου τε μετάληψις μετὰ ἀζύμων. καὶ τίς σε ἠνάγκασεν μὴ ἀφανίσαι τέλεον τὸν κατὰ σοῦ ἔλεγχον ἢ [ὡς εἶπον] αὐτὴ ἡ ἀλήθεια; ἣν γὰρ σὺ βδελύττῃ σαρκοφαγίαν, ὁ κύριος Ἰησοῦς μετὰ τῶν ἑαυτοῦ μαθητῶν βέβρωκεν, ἐπιτελῶν τὸ Πάσχα τὸ κατὰ νόμον. καὶ μὴ λέγε ὅτι ὃ ἔμελλε μυστήριον ἐπιτελεῖν, τοῦτο προωνόμαζε λέγων· θέλω μεθ’ ὑμῶν φαγεῖν τὸ Πάσχα. ἵνα γὰρ κατὰ πάντα τρόπον καταισχύνῃ σε ἡ ἀλήθεια, οὐκ ἐν τῇ ἀρχῇ ποιεῖ τὸ μυστήριον, ἵνα μὴ ἀρνήσῃ, ἀλλά φησι· μετὰ τὸ δειπνῆσαι λαβὼν τάδε καὶ τάδε, [καὶ] εἶπεν, τοῦτό ἐστι τάδε καὶ τάδε, καὶ οὐκ εἴασεν οὐ[δένα] τόπον τῇ ῥᾳδιουργίᾳ.
PG 41:765ἔδειξε γὰρ ὅτι μετὰ τὸ βεβρωκέναι τὸ Πάσχα τὸ κατὰ τοὺς Ἰουδαίους τουτέστιν μετὰ τὸ δειπνῆσαι, ἧκεν ἐπὶ τὸ μυστήριον. Σχόλιον ξβ. «Καὶ ἀνέπεσε καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ, καὶ εἶπεν· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν». Ἔλεγχος ξβ. Ἀνέπεσεν ὁ σωτήρ, ὦ Μαρκίων, καὶ οἱ δώδεκα ἀπόστολοι μετ’ αὐτοῦ. εἰ ἀνέπεσε καὶ συνανέπεσον, οὐ δύναται μία λέξις τὴν σημασίαν ἔχειν ἑτέραν καὶ ἑτέραν, κἄν τε τῇ ἀξίᾳ καὶ τῷ τρόπῳ ἔχοι τὴν διαφοράν. ἢ γὰρ δώσεις καὶ τοὺς δώδεκα δοκήσει ἀναπεπτωκέναι ἢ καὶ αὐτὸν ἀληθείᾳ σάρκα ἔχοντα ἀληθινῶς ἀναπεπτωκέναι. καί «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν», ἵνα δείξῃ Πάσχα πρὸ τοῦ πάθους αὐτοῦ ἐν τῷ νόμῳ προτυπούμενον καὶ γινόμενον τὸ βέβαιον αὐτοῦ τοῦ πάθους καὶ ἐντελέστερον προσκαλούμενον· καὶ ὑποδεικνύων, ὡς καὶ ὁ ἅγιος ἀπόστολός φησι [ὅτι] «παιδαγωγὸς ἡμῖν γέγονεν ὁ νόμος εἰς Χριστόν». εἰ δὲ παιδαγωγὸς ὁ νόμος εἰς Χριστόν, οὐκ ἀλλότριος Χριστοῦ ὁ νόμος. Σχόλιον ξγ. Παρέκοψε τό «λέγω γὰρ ὑμῖν, οὐ μὴ φάγω αὐτὸ ἀπάρτι, ἕως ἂν πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ». Ἔλεγχος ξγ.
Τοῦτο περιεῖλεν καὶ ἐρρᾳδιούργησεν, ἵνα δῆθεν μὴ ποιήσῃ ἐν βασιλείᾳ τοῦ θεοῦ βρωτὰ ἢ ποτά· οὐκ εἰδὼς ὁ κτηνώδης ὅτι ἀντιμίμημα τῶν ἐπιγείων δύναται εἶναι πνευματικὰ καὶ ἐπουράνια, μεταλαμβανόμενα ὡς ἡμεῖς οὐκ οἴδαμεν· μαρτυρεῖ γὰρ πάλιν ὁ σωτὴρ καὶ λέγει ὅτι «καθήσεσθε ἐπὶ τῆς τραπέζης μου, ἐσθίοντες καὶ πίνοντες ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». ἢ παρέκοψε πάλιν ταῦτα, ἵνα δῆθεν ποιήσῃ τὰ ἐν τῷ νόμῳ μὴ ἔχοντα τόπον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. πόθεν οὖν Ἠλίας καὶ Μωυσῆς ὤφθησαν μετ’ αὐτοῦ ἐν τῷ ὄρει ἐν δόξῃ; ἀλλ’ οὐδὲν δυνήσεταί τις πρὸς τὴν ἀλήθειαν. Σχόλιον ξδ. Παρέκοψε τό «ὅτε ἀπέστειλα ὑμᾶς, μή τινος ὑστερήσατε;» καὶ τὰ ἑξῆς διὰ τό «καὶ τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι, τό· καὶ μετὰ ἀνόμων συνελογίσθη». Ἔλεγχος ξδ. Κἂν παρακόψῃς τὰ ῥήματα, ἀπὸ τοῦ ἔργου φαίνονται αὐτῶν οἱ τόποι, προάγοντος τοῦ νόμου καὶ προκηρυττόντων τῶν προφητῶν καὶ κυρίου πληροῦντος. Σχόλιον ξε. «Ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ θεὶς τὰ γόνατα προσηύχετο». Ἔλεγχος ξε. Θεὶς τὰ γόνατα ὁρατῶς ἔθηκε καὶ αἰσθητῶς ἐπετέλεσεν.
PG 41:767εἰ δὲ αἰσθητῶς, κατὰ τὸ εἶδος τὸ ἔργον ἐποίησε τῆς γονυκλισίας· οὐκ ἄρα ἄνευ σαρκὸς ἐνεδήμησεν ὁ μονογενής. αὐτῷ γὰρ «κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», ἐπουρανίων πνευματικῶς, ἐπιγείων αἰσθητῶς, καταχθονίων τῷ ἰδίῳ εἴδει. ὧδε δὲ τὰ πάντα ἐν ἀληθείᾳ ἐπετέλει, ὁρώμενος καὶ ὑπὸ ἁφὴν τοῖς μαθηταῖς εὑρισκόμενος καὶ μὴ φαντάζων. Σχόλιον ξ. «Καὶ ἤγγισε καταφιλῆσαι αὐτὸν Ἰούδας καὶ εἶπεν». Ἔλεγχος ξ. Ἤγγισε σαρκὶ ὄντι δεσπότῃ καὶ θεῷ σῶμα λαβόντι, καταφιλῆσαι ἀληθινὰ χείλη καὶ οὐ δοκήσει ὄντα καὶ φαντάζοντα. Σχόλιον ξζ. Παρέκοψεν ὃ ἐποίησε Πέτρος, ὅτε ἐπάταξε καὶ ἀφείλετο τὸ οὖς τοῦ δούλου τοῦ ἀρχιερέως. Ἔλεγχος ξζ. Δοκῶν εἰς τιμὴν Πέτρου ὁ ἀπατεὼν κρύπτειν τὸ ἐν ἀληθείᾳ γενόμενον τῆς δοξολογίας τοῦ σωτῆρος τὸ ῥητὸν τεμών, ἀπέκρυψεν. ἀλλὰ οὐδὲν ὠφελήσει· κἄν τε γὰρ αὐτὸς ἀποκόψῃ, ἡμεῖς οἴδαμεν τὰ θεοσήμεια. μετὰ γὰρ τὸ ἀποκόψαι τὸ ὠτίον ὁ κύριος πάλιν λαβὼν ἰάσατο, ἵνα ἀποδειχθῇ ὅτι θεός ἐστι καὶ θεοῦ ἔργον ἐπετέλεσεν. Σχόλιον ξη. «Οἱ συνέχοντες ἐνέπαιζον δέροντες καὶ τύπτοντες καὶ λέγοντες·
προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;» Ἔλεγχος ξη. Ὅτι τὸ συνέχοντες καὶ τὸ ἐνέπαιζον καὶ τὸ δεῖραι καὶ τὸ τύψαι καὶ τὸ προφήτευσον τίς ἐστιν ὁ παίσας σε, τοῦτο οὐ δόκησις ἦν, ἀλλὰ ἁφῆς ἐστι σωματικῆς καὶ ἐνσάρκου ὑποστάσεως δηλωτικόν, καὶ παντί τῳ δῆλόν ἐστι, κἄν τε σὺ τυφλωθείς, Μαρκίων, μὴ θέλοις ὁμολογεῖν τὴν ἐναργῆ θεοῦ ἀλήθειαν. Σχόλιον ξθ. Προσέθετο μετὰ τό «τοῦτον ηὕραμεν διαστρέφοντα τὸ ἔθνος» «καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας». Ἔλεγχος ξθ. Πόθεν οὐ φωραθήσῃ, πόθεν οὐκ ἐλεγχθήσῃ διαστρέφων τὴν ὁδὸν κυρίου; ὅταν γὰρ ἐνταῦθα προσθείης τὸ μὴ γεγραμμένον, συκοφαντῶν σεαυτὸνοὐ γὰρ ἂν εἴποιμι τὸν κύριον[καὶ] λέγων ὅτι τοῦτον ηὕραμεν καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας, τὸ ἀντίζυγον τούτου ἐλέγξει σε, ὦ ματαιόπονε, αὐτοῦ τοῦ σωτῆρος λέγοντος «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι». οὐ δύναται τοίνυν ὁ αὐτὸς [ὁ] λέγων «οὐκ ἦλθον καταλῦσαι» διὰ τὸ καταλύειν κατηγορεῖσθαι. οὐ γὰρ εἶχεν οὕτως τὸ ῥητόν, ἀλλά· «ηὕρομεν τοῦτον διαστρέφοντα τὸν λαόν, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα». Σχόλιον ο.
Προσθήκη μετὰ τό «κελεύοντα φόρους μὴ δοῦναι» «καὶ ἀποστρέφοντα τὰς γυναῖκας καὶ τὰ τέκνα». Ἔλεγχος ο. Τίς αὑτῷ κρημνὸν περιποιεῖ, πληρῶν τὸ γεγραμμένον, τό· «ὁ ἑαυτῷ πονηρὸς τίνι ἀγαθὸς ἔσται;» πάσης γὰρ τόλμης καὶ πονηρίας ὑπόδειγμά ἐστι καὶ κινδυνώδους ὁδοιπορίας τὸ τὰ μὲν γεγραμμένα παρακόπτειν, ἃ δὲ μὴ γέγραπται προστιθέναι, μάλιστα ἐν εὐαγγελίῳ ἀκαταλύτῳ ὄντι εἰς τοὺς αἰῶνας. καὶ αὐτὰ δὲ τὰ τῆς προσθήκης οὔτε τόπον ἔχει οὔτε αἴνιγμα. οὐ γὰρ ἀπέστρεψεν Ἰησοῦς γυναῖκας ἢ τέκνα· αὐτὸς γὰρ ἔφη «τίμα τὸν πατέρα καὶ τὴν μητέρα» καί «ἃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω». ἀλλὰ κἂν εἴπῃ «ἐὰν μή τις καταλείψῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα καὶ τὰ ἑξῆς, οὐκ ἔστι μου μαθητής», οὐχ ἵνα μισῶμεν πατέρας, ἀλλ’ ἵνα μὴ ὑπαγώμεθα πατέρων καὶ μητέρων ἐπιταγῇ ἑτέρας πίστεως ἢ τρόπῳ παρὰ τὴν τοῦ σωτῆρος διδασκαλίαν. Σχόλιον οα. «Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Κρανίου τόπος ἐσταύρωσαν αὐτὸν καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ καὶ ἐσκοτίσθη ὁ ἥλιος». Ἔλεγχος οα.
PG 41:769Δόξα τῷ ἐλεήμονι θεῷ, τῷ συνδήσαντί σου τὰ ἅρματα, ὦ Φαραὼ Μαρκίων, καὶ βουλομένου σου ἀποδρᾶσαι καταποντώσαντι αὐτὰ ἐν τῇ θαλάσσῃ. προφασιζόμενος γὰρ τὰ πάντα οὐχ ἕξεις ἐνταῦθα οὐδεμίαν πρόφασιν. ὁ γὰρ μὴ σάρκα ἔχων οὔτε σταυρωθῆναι δύναται. πῶς οὐκ ἔφυγες τὸ μέγα τοῦτο ῥητόν; πῶς οὐκ ἐπεχείρησας κρύψαι τὴν μεγάλην ταύτην πραγματείαν, τὴν λύσασάν σου πᾶσαν τὴν ἐξ ἀρχῆς μεμηχανημένην κακοτροπίαν; εἰ γὰρ ὅλως ἐσταυρώθη, πῶς οὐ βλέπεις τὸν ἐσταυρωμένον ἁφὴν ἔχοντα καὶ ἥλοις τὰς χεῖρας πηγνύμενον καὶ πόδας; οὐκ ἂν δὲ ἠδύνατο δόκησις τοῦτο εἶναι ἢ φάντασμα, ὡς σὺ λέγεις, ἀλλὰ σῶμα ἀληθῶς, ὃ ἐκ Μαρίας εἴληφεν ὁ κύριος [σάρκα φύσει τὴν ἡμετέραν καὶ ὀστέα καὶ τὰ ἄλλα], ἐπειδὴ ὁμολογεῖται καὶ παρὰ σοὶ σταυρῷ προσπαγεὶς ὁ κύριος. Σχόλιον οβ. Παρέκοψε τό «σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». Ἔλεγχος οβ. Καλῶς τοῦτο καὶ ἁρμοδίως παρέκοψας, ὦ Μαρκίων· ἀπῆρες γὰρ ἀπὸ σεαυτοῦ τὴν εἴσοδον τοῦ παραδείσου. οὔτε γὰρ σὺ εἰσελεύσῃ οὔτε τοὺς σὺν σοὶ ἐάσεις. φύσει γὰρ τῷ ὄντι μισοῦσι τὸ ἀγαθὸν οἱ πλανῶντες καὶ πεπλανημένοι. Σχόλιον ογ. «Καὶ φωνήσας φωνῇ μεγάλῃ ἐξέπνευσεν».
PG 41:771Ἔλεγχος ογ. Εἰ ἐξέπνευσεν, ὦ Μαρκίων, καὶ φωνὴν μεγάλην ἀπέδωκεν, πόθεν ἐξέπνεεν ἢ τί τὸ ἐκπνέον; δῆλον δέ ἐστι, κἂν σὺ μὴ λέγῃς· ψυχὴ σὺν τῇ θεότητι ἀπὸ σώματος ἐκπορευθεῖσα, τοῦ σώματος ἄπνου μείναντος, ὡς ἔχει ἡ ἀλήθεια. Σχόλιον οδ. «Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσὴφ καθελὼν τὸ σῶμα ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ». Ἔλεγχος οδ. Εἰ τὸ καθελὼν καὶ ἐντυλίξας καὶ τὸ θεῖναι ἐν μνήματι λαξευτῷ οὐ πείθει σέ, ὦ Μαρκίων, τίς σου ἠλιθιώτερος; τί δὲ ἄλλο σαφέστερον ἡ γραφὴ εἶχεν δεῖξαι, ὁπότε καὶ τὸ μνῆμα καὶ τὸν τόπον καὶ τὸ εἶδος ἔδειξε καὶ τοῦ σώματος τὴν θέσιν τὴν τριήμερον καὶ τὸ εἴλημα τῆς σινδόνος, ἵνα δείξῃ τὴν πᾶσαν ἀλήθειαν; Σχόλιον οε. «Καὶ ὑποστρέψασαι αἱ γυναῖκες ἡσύχασαν τὸ σάββατον κατὰ τὸν νόμον». Ἔλεγχος οε. Πόθεν ὑπέστρεψαν αἱ γυναῖκες; διὰ τί δὲ καὶ τὸ ἡσύχασαν γέγραπται, ἀλλ’ ἵνα δείξῃ ἡ γραφὴ τὴν αὐτῶν μαρτυρίαν, ἐλέγχουσάν σου τὴν ἄνοιαν, ὦ Μαρκίων; ἰδοὺ γὰρ καὶ γυναῖκες μαρτυροῦσι καὶ ἀπόστολοι καὶ Ἰουδαῖοι καὶ ἄγγελοι καὶ Ἰωσήφ, ὁ ψηλαφητὸν ὄντως σῶμα καθελὼν καὶ ἐνειλήσας.
τίς δὲ κοσμήσει τὸν αὐτοκατακρίτως ἑαυτὸν διαστρέφοντα ὡς ἔστι γεγραμμένον. Σχόλιον ο. «Εἶπαν οἱ ἐν ἐσθῆτι λαμπρᾷ· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἠγέρθη, μνήσθητε ὅσα ἐλάλησεν ἔτι ὢν μεθ’ ὑμῶν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παθεῖν καὶ παραδοθῆναι». Ἔλεγχος ο. Οὐδὲ οὗτοί σε πείθουσιν οἱ ἅγιοι ἄγγελοι, ὦ Μαρκίων, ὁμολογοῦντες μὲν αὐτὸν τὸ τριήμερον μεταξὺ νεκρῶν γεγενῆσθαι, ζῶντα δὲ λοιπὸν καὶ οὐκέτι νεκρόν, ἀεὶ μὲν ζῶντα ἐν τῇ θεότητι καὶ μηδ’ ὅλως νεκρωθέντα, νεκρωθέντα δὲ κατὰ σάρκα τὸ τριήμερον καὶ πάλιν ζῶντα. λέγουσι γὰρ αὐταῖς· «ἀνέστη, οὐκ ἔστιν ὧδε». τὸ δὲ ἀνέστη τί ἐστιν, εἰ μὴ ὅτι καὶ ἐκοιμήθη; σαφέστερον γὰρ αὐτὸ διηγοῦνται· «μνήσθητε γάρ, φησίν, ὅτι ἔτι περιὼν ταῦτα ἔλεγεν ὑμῖν, ὅτι δεῖ παθεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου». Σχόλιον οζ. Παρέκοψε τὸ εἰρημένον πρὸς Κλεόπαν καὶ τὸν ἄλλον, ὅτε συνήντησεν αὐτοῖς, τό «ὦ ἀνόητοι καὶ βραδεῖς τοῦ πιστεύειν πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν;» καὶ ἀντὶ δὲ τοῦ «ἐφ’ οἷς ἐλάλησαν οἱ προφῆται» ἐποίησεν «ἐφ’ οἷς ἐλάλησα ὑμῖν».
ἐλέγχεται δὲ ὅτι «ὅτε ἔκλασε τὸν ἄρτον, ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν». Ἔλεγχος οζ. Πόθεν ἡ κλάσις τοῦ ἄρτου ἐγένετο; λέγε, ὦ Μαρκίων. ἀπὸ φαντασίας ἢ ἀπὸ σώματος ἐνεργοῦντος ὀγκηροῦ κατὰ ἀλήθειαν; ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἐν αὐτῷ τῷ ἁγίῳ σώματι ἀνέστη ἐν ἀληθείᾳ. ἐποίησας δέ, ὦ Μαρκίων, ἀντὶ τοῦ «οὐ ταῦτά ἐστιν ἃ ἐλάλησαν οἱ προφῆται;» «οὐ ταῦτά ἐστιν ἃ ἐλάλησα ὑμῖν;» εἰ δὲ εἶπεν αὐτοῖς «ἐλάλησα ὑμῖν», πάντῃ ἐγίνωσκον αὐτὸν ἂν ἀπὸ τοῦ λόγου τοῦ «ἐλάλησα ὑμῖν». πῶς οὖν ἐν τῇ κλάσει τοῦ ἄρτου λέγει «ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτὸν καὶ ἄφαντος ἐγένετο»; ἔπρεπεν γὰρ αὐτῷ θεῷ ὄντι καὶ μεταβάλλοντι αὐτοῦ τὸ σῶμα εἰς πνευματικὸν δεικνύναι μὲν αὐτὸ σῶμα ἀληθινόν, ἀφαντοῦσθαι δὲ ὅτε ἐβούλετο, ὅτι πάντα αὐτῷ δυνατά. καὶ γὰρ καὶ Ἐλιςσαῖος, προφήτης ὢν καὶ ἐκ θεοῦ λαβὼν τὴν χάριν, ᾔτησε παρὰ θεοῦ τοὺς αὐτὸν ζητοῦντας παταχθῆναι ἀορασίᾳ, καὶ ἐπατάχθησαν καὶ οὐκ ἔβλεπον αὐτὸν τοιοῦτον ὄντα οἷος ἦν. ἀλλὰ καὶ ἐν Σοδόμοις τὴν θύραν τοῦ Λὼτ ἀπέκρυψαν οἱ ἄγγελοι καὶ οὐκ ἔβλεπον αὐτὴν οἱ Σοδομῖται. μὴ καὶ ἡ θύρα τοῦ Λὼτ δόκησις ἦν, ὦ Μαρκίων;
PG 41:773οὐχ ὑπολείπεται δέ σοι ἀντιλογία οὐδεμία. ἔκλασε γὰρ τὸν ἄρτον σαφῶς καὶ διέδωκε τοῖς αὐτοῦ μαθηταῖς. Σχόλιον οη. «Τί τεταραγμένοι ἐστέ; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι πνεῦμα ὀστᾶ οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». Ἔλεγχος οη. Τίς οὐκ ἂν καταγελάσῃ τοῦ λήρου, ἐν ἀφροσύνῃ ἑαυτὸν καὶ ἑτέρων ψυχὰς κατασπάσαντος εἰς Ἅιδην; εἰ μὲν γὰρ οὐχ ὡμολόγητο παρ’ αὐτοῦ ταῦτα, πιθανὴ ἦν αὐτοῦ ἡ πλάνη καὶ συγγνώμην εἶχον οἱ ὑπ’ αὐτοῦ ἠπατημένοι· νῦν δὲ ἐπειδὴ ἐκεῖνος ὡμολόγησε καὶ οὐ περιῆρε τὰ ῥητὰ ταῦτα, ἀναγινώσκουσι δὲ αὐτὰ καὶ οἱ αὐτοῦ, ἡ ἁμαρτία αὐτοῦ καὶ αὐτῶν μένει, καὶ ἀπαραίτητον τὸ αὐτοῦ καὶ τὸ αὐτῶν πῦρ ἀναπολογήτοις οὖσι, σαφῶς τοῦ σωτῆρος διδάξαντος [ὅτι] καὶ μετὰ ἀνάστασιν ὀστᾶ καὶ σάρκα ἔχει, ὡς αὐτὸς ἐμαρτύρησε λέγων «ὡς ἐμὲ ὁρᾶτε ἔχοντα». 12. Αὕτη ἐστὶν ἡ κατ’ αὐτοῦ ἀπὸ τῶν λειψάνων τῶν παρ’ αὐτῷ σῳζομένων ἐκ τοῦ εὐαγγελίου ὑπόθεσις τῆς ἡμῶν πεποιημένης δι’ αὐτὸν πραγματείας, ὥς γε νομίζω ἱκανῶς ἐχούσης πρὸς ἀντίθεσιν τῆς αὐτοῦ ἀπάτης.
ἐλεύσομαι δὲ καὶ εἰς τὰ ἑξῆς τῶν ἀποστολικῶν ῥητῶν παρ’ αὐτῷ ἔτι σῳζομένων καὶ δι’ ἡμῶν πάλιν οὕτως ἀναλελεγμένων, ἐν πρώτοις δὲ ἡμῖν καὶ καθ’ εἱρμὸν δι’ ὅλου οὕτως προταχθέντων [τῶν] ἀπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆς· αὕτη γὰρ παρ’ αὐτῷ πρώτη κεῖται. ἡμεῖς δὲ τὴν ἀναλογὴν τότε ἐποιησάμεθα οὐχ ὡς παρ’ αὐτῷ [κεῖται] ἀλλὰ ὡς ἔχει τὸ ἀποστολικόν, τὴν πρὸς Ῥωμαίους τάξαντες πρώτην· ὧδε δὲ κατὰ τὸν αὐτοῦ χαρακτῆρα οὕτως παρατιθέμεθα. [

From the Letter to the GalatiansἈπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆς

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:775Ἀπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆς]. Σχόλιον α. «Μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. ὅσοι γὰρ ὑπὸ νόμον, ὑπὸ κατάραν εἰσίν· ὁ δὲ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς». Ἔλεγχος α. Τό «μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται» κατὰ τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα γραφῆς παλαιᾶς ἐστι δεικτικά, ἅτινά ἐστι παρὰ τοῦ ἀποστόλου εἰς ἡμετέραν ζωὴν ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν εἰρημένα περὶ καινῆς διαθήκης καὶ σύζυγα ὄντα τῆς ἡμῶν ἐλπίδος. καὶ τό «ὑπὸ κατάραν εἰσί» φησὶν ὅτι ἐν τῷ νόμῳ ἀπειλὴ ἐτύγχανε κατὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἕως ὅτε ἦλθεν ὁ ἄνωθεν ἐλθὼν καὶ ἑαυτὸν ἀπὸ τοῦ Ἀδὰμ φυράματος σῶμα ἀμφιάσας μετέβαλε τὴν κατάραν εἰς εὐλογίαν. Σχόλιον β.
«Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου». «ὁ δὲ ἐκ τῆς ἐπαγγελίας, διὰ τῆς ἐλευθέρας». Ἔλεγχος β. Δεικνὺς πάλιν ὁ ἅγιος ἀπόστολος τὴν οἰκονομίαν τῆς ἐνσάρκου παρουσίας καὶ τοῦ σταυροῦ ἐπὶ τῇ λύσει τῆς κατάρας γινομένην, ταύτην δὲ προγεγράφθαι ἐν τῷ νόμῳ καὶ πεπροφητεῦσθαι [ὡς] ἐσομένην, εἶτα τελεσθεῖσαν ἐπὶ τῷ σωτῆρι, ἐπέδειξε σαφῶς ὅτι οὐκ ἀλλότριος ὁ νόμος τοῦ σωτῆρος. ἐπροφήτευσε γὰρ καὶ ἐμαρτύρησε τοῖς ὑπ’ αὐτοῦ μέλλουσι γίνεσθαι. Σχόλιον γ. «Μαρτύρομαι δὲ πάλιν ὅτι ἄνθρωπος περιτετμημένος ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι». Ἔλεγχος γ. Τό «ὀφειλέτης ἐστίν» οὐκέτι ὡς περὶ ἀπειρημένου λέγει, ἀλλὰ περὶ βαρυτέρου φορτίου δυναμένου ἐλαφρυνθῆναι, ἑνὸς δὲ ὄντος δεσπότου, δυναμένου καὶ βαρύνειν καὶ ἐλαφρύνειν διὰ τῆς προαιρέσεως τῶν μὴ παραιτησαμένων καταδέξασθαι τὴν διὰ τῆς χάριτος αὐτοῦ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ σωτηρίαν. Σχόλιον δ. Ἀντὶ τοῦ «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ» ἐποίησεν «δολοῖ». Ἔλεγχος δ. Ἵνα μηδὲν ἀληθὲς παρ’ αὐτῷ εὑρεθείη, οὐδαμοῦ σχεδὸν ἄνευ ῥᾳδιουργίας ταῖς γραφαῖς προσενήνεκται.
ἀλλὰ ἀπ’ αὐτῆς τῆς ἀκολουθίας ἡ φανέρωσις τοῦ λόγου γίνεται· ἡ γὰρ ζύμη τὸ εἶδος φυράματος ἔργον καὶ ἀπὸ τοῦ φυράματος τὸ ζυμοῦσθαι, καὶ οὐκ ἂν ἐν τοῖς πρωτοτύποις τὸ εἶδος ἠφάνιζεν ὁ συνετῶς τὴν παραβολὴν τοῦ αἰνίγματος ποιησάμενος. Σχόλιον ε. «Ὁ γὰρ πᾶς νόμος ὑμῖν πεπλήρωται· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». Ἔλεγχος ε. Τίς ἐστι χρεία τῷ ἁγίῳ ἀποστόλῳ νόμῳ χρῆσθαι, εἰ ἀπηλλοτρίωτο ἡ καινὴ διαθήκη τῆς παλαιᾶς νομοθεσίας; ἀλλ’ ἵνα δείξῃ ὅτι τοῦ ἑνὸς θεοῦ αἱ δύο διαθῆκαι καὶ ἡ συμφωνία [κατὰ] τὸ πληρωτικὸν τοῦ νόμου διὰ τῆς ἀγάπης τοῦ πλησίον ἰσορρόπως ἐν ταῖς δύο διαθήκαις γνωρίζεται, τὸ τέλε[ι]ον ἐργαζομένης [τὸ] ἀγαθόν, νόμου τελείωσιν εἶπεν εἶναι τὴν ἀγάπην. Σχόλιον 2. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία ἀκαθαρσία ἀσέλγεια εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις ζῆλοι θυμοὶ ἐριθεῖαι διχοστασίαι αἱρέσεις φθόνοι μέθαι κῶμοι, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». Ἔλεγχος 2. Ὦ θαυμασίων μυστηρίων καὶ ἀντιθέτων θεοῦ ὑποδειγμάτων. τῇ γὰρ σαρκὶ περιῆψε τὰ πάντα δεινά.
ἡ σὰρξ δὲ οὐκ ἀεὶ ἦν, ἀλλὰ ἐν τῇ ἕκτῃ ἡμέρᾳ τῆς κοσμοποιίας, τοῦ Ἀδὰμ πλασθέντος, [ἐγένετο] ἡ σάρξ· ἔκτοτε ἔσχε τὴν ἀρχήν, φημὶ [ἀπὸ] τῆς πλάσεως, ἵνα ἐλεγχθῶσιν οἱ λέγοντες ἀεὶ καὶ ἐξ ἀρχῆς εἶναι τὸ κακόν. καὶ γὰρ οὔτε ἐξότε ἐπλάσθη ἡ σὰρξ ἥμαρτεν, ἵνα μὴ ὁ πλάστης αἴτιος νομισθῇ ἁμαρτίας, πλάσας σάρκα ἁμαρτωλήν, οὔτε προϋπῆρχε τοῦ πλάσματος τὸ κακόν. μετὰ χρόνον δὲ ἐν παρακοῇ ὁ Ἀδὰμ γεγονώς, [ὡς] ἔχων τὸ αὐτεξούσιον προαιρέσει ἰδίᾳ ἀφ’ ἑαυτοῦ τὴν ἁμαρτίαν εἰς ἑαυτὸν διανοηθεὶς ἔπραξε, φημὶ δὲ τὴν ἀθέτησιν τοῦ αὐτοῦ δεσπότου διὰ τῆς παρακοῆς ποιησάμενος. ποῦ τοίνυν ἦν τὸ κακόν, πρὶν ἢ τὴν σάρκα εἶναι; πῶς δὲ εὐθὺς πλασθεῖσα οὐ τὸ κακὸν εἰργάσατο, ἀλλὰ χρόνῳ μετέπειτα; ἄρα γοῦν ἀνῄρηται ὁ περὶ τῆς κακίας ἀρχῆς λόγος. οὐ γὰρ δύναται ἀρχαί̈ζειν, ἐπειδὴ ἐν τῇ σαρκὶ τῇ μεταγενεστέρᾳ τὸ γίνεσθαι ἔχει ἡ κακία ἢ μὴ γίνεσθαι καὶ οὔτε ἡ σὰρξ πάλιν ἀκληρονόμητός ἐστι τῶν ἐπουρανίων. καὶ μή τις λάβηται τοῦ ἁγίου ἀποστόλου εἰπόντος «σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». οὐ γὰρ πᾶσαν σάρκα αἰτιᾶται. πῶς γὰρ αἰτιαθήσεται σὰρξ ἡ μὴ πράξασα τὰ προειρημένα;
PG 41:777καὶ ἐξ ἑτέρων δὲ ἀποδείξεων παραστήσω τὸ ζητούμενον. «τίς, γάρ φησιν, ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ;» πῶς οὐ κληρονομήσει Μαρία ἡ ἁγία μετὰ σαρκὸς τὴν βασιλείαν τῶν οὐρανῶν, ἡ μὴ πορνεύσασα μὴ ἀσελγήσασα μὴ μοιχευθεῖσα μηδέ τι τῶν ἀνηκέστων σαρκὸς ἔργων ἐργασαμένη, ἀλλὰ ἄχραντος μείνασα; οὐκ ἄρα τοίνυν περὶ σαρκὸς λέγει μὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, ἀλλὰ περὶ σαρκικῶν ἀνθρώπων τῶν τὰ φαῦλα διὰ τῆς σαρκὸς πραττόντων, ἅτινά ἐστι πορνεία, εἰδωλολατρεία καὶ τὰ τούτοις ὅμοια. καὶ ἐξ ἅπαντος ἐλήλεγκταί σου ἡ σκευωρία, ὦ Μαρκίων πεπλανημένε, τῆς ἀληθείας πάντῃ προλαβούσης καὶ τὸ στερεὸν τοῦ κηρύγματος τῆς ζωῆς ἀσφαλιζομένης. Σχόλιον ζ. «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς. παθήμασι καὶ ταῖς ἐπιθυμίαις». Ἔλεγχος ζ. Εἰ ἐσταύρωσαν καὶ τὴν σάρκα οἱ τοῦ Χριστοῦ, ὦ Μαρκίων, δῆλον οὖν ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι καθαρὰν τὴν σάρκα ἀπέδειξαν καὶ ἐμιμήσαντο τὸν Χριστόν, δείξαντες αὐτὸν σάρκα ἐσταυρωκέναι. διὸ καὶ αὐτοὶ τὰ ἴσα τῷ δεσπότῃ αὐτῶν φρονήσαντες τὴν σάρκα ἐσταύρωσαν.
καὶ εἰ τὴν σάρκα ἐσταύρωσαν, ἀνένδεκτον τὴν σάρκα ὑπὲρ Χριστοῦ παθοῦσαν μὴ σὺν Χριστῷ βασιλεύειν, καθὼς καὶ ἐν ἄλλῳ ῥητῷ δείκνυσιν ὁ ἅγιος ἀπόστολος λέγων ὅτι «καθάπερ κοινωνοί ἐστε τῶν παθημάτων τοῦ Χριστοῦ, οὕτως καὶ τῆς δόξης». Σχόλιον η. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάςσουσιν». Ἔλεγχος η. Οὐκ ἀπηγόρευτο τοίνυν ἡ προτέρα περιτομὴ ἐν τῷ ἰδίῳ καιρῷ, εἰ νόμον ἐφύλαξε. νόμος δὲ Χριστὸν κατήγγελλεν ἐρχόμενον νόμον ἐλευθερίας παρασχέσθαι, καὶ οὐκέτι ἡ περιτομὴ ἐν σαρκὶ τῷ χρόνῳ τοῦ Χριστοῦ ἐξυπηρετήσειεν· ἦλθεν γὰρ ἡ διὰ Χριστοῦ ἀληθινή, ἧς τύπος ἐκείνη ἦν. οἱ δὲ ἔτι ἐν ἐκείνῃ σφραγιζόμενοι, κἄν τε πάντα τὸν νόμον φυλάξωσιν, οὐκέτι αὐτοῖς λογισθήσεται νόμου φύλαξις· ἐπειδὴ γὰρ ὁ νόμος ἔλεγεν περὶ Χριστοῦ ὅτι «προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν μου ὡς ἐμέ, αὐτοῦ ἀκούσετε». αὐτῶν δὲ τοῦ Χριστοῦ μὴ ἀκουσάντων, «ἡ περιτομὴ ἀκροβυστία αὐτοῖς γίνεται» καὶ ἡ φύλαξις τοῦ νόμου οὐκέτι φύλαξις. καλὸς τοίνυν ὁ νόμος καὶ καλὴ ἡ περιτομή, ἀφ’ οὗ καὶ ἀφ’ ἧς ἔγνωμεν Χριστὸν καὶ τὸν ἐντελέστερον αὐτοῦ νόμον καὶ τὴν ἐντελεστέραν αὐτοῦ περιτομήν.

Ἀπὸ τῆς πρὸς Κορινθίους ἐπιστολῆς α · αὕτη γὰρ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:779Ἀπὸ τῆς πρὸς Κορινθίους ἐπιστολῆς [α]· αὕτη γὰρ παρ’ αὐτοῖς δευτέρα καὶ παρ’ ἡμῖν. α καὶ θ σχόλιον. «Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». α καὶ θ ἔλεγχος. Εἰ ἀπὸ τῶν γεγραμμένων ἐν τοῖς προφήταις ἀναλέγεται ὁ ἀπόστολος μαρτυρίας εἰς παράστασιν ἀληθείας καὶ ἀγαθῆς διδασκαλίας, οὐκ ἀλλότριοι οἱ προφῆται τῆς ἀληθείας καὶ τοῦ ἀγαθοῦ θεοῦ καὶ τῆς ἀγαθῆς αὐτοῦ διδασκαλίας. β καὶ ι σχόλιον. «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω». β καὶ ι ἔλεγχος. Εἰ ἐπαινετὸς ὑπάρχει ὁ καυχώμενος ἐν κυρίῳ παρὰ τῷ προφήτῃ, κύριον δὲ οἶδεν τὸν θεὸν τοῦ νόμου τὸν παρὰ σοί, ὦ Μαρκίων, καὶ κριτὴν καὶ δημιουργὸν καὶ δίκαιον καλούμενον. οὐκ ἄλλος ἐστὶν οὗτος παρὰ τὸν τοῦ Χριστοῦ πατέρα, οὗ μαθητὴς ὑπάρχει Παῦλος· ἐπειδήπερ ἀπὸ τῆς τοῦ προφήτου διδασκαλίας ὁ διδάσκαλος κατασταθεὶς τῶν ἐθνῶν ὑπὸ Χριστοῦ Παῦλος ἀπὸ τῶν ὁμοίων καὶ τῶν αὐτῶν διδασκαλιῶν ἀνιμώμενος ὡς καθαρὸν ὕδωρ ἀρδεύει ἣν πεπίστευται ἐκκλησίαν. γ καὶ ια σχόλιον. «Τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». γ καὶ ια ἔλεγχος.
Εἰ ἄρχοντες τοῦ αἰῶνος τούτου πολλοί, καταργοῦνται δὲ οἱ τοιοῦτοι, ἀναγκασθήσῃ, ὦ Μαρκίων, οὐκέτι τριῶν ἀρχῶν ζητεῖν τὰς ῥίζας, ἀλλὰ ἐρευνῆσαι σαυτῷ ἄλλον μῦθον πολλῶν ἀρχῶν καὶ πολλῶν ῥιζῶν καὶ πολλῆς τραγῳδίας. καὶ ὅταν συκοφαντῶν πλάσῃς [οὐ γὰρ εὕροις], συναντήσει σοι τό «καταργουμένων»· ἐκ δὲ τοῦ λόγου τοῦ λέγοντος «καταργουμένων» ἀναιρεθήσεται ἡ παρὰ σοῦ φανταζομένη ἄναρχος τῶν ἀρχῶν ῥίζα. πᾶν γὰρ τὸ λῆγον οὐκ ἀίδιον ὑπάρχει, ἀλλὰ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ τέλος ὑφέξει. ἀδύνατον γὰρ τὸ ἀρχὴν ἐσχηκὸς διαιωνίζειν ἀιδίως, εἰ μή τι ἂν θέλοι τὸ ὄν, αἴτιον γενόμενον τοῦ μὴ ποτὲ ὄντος, ἀρξαμένου δὲ τοῦ εἶναι. τὸ δὲ ὂν ἐστὶν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα· τὸ δὲ μὴ ὂν ἐστὶ πάντα τὰ κεκτισμένα, ἀρχὴν ἐσχηκότα τοῦ εἶναι, ἐν οἷς καὶ τὸ λεγόμενον κακὸν καὶ ὂν κακόν, ἀπὸ ἀνθρώπων ἀρξάμενον τῶν γενομένων οὐκ ὄντων ποτέ· ἀρχὴν δὲ τοῦ κακοῦ ἐσχηκότος, ἐξότε καὶ ὁ ἄνθρωπος ὁ οὐκ ὤν ποτε οὐκέτι ἔσται τὸ κακόν. ἀναμφιβόλως γὰρ ἀναιρεθήσεται, διὰ τὸ μὴ συνευδοκεῖν τὸν ὄντα τῷ ἀρχὴν ἐσχηκότι καὶ ἐν φαύλοις ἑαυτὸν καταστήσαντι·
PG 41:781παυθήσεται γὰρ μετὰ τὴν ἀνάστασιν, οὐ μόνον ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ νόμου κηρύξεως καὶ πρὸ τοῦ δὲ νόμου ἀπὸ πολλῶν τῶν κατὰ τὸν φυσικὸν νόμον πεπολιτευμένων καὶ ἔτι γε περισσοτέρως ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας, τελειότατα δὲ ἀπὸ τῆς τῶν νεκρῶν ἀναστάσεως, ἐπειδή «σπείρονται ἐν φθορᾷ, ἐγείρονται ἐν ἀφθαρσίᾳ», μηκέτι τὸ κακὸν ἐργαζόμενοι, μηκέτι ἀποθνῄσκοντες. καὶ ὅτι δὲ παυθήσεται, μαρτυρήσει ὁ αὐτὸς λόγος τοῦ ἀποστόλου φάσκων «τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». καὶ ἀνῄρηται πανταχόθεν ἡ κατὰ σέ, ὦ Μαρκίων, ὑπόθεσις, φαντασιώδης τις οὖσα καὶ ψευδὴς καὶ ἄστατος καὶ ἄλογος. δ καὶ ιβ σχόλιον. «Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι». δ καὶ ιβ ἔλεγχος. Τό «γέγραπται» εἰς χρῆσιν προφερόμενον καὶ τό «γινώσκει κύριος» ὁμολογούμενον, οὐκ ἀλλότριον ὑπάρχει τῷ ἀναλεξαμένῳ τὸ ῥητὸν τοῦ λόγου, φημὶ δὲ τῷ ἁγίῳ ἀποστόλῳ, παρ’ ᾧ ἡ χρῆσις ἐμφέρεται.
ἐξ ἧς χρήσεως ὁ χαρακτὴρ φανεῖται οὐκ ἀλλότριος τοῦ κηρύγματος τοῦ ἀποστόλου ἀπὸ τῆς παλαιᾶς διαθήκης, ὅθεν αὐτῷ ἡ μαρτυρία συνέστη. ε καὶ ιγ σχόλιον. «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός». ε καὶ ιγ ἔλεγχος. Εἰ Πάσχα ὁ ἀπόστολος ὁμολογεῖ καὶ τυθέντα τὸν Χριστὸν οὐκ ἀρνεῖται, οὐκ ἀλλότριον τὸ Πάσχα τοῦ Χριστοῦ, τοῦ κατὰ νόμον Πάσχα πρόβατον θύοντος ἀληθινῶς καὶ οὐ δοκήσει, οὗ προβάτου τύπος ἦν ὁ οὐ δοκήσει θυόμενος Χριστὸς οὐδὲ ἄνευ σαρκὸς πάσχων. πῶς γὰρ ἠδύνατο πνεῦμα θύεσθαι; δῆλον [ὅτι] οὐκ ἠδύνατο. μὴ δυναμένου δὲ ἄνευ σαρκὸς τυθῆναι, τυθέντος δὲ ἐν ἀληθείᾳ, ὡς ὁμολογεῖται διὰ τῆς τοῦ ἀποστόλου ἀναμφιλέκτου μαρτυρίας, . οὐκοῦν ἐκ παντὸς σαφῶς ἀποδέδεικται οὐκ ἀλλότριος ὁ νόμος, τύπῳ φερόμενος χρόνῳ ἄχρι τοῦ ἐντελεστέρου καὶ ἐναργοῦς προβάτου τυθέντος ἐν ἀληθείᾳ Χριστοῦ, οὗ προῆγεν ἐν τοῖς παλαιοῖς χρόνοις [ἄλλοις] θυόμενον τὸ πρόβατον τὸ αἰσθητόν. «ἡμῶν δὲ τὸ Πάσχα ἐτύθη Χριστός». 2 καὶ ιδ σχόλιον. «Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν». 2 καὶ ιδ ἔλεγχος.
PG 41:783Εἰ οὐκ ἀληθὴς ὁ νόμος, τίνι τῷ λόγῳ οἱ ἀληθεῖς τὰς μαρτυρίας ἀπὸ τοῦ νόμου λαμβάνουσιν; ὧν εἷς ὑπάρχει ὁ ἅγιος θεοῦ ἀπόστολος Παῦλος, ὁ τὴν μαρτυρίαν ταύτην μετὰ καὶ πολλῶν ἄλλων λαβὼν εἰς ἐναργῆ παράστασιν ἀληθείας καὶ κηρύγματος τοῦ ἀγαθοῦ θεοῦ. ζ καὶ ιε σχόλιον. Μετηλλαγμένως· ἀντὶ γὰρ τοῦ «ἐν τῷ νόμῳ» λέγει «ἐν τῷ Μωυσέως νόμῳ». λέγει δὲ πρὸ τούτου «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει». ζ καὶ ιε ἔλεγχος. Κἄν τε ἐν τῇ δευτέρᾳ ἀποφάσει ἀλλάξῃς τὸ εἶδος, ὦ Μαρκίων, καὶ νομίσῃς ἀπὸ τοῦ πεποιηκέναι σε «ἐν τῷ νόμῳ Μωυσέως» ἀπαλλοτριοῦν διὰ τοῦ «Μωυσέως» θεοῦ τὸν νόμον, ἄνωθεν ὁ σύνδεσμος ἐλέγχει σου τὴν ἀφροσύνην, τό «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει· ἐν γὰρ τῷ νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα». οὐδὲν δὲ ἡμᾶς ἠδίκησας, κἄν τε προσθείης τὸ ὄνομα Μωυσέως, ἀλλὰ ἡμᾶς μὲν ὠφέλησας, κατὰ σαυτοῦ δὲ τὴν μαρτυρίαν ἔσφιγξας πανταχόθεν τε ὡμολόγησας ἀγνοῶν, τοῦ θεοῦ εἶναι τὸν Μωυσέως νόμον ἀπὸ τοῦ «ἐν τῷ νόμῳ Μωυσέως» καὶ «ὁ νόμος λέγει». ἐπακολουθεῖ γὰρ ὁ ἀπόστολος συντιθέμενος ἐν τῷ μετέπειτα εἰρηκέναι «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ πάντως δι’ ἡμᾶς εἴρηκεν».
εἰ δὲ διὰ τοὺς ἀποστόλους εἴρηκεν ὁ νόμος, καὶ ὁ ἐν τῷ νόμῳ θεὸς λαλήσας ἐπιμελεῖται ἄρα τῶν ἀποστόλων τοῦ Χριστοῦ ἐν τῷ μὴ φιμοῦν αὐτοὺς παρακελεύεσθαι, ἤτοι τοῦ λαλεῖν τὴν τοῦ Χριστοῦ αὐτοῦ διδασκαλίαν ἤτοι τὴν ἐφήμερον τροφὴν παρὰ τῶν λαῶν ἀνενδεῶς αὐτοὺς ἔχειν. οὐκ ἄρα ἀλλοτρίους τοὺς ἀποστόλους ἑαυτοῦ τῆς θεότητος οἶδεν οὐδὲ οἱ ἀπόστολοι ἀλλότριον αὐτὸν θεὸν ἡγοῦνται. ἐξ ἧσπερ ὑπὲρ πάντων μαρτυρίαν ὁ ἅγιος ἀπόστολος ἀποδέδωκε φήσας «μὴ περὶ τῶν βοῶν μέλει τῷ θεῷ; ἀλλὰ διὰ τοὺς ἀποστόλους εἴρηκεν». καὶ εἰ διὰ τοὺς ἀποστόλους εἴρηκε, κτιστὴς δέ ἐστιν ἀνθρώπων καὶ κτηνῶν, ἐξ ὧν βόες τε καὶ στρουθοί, ἑρπετά τε καὶ κνώδαλα, ἐνάλιά τε καὶ τὰ ἄλλα, ἄρα μέλει αὐτῷ περὶ πάντων κατὰ τὴν ἑκάστου ἀναλογίαν. καὶ μέλει μὲν αὐτῷ περὶ πάντων ἐν τῷ λέγειν «ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε» καὶ ἐν τῷ εἰρηκέναι «τίς δέδωκε κόρακι βοράν;» καί «νεοσσοὶ κοράκων πρὸς κύριον κεκράγασι. τὰ σῖτα ζητοῦντες» καί «δώσεις τὴν τροφὴν εὔκαιρον τοῖς πᾶσιν».
ἀλλὰ οὐκ ἐν τῷ ἀλοᾶν τοὺς βοῦς παρεκελεύετο μὴ φιμοῦν βοῦν ἀλοῶντα, ἐπεὶ ἐδείκνυεν ἂν μὴ δύνασθαι τὸν θεὸν τρέφειν αὐτοῦ τὴν κτίσιν ἄλλως εἰ [καὶ] μὴ διὰ τῆς [ὑπὸ] τῶν ἀνθρώπων τοῖς κτήνεσιν ἐπικουρουμένης τροφῆς. ἔδειξε δὲ ὁ ἅγιος ἀπόστολος οὐ δι’ ἀπορίαν τροφῆς τὸν θεὸν διὰ τοῦ ἀλοητοῦ ἐπιμέλεσθαι βοῶν ἐν τῷ παρακελεύεσθαι μὴ φιμοῦν τοὺς τοιούτους, ἀλλὰ διὰ τοῦ αἰνίγματος περὶ τῶν ἀποστόλων σημαίνεσθαι τὴν σχέσιν. τῶν γὰρ κατὰ τὸ αἰσθητὸν πάντων ποιεῖται τὴν πρόνοιαν καὶ ὁμοίως μέλει αὐτῷ περὶ πάντων. οὐ γὰρ ἀντιθέτως ὁ ἀπόστολος πρὸς τὸν σωτῆρα ἔγραφεν, ἵνα οὕτως προφασίσωνται οἱ πολλοί. μικρότερα γὰρ τῶν βοῶν τὰ στρουθία, περὶ ὧν ὁ σωτὴρ ἔλεγεν ὅτι «πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο» καὶ πάλιν «οὐχὶ δύο στρουθία πωλεῖται ἀσσαρίου ἑνός;». εἰ οὖν δύο στρουθία πωλεῖται ἀσσαρίου ἑνὸς καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς παγίδα ἄνευ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὁμοῦ μὲν πάντων προνοεῖ, τῶν δὲ μειζόνων ἐπιμελεῖται κατὰ τὸ μεῖζον εἶδος τῆς πνευματικῆς ἀκολουθίας.
PG 41:785ὥστ’ οὖν ἐκ παντὸς ὁμολογεῖται τὸν αὐτὸν ποιητὴν καὶ δημιουργὸν καὶ νομοθέτην παλαιᾶς καὶ καινῆς διαθήκης ὄντα, θεὸν ἀγαθόν τε καὶ δίκαιον καὶ τῶν πάντων κύριον. η καὶ ι σχόλιον. «Μὴ τῶν βοῶν μέλει τῷ θεῷ;» η καὶ ι ἔλεγχος. Ἤδη διαπεπραγμάτευται καὶ διὰ πλάτους ἡρμήνευται ἐν τῷ πρὸ αὐτοῦ ῥητῷ. διὸ περιττὸν ἡγησάμενος αὖθις περὶ αὐτοῦ λέγειν ἠρκέσθην τοῖς προειρημένοις. θ καὶ ιζ σχόλιον. «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάςσης διῆλθον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔφαγον βρῶμα καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε. ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς καὶ ἐκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν» ἕως ὅπου λέγει «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν» καὶ τὰ ἑξῆς. θ καὶ ιζ ἔλεγχος.
Ὦ πολλῆς φρενοβλαβείας. τίς ἔχων ὀφθαλμοὺς ἡλίου ἀνατέλλοντος ἑαυτὸν ἀπὸ τοῦ φωτὸς πλανήσει; εἰ γὰρ πατέρας ἑαυτοῦ τοὺς τότε λέγει ὁ ἅγιος ἀπόστολος καὶ ὑπὸ νεφέλην καὶ διὰ θαλάσσης διεληλυθέναι καὶ πνευματικὸν βρῶμα καὶ πόμα εἶναι, βεβρωκέναι δὲ καὶ πεπωκέναι ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, Χριστὸν δὲ εἶναι τὴν πέτραν φάσκει, τίς πεισθήσεται Μαρκίωνος τῇ ἀνοίᾳ, τοῦ σκοτίζοντος ἑαυτοῦ τὸν νοῦν καὶ τῶν ἀκουόντων αὐτοῦ, ἀλλότριον φάσκειν τὸν Χριστὸν τῶν ἐν νόμῳ γενομένων, ὁμολογουμένων δὲ παρὰ τοῦ ἀποστόλου ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει; φάσκει δὲ ὁ ἀπόστολος μὴ ἐν τοῖς πλείστοις τὸν Χριστὸν ηὐδοκηκέναι, πάντως διὰ παράνομον πρᾶξιν τῶν αὐτῶν. εἰ δὲ οὐκ ηὐδόκησεν ἐν τοῖς κατὰ τὸν νόμον παράνομα ἐργασαμένοις, ἄρα ἀγανακτεῖ πρὸς τοὺς τοιούτους, ὡς αὐτοῦ δεδωκότος τὸν νόμον, καὶ διδάσκει ἑαυτοῦ τὸν νόμον ὑπάρχειν, καιρῷ δοθέντα καὶ δικαίως ἐξυπηρετηθέντα ἄχρι τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. πρέπον γάρ ἐστιν οἰκοδεσπότῃ καθ’ ἕκαστον καιρὸν ἁρμοδίως ἐπιτάσσειν τοῖς ἑαυτοῦ οἰκέταις τὰ πρέποντα.
PG 41:787εὐθὺς δὲ ἐπιφέρει λέγων «ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν»· οὐχὶ κατὰ πάντων τὴν ψῆφον διεξιών. καὶ πόθεν οἶδας ταῦτα, ὦ ἀπόστολε; ἐπιφέρει «ὡς γέγραπται» φήσας «ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν». ἄρα γοῦν ἀληθὴς ἡ γραφή, ἐξ ἧς καὶ τὸν ἔλεγχον κατὰ τῶν ἀνόμων ὁ ἀπόστολος λαμβάνει. εἶτα πάλιν «μηδὲ πειράζωμεν τὸν κύριον». ὁ δὲ Μαρκίων ἀντὶ τοῦ «κύριον» Χριστὸν ἐποίησε. κύριος δὲ καὶ Χριστὸς ταὐτὸν ὑπάρχει, κἂν μὴ δοκοίη τῷ Μαρκίωνι, προϋποτεταγμένης τῆς τοῦ Χριστοῦ ἐπωνυμίας ἐν τῷ εἰπεῖν «ἡ πέτρα ἦν ὁ Χριστός· καὶ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε». διεξιὼν δὲ πάλιν ὁ ἅγιος ἀπόστολος πᾶσαν τὴν τοῦ κεφαλαίου ὑπόθεσίν φησιν «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν». εἰ τοίνυν τὰ τυπικῶς ἐκείνοις συμβεβηκότα ἐγράφη ἡμῖν εἰς νουθεσίαν, ὁ γράψας τὰ γεγονότα τότε εἰς νουθεσίαν ἡμῶν ἐπεμελεῖτο ὧν καὶ τὴν νουθεσίαν ἐποιεῖτο, τὸ μὴ γίνεσθαι ἡμᾶς ἐπιθυμητὰς κακῶν.
ὁ δὲ μὴ θέλων κακῶν ἐπιθυμητὰς ἡμᾶς εἶναι ἄρα ἀγαθὸς ὑπάρχει καὶ οὐ κακός. ἐν οἷς γὰρ ὑπάρχει, ἐν τούτοις προτρέπεται ἡμᾶς εἶναι, ὁ αὐτὸς ἀγαθὸς θεὸς ὢν καὶ δίκαιος, ὁ τῶν προγραφέντων θεὸς καὶ τῶν μετέπειτα νουθετουμένων, κτιστὴς ὢν τῶν πάντων καὶ δημιουργὸς καὶ νομοθέτης καὶ δωρητικὸς τῶν εὐαγγελίων καὶ καθοδηγὸς τῶν ἀποστόλων. ι καὶ ιη σχόλιον. «Τί οὖν φημι; ὅτι ἱερόθυτον τί ἐστιν ἢ εἰδωλόθυτον τί ἐστιν; ἀλλ’ ὅτι ἃ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ». προσέθετο δὲ ὁ Μαρκίων τὸ ἱερόθυτον. ι καὶ ιη ἔλεγχος. «Τί οὖν φημι; εἰδωλόθυτον τί ἐστιν; ἀλλ’ ὅτι ἃ θύουσι, δαιμονίοις θύουσι καὶ οὐ θεῷ». οὐκ ἀπηγόρευσε τὸν παλαιὸν τῶν πατέρων χρόνον ὁ ἀπόστολος ἕως αὐτοῦ καὶ ἕως ἐνέστηκεν Ἱερουσαλὴμ ἀπὸ τοῦ εἰπεῖν τοὺς εἰς τὰ εἴδωλα θύοντας δαιμονίοις θύειν καὶ οὐ θεῷ. οὐκ ἄρα κατέκρινε τῶν θεῷ θυσάντων, ὅτε χρεία θυσιῶν ἦν. κατακρίνει δὲ τοὺς θύοντας εἰδώλοις, οὐ διὰ τὸ θύειν ἀλλὰ διὰ τὸ ἀντὶ θεοῦ εἰδώλοις θύειν. οὔτε γὰρ θύουσιν, ἵνα τροφὴν ἑαυτοῖς ἐκ θεοῦ κεχαρισμένην εἰς μετάληψιν ἐργάσωνται, ἀλλὰ δαίμοσι θύοντες καὶ ματαιοφροσύνῃ .
σὺ δέ, ὦ Μαρκίων, προσέθηκας τὸ ἱερόθυτον, νομίσας ἀπὸ τοῦ μεμίχθαι τὰ δύο ὀνόματα, ἱεροῦ τε καὶ εἰδώλου, συνάπτεσθαι τῶν δύο τρόπων τὴν σχέσιν. καὶ οὐκ ἔστιν τοῦτο. εἰ μὲν γὰρ μετὰ τὸ ἐλθεῖν τὴν καινὴν διαθήκην ἐθύετο τῷ Χριστῷ κατ’ ἰδίαν καὶ εἰς ὄνομα αὐτοῦ ζῷα ἀνεφέρετο, πιθανὸν ἄν σοι ηὑρίσκετο τὸ τῆς συκοφαντίας ψεῦδος, ὡς τῶν νῦν θεῷ θυόντων Χριστῷ θυόντων, τῶν δὲ τότε θυσάντων ἐν τῷ ἱερῷ Ἱεροσολύμων καὶ τῶν τοῖς εἰδώλοις θυόντων ὁμοῦ συναπτομένων καὶ δαίμοσι θυόντων καὶ οὐχὶ θεῷ. μηδενὸς δὲ θύσαντος ζῷα Χριστῷ ἀπὸ τῆς Χριστοῦ ἐνδημίας καὶ καινῆς διαθήκης, φανερὰ ἡ παρὰ σοὶ προσθήκη. εἰ δὲ καὶ φύσει ἔκειτο ἡ λέξις ἐν τῷ ἀποστόλῳ περὶ ἱεροθύτου καὶ εἰδωλοθύτου, ὅμως ἓν καὶ τὸ αὐτὸ ἐκρίνετο παρὰ τοῖς τὸν εὔλογον λογισμὸν κεκτημένοις, καταχρηστικῶς λεγομένης τῆς λέξεως ὑπὸ τοῦ ἀποστόλου διὰ τὴν τῶν ἀνθρώπων συνήθειαν τῶν ἀεὶ τὸ εἴδωλον ἱερὸν καλούντων. Καὶ πανταχόθεν διέπεσέ σου ἡ ψευδήγορος διάνοια, ἀποδειχθείσης τῆς ἀληθείας, ὅτι οἱ θύοντες εἰδώλοις [ἤτοι κατὰ τὸν αὐτῶν λόγον ἱερόθυτον ὃ ἐποίουν ἢ ποιοῦσι ] ψεῦδος ἐργαζόμενοι δαιμονίοις θύουσι καὶ οὐχὶ θεῷ·
PG 41:789ἀλλ’ οὐχ οἵ ποτε κατὰ νόμον θύσαντες δικαιότατα. νῦν δὲ μηκέτι τούτου γενομένου, αὐτοῦ θέλοντος, ὡς καὶ ἀπὸ τῶν ἀνέκαθεν διὰ Ἰερεμίου τοῦ προφήτου ἔλεγεν «ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κινάμωμον ἐκ γῆς μακρόθεν;» καὶ πάλιν «αἱ θυσίαι σου οὐχ ἥδυνάν μοι» καὶ ἄλλοτε «ἆρόν σου τὰς θυσίας, Ἰσραήλ, καὶ φάγετε κρέα. οὐ γὰρ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου περὶ θυσιῶν, ἀλλὰ τοῦτο ἐνετειλάμην αὐτοῖς, ἕκαστον ποιεῖν δικαιοσύνην πρὸς τὸν πλησίον»·
αὐτοῦ δὲ λέγοντος ὅτι οὐκ ἐνετειλάμην καὶ αὐτοῦ ἐν τῷ νόμῳ λέγοντος τῷ Μωυσῇ ὅτι «ἕκαστος τῶν υἱῶν Ἰσραὴλ ἐὰν προσενέγκῃ θυσίαν ἐκ βοῶν ἢ προβάτων, ἄρσεν ἄμωμον προσφερέτω» καὶ πάλιν «ἐάν τις ἁμάρτῃ καὶ γένηται ἔν τινι πλημμελείᾳ, προσαγάγῃ πρόβατον» καὶ πάλιν «ἐὰν ἁμάρτῃ ὁ λαός, προσενέγκῃ μόσχον», ἔδειξε μὲν εὐπροσδέκτως αὐτὸν κομίζεσθαι τὰς ὑπὲρ σωτηρίας τοῦ λαοῦ ποτε τελεσθείσας θυσίας, οὐκ αὐτοῦ ἐπιδεομένου τούτων οὐδὲ θέλοντος ταῦτα, ἀλλὰ συγκαταβαίνοντος αὐτῶν τῇ ἀσθενείᾳ καὶ τῇ τῆς ἀνθρωπότητος προλήψει, ἵνα ἀπὸ τῆς πολυθεί̈ας εἰς τὴν περὶ τοῦ ἑνὸς θεοῦ γνῶσιν μετενέγκῃ τὴν τῶν ἀνθρώπων διάνοιαν.
ἐπειδὴ γὰρ ἰσχυρῶς ἐτεθεμελίωτο ἡ διάνοια αὐτῶν ἐν τῇ θυσίᾳ ὡς ἐν εὐσεβείᾳ, τῇ ὑπὲρ ἱλασμῶν ἑαυτῶν καὶ σωτηρίας εἰδώλοις προσφερομένῃ, εἰς δὲ τὸ μὴ ἅπαξ χαλεπῶς φέρειν διὰ τὴν συνήθειαν, τοῦ ἀποστρέψαι τοῦτο ποιεῖν ἕως καιροῦ εἰς αὐτοῦ ὄνομα ἀπὸ τῆς πολυθέου φαντασίας, ἠθέλησε τὰ κατ’ ἔθος αὐτοῖς γινόμενα εἰς αὑτὸν μεταλλάξαι, ἵνα λοιπὸν γνόντες τὸν ἕνα καὶ πιστεύσαντες ἀσφαλῶς τῷ ἑνὶ παρ’ αὐτοῦ ἀκούσωσιν «μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» καί «μὴ τεσσαράκοντα ἔτη θυσίαν προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;».
PG 41:791καίτοι γε πολλῶν θυσιῶν τότε προσενεχθεισῶν, ἵνα δείξῃ ὅτι οὐκ αὐτῷ προσέφερον, καίτοι γε αὐτοῦ δεχομένου καὶ εἰς ὄνομα αὐτοῦ αὐτῶν προσφερόντων, ἀλλὰ διὰ τὴν αὐτῶν ἐν τοῖς τοιούτοις ἀναχθεῖσαν συνήθειαν, ἕως μεταλλεύσῃ καθελκύσας ἀπὸ συνηθείας πολλῶν εἰς τὸν ἕνα καὶ ἀπὸ τοῦ ἑνὸς λοιπὸν μάθωσιν ὅτι οὔτε ἔχρῃζεν οὔτε χρῄζει καὶ λοιπὸν ἀποκόψῃ διὰ τῆς ἐνσάρκου παρουσίας τῆς τοῦ Χριστοῦ αὐτοῦ τὸ πᾶν τῆς ὑποθέσεως τῶν θυσιῶν, τῆς μιᾶς θυσίας τελειωσάσης τὰς προϋπαρξάσας πάσας, ἥτις ἐστὶ θυσία Χριστοῦ, ὅτι «τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός» κατὰ τὸ γεγραμμένον· ἧς θυσίας καὶ Πάσχα καὶ διδασκαλίας παιδαγωγὸς ἐγένετο ὁ νόμος, ὁδηγῶν διὰ τὸν τύπον καὶ ἀποκαθιστῶν εἰς τὴν ἐντελεστέραν διδασκαλίαν. ια καὶ ιθ σχόλιον. «Ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». ια καὶ ιθ ἔλεγχος. Εἰκόνα οὐ μόνον τὸν ἄνθρωπον θεοῦ ὁρίζεται ὁ ἀπόστολος, ἀλλὰ καὶ δόξαν. τὴν κόμην δὲ ὑποτιθέμενος σωματικήν, οὖσαν κατ’ ἰδίαν ἐν σώματι καὶ οὐκ ἐν ψυχῇ, οὐκ ἀλλότριον ἄρα θεοῦ τὸ ποίημα ὁρίζεται τοῦ ἀγαθοῦ διὰ τοῦ ὁμολογεῖν αὐτὸν τὰ ἀπὸ παλαιᾶς ἐν καινῇ πληρούμενα διαθήκῃ.
ιβ καὶ κ σχόλιον. «Ἀλλὰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα». ιβ καὶ κ ἔλεγχος. Εἰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα, οὐκ ἄλλον δὲ θεὸν ὁ ἀπόστολος κηρύσσει ἀλλὰ τὸν ὄντα, ὁμολογεῖ δὲ τὸν θεὸν τὸ σῶμα τοῖς μέλεσι κεκερακέναι, οὐκ ἄλλον οἶδεν θεὸν ἀλλ’ ἢ τὸν δημιουργόν, αὐτὸν ἀγαθὸν καὶ κτιστὴν καὶ δίκαιον, πάντων ποιητήν, ἐξ ὧν πάντων ἓν ἔργον ὑπάρχει ὁ ἄνθρωπος, ὁ τοῖς μέλεσιν ὑπ’ αὐτοῦ καλῶς κεκερασμένος. ιγ καὶ κα σχόλιον. Πεπλανημένως ὁ Μαρκίων [μετὰ τό] «ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοί̈ μου λαλῆσαι», προσέθετο «διὰ τὸν νόμον». ιγ καὶ κα ἔλεγχος. Ἄρα καὶ αἱ γλῶσσαι ἐκ τοῦ χαρίσματος τοῦ πνεύματός εἰσι. γλώσσας δὲ ὁποίας λέγει ὁ ἀπόστολος; ὅπως γνῶ- [σιν οἱ] τὰς φωνὰς τὰς Ἑβραί̈δας τὰς διαφόρως καὶ ποικίλως ἐν ἑκάστῃ λέξει καλῶς μετὰ σοφίας ποικιλθείσας, ἀλλὰ καὶ τὴν κομπώδη γλῶσσαν τῶν Ἑλλήνων αὐχοῦντες, τὸ ἀττικίζειν καὶ αἰολίζειν καὶ Δωρικῶς φθέγγεσθαι, τινὲς τῶν παρὰ τοῖς Κορινθίοις τὰς πτύρσεις καὶ στάσεις ἐργασαμένων, οἷς ἡ ἐπιστολὴ ἐπεστέλλετο.
PG 41:793καὶ ὡμολόγησε μὲν χάρισμα εἶναι πνευματικὸν τὸ ταῖς Ἑβραϊκαῖς λέξεσι κεχρῆσθαί τε καὶ τὸν νόμον διδάσκειν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἄλλα κομπώδη καθελὼν τῆς τῶν Ἑλλήνων γλώσσης ἔφησεν μᾶλλον γλώσσαις αὐτὸν αὐτῶν λαλοῦντα διὰ τὸ εἶναι αὐτὸν Ἑβραῖον ἐξ Ἑβραίων, παρὰ τοὺς πόδας Γαμαλιὴλ ἀνατεθραμμένον, ὧν Ἑβραίων τὰ γράμματα ἐν ἐπαίνοις τίθησι καὶ τῆς τοῦ πνεύματος δωρεᾶς ὄντα χαρίσματα · διὸ καὶ περὶ τῶν αὐτῶν [καὶ] Τιμοθέῳ γράφων ἔλεγεν «ὅτι ἀπὸ νεότητος ἱερὰ γράμματα ἔμαθες». ἔτι δὲ προστιθεὶς [πρὸς] τοὺς ἀπὸ Ἑλλήνων ποιητῶν καὶ ῥητόρων ὁρμωμένους τὰ ἴσα φάσκων ὁμοίως ἔφη «πάντων πλέον ὑμῶν λαλῶ γλώσσαις», ἵνα δείξῃ καὶ τῆς Ἑλληνικῆς παιδείας αὐτὸν ἐν πείρᾳ ὑπερβαλλόντως γεγενῆσθαι.
καὶ γὰρ καὶ ὁ χαρακτὴρ αὐτοῦ σημαίνει αὐτὸν ὑπάρχειν ἐν προπαιδείᾳ, οὗ οὐκ ἠδυνήθησαν Ἐπικούρειοι καὶ Στωϊκοὶ ἀντιστῆναι, ἀνατρεπόμενοι διὰ τῆς λογίως παρ’ αὐτοῦ ἀναγνωσθείσης τοῦ βωμοῦ ἐπιγραφῆς τῆς ἐπιγεγραμμένης «τῷ θεῷ ἀγνώστῳ», ῥητῶς ἀναγνωσθείσης παρ’ αὐτοῦ καὶ εὐθὺς μεταφραστικῶς ῥηθείσης «ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν», καὶ πάλιν φήσαντος «εἶπέν τις ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί», ἵνα τὸν Ἐπιμενίδην δείξῃ, ἀρχαῖον ὄντα φιλόσοφον καὶ κτιστὴν τοῦ παρὰ Κρησὶν εἰδώλου· ἀφ’ οὗπερ καὶ Καλλίμαχος ὁ Λίβυς τὴν μαρτυρίαν εἰς ἑαυτὸν συνανέτεινε, ψευδῶς περὶ Διὸς λέγων· Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο, σὺ δ’ οὐ θάνες· ἐσσὶ γὰρ αἰεί. καὶ ὁρᾷς πῶς διηγεῖται περὶ γλωσσῶν ὁ ἅγιος ἀπόστολος, «ἀλλὰ θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ τῷ νοί̈ μου» τουτέστιν διὰ τῆς ἑρμηνείας «φράσαι».
ὡς ὁ προφήτης ἐν πνεύματι ἁγίῳ εἰς τὸν νοῦν προκεχορηγημένα φέρων εἰς φῶς διὰ τῆς προφητείας ὠφελεῖ τοὺς ἀκούοντας, οὕτως κἀγὼ [θέλω], φησί, λαλῆσαι εἰς ἀκοὴν τῆς ἐκκλησίας καὶ οἰκοδομὴν καὶ μὴ διὰ τοῦ κόμπου Ἑλληνίδος τε καὶ Ἑβραί̈δος ἑαυτὸν οἰκοδομεῖν τὸν εἰδότα καὶ οὐχὶ τὴν ἐκκλησίαν δι’ ἧς ἐπίσταται γλώσσης. σὺ δὲ προσέθηκας, ὦ Μαρκίων, τό «διὰ τὸν νόμον», ὡς τοῦ ἀποστόλου λέγοντος «θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ [λαλῆσαι] διὰ τὸν νόμον». αἰδέσθητι, Βαβυλὼν δευτέρα καὶ καινὴ Σοδόμων πολυμιξία. ἕως πότε συγχεῖς τὰς γλώσσας; ἕως πότε τολμᾷς κατὰ τῶν ὑπὸ σοῦ μηδὲν ἀδικουμένων; ζητεῖς γὰρ βιάσασθαι ἀγγελικὰς δυνάμεις, ἐκβαλὼν τοὺς λόγους τῆς ἀληθείας ἀπὸ τῆς ἐκκλησίας φάσκων τῷ Λὼτ τῷ ἁγίῳ «ἐξάγαγε τοὺς ἄνδρας». καὶ ὃ ἐπιχειρεῖς κατὰ σεαυτοῦ ἐπιχειρεῖς, τοὺς δὲ λόγους τῆς ἀληθείας οὐκ ἐκβαλεῖς, ἀλλὰ σεαυτὸν πατάσσεις ἐν ἀορασίᾳ καὶ ἐν νυκτὶ ἐζοφωμένῃ διάγεις, ψηλαφῶν τὴν θύραν καὶ μὴ εὑρίσκων ἕως ἀνατείλῃ ὁ ἥλιος καὶ ἴδῃς τὴν ἡμέραν τῆς κρίσεως· ἐν ᾗ καὶ τὸ πῦρ ἀπαντήσεται τῇ σῇ ψευδηγορίᾳ. τοῦτο γάρ σε ἐκδέχεται, ὡς ὁρᾷς.
PG 41:795οὔτε γὰρ κεῖται παρὰ τῷ ἀποστόλῳ [τό] «διὰ τὸν νόμον» καὶ παρὰ σοῦ τοῦτο πεποιήτευται. εἰ δὲ καὶ ἔλεγεν ὁ ἀπόστολος «διὰ τὸν νόμον», συνᾳδόντως ἔλεγεν τῷ ἑαυτοῦ κυρίῳ, οὐχ ἵνα καταλύσῃ τὸν νόμον, ἀλλ’ ἵνα πληρώσῃ. ιδ καὶ κβ σχόλιον. «Ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώςσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω πρὸς τὸν λαὸν τοῦτον». ιδ καὶ κβ ἔλεγχος. Εἰ μὴ ἐπλήρωσε κύριος τὰ ἐν τῷ νόμῳ προειρημένα, τίς ἦν χρεία τὸν ἀπόστολον ὑπομνῆσαι τὰ ἀπὸ νόμου ἐν καινῇ διαθήκῃ πληρούμενα; ὡς καὶ ὁ σωτὴρ ἔδειξεν ὅτι αὐτὸς ἦν ὁ καὶ τότε ἐν νόμῳ λαλήσας καὶ κατὰ ἀπειλὴν ὁρίσας αὐτοῖς λέγων «διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, καὶ ὤμοσα εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου»· διὸ καὶ ἐν ἑτερογλώσσοις ἐπηγγείλατο λαλῆσαι αὐτοῖς, ὡς καὶ ἐλάλησε, καὶ οὐκ εἰσῆλθον. τοῦτο γὰρ εὑρίσκεται λέγων τοῖς αὐτοῦ μαθηταῖς «ὑμῖν δέδοται τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι» καὶ τὰ ἑξῆς.
πανταχοῦ τοίνυν ἐν τῇ καινῇ τὰ ἀπὸ παλαιᾶς πληρούμενα παντί τῳ σαφές ἐστιν ὅτι οὐχ ἑτέρου θεοῦ καὶ ἑτέρου θεοῦ, ἀλλὰ τοῦ αὐτοῦ αἱ δύο διαθῆκαι συνίστανται. ιε καὶ κγ σχόλιον. «Αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει». ιε καὶ κγ ἔλεγχος. Εἰ κατὰ τὸν νόμον διατάσσεται ὁ ἅγιος τοῦ θεοῦ ἀπόστολος τὴν εὐταξίαν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, οὐκ ἄτακτος ὁ νόμος, ἀφ’ οὗπερ τὴν εὐταξίαν μετακομίζεται οὐδὲ ἀλλοτρίου θεοῦ ὑπάρχει ὁ νόμος, τὴν γυναῖκα καθυποτάξας τῷ ἀνδρί. συναρέσκει γὰρ καὶ τῷ ἀποστόλῳ τοῦτο ἐν τῇ τῆς ἐκκλησίας νομοθεσίᾳ, ὥς φησι· «καθὼς καὶ ὁ νόμος λέγει». ποῦ δὲ εἶπεν ὁ νόμος ἀλλὰ ἐν τῷ εἰπεῖν τὸν θεὸν πρὸς τὴν Εὔαν εὐθύς «πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει»; εἰ γὰρ καὶ ἐν ἄλλοις τόποις, ἀλλὰ ἐντεῦθεν ἡ ἀρχή.
PG 41:797εἰ τοίνυν ἀπὸ τότε ἡ γυνὴ ὑπετάγη ἐκ προστάγματος θεοῦ τῷ ἀνδρὶ καὶ ἀκολούθως ὁ ἀπόστολος καθυποτάσσει ταύτην, οὐκ ἀντιθέτως τῷ ποιήσαντι τὸν ἄνθρωπον καὶ τὴν γυναῖκα θεῷ καὶ αὐτὸς κελεύων δείκνυσιν ἐξ ἅπαντος ὅτι τοῦ αὐτοῦ [θεοῦ] ὑπάρχει ὁ ἀπόστολος νομοθέτης θεοῦ, οὗ καὶ ὁ νόμος ἦν καὶ ἡ πᾶσα παλαιὰ διαθήκη, καὶ τοῦ αὐτοῦ ἡ καινὴ διαθήκη, τουτέστιν αἱ δύο διαθῆκαι, αἱ τὴν γυναῖκα τότε καὶ νῦν καθυποτάξασαι τῷ ἀνδρὶ δι’ εὐσεβῆ καὶ ἀντίρροπον εὐταξίαν. ι καὶ κδ σχόλιον. Περὶ ἀναστάσεως νεκρῶν· «γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν». καὶ ὅτι «εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον» καὶ τὰ ἑξῆς. «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε», «ὅτι Χριστὸς ἀπέθανεν καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ». «ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος». ι καὶ κδ ἔλεγχος. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν».
εἰ εὐηγγελίσατο καὶ αὐτὸ πάλιν γνωρίζει, οὐκ ἄλλο τι εὐαγγέλιον οὔτε ἄλλη γνῶσις μετὰ τὴν μίαν καὶ τὸ ἕν, ὅπερ ἓν τυγχάνει διὰ τῶν τεσσάρων εὐαγγελίων καὶ τῶν ἀποστόλων, ἵνα ἐλέγξῃ τὸν Μαρκίωνα τὸν μετὰ τοσαῦτα ἔτη ἥκοντα, μετὰ χρόνους τοῦ καλουμένου Ὑγίνου, τοῦ Ῥωμαίων ἐπισκόπου τοῦ κατὰ διαδοχὴν ἐνάτου γενομένου ἀπὸ τῆς τῶν ἀποστόλων Πέτρου καὶ Παύλου τελειώσεως. διὸ ἐπασφαλιζόμενος ὁ αὐτὸς ἀπόστολος ἔλεγεν «κἄν τε ἡμεῖς ἢ ἄγγελος εὐαγγελίσηται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω», γινώσκων πνεύματι ἁγίῳ ὅτι μέλλει Μαρκίων καὶ οἱ κατ’ αὐτὸν διαστρέφειν τὴν ὁδὸν τὴν καλῶς ἡδραιωμένην. ὅθεν οὐκέτι εἶπεν «εὐαγγελίζομαι ὑμῖν», ἀλλὰ «γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον», οὐκ ἄλλο ὄν, ἀλλὰ «ὃ ἤδη εὐηγγελισάμην ὑμῖν», οὗ τὴν ὑπόμνησιν ὑμῖν ποιοῦμαι. «γνωρίζω ὑμῖν τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε». εἰ μὴ γὰρ κατέχετε, ὡς ἐκήρυξα ὑμῖν, χωρὶς αὐτοῦ εἰκῆ ἐπιστεύσατε.
«εὐηγγελισάμην γὰρ ὑμῖν ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς καὶ ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐγήγερται, κατὰ τὰς γραφὰς» καὶ οὐ κατὰ μῦθον καὶ οὐδὲ κατὰ τὴν διδασκαλίαν τῶν μελλόντων ἀφ’ ἑαυτῶν λαλεῖν ἃ μὴ γέγραπται· οἱ μὲν γὰρ Ἰουδαῖοι ἀφ’ ἑαυτῶν λέγουσι μὴ ἐγηγέρθαι, Μαρκίων δὲ καὶ οἱ ἄλλοι λέγουσιν ἀφ’ ἑαυτῶν δοκήσει πεπονθέναι καὶ τετάφθαι, ἐγὼ δὲ κατὰ τὰς γραφὰς ἀσφαλίζομαι ὑμᾶς. εὐθὺς γὰρ ἐπιφέρει λέγων «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε, ὅτι Χριστὸς ἀπέθανεν καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ» καὶ εὐθύς «εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται καὶ εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον τὸ κήρυγμα ἡμῶν». καὶ μετὰ ταῦτα πάντα «δεῖ γὰρ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν». καὶ οὐκ εἶπεν τὸ θνητὸν τοῦτο χωρῆσαι τὴν ἀθανασίαν ἢ τὸ φθαρτὸν τοῦτο χωρῆσαι τὴν ἀφθαρσίαν, ἀλλὰ τὸ θνητὸν καὶ φθαρτὸν ἐνδύσασθαι ἀθανασίαν καὶ ἀφθαρσίαν.
PG 41:799ποῖον δέ ἐστι θνητὸν ἀλλὰ τὸ σῶμα τὸ οὐ χωρῆσαν ἐν αὐτῷ μόνον ἀθανασίαν, ἀλλὰ καὶ οἰκειῶσαν καὶ μέλλον ἐνδύσασθαι τὴν ἀθανασίαν, οὐ τοῦ σώματος ἀποβαλλομένου καὶ τῆς ψυχῆς τῆς μὴ ἀποθνῃσκούσης ἐνδυομένης ἀθανασίαν, ἀλλὰ τοῦ θνητοῦ ἐνδυομένου ἀθανασίαν καὶ τοῦ φθαρτοῦ ἀφθαρσίαν τουτέστιν τοῦ σώματος; αὐτοῦ γὰρ καὶ θάνατός ἐστι καὶ φθορὰ πρόσκαιρος, διὰ τὴν λύσιν τὴν ἐπενεχθεῖσαν αὐτῷ διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς. ὅτι δὲ περὶ τῶν μελλουσῶν φησιν ἐν αὐτῷ τελειοῦσθαι εὐεργεσιῶν, διὰ τῆς ὑποσχέσεως τὸ πληροῦσθαι μέ[λλον] σημαίνει λέγων «τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, κατεπόθη ὁ θάνατος εἰς νῖκος», ἵνα σημάνῃ τὴν τότε μέλλουσαν ἔσεσθαι νεκρῶν ἀνάστασιν· ἐπειδὴ κατεπόθη ὁ θάνατος ἀπὸ μέρους ἐν τῇ τοῦ Χριστοῦ ἀναστάσει καὶ τῶν σὺν αὐτῷ ἀναστάντων [«ἀνέστη γὰρ πολλὰ σώματα τῶν ἁγίων, ὥς φησι τὸ εὐαγγέλιον, καὶ συνεισῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν»], τότε δὲ εἰς νῖκος καταπίνεται, ὅτε ἀπὸ πάντων καθολικῶς ἀφαντοῦται.

Τῆς πρὸς Κορινθίους β · αὕτη δὲ τρίτη κεῖται…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῆς πρὸς Κορινθίους β· αὕτη δὲ τρίτη κεῖται παρὰ τῷ Μαρκίωνι, μετηλλαγμένως δὲ διὰ τὸ πρώτην παρ’ αὐτῷ τετάχθαι τὴν πρὸς Γαλάτας. α καὶ κε σχόλιον.
«Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι’ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ». α καὶ κε ἔλεγχος. Διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ σώθητι, ὦ Μαρκίων. εἰ δὲ σὺ οὐκέτι δύνασαι [τετελεύτηκας γάρ], οἱ ὑπὸ σοῦ ἀπατηθέντες ἀνοιξάτωσαν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ φυγέτωσαν ἀπὸ σοῦ ὡς ἀπὸ ἑρπετοῦ δεινοῦ καὶ λυμαινομένου τοὺς ἐγγίζοντας. εἰ γάρ «ὅσαι ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί», ἐπαγγελίας δὲ θεοῦ οἶδεν ὁ ἀπόστολος διὰ τοῦ νόμου καὶ τῶν προφητῶν, ἄρα γε ἐν Χριστῷ τὸ ναὶ τῶν ἐπαγγελιῶν τοῦ πληρώματος ἐβεβαιοῦτο. οὐκ ἀλλότριος οὖν ὁ Χριστὸς τοῦ παλαιοῦ νόμου καὶ τῶν προφητῶν, οὐδὲ τοῦ θεοῦ τοῦ λαλήσαντος ἐν τῷ νόμῳ καὶ ἐν Χριστῷ τὰς αὐτοῦ ἐπαγγελίας πεπληρωκότος. ἀλλ’ οὐδὲ ἀντίθετος ὁ Χριστὸς τῷ θεῷ τῷ δεδωκότι νόμον καὶ προφήτας. διὰ γὰρ τὸ ἐν αὐτῷ τὰς ἐπαγγελθείσας ὑποσχέσεις ναὶ γίνεσθαι, διὰ τοῦτο, φησί, καὶ δι’ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ·
θεοῦ μὲν πατρὸς ἐπαγγειλαμένου, Χριστοῦ δὲ [τοῦ] καὶ βεβαιοῦντος καὶ κυρίου τὸ ἀμὴν περιποιουμένου δι’ αὐτοῦ ἐν τοῖς δι’ αὐτοῦ τῇ ἐπαγγελίᾳ βεβαιωθεῖσιν καὶ ἐπεγνωκόσιν τὸν πατέρα αὐτοῦ ἐν νόμῳ λελαληκότα καὶ ἐν εὐαγγελίῳ τοῖς πεπιστευκόσι δεδωρημένον τὰ σωτήρια, τοῖς λέγουσιν δι’ αὐτοῦ λέγοντος Χριστοῦ, «ναὶ ὁ πατήρ, ὅτι οὕτως ἐγένετο ἡ εὐδοκία ἐνώπιόν σου». β καὶ κ σχόλιον. «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ, ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει». β καὶ κ ἔλεγχος. Οὐ κηρύσσουσιν ἑαυτοὺς οἱ ἀπόστολοι, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον. διὸ οὐκ ἔνι αἵρεσις οὐδὲ ἐκκλησία εἰς ὄνομα ἀποστόλων ἀνηγορευμένη. οὐδέποτε γὰρ ἠκούσαμεν ἢ Πετρίους ἢ Παυλίους ἢ Βαρθολομαίους ἢ Θαδδαίους, ἀλλὰ ἀπ’ ἀρχῆς ἓν κήρυγμα πάντων τῶν ἀποστόλων, οὐκ αὐτοὺς κηρύσσον ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον. διὸ καὶ ὄνομα τῆς ἐκκλησίας οἱ πάντες ἓν ἐπέθεντο, οὐχ ἑαυτῶν ἀλλὰ τοῦ κυρίου αὐτῶν Ἰησοῦ Χριστοῦ, ἀπὸ Ἀντιοχείας ἀρξαμένων Χριστιανῶν καλεῖσθαι·
PG 41:801ὅπερ ἐστὶν ἡ μόνη καθολικὴ ἐκκλησία, οὐκ ἄλλο τι ἔχουσα [ὄνομα] ἀλλὰ Χριστοῦ, Χριστιανῶν οὖσα ἐκκλησία, οὐ Χριστῶν ἀλλὰ Χριστιανῶν, τοῦ μὲν ἑνὸς ὑπάρχοντος, τῶν δὲ ἀπὸ τοῦ ἑνὸς Χριστιανῶν καλουμένων. μετὰ ταύτην δὲ καὶ τοὺς αὐτῆς κήρυκας πᾶσαι , οὐκέτι τοῦ αὐτοῦ χαρακτῆρος φαινόμεναι διὰ τῶν ἐπιθέτων ὀνομάτων Μανιχαίων καὶ Σιμωνιανῶν καὶ Οὐαλεντίνων καὶ Ἐβιωναίων· ὧν εἷς καὶ σύ, Μαρκίων, ὑπάρχεις, καὶ σοῦ τὸ ὄνομα ἐπικέκληνται οἱ ὑπὸ σοῦ ἠπατημένοι, ὡς σεαυτὸν κηρύξαντος καὶ οὐχὶ Χριστόν. εἶτά φησιν «ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει». ὁ θεὸς δὲ ποῖος ἀλλ’ ὁ εἷς ὁ ἐν τῷ προφήτῃ δείξας ἐκ σκότους φῶς, τουτέστιν ἀπὸ τῆς τῶν ἀνθρώπων ἀπιστίας καὶ ἀγνωσίας φῶς καὶ γνῶσιν ἐν Χριστῷ λάμψαν ἐν ταῖς καρδίαις ἡμῶν τῶν ποτε ἐθνῶν εἰδωλολατρούντων, νῦν δὲ θεὸν [ἐπεγνωκότων] τὸν τότε ἐν τῷ προφήτῃ προεπαγγειλάμενον τὸ φῶς ἑαυτοῦ ἐν τῷ κόσμῳ λάμψαι, ὡς οὐκ ἀλλοτρίου ὄντος παλαιᾶς καὶ καινῆς διαθήκης· ὡς ἡμῖν ἔθος γέγονε πείθειν σε, ὦ Μαρκίων, ἀφ’ ὧν ἔχεις γεγραμμένων λειψάνων τοῦ εὐαγγελίου, καὶ μὴ ὑπὸ σοῦ ἀπατᾶσθαι. γ καὶ κζ σχόλιον.
«Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». ἐξέκοψεν δὲ τό «κατὰ τὸ γεγραμμένον». γ καὶ κζ ἔλεγχος. Οὐ δοθήσεταί σοι τόπος ἐν οἷς ἂν τολμήσειας. κἄν τε γὰρ ἐκκόψῃς τό «κατὰ τὸ γεγραμμένον», φαίνεται ἡ τῆς προγεγραμμένης λέξεως ἀκολουθία. ἀπὸ τοῦ γάρ «ἐπίστευσα, διὸ καὶ ἐλάλησα» εὐθὺς τὰ ἴσα ἐπενέγκας ὁ ἀπόστολος ἔφη «ἔχοντες τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». παντὶ δέ τῳ σαφές ἐστι τοῦτο, ὅτι ἐν τῷ ἑκατοστῷ πεντεκαιδεκάτῳ ψαλμῷ ἐν τῷ τὴν ἐπιγραφὴν Ἀλληλουία ἔχοντι, τῆς δὲ τοῦ Δαυὶδ βίβλου ὄντι καὶ ὑπ’ αὐτοῦ προπεφητευμένῳ, ὁ λόγος τοῦ «ἐπίστευσα» ἐστὶ γεγραμμένος. ὅθεν καὶ ὁ ἀπόστολος ἔλαβε τὸ ῥητὸν καὶ ὁμοίως ἔφη τό «διὸ καὶ ἡμεῖς πιστεύομεν καὶ λαλοῦμεν», εἷς ὢν τοῦ ἀριθμοῦ τῶν ἀποστόλων· ὅθεν οὐ λέγει «διὸ καὶ ἐπίστευσα καὶ ἐλάλησα», ἀλλά «ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν», ἵνα ἑαυτὸν μετὰ τῶν ἄλλων ἀποστόλων συνάψῃ.
καί φησιν «ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα», ἵνα δείξῃ τὸ ἐν τῷ Δαυὶδ λαλῆσαν πνεῦμα τὸ αὐτὸ ὂν πνεῦμα καὶ ἐν τοῖς ἀποστόλοις ἀφ’ οὗπερ τότε ἐκεῖνος προφητεύων ἐπίστευεν, ἐν ᾧ πνεύματι καὶ αὐτοὶ ὄντες πιστεύουσι καὶ λαλοῦσι. πολλὴ δὲ ἀδικία καὶ πλεονεξία ὡς εἰπεῖν διανοημάτων. τοῦ γὰρ ἀποστόλου ἓν καὶ τὸ αὐτὸ πνεῦμα φάσκοντος, πῶς ἡ τοῦ Μαρκίωνος ἄνοια, ὁμολογοῦσα τοῦτον τὸν λόγον τὸν ἅγιον ἀπόστολον εἰρηκέναι, τολμᾷ λέγειν ἄλλο εἶναι τότε τὸ πνεῦμα καὶ ἄλλο τὸ ἐν τοῖς ἀποστόλοις;

Τῆς πρὸς Ῥωμαίους δ ἐπιστολῆς · οὕτως γάρ ἐστι…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:803Τῆς πρὸς Ῥωμαίους δ ἐπιστολῆς· οὕτως γάρ ἐστι παρὰ τῷ Μαρκίωνι κειμένη, ἵνα μηδὲν ὀρθὸν παρ’ αὐτῷ εἴη. α καὶ κη σχόλιον. «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται». α καὶ κη ἔλεγχος. Εἰ ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, σωτηρίας ὁ νόμος παραίτιος φυλαττόμενος καὶ μὴ ἐῶν τοὺς φυλάττοντας ἀπόλλυσθαι.
καὶ εἰ οἱ διὰ νόμου ἁμαρτήσαντες διὰ νόμου κριθήσονται, ἄρα κριτὴς τῶν παραβάσεων ὁ νόμος, οὐκ ἀπωλείας ὢν ἀλλὰ δικαιοκρισίας, ὁσίως κρίνων τοὺς παραβεβηκότας. «οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλὰ οἱ ποιηταὶ νόμου δικαιωθήσονται». εἰ δὲ ποιούμενος ὁ νόμος δικαιοῖ τὸν ποιήσαντα, οὐκ ἄδικος ὁ νόμος οὔτε φαῦλος, δι’ ὃν οἱ τελοῦντες τὸν νόμον δίκαιοι καθίστανται. ἐκ δὲ τοῦ νόμου ἐστὶ καὶ ἡ εἰς Χριστὸν προφητευομένη πίστις, χωρὶς οὗ οὐ δικαιωθήσεται οὐδεὶς καὶ ἐν ᾧ πιστεύσας παρὰ τὴν [ὑπὸ] τοῦ νόμου προφητευομένην μαρτυρίαν οὐ δύναται πάλιν δικαιοῦσθαι οὐδείς, ὡς πληρώματος ὄντος τοῦ Χριστοῦ τοῦ νόμου κατὰ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι «πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην», δεικνύντι ὅτι ἄνευ νόμου καὶ Χριστοῦ οὐκ ἔνι δικαιοσύνη. οὔτε γὰρ Ἰουδαῖοι ἄνευ Χριστοῦ δικαιωθήσονται μὴ λαβόντες Χριστὸν οὔτε σύ, Μαρκίων, δικαιωθήσῃ ἀπαρνούμενος τὸν νόμον. β καὶ κθ σχόλιον. «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράςσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν». β καὶ κθ ἔλεγχος.
Εἰ ἀποφαίνεται ὁ ἅγιος ἀπόστολος τὴν περιτομὴν ὠφελήσειν, τίς ἐν τοῖς ὠφελοῦσι μῶμον θήσειεν, ἀλλὰ εἰ ἄρα ὅμοιος τῷ ὄφει γενήσεται; ἔοικας γὰρ τούτῳ, ὦ Μαρκίων· κἀκεῖνος γὰρ ἀντιστρέφων τὰ παρὰ θεοῦ εἰρημένα παρέπειθε τὴν Εὔαν λέγων «οὐ θανάτῳ ἀποθανεῖσθε». νόμον γὰρ τῇ περιτομῇ συνέδησε καὶ τὴν περιτομὴν τῷ νόμῳ συμπρέπουσαν ἀπέδειξε καὶ τοῦ αὐτοῦ θεοῦ τὸ πρόσταγμα ὑπάρχειν ὑπέφηνεν τοῦ τὴν περιτομήν ποτε δεδωκότος καὶ νόμον εἰς βοήθειαν δεδωκότος, ἀφ’ οὗπερ Χριστὸς πιστευόμενος τὰ τέλεια τοῖς πιστεύουσι λαλεῖν τε καὶ ποιεῖν παρέχεται. γ καὶ λ σχόλιον. «Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ». γ καὶ λ ἔλεγχος. Εἰ ἡ γνῶσις μόρφωσιν ἔχει, ἀπὸ δὲ τῆς μορφώσεως τὸ εἶδος φαίνεται, οἱ δὲ τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν ἔχοντες ἀπόστολοι καὶ οἱ τούτων μαθηταὶ οἴδασιν ἀπὸ τῆς μορφώσεως τοῦ νόμου τὸ εἶδος κεκτῆσθαι, τουτέστιν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ ἄρα ἀλλότριος ὁ νόμος τῆς γνώσεως καὶ τῆς ἀληθείας. διὰ γὰρ τῆς ἐν αὐτῷ μορφώσεως ἐπέγνωσαν οἱ κήρυκες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν. δ καὶ λα σχόλιον.
PG 41:805«Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν». δ καὶ λα ἔλεγχος. Τό «ἔτι» καὶ [τό] «ἀπέθανεν» οὐ δοκήσεως ἀλλὰ ἀληθείας ἐστὶ σημαντικόν. εἰ γὰρ δόκησις ἦν, τίς χρεία τοῦ «ἔτι» λέγεσθαι, δυναμένου τοῦ Χριστοῦ πάντοτε καὶ τότε καὶ νῦν δοκήσει φαίνεσθαι καὶ μὴ λέγεσθαι «ἔτι ὄντων ἡμῶν ἀσθενῶν»; ἀπὸ τοῦ γὰρ «ἔτι» τὸ τότε θανεῖν ἀπέδωκε καὶ ἐδικαίωσε τῷ θανάτῳ, ἵνα μηκέτι χρείαν ἔχῃ θανεῖν ὁ ὑπὲρ ἁμαρτωλῶν ἅπαξ ἀποθανὼν καὶ δι’ ἑαυτὸν μηκέτι ἀποθνῄσκων. ε καὶ λβ σχόλιον. «Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή». ε καὶ λβ ἔλεγχος. Συντίθεται τῷ νόμῳ τῷ ἅγιον αὐτὸν εἶναι καὶ τῇ ἐν αὐτῷ ἐντολῇ γενομένῃ, τρισὶ μαρτυρίαις ἀσφαλισάμενος ταύτην, ἁγίαν αὐτὴν λέγων καὶ δικαίαν καὶ ἀγαθήν, ἵνα ἐλέγξῃ σέ, Μαρκίων, καὶ ἡμᾶς διδάξῃ τοῦ ἁγίου εἶναι τὸν νόμον, οὗ καὶ ἡ ἐντολὴ ἁγία, καὶ αὐτὸν τὸν ἅγιον εἶναι καὶ ἀγαθόν. διὸ ἀγαθοῦ οὖσα ἐντολὴ ἀγαθὴ καλεῖται καὶ ἁγίου οὖσα ἁγία ἐστὶν καὶ δικαίου ὑπάρχουσα δικαία ἐντολὴ καλεῖται, ἑνὸς ὄντος τοῦ τότε καὶ νῦν , τοῦ ὄντος ἁγίου καὶ δικαίου καὶ ἀγαθοῦ.
διὸ καὶ ἡ αὐτοῦ ἐντολὴ ἡ ἀπὸ τότε καὶ νῦν ἐν νόμῳ καὶ ἐν καινῇ διαθήκῃ ἁγία ὑπάρχει καὶ δικαία καὶ ἀγαθή. 2 καὶ λγ σχόλιον. «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν». 2 καὶ λγ ἔλεγχος. Εἰ ἐν τοῖς ἀποστόλοις καὶ ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου πληροῦται, πῶς σύ, ὦ Μαρκίων, τολμᾷς λέγειν τὸν νόμον ἀλλότριον τῶν κατὰ τὸ πλήρωμα τοῦ νόμου δικαιουμένων ἀποστόλων τοῦ θεοῦ; ζ καὶ λδ σχόλιον. «Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι». ζ καὶ λδ ἔλεγχος. Εἰ εἰς δικαιοσύνην Χριστὸς ἐλήλυθεν παντὶ τῷ πιστεύοντι, οὐ τοῦ νόμου τελειουμένου, εἰ μὴ Χριστὸς τελειώσῃ τῇ ἑαυτοῦ παρουσίᾳ, οὐκ ἄρα τελειωθήσεσθε, ὦ Ἰουδαῖοι, ἐν νόμῳ μένοντες, ἐὰν μὴ Χριστὸν ἐνδημήσαντα πιστεύσαντες ὑποδέξησθε. ἀλλὰ οὐδὲ σύ, Μαρκίων, δυνήσῃ σωθῆναι ἐν Χριστῷ, τὴν ἀρχὴν τοῦ κηρύγματος καὶ τὴν ῥίζαν ἀποβαλλόμενος, ὅπερ ἐστὶ νόμος, ἀφ’ οὗπερ Χριστὸς γινωσκόμενος τελειοῖ τὸν μὴ τὸν νόμον βδελυσσόμενον ὡς ἀλλότριον Χριστοῦ ὑπάρχοντα. η καὶ λε σχόλιον. «Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκεν». η καὶ λε ἔλεγχος.
PG 41:807Εἰ διὰ τοῦ ἀγαπᾶν τὸν πλησίον νόμος πληροῦται, οὐκ ἀλλότριος Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ θεοῦ ὁ νόμος, ὁ κελεύων ἀγαπᾶν τὸν πλησίον· διότι ὁ θεὸς ἀγάπη ἐστὶν καὶ πάντα τὰ ὑπ’ αὐτοῦ κηρυττόμενα ὁμοίως ἀεὶ κηρύττεται, καὶ τότε καὶ νῦν, καὶ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ. Τῆς πρὸς Θεσσαλονικεῖς [α], πέμπτης ἐπιστολῆς [οὕτω γὰρ κεῖται ἐν τῷ Μαρκίωνι], ὀγδόης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, τὰ πάντα τοῦ Μαρκίωνος διεστραμμένως ἀπ’ αὐτῆς ἔχοντος οὐδὲν ἐξ αὐτῆς παρεθέμεθα. Τῆς πρὸς Θεσσαλονικεῖς δευτέρας, ἕκτης [δὲ] κειμένης παρὰ τῷ Μαρκίωνι, ἐνάτης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, ὁμοίως διαστραφείσης ὑπ’ αὐτοῦ τοῦ Μαρκίωνος, πάλιν οὐδὲν ἐξεθέμεθα.

Of the Epistle to the Ephesians, being the 7th in Marcion...Τῆς πρὸς Ἐφεσίους, ζ οὔσης παρὰ τῷ Μαρκίωνι,…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῆς πρὸς Ἐφεσίους, ζ οὔσης παρὰ τῷ Μαρκίωνι, ε δὲ παρὰ τῷ ἀποστόλῳ κειμένης, τάδε· α καὶ λ σχόλιον. «Μνημονεύοντες ὑμεῖς ποτε τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ·
νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν» καὶ τὰ ἑξῆς. α καὶ λ ἔλεγχος. Τό «μνημονεύοντες» καιροῦ σημαίνει τὸ εἶδος καὶ [τό] «οἱ λεγόμενοι ὑπὸ τῆς λεγομένης» τῶν πραγμάτων τοὺς τύπους σημαίνει καὶ τό «ἐν σαρκί», ἵνα δείξῃ τὸν τύπον τὸν ἐν τῇ σαρκὶ ἀπεκδεχόμενον τὸν τοῦ πνεύματος καιρόν, ἵνα τὰ ἐντελέστερα ἀπὸ τοῦ τύπου δείξῃ. χωρὶς γὰρ Χριστοῦ τῆς πολιτείας τοῦ Ἰσραὴλ ἡ ἀκροβυστία ἀπηλλοτρίωτο, ἀπηλλοτριωμένη δὲ ξένη ἦν ἐπαγγελίας καὶ διαθήκης, καὶ οἱ ἀπὸ ταύτης ὁρμώμενοι ἐλπίδα οὐκ εἶχον, ἀλλ’ ἄθεοι ἦσαν ἐν τῷ κόσμῳ, ὡς ἀποδέδεικται ἀπὸ τῶν τοῦ ἀποστόλου ῥημάτων. ἀλλὰ σύ, Μαρκίων, οὔτε ὁρᾷς οὔτε ἀκούεις, ἐπεὶ ἂν ἐνόεις πόσων ἀγαθῶν παραίτιον τὸν νόμον φάσκει ὁ ἅγιος ἀπόστολος τοῖς ἐν τῷ νόμῳ πρὸς τὸν τότε καιρὸν πεπολιτευμένοις· «ἐν γὰρ Χριστῷ Ἰησοῦ οἱ ποτὲ μακρὰν νῦν [ἐγενήθητε] ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ.
PG 41:809αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.» εἰ δὲ τὰ ἀμφότερα ἐποίησεν ἓν καὶ οὐ τὸ μὲν ἀνεῖλεν τὸ δὲ ἕτερον συνεστήσατο, ἄρα γε οὐδὲ τὸ πρότερον ἀλλότριον αὐτοῦ οὐδὲ τὸ δεύτερον διεῖλεν ἀπὸ τοῦ πρώτου, ἀλλὰ τὰ ἀμφότερα εἰς ἓν συνήγαγεν, οὐχ ἁπλῶς οὐδὲ δοκήσει, ἀλλὰ ἐναργῶς ἐν τῷ αἵματι αὐτοῦ, ὡς ἡ ἀσφαλὴς τοῦ ἀποστόλου ὑποδείκνυσι διδασκαλία. β καὶ λζ σχόλιον. «Διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός». β καὶ λζ ἔλεγχος. Πόθεν τῷ ἀποστόλῳ τό «διὸ λέγει» ἀλλὰ ἀπὸ τῆς παλαιᾶς δῆλον διαθήκης; τοῦτο δὲ ἐμφέρεται παρὰ τῷ Ἠλίᾳ. πόθεν δὲ ὡρμᾶτο ὁ Ἠλίας; ἀλλὰ εἷς ἦν τῶν προφητῶν τῶν κατὰ νόμον πεπολιτευμένων, ἀπὸ νόμου καὶ προφητῶν ὁρμώμενος. εἰ δὲ ἐν Χριστῷ ἐπροφήτευσε τό «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός», ἄρα γε τὸ πρωτότυπον διὰ Λαζάρου καὶ τῶν ἄλλων ἐπεπλήρωτο, περὶ οὗ οἱ αὐτοὶ ἀμφέβαλλον, Μάρθα καὶ Μαρία λέγουσαι «ἤδη ὄζει, τεταρταῖός ἐστι» καὶ τῶν τοῦ ἀρχισυναγώγου λεγόντων «μηκέτι σκύλλετε τὸν διδάσκαλον» καὶ αὐτοῦ λέγοντος «μὴ φοβεῖσθε· οὐ γὰρ ἀπέθανεν, ἀλλὰ καθεύδει».
σαφῶς γὰρ ἔκτοτε τὸ κήρυγμα ἐκάλει ἀνάστασιν διὰ Χριστοῦ ἔσεσθαι καὶ τὸ ἐξουσιαστικὸν τῆς εὐχερείας ὑπεδείκνυεν, ἵνα τὸ δυνατὸν τοῦ Χριστοῦ ὑποδείξῃ, ὅτι ὡς τῷ ἀνθρώπῳ εὐχερὲς οὐ τὸν ἀποθανόντα ἀλλὰ τὸν καθεύδοντα διὰ φωνῆς ἐγεῖραι, οὕτως καὶ τῷ Χριστῷ ἦν ἑτοιμότατα τὸ εἰπεῖν· «Λάζαρε, δεῦρο ἔξω» καὶ τό «κουμὶ κουμὶ ταλιθά» τουτέστιν ἀνάστηθι ἡ παῖς. δι’ ὧν καὶ ἐναργῶν ἀποδείξεων ἐσήμανεν ὁ λόγος τὴν ἡμῶν κλῆσιν ἀπὸ νεκρῶν ἔργων καὶ ὕπνου βαρέος ἡμῶν τῶν ποτε καθευδόντων, ἀνεγείροντά [τε] τὸν Χριστὸν καὶ διὰ τῆς κλήσεως φωτίζοντα ἡμᾶς· ἥτις γέγονε δευτέρα αὕτη σχέσις. τὸ δὲ τέλειον καὶ καθολικὸν προσδοκώμενον, ὅταν ὁ αὐτὸς ὁ λέγων «ἐγώ εἰμι ἡ ἀνάστασις», πάντας καλέσῃ καὶ ἐγείρῃ σώματι καὶ ψυχῇ καὶ φωτίσῃ ἐν τῇ αὐτοῦ μελλούσῃ παρουσίᾳ. γ καὶ λη σχόλιον. «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», παρὰ τό «τῇ γυναικί». γ καὶ λη ἔλεγχος. Ἀποδέδεικται πολλάκις μὴ ἀλλότρια εἶναι τὰ ἐν τῷ νόμῳ τοῖς ὑπὸ τοῦ ἀποστόλου διδασκομένοις, κἄν τε σύ, ὦ Μαρκίων, παρακόψῃς τό «[τῇ] γυναικί».
ἀπὸ τοῦ γάρ «ἔσονται εἰς σάρκα μίαν» δήλη σου ἔσται ἡ πᾶσα ῥᾳδιουργία.

Of the Epistle to the Colossians, the 8th in Marcion...Τῆς πρὸς Κολασσαεῖς, η παρὰ τῷ Μαρκίωνι κειμένης,…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Τῆς πρὸς Κολασσαεῖς, η παρὰ τῷ Μαρκίωνι κειμένης, παρὰ δὲ τῷ ἀποστόλῳ ζ κειμένης· α καὶ λθ σχόλιον. «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας καὶ σαββάτων ὅ ἐστιν σκιὰ τῶν μελλόντων». α καὶ λθ ἔλεγχος. Οὐδαμόθεν ὑποπίπτει σκιά, ὦ Μαρκίων, ἀλλ’ ἢ ἀπὸ σώματος καὶ σῶμα οὐ δύναται εἶναι, σκιᾶς ἀπ’ αὐτοῦ μὴ φαινομένης. ὅθεν πεισθῆναι ὀφείλουσιν οἱ ἀπὸ σοῦ ἠπατημένοι διὰ τῶν ἔτι παρὰ σοῦ φυλαττομένων τῆς ἀληθείας τῶν θείων γραφῶν λειψάνων, ὅτι μελλόντων ἀγαθῶν ἀποκαλύπτεσθαι οὐκ ἀλλότρια ἦν τὰ τότε δικαιώματα, προσκαίρως προστεταγμένα περὶ βρώσεως καὶ πόσεως καὶ μέρους ἑορτῶν καὶ νεομηνιῶν καὶ σαββάτων· ὧν ἀγαθῶν σκιαὶ ἦσαν τὰ προειρημένα, δι’ ὧν σκιῶν τὸ σῶμα κατειλήφαμεν τῶν ἐνεστώτων ἀγαθῶν, ἐν νόμῳ μὲν σκιαγραφηθέντων ἐν Χριστῷ δὲ τελειωθέντων.

Πρὸς Φιλήμονα θ · οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:811Πρὸς Φιλήμονα θ· οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι κεῖται, παρὰ δὲ τῷ ἀποστόλῳ ἐσχάτη κεῖται·
ἔν τισιν δὲ ἀντιγράφοις τρισκαιδεκάτη πρὸ τῆς πρὸς Ἑβραίους τεσσαρεσκαιδεκάτης τέτακται, ἄλλα δὲ ἀντίγραφα ἔχει τὴν πρὸς Ἑβραίους δεκάτην πρὸ τῶν δύο πρὸς Τιμόθεον καὶ Τίτον καὶ Φιλήμονα. πάντα δὲ τὰ ἀντίγραφα τὰ σῷα καὶ ἀληθῆ τὴν πρὸς Ῥωμαίους ἔχουσι πρώτην, οὐχ ὡς σύ, Μαρκίων, τὴν πρὸς Γαλάτας ἔταξας πρώτην. ὅμως ἀπὸ ταύτης τῆς πρὸς Φιλήμονα οὐδὲν παρεθέμεθα, διὰ τὸ ὁλοσχερῶς αὐτὴν ἐνδιαστρόφως παρ’ αὐτῷ κεῖσθαι.

Πρὸς Φιλιππησίους ι · οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Πρὸς Φιλιππησίους ι· οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι κεῖται ἐσχάτη καὶ δεκάτη, παρὰ δὲ τῷ ἀποστόλῳ ἕκτη. ὡσαύτως οὐδὲ ἀπ’ αὐτῆς, διὰ τὸ διαστρόφως παρ’ αὐτῷ κεῖσθαι, οὐδὲν ἐξελεξάμεθα. Αὕτη πεπλήρωται ἡ τοῦ Μαρκίωνος σύνταξις [τῆς τῶν] ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ τοῦ ἀποστόλου σῳζομένων λειψάνων λόγων τε ὑποθέσεως· ἀφ’ ἧς ἀναλεξάμενοι τὰ κατ’ αὐτοῦ ἀπὸ τῶν παρ’ αὐτοῦ σῳζομένων τοὺς ἐλέγχους παρεθέμεθα. προσέθετο δὲ ἐν τῷ ἰδίῳ ἀποστολικῷ καλουμένῳ καὶ τῆς καλουμένης πρὸς Λαοδικέας α καὶ μ σχόλιον. «Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν». α καὶ μ ἔλεγχος.
Συνᾳδόντως μὲν τῇ πρὸς Ἐφεσίους, ὦ Μαρκίων, καὶ ταύτας τὰς κατὰ σοῦ μαρτυρίας ἀπὸ τῆς λεγομένης πρὸς Λαοδικέας συνήγαγες, ἵνα ἐπὶ τῷ τέλει τοῦ συντάγματος μάθωμεν ἀναγνόντες τὰ παρὰ σοὶ καὶ γνόντες τὰ κατὰ σὲ καταγνῶμεν τῶν διὰ σοῦ ἀλλοτρίως ἐπινενοημένων τριῶν ἀνάρχων ἀρχῶν διαφορὰς πρὸς ἀλλήλας ἐχουσῶν. οὐχ οὕτως γὰρ ἔχει ἡ τοῦ ἁγίου ἀποστόλου ὑπόθεσις καὶ ἠσφαλισμένον κήρυγμα, ἀλλὰ ἄλλως παρὰ τὸ σὸν ποιήτευμα. σαφῶς γὰρ ἔφη «ἕνα κύριον, μίαν πίστιν, ἓν βάπτισμα, ἕνα θεὸν τὸν αὐτὸν πατέρα πάντων, τὸν αὐτὸν ἐπὶ πάντων, τὸν αὐτὸν διὰ πάντων καὶ ἐν πᾶσι», διά τε νόμου καὶ προφητῶν καὶ ἐν πᾶσιν ἀποστόλοις καὶ ἐν τοῖς καθεξῆς. Αὕτη μὲν ἡμῶν ἡ προθεωρηθεῖσα ἐν τοῖς προειρημένοις [σύνταξις], ἀναλεχθεῖσιν ἀπὸ τῆς παρ’ αὐτῷ τῷ Μαρκίωνι ἔτι σῳζομένης γραφῆς, ἧς τὴν ἀνάλεξιν σκοπήσας τις ἐκπλαγείη τὰς [τοῦ] μεγαλοδώρου θεοῦ οἰκονομίας. ἑκάστου γὰρ πράγματος διὰ τριῶν μαρτυριῶν ἐπιβεβαιουμένου καὶ συνισταμένου, ὡς ἐνταῦθα ψιλῶς ὁ θεὸς ἐχαρίσατο συνάψαι [ὡς ἔφην] ἡμᾶς κατὰ οἰκονομίαν ἑβδομήκοντα μὲν ὀκτὼ μαρτυρίας ἀπὸ τοῦ εὐαγγελίου, τεσσαράκοντα δὲ ἀπὸ τοῦ ἀποστόλου;
PG 41:813καὶ ταύτας παρ’ αὐτῷ εἰς ἔτι καὶ δεῦρο σῳζομένας τε καὶ [οὐκ] ἀμφιβαλλομένας, ὡς εἶναι τὰς πάσας ἑκατὸν δεκαοκτώ, ἀντιλεγούσας δὲ πάσας τῇ αὐτοῦ Μαρκίωνος γνώμῃ, ὡς ἀπὸ προσώπου ὀνόματος κυρίου διὰ τῶν δεκαοκτὼ καὶ τῆς αὐτοῦ ἐνδεξίου εὐλογίας διὰ τῶν ἑκατόν. ἀλλὰ καὶ ἐπ’ ἄλλης περισσῆς πρὸς ἐπὶ τούτοις ἐκτὸς τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου· οὐ γὰρ ἔδοξε τῷ ἐλεεινοτάτῳ Μαρκίωνι ἀπὸ τῆς πρὸς Ἐφεσίους ταύτην τὴν μαρτυρίαν λέγειν, ἀλλὰ τῆς πρὸς Λαοδικέας, τῆς μὴ οὔσης ἐν τῷ ἀποστόλῳ. αἷς μὴ ἐντυγχάνων ἠλιθίως ὁ κτηνώδης καὶ ἐν πολλοῖς πεσὼν ὁ τάλας οὐχ ὁρᾷ τὴν κατ’ αὐτοῦ ἀνατροπὴν καθ’ ἑκάστην ἡμέραν ὁμολογουμένην. καὶ μηδεὶς θαυμαζέτω περὶ τούτου. πῶς γὰρ ἠδύνατο οὗτος, ἐπαγγειλάμενος ἔχειν τι τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου, μὴ οὐχὶ κἂν ὀλίγα τῆς γραφῆς σῴζειν ῥήματα; ὅλου γὰρ τοῦ σώματος ζῶντος ὡς εἰπεῖν τῆς θείας γραφῆς, ποῖον ηὕρισκε μέλος νεκρὸν κατὰ τὴν αὐτοῦ γνώμην, ἵνα παρεισαγάγῃ ψεῦδος κατὰ τῆς ἀληθείας; ἀλλ’ ὡς εἰπεῖν ἐλώβησε καὶ ἀκρωτηριάσας παρέκοψε πολλὰ τῶν μελῶν, κατέσχεν δὲ ἔνιά τινα παρ’ ἑαυτῷ.
καὶ αὐτὰ δὲ τὰ κατασχεθέντα ἔτι ζῶντα οὐ δύναται νεκροῦσθαι, ἀλλ’ ἔχει μὲν τὸ ζωτικὸν τῆς ἐμφάσεως, κἄν τε μυρίως παρ’ αὐτῷ κατὰ λεπτὸν ἀποτμηθείη. 14. Ἔτι δὲ μετὰ ταῦτα πάντα ἐπεμνήσθημεν ὡς τινὲς ἀπὸ τῶν αὐτῶν Μαρκιωνιστῶν, εἰς βυθὸν βλασφημίας παραπεπτωκότες καὶ ἀπὸ τῆς ἑαυτῶν δαιμονιώδους διδασκαλίας ἐμβρόντητοι παντάπασι γεγονότες καὶ οὗ ἐδόκουν κυρίου μόνον κἂν δι’ ὀνόματος μνημονεύειν καὶ αὐτοῦ ἀθυρογλώσσως ἑτέρως τὴν αὐτοῦ θεότητα ἀποστρέφοντες, τὸ ὄνομα τῆς ἄνωθεν γεννήσεως κακίζειν οὐκ ἐντρέπονται. τινὲς γὰρ αὐτῶν τετολμήκασιν, ὡς ἔφην, αὐτὸν τὸν κύριον εἶναι υἱὸν τοῦ πονηροῦ λέγειν οὐκ αἰσχυνόμενοι, ἄλλοι δὲ οὐχί, ἀλλὰ τοῦ κριτοῦ τε καὶ δημιουργοῦ· εὐσπλαγχνότερον [δὲ] γεγονότα καὶ ἀγαθὸν ὄντα καταλεῖψαι μὲν τὸν ἴδιον αὐτοῦ πατέρα κάτω [πῆ μὲν λεγόντων τὸν δημιουργόν, ἄλλων δὲ τὸν πονηρόν], ἄνω δὲ ἀναδεδραμηκέναι πρὸς τὸν ἐν ἀκατονομάστοις τόποις ἀγαθὸν θεὸν καὶ αὐτῷ προσκεκολλῆσθαι·
πεμφθέντα δὲ ὑπ’ αὐτοῦ εἰς τὸν κόσμον καὶ πρὸς ἀντιδικίαν τοῦ ἰδίου πατρὸς ἐλθόντα τὸν Χριστὸν [καὶ] καταλῦσαι αὐτοῦ τὰ πάντα ὅσα ὁ κατὰ φύσιν πατὴρ αὐτοῦ ἐνομοθέτει, ἤτοι ὁ λαλήσας ἐν τῷ νόμῳ ἤτοι ὁ τῆς κακίας θεὸς ὁ παρ’ αὐτῶν ἐν τῇ τρίτῃ ἀρχῇ ταττόμενος. ἄλλως γὰρ καὶ ἄλλως ἐκτίθενται ὡς ἔφην, ἄλλος μὲν τὸν δημιουργὸν λέγων, ἄλλος δὲ τὸν πονηρόν. 15. Ταῦτα δὲ δῆλα παντί τῳ σύνεσιν κεκτημένῳ ὑπάρχει, ὅτι ἀκαθάρτου πνεύματός ἐστιν ἡ φρόνησις καὶ ἡ διδασκαλία καὶ οὔτε χρεία ἦν περὶ ταύτης τῆς ὑποθέσεως ἀπολογεῖσθαι ἢ ἔλεγχον παριστᾶν καταντικρὺ Μαρκίωνος τοῦ ἑαυτοῦ κατὰ πάντα τὴν ἐπιλησμονὴν τῆς ζωῆς ποιησαμένου. φωραθήσεται γὰρ παρὰ πᾶσι τοῖς συνετοῖς τὸ βλάσφημον αὐτοῦ κενοφώνημα καὶ τολμηρὸν τῆς ἀπωλείας ἐνέργημα. ἀλλ’ ἐπειδὴ εἰώθαμεν μὴ ἐᾶν ἀκανθῶν τόπον, ἀλλὰ ἐκτέμνειν τῇ τοῦ θεοῦ μαχαίρᾳ, «τῇ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον [τομωτέρῳ] καὶ διικνουμένῃ ἄχρι μερισμῶν ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν» κατὰ τὸ γεγραμμένον, ὀλίγα καὶ εἰς τοῦτο εἰπεῖν οὐκ ἀποκνήσομεν. 16. Πρῶτον μὲν γὰρ ὅτι εἰ ἀγαθὸς ἐκ πονηροῦ γεγένηται, οὐκέτι τῶν ἀρχῶν σταθήσεται ὁ λόγος.
PG 41:815δύναται γὰρ καὶ ὁ αὐτοῦ πατήρ, εἰ πονηρὸς ὑπάρχει [ὅπερ μὴ γένοιτο, ἀλλὰ ἀγαθός ἐστι], μεταβληθῆναι τὴν γνώμην, ὥσπερ ὁ ὑπ’ αὐτοῦ γεγεννημένος μεταβέβληται. τὸ δὲ ἕτερον· εἰ ὅλως ἦλθεν ὁ μονογενὴς ἀνθρώπους σῶσαι καὶ λῃστὴν εἰσαγαγεῖν εἰς παράδεισον καὶ τελώνην καλέσαι ἀπὸ τελωνίου εἰς μετάνοιαν καὶ πόρνην ἀλείφουσαν αὐτοῦ τοὺς πόδας ἰάσασθαι ἀπὸ πορνείας, ἔτι δὲ καὶ [ἄλλα] ἀγαθὰ πράττει, διότι ἀγαθὸς ὑπάρχει καὶ εὔσπλαγχνος καὶ ἐλεήμων, πολλῷ οὖν μᾶλλον ἔδει ἐπὶ τὸν ἴδιον αὐτοῦ πατέρα τὸν οἶκτον αὐτοῦ ἀναλαβεῖν καὶ αὐτὸν πρῶτον μεταθεῖναι εἰς τὸ σωτηριῶδες, ἵνα πρῶτον τὸν πατέρα αὐτοῦ μεταβαλὼν τελείως ἐνδείξηται τὴν τελείαν ἀγαθότητα, τὸν πατέρα αὐτοῦ οἰκτείρας, ὡς καὶ γέγραπται «ποιεῖν τὸ ἀγαθὸν πρῶτον εἰς τοὺς οἰκείους τῆς πίστεως», πόσῳ γε μᾶλλον ἐλεᾶν τοὺς ἑαυτῶν πατέρας. Τὸ δὲ ἕτερον ἔτι προστέθεικα τῇ φράσει καὶ τῷ ἐλέγχῳ τῷ πρὸς τὸν Μαρκίωνα, ὅτι εἰ μὲν τοῦ ἑνός ἐστιν υἱὸς καὶ πρὸς τὸν ἕτερον προσέφυγεν, οὐ πιστὸς παραδεχθήσεται παρὰ τῷ ἑτέρῳ.
ὁ γὰρ συνείδησιν εἰς τὸν ἴδιον αὐτοῦ πατέρα μὴ φυλάξας οὐδὲ παρὰ τῷ ἑτέρῳ πιστευθήσεται ἀπὸ τῶν παρ’ αὐτοῦ προαγόντως πεπραγμένων. ἀλλὰ καὶ ἄλλως πάλιν· ἆρά γε τοῦ ἀγαθοῦ θεοῦ κατηγορήσει[ς] πάλιν, ὦ Μαρκίων, δι’ ἀπορίαν τοῦ πεμπομένου μὴ δυνηθέντος σῶσαι τοὺς παρ’ αὐτοῦ σῳζομένους καὶ παρ’ αὐτοῦ διὰ Χριστοῦ ἐλεηθέντας; εἰ μὴ γὰρ ἀπέφυγε κατὰ τὸν τοῦ Μαρκίωνος λόγον ὁ Χριστὸς πρὸς τὸν ἄνω θεόν, οὐκ ηὐπόρει ὁ ἀγαθὸς θεός τινα ἀποστεῖλαι, εἰ μὴ ἐν προσκρούσει ὁ τοῦ Χριστοῦ πατήρ, ὡς ὁ Μαρκίων λέγει, πρὸς τὸν ἴδιον αὐτοῦ υἱὸν γεγένηται. καὶ ἄλλως δέ· εἰ τοῦ δημιουργοῦ υἱός ἐστιν, ἀντίκειται δὲ τῇ δημιουργίᾳ καὶ τῷ τοῦ πατρὸς ἔργῳ, πρῶτον μὲν ἐλθὼν εἰς τὸν κόσμον τοὺς ἀνθρώπους [πρῶτον] εἶχεν ἐξολοθρεῦσαι, ἵνα ἀφανίσῃ τὸ ἔργον τὸ ἀπὸ τοῦ ἰδίου πατρὸς δεδημιουργημένον, ὡς ἀντίδικος γενόμενος τῆς τοῦ πατρὸς διαθέσεως·
ἢ πάλιν λαβὼν δύναμιν ἰάσεως καὶ θεραπείας καὶ σωτηρίας ὤφειλεν ἐνδείξασθαι εἰς τὸν ἴδιον αὐτοῦ πατέρα πρὸ πάντων τὴν τῆς φιλανθρωπίας ἐργασίαν καὶ πρῶτον πεῖσαι τὸν πατέρα αὐτοῦ κατ’ αὐτὸν γενέσθαι, ἵνα γενόμενος αὑτῷ τε καὶ τῷ αὐτοῦ πατρὶ ἀγαθὸς τῆς πρὸς τοὺς ἀνθρώπους σωτηρίας [αἰτία] ἡ μία καὶ ἡ αὐτὴ ἀγαθότης γένηται. ἀλλ’ οὐχ οὕτως ἔχει ὡς ὁ τούτου κενοφωνούμενος μυθώδης λόγος . οὔτε γὰρ τρεῖς ἀρχαὶ οὔτε ἄλλος πατὴρ Χριστοῦ οὐδὲ κακίας ἐστὶ γέννημα· μὴ γένοιτο. φησὶ γάρ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». καὶ εἰ μὲν νόθως λέγει πατέρα ἔχειν, οὐ δύναται αὐτοῦ ὁ νόθος πατὴρ καλούμενος ἐν αὐτῷ εἶναι οὐδὲ αὐτὸς ἐν τῷ πατρί. ὁ δὲ κατὰ φύσιν αὐτοῦ πατέρα ἀεὶ ἀγαθὸν καὶ θεὸν ἀεὶ καὶ πάντων δημιουργόν, ἐν αὐτῷ δὲ ὄντα καὶ σὺν αὐτῷ ὑπάρχοντα διδάσκων καὶ ἀληθεύων, κατὰ τοῦ Μαρκίωνος τὴν ἀπειλὴν διεξέρχεται λέγων «ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ ἐπ’ αὐτὸν μένει».
PG 41:817ἤδη δὲ ἐν πολλαῖς μαρτυρίαις ἐδείξαμεν τὸν ἕνα ὄντα θεόν, τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀγαθὸν ὄντα καὶ ἀγαθὸν γεννήσαντα, ἀγάπην ὄντα καὶ ἀγάπην γεννήσαντα, πηγὴν ὄντα ζωῆς καὶ ζωῆς πηγὴν γεννήσαντα [«παρὰ σοὶ γὰρ πηγὴ ζωῆς» φησὶν ἡ γραφή], ἀλήθειαν ὄντα καὶ ἀλήθειαν γεννήσαντα, φῶς ὄντα καὶ φῶς γεννήσαντα, ζωὴν ὄντα καὶ ζωὴν γεννήσαντα ἀνάρχως καὶ ἀιδίως καὶ ἀχρόνως. καὶ ἐλήλεγκται κατὰ πάντα ἡ τοῦ Μαρκίωνος πλάνη. Τούτων τοίνυν οὕτως ἐχόντων καὶ τῆς κατὰ τοῦ ἀπατεῶνος ἀνατροπῆς διὰ πολλῆς καὶ ἀληθινῆς συστάσεως ἐν θεῷ ἡμῖν κατειργασμένης πάλιν ἐπὶ τὰς ἑξῆς, ταύτης τῆς νυνὶ ὡς μεγάλης ἀσπίδος καταπατηθείσης διὰ τοῦ ἀψευδοῦς λόγου τοῦ σωτῆρος τοῦ εἰπόντος «δέδωκα ὑμῖν πατεῖν ἐπὶ ὄφεις καὶ σκορπίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου», ἴωμεν καὶ τὰς τῶν ἄλλων ματαιοφροσύνας διασκοπεῖν τε καὶ διελέγχειν ἐπιβαλώμεθα, θεὸν βοηθὸν ἐν ἅπασιν ἐπικαλούμενοι.

Against the Lucianists 23, Sequence 43Κατὰ Λουκιανιστῶν κγ, τῆς δὲ ἀκολουθίας μγ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Λουκιανιστῶν κγ, τῆς δὲ ἀκολουθίας μγ. 1. Λουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου γεγονὼς τοῦ γέροντος, ὃν δῆθεν οἱ Ἀρειανοὶ ἐν μάρτυσιν ἐπιψηφίζονται·
ἦν γὰρ καὶ οὗτος ὁ Λουκιανός, ὁ πρόσφατός φημι, προσανέχων τῇ τῶν Ἀρειανῶν αἱρέσει, περὶ οὗ ὕστερον ἐν τῇ κατ’ αὐτῶν ἀνατροπῇ λέξομεν· νῦν δὲ πρὸς τὸν προειρημένον ἀρχαῖον Λουκιανὸν ἀποτείνεται ὁ λόγος. οὗτος γὰρ συνεπόμενος τῷ προειρημένῳ Μαρκίωνι καὶ ἀπὸ τούτου ἀποσχίσας καὶ αὐτὸς ἄθροισμα ἑαυτῷ ποιησάμενος αἱρέσεως προέστη, ἀφ’ οὗπερ οἱ Λουκιανισταὶ οἱ ἀρχαῖοι καλούμενοι. κατὰ πάντα μὲν οὖν κατὰ τὸν Μαρκίωνα δογματίζει, κέχρηται δὲ ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος καὶ ἡ περὶ αὐτοῦ ἔμφασις . ἀρχαίων γὰρ τούτων ὄντων καὶ θᾶττον κατασβεσθέντων δυσχερὴς γεγένηται ἡμῖν, ὡς ἀληθῶς ἔστιν εἰπεῖν, ἡ κατ’ αὐτοὺς ἔρευνα. ἃ δὲ ἀπὸ μέρους ἔγνωμεν τῶν αὐτοῦ ἔστι τάδε· μετὰ τὸ συστῆναι δῆθεν ἕτερον μὲν τὸν δημιουργὸν καὶ κριτὴν καὶ δίκαιον, ἕτερον δὲ τὸν ἀγαθὸν ὡσαύτως καὶ ἕτερον τὸν πονηρόν, βούλεται χρῆσθαι καὶ μαρτυρίαις τισὶ κατὰ τὸν Μαρκίωνα κατὰ τὴν αὐτοῦ ὑπόνοιαν ἀπὸ τῆς τῶν προφητῶν γραφῆς, φημὶ δὲ τῷ «μάταιος ὁ δουλεύων κυρίῳ» καὶ τῷ εἰρημένῳ «ἀντέστησαν θεῷ καὶ ἐσώθησαν».
PG 41:819τέλεον δὲ οὗτος παρὰ τὴν τοῦ διδασκάλου αὐτοῦ διδασκαλίαν ἀπαρνεῖται τὸν γάμον καὶ ἁγνείαν ἀσκεῖ, οὐ δι’ ἁγνείαν ἀλλ’ ἵνα ἀθετήσῃ τὰ ἔργα τοῦ δημιουργοῦ, διδάσκων μὴ συνάπτεσθαι γάμῳ «ἀφ’ οὗ γάμος, εὐθηνία» φησί «διὰ τῆς παιδοποιίας ἐν κόσμῳ τῷ δημιουργῷ γίνεται» πρὸς ἀντίθεσιν τῆς τοῦ δημιουργοῦ καὶ κτιστοῦ διὰ τῆς παιδοποιίας ἐν τῷ κόσμῳ εὐθηνίας. φωραθήσεται δὲ ὁ τοιοῦτος καὶ διελεγχθήσεται ἀπὸ μὲν τῆς ἤδη πρὸς τὸν αὐτοῦ ἐπιστάτην ἀντιθέσεως, διὰ πολλῶν ποιησαμένων ἡμῶν τὴν πρὸς αὐτὸν ἀντιλογίαν τε καὶ ἀνατροπήν, ἐν ὁποίαις τε καὶ ὁπόσαις συνᾴδει τὸ εὐαγγέλιον τῇ παλαιᾷ διαθήκῃ, καὶ ὡς αὐτὸς ὁ κύριος ἡμῶν ὁμολογεῖ τὸ ποίημα τοῦ κόσμου εἶναι ἴδιον καὶ αὐτοῦ, καὶ τοῦ πατρὸς εἶναι τὴν κτίσιν, ὥς γε μάλιστα συνελόντι φράσαι κορυφαιότατόν τι ῥῆμα παρὰ τῷ ἁγίῳ Ἰωάννῃ εἰρημένον, τό «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε» καὶ τὰ ἑξῆς. 2. Ἀλλά γε ὁ τοιοῦτος εὐθὺς ἀνατραπήσεται.
εἰ γὰρ καὶ βούλοιτο λέγειν ὅτι ἀντιθέσεως χάριν καὶ καθαιρέσεως τῶν ὑπὸ τοῦ δημιουργοῦ ἐνταῦθα γενομένων ἡ τοῦ γάμου αὐτῷ συνάφεια ἀθετεῖται, ἵνα μὴ τῷ δημιουργῷ συμπράξειεν, ὥστε ἀπέχεσθαι παντάπασι τοῦ ἔργου τοῦ δημιουργοῦ, πῶς οὐχὶ ἄλογος αὐτῷ ἡ ὑπόνοια καὶ φωρατὴ καὶ εὐθυέλεγκτος; ἰδοὺ γὰρ ἀπὸ τῆς κτίσεως καὶ τῆς τοῦ δημιουργοῦ δημιουργίας καὶ τῶν ἐδωδῶν καὶ τῶν ἀμφίων [καὶ] τὴν χρῆσιν πομάτων τε καὶ βρωμάτων μέτεισιν ὁ γόης καὶ ὁ ἀγύρτης καὶ ἄλλως οὐ δυνήσεται ἐκφυγεῖν καὶ μὴ οὐχὶ τούτοις χρῆσθαι. θεὸς γὰρ ὁ πάντων δεσπότης καὶ δημιουργὸς πάντων ἐπιμελόμενος καὶ ἐπὶ τοὺς πονηροὺς καὶ ἀγαθοὺς ἀνατέλλει αὐτοῦ τὸν ἥλιον, καὶ ἐπὶ τοὺς αὐτὸν βλασφημοῦντας καὶ ἐπὶ τοὺς αὐτὸν δοξάζοντας πέμπει αὐτοῦ τὸν ὑετὸν καὶ πάντας τρέφει, οὐκ ἀλόγῳ τινὶ καὶ ἀναισθήτῳ ὁρισμῷ, ἀλλὰ ἐκδικίᾳ τῇ παρ’ αὐτοῦ ὁρισθείσῃ ἐν τῇ μελλούσῃ κρίσει μακροθυμῶν καὶ ὁρισμοῖς ἰδίοις καὶ σοφίᾳ τὰ πάντα διοικῶν, ὡς ἔστι πρέπον τῇ αὐτοῦ εἰς πάντας ὠφελείᾳ, ἵν’ οἱ μετανοήσαντες τῆς παρ’ αὐτοῦ ἀμνηστίας τυχόντες τὸ σωτήριον κτήσοιντο·
εἰ δὲ ἐπιμένοιεν ταῖς αὐτῶν βλασφήμοις ὑπονοίαις καὶ ματαιοφροσύναις ταῖς μὴ ἐκ θεοῦ αὐτοῖς δοθείσαις, τὸ τηνικαῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν, τοῦ αὐτεξουσίου μηκέτι αὐτοῖς συμπαραμένοντος, ἀλλὰ οὔτε διὰ θυμὸν αὐτοῖς τὴν τότε ἐσομένην κρίσιν οὔτε ὡς ἐν ὀργῇ ἐπιφέρων τὰ ἐσόμενα , ὅλα γὰρ προεθέσπισε διὰ τὴν οὐκ εἴσω παθῶν περιεχομένην αὐτοῦ θεότητα, ἀλλὰ δι’ ἣν ἕκαστος τῶν ἐπὶ βλάβῃ ἑαυτοῦ τι ἐργαζόμενος ἑαυτῷ παραίτιος γεγένηται , τοῦ θεοῦ ἀναιτίου ὄντος τῆς καθ’ ἡμᾶς παρεκτροπῆς τε καὶ τῆς ἐκ ταύτης καθ’ ἡμῶν μελλούσης ἔσεσθαι καταδίκης. Ἐν ἅπασιν οὖν καὶ οὗτος φωραθήσεται, ταῖς πρότερον καὶ μετέπειτα ἐγκαταμιχθεὶς αἱρέσεσιν, ἐκ τοῦ ἀριθμοῦ «τῶν τῆς ἀπωλείας τέκνων» ὑπάρχων, δηλούσης τῆς ἀληθείας καὶ τοῦ φωτὸς τοῦ εὐαγγελίου, φωτεινῶς τὴν πᾶσαν οἰκουμένην καταυγάζοντος καὶ σῴζοντος τοὺς υἱοὺς τῆς ἀληθινῆς πίστεως ἐν ἀληθείᾳ. ὡς οὖν ἐκ συντόμου σκοποῦ ὄφιν παρακύψαντα διὰ μικροῦ τινος σκεύους ἀνελόντες θανατωθεῖσάν [τε] ταύτην καταλελοιπότες ἐπὶ τὰς ἑξῆς ἴωμεν κατὰ τὴν ἐπαγγελίαν, τὴν τοῦ θεοῦ συμπαραλαβόντες βοήθειαν εἰς τὸ παραστῆσαι τὴν αὐτοῦ ἀλήθειαν.

Against the Apellians 24 (Sequence 44)Κατὰ Ἀπελληϊανῶν κδ, τῆς δὲ ἀκολουθίας μδ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:821Κατὰ Ἀπελληϊανῶν κδ, τῆς δὲ ἀκολουθίας μδ. 1. Τοῦτον τὸν προειρημένον Λουκιανὸν διαδέχεται Ἀπελλῆς, οὐχ ὁ ἅγιος ἐκεῖνος ὁ ὑπὸ τοῦ ἁγίου ἀποστόλου συνιστώμενος, ἀλλ’ ἕτερος ἐξ οὗπερ Ἀπελληϊανοί, ὢν καὶ αὐτὸς συσχολαστὴς αὐτοῦ Λουκιανοῦ καὶ μαθητὴς τοῦ προειρημένου Μαρκίωνος, ὡς ἐκ μιᾶς ῥίζης πολλῶν ἀκανθῶν ὑλομανήσασαι παραφυάδες. ἕτερα δὲ οὗτος παρὰ τοὺς ἄλλους βούλεται δογματίζειν καὶ κατὰ μὲν τοῦ ἑαυτοῦ διδασκάλου ὁπλισάμενος ἑαυτὸν καὶ κατὰ τῆς ἀληθείας, εἰς τὸ συναγείρειν ἑαυτῷ καὶ αὐτὸς σχολὴν πεπλανημένων ἀνθρώπων, τὰ τοιαῦτα βούλεται δογματίζειν, φάσκων μὲν ὅτι οὐχ οὕτως, φησί, γεγένηται, ἀλλὰ πεπλάνηται Μαρκίων, ἵνα πανταχόθεν ἑαυτὴν ἐλέγχουσά τε ἡ ἄνοια καὶ ἡ ἀνομία ἐν ἑαυτῇ συντριβομένη φανήσεται καὶ καθ’ ἑαυτῆς τὴν ἀνατροπὴν ἐπεγείρουσα, τῆς ἀληθείας ἀεὶ ἑδραίας οὔσης καὶ μὴ χρείαν ἐχούσης βοηθείας, ἀλλὰ αὐτοσυστάτου οὔσης καὶ παρὰ θεῷ τῷ ὄντως [ὄντι] ἀεὶ συνιστωμένης.
Φάσκει γοῦν οὗτος ὁ προειρημένος Ἀπελλῆς καὶ οἱ ἀπ’ αὐτοῦ ὅτι οὐκ εἰσὶ τρεῖς ἀρχαὶ οὔτε δύο, ὡς τοῖς περὶ Λουκιανὸν καὶ Μαρκίωνα ἔδοξεν, ἀλλά, φησίν, εἷς ἐστιν ἀγαθὸς θεὸς καὶ μία ἀρχὴ καὶ μία δύναμις ἀκατονόμαστος· ᾧ ἑνὶ θεῷ ἤγουν μιᾷ ἀρχῇ οὐδὲν μεμέληται τῶν ἐνταῦθα ἐν τῷ κόσμῳ τούτῳ γεγενημένων, ἀλλὰ ὁ αὐτὸς ἅγιος ἄνωθεν θεὸς καὶ ἀγαθὸς ἐποίησεν ἕνα ἄλλον θεόν· ὁ δὲ γενόμενος ἄλλος θεὸς ἔκτισε τὰ πάντα, οὐρανὸν καὶ γῆν καὶ πάντα τὰ ἐν τῷ κόσμῳ. ἀπέβη δὲ οὐκ ἀγαθὸς καὶ τὰ ὑπ’ αὐτοῦ γενόμενα, φησίν, οὐκ ἀγαθῶς εἰργασμένα, ἀλλὰ κατὰ τὴν αὐτοῦ φαύλην διάνοιαν τὰ ὑπ’ αὐτοῦ ἔκτισται. Τίς δὲ ἀνέξεται τῶν τοιούτων λόγων καὶ οὐ μᾶλλον καταγελάσειε τῆς τοιαύτης ματαιοπονίας; κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται οὐχ ἁρμοδίως πράττων, χρώμενος τῇ τοιαύτῃ ὑπονοίᾳ. καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὡς πρὸς παρόντα ἐρῶ· λέγε μοι, ὦ οὗτος.
PG 41:823δώσεις γάρ, ὦ Ἀπελλῆ, ἢ τὸν θεὸν ἄγνωστον τῶν μελλόντων πεποιηκότα θεὸν ὃν φάσκεις τὰ ποιήματα κακῶς δεδημιουργηκέναι, ἢ προγινώσκοντα μὲν ὅτι τοιοῦτος ὁ ὑπ’ αὐτοῦ κτιζόμενος θεὸς ἀποβήσεται, τούτου χάριν αὐτὸν πεποιηκέναι, ἵνα μὴ αἴτιος γένηται τῶν κακῶς ὑπ’ αὐτοῦ δεδημιουργημένων. καὶ ἔσται ἐξ ἅπαντος ὁ ἄνω θεὸς αὐτὸς δημιουργός, ποιήσας τὸν ἕνα τὸν τὰ πάντα πεποιηκότα, καὶ ἔσται οὐκέτι αἴτιος ὁ τὰς κτίσεις πεποιηκώς, ἀλλὰ ὁ ἄνω θεὸς ὁ τὸν κτιστὴν ποιήσας καὶ ὢν αὐτὸς τῶν πάντων δημιουργός. Χριστὸν δὲ ἥκειν φησὶν ἐπ’ ἐσχάτων τῶν καιρῶν, υἱὸν ὄντα τοῦ ἄνω ἀγαθοῦ θεοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ὡσαύτως ἐπὶ σωτηρίᾳ τῶν εἰς γνῶσιν αὐτοῦ ἐρχομένων, καὶ ἐλθόντα οὐ δοκήσει πεφηνέναι, ἀλλὰ ἐν ἀληθείᾳ σάρκα εἰληφέναι, οὐκ ἀπὸ Μαρίας τῆς παρθένου, ἀλλὰ ἀληθινὴν μὲν ἐσχηκέναι τὴν σάρκα καὶ σῶμα, οὔτε [δὲ] ἀπὸ σπέρματος ἀνδρὸς οὔτε ἀπὸ γυναικὸς παρθένου. ἀλλὰ ἔσχεν μὲν σάρκα ἀληθινήν, τούτῳ [δὲ] τῷ τρόπῳ· καί, φησίν, ἐν τῷ ἔρχεσθαι ἀπὸ τῶν ἐπουρανίων ἦλθεν εἰς τὴν γῆν καὶ συνήγαγεν ἑαυτῷ ἀπὸ τῶν τεσσάρων στοιχείων σῶμα.
καὶ πῶς καὶ οὗτος οὐκ ἐπείγεται εἰς τὸ φωραθῆναι αὐτοῦ τὴν ἀνομίαν ἀκολουθοῦσαν ταῖς τῶν παλαιῶν Ἑλλήνων ποιητῶν περὶ τῆς κενοφωνίας ταύτης δόξαις; φάσκει γὰρ καὶ οὗτος, ὡς ἐκεῖνοι καὶ ἔτι ψυχροτέρως παρ’ ἐκείνους λέγων, τὸν σωτῆρα ἑαυτῷ ὑποστήσασθαι τὸ σῶμα. ἀπὸ γὰρ τοῦ ξηροῦ τὸ ξηρὸν καὶ ἀπὸ τοῦ θερμοῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ὑγροῦ τὸ ὑγρὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ ψυχρὸν [λαβὼν] καὶ οὕτως πλάσας ἑαυτῷ σῶμα ἀληθινῶς πέφηνεν ἐν κόσμῳ καὶ ἐδίδαξεν ἡμᾶς τὴν ἄνω γνῶσιν, καταφρονεῖν τε τοῦ δημιουργοῦ καὶ ἀρνεῖσθαι αὐτοῦ τὰ ἔργα, ὑποδείξας ἡμῖν ἐν ποίᾳ γραφῇ ποῖά ἐστι τὰ φύσει ἐξ αὐτοῦ εἰρημένα καὶ ποῖά ἐστι τὰ ἀπὸ τοῦ δημιουργοῦ. «οὕτως γάρ, φησίν, ἔφη ἐν τῷ εὐαγγελίῳ, γίνεσθε δόκιμοι τραπεζῖται· χρῶμαι γάρ, φησίν, ἀπὸ πάσης γραφῆς ἀναλέγων τὰ χρήσιμα» . εἶτα, φησίν, ἔδωκεν ὁ Χριστὸς ἑαυτὸν παθεῖν ἐν αὐτῷ τῷ σώματι καὶ ἐσταυρώθη ἐν ἀληθείᾳ καὶ ἐτάφη ἐν ἀληθείᾳ καὶ ἀνέστη ἐν ἀληθείᾳ καὶ ἔδειξεν αὐτὴν τὴν σάρκα τοῖς ἑαυτοῦ μαθηταῖς.
καὶ ἀναλύσας, φησίν, αὐτὴν τὴν ἐνανθρώπησιν ἑαυτοῦ ἀπεμέρισε πάλιν ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ἀποδούς, τὸ θερμὸν τῷ θερμῷ, τὸ ψυχρὸν τῷ ψυχρῷ, τὸ ξηρὸν τῷ ξηρῷ, τὸ ὑγρὸν τῷ ὑγρῷ· καὶ οὕτως διαλύσας ἀπ’ αὐτοῦ πάλιν τὸ ἔνσαρκον σῶμα ἀνέπτη εἰς τὸν οὐρανόν, ὅθεν καὶ ἧκε. 3. Καὶ ὦ πολλῆς δραματουργίας τῶν τὰ τοιαῦτα λεγόντων, ὡς παντί τῳ σαφὲς εἴη μίμων μᾶλλον ἐργαστήριον ἤπερ ἐπαγγελίας ζωῆς ἢ συνέσεως χαρακτῆρα κεκτημένων. εἰ γὰρ ὅλως ἔλυεν αὐτὸ τὸ σῶμα ὅπερ εἴληφε, τίνι τῷ λόγῳ ἀπ’ ἀρχῆς αὐτὸ ἑαυτῷ κατεσκεύαζεν; εἰ δὲ κατεσκεύαζε διά τινα χρῆσιν, ἀπετέλεσε δὲ τὸ ἔργον τῆς χρήσεως, ἔδει καταλεῖψαι αὐτὸ ἐν τῇ γῇ, μάλιστα καθ’ ὑμᾶς [τοῦ] τῆς κατὰ τὴν ἀνάστασιν τῆς σαρκὸς ἐλπίδος εἴδους μὴ χρείαν ἔχοντος τελειωθῆναι. ἀλλὰ ἀνέστησεν αὐτὸ πάλιν, ἵνα εἰς κάματον ἑαυτὸν μείζονα ἐμβάλοι, ἵνα μηδὲν ὠφελήσῃ, κατασκευάζων καὶ ἐν μνήματι ἀποτιθέμενος καὶ διαλύων καὶ μερίζων ἑκάστῳ τῶν στοιχείων ὅπερ παρ’ αὐτοῦ εἴληφεν, ὡς εὐγνώμων χρεωφειλέτης.
PG 41:825καὶ εἰ ὅλως ἑκάστῳ [τὸ ἴδιον] ἀπεδίδου, τουτέστιν τὸ ψυχρὸν τῷ ψυχρῷ καὶ τὸ θερμὸν τῷ θερμῷ, ἠδύνατο ταῦτα μὴ ὁρᾶσθαι τοῖς μαθηταῖς τοῖς αὐτοῦ, ἀλλ’ οὐ μὴν τὸ σῶμα τὸ ξηρόν. πάντως γὰρ τὸ ξηρὸν σῶμά ἐστι, σὰρξ καὶ ὀστέα, καὶ τὸ ὑγρὸν πάντως ἰχῶρές εἰσι καὶ σὰρξ εἰς ὑγρότητα διαλυομένη· ἅτινα πάντως τοῖς ἀποστόλοις φανερώτατα ἀποτιθέμενος ἐσήμανεν, ὡς καὶ τὸ πρῶτον ὅτε ἐθάπτετο τὸ αὐτοῦ σῶμα κατηξιοῦτο Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας ἐντυλίξαι αὐτὸ ἐν σινδόνι καὶ ἀποθέσθαι ἐν μνήματι. ἅμα δὲ καὶ αἱ γυναῖκες εἶχον ἰδεῖν ποῦ κατελείφθη τὰ λείψανα, ἵνα αὐτὰ τιμήσωσι διὰ μύρων καὶ ἀρωμάτων, ὡς τὸ πρῶτον. ἀλλ’ οὐδαμοῦ τὸ ψεῦδος ὑμῶν τοῦτο δεδήλωται, ὦ Ἀπελληιανοί, ἀπὸ ἑνὸς τῶν ἁγίων ἀποστόλων· οὐ γὰρ ἔστιν. ἀλλὰ τοὺς μὲν ἀοράτους ὁρατῶς εἶδον δύο ἄνδρας καὶ αὐτὸν εἰς οὐρανὸν ἀνερχόμενον καὶ ὑπὸ νεφέλης φωτεινῆς ὑπολαμβανόμενον, λείψανον δὲ αὐτοῦ οὐδαμοῦ καταλελειμμένον· οὐ γὰρ ἐχρῆν οὐδὲ ἐνεδέχετο. καὶ ψεύδεται Ἀπελλῆς καὶ οἱ ἀπ’ αὐτοῦ Ἀπελληιανοί. 4.
Τὰ ὅμοια δὲ τῷ ἑαυτοῦ ἐπιστάτῃ Μαρκίωνι περί τε τῆς ἄλλης σαρκὸς καὶ τῶν ἄλλων ὁμοίως ἐδογμάτισεν, φάσκων μὴ εἶναι ἀνάστασιν νεκρῶν, καὶ τὰ ἄλλα ὅσαπερ ἐπὶ τῆς γῆς, ἔδοξεν ὁμοίως δογματίζειν. ἀνατραπήσεται δὲ ὁ αὐτοῦ λογισμὸς λῆρός τις ὢν καὶ κατὰ πάντα τρόπον πεπλανημένος. οὔτε γὰρ ἰσχύσει σκότος ἔνθα τὸ φῶς παραφαίνεται οὔτε τὸ ψεῦδος σταθήσεται οὔσης τῆς ἀληθείας. εἰ γὰρ ὅλως κέχρησαι ταῖς γραφαῖς, ὦ Ἀπελλῆ καὶ οἱ ἀπὸ σοῦ Ἀπελληιανοί, ἐξ αὐτῶν τῶν γραφῶν εὑρεθήσεσθε ἐλεγχόμενοι· πρῶτον μέν, ὅτι κατ’ εἰκόνα θεοῦ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ὁ δὲ ποιήσας ἔφη «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»· ὡς εἴ τις ἀπὸ τῆς σου πεπλανημένης αἱρέσεως ἐπιστρέψειε πρὸς τὴν ἀλήθειαν, ὡς ἀπὸ σκότους ἀποδράσας καὶ ἀπὸ νυκτὸς ἀναστὰς εὕροι ἂν τὸ φῶς αὐτῷ ἀνατεῖλαν τῆς τοῦ θεοῦ γνώσεως ἡλίου δίκην καὶ ὑπὲρ ἥλιον. φανήσεται γὰρ παντί τῳ τὸν εὔλογον λογισμὸν κεκτημένῳ ὅτι ὁ εἰπών «ποιήσωμεν ἄνθρωπον» ὁ θεός ἐστιν ὁ τῶν ὅλων πατήρ·
συγκαλεῖται δὲ μεθ’ ἑαυτοῦ τὸν ἀεὶ ὄντα σὺν αὐτῷ θεὸν Λόγον υἱὸν μονογενῆ, ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως γεγεννημένον, ἅμα δὲ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ οὐκ ἀλλότριον αὐτοῦ οὐδὲ τοῦ αὐτοῦ ἰδίου υἱοῦ. εἰ γὰρ ἄλλος ἦν ὁ πλάσας τὸν ἄνθρωπον τουτέστιν καὶ τὸν κόσμον κτίσας, ἄλλος δὲ ὁ ἄνω ἀγαθὸς θεὸς παρ’ οὗ κατῆλθεν ὁ Χριστός, οὐκ ἂν ὁ Χριστὸς ἐλάμβανεν ἑαυτῷ σῶμα καὶ ἔπλασε, τὴν εἰκόνα τοῦ δημιουργοῦ εἰς ἑαυτὸν ἀνατυπῶν. ἀλλὰ δῆλον ὅτι αὐτός ἐστιν ὁ δημιουργὸς τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου, ᾧ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»· ἀπὸ δὲ τοῦ ἑνὸς ἔργου συσταθήσεται φανερὸς γινόμενος ὁ τεχνίτης ὅτι οὗτός ἐστιν ὁ τότε τὸν ἄνθρωπον πεποιηκώς, πλάσας τε ἐκ γῆς τὸ τοῦ Ἀδὰμ σῶμα καὶ ποιήσας αὐτὸ εἰς ψυχὴν ζῶσαν. διὸ καὶ ἐμαρτύρησεν ὁ ἅγιος Ἰωάννης ἐν τῷ ἁγίῳ εὐαγγελίῳ λέγων ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» καὶ τὰ ἑξῆς.
PG 41:827εἰ δὲ [πάντα] ἐν αὐτῷ ἐγένετο καὶ ὑπ’ αὐτοῦ ἐγένετο, αὐτὸς τότε τὸν Ἀδὰμ ἔπλασε καὶ αὐτὸς πάλιν τὸ σῶμα ἀπὸ Μαρίας τῆς παρθένου εἰς ἑαυτὸν ἀνεπλάσατο καὶ τελείως τὴν πᾶσαν αὐτοῦ ἐνανθρώπησιν συνήνωσε τὴν ὑπ’ αὐτοῦ τότε πλασθεῖσαν καὶ νῦν ἐν ἑαυτῷ συνενωθεῖσαν. εἰ δὲ ἀλλοτρίαν ἐργασίαν εἰς ἑαυτὸν ἔλαβε τοῦ κακῶς τὴν πλάσιν πλάσαντος καὶ κακοῦ ὑπάρχοντος κατὰ τὴν σοῦ διδασκαλίαν, καὶ εἰ ὅλως κέχρηται τοῖς κακοῖς ποιήμασιν οἷς ὁ κατὰ σὲ κακὸς ποιητὴς εἰργάσατο, ἄρα ἐπεμίγη τῇ κακίᾳ τοῦ ποιητοῦ χρήσει τε καὶ εὐεργεσίᾳ καὶ τῇ ἰδίᾳ αὐτοῦ εἰκόνι. ἀλλὰ οὐκ ἐνδέχεται. εἰ γὰρ ἐνηνθρώπησεν, οὐ μόνον σάρκα εἴληφεν ἀλλὰ καὶ ψυχήν. δῆλον γὰρ ἔσται τοῦτο· ἐπεὶ πόθεν ἔλεγεν «ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου καὶ θεῖναι αὐτήν»; τὴν πᾶσαν τοίνυν πραγματείαν ἀναδεξάμενος, τὴν ῥηθεῖσαν ὑπὸ τοῦ δημιουργοῦ εἰκόνα, πᾶσαν πραγματείαν ἀνεδέξατο, ἐν τῷ σώματι καὶ ψυχῇ ἐλθὼν ὁ Λόγος καὶ ἐν ὁποίοις ἅπασίν ἐστιν ὁ ἄνθρωπος. τούτων δὲ οὕτως τελεσθέντων ἐξ ἅπαντος ἠμαύρωταί σου τὸ δηλητήριον, καὶ ἔπεσέν σου ἡ στάσις ἡ ἀθεμελίωτος, μὴ ἔχουσα πῆξιν ἑδραιώματος ἀληθείας. 5.
PG 41:829Εἰ δὲ καὶ ἃ βούλει λαμβάνεις ἀπὸ τῆς θείας γραφῆς καὶ ἃ βούλει καταλιμπάνεις, ἄρα γοῦν κριτὴς προεκάθισας, οὐχ ἑρμηνευτὴς τῶν νόμων ἀλλὰ ἐκλογεὺς τῶν οὐ κατὰ τὸν νοῦν σου γραφέντων, ἀλλὰ ὄντων μὲν ἀληθινῶν παρὰ σοὶ δὲ μεταποιηθέντων ψευδῶς κατὰ τὸν νοῦν τῆς σοῦ ἀπάτης καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων. εἰ δὲ καὶ ὅλως κακὸς ποιητὴς τὰ ἐνταῦθα εἰργάσατο, φημὶ δὲ τὸν κόσμον, τίνος ἕνεκα ἦλθεν ὁ ἀπὸ ἀγαθοῦ πατρὸς εἰς τόνδε τὸν αἰῶνα; καὶ εἰ μὲν ἵνα σώσῃ ἀνθρώπους, ἄρα τῶν ἰδίων ἐπεμελήσατο καὶ οὐκέτι ἄλλος εἴη ὁ δημιουργός· εἰ δὲ οὐ τῶν ἰδίων προενόει, βούλεται δὲ ἐν τοῖς ἀλλοτρίοις ἐπεμβαίνειν καὶ τὰ οὐκ ὄντα αὐτοῦ διασῴζειν, ἢ κόλαξ ἐστὶ τοῖς ἀλλοτρίοις προσλιπαρῶν ἢ κενόδοξος, ἵνα κρείττων τοῦ κτιστοῦ φανῇ πρὸς τὰ ἀλλότρια ἃ διασῴζειν πειρᾶται, τῶν μὴ ἰδίων ἐφιέμενος, καὶ οὐκέτι ἔσται ἀληθινός· ἢ ὅτι μέτριός ἐστι κατὰ σέ, ὦ ἀγύρτα, καὶ μὴ ἔχων κτίσιν ἑαυτοῦ, τὰ ἀλλότρια ἐπιθυμῶν ταῦτα συλᾶν πειρᾶται, ἀπὸ τῶν ἀλλοτρίων ἑαυτῷ περιποιούμενος ψυχὰς τὰς οὐκ οὔσας αὐτοῦ καὶ τοῦ αὐτοῦ πατρός.
εἰ δὲ αὐτοῦ μέν εἰσιν αἱ ψυχαὶ καὶ ἄνωθεν ἐλθοῦσαι φαίνονται, ἄρα εἰς ἀγαθὸν κόσμον ἀπεστάλησαν παρὰ τοῦ ἄνωθεν κατὰ σὲ ἀγαθοῦ θεοῦ καὶ οὐκ εἰς πονηρὸν ἔργον. εἰ δὲ ἀπεστάλησαν διά τινα μὲν χρῆσιν ἣν τάχα μυθοποιεῖς, εἰσελθοῦσαι δὲ μετέπεσον εἰς ἑτέραν, τουτέστιν ἵνα δίκαιόν τι πράξωσι, πονηρὸν δὲ εἰργάσαντο, ὀφθήσεται ὁ ἀποστείλας αὐτὰς πρόγνωσιν ἂν μὴ ἔχων· ἐπειδὴ γὰρ ἀπέστειλεν αὐτὰς δι’ ἕτερον καὶ ἕτερόν τι εὑρέθησαν ἐργασάμεναι. ἢ πάλιν ἐὰν εἴπῃς ὅτι οὐ κατὰ τὴν αὐτοῦ βούλησιν ἐληλύθασιν ἀλλὰ κατὰ τυραννίδα τοῦ ἀφαρπάζοντος, ἄρα ἰσχυρός ἐστιν ὁ κτισθεὶς ὑπὸ τοῦ ἀγαθοῦ θεοῦ πονηρὸς δημιουργὸς παρὰ τὸν ἀγαθὸν θεόν, ὅτι τὰ αὐτοῦ ὑπάρχοντα ἀφαρπάξας ἐχρήσατο. πόθεν δὲ οὐ διελεγχθήσῃ, αὐτοῦ τοῦ σωτῆρος φάσκοντος ὅτι «ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι καὶ λαβεῖν αὐτήν», ὡς αὐτοῦ μὲν ψυχὴν εἰληφότος καὶ θέντος καὶ πάλιν λαβόντος, ὡς οὐκ ἀλλοτρίαν εἶναι τὴν ψυχὴν καὶ ἑτέρου δημιουργοῦ. πάλιν δὲ εὑρεθήσεται ἀγαθὸν σῶμα φορῶν. οὐ γὰρ ἂν πεισθήσεται ἀγαθός τις χρῆσθαι πονηρῷ ἔργῳ, ἵνα μὴ ἀπὸ τοῦ μετέχειν μέρους τοῦ πονηροῦ καὶ αὐτὸς χρανθήσεται τῇ τῆς ἐπιμίξεως πονηρίᾳ.
εἰ δὲ καὶ αὐτὸ ἀνέστησε, λέγε μοι, τί ἵνα ποιήσῃ μετὰ ἀνάστασιν καὶ αὐτὸ πάλιν καταλέλοιπεν μερίσας τοῖς τέσσαρσι στοιχείοις, τῷ θερμῷ τὸ θερμὸν καὶ τῷ ψυχρῷ τὸ ψυχρὸν καὶ τῷ ξηρῷ τὸ ξηρὸν καὶ τῷ ὑγρῷ τὸ ὑγρόν; εἰ γὰρ ἤγειρεν αὐτὸ ἵνα πάλιν αὐτὸ λύσῃ, ἄρα δραματουργίας τὸ ἔργον τοῦτο εἴη καὶ οὐκ ἀληθείας. ἤγειρεν δὲ αὐτὸ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ συμπαρέλαβεν ἑαυτῷ ὅπερ ἀνεπλάσατο εἰς ἑαυτόν, σῶμα σὺν ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει τελειοτάτως· ἐπειδὴ γὰρ συνεκάθισε κατὰ τὸν ἀποστολικὸν λόγον ὅτι «ὁ θεὸς ἤγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις», ὡς μαρτυροῦσιν οἱ δύο οἱ ἐν ἐσθῆτι λαμπρᾷ ὀφθέντες τοῖς ἀποστόλοις, ὡς λέγουσιν «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἀτενίζοντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ’ ὑμῶν ἀναληφθεὶς εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον». 6.
καὶ ἵνα μὴ πάλιν δοθῇ σοι πρόφασις πονηρίας κατὰ τῆς ἀληθείας, μετὰ χρόνον πολὺν τῆς τοῦ σωτῆρος ἡμῶν ἀναλήψεως Στέφανος ὁ ἅγιος τοῦ θεοῦ μάρτυς λιθαζόμενος ὑπὸ τῶν Ἰουδαίων ἀπεκρίνατο λέγων «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἠνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ πατρός», ἵνα δείξῃ αὐτὸ τὸ σῶμα ἐν ἀληθείᾳ εἰς πνευματικὸν ἀναστὰν σὺν τῇ θεότητι τοῦ μονογενοῦς ὅλον εἰς πνευματικὸν ἑνωθὲν καὶ εἰς θεότητα συνηνωμένον. ἄνω δὲ αὐτὸ τὸ ἅγιον σῶμα σὺν τῇ θεότητι ὅλος θεός, εἷς υἱός, ὁ ἅγιος τοῦ θεοῦ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, ὡς ἔχει καὶ τὸ τοῦ Μάρκου εὐαγγέλιον καὶ τῶν ἄλλων εὐαγγελιστῶν «καὶ ἀνῆλθεν εἰς οὐρανοὺς καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός». καὶ πανταχόθεν διαπεσεῖταί σου καὶ τῶν ὑπὸ σοῦ πεπλανημένων ὁ ἀγύρτης λόγος. καὶ περὶ νεκρῶν ἀναστάσεως ἄκουε τοῦ ἀποστόλου λέγοντος ὅτι «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν».
PG 41:831εἰ μὴ γὰρ ἔμελλε τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν καὶ τὸ φθαρτὸν ἐνδύσασθαι ἀφθαρσίαν, οὐκ ἂν ὁ ἀθάνατος θανεῖν ἦλθεν, ἵνα ἐν αὐτῷ πάθῃ καὶ κοιμηθεὶς τὸ τριήμερον ἀναστῇ καὶ συνανενέγκῃ ἐν ἑαυτῷ συνηνωμένον τῇ θεότητι καὶ τῇ αὐτοῦ δόξῃ, ἵνα ἐκ τῆς αὐτοῦ ἀγαθῆς πρὸς ἡμᾶς ἐνδημίας τὴν πᾶσαν ἐλπίδα κατάσχωμεν ἐν ἀληθείᾳ, ὑποδεικνύων ἑαυτὸν τύπον ἡμῖν καὶ ἀρραβῶνα εἰς ἐλπίδα τῆς πάσης ζωῆς πραγματείας. 7. Τούτων δὲ οὕτως ἐχόντων καὶ ῥηθέντων, τίς ἔτι μοι χρεία ἐστὶ κατατρίβεσθαι περὶ τούτου τοῦ ζωπύρου σφηκίου καὶ οὐδενὸς ὄντος, ἀνατροπῆς ἕνεκα ἢ ἄλλης τινὸς πραγματείας; ἀφ’ ἑαυτοῦ γὰρ τὸ κέντρον ἀπώλεσε καὶ ἀπαράλλακτον αὐτοῦ τὸ τῆς πλάνης παραπεποιημένον δόγμα καὶ ἀγυρτῶδες δέδεικται. φασὶ γὰρ τὸ ὀδυνηρὸν σφηκίον, ὃ ζώπυρόν τινες κεκλήκασιν, ἔχειν μὲν κέντρον ἰοβόλον βραχύ, περιωδυνίαν πολλὴν οὐ κεκτημένον, ἀλλὰ κατὰ τὴν αὐτοῦ δύναμιν ἰοβόλον ὄν.
ἐπὰν δέ τις διερχόμενος τὸν αὐτοῦ φωλεὸν ἢ καλιὰν καθέλοιἐν γὰρ θάμνοις βοτανῶν ποιεῖται καὶ κηρίου δίκην ἑαυτῷ σίμβλους τινάς, ἐν οἷς σίμβλοις ἐγκατατίθεται τὴν αὐτοῦ γονὴν καὶ ποιεῖται ἑαυτῷ τὰ γεννήματαεἰ δέ τις διερχόμενος ῥάβδῳ ἢ ξύλῳ νύξας τὸ κηρίον ὡς ἔφην καταβάλοι, ἐξέρχεται θυμούμενον αὐτὸ δὴ τὸ δεινὸν μὲν βληχρὸν δὲ σφηκίον· καὶ ἐὰν εὕρῃ πέτραν πλησίον ἢ ξύλον, ἀπὸ τοῦ ἐμπλήσαντος αὐτὸ θυμοῦ ῥοίζῳ μὲν ἐφίσταται καὶ ὁρμᾷ καὶ παίει τὴν πέτραν· καὶ τὴν μὲν πέτραν οὐδὲν ἀδικεῖ ἀλλὰ οὔτε τὸ ξύλον οὔτε μὴν τὸν ἄνθρωπον, κἄν τε δάκοι, ἀλλὰ πρὸς ὀδύνην ὀλίγην· οὐδὲν δὲ ἀδικεῖ μάλιστα τὴν πέτραν, ἀλλὰ τὸ μὲν κέντρον ἀπόλλυσι καὶ οὕτω φθείρεται, ἡ δὲ πέτρα οὐδὲν ἀδικηθήσεται ὑπὸ τοῦ τοιούτου. οὕτω καὶ αὕτη ἡ σφηκιώδης ζωπύρου δίκην μικρὰν ἔχουσα τὴν περιωδυνίαν ἀνατραπήσεται, τῇ πέτρᾳ συντυχοῦσα τουτέστιν τῇ ἀληθείᾳ καὶ τὸ κέντρον ἀπολέσασα. ταύτην δὲ διελθὼν ἐπὶ τὰς ἑτέρας πάλιν βαδιοῦμαι, κατὰ τὴν τοῦ θεοῦ ἐλπίδα πιστεύων ὅτι τὸ ἐπάγγελμα ἐν θεῷ πληρωθήσεται.

Against the Severians 25, Sequence 45Κατὰ Σευηριανῶν κε, τῆς δὲ ἀκολουθίας με

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:833Κατὰ Σευηριανῶν κε, τῆς δὲ ἀκολουθίας με. 1. Τούτων καθεξῆς [Σευῆρος] ἕπεται, ἤτοι σύγχρονος ἤτοι περὶ τὸν χρόνον ·
οὐκ ἔχω γὰρ περὶ τοῦ χρόνου αὐτοῦ ἀσφαλῶς λέγειν, πλὴν σύνεγγυς ἀλλήλων ἦσαν. ὅμως δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα διηγήσομαι. Σευῆρός τις ἀνέστη, ἐξ οὗπερ οἱ Σευηριανοὶ καλούμενοι, καθεξῆς συνεπόμενος τῷ προειρημένῳ Ἀπελλῇ. τὰ δὲ παρ’ αὐτῷ μυθολογήματα ταῦτά ἐστιν ἅτινα μέλλω λέγειν. βούλεται δὲ καὶ αὐτὸς ἀρχαῖς τε καὶ ἐξουσίαις προσάπτειν τὴν καθ’ ἡμᾶς κτίσιν, εἶναί τε ἐν ἀκατονομάστῳ τινὶ ἀνωτάτῳ τε οὐρανῷ καὶ αἰῶνι ἀγαθόν τινα θεόν. τὸν δὲ διάβολον υἱὸν εἶναι φάσκει τοῦ μεγάλου ἄρχοντος τῆς τῶν ἐξουσιῶν τάξεως, ᾧ ὄνομα τίθεται πῆ μὲν Ἰαλδαβαώθ, πῆ δὲ Σαβαώθ· τοῦτον δὲ γεννηθέντα ἐξ αὐτοῦ εἶναι ὄφιν. ἀπὸ δὲ τῆς ἄνω δυνάμεως καταβεβλῆσθαι εἰς τὴν γῆν καὶ κατεληλυθότα ὀφιείκελον ὄντα εἰς οἶστρον ἐληλακέναι καὶ τῇ γῇ μεμίχθαι ὥσπερ γυναικί, καὶ ἀπ’ αὐτοῦ τὸ σπέρμα ἀποσπερματίσαντος τῆς γονῆς τὴν ἄμπελον βεβλαστηκέναι. διὸ δὴ μυθολογῶν εἰς παράστασιν τῆς αὐτῶν ληρῳδίας τὸ ὀφιείκελον τῆς ἀμπέλου περιφερὲς [βούλεται] ἐκτυποῦν, λέγων διὰ τὸ σκαληνὸν τοῦ φυτοῦ εἶναι αὐτὸ ὄφεως δίκην· καὶ τὴν μὲν λευκὴν εἶναι ὡς ὄφιν, τὴν δὲ μέλαιναν ὡς δράκοντα.
εἶναι δὲ καὶ τοὺς ῥᾶγας τῆς ἀμπέλου ὥσπερ ἰοῦ ῥαθάμιγγας εἴτουν σταγόνας, διὰ τὸ κυκλοειδὲς ἢ τὸ μείουρον καὶ διαμφὲς ἑκάστου ῥωγὸς στρογγυλώσεως. τὸν δὲ οἶνον ἐκ τῆς ὑποθέσεως ταύτης ὄντα τὸν νοῦν θολοῦν τῆς ἀνθρωπότητος καὶ πῆ μὲν εἰς θέλξιν ἀφροδισίων ἄγειν, πῆ δὲ εἰς οἶστρον ἐγείρειν, ἠδ’ αὖ πάλιν ὀργὴν ἐμποιεῖν διὰ τὸ κεπφοῦσθαι τὸ σῶμα ἐκ τῆς ἀπὸ τοῦ οἴνου δυνάμεως καὶ τοῦ ἰοῦ τοῦ προειρημένου δράκοντος. ὅθεν ἀπέχονται οἴνου παντελῶς οἱ τοιοῦτοι. 2. Φάσκουσι δὲ καὶ τὴν γυναῖκα εἶναι ἔργον τοῦ Σατανᾶ, καθάπερ καὶ οἱ Ἀρχοντικοὶ τοῦτο ἔφασαν. διὸ τοὺς γάμῳ πλησιάζοντας τοῦ Σατανᾶ τὸ ἔργον πληροῦν λέγουσιν. ἀλλὰ καὶ τοῦ ἀνθρώπου τὸ μὲν ἥμισυ εἶναι τοῦ θεοῦ, τὸ δὲ ἥμισυ τοῦ διαβόλου. ἀπ’ ὀμφαλοῦ γὰρ καὶ ἀνωτάτω εἶναι τῆς τοῦ θεοῦ δυνάμεως λέγει τὴν πλάσιν, ἀπὸ δὲ ὀμφαλοῦ καὶ κατωτάτω τῆς πονηρᾶς ἐξουσίας τὴν πλάσιν. διόπερ φησὶ πάντα τὰ καθ’ ἡδονὴν καὶ οἶστρον καὶ ἐπιθυμίαν ἀπ’ ὀμφαλοῦ καὶ κατωτάτω γίνεσθαι. ἀλλὰ καὶ αἱ ἄλλαι αἱρέσεις τοῦτο ἔφασαν εἶναι. 3. Ὅθεν καὶ οὗτος ἁλίσκεται κατὰ πάντα τρόπον τοῖς ἄλλοις ἐπακολουθῶν ἀγύρταις τοῖς τὰ δηλητήρια τῷ βίῳ κατασκευάσασιν.
ἀνατραπήσεται γὰρ ῥᾳδίως· οὐ γὰρ παμπόλλου ἐπιδεηθήσεται καμάτου ἡ πρὸς αὐτὸν ἀνατροπή. ὅλον γὰρ τὸ σῶμα συγκεκερασμένον τοῖς καλῶς ἐν αὐτῷ γεγονόσιν ἐκ θεοῦ, φημὶ δὲ ὀρέξεσιν οὐ δι’ ἀτοπίαν ἐκ θεοῦ γενομέναις ἀλλὰ διὰ χρῆσιν ἀγαθὴν καὶ ἀναγκαίας χρείας τάξιν [λέγω δὲ τὸ ὀρέγεσθαι ὕπνου βρωτῶν πόματος ἐνδύσεως καὶ τῶν ἄλλων πάντων τῶν εἰς τὰ ἴδια καὶ θεῷ εὐάρεστα ἡμῖν συμβαινόντων], ὡς καὶ αὐτὴν τὴν ὄρεξιν τῆς κατὰ τὸ σῶμα ἐπιθυμίας οὐκ ἄτοπον οὖσαν παραστήσαιμ’ ἄν. ἔστιν γὰρ πρὸς παιδοποιίαν ἐν σεμνότητι δοθεῖσα καὶ εἰς δόξαν τοῦ ποιήσαντος τὰ πάντα, καθάπερ τῇ γῇ τὰ σπέρματα εἰς ἐπίχυσιν πλήθους τῶν ὑπὸ θεοῦ κεκτισμένων καλῶν γεννημάτων, δέ φημι καὶ ἀκροδρύων, οὕτως καὶ τῇ ἀνθρωπότητι εἰς τὸ πληρῶσαι τό «αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν». 4. Κέχρηνται δὲ οἱ τοιοῦτοι καὶ ἀποκρύφοις τισίν, ὡς καὶ ἀκηκόαμεν, ἀλλὰ καὶ ἐν μέρει ταῖς ῥηταῖς βίβλοις, λεξιθηροῦντες ἐκεῖνα μόνα, ἅτινα κατὰ τὸν νοῦν αὐτῶν παραπλέκοντες ἑτέρως μεταχειρίζονται. οὔτε γὰρ ἡ ἄμπελος ἐκ διαβόλου πεφύτευται οὔτε ἐξ ὄφεως ἔσχε τὴν σποράν, ὡς παντί τῳ δῆλόν ἐστι.
PG 41:835πῶς γὰρ εἴη τοῦτο, αὐτοῦ τοῦ κυρίου ἐπιμαρτυροῦντος καὶ λέγοντος ὅτι «οὐ μὴ πίω [αὐτὸ] ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν»; καὶ ἐπειδὴ ἡ ἀλήθεια τὰς ἑαυτῆς ἀκτῖνας ἀποστίλβουσα εἰς τὸ παντελὲς κατὰ πρόγνωσιν θεοῦ τῶν ἐπιφερομένων κακῶν εἰς ἔλεγχον προετύπου τοὺς αὐτῆς λόγους, πανταχοῦ προεθέσπισε τὸ θεῖον γράμμα τὴν ἀναίρεσιν τῶν μελλόντων κατὰ τῆς ἀληθείας ἐπεγείρεσθαι· ὡς διαρρήδην αὐτός που ὁ κύριος εἰς ἔλεγχον τοῦ ἐλεεινοῦ καὶ πεπλανημένου Σευήρου φάσκει, αὐτὸς ἑαυτὸν τὴν ἄμπελον λέγων «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή». εἰ δὲ ὅλως ψεκτὸν ἦν τὸ τῆς ἀμπέλου ὄνομα, οὐκ ἂν τοῦ ὀνόματος εἰς ἑαυτὸν ἐποιεῖτο τὴν ὁμοιότητα. ἀλλὰ καὶ οἱ ἀπόστολοί φασιν ἐν τῇ διατάξει τῇ καλουμένῃ ὅτι «φυτεία θεοῦ καὶ ἀμπελὼν ἡ καθολικὴ ἐκκλησία»·
ἀλλὰ καὶ αὐτὸς ὁ κύριος πάλιν ἐν τῷ εὐαγγελίῳ ποιούμενος τὴν τοῦ ἀμπελῶνος παραβολήν, ὅτι «ἀνήρ τις οἰκοδεσπότης εἶχεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἔπεμψε ζητῶν καρπὸν καὶ οὐκ ἔδωκαν», ἀλλὰ καὶ πάλιν «ἀνήρ τις οἰκοδεσπότης ἔχων ἀμπελῶνα ἐξῆλθε ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνα καὶ περὶ τρίτην ὥραν καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην»· ὡς ἐξ ἅπαντος τὸ τῆς ἐπιτηδεύσεως σκευώρημα καὶ τούτου τοῦ ἀπατεῶνος πανταχόθεν ἔχειν τὸ τιτρώσκεσθαι λόγῳ τῆς ἀληθείας. κἄν τε γὰρ ἐπιφαίνεται τὸ σκότος φωτὸς μὴ παρόντος, δι’ ὀλίγου σπινθῆρος ἡ αὐτοῦ ἀφάντωσις τῆς ἀνατροπῆς γενήσεται. συντόμως δὲ κέχρημαι τῇ αἱρέσει διὰ τὸ ἤδη ἐξειπεῖν ὅτι εὐάλωτος ὑπάρχουσα οὐ πολλῆς δεῖται ἐργασίας πρὸς σύστασιν τῆς κατ’ αὐτῆς ἀληθείας· μάλιστα δὲ ὅτι τάχα οἶμαι καὶ μηκέτι ἐκ ταύτης ὑπάρχειν τινάς, ἀλλ’ ἢ ἄρα σπανίους ἐν τοῖς ἀνωτάτω μέρεσιν.
Ἀπὸ ταύτης δὲ παρελθόντες, ὥσπερ σκορπίον δεινὸν καταπατήσαντες ἀθρόως, τὰς ἑξῆς διασκοπήσωμεν, θεοῦ τὴν δύναμιν ἐπικαλούμενοι εἰς βοήθειαν τοῦ τε τὸ ἀληθὲς εἰπεῖν καὶ τοῦ αὐτὸν ἐμὲ μὴ βλάπτεσθαι, μάλιστα περὶ τῆς τοιαύτης δεινῆς καὶ ὀλετηρίου τῶν δογμάτων μέλλοντα ὑποφαίνειν κακοτροπίας.

Against the Tatianists 20, Sequence 40Κατὰ Τατιανῶν κ, τῆς δὲ ἀκολουθίας μ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:839Κατὰ Τατιανῶν κ, τῆς δὲ ἀκολουθίας μ. 1. Τατιανός τις ἀνέστη τούτους διαδεξάμενος ἤτοι κατὰ τοὺς αὐτῶν χρόνους ὢν ἢ μετ’ αὐτοὺς πάλιν τὴν ἑαυτοῦ τῆς κενοφωνίας διδασκαλίαν προστησάμενος. καὶ τὰ μὲν πρῶτα, οἷα δὴ ἀπὸ Ἑλλήνων ὁρμώμενος καὶ τῆς τῶν Ἑλλήνων παιδείας ὑπάρχων, συνακμάζει Ἰουστίνῳ τῷ φιλοσόφῳ, ἀνδρὶ ἁγίῳ καὶ φίλῳ θεοῦ, τῷ ἀπὸ Σαμαρειτῶν εἰς Χριστὸν πεπιστευκότι. οὗτος γὰρ ὁ Ἰουστῖνος Σαμαρείτης ἦν τὸ γένος, εἰς Χριστὸν [δὲ] πεπιστευκὼς καὶ μεγάλως ἐξασκηθεὶς ἀρετῆς τε βίον ἐνδειξάμενος τὸ τέλος ὑπὲρ Χριστοῦ μαρτυρήσας τελείου στεφάνου καταξιοῦται ἐπὶ τῆς Ῥωμαίων ἐπὶ Ῥουστικοῦ ἡγεμόνος καὶ Ἀδριανοῦ βασιλέως, ἐτῶν τριάκοντα ὑπάρχων ἐν καθεστώσῃ ἡλικίᾳ.
τούτῳ ὁ προειρημένος Τατιανὸς συνακμάσας τὰ πρῶτα καλῶς φερόμενος καὶ τῇ πίστει ἐρρωμένος ἐτύγχανεν, ὅσον ἦν σὺν τῷ ἁγίῳ Ἰουστίνῳ τῷ μάρτυρι. ὅτε δὲ ἐτελεύτα Ἰουστῖνος ὁ ἅγιος, ὥσπερ τυφλὸς χειραγωγούμενος [ὃς] ὑπὸ τοῦ χειραγωγοῦ καταλειφθείη καὶ καταλειφθεὶς ἐπὶ κρημνὸν ἑαυτὸν ἐκδοὺς διὰ τὴν προσοῦσαν αὐτῷ τύφλωσιν καταφέρεται ἀνεπισχέτως, ἕως εἰς θάνατον κατενεχθείη, οὕτω καὶ αὐτός. Καὶ ἦν μὲν Σύρος τὸ γένος, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα γνῶσις περιέχει· τὸ δὲ αὐτοῦ διδασκαλεῖον προεστήσατο ἀπ’ ἀρχῆς μὲν ἐν τῇ Μέσῃ τῶν ποταμῶν, ὡς περὶ τὸ δωδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς Καίσαρος ἐπικληθέντος. ἀπὸ Ῥώμης γὰρ μετὰ τὴν τοῦ ἁγίου Ἰουστίνου τελείωσιν διελθὼν ἐπὶ τὰ τῆς ἀνατολῆς μέρη καὶ ἐκεῖσε διατρίβων, κακῇ διανοίᾳ περιπεσὼν αἰῶνάς τινας κατὰ τοὺς μύθους Οὐαλεντίνου καὶ ἀρχάς τινας καὶ προβολὰς καὶ αὐτὸς εἰσηγήσατο. τὸ δὲ πλεῖστον τοῦ αὐτοῦ κηρύγματος ἀπὸ Ἀντιοχείας τῆς πρὸς Δάφνην καὶ ἐπὶ τὰ τῶν Κιλίκων μέρη, ἐπὶ πλεῖον δὲ ἐν τῇ Πισιδίᾳ ἐκράτυνεν· ἀπὸ τούτου γὰρ κατὰ διαδοχὴν οἱ Ἐγκρατῖται λεγόμενοι τοῦ ἰοῦ μετεσχηκότες ὑπάρχουσι.
λέγεται δὲ τὸ διὰ τεσσάρων εὐαγγέλιον ὑπ’ αὐτοῦ γεγενῆσθαι, ὅπερ κατὰ Ἑβραίους τινὲς καλοῦσι. 2. Τὰ αὐτὰ δὲ ταῖς παλαιαῖς αἱρέσεσι καὶ οὗτος δογματίζει. καὶ πρῶτον μὲν φάσκει μὴ σῴζεσθαι τὸν Ἀδάμ. ἐγκράτειαν δὲ οὗτος κηρύττει, τὸν δὲ γάμον πορνείαν καὶ φθορὰν ἡγεῖται, φάσκων μηδὲν διαλλάττειν πορνείας τὸν γάμον, ἀλλὰ τὸ αὐτὸ εἶναι. ὅθεν ἐν τῷ προσχήματι τῆς ἐγκρατείας καὶ τοῦ ἐγκρατητικοῦ ἤθους κυβευτικὴν ἔσχε τὴν ἀγωγήν, ὡς λύκος ἅρπαξ ἐνδυόμενος προβάτου κώδιον καὶ πλανῶν τῷ προσκαίρῳ προσχήματι τοὺς ἀπατωμένους. μυστηρίοις δὲ ὡσαύτως κέχρηται κατὰ μίμησιν τῆς ἁγίας ἐκκλησίας, ὕδατι δὲ μόνῳ χρώμενος ἐν τοῖς αὐτοῖς μυστηρίοις. Πεσεῖται δὲ καὶ οὗτος κατὰ πάντα τρόπον, ἀσύστατον ἔχων τὸ κήρυγμα [ἤδη δὲ καὶ οὗτος κατασβεσθεὶς οἶμαι ἔληξε καὶ τὸ αὐτοῦ διδασκαλεῖον]. πόθεν γὰρ οὐκ ἐλεγχθήσεται ὁ τοιοῦτος; πρῶτον μὲν γὰρ κατὰ τὰ ἄνω ἡμῖν προδεδηλωμένα καὶ πρὸς τὰς οὕτω φαςκούσας αἱρέσεις , ὅτι ἀδύνατον εἶναι πολλὰς ἀρχὰς γεννητικὰς τῶν κατὰ διαδοχὴν γεννωμένων. αἱ γὰρ οὖσαι πολλαὶ καὶ μία, [ἅτε] ἐκ τῆς μιᾶς ὑπάρχουσαι [ἐκ] τῆς οὔσης [μιᾶς τῆς] αἰτίας τῶν πασῶν, εὑρεθήσονται·
PG 41:841καὶ οὐκέτι πολλαὶ ἀρχαὶ ἀλλ’ ἢ μία ἡ τούτων αἰτία γεγονυῖα, καὶ ἀναχθήσεται τὰ πάντα εἰς τὴν μίαν μοναρχίαν καὶ διέπεσεν ἡ τοῦ τοιούτου πιθανολογία καὶ οὐκ ἀλήθεια, οὐδὲ τὴν πιθανολογίαν δυναμένη ἔχειν. μωρὸν γὰρ τὸ ὅλον κήρυγμα. καὶ εἰ ὁ Ἀδὰμ οὐ σῴζεται, τὸ φύραμα, οὐδέ τι [τῶν ἀπὸ] τοῦ φυράματος σῴζεται. εἰ γὰρ ὁ πρωτόπλαστος καὶ ἐξ ἀθίκτου γῆς γενόμενος σωτηρίας οὐ μεθέξει, πῶς τὰ ἐξ αὐτοῦ γεγεννημένα ἕξει σωτηρίαν; 3. Κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται καθ’ ἑαυτοῦ λέγων. φάσκει γὰρ τὸν γάμον εἶναι οὐκ ἐκ τοῦ θεοῦ, ἀλλὰ πορνείαν εἶναι αὐτὸν καὶ μύσος· καὶ ἑαυτὸν ἀπὸ γάμου ὑπάρχοντα καὶ ἐκ γυναικὸς γεγεννημένον καὶ ἐκ σπορᾶς ἀνδρὸς ἡγεῖται σῴζεσθαι. ἄρα οὖν πάλιν ἀνέλυσε τὴν αὐτοῦ κατὰ τοῦ γάμου βλασφημίαν. εἰ γὰρ οὗτος ἐκ γάμου ὑπάρχων σωτηρίαν ἕξει, ἄρα οὐ βδέλυγμα ὁ γάμος, ὁ γεννῶν τοὺς τῆς σωτηρίας μετέχοντας, οἵῳ δἂν θέλοι τρόπῳ λέγειν.
εἰ δὲ συσταίη ὁ κατ’ αὐτὸν λόγος ὅτι ἀθέμιτός ἐστιν ὁ γάμος, ἄρα μᾶλλον ὁ Ἀδὰμ σωθήσεται, μὴ ἀπὸ γάμου ὁρμώμενος, ἀλλὰ ἐν χειρὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πεπλασμένος κατὰ τὸ εἰρημένον ὑπ’ αὐτοῦ τοῦ ἁγίου πατρὸς πρὸς τὸν υἱὸν ὅτι «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». πῶς δὲ οὐ σῴζεται ὁ Ἀδὰμ ὁ παρὰ σοὶ ἀπελπιζόμενος, ὁπότε αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐλθὼν εἰς τὸν κόσμον νεκροὺς μετὰ τὴν τελευτὴν ἐγείρει ἐν αὐτῷ τῷ σώματι, ὡς τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου; καὶ εἰ αὐτὸς οὐκ ἦν ὁ τὸν Ἀδὰμ πλάσας ἐκ χοὸς ἀπ’ ἀρχῆς, πῶς πτύσας χαμαὶ ἐποίησε πηλὸν καὶ ἐπέθετο ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ τοῦ ἐκ γεννητῆς καὶ ἐποίησεν αὐτὸν βλέπειν, ἵνα δείξῃ ἑαυτὸν μὲν εἶναι τὸν πλάστην σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ τὸ ἐλλιπὲς μέρος ἐν τῷ ἀπὸ γεννητῆς γεγεννημένῳ τυφλῷ διὰ τοῦ πηλοῦ προστιθεὶς τῷ λείποντι τόπῳ; διορθώσεως γὰρ ἕνεκεν τοῦ λείποντος μέρους φαίνεται τοῦτο πεποιηκέναι.
εἰ δὲ πάλιν αὐτός ἐστιν ὁ κύριος ὁ τὸν Ἀδὰμ πλάσας καὶ αὐτὸς τὸν πρωτόπλαστον ἀπολλύει, τοὺς δὲ ἄλλους σῴζει, ὦ πολλή σου ματαιοφροσύνη, Τατιανέ. ἀδυναμίαν γὰρ τῷ κυρίῳ κατὰ δύναμιν προσάπτεις τῷ μὴ δυναμένῳ τὸν πρωτόπλαστον αὐτοῦ, διὰ μίαν παρακοὴν ἐκβεβλημένον τοῦ παραδείσου καὶ παιδείας οὐ τῆς τυχούσης μετασχόντα, ἐν ἱδρῶτι καὶ καμάτῳ διατετελεκότα καὶ κατέναντι τοῦ παραδείσου κατῳκηκότα, ὅπως μνημονεύοι τῆς ἀγαθῆς , διὰ τῆς εἰς μνήμην μετανοίας σῴζειν· ἢ δυναμένῳ μέν, μὴ ἐλεοῦντι δέ. δι’ ἣν τοίνυν αἰτίαν ἄχρι τῶν καταχθονίων Χριστὸς κατῆλθεν, τίνι τῷ λόγῳ τὸ τριήμερον κοιμηθεὶς πεπονθὼς ἀνέστη; πῶς δὲ πληροῦται [τό] «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ»; ποίων δὲ ζώντων καὶ νεκρῶν ἀλλ’ ἢ τῶν χρῃζόντων τῆς αὐτοῦ ἄνω καὶ κάτω ἐπικουρίας; πῶς δὲ ἔσται τὰ ἀπὸ τοῦ φυράματος ἅγια, εἰ αὐτὸ τὸ φύραμα οὐκ ἔστιν ἅγιον, ὡς καὶ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐμφέρεται; φάσκει γὰρ καὶ περὶ Εὔας ὁ αὐτὸς ἀπόστολος ὅτι «σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ δικαιοσύνῃ». 4.
PG 41:843Καὶ πολλὰ ἔστι περὶ τούτων λέγειν, ὡς παντί τῳ σύνεσιν κεκτημένῳ φανήσεται ἡ πρόχειρος βλασφημία καὶ ἐσκοτωμένη διάνοια τοῦ Τατιανοῦ καὶ τῶν ἀπ’ αὐτοῦ Τατιανῶν καλουμένων. περὶ ὧν συντόμως διεξελθόντες τὰ κατ’ αὐτοὺς βλαβερὰ καὶ κωνώπων δίκην δήγματα, ἐλαίου ἰκμάδα τῆς τοῦ κυρίου διδασκαλίας τοῖς δεδηγμένοις ὑπὸ τῶν Τατιανοῦ λόγων ἐπιθέμενοι ἰασάμεθα διὰ τῆς τοῦ κυρίου ἀληθείας καὶ δυνάμεως, αὐτοῦ λέγοντος ὅτι «οὐκ ἦλθον εἰ μὴ διὰ τὸ πρόβατον τὸ πεπλανημένον οἴκου Ἰσραήλ». διὸ καὶ ἐν παραβολαῖς ἔλεγεν ὅτι ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, ὃν δὴ καὶ λῃσταῖς περιπεσεῖν διηγεῖτο, ἵνα δείξῃ τὸ πρόβατον καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότα, τὸν ἀπὸ τῆς δόξης τῆς μείζονος εἰς ἐλάττωσιν κατενεχθέντα καὶ τὸν ἀπὸ τῆς μιᾶς ἐντολῆς τοῦ ἰδίου ποιμένος ἀποσπασθέντα καὶ πεπλανημένον. ὅθεν καὶ τὸν ἅγιον Ἀδὰμ τὸν πατέρα [ἡμῶν] ἐν ζῶσι πεπιστεύκαμεν·
δι’ ὃν καὶ τοὺς ἀπ’ αὐτοῦ ἡμᾶς πάντας Χριστὸς ἦλθεν, τοῖς μὲν πάλαι αὐτὸν γινώσκουσι καὶ μὴ πλανηθεῖσιν ἀπὸ τῆς αὐτοῦ θεότητος ἕνεκεν δὲ σφαλμάτων ἐν Ἅιδῃ κατεσχημένοις ἀμνηστίαν χαρίσασθαι, τοῖς μὲν ἔτι ἐν κόσμῳ διὰ μετανοίας, τοῖς δὲ ἐν Ἅιδῃ δι’ ἐλέους καὶ σωτηρίας. 5. Διὸ καὶ θαυμάσαι ἔστι τὸν εἰδότα, ὡς καὶ ἐν βίβλοις ηὑρήκαμεν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τῷ Γολγοθᾷ ἐσταυρῶσθαι. οὐκ ἄλλῃ που ἀλλ’ ἢ ἔνθα ἔκειτο τὸ τοῦ Ἀδὰμ σῶμα. ἐξελθὼν γὰρ ἐκ τοῦ παραδείσου καὶ κατῳκηκὼς κατέναντι αὐτοῦ πολλῷ τῷ χρόνῳ καὶ διὰ πολλῶν τῶν ἡμερῶν διελθὼν ὕστερον ἦλθε καὶ ἐν τῷ τόπῳ τούτῳ, Ἱεροσολύμων δέ φημι, τὸ χρεὼν ἀποδεδωκὼς [καὶ] ἐκεῖσε ἐτάφη ἐν τῷ τόπῳ τῷ Γολγοθᾷ. ὅθεν εἰκότως τὸ ἐπώνυμον ὁ τόπος ἔσχε, Κρανίου ἑρμηνευόμενος τόπος, ἧς ὀνομασίας τὸ σχῆμα τοῦ τόπου ἐμφέρειάν τινα οὐχ ὑποδείκνυσιν. οὔτε γὰρ ἐν ἄκρᾳ τινὶ κεῖται, ἵνα κρανίον τοῦτο ἑρμηνεύηται, ὡς [ὁ] ἐπὶ σώματος κεφαλῆς τόπος λέγεται, οὔτε [ἐπὶ] σκοπιᾶς. καὶ γὰρ οὔτε ἐν ὕψει κεῖται παρὰ τοὺς ἄλλους τόπους·
PG 41:845ἄντικρυς γάρ ἐστι τὸ τοῦ Ἐλαιῶνος ὄρος ὑψηλότερον καὶ ἀπὸ σημείων ὀκτὼ ἡ Γαβαὼν ὑψηλοτάτη, ἀλλὰ καὶ ἡ ἄκρα ἡ ποτὲ ὑπάρχουσα ἐν Σιών, νῦν δὲ τμηθεῖσα, καὶ αὐτὴ ὑψηλοτέρα ὑπῆρχεν τοῦ τόπου. πόθεν οὖν ἡ ἐπωνυμία τοῦ Κρανίου, ἀλλ’ ἐπειδὴ τοῦ πρωτοπλάστου ἀνθρώπου ἐκεῖ τὸ κρανίον ηὕρηται καὶ ἐκεῖ τὸ λείψανον ἐναπέκειτο, τούτου ἕνεκα Κρανίου τόπος ἐπεκέκλητο· ἐφ’ οὗ σταυρωθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τοῦ ῥεύσαντος ἀπ’ αὐτοῦ ὕδατος καὶ αἵματος διὰ τῆς νυχθείσης αὐτοῦ πλευρᾶς αἰνιγματωδῶς ἔδειξε τὴν ἡμῶν σωτηρίαν, ἀπὸ τῆς ἀρχῆς τοῦ φυράματος ἀρξάμενος ῥαντίζειν τὰ λείψανα τοῦ προπάτορος, ἵνα καὶ ἡμῖν ὑποδείξῃ τὸν ῥαντισμὸν τοῦ αὐτοῦ αἵματος, εἰς κάθαρσιν τῆς ἡμῶν κοινώσεως καὶ ψυχῆς μετανοούσης καὶ εἰς ὑπόδειγμα φυράσεως καὶ καθαρμοῦ ῥύπου τῶν ἡμετέρων ἁμαρτημάτων γενόμενον, τὸ ἐκχυθὲν ὕδωρ ἐπὶ τὸν ὑποκείμενον τῷ τόπῳ καὶ τεθαμμένον εἰς ἐλπίδα αὐτοῦ τε καὶ ἡμῶν τῶν ἐξ αὐτοῦ γεγεννημένων. διὸ καὶ ἐνταῦθα ἐπληροῦτο τὸ εἰρημένον «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός».
εἰ γὰρ καὶ περὶ ἡμῶν λέγει τῶν νενεκρωμένων τοῖς ἔργοις καὶ τῶν καθευδόντων ἐν βάθει ὕπνου τῆς ἀγνωσίας, ἀλλ’ οὖν γε ἐκεῖθεν ἡ ἀρχὴ τῆς αἰνίξεως περιέχει τὸν τρόπον. καὶ οὐχ ἁπλῶς οὐδὲ ἀργῶς· «ἀνέστη», γάρ φησι, «πολλὰ σώματα τῶν ἁγίων», ὡς ἔχει τὸ εὐαγγέλιον, «καὶ εἰσῆλθον σὺν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν» καὶ οὐκ εἶπεν, ἀνέστησαν ψυχαὶ τῶν ἁγίων, ἀλλὰ σώματα φύσει τῶν ἁγίων καὶ εἰσῆλθον μετ’ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν καὶ τὰ ἑξῆς. Πανταχόθεν τοίνυν ἀποκρουσάμενοι τοῦ κώνωπος τούτου τὰ δήγματα δι’ ἐλαίου τῆς τοῦ θεοῦ φιλανθρωπίας καὶ κυρίου ἡμῶν ἐνδημίας καὶ φωτὸς τοῦ εὐαγγελίου τῆς ἀληθείας, ἐπὶ τὰς ἑξῆς κατὰ τὸ εἰωθὸς πάλιν προσελθεῖν ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.

Against the Encratites 27 (Sequence 47)Κατὰ Ἐγκρατιτῶν κζ, τῆς δὲ ἀκολουθίας μζ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:849Κατὰ Ἐγκρατιτῶν κζ, τῆς δὲ ἀκολουθίας μζ. 1. Ἐγκρατῖταί τινες οὕτω καλούμενοι τοῦτον τὸν Τατιανὸν διαδέχονται, φύσει ὑπ’ αὐτοῦ πεπλανημένοι τε καὶ ἠπατημένοι, ἕτερα δὲ παρὰ τοῦτον φρονήσαντες καὶ εἰς μείζονα πάλιν ἐρεσχελίαν ἑαυτοὺς ἐκδεδωκότες. πληθύνουσι δὲ οὗτοι καὶ εἰς δεῦρο ἔν τε τῇ Πισιδίᾳ καὶ ἐν τῇ Φρυγίᾳ τῇ κεκαυμένῃ οὕτω καλουμένῃ.
PG 41:851ἴσως γὰρ κατὰ θεοῦ οἰκονομίαν καὶ οὕτως ἡ πατρὶς τοὔνομα εἴληφε καλεῖσθαι ἐν τῷ κόσμῳ διὰ τὸ κεκαῦσθαι τοὺς οἰκήτορας ἀπὸ τῆς διαστροφῆς τῆς τοιαύτης καὶ τοσαύτης πλάνης· πολλαὶ γὰρ αἱρέσεις ἐν τῷ χώρῳ. εἰσὶ δὲ καὶ ἐν μέρεσι τῆς Ἀσίας καὶ ἐν τῇ Ἰσαύρων καὶ Παμφύλων καὶ Κιλίκων γῇ καὶ ἐν Γαλατίᾳ· ἤδη δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων [κατὰ] μέρος, ἀλλὰ καὶ ἐπὶ τῆς Ἀντιοχέων τῆς Συρίας, οὐ πάντῃ δέ, ἡ τοιαύτη αἵρεσις. Φάσκουσι δὲ καὶ οὗτοι ἀρχάς τινας εἶναι τήν τε τοῦ διαβόλου [δύναμιν] ἀντικειμένην πρὸς τὰ τοῦ θεοῦ ποιήματα, [καὶ] μὴ ὑποτασσομένου θεῷ, ἀλλὰ ἰσχύοντος καὶ πράττοντος ὡς κατὰ ἰδίαν ἐξουσίαν καὶ οὐχ ὡς ἐν παρεκτροπῇ γενομένου· οὐ γὰρ κατὰ τὴν ἐκκλησίαν λέγουσιν, ἀλλὰ ἄλλως παρὰ τὸ τῆς ἀληθείας κήρυγμα. κέχρηνται δὲ γραφαῖς πρωτοτύπως ταῖς λεγομέναις Ἀνδρέου καὶ Ἰωάννου Πράξεσι καὶ Θωμᾶ καὶ ἀποκρύφοις τισὶ καὶ οἷς βούλονται λόγοις τῆς παλαιᾶς διαθήκης. τὸν δὲ γάμον σαφῶς τοῦ διαβόλου ὁρίζονται· ἔμψυχα δὲ βδελύσσονται, ἀπαγορεύοντες οὐχ ἕνεκεν ἐγκρατείας οὔτε πολιτείας, ἀλλὰ κατὰ φόβον καὶ ἰνδαλμὸν τοῦ μὴ καταδικασθῆναι ἀπὸ τῆς τῶν ἐμψύχων μεταλήψεως.
κέχρηνται δὲ καὶ αὐτοὶ μυστηρίοις δι’ ὕδατος· οἶνον δὲ ὅλως οὐ μεταλαμβάνουσι, φάςκοντες εἶναι διαβολικὸν καὶ τοὺς πίνοντας καὶ τοὺς χρωμένους ἀνόμους εἶναι καὶ ἁμαρτάδας. πιστεύουσι δὲ καὶ νεκρῶν ἀνάστασιν, ὡς εἶναι παρὰ τοῖς οὕτω πεπλανημένοις τὰ πάντα μανίας ἔμπλεα. καὶ γὰρ ἔστιν ἰδεῖν καὶ θαυμάσαι καὶ εἰς ἔκπληξιν ἐλθεῖν τὸν συνετὸν ἄνθρωπον περὶ πάντων ὁτιοῦν ὧν οἱ ἀλλότριοι λέγουσί τε καὶ πράττουσιν, ἀσυστάτως τῶν πάντων παρ’ αὐτοῖς λεγομένων τε καὶ γινομένων καὶ μηδεμίαν ἔμφασιν ἀληθείας ἐπιδεχομένων. 2. Εἰ γὰρ κέχρηνται παλαιᾷ καὶ νέᾳ διαθήκῃ, πῶς ἀρχαὶ διάφοροι εὑρεθήσονται, τῶν δύο διαθηκῶν συμφωνουσῶν περὶ μιᾶς θεότητος τὴν γνῶσιν κηρυττουσῶν; εἰ δὲ καὶ νεκρῶν εἴη ἀνάστασις, πῶς ἔτι ὁ σεμνὸς γάμος τοῦ διαβόλου εὑρεθήσεται; ὁπότε θεὸς λέγει «αὐξάνεσθε καὶ πληθύνεσθε», καὶ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ λέγοντος «ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω» καὶ τοῦ ἀποστόλου φάσκοντος «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος».
ἀλλὰ ἐλεγχόμενοι βλασφημοῦσι τοῦτον μεθυστὴν καλοῦντες, εἰς ἑαυτῶν δὲ γνώμην καὶ παράστασιν μυθολογίας κατὰ τῶν πινόντων τὸν οἶνον ἐπιλαμβάνονταί τινα θηρολεκτοῦντες καί φασιν ἐκ τοῦ πονηροῦ τὸ τοιοῦτον εἶδος εἶναι· «ἔπιε, γάρ φησι, Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἐγυμνώθη, καὶ Λώτ, φησί, μεθυσθεὶς θυγατράσιν ἰδίαις κατὰ ἄγνοιαν συνεμίγη καὶ διὰ μέθης γέγονεν ἡ μοσχοποιία· καί φησιν ἡ γραφή· τίνι θόρυβος; τίνι μάχαι; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διὰ κενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν χρονιζόντων ἐν οἴνοις, οὐ τῶν ἐξιχνευόντων ποῦ πότοι γίνονται;» καὶ ἄλλα τινὰ τοιαῦτα ἐξιχνεύοντες συσσωρεύουσι διὰ τὴν ἑαυτῶν πιθανότητα, οὐκ εἰδότες ὅτι πᾶν τὸ ἄμετρον πανταχῇ λυπηρὸν καὶ ἔξω τοῦ προκειμένου ἀπηγορευμένον ὑπάρχει. καὶ γὰρ οὐ μόνον ἐπὶ οἴνῳ τοῦτο εἴποιμ’ ἄν, ἀλλὰ καὶ ἐπὶ πάσῃ ἀπληστίᾳ. τοῦτο γὰρ καὶ ὁ κύριος ἐδίδασκε φάσκων «μὴ βαρυνέσθωσαν, φησίν, ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς» καὶ τό «εἰ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν τοῦ πλουσίου βρωμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς».
PG 41:853περισσοτέρως δὲ ὁ ἅγιος ἀπόστολος ἀπλήστους καὶ ἀδηφάγους ἐκκόπτων λαιμάργοις ἐπιθυμίαις ἐπαρώμενος ἔφη «τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει». ἀλλὰ καὶ Ἠσαῦ τὰ πρωτοτόκια δι’ ἑψέματος πυροῦ ἀπώλεσεν, ὥς φησιν ἡ γραφή, τὸ αὐτὸ καλοῦσα ἕψεμα πυροῦ καὶ φακῆς [οἶμαι δὲ τάχα ὅτι οὐκ ἀπὸ πυροῦ τουτέστιν ἀπὸ σίτου ἦν, ἀλλὰ τάχα ὡς ἤδη ἑψημένον λείψανον φακοῦ καὶ ἔτι ἐπιτεθὲν πυρὶ τὸ αὖθις πυρωθὲν ἡ γραφὴ [ἕψεμα] πυροῦ διηγήσατο, διὰ τὸ ἐπιθερμανθῆναι μετὰ τὸ ψυχρωθῆναι]. καὶ ὡς ἐκεῖνος δι’ οἶνον ἐγυμνώθη μηδὲν ἀδικηθείς, οὕτως οὗτος μᾶλλον διὰ πεῖναν καὶ ἀπληστίαν τὰ πρωτοτόκια ἀπολέσας [μᾶλλον] ὑπὲρ τὸν οἶνον ἠδίκηται. καὶ οὐδὲν ἰσχύει ἐγγὺς τῆς ἀληθείας παραπεποιημένη λέξις οὐδὲ μυθώδης τις ἐπινενοημένη δραματουργία. 3.
Σεμνύνονται δὲ δῆθεν ἐγκράτειαν, σφαλερῶς τὰ πάντα ἐργαζόμενοι, μέσον γυναικῶν εὑρισκόμενοι καὶ γυναῖκας πανταχόθεν ἀπατῶντες, γυναιξὶ δὲ συνοδεύοντες καὶ συνδιαιτώμενοι καὶ ἐξυπηρετούμενοι ὑπὸ τῶν τοιούτων, ἔξω μὲν τῆς ἀληθείας ὄντες, «μόρφωσιν μόνον κεκτημένοι, τὴν δὲ δύναμιν αὐτῆς τῆς εὐσεβείας ἠρνημένοι». οἵου γὰρ ἄν τις ἔργου καταλείψῃ μέρος, τὸ πᾶν πλήρωμα ἀφῆκεν διὰ τοῦ ἑνὸς μέρους τοῦ καταλελειμμένου. ὅθεν τὰ παρ’ αὐτοῖς μυστήρια δι’ ὕδατος μόνον γίνεται, οὔτε μυστήρια ὄντα, ἀλλὰ κατὰ μίμησιν τῶν ἀληθινῶν [τὰ] ψευδῆ γινόμενα. ὅθεν καὶ ἐν τούτῳ ἐλεγχθήσονται ἀπὸ τοῦ εὐθέος τοῦ σωτῆρος λόγου τοῦ λέγοντος «οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τούτου τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μεθ’ ὑμῶν».
Πάλιν οὖν ταύτην παρωσάμενοι χειρὶ κραταιᾷ τῆς ἀληθείας ὡς κνώδαλον ὀδυνηρὸν ὀδόντων ἀφῃρημένον ἐπὶ τὰς ἑξῆς ἴωμεν, συνήθως τὸν θεὸν τῶν ὅλων ἐπικαλούμενοι ὁδηγόν τε καὶ ἀμυντῆρα τῶν δεινῶν, ἐπίκουρόν τε τῆς φρονήσεως δότην τε ὄντα αὐτὸν τῆς σοφίας, ἵν’ ἡμεῖς παρ’ αὐτοῦ τἀληθῆ μανθάνοντες τὰς τῶν ἄλλων ἀποκαλύπτειν δυνηθείημεν καὶ τὴν κατ’ αὐτῶν ἀντίδοτον ἰατρικὴν ἐκ πολλῶν μυρεψικῶν εἰδῶν ἀπὸ τοῦ λόγου τῆς ἀληθείας κατασκευάσαι, τοῖς ἤδη πεπληγμένοις εἰς ἴασιν καὶ τοῖς ἐντυγχάνουσιν εἰς θεραπείαν καὶ τοῖς μέλλουσι γινώσκειν ἃ μὴ ᾔδεισαν εἰς παθῶν προκατάληψιν καὶ ἡμῖν εἰς σωτηρίαν καὶ θεοῦ μισθὸν ἀφθόνως δωρηθησόμενον.

Against the Phrygians or so-called MontanistsΚατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:855Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν κη, τῆς δὲ ἀκολουθίας μη. 1. Ἀπὸ τούτων ἑτέρα πάλιν αἵρεσις ἀνακύπτει τῶν Φρυγῶν καλουμένη, σύγχρονος γενομένη τούτοις καὶ αὐτοὺς διαδεχομένη. οὗτοι γὰρ γεγόνασι περὶ τὸ ἐννεακαιδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς τοῦ μετὰ Ἀδριανόν, καὶ ὁ Μαρκίων δὲ καὶ οἱ περὶ Τατιανὸν καὶ οἱ ἀπ’ αὐτοῦ διαδεξάμενοι Ἐγκρατῖται ἐν χρόνοις Ἀδριανοῦ καὶ μετὰ Ἀδριανόν.
Οὗτοι γὰρ οἱ κατὰ Φρύγας καλούμενοι δέχονται καὶ αὐτοὶ πᾶσαν γραφὴν παλαιᾶς καὶ νέας διαθήκης καὶ νεκρῶν ἀνάστασιν ὁμοίως λέγουσι, Μοντανὸν δέ τινα προφήτην αὐχοῦσιν ἔχειν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν προφήτιδας· οἷς προσέχοντες τὸν νοῦν ἐξετράπησαν. περὶ δὲ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοίως φρονοῦσι τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ, ἀπέσχισαν δὲ ἑαυτούς, «προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων», λέγοντες ὅτι «δεῖ ἡμᾶς, φησί, καὶ τὰ χαρίσματα δέχεσθαι». καὶ ἡ ἁγία δὲ τοῦ θεοῦ ἐκκλησία ὁμοίως τὰ χαρίσματα δέχεται, ἀλλὰ τὰ ὄντως χαρίσματα καὶ ἤδη ἐν ἁγίᾳ θεοῦ ἐκκλησίᾳ διὰ πνεύματος ἁγίου δεδοκιμασμένα παρά τε προφητῶν καὶ ἀποστόλων καὶ αὐτοῦ τοῦ κυρίου, φάσκοντος τοῦ ἀποστόλου Ἰωάννου ἐν τῇ ἐπιστολῇ ὅτι «δοκιμάζετε τὰ πνεύματα, εἰ ἔστιν ἐκ τοῦ θεοῦ» καὶ πάλιν δὲ λέγοντος ὅτι «ἠκούσατε ὅτι Ἀντίχριστος ἔρχεται καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν. ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν· ἀλλ’ ἵνα γνωσθῶσιν ὅτι οὐκ ἦσαν ἐξ ἡμῶν. τούτου χάριν γράφω ὑμῖν, τεκνία» καὶ τὰ ἑξῆς. ἀληθῶς οὖν οὗτοι οὐκ εἰσὶν ἐξ αὐτῶν τῶν ἁγίων.
PG 41:857ἐξέβησαν γὰρ τῇ αὐτῶν φιλονεικίᾳ, προσανέχοντες καὶ πνεύμασι πλάνης καὶ μυθολογίαις. 2. Ἰδοὺ γὰρ ἐξ αὐτῆς τῆς ὑποθέσεως ἐλέγχονται μὴ δυνάμενοι πληροῦν τὰ ὑπ’ αὐτῶν ἐν φιλονεικίᾳ ὑπισχνούμενα. εἰ γὰρ δεῖ χαρίσματα δέχεσθαι καὶ δεῖ εἶναι ἐν ἐκκλησίᾳ χαρίσματα, πῶς οὐκέτι μετὰ Μοντανὸν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν ἔχουσι προφήτας; ἆρα ἤργησεν ἡ χάρις; οὐκ ἀργεῖ δὲ ἡ χάρις ἐν ἁγίᾳ ἐκκλησίᾳ· μὴ γένοιτο. εἰ δὲ ἕως τινὸς προεφήτευσαν οἱ προφητεύσαντες καὶ οὐκέτι προφητεύουσιν, ἄρα οὔτε Πρίσκιλλα οὔτε Μαξίμιλλα προεφήτευσαν, μετὰ τὰς προφητείας τὰς διὰ τῶν ἁγίων ἀποστόλων ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ δοκιμασθείσας. κατὰ δύο οὖν τρόπους ἐλεγχθήσεται ἡ αὐτῶν ἄνοια· ἢ γὰρ δείξωσιν εἶναι προφήτας μετὰ Μαξίμιλλαν, ἵνα μὴ ἀργήσῃ ἡ παρ’ αὐτοῖς λεγομένη χάρις, ἢ οἱ περὶ Μαξίμιλλαν ψευδοπροφῆται εὑρεθήσονται, μετὰ τὸν ὅρον τῶν προφητικῶν χαρισμάτων τολμήσαντες οὐκ ἀπὸ ἁγίου πνεύματος, ἀλλ’ ἀπὸ πλάνης δαιμονίων ἐνθουσιασθῆναι καὶ φαντασιάσαι τοὺς ἀκούοντας αὐτῶν. Καὶ ὅρα πῶς ἐξ αὐτῶν τῶν παρ’ αὐτοῖς λεγομένων ὁ ἔλεγχος πρὸς αὐτοὺς ῥηθήσεται.
φάσκει γὰρ ἡ λεγομένη παρ’ αὐτοῖς Μαξίμιλλα ἡ προφῆτις ὅτι, φησί «μετ’ ἐμὲ προφήτης οὐκέτι ἔσται, ἀλλὰ συντέλεια» . ἰδοὺ δὲ ἐκ πανταχόθεν φαίνεται τὸ ἅγιον πνεῦμα καὶ τὰ πνεύματα τῆς πλάνης· ὅσα γὰρ οἱ προφῆται εἰρήκασι καὶ μετὰ συνέσεως παρακολουθοῦντες ἐφθέγγοντο, καὶ ἐτελέσθη τὰ παρ’ αὐτῶν εἰρημένα καὶ ἔτι πληροῦται. αὕτη δὲ εἶπε μετ’ αὐτὴν εἶναι συντέλειαν, καὶ οὔπω συνετελέσθη, μάλιστα τοσούτων βασιλέων γενομένων καὶ τοσούτου χρόνου ὑπερβεβηκότος. ἔτη γάρ εἰσιν ἔκτοτε πλείω ἐλάσσω διακόσια ἐνενήκοντα ἕως τοῦ ἡμετέρου χρόνου, δωδεκάτου ἔτους Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ [ὀγδόου] Γρατιανοῦ βασιλείας, καὶ οὔπω ἡ συντέλεια κατὰ τὴν αὐχήσασαν ἑαυτὴν προφήτιδα, μὴ γνοῦσαν μηδὲ τὴν ἡμέραν τῆς αὑτῆς τελευτῆς.
καὶ ἰδεῖν ἔστι πῶς πάντες οἱ ἀπὸ τῆς ἀληθείας ἑαυτοὺς ἀπαλλοτριώσαντες, ὅτι οὐκ ἐν εὐσταθείᾳ τινὶ λόγου μεμενήκασιν, ἀλλ’ ὡς νήπιοι ὑπὸ τοῦ ἀεὶ πλανῶντος ὄφεως παραπεπλεγμένοι εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδώκασι καὶ εἰς τὸ γενέσθαι κατάβρωμα τοῦ λύκου ἔξω τῆς μάνδρας εὑρεθέντες παρελκυσθῆναί [τε] καὶ οὕτως ἀπολέσθαι, μὴ κρατοῦντες τὴν ἀρχήν, ἀλλὰ καταλείψαντες τὴν ἀλήθειαν, ἐν ναυαγίῳ ἑαυτοὺς καὶ ἐν κλύδωνι τῆς πάσης πλάνης παραδεδώκασιν. εἰ γὰρ λέγει Μαξίμιλλα ὅτι προφήτης οὐκέτι ἔσται, ἄρα ἀναιρεῖ τὸ εἶναι παρ’ αὐτοῖς τὸ χάρισμα καὶ εἰς ἔτι δεῦρο φέρεσθαι. εἰ δὲ ἕως αὐτῆς μένει τὸ χάρισμα, ὡς προεῖπον ἄρα καὶ αὐτὴ οὐ μετέσχε τῶν χαριςμάτων. 3. Πεπλάνηται γάρ· ἐσφράγισε γὰρ ὁ κύριος τὴν ἐκκλησίαν καὶ ἐπλήρωσεν [ἐν] αὐτῇ τὰ χαρίσματα. ὅτε γὰρ ἦν χρεία προφητῶν, ἐν ἀληθινῷ πνεύματι καὶ ἐρρωμένῃ διανοίᾳ καὶ παρακολουθοῦντι νῷ οἱ αὐτοὶ ἅγιοι τὰ πάντα ἐπροφήτευον, ἐμπιπλώμενοι πνεύματος ἁγίου, κατὰ τὴν ἀναλογίαν [τῆς πίστεως] τῶν ἐκ πνεύματος χαρισμάτων ἑκάστῳ διδομένων καὶ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως πρὸς τὸ συμφέρον.
PG 41:859τί οὖν συμφέρον οὗτοι εἰρήκασιν ἢ ποῖον ἀνάλογον τῆς πίστεως; πῶς δὲ οὐχὶ μᾶλλον οὗτοί εἰσιν περὶ ὧν εἶπεν ὁ κύριος ὅτι «προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσω δέ εἰσι λύκοι ἅρπαγες». συγκρίνοντες γὰρ τὰ παρ’ αὐτῶν εἰρημένα καὶ [τὰ] κατὰ τὴν παλαιὰν διαθήκην καὶ καινὴν ἐν ἀληθείᾳ ὄντα καὶ ἐν ἀληθείᾳ γενόμενα καὶ πεπροφητευμένα δοκιμάσωμεν, ποία [ὄντως] προφητεία τυγχάνει, ποία δὲ ψευδοπροφητεία. ὁ προφήτης πάντα μετὰ καταστάσεως λογισμῶν καὶ παρακολουθήσεως ἐλάλει καὶ ἐφθέγγετο ἐκ πνεύματος ἁγίου, τὰ πάντα ἐρρωμένως λέγων ὡς Μωυσῆς ὁ θεράπων τοῦ θεοῦ καὶ πιστὸς ἐν οἴκῳ ὁ βλέπων ἐλέγετο ὁ προφήτης ἐν τῇ παλαιᾷ διαθήκῃ. «ὅρασις, [γάρ] φησιν, ἣν εἶδεν Ἠσαί̈ας υἱὸς Ἀμὼς ὁ προφήτης»· «εἶδον [τὸν] κύριον, φησί, καθεζόμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ εἶδον Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἤκουσα κυρίου λέγοντος πρός με· βάδιζε, εἰπὸν τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε». καὶ ἀκούσας παρὰ τοῦ κυρίου ἐλθὼν πρὸς τὸν λαὸν ἔφη «τάδε λέγει κύριος».
οὐχ ὁρᾷς ὅτι παρακολουθοῦντος ὁ λόγος καὶ οὐκ ἐξισταμένου, οὔτε ὡς ἐξισταμένης διανοίας ἡ φθογγὴ ἀπεδίδοτο; ὡσαύτως δὲ καὶ Ἰεζεκιὴλ ὁ προφήτης ἀκούων παρὰ κυρίου ὅτι «ποίησον σεαυτῷ ἄρτον ἐπὶ κόπρου ἀνθρωπείας», ἔλεγε «μηδαμῶς, κύριε· οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου». γινώσκων γὰρ τὴν δι’ ἀπειλὴν λεγομένην πρὸς αὐτὸν ῥῆσιν ὑπὸ κυρίου, [καὶ] οὐχ ὡς ἐν ἐκστάσει διανοίας φερόμενος ἐπεβάλλετο τοῦτο πράττειν, ἀλλὰ ἠξίου, ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ παρακολουθοῦσαν, καὶ ἔλεγε «μηδαμῶς, κύριε». ταῦτα γὰρ [τῶν] ἀληθῶς προφητῶν, ἐν ἁγίῳ πνεύματι ἐρρωμένην ἐχόντων τὴν διάνοιαν, καὶ ἡ διδασκαλία καὶ ἡ διαλογή.
πῶς δὲ Δανιὴλ οὐχ εὑρίσκεται πάσης συνέσεως ἔμπλεως καὶ τοῖς φρονήμασι παρακολουθῶν, ὃς τὰ αἰνίγματα τῷ Ναβουχοδονόσορ ἐπέλυσε καὶ ἃ ἐκεῖνος δι’ ὀνειράτων ἐθεάσατο καὶ ἀπέστη ἀπ’ αὐτοῦ τοῦ ἑωρακότος, οὗτος ὑπεμίμνῃσκε καὶ τὴν ἐπίλυσιν εὐθὺς ἐπέφερεν ἐρρωμένῃ καταστάσει καὶ ὑπερβολῇ χαρίσματος, περιττοτέρως τὴν φρόνησιν ἔχων ὑπὲρ πάντα ἄνθρωπον διὰ τὸ χάρισμα τοῦ ἁγίου πνεύματος, τὸ σοφίζον ὄντως τὸν προφήτην καὶ τοὺς διὰ τοῦ προφήτου τῆς διδασκαλίας τῆς ἀληθείας καταξιουμένους. ἃ δὲ οὗτοι ἐπαγγέλλονται προφητεύειν, οὐδὲ εὐσταθοῦντες φανοῦνται οὔτε παρακολουθίαν λόγου ἔχοντες. λοξὰ γὰρ τὰ παρ’ αὐτῶν ῥήματα καὶ σκαληνὰ καὶ οὐδεμιᾶς ὀρθότητος ἐχόμενα. 4. Εὐθὺς γὰρ ὁ Μοντανός φησιν «ἰδού, ὁ ἄνθρωπος ὡσεὶ λύρα κἀγὼ ἐφίπταμαι ὡσεὶ πλῆκτρον· ὁ ἄνθρωπος κοιμᾶται κἀγὼ γρηγορῶ. ἰδού, κύριός ἐστιν ὁ ἐξιστάνων καρδίας ἀνθρώπων καὶ διδοὺς καρδίαν ἀνθρώποις» .
PG 41:861τίς τοίνυν τῶν παρακολουθούντων καὶ μετὰ συνέσεως δεχομένων τὸν τῆς ὠφελείας λόγον καὶ τῆς ἑαυτῶν ζωῆς ἐπιμελομένων οὐ καταγνώσεται τῆς τοιαύτης παραπεποιημένης ὑποθέσεως καὶ τοῦ λόγου τοῦ αὐχοῦντος ἑαυτὸν ἐν προφήταις καταλέγεσθαι, μὴ δυναμένου τὰ ὅμοια λέγειν προφήταις; οὔτε γὰρ πνεῦμα ἅγιον ἐλάλησεν ἐν αὐτῷ. τὸ γὰρ εἰπεῖν «ἐφίπταμαι καὶ πλήσσω καὶ γρηγορῶ καὶ ἐξιστᾷ κύριος καρδίας», ἐκστατικοῦ ῥήματα ὑπάρχει ταῦτα καὶ οὐχὶ παρακολουθοῦντος, ἀλλὰ ἄλλον χαρακτῆρα ὑποδεικνύντος παρὰ τὸν χαρακτῆρα τοῦ ἁγίου πνεύματος τοῦ ἐν προφήταις λελαληκότος. Εἰ δὲ θελήσουσι παραπλέκειν τῇ ἀληθείᾳ τὸ ψεῦδος καὶ ἀνοητεῖν τὸν νοῦν τῶν τῆς ἀκριβείας ἐπιμελομένων, ἑαυτοῖς τε ἐπισωρεύουσι λόγους, δι’ ὧν παραποιητεύονται τὴν ἑαυτῶν πλάνην, ὅμοιά τινα εἶναι λέγοντες, ἵνα δὴ παραστήσωσιν ἀπὸ τοῦ τὴν ἁγίαν γραφὴν εἰρηκέναι «ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσε», ἀλλὰ οὐκέτι ὅμοιον τοῦτο εἴη ἐκείνῳ. οὐ γὰρ καὶ ἐνταῦθα σῶμα ἔμελλε πλάσσειν ὁ θεός, ἀφ’ οὗ εἰς ἔκστασιν ἔφερεν, ἵνα τὰ ὅμοια ἐπενέγκῃ δι’ ὑπερβολὴν τῆς φιλανθρωπίας.
τῷ γὰρ Ἀδὰμ ἐπήνεγκε τὴν ἔκστασιν τοῦ ὕπνου, οὐκ ἔκστασιν φρενῶν. ἔκστασις δὲ κατὰ διαφορὰς πολλὰς ἔχει τὸν τρόπον. ἔκστασις δι’ ὑπερβολὴν θαύματος λέγεται καὶ ἔκστασις λέγεται ἡ μανία διὰ τὸ ἐκστῆναι τοῦ προκειμένου. ἐκείνη δὲ ἡ τοῦ ὕπνου ἔκστασις κατ’ ἄλλον τρόπον ἐρρέθη, κατὰ τὴν φυσικὴν ἐνέργειαν, μάλιστα διὰ τὸ βαθυτάτως αὐτὴν ἐπενηνέχθαι τῷ ἁγίῳ Ἀδὰμ καὶ ἐν χειρὶ θεοῦ πεπλασμένῳ. 5. Καὶ γὰρ ἀληθῶς ἔστιν ἰδεῖν ὡς δικαίως ἔκστασιν ταύτην ἡ θεία γραφὴ κέκληκεν. ἐν τῷ γὰρ ὑπνοῦν τὸν ἄνθρωπον μεθίστανται πᾶσαι αἱ αἰσθήσεις, εἰς ἀνάπαυσιν τραπεῖσαι, ὡς οἷον εἰπεῖν παροῦσα ἡ διορατικὴ οὐχ ὁρᾷ· ἀποκέκλεισται γὰρ τὸ ὄμμα καὶ ἡσυχάζει τὸ κινοῦν ἐν τῷ ἀνθρώπῳ πνεῦμα εἴτ’ οὖν [ἡ] ψυχή. δυσοδμίας οὔσης ἐν οἴκῳ ἢ καὶ εὐοδμίας, καίτοι γε παρούσης τῆς ὀσφραντικῆς αἰσθήσεως, οὐκ ἀντιλαμβάνεται· ἐξέστη γὰρ ἡ τοιαύτη αἴσθησις εἰς ἀνάπαυσιν τραπεῖσα. πικρῶν ὄντων χυμῶν ἐν τῷ στόματι ἢ ἁλμυρῶν ἢ γλυκέων τὸ γευστικὸν οὐκ αἰσθάνεται, ἐπειδὴ γὰρ ἐν ἐκστάσει τῆς ἀναπαύσεως κεῖται μὴ ἐνεργοῦν, ὅπερ ἐν τῷ ὕπαρ ὄντι ἐνήργει. ἀκοὴ πάρεστιν, ἀλλὰ ἀργεῖ τὸ ἀκουστικὸν κατὰ τὴν αἴσθησιν.
PG 41:863καὶ πολλάκις τινῶν λαλούντων ἐν οἴκῳ, εἰ μή τι διυπνισθῇ ὁ ἄνθρωπος, οὐκ ἐπακούει τῶν παρά τινων ῥηθέντων διὰ τὸ ἀποστῆναι τὴν ἐνέργειαν πρὸς τὴν ὥραν. τινῶν κνωδάλων διερχομένων διὰ τοῦ ἡμετέρου σώματος οὐκ αἰσθανόμεθα τῆς αὐτῶν περὶ τὸ σῶμα ἡμῶν ἁφῆς, εἰ μή τι βαρέως ἡμῖν ἐπιθῶνται τὰ κνώδαλα, ὡς τοῦ παντὸς ὀργάνου διὰ τὴν ἀνάπαυσιν τοῦ ὕπνου ἐκστάντος ἀπὸ τῆς ἐνεργείας. τὸ μὲν γὰρ ὄργανον, φύσεως ὂν γηίνης καὶ περὶ τὴν ψυχὴν ἔχον, διὰ τὸ οὕτως ἐκ θεοῦ [τὸ] χρήσιμον ἡμῖν γεγενῆσθαι ἀποδίδοται αὐτῷ καιρὸς μεθιστῶν αὐτὸ ἀπὸ τῆς ἐναργεστάτης αἰσθήσεως εἰς κατάστασιν ἀναπαύσεως· αὐτὴ δὲ ἡ ψυχὴ οὐκ ἐξέστη τοῦ ἡγεμονικοῦ οὐδὲ τοῦ φρονήματος. πολλάκις γὰρ φαντάζεται καὶ ὁρᾷ ἑαυτὴν ὡς ἐν ἐγρηγόρσει καὶ περιπατεῖ καὶ ἐργάζεται καὶ ποντοπορεῖ καὶ δημηγορεῖ, καὶ ἐν πλείοσι καὶ ἐν μείζοσι τούτων δι’ ὀνειράτων ἑαυτὴν θεωμένη· οὐ μὴν κατὰ τὸν ἀφραίνοντα καὶ ἐν ἐκστάσει γινόμενον ἐκστατικὸν ἄνθρωπον, τὸν τῷ σώματι καὶ τῇ ψυχῇ ἐγρηγορότα τὰ δεινὰ μεταχειριζόμενον καὶ πολλάκις ἑαυτῷ δεινῶς χρώμενον καὶ τοῖς πέλας·
ἀγνοεῖ γὰρ ἃ φθέγγεται καὶ πράττει, ἐπειδήπερ ἐν ἐκστάσει γέγονεν ἀφροσύνης ὁ τοιοῦτος. 6. Ταῦτα δὲ πάντα διὰ τό «ἐπέβαλε κύριος ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσεν» ἀνάγκην ἐσχήκαμεν, ὦ ἐπιπόθητοι, συναγαγεῖν [περὶ] τὰς διαφορὰς τῶν τρόπων τῆς ἐκστάσεως. καὶ ἐφράσαμεν δι’ ἣν αἰτίαν ἐκεῖ παρὰ κυρίου ἔκστασις εἴρηται ἡ τοῦ ὕπνου μετοχή, ὅτι διὰ τὴν τοῦ θεοῦ φειδὼ καὶ φιλανθρωπίαν, ἣν πᾶσι μὲν ἀνθρώποις ὁ αὐτὸς δεδώρηται εἰς τὸ μεταφέρεσθαι τὸν ἄνθρωπον ἀπὸ μερίμνης εἰς ἀνάπαυσιν ὕπνου καὶ τῶν ἐν τῷ βίῳ χρειωδῶν πραγμάτων· ἐκεῖ δὲ περιττοτέρως ἐκείνην ἔκστασιν κέκληκε διὰ τὸ ποιῆσαι αὐτὸν πρὸς τὴν ὥραν μὴ αἰσθάνεσθαι πόνου, δι’ ἣν ἔμελλε λαμβάνειν πλευρὰν ἀπ’ αὐτοῦ καὶ πλάσσειν αὐτῷ αὐτὴν εἰς γυναῖκα. ἀλλὰ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν καὶ διανοημάτων. εὐθὺς γὰρ ἀναστὰς ἐπέγνω καὶ εἶπε «τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή». καὶ ἐπίσταται γάρ, ὡς ὁρᾷς, καὶ τὰ πρῶτα καὶ τὰ παρόντα καὶ προφητεύει περὶ τῶν μελλόντων. ἰδοὺ γὰρ ἐπέγνω τὰ πρῶτα ὅτε ἦν ἐν ὕπνῳ, λέγων ὅτι «ὀστοῦν ἐκ τῶν ὀστῶν μου»·
καὶ ἐπέγνω τὰ παρόντα, μετὰ τὸ πλασθῆναι τὴν γυναῖκα ἐπιγνοὺς αὐτὴν ἀπὸ τοῦ σώματος [αὐτοῦ] ἠρμένην· καὶ ἐπροφήτευσε περὶ τῶν ἐσομένων, ὅτι «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». ταῦτα δὲ οὐκ ἐκστατικοῦ ἀνδρὸς οὐδὲ ἀπαρακολουθήτου, ἀλλὰ ἐρρωμένην ἔχοντος τὴν διάνοιαν. 7. Εἰ δὲ καὶ περὶ τοῦ «ἐγὼ εἶπον ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης» λεκτέον, ἑτέρα πάλιν αὐτοῦ ἡ δύναμις, οὐχ ὃν τρόπον τινὸς ἀφραίνοντος ἀνθρώπου καὶ ἐκστατικοῦ [μὴ γένοιτο], ἀλλὰ ὑπερθαυμάζοντος καὶ διανοουμένου ὑπὲρ τὸν κατὰ τὴν συνήθειαν λογισμὸν [περὶ] τῶν [ἀ]συμμέτρως ὁρωμένων τε καὶ πραττομένων· ἐπειδὴ γὰρ ἐθαύμασεν ὁ προφήτης καὶ διὰ θαυμασμὸν ἐνταῦθα λέγει. γεγόνασι δὲ ἐν ἐκστάσει οἱ προφῆται, οὐκ ἐν ἐκστάσει λογισμῶν. γέγονε γὰρ καὶ Πέτρος ἐν ἐκστάσει, οὐχὶ μὴ παρακολουθῶν τῷ λόγῳ, ἀλλὰ ὁρῶν ἀντὶ τῆς καθημερινῆς ἀκολουθίας ἕτερα παρὰ τὰ τοῖς ἀνθρώποις ὁρώμενα·
PG 41:865«εἶδε γὰρ ὀθόνην καθιεμένην τέσσαρσιν ἀρχαῖς δεδεμένην, καὶ πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ τοῦ οὐρανοῦ τὰ πετεινὰ ἐν αὐτῇ». ὅρα δὲ ὅτι παρηκολούθει καὶ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν ὁ ἅγιος Πέτρος. ὅτε γὰρ ἤκουσεν [τό] «ἀναστὰς θῦσον καὶ φάγε», οὐχ ὡς μὴ τὸν νοῦν ἐρρωμένος ἐπείσθη, ἀλλά φησι πρὸς τὸν κύριον «μηδαμῶς, κύριε· οὐδέποτε γὰρ κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου». καὶ Δαυὶδ δὲ ὁ ἅγιος εἶπεν ὅτι «[εἶπον ἐγώ·] πᾶς ἄνθρωπος ψεύστης». ὁ δὲ λέγων «εἶπον ἐγώ» ἰδίᾳ ἔλεγεν, καὶ περὶ τῶν ἀνθρώπων ὅτι, ἔλεγε, ψεύδονται· ἄρα αὐτὸς οὐκ ἐψεύδετο, ἐκπληττόμενος δὲ καὶ θαυμάζων τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὰ αὐτῷ παρὰ τοῦ κυρίου κεκηρυγμένα ἐθαύμαζε καθ’ ὑπερβολὴν καὶ ὁρῶν πάντα ἄνθρωπον ἐνδεόμενον τοῦ ἐλέους τοῦ θεοῦ μόνῳ κυρίῳ τὸ ἀληθεύειν ἐπέδωκε, πάντα δὲ ἄνθρωπον ὑπὸ ἐπιτίμιον ἔγνω, ἵνα δείξῃ τὸ ἀληθινὸν πνεῦμα, τὸ ἐν προφήταις λαλῆσαν καὶ τὰ βάθη αὐτοῖς ἀποκαλύψαν τῆς τοῦ θεοῦ γνώσεως ἀκριβείας. ἐγένετο δὲ καὶ Ἀβραὰμ ἐν ἐκστάσει, οὐκ ἐν ἐκστάσει φρενῶν ἀλλὰ ἐν ἐκστάσει φόβου.
ἔβλεπεν γὰρ κλίβανον καὶ λαμπάδας περὶ τὴν τοῦ ἡλίου δύσιν καὶ ἄλλοι προφῆται ὁρῶντες τὰ ὁράματα ἐν διανοίᾳ ἐρρωμένῃ ἔλεγον, ὡς ὁ Μωυσῆς φησιν «ἔμφοβός εἰμι καὶ ἔντρομος». ἔγνω δὲ Ἀβραὰμ τὰ ὑπὸ τοῦ κυρίου λεγόμενα· «γινώσκων, γάρ [φησι], γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ ἔτη τετρακόσια». καὶ ὁρᾷς ὡς ἔστιν ἰδεῖν τὰ πάντα ἐν ἀληθείᾳ παρὰ τοῖς προφήταις εἰρημένα καὶ ἐν ἐρρωμένῃ διανοίᾳ καὶ σώφρονι λογισμῷ, καὶ οὐκ ἐν παραπληξίᾳ. 8. Εἰ δὲ καὶ πάλιν θελήσουσι λέγειν [ὅτι] «οὐχ ὅμοια τὰ πρῶτα χαρίσματα τοῖς ἐσχάτοις», πόθεν τοῦτο ἔχουσι δεῖξαι; ὁμοίως γὰρ ἀλλήλοις οἱ ἅγιοι προφῆται καὶ οἱ ἅγιοι ἀπόστολοι προεφήτευσαν. πρῶτον μὲν οὖν ἀνερχομένου τοῦ σωτῆρος εἰς τὸν οὐρανὸν οἱ ἰδόντες τοὺς δύο τοὺς ἐν ἐσθήσεσι λευκαῖς οὐκ ἐν παραπληξίᾳ ὁρῶσιν, ἀλλὰ ἤκουον ἐρρωμένῃ τῇ διανοίᾳ ὅτι «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς οὕτως ἐλεύσεται» καὶ τὰ ἑξῆς. εἶτα δὲ καὶ Πέτρος, ὡς ἔφην, ὁρῶν καὶ ἀκούων καὶ ἀποκρινόμενος καὶ λέγων «μηδαμῶς, κύριε», εὐσταθῶν ἦν τῇ διανοίᾳ.
PG 41:867Ἄγαβος γὰρ προφητεύων ἔλεγεν καὶ μετὰ σχήματος θαυμαστοῦ αἰνιττόμενος, λαβὼν τὴν ζώνην τοῦ Παύλου καὶ δήσας τοῖς ἰδίοις ποσὶν φησίν «οὗτος οὗ ἐστιν ἡ ζώνη αὕτη, δήσουσιν αὐτὸν καὶ ἀποίσουσιν εἰς Ἱερουσαλήμ». ἀλλὰ καὶ πάλιν ἐν Ἀντιοχείᾳ κατῆλθον προφῆται καὶ κατήγγελλον λιμὸν ἔσεσθαι καθ’ ὅλης τῆς οἰκουμένης. καὶ οὐ διέπεσεν ὁ τούτων λόγος· ἀλλ’ ἵνα δείξῃ αὐτοὺς ἀληθεῖς προφήτας, ἡ γραφὴ εὐθὺς ἐπιφέρει λέγουσα «ἥτις ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος». Παῦλος δὲ ὁ ἁγιώτατος ἀπόστολος προφητεύων ἔλεγε «τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί» καὶ τὰ ἑξῆς, καὶ πάλιν ἄλλοτε ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες [πνεύμασι] πλάνοις καὶ διδασκαλίαις δαιμόνων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν ἡμῖν τοῖς μετὰ εὐχαριστίας [λαμβάνουσιν]». ὡς σαφῶς [τοῦτο] ἐφ’ ὑμῖν καὶ τοῖς ὁμοίοις ὑμῖν πεπλήρωται, ἐξ αὐτῶν τῶν προκειμένων [δῆλον]·
αἱ γὰρ πλείους τῶν αἱρέσεων τούτων τὸ γαμεῖν κωλύουσιν, ἀπέχεσθαι βρωμάτων παραγγέλλουσιν, οὐχ ἕνεκεν πολιτείας προτρεπόμενοι, οὐχ ἕνεκεν ἀρετῆς μείζονος καὶ βραβείων καὶ στεφάνων, ἀλλὰ βδελυκτὰ ταῦτα [τὰ] ὑπὸ τοῦ κυρίου γεγενημένα ἡγούμενοι. 9. Ἡ δὲ ἁγία ἐκκλησία καὶ παρθενίαν δοξάζει καὶ μονότητα καὶ ἁγνείαν καὶ χηροσύνην ἐπαινεῖ καὶ γάμον σεμνὸν τιμᾷ καὶ δέχεται, πορνείαν δὲ καὶ μοιχείαν καὶ ἀσέλγειαν ἀπαγορεύει, ὅθεν ἰδεῖν ἔστιν τὸν χαρακτῆρα τῆς ἁγίας καθολικῆς ἐκκλησίας καὶ τοὺς παραπεποιημένους τῶν ἄλλων τρόπους, [ὡς] καὶ τὸν δοκιμάσαντα ἀποδιδράσκειν ἀπὸ πάσης πλάνης καὶ σκολιᾶς ὁδοῦ καὶ τρίβου ἀνάντου διακειμένης. ἔφην γὰρ ἄνω ὡς ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου προείρηται καὶ πάλιν ἐρῶ, ὅτι ἀσφαλιζόμενος ἡμᾶς καὶ τὸν χαρακτῆρα τῆς ἁγίας ἐκκλησίας διαιρῶν ἀπὸ τῆς τῶν αἱρέσεων πλάνης ἔφη, ὡς τολμηρῶς τὰ ἐκ θεοῦ καλῶς τεταγμένα ἀπαγορεύοντες νομοθετοῦσι, φήσας περὶ τῶν κωλυόντων γαμεῖν καὶ ἀπέχεσθαι βρωμάτων.
καὶ γὰρ συμμετρίᾳ τινὶ ὁ θεὸς Λόγος ἐν τῷ εὐαγγελίῳ φήσας «θέλεις τέλειος γενέσθαι;», συγγνωμονῶν τῇ τῶν ἀνθρώπων πλάσει καὶ ἀσθενείᾳ χαίρει μὲν ἐπὶ τοῖς τὰ δοκίμια τῆς θεοσεβείας δυναμένοις ἐνδείκνυσθαι καὶ παρθενίαν ἀσκεῖν αἱρουμένοις καὶ ἁγνείαν καὶ ἐγκράτειαν, τὴν δὲ μονογαμίαν τιμᾷ· εἰ καὶ μάλιστα τὰ χαρίσματα τῆς ἱερωσύνης διὰ τῶν ἀπὸ μονογαμίας ἐγκρατευομένων καὶ τῶν ἐν παρθενίᾳ διατελούντων τῷ κόσμῳ προδιετύπου, ὡς καὶ οἱ αὐτοῦ ἀπόστολοι τὸν ἐκκλησιαστικὸν κανόνα τῆς ἱερωσύνης εὐτάκτως καὶ ὁσίως διετάξαντο. εἰ δέ τις κατὰ ἀσθένειαν ἐπιδεηθείη μετὰ τὴν τελευτὴν τῆς ἰδίας γαμετῆς συναφθῆναι δευτέρῳ γάμῳ, οὐκ ἀπαγορεύει τοῦτο ὁ κανὼν τῆς ἀληθείας, τουτέστιν τὸν μὴ ὄντα ἱερέα. οὗτοι δὲ κωλύουσι κατὰ τὸ εἰρημένον «κωλυόντων γαμεῖν»· ἐκβάλλουσι γὰρ τὸν δευτέρῳ γάμῳ συναφθέντα καὶ ἀναγκάζουσι μὴ δευτέρῳ γάμῳ συνάπτεσθαι. ἡμεῖς δὲ οὐκ ἀνάγκην ἐπιτιθέαμεν, ἀλλὰ παραινοῦμεν μετὰ συμβουλίας ἀγαθῆς προτρεπόμενοι τὸν δυνάμενον, οὐκ ἀνάγκην δὲ ἐπιτιθέαμεν τῷ μὴ δυναμένῳ, ἀλλὰ οὐδὲ ἐκβάλλομεν αὐτὸν ἀπὸ τῆς ζωῆς.
PG 41:869ὁ γὰρ ἅγιος λόγος πάντῃ ἐκήρυξε τὴν ἀσθένειαν τῶν ἀσθενούντων βαστάζειν, ὡς καὶ ὁ ἅγιος ἀπόστολος εὐθὺς εὑρεθήσεται λέγων καὶ ἐλέγχων τοὺς τοιούτους μὴ ὄντας τοῦ αὐτοῦ χαρίσματος ὅτι «νεωτέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι τὸ κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». αἱ γὰρ ἐπαγγειλάμεναι καὶ ἀθετήσασαι ἔχουσι κρίμα, αἱ δὲ μὴ ἐπαγγειλάμεναι, ἀλλὰ συναφθεῖσαι δι’ ἀσθένειαν κρίμα οὐχ ἕξουσιν. εἰ δὲ κρίμα ἔμελλον ἔχειν, πῶς ἔλεγε «γαμείτωσαν, οἰκοδεσποτείτωσαν;» 10. Πᾶς τοίνυν προφητεύων παρακολουθῶν εὑρίσκεται, κἄν τε ἐν τῇ παλαιᾷ διαθήκῃ κἄν τε ἐν τῇ καινῇ, ὡς καὶ ὁ ἅγιος Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἔλεγε «τάδε ἀπεκάλυψε κύριος τοῖς αὐτοῦ δούλοις διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου» καί «τάδε λέγει κύριος». ὁ ταῦτα δὲ λέγων ἐρρωμένην εἶχε τὴν διάνοιαν καὶ παρηκολούθει, ἰδοὺ τοίνυν «τάδε λέγει κύριος» καί «ὅρασις ἣν εἶδεν». ὁ δὲ Μοντανὸς οὗτος ὁ αὐχῶν ἑαυτὸν εἶναι προφήτην καὶ πλανήσας τοὺς ὑπ’ αὐτοῦ πεπλανημένους ἀσύστατα κατὰ τῆς θείας γραφῆς διηγεῖται. λέγει γὰρ ἐν τῇ ἑαυτοῦ λεγομένῃ προφητείᾳ «τί λέγεις τὸν ὑπὲρ ἄνθρωπον σῳζόμενον;
λάμψει γὰρ [φησίν] ὁ δίκαιος ὑπὲρ τὸν ἥλιον ἑκατονταπλασίονα, οἱ δὲ μικροὶ ἐν ὑμῖν σῳζόμενοι λάμψουσιν ἑκατονταπλασίονα ὑπὲρ τὴν σελήνην». ὁ δὲ κύριος ἐλέγχει τὸν τοιοῦτον, ὁ ἔχων τὴν ἐξουσίαν χαρίσασθαι τὸ λάμπειν τὰ πρόσωπα τῶν ἁγίων καὶ φαιδρύνας τὸ πρόσωπον τοῦ Μωυσέως καὶ μεταβάλλων τοὺς ἁγίους αὐτοῦ ἐν τῇ μελλούσῃ ἀναστάσει τῶν σωμάτων, τοὺς σπειρομένους ἐν ἀτιμίᾳ καὶ ἐγειρομένους ἐν δόξῃ, οὐκ ἄλλα σώματα παρὰ τὰ ὄντα, ἀλλὰ αὐτὰ τὰ ὄντα ἐγειρόμενα ὅλα, λαμβάνοντα δὲ δόξαν παρ’ αὐτοῦ μετὰ [τὴν] ἀνάστασιν παρὰ τοῦ τὴν δόξαν ἀφθόνως παρέχοντος τοῖς ἑαυτοῦ ἁγίοις, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν δοῦναι καὶ χαρίσασθαι ὡς θεὸς καὶ κύριος. ἔχων δὲ τοῦ χαρίσασθαι [ἐξουσίαν] οὐκ ἐπηγγείλατο κατὰ τὸν Μοντανόν, ἀλλά φησι «λάμψει ὑμῶν τὰ πρόσωπα ὡς ὁ ἥλιος». εἰ τοίνυν ὁ ἔχων τὴν ἐξουσίαν καὶ ἀληθῶς ὑπάρχων δεσπότης καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὡς ὁ ἥλιος λέγει τὰ πρόσωπα τῶν δικαίων λάμψειν, πῶς ὁ Μοντανὸς ἐπαγγέλλεται περισσότερον ἑκατονταπλασίονα;
PG 41:871εἰ μὴ ἄρα ὅμοιος εἴη ἐκείνῳ τῷ ἐπαγγειλαμένῳ τοῖς περὶ τὸν Ἀδὰμ ὅτι ἔσεσθε ὡς θεοὶ [φήσαντι] καὶ ἀπὸ τῆς ὑπαρχούσης αὐτοῖς δόξης καὶ παραδείσου τρυφῆς παρασκευάσαντι αὐτοῖς τὴν ἐκβολὴν γενέσθαι καὶ εἰς φθορὰν θανάτου κατενεχθῆναι. 11. Ἔτι δὲ προστίθησιν ὁ αὐτὸς Μοντανὸς οὕτως λέγων «ἐγὼ κύριος ὁ θεὸς ὁ παντοκράτωρ καταγινόμενος ἐν ἀνθρώπῳ». ἄρα γοῦν καλῶς ἡμᾶς ἡ θεία γραφὴ ἐπασφαλίζεται καὶ ἡ ἀκολουθία τῆς τοῦ ἁγίου πνεύματος διδασκαλίας, νουθετοῦσα ἡμᾶς, ἵνα γινώσκωμεν ποῖά ἐστι τὰ μιμηλὰ τοῦ ἀλλοτρίου πνεύματος καὶ τὰ ἀντίθετα πρὸς τὴν ἀλήθειαν. ὅτε γὰρ εὐθὺς τοῦτο εἶπε Μοντανός, ὑπόνοιαν ἡμῖν δέδωκεν ἀναμνησθῆναι τὰ ὑπὸ τοῦ κυρίου εἰρημένα. οὕτως γάρ φησιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐκ ἐδέξασθέ με. ἄλλος ἐλεύσεται ἐπὶ τῷ ἰδίῳ ὀνόματι, καὶ δέξονται τὸν τοιοῦτον». ἀσύμφωνος τοίνυν παντάπασιν ὁ τοιοῦτος τῶν θείων γραφῶν ηὑρέθη, ὡς παντί τῳ σαφὲς εἴη [τῷ] νουνεχῶς ἐντυγχάνοντι.
εἰ τοίνυν ἀσύμφωνος ὑπάρχει, ἀλλότριός ἐστι τῆς ἁγίας καθολικῆς ἐκκλησίας [αὐτὸς] καὶ ἡ κατ’ αὐτὸν αὐχοῦσα αἵρεσις προφήτας ἔχειν καὶ χαρίσματα, ἃ μὴ εἴληφεν, ἀλλὰ ἐκ τούτων ἀπέστη. τίς τοίνυν τολμήσειε παρακολουθῶν τούτους προφήτας καλεῖν καὶ μὴ μᾶλλον πλάνους εἶναι [φήσειεν] τοὺς τοιούτους; Χριστὸς γὰρ ἡμᾶς ἐδίδαξε λέγων ὅτι «τὸ πνεῦμα τὸ παράκλητον ἀποστέλλω ὑμῖν» καὶ τὰ σημεῖα διδοὺς ἔλεγεν ὅτι «ἐκεῖνός με δοξάσει» ὡς τὰ ἀληθῆ ἔστιν ἰδεῖν ὅτι οἱ ἅγιοι ἀπόστολοι τὸ παράκλητον πνεῦμα λαβόντες κύριον ἐδόξασαν, οὗτος δὲ ὁ Μοντανὸς ἑαυτὸν δοξάζει· ὁ κύριος τὸν πατέρα αὐτοῦ ἐδόξασε καὶ ὁ κύριος πάλιν [ὁ] Χριστὸς τὸ πνεῦμα ἐδόξασε, λέγων αὐτὸ πνεῦμα ἀληθείας, Μοντανὸς δὲ ἑαυτὸν δοξάζει μόνον καὶ λέγει εἶναι πατέρα παντοκράτορα καὶ τὸ ἐν αὐτῷ ἐνοικῆσαν , ἵνα πανταχόθεν δειχθῇ οὐκ αὐτὸς ὢν οὐδὲ ὑπ’ ἐκείνου ἀπεσταλμένος οὐδὲ παρ’ αὐτοῦ λαμβάνων. «ἐν τῷ γὰρ κυρίῳ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς» καί «ἀπὸ τοῦ πληρώματος αὐτοῦ πάντες οἱ προφῆται εἰλήφασι» κατὰ τὸν τοῦ ἁγίου Ἰωάννου λόγον.
καὶ ὅρα πῶς πάντες οἱ παλαιοὶ Χριστὸν κατήγγελλον καὶ οἱ μετέπειτα Χριστὸν ἐδόξασαν καὶ αὐτὸν ὡμολόγησαν, Μοντανὸς δὲ εἰσέφρησεν ἑαυτὸν τινὰ λέγων, ὅπως δειχθῇ ὅτι οὔτε αὐτὸς ἔστιν οὔτε ἀπ’ αὐτοῦ ἀπέσταλται οὔτε παρ’ αὐτοῦ τι εἴληφεν. Εἶτα πάλιν φησὶ τὸ ἐλεεινὸν ἀνθρωπάριον Μοντανὸς ὅτι «οὔτε ἄγγελος οὔτε πρέσβυς, ἀλλ’ ἐγὼ κύριος ὁ θεὸς πατὴρ ἦλθον». ταῦτα δὲ λέγων φωραθήσεται ἀλλότριος ὤν, Χριστὸν μὴ δοξάζων, ὃν πᾶν χάρισμα ἐκκλησιαστικὸν ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ δοθὲν ἐν ἀληθείᾳ ἐδόξασεν. εὑρεθήσεται γὰρ ἐκτὸς εἶναι σώματος ἐκκλησίας καὶ κεφαλῆς τοῦ σύμπαντος καὶ «μὴ κρατῶν τὴν κεφαλήν, ἐξ ἧσπερ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει» κατὰ τὸ γεγραμμένον. ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς υἱὸν ἑαυτὸν ἔδειξεν, ὄντως ὢν υἱὸς ἐν ἀληθείᾳ, Μοντανὸς δ’ ἑαυτὸν καὶ πατέρα λέγει. 12. Πῶς τοίνυν, ὦ Φρύγες ἡμῖν πάλιν ἐπαναστάντες πολέμιοι καὶ μεμορφωμένοι εἰς Χριστιανικὴν ἐπίκλησιν, βαρβάρων δὲ ἐπανῃρημένοι μάχην καὶ τῶν Τρῴων καὶ Φρυγῶν μιμούμενοι τὸ πολέμιον, πῶς πεισθῶμεν ὑμῖν λέγουσι διὰ χαρίσματα ἀφεστάναι τῆς ἐκκλησίας;
PG 41:873οὐκέτι γὰρ χαρίσματα εἴη τὰ ἀλλότρια χαρισμάτων ὄντα καὶ παρὰ τὸν χαρακτῆρα τὸν ὑπὸ κυρίου ὑπισχνούμενον, ὡς οἱ καθ’ ὑμᾶς προφῆται λέγουσιν. εἰσάγετε δὲ ἡμῖν πάλιν καὶ Μαξίμιλλαν· καὶ γὰρ καὶ τὰ ὀνόματα ὑμῶν διηλλαγμένα καὶ φοβερώτατα καὶ οὔτε προςηνές τι καὶ γλυκύτατον ἔχοντα, ἀλλὰ ἄγριόν τι καὶ βαρβαρικόν. εὐθὺς γὰρ αὕτη ἡ Μαξίμιλλα ἡ παρὰ τοῖς τοιούτοις κατὰ Φρύγας οὕτω καλουμένοιςἀκούσατε, ὦ παῖδες Χριστοῦ, τί λέγει· «ἐμοῦ μὴ ἀκούσητε, ἀλλὰ Χριστοῦ ἀκούσατε». καὶ ἐν οἷς ἔδοξε Χριστὸν δοξάζειν πεπλάνηται. εἰ γὰρ ἦν τοῦ Χριστοῦ, ἔλεγεν ἂν κατὰ τοὺς ἁγίους ἀποστόλους ὡς ἕκαστος [αὐτῶν] λέγει, Πέτρος μὲν πρῶτος λέγων ὅτι «ἡμεῖς παρ’ αὐτοῦ ἠκούσαμεν» καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος «ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει» καὶ τοῦ Παύλου λέγοντος «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». αὕτη δὲ ἀληθεύει ψευδομένη, καὶ μὴ βουλομένη. καλῶς γὰρ λέγει φάσκουσα μὴ αὐτῆς ἀκούειν, ἀλλὰ Χριστοῦ. πολλάκις γὰρ τὰ ἀκάθαρτα πνεύματα ἀναγκάζεται ἑαυτὰ καθαιρεῖν, [ὡς] οὐκ ὄντα τῆς ἀληθείας, καὶ ὑποφαίνειν τὸν κύριον αὐτῶν, θέλοντα καὶ μὴ θέλοντα, δι’ ἀνάγκην·
PG 41:875ὡς ἡ παιδίσκη ἡ ἔχουσα πνεῦμα Πύθωνος ἔλεγεν «οὗτοι οἱ ἄνθρωποι τοῦ θεοῦ δοῦλοι τοῦ ὑψίστου εἰσί», καὶ τό «τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ», οὕτως καὶ αὕτη ἀναγκαζομένη ἔλεγεν αὐτῆς μὴ ἀκούειν ἀλλὰ Χριστοῦ. πῶς οὖν τοῦτο οἱ παρ’ αὐτῆς ἀκηκοότες καὶ αὐτῇ πεπιστευκότες βούλονται αὐτῆς ἀκούειν, παρ’ αὐτῆς μαθόντες μὴ αὐτῆς ἀκούειν ἀλλὰ κυρίου; καὶ γὰρ ἀληθῶς ἐπίγεια φθεγγομένης αὐτῆς, εἰ παρῆν αὐτοῖς σύνεσις, οὐκ ἔδει αὐτὴν ἀκούεσθαι. καὶ μὴ λέγε ὅτι παρηκολούθει. οὐ γὰρ παρακολουθοῦντός ἐστιν τὸ διδάσκειν καὶ ἑαυτὸν ἀνατρέπειν. εἰ γὰρ ὅλως λέγει «μὴ ἀκούετέ μου», ποῖον ἦν τὸ πνεῦμα τὸ λαλοῦν ἐν αὐτῇ; εἰ γὰρ αὐτὴ ἔλεγεν ᾗ ἄνθρωπος, ἄρα οὐκ ἦν ἐν πνεύματι ἁγίῳ. ἡ γὰρ λέγουσα «μὴ ἀκούετέ μου» δῆλον ὅτι τὸ ἀνθρώπινον ἔλεγε καὶ οὐκ ἦν ἐν πνεύματι ἁγίῳ. εἰ δὲ μὴ οὖσα ἐν πνεύματι ἁγίῳ ἄνωθεν, οὖσα δὲ τοῦ ἀνθρωπίνου φρονήματος, οὐδὲν ἐγίνωσκε καὶ οὐκ ἦν ἄρα προφῆτις, μὴ ἔχουσα πνεῦμα ἅγιον, ἀλλὰ ἀνθρωπίνῳ φρονήματι ἐλάλει καὶ ἐφθέγγετο.
εἰ δὲ πνεύματι ἁγίῳ ἐλάλει καὶ ἐπροφήτευε, ποῖον ἦν ἄρα τὸ πνεῦμα τὸ ἅγιον τὸ λέγον «ἐμοῦ μὴ ἀκούετε;» καὶ πολλή ἐστι τῆς ἀπάτης ἡ τύφλωσις καὶ μέγας ἐστὶν ὁ τοῦ θεοῦ λόγος, ὁ κατὰ πάντα τρόπον ἡμᾶς συνετίζων εἰς τὸ εἰδέναι ἡμᾶς ποῖα τὰ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου λελαλημένα, πῆ μὲν ἐκ προσώπου πατρός, πῆ δὲ ἐκ προσώπου τοῦ υἱοῦ, πῆ δὲ ἐκ προσώπου τοῦ ἁγίου πνεύματος. καὶ εἰ τὸ ἐν Μαξιμίλλῃ πνεῦμα [πνεῦμα] ἅγιον ἦν, οὐκ ἀπηγόρευε τὰ ἴδια ῥήματα· «ἓν γάρ ἐστι τὸ ἅγιον πνεῦμα, τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται». εἰ δὲ ἔχει ἐξουσίαν διαιρεῖν ὡς βούλεται, λέγεται δὲ πνεῦμα γνώσεως καὶ πνεῦμα εὐσεβείας καὶ λέγεται πνεῦμα Χριστοῦ [εἶναι] καὶ πνεῦμα πατρός, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὄν, ἄρα οὐκ ἔλεγε «μὴ ἀκούετέ μου». τὰ γὰρ Χριστοῦ τὸ πνεῦμα ἐλάλει καὶ ὁ Χριστὸς τὸ πνεῦμα ἀποστέλλει καὶ ἐν πνεύματι ἁγίῳ ἐκβάλλει τὰ δαιμόνια, καὶ ὁ υἱὸς τὰ τοῦ πατρὸς λέγει καὶ ὁ πατὴρ τὸν υἱὸν ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἵνα γινώσκωσιν αὐτὸν καὶ δοξάσωσι, καθὼς δοξάζουσι τὸν πατέρα.
καὶ διέπεσε κατὰ πάντα τρόπον ἡ τῶν ἀπαλλοτριούντων ἑαυτοὺς διάνοια ἀπὸ τῆς τοῦ Χριστοῦ ἀκολουθίας. 13. Φάσκει δὲ πάλιν ἡ αὐτὴ Μαξίμιλλα, ἡ τῆς παρακολουθίας γνῶσις καὶ διδασκαλία, ἵνα καὶ χλευαστικῶς εἴπω, ὅτι «ἀπέστειλέ με κύριος τούτου τοῦ πόνου καὶ τῆς συνθήκης καὶ τῆς ἐπαγγελίας αἱρετιστὴν μηνυτὴν ἑρμηνευτήν, ἠναγκασμένον, θέλοντα καὶ μὴ θέλοντα, γνωθεῖν γνῶσιν θεοῦ». σκοπήσωμεν οὖν τῆς ἡμῶν ζωῆς τὴν εὐσταθῆ βάσιν καὶ τὴν ὁδὸν τοῦ φωτός, ὦ ἀγαπητοί, καὶ μὴ σφαλῶμεν διὰ τῶν λόγων τοῦ δι’ ἐναντίας καὶ τοῦ βοσκήματος τοῦ ἀλλοτρίου πνεύματος. ὅρα γὰρ ἐνταῦθα τὸν οὕτω λαλήσαντα, ἠναγκασμένον ἑαυτὸν ἀποφήναντα, οὐχ ἑκουσίᾳ γνώμῃ. ὁ δὲ κύριος ἡμῶν οὐκ ἄκων ἦλθεν εἰς τὸν κόσμον οὐδὲ μετὰ ἀνάγκης ὑπὸ πατρὸς ἀπεστάλη, ἀλλὰ ἅμα σὺν πατρὶ ἔχων τὸ θέλειν καὶ σὺν ἁγίῳ πνεύματι τὸ παρέχειν· καὶ ὡς αὐτὸς ἅμα σὺν πατρὶ τὸ θέλειν ἔχει καὶ τὸ οὐχὶ μετὰ ἀνάγκης καὶ τὴν χάριν πᾶσι διδόναι, ἀλλὰ δι’ ὑπερβολὴν φιλανθρωπίας, οὕτω καὶ οὓς ἐκάλεσε μετὰ προαιρέσεως κέκληκεν, οὐκ ἀνάγκην ἐπιβάλλων, οὐ κλοιὸν ἐπιτιθέμενος.
φάσκει γὰρ ὅτι «οἱ διψῶντες ἔλθατε πρός με» καὶ πάλιν «εἴ τις θέλει ἔρχεσθαι πρός με, ἀρνησάσθω ἑαυτὸν καὶ ἀκολουθείτω μοι» καὶ διὰ Ἠσαί̈ου τὸ αὐτὸ φθεγγόμενος ἔλεγεν «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου» καὶ ὕστερον, ἵνα δείξῃ ὁ προφήτης [ὅτι] τίς ἐστιν ὁ λέγων, ἔφη «τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». καὶ ὁρᾷς κατὰ πάντα τρόπον τὴν πρὸς τὸ θεῖον γράμμα τούτων διαφωνίαν καὶ τὴν ἀλλοίαν ὑπόνοιάν τε καὶ ὑπόληψιν παρὰ τὴν τοῦ θεοῦ πίστιν καὶ ἀκολουθίαν; καὶ γὰρ καὶ Μαξίμιλλα τοὺς θέλοντας καὶ μὴ θέλοντας ἔλεγεν ἀναγκάζειν, ὡς καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ ψεύσεται ἡ τοιαύτη. οὔτε γὰρ θέλοντας ἐδίδαξε γνῶσιν θεοῦ ἣν οὐκ ᾔδει οὐδὲ τοὺς μὴ θέλοντας ἠνάγκασεν. αὐτίκα [γοῦν] οὐ πάντες οἱ ἐν τῷ κόσμῳ οἴδασι τί ἔστιν ὄνομα Μαξιμίλλης οὐδὲ τῶν αὐτῆς λόγων τὸ παράφθεγμα. καὶ κατὰ πάντα τρόπον διέπεσεν ἡ τούτων πεπλανημένη ἐπίνοια, οὐκ οὖσα τῆς τοῦ θεοῦ ἀληθείας. 14. Τιμῶσι δὲ οἱ τοιοῦτοι καὶ τόπον τινὰ ἔρημον ἐν τῇ Φρυγίᾳ, Πέπουζάν ποτε καλουμένην πόλιν, νῦν δὲ ἠδαφισμένην, καί φασιν ἐκεῖσε κατιέναι τὴν ἄνωθεν Ἱερουσαλήμ.
PG 41:877ὅθεν ἐκεῖ ἀπερχόμενοι μυστήριά τινα ἐπιτελοῦσιν ἐν τῷ τόπῳ καὶ ἁγιάζουσιν [ἑαυτούς], ὡς ὑπολαμβάνουσιν. ἔστι γὰρ καὶ τὸ γένος ἐν τῇ Καππαδοκίᾳ καὶ Γαλατίᾳ καὶ ἐν τῇ προειρημένῃ Φρυγίᾳ, ὅθεν κατὰ Φρύγας ἡ αἵρεσις καλεῖται· ἀλλὰ καὶ ἐν Κιλικίᾳ καὶ ἐν Κωνσταντινουπόλει τὸ πλεῖστον. Ἵνα δὲ μηδὲν καταλείψωμεν τῶν πρὸς ὄνομα ἑκάστης αἱρέσεως ὑφ’ ἡμῶν προδεδηλωμένης, καὶ περὶ τοῦ Τασκοδρουγιτῶν ὀνόματος αὖθις ἐροῦμεν· ἔστι γὰρ τὸ ὄνομα τοῦτο ἢ ἐν αὐτῇ ταύτῃ ἢ ἐν τῇ μετ’ αὐτὴν τῶν Κυϊντιλλιανῶν καλουμένῃ· ἀπ’ αὐτῶν γὰρ τούτων ὁρμᾶται καὶ τοῦτο τὸ ὄνομα. καλοῦνται δὲ διὰ τοιαύτην αἰτίαν Τασκοδρουγῖται· τασκὸς παρ’ αὐτοῖς πάσσαλος καλεῖται, δροῦγγος δὲ μυκτὴρ εἴτ’ οὖν ῥύγχος καλεῖται, καὶ ἀπὸ τοῦ τιθέναι ἑαυτῶν τὸν δάκτυλον τὸν λεγόμενον λιχανὸν ἐπὶ τὸν μυκτῆρα ἐν τῷ εὔχεσθαι, δῆθεν κατηφείας χάριν καὶ ἐθελοδικαιοσύνης, ἐκλήθησαν ὑπό τινων Τασκοδρουγῖται τουτέστιν πασσαλορυγχῖται. ἐν ταύτῃ δὲ τῇ αἱρέσει ἢ ἐν τῇ συζύγῳ αὐτῆς τῇ τῶν Κυϊντιλλιανῶν εἴτ’ οὖν Πρισκιλλιανῶν καὶ Πεπουζιανῶν καλουμένῃ, δεινόν τι καὶ ἀθέμιτον ἔργον φασὶ γίνεσθαι.
παῖδα γὰρ κομιδῆ νήπιον ὄντα κατὰ ἑορτήν τινα δι’ ὅλου τοῦ σώματος κατακεντῶντες χαλκαῖς ῥαφίσι τὸ αἷμα αὐτοῦ προσπορίζονται ἑαυτοῖς, εἰς ἐπιτήδευσιν δῆθεν θυσίας. 15. Ἀρκεῖ δὲ ἡμῖν ἃ καὶ περὶ ταύτης εἰρήκαμεν, ὦ ἐπιπόθητοι. ἐπηγγειλάμεθα γὰρ ἀπὸ ἑκάστης ἧς ἴσμεν αἱρέσεως μὴ φθονῆσαι, ἀλλὰ ὑποφῆναι ἅ τε δι’ ἀκοῆς ἅ τε διὰ συγγραμμάτων, ἅ τε δι’ ἐγγράφων καὶ ἅ τε ὑπό τινων ἀληθῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν κατειλήφαμεν, ἵνα μηδέν τι περιττὸν ὧν γε ἔγνωμεν ποιησάμενοι [μὴ] ὑπὸ συνείδησιν δόξωμεν εἶναι μὴ ὀρθὰ καὶ αὐτοὶ ἐφευρίσκοντες κατὰ ἀνθρώπων λέγειν, ἀλλὰ ὑποπίπτοντες πάθει ᾧ καὶ αὐτοὶ ὑπέπεσαν, ἀλήθειαν μὴ λέγοντες, ἀλλὰ κηρύττοντες ἃ μὴ ἑωράκασιν οὐδὲ ἤκουσαν οὐδὲ παρὰ τῆς ἀληθοῦς διδασκαλίας τοῦ ἁγίου πνεύματος παρειλήφασιν·
PG 41:879ἀκριβῶς δὲ πάντα ὡς ἔφην διεξερχόμενοι περὶ ἑκάστης αἱρέσεως, τὰ μὲν δεινὰ ἀποκαλύπτοντες εἰς διόρθωσιν τῶν παρεντυγχανόντων καὶ διὰ τῆς ἀνατροπῆς τῆς ἀπὸ θείων λόγων καὶ ἐξ ὀρθῶν λογισμῶν ποιούμενοι ἰατικὸν ὡς εἰπεῖν φάρμακον, κατὰ διττοὺς τρόπους κατασκευάζοντες [αὐτὸ] ἐν κυρίῳ, τοῖς μὲν διερχομένοις εἰς τὸ ἀνασφῆλαι τῆς νόσου καὶ τῆς τοσαύτης ἀλγηδόνος, τοῖς δὲ μηδὲ παρεμπεσοῦσί ποτε [εἰς] προκαταληπτικὸν ὡς εἰπεῖν [τὸ] βοήθημα, τοῦ τῆς ἀληθείας φαρμάκου μεταδιδόντες τοῖς συνετοῖς μαθηταὶ καὶ αὐτοὶ κληθῶμεν τῶν τοῦ κυρίου μαθητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος, βοηθοῦ ὑπάρχοντος σωμάτων καὶ ψυχῶν. ὡς δὲ καὶ τὴν ἐνταῦθα ἱκανῶς ἔχειν ἡγησάμενοι περὶ ταύτης τῆς αἱρέσεως ἐργασίαν σὺν δυνάμει Χριστοῦ ἐπὶ τὰς ἑξῆς προβῆναι ἑαυτοὺς ἐπιδῶμεν, τὸν μὲν ἰὸν καὶ τὰ ἀγκιστροειδῆ τῶν ὀδόντων αὐτῆς φάρμακα ἐν τῷ τῆς ἀληθείας τοῦ σταυροῦ ξύλῳ καταθλάσαντες, τῇ αἱμορροίᾳ ἐχίδνῃ ἐοικυίας, ἧς ἡ λύμη τῶν δεδηγμένων τὸ αἷμα παντὸς τοῦ σώματος ἐκκρίνει καὶ οὕτως τὸν θάνατον ἐμβάλλει. αὕτη γὰρ καὶ ἡ τῶν Κυϊντιλλιανῶν αἵρεσις τοῦτο ἐπιτελεῖ.
ἀφθόρου γὰρ παιδὸς κατακεντᾷ τὸ σῶμα καὶ τὸ αἷμα πρὸς μετάληψιν ἀποφέρεται, δῆθεν τοῦτο εἰς μυσταγωγίαν ὀνόματος Χριστοῦ, τοὺς ἠπατημένους πλανήσασα. ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς ἐν δυνάμει Χριστοῦ προερχόμενοι τὴν αὐτοῦ ἀλήθειαν ἐπικαλεσώμεθα, ὅπως ἑκάστης πλάνης ἰχνηλατήσαντες τὴν δύναμιν, φωράσαντές τε καὶ ἐλέγξαντες θεῷ ἐν ἅπασι συνήθως εὐχαριστήσωμεν.

Against the Quintillians or Pepuzians, also called PriscillianistsΚατὰ Κυϊντιλλιανῶν εἴτ’ οὖν Πεπουζιανῶν τῶν καὶ Πρισκιλλια

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Κυϊντιλλιανῶν εἴτ’ οὖν Πεπουζιανῶν τῶν καὶ Πρισκιλλιανῶν, οἷς συνάπτονται Ἀρτοτυρῖται κθ, τῆς δὲ ἀκολουθίας μθ. 1. Κυϊντιλλιανοὶ δὲ πάλιν, οἱ καὶ Πεπουζιανοὶ καλούμενοι, Ἀρτοτυρῖταί τε καὶ Πρισκιλλιανοὶ λεγόμενοι, οἱ αὐτοὶ μὲν ὄντες [τοῖς] κατὰ Φρύγας καὶ ἐξ αὐτῶν ὁρμώμενοι, διῄρηνται δὲ κατά τινα τρόπον. φασὶ γὰρ οὗτοι οἱ Κυϊντιλλιανοὶ εἴτ’ οὖν Πρισκιλλιανοὶ ἐν τῇ Πεπούζῃ ἢ Κυί̈ντιλλαν ἢ Πρίσκιλλαν [οὐκ ἔχω [γὰρ] ἀκριβῶς λέγειν], μίαν δὲ ἐξ αὐτῶν ὡς προεῖπον ἐν τῇ Πεπούζῃ κεκαθευδηκέναι καὶ τὸν Χριστὸν πρὸς αὐτὴν ἐληλυθέναι συνυπνωκέναι τε αὐτῇ τούτῳ τῷ τρόπῳ, ὡς ἐκείνη ἀπατωμένη ἔλεγεν·
«ἐν ἰδέᾳ, φησί, γυναικός, ἐσχηματισμένος ἐν στολῇ λαμπρᾷ ἦλθε πρός με Χριστὸς καὶ ἐνέβαλεν ἐν ἐμοὶ τὴν σοφίαν καὶ ἀπεκάλυψέ μοι τουτονὶ τὸν τόπον εἶναι ἅγιον καὶ ὧδε τὴν Ἱερουσαλὴμ ἐκ τοῦ οὐρανοῦ κατιέναι». διό φασι καὶ ἄχρι τῆς δεῦρο μυεῖσθαί τινας οὕτω γυναῖκας ἐκεῖσε ἐν τῷ τόπῳ καὶ ἄνδρας, πρὸς τὸ ἐπιμεινάσας αὐτὰς ἢ αὐτοὺς τὸν Χριστὸν θεωρῆσαι. γυναῖκες γοῦν παρ’ αὐτοῖς καλοῦνται προφήτιδες. οὐ πάνυ δὲ σαφῶς οἶδα εἰ παρ’ αὐτοῖς ἢ παρὰ τοῖς κατὰ Φρύγας· ὁμοῦ γάρ εἰσι καὶ τὸ αὐτὸ φρόνημα κέκτηνται. 2. Κέχρηνται δὲ οὗτοι παλαιᾷ καὶ καινῇ διαθήκῃ καὶ ἀνάστασιν νεκρῶν ὁμοίως φάσκουσι. Κυί̈ντιλλαν δὲ ἔχουσιν ἀρχηγὸν ἅμα Πριςκίλλῃ, τῇ καὶ παρὰ τοῖς κατὰ Φρύγας. φέρουσι δὲ μαρτυρίας πολλὰς ματαίας, χάριν διδόντες τῇ Εὔᾳ, ὅτι πρώτη βέβρωκεν ἀπὸ τοῦ ξύλου τῆς φρονήσεως· καὶ τὴν ἀδελφὴν τοῦ Μωυσέως προφήτιδα λέγουσιν, εἰς μαρτυρίαν τῶν παρ’ αὐτοῖς καθισταμένων γυναικῶν ἐν κλήρῳ· ἀλλὰ καί, φησί, τέσσαρες θυγατέρες ἦσαν τῷ Φιλίππῳ προφητεύουσαι. πολλάκις δὲ ἐν τῇ αὐτῶν ἐκκλησίᾳ εἰσέρχονται λαμπαδηφοροῦσαι ἑπτά τινες παρθένοι, λευχείμονες δῆθεν ἐρχόμεναι, ἵνα προφητεύσωσι τῷ λαῷ.
PG 41:881αἱ δὲ τρόπον τινὰ ἐνδεικνύμεναι ἐνθουσιασμοῦ τοῖς παροῦσι λαοῖς ἀπάτην ἐργάζονται κλαίειν τε ποιοῦσιν πάντας ὡς εἰς οἶκτον μετανοίας ἄγουσαι, δάκρυα χεόμεναι καὶ σχήματί τινι ἐποδυρόμεναι τὸν τῶν ἀνθρώπων βίον. ἐπίσκοποί τε παρ’ αὐτοῖς γυναῖκες καὶ πρεσβύτεροι γυναῖκες καὶ τὰ ἄλλα· ὧν μηδὲν διαφέρειν φασίν «ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ». ταῦτά ἐστιν ἃ κατειλήφαμεν. Ἀρτοτυρίτας δὲ αὐτοὺς καλοῦσιν ἀπὸ τοῦ ἐν τοῖς αὐτῶν μυστηρίοις ἐπιτιθέντας ἄρτον καὶ τυρὸν [καὶ] οὕτως ποιεῖν τὰ αὐτῶν μυστήρια. 3. Πᾶσα δὲ ἀνθρώπων χλεύη ἐν τῷ ἀποστῆναι [καθέστηκεν] ἀπὸ τῆς ὀρθῆς πίστεως καὶ εἰς ἀμηχανίαν τρέπεσθαι καὶ εἰς διαφορὰς ἐνθουσιασμῶν τε καὶ ὀργίων. ἐκβακχευόμεναι γὰρ αἱ διάνοιαι ἀεὶ τοὺς μὴ κατέχοντας τὴν ἄγκυραν τῆς ἀληθείας, ἀλλ’ ἐπιδιδόντας ἑαυτοὺς τῷ φέρουσι κατὰ πᾶσαν ὁτιοῦν αἰτίαν. κἄν τε γὰρ γυναῖκες παρ’ αὐτοῖς εἰς ἐπισκοπὴν καὶ πρεσβυτέριον καθίστανται διὰ τὴν Εὔαν, ἀκούσωσι τοῦ κυρίου λέγοντος «πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει».
λέληθε δὲ αὐτοὺς καὶ ὁ ἀποστολικὸς λόγος ὅτι «γυναικὶ οὐκ ἐπιτρέπω λαλεῖν οὔτε αὐθεντεῖν ἀνδρός» καὶ πάλιν «οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός» καί «ὁ Ἀδὰμ οὐκ ἠπάτηται, ἀλλ’ ἡ Εὔα πρώτη ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν». καὶ ὦ τῆς πολυφόρου πλάνης τοῦ κόσμου τούτου. διὸ ὡς νωδόν τι καὶ ἀφροσύνης ἔμπλεον ἀσκαλαβώτου δίκην ταύτην παρελθὼν ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, ὦ ἀγαπητοί, θεὸν ἐπικαλούμενος εἰς βοήθειαν τῆς ἡμετέρας ταπεινότητος καὶ εἰς πλήρωσιν τῆς ἡμῶν ἐπαγγελίας.

Against the Quartodecimans 30, Sequence 50Κατὰ Τεσσαρεσκαιδεκατιτῶν λ, τῆς δὲ ἀκολουθίας ν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Τεσσαρεσκαιδεκατιτῶν λ, τῆς δὲ ἀκολουθίας ν. 1. Ἀπὸ τούτων τῶν δύο αἱρέσεων τῶν ὁμοῦ ἀλλήλαις μιχθεισῶν, κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανῶν ἤτοι Πρισκιλλιανῶν, ἀνέκυψε πάλιν τῷ κόσμῳ ἑτέρα αἵρεσις Τεσσαρεσκαιδεκατιτῶν οὕτως καλουμένη. καὶ οὗτοι μὲν πάντα ἔχουσιν ὡς ἡ ἐκκλησία, σφάλλονται δὲ ἀπὸ πάντων διὰ τὸ μὴ τῇ ἀκολουθίᾳ καὶ τῇ διδασκαλίᾳ τοῦ θεσμοῦ προσανέχειν, Ἰουδαϊκοῖς ἔτι μύθοις προσανέχοντες. καὶ οὐδὲ τὰ ἴσα αὐτοῖς δογματίζουσιν· «οὐ γὰρ ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται».
PG 41:885ἅπαξ γὰρ τοῦ ἔτους μίαν ἡμέραν τὸ Πάσχα οἱ τοιοῦτοι φιλονείκως ἄγουσι, καίτοι γε περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καλῶς καὶ ἴσως [ἡμῖν] ἔχοντες, προφήτας τε δεχόμενοι καὶ ἀποστόλους καὶ εὐαγγελιστάς, ἀνάστασιν δὲ σαρκὸς ὁμοίως ὁμολογοῦντες καὶ κρίσιν ἐσομένην καὶ ζωὴν αἰώνιον. περιέπεσαν δὲ ἀστοχήματι καὶ οὐ τῷ τυχόντι οὗτοι, δῆθεν κεχρημένοι τῷ ῥητῷ ᾧ εἶπεν ὁ νόμος ὅτι «ἐπικατάρατος ὃς οὐ ποιήσει τὸ Πάσχα τῇ τεςσαρεσκαιδεκάτῃ τοῦ μηνός». ἕτεροι δὲ ἐξ αὐτῶν τὴν αὐτὴν μίαν ἡμέραν ἄγοντες καὶ τὴν αὐτὴν μίαν ἡμέραν νηστεύοντες καὶ τὰ μυστήρια ἐπιτελοῦντες, ἀπὸ τῶν Ἄκτων δῆθεν Πιλάτου αὐχοῦσι τὴν ἀκρίβειαν εὑρηκέναι, ἐν οἷς ἐμφέρεται τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι. καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ βούλονται ἄγειν τὸ Πάσχα ὁποίᾳ δἂν ἐμπέσῃ ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης· οἱ δὲ ἐν τῇ Καππαδοκίᾳ τὴν αὐτὴν μίαν ἡμέραν τὴν πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων ἄγουσι. καὶ ἐν αὐτοῖς δὲ στάσις οὐχ ἡ τυχοῦσα, τῶν μὲν λεγόντων τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, τῶν δὲ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων.
ἔτι δὲ εὕραμεν ἀντίγραφα Ἄκτων Πιλάτου, ἐν οἷς σημαίνει πρὸ δεκαπέντε καλανδῶν Ἀπριλλίων τὸ πάθος γεγενῆσθαι· τἀληθῆ δέ, ὡς ἐκ πολλῆς ἀκριβείας ἔγνωμεν, ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι κατειλήφαμεν· τινὲς δὲ τῇ πρὸ δέκα καλανδῶν Ἀπριλλίων λέγουσιν. ἐξέπεσον δὲ καὶ οὗτοι τοῦ προκειμένου. δέδια δὲ καὶ περὶ τούτων ἐπὶ πλεῖστον μηκῦναι τὸν λόγον· πολλὰ γὰρ ἔχομεν λέγειν. 2. Πληρώσας γὰρ ὁ νομοθέτης τὸν πάντα νόμον Μωυσῆς, ἐκ θεοῦ λαβὼν τὸ πρόσταγμα ἐν τῇ ἐσχάτῃ βίβλῳ τουτέστιν Δευτερονομίῳ τίθησι πάσας τὰς κατάρας, οὐ μόνον περὶ Πάσχων ἀλλὰ καὶ περὶ περιτομῆς καὶ περὶ δεκατώσεως καὶ προσφορῶν· ὥστε οὖν εἰ μίαν κατάραν πεφεύγασιν, εἰς πολλὰς ἑαυτοὺς ἐνέπειραν· εὑρεθήσονται γὰρ ἐπικατάρατοι μὴ περιτεμνόμενοι, ἐπικατάρατοι μὴ ἀποδεκατοῦντες καὶ ἐπικατάρατοι γίνονται μὴ εἰς Ἱερουσαλὴμ προσφέροντες. καὶ ὦ τῶν ἀνθρώπων τῶν εἰς πολλὰς ἑαυτοὺς ἐρεσχελίας ἐμβαλλόντων·
PG 41:887ἀληθῶς γὰρ ἔστιν εἰπεῖν ἐκεῖνο τὸ ῥῆμα τὸ συνετὸν τοῦ Ἐκκλησιαστοῦ, τὸ ἐκ πνεύματος ἁγίου ἡμῖν διεσταλμένον ὅτι «τοῦτο ἔγνω ὁ Ἐκκλησιαστής, ὅτι ὁ θεὸς συνετὸν ἄνθρωπον ἐποίησεν εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν αὑτοῖς πολλὰς ὁδούς». πόθεν γὰρ οὐ διαπίπτει τούτων ἣ διάνοια; πρῶτον γὰρ εἰ τῇ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα ἄγουσι, χρείαν ἔχουσι τὸ πρόβατον λαβεῖν ἀπὸ δεκάτης καὶ τηρεῖν αὐτὸ ἕως τεσσαρεσκαιδεκάτης, καὶ οὐκέτι μία ἡμέρα ἔσται τῆς νηστείας ἀλλὰ πέντε, ἥ τε δεκάτη καὶ ἑνδεκάτη καὶ δωδεκάτη καὶ τρισκαιδεκάτη καὶ τεσσαρεσκαιδεκάτη· ἐὰν δὲ πρὸς ἑσπέραν τυθῇ τὸ Πάσχα, ἡ αὐτὴ τεσσαρεσκαιδεκάτη ἐπιφώσκουσα ἓξ ἐπιτελεῖ ἡμέρας ἐν τῇ νηστείᾳ, καὶ οὐκέτι μία ἔσται τῆς νηστείας καὶ διέπεσεν ἡ περὶ μιᾶς ἡμέρας αὐτῶν ζήτησις, οὐ μία τις οὖσα. ἔστι γὰρ τὰ πρωτότυπα συνεζευγμένα καὶ ἐζημίωνται οὐκ ὀλίγην κατὰ θεὸν πραγματείαν. ἔδει γὰρ τὸν Χριστὸν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ θύεσθαι κατὰ τὸν νόμον, ὅπως λήξῃ παρ’ αὐτοῖς τὸ φωτίζον αὐτοὺς φῶς κατὰ τὸν νόμον, τοῦ ἡλίου ἀνατείλαντος καὶ σκεπάσαντος τῆς σελήνης τὸ σέλας. ἀπὸ γὰρ τεςσαρεσκαιδεκάτης καὶ κάτω φθίνει τὸ φαινόμενον τῆς σελήνης·
οὕτω καὶ ἐν τῷ νόμῳ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ πάθους ἠμαυρώθη ἡ Ἰουδαϊκὴ συναγωγή, κατηύγασε δὲ τὸ εὐαγγέλιον, μὴ καταλυθέντος τοῦ νόμου ἀλλὰ πληρωθέντος, μὴ καταργηθέντος τοῦ τύπου ἀλλὰ παραστήσαντος τὴν ἀλήθειαν. οὕτω γὰρ καὶ ἐν τῷ πεποιηκέναι τὸ Πάσχα ἐν τῇ Ἱεριχὼ εὐθὺς ἐπήνεγκεν ἡ θεία γραφὴ λέγουσα «καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καὶ ἔφαγον ἐν Γαλγάλοις, καὶ ἐξέλιπε τὸ μάννα», προσμαρτυροῦσα αὐτοῖς [ἡ θεία γραφὴ] καὶ προφητεύουσα ὅτι τῷ πάθει κυρίου διὰ τὴν αὐτῶν ἐπαρνησιθεί̈αν λήξει παρ’ αὐτοῖς ἡ βρῶσις ἡ ἀγγελικὴ καὶ ἐπουράνιος, ὅπερ μάννα παρ’ αὐτοῖς κέκληται. 3. Πανταχόθεν δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία περὶ τῆς χρείας ταύτης τῆς μυσταγωγίας συλλέγουσα τὸν σύνδεσμον οὐ διαπίπτει τῆς ἀληθείας. κέχρηται γὰρ οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ, ἀλλὰ καὶ τῇ ἑβδομάδι τῇ κατὰ περίοδον ἀνακυκλουμένῃ [ἐν τῇ] τάξει τῶν τοῦ σαββάτου ἑπτὰ ἡμερῶν, ἵνα κατὰ τὰ ὑπὸ τοῦ κυρίου γενόμενα [ὡς] κατὰ τὸ πρωτότυπον εἴη ἡ ἀνάστασίς τε καὶ εὐωχία.
καὶ κέχρηται οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, ἀλλὰ καὶ τῷ δρόμῳ τοῦ ἡλίου, ἵνα μὴ ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ποιοῦντες ἐν τῷ ἑτέρῳ μηδὲ ἓν Πάσχα τελέσωμεν. διὸ παρατηρούμεθα μὲν τὴν τεςσαρεσκαιδεκάτην, ὑπερβαίνομεν δὲ τὴν ἰσημερίαν φέρομέν τε ἐπὶ τὴν ἁγίαν κυριακὴν τὸ τέλος τῆς συμπληρώσεως· λαμβάνομεν δὲ τὸ πρόβατον ἀπὸ δεκάτης, [τὸ] ὄνομα Ἰησοῦ ἐπιγνόντες διὰ τοῦ ἰῶτα, ἵνα μὴ λάθῃ ἡμᾶς μηδὲν τῶν κατὰ τὴν ἀλήθειαν πᾶσαν τῆς ζωτικῆς ταύτης τοῦ Πάσχα τῆς ἐκκλησιαστικῆς καὶ ἀληθινῆς πραγματείας. ὑπερβήσομαι δὲ καὶ τοῦτο τὸ ἐμφύσημα τοῦ βαιῶνος εἴτ’ οὖν φυσάλου ὄφεως, διὰ τῆς τοῦ Χριστοῦ δυνάμεως ἐπισφραγισάμενος καὶ ἐπὶ τὰς ἑξῆς τὸν νοῦν προτείνων, θεὸν συνήθως ἐπικαλούμενος εἰς βοήθειαν.

Against the heresy rejecting the...Κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:889Κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λα, τῆς δὲ ἀκολουθίας να. 1.
Καθεξῆς δὲ τούτων τῶν αἱρέσεων μετὰ τὴν κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανοὺς καὶ Τεσσαρεσκαιδεκατίτας οὕτω καλουμένους, ἀνεφύη τῷ βίῳ αἵρεσις ἑτέρα, ὥσπερ ἑρπετὸν ἀσθενές, μὴ δυνάμενον ἀντισχεῖν πρὸς τὴν ὀσμὴν τῆς δικτάμνου εἴτ’ οὖν στύρακος ἢ λιβανωτίδος ἢ τῆς ἀβροτόνου ἢ τῆς ὀσμῆς τῆς ἀσφάλτου ἢ τοῦ θυμιάματος ἢ τοῦ λίθου τοῦ γαγάτου ἢ τοῦ κέρατος τῆς ἐλάφου. φασὶ γὰρ οἱ ἐν τῇ πείρᾳ τούτων γεγονότες ταῦτα τὰ εἴδη ἀπελαστικὰ εἶναι ἑρπετῶν ἰοβόλων· καὶ τὴν μὲν δίκταμνον τίκταμνον τινὲς καλοῦσιν ἀπὸ τοῦ τοὺς παῖδας τῶν ἰατρῶν κεχρῆσθαι ταύτῃ εἰς τὴν τῶν τικτουσῶν γυναικῶν βοήθειαν. ὥστε ἀφ’ ἡμῶν εἰκότως ἀπεικάζεσθαι εἰς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον ἀπὸ τῶν ἐπουρανίων, ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννημένον. φησὶ γὰρ ὁ Σολομῶν περὶ τῆς ἄφρονος καὶ φαύλης γυναικὸς ὅτι «μισεῖ λόγον ἀσφαλείας»· οὕτως καὶ οὗτοι τὰ στερεὰ τοῦ κηρύγματος μεμισήκασιν, ἐπίγειοι ὄντες καὶ πρὸς τὰ ἐπουράνια ἀπεχθανόμενοι.
ὅθεν δεδιότες τὴν φωνὴν τοῦ ἁγίου πνεύματος τὴν λέγουσαν «φωνὴ κυρίου καταρτιζομένη ἐλάφους» τοῦ εἰπόντος τοῖς ἑαυτοῦ δούλοις καὶ ἀποστόλοις «ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπὶ ὄφεις καὶ σκορπίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». αὕτη γὰρ ἦν ἡ φωνὴ ἡ καταρτιζομένη ἐλάφους, ἡ δοθεῖσα εἰς τὸν κόσμον διὰ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν καταπατῆσαι τὴν τοῦ διαβόλου ἐναντιότητα· ἐξ ὧν [ὢν] ὁ ἅγιος Ἰωάννης ἀκρότατα ἐπέστησε καὶ διήλεγξε τὴν δύναμιν τῶν πεπλανημένων καὶ ὀφιομόρφων. 2. Ἀλλὰ οὐκ ἰσχύσουσιν ἐν τῇ κιβωτῷ οἱ τοιοῦτοι. ἐπιτρέπεται γὰρ ὁ ἅγιος Νῶε κατὰ τὸ ῥῆμα κυρίου ἐπασφαλίσασθαι τὴν τοιαύτην, ὥς φησι πρὸς αὐτόν «ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν», ἵνα δείξῃ τὸ εἶδος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ἐχούσης τῆς ἀσφάλτου τὴν δύναμιν, τὴν ἀποδιώκουσαν τὰ δεινὰ καὶ ὀλετήρια ἑρπετώδη διδάγματα· ὅπου γὰρ θυμιᾶται ἡ ἄσφαλτος, οὐκ ἰσχύει στῆναι ὄφις. ἐκάρωσε τοίνυν αὐτοὺς τὸ ἅγιον θυμίαμα τοῦ στύρακος καὶ παραιτοῦνται τούτου τὴν εὐωδίαν καὶ τῆς ἀβροτόνου εἴτ’ οὖν λιβανωτίδος ἡ δύναμις, κατ’ αὐτοῦ τοῦ ὄφεως ἐπιφύσασα καὶ ἐπάνω τοῦ φωλεοῦ αὐτοῦ ἐκβλαστήσασα.
PG 41:891ἔνθα γὰρ τὸν Χριστὸν ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον ἐκήρυττεν ὁ Ἐβίων καὶ ὁ Κήρινθος καὶ οἱ ἀμφ’ αὐτούς, φημὶ δὲ ἐν τῇ Ἀσίᾳ, ἐκεῖ τὸ πνεῦμα τὸ ἅγιον ἀνέτειλε τῷ κόσμῳ ταύτην τὴν ἁγίαν βοτάνην εἴτ’ οὖν θάμνον, τὴν ἀποδιώξασαν τὸν ὄφιν καὶ λύσασαν τὴν τοῦ διαβόλου τυραννίδα. ἐκεῖ γὰρ ὁ ἅγιος Ἰωάννης μεθ’ ἡλικίαν γηραλέαν ἐπιτρέπεται ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου κηρῦξαι καὶ ἀνακάμψαι τοὺς ἐν τῇ ὁδῷ πεπλανημένους· οὐ μετὰ ἀνάγκης, ἀλλὰ μετὰ προαιρέσεως τοῖς πειθομένοις ἀποκαλύψας θεοῦ τὸ φῶς τὸ ἐν τῇ ἁγίᾳ θεοῦ διδασκαλίᾳ. ἀλλ’ ἕως πότε μηκύνω τὸν λόγον; καὶ γὰρ τῷ μὲν ὄντι ὅπου ἀναφύει ἡ ἀβρότονος, ἐκεῖ ὄφις οὐκέτι ἐγκαταμένει οὔτε ἐμφωλεύει, καὶ ὅπου θεοῦ ἀληθὴς διδασκαλία, οὐ κατισχύσει κατοικητήριον ἑρπετώδους διδασκαλίας, ἀλλὰ διολεῖται. 3. Φάσκουσι τοίνυν οἱ Ἄλογοιταύτην γὰρ αὐτοῖς ἐπιτίθημι τὴν ἐπωνυμίαν· ἀπὸ γὰρ τῆς δεῦρο οὕτως κληθήσονται καὶ οὕτως, ἀγαπητοί, ἐπιθῶμεν αὐτοῖς ὄνομα, τουτέστιν Ἀλόγων. εἶχον μὲν γὰρ τὴν αἵρεσιν καλουμένην, ἀποβάλλουσαν Ἰωάννου τὰς βίβλους. ἐπεὶ οὖν τὸν Λόγον οὐ δέχονται τὸν παρὰ Ἰωάννου κεκηρυγμένον, Ἄλογοι κληθήσονται.
ἀλλότριοι τοίνυν παντάπασιν ὑπάρχοντες τοῦ κηρύγματος τῆς ἀληθείας ἀρνοῦνται τὸ καθαρὸν τοῦ κηρύγματος καὶ οὔτε τὸ τοῦ Ἰωάννου εὐαγγέλιον δέχονται οὔτε τὴν αὐτοῦ Ἀποκάλυψιν. καὶ εἰ μὲν ἐδέχοντο τὸ εὐαγγέλιον, τὴν δὲ Ἀποκάλυψιν ἀπεβάλλοντο, ἐλέγομεν ἄν, μή πη ἄρα κατὰ ἀκριβολογίαν τοῦτο ποιοῦνται, ἀπόκρυφον μὴ δεχόμενοι διὰ τὰ ἐν τῇ Ἀποκαλύψει βαθέως καὶ σκοτεινῶς εἰρημένα. ὁπότε δὲ οὐ δέχονται φύσει τὰ βιβλία τὰ ἀπὸ τοῦ ἁγίου Ἰωάννου κεκηρυγμένα, παντί τῳ δῆλον εἴη ὅτι οὗτοί εἰσι καὶ οἱ ὅμοιοι τούτοις, περὶ ὧν εἶπεν ὁ ἅγιος Ἰωάννης ἐν ταῖς καθολικαῖς ἐπιστολαῖς ὅτι «ἐσχάτη ὥρα ἐστὶ καὶ ἠκούσατε ὅτι Ἀντίχριστος ἔρχεται· καὶ νῦν ἰδοὺ Ἀντίχριστοι πολλοί» καὶ τὰ ἑξῆς. προφασίζονται γὰρ οὗτοι, αἰσχυνόμενοι ἀντιλέγειν τῷ ἁγίῳ Ἰωάννῃ διὰ τὸ εἰδέναι αὐτοὺς τὸν αὐτὸν ἐν ἀριθμῷ τῶν ἀποστόλων ὄντα καὶ ἠγαπημένον ὑπὸ τοῦ κυρίου, ᾧ ἀξίως τὰ μυστήρια ἀπεκάλυπτεν καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀνέπεσε, καὶ ἑτέρως αὐτὰ ἀνατρέπειν πειρῶνται. λέγουσι γὰρ μὴ εἶναι αὐτὰ Ἰωάννου ἀλλὰ Κηρίνθου καὶ οὐκ ἄξια αὐτά φασιν εἶναι ἐν ἐκκλησίᾳ. 4.
Καὶ ἀπ’ αὐτῆς τῆς ἐπιβολῆς εὐθὺς ἐλέγχονται, «μήτε ἃ λέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται». πῶς γὰρ ἔσται Κηρίνθου τὰ κατὰ Κηρίνθου λέγοντα; Κήρινθος γὰρ πρόσφατον καὶ ψιλὸν τὸν Χριστὸν λέγει ἄνθρωπον, ὁ δὲ Ἰωάννης ἀεὶ ὄντα [αὐ]τὸν Λόγον κεκήρυχε καὶ ἄνωθεν ἥκοντα καὶ σαρκωθέντα. ἀπ’ αὐτῆς τοίνυν τῆς εἰσβολῆς ἐλήλεγκται ἡ τούτων μάταιος συκοφαντία μωρά τις οὖσα καὶ μὴ νοοῦσα πόθεν διελέγχεται. δοκοῦσι γὰρ καὶ αὐτοὶ τὰ ἴσα ἡμῖν πιστεύειν, μὴ κατέχοντες δὲ τὰ ἀσφαλῆ τοῦ ἐκ θεοῦ οἰκονομηθέντος ἡμῖν διὰ τοῦ ἁγίου Ἰωάννου κηρύγματος εὑρεθήσονται διελεγχόμενοι ἐν οἷς ἀγνοοῦσι, πῶς κατὰ τῆς ἀληθείας ἐπαίρονται τὴν φωνήν. καὶ ἐάν γε θελήσωσιν ἀνανῆψαί τε καὶ κατανοῆσαι, γνώσονται· ἡμεῖς γὰρ τὰς ἀπὸ τοῦ ἁγίου πνεύματος διδασκαλίας, ἀξιολόγως καὶ ἠσφαλισμένως ἐχούσας, οὐκ ἀποβάλλομεν. φάσκουσι γὰρ καθ’ ἑαυτῶν, οὐ γὰρ εἴποιμι κατὰ τῆς ἀληθείας, ὅτι οὐ συμφωνεῖ τὰ αὐτοῦ βιβλία τοῖς λοιποῖς ἀποστόλοις. καὶ δοκοῦσι λοιπὸν ἐπιλαμβάνεσθαι τῆς ἁγίας καὶ ἐνθέου διδασκαλίας. καὶ τί, φησίν, εἶπεν;
PG 41:893ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος» καὶ ὅτι «ὁ Λόγος σὰρξ ἐγένετο καὶ κατεσκήνωσεν ἐν ἡμῖν καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας» καὶ εὐθύς «Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων ὅτι οὗτός ἐστιν ὃν εἶπον ὑμῖν» καὶ ὅτι «οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»· καὶ καθεξῆς φησι «καὶ εἶπον αὐτῷ οἱ ἀκούσαντες, Ῥαββί, ποῦ μένεις;». ἅμα δὲ ἐν ταὐτῷ «τῇ αὔριον, φησίν, ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι»· καὶ μετὰ τοῦτο ὀλίγῳ πρόσθεν φησίν «καὶ μετὰ τρεῖς ἡμέρας γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐκλήθη ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ δεῖπνον τοῦ γάμου καὶ ἦν ἐκεῖ ἡ μήτηρ αὐτοῦ». οἱ δὲ ἄλλοι εὐαγγελισταὶ φάσκουσιν αὐτὸν ἐν τῇ ἐρήμῳ πεποιηκέναι τεσσαράκοντα ἡμέρας, πειραζόμενον ὑπὸ τοῦ διαβόλου, καὶ τότε ὑποστρέψαντα παραλαβεῖν τοὺς μαθητάς.
καὶ οὐκ οἴδασιν οἱ ἀπαρακολούθητοι ὅτι ἑκάστῳ εὐαγγελιστῇ μεμελέτηται συμφώνως μὲν τοῖς ἑτέροις λαλῆσαι τὰ ὑπ’ ἐκείνων εἰρημένα, ἅμα δὲ τὰ μὴ ὑπ’ ἐκείνων ῥηθέντα, παραλειφθέντα δὲ οὕτως ἀποκαλύψαι· οὐ γὰρ ἦν αὐτῶν τὸ θέλημα, ἀλλὰ ἐκ πνεύματος ἁγίου ἡ ἀκολουθία καὶ ἡ διδασκαλία. εἰ γὰρ τούτου βούλονται ἐπιλαμβάνεσθαι, μαθέτωσαν ὅτι οἱ ἄλλοι τρεῖς οὐκ ἀπὸ τῆς αὐτῆς ἐνήρξαντο ἀκολουθίας. Ματθαῖος γὰρ πρῶτος ἄρχεται εὐαγγελίζεσθαι. τούτῳ γὰρ ἦν ἐπιτετραμμένον τὸ εὐαγγέλιον κηρῦξαι ἀπ’ ἀρχῆς, ὡς καὶ ἐν ἄλλῃ αἱρέσει περὶ τούτου διὰ πλάτους εἰρήκαμεν· οὐδὲν δὲ ἡμᾶς λυπήσει καὶ αὖθις περὶ τῶν αὐτῶν διαλαβεῖν, εἰς παράστασιν ἀληθείας καὶ ἔλεγχον τῶν πεπλανημένων. 5. Οὗτος τοίνυν ὁ Ματθαῖος καταξιοῦται [πρῶτος κηρῦξαι] τὸ εὐαγγέλιον, ὡς ἔφην, καὶ δικαιότατα ἦν.
ἔδει γὰρ τὸν ἀπὸ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαντα καὶ ἀπὸ τοῦ τελωνείου ἀναστάντα καὶ ἀκολουθήσαντα τῷ ἐλθόντι ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων καὶ λέγοντι «οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν», εἰς ὑπόδειγμα ἡμῖν τοῖς μέλλουσι σῴζεσθαι [ὁμοίως] τῷ ἐν τῷ τελωνείῳ ἀναχθέντι καὶ ἀπὸ ἀδικίας ἀναστρέψαντι, [πρῶτον] παρασχέσθαι τὸ κήρυγμα τῆς σωτηρίας, ἵνα ἀπ’ αὐτοῦ μάθωσιν οἱ ἄνθρωποι τὴν τῆς παρουσίας φιλανθρωπίαν. μετὰ γὰρ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐδωρήσατο αὐτῷ καὶ ἀνάστασιν νεκρῶν καὶ κάθαρσιν λέπρας καὶ ἰαμάτων δυνάμεις καὶ ἀπέλασιν δαιμονίων, ἵνα μὴ μόνον ἀπὸ τοῦ λόγου πείσῃ τοὺς ἀκούοντας, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ τοῦ ἔργου [δύνηται] κηρῦξαι εὐαγγέλια, τοῖς ἀπολλυμένοις ὅτι σωθήσονται διὰ μετανοίας καὶ τοῖς πεπτωκόσιν ὅτι ἀναστήσονται καὶ τοῖς τεθνεῶσιν ὅτι ζωογονηθήσονται. καὶ αὐτὸς μὲν οὖν ὁ Ματθαῖος Ἑβραϊκοῖς γράμμασι γράφει τὸ εὐαγγέλιον καὶ κηρύττει, καὶ ἄρχεται οὐκ ἀπ’ ἀρχῆς, ἀλλὰ διηγεῖται μὲν τὴν γενεαλογίαν ἀπὸ τοῦ Ἀβραάμ· «Ἀβραάμ, φησίν, ἐγέννησε τὸν Ἰσαὰκ καὶ Ἰσαὰκ τὸν Ἰακώβ» καὶ τὰ ἑξῆς ἄχρι τοῦ Ἰωσὴφ καὶ Μαρίας.
PG 41:895καὶ ἀπ’ ἀρχῆς τάττει λέγων «βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ», εἶτά φησιν «υἱοῦ Ἀβραάμ», εἶτα ἐλθὼν ἐπ’ αὐτὸ τὸ ζητούμενόν φησι «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. καὶ Ἰωσὴφ δίκαιος ὢν ἐζήτει ἀπολῦσαι αὐτὴν λάθρα. καὶ ἰδού, ἄγγελος κυρίου ἐφάνη αὐτῷ κατ’ ὄναρ λέγων, μὴ ἀπολύσῃς τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. ἰδοὺ γάρ, γεννήσει υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν. καὶ τοῦτο, φησί, γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τὰ ἑξῆς. καὶ ἐγερθείς, φησίν, ἀπὸ τοῦ ὕπνου ἐποίησεν οὕτως ὁ Ἰωσὴφ καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησίν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ». ποῦ οὖν ἡ πραγματεία τοῦ Ζαχαρίου, ποῦ τὰ τῷ Λουκᾷ πεπραγματευμένα; ποῦ ἡ ὀπτασία τοῦ ἀγγέλου; ποῦ ἡ προφητεία Ἰωάννου τοῦ βαπτιστοῦ; ποῦ ἡ τοῦ Ζαχαρίου ἐπιτίμησις, τοῦ μὴ δύνασθαι αὐτὸν λαλεῖν ἄχρις οὗ γένηται τὰ ὑπὸ τοῦ ἀγγέλου λελαλημένα; ποῦ τὰ ὑπὸ τοῦ Γαβριὴλ τῇ παρθένῳ λεχθέντα; ποῦ ἡ παράστασις τῆς ἀσφαλείας, [τῆς] μετὰ συνέσεως τῆς Μαρίας αὐτῷ τῷ ἀγγέλῳ ἀποκριθείσης, ὡς ἠρώτα λέγουσα «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» καὶ ἡ μετὰ ἀκριβείας καθαρὰ ὑφήγησις, ὡς εἶπεν αὐτῇ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;» 6. Τί οὖν ἐροῦμεν; ἐπεὶ μὴ κατήγγειλεν ὁ Ματθαῖος τὰ ὑπὸ τοῦ Λουκᾶ ῥηθέντα, ἄρα ἀσύμφωνος εἴη ὁ ἅγιος Ματθαῖος πρὸς τὴν ἀλήθειαν; ἢ οὐκ ἀληθεύει ὁ ἅγιος Λουκᾶς, εἰπὼν [οὐδὲν] περὶ τῶν πρώτων τῷ Ματθαίῳ πεπραγματευμένων;
PG 41:897οὐχὶ ἑκάστῳ ἐμέρισεν ὁ θεός, ἵνα οἱ τέσσαρες εὐαγγελισταὶ ὀφείλοντες κηρῦξαι εὕρωσιν ἕκαστος τί ἐργάσωνται καὶ τὰ μὲν συμφώνως καὶ ἴσως κηρύξωσιν, ἵνα δείξωσιν ὅτι ἐκ τῆς αὐτῆς πηγῆς ὥρμηνται, τὰ δὲ ἑκάστῳ παραλειφθέντα ἄλλος διηγήσηται, ὡς ἔλαβε παρὰ τοῦ πνεύματος μέρος τῆς ἀναλογίας; τί δὲ ποιήσωμεν; Ματθαίου μὲν κηρύττοντος ἐν Βηθλεὲμ τὴν Μαριὰμ γεγεννηκέναι, κατά [τε] τὰς παρ’ αὐτῷ γενεαλογίας ἀπὸ Ἀβραὰμ καὶ Δαυὶδ τὴν ἔνσαρκον Χριστοῦ θεοφάνειαν, ὡς οὐχ εὑρίσκεται ὁ ἅγιος Μάρκος ταῦτα λέγων, ἀλλὰ ἀπὸ τῆς ἐν τῷ Ἰορδάνῃ πραγματείας ποιεῖται τὴν εἰσαγωγὴν τοῦ εὐαγγελίου καί φησιν «ἀρχὴ τοῦ εὐαγγελίου, ὡς γέγραπται ἐν Ἠσαί̈ᾳ τῷ προφήτῃ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», . οὕτω καὶ τὰ τῷ ἁγίῳ Ἰωάννῃ πεπραγματευμένα καὶ ἐν ἁγίῳ πνεύματι ἠσφαλισμένα τὴν φροντίδα ἔσχεν, οὐ περὶ τῶν ἤδη κεκηρυγμένων πολλάκις μόνον λέγειν, ἀλλὰ περὶ τῶν ἀναγκαίως ὑπὸ τῶν ἄλλων εἰς αὐτὸν κηρυγμάτων καταλειφθέντων. Ἡ γὰρ πᾶσα τῶν εὐαγγελίων ὑπόθεσις τοιοῦτον εἶχε τὸν τρόπον.
Ματθαίου μὲν γὰρ κεκηρυχότος τὸν Χριστὸν γεννηθέντα καὶ ἐκ πνεύματος ἁγίου συλληφθέντα, ἐκ σπέρματός [τε] Δαυὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα οἰκονομηθέντα, πλάνη τις γεγένηται τοῖς μὴ νενοηκόσιν [οὐ τοῦ εὐαγγελίου αἰτίου ὄντος αὐτοῖς εἰς τὸ πλανηθῆναι, ἀλλὰ τῆς αὐτῶν διανοίας πεπλανημένης] τὰ εἰς παράστασιν τῆς περὶ τῶν αὐτῶν πληροφορίας ἀπὸ τοῦ εὐαγγελίου καλῇ ὑπονοίᾳ ἐπινενοημένα. ἔνθεν γὰρ οἱ περὶ Κήρινθον καὶ Ἐβίωνα ψιλὸν αὐτὸν ἄνθρωπον κατέσχον καὶ Μήρινθον καὶ Κλεόβιον εἴτ’ οὖν Κλεόβουλον καὶ Κλαύδιον καὶ Δημᾶν καὶ Ἑρμογένην, τοὺς ἀγαπήσαντας τὸν ἐνταῦθα αἰῶνα καὶ καταλείψαντας τὴν ὁδὸν τῆς ἀληθείας. ἀντιλέγοντες γὰρ τοῖς τοῦ κυρίου μαθηταῖς κατ’ ἐκεῖνο καιροῦ ἀπὸ τῆς κατὰ τὸν Ἀβραὰμ καὶ Δαυὶδ γενεαλογίας τὴν αὐτῶν ἄνοιαν παριστᾶν ἐπειρῶντο, οὐ καλῶς μὲν οἰόμενοι, πλὴν ἐντεῦθεν τὴν πρόφασιν θηρώμενοι. ἀντελέγοντο γὰρ πολλάκις ὑπὸ τοῦ ἁγίου Ἰωάννου καὶ τῶν ἀμφ’ αὐτόν, Λευκίου καὶ ἄλλων πολλῶν, παρατρίψασα δὲ ἑαυτῆς τὸ μέτωπον ἡ ἀναισχυντία τὰ ἑαυτῆς κακὰ ἐπισπᾶσθαι ἐφιλοτιμήσατο.
PG 41:899εὐθὺς δὲ μετὰ τὸν Ματθαῖον ἀκόλουθος γενόμενος ὁ Μάρκος τῷ ἁγίῳ Πέτρῳ ἐν Ῥώμῃ ἐπιτρέπεται τὸ εὐαγγέλιον ἐκθέσθαι καὶ γράψας ἀποστέλλεται ὑπὸ τοῦ ἁγίου Πέτρου εἰς τὴν τῶν Αἰγυπτίων χώραν. οὗτος δὲ εἷς ἐτύγχανεν ἐκ τῶν ἑβδομήκοντα δύο, τῶν διασκορπισθέντων ἐπὶ τῷ ῥήματι ᾧ εἶπεν ὁ κύριος «ἐὰν μή τις φάγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔστι μου ἄξιος», ὡς τοῖς τὰ εὐαγγέλια ἀναγνοῦσι σαφὴς [εἴη] ἡ παράστασις· ὅμως διὰ Πέτρου ἐπανακάμψας εὐαγγελίζεσθαι καταξιοῦται, πνεύματι ἁγίῳ ἐμπεφορημένος. ἄρχεται δὲ κηρύττειν ὅθεν τὸ πνεῦμα αὐτῷ παρεκελεύσατο, τὴν ἀρχὴν τάττων ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, μετὰ ἔτη τριάκοντα τῆς τοῦ Ματθαίου πραγματείας. δευτέρου δὲ γενομένου εὐαγγελιστοῦ καὶ μὴ περὶ τῆς ἄνωθεν καταγωγῆς τοῦ θεοῦ Λόγου τηλαυγῶς σημήναντος, ἀλλὰ πάντῃ μὲν ἐμφαντικῶς, οὐ μὴν κατὰ ἀκριβολογίαν τοσαύτην, γέγονε τοῖς προειρημένοις ἠπατημένοις εἰς δεύτερον σκότωσις τῶν διανοημάτων τοῦ μὴ καταξιωθῆναι πρὸς φωτισμὸν τοῦ εὐαγγελίου·
λεγόντων αὐτῶν ὅτι ἰδοὺ καὶ δεύτερον εὐαγγέλιον περὶ Χριστοῦ σημαῖνον καὶ οὐδαμοῦ ἄνωθεν λέγον τὴν γέννησιν ἀλλά, φησίν, ἐν τῷ Ἰορδάνῃ κατῆλθεν τὸ πνεῦμα ἐπ’ αὐτὸν καὶ φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ’ ὃν ηὐδόκησα. 7. Ἐπειδὴ δὲ ταῦτα οὕτως ἐν τοῖς τοιούτοις ἀνοήτοις ἐτελεῖτο, ἀναγκάζει τὸ ἅγιον πνεῦμα καὶ ἐπινύττει τὸν ἅγιον Λουκᾶν ὡς ἀπὸ βάθους κατωτάτου τὴν διάνοιαν τῶν ἠπατημένων ἀνενέγκαι καὶ τὰ ὑπὸ τῶν ἄλλων καταλειφθέντα αὖθις ἐπιβάλλεσθαι. ἵνα [δὲ] μή τις τῶν πεπλανημένων ἡγήσηται μυθωδῶς αὐτὸν ἐκφράσαι τὴν γέννησιν, ἐπὶ τὰ ἄνω ἀναφέρει τὸ ἔργον, διὰ δὲ τὴν ἀκρίβειαν λεπτομερῶς τὴν πᾶσαν πραγματείαν διέξεισι καὶ εἰς παράστασιν ἀληθείας ἐμμάρτυρας τοὺς ὑπηρέτας τοῦ λόγου γενομένους παρεισάγει φάσκων «ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν», ἵνα τινὰς μὲν ἐπιχειρητὰς δείξῃ, φημὶ δὲ τοὺς περὶ Κήρινθον καὶ Μήρινθον καὶ τοὺς ἄλλους· εἶτα τί φησιν;
«ἔδοξε κἀμοὶ καθεξῆς παρηκολουθηκότι ἄνωθεν τοῖς αὐτόπταις καὶ ὑπηρέταις τοῦ λόγου γενομένοις γράψαι σοι, κράτιστε Θεόφιλε [εἴτ’ οὖν τινὶ Θεοφίλῳ τότε γράφων τοῦτο ἔλεγεν ἢ παντὶ ἀνθρώπῳ θεὸν ἀγαπῶντι], [ἵνα ἐπιγνῷς] περὶ ὧν, φησί, κατηχήθης λόγων τὴν ἀσφάλειαν»· καὶ τὴν μὲν κατήχησιν προτεταγμένην ἔφασκεν, ὡς ἤδη ὑπὸ ἄλλων μὲν κεκατηχῆσθαι, οὐκ ἀσφαλῶς δὲ παρ’ αὐτῶν μεμαθηκέναι τὴν ἀκρίβειαν. εἶτά φησιν «ἐγένετο ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως ἐξ ἐφημερίας Ἀβιὰ τοῦ ἀρχιερέως ἱερεύς τις ὀνόματι Ζαχαρίας καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, ᾗ ὄνομα Ἐλισάβετ». καὶ ἄρχεται πρὸ τοῦ Ματθαίου· ὁ μὲν γὰρ Ματθαῖος ἐσήμανε τριακονταετῆ χρόνον ἀπ’ ἀρχῆς, ὁ δὲ Μάρκος τὰ μετὰ [τὰ] τριάκοντα ἔτη ἔταττεν, τὴν ἐν τῷ Ἰορδάνῃ γενομένην ἐν ἀληθείᾳ πραγματείαν, ὅμοια τῷ Ματθαίῳ καὶ τῷ Λουκᾷ. ὁ δὲ Ματθαῖος ἀπὸ τριακονταετοῦς χρόνου πρὸ τῆς ἐν τῷ Ἰορδάνῃ καὶ τοῦ βαπτίςματος πραγματείας τὸ διήγημα ἐποιεῖτο·
PG 41:901Λουκᾶς δὲ πρὸ τοῦ χρόνου τοῦ συλληφθῆναι τὸν σωτῆρα ἐν γαστρὶ ἀπὸ ἓξ μηνῶν τὸν χρόνον ἐδήλου, καὶ ἐννέα μηνῶν πάλιν καὶ ὀλίγων ἡμερῶν τῆς συλλήψεως τοῦ κυρίου, ὡς εἶναι τὸν πάντα χρόνον τριάκοντα ἓν ἔτος καὶ ἐπέκεινα. διηγεῖται δὲ καὶ τὴν τῶν ποιμένων διὰ [τὴν] τῶν εὐαγγελισαμένων ἀγγέλων θεοπτίαν, καὶ ὡς ἐγεννήθη ἐν Βηθλεὲμ καὶ ἐσπαργανώθη ἐν φάτνῃ καὶ τῇ ὀγδόῃ περιετμήθη, καὶ ὡς ἐν τεςσαράκοντα ἡμέραις κατὰ τὸν νόμον προσφορὰν ὑπὲρ αὐτοῦ ἐπετέλουν καὶ ὡς ὁ Συμεὼν [αὐτὸν] ἐν ἀγκάλαις ἐδέχετο καὶ ὡς Ἄννα ἀνθωμολογεῖτο θυγάτηρ Φανουήλ, καὶ ὡς ἐν Ναζαρὲτ ἀπῄει καὶ ὡς κατ’ ἔτος ἀνῄει εἰς Ἱερουσαλὴμ ἅμα τοῖς γονεῦσι τελοῦσιν ὑπὲρ αὐτοῦ τὰ κατὰ τὸν νόμον, ὧν οὐδὲν τῷ Ματθαίῳ ἐπείργασται οὐδὲ τῷ Μάρκῳ ἀλλὰ μὴν οὐδὲ τῷ Ἰωάννῃ. 8.
Ὅθεν καί τινες ἄλλοι ἐξ Ἑλλήνων φιλοσόφων, φημὶ δὲ Πορφύριος καὶ Κέλσος καὶ Φιλοσαββάτιος, ὁ ἐκ τῶν Ἰουδαίων ὁρμώμενος δεινὸς καὶ ἀπατεὼν ὄφις, [εἰς] τὴν κατὰ τῆς εὐαγγελικῆς πραγματείας διεξιόντες ἀνατροπὴν τῶν ἁγίων εὐαγγελιστῶν κατηγοροῦσι, ψυχικοὶ καὶ σαρκικοὶ ὑπάρχοντες, κατὰ σάρκα δὲ στρατευόμενοι καὶ θεῷ εὐαρεστῆσαι ἀδυνάτως ἔχοντες καὶ τὰ διὰ τοῦ πνεύματος [εἰρημένα] μὴ νενοηκότες. ἕκαστος γὰρ [αὐτῶν] προσκόπτων τοῖς λόγοις τῆς ἀληθείας διὰ τὴν ἐν αὐτῷ τύφλωσιν τῆς ἀγνωσίας, εἰς τοῦτο ἐμπίπτοντες ἔλεγον· πῶς δύναται ἡ αὐτὴ ἡμέρα [εἶναι] τῆς ἐν Βηθλεὲμ γεννήσεως αὐτὴ καὶ περιτομὴν ἔχειν ὀκταήμερον καὶ διὰ τεσσαράκοντα ἡμερῶν τὴν ἐν Ἱεροσολύμοις ἄνοδον καὶ τὰ ἀπὸ Συμεῶνος καὶ Ἄννας εἰς αὐτὸν τετελεσμένα, ὁπότε ἐν τῇ νυκτὶ ᾗ ἐγεννήθη πέφηνεν αὐτῷ, φησίν, ἄγγελος, μετὰ τὴν τῶν μάγων ἔλευσιν τῶν ἐλθόντων προσκυνῆσαι αὐτῷ καὶ ἀνοιξάντων τὰς πήρας καὶ προςενεγκάντων, ὥς φησιν «ὤφθη αὐτῷ ἄγγελος λέγων· ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὸ παιδίον, καὶ πορεύου εἰς Αἴγυπτον, ὅτι ζητεῖ Ἡρῴδης τὴν ψυχὴν τοῦ παιδίου».
εἰ τοίνυν ἐν αὐτῇ τῇ νυκτὶ ᾗ γεγέννηται παρελήφθη εἰς Αἴγυπτον καὶ ἐκεῖ ἦν, ἕως ὅτου ἀπέθανεν Ἡρῴδης, πόθεν δύναται ἐπιμεῖναι [καὶ] ὀκταήμερον καὶ περιτμηθῆναι; ἢ πῶς μετὰ τεσσαράκοντα εὑρίσκεται Λουκᾶς ψευδόμενος, ὥς φασι βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι φησίν «ἐν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνήνεγκαν αὐτὸν εἰς Ἱερουσαλὴμ κἀκεῖθεν [ὑπέστρεψαν] εἰς Ναζαρέτ»; Καὶ οὐκ οἴδασιν οἱ ἀγνωσίᾳ κατεχόμενοι τοῦ ἁγίου πνεύματος τὴν δύναμιν· ἑκάστῳ γὰρ τῶν εὐαγγελιστῶν ἐδωρήσατο ἑκάστου χρόνου καὶ καιροῦ διηγεῖσθαι τὰ ἐν ἀληθείᾳ πληρωθέντα. καὶ ὁ μὲν Ματθαῖος διηγησάμενος μόνον ὅτι ἐγεννήθη ἐν πνεύματι ἁγίῳ καὶ ὅτι συνελήφθη ἄνευ σπέρματος ἀνδρός, οὐδὲν περὶ περιτομῆς εἶπεν οὐδὲ περὶ τῶν δύο ἐτῶν τι τῶν εἰς αὐτὸν μετὰ τὴν γέννησιν γεγενημένων, ἀλλὰ διηγεῖται τὴν ἔλευσιν τῶν μάγων, ὡς ἐπιμαρτυρεῖ ἡμῖν ὁ ἀληθὴς τοῦ θεοῦ λόγος, ἐρωτῶντος τοῦ Ἡρῴδου παρὰ τῶν μάγων τὸν χρόνον καὶ ἠκριβωκότος τοῦ φαινομένου ἀστέρος, καὶ τῶν μάγων τὴν ἀπόκρισιν, ὅτι ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω· ὡς μὴ εἶναι τὸν χρόνον τοῦτον τὸν τῷ Λουκᾷ πεπραγματευμένον.
PG 41:905ἀλλ’ ὁ μὲν Λουκᾶς τὰ πρὸ [τῶν] δύο ἐτῶν διηγεῖται, Ματθαῖος δὲ εἰπὼν τὴν γέννησιν ἀπεπήδησεν εἰς τὸν διετῆ χρόνον καὶ ἐδήλωσε τὰ γενόμενα μετὰ [τὰ] δύο ἔτη. διὸ καὶ ὁ Ἡρῴδης διανοηθεὶς τοῦτο μετὰ τὸ ἀπονεῦσαι τοὺς μάγους δι’ ἑτέρας ὁδοῦ ᾠήθη ἐν τῷ πλήθει τῶν παίδων καὶ αὐτὸν [τὸν] γεννηθέντα εὑρεθήσεσθαι καὶ σὺν αὐτοῖς ἀποκτέννυσθαι. ἐκέλευσε γὰρ τοὺς ἐν τοῖς ὁρίοις Βηθλεὲμ παῖδας ἀποκτανθῆναι, τοὺς ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω, ἕως αὐτῆς τῆς ἡμέρας ἧς. οἱ μάγοι παρ’ αὐτῷ ἐγένοντο. ἔνθεν οὖν τίνι οὐ φανεῖται ὅτι ὅτε ἦλθον οἱ μάγοι δύο ἦν ἐτῶν ὁ παῖς γεγεννημένος; καὶ γὰρ καὶ αὐτὴ ἡ πραγματεία τὴν πᾶσαν ἀκρίβειαν σαφηνίζει. ὁ μὲν γὰρ Λουκᾶς λέγει ἐσπαργανῶσθαι τὸν παῖδα εὐθὺς γεγεννημένον καὶ κεῖσθαι ἐν φάτνῃ καὶ ἐν σπηλαίῳ διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι. ἀπογραφὴ γὰρ τότε ἦν καὶ οἱ διασκορπισθέντες ἀπὸ τοῦ χρόνου τῶν πολέμων τῶν ἐπὶ τοῖς Μακκαβαίοις γεγονότων ἐπὶ τὰ πανταχοῦ γῆς διεσκορπίσθησαν καὶ ὀλίγοι παντελῶς ἔμειναν ἐν Βηθλεὲμ κατοικοῦντες·
διὸ ἔν τινι τῶν ἀντιγράφων τῶν εὐαγγελιστῶν καλεῖται πόλις τοῦ Δαυίδ, ἐν ἄλλῳ δὲ κώμην αὐτὴν φάσκει διὰ τὸ εἰς ὀλίγην γῆν αὐτὴν ἡκέναι. ὅτε δὲ γέγονε τὸ κέλευσμα Αὐγούστου τοῦ βασιλέως καὶ ἀνάγκην ἔσχον οἱ διεσκορπισμένοι κατὰ τὰ αὐτῶν γένη ἐλθεῖν εἰς τὸν τόπον ἵνα ἀπογραφῶσιν, ἐπιρρέοντα τὰ πλήθη ἐνέπλησε τὸν τόπον καὶ οὐκ ἦν τόπος ἐν τῷ καταλύματι διὰ τὴν συνέχειαν. λοιπὸν δὲ μετὰ τὴν ἀπογραφὴν ἀπῆλθεν ἕκαστος ὅποι γῆς τὴν καταμονὴν τῆς κατοικήσεως εἶχε· διὸ καὶ πλάτος ἐτύγχανεν ἐν τῇ γῇ. ἐρχόμενοι δὲ ὡς εἰπεῖν μνήμης ἕνεκα τῶν ἐκεῖ γεγενημένων, [τοῦ] πρώτου ἐνιαυτοῦ τελεσθέντος καὶ τοῦ δευτέρου πληρωθέντος ἦλθον οἱ γονεῖς ἐκεῖσε ἀπὸ τῆς Ναζαρὲτ ὡς εἰς τὴν πανήγυριν ταύτην. διὸ καὶ ἡ ἔλευσις τῶν μάγων γεγένηται κατὰ τὴν τοιαύτην συγκυρίαν οὐκέτι ἴσως πη ἐν τῇ καταλύσει τότε τῆς Μαρίας καὶ Ἰωσὴφ διὰ τὴν τῆς ἀπογραφῆς παρουσίαν τῇ ὑπὸ τοῦ Λουκᾶ εἰρημένῃ. οὐ γὰρ ηὗρον τὴν Μαριὰμ ἐν τῷ σπηλαίῳ, ὅπου ἐγέννησεν· ἀλλὰ ὡς ἔχει τὸ εὐαγγέλιον, ὅτι ὡδήγει αὐτούς, φησίν, ὁ ἀστὴρ ἄχρι τοῦ τόπου οὗ ἦν ἐκεῖ τὸ παιδίον.
καὶ εἰσελθόντες εἰς τὸν οἶκον ηὗρον τὸ βρέφος μετὰ Μαρίας, οὐκέτι ἐν φάτνῃ οὐκέτι ἐν σπηλαίῳ, ἀλλὰ ἐν οἴκῳ· ἵνα γνωσθῇ τῆς ἀληθείας ἡ ἀκρίβεια καὶ τοῦ χρόνου τῶν δύο ἐτῶν τὸ διάστημα, τουτέστιν ἐξότου ἐγεννήθη ἕως ὅτε παρεγένοντο οἱ μάγοι. καὶ κατ’ ἐκείνην τὴν νύκτα μετὰ δύο ἔτη τῆς γεννήσεως ὤφθη ὁ ἄγγελος καὶ εἶπε παραλαβεῖν τὴν μητέρα καὶ τὸ παιδίον εἰς γῆν Αἰγύπτου. διὸ οὐκέτι Ἰωσὴφ ἀνακάμπτει εἰς Ναζαρέτ, ἀλλὰ ἀποδιδράσκει ἅμα τῷ παιδὶ καὶ τῇ μητρὶ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἄλλα δύο ἔτη ποιεῖ ἐκεῖσε· καὶ οὕτως πάλιν ὁ ἄγγελος μετὰ τὴν τοῦ Ἡρῴδου τελευτὴν ἐπιστρέφει ἐπὶ τὴν Ἰουδαίαν. 10. Τῷ γὰρ τριακοστῷ τρίτῳ τοῦ Ἡρῴδου γεννᾶται ὁ κύριος, τριακοστῷ πέμπτῳ ἦλθον οἱ μάγοι, τριακοστῷ ἑβδόμῳ ἔτει τελευτᾷ ὁ Ἡρῴδης καὶ διαδέχεται Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ τὸ βασίλειον, ποιήσας ἔτη ἐννέα βασιλεύων, καθάπερ μοι ἤδη ἐν ἄλλοις τόποις εἴρηται. ἀνεχώρησεν οὖν ἀκούσας περὶ Ἀρχελάου καὶ ἐλθὼν κατῴκησεν εἰς Ναζαρὲτ καὶ ἐκεῖθεν πάλιν κατ’ ἔτος ἀνῄει εἰς Ἱερουσαλήμ. ὁρᾷς ὅση τυγχάνει ἀκρίβεια ἐν τοῖς θείοις εὐαγγελίοις περὶ ἑκάστης πραγματείας.
οἱ δὲ ἀγνοίᾳ φερόμενοι, τὸν ἑαυτῶν νοῦν σκοτώσαντες οὐκ ἴσασι τὸ τέλος ἑκάστου λόγου, ἀλλὰ ἁπλῶς κατὰ τῶν ἁγίων [εὐαγγελιστῶν] ἐπαίρουσι τὸ στόμα καὶ χαλῶσι τὴν γλῶτταν, μηδὲν μὲν λέγοντες ἐν ἀληθείᾳ, ἑαυτοὺς δὲ τῆς ζωῆς ἀπαλλοτριοῦντες. Ἔνθεν γοῦν ὁ Λουκᾶς μετὰ τὸ διηγήσασθαι τὰ πρῶτα πάλιν λέγει πῶς ἐν τῷ δωδεκάτῳ ἔτει ἀνῆλθεν εἰς Ἱερουσαλήμ, ἵνα μὴ παραλείψῃ τόπον τοῖς νομίσασιν αὐτὸν ἁπλῶς ἄνδρα τέλειον ἐν κόσμῳ πεφηνέναι καὶ εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην ἡκέναι, ὡς ὑπελήφθη ὑπό τε Κηρίνθου καὶ Ἐβίωνος καὶ τῶν ἄλλων. δεινὸς γὰρ ὁ ὄφις σκαληνῶς διαβαίνων ἐν μιᾷ γνώμῃ οὐχ ἵσταται, ἀλλὰ τοῖς μὲν δοκεῖ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρὸς γεγενῆσθαι, τοῖς δ’ ἄλλοις ἁπλῶς ἄνθρωπος πεφηνέναι. διὸ κατὰ τὸ λεπτὸν τὰ πάντα διηγούμενοι οἱ ἅγιοι εὐαγγελισταὶ ἀκριβοῦσι. καὶ φύσει ὁ Λουκᾶς ὡς ἀπὸ κάτωθεν ἐπὶ τὰ ἄνω ἀναφέρων τὴν διάνοιαν φάσκει «ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ».
PG 41:907τὸ δὲ νομίζεσθαι οὐκ ἀληθές ἐστιν, ἀλλὰ ἐν τάξει μὲν πατρὸς ἐτύγχανεν ὁ Ἰωσὴφ διὰ τὸ οὕτως τῷ θεῷ δεδόχθαι, οὐκ ἦν δὲ πατὴρ ὁ μὴ πρὸς τὴν Μαριὰμ ἐσχηκὼς συνάφειαν ἢ μόνον ὅτι ἀνὴρ ἐκλήθη διὰ τὸ μεμνηστεῦθαι πρεσβύτης ὀγδοήκοντα ἐτῶν που τυγχάνων πλείω ἐλάσσω καὶ ἔχων ἓξ υἱοὺς ἀπὸ τῆς ὄντως αὐτοῦ γαμετῆς πρώτης, ταύτην δὲ τὴν οἰκονομίαν παρειληφώς, ὡς καὶ ἄλλῃ που ἀκριβέστερον περὶ τούτου διῆλθον. πῶς οὖν ὁ μὴ ἔχων συνάφειαν πατὴρ αὐτοῦ ἐτύγχανεν; ὅπερ ἀδύνατον. 11. Ἀλλὰ ἐρεῖς μοι, πῶς οὖν ἀνὴρ αὐτῆς ἐκέκλητο, εἰ μὴ ἔσχε ταύτην; ὁ δὲ ταῦτα ἀμφιβάλλων ἀγνοεῖ τὰ κατὰ τὸν νόμον, ὅτι ἐξότε ὀνομάζεται γυνὴ ἀνδρί, κἄν τε παρθένος εἴη κἄν τε ἐν οἴκῳ πατρὸς ἔτι ὑπάρχει, γυνὴ τοῦ ὠνομασμένου λέγεται ἡ τοιαύτη· τούτου ἕνεκεν ὁ ἅγιος ἄγγελός φησι «μὴ φοβηθῇς παραλαβεῖν τὴν γυναῖκά σου».
καὶ ἵνα μή τις νομίσῃ ὅτι πλάνη τις [ἐστὶν] ἐν τοῖς εὐαγγελίοιςἔκπληκτον γὰρ τὸ μυστήριον καὶ ἡ διήγησις ὑπὲρ ἄνθρωπον, μόνοις δὲ τοῖς υἱοῖς τοῦ ἁγίου πνεύματός ἐστι πᾶσα λεία τε καὶ πεφωτισμένη, [φησί] «ἦν ὡς ἐτῶν τριάκοντα, ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσὴφ τοῦ Ἠλὶ τοῦ Ματθάν», καὶ ἀναφέρει τὴν γέννησιν ἐπὶ τὸν Ἀβραάμ, ὅθεν καὶ ὁ Ματθαῖος ἐνήρξατο, ὑπερβαίνει δὲ τὸν Νῶε καὶ φθάνει ἐπὶ τὸν Ἀδάμ, ἵνα τὸν ἀπὸ πρώτης πλασθέντα σημάνῃ, ζητούμενον διὰ τοῦ ἀπὸ τοῦ φυράματος αὐτοῦ ἐλθόντος τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας. ἦλθε γὰρ δι’ ἐκεῖνον τόν ποτε πλασθέντα καὶ τοὺς ὑπ’ αὐτοῦ γεγεννημένους, θέλοντας ζωὴν αἰώνιον κληρονομῆσαι· ὑπερβὰς δὲ τὸν Ἀδὰμ λέγει «τοῦ θεοῦ». ἐντεῦθεν λοιπὸν ἦν φανερώτατον ὅτι τοῦ μὲν θεοῦ ἦν υἱός, διὰ δὲ τοῦ σπέρματος τοῦ Ἀδὰμ κατὰ διαδοχὴν ἐν σαρκὶ παρεγένετο. ἀλλὰ οὐκ ἔσχον πάλιν φωτισμὸν οἱ πεπλανημένοι, ἀντέλεγον δὲ τῷ λόγῳ, ἑαυτοὺς πλανῶντες [καὶ τὸ ψεῦδος ἀγαπῶντες] ὑπὲρ τὴν ἀλήθειαν. ἔφασκον δὲ ὅτι ἰδοὺ τρίτον εὐαγγέλιον τὸ κατὰ Λουκᾶν.
PG 41:909τοῦτο γὰρ ἐπετράπη τῷ Λουκᾷ, ὄντι καὶ αὐτῷ ἀπὸ τῶν ἑβδομήκοντα δύο τῶν διασκορπισθέντων ἐπὶ τῷ τοῦ σωτῆρος λόγῳ, διὰ δὲ Παύλου τοῦ ἁγίου πάλιν ἐπανακάμψαντι πρὸς τὸν κύριον ἐπιτραπέντι τε αὐτοῦ κηρῦξαι τὸ εὐαγγέλιον. καὶ κηρύττει πρῶτον ἐν Δαλματίᾳ καὶ Γαλλίᾳ καὶ ἐν Ἰταλίᾳ καὶ Μακεδονίᾳ. ἀρχὴ δὲ ἐν τῇ Γαλλίᾳ, ὡς καὶ περί τινων τῶν αὐτοῦ ἀκολούθων λέγει ἐν ταῖς αὐτοῦ ἐπιστολαῖς ὁ αὐτὸς Παῦλος· «Κρήσκης, φησίν, ἐν τῇ Γαλλίᾳ»· οὐ γὰρ ἐν τῇ Γαλατίᾳ, ὥς τινες πλανηθέντες νομίζουσιν, ἀλλὰ ἐν τῇ Γαλλίᾳ. 12. Πλὴν ἐπὶ τὸ προκείμενον ἐλεύσομαι. ἀνενέγκαντος γὰρ τοῦ Λουκᾶ τὰς γενεαλογίας ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω καὶ φθάσαντος τὴν ἔμφασιν ποιήσασθαι τῆς ἄνωθεν τοῦ θεοῦ Λόγου παρουσίας ὁμοῦ τε συναφθέντος τῇ ἐνσάρκῳ αὐτοῦ οἰκονομίᾳ, ἵνα ἀποτρέψηται ἀπὸ τῶν πεπλανημένων τὴν πλάνην, οὐκ ἐνόησαν.
διὸ ὕστερον ἀναγκάζει τὸ ἅγιον πνεῦμα τὸν Ἰωάννην, παραιτούμενον εὐαγγελίσασθαι δι’ εὐλάβειαν καὶ ταπεινοφροσύνην, ἐπὶ τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, μετὰ ἔτη ἐνενήκοντα τῆς αὐτοῦ ζωῆς, μετὰ τὴν ἀπὸ τῆς Πάτμου ἐπάνοδον τὴν ἐπὶ Κλαυδίου γενομένην Καίσαρος καὶ μετὰ ἱκανὰ ἔτη τοῦ διατρῖψαι αὐτὸν ἐπὶ τῆς Ἀσίας, [ἀναγκάζεται] ἐκθέσθαι τὸ εὐαγγέλιον. καὶ οὐκ ἦν αὐτῷ χρεία περὶ τῆς ἐνσάρκου παρουσίας λεπτολογεῖν· ἤδη γὰρ ἠσφάλιστο. ἀλλὰ ὡς κατόπιν τινῶν βαίνων καὶ ὁρῶν αὐτοὺς ἐπὶ τὰ ἔμπροσθεν ὄντας καὶ ἐπὶ τὰ τραχύτατα ἑαυτοὺς ἐκδεδωκότας καὶ πλάνα καὶ ἀκανθώδη, ἀνακαλέσασθαι αὐτοὺς εἰς εὐθεῖαν ὁδὸν προενοεῖτο καὶ ἀσφαλιζόμενος ἐπικηρυκεύσασθαι αὐτοῖς καὶ εἰπεῖν· τί πλανᾶσθε; ποῖ τρέπεσθε; ποῖ πλανᾶσθε, Κήρινθε καὶ Ἐβίων καὶ οἱ ἄλλοι; οὐκ ἔστιν οὕτως ὡς νομίζετε. ναί, ἐγεννήθη ὁ Χριστὸς κατὰ σάρκα δῆλον· ἰδοὺ γὰρ αὐτὸς ὁμολογῶ ὅτι ὁ Λόγος σὰρξ ἐγένετο. ἀλλὰ μὴ ἐξότε ἐγένετο σάρξ, νομίσητε τὸν αὐτὸν εἶναι· οὐκ ἔστι γὰρ ἀπὸ χρόνων Μαρίας μόνον, ὡς ἕκαστος ἡμῶν ἀφ’ ὅτου γεννᾶται ὑπάρχει, πρὶν δὲ τοῦ γεννηθῆναι οὐκ ἔστιν.
PG 41:911ὁ δὲ ἅγιος θεὸς Λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὐκ ἔστιν ἀπὸ χρόνων Μαρίας μόνον οὔτε ἀπὸ χρόνων Ἰωσὴφ μόνον, οὔτε Ἠλὶ οὔτε Λευὶ οὔτε Ζοροβάβελ οὔτε Σαλαθιὴλ οὔτε Νάθαν οὔτε Δαυὶδ οὔτε ἀπὸ Ἰακὼβ οὔτε ἀπὸ Ἰσαὰκ οὔτε ἀπὸ χρόνων τοῦ Ἀβραὰμ οὔτε Νῶε οὔτε Ἀδὰμ οὔτε ἀπὸ τῆς πέμπτης ἡμέρας οὔτε ἀπὸ τῆς τετάρτης ἡμέρας οὔτε ἀπὸ τῆς τρίτης οὔτε ἀπὸ τῆς δευτέρας οὔτε ἐξότε ὁ οὐρανὸς καὶ ἡ γῆ γεγένηται οὔτε ἐξότε ὁ κόσμος, ἀλλά «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε» καὶ τὰ ἑξῆς. [καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν αὐτόν».] εἶτα «ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἵματος καὶ σαρκός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. καὶ ὁ Λόγος, φησί, σὰρξ ἐγένετο, καὶ κατεσκήνωσεν ἐν ἡμῖν. Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων· οὗτος ἦν ὃν εἶπον ὑμῖν»· καὶ ὅτι «ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν». καὶ λέγει «οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλὰ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ». 13. Καὶ ὅτε διήγηται ταῦτα πάντα, λέγει «ταῦτα ἐγένετο ἐν Βηθαβαρᾷ»· ἐν δὲ ἄλλοις ἀντιγράφοις «ἐν Βηθανίᾳ, πέραν τοῦ Ἰορδάνου». καὶ μετὰ ταῦτα δείκνυσιν ὅτι εἶπον αὐτῷ οἱ ἀπὸ Ἰωάννου μαθηταί· «Ῥαββί, ποῦ μένεις; ὁ δὲ εἶπε· δεῦτε καὶ ἴδετε· καὶ ἀπῆλθον, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην.» καὶ τῇ αὔριον, «ὥρα ἦν ὡς δεκάτη, ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ· εὑρίσκει αὐτὸς πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν Μεσσίαν, τὸν μεθερμηνευόμενον Χριστόν. οὗτος ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.
τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος· ἔρχου καὶ ἴδε. ἰδὼν δὲ ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη αὐτῷ Ναθαναὴλ καὶ εἶπε· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει. καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
PG 41:913καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας» καὶ τὰ ἑξῆς, ἵνα δείξῃ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ μετὰ τὴν ἀπ’ αὐτοῦ τοῦ πειρασμοῦ ἐπάνοδον καὶ ὁρμὴν τὴν ἐπὶ Ναζαρὲτ καὶ Γαλιλαίαν, ὡς οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ ἔφησαν, πάλιν ἐπὶ τὸν Ἰορδάνην αὐτὸν ἡκέναι· ὡς καὶ ἀπὸ τοῦ λόγου Ἰωάννου δειχθήσεται, φήσαντος οὕτως ὅτε εἶδεν αὐτὸν ἐρχόμενον τῇ ἐπαύριον [λέγει] «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὡς εἶδεν αὐτὸν περιπατοῦντα ἔφη· «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν»· «καὶ ἐμαρτύρησε, φησίν, Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ ἐρχόμενον ἐπ’ αὐτόν». τὸ δὲ «ἐμαρτύρησε» καὶ τό «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν», ὡς ἤδη περὶ ἄλλου καὶ ἄλλου καιροῦ παρῳχημένου λέγων, ἵνα δείξῃ οὐ τὸν αὐτὸν εἶναι καιρὸν τοῦτον ἐκείνῳ τῷ τοῦ βαπτίσματος χρόνῳ, ἀλλὰ ἄλλον παρ’ ἐκεῖνον.
οὔτε γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ πρὸς τὸν Ἰωάννην ἀφικνεῖται, ἀλλὰ πρῶτον μὲν εἰς τὴν Γαλιλαίαν, ἔπειτα δὲ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην, ὅπερ ἦν τοῦτο πρὸς τὸν Ἰωάννην · διὸ λέγει ὅτι «οὗτος ἦν ὃν εἶπον ὑμῖν» καὶ ἔτι τὸ εὐαγγέλιόν φησι «καὶ ἐμαρτύρησεν Ἰωάννης ὅτι τεθέαμαι», ὡς ἤδη τοῦ πράγματος πρὸ καιροῦ τινος γεγονότος. 14. Μετὰ ταῦτα ἀρχὴ κλήσεως τῶν περὶ Πέτρον ἀπὸ Ἀνδρέου σημαίνεται. ἀνῆλθε γὰρ παρ’ αὐτῷ Ἀνδρέας εἷς τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ, μαθητευομένων μὲν παρ’ Ἰωάννου, ἔτι δὲ ἐν τῇ Γαλιλαίᾳ παραμενόντων καὶ [κατὰ] καιροὺς τῷ Ἰωάννῃ σχολαζόντων. καὶ εὐθὺς μείναντος Ἀνδρέου ἐκείνην τὴν ἡμέραν [ὥρα ἦν ὡς δεκάτη], συμβέβηκεν αὐτῇ τῇ ἡμέρᾳ ἀπαντῆσαι αὐτὸν τῷ ἰδίῳ ἀδελφῷ Σίμωνι καὶ εἰπεῖν τὰ προειρημένα, ὅτι εὑρήκαμεν Μεσσίαν, καὶ ἀγαγεῖν αὐτὸν πρὸς τὸν κύριον καὶ τὰ ἑξῆς, [καὶ] ὡς ἔχει ἡ ἀκολουθία, ὅτι εἶπεν αὐτῷ· σὺ κληθήσῃ Κηφᾶς. «καὶ τῇ ἐπαύριον ἠθέλησεν, φησίν, ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου».
PG 41:915καὶ ὁρᾷς ὅτι τοῦτο διανοηθῆναι ἡμῖν δίδωσιν ὅτι τῶν δύο τῶν ἀκολουθησάντων, μαθητευομένων μὲν τῷ Ἰωάννῃ, μόνον ἑνὸς τὸ ὄνομα εἴρηκεν ὅτι Ἀνδρέας ἦν, τοῦ δὲ ἄλλου οὐκ εἴρηκεν· ὡς διανοεῖσθαι ἡμᾶς τοῦτον [εἶναι] οὗ τὸ ὄνομα οὐκ εἴρηκε, διὰ τὸ ὁμόχωρον διὰ τὸ σύσκηνον διὰ τὸ ὁμότεχνον διὰ τὸ ὁμοεργὲς ἢ τὸν Ἰωάννην εἶναι ἢ τὸν Ἰάκωβον, ἕνα [δὲ] τῶν υἱῶν Ζεβεδαίου. ἔδει γὰρ τούτους πρῶτον κληθῆναι, ἔπειτα τὸν Φίλιππον, κατὰ τὴν ἀκολουθίαν ὡς τέτακται ἐν τοῖς εὐαγγελίοις· Πέτρος πρῶτος, ἔπειτα Ἀνδρέας, εἶτα Ἰάκωβος, εἶτα Ἰωάννης, μετὰ τούτους Φίλιππος. ἀλλὰ περὶ τούτων τὰ νῦν ἐάσθω λέγειν· πολλὴ γάρ ἐστιν τῆς πραγματείας ταύτης ἡ ἀκολουθία. 15. Εἰς δὲ τὸ ζητούμενον ἀνακαμπτέον ὅπερ ἐστὶ κατανοῆσαι, ὅτι καθάπερ τῷ Ἰωάννῃ ἤδη μαθητευόμενοι καὶ τὴν ἰδίαν τέχνην ἐργαζόμενοι καὶ τῇ μαθητείᾳ προσανέχοντες, ὡσαύτως καὶ παρὰ τῷ Ἰησοῦ ποιήσαντες πρώτην ἡμέραν, τῇ ἑξῆς ἀπελθόντες πάλιν ἐν τῇ ἁλείᾳ ἐσχόλαζον, ὡς ἔχουσιν αἱ ἀκολουθίαι τῶν ἑτέρων εὐαγγελίων.
μετὰ γὰρ τὸ τῇ αὔριον ἐξελθεῖν τὸν Ἰησοῦν εὐθὺς ἡ ἀκολουθία φάσκει ὅτι «τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἐκεῖ ἡ μήτηρ τοῦ Ἰησοῦ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον». ἀπὸ δὲ ἑκατέρων τῶν τῆς λεπτολογίας ῥημάτων καὶ ὑποθέσεως ἰστέον ἐστίν, ὅτι καὶ ἑτέρους συμπαρείληφε μαθητάς, οἵτινες σὺν αὐτῷ ἔμειναν, τάχα δὲ οἱ περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλοι τινές. οἱ γὰρ περὶ Ἀνδρέαν ἀνεχώρησαν· οἱ δὲ παρ’ αὐτῷ μεμενηκότες ἐκλήθησαν καὶ αὐτοὶ εἰς τοὺς γάμους. καὶ μετὰ τὰ ποιῆσαι τοῦτο πρῶτον σημεῖον κατελθὼν εἰς τὰ μέρη τῆς Καφαρναοὺμ ἐκεῖ κατῴκησε. καὶ λοιπὸν σημεῖα ἐκεῖ ἄρχεται ἐργάζεσθαι ἕτερα, ὅτε τὴν τοῦ ξηρὰν ἔχοντος χεῖρα ἰάσατο, ἀλλὰ καὶ τὴν πενθερὰν τοῦ Πέτρου, τοῦ μὲν ἀπὸ Βηθσαϊδὰ ὄντος γήμαντος δὲ ἀπὸ Καφαρναούμ, οὐ μακρὰν ὄντων τῶν τόπων τούτων τῷ διαστήματι, ταύτην ἀπὸ τοῦ πυρετοῦ ἀνῆκεν καὶ θεραπευθεῖσα διηκόνει· ὥστε εἶναι ταύτην τὴν ἀκολουθίαν.
καὶ μετὰ ταῦτα πάλιν αὐτοῦ ἀναστρέψαντος εἰς τὴν Ναζαρέτ, ὅπου ἦν ἀνατεθραμμένος, τότε ἀνέγνω τὸ βιβλίον Ἠσαί̈ου τοῦ προφήτου, αὐτοῦ λοιπὸν προλαβόντος αὐτοὺς καὶ λέγοντος ὅτι «πάντως ἐρεῖτέ μοι τὴν παραβολήν, ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν σημεῖα γενόμενα ἐν Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου». καὶ ὁρᾷς ὡς ἔστιν τῆς ἀληθείας ἡ ἀκολουθία; «καὶ οὐκ ἐποίησε διὰ τὴν ἀπιστίαν αὐτῶν, φησίν, [σημεῖον] οὐδέν». κἀκεῖθεν παρελθὼν εἰς τὴν Καφαρναοὺμ πάλιν κατῴκησε. καὶ ἐλθὼν εἰς τὰ μέρη τῆς θαλάσσης, ὥς φησιν ὁ Ματθαῖος, εἶδε Σίμωνα Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας τὰ δίκτυα καὶ πάλιν Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, καὶ τέλεον αὐτοὺς ἐκάλεσε καὶ ῥίψαντες λοιπὸν τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
PG 41:917ὁ δὲ Λουκᾶς καὶ τὴν ἀκρίβειαν σημαίνει τοῦ πράγματος, ὅτι καὶ ἠκολούθησαν λοιπὸν ἀμεταστρεπτὶ μηκέτι ἀναβαλλόμενοι τῆς κλήσεως, φήσας ὅτι «ἐλθόντος αὐτοῦ ἐπὶ τὴν λίμνην Γεννησαρέθ, εἶδε Σίμωνα καὶ Ἀνδρέαν καταρτίζοντας τὰ δίκτυα καὶ ἀνέβη εἰς τὸ πλοῖον, ὃ ἦν Σίμωνος, φησίν, Πέτρου καὶ Ἀνδρέου» [τοῦτο δὲ σημαίνει, ὡς ἤδη ὄντος αὐτοῦ αὐτοῖς ἐν γνώσει [διὸ] διὰ τὴν συνήθειαν [καὶ] προσήκαντο] καὶ ἀνελθὼν ἐκάθισεν· ὅτε λέγει τῷ Πέτρῳ μετὰ τὴν διδασκαλίαν «ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα», οἱ δὲ εἶπον «ἐπιστάτα» [ἤδη γὰρ διὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν ἐπιστάτην αὐτὸν ἐκάλουν οἱ πρότερον [περὶ] αὐτοῦ ἀκούσαντες ὅτι «ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ ὅτι παρ’ αὐτῷ ἔμειναν τὴν μίαν ἡμέραν]. καὶ εἰς τὴν δευτέραν ἐξῆλθον μετέπειτα ἄγραν, ἐπὶ τῷ πλήθει τῶν ἰχθύων αὐτῶν θαυμασάντων καὶ Πέτρου λέγοντος ὅτι «ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε»· τάχα γὰρ καὶ μετεμέλετο διὰ τὸ πρότερον αὐτὸν κεκλῆσθαι καὶ ἐπιστρέψαι ἐπὶ τοὺς ἰχθύας καὶ τὴν πᾶσαν ἐργασίαν τῆς ἁλείας.
ὁ δὲ εἶπε «μὴ φοβοῦ», παραθαρσύνων αὐτόν, ὅτι οὐκ ἀπηγορεύθη ἀλλὰ ἔτι δύναται τῆς κλήσεως ἔχεσθαι, ὅτι, φησίν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· ὅτε καὶ τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ ἔνευσαν εἰς σύλληψιν ἥκειν τῆς αὐτῆς ἄγρας. ἦσαν γὰρ κοινωνοί, ὥς φησι, τῷ Σίμωνι· καθάπερ ἄνω κἀμοὶ προδεδήλωται ἐκ τῆς ὑποθέσεως ταύτης [τῶν] δύο μὲν ἀκολουθησάντων αὐτῷ παρὰ Ἰωάννου [δὲ] ἀκηκοότων , ὧν δύο εἷς ἦν ὁ Ἀνδρέας, [καθὼς] ἔφημεν, διανενοημένοι καλλίστως τὸν ἕτερον εἶναι πάλιν τάχα ἕνα τῶν υἱῶν Ζεβεδαίου διά τε τὸ συνεργὸν καὶ μέτοχον καὶ κοινωνικόν. καὶ λοιπὸν μετὰ ταῦτα πάντα καταλείψαντες οἱ τέσσαρες τά τε πλοῖα καὶ ἁπλῶς ἅπαντα, ὥς φησιν, ἀφέντες εἰς τὴν γῆν ἠκολούθησαν αὐτῷ, ὡς ἔχει ἡ τοῦ Λουκᾶ μαρτυρία. ὥστε ἐξ ἅπαντος δείκνυσθαι ὅτι οὐδεμία σκολιότης οὐδ’ ἐναντιότης ἐν τοῖς ἁγίοις εὐαγγελίοις οὐδὲ παρὰ τοῖς εὐαγγελισταῖς εὑρίσκεται, ἀλλὰ πάντα σαφῆ. χρόνων δέ εἰσι διαστάσεις·
PG 41:919ἐντεῦθεν γὰρ καὶ ἐπέκεινα, τῶν περὶ Πέτρον καὶ Ἰωάννην λοιπὸν συναφθέντων καὶ ἀκολουθούντων, ἐγένετο διδάσκων ἐν πάσῃ τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ λοιπὸν πλατυνομένου τοῦ κηρύγματος τὰ ἑξῆς τῶν θεοσημείων ἐπετέλει. ὥστε εἶναι ἐξ ἅπαντος τὴν ἀκολουθίαν ὧδε· 16. πρῶτον μὲν βαπτισθέντος αὐτοῦ κατ’ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, ὡς ἔφημεν, πρὸ ἓξ εἰδῶν Νοεμβρίωντουτέστιν πρὸ ἑξήκοντα ἡμερῶν πλήρης τῆς ἡμέρας τῶν Ἐπιφανείων, ἥ ἐστιν ἡμέρα τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως, ὡς ἔχει ἡ μαρτυρία τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ὅτι «ἦν Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ». ἦν γὰρ τῷ μὲν ὄντι εἴκοσι ἐννέα ἐτῶν καὶ μηνῶν δέκα, ὅτε ἐπὶ τὸ βάπτισμα ἧκε, τριάκοντα μὲν ἐτῶν, ἀλλ’ οὐ πλήρης· διὸ λέγει «ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα»λοιπὸν ἐξεβλήθη εἰς τὴν ἔρημον.
ἀπ’ ἐντεῦθεν οὖν αἱ τεσσαράκοντα ἡμέραι τοῦ πειρασμοῦ ἀκολούθως φαίνονται καὶ αἱ δύο ἑβδομάδες μικρῷ πλέον καὶ ἡμέραι δύο, ἃς διέτριψεν ἐπανελθὼν ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὴν Γαλιλαίαν, τουτέστιν εἰς τὴν Ναζαρὲτ καὶ περὶ τὰ ὅρια αὐτῆς, καὶ μία ἡμέρα ὅτε ἦλθεν πρὸς Ἰωάννην, ὅτε ἔφη ὁ Ἰωάννης «ἴδε, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ ἡ ἐπαύριον [ὅτε] «πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε, ὁ Χριστὸς ὁ ἀμνὸς τοῦ θεοῦ». εἶτα φησίν «ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ καὶ ἠκολούθησαν τῷ Ἰησοῦ». αὕτη δὲ ἦν ὀκτωκαιδεκάτη μετὰ τὸν πειρασμὸν ἡμέρα, καθὼς προείπαμεν, πρώτη δὲ ἀπὸ Ἰωάννου ὅτε ἠκολούθησαν τῷ Ἰησοῦ οἱ περὶ Ἀνδρέαν καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην [ὥρα ἦν ὡς δεκάτη], ὅτε καὶ τὸν ἑαυτοῦ ἀδελφὸν Σίμωνα εὑρὼν ὁ Ἀνδρέας ἤγαγε πρὸς τὸν Ἰησοῦν. εἶτα λέγει τὸ εὐαγγέλιον «τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ κύριος· ἀκολούθει μοι».
αὕτη δὲ ἦν ἐννεακαιδεκάτη ἡμέρα μετὰ τὸν πειρασμόν, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, Φιλίππου τὴν κλῆσιν καὶ τοῦ Ναθαναήλ. καὶ λοιπὸν τῇ τρίτῃ ἡμέρᾳ, λέγει, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, μετὰ τὰς δύο τὰς προειρημένας ἀπὸ Ἰωάννου ἡμέρας. προστιθεμένων τοίνυν τῶν εἴκοσι ἡμερῶν ταῖς τεσσαράκοντα τοῦ πειρασμοῦ δύο μῆνες τελοῦνται, οἵτινες τοῖς δέκα μησὶ συναπτόμενοι ἐνιαυτὸν τελοῦσιν, ὅ ἐστι πλήρωμα τριάκοντα ἐτῶν ἀπὸ τῆς γεννήσεως τοῦ κυρίου, καὶ εὑρίσκεται τὸ πρῶτον σημεῖον τῆς τοῦ ὕδατος εἰς οἶνον μεταβολῆς ἐν τῷ τέλει τοῦ τριακοστοῦ ἔτους ποιήσας ὁ Χριστός, ὡς ἔστιν σοι καταληπτέον ταῖς τῶν εὐαγγελίων ἀκολουθίαις προσσχόντι ἀκριβῶς. λοιπὸν δ’ ἀπὸ τοῦ πρώτου σημείου τούτου τά τε ἄλλα σημεῖα ἐργάζεται καὶ τὸ κήρυγμα διδάσκει, δεικνυμένης εἰς ἅπαντας ἀνθρώπους τῆς θαυμαστῆς καὶ ἀρρήτου αὐτοῦ φιλανθρωπίας καὶ εὐαγγελικῆς θαυματουργίας, ὡς πολλάκις ἠναγκάσθην φῆσαι διὰ τὴν τῶν ἠπατημένων ἀγνωσίαν τῶν ἀντιλέγειν τολμώντων τῇ τῶν εὐαγγελίων ἀκριβείᾳ τῇ ὑπὸ τοῦ ἁγίου πνεύματος ἀκολούθως ἐκτεθείσῃ. 17.
Οὐκ ἐάσει γὰρ χώραν ἡ τοσαύτη ἀκριβὴς ἀπόδειξις τοῖς ἐναντιουμένοις ἑαυτοῖς· οὐ γὰρ λέγω τῇ ἀληθείᾳ, ἐπεὶ μηδὲ δύνανται. δηλοῦται γὰρ ὅτι ἀπὸ τοῦ βαπτίσματος ἡ ἀρχὴ τῆς λοιπῆς πραγματείας γέγονεν· οὕτω γὰρ δείκνυται ὡς ὁ κύριος μετὰ τὴν ἡμέραν τοῦ βαπτίσματος ἐν τῷ πειρασμῷ γέγονε τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῇ ἐρήμῳ, περὶ ὧν τῷ πνεύματι τῷ ἁγίῳ διὰ Ἰωάννου οὐ πεφρόντισται σημᾶναι· ἤδη γὰρ ἦν τοῦτο διὰ τῶν τριῶν εὐαγγελιστῶν σημανθέν. καὶ πάλιν τοῖς ἄλλοις εὐαγγελισταῖς περὶ τῶν ἄλλων οὐ πεφρόντισται, διὰ τὸ ἕκαστον ἀφ’ ἑκάστου βοηθεῖσθαι. καὶ γὰρ παρὰ πάντων συλλεγομένη ἡ ἀλήθεια δείκνυται μία τις οὖσα καὶ πρὸς ἑαυτὴν μὴ στασιάζουσα. ἐκεῖθεν γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ, ὡς ἔφην, εἰς τὴν Ναζαρὲτ ἔρχεται καὶ μένει ἐκεῖ, οὔπω τινὸς μαθητοῦ μετ’ αὐτοῦ ὄντος. κἀκεῖθεν κατέρχεται πρὸς τὸν Ἰωάννην, ὅτε εὐθὺς διὰ τοῦ Ἀνδρέου καλεῖται ὁ Πέτρος, εἶτα Φίλιππος καὶ διὰ Φιλίππου Ναθαναήλ. μηδεὶς δὲ καὶ τοῦτο ἀμφιβάλλων περιεργαζέσθω, ὁρῶν ὅτι Ἀνδρέας πρῶτος ὑπήντησε τῷ Ἰησοῦ, ἔπειτα Πέτρος καὶ δι’ αὐτοῦ ἐκλήθη, ἵνα ἄρξηται καὶ περὶ τούτου ἀσχάλλειν.
PG 41:921ἡ μὲν γὰρ συνάντησις τῷ Ἀνδρέᾳ πρώτῳ γεγένηται, μικροτέρῳ ὄντι τοῦ Πέτρου τῷ χρόνῳ τῆς ἡλικίας· ὕστερον δὲ πάλιν, ὅτε ἡ τελεία αὐτοῖς ἀπόταξις γεγένηται, ἀπὸ τοῦ Πέτρου γέγονεν. ἀφηγεῖτο γὰρ τοῦ ἰδίου ἀδελφοῦ καὶ ᾔδει ὁ κύριος τοῦτο, ὅτι θεός ἐστιν εἰδὼς τὰς κλίσεις τῶν καρδιῶν καὶ γινώσκων τίς ἐν πρώτοις ἄξιος τάττεσθαι, καὶ ἐξελέξατο τὸν Πέτρον ἀρχηγὸν εἶναι τῶν αὐτοῦ μαθητῶν, ὡς πανταχοῦ σαφῶς ἀποδέδεικται. μετέπειτα γὰρ ἐλθόντων αὐτῶν καὶ μεινάντων παρ’ αὐτῷ τὴν πρώτην ἡμέραν, ὡς ἔφην, τῇ δευτέρᾳ ὁδευσάντων, τῇ τρίτῃ δὲ ἡμέρᾳ τοῦ θεοσημείου τοῦ πρώτου γενομένου, [καὶ] τινῶν συνόντων αὐτῷ [οὐ τοῦ Ἀνδρέου οὐδὲ τοῦ Πέτρου οὐδὲ τοῦ Ἰωάννου οὐδὲ τοῦ Ἰακώβου, ἀλλὰ τῶν περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλων τινῶν, ὡς ἔστι συνιέναι], ἑξῆς λοιπὸν μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Καφαρναοὺμ καὶ ἀνελθεῖν πάλιν εἰς Ναζαρὲτ κἀκεῖθεν πάλιν εἰς Καφαρναοὺμ καὶ ποιῆσαι μέρος τι τῶν σημείων, ἀνῆλθεν πάλιν εἰς Ναζαρὲτ καὶ ἀνέγνω τὸ βιβλίον Ἠσαί̈ου τοῦ προφήτου, ὅπου λέγει «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς» καὶ τὰ ἑξῆς.
ἦν δὲ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων τοῦτο γινόμενον μετὰ ἡμέρας τινάς. καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην κατελθὼν πάλιν εἰς Καφαρναοὺμ λοιπὸν κατῴκησεν, ὅτε ἡ τελεία κλῆσις τῶν περὶ Πέτρον καὶ Ἰωάννην γεγένηται, ἐλθόντος αὐτοῦ παρὰ τὴν λίμνην Γεννησαρέθ. καὶ οὕτως ἡ πᾶσα ἀκολουθία ἀναλογεῖται, οὐδενὸς ἀντιθέτου ὑπάρχοντος, ἀλλὰ πάσης τῆς τῶν εὐαγγελίων πραγματείας τηλαυγεστάτης οὔσης καὶ ἐν ἀληθείᾳ κεκηρυγμένης. Τί οὖν ἔδοξε τούτοις [τοῖς] τὸν ἴδιον νοῦν ἀπατήσασι καὶ τὴν αἵρεσιν ταύτην τῷ βίῳ ἐξεμέσασιν ἀθετεῖν τὸ κατὰ Ἰωάννην εὐαγγέλιον; δικαίως γὰρ ἄλογον τὴν αὐτῶν αἵρεσιν κεκλήκαμεν διὰ τὸ μὴ δέχεσθαι αὐτοὺς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον τὸν διὰ Ἰωάννου κεκηρυγμένον. μὴ νοοῦντες γὰρ τὴν δύναμιν τῶν εὐαγγελίων φασί· πῶς οἱ ἄλλοι εὐαγγελισταὶ εἰρήκασιν ὅτι φυγὰς ᾤχετο ἀπὸ προσώπου Ἡρῴδου ὁ Ἰησοῦς εἰς Αἴγυπτον καὶ μετὰ τὴν φυγὴν ἐλθὼν κατέμεινεν εἰς Ναζαρέτ, εἶτα λαβὼν τὸ βάπτισμα ἀπῆλθεν εἰς τὴν ἔρημον καὶ μετὰ ταῦτα ἀνέκαμψε καὶ μετὰ τὸ ἀνακάμψαι ἤρξατο κηρύττειν, 18. τὸ δὲ εὐαγγέλιον τὸ εἰς ὄνομα Ἰωάννου, φασί, ψεύδεται·
PG 41:923μετὰ γὰρ τὸ εἰπεῖν ὅτι ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ὀλίγα τινά, εὐθὺς λέγει ὅτι γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. καὶ οὐ μέμνηνται οἱ ἀφροσύνην ἑαυτοῖς ἐπισπώμενοι ὡς Ἰωάννης μετὰ τὸ εἰπεῖν τὸν Λόγον σάρκα γεγενῆσθαι καὶ ἐσκηνωκέναι ἐν ἡμῖν τουτέστιν ἄνθρωπον γεγονέναι, καὶ [αὐτὸς] λέγει, ὅτι ἦλθε πρὸς τὸν Ἰωάννην τὸν βαπτιστὴν ἐν τῷ Ἰορδάνῃ καὶ ἐβαπτίσθη ὑπ’ αὐτοῦ· αὐτὸς [γὰρ] Ἰωάννης μαρτυρεῖ λέγων τὸν βαπτιστὴν Ἰωάννην εἰρηκέναι «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν», καὶ πάλιν ὅτι «τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐν εἴδει περιστερᾶς καὶ μένον ἐπ’ αὐτόν», καί «οὗτός ἐστιν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». ὁρᾷς ὅτι οὐδὲν κατὰ ἐπιλησμονὴν ὑφηγεῖται, παρέλειψε δὲ ὁ Ἰωάννης τὰ τῷ Ματθαίῳ πραγματευθέντα. οὐ γὰρ ἦν χρεία ἐκείνων οὐκέτι, ἀλλὰ τῆς τελείας φράσεως πρὸς ἀντίρρησιν τῶν νομιζόντων ἀπὸ Μαρίας καὶ δεῦρο Χριστὸν αὐτὸν καλεῖσθαι καὶ υἱὸν θεοῦ, καὶ εἶναι μὲν πρότερον ψιλὸν ἄνθρωπον, κατὰ προκοπὴν δὲ εἰληφέναι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσηγορίαν.
διὸ τῶν ἀναγκαίων ἐπιμέλεται, [πάντων μὲν μεγάλων ὄντων καὶ ἀναγκαίων, περιττότερον δὲ τῶν ἐπουρανίων], ποιούμενος τὴν διήγησιν τῆς ἄνωθεν οἰκονομίας. λέγουσι δὲ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀδιάθετον εἶναι, ἐπεὶ μὴ ταῦτα ἔφη, λέγω δὲ τὰ κατὰ τὸν πειρασμὸν τῶν τεσσαράκοντα ἡμερῶν, καὶ οὐκ ἀξιοῦσιν αὐτὸ δέχεσθαι, κατὰ πάντα πεπλανημένοι καὶ τυφλώττοντες τὴν διάνοιαν. 19. Τέταρτος γὰρ τῶν εὐαγγελιστῶν κατὰ διαδοχὴν ἐλθὼν ὁ μακάριος Ἰωάννης, πρῶτος μὲν ὢν ἐν τῇ κλήσει μετὰ Πέτρον καὶ Ἀνδρέαν σὺν Ἰακώβῳ τῷ ἀδελφῷ αὐτοῦ, τελευταῖος δὲ τοῖς χρόνοις εὐαγγελισάμενος, τὰ πρὸ αὐτοῦ καλῶς τεταγμένα οὐκ ἐμερίμνησεν ἐκθέσθαι, ἀλλὰ προλαμβάνει τῶν ῥηθέντων τὰ μὴ ῥηθέντα καὶ [οὕτως] διαλέγεται. ὁ Ματθαῖος γὰρ ἄρχεται ἀπὸ Ἀβραάμ, μετὰ δὲ τὴν ἀρχὴν καὶ μετὰ δύο ἔτη τῆς γεννήσεως πάλιν ποιεῖται τὴν ὑφήγησιν. Μάρκος δὲ ἄρχεται ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, [τὴν] μεσότητα τῶν μετὰ τὴν ἀρχὴν [οὐ] διηγούμενος. Λουκᾶς δὲ ἀρχὴν πρὸ τῆς ἀρχῆς ἐπήγαγε, τὴν περὶ τῆς Ἐλισάβετ καὶ Μαρίας πρὸ τοῦ ἐγκύμονα[ς αὐτὰς] εἶναι γεγενημένην πραγματείαν.
Ἰωάννης δέ, ἔτι πρότερος μὲν ὢν τῇ κλήσει, ὕστερος δὲ τούτων κηρύξας, ἐπασφαλίζεται τὴν πρὸ τῆς ἐνσάρκου παρουσίας πραγματείαν. πνευματικὰ γὰρ ἦν τὰ πλεῖστα τὰ ὑπ’ αὐτοῦ λεγόμενα, τῶν σαρκικῶν ἤδη ἐπασφαλισθέντων. διὸ πνευματικῶς τὴν ὑφήγησιν ποιεῖται τῆς ἄνωθεν ἀπὸ πατρὸς ἀνάρχου δωρεᾶς ἡμῖν ἐλθούσης, κατὰ εὐδοκίαν [δὲ] πατρὸς ἐν τῇ μήτρᾳ τῆς ἁγίας παρθένου οἰκονομηθείσης. καὶ τὸ ἀναγκαίως δὲ ζητούμενον οὐκ ἀπεσιώπησεν, ἀλλὰ πνεύματι ἁγίῳ κινούμενος τὸν πρὸ τῶν αἰώνων [εἰς]άγει ὄντα θεὸν Λόγον, ἀνάρχως καὶ ἀχρόνως ἐκ πατρὸς γεγεννημένον, ἐν σαρκὶ δὲ ἐληλυθότα δι’ ἡμᾶς ἐδήλωσεν, ἵνα ἀπὸ τεσσάρων εὐαγγελιστῶν τὴν πᾶσαν γνῶσιν κατά τε τὴν σάρκα καὶ κατὰ τὴν θεότητα ἀκριβῶς κατάσχωμεν. 20.
Τελειωθέντων γὰρ πάντων τῶν κατὰ τὸ βάπτισμα καὶ κατὰ τὸν πειρασμόν, ἐλθόντος τοῦ Ἰησοῦ λοιπὸν καὶ ὀλίγων ἡμερῶν [χρόνον], καθὼς πολλάκις εἶπον, διατρίψαντος ἔν τε τῇ Ναζαρὲτ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ περὶ τὴν Καφαρναούμ, μετά [τε] τὸ συναντῆσαι τῷ Ἰωάννῃ ἐπὶ τοῦ Ἰορδάνου καὶ τῇ ἐπαύριον τινὰς τῶν μαθητῶν συμπαρειληφότος, πρῶτον τοῦτο σημεῖον ἐν Κανᾷ πεποίηκε τῇ τρίτῃ ἡμέρᾳ ἀπὸ Ἰωάννου, εἰκοστῇ δὲ τῆς ἀπὸ τοῦ πειρασμοῦ ἐπανόδου, καὶ [ἄρχεται] τοῦ κηρύγματος. οὔτε γὰρ πρὸ τοῦ πειρασμοῦ ἐν γάμῳ φάσκει τὸν Χριστὸν ἡκέναι οὔθ’ ὅλως τι τῶν θεοσημείων εἰργάσατο [πρὶν] ἢ τοῦ κηρύγματος ἤρξατο, εἰ μή τι ἃ λέγεται περὶ αὐτοῦ ἐν παιγνίῳ ὅτε παιδίον ἦν πεποιηκέναι. ἔδει γὰρ καὶ παιδικὰ ἔχειν αὐτὸν σημεῖα, ἵνα μὴ πρόφασις γένηται ταῖς ἄλλαις αἱρέσεσι λέγειν ὅτι ἀπὸ τοῦ Ἰορδάνου ἦλθε[ν ὁ] Χριστὸς εἰς αὐτόν, ὅπερ ἐστὶν ἡ περιστερά· τοῦτο γάρ φασι διὰ τὴν ψῆφον τοῦ ω καὶ ἄλφα, ὅ ἐστι περιστερά, ἐπείπερ ἔφη ὁ σωτήρ «ἐγώ εἰμι τὸ α καὶ ἐγώ εἰμι τὸ ω».
PG 41:925διὸ καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς γεννήσεως αὐτοῦ εἰσάγει τὸν Ἰησοῦν ὁ Λουκᾶς εἰρηκότα πρὸς τὴν Μαριὰμ ζητοῦσαν αὐτόν, ἡνίκα τοῖς διδασκάλοις προσδιελέγετο ἐν Ἱεροσολύμοις· «οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;», ἵνα πέσῃ ὁ λόγος τῶν λεγόντων ὅτι ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος υἱὸς γέγονεν θεοῦ, ἐλθούσης εἰς αὐτὸν τῆς περιστερᾶς, ἥν φασιν εἶναι τὸν Χριστόν, καὶ ἵνα σαφῶς γνωσθῇ ὅτι ἄνωθεν ἐπεδήμησεν ὁ θεὸς Λόγος καὶ ἐλθὼν ἐσαρκώθη ἀπὸ Μαρίας καὶ ἐν τῷ Ἰορδάνῃ κατῆλθεν ἐπ’ αὐτὸν τὸ πνεῦμα, ἵνα σημάνῃ τίς ἐστιν ὁ μαρτυρούμενος ἀπὸ τοῦ πατρὸς ὅτι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε», καὶ ἵνα γένηται τοῦτο ὑπόδειγμα τοῖς μέλλουσιν ἐν αὐτῷ φωτίζεσθαι, ὅτι καταξιωθήσονται [τῆς] πνεύματος ἁγίου ἐν τῷ λουτρῷ [τῆς] δωρεᾶς καὶ ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τῆς ὑπ’ αὐτοῦ δοθείσης. 21.
Ἀπὸ τότε δὲ τὰ τέλεια ἤρξατο ποιεῖν θεοσήμεια ἐν τῷ καιρῷ τοῦ κηρύγματος [«τοῦτο [γὰρ] πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, φησίν, ἐν Κανᾷ τῆς Γαλιλαίας»], οὐχὶ πρὸ τοῦ βαπτίσματος, ὡς πολλάκις ἔφην, ἀλλ’ ὅτε ἀνέκαμψεν ἀπὸ τοῦ πειρασμοῦ, τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὰς δύο ἃς παρ’ αὐτῷ ἔμειναν οἱ δύο μαθηταὶ τοῦ Ἰωάννου, οἱ ἀκούσαντες καὶ ἀκολουθήσαντες αὐτῷ· ὡς εὐθὺς μετὰ τὰς δύο ἡμέρας, ἃς ἐποίησαν παρ’ αὐτῷ, ἐπιφέρει λέγων «καὶ ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ εὑρὼν Φίλιππον εἶπεν· ἀκολούθει μοι». εἶτα εὐθὺς τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. ἔδει γὰρ αὐτὸν ἀπελθόντα εὐθὺς γάμων τελουμένων εἰς τὴν τιμὴν αὐτῶν κληθῆναι, ἐπ’ εὐλογίᾳ τοῦ γάμου. καί φησι «γάμος ἐγένετο τῇ τρίτῃ ἡμέρᾳ ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ οἱ μετ’ αὐτοῦ εἰς τὸν γάμον»· «καὶ ὑστερήσαντος, φησίν, οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ· οἶνον οὐκ ἔχουσι. καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου».
μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ τῆς ἐρήμου κατὰ τὴν ἀκολουθίαν τοῦ πειρασμοῦ καὶ παραληφθῆναι εἰς Ἱερουσαλὴμ καὶ στῆναι ἐπὶ τῷ πτερυγίῳ τοῦ ἱεροῦ καὶ ἀπὸ Ἱεροσολύμων ἀνενεχθῆναι εἰς ὄρος ὑψηλὸν λίαν, ὅπερ παρὰ πολλοῖς λέγεται εἶναι τὸ Θαβὼρ ὄρος, ὃ ἑρμηνεύεται Ἰταβύριον· τοῦτο δέ ἐστιν ἐν τῇ Γαλιλαίᾳ. ταύτην γὰρ τὴν ἀκολουθίαν ὁ Ματθαῖος ὑπέθετο, ὅς φησιν «ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἦλθεν εἰς τὴν Γαλιλαίαν». ὁ δὲ Λουκᾶς καὶ τὴν ἀπὸ τοῦ ὄρους ὁρμὴν ἀκριβῶς δηλώσας πρῶτον μὲν περὶ τοῦ ὄρους εἰπὼν καὶ τῶν βασιλειῶν ὧν ἔδειξε τῷ κυρίῳ ὁ διάβολος, ὕστερον λέγει περὶ τοῦ πτερυγίου καὶ Ἱερουσαλήμ, καὶ ὡς ἀνέκαμψεν εἰς τὴν Γαλιλαίαν καὶ Ναζαρέτ. συνῳδὰ δὲ καὶ ὁ Ματθαῖος λέγει «καταλιπὼν τὴν Ναζαρὲτ ἦλθεν εἰς τὴν Καφαρναούμ». ἦλθε γὰρ εἰς Ναζαρὲτ κἀκεῖθεν εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, καὶ μετὰ τὸ διελθεῖν διὰ τοῦ Ἰορδάνου πάλιν τὴν ὁρμὴν ἔσχεν ἐπὶ τὰ οἰκεῖα ἔνθα ἀνετέθραπτο, πρὸς τὴν μητέρα ἐν Ναζαρέτ, ἐκεῖ τε παραμείνας δύο ἡμέρας, ὅτε καὶ οἱ περὶ Ἀνδρέαν παρ’ αὐτῷ ἔμειναν, λοιπὸν ἠπείγετο τῆς σωτηρίας τῶν ἀνθρώπων ἕνεκεν τοῦ κηρύγματος ἄρξασθαι·
καὶ ἔμεινε μὲν δύο ἡμέρας διὰ τὸ διὰ χρόνου ἡκέναι, ἔχων μεθ’ ἑαυτοῦ οὓς ἤδη παρείληφε μαθητάς, καὶ ἀπολύσας τοὺς δύο τοὺς ἀκολουθήσαντας αὐτῷ εὐθὺς ἐξῆλθεν ἐπὶ τὴν Γαλιλαίαν διὰ τὸ κήρυγμα καὶ διὰ τὸ ἔργον τοῦ θεοσημείου τοῦ ἐν τῷ γάμῳ ἐπιτελεσθέντος. βλέπε γὰρ πῶς ἐπασφαλίζεται [ἡμᾶς] ὁ λόγος, ὡς Ἰωάννης ὁ βαπτιστὴς μαρτυρεῖ λέγων ὡς παρῳχηκότος ἤδη τοῦ ἔργου ὅτι «κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν εἶπέ μοι· ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον ἐν εἴδει περιστερᾶς, οὗτός ἐστιν». ἀποστέλλων γὰρ ὁ πατὴρ τὸν Ἰωάννην βαπτίζειν τοῦτο αὐτῷ τὸ σημεῖον ἐδωρήσατο, ἵν’ ὅταν ἴδῃ, ἐπιγνῷ τὸν ἄνωθεν τῷ κόσμῳ ἀποσταλέντα σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν. Ἀνατρέπονται τοίνυν οἱ τοιοῦτοι αἱρεσιῶται ἀπὸ τῆς ἀληθείας τῶν θείων γραφῶν καὶ τῆς ἀκριβείας, μάλιστα ἀπὸ τῆς συμφωνίας τῶν τεσσάρων εὐαγγελίων. οὐ γάρ τις τῶν εὖ φρονούντων ἀποβάλοιτο τὰ τῷ ἁγίῳ πνεύματι διὰ τῶν θείων εὐαγγελίων ἀκριβῶς πάντῃ πεπραγματευμένα.
κἄν τε γὰρ λέγωσιν, ὅτι ὁ μὲν Ματθαῖος καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ διηγήσαντο περὶ τοῦ σωτῆρος ὅτι μετὰ τὸ βάπτισμα ἀνήχθη εἰς τὴν ἔρημον καὶ ἐποίησεν ἡμέρας τεσσαράκοντα πειραζόμενος καὶ μετὰ τὸν πειρασμὸν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον, ὁ δὲ Ἰωάννης ψεύδεται μὴ εἰπὼν περὶ τούτων, ἀλλ’ εὐθὺς ἀπὸ πρώτης, ὅτε ἦλθεν ὁ σωτὴρ πρὸς τὸν Ἰωάννην, καὶ τὰ ἄλλα ὅσα λέγει αὐτὸν πεποιηκέναι, φανήσονται κατὰ πάντα [κατὰ] τὴν ἀκρίβειαν τῶν εὐαγγελίων ἠγνοηκότες. Ἰωάννης γὰρ ὁ εὐαγγελιστὴς πρὸ τοῦ παραδοθῆναι τὸν βαπτιστὴν Ἰωάννην σημαίνει τὸν κύριον μετὰ τὰς ἡμέρας τοῦ πειρασμοῦ πρὸς αὐτὸν ἐληλυθέναι. πῶς γὰρ Ἰωάννου παραδοθέντος ἐνεδέχετο ἔτι τὸν σωτῆρα πρὸς αὐτὸν πάλιν ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην; οὐκ ἔγνωσαν δὲ ὅτι οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ τὸν χρόνον τὸν μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην διηγοῦνται ἀκριβῶς λέγοντες· «ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι παρεδόθη ὁ Ἰωάννης, καταλιπὼν τὴν Ναζαρὲτ κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον». καὶ ὁρᾷς ὅτι κατὰ ἀλήθειαν τὰ πάντα τοῖς τέτρασιν εὐαγγελισταῖς συμφώνως εἴρηται.
καὶ γὰρ καὶ φαίνεται [κατὰ] τὴν ἀκολουθίαν πάλιν διηγούμενος ὁ Ἰωάννης, ὅτι μετὰ τὸ ποιῆσαι τὸ πρῶτον σημεῖον τὸν σωτῆρα καὶ ἐλθεῖν εἰς Καφαρναούμ, ποιῆσαί τε ἐκεῖ τινα σημεῖα ἀναβῆναί τε εἰς Ναζαρὲτ καὶ ἀναγνῶναι τὸ βιβλίον, παραδοθέντος λοιπὸν τοῦ βαπτιστοῦ ἦλθεν καὶ κατῴκησεν εἰς Καφαρναοὺμ [οὐ] πολλὰς ἡμέρας. αὗται δέ εἰσιν αἱ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων καὶ τὴν ἐπὶ Καφαρναοὺμ καὶ ἐπὶ Ναζαρὲτ ἔλευσιν αὐτοῦ καὶ τὴν εἰς Ἱεροσόλυμα διὰ τὸ Πάσχα ἄνοδον καὶ [τὸ] πάλιν ἐλθεῖν πρὸς τὸν Ἰωάννην ὅπου ἐβάπτιζεν εἰς Αἰνὼν [ἐγγὺς] τοῦ Σαλήμ. οὕτω γὰρ λέγει «μετὰ τοῦτο κατῆλθεν εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας»· [οὔπω γὰρ ἐδήλου τὴν τελείαν καταμονὴν περὶ ἧς ὕστερον εἶπεν [ὅτι] μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον.] «καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων [ὡς λέγει] καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εὗρεν τοὺς πωλοῦντας ἐν τῷ ἱερῷ τοὺς βόας καὶ τὰ πρόβατα καὶ [τὰς] περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους».
καὶ μετὰ τὸ ἐκβαλεῖν τοὺς αὐτοὺς κερματιστὰς καὶ τοὺς πωλοῦντας τὰς περιστερὰς καὶ τὰ ἄλλα, καὶ εἰρηκέναι· ἄρατε ταῦτα ἔνθεν καὶ μὴ ποιῆτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου, καὶ ἀκηκοέναι παρ’ αὐτῶν «τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;» καὶ εἰπεῖν αὐτοῖς «λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν», ὅτε Νικόδημος ἦλθε πρὸς αὐτόν, καὶ μετὰ τὸ εἰπεῖν πολλὰ φησίν «ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν καὶ ἐκεῖ διέτριβεν μετ’ αὐτῶν καὶ ἐβάπτιζεν. ἦν δὲ καὶ Ἰωάννης [βαπτίζων] ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης». τοῦ δὲ Ἰωάννου πολλὰ εἰπόντος, ὅτι «ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν», εἶτα λέγει τὸ εὐαγγέλιον «ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει [ἢ] Ἰωάννης [καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ], ἀφῆκεν τὴν Ἰουδαίαν γῆν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν. ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας»·
ὅτε ἐπὶ τῷ φρέατι ἐκαθέσθη καὶ τῇ Σαμαρείτιδι διελέχθη καὶ ἀνήγγειλεν ἡ Σαμαρεῖτις περὶ αὐτοῦ τοῖς ἐν τῇ πόλει καὶ ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται καὶ παρεκάλουν αὐτὸν μεῖναι παρ’ αὐτοῖς «καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ.» «μετὰ δὲ τὰς δύο ἡμέρας ἦλθεν εἰς τὴν Γαλιλαίαν» «καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ», ὅτε εἶπεν αὐτῷ ὁ Ἰησοῦς «πορεύου· ὁ υἱός σου ζῇ» καὶ ἐπίστευσεν καὶ ἰάθη ὁ παῖς. καὶ λέγει τὸ εὐαγγέλιον «[τοῦτο] δεύτερον πάλιν σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν». «μετὰ τοῦτο ἦν ἑορτὴ τῶν Ἰουδαίων [οἶμαι δὲ ὅτι περὶ ἄλλης ἑορτῆς Ἰουδαίων λέγει, ἢ Πεντηκοστῆς ἢ σκηνοπηγιῶν] καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα», ὅτε ἐπὶ τῆς προβατικῆς κολυμβήθρας ἐλθὼν ἐν σαββάτῳ ἰάσατο τὸν τριάκοντα ὀκτὼ ἔτεσιν ἐν ἀσθενείᾳ παραλελυμένον. ἀπ’ ἐντεῦθεν λοιπὸν πληρωθέντος τοῦ δεκτοῦ ἐνιαυτοῦ ἤρξαντο αὐτὸν διώκειν ἐξότε τὸν ἐπὶ τῆς κολυμβήθρας παραλυτικὸν ἰάσατο ἐν σαββάτῳ·
εἶτα πάλιν λέγει «ἐπὶ πλεῖον ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ». πῶς οὖν οὐ καταγνωστέαι αἱ αἱρέσεις ἐλλιπῆ ποιοῦσαι τὸν υἱὸν πρὸς τὸν πατέρα; «ἴσον» γὰρ [φασίν] «ἑαυτὸν ποιῶν τῷ θεῷ», λέγει τὸ εὐαγγέλιον. «μετὰ δὲ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος, ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὁρῶντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν οὖν ὁ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκεῖ ἐκαθέζετο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ [ἐγγὺς] τὸ Πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.» λοιπὸν ὡς λέγει τὰ ἄλλα εὐαγγέλια, παραδοθέντος τοῦ Ἰωάννου ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον· ὡς καὶ αὐτὸς Ἰωάννης συνῳδὰ τοῖς ἄλλοις εὑρίσκεται λέγων. τοῦ γὰρ Πάσχα ἐν μηνὶ Μαρτίῳ ἢ Ἀπριλλίῳ γινομένου ἐξ ἅπαντος δείκνυνται ἄλλοι ὄντες καιροὶ ἐν οἷς ὁ σωτὴρ μετὰ τὸν πειρασμὸν πρὸς τὸν Ἰωάννην ἀφικνεῖται. 22.
PG 41:927Κατηγοροῦσι δὲ οἱ αὐτοὶ πάλιν τοῦ ἁγίου εὐαγγελιστοῦ, μᾶλλον δὲ αὐτοῦ τοῦ εὐαγγελίου, ὅτι, φησίν, ὁ Ἰωάννης ἔφη δύο Πάσχα τὸν σωτῆρα πεποιηκέναι ἐν περιόδῳ ἐνιαυτῶν δύο, οἱ δὲ ἄλλοι εὐαγγελισταὶ περὶ ἑνὸς Πάσχα διηγοῦνται. καὶ οὐκ ἴσασιν οἱ ἰδιῶται ὅτι οὐ μόνον δύο Πάσχα ὁμολογεῖ τὰ εὐαγγέλια, ὡς πανταχόθεν ἐδείξαμεν, ἀλλὰ δύο μὲν πρῶτα λέγει καὶ αὐτὸ δὲ ἐν ᾧ πέπονθεν ὁ σωτὴρ ἄλλο Πάσχα, ὡς εἶναι τρία Πάσχα ἀπὸ τοῦ χρόνου τοῦ βαπτίςματος καὶ τῆς ἀρχῆς τοῦ κηρύγματος ἐπὶ τρισὶν ἔτεσιν ἕως τοῦ σταυροῦ. Γεννᾶται μὲν γὰρ ὁ σωτὴρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν Ῥωμαίων ἐν ὑπατείᾳ τοῦ αὐτοῦ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ὡς ἔχει τὰ παρὰ Ῥωμαίοις ὑπατάρια. κεῖται γὰρ ἐν αὐτοῖς οὕτως·
«τούτων ὑπατευόντων, φημὶ δὲ Ὀκταυίου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ἐγεννήθη Χριστὸς τῇ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων μετὰ δεκατρεῖς ἡμέρας τῆς χειμερινῆς τροπῆς καὶ τῆς τοῦ φωτὸς καὶ ἡμέρας προσθήκης.» ταύτην δὲ τὴν ἡμέραν ἑορτάζουσιν Ἕλληνες, φημὶ δὲ οἱ εἰδωλολάτραι, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων, τῇ παρὰ Ῥωμαίοις καλουμένῃ Σατουρνάλια, παρ’ Αἰγυπτίοις δὲ Κρόνια, παρὰ Ἀλεξανδρεῦσι δὲ Κικέλλια. τῇ γὰρ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων τοῦτο τὸ τμῆμα γίνεται, ὅ ἐστι τροπή, καὶ ἄρχεται αὔξειν ἡ ἡμέρα τοῦ φωτὸς λαμβάνοντος τὴν προσθήκην, πληροῖ δὲ δεκατριῶν ἡμερῶν ἀριθμὸν εἰς τὴν πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, ἕως ἡμέρας τῆς τοῦ Χριστοῦ γεννήσεως προςτιθεμένου τριακοστοῦ ὥρας ἑκάστῃ ἡμέρᾳ· ὡς καὶ ὁ παρὰ τοῖς Σύροις σοφὸς Ἐφραὶ̈μ ἐμαρτύρησε τούτῳ τῷ λόγῳ ἐν ταῖς αὐτοῦ ἐξηγήσεσι λέγων ὅτι «οὕτως γὰρ ᾠκονομήθη ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσία, ἡ κατὰ σάρκα γέννησις εἴτ’ οὖν τελεία ἐνανθρώπησις, ὃ καλεῖται Ἐπιφάνεια, ἀπὸ τῆς ἀρχῆς τῆς τοῦ φωτὸς αὐξήσεως ἐπὶ δέκα τριῶν ἡμερῶν διαστήματι·
ἐχρῆν γὰρ καὶ τοῦτο τύπον γενέσθαι ἀριθμοῦ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δώδεκα μαθητῶν, ὃς [τὸν] τῶν δεκατριῶν ἡμερῶν τῆς τοῦ φωτὸς αὐξήσεως ἐπλήρου ἀριθμόν». πόσα τε ἄλλα εἰς τὴν τούτου τοῦ λόγου ὑπόθεσίν τε καὶ μαρτυρίαν, φημὶ δὲ τῆς τοῦ Χριστοῦ γεννήσεως, γέγονέν τε καὶ γίνεται. καὶ γὰρ καὶ μέρος τι τῆς ἀληθείας ἀναγκαζόμενοι ὁμολογεῖν οἱ τῆς τῶν εἰδώλων θρῃσκείας ἀρχηγέται καὶ ἀπατηλοὶ εἰς τὸ ἐξαπατῆσαι τοὺς πεισθέντας αὐτοῖς εἰδωλολάτρας ἐν πολλοῖς τόποις ἑορτὴν μεγίστην ἄγουσιν ἐν αὐτῇ τῇ νυκτὶ τῶν Ἐπιφανείων, εἰς τὸ ἐπὶ τῇ πλάνῃ ἐλπίσαντας μὴ ζητεῖν τὴν ἀλήθειαν. πρῶτον μὲν ἐν Ἀλεξανδρείᾳ ἐν τῷ Κορείῳ [οὕ]τω καλουμένῳ· ναὸς δέ ἐστι μέγιστος τουτέστιν τὸ τέμενος τῆς Κόρης.
ὅλην γὰρ τὴν νύκτα ἀγρυπνήσαντες ἐν ᾄσμασί τισι καὶ αὐλοῖς τῷ εἰδώλῳ ᾄδοντες καὶ παννυχίδα διατελέσαντες μετὰ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν κατέρχονται λαμπαδηφόροι εἰς σηκόν τινα ὑπόγαιον καὶ ἀναφέρουσι ξόανόν τι ξύλινον [ἐν] φορείῳ καθεζόμενον γυμνόν, ἔχον σφραγῖδά τινα σταυροῦ ἐπὶ τοῦ μετώπου διάχρυσον καὶ ἐπὶ ταῖς ἑκατέραις χερσὶν ἄλλας δύο τοιαύτας σφραγῖδας καὶ ἐπ’ αὐτοῖς τοῖς δυσὶ γονάτοις ἄλλας δύο, ὁμοῦ δὲ [τὰς] πέντε σφραγῖδας ἀπὸ χρυσοῦ τετυπωμένας, καὶ περιφέρουσιν αὐτὸ τὸ ξόανον ἑπτάκις κυκλώσαντες τὸν μεσαίτατον ναὸν μετὰ αὐλῶν καὶ τυμπάνων καὶ ὕμνων καὶ κωμάσαντες καταφέρουσιν αὐτὸ αὖθις εἰς τὸν ὑπόγαιον τόπον. ἐρωτώμενοι δὲ ὅτι τί ἐστι τοῦτο τὸ μυστήριον ἀποκρίνονται καὶ λέγουσιν ὅτι ταύτῃ τῇ ὥρᾳ σήμερον ἡ Κόρη [τουτέστιν ἡ παρθένος] ἐγέννησε τὸν Αἰῶνα.
τοῦτο δὲ καὶ ἐν Πέτρᾳ τῇ πόλει [μητρόπολις δέ ἐστι τῆς Ἀραβίας, ἥτις ἐστὶν Ἐδὼμ ἡ ἐν ταῖς γραφαῖς γεγραμμένη] ἐν τῷ ἐκεῖσε εἰδωλείῳ οὕτως γίνεται, καὶ Ἀραβικῇ διαλέκτῳ ἐξυμνοῦσι τὴν παρθένον, καλοῦντες αὐτὴν Ἀραβιστὶ Χααμοῦ τουτέστιν Κόρην εἴτ’ οὖν παρθένον καὶ τὸν ἐξ αὐτῆς γεγεννημένον Δουσάρην τουτέστιν μονογενῆ τοῦ δεσπότου. τοῦτο δὲ καὶ ἐν Ἐλούσῃ γίνεται τῇ πόλει κατ’ ἐκείνην τὴν νύκτα, ὡς ἐκεῖ ἐν τῇ Πέτρᾳ καὶ ἐν Ἀλεξανδρείᾳ. ἐκ πολλῶν δὲ ἠναγκάσθημεν παραστῆσαι διὰ τοὺς ἀπειθοῦντας ὅτι τὰ Ἐπιφάνεια καλῶς εἴρηται ἡ ἔνσαρκος γέννησις τοῦ σωτῆρος ἡ ἐν Βηθλεὲμ γενομένη, ὀγδόῃ ὥρᾳ γεννηθέντος αὐτοῦ καὶ ἐπιφανέντος τοῖς ποιμέσι καὶ τῷ κόσμῳ διὰ τῆς τῶν ἀγγέλων μαρτυρίας· ἐπεφάνη δὲ καὶ τῇ Μαρίᾳ καὶ τῷ Ἰωσήφ. ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ καὶ ὁ ἀστὴρ ἐφάνη ἐν τῇ ἀνατολῇ τοῖς μάγοις πρὸ δύο ἐτῶν τῆς αὐτῶν εἰς Ἱερουσαλὴμ καὶ Βηθλεὲμ ἀφίξεως, ὅτε καὶ ἀκριβῶς ὁ Ἡρῴδης ἐπυνθάνετο [παρ’] αὐτῶν τῶν μάγων τὸν χρόνον τοῦ φανέντος ἀστέρος καὶ ἤκουσε παρ’ αὐτῶν ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω, ὃ καὶ αὐτὸ τὸ ῥῆμα τῶν Ἐπιφανείων ἐποιεῖτο τὴν ἐπωνυμίαν ἐκ τοῦ τὸν Ἡρῴδην λέγειν «τοῦ φανέντος ἀστέρος».
διὸ τῶν μὲν λεγόντων ὅτι «ποῦ ἐστιν ὁ βασιλεὺς ὁ τεχθεὶς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ», ὁ Ἡρῴδης οὐ περὶ ψιλοῦ ὀνόματος ἀνθρώπου βασιλέως τὸ πρᾶγμα ἐσκόπησε. διανοηθεὶς γὰρ τὸ πρᾶγμα καὶ θαυμάσας ὅτι πολλοὶ βασιλεῖς ἐγεννήθησαν ἐν Ἱερουσαλήμ, πρῶτος Σαοὺλ ἐκ φυλῆς Βενιαμίν, δεύτερος Δαυὶδ ἐκ φυλῆς Ἰούδα καὶ τούτου υἱὸς Σολομῶν, υἱὸς δὲ τοῦ Σολομῶντος Ῥοβοὰμ καὶ τούτου υἱοὶ κατὰ διαδοχήν, καὶ οὐδέποτε ἐπὶ ἑνὶ τούτων γεννηθέντι ἀστὴρ ἐφάνη οὐδὲ ἔλευσις μάγων ἐγένετο ἐπὶ τὸ ἐλθεῖν καὶ προσκυνῆσαι τὸν γεννηθέντα βασιλέα ἀλλ’ ἢ τότε μόνον, ὅθεν τοῦτο σκεψάμενος [τις] καὶ τὴν διάνοιαν αὐτοῦ ἐπὶ τὴν γνῶσιν τῆς ἀληθείας ἠκόντισε, μαθὼν ὅτι τὸ σημεῖον τοῦτο οὐκ ἀνθρώπου ἐστίν, ἀλλὰ κυρίου μόνου. διὸ οὐκέτι περὶ βασιλέως ἠρώτα ἐπιγείου ἢ ἀνθρώπου, ἀλλὰ περὶ Χριστοῦ, λέγων τοῖς γραμματεῦσι καὶ ἱερεῦσι «ποῦ ὁ Χριστὸς γεννᾶται;» καὶ ἤκουσε παρ’ αὐτῶν «ἐν Βηθλεὲμ τῆς Ἰουδαίας»· καὶ παρὰ μὲν τούτων ἐρωτήσας τὸν τόπον ἔγνω, παρὰ δὲ τῶν μάγων τὸν χρόνον.
καὶ γὰρ καὶ αὐτοὶ οἱ μάγοι μετὰ διετίαν ἐν αὐτῇ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων εἰς Βηθλεὲμ ἐγένοντο καὶ τὰ δῶρα προσήνεγκαν, [καὶ] τὴν σμύρναν καὶ τὸν χρυσὸν καὶ τὸν λίβανον. ἐν αὐτῇ γὰρ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων αἱ ἀρχαὶ γεγόνασι πολλῶν [πραγμάτων] σημείων τῆς ἐπιφανείας. αὕτη δὲ ἦν ἡ ἡμέρα, ὡς ἄνω προεῖπον καὶ πολλάκις ἀναγκάζομαι λέγειν, ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ τῇ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, μετὰ δεκατρεῖς ἡμέρας τῆς τοῦ φωτὸς καὶ ἡμέρας αὐξήσεως, ἥτις ἐστὶν ἀπὸ τῆς τροπῆς τῆς χειμερινῆς τουτέστιν ἀπὸ τῆς πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων ἕως αὐτῆς τῆς γενεθλίου καὶ Ἐπιφανείων ἡμέρας διὰ τὸν προδηλωθέντα τύπον, αὐτοῦ τοῦ σωτῆρος καὶ τῶν δώδεκα αὐτοῦ μαθητῶν τὸν τρισκαιδέκατον ἀριθμὸν πληρούντων. Γεννᾶται οὖν ὁ σωτὴρ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου βασιλέως τῶν Ῥωμαίων, ὑπατείᾳ τῇ προγεγραμμένῃ, μετὰ εἰκοσιεννέα ἔτη τῆς Αὐγούστου πρὸς Ἰουδαίους συναφείας· βασιλεύει δὲ Αὔγουστος δεκατρία ἔτη πρὶν ἢ τὴν Ἰουδαίαν τελείως συναφθῆναι Ῥωμαίοις.
ἦν δὲ καὶ ἐξότε ἐβασίλευσεν Αὔγουστος ἐπὶ τέσσαρσιν ἔτεσιν τῆς αὐτοῦ βασιλείας πλείω ἐλάσσω φιλία μὲν Ῥωμαίων πρὸς Ἰουδαίους καὶ συμμαχία πεμπομένη καὶ ἐπίτροπος καθιστάμενος καὶ μέρη φόρων Ῥωμαίοις τελούμενα ἐπὶ πέντε ἔτεσι πλείω ἐλάσσω, ἕως ὅτου τέλεον παρεδόθη ἡ Ἰουδαία καὶ ὑπόφορος αὐτοῖς γεγένηται, ληξάντων τῶν ἀπὸ Ἰούδα ἀρχόντων καὶ Ἡρῴδου ἐξ ἐθνῶν κατασταθέντος, προσηλύτου μέντοι γε, εἶτα Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐλθόντος τε ἐπὶ τὸ κήρυγμα, ληξάντων τῶν ἀπὸ Ἰούδα καὶ Ἀαρὼν χριστῶν ἡγουμένων, διαρκεσάντων ἕως Ἀλεξάνδρου χριστοῦ ἡγουμένου καὶ Σαλίνας τῆς καὶ Ἀλεξάνδρας· ἐφ’ οἷς ἐπληρώθη ἡ προφητεία τοῦ Ἰακώβ, τό «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν», ὅ ἐστιν ὁ γεννηθεὶς κύριος.
PG 41:929ταῦτα πάντα ἐτελειοῦτο ἀρξάμενα ἀπὸ τῆς γεννήσεως τῆς ἐν Βηθλεέμ, ἣ ἐγένετο ἐν τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς πάσης βασιλείας Αὐγούστου, ὃ ἦν μετὰ πέμπτον ἔτος τῆς ἐπιτροπῆς Ἀντιπάτρου τοῦ πατρὸς Ἡρῴδου, ὅτε φιλία ἦν Ῥωμαίων πρὸς Ἰουδαίους καὶ μέρη δομάτων, καὶ μετὰ τὴν ἐπιτροπὴν Ἀντιπάτρου τὴν ἀπὸ ἕκτου Αὐγούστου ἕως ἐνάτου αὐτοῦ, Ἡρῴδου [τε] κατασταθέντος ἀπὸ τοῦ δεκάτου ἔτους καὶ μέρους φόρων διδομένου ἕως τρισκαιδεκάτου ἔτους, ὃ ἦν τέταρτον ἔτος τῆς βασιλείας Ἡρῴδου κατασταθέντος ὑπὸ Αὐγούστου· μετὰ δὲ τὸ τέταρτον ἔτος Ἡρῴδου λοιπὸν τελείως παραδοθείσης τῆς Ἰουδαίας. ἕως τριακοστοῦ τρίτου ἔτους Ἡρῴδου, Αὐγούστου δὲ τεσσαράκοντα δύο ἔτη πληρώσαντος, κρατηθείσης [τε] τῆς πάσης Ἰουδαίας, ὡς ἔφην, μετὰ τὸ ποιῆσαι αὐτὴν εἰκοσιεννέα ἔτη ὑπόφορον Ῥωμαίοις, καὶ μετὰ τὸ κατασταθῆναι ἐπίτροπον τὸν Ἀντίπατρον Ἡρῴδου πατέρα, μετά τε τὸ Ἡρῴδην βασιλέα κατασταθῆναι ὑπὸ Αὐγούστου ἐν τῷ δεκάτῳ ἔτει τοῦ αὐτοῦ Αὐγούστου ἐπὶ τῆς Ἰουδαίας. α.
Ταῦτα δὲ ἐπραγματεύθη ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ ὑπάτου, ὡς πολλάκις ἔφην, ἥντινα ὑπατείαν διεδέξαντο αἱ ὑποτεταγμέναι ὑπατεῖαι ἀκολούθως οὕτως· β. Λεντούλου καὶ Πίσωνος. γ. Λουκίου Καίσαρος καὶ Παύλου. δ. Οὐινδικίου καὶ Οὐάρου. ε. Λαμίου καὶ Σερουιλίου Νοννίου. 2. Μάγνου Πομπηίου καὶ Οὐαλερίου. ζ. Λεπίδου καὶ Ἀρουγκίου. η. Καίσαρος καὶ Καπίτωνος. θ. Κρητικοῦ καὶ Νερούα. ι. Καμίλλου καὶ Κυϊντιλλιανοῦ. ια. Καμήρου καὶ Σαβίνου. ιβ. Δολαβέλλα καὶ Σιλανοῦ. ιγ. Λεπίδου καὶ Ταύρου. ιδ. Φλάγκου καὶ Σιλανοῦ. ιε. τῶν δύο Σέξτων. ι. Πομπηί̈ου Μάγνου καὶ Ἀπουληίου. ιζ. Βρούττου καὶ Φλάγκου. ιη. Ταύρου καὶ Λίβωνος. ιθ. Κράσσου καὶ Ῥούφου. κ. Τιβερίου Καίσαρος τὸ δεύτερον καὶ Δρούσου Γερμανοῦ τὸ δεύτερον. κα. Σιλανοῦ καὶ Βάλβου. κβ. Μεσσάλα καὶ Γράτου. κγ. Τιβερίου Καίσαρος τὸ τρίτον καὶ Δρούσου Γερμανοῦ τὸ τρίτον κδ. Ἀγρίππου καὶ Γάλβου. κε. Πολλίωνος καὶ Οὐέτερος. κ. Κεθήγου καὶ Οὐάρου. κζ. Ἀγρίππου τὸ δεύτερον καὶ Λεντούλου Γάλβου. κη. Γετουλικοῦ καὶ Σαβίνου. κθ. Κράσσου καὶ Πίσωνος. λ. Σιλανοῦ καὶ Νερούα. 23.
Καὶ ὁρᾷς ὅτι τριακονταετής ἐστιν χρόνος, διὸ ἐφιλοτιμησάμεθα τὰς καθεξῆς ὑπατείας ἀκριβῶς θέσθαι, εἰς τὸ τοὺς διερχομένους ἰδεῖν ὅτι οὐκ ἔστιν τι παραπεποιημένον ἐν τῷ θείῳ δόγματι τῆς ἀληθείας, ἀλλὰ μετὰ ἀκριβείας τὰ πάντα τῇ ἐκκλησίᾳ κεκήρυκται, τίς γὰρ ἀριθμήσας τὰς μὴ δυναμένας σφαλῆναι καθ’ εἱρμὸν ὑπατείας οὐ καταγνώσεται τῶν νομιζόντων διαφωνίαν εἶναι ἐν τῷ τῶν ἐτῶν ἀριθμῷ τῷ παρὰ τοῖς εὐαγγελισταῖς ᾀδομένῳ; διὰ τοῦτο γὰρ καὶ ἔπεσον αἱ πρότερον περὶ Οὐαλεντῖνον καί τινας ἄλλους αἱρέσεις, αἱ μυθωδῶς ἀναγραψάμεναι τοὺς τριάκοντα αἰῶνας, οὓς ἐνόμισαν ἀπεικάζειν τοῖς τοῦ σωτῆρος ἔτεσιν, ἵνα δῆθεν δύνωνται τῶν παρ’ αὐτοῖς αἰώνων καὶ ἀρχῶν ἀναγράφειν τὴν μυθοποιίαν. εὑρίσκεται γὰρ ἐν τῷ τριακοστῷ τρίτῳ ἔτει τῆς αὐτοῦ ἐνσάρκου παρουσίας πάσχων ὁ μονογενὴς ἀπαθὴς ὢν ἄνωθεν θεὸς Λόγος, σάρκα δὲ [προσλαβὼν καὶ] ἀναδεξάμενος ὑπὲρ ἡμῶν παθεῖν, ἵνα τὸ τοῦ θανάτου καθ’ ἡμῶν χειρόγραφον λύσῃ. μετ’ ἐκείνην γὰρ τὴν ὑπατείαν τὴν ἐν τῷ τριακοστῷ ἔτει αὐτοῦ σημαινομένην ἄλλη ὑπατεία γέγονεν, λεγομένη τῶν δύο Γεμινῶν·
PG 41:931εἶτα ἄλλη ὑπατεία Ῥούφου καὶ Ῥουβελλίωνος, καὶ οὕτως ἐνεστώσης τῆς ὑπατείας τῆς μετὰ τὴν ὑπατείαν [Ῥούφου καὶ] Ῥουβελλίωνος, ἥτις ὕστερον ἦλθεν Οὐιννικίου καλεῖσθαι καὶ Λογγίνου Κασσίου, [ἐν τῷ τριακοστῷ τρίτῳ αὐτοῦ ἔτει ὅπερ ἦν] ὀκτωκαιδέκατον Τιβερίου Καίσαρος, πάσχει ὁ σωτὴρ [ἐν] τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων. καὶ ἐλήλεγκται τούτων ἁπάντων ἡ πλάνη, εὑρισκομένης σαφῶς τῆς κατὰ τὴν ἀλήθειαν διδασκαλίας, ὡς οὐ μόνον δύο χρόνων περίοδοι ἑορτῆς Πάσχων ἐν τοῖς εὐαγγελίοις ἐμφέρονται, ἀλλὰ καὶ τριῶν. 24. Γεννηθέντος γὰρ αὐτοῦ ἐν τῷ Ἰανουαρίῳ μηνὶ τουτέστιν πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίωνἥτις ἐστὶ κατὰ Ῥωμαίους πέμπτη Ἰανουαρίου ἑσπέρα εἰς ἕκτην ἐπιφώσκουσα, κατ’ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη, κατὰ Σύρους εἴτ’ οὖν Ἕλληνας Αὐδυναίου ἕκτη, κατὰ Κυπρίους εἴτ’ οὖν Σαλαμινίους πέμπτου πέμπτη, κατὰ Παφίους Ἰουλίου τεσσαρεσκαιδεκάτη, κατὰ Ἄραβας Ἀλεὼμ μία καὶ εἰκάς, κατὰ Καππάδοκας Ἀταρτᾶ τρισκαιδεκάτη, κατὰ Ἀθηναίους Μαιμακτηριῶνος πέμπτη, κατὰ Ἑβραίους Τηβὴθ πέμπτη·
ἔδει γὰρ καὶ ἐνταῦθα πληρωθῆναι τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον «εἰσῆλθεν πρὸς ἡμᾶς ἡ κιβωτὸς τοῦ θεοῦ» [λέγει δὲ τὴν Χριστοῦ τελείαν ἐνανθρώπησιν] «τῇ πέμπτῃ τοῦ μηνὸς τοῦ πέμπτου», ὡς τότε παρ’ Ἑβραίοις ἐτελέσθη·
ὃ πρῶτον μὲν τῇ ψήφῳ τῶν Ἑβραίων ἐχρῆν πληρωθῆναι, ᾗ καὶ πολλοὶ τῶν ἐθνῶν ἀκολουθήσαντες, φημὶ δὲ Ῥωμαῖοι, πέμπτην αὐτὴν ἑσπερινὴν εἰς ἕκτην ἐπιφώσκουσαν ἐπιτελοῦσι, Κύπριοι δὲ πέμπτην αὐτὴν [τὴν] ἡμέραν τοῦ μηνὸς ἄγουσιν, Αἰγύπτιοι δὲ φύσει καὶ Σαλαμίνιοι καὶ αὐτὸν τὸν μῆνα πέμπτον ἄγουσιν, ὡς καὶ οἱ Ἑβραῖοι ἀπὸ τοῦ παρ’ αὐτοῖς ἀγομένου νέου ἔτους πέμπτον αὐτὸν τάττουσιδιῆλθεν οὖν τὰς προειρημένας ὑπατείας εἰκοσιεννέα πλήρης, εἰς δὲ τὴν τριακοστὴν ὑπατείαν, λέγω δὲ , περὶ τὸν [ἑν]δέκατον μῆνα ἦλθε πρὸς τὸν Ἰωάννην καὶ ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ποταμῷ τῷ τριακοστῷ ἔτει τῆς αὐτοῦ ἐνσάρκου γεννήσεως, πρὸ ἓξ εἰδῶν Νοεμβρίων, τουτέστι κατὰ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, κατὰ Ἕλληνας Δίου ὀγδόῃ, κατὰ Σαλαμινίους τοὺς καὶ Κωνσταντιέας τρίτου Χοιὰκ ἕκτῃ, κατὰ Παφίους Ἀπογονικοῦ ἑκκαιδεκάτῃ, κατὰ Ἄραβας Ἀγγαθαλβαεὶθ δευτέρᾳ καὶ εἰκάδι, κατὰ Μακεδόνας Ἀπελλαίου ἑκκαιδεκάτῃ, κατὰ Καππάδοκας Ἀρατατὰ πεντεκαιδεκάτῃ, κατὰ Ἀθηναίους Μεταγειτνιῶνος ἑβδόμῃ, κατὰ Ἑβραίους Μαρεσουὰν ἑβδόμῃ, ὡς ἐπιμαρτυρεῖ μου τῷ λόγῳ τὸ ἅγιον κατὰ Λουκᾶν εὐαγγέλιον, ὡς πολλάκις ἔφην, ὧδέ πως λέγον «ἦν δὲ ὁ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ»·
[καὶ] ἀπ’ ἐντεῦθεν ἀπὸ Ἀθὺρ δωδεκάτης «κηρύττοντος αὐτοῦ τὸν δεκτὸν ἐνιαυτὸν κυρίου» κατὰ τὰ ἐν τῷ προφήτῃ Ἠσαί̈ᾳ προειρημένα ὅτι «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, κηρῦξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως». 25. Ὡς ἀληθῶς γὰρ ἐκήρυξεν ἐνιαυτὸν κυρίου δεκτόν, τουτέστιν μὴ ἀντιλεγόμενον. τὸν γὰρ πρῶτον ἐνιαυτὸν μετὰ [τὸ] τριακοστὸν ἔτος τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἐκήρυσσε καὶ πάντες κατεδέχοντο, καὶ οὔτε Ἰουδαῖοι ἀντέλεγον οὔτε ἔθνη οὔτε Σαμαρεῖται, ἀλλὰ πάντες ἡδέως ἤκουον αὐτοῦ. ἐν ᾧ ἐνιαυτῷ ἄνεισιν εἰς Ἱεροσόλυμα, μετὰ τὸ βαπτισθῆναι καὶ διελθεῖν τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ ἃς προείπαμεν εἴκοσι ἕως τοῦ πρώτου σημείου καὶ ἐκλέξασθαι τοὺς ἑαυτοῦ μαθητάς·
PG 41:933ἀνακάμψας ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὸν Ἰορδάνην καὶ διελθὼν διὰ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐπὶ τὴν Ναζαρὲτ πορευόμενος ἀνέβη δηλονότι εἰς Ἱερουσαλὴμ καὶ ἐν μέσῳ τῆς ἑορτῆς ἐκέκραγε λέγων «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω», καὶ οὕτως ἀπῆλθεν εἰς Ναζαρὲτ καὶ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν Σαμάρειαν καὶ εἰς τὰ μέρη Τύρου. καὶ πληρωθέντος τοῦ πρώτου ἐνιαυτοῦ πάλιν ἄνεισιν εἰς Ἱερουσαλὴμ καὶ λοιπὸν ἐζήτουν αὐτὸν πιάσαι ἐν τῇ ἑορτῇ καὶ ἐφοβήθησαν· ἐν ᾗ ἑορτῇ ἔλεγεν ὅτι «οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην». οὐ γὰρ ἐψεύδετο, μὴ γένοιτο. «μεσαζούσης γὰρ τῆς ἑορτῆς ἦλθε» φησί «καὶ ἀνέβη εἰς Ἱεροσόλυμα», «καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὃν ἐζήτουν πιάσαι; καὶ ἰδοὺ ἐν παρρησίᾳ λαλεῖ· μὴ ἄρα ἔμαθον οἱ ἱερεῖς ὅτι οὗτός ἐστιν ὁ Χριστός; ἀλλὰ οἴδαμεν οὗτος πόθεν ἐστί». μυστηριωδῶς γὰρ καὶ πνευματικῶς αὐτοῦ διαλεγομένου τοῖς αὐτοῦ ἀδελφοῖς οὐκ ᾔδεισαν τί ἔλεγεν. ἔλεγε γὰρ αὐτοῖς μὴ ἀναβαίνειν εἰς τὸν οὐρανὸν ἐν τῇ ἑορτῇ ἐκείνῃ μηδὲ εἰς τὸν σταυρόν, τοῦ τελειῶσαι τέως τὴν οἰκονομίαν τοῦ πάθους αὐτοῦ καὶ τῆς σωτηρίας τὸ μυστήριον καὶ ἐκ νεκρῶν ἀναστῆναι καὶ εἰς τὸν οὐρανὸν ἀναβῆναι·
ἅτινα ἐπλήρου πάντα ἐν τῇ ἰδίᾳ αὐτοῦ ἐξουσίᾳ. καὶ μετὰ ταῦτα ὡς πληρωθέντος τοῦ διετοῦς χρόνου μετὰ τὸ βάπτισμα καὶ τὴν αὐτοῦ γέννησιν ἀπὸ Νοεμβρίου μηνὸς καὶ ἀπὸ Ἰανουαρίου μηνὸς καὶ [τῶν] ἐπέκεινα, λοιπὸν ἐν τῷ τριακοστῷ τρίτῳ ἔτει τῆς αὐτοῦ ἐνσάρκου ἐνδημίας, μετὰ τὸ ὑπερβῆναι αὐτὸν τὰς δύο ὑπατείας, ἃς ἔφημεν, τῶν τε δύο Γεμινῶν καὶ τὴν Ῥούφου καὶ Ῥουβελλίωνος, λοιπὸν ἐν τῇ τρίτῃ ὑπατείᾳ, ἐν τῷ τρίτῳ μηνὶ αὐτῆς, μετὰ τὸν Ἰανουάριον καὶ Φεβρουάριον ἐν Μαρτίῳ μηνὶ τελειοῖ τὸ τοῦ πάθους μυστήριον ὁ ἀπαθὴς θεὸς Λόγος παθὼν ἐν σαρκὶ δι’ ἡμᾶς, μένων δὲ ἐν ἀπαθείᾳ, ὡς λέγει Πέτρος «θανατωθεὶς σαρκί, ζωογονηθεὶς δὲ τῷ πνεύματι». 26. Πάσχει δὲ ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων ὑπερβεβηκότων αὐτῶν μίαν ἑσπέραν τουτέστιν ἐν τῇ τεσσαρεσκαιδεκαταίας σελήνης νυκτερινῇ μέσῃ. προέλαβον γὰρ καὶ ἔφαγον τὸ Πάσχα, ὥς φησι τὸ εὐαγγέλιον καὶ ἡμεῖς πολλάκις εἴπαμεν· ἔφαγον οὖν τὸ Πάσχα πρὸ δύο ἡμερῶν τοῦ φαγεῖν τουτέστι τῇ τρίτῃ ἑσπέρας ὅπερ ἔδει τῇ πέμπτῃ ἑσπέρας· τεσσαρεσκαιδεκάτη γὰρ οὕτως ἦν ἡ πέμπτη.
συλλαμβάνεται δὲ τῇ αὐτῇ τρίτῃ ὀψέ, ἥτις ἦν ἑνδεκάτη τῆς σελήνης νυκτερινὴ πρὸ δεκαὲξ καλανδῶν Ἀπριλλίων τετρὰς ἐπιφώσκουσα δωδεκάτη νυκτερινὴ πρὸ δεκαπέντε καλανδῶν Ἀπριλλίων πέμπτη τρισκαιδεκάτη ἡμερινή, νυκτερινὴ δὲ τεσσαρεσκαιδεκάτη πρὸ δεκατεσσάρων καλανδῶν Ἀπριλλίων προσάββατον τεςσαρεσκαιδεκάτη ἡμερινὴ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων σάββατον πεντεκαιδεκάτη ἡμερινὴ πρὸ δεκαδύο καλανδῶν Ἀπριλλίων ἐπιφώσκουσα κυριακὴ πεντεκαιδεκάτη νυκτερινή· ὅπερ ἦν φωτισμὸς Ἅιδου καὶ γῆς καὶ οὐρανοῦ καὶ [ἰσότης] νυκτὸς καὶ ἡμέρας, διὰ τὴν πεντεκαιδεκάτην τῆς σελήνης καὶ τὸν τοῦ ἡλίου δρόμον· ὅτι καὶ ἀνάστασις καὶ ἰσημερία πρὸ ἕνδεκα καλανδῶν Ἀπριλλίων [ἐγένετο], περὶ ἣν πλανηθέντες [οἱ Ἰουδαῖοι] ὑπέρβατον μίαν ἡμέραν ἐποίησαν, ὡς προεῖπον. ἔχει δὲ ὥρας τινὰς ἡ ψῆφος τῆς λεπτολογίας , ἥτις ἐμπίπτει δι’ ἐτῶν τριῶν, παρ’ αὐτοῖς διαφωνουμένη ἡμέραν μίαν· προστιθέασι γὰρ τῷ σεληνιακῷ δρόμῳ μετὰ τὰς τριακοσίας πεντήκοντα τέσσαρας ἡμέρας καὶ ἄλλας κατ’ ἔτος τέσσαρας ὥρας, ὡς εἶναι εἰς τρία ἔτη ἡμέραν μίαν.
PG 41:935διὸ παρ’ αὐτοῖς πέντε μῆνες τελοῦνται ἐμβόλιμοι εἰς ἔτη δεκατέσσαρα, διὰ τὸ ἀφαιρεῖσθαι ἀπὸ τοῦ ἡλιακοῦ δρόμου τῶν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν τὴν ὥραν μίαν· προστιθεμένων γὰρ τῶν ὡρῶν λοιπὸν γίνονται τξε ἡμέραι παρὰ ὥραν μίαν· ὅθεν οὗτοι ἑξάκις πολυπλασιάσαντες τὰ ιδ ἔτη διὰ τοῦ πδ ἔτους ἐν τῷ ὀγδοηκοστῷ πέμπτῳ τιθέασιν ἐμβόλιμον ἕνα μῆνα, εἰς τὸ εἶναι τριάκοντα καὶ ἕνα μῆνας εἰς τὰ ὀγδοήκοντα καὶ πέντε ἔτη, οἵτινες ὤφειλον εἶναι κατὰ τὴν ἀκρίβειαν τριάκοντα εἷς μὴν καὶ κα ἡμέραι καὶ ὧραι γ. 27. Ἕνεκεν τοίνυν τούτου τότε σφαλέντες οὐ μόνον προέλαβον θορυβούμενοι τὰς δύο ἡμέρας βεβρωκότες τὸ Πάσχα, ἀλλὰ καὶ τὴν ὑπέρβατον προσθέντες μίαν ἡμέραν , κατὰ πάντα τρόπον αὐτοὶ μὲν σφαλέντες· ἡ δὲ οἰκονομία τῆς ἀληθείας ἀκριβέστατα πάντα ἡμῖν σωτηριωδῶς εἰργάσατο. ὅθεν καὶ αὐτὸς ὁ σωτὴρ τὸ Πάσχα τελειώσας ἐξῆλθεν εἰς τὸ ὄρος μετὰ τὸ βεβρωκέναι «ἐπιθυμίᾳ ἐπιθυμήσας». καὶ ἐκεῖνο τὸ Πάσχα τὸ Ἰουδαϊκὸν μετὰ τῶν μαθητῶν ἔφαγεν, οὐκ ἄλλως ποιήσας, ἀλλὰ καὶ αὐτὸς μετὰ τῶν ποιούντων ἴσως ποιήσας, ἵνα μὴ καταλύσῃ τὸν νόμον, ἀλλὰ πληρώσῃ.
καὶ οὕτως μετὰ τὸ ὑπερβῆναι τριακοστὸν ἔτος ὅτε ἐβαπτίσθη καὶ μετὰ τὸ τριακοστὸν πρῶτον, κηρύξας πληρέστατον ἐνιαυτὸν δεκτὸν καὶ μὴ ἀντιλεγόμενον, κηρύξας δὲ ἄλλον ἐνιαυτὸν ἀντιλεγόμενον καὶ ἐν διωγμῷ ὄντα ἐγκοτούμενόν τε, καὶ μετὰ τοῦτο ἄλλον ἐνιαυτὸν ὑπερβὰς ἀπὸ τῆς τῶν γενεθλίων αὐτοῦ ἡμέρας τουτέστιν Ἐπιφανείων, ἥτις τυγχάνει πέμπτη εἰς ἕκτην ἐπιφώσκουσα Ἰανουαρίου μηνός, κατὰ δὲ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη, ἐπὶ ὅλας ἑβδομήκοντα τέσσαρας ἡμέρας, ὡς προείπαμεν, ἕως τῆς πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων, καὶ κατ’ Αἰγυπτίους Φαμενὼθ τετάρτῃ καὶ εἰκάδι ἐτέλεσε τριάκοντα δύο ἔτη πληρέστατα καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀπὸ Ἐπιφανείων. καὶ ἀναστὰς κατ’ Αἰγυπτίους Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι, ἥτις ἦν ἰσημερία παρελθούσης νυκτὸς καὶ ἰσονυκτία μετὰ τὴν πέμπτην [καὶ] εἰκάδα καὶ πρὸ ια καλανδῶν Ἀπριλλίων , ἵνα εὑρεθῶσι πάντες ψευδόμενοι οἱ μὴ ὄντες υἱοὶ τῆς ἀληθείας. 28.
Εὐθὺς πρῶτος Οὐαλεντῖνος δραματουργήσας, τριάκοντα ἡμῖν αἰῶνας ἀπὸ τοῦ τριακονταετοῦς νομίζων τῆς τοῦ σωτῆρος ἀναγωγῆς καὶ ἀνδρώσεως τῆς αὐτοῦ ἡλικίας, οὐκ εἰδὼς ὅτι οὐ τριάκοντα ἔτη μόνον ἐποίησεν, ἀλλὰ ἐν τῷ τριακοστῷ ἐβαπτίσθη μετὰ τὸ πληρῶσαι εἰκοσιεννέα ἔτη καὶ μῆνας δέκα, τῇ δωδεκάτῃ ὡς προεῖπον Ἀθύρ, πρὸ ἓξ εἰδῶν Νοεμβρίων, καὶ μετὰ ταῦτα κηρύξας ἐνιαυτὸν κυρίου δεκτὸν καὶ μετὰ τὸν [πρῶτον] ἐνιαυτὸν ἄλλον ἐνιαυτὸν ἀντιλεγόμενον καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀντιλεγομένας, ἐξότε ἐβαπτίσθη πρὸ [ἑξήκοντα ἡμερῶν] τῶν αὐτοῦ γενεθλίων· ὥστε εἶναι τὰ πάντα ἔτη τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ἕως τοῦ πάθους ἀπὸ τῆς γεννήσεως λβ ἔτη καὶ οδ ἡμέρας, ἀπὸ δὲ ἀρχῆς ὑπατείας Σιλανοῦ καὶ Νερούα δύο ἔτη καὶ ρλδ ἡμέρας. καὶ ἐλήλεγκται μὲν ἐνταῦθα ὁ προειρημένος Οὐαλεντῖνος καὶ οἱ πολλοὶ οἱ κατ’ αὐτὸν ἀφραίνοντες.
PG 41:937ἠλέγχθησαν δὲ καὶ οἱ ἀποβαλλόμενοι τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, οὓς δικαίως Ἀλόγους καλέσαιμι, ἐπειδὴ τὸν Λόγον τοῦ θεοῦ ἀποβάλλονται, τὸν διὰ Ἰωάννου κηρυχθέντα πατρικὸν θεὸν Λόγον, ἀπ’ οὐρανοῦ κατεληλυθότα καὶ σωτηρίαν ἡμῖν ἐργασάμενον [διὰ] τῆς πάσης ἐνσάρκου αὐτοῦ παρουσίας, ὅτι ἀπό τε τῶν ὑπατειῶν καὶ ἀπὸ τῶν ἐτῶν καὶ ἀπὸ τῆς συστάσεως τοῦ προφήτου Ἠσαί̈ου καὶ ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ ἀπὸ τοῦ κατὰ Ἰωάννην καὶ ἀπὸ τοῦ κατὰ Ματθαῖον καὶ ἀπὸ τοῦ κατὰ Μάρκον καὶ ἁπαξαπλῶς πανταχόθεν ἠλέγχθησαν οἱ πεπλανημένοι, ὅτι οὐ μόνον ἓν Πάσχα μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος κατὰ περίοδον χρόνου ἐνιαυτοῦ ἀπετέλεσεν, ἀλλὰ καὶ περιόδους τριῶν ὑπατειῶν παρά τι ἐπλήρωσε μετὰ τὸ ἀπὸ τοῦ Ἰωάννου βάπτισμα. καὶ ἐξέπεσεν ὁ τῶν ἀπαρακολουθήτων λόγος παντάπασι τῆς πλάνης καὶ ἀνοίας καὶ ἀμαθίας, οὐ μόνον μὴ γινωσκούσης τὴν ἑαυτῆς ζωήν, ἀλλὰ καὶ ψευδῶς κατὰ τῆς ἀληθείας μάτην ἐπιστρατευομένης. 29.
Εὑρήκαμεν γὰρ καὶ ἐμφερόμενόν που [ἐν] τοῖς λόγοις τούτοις γεγραμμένον ὅτι ὁ ἐκ τοῦ θεοῦ Λόγος [τοῦ θεοῦ] ἐγεννήθη περὶ τὸ τεσσαρακοστὸν ἔτος Αὐγούστου, ὅπερ λέληθε τὸν γράψαντα, ἢ τῆς διὰ τοῦ βῆτα ψήφου ἀπαλειφθείσης καὶ τοῦ μῦ μόνον παραμεμενηκότος μ ἐποίησε μόνα ἔτη· τῷ γὰρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου ἐγεννήθη. φάσκει δὲ ὅτι πρὸ δεκαδύο καλανδῶν Ἰουλίων ἢ Ἰουνίων [οὐκ ἔχω λέγειν] ἐν ὑπατείᾳ Σουλπικίου Καμμαρίνου Βεττέῳ Πομπηιανῷ ὑπάτοις [συνελήφθη]· [καὶ] τοῦτο δὲ ἐσκόπησα, ὅτι οἱ εἰπόντες τὴν ἡμέραν τῆς συλλήψεως καὶ ὡς εὐηγγελίσατο ὁ Γαβριὴλ τὴν παρθένον, εἶπαν [τοῦτο διὰ] τὴν ὑπόνοιαν [τῶν] τινῶν λεγόντων ἐν παραδόσει ὡς ὅτι διὰ ἑπτὰ μηνῶν ἐγεννήθη. εὑρήκαμεν γὰρ ἀπὸ τούτου τοῦ προπόσων ἕως ἑνδεκάτης Τυβὶ καὶ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, ὅτε ἀληθῶς τὰ θεοφάνεια ἐγένετο καὶ ἐγεννήθη, ἑπτὰ μηνῶν χρόνον κατὰ τὸν σεληνιακὸν δρόμον παρὰ ἡμέρας τέσσαρας. ὥστε οὖν εἰ εὕροις ἐν παρασημειώσεσί που [ταῦτα] γεγραμμένα, μὴ σφάλλου περὶ τὴν εἴδησιν. τῷ μὲν γὰρ ὄντι ἡ βεβαία γέννησις τοῦ Χριστοῦ Τυβὶ ἑνδεκάτη ἐστί.
PG 41:941τινὲς δέ φασιν ὡς δέκα μῆνας ἐνεκυμονήθη παρὰ ἡμέρας ιδ καὶ ὥρας ὀκτώ, ὡς εἶναι ἐννέα μῆνας καὶ ἡμέρας δεκαπέντε καὶ ὥρας τέσσαρας, αἰνιττόμενοι τὸ παρὰ τῷ Σολομῶντι εἰρημένον «δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι». ὅμως ἐκ πανταχόθεν [δέδεικται ὅτι τῇ] ἑνδεκάτῃ Τυβὶ κατ’ Αἰγυπτίους ἡ προειρημένη τοῦ κυρίου ἔνσαρκος γέννησις ἐγένετο. καὶ περὶ αὐτὴν τὴν ἑνδεκάτην μετὰ ἔτη τριάκοντα γέγονε τὸ πρῶτον σημεῖον ἐν Κανᾷ τῆς Γαλιλαίας, ὅτε τὸ ὕδωρ οἶνος ἐγένετο. 30. διὸ καὶ ἐν πολλοῖς τόποις ἄχρι τῆς δεῦρο τουτὶ γίνεται διὰ τὸ τότε γεγενημένον θεοσήμειον εἰς μαρτύριον τοῖς ἀπιστοῦσιν, ὡς μαρτυροῦσιν ἐν πολλοῖς τόποις πηγαί τε καὶ ποταμοὶ εἰς οἶνον μεταβαλλόμενοι· Κιβύρης μὲν τῆς πόλεως τῆς Καρίας ἡ πηγή, καθ’ ἣν ἤντλησαν ὥραν οἱ διάκονοι καὶ εἶπεν «δότε τῷ ἀρχιτρικλίνῳ»· μαρτυρεῖ δὲ καὶ ἡ ἐν Γεράσῃ τῆς Ἀραβίας πηγὴ ὡσαύτως· αὐτοὶ [γὰρ ἡμεῖς] πεπώκαμεν ἀπὸ τῆς Κιβυρ[ικ]ῆς, ἡμέτεροι δὲ ἀδελφοὶ ἀπὸ τῆς ἐν Γεράσῃ πηγῆς τῆς ἐν τῷ μαρτυρίῳ. πολλοὶ δὲ καὶ ἐν Αἰγύπτῳ περὶ τοῦ Νείλου τοῦτο μαρτυροῦσι.
διόπερ ἐν τῇ ἑνδεκάτῃ τοῦ Τυβὶ κατ’ Αἰγυπτίους πάντες ὑδρεύονται ὕδωρ καὶ ἀποτιθέασιν ἐν αὐτῇ τῇ Αἰγύπτῳ καὶ ἐν πολλαῖς πατρίσιν. οὕτως γὰρ εὑρίσκεται μετὰ τὴν δωδεκάτην Ἀθύρ, ἀπελθόντος καὶ πειρασθέντος τεσσαράκοντα ἡμέρας καὶ ἐλθόντος εἰς Ναζαρὲτ καὶ μείναντος ὡσεὶ ἑβδομάδας δύο καὶ ἡμέρας τρεῖς, κατελθεῖν ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην διατελέσαι τε πρώτην καὶ δευτέραν ἡμέραν καὶ ἀνακάμψαι εἰς Ναζαρὲτ καὶ μεῖναι ὡσαύτως πρώτην καὶ δευτέραν ἡμέραν καὶ ἐξελθεῖν τῇ τρίτῃ ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς πληροῦσθαι τὰς πάσας ἡμέρας ξ ἀπὸ τοῦ βαπτίσματος, τεσσαράκοντα μὲν τοῦ πειρασμοῦ καὶ τὰς εἰς Ναζαρὲτ δύο ἑβδομάδας [καὶ δύο ἡμέρας] καὶ τὰς ἄλλας δύο, καὶ τῇ τρίτῃ τὸ σημεῖον τοῦ ὕδατος ἐν τῷ γάμῳ γεγενῆσθαι. μετέπειτα ἡκέναι αὐτὸν ἐν Καφαρναοὺμ καὶ ἐργάσασθαι ἕτερα, ὡς ἔφαμεν πολλάκις, καὶ πάλιν εἰς Ναζαρὲτ ἀνελθόντα ἀναγνῶναι τὸ βιβλίον Ἠσαί̈ου τοῦ προφήτου. διὸ λέγουσι «ποίησον καὶ ὧδε σημεῖα ὅσα ἠκούσαμεν ἐν Καφαρναούμ σε πεποιηκέναι»·
ὕστερον δὲ πάλιν ἐλθόντα αὐτὸν εἰς Καφαρναοὺμ ἐκεῖθεν διαβῆναι ἐπὶ τὴν λίμνην εἴτ’ οὖν θάλασσαν Γεννησαρέθ, τέλεόν [τε] τοὺς περὶ Πέτρον ἐκλελέχθαι καὶ οὕτως ἐκεῖθεν συνάψαι τὴν πᾶσαν τοῦ κηρύγματος τελείωσιν. κατὰ γὰρ τὴν ἀκολουθίαν, ὡς ἔφαμεν, μετὰ τὰς μ [ἡμέρας] καὶ τὰς ἄλλας δύο ἑβδομάδας καὶ δύο ἡμέρας τὰς [ἐν Ναζαρὲτ] πρὸς Ἰωάννην ἐγένετο πρώτην ἡμέραν καὶ τὴν αὔριον· [ἀπ’] αὐτοῦ δὲ ἀνακάμψαντος εἰς Ναζαρὲτ καὶ μείναντος ἀπὸ ὥρας δεκάτης ἄχρι ἑσπέρας, τῇ δὲ ἄλλῃ ἡμέρᾳ ἐξελθόντος καὶ συναντήσαντος Φιλίππῳ, ὅ εἰσι δύο ἡμέραι, λοιπὸν τὸ ἀμετάστατον τῆς ἀκριβείας τὸ εὐαγγέλιον δείκνυσιν διὰ τὰς πρώτας δύο, ἃς ἐλθὼν ἔμεινεν, [λέγον] «τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας», ὅπερ σύμβολον ἦν τῆς ἐκκλησίας· ἐν γὰρ τῇ τρίτῃ ἡμέρᾳ τῆς ἐν τῇ καρδίᾳ τῆς γῆς αὐτοῦ πραγματείας, ἧς ἐν τῇ γῇ ἐποίησε μετὰ τὸ πάθος, ἀναστὰς γάμον συνῆπτε τῇ Κανᾷ· Κανᾶ γὰρ ἑρμηνεύεται ἡ κτησαμένη. τίς δέ ἐστιν ἡ κτησαμένη ἀλλ’ ἢ ἡ κληρονόμος περὶ ἧς ὁ ψαλμῳδὸς ἐν τῷ πέμπτῳ ψαλμῷ ἔλεγεν «ὑπὲρ τῆς κληρονομούσης» καὶ τὰ ἑξῆς;
γάμος γὰρ ὡς ἀληθῶς οὗτος εὐλογημένος, ἀπὸ τοῦ τύπου ἐκείνου λαβὼν τὴν πρόφασιν. ἐκεῖ μὲν γὰρ γάμος ἦν αἰσθητὸς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ὕδωρ ἀληθῶς οἶνος γεγονός· καὶ ἐκλήθη κατὰ δύο τρόπους, ἵνα τὸ ὑδαρὲς τῶν ἐν τῷ κόσμῳ ἐκβακχευομένων ἐπιστύψῃ [διὰ] τοῦ γάμου εἰς σωφροσύνην καὶ εἰς σεμνότητα, καὶ ἵνα τὸ λεῖπον ἐπιδιορθώσηται εἰς εὐφρασίαν [διὰ] τοῦ λυσιπόνου οἴνου καὶ τῆς χάριτος, ἵνα κατὰ πάντα τρόπον ἀποφράξῃ τὰ στόματα τῶν κατὰ τοῦ κυρίου ἐπεγειρομένων καὶ ἵνα δείξῃ ὅτι αὐτὸς θεός ἐστι σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι αὐτοῦ, τὸ ὕδωρ τῇ ἀμπέλῳ παρέχων χροί̈ζων [τε] αὐτὸ ἐν αὐτῇ εἰς οἶνον εἰς εὐφρασίαν ἀνθρώπων. ἐν ἄλλῳ δὲ τόπῳ μακρότερον περὶ τούτων διηγησάμεθα, ἐνταῦθα δὲ ὡς ἐν παρεκβάσει διέδραμον τὸν λόγον. ὅμως δύο Πάσχα μὲν μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος ὁ σωτὴρ ποιεῖται καὶ τῷ τρίτῳ πάσχει, ὡς πληροῦσθαι τὰ ἤδη μοι κατὰ λεπτὸν εἰρημένα περὶ ἡμερῶν καὶ μηνῶν καὶ ὑπατειῶν. καὶ πανταχόθεν διέπεσεν τούτων πεπλανημένος ὁ λόγος, τῶν εὐαγγελίων συνῳδὰ πρὸς ἄλληλα ἐχόντων καὶ μηδ’ ὁποτέρου τῶν εὐαγγελιστῶν ἀντίθετα πρὸς τὸν ἕτερον ἔχοντος. 31.
PG 41:943Ἐλεύσομαι δὲ πάλιν εἰς τὸ προκείμενον. φάσκει πάλιν ὁ Λουκᾶς, μαρτυρῶν μου τοῖς πολυμερῶς καὶ πολυτρόπως εἰρημένοις, ὅτι «ἐγένετο ἐν σαββάτῳ δευτεροπρώτῳ», ἵνα δείξῃ σάββατον πρῶτον εἶναι τὸ ἀπ’ ἀρχῆς ὁρισθὲν καὶ ῥηθὲν ὑπὸ τοῦ κυρίου ἐν τῇ κοσμοποιίᾳ, κατὰ περίοδον ἀπὸ τότε ἄχρι τοῦ δεῦρο κατὰ ἑπτὰ ἡμέρας ἀνακυκλούμενον, [τοῦτο εἶναι πρῶτον]· δεύτερον δὲ σάββατον τὸ ἀπὸ νόμου ὡρισμένον. φάσκει γὰρ ὅτι «λήψῃ σαυτῷ πρόβατον ἐνιαύσιον ἄμωμον ἄρσεν [ὅπερ ἦν ἀντίτυπον τοῦ σωτῆρος] ἀπὸ δεκάτης τοῦ μηνὸς καὶ ἔσται διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης καὶ θύσετε αὐτὸ ἑσπέρας τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ· καὶ ἔσται σοι σάββατον, ἡμέρα ἁγία, καὶ ἔδεσθε ἄζυμα ἑπτὰ ἡμέρας καὶ ἑβδόμην ἡμέραν ποιήσεις ἁγίαν». καὶ ὁρᾶτε ὅτι δεύτερον καλεῖται σάββατον μετὰ τὸ πρῶτον σάββατον ἡ τοιαύτη ἁγία τοῦ προβάτου ἡμέρα, εἰς σάββατον ἁγιασθεῖσα, κἄν τε κυριακὴ εἴη κἄν τε δευτέρα κἄν τε τρίτη σαββάτων καταντήσῃ.
PG 41:945εἰς δὲ ἑπτὰ ἡμέρας πάλιν ἀνακυκλούμενον δεύτερον καλεῖται πρῶτον, ἵνα δείξῃ ἐντεῦθεν ὅτι οὐ μόνον ὁ Ἰωάννης περὶ περιόδου χρόνου ἐνιαυτῶν δύο καὶ τριῶν ἑορτῶν τοῦ Πάσχα ἐσήμανεν, ἀλλὰ καὶ ὁ Λουκᾶς καὶ οἱ ἄλλοι. οὕτως γὰρ φάσκει ὁ νόμος «ἀριθμήσεις σεαυτῷ ἑπτὰ ἑβδομάδας ἀπ’ ἀρχῆς δράγματος τοῦ βαλεῖν δρέπανον ἐπ’ ἀμητῷ καὶ ποιήσεις ἑβδόμην ἑβδομάδα ἡμέραν ἁγίαν κυρίου», σημαίνων περὶ Πεντηκοστῆς. μετὰ γὰρ τὸ θῦσαι τὸ Πάσχα εἴσω τριῶν ἡμερῶν τουτέστιν μετὰ τρεῖς ἡμέρας τοῦ προβάτου προσέταττε τὸ δράγμα εἰσφέρεσθαι, ἵνα σημάνῃ τὸ εὐλογημένον δράγμα ἐγειρόμενον ἐκ τῶν νεκρῶν μετὰ τρίτην ἡμέραν, τῆς γῆς αὐτὸ προφερούσης καὶ αὐτοῦ αὐτὸ πάλιν κομιζομένου ἀπ’ αὐτῆς ἐν τῇ ἀναστάσει [ἐκ] τοῦ μνήματος καὶ μένοντος σὺν τοῖς μαθηταῖς τὰς τεσσαράκοντα ἡμέρας καὶ ἐπὶ τῷ τέλει τῆς Πεντηκοστῆς εἰσφέροντος αὐτὸ εἰς τὰ ἐπουράνια τῷ πατρί· τὸ πρωτότοκον τῶν πρωτοτόκων, ἡ ἀπαρχὴ ἡ ἁγία, τὸ δράγμα ὃ ἐδράξατο ἀπὸ Μαρίας, ἡ ἀγκάλη ἡ ἐναγκαλισθεῖσα ἐν θεῷ, ὁ καρπὸς τῆς κοιλίας, ἡ ἀπαρχὴ τῆς ἅλω. οὐκέτι γὰρ μετὰ Πεντηκοστὴν τὸ δρέπανον ἀπαρχὴν θεῷ προσφέρει·
«οὐκέτι γὰρ κύριος ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει» κατὰ τὸ γεγραμμένον. καὶ ὁρᾷς πόσα θεοῦ μυστήρια προετύπου ὁ νόμος καὶ ἐπλήρου τὸ εὐαγγέλιον. πόθεν δὲ οὐκ ἔχομεν τούτων δεῖξαι τὴν σαφήνειαν; διὰ δὲ τὸ μὴ εἰς πλάτος φέρειν τὸν λόγον ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον. φαίνεται δὲ ἀπό τε τῶν σταχύων καὶ ἀπὸ τοῦ ἀμητοῦ καὶ τῶν μαθητῶν ὡς μετὰ τὸν τῶν τεσσαράκοντα ἡμερῶν πειρασμὸν ταῦτα πάντα διηγεῖται ὁ Ἰωάννης καὶ Λουκᾶς καὶ οἱ πάντες. 32. Οὐκ αἰδοῦνται δὲ πάλιν οἱ τοιοῦτοι κατὰ τῶν ὑπὸ τοῦ ἁγίου Ἰωάννου εἰρημένων ἐξοπλιζόμενοι, νομίζοντες μή πη ἄρα δύνανται τὴν ἀλήθειαν ἀνατρέπειν, οὐκ εἰδότες ὅτι καθ’ ἑαυτῶν μᾶλλον ὁπλίζονται ἤπερ κατὰ τῆς ὑγιοῦς διδασκαλίας. φάσκουσι δὲ κατὰ τῆς Ἀποκαλύψεως τάδε χλευάζοντες οὕτως· «τί με, φησίν, ὠφελεῖ ἡ Ἀποκάλυψις Ἰωάννου, λέγουσά μοι περὶ ἑπτὰ ἀγγέλων καὶ ἑπτὰ σαλπίγγων;» οὐκ εἰδότες πῶς ἀναγκαῖα καὶ ὠφέλιμα τὰ τοιαῦτα ὑπῆρξεν [ἐν] τῇ ὀρθότητι τοῦ κηρύγματος.
ὅσα γὰρ ἦν ἐν νόμῳ καὶ ἐν προφήταις σκοτεινὰ καὶ αἰνιγματώδη, ταῦτα ὁ κύριος ᾠκονόμησε διὰ τοῦ ἁγίου πνεύματος εἰς ἡμῶν σωτηρίαν «τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ» ἀποκαλύψαι, τὰ ἐκεῖσε σκοτεινὰ ὧδε εἰς πνευματικὰ καὶ ἔκδηλα κηρύττων, πνευματικῶς δὲ ἡμῖν τὰ αὐτὰ ᾠκονόμει. καὶ ἐκ δερμάτων μὲν τότε κατασκευάζει τὴν σκηνήν, τῶν δερμάτων ἠρυθροδανωμένων καὶ ὑακινθίνων καὶ τὰ ἑξῆς, ἵνα δείξῃ τὴν σκηνὴν ἐκεῖσε σκηνὴν μὲν οὖσαν, ἀπεκδεχομένην δὲ τὴν τελειοτάτην σκηνὴν τοῦ Χριστοῦ. δέρμα γὰρ ἀπὸ σώματος γίνεται, νεκρὸν ὄν, ὡς σκίασμα σώματος ζῶντος, ἵνα δείξῃ σώματα εἶναι τὴν σκηνὴν τοῦ θεοῦ· ἐπειδὴ γὰρ ἐν σώμασιν ἁγίοις κατασκηνοῖ θεός, πληρουμένου τοῦ ῥητοῦ ὅτι «κατασκηνώσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω».
PG 41:947ἔμελλεν οὖν πλάνη τις γίνεσθαι ἐν πιστοῖς, εἰ μὴ ἡ βίβλος πνευματικῶς ἡμῖν ἀπεκαλύφθη, ἵνα μάθωμεν μὴ σαλπίγγων εἶναι χρείαν, ἀλλὰ εἰδέναι ὅτι πνευματική ἐστιν ἡ πᾶσα τοῦ θεοῦ πραγματεία, ἵνα μὴ κατὰ τὰς Ἰουδαϊκὰς χαλκᾶς σάλπιγγας λάβωμεν ἢ ἀργυρᾶς, ἀλλὰ πνευματικῶς νοήσωμεν ἀπ’ οὐρανοῦ εἶναι τῆς ἐκκλησίας τὸ κήρυγμα, ὡς καὶ ἄλλῃ που εἶπεν «ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σαλπιοῦσιν ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ». σάλπιγγες γὰρ ἦσαν οἱ προφῆται, σάλπιγξ δὲ μεγάλη ἡ ἁγία φωνὴ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ. διὰ τοῦτο καὶ ἀγγέλοις ἐδόθη ἀποκαλύψαι ἡμῖν· «σαλπίσει, γάρ φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται». εἰ δὲ χλευάζονται παρ’ ὑμῖν, ὦ οὗτοι, αἱ τῶν ἀγγέλων σάλπιγγες διὰ τὸ ἐν τῇ Ἀποκαλύψει γεγράφθαι, χλευάζεται ἄρα καὶ ἡ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ σάλπιγξ εἰρημένη· «καταβήσεται, γάρ φησιν, κύριος ἀπ’ οὐρανοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι καὶ οἱ νεκροὶ ἀναστήσονται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐν φωνῇ ἀρχαγγέλου». συνᾴδοντος τοίνυν τοῦ Παύλου τῷ ἁγίῳ ἀποστόλῳ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει, ποία τις ὑπολείπεται ἀντιλογία; πῶς δὲ οὐκ εὐθὺς ἑκάστη πλάνη ἐλεγχθήσεται, τοῦ θεοῦ ἐν ἑκάστῳ [ὑπὲρ] τῶν ἁγίων δεδωκότος μαρτυρίαν; 33.
Εἶτά τινες ἐξ αὐτῶν πάλιν ἐπιλαμβάνονται τούτου τοῦ ῥητοῦ ἐν τῇ αὐτῇ Ἀποκαλύψει καὶ φάσκουσιν ἀντιλέγοντες ὅτι «εἶπεν πάλιν· γράψον τῷ ἀγγέλῳ τῆς ἐκκλησίας τῆς ἐν Θυατείροις, καὶ οὐκ ἔνι ἐκεῖ ἐκκλησία Χριστιανῶν ἐν Θυατείροις. πῶς οὖν ἔγραφε τῇ μὴ οὔσῃ;» καὶ εὑρίσκονται οἱ τοιοῦτοι ἑαυτοὺς ἀναγκάζοντες ἐξ αὐτῶν ὧν κηρύττουσι ὑπὲρ τῆς ἀληθείας ὁμολογεῖν. ἐὰν γὰρ εἴπωσιν «οὐκ ἔνι νῦν ἐκκλησία εἰς Θυάτειρα» δεικνύουσι προπεφητευκέναι τὸν Ἰωάννην. ἐνοικησάντων γὰρ τούτων ἐκεῖσε [καὶ] τῶν κατὰ Φρύγας καὶ δίκην λύκων ἁρπαξάντων τὰς διανοίας τῶν ἀκεραίων πιστῶν, μετήνεγκαν τὴν πᾶσαν πόλιν εἰς τὴν αὐτῶν αἵρεσιν, οἵ τε ἀρνούμενοι τὴν Ἀποκάλυψιν κατὰ τοῦ λόγου τούτου εἰς ἀνατροπὴν κατ’ ἐκεῖνο καιροῦ ἐστρατεύοντο. νῦν δὲ διὰ τὸν Χριστὸν ἐν τῷ χρόνῳ τούτῳ, μετὰ χρόνον ριβ ἐτῶν, ἔστιν [ἐκεῖ] ἡ ἐκκλησία καὶ αὔξει, [εἰ] καὶ ἄλλοι τινὲς ἐκεῖσε τυγχάνουσι· τότε δὲ ἡ πᾶσα ἐκκλησία ἐκενώθη εἰς τὴν κατὰ Φρύγας.
PG 41:949διὸ καὶ ἐσπούδασε τὸ ἅγιον πνεῦμα ἀποκαλύψαι ἡμῖν πῶς ἤμελλε πλανᾶσθαι ἡ ἐκκλησία μετὰ τὸν χρόνον τῶν ἀποστόλων, τοῦ τε Ἰωάννου καὶ τῶν καθεξῆς, ὃς ἦν χρόνος μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν , ἐπὶ ἐνενήκοντα τρισὶν ἔτεσιν, ὡς μελλούσης τῆς ἐκεῖσε ἐκκλησίας πλανᾶσθαι καὶ χωνεύεσθαι ἐν τῇ κατὰ Φρύγας αἱρέσει. οὕτω γὰρ εὐθὺς διελέγχει [αὐτοὺς] ὁ κύριος ἐν τῇ Ἀποκαλύψει λέγων «γράψον τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας· τάδε λέγει ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρὸς καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· οἶδά σου τὰ ἔργα καὶ τὴν πίστιν καὶ ἀγάπην καὶ τὴν διακονίαν, καὶ ὅτι τὰ ἔσχατά σου πλείονα τῶν πρώτων. ἔχω δὲ κατὰ σοῦ, ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ ἀπατᾶν τοὺς δούλους μου, λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκουσαν φαγεῖν εἰδωλόθυτα καὶ πορνεύειν. καὶ ἔδωκα αὐτῇ χρόνον μετανοῆσαι καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς». οὐχ ὁρᾶτε, ὦ οὗτοι, ὅτι περὶ τῶν γυναικῶν λέγει τῶν ἐν οἰήσει προφητείας ἀπατωμένων καὶ ἀπατωσῶν πολλούς;
φημὶ δὲ περὶ Πρισκίλλας καὶ Μαξιμίλλας καὶ Κυϊντίλλας, ὧν ἡ ἀπάτη οὐ λέληθε τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ προεθέσπισε προφητικῶς ἐν τῷ στόματι τοῦ ἁγίου Ἰωάννου, πρὸ κοιμήσεως αὐτοῦ προφητεύσαντος ἐν χρόνοις Κλαυδίου Καίσαρος καὶ ἀνωτάτω, ὅτε εἰς τὴν Πάτμον νῆσον ὑπῆρχεν· ὁμολογοῦσι γὰρ καὶ οὗτοι ἐν Θυατείροις ταῦτα πεπληρῶσθαι. ἄρα γοῦν κατὰ προφητείαν ἔγραφε τοῖς ἐκεῖ ἐν Χριστῷ κατ’ ἐκεῖνο καιροῦ πεπολιτευμένοις ὅτι ἤμελλεν ἑαυτὴν γυνὴ προφῆτιν καλεῖν. καὶ διέπεσεν ὁ κατὰ τῆς ἀληθείας ἐπεγειρόμενος πανταχόθεν ἐπινενοημένος λόγος, δεικνυμένου τοῦ κατὰ τὴν Ἀποκάλυψιν λόγου προφητικοῦ ὄντος ἐκ πνεύματος ἁγίου κατὰ ἀλήθειαν. 34. Ἐπαίρονται δὲ πάλιν τῇ διανοίᾳ οἱ αὐτοὶ λεξιθηροῦντες ἀπείρως, ἵνα δόξωσι παρεκβάλλειν τὰ τοῦ ἁγίου ἀποστόλου βιβλία, φημὶ δὲ τοῦ αὐτοῦ Ἰωάννου τό τε εὐαγγέλιον καὶ τὴν Ἀποκάλυψιν [τάχα δὲ καὶ τὰς ἐπιστολάς· συνᾴδουσι γὰρ καὶ αὗται τῷ εὐαγγελίῳ καὶ τῇ Ἀποκαλύψει], καί φασιν ὅτι «εἶδον, καὶ εἶπε τῷ ἀγγέλῳ· λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου.
καὶ ἤκουσα τὸν ἀριθμὸν τοῦ στρατοῦ, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες καὶ ἦσαν ἐνδεδυμένοι θώρακας πυρίνους καὶ θειώδεις καὶ ὑακινθίνους». ἐνόμισαν γὰρ οἱ τοιοῦτοι μή πη ἄρα γελοῖόν [τί] ἐστιν ἡ ἀλήθεια. ἐὰν γὰρ λέγῃ τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐν τῷ Εὐφράτῃ καθεζομένους, ἵνα δείξῃ τὰς διαφορὰς τῶν ἐκεῖσε ἐθνῶν καθεζομένων ἐπὶ τὸν Εὐφράτην, οἵτινές εἰσιν Ἀσσύριοι, Βαβυλώνιοι καὶ Μῆδοι καὶ Πέρσαι. αὗται γὰρ αἱ τέσσαρες βασιλεῖαι κατὰ διαδοχὴν ἐν τῷ Δανιὴλ ἐμφέρονται, ὧν πρῶτοι Ἀσσύριοι ἐβασίλευσαν καὶ Βαβυλώνιοι ἐν χρόνοις αὐτοῦ, Μῆδοι δὲ διεδέξαντο, μετ’ αὐτοὺς δὲ Πέρσαι, ὧν πρῶτος γέγονε Κῦρος βασιλεύς. τὰ γὰρ ἔθνη ὑπὸ ἀγγέλους τεταγμένα εἰσίν, ὡς ἐπιμαρτυρεῖ μοι Μωυσῆς ὁ ἅγιος τοῦ θεοῦ θεράπων, τὸν λόγον κατὰ ἀκολουθίαν ἑρμηνεύων καὶ λέγων «ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». εἰ οὖν τὰ ἔθνη ὑπὸ ἀγγέλους εἰσὶ τεταγμένα, δικαίως εἶπε·
PG 41:953«λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου», ἐφισταμένους δηλονότι καὶ ἐπεχομένους ἐπιτρέπειν τοῖς ἔθνεσιν εἰς πόλεμον, ἕως καιροῦ μακροθυμίας κυρίου, ἕως προστάξῃ δι’ αὐτῶν ἐκδικίαν γενέσθαι τῶν ἁγίων αὐτοῦ. κρατοῦνται γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ πνεύματος, μὴ ἔχοντες καιρὸν ἐπιδρομῆς, διὰ τὸ μηδέπω λύειν αὐτοὺς τὴν δίκην τοῦ τὰ λοιπὰ ἔθνη λύεσθαι ἕνεκεν τῆς εἰς τοὺς ἁγίους ὕβρεως. λύονται δὲ οἱ τοιοῦτοι καὶ ἐπέρχονται τῇ γῇ, ὡς Ἰωάννης προφητεύει καὶ οἱ λοιποὶ προφῆται· καὶ γὰρ κινούμενοι οἱ ἄγγελοι κινοῦσι τὰ ἔθνη εἰς ὁρμὴν ἐκδικίας. ὅτι δὲ θειώδεις καὶ πυρίνους καὶ ὑακινθίνους θώρακας ἐσήμαινεν, οὐδεὶς ἀμφιβάλλῃ. ἐκεῖνα γὰρ τὰ ἔθνη ἀπὸ τῆς τοιαύτης χρόας ἔχει τὴν ἀμφίασιν. τὰ μὲν γὰρ θειώδη ἱμάτια χρόα τίς ἐστι μηλίνη οὕτω καλουμένη ἐρεᾶ, τὰ δὲ πύρινα, ἵνα εἴπῃ τὰ κόκκινα ἐνδύματα καὶ τὰ ὑακίνθινα, ἵνα δείξῃ τὴν καλλαί̈νην ἐρεᾶν. 35.
Ἀλλὰ οὗτοι μὴ δεξάμενοι πνεῦμα ἅγιον ἀνακρίνονται μὲν πνευματικῶς, μὴ νοοῦντες τὰ τοῦ πνεύματος καὶ κατὰ τῶν λόγων τοῦ πνεύματος βουλόμενοι λέγειν καὶ οὐκ εἰδότες τὰ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ χαρίσματα, ἅτινα ἀληθῶς καὶ εὐσταθῶς ἐν παρακολουθήσει καὶ ἐρρωμένῳ νῷ τὸ πνεῦμα τὸ ἅγιον διηγήσατο, οἵ τε ἅγιοι προφῆται καὶ οἱ ἅγιοι ἀπόστολοι· ἐν οἷς καὶ ὁ ἅγιος Ἰωάννης διά τε τοῦ εὐαγγελίου καὶ τῶν ἐπιστολῶν καὶ τῆς Ἀποκαλύψεως ἐκ τοῦ αὐτοῦ χαρίσματος τοῦ ἁγίου μεταδέδωκε τῇ ἁγίᾳ ἐκκλησίᾳ. φθάνει δὲ καὶ ἐπ’ αὐτοὺς τὸ εἰρημένον ὅτι «τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι». καὶ γὰρ κατὰ τῶν ῥημάτων τῶν ὑπὸ τοῦ πνεύματος εἰρημένων οὗτοι ἐστρατεύσαντο. Τῶν δὲ τοιούτων καὶ τοσούτων εἰρημένων κατὰ τῆς τοιαύτης αἱρέσεως ἱκανῶς ἔχειν νομίσαντες καὶ ὡς σκολόπενδραν ἢ ἴουλον καλούμενον ἑρπετὸν πολύποδα, ὀλίγον μὲν τῇ δυνάμει καὶ τῇ περιωδυνίᾳ τοῦ ἰοῦ, πολύπουν δὲ καὶ μακροείκελον, τῇ τοῦ θεοῦ δυνάμει καὶ ἀληθείᾳ καταπατήσαντες ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες σὺν τῇ τοῦ θεοῦ δυνάμει ἴωμεν, ἀγαπητοί.

Against the Adamiani 32 (Sequence 52)Κατὰ Ἀδαμιανῶν λβ, τῆς δὲ ἀκολουθίας νβ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Ἀδαμιανῶν λβ, τῆς δὲ ἀκολουθίας νβ.
1. Ἀσπάλακα καλοῦσί τι ζῷον ἐν τῇ γῇ κάτω ἐμφωλεῦον τετράπουν ῥῆττόν τε τὴν γῆν καὶ ἐν τοῖς μυχαιτάτοις αὐτῆς ἔχον ἑαυτοῦ τὴν οἴκησιν. τὰ δὲ πάντα τοῦ ζῴου ὑπάρχει ὡσεὶ μικροῦ σκύλακος κυνός, τὴν [αὐτὴν] περιφέρειαν τῆς ἡλικίας ἔχον, ᾧ οὐδ’ ὅλως ὑπάρχει ὅρασις. ἐρημωτικὸν δὲ ὂν τὸ ζῷον κάτωθεν ἐκριζοῖ πάντα τὰ τῶν ἀνθρώπων γεωργήματα, τά τε σικυήλατα πάντα μάλιστα καὶ τὰ δριμέα φυτεύματα κρομμύων τε καὶ σκορόδων, βολβῶν καὶ τῶν τοιούτων, κρίνων τε καὶ τῶν ἄλλων. ἐὰν δὲ λαθὼν ἐν τῷ ῥήττειν φθάσῃ ἐπὶ τῆς γῆς ἔξω εἰς τὸν ἀέρα γενέσθαι ἢ ἁλοὺς θηρευθείη ὑπὸ τῶν ἀνθρώπων, γελοῖόν τι ἐμποιεῖ πᾶσι τοῖς τοῦτο τὸ ζῷον θηρεύσασιν. οὕτως καὶ αὐτὸς ἐπιχειρῶ λέγειν περὶ τῆς νυνὶ μετὰ χεῖρας [οὔσης] αἱρέσεως, ὡς μὲν κατὰ τὴν καρδίαν τυφλώττει καὶ ἀνοητεῖ, ἐρημίαν δὲ ἑαυτῇ ἐργάζεται καὶ τὴν στάσιν ἑαυτῆς κάτωθεν ἐκτέμνει, ῥιζῶν τε πολλῶν [φημὶ δὲ] τῶν εἰς αὐτὴν ἐμπεπτωκότων ἀνδρῶν τὴν λύμην ἀπεργάζεται. τοῖς δὲ συνετοῖς εἴ ποτε γένοιτο κατοπτευθῆναι αὐτήν, γέλωτα οὐ τὸν τυχόντα παρασκευάζει·
PG 41:955ὡς καὶ τὸ προειρημένον ζῷον διὰ τὴν αὐτοῦ τύφλωσιν ἐμπαιζόμενον [καὶ] διὰ τὴν ἀορασίαν [καὶ] μὴ εὑρίσκον ποῦ τὴν εἰσαγωγὴν ποιήσασθαι, οὕτως καὶ αὕτη ἡ αἵρεσις. ἐπέθεντο γὰρ ἑαυτοῖς τοῦ Ἀδὰμ τὸ ὄνομα. τοῦτο δὲ ἀπὸ ἀκοῆς ἀνδρῶν πολλῶν ἀκηκοότες φαμέν· οὐ γὰρ ἐν συγγράμμασιν ηὕραμεν οὔτε μὴν περιετύχομεν τοιούτοις τισί. πολλῶν οὖν εἰρηκότων ἄξιον καὶ αὐτῆς μνησθῆναι ἐδικαιώσαμεν. διὸ καὶ δικαίως ταύτην παρεικάσαμεν τῷ προειρημένῳ τυφλῷ ζῴῳ καὶ ἀνδράσιν οὐ τάχιον φαινομένῳ, διὰ τὸ κρύβδην ἐν τῇ γῇ εἶναι καὶ κάτωθεν τὴν λύμην ἐργάζεσθαι. περιγέλαστος δέ ἐστι, καὶ ἐσκεπτόμην μηδ’ ὅλως εἰς ἀριθμὸν αὐτὴν φέρειν. διὰ δὲ τὸ ὅλως ἦχον αὐτῆς εἶναι ἐν κόσμῳ, οὐδὲν λυπήσειε τὸν συνετὸν ἀκροατὴν περὶ πάντων εἰδέναι τῶν ἐν τῷ κόσμῳ ὑπὸ τοῦ διαβόλου ζιζανίων ἐσπαρμένων. εἴτε γὰρ ἔστιν ἡ τοιαύτη εἴτε μὴ ἔστι, πολλῶν λεγόντων ἀκηκοότι ἀσφαλείας χάριν καὶ περὶ αὐτῆς εἰπεῖν εὔλογόν μοι πέφηνε καὶ μὴ παραλεῖψαι, κἄν τε καταλέλυται καὶ οὐκέτι ὑπάρχει. οὐ γὰρ ἀσφαλῶς ἐπίσταμαι εἰ ἔτι ἔστιν ἢ μὴ ἔστι. τί δὲ εἰς μακρὸν ἀποτείνομαι χρόνον τῷ προοιμίῳ χρώμενος πρὸς διήγησιν;
ἄρξομαι δὲ τὸ γελοῖον διηγεῖσθαι, μᾶλλον δὲ τὸ πένθος· ἅμα γὰρ τὰ δύο ἔχει, γελοῖον καὶ πένθος, [πένθος μὲν] ὅτι πῶς ὁ διάβολος ἐνεκύησεν ἐν τῇ τῶν ἀνθρώπων διανοίᾳ χλευάσαι τὸ πλάσμα τὸ ἐκ θεοῦ πεπλαςμένον, γελοῖον δὲ περὶ τῶν μήτε ὁρώντων μήτε τι συνετὸν διανενοημένων. 2. Πρῶτον γάρ φασι τοὺς τοιούτους τὰς αὐτῶν ἐκκλησίας ἤτοι φωλεοὺς καὶ σπήλυγγας [οὕτω γὰρ εἴποιμι τὰς τῶν αἱρέσεων συνελεύσεις] ἐν ὑποκαύστοις οἰκοδομεῖσθαι ὑποκαίειν τε κάτωθεν, διὰ τὸ εἶναι αἴθμην εἰς θάλψιν τῶν ἔνδον ἐν τῷ οἰκίσκῳ συναγομένων. ἐν δὲ τῷ εἰσιέναι ἱματιοφύλακές εἰσί τινες πρὸς ταῖς θύραις δίκην καμψαρίων ὑπ’ αὐτῶν ἐπιτεταγμένοι καὶ ἕκαστος εἰσιών, ἤτοι ἀνὴρ ἤτοι γυνή, ἐκδυόμενος ἔξω εἴσεισι γυμνὸς ὡς ἀπὸ μητρὸς ὅλῳ τῷ σώματι, οἵ τε δοκοῦντες αὐτῶν ἀρχηγοὶ καὶ διδάσκαλοι πάντες ὡς ἐκ μητρὸς καθέζονται, οἱ μὲν ἄνω οἱ δὲ κάτω ἀναμὶξ καὶ σποράδην. εἰσὶ δὲ πάντες παρ’ αὐτοῖς ἐγκρατεῖς δῆθεν λεγόμενοί τε καὶ κομπάζοντες, καὶ παρθένοι, ὡς ἑαυτοὺς ἀπατῶσι· τάς τε ἀναγνώσεις καὶ τὰ ἄλλα αὐτῶν πάντα γυμνοὶ ὄντες τελοῦσιν.
PG 41:957εἰ δὲ δόξειέ τινα, ὡς καὶ τοῦτο λέγουσιν, ἐν παραπτώματι γενέσθαι, οὐκέτι τοῦτον συνάγουσι· φάσκουσι γὰρ αὐτὸν [εἶναι] τὸν Ἀδὰμ τὸν βεβρωκότα ἀπὸ τοῦ ξύλου καὶ κρίνουσιν ἐξεοῦσθαι ὡς ἀπὸ τοῦ παραδείσου τοῦτον ἐκ τῆς αὐτῶν ἐκκλησίας. ἡγοῦνται γὰρ τὴν ἑαυτῶν ἐκκλησίαν εἶναι τὸν παράδεισον καὶ αὐτοὺς εἶναι τοὺς περὶ Ἀδὰμ καὶ Εὔαν. τίνι οὖν τῷ λόγῳ ὑποκαίουσι τὸν οἰκίσκον, ἵνα μὴ τὸ κρύος αὐτῶν ἐφάψηται; Ἀδὰμ γὰρ καὶ Εὔα οὐκ ἐν ὑποκαύστῳ οἴκῳ τὴν δίαιταν εἶχον οὔτε ἐν φλογμῷ τινι ὑπεπιέζοντο οὔτε κρύος αὐτοὺς ἐφόρτου. ἦν δὲ αὐτοῖς ἀὴρ καθαρώτατος καὶ [μετὰ] πάσης εὐκρασίας εὐτάκτως ἐκ θεοῦ μεμετρημένος, οὔτε ἀπηνότητι ψυχρίας τετονωμένος οὔτε ἀηδεστάτῃ ἐκπυρώσει καύσωνος ἐπηρτημένος, διαίτῃ δὲ ἀμβροσίᾳ [εὖ] μάλα ἐκ θεοῦ πεποιημένῃ ὁ χῶρος ἐτέτακτο, θυμηδίας καὶ εὐζωί̈ας ἐμπεπλησμένος, καὶ οὔτε ῥίγει ὑπέπιπτον οὔτε καύσωνι, ὡς ἔφην. τούτων δὲ τοιούτων ἐπιδεομένων δήλη παρ’ αὐτοῖς ἡ χλεύη γίνεται. 3. Εἶτα δὲ καὶ τὸ ἕτερον σκοπήσωμεν, πῶς ἡ πᾶσα πλάνη διελέγχεται, ὅτι οὐ μίαν ὥραν ἐκεῖνοι γυμνοὶ ἦσαν, ἀλλὰ διηνεκῶς «καὶ οὐκ ᾐσχύνοντο».
τούτοις δὲ οὐ διὰ τὸ μὴ αἰσχύνεσθαι ἡ γύμνωσις, κἄν τε οὕτως αὐτοὶ νομίσωσιν, ἀλλ’ ἕνεκεν ἀκορέστου ἡδονῆς, κόραις ὀφθαλμῶν ἐμποιούσης τὴν θέλξιν. ἀφῄρηται γὰρ ἀπ’ αὐτῶν ἡ αἰδὼς ἡ ἐν πάσαις ἁγίαις γραφαῖς ἐπαινουμένη καὶ ἀληθῶς πεπλήρωται τὸ παρὰ τῷ προφήτῃ εἰρημένον, τό «ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας». μετὰ δὲ τὴν ὥραν ἐκείνην ἔξω ἱματίοις ἀμφιέννυνται καὶ οὐκέτι εἰσὶν ὁ Ἀδάμ. οὔτε γὰρ εὐθὺς ἐκεῖνος καὶ ἡ αὐτοῦ γυνὴ ἱματίων ηὐπόρησαν, ἀλλὰ πρῶτον μὲν φύλλα συκῆς ἑαυτοῖς ἔρραψαν, ἔπειτα δὲ χιτῶνες δερμάτινοι αὐτοῖς ἐδόθησαν καὶ οὕτως μετὰ πολὺν χρόνον τῆς αὐτῶν ζωῆς «ἡ παμποίκιλος τοῦ θεοῦ» σοφία τὴν εἴδησιν αὐτοῖς ἐνέβαλε τῶν ἀμφίων. καὶ κατὰ πάντα τρόπον οὗτοι χλευασθήσονται, λέγοντες ἑαυτοὺς εἶναι τοὺς περὶ Ἀδάμ, καταψευδόμενοι ἑαυτῶν καὶ ἅμα ἀληθεύοντες. ὅτι μὲν γὰρ οὗτοι Ἀδὰμ οὐχ ὑπάρχουσι, τοῦτο δῆλον ἐκ πολλῶν τεκμηρίων, ὡς καὶ ὑπεδείξαμεν· ὅτι δὲ ὑπὸ τοῦ νοητοῦ ὄφεως ἐμπαίζονται, τοῦτο δῆλον διὰ τῆς παραπεποιημένης αὐτῶν σχηματουργίας καὶ γυμνώσεως καὶ αἰσχύνης καὶ χλεύης. Οὐκ ἄξιον δὲ ἡμᾶς περὶ πολλοῦ ποιεῖσθαι τούτων τὴν ἀνατροπήν.
οὔτε γὰρ τὸ ὅμοιον αὐτῶν ζῷον σκευῶν πολεμικῶν ἢ μεγάλων ὅπλων ἐπιδέεται πρὸς ἀναίρεσιν. διὰ γὰρ μικρᾶς ῥάβδου τὸ τοιοῦτον ἀφανίζεται. πολλάκις δὲ μετὰ τὸ ἀνενεχθῆναι ἐκ τοῦ φωλεοῦ καταλιμπάνεται μόνον καὶ ἑαυτῷ διαφθείρεται, γελώμενον καὶ ἐμπαιζόμενον καὶ μὴ εὑρίσκον τὴν καταφυγήν, ὡς καὶ οὗτοι ἁλόντες αἰσχύνονται διὰ τῆς παγγελάστου χλεύης καὶ ἀσέμνου διαγωγῆς καὶ ὑποθέσεως τῆς ληρῳδίας. τὰς δὲ ἑξῆς διασκοπήσοντες πάλιν εὐξώμεθα κύριον ἀρήγειν ἡμῖν εἰς τὴν τῶν ἄλλων εὕρεσίν τε καὶ ἀνατροπὴν καὶ ἡμῶν καὶ τῶν ἐντυγχανόντων σωτηρίαν.

Against the Sampsaeans 33, Sequence 53Κατὰ Σαμψαίων λγ, τῆς δὲ ἀκολουθίας νγ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:959Κατὰ Σαμψαίων λγ, τῆς δὲ ἀκολουθίας νγ. 1. Σαμψαίων τινῶν ἐν τῇ Περαίᾳ, περὶ ὧν ἤδη ἐν ταῖς ἄλλαις αἱρέσεσιν ἐπεμνήσθημεν, τῶν δὴ καὶ Ἐλκεσαίων καλουμένων, αἵρεσίς τις ὑπάρχει ἐν τῇ Περαίᾳ οὕτω καλουμένῃ χώρᾳ πέραν τῆς ἁλυκῆς ἤτοι νεκρᾶς καλουμένης θαλάσσης, ἔν [τε] τῇ Μωαβίτιδι χώρᾳ περὶ τὸν χειμάρρουν Ἀρνὼν καὶ ἐπέκεινα ἐν τῇ Ἰτουραίᾳ καὶ Ναβατίτιδι, ὡς καὶ ἤδη μοι πολλάκις περὶ τούτων δεδήλωται.
οὗτοι γὰρ αὐχοῦσι τὸν Ἠλξαῖον αὐτῶν εἶναι διδάσκαλον, ἔτι δὲ καὶ εἰς δεῦρο τοῦ γένους αὐτοῦ ὑπαρχούσας δύο γυναῖκας, προσκυνουμένας ὡς θεὰς δῆθεν διὰ τὸ εἶναι αὐτὰς ἐκ σπέρματος εὐλογημένου. κέχρηνται δὲ τῇ βίβλῳ ταύτῃ καὶ Ὀσσαῖοι καὶ Ἐβιωναῖοι καὶ Ναζωραῖοι, ὡς καὶ ἤδη πολλάκις εἶπον. φύσει δὲ οὗτοι οἱ Σαμψαῖοι ἐξ αὐτῆς ὁρμῶνται, οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε Ἰουδαῖοι οὔτε Ἕλληνες, ἀλλὰ μέσον ἁπλῶς ὑπάρχοντες οὐδέν εἰσι. φασὶ δὲ καὶ ἄλλο βιβλίον ἔχειν Ἰεξαὶ λεγόμενον ἀδελφοῦ τοῦ Ἠλξαί̈. θεὸν δὲ ἕνα λέγουσι καὶ δῆθεν αὐτὸν σέβουσι βαπτισμοῖς τισι χρώμενοι· πρόσκεινται δὲ Ἰουδαίοις οὐκ ἐν ἅπασιν. ἀπέχονται δὲ καὶ ἐμψύχων τινὲς ἐξ αὐτῶν. ὑπεραποθνῄσκουσι δὲ τῶν ἐκ γένους τοῦ Ἠλξαί̈. καὶ ἐν μὲν τῷ χρόνῳ τούτῳ ἠκηκόειν ὅτι τέθνηκεν ἡ μία γυνὴ ἡ Μαρθοῦς καλουμένη, ἔμεινε δὲ καὶ ἔτι νῦν Μαρθάνα, εἰ μὴ καὶ αὐτὴ τέθνηκεν. εἴ ποτε δὲ ἔξοδον εἶχον αἱ τοιαῦταί ποι βαδίζουσαι, συνεπόμενοι οἱ ὄχλοι αὐτῶν τὸν χοῦν τῶν ποδῶν λαμβάνοντες ἰάσεως ἕνεκεν δῆθεν καὶ τὸν σίελον τῶν πτυσμάτων ὡσαύτως μεγάλως ἐμπαιζόμενοι ἐχρῶντο ἐν φυλακτηρίοις τε καὶ περιάπτοις.
πᾶσα γὰρ πλάνη ἔσχε πρῶτον τὴν τύφλωσιν, ἔπειτα τὴν κενοφωνίαν. καὶ οὔτε προφήτας δέχονται οἱ τοιοῦτοι οὔτε ἀποστόλους, τὰ πάντα δὲ παρ’ αὐτοῖς ἠπάτηται. τετίμηται δὲ αὐτοῖς τὸ ὕδωρ καὶ τοῦτο ὡς θεὸν ἡγοῦνται, σχεδὸν φάσκοντες εἶναι τὴν ζωὴν ἐκ τούτου. Χριστὸν δὲ ὀνόματι ὁμολογοῦσι, κτίσμα αὐτὸν ἡγούμενοι καὶ ἀεί ποτε φαινόμενον. καὶ πρῶτον μὲν πεπλάσθαι αὐτὸν ἐν τῷ Ἀδάμ, ἐκδύεσθαι δὲ αὐτὸν τὸ σῶμα τοῦ Ἀδὰμ καὶ πάλιν ἐνδύεσθαι, ὅτε βούλεται. καλεῖσθαι δὲ αὐτὸν Χριστὸν καὶ εἶναι τὸ ἅγιον πνεῦμα ἀδελφὴν αὐτοῦ θηλυκῷ σχήματι ὑπάρχουσαν, ἐνενήκοντα ἓξ μιλίων τὸ ὕψος ἕκαστον αὐτῶν ἔχον, τόν τε Χριστὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ πλάτος εἰκοσιτεσσάρων, καὶ πολλὰ ληρώδη ἕτερα . 2. Ἤδη δὲ περὶ τούτων πολλάκις ἐν ἄλλαις αἱρέσεσι διηγούμενος τὰς ἀνατροπὰς πεποίημαι· διὸ οὐκ ἀναγκαῖον ἡγησάμην περὶ πολλοῦ ποιήσασθαι τὴν αὐτῶν κατάλυσιν τῆς ἀνατροπῆς, ὡς ἤδη ἡμῶν ἐργασαμένων εἰς αὐτὸν τὸν Ἠλξαῖον εἴτ’ οὖν Ἠλξαὶ̈ καὶ τοὺς ἀπ’ αὐτοῦ ἐν ταῖς ἄλλαις προδεδηλωμέναις αἱρέσεσι· πᾶσι γὰρ φωρατὸς ὁ τοιοῦτος καὶ ἡ ἐξ αὐτοῦ αἵρεσις ὅτι πεπλάνηται.
PG 41:961ὡς οὖν σαύραν ἡλιακὴν πεπαικότες ῥάβδῳ ἐλπίδος Χριστοῦ καὶ τοῦ σταυροῦ ἐπὶ τὰς ἑξῆς ἴωμεν. ἄξιον γάρ ἐστιν ᾧ ὀνόματι ἑαυτοὺς καὶ οὗτοι ὠνόμασαν, τῷ αὐτῷ κεχρῆσθαι αἰνίγματι εἰς φράσιν τῆς αὐτῶν παραπεποιημένης ἐπωνυμίας. Σαμψαῖοι γὰρ ἑρμηνεύονται Ἡλιακοί· διὸ καὶ τοῦ ζῴου ἐπεμνήσθημεν. ταύτην γὰρ σαύραν οὕτω κικλῄσκουσιν ἡλιακὴν οἱ ἄνθρωποι. χείρων δὲ ἡ αἵρεσις αὕτη τῆς σαύρας, μηδὲ τὸ ἀκαριαῖον τῆς ὠφελείας αὐτῆς ἔχουσα. ἐκείνη γὰρ ἀμβλυωπήσασα χρόνῳ ἀναβλέπει διὰ ἡλιακῆς στροφάλιγγος· ἐν φωλεῷ [γὰρ] πρὸς ἀνατολὴν προσέχοντι ἑαυτὴν προσθλίψασα καὶ νηστεύσασα πρὸς ἀνατολήν [τε] κατανοοῦσα ἀποτίθεται τὴν ἀμβλυωπίαν· αὕτη δέ φημι ἡ αἵρεσις ἐν ἅπασιν [τὴν] ἀφροσύνην κέκτηται τοῦ ζῴου, οὐ μὴν κἂν τὸ ὀλίγον τοῦ ἐπαίνου. οὕτως οὖν καὶ αὕτη ἡ αἵρεσις, σαύρα ἡμῖν λεχθεῖσα ἡλιακή, [καὶ] καταπατηθεῖσα ὑπὸ τῆς ἀληθείας αὐτοῦ μενέτω, μηδὲν κατισχύουσα κατὰ τῆς τοῦ θεοῦ ἀληθείας· ἡμεῖς δὲ ἐπὶ τὰς ἄλλας, ὡς εἴπαμεν, ἐξορμήσωμεν.

Against the Theodotians 34, sequence 54Κατὰ Θεοδοτιανῶν λδ, τῆς δὲ ἀκολουθίας νδ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Θεοδοτιανῶν λδ, τῆς δὲ ἀκολουθίας νδ. 1.
Ἀνέστη πάλιν Θεόδοτός τις, ἀπόσπασμα ὑπάρχων ἐκ τῆς προειρημένης ἀλόγου αἱρέσεως, τῆς ἀρνουμένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὸν ἐν αὐτῷ [κηρυχθέντα] ἐν ἀρχῇ ὄντα θεὸν Λόγον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν, ἀλλὰ καὶ ταῖς ἄλλαις αἱρέσεσι ταῖς προειρημέναις συγγενόμενός τε καὶ συνυπάρξας καὶ κατὰ τὸν χρόνον αὐτὰς διαδεξάμενος, ἐξ οὗπερ οἱ Θεοδοτιανοὶ καλούμενοι. καὶ εἰ μὲν ὑπάρχει ἔτι ἡ αἵρεσις ἀγνοοῦμεν, τὰ δὲ εἰς ἡμᾶς ἀπὸ συγγραμμάτων ἐλθόντα ἐροῦμεν. Οὗτος ὁ Θεόδοτος ἀπὸ Βυζαντίου μὲν ὡρμᾶτο, τῆς νυνὶ Κωνσταντινουπόλεως καλουμένης. σκυτεὺς τὴν τέχνην, πολυμαθὴς δὲ τῷ λόγῳ. οὗτος ἅμα τισὶ πλείοσιν ἐν καιρῷ διωγμοῦ ἐνστάντος [οὐκ οἶδα εἰπεῖν ἐν ποίῳ διωγμῷ] ἀπὸ τοῦ τῆς πόλεως ἄρχοντος συλληφθεὶς [μετὰ πλειόνων] καὶ ἐξετασθεὶς σὺν τοῖς ἄλλοις ὑπὲρ Χριστοῦ, οἱ μὲν ἄλλοι πάντες θεοῦ δοῦλοι τὸ νῖκος ἀπενεγκάμενοι βραβείων ἔτυχον ἐπουρανίων ὑπὲρ Χριστοῦ μαρτυρήσαντες, οὗτος δὲ Χριστὸν ἀρνησάμενος καὶ παραπεσὼν τοῦ σκοποῦ τῆς ἀληθείας ἐν παρεκβάσει γεγένηται, καὶ ἀπὸ αἰσχύνης πολλῆς ὑπὸ πολλῶν ὀνειδιζόμενος ἀπέδρασε τῆς ἑαυτοῦ πατρίδος καὶ ἀναβὰς εἰς Ῥώμην ἐκεῖσε διέτριβεν.
PG 41:963ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν ἐν Ῥώμῃ, πάλιν ἐκεῖ τῷ αὐτῷ ὀνείδει ὑπέπεσε διὰ τὸ ἐγκαλεῖσθαι αὐτὸν ὑπὸ τῶν αὐτὸν εἰδότων ἕνεκεν τῆς πολυμαθίας, ὅτι ἀνὴρ πολυμαθὴς ὢν ἐξέπεσε τῆς ἀληθείας. εἰς ἑαυτοῦ δὲ δῆθεν κακὴν ἀπολογίαν ἐπινενόηκε τουτὶ τὸ καινὸν δόγμα, φήσας ὅτι «θεὸν ἐγὼ οὐκ ἠρνησάμην, ἀλλὰ ἄνθρωπον ἠρνησάμην». εἶτα ἐρωτώμενος «ποῖον ἄνθρωπον» ἀπεκρίνατο λέγων «Χριστὸν ἠρνησάμην ἄνθρωπον». Ἐντεῦθεν οὕτως ἑαυτῷ ἐδογμάτισε δόγμα καὶ οἱ ἀπ’ αὐτοῦ συσταθέντες Θεοδοτιανοί, ψιλὸν ἄνθρωπον φάσκοντες εἶναι τὸν Χριστὸν καὶ ἐκ σπέρματος ἀνδρὸς γεγεννῆσθαι. εἶτα εἰς κακὴν ἑαυτοῦ ἀπολογίαν ὅσαπερ χρήσιμα εὗρεν [οὐχ ἁγνῶς οἰόμενος, ἀλλὰ προφάσει τῆς αὐτοῦ παρεκτροπῆς ταῦτα ἑαυτῷ ἐπισωρεύων] συνήγαγεν, «ὅτι, φησίν, ὁ Χριστὸς ἔφη· νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα». ὁρᾷς, φησίν, ὅτι ἄνθρωπός ἐστιν. 2. ἀλλ’ οὐκ ἔγνω ὁ τάλας ὅτι ἐν ταὐτῷ ὁ κύριος λέγει «τὴν ἀλήθειαν, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου». πατέρα δὲ ἑαυτοῦ λέγει τὸν θεόν· οὐ γὰρ ἄνθρωπον. εἰ γὰρ παρὰ ἀνθρώπου ἀκήκοεν, οὐκ ἐκαυχᾶτο τῇ μαρτυρίᾳ τῆς ἀληθείας, λέγων παρὰ ἀνθρώπων τὴν ἀλήθειαν ἀκηκοέναι·
ἀλλ’ ἵνα σημάνῃ θεὸν αὐτὸν ὄντα ἐκ πατρὸς ἄνωθεν γεγεννημένον, ἄνθρωπον δὲ δι’ ἡμᾶς γενόμενον καὶ ἐν σαρκὶ ἀποκτανθέντα, ἐν θεότητι δὲ ἀεὶ ζῶντα. Εἶτά φησι μηδὲ ἁμαρτίαν πεποιηκέναι ἀρνησάμενον τὸν Χριστόν, «αὐτοῦ, φησί, τοῦ Χριστοῦ εἰπόντος· πᾶσα βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις», καὶ «ὁ λέγων λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ· τῷ δὲ βλασφημοῦντι εἰς τὸ ἅγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ». καὶ ἀγνοεῖ ὁ ἐλεεινὸς ἄνθρωπος ὅτι βουλόμενος ὁ κύριος προασφαλίσασθαι τὴν σωτηρίαν τῶν ποτὲ αὐτὸν βλασφημησάντων καὶ ἐπανακαμπτόντων εἰς μετάνοιαν, ἵνα μὴ ὁρίσῃ αὐτοῖς καταδίκην, τὸν λόγον προθεσπίζει, δι’ ὑπερβολὴν πρᾳότητος καὶ φιλανθρωπίας καὶ διὰ τὸ εἰδέναι αὐτὸν μέλλοντάς τινας ἐπανίστασθαι καὶ βλασφημεῖν τὸ ἅγιον πνεῦμα καὶ ἐν τάξει δούλου αὐτὸ ὁρίζεσθαι καὶ κτιστὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας.
διὸ ἐπασφαλιζόμενός φησιν «ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι αἰῶνι», οὐκ ἐπαινῶν τοὺς βλασφημοῦντας αὐτόν, ἀλλὰ τὴν αὐτοῦ πρόγνωσιν καὶ τὴν αὐτοῦ φιλανθρωπίαν δεικνύς, προασφαλιζομένην τὴν σωτηρίαν τῶν ἀπὸ βλασφημίας αὐτοῦ μετανοούντων. αὐτὸς γὰρ πάλιν φησίν «ὁ ἀρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνηθήσεται ἐνώπιον τοῦ πατρός μου», καὶ πάλιν «ἀρνήσομαι αὐτόν», καὶ πάλιν «ὁ ὁμολογῶν ἐν ἐμοί, ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου». 3. Καὶ πάλιν δὲ ὁ αὐτὸ Θεόδοτός φησι· «καὶ ὁ νόμος περὶ αὐτοῦ ἔφη· προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ ὑμῖν κύριος ὡς ἐμέ· αὐτοῦ ἀκούσατε. Μωυσῆς δὲ ἄνθρωπος ἦν· ὁ οὖν ἐκ θεοῦ ἐγειρόμενος Χριστὸς οὗτος, φησίν, ἦν, ἀλλὰ ἄνθρωπος, ἐπειδὴ ἐξ αὐτῶν ἦν, ὡς καὶ ὁ Μωυσῆς ἄνθρωπος ἦν». καὶ οὐκ οἶδεν ἐν ἑαυτῷ ὁ ἐν παραπτώματι γεγονὼς Θεόδοτος πῶς πάλιν ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς ἀσφάλειαν· ὅτι μὲν γὰρ ἐξ ἀδελφῶν αὐτὸν ἤγειρεν ὁ κύριος, διὰ τὸ ἐκ Μαρίας αὐτὸν γεγεννῆσθαι, ὡς λέγει «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν»·
PG 41:965καὶ παρθένος μένουσα «ἐν γαστρὶ ἕξει» [οὐκ ἐκ σπέρματος ἀνδρός], «καὶ τέξεται υἱόν» [δῆλον ἐν σαρκὶ τὸ γέννημα [τὸ] ἀπὸ παρθένου γεννώμενον], ἀλλά «καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἑρμηνεύεται θεὸς μεθ’ ἡμῶν». ἔστιν γὰρ θεὸς καὶ ἄνθρωπος· θεὸς μὲν ἀπὸ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἄνθρωπος δὲ ἀπὸ Μαρίας διὰ τὴν ἔνσαρκον παρουσίαν. Εἶτά φησι· «καὶ αὐτὸ τὸ εὐαγγέλιον ἔφη τῇ Μαρίᾳ· πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ οὐκ εἶπε· πνεῦμα κυρίου γενήσεται ἐν σοί». διὸ ἐκ πανταχόθεν φιλονεικῶν ὁ ἀνόητος ἄνθρωπος ἐκπίπτει τῆς ἀληθείας. ἀσφαλιζομένη γὰρ ἡ γραφὴ πανταχόθεν τὴν ἡμετέραν ζωήν, ἵνα τὴν τριάδα δείξῃ πάντῃ τε καὶ ἐν παντὶ εἴδει συνοῦσαν ἑαυτῇ καὶ συνεργοῦσαν, ἵνα μή τινες εἴπωσιν ὡς καὶ πολλοὶ προφασίζονται ἑαυτοῖς κακά, ἀλλοτριοῦντες τὸ ἅγιον πνεῦμα τοῦ Χριστοῦ καὶ [τοῦ] πατρός, τούτου ἕνεκεν ὁ ἄγγελος λέγει τῇ Μαριάμ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ ἐπισκιάσει σοι δύναμις ὑψίστου», εἶτα μετέπειτα «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ».
καὶ οὐκ εἶπε μόνον «τὸ γεννώμενον», ἀλλά «διὸ καὶ τὸ γεννώμενον», ἵνα δείξῃ [τὸν] ἄνωθεν θεὸν Λόγον καὶ ἐν μήτρᾳ γενόμενον καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἑαυτοῦ ἐνανθρώπησιν [καὶ] κατὰ τὴν ἑαυτοῦ εὐδοκίαν· καὶ δι’ ἣν ᾠκονόμησεν ἑαυτοῦ ἐνανθρώπησιν εἰς ἡμῶν σωτηρίαν προστίθησι «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». εἰ γὰρ εἶπε «πνεῦμα ἅγιον εἰσελεύσεται εἰς σέ», οὐκέτι υἱὸν θεοῦ ἦν ἡγεῖσθαι ἐν σαρκὶ παραγεγονότα, ἀλλὰ πνεῦμα ἅγιον ἐν σαρκὶ παραγεγονέναι. ὅτι δὲ ἄνωθέν ἐστιν ἐλθὼν ὁ Λόγος, ὁ Ἰωάννης σαφηνίσας τὴν τοῦ ἀγγέλου εὐαγγελικὴν φωνὴν λέγει «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἶτα μετὰ ταῦτα «καὶ ὁ Λόγος σὰρξ ἐγένετο»· καὶ οὐκ εἶπε «τὸ πνεῦμα σὰρξ ἐγένετο», οὐδὲ εἶπε «Χριστὸς ἄνθρωπος ἐγεννήθη». πάντῃ γὰρ ἀσφαλιζομένη ἡ θεία γραφὴ θεὸν καὶ ἄνθρωπον αὐτὸν ἐπίσταται· θεὸν ἀπὸ θεοῦ ἄνωθεν ἥκοντα, ἄνθρωπον δὲ ἀπὸ Μαρίας ἄνευ σπέρματος ἀνδρὸς γεγεννημένον. τῶν δύο τούτων ἀληθινῶν ὁ ἐκτὸς βαίνων οὐχ ὑπάρχει τῆς ἀληθείας. 4.
PG 41:967Προφασίζεται πάλιν ὁ τάλας Θεόδοτος λέγων «ὅτι καὶ ὁ Ἱερεμίας περὶ αὐτοῦ ἔφη ὅτι ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;» καὶ οὐκ οἶδεν [ὁ] ἑαυτὸν τῆς ἀληθείας ἀποξενώσας ὅτι, ὡς ἔφην, ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς δύναμιν τῆς ἑρμηνείας. ὁ γὰρ ἄνθρωπος ὢν πάντως ὑπὸ πολλῶν γινώσκεται τῶν αὐτὸν γινωσκόντων· φημὶ δὲ πατρὸς καὶ μητρός, ἀδελφῶν τε καὶ συγγενῶν, συσκήνων τε καὶ γειτόνων, πολιτῶν τε καὶ οἰκετῶν. ἐνταῦθα δὲ ἡ γραφὴ τὸ θαυμαστὸν διηγουμένη τῆς ὅλης αὐτοῦ πραγματείας ἄνθρωπον μὲν ἔφη διὰ τὴν ἔνσαρκον παρουσίαν, τῷ δέ «τίς γνώσεται αὐτόν» ἐσήμανε περὶ τῆς αὐτοῦ θεότητος τῆς ἀκαταλήπτου. ἐπειδὴ γάρ «οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ τὸν πατέρα οὐδεὶς οἶδεν εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ἀποκαλύψῃ», οὐδεὶς οὖν γνώσεται αὐτόν, ἐὰν μὴ [αὐτὸς] αὐτῷ ἀποκαλύψῃ. ἀποκαλύπτει δὲ διὰ ἁγίου πνεύματος τοῖς αὐτοῦ δούλοις τὴν αὐτοῦ καὶ τὴν τοῦ αὐτοῦ πατρὸς θεότητα καὶ δόξαν καὶ τὴν αὐτοῦ ζωὴν αἰώνιον τὴν μέλλουσαν καὶ τὰ αὐτοῦ μυστήρια καὶ διδασκαλίαν καὶ τὴν αὐτοῦ δι’ ἡμᾶς ἔνσαρκον ἀληθῆ παρουσίαν, ὅτι θεὸς ἄνωθεν καὶ ἄνθρωπος ἀπὸ Μαρίας. 5.
Εἶτα ὁ αὐτός φησι πάλιν Θεόδοτος ὅτι «καὶ Ἠσαί̈ας περὶ αὐτοῦ ἔφη ὅτι ἄνθρωπός ἐστιν, οὕτως εἰπών· ὅτι ἄνθρωπος εἰδὼς φέρειν μαλακίαν· καὶ εἴδομεν αὐτὸν ἐν πληγῇ καὶ ἐν κακώσει καὶ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη». ἀλλὰ οὐκ οἶδε πῶς πάλιν ἐλέγχεται ὁ κτηνώδης. ἐν αὐταῖς γὰρ ταῖς λέξεσιν Ἠσαί̈ας οὕτως εἶπεν «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη». εἶτά φησιν «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται ἀπὸ ἀνθρώπων ἡ ζωὴ αὐτοῦ», καὶ οὐκ εἶπεν «αἴρεται ἡ ζωὴ [ἀπ’] αὐτοῦ», ἀλλά «ἀπὸ ἀνθρώπων». ἀεὶ γὰρ ὁ Λόγος ζῶν ἐστιν ὑπάρχων τε καὶ τὸ ζῇν ἀφ’ ἑαυτοῦ ἔχων καὶ ζωὴν τοῖς αὐτὸν ἠγαπηκόσι διδούς· ἐξ ἀνθρώπων μὲν ἡ ζωὴ αὐτοῦ ἤρθη, ἀφ’ ἑαυτοῦ ζωὴ ὤν. «ζῶν γὰρ ὁ Λόγος» καὶ πᾶσι ζωὴν παρέχων τοῖς ἐπ’ αὐτὸν ἐλπίσασιν ἐν ἀληθείᾳ. καὶ τό «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» . εἰ ἦν ἄνθρωπος ψιλὸς ἀπὸ Μαρίας γεγεννημένος, εὐδιήγητος ἄρα ἦν ἡ αὐτοῦ γέννησις.
PG 41:969ἐπειδὴ δέ ἐστι πρὸ τοῦ Δαυὶδ [καὶ] πρὸ τοῦ Ἀβραάμ, «Ἀβραὰμ γὰρ ὁ πατὴρ ὑμῶν, φησίν, ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη»· εἶτα αὐτῶν θαυμαζόντων καὶ λεγόντων «πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ τὸν Ἀβραὰμ ἑώρακας;», ἐλέγχων Θεόδοτον καὶ τοὺς ἀπίστους καὶ ἐπαρνησιθέους Ἰουδαίους ἔφη «ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πρὸ Ἀβραὰμ ἐγώ εἰμι»· ἦν γὰρ πρὸ Ἀβραὰμ ἀληθῶς καὶ πρὸ Νῶε καὶ πρὸ Ἀδὰμ καὶ πρὸ τοῦ κόσμου καὶ πρὸ τοῦ οὐρανοῦ καὶ πρὸ τοῦ χρόνου τοῦ κόσμου καὶ πρὸ πάντων τῶν κτισμάτων, ἄχρονος ὤν, διὸ καὶ ἄφραστος καταγγέλλεται ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ Ἠσαί̈ου ὅτι «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ». Ἀλλά φησιν, «εἶπαν οἱ ἀπόστολοι ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς σημείοις καὶ τέρασι, καὶ οὐκ εἶπαν· θεὸν ἀποδεδειγμένον». ἐλέγχῃ δὲ πάλιν, Θεόδοτε, ὅτι πάλιν οἱ αὐτοὶ ἀπόστολοι ἐν ταῖς αὐταῖς Πράξεσιν ἔφησαν, ὡς ὁ μακάριος Στέφανός φησιν «ἰδοὺ ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ». 6.
Πάλιν δὲ προφασίζεται λέγων ὅτι «ἔφη περὶ αὐτοῦ ὁ ἀπόστολος ὅτι μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς», καὶ οὐκ οἶδε πῶς πάλιν καθ’ ἑαυτοῦ ἐπεγείρει. ὁ γὰρ εἰπών «μεσίτης θεοῦ καὶ ἀνθρώπων, [ἄνθρωπος] Χριστὸς Ἰησοῦς» αὐτὸς ἐσαφήνισε λέγων «προορισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», καὶ πάλιν «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον». τούτων δὲ ποιούμενος τῶν λέξεων τὴν ἀσφάλειάν φησιν «εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἡμῖν δὲ εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα [καὶ ἡμεῖς εἰς αὐτόν]». εἰ δέ «δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν», οὐκ ἄρα ψιλὸς ἄνθρωπος εἴη ὁ μονογενής, ἀπὸ Μαρίας [ὢν] καὶ δεῦρο, οὐδὲ ἀπὸ σπέρματος ἀνδρός. ἐπεὶ πῶς τὰ πάντα δι’ αὐτοῦ ἠδύνατο εἶναι, τὰ πρὸ αὐτοῦ γενόμενα κατὰ τὸν σοῦ λόγον, εἰ ψιλὸς ἦν ἄνθρωπος; ἢ πῶς εἴη εἰς αὐτὸν τὰ πάντα τὰ πρὸ αὐτοῦ ἐπιγνωσθέντα καὶ γενόμενα; καὶ ἐκ πανταχόθεν ἐξέπεσεν ἡ τούτου ληρῳδία.
PG 41:971Ἐν αὐτῷ δὲ τῷ διαλόγῳ ἅμα τήν τε περὶ αὐτοῦ γνῶσιν εἰπόντες καὶ τὴν ἀνατροπὴν καθ’ ἑκάστην λέξιν, ὑπερβησόμεθα κατὰ τὸ ἔθος τῆς ἀκολουθίας, ὥσπερ τι μέρος ἑρπετοῦ ἔτι σκαρίζοντος τῇ τῆς ἀληθείας ἐλπίδι καὶ πίστει πεπαικότες καὶ ἀνελόντες, τάς [τε] ἑξῆς διασκοπήσωμεν καὶ περιβλέπεσθαι τὰς θηριωδεστάτας αἱρέσεις σπεύσωμεν.

Against the Melchizedekians 35, Sequence 55Κατὰ Μελχισεδεκιανῶν λε, τῆς δὲ ἀκολουθίας νε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Μελχισεδεκιανῶν λε, τῆς δὲ ἀκολουθίας νε. 1. Μελχισεδεκιανοὺς πάλιν ἕτεροι ἑαυτοὺς καλοῦσιν, ἀποσπασθέντες τάχα ἀπὸ τῶν Θεοδοτιανῶν καλουμένων. οὗτοι τὸν Μελχισεδὲκ τὸν ἐν ταῖς γραφαῖς λεγόμενον δοξάζουσι, μεγάλην τινὰ δύναμιν ἡγούμενοι. εἶναι δὲ αὐτὸν ἄνω ἐν ἀκατονομάστοις τόποις καὶ [ἀληθ]ῶς εἶναι τοῦτον οὐ μόνον δύναμίν τινα, ἀλλὰ καὶ μειζότερον τοῦ Χριστοῦ τῇ ἑαυτῶν πλάνῃ φάσκουσι. Χριστὸν δὲ ἡγοῦνται ἁπλῶς ἐληλυθότα καὶ καταξιωθέντα τῆς ἐκείνου τάξεως, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»· ὡς εἶναι αὐτόν, φησίν, ὑποδεέστερον τοῦ Μελχισεδέκ. εἰ μὴ γὰρ ἦν ἐν δευτέρᾳ τινὶ εἰσαγωγῇ κείμενος, οὐκ ἂν τῆς ἐκείνου τάξεως ἐπεδέετο.
περὶ αὐτοῦ δὲ τοῦ Μελχισεδέκ φασιν ὅτι «ἀμήτωρ, ἀπάτωρ, ἀγενεαλόγητος» [ἐγένετο], ἐκ τῆς πρὸς Ἑβραίους τοῦ ἁγίου Παύλου ἐπιστολῆς παριστᾶν βουλόμενοι. πλάττουσι δὲ ἑαυτοῖς καὶ βίβλους ἐπιπλάστους, ἑαυτοὺς ἀπατῶντες. Ἐξ αὐτῶν δὲ τῶν ῥητῶν ἡ αὐτῶν ἀνατροπὴ γίνεται. ὡς γὰρ λέγει περὶ τοῦ κυρίου ὁ Δαυὶδ προφητεύων, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερέα αὐτὸν καθίστασθαι, ἐν ταὐτῷ ἔσεσθαι τὸν Χριστὸν ἱερέα διηγεῖται ἡ θεία γραφή. εὑρίσκεται δὲ εὐθὺς λέγων «ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». εἰ δὲ ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ, οὐκ ἴσος τυγχάνει τῷ υἱῷ τοῦ θεοῦ. πῶς γὰρ δύναται τὸ δοῦλον εἶναι ἴσον τῷ δεσπότῃ; ὁ μὲν γὰρ Μελχισεδὲκ ἄνθρωπος ἦν, τὸ δέ «ἀπάτωρ, ἀμήτωρ» οὐ διὰ τὸ μὴ ἔχειν αὐτὸν πατέρα ἢ μητέρα λέγεται, ἀλλὰ διὰ τὸ μὴ ἐν τῇ θείᾳ γραφῇ κατὰ τὸ φανερώτατον ἐπωνομάσθαι. πολλοὺς γὰρ ἐφαντασίασε τὰ βαθύτατα τῆς θείας γραφῆς καὶ ἔνδοξα καὶ ὑπεραίροντα διάνοιαν ἀνθρωπίνης φύσεως.
PG 41:973οἱ μὲν γὰρ ἐν τῇ Πέτρᾳ τῆς Ἀραβίας, τῇ Ῥοκόμ τε καὶ Ἐδὼμ καλουμένῃ, τὸν Μωυσέα διὰ τὰ θεοσήμεια θαυμάζοντες προσκυνεῖν τὴν αὐτοῦ ποτε εἰκόνα ἀνατυπωσάμενοι προςεκύνουν πεπλανημένοι, οὐ τοῦ δικαίου αἰτίου αὐτοῖς γενομένου, ἀλλὰ τῆς πλάνης αὐτῶν διὰ τοῦ δικαίου ἐν τῇ ἀγνοίᾳ φαντασίαν πράγματος αὐτοῖς συναγούσης. ἐν δὲ τῇ Σεβαστείᾳ τῇ ποτὲ Σαμαρείᾳ καλουμένῃ, τὴν θυγατέρα Ἰεφθάε θεοποιήσαντες ἔτι ταύτῃ τελετὴν κατ’ ἔτος ἄγουσιν. οὕτω καὶ οὗτοι ἀκούοντες τὰ ἔνδοξα καὶ σοφὰ τῆς γραφῆς ῥήματα εἰς ἀνοησίαν ἐξέτρεψαν καὶ εἰς ὑπέρογκον διάνοιαν ἀρθέντες τὴν ὁδὸν τῆς ἀληθείας κατέλιπον, καὶ μύθους ἑαυτοῖς πλασάμενοι κατὰ πάντα ἐλεγχθήσονται. 2. Καὶ γὰρ παρά τισι τοῦ Μελχισεδὲκ ὁ πατήρ τε καὶ ἡ μήτηρ ἐμφέρεται· οὐκ ἔχει δὲ κατὰ τὰς ῥητὰς γραφὰς καὶ ἐνδιαθέτους τοῦτο. εἶπον δέ τινες Ἡρακλᾶν τινα καλεῖσθαι τὸν αὐτοῦ πατέρα, μητέρα δὲ Ἀστάρθ, τὴν δὴ καὶ Ἀστοριανήν. ἦν δὲ οὗτος ἐξ ἑνὸς τῶν υἱῶν τῶν ἐπιχωρίων κατ’ ἐκεῖνο καιροῦ τῶν ἐν Σαυῇ τῇ πεδιάδι κατοικούντων. Σαλὴμ δὲ ἡ πόλις ἐκαλεῖτο, περὶ ἧς ἄλλος ἄλλως ἐξέδωκε καὶ ἄλλος ἄλλως.
οἱ μὲν γάρ φασιν αὐτὴν εἶναι τὴν νῦν Ἱερουσαλὴμ καλουμένην, ποτὲ δὲ Ἰεβοὺς λεγομένην, ἄλλοι δὲ ἔφασαν ἄλλην τινὰ Σαλὴμ εἶναι ἐν τῷ πεδίῳ Σικίμων, κατάντικρυ τῆς νυνὶ Νεαπόλεως οὕτω καλουμένης. εἴτε οὖν ἐντεῦθεν ἢ καὶ ἐκεῖθεν [οὐ μακρὰν [γὰρ] ἀλλήλων ἀφεστήκασιν οἱ τόποι] ὅμως ἡ ὑπόθεσις δηλοῖ τὸ ἔργον. «ἐξήνεγκε», γάρ φησι, «τῷ Ἀβραὰμ ἄρτους καὶ οἶνον, καὶ ἦν ἱερεὺς τοῦ ὑψίστου κατ’ ἐκεῖνον τὸν χρόνον», ὃς εὐλόγησε τὸν Ἀβραὰμ καὶ δεκάτην ἔλαβε παρ’ αὐτοῦ. ἔδει γὰρ τὸν ἱερέα τοῦ ὑψίστου παρὰ δούλου θεοῦ τιμηθῆναι, καὶ πρῶτον μὲν τὸν Ἀβραὰμ προσενέγκαι τῷ ἐν ἀκροβυστίᾳ ἱερεῖ ἱερουργοῦντι, ἐπειδὴ ἐξ αὐτοῦ ἔμελλε τοῦ Ἀβραὰμ ἐκ περιτομῆς γίνεσθαι ἡ ἱερωσύνη, ἵνα «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ» ταπεινωθῇ, πρὸς τὸ μὴ αὐχοῦσαν τὴν περιτομὴν ἐπὶ τῇ ἱερωσύνῃ δύνασθαι ἀντιλέγειν τῇ τῆς ἁγίας θεοῦ ἐκκλησίας ἱερωσύνῃ, τῇ μὴ παρατηρουμένῃ σαρκὸς περιτομὴν ἢ ἀκροβυστίαν, ἔχουσαν δὲ τὴν μείζονα καὶ τελειοτάτην περιτομήν, τὸ λουτρὸν τῆς παλιγγενεσίας.
PG 41:975εἰ γὰρ Ἀβραὰμ τῷ Μελχισεδὲκ προσήνεγκε δεκάτην, οἱ δὲ ἀπὸ Ἀβραὰμ τῷ Λευὶ προςφέρουσι καὶ τῷ Ἀαρών, μετὰ χρόνον δὲ τοῦ πάλιν εἶναι τὴν ἱερωσύνην ἐκ περιτομῆς διὰ Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ καθεξῆς φάσκει ἡ γραφὴ διὰ τοῦ Δαυὶδ [μετὰ γενεὰς δεκαδύο τῆς τοῦ Λευὶ γεννήσεως, ἑπτὰ δὲ ἀπὸ τῆς Ἀαρὼν διαδοχῆς] ἐν τῷ Μελχισεδὲκ τὴν ἱερωσύνην ἵστασθαι, φύσει ἔδειξεν οὐκ ἐν τῇ παλαιᾷ τῆς περιτομῆς ἱερωσύνῃ τὸ ἱερατικὸν ἐπιμένειν τάγμα· μετετίθετο γὰρ εἰς τὴν πρὸ τοῦ Λευὶ καὶ πρὸ Ἀαρὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερωσύνην, ἥτις νυνὶ ἐν τῇ ἐκκλησίᾳ πολιτεύεται, ἀπὸ τῆς τοῦ κυρίου ἐνσάρκου παρουσίας καὶ δεῦρο, μηκέτι τοῦ σπέρματος κατὰ διαδοχὴν ἐκλεγομένου, ἀλλὰ τοῦ κατὰ ἀρετὴν τύπου ζητουμένου. 3. Πρώτη γὰρ ἱερωσύνη ἐν ἀκροβυστίᾳ διὰ τοῦ Ἄβελ τελεῖται, ἀλλὰ καὶ καθεξῆς διὰ τοῦ Νῶε· τρίτη δὲ διὰ τοῦ Μελχισεδέκ, τοῦ οὐκ ἐν περιτομῇ ἀλλὰ ἐν δικαιοσύνῃ μὲν τελειότητος καὶ ἀρετῇ, ἐν ἀκροβυστίᾳ δὲ σαρκὸς θεῷ ἱερατεύσαντος. καὶ ὅτι μὲν ὁ Μελχισεδὲκ ἄνθρωπος ἦν, αὐτὸς ὁ ἅγιος θεοῦ ἀπόστολος ἐν τῇ ἐπιστολῇ δηλώσει. φάσκει γὰρ οὕτως «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν πατριάρχην».
δῆλον οὖν ὅτι ἐξ αὐτῶν οὐ γενεαλογεῖται, ἐξ ἄλλων δὲ γενεαλογεῖται. πόσοι δὲ ἄλλοι οὐ γενεαλογοῦνται κατὰ τὸ φανερώτατον; Δανιὴλ Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ Ἠλίας ὁ Θεσβίτης· ἐν πάσαις γὰρ ῥηταῖς βίβλοις οὐδαμοῦ ἐμφέρονται τούτων οἱ πατέρες ἢ αἱ μητέρες. ἵνα δὲ μὴ διὰ τοῦτο πλάνη τις γένηται, οὐδὲν λυπήσει ἃ καὶ ἐν παραδόσεσι κατειλήφαμεν λέγειν. εὑρήκαμεν γὰρ τοῦ Δανιὴλ τὸν πατέρα Σαβαάν τινα καλούμενον. τοῦ δὲ Ἠλία φύσει καὶ τὴν πατριαρχίαν ὡσαύτως ηὕραμεν, ἥντινα καὶ καθ’ εἱρμὸν ὑφηγήσομαι οὕτως· Ἠλίας ὁ Θεσβίτης ἀδελφὸς γέγονεν Ἰωδαὲ τοῦ ἱερέως, ἐξ ἱερέων δῆθεν καὶ αὐτὸς ὑπάρχων, υἱὸς δὲ τοῦ Ἀχιναάμ· Ἀχιναὰμ δὲ υἱὸς τοῦ Σαδώκ, Σαδὼκ δὲ τοῦ Ἀχιτὼβ τοῦ Ἀμορία, Ἀμορίας υἱὸς [τοῦ Ἀμορία] τοῦ Ῥαζαζά, Ῥαζαζὰ τοῦ Ἀαζία, Ἀαζία τοῦ Φινεές, Φινεὲς υἱὸς τοῦ Ἐλεάζαρ, Ἐλεάζαρ υἱὸς τοῦ Ἀαρών, τοῦ ἱερέως δηλονότι· Ἀαρὼν υἱὸς τοῦ Ἀμράμ, Ἀμρὰμ τοῦ Καάθ, Καὰθ τοῦ Λευί, Λευὶ τρίτος υἱὸς τοῦ Ἰακώβ· Ἰακὼβ δὲ ἀδελφὸς μὲν Ἠσαῦ, παῖς δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ υἱὸς τοῦ Ἀβραάμ.
PG 41:977ἐν δὲ ταῖς ῥηταῖς βίβλοις οὐ πάνυ σαφῶς αἱ τούτων γενεαλογίαι ἐμφέρονται ἢ μόνον ἐν ταῖς Παραλειπομέναις τῆς κατὰ τὸν Ἠλίαν ὑποθέσεως μέρη. φύσει δὲ τῶν τριῶν παίδων, Σεδρὰχ Μισὰκ Ἀβδεναγώ, οὔτε ἐν παραδόσεσιν οὔτε ἐν ἀποκρύφοις τοὺς πατέρας ηὕραμεν. τί οὖν ἐροῦμεν; ἆρα κἀκεῖνοι, οἱ περὶ Σεδρὰχ Μισὰκ Ἀβδεναγώ, φαντάσουσιν ἡμᾶς λογίζεσθαι ἃ μὴ χρὴ καὶ ὑπερόγκως θαυμάζειν ὑπὲρ τὸ μέτρον ἑκάστην ὑπόθεσιν, ἀπάτορας καὶ ἀμήτορας αὐτοὺς λογισάμενοι; ἀλλὰ μὴ γένοιτο. ὅροι γὰρ ἐτέθησαν ἡμῖν καὶ θεμέλιοι εἰς οἰκοδομὴν τῆς πίστεως καὶ ἀποστόλων παραδόσεις καὶ γραφαὶ ἅγιαι καὶ διαδοχαὶ διδασκάλων, καὶ ἐκ πανταχόθεν ἡ ἀλήθεια τοῦ θεοῦ ἠσφάλισται καὶ μηδεὶς ἀπατάσθω κενοῖς μύθοις. 4. Ἐπανελεύσομαι δὲ πάλιν εἰς τὰ προκείμενα, εἰς ἅπερ οὗτοι φαντάζονται περὶ τοῦ Μελχισεδέκ. ὅτι μὲν γὰρ ἅγιος ὁ δίκαιος ὑπῆρχε καὶ ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῆς Σαλὴμ δῆλον, ἀλλ’ οὐ τῆς ἐν οὐρανῷ ὑπάρχων [τάξεως] καὶ ἀπ’ οὐρανοῦ καταβεβηκώς· «οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου», φησὶν ὁ ἅγιος καὶ ἀψευδὴς θεὸς Λόγος.
PG 41:979τὴν δὲ τάξιν τοῦ Μελχισεδὲκ κηρύττουσα ἡ θεία γραφὴ καὶ τὸ πνεῦμα ῥητῶς διδάσκον τὴν μετάθεσιν ἔδειξε τῆς ἱερωσύνης ἀπὸ τῆς παλαιᾶς συναγωγῆς καὶ τοῦ ἔθνους εἰς ἔθνος κάλλιστον καὶ ὑπέρτατον καὶ οὐ μετοχῇ σαρκὸς διαδοχῆς ἡνωμένον. ὁ γὰρ Μελχισεδὲκ ὁ ἅγιος οὗτος οὐκέτι μετ’ αὐτὸν διαδοχὴν ἔσχεν, ἀλλὰ οὐδὲ ἀφαίρεσιν τῆς ἱερωσύνης. ἔμεινε γὰρ αὐτὸς ἱερεὺς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς καὶ ἔτι ἐν τῇ γραφῇ ᾄδεται ἱερεύς, μηδενὸς αὐτὸν διαδεξαμένου ἢ ἀνατρέψαντος τὴν κατὰ τὸν χρόνον τῆς αὐτοῦ ὑπηρεσίας ἱερωσύνην. οὕτω καὶ ὁ κύριος ἡμῶν, οὐκ ὢν ἄνθρωπος, ἀλλὰ θεοῦ ἅγιος θεὸς Λόγος, υἱὸς θεοῦ γεννηθεὶς ἀνάρχως καὶ ἀχρόνως, ἀεὶ σὺν πατρὶ ὤν, γενόμενος δὲ δι’ ἡμᾶς ἐκ Μαρίας ἄνθρωπος καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, τὴν δὲ ἱερωσύνην τῷ πατρὶ προσφέρει, ἐξ ἀνθρωπότητος τὸ φύραμα λαβών, ἵνα ὑπὲρ ἡμῶν ἱερεὺς καταστῇ κατὰ τὴν τάξιν Μελχισεδέκ, τὴν μὴ ἔχουσαν διαδοχήν. μένει γὰρ τὰ ὑπὲρ ἡμῶν εἰς τὸ διηνεκὲς δῶρα προσφέρων, πρῶτον μὲν ἑαυτὸν διὰ τοῦ σταυροῦ προσενέγκας, ἵνα λύσῃ πᾶσαν θυσίαν παλαιᾶς διαθήκης, τὴν ἐντελεστέραν [δὲ] καὶ ζῶσαν ὑπὲρ παντὸς τοῦ κόσμου ἱερουργήσας·
αὐτὸς ἱερεῖον, αὐτὸς θῦμα, αὐτὸς ἱερεύς, αὐτὸς θυσιαστήριον, αὐτὸς θεός, αὐτὸς ἄνθρωπος, αὐτὸς βασιλεύς, αὐτὸς ἀρχιερεύς, αὐτὸς πρόβατον, αὐτὸς ἀρνίον, τὰ πάντα ἐν πᾶσιν ὑπὲρ ἡμῶν γενόμενος, ἵνα ἡμῖν ζωὴ κατὰ πάντα τρόπον γένηται, καὶ τῆς ἱερωσύνης αὐτοῦ τὸ ἀμετάστατον ἑδραίωμα εἰς τοὺς αἰῶνας ἀπεργάσηται, οὐκέτι κατὰ τὰ σπερματικὰ καὶ τὰς διαδοχὰς μερίζων, ἀλλὰ κατὰ τὸ δικαίωμα φυλάττεσθαι ἐν πνεύματι ἁγίῳ δωρούμενος. 5. Φαντάζονται δὲ πάλιν ἄλλοι, [ἄλλα] περὶ τούτου τοῦ Μελχισεδὲκ λέγοντες. σαρκικῶς γὰρ οἱ τοιοῦτοι ἀνεκρίθησαν, πνευματικῶς μὴ νενοηκότες τὰ ὑπὸ τοῦ ἁγίου ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ τῇ πρὸς Ἑβραίους εἰρημένα. καὶ ὁ μὲν Ἱερακᾶς ὁ Αἰγύπτιος αἱρεσιάρχης νομίζει τοῦτον τὸν Μελχισεδὲκ εἶναι τὸ πνεῦμα τὸ ἅγιον διὰ τό «ἀφομοιούμενος, φησί, τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές»· ὡς ἀπὸ τῆς λέξεως ἧς εἶπεν ὁ ἅγιος ἀπόστολος «τὸ δὲ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις». ὁ δὲ ἐπιστάμενος τὸ φρόνημα τοῦ πνεύματος οἶδεν ὅτι ὑπὲρ ἐκλεκτῶν ἐντυγχάνει τῷ θεῷ. ἐξέπεσε δὲ καὶ οὗτος παντελῶς τοῦ προκειμένου.
PG 41:981οὐ γὰρ σάρκα ἐνεδύσατο τὸ πνεῦμά ποτε· σάρκα δὲ μὴ ἐνδυσάμενον οὐκ εἶχεν εἶναι βασιλεὺς τῆς Σαλὴμ καὶ ἱερεὺς τόπου τινός. καιρῷ δὲ ὅτε περὶ τούτου τοῦ Ἱερακᾶ καὶ τῆς αὐτοῦ αἱρέσεως τὴν ἀνατροπὴν ποιήσομαι, τότε ἐν πλάτει περὶ τούτων διηγήσομαι, τῆς δὲ ἀκολουθίας τὰ νῦν ἐπιλήψομαι. Πόσα δὲ περὶ τούτου τοῦ Μελχισεδὲκ καὶ ἄλλοι φαντάζονται. Σαμαρεῖται μὲν γὰρ τοῦτον νομίζουσιν εἶναι υἱὸν τοῦ Νῶε τὸν Σήμ. καταγέλαστοι δὲ καὶ αὐτοὶ εὑρεθήσονται. ἀσφαλιζομένη γὰρ ἡ θεία γραφὴ πάντα μετὰ εὐταξίας κατὰ πάντα τὴν ἀλήθειαν ὠχύρωσεν, οὐκ εἰς μάτην τοὺς χρόνους τάξασα καὶ τὰ ἔτη ἑκάστης τῶν πατέρων ζωῆς καὶ διαδοχῆς ἀριθμήσασα. ὅτε γὰρ Ἀβραὰμ ὑπῆρχεν ὀγδοήκοντα ὀκτὼ ἢ καὶ ἐνενήκοντα ἐτῶν πλείω ἐλάσσω, ὁ Μελχισεδὲκ αὐτῷ ὑπηντᾶτο καὶ ἐξέβαλεν αὐτῷ ἄρτους καὶ οἶνον, προτυπῶν τῶν μυστηρίων τὰ αἰνίγματα· ἀντίτυπα τοῦ [σώματος τοῦ κυρίου, αὐτοῦ τοῦ] κυρίου ἡμῶν λέγοντος ὅτι «ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν», καὶ ἀντίτυπα τοῦ αἵματος αὐτοῦ τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ ῥεύσαντος εἰς κάθαρσιν τῶν κεκοινωμένων καὶ ῥαντισμὸν καὶ σωτηρίαν τῶν ἡμετέρων ψυχῶν.
ὁ δὲ τοῦ Ἀβραὰμ πατὴρ Θάρρα ἑβδομηκοστὸν κατάγων ἔτος τὸν Ἀβραὰμ ἐγέννησεν, καὶ γέγονεν ἔτη ἑκατὸν ἑξήκοντα πλείω ἐλάσσω. Ναχὼρ δὲ ἐγέννησε τὸν Θάρρα ἑβδομήκοντα ἐννέα ἐτῶν ὑπάρχων, καὶ γέγονε σλθ ἔτη. Σεροὺχ δὲ ἐγέννησε τὸν Ναχὼρ ρλ ἐτῶν ὑπάρχων, καὶ γεγόνασιν ἔτη τξθ. Ῥαγαῦ δὲ ἐγέννησε τὸν Σεροὺχ ὑπάρχων ρλβ ἐτῶν, καὶ γέγονε πεντακοσιοστὸν πρῶτον ἔτος. Φάλεκ δὲ ἐγέννησε τὸν Ῥαγαῦ ὢν ρλ ἐτῶν, καὶ γέγονεν ἔτη ἑξακόσια τριάκοντα ἕν. Ἔβερ δὲ ἐγέννησε τὸν Φάλεκ ἐν ἔτει ρλδ τῆς αὐτοῦ ζωῆς, καὶ γεγόνασιν ἑπτακόσια ἑξήκοντα πέντε ἔτη. Σάλα δὲ ἐγέννησε τὸν Ἔβερ ἑκατοστὸν τριακοστὸν ἔτος κατάγων τῆς αὐτοῦ ἡλικίας, καὶ γέγονεν ὀκτακόσια ἐνενήκοντα πέντε ἔτη. Κηνᾶ δὲ ἐγέννα τὸν Σάλα ἔτος κατάγων ρθ τῆς αὐτοῦ ζωῆς, καὶ γέγονεν χίλια τέσσαρα ἔτη. Ἀρφαξὰδ δὲ ἐτῶν ρλε ὢν ἐγέννησε τὸν Κηνᾶν, καὶ γέγονεν χίλια ρλθ ἔτη.
PG 41:983Σὴμ δὲ ρβ ἔτει τῆς αὐτοῦ ζωῆς, ὁ προειρημένος καὶ φαντασιαζόμενος παρὰ τοῖς Σαμαρείταις εἶναι Μελχισεδέκ, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ ὁμοῦ γέγονεν ἔτη χίλια διακόσια τεσσαράκοντα ἓν ἕως τοῦ χρόνου τοῦ Ἀβραάμ, καθ’ ὃν συνήντησε τῷ Μελχισεδὲκ ἐπανιὼν ἀπὸ τῆς κοπῆς τῶν περὶ Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ Χοδολλογομὸρ καὶ Θαλγὰ τῶν βασιλέων. οὐκ ἔζησε δὲ Σὴμ τοσαῦτα ἔτη κατὰ τὴν τούτων ληρώδη φαντασίαν, ἀλλὰ ρβ ἐτῶν ὢν ἐγέννησε τὸν Ἀρφαξάδ, ἐν τῷ δευτέρῳ ἔτει μετὰ τὸν κατακλυσμόν. «καὶ ἔζησε μετὰ ταῦτα, ὥς φησιν ἡ θεία γραφή, φ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε». τοίνυν αὐτοῦ ζήσαντος ἑξακόσια καὶ δύο ἔτη καὶ τελευτήσαντος πῶς ἠδύνατο φθάσαι εἰς χίλια καὶ διακόσια τεσσαράκοντα καὶ ἓν ἔτη, ἵνα ὁ Σὴμ ὁ υἱὸς τοῦ Νῶε τοῦ πρὸ δέκα γενεῶν τοῦ Ἀβραὰμ κληθείη Μελχισεδὲκ παρὰ τούτοις, μετὰ δέκα γενεάς, ἔτη δὲ χίλια διακόσια τεςσαράκοντα ἕν; καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων πλάνης.
PG 41:985κατὰ δὲ ψῆφον ἄλλων ἀντιγράφων ἀπὸ τῆς τοῦ Σὴμ ἡλικίας, ἐξότε γεγένηται ὁ αὐτὸς Σήμ, ἕως τοῦ προδεδηλωμένου χρόνου τῆς [τε] τοῦ Ἀβραὰμ συναντήσεως τῷ Μελχισεδέκ, ἥτις ἦν ἐν ὀγδοηκοστῷ ὀγδόῳ ἔτει τῆς αὐτοῦ ζωῆς ἢ ἐνενηκοστῷ, γίνεται ἑξακόσια εἴκοσι ὀκτὼ ἔτη πλείω ἐλάσσω, ὥστε ἐξ ἅπαντος μὴ δύνασθαι εἰς τὸν προδεδηλωμένον τοῦ Ἀβραὰμ χρόνον τὸν Σὴμ φθάνειν, ἵνα καὶ Μελχισεδὲκ νομισθείη. καὶ διέπεσε πανταχόθεν καὶ ἡ τῶν Σαμαρειτῶν χυδαιολογία. 7. Ἰουδαῖοι δὲ πάλιν φάσκουσι τὸν τοιοῦτον δίκαιον μὲν εἶναι καὶ ἀγαθὸν καὶ ἱερέα τοῦ ὑψίστου, ὡς ἔχει ἡ θεία γραφή, διὰ δὲ τὸ υἱὸν αὐτὸν εἶναι πόρνης, φασί, τὴν μητέρα αὐτοῦ μὴ γεγράφθαι μηδὲ τὸν πατέρα αὐτοῦ γινώσκεσθαι. ἐξέπεσε δὲ καὶ τούτων ὁ ληρώδης λόγος. καὶ γὰρ καὶ Ῥαὰβ πόρνη ὑπῆρχε καὶ ἔστι γεγραμμένη, καὶ Ζαμβρὶ πορνεύσας γέγραπται καὶ Χασβιεὶ μετ’ αὐτοῦ, καίπερ ἀλλοτρία οὖσα καὶ οὐκ ἀπὸ γένους Ἰσραὴλ ἀναγομένη. καί «πᾶς ὁ μὴ διὰ τῆς θύρας εἰσερχόμενος, ὡς ἔφη τὸ ἅγιον εὐαγγέλιον, λῃστὴς καὶ οὐκ ὢν ποιμὴν ὑπάρχει». Ἐν δὲ τῇ ἐκκλησίᾳ φύσει τινὲς διαφόρως τοῦτον τὸν Μελχισεδὲκ ὁρίζονται.
οἱ μὲν γὰρ αὐτὸν νομίζουσι φύσει τὸν υἱὸν τοῦ θεοῦ, ἐν ἰδέᾳ δὲ ἀνθρώπου τότε τῷ Ἀβραὰμ πεφηνέναι. ἐκπίπτουσι δὲ καὶ αὐτοὶ τοῦ προκειμένου· οὐ γάρ τις ἑαυτῷ ὅμοιος γενήσεταί ποτε, ὡς ἔχει ἡ θεία γραφὴ ὅτι «ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». τῷ ὄντι δὲ «ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν τὸν Ἀβραὰμ δεδεκάτωκεν»· ἐπειδὴ γὰρ οὐκ ἐξ αὐτῶν τῶν Ἰσραηλιτῶν γενεαλογεῖται, γενεαλογεῖται δὲ ἐξ ἀνθρώπων ἄλλων. τούτων πάντων τὸν κατάλογον ποιησάμενοι, [ὧν] διὰ τὴν αἵρεσιν ταύτην ἐπεμνήσθημεν, [καὶ] ὡς ἐν παρεκβάσει περὶ τούτων διηγησάμεθα. 8. Εἰς ὄνομα δὲ τούτου τοῦ Μελχισεδὲκ ἡ προειρημένη αἵρεσις καὶ τὰς προσφορὰς ἀναφέρει καὶ αὐτὸν εἶναι εἰσαγωγέα πρὸς τὸν θεὸν λέγει καὶ δι’ αὐτοῦ, φησί, δεῖ τῷ θεῷ προσφέρειν, ὅτι ἄρχων ἐστὶ δικαιοσύνης, ἐπ’ αὐτὸ τοῦτο κατασταθεὶς ὑπὸ τοῦ θεοῦ ἐν οὐρανῷ, πνευματικός τις ὢν καὶ εἰς ἱερωσύνην θεοῦ τεταγμένος. καὶ δεῖ ἡμᾶς αὐτῷ προσφέρειν, φασίν, ἵνα δι’ αὐτοῦ προσενεχθῇ ὑπὲρ ἡμῶν καὶ εὕρωμεν δι’ αὐτοῦ ζωήν.
καὶ Χριστὸς μέν, φησίν, ἐξελέγη, ἵνα ἡμᾶς καλέσῃ ἐκ πολλῶν ὁδῶν εἰς μίαν ταύτην τὴν γνῶσιν, ὑπὸ θεοῦ κεχρισμένος καὶ ἐκλεκτὸς γενόμενος, ἐπειδὴ ἀπέστρεψεν ἡμᾶς ἀπὸ εἰδώλων καὶ ὑπέδειξεν ἡμῖν τὴν ὁδόν. ἐξ οὗπερ ὁ ἀπόστολος ἀποσταλεὶς ἀπεκάλυψεν ἡμῖν ὅτι μέγας ἐστὶν ὁ Μελχισεδὲκ καὶ ἱερεὺς μένει εἰς τὸν αἰῶνα. καὶ θεωρεῖτε πηλίκος οὗτος, καὶ ὅτι τὸ ἧσσον ἐκ τοῦ μείζονος εὐλογεῖται, καὶ διὰ τοῦτο, φησί, καὶ τὸν Ἀβραὰμ τὸν πατριάρχην εὐλόγησεν, ὡς μείζων ὤν, οὗ ἡμεῖς ἐσμὲν μύσται, ὅπως τύχωμεν καὶ αὐτοὶ ἡμεῖς παρ’ αὐτοῦ τῆς εὐλογίας. 9. Καὶ ὡς μάταιος πασῶν αἱρέσεων ἡ διάνοια. ἰδοὺ γὰρ καὶ οὗτοι ἠρνήσαντο τὸν αὐτῶν δεσπότην τὸν «ἀγοράσαντα αὐτοὺς τῷ ἰδίῳ αὐτοῦ αἵματι», τὸν οὐκ ἀπὸ Μαρίας ἐναρξάμενον, ὡς αὐτοὶ νομίζουσιν, ἀλλ’ ἀεὶ ὄντα πρὸς τὸν πατέρα θεὸν Λόγον, γεγεννημένον ἐκ τοῦ πατρὸς ἀνάρχως καὶ ἀχρόνως, ὡς πᾶσα γραφὴ διηγεῖται· ᾧ καὶ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», καὶ οὐχὶ τῷ Μελχισεδέκ.
PG 41:987εἰ μὲν γὰρ καὶ ἱερεὺς [ἐστι] τοῦ θεοῦ τοῦ ὑψίστου ἐν τῇ ἰδίᾳ γενεᾷ γεγένηται καὶ οὐκ ἔσχε διαδοχὴν μετ’ αὐτόν, ἀλλ’ οὐκ ἔστιν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβάς. οὐ γὰρ εἶπεν ἡ γραφὴ ὅτι «κατήνεγκε» ἄρτον καὶ οἶνον, ἀλλὰ «ἐξήνεγκεν» αὐτῷ τε καὶ τοῖς μετ’ αὐτοῦ, ὡς ἀπὸ τῶν βασιλέων ἀποδεξόμενος τὸν διερχόμενον πατριάρχην· καὶ εὐλόγησεν αὐτὸν διὰ τὴν προσοῦσαν αὐτῷ δικαιοσύνην καὶ τὸ πιστὸν καὶ τὸ εὐλαβὲς τοῦ ἀνδρός, ὅτι ἐν ἅπασι δοκιμασθεὶς ἐν οὐδενὶ ἐξέπεσε τῆς δικαιοσύνης ὁ πατριάρχης, ἀλλὰ καὶ ἐν τούτῳ συνεργὸν ἔσχε τὸν θεὸν κατὰ τῶν ἀληθῶς ἐπελθόντων τῇ τῶν Σοδομιτῶν χώρᾳ καὶ ἀφελομένων καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν ἅγιον Λώτ, ὃν καὶ ἀπέστρεψε μετὰ τῆς πάσης σκυλεύσεως καὶ λαφυραγωγίας. πόθεν δὲ οὐ δείξωμεν ὅτι ἦν ἀεὶ [ὁ] υἱὸς σὺν πατρί; «ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος», καὶ οὐκ εἶπεν «ἐν ἀρχῇ ἦν ὁ Μελχισεδὲκ οὐδὲ θεὸς ἦν ὁ Μελχισεδέκ». καὶ πάλιν «ἦλθεν οὖν ὁ κύριος πρὸς τὸν Ἀβραάμ, καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα».
καὶ αὐτὸς ὁ ἀπόστολός φησιν «εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». καὶ ἵνα μή τις εἴπῃ· οὐκοῦν ποῦ ἐστι τὸ πνεῦμα, ἐπειδήπερ περὶ ἑνὸς καὶ ἑνὸς διηγεῖται; οὐκ ἔδει τὸ πνεῦμα αὐτοσύστατον γίνεσθαι ἑαυτοῦ· ἀεὶ γὰρ φυλάττεται ἡ θεία γραφὴ ὑπογραμμὸς ἡμῖν γίνεσθαι. ἐφθέγγετο ἐν πνεύματι ἁγίῳ ὁ ἀπόστολος καὶ ἔλεγεν «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». ἦν δὲ ἐν πνεύματι ἁγίῳ λέγων τοῦτο· οὐ γὰρ ἵνα λείψῃ ἡ τριάς. αὐτὸς δὲ ὁ κύριος σαφῶς λέγει ὅτι «ἀπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». καὶ πάλιν ὁ ἀπόστολος λέγει «ἓν δέ ἐστιν τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται πρὸς τὸ συμφέρον». ἰδοὺ τοίνυν πατήρ, ἰδοὺ υἱός, ἰδοὺ πνεῦμα ἅγιον, καὶ οὐδαμοῦ περὶ Μελχισεδὲκ λέγει ὅτι ἐν τοῖς χαρίσμασιν δωρεῖται οὔτε ἐν τοῖς ὑψώμασι. καὶ μάτην παρὰ τούτοις ᾄδεται τὰ ψευδῆ καὶ ἐπινενοημένα τῶν προσκομμάτων, οὐκ ἀπὸ τῆς ἀληθείας αὐτοῖς συμβαίνοντα, ἀλλὰ ἐξ αὐτοῦ τοῦ συρίγματος τοῦ δράκοντος, ὡς ἑκάστην αἵρεσιν ἠδυνήθη ἀπατῆσαί τε καὶ πλανῆσαι.
Ἦλθε δὲ πάλιν εἰς ἡμᾶς ὥς τινες περιττότερον τῶν προειρημένων πάντων πλανηθέντες καὶ περισσοτέρᾳ ἀλαζονείᾳ ἐννοίας ἀρθέντες ἐτόλμησαν εἰς ἀπορίαν διανοημάτων τραπῆναι καὶ εἰς βλάσφημον ἔννοιαν ἐλθεῖν καὶ εἰπεῖν τὸν αὐτὸν Μελχισεδὲκ εἶναι τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ὦ τῆς τῶν ἀνθρώπων ἀφυλάκτου ἐννοίας καὶ ἀπατωμένης καρδίας καὶ μὴ ἐχούσης στάσιν ἀληθείας. ἀπὸ τοῦ γὰρ τὸν ἀπόστολον λέγειν ἀπάτορα καὶ ἀμήτορα τὸν Μελχισεδὲκ καὶ ἀγενεαλόγητον, διὰ τὸ ὑπέρογκον τῆς φράσεως πλανηθέντες τῇ ἐννοίᾳ οἱ τοιοῦτοι καὶ διανοηθέντες τὰ εἰς τὸν πατέρα τῶν ὅλων ἀναλογοῦντα ἐν ἑαυτοῖς ἀνετύπωσαν βλασφημίας πλάνην. ἀπὸ τοῦ γὰρ τὸν πατέρα τῶν ὅλων, θεὸν τὸν παντοκράτορα, μήτε πατέρα ἔχειν μήτε μητέρα μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος [τοῦτο γὰρ [παρὰ] πᾶσιν ὡμολόγηται] ἀπεικάσαντες τούτῳ τὸν Μελχισεδὲκ διὰ τὸ περὶ αὐτοῦ οὕτω τὸν ἀπόστολον εἰρηκέναι εἰς ἀφροσύνης βλασφημίαν πεπτώκασι, μὴ νοήσαντες τὰ ἄλλα τὰ περὶ αὐτοῦ εἰρημένα. περὶ γὰρ τοῦ Μελχισεδὲκ εἴρηται ὅτι «ἦν ἱερεὺς τοῦ ὑψίστου».
εἰ οὖν ὕψιστός ἐστιν οὗτος καὶ πατήρ, ἄρα ἑτέρου ὑψίστου ὑπάρχων ἱερεὺς οὐκέτι αὐτὸς εἴη πατὴρ τῶν ὅλων, ἱερατεύων ἑτέρῳ ὑψίστῳ. καὶ ὦ τῆς τῶν ἀνθρώπων χυδαιότητος τῆς τὰ ἀληθινὰ μὴ κατανοούσης, ἐπὶ τὰ πλάνα δὲ ἑαυτὴν τρεπούσης. τὸ πέρας γὰρ τῆς ἐπιλύσεως τοῦ παντὸς ζητήματος ὁ ἅγιος ἀπόστολος συναγαγὼν ἔφη «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν» [δῆλον δέ· ἀλλὰ ἐξ ἑτέρων] «δεδεκάτωκε τὸν Ἀβραάμ», καὶ πάλιν «ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκεσίας ἐποιεῖτο, φησί, πρὸς τὸν δυνάμενον αὐτὸν σῶσαι»· ὅτι δὲ [ὁ] πατὴρ σάρκα οὐκ ἐνεδύσατο δῆλον. Καὶ περὶ τούτων δὲ ἱκανῶς διαλεχθέντες καταλείψωμεν τὴν αἵρεσιν, ὥσπερ μυογαλίδιον λίθῳ πεπαικότες διὰ τῆς στερεᾶς πίστεως καὶ ἑδραιώματος καὶ φυγόντες τὸ ἰοβόλον αὐτῆς δηλητήριον. τὸ γὰρ μυογαλίδιόν φασι πρὸς μὲν τὴν ὥραν μηδὲν ἀδικεῖν τὸν δακνόμενον, χρόνῳ δέ τινι τὸ σῶμα ἀφανίζειν καὶ εἰς λώβησιν κελεφίας ἕως ὅλων τῶν μελῶν ἄγειν τὸν ἐπιβουλευθέντα.
PG 41:989οὕτω καὶ αὕτη ἡ αἵρεσις τῇ διανοίᾳ τοῖς εὐθὺς περὶ τούτων ἀκούσασι φαίνεται ὡς οὐδὲν , προσεντριβομένη δὲ ἡ τῶν λόγων παρολκὴ ζητήματα ἐμποιεῖ καὶ ὥσπερ ἀφανισμὸν τοῖς μὴ τυχοῦσι τοῦ βοηθήματος τῆς ἀντιδότου ταύτης, τῆς παρ’ ἡμῶν γενομένης κατ’ αὐτῆς ἀνατροπῆς τε καὶ ἀντιλογίας. οὐ τάχιον δὲ φαίνεται τὸ ζῷον. ἐν νυκτὶ γάρ ἐστι πορευόμενον καὶ οὕτω τὴν βλάβην ἐργάζεται, μάλιστα δὲ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ, ὡς ἰστέον ἐστὶ τοῖς τὴν γνῶσιν τοῦ ζῴου ἐπισταμένοις, ὅτι οὐ παρέργως οὔτε σεσυκοφαντημένως τῆς τοῦ ζῴου ὑποθέσεως πεποιήμεθα τὴν μνήμην, ἀπεικάσαντες αὐτὸ τῇ παρὰ τῆς αἱρέσεως βλάβῃ· τοιοῦτο γὰρ αὐτῆς τὸ ἀδίκημα ὑπάρχει. ἐφεξῆς δὲ βαδιοῦμαι ἐπὶ τὰς ἄλλας, ὅπως τὸ ἐπάγγελμα ἐν θεῷ πληρῶσαι καταξιωθέντες τῷ θεῷ εὐχαριστήσωμεν.

Against the Bardesanists 30, sequence 50Κατὰ Βαρδησιανιστῶν λ, τῆς δὲ ἀκολουθίας ν

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Κατὰ Βαρδησιανιστῶν λ, τῆς δὲ ἀκολουθίας ν. 1. Τούτοις καθεξῆς συνέπεται Βαρδησιάνης τις οὕτω καλούμενος. ὁ δὲ Βαρδησιάνης οὗτος, ἐξ οὗπερ ἡ αἵρεσις τῶν Βαρδησιανιστῶν γεγένηται, ἐκ Μεσοποταμίας μὲν τὸ γένος ἦν, τῶν κατὰ τὴν Ἐδεσσηνῶν πόλιν κατοικούντων.
ὃς τὰ μὲν πρῶτα ἄριστός τις ἀνὴρ ἐτύγχανε, λόγους δὲ οὐκ ὀλίγους συνεγράψατο, ὁπηνίκα ἐρρωμένην εἶχε τὴν διάνοιαν. ἐκ γὰρ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὡρμᾶτο, λόγιός τις ὢν ἐν ταῖς δυσὶ γλώσσαις, Ἑλληνικῇ τε διαλέκτῳ καὶ τῇ τῶν Σύρων φωνῇ. Αὐγάρῳ δὲ τῷ τῶν Ἐδεσσηνῶν δυνάστῃ, ἀνδρὶ ὁσιωτάτῳ καὶ λογιωτάτῳ, ἐξοικειούμενος τὰ πρῶτα καὶ συμπράττων, ἅμα τε καὶ τῆς αὐτοῦ μετασχὼν παιδείας, διήρκεσε μὲν μετὰ τὴν ἐκείνου τελευτὴν ἄχρι τῶν χρόνων Ἀντωνίνου Καίσαρος, [οὐ τοῦ Εὐσεβοῦς καλουμένου, ἀλλὰ τοῦ Οὐήρου]. ὃς πολλὰ [πρὸς] Ἀβειδὰν τὸν ἀστρονόμον κατὰ εἱμαρμένης λέγων συνελογίσατο, καὶ ἄλλα δὲ κατὰ τὴν εὐσεβῆ πίστιν ἐμφέρεται αὐτοῦ συντάγματα. Ἀπολλωνίῳ δὲ τῷ τοῦ Ἀντωνίνου ἑταίρῳ ἀντῆρε, παραιτούμενος ἀρνήσασθαι τὸ Χριστιανὸν ἑαυτὸν λέγειν. ὁ δὲ σχεδὸν ἐν τάξει ὁμολογίας κατέστη λόγους τε συνετοὺς ἀπεκρίνατο ὑπὲρ εὐσεβείας ἀνδρείως ἀπολογούμενος, θάνατον μὴ δεδιέναι φήσας, ὃν ἀνάγκῃ [ἔφη] ἔσεσθαι, κἄν τε τῷ βασιλεῖ μὴ ἀντείποι.
PG 41:991καὶ οὕτως ὁ ἀνὴρ τὰ πάντα μεγάλως ἦν κεκοσμημένος, ἕως ὅτε τῷ ἀστοχήματι τῆς ἑαυτοῦ αἱρέσεως περιέπεσε, δίκην νηὸς γεγονὼς καλλίστης φόρτον τε ἀσυνείκαστον ἐμβαλλομένης καὶ παρὰ τὰς ὄχθας τοῦ λιμένος λακισθείσης ἀπολεσάσης τε τὴν ἅπασαν πραγματείαν καὶ ἑτέροις τοῖς ἐπιβάταις θάνατον ἐμποιησάσης. 2. Προσφθείρεται γὰρ οὗτος Οὐαλεντίνοις καὶ ἐκ τῆς αὐτῶν μοχθηρίας ἀνιμᾶται τὸ δηλητήριον τοῦτο καὶ ζιζανιῶδες, πολλάς τε καὶ αὐτὸς ἀρχὰς καὶ προβολὰς εἰσηγησάμενος καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀρνησάμενος ἐδογμάτισε ταύτην τὴν αἵρεσιν. χρῆται δὲ νόμῳ καὶ προφήταις, παλαιᾷ τε καὶ νέᾳ διαθήκῃ, καὶ ἀποκρύφοις τισὶν ὡσαύτως. ἀνατραπήσεται δὲ καὶ οὗτος μετὰ πάντων τῶν πρὸ αὐτοῦ τε καὶ τῶν μετ’ αὐτὸν ἀπαλλοτριώσας ἑαυτὸν τῆς ἀληθείας καὶ ὡς ἀπὸ λαμπάδος πυρὸς φωτεινῆς εἰς ἀσβόλην μεταβεβλημένος. Περὶ μὲν γὰρ νεκρῶν ἀναστάσεως ἤδη ἡμῖν ἐν πολλαῖς αἱρέσεσιν εἴρηται· οὐ λυπήσει δὲ καὶ αὖθις ἐν τῇ πρὸς τοῦτον ἀνατροπῇ χρήσασθαι ὀλίγοις λόγοις.
εἰ μὲν γὰρ τὴν παλαιὰν διαθήκην δέχῃ, ὦ οὗτος, καὶ τὴν καινὴν ὡσαύτως, πόθεν οὐκ ἐλεγχθήσῃ παραφθείρων τὴν τῆς ἀληθείας ὁδὸν καὶ ἑαυτὸν ἀποξενῶν τῆς τοῦ κυρίου ἐν ἀληθείᾳ ζωῆς; ὅτι μὲν γὰρ αὐτὸς ὁ κύριος πρῶτος, ἵνα γένηται ἡμῖν ἀρραβὼν τῆς ἀναστάσεως καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, [δῆλον]. καὶ οὐχ ἁπλῶς ἐν δοκήσει πέπονθεν· ἐτάφη γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἐβάστασαν. καὶ μαρτυρεῖ μὲν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, μαρτυροῦσι καὶ αἱ φέρουσαι μύρα εἰς τὸ μνῆμα καὶ ἡ τῶν ἑκατὸν λιτρῶν τῆς ἀλόης ὁλκή, ὅτι οὐκ ἦν δόκησις οὐδὲ φαντασία. μαρτυροῦσι δὲ καὶ οἱ ἄγγελοι ταῖς γυναιξὶ πεφηνότες ὅτι «ἀνέστη, οὐκ ἔστιν ὧδε· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» καὶ οὐκ εἶπαν ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ ἀνέστη, ὁ πεπονθὼς ἐν σαρκί, ζῶν δὲ ἀεὶ ἐν πνεύματι καὶ ἀπαθὴς ὢν ἐν τῇ ἰδίᾳ θεότητι, ὁ ἄνωθεν ἀεὶ ἐκ πατρὸς γεγεννημένος ὑπάρχων, ὁ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν εὐδοκήσας ἀπὸ Μαρίας τῆς παρθένου γενέσθαι ἄνθρωπος, ὡς μαρτυρεῖ Παῦλος ὁ ἅγιος λέγων «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον».
PG 41:993ἄρα γε οὔπω ἤκουσας τοῦ ῥητοῦ τοῦ λέγοντος ὅτι «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν»; ἢ οὐκ ἔπεισέ σε Ἠσαί̈ας ὁ προφήτης λέγων «καὶ ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις;», αὐτὸς δὲ ὁ κύριος λέγων ὅτι «καὶ ἐγερθήσονται μὲν οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν αἰώνιον»; ἢ οὐ μέμνησαι τοῦ Ἄβελ μετὰ θάνατον τῆς πρὸς θεὸν ὁμιλίας, ὡς οὐ τὴν ψυχὴν λέγει ἐντυγχάνειν καὶ βοᾶν πρὸς τὸν θεόν, ἀλλὰ τὸ αἷμα; αἷμα δὲ οὐ ψυχὴ ὑπάρχει, ἀλλ’ ἐν τῷ αἵματι ἡ ψυχή ἐστιν. σῶμα γάρ ἐστι τὸ αἷμα ὁρατόν, ἡ δὲ ψυχὴ ἀόρατός τις ὑπάρχουσα ἐν τῷ αἵματι ἔχει τὸν χῶρον. καὶ ἐκ πανταχόθεν ἐλήλεγκταί σου, ὦ Βαρδησιάνη, ἡ κακοπιστία, ἀνατρεπομένη ἐξ αὐτῆς τῆς ἀληθείας. 3. Περὶ δὲ πολλῶν ἀρχῶν ἐπειδήπερ πολλάκις κατὰ τῶν οὕτως λεγόντων πολλὰ εἶπον; ἐνταῦθα οὐ πολλὴν ποιοῦμαι τὴν περὶ τούτου διαλογήν, ἀλλ’ ὡς ἐν [παρεκβάσει] ὑπομνήσομαι τοῦ ἁγίου ἀποστόλου φάσκοντος ὅτι «ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ».
πῶς οὖν πολυθεί̈α ἔσται καὶ πολλαὶ ἀρχαί, εἰ «εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ»; ἄρα οὖν εἷς ἐστιν ὁ ποιητὴς καὶ οὐ πολλοὶ θεοὶ οὔτε πολλοὶ αἰῶνες. ἔφη γὰρ ὅτι «εἴπερ εἰσὶ πολλοὶ θεοὶ λεγόμενοι». τὸ δέ «λεγόμενοι» ὡς [περὶ] οὐχ ὑπαρχόντων ἀπεφήνατο· διὰ δὲ τοὺς τῶν Ἑλλήνων λεγομένους, οὓς ἐθεοποίησαν, ἥλιόν τε καὶ σελήνην, ἄστρα τε καὶ τὰ τούτοις ὅμοια, ἀποφηνάμενος ἀπέκλεισε πάντων τῶν πεπλανημένων τὴν διάνοιαν. Τῆς δὲ ὑγιοῦς πίστεως πανταχόθεν σῳζομένης, ἑδραιώμα[τος] οὔσης καὶ σωτηρίας τῶν πιστῶν, ῥᾳδίως ἡ πασῶν τῶν αἱρέσεων ἐπινενοημένη κενολεξία προσανετράπη. ὡς καὶ οὗτος ἀνατραπεὶς καὶ ἐλεεινὸν ἑαυτὸν καταστήσας καὶ ἑαυτὸν ἀποξενώσας τῆς ζωῆς. φησὶ γὰρ ὁ προφήτης πρὸς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ὅτι «θήσομαι ἄνθρακα τὸν λίθον σου καὶ τοὺς θεμελίους σου σάπφειρον καὶ τὰ τείχη σου λίθους ἐκλεκτοὺς καὶ τὰς ἐπάλξεις σου ἴασπιν». εἶτα ὕστερόν φησι «πᾶσα φωνὴ ἣ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις, ἐπὶ δὲ σὲ οὐ κατευοδωθήσεται».
οὐδὲν γὰρ κατισχύσει πρὸς τὴν τῆς ἀληθείας πίστιν, ἐπειδήπερ «ἐπὶ τὴν πέτραν ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς», ὡς ἐπηγγείλατο αὐτῇ ὁ ἅγιος θεὸς Λόγος, ὁ βασιλεὺς αὐτῆς καὶ νυμφίος καὶ κύριος αὐτῆς καὶ δεσπότης, ᾧ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Ταύτης δὲ καὶ αὐτῆς καταπατηθείσης τῆς αἱρέσεως, ὡς ἀπὸ τομῆς ὄφεως οὖσα κεφαλὴ καὶ ἔτι σκαρίζουσα, τῷ ξύλῳ τῆς ζωῆς παισθεῖσα, αὐτοὶ [δὲ] θεῷ εὐχαριστοῦντες ἐπὶ τὰς ἄλλας πάλιν διασκοποῦντες ἴωμεν, ἀγαπητοί.

Against the Noetians 37, Sequence 57Κατὰ Νοητιανῶν λζ, τῆς δὲ ἀκολουθίας νζ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 41:995Κατὰ Νοητιανῶν λζ, τῆς δὲ ἀκολουθίας νζ. Ἕτερος δὲ πάλιν μετὰ τοῦτον Νόητος ὀνόματι ἀνέστη, οὐ πρὸ ἐτῶν πλειόνων, ἀλλ’ ὡς ἀπὸ χρόνου ἐτῶν τούτων ἑκατὸν τριάκοντα πλείω ἐλάσσω, Ἀσιανὸς τῆς Ἐφέσου πόλεως ὑπάρχων· ὃς ἀλλοτρίῳ πνεύματι φερόμενος ἠθέλησεν ἀφ’ ἑαυτοῦ ἃ μήτε προφῆται [ἐκήρυξαν] μήτε ἀπόστολοι μήτε ἐξ ὑπαρχῆς κατέσχεν ἡ ἐκκλησία μήτε ἐνενοήθη λέγειν τε καὶ διδάσκειν, αὐτὸς ἀφ’ ἑαυτοῦ ἐπάρματι μανίας ἐπαρθεὶς ἐτόλμησε λέγειν, τὸν πατέρα πεπονθέναι· ἔτι δὲ μείζονί τινι τύφῳ καὶ παραφροσύνῃ ἐνεχθεὶς ἑαυτὸν ἔλεγε Μωυσέα καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀαρών.
ἀλλὰ μεταξὺ τούτων ἀπὸ τῆς περὶ αὐτοῦ ἐνηχήσεως οἱ μακάριοι πρεσβύτεροι τῆς ἐκκλησίας μετακαλεσάμενοι αὐτὸν ἐξήταζον περὶ τούτων ἁπάντων καὶ εἰ ταύτην τὴν βλασφημίαν περὶ πατρὸς προηγάγετο. ὁ δὲ τὰ πρῶτα μὲν ἠρνεῖτο ἐπὶ τοῦ πρεσβυτερίου ἀγόμενος, διὰ τὸ μηδένα πρὸ αὐτοῦ ἐξεμέσαι ταύτην τὴν δεινὴν καὶ ὀλετήριον πικρίαν. ὕστερον δέ, ἀφ’ ἧς εἶχε λύσσης εἴς τινας ἄλλους ἐμβαλὼν ὡς εἰπεῖν καὶ σὺν αὐτῷ ὥσπερ δέκα ἄνδρας ἐπαγόμενος, εἰς τῦφον μείζονα καὶ θράσος ἐπαρθεὶς τολμηρός [τε] γεγονὼς παρρησίᾳ λοιπὸν τὴν αἵρεσιν ἐδογμάτιζε. πάλιν δ’ αὖ οἱ αὐτοὶ πρεσβύτεροι προσκαλεσάμενοι αὐτόν τε καὶ τοὺς προσφθαρέντας αὐτῷ ἀνθρώπους περὶ τῶν αὐτῶν πάλιν ἠρώτων. ὁ δὲ ἅμα τοῖς ὑπ’ αὐτοῦ πεπλανημένοις ὑποτρίψας τὸ μέτωπον λοιπὸν παρρησίᾳ ἀντέλεγε, φάσκων ὅτι «τί γὰρ κακὸν πεποίηκα ὅτι ἕνα θεὸν δοξάζω; ἕνα θεὸν ἐπίσταμαι καὶ οὐκ ἄλλον πλὴν αὐτοῦ, γεννηθέντα πεπονθότα ἀποθανόντα». ὡς οὖν ἐν τούτοις ἔμενεν, ἐξέωσαν αὐτὸν τῆς ἐκκλησίας ἅμα τοῖς ὑπ’ αὐτοῦ εἰς τὸ ἴδιον δόγμα μεμαθητευμένοις.
ἐτελεύτα δὲ αὐτὸς ἔναγχος ἅμα τῷ ἰδίῳ ἀδελφῷ, οὐχ ὡς Μωυσῆς ἐν δόξῃ οὐδὲ ὁ αὐτοῦ ἀδελφὸς ὡς Ἀαρὼν ἐν τιμῇ ἐτάφη. ἐρρίφησαν γὰρ ὡς παραβάται καὶ οὐδεὶς αὐτοὺς τῶν θεοσεβῶν περιέστειλε. μετὰ τοῦτο οἱ ὑπ’ αὐτοῦ τὸν νοῦν φθαρέντες ἐκράτυναν τουτὶ τὸ δόγμα, τούτοις τοῖς ῥητοῖς ὑπαχθέντες οἷς καὶ ὁ αὐτῶν κακοδιδάσκαλος ἐξ ἀρχῆς. ὅτε γὰρ ἐρωτώμενος ἀπὸ τοῦ πρεσβυτερίου ἔφη ἕνα θεὸν δοξάζειν, ἤκουε παρ’ αὐτῶν φιλαλήθως ὅτι ἕνα θεὸν δοξάζομεν καὶ αὐτοί, ἀλλ’ ὡς οἴδαμεν δικαίως δοξάζειν· καὶ ἕνα Χριστὸν ἔχομεν, ἀλλ’ ὡς οἴδαμεν ἕνα Χριστόν, υἱὸν θεοῦ, παθόντα καθὼς ἔπαθεν, ἀποθανόντα καθὼς ἀπέθανεν, ἀναστάντα, ἀνελθόντα εἰς τὸν οὐρανόν, ὄντα ἐν δεξιᾷ τοῦ πατρός, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. ταῦτα λέγομεν μεμαθηκότες ἀπὸ τῶν θείων γραφῶν, ἃ καὶ ἐπιστάμεθα. 2. Ἐκ τούτου οὖν Νοητιανοὶ ἀπόσπασμα ὄντες αὐτοῦ καὶ οἱ ἐξ αὐτῶν τουτὶ τὸ δόγμα δοξάξουσιν, ἐκ τῶν ῥητῶν τούτων πειρώμενοι συνιστᾶν τὴν κατ’ αὐτοὺς ἐμμανῆ διδασκαλίαν. ἀφ’ ὧν εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν «ἐγὼ θεὸς τῶν πατέρων ὑμῶν· ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι» καὶ τὰ ἑξῆς. ἔλεγον οὖν·
PG 41:997ἡμεῖς τοίνυν αὐτὸν οἴδαμεν μόνον. εἰ τοίνυν ἐλθὼν Χριστὸς ἐγεννήθη, αὐτός ἐστι πατήρ, αὐτὸς υἱός· ἄρα [ὁ] αὐτός ἐστι θεὸς ὁ ἀεὶ [ὢν] καὶ νῦν ἐλθών· ὡς λέγει ἡ γραφή «οὗτος ὁ θεός σου, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη». ὁρᾷς, φησί, πάλιν πῶς ἡ θεία γραφὴ ἡμᾶς συνετίζει, τοῦ μὴ ἄλλον καὶ ἄλλον θεὸν ἡγεῖσθαι, φάσκουσα ὅτι αὐτὸς θεός ἐστι [ὁ] μόνος ὢν καὶ αὐτὸς ὕστερον ὀφθείς; πάλιν δὲ ἄλλῳ ῥητῷ κέχρηνται τούτῳ, ὡς λέγει «ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ δοῦλοι ἔσονται καὶ πορεύσονται ὀπίσω σου δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ». ὁρᾷς, φησί, πῶς αἱ θεῖαι γραφαὶ ἕνα θεὸν σημαίνουσι καὶ καταγγέλλουσιν αὐτὸν [γενόμενον] ἐμφανῆ; καὶ ὁμολογουμένως εἷς ἐστιν, ὁ αὐτὸς ἀεὶ ὤν.
καὶ τούτου ἕνεκα οὐ πολλοὺς θεοὺς λέγομεν, ἀλλὰ ἕνα θεόν, τὸν αὐτὸν ἀπαθῆ, αὐτὸν πατέρα τοῦ υἱοῦ, αὐτὸν υἱὸν καὶ πεπονθότα, ἵνα σώσῃ ἡμᾶς ἐν τῷ ἰδίῳ πάθει, καὶ οὐ δυνάμεθα ἄλλον λέγειν· δῆθεν ἀπὸ τοῦ ἐπιστάτου αὐτῶν μεμαθηκότες ταύτην τὴν ὁμολογίαν καὶ τὴν πονηρὰν ταύτην ὑπόνοιαν καὶ λυμαντικὴν μανίαν. Εἶτα ἄλλα ῥητὰ φέρουσιν εἰς σύστασιν ἑαυτῶν, ὡς ὁ αὐτῶν διδάσκαλος ἔλεγεν ὅτι «καὶ ὁ ἀπόστολος τούτοις μαρτυρεῖ τοῖς λόγοις φάσκων· ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». βούλονται δὲ διηγεῖσθαι μονοκώλως, τοῦτον τὸν τρόπον ὡς Θεόδοτος· ἐκεῖνος μὲν φύσει ἀκροτάτως ἄνθρωπον ψιλὸν διηγησάμενος, οὗτος δὲ πάλιν ἄλλην ἀκρότητα μονοτύπως. τὸν αὐτὸν πατέρα θεὸν καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν σαρκὶ πεπονθότα καὶ γεννηθέντα ἡγησάμενος. οὔτε οὖν ἐκεῖνοι οἱ ἀπὸ Θεοδότου τι ἐν ἀληθείᾳ ἔφασαν οὔτε οὗτος ὁ Νόητος καὶ οἱ ἀπ’ αὐτοῦ, ἀνόητος δὲ μᾶλλον τῇ δυνάμει, καθάπερ αἱ θεῖαι γραφαὶ ἀμφοτέρους καὶ πάντας τοὺς πεπλανημένους διελέγχουσι. 3.
PG 41:999Παντὶ δὲ τῷ τὸν νοῦν εἰς θεὸν κεκτημένῳ καὶ ἐν θείᾳ γραφῇ καὶ ἐν πνεύματι ἁγίῳ κατηυγασμένῳ εὐθυέλεγκτος ὁ αὐτῶν λόγος καὶ πάσης ἀνοίας ἔμπλεως φανεῖται. τόλμης γὰρ τὸ ἔργον καὶ τυφλώσεως ἡ διάνοια φάσκουσα τὸν αὐτὸν πατέρα ὄντα καὶ τὸν αὐτὸν υἱὸν καὶ τὸν αὐτὸν πεπονθότα· ὡς καὶ ἀπ’ ὀρθοῦ λογισμοῦ καὶ εὐλόγου κριθήσονται οἱ τὰ τοιαῦτα φάσκοντες. πῶς γὰρ εἴη πατὴρ ὁ αὐτὸς καὶ υἱὸς ὑπάρχων; εἰ γὰρ υἱὸς ὑπάρχει, πάντως που τινὸς υἱὸς εἴη, ἀφ’ οὗπερ γεγέννηται. εἰ δὲ πατήρ ἐστιν, ἑαυτὸν γεννᾶν ἀδύνατον. πάλιν δὲ τὸ καλούμενον υἱὸς ἑαυτὸν οὐκ ἐγέννησεν, ἀλλὰ ἐκ πατρὸς γεγέννηται. καὶ ὦ τῆς τῶν ἀνθρώπων πολλῆς φρενοβλαβείας καὶ ἀκατορθώτου λογισμοῦ. ἔστι γάρ, ἔστιν τὸ εὔλογον οὐχ ὡς οὗτοι δοξάζουσιν, ἀλλ’ ὡς ἡ ἀλήθεια διὰ θείας γραφῆς ἡμῖν ὑποδείκνυσιν. εὐθὺς γὰρ φάσκει ὁ κύριος λέγων «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ὃν ᾑρέτισα, ὃν ἠγάπησεν ἡ ψυχή μου· θήσομαι τὸ πνεῦμά μου ἐπ’ αὐτῷ». καὶ ὁρᾷς πῶς φωνὴ μὲν πατρὸς δείκνυσι φύσει υἱόν, ἐφ’ ᾧ καὶ τὸ πνεῦμα αὐτοῦ τίθησιν. εἶτα δὲ αὐτὸς ὁ μονογενής φησι «δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι».
ὁ δὲ λέγων «πάτερ, δόξασόν με» οὐχ ἑαυτὸν πατέρα καλεῖ, πατέρα δὲ τὸν αὐτοῦ γινώσκει. πάλιν δὲ ἐν ἄλλῳ τόπῳ «ἦλθε φωνὴ ἀπ’ οὐρανοῦ, οὗτός ἐστιν ὁ υἱός μου, αὐτοῦ ἀκούσατε». καὶ οὐκ εἶπεν «ἐγώ εἰμι ὁ υἱός μου, ἐμοῦ ἀκούσατε», οὐδὲ πάλιν «γέγονα υἱός», ἀλλὰ «οὗτος ὁ υἱός μου, αὐτοῦ ἀκούσατε». καὶ τῷ εἰπεῖν «ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν», οὐκ εἶπεν «ἐγὼ καὶ ὁ πατήρ μου εἷς εἰμι», ἀλλά «ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν». τὸ δὲ «ἐγὼ καὶ ὁ πατήρ», ὄντος τοῦ ἄρθρου τοῦ «ὁ» καὶ τοῦ «καί» ἀνὰ μέσον, σημαίνει πατέρα φύσει πατέρα καὶ υἱὸν φύσει υἱόν. 4. Καὶ πάλιν περὶ τοῦ ἁγίου πνεύματος «ἐὰν ἀπέλθω, ἐκεῖνος ἔρχεται, τὸ πνεῦμα τῆς ἀληθείας». πολὺ δὲ σαφέστατόν ἐστι τοῦτο τό «ἐγὼ ὑπάγω καὶ ἐκεῖνος ἔρχεται». οὐκ εἶπεν «ἐγὼ ὑπάγω καὶ ἐγὼ ἔρχομαι», ἀλλὰ ἀπὸ τοῦ «ἐγώ» καί «ἐκεῖνος» ἐσήμανεν ἐνυπόστατον τὸν υἱόν, ἐνυπόστατον τὸ ἅγιον πνεῦμα. καὶ πάλιν «τὸ πνεῦμα τῆς ἀληθείας τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ ἐμοῦ λαμβάνον», ἵνα δείξῃ ἐνυπόστατον τὸν πατέρα, ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ ἅγιον πνεῦμα.
καὶ πάλιν δὲ ἐπὶ τοῦ Ἰορδάνου ἄνωθεν ὁ πατὴρ ἐλάλει, υἱὸς δὲ ἐν Ἰορδάνῃ κατήρχετο, τὸ δὲ πνεῦμα μεσαίτατον ἐν εἴδει περιστερᾶς ἐφαίνετο καὶ ἦλθεν ἐπ’ αὐτόν, καίτοι γε τοῦ πνεύματος μὴ φορέσαντος σάρκα μήτε ἐνδυσαμένου σῶμα. διὰ δὲ τὸ μὴ νομίζεσθαι συναλοιφὴν εἶναι πρὸς τὸν υἱόν, τὸ ἅγιον πνεῦμα σχηματίζεται ἐν εἴδει περιστερᾶς διὰ τὸ ὀπτάνεσθαι φύσει ἐνυπόστατον τὸ πνεῦμα. πόθεν δὲ ἀλλαχόθεν οὐκ ἔχομεν δεῖξαι κατὰ τούτων τῶν τὴν φρενοβλάβειαν ἑαυτοῖς ἐγκιςσώντων; εἰ μὲν γὰρ ἀληθεύει ἡ αὐτῶν διάνοια καὶ ὁ λόγος ὁ ἕωλος καὶ μὴ ἔχων σύστασιν μήτε δύναμιν μήτε συνέσεως λογισμὸν ἢ ἔμφασιν, ἄρα γοῦν ἐκβλητέαι εἰσὶν αἱ γραφαί, αἱ πάντῃ μὲν πατέρα πατέρα γινώσκουσαι καὶ υἱὸν υἱὸν καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα. Ἀλλὰ τί φάσκεις, ὦ οὗτος; μὴ πολυθεί̈αν ἡγήσοιντο οἱ τὸ σέβας ἀληθινῶς τῇ τριάδι προσφέροντες, οἵτινές εἰσιν υἱοὶ τῆς ἀληθείας καὶ τῆς μόνης ἀποστολικῆς καὶ καθολικῆς ἐκκλησίας; καὶ οὐχ οὕτως. τίς γὰρ οὐκ ἐρεῖ ἕνα θεὸν εἶναι τῆς ἀληθείας, πατέρα παντοκράτορα, ἐξ οὗπερ ὁ μονογενὴς υἱὸς ἐν ἀληθείᾳ θεὸς Λόγος, ἐνυπόστατος Λόγος, γεγεννημένος ἀληθινῶς ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως;
PG 41:1001διὸ ἕνα θεὸν ἀσφαλῶς κηρύττει ἡ ἐκκλησία, πατέρα καὶ υἱόν· διότι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν», τουτέστιν μία θεότης καὶ ἓν θέλημα καὶ μία κυριότης. ἐξ αὐτοῦ δὲ τοῦ πατρὸς καὶ τὸ πνεῦμα ἐκπορεύεται, ἐνυπόστατον ὂν καὶ ἐν ἀληθείᾳ τέλειον, τὸ πνεῦμα τῆς ἀληθείας, τὸ φωτίζον τὰ πάντα, τὸ ἐκ τοῦ υἱοῦ λαμβάνον, τὸ πνεῦμα τοῦ πατρός. τὸ πνεῦμα τοῦ Χριστοῦ. διὸ μίαν θεότητα οἶδεν ἡ ἐκκλησία· εἷς θεὸς ὁ τῆς ἀληθείας πατήρ, πατὴρ τέλειος ἐνυπόστατος καὶ υἱὸς υἱὸς τέλειος ἐνυπόστατος καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα τέλειον ἐνυπόστατον, μία θεότης μία δεσποτεία μία κυριότης. διὸ πανταχοῦ σαφῶς κεκηρύχασιν αἱ θεῖαι γραφαὶ ἕνα θεόν, τουτέστιν τριάδα ὁμοούσιον, ἀεὶ οὖσαν τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς κυριότητος. καὶ διέπεσεν ἐκ πανταχόθεν ὁ τῆς ἀνοησίας σου λόγος, ὦ Νόητε. τοίνυν τούτων εἰρημένων καὶ ἀντιθέτως πρὸς τὰς τοῦ προειρημένου Νοήτου φωνάς, σκοπεῖν ἐξ ὑπαρχῆς χρὴ καὶ οὕτως τὰ αὐτοῦ κεφάλαια ἀνατρέπειν. 5.
Πρῶτον μὲν οὖν ἐπειδὴ παρήγαγε τὸ κεφάλαιον ὅτι «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ ὃν τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ», οὐχ ὁρᾷς ὅτι λέγων «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν», πῶς τὴν μίαν ἀρχὴν σημαίνει, ἵνα μὴ εἰς πολλὰς ἀρχὰς τρέψῃ τὴν διάνοιαν καὶ εἰς πολυθεί̈αν ἀγάγῃ πάλιν τὸν πλανηθέντα νοῦν τῶν ἀνθρώπων ἐπὶ τῇ κενοφωνίᾳ τῆς πολυθεί̈ας; ὁρᾷς γὰρ πῶς ἑνὶ ὀνόματι κέχρηται καὶ μιᾷ ὀνομασίᾳ, οὐκ ἀρνούμενος τὸν μονογενῆ θεόν. οἶδε γὰρ αὐτὸν κύριον καὶ οἶδεν αὐτὸν θεόν· διὸ ἀσφαλιζόμενος λέγει «καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». καὶ ἐπὶ μὲν τοῦ κυρίου τοῦτο λέγων οὐ τὸν αὐτὸν ἐσήμανεν εἶναι πατέρα καὶ τὸν αὐτὸν υἱόν, ἀλλὰ ἔδειξε τὸν μὲν πατέρα πατέρα ὄντα, τὸν δὲ υἱὸν υἱὸν ἀληθῶς, ἐπειδὴ τῷ εἰπεῖν «εἷς θεός» ἐπὶ τῷ πατρὶ οὐχ ὡς ἀρνούμενος ἐπὶ τῷ υἱῷ τὸ εἶναι θεὸς [ἔλεγεν] [εἰ γὰρ μὴ θεός, οὔτε κύριος· ἐπειδὴ δὲ κύριος, καὶ θεός], ἀλλὰ εἰς μίαν ὀνομασίαν ἄγειν ἀναγκαζόμενος ὑπὸ τοῦ ἁγίου πνεύματος ὁ ἅγιος ἀπόστολος ἔφραζεν ἡμῖν τὴν πίστιν, ἐναργῶς ἕνα κύριον σημαίνων, ἄρα γε καὶ θεόν.
PG 41:1003Ἀλλὰ μηδεὶς νομιζέτω, ἐπειδὴ λέγει ἕνα καὶ ἕνα, μὴ ἄρα παρέλιπε τὸν ἀριθμὸν τῆς τριάδος, ἐπειδὴ οὐκ ὠνόμασε τὸ ἅγιον πνεῦμα. ὀνομάσας γὰρ πατέρα καὶ υἱὸν θεὸν καὶ κύριον, ἐν πνεύματι ἁγίῳ ὠνόμασεν. οὐ γὰρ ἐπειδὴ εἶπεν «εἷς θεός», περὶ πατρός. «ἐξ οὗ τὰ πάντα», ἠρνήσατο αὐτὸν [τὸ] εἶναι κύριον· οὐδὲ πάλιν ἐπειδὴ εἶπε «καὶ εἷς κύριος Ἰησοῦς Χριστός», ἠρνήσατο εἶναι αὐτὸν θεόν, ἀλλὰ καθάπερ ἐπὶ τῷ πατρὶ ἠρκέσθη ἐπὶ τῇ μιᾷ ὀνομασίᾳ, λέγων «εἷς θεός», σὺν δὲ τῷ θεὸς δῆλον ὅτι ἔστι καὶ κύριος. οὕτω καὶ ἐπὶ τῷ υἱῷ ἠρκέσθη τῷ «εἷς κύριος»· σὺν δὲ τῷ «[εἷς] κύριος» σύνεστι καὶ τὸ θεός. λέγων οὖν περὶ πατρὸς καὶ υἱοῦ, οὐ κοῦφος ἦν ἀπὸ πνεύματος ἁγίου, ἀλλὰ ἐν πνεύματι ἁγίῳ, ὡς ἔφην, ἐφθέγγετο. εἴωθε δὲ ἀεὶ τὸ ἅγιον πνεῦμα οὐ σύστασιν ἑαυτοῦ ποιούμενον , ἵνα μὴ ἡμῖν ὑπογραμμὸν δώσει τοῦ περὶ ἑαυτῶν καὶ ἡμᾶς τὴν σύστασιν [ἑαυτῶν] ποιήσασθαι. ἄρα οὖν «εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα [ἢ δι’ ὃν τὰ πάντα], καὶ ἓν τὸ ἅγιον πνεῦμα, οὐκ ἀλλότριον θεοῦ, ἐνυπόστατον δὲ ὄν, διότι πνεῦμα θεοῦ καὶ πνεῦμα ἀληθείας καὶ πνεῦμα πατρὸς καὶ πνεῦμα Χριστοῦ. 6.
Εἰ δὲ χρεία εἰπεῖν καὶ περὶ τοῦ «ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται [καὶ τό «σὺ εἶ θεός, καὶ οὐκ ᾔδειμεν»] καὶ σοὶ δοῦλοι ἔσονται, καὶ πορεύσονται ὀπίσω σου δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ». λέξει δέ, «οὐχ ὁρᾷς, φησίν, ὅτι εἷς θεός ἐστιν. ἐκ τῶν τοσούτων ῥητῶν, ὧν ὑπεδείξαμεν», οὐ νοῶν τὰ εἰρημένα, ἀλλὰ πανούργως περικόπτων τὰς γραφάς, λοξὰ μὲν διηγούμενος, ἀνθυπερβάτως δὲ εἰσάγων τοὺς λόγους, οὐκ ἀκολούθως καὶ περὶ πόδα φθέγγεται οὔτε καθ’ εἱρμὸν διηγεῖται ὁ Νόητος ἢ οἱ ἐξ αὐτοῦ Νοητιανοί [νοοῦσιν].
PG 41:1005ὥσπερ γὰρ κακῷ κυνὶ ὄνομα Λέων [ἐπιτιθέασιν] καὶ τοὺς μηδὲ ὅλως ὁρῶντας καλοῦσι πολὺ βλέποντας καὶ τὰς χολὰς γλυκείας φασὶ καὶ τὸ ὄξος μέλι τινὲς ἐπωνόμασαν καὶ τὰς Ἐρινύας Εὐμενίδας τινὲς ὠνόμασαν, οὕτως καὶ οὗτος καὶ οἱ ἀπ’ αὐτοῦ, Νοήτου ἔχων ὄνομα, ἀνόητος ὑπάρχει καὶ οἱ ἐξ αὐτοῦ ἀνοητοῦντες, μηδὲ ὅλως τὴν ἀκολουθίαν ὧν τε φάσκει καὶ ὧν προβάλλονται νοοῦντες, ὡς καὶ πληροῦσθαι ἐπ’ αὐτοὺς τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου ἀποστόλου «μήτε ἃ λέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται». 7. Ὁρᾶτε γάρ, ὦ ἄνδρες ἀδελφοί, πῶς ἀνώτερον ἔφη ἡ θεία γραφή, μᾶλλον δὲ αὐτὸς ὁ κύριος, ὡς ἔχει ἡ ἀρχὴ τοῦ κεφαλαίου· ὅθεν καὶ δεικτέον ἐστὶ περὶ τῆς πάσης ἐν αὐτῷ τῷ κεφαλαίῳ ἀληθείας τε καὶ ὑποθέσεως ὅτι «ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου, καὶ [περὶ] τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. ἐγὼ ἐποίησα, φησί, τὴν γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι.
οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος σαβαώθ». εἶτα λοιπόν «ἐκοπίασεν Αἴγυπτος καὶ ἡ ἐμπορία Αἰθιόπων» καὶ τὰ ἑξῆς «ὅτι ἐν σοὶ ὁ θεός ἐστιν». ἐν τίνι δὲ φαίημεν ἀλλ’ ἢ ἐν τῷ πατρῴῳ Λόγῳ; καὶ γὰρ ἀληθῶς θεὸς Λόγος ὁ υἱὸς καὶ ἐν αὐτῷ ὁ πατὴρ γινώσκεται, ὡς λέγει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα» καί «ἐγὼ ἐδόξασά σου τὸ ὄνομα ἐπὶ τῆς γῆς». εἶτα πάλιν «ἐγὼ ἤγειρα βασιλέα». οὐχ ὁρᾷς ὅτι φωνή ἐστι πατρὸς ἰδιάζουσα ἡ ἐγείρασα ἐξ αὐτῆς τὸν ἀληθινὸν Λόγον βασιλέα ἐπὶ πάντας, τὸν ἐξ αὐτοῦ ἀληθινῶς γεννηθέντα ἀνάρχως καὶ ἀχρόνως; ὃν καὶ ἤγειρε πάλιν, αὐτὸν τὸν βασιλέα, ὡς λέγει ὁ ἅγιος ἀπόστολος φάσκων «εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωογονήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος πνεύματος αὐτοῦ ἐν ὑμῖν», ὅπως συνᾴδοι τὰ προφητικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς εὐαγγελικοῖς καὶ τὰ εὐαγγελικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς προφητικοῖς· ἐκεῖ γάρ «[ἐγὼ] ἤγειρα βασιλέα», καὶ ὧδε· «ὁ ἐγείρων Χριστὸν ἐκ νεκρῶν».
Page scan enlarged

Notebook

Full View