PG 42Epiphanius
Medicine Chest (Book II, Volume II – Exposition of the Faith, heresies 65–80)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

Books II, Volume II: Against Paul of SamosataLibri II Tomus II · Contra Paulum Samosatenum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 42:11Παῦλος ὁ Σαμοσατεὺς καλούμενος τούτους διαδέχεται, γεγονὼς μετὰ Ναυᾶτον καὶ Ὠριγένην, τὸν λοιπὸν ἐν αἱρέσει ἀριθμούμενον, δι’ ἣν ἠθέλησεν ὑψαυχενίαν ἑαυτῷ ἐπισπάσασθαι καὶ ἐπαρθῆναι κατὰ τῆς ἀληθείας διὰ τῆς κομπώδους αὐτοῦ φλυαρίας καὶ ἐκ διαβόλου ἐπισεσεισμένης ἐννοίας, ὃν πενθεῖν δεῖ ὡς ἀληθῶς «φθόνῳ διαβόλου» ἐξοκείλαντα καὶ ἀπὸ ὕψους παραπεπτωκότα· ἐπ’ αὐτῷ γὰρ πληροῦται τὸ εἰρημένον «βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον». Οὗτος δὴ οὖν ὁ ἡμῖν εἰς διήγησιν ἐπιμνημονευόμενος Παῦλος ὁ Σαμοσατεύς, οὗ τοῦ ὀνόματος ἐν ἀρχῇ ἐμνήσθημεν καὶ τῆς αἱρέσεως αὐτοῦ [νῦν] ποιούμεθα τὴν διήγησιν, ἀπὸ Σαμοσάτων ἦν, τῆς ἐπὶ τὰ μέρη τῆς Μεσοποταμίας καὶ Εὐφράτου· ὃς ἐν τούτῳ τῷ χρόνῳ ἐν ἡμέραις Αὐρηλιανοῦ καὶ Πρόβου τῶν βασιλέων ἐπὶ τῆς Ἀντιοχέων καθίσταται ἐπίσκοπος τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ἀρθεὶς δὲ τῇ διανοίᾳ ἐξέπεσε τῆς ἀληθείας καὶ ἀνεκαίνισε τὴν αἵρεσιν τοῦ Ἀρτέμωνος, τοῦ ποτε ὄντος ἐν ἀρχῇ πρὸ ἐτῶν πολλῶν καὶ ἐσβεσμένου.
PG 42:13Φάσκει δὲ οὗτος θεὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἕνα θεόν, ἐν θεῷ δὲ ἀεὶ ὄντα τὸν αὐτοῦ Λόγον καὶ τὸ πνεῦμα αὐτοῦ, ὥσπερ ἐν ἀνθρώπου καρδίᾳ ὁ ἴδιος λόγος. μὴ εἶναι δὲ τὸν υἱὸν τοῦ θεοῦ ἐνυπόστατον, ἀλλὰ ἐν αὐτῷ τῷ θεῷ, ὥσπερ ἀμέλει καὶ ὁ Σαβέλλιος καὶ ὁ Ναυᾶτος καὶ ὁ Νόητος καὶ ἄλλοι· οὐκ ἴσως δὲ ἐκείνοις οὗτος, ἀλλὰ ἄλλως παρ’ ἐκείνους. ἐλθόντα δὲ τὸν λόγον καὶ ἐνοικήσαντα ἐν Ἰησοῦ ἀνθρώπῳ ὄντι. καὶ οὕτως, φησίν, εἷς ἐστιν ὁ θεός, καὶ οὐχὶ πατὴρ ὁ πατὴρ καὶ υἱὸς ὁ υἱὸς καὶ ἅγιον πνεῦμα τὸ ἅγιον πνεῦμα, ἀλλὰ εἷς θεὸς ὁ πατὴρ καὶ ὁ υἱὸς αὐτοῦ ἐν αὐτῷ, ὡς λόγος ἐν ἀνθρώπῳ· δῆθεν ἀπὸ τῶν μαρτυριῶν τούτων ἑαυτοῦ τὴν αἵρεσιν προβαλλόμενος, ἀπὸ τοῦ εἰρηκέναι τὸν Μωυσέα «κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν». οὐ φάσκει δὲ οὗτος κατὰ τὸν Νόητον τὸν πατέρα πεπονθέναι, ἀλλά φησιν· ἐλθὼν ὁ Λόγος ἐνήργησε μόνον καὶ ἀνῆλθε πρὸς τὸν πατέρα. καὶ πολλὴ παρὰ τούτῳ ἡ ἀτοπία. 2. Ἴδωμεν δὲ εἰ οἱ λόγοι αὐτοῦ συσταθήσονται τοῦ ἠπατημένου. φάσκει γὰρ ὅτι εἶπεν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί».
καὶ αὐτοὶ δέ φαμεν ἐκ πατρὸς θεὸν Λόγον καὶ μετ’ αὐτοῦ ἀεὶ ὄντα ἐξ αὐτοῦ γεγεννημένον, ἀλλ’ οὐχὶ τὸν πατέρα λέγομεν ἄνευ Λόγου ἐνυποστάτου. ἀλλ’ ὁ λόγος τοῦ πατρός, ὁ μονογενὴς υἱὸς θεὸς λόγος, ὥς φησι «πᾶς ὁ ὁμολογῶν ἐν ἐμοὶ ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου»· τῷ δὲ «ἐν ἐμοὶ ἔμπροσθεν τοῦ πατρός μου», ἔδειξε φύσει ἐνυπόστατον τὸν πατέρα . οὗτοι δὲ τὸν Ἰουδαϊσμὸν παρεισφέροντες, οὐδὲν περισσότερον τῶν Ἰουδαίων κεκτημένοι, δεύτεροι Ἰουδαῖοι κληθήσονται καὶ Σαμοσατῖται, μηδὲν ἕτερον ὄντες ἢ τῷ ὀνόματι μόνον οἰήσει προϊσχόμενοι. τὸν γὰρ ἐκ θεοῦ θεόν, υἱὸν μονογενῆ καὶ Λόγον, ἀρνούμενοι ἐκεῖνοί εἰσιν ὁποῖοι καὶ οἱ αὐτὸν ἐν τῇ παρουσίᾳ ἀρνησάμενοι, θεοκτόνοι τε καὶ κυριοκτόνοι καὶ ἐπαρνησίθεοι γεγονότες. τἀληθῆ δέ, ὅτι οὔτε περιτομὴν ἔχουσιν οὔτε σάββατον φυλάσσουσι, τὰ δὲ ἄλλα πάντα καθάπερ Ἰουδαῖοι . 3. Καὶ γὰρ τῷ ὄντι καὶ αὐτοὶ οὐ δύο φαμὲν εἶναι θεοὺς οὐδὲ θεότητας, ἀλλὰ μίαν θεότητα· ἐπειδὴ γὰρ οὔτε δύο λέγομεν πατέρας οὔτε δύο υἱοὺς οὔτε δύο πνεύματα ἅγια, ἀλλὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μίαν θεότητα, μίαν δοξολογίαν.
PG 42:15οὗτος δὲ οὐ λέγει μόνον θεὸν διὰ τὸ πηγὴν εἶναι τὸν πατέρα, ἀλλὰ μόνον θεὸν [αὐτὸν λέγων] ἀναιρεῖ ὅσον τὸ κατ’ αὐτὸν τὴν τοῦ υἱοῦ θεότητα καὶ ὑπόστασιν καὶ τοῦ ἁγίου πνεύματος· ἔχων δὲ αὐτὸν τὸν πατέρα ἕνα θεὸν ἄγονον υἱοῦ, ὡς εἶναι τὰ δύο ἀτελῆ, πατέρα καὶ υἱὸν, τὸν μὲν πατέρα ἄγονον υἱοῦ καὶ ἄκαρπον τὸν Λόγον θεοῦ ζῶντος καὶ σοφίας ἀληθινῆς. Λόγον γὰρ οἷον τὸν ἐν καρδίᾳ εἶναι νομίζουσι καὶ σοφίαν, οἵαν ἐν ψυχῇ ἀνθρώπου ἕκαστος ἔχει τὴν ἐκ θεοῦ φρόνησιν [ἐκ θεοῦ] κεκτημένος. διὰ τοῦτο πρόσωπον ἓν τὸν θεὸν ἅμα τῷ λόγῳ φασίν, ὡς ἄνθρωπον ἕνα καὶ τὸν αὐτοῦ λόγον, οὐδὲν πλέον τῶν Ἰουδαίων ὡς ἔφην δοξάζοντες, τυφλώττοντες ἀπὸ τῆς ἀληθείας καὶ κεκωφωμένοι ἀπὸ τοῦ θείου λόγου καὶ κηρύγματος τῆς ζωῆς τῆς αἰωνίου. οὔτε γὰρ αἰδοῦνται τὸν ἀληθῆ τοῦ εὐαγγελίου λόγον τὸν λέγοντα «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν». εἰ γὰρ ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, τὸ εἶναι αὐτοῦ οὐ κατὰ τὴν προφορὰν μόνον ἐστίν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν.
καὶ εἰ ὁ λόγος ἦν πρὸς τὸν θεόν, οὐχ ὁ Λόγος ἐστὶ πρὸς ὃν ἦν· οὐδὲ γὰρ ὁ πρὸς ὃν ἦν ἔστι λόγος. εἰ γὰρ ἐν καρδίᾳ λόγον θεὸς ἔχει, καὶ οὐ γεγεννημένον, πῶς πληροῦται τὸ ἦν καὶ ὅτι θεὸς ἦν ὁ Λόγος; οὐ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος ἄνθρωπος πρὸς τὸν ἄνθρωπον· οὔτε γὰρ ζῇ οὔτε ὑπέστη, καρδίας δὲ ζώσης καὶ ὑφεστώσης κίνημά ἐστι μόνον καὶ οὐχ ὑπόστασις. λέγεται γὰρ ἅμα καὶ παραχρῆμα οὐκέτι ἐστίν, ἀλλὰ λαλούμενος διαμένει. τοῦ δὲ θεοῦ ὁ Λόγος , ὥς φησι τὸ ἅγιον πνεῦμα ἐν στόματι τοῦ προφήτου «ὁ λόγος σου εἰς τὸν αἰῶνα διαμένει». συμφώνως δὲ τούτῳ ὁ εὐαγγελιστὴς λέγει, θεὸν ὁμολογῶν φανερωθέντα καὶ παραγενόμενον, οὐ συμπαραλαμβάνων τῇ τοῦ λόγου σαρκώσει τὸν πατέρα· «ὁ Λόγος» γάρ φησι «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ οὐκ εἶπεν, ὁ Λόγος καὶ ὁ πατὴρ σὰρξ ἐγένετο· καὶ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος», καὶ οὐκ εἶπεν· ἐν θεῷ ἦν ὁ λόγος. 4.
PG 42:17Καὶ ἵνα μή τινες νομίσωσι, κακοβούλως τὰ φωτεινὰ καὶ ζωτικὰ ῥήματα μεταβάλλοντες εἰς κακίαν ἑαυτῶν καὶ εἰς βλάβην [ἄλλως γὰρ καὶ ἄλλως «ἔγκειται ἡ καρδία τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος»] καὶ ἄρξωνται λέγειν· «οὐκ εἶπεν· ἐν θεῷ ἦν ὁ Λόγος, ἀλλὰ ὡς καὶ σὺ φῄς, πρὸς θεὸν ἦν ὁ Λόγος· ἄρα γοῦν οὐκ ἔστιν ἐκ τῆς ὑποστάσεως τοῦ πατρὸς ὁ Λόγος, ἀλλὰ ἐκτὸς θεοῦ ὁ Λόγος», πάλιν ἐπιστρέφει διορθουμένη τοὺς ἑαυτῆς υἱοὺς ἡ ἀλήθεια. ἐξελέγχουσα τὰς διανοίας τὰς κατ’ αὐτῆς πορνευούσας, καί φησιν αὐτὸς ὁ μονογενὴς «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ πάλιν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». ὁ δὲ ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ [λαλῶν], οὐχ [ὡς] σωματικοὺς ἔχων ὄγκους, νοηματικοὺς δὲ παρέχων λόγους, ὑποκαταβαίνων τὴν ἀσθένειαν τῆς ἀνθρωπότητος εἰς αἴσθησιν παραστάσεως διὰ τῶν ἐν ἡμῖν γινομένων [ποιούμενος] τὴν παράστασιν τοῦ υἱοῦ, ὅτι ἐξ αὐτοῦ ἀληθῶς γεγέννηται, θεὸς ἐκ θεοῦ, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐκ ἔξωθεν ὤν, ἀλλὰ ἐκ τῆς αὐτοῦ οὐσίας, φάσκει ἐν τῷ Δαυὶδ λέγων «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὡς οἱ ἑβδομήκοντα ἡρμήνευσαν·
ὡς δὲ οἱ ἄλλοι ἐκδόται, Ἀκύλας μέν· ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου, Σύμμαχος δέ· ὡς κατ’ ὄρθρον δρόσου ἡ νεότης σου, Θεοδοτίων δέ· ἐκ μήτρας ἀπὸ πρωὶ̈ νεότητός σου, πέμπτη δὲ ἔκδοσις· ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος ἐν νεότητί σου, ἡ δὲ ἕκτη ἔκδοσις· ἐκ γαστρὸς ζητήσουσί σε, δρόσος νεανικότητός σου, ἐν δὲ τῷ Ἑβραϊκῷ· μηρὲμ μεσσαὰρ λακτὰλ ἰελεδεχέθ, ὅπερ ἐστὶ σαφῶς καὶ ἀναμφιβόλως· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. τὸ γὰρ μηρὲμ [ἐκ] γαστρός ἐστι, μεσσαὰρ δὲ τὸ ὀρθριαίτερον πάντων, ὅπερ ἐστὶ πρὸ ἑωσφόρου, λακτάλ, καὶ πρὸ τῆς δρόσου, ἰελεδεχὲθ παιδίον, τουτέστι τὸ ἐγέννησά σε. ὅπως ἐκ τοῦ λόγου γνῴης ὅτι ὁ ἐνυπόστατος θεὸς λόγος ἐκ πατρὸς φύσει ἐστὶ γεγεννημένος, ἀνάρχως καὶ ἀχρόνως πρὸ τοῦ τι εἶναι. οὐ γὰρ τὸν ἑωσφόρον μόνον ἔλεγε τὸν ἀστέρα, καίτοι γε πολλῶν ὄντων τῶν ἄστρων καὶ ἡλίου καὶ σελήνης, ἐν τῇ τετάρτῃ ἡμέρᾳ γενομένων, προγενομένων δὲ θαλάσσης καὶ ξύλων καὶ καρπῶν, στερεώματός τε γῆς καὶ οὐρανοῦ, καὶ ἀγγέλων ἅμα σὺν τούτοις γεγονότων·
PG 42:19εἰ μὴ γὰρ ἅμα οὐρανῷ καὶ γῇ καὶ ἄγγελοι ἐκτίσθησαν, οὐκ ἂν ἔλεγε τῷ Ἰὼβ ὅτι «ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου φωνῇ». τὸ οὖν πρὸ ἑωσφόρου , ἵνα εἴπῃ πρὸ τοῦ εἶναί τι καὶ κτισθῆναι. ἦν γὰρ ἀεὶ ὁ Λόγος σὺν πατρί· «δι’ αὐτοῦ γὰρ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» 5. Λέξειε δ’ ἄν τις· «ἔδειξας εἶναι πρὸ ἄστρων τοὺς ἀγγέλους, ἅμα δὲ οὐρανῷ καὶ γῇ τούτους ἔφης γεγονέναι. πόθεν πεποίησαι τὴν ἀπόδειξιν, λέγε ἡμῖν· οὐχὶ ἄρα πρὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάντως γεγόνασιν; οὐδαμοῦ γὰρ τηλαυγῶς σημαίνει τὸν χρόνον τῆς τῶν ἀγγέλων ποιήσεως. καὶ ὅτι μὲν καλῶς αὐτοὺς ἔδειξας εἶναι πρὸ ἄστρων [εὔδηλον]· εἰ μὴ γὰρ ἦσαν, πῶς ὕμνουν θεὸν ἐπὶ τῇ τῶν ἄστρων ποιήσει;» ἡμεῖς δὲ ἑκάστην ζητήματος εὕρεσιν οὐκ ἀπὸ ἰδίων λογισμῶν δυνάμεθα λέγειν, ἀλλὰ ἀπὸ τῆς τῶν γραφῶν ἀκολουθίας.
τηλαυγῶς γὰρ σημαίνει ὁ τοῦ θεοῦ λόγος ὅτι οὔτε μετὰ τὰ ἄστρα γεγόνασιν ἄγγελοι οὔτε πρὸ οὐρανοῦ καὶ γῆς, σαφῶς ἀμεταθέτου ὄντος τοῦ ῥητοῦ, τοῦ ὅτι πρὸ οὐρανοῦ καὶ γῆς οὐδὲν ἦν τῶν ἐκτισμένων, ὅτι «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ὡς ἀρχῆς οὔσης [τῆς] κτίσεως καὶ οὐδενὸς πρὸ αὐτῆς τῶν κεκτισμένων [ὑπάρχοντος]. Οὐ δύναται οὖν, ὡς προεῖπον, ὁ ἐν ἀνθρώπῳ λόγος ἄνθρωπος καλεῖσθαι, ἀλλὰ λόγος ἀνθρώπου. εἰ δὲ ὁ Λόγος τοῦ θεοῦ θεός ἐστιν, οὐκ ἔστιν ἀνυπόστατος λόγος, ἀλλὰ ἐνυπόστατος θεὸς Λόγος, ἐκ τοῦ θεοῦ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως· «ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» «οὗτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.» «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω». ὁρᾷς μονογενῆ Λόγον;
ὁρᾷς ἐν κόσμῳ παραγενόμενον ἐν ἀνθρώποις καὶ πλήρη ἔχοντα «δόξαν μονογενοῦς παρὰ πατρός»; οὐχ ὡς τοῦ πατρὸς ὄντος Λόγου, οὐ πατρὸς ἅμα Λόγῳ συναλοιφῇ πεφηνότος, ὡς ἄνθρωπος ἅμα τῷ ἑαυτοῦ λόγῳ φαινόμενος [ὅπου] καὶ ὁ λόγος αὐτοῦ οὐ δύναται φανῆναι, ἐὰν μὴ παρῇ ὁ φθεγγόμενος τὸν λόγον. τίνι τοίνυν πιστεύσω; τίνι συνθῶμαι; παρὰ τίνων λάβω ζωὴν ἐν μαθήμασι; παρὰ τῶν ἁγίων εὐαγγελιστῶν καὶ πνευματοφόρων, τῶν τὸν Λόγον παρὰ πατρὸς ἀπεσταλμένον φησάντων, ἢ [παρὰ] τούτων τῶν ἀπὸ Παύλου τοῦ Σαμοσατέως, τῶν σὺν τῷ Λόγῳ θεὸν καὶ Λόγον σὺν τῷ θεῷ φασκόντων, τῶν ἓν πρόσωπον πατρὸς πρὸς τὸν λόγον καὶ τοῦ Λόγου πρὸς τὸν πατέρα ὁριζόντων; εἰ δὲ ἓν τὸ πρόσωπον, πῶς ὁ μὲν ἀποστέλλει, ὁ δὲ ἀποστέλλεται; «ἀποστελεῖ» γάρ φησιν ὁ προφήτης «τὸν λόγον, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα», καὶ πάλιν «ἐγὼ ἐξῆλθον ἐκ τοῦ πατρός μου καὶ ἥκω» καὶ «ζῶ ἐγώ, καὶ ζῇ ἐν ἐμοὶ ὁ ἀποστείλας με πατήρ». πῶς οὖν ἀποστέλλεται ὁ ἀποσταλεὶς καὶ διὰ σαρκὸς φαίνεται; «θεὸν γὰρ οὐδεὶς πώποτε ἑώρακεν· ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο».
PG 42:21καί φησιν «ὁ μονογενὴς θεός»· ὁ μὲν γὰρ Λόγος ἐστὶν ἐκ πατρὸς γεννηθείς, ὁ πατὴρ δὲ οὐκ ἐγεννήθη· διὰ τοῦτο μονογενὴς θεός. 6. Προὔλαβε γὰρ ἡ θεία γνῶσις κηρύττουσα ἑαυτῆς τὴν ἀλήθειαν διὰ τὴν αὐτῆς πρόγνωσιν εἰς ἀσφάλειαν τῶν ἡμετέρων ψυχῶν, ἐπειδήπερ ᾔδει τοῦ Σαμοσατέως τὴν ἄνοιαν καὶ τῶν Ἀρειανῶν τὴν κακοδοξίαν καὶ τῶν Ἀνομοίων τὴν κακουργίαν καὶ τῶν Μανιχαίων τὴν πτῶσιν καὶ λοιπῶν αἱρέσεων τὴν κακομηχανίαν. καὶ διὰ τοῦτο περὶ ἑκάστης λέξεως ἀσφαλίζεται ἡμᾶς ὁ θεῖος λόγος· τὸν μὲν γὰρ πατέρα οὐ λέγει μονογενῆ. πῶς γὰρ μονογενὴς ὁ μὴ γεγεννημένος; τὸν δὲ υἱὸν μονογενῆ, ἵνα μὴ ὁ υἱὸς νομισθείη πατήρ, καὶ ἵνα μὴ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου ἀπεικασθῇ ὁ θεὸς λόγος. εἰ γὰρ λόγος λέγεται, διὰ τὴν τοιαύτην χρῆσιν λέγεται, ἵνα μὴ νομίσῃ τις ἀλλότριον εἶναι τῆς τοῦ θεοῦ πατρὸς οὐσίας· καὶ οὐκέτι λόγος ἀνυπόστατος, ἀλλὰ ἐνυπόστατος, διὰ τὸ «μονογενής, πλήρης χάριτος καὶ ἀληθείας»· καὶ ὁρᾷς πόσα ἐστὶ πρὸς ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς·
τὸ γοῦν «θεὸν οὐδεὶς πώποτε ἑώρακεν», ἵνα τὸ ἀόρατον τοῦ πατρὸς σημάνῃ καὶ τῆς αὐτοῦ θεότητος [τὸ δὲ «μονογενὴς θεός»], ἵνα τὴν ἰδίαν θεότητα διὰ τῆς σαρκὸς φαινομένην ἐπιβεβαιώσῃ. Πόσα δὲ ἄλλα καὶ ἐπέκεινα τούτων εἰς παράστασιν ἡμῖν ἀναλέξειέ τις καὶ παραστήσειε πρὸς τὴν τοῦ Σαμοσατέως ἄνοιαν; εἰ γὰρ ἦν ἐν τῷ πατρί, ὡς ὁ λόγος ἐν καρδίᾳ ἀνθρώπου, πῶς παραγέγονε διὰ ἰδίας θεωρίας φαινόμενος; ἐν τῷ γὰρ αὐτὸν διηγεῖσθαι τοῖς αὐτοῦ μαθηταῖς φάσκει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». καὶ οὐκ εἶπεν· ἐγώ εἰμι ὁ πατήρ. ἀλλὰ τὸ ἐμὲ ἐν τῷ πατρὶ σημαίνει. καὶ οὐκ εἶπεν, ἐγώ εἰμι ἐκεῖνος, ἀλλ’ «ἐγὼ ἦλθον ἐπὶ τῷ ὀνόματι τοῦ πατρός μου καὶ ἐκεῖνός ἐστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ». καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου ὅτι [«ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ] ἄλλον παράκλητον ὑμῖν ἀποστελεῖ»· ὅρα πῶς τὸ ἀποστελεῖ καὶ τὸ ἄλλον [καὶ] τὸ ἐγώ , ἵνα δείξῃ πατέρα ἐνυπόστατον, [υἱὸν ἐνυπόστατον], πνεῦμα ἅγιον ἐνυπόστατον. «ἐκεῖνός με γὰρ δοξάσει», περὶ τοῦ ἁγίου πνεύματος λέγων [φησί] «ὅτι τοῦ ἐμοῦ λήψεται»· καὶ ποῖόν φησι; τὸ ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον.
PG 42:23ἀλλὰ καί φησι «δύο μαρτυρίαι ἀνθρώπων σταθήσονται, καὶ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ ἀποστείλας με πατήρ». πόσα δὲ ἄλλα τοσαῦτα καὶ ἐπέκεινα τούτων · ἰδοὺ γάρ φησιν «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. ναὶ ὁ πατήρ, ὅτι οὕτως γέγονεν εὐδοκία ἔμπροσθέν σου. πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ τὸν πατέρα οὐδεὶς ἔγνω εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ». [τὸ] «ἀπεκάλυψας γὰρ νηπίοις», καὶ [τὸ] «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου», ἵνα ἐκκόψῃ τὴν τούτων ἐπινενοημένην ξενολεξίαν. 7. Ἀλλ’ ὅρα τὸν ἀεὶ ἀντιπολεμοῦντα τῇ τῶν ἀνθρώπων φύσει διάβολον, τί ἐν αὐτοῖς ἐνεκίσσησεν ὥσπερ ἀπὸ διαβολικῆς ἐνεργείας τοῦ λέγειν. δῆθεν γὰρ ἀπολογοῦνται πρὸς ταῦτα οἱ τῆς τῶν Ἰουδαίων αἱρέσεως ὑπηρέται, ὑπὲρ τούτου αἰσχυνόμενοι διὰ τὴν τῶν θείων εὐαγγελίων σαφῆ ὑφηγήσεως διδασκαλίαν, ἵνα μὴ ὀφθῶσι τελειότατα ἀντιπράττοντες τῇ τοῦ εὐαγγελίου ἀληθινῇ γνώσει. φάσκουσι γὰρ ὅτι «ἄνθρωπος ἦν ὁ Ἰησοῦς καὶ ἐν αὐτῷ ἐνέπνευσεν ἄνωθεν ὁ λόγος·
καὶ ταῦτα περὶ ἑαυτοῦ ὁ ἄνθρωπος λέγει. ὁ πατὴρ γὰρ ἅμα τῷ υἱῷ εἷς θεός, ὁ δὲ ἄνθρωπος κάτωθεν τὸ ἴδιον πρόσωπον ὑποφαίνει· καὶ οὕτως τὰ δύο πρόσωπα πληροῦνται». πῶς οὖν ἄνθρωπος θεὸς δύναται εἶναι, ὦ πάντων ἀνθρώπων ἀβέλτερε καὶ ἀπὸ τοῦ ἐπουρανίου φρονήματος τὸν νοῦν ἀπεστραμμένε; πῶς δύναται ἄνθρωπος εἶναι ψιλὸς κατὰ σὲ ὁ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»; εἰ γὰρ ὁ ἄνθρωπος ὡς ὁ πατήρ. οὐδὲν διαλλάττει ὁ πατὴρ τοῦ ἀνθρώπου· εἰ δὲ ὁ θεὸς λόγος, ὁ ἐνανθρωπήσας ἐν τελειότητι τέλειος ὢν ἔστι θεὸς ἄνωθεν ἀπὸ πατρὸς γεγεννημένος, δικαίως καὶ σαφῶς φθέγγεται περὶ ἑαυτοῦ λέγων ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα,» ὡς καὶ οἱ Ἰουδαῖοί φασι περὶ αὐτοῦ· «οὐ μόνον» γάρ φησιν «ἐζήτουν ἀποκτεῖναι αὐτόν, ὅτι ταῦτα ἐποίει, ἀλλ’ ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον θεῷ ἑαυτὸν φάσκων». τῷ γὰρ εἰπεῖν πάλιν «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» τὸν πατέρα θεὸν ἴσον ἑαυτοῦ φάσκει. οὐκ ἄνθρωπος δέ ἐστιν ἴσος θεῷ, οὐδὲ ὡς θεός, ἀλλὰ [ὁ] ἐν ἀληθείᾳ γεγεννημένος ἐκ θεοῦ πατρὸς θεὸς υἱὸς μονογενής.
φησὶ γὰρ περὶ αὐτοῦ Παῦλος «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»· τὸ μὲν περὶ θεοῦ ἦν ἐν μορφῇ, περὶ δὲ τῆς τοῦ δούλου μορφῆς προσληπτὴν ἀπέφηνε καὶ οὐκ εἶπεν αὐτοῦ [ἰδίαν] οὖσάν ποτε. πολλάκις δὲ καὶ ἀνθρωπίνως διαλέγεται ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστός, ὁ θεὸς λόγος, καὶ πολλάκις ἀνθρωποπαθῶς φθέγγεται, ἀλλ’ οὐχ ὅτε λέγει «ἐκ τοῦ πατρός μου ἐξῆλθον καὶ ἥκω»· τοῦτο γὰρ οὐ δύναται ἀπὸ ἀνθρωπότητος λέγεσθαι· ἀλλ’ ὅτε δικαίως ἐπιμαρτυρεῖ λέγων «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής», ἵνα δείξῃ τὴν ἑαυτοῦ ἐνανθρώπησιν· καὶ τὸ ἀνάπαλιν περὶ θεότητος λέγων «κἄν τε ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν», ἵνα δείξῃ ἀληθινὴν θεότητα καὶ ἀληθινὴν ἐνανθρώπησιν. 8. Οὐ δύο τοίνυν θεοί, ὅτι οὔτε δύο πατέρες· οὐδὲ ἀνῄρηται ἡ ὑπόστασις τοῦ λόγου, ὅτι οὐ μία συναλοιφὴ θεότητος υἱοῦ πρὸς πατέρα. οὐ γάρ ἐστιν ἑτεροούσιος ὁ υἱὸς τοῦ πατρός, ἀλλὰ ὁμοούσιος τῷ πατρί· οὐ δύναται δὲ εἶναι ἑτεροούσιος τῷ γεγεννηκότι οὐδὲ ταυτοούσιος, ἀλλὰ ὁμοούσιος.
PG 42:25οὐδὲ πάλιν λέγομεν αὐτὸν μὴ εἶναι ταὐτὸν τῇ οὐσίᾳ τῷ πατρί· ἔστι γὰρ ταὐτὸν τῇ θεότητι καὶ τῇ οὐσίᾳ ὁ υἱὸς πρὸς τὸν πατέρα, καὶ οὐκ ἀλλοῖος παρὰ τὸν πατέρα οὐδὲ ἀπὸ ἄλλης ὑποστάσεως, ἀλλὰ ὡς ἀληθῶς υἱὸς πατρὸς τῇ τε οὐσίᾳ καὶ τῇ ὑποστάσει καὶ τῇ ἀληθείᾳ. ἀλλ’ οὐχ ὁ πατήρ ἐστιν ὁ υἱός, οὐδὲ ὁ υἱός ἐστιν ὁ πατήρ, ἀλλὰ υἱὸς ἀληθῶς ἐκ πατρὸς γεγεννημένος. διὸ οὔτε δύο θεοὶ οὔτε δύο υἱοὶ οὔτε δύο ἅγια πνεύματα, ἀλλὰ μία θεότης ἡ τριάς, πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα, ὁμοούσιος οὖσα. ὅταν γὰρ εἴπῃς ὁμοούσιον, οὐ συναλοιφὴν σημαίνει[ς]. τὸ γὰρ ὁμοούσιον οὐχ ἑνός ἐστι σημαντικόν, οὐδὲ τοῦ ὄντος υἱοῦ πρὸς πατέρα γνησίου τὴν οὐσίαν διίστησι καὶ τὴν ὑπόστασιν ἀπαλλοτριοῖ διὰ τὸ ὁμοούσιον. οὐ γὰρ ἀρχὰς δύο κηρύττει ὁ θεῖος λόγος, ἀλλὰ μίαν ἀρχήν· «συνελεύσεται, γάρ φησιν, ὁ οἶκος Ἰούδα καὶ ὁ οἶκος Ἰσραήλ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν». ὁ τοίνυν ἀρχὰς δύο κηρύττων δύο θεοὺς κηρύττει, καὶ ὁ ἀναιρῶν τὸν Λόγον καὶ τὴν αὐτοῦ ὑπόστασιν Ἰουδαϊσμὸν ὑποφαίνει. Μαρκίων γὰρ δύο ἀρχὰς ὑποφαίνει, μᾶλλον δὲ τρεῖς ἑαυταῖς ἐναντίας·
οἱ δὲ νέοι Ἰουδαῖοι, Σαμοσατῖται οὗτοι, ἀναιροῦσι τὴν ὑπόστασιν τοῦ Λόγου, ἵνα κυριοκτόνοι καὶ αὐτοὶ ἀποφανθῶσι καὶ ἐπαρνησίθεοι τῆς τοῦ κυρίου ἡμῶν σωτηρίας. Μία γοῦν ἡ ἀρχὴ καὶ ἐξ αὐτῆς ὁ υἱός, εἰκὼν ἀκριβής, φύσει ἐκτυποῦσα τὸν ἴδιον πατέρα καὶ ὁμοία κατὰ πάντα τρόπον, ὅτι θεὸς ἐκ θεοῦ καὶ υἱὸς ἐκ πατρός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ καὶ φῶς ἐκ φωτός, μία οὖσα θεότης καὶ ἓν ἀξίωμα. διό φησι «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»· οὔτε κατ’ εἰκόνα σήν, ἵνα μὴ διέλῃ, οὔτε κατ’ εἰκόνα ἐμήν, ἵνα μὴ ἀνόμοιον καὶ ἄνισον ἀποφάνῃ, κατ’ εἰκόνα δὲ ἡμετέραν. καὶ τὸ ποιήσωμεν, ἵνα μὴ ἀλλότριος ᾖ ὁ πατὴρ τῶν γενομένων ὑπ’ αὐτοῦ, μηδὲ ὁ μονογενὴς ἀλλότριος τῆς δημιουργίας. ἀλλὰ ὁ πατὴρ σὺν τῷ υἱῷ δημιουργεῖ καὶ ὁ υἱός. δι’ οὗ τὰ πάντα γέγονε, συνδημιουργὸς τῷ πατρί·
PG 42:27καὶ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν υἱὸν εἷς υἱὸς τέλειος ἐκ τελείου πατρὸς καὶ πατὴρ τέλειος τελείου υἱοῦ, τῆς πατρικῆς τελειότητος ἔχοντος τὴν εἰκόνα, «εἰκὼν θεοῦ τοῦ ἀοράτου», οὐ παράδειγμα εἰκόνος, οὐκ εἰκὼν εἰκόνος, οὐκ ἀνόμοιος, ἀλλ’ εἰκὼν τοῦ πατρός, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς ἀπὸ τοῦ ἀνάρχου καὶ ἀχρόνου γεννήσεως ἐν ἀληθείᾳ. Εἰκὼν τοίνυν ὁ υἱὸς τοῦ πατρός· καὶ γὰρ καὶ οἱ βασιλεῖς οὐ διὰ τὸ ἔχειν εἰκόνα δύο εἰσὶ βασιλεῖς, ἀλλὰ βασιλεὺς εἷς σὺν τῇ εἰκόνι· εἷς θεός, οὐχὶ ἕν τι ἐκ δύο μερῶν ἀτελὲς ὑπάρχον, ἀλλὰ τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα. «ἐγώ, γάρ [φησιν,] ἐν τῷ πατρί» οὐχ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου, ἀλλὰ πατέρα οἴδαμεν νοητὸν σὺν υἱῷ καὶ υἱὸν ἀπὸ πατρὸς γεγεννημένον. καὶ οὐχ ὡς ἐν ἀνθρώπῳ ἐλθόντα, εἰς οἰκητήριον ὁ θεῖος λόγος καὶ μετὰ τὸ γεγεννῆσθαι ὀφθέντα ἐν αὐτῷ τὸν Λόγον καὶ πάλιν ἐν θεῷ ὑπάρχοντα ἄνω, ὡς ἐν καρδίᾳ ἀνθρώπου λόγος. ταῦτα γὰρ τῆς τοῦ δαίμονος ἐμβροντήσεώς ἐστι καὶ ἐπαρνησιθεί̈ας πάσης ἔχοντα τοὺς χαρακτῆρας. 9. Ταῦτα δὲ τὰ ὀλίγα πρὸς τὴν τούτου αἵρεσιν καλῶς ἔχειν δοκιμάσαντες .
οὐ δυσχερὴς γὰρ ἡ τούτων δύναμις οὔτε μὴ δυναμένη ὑπὸ πάντων συνετῶν ἀνατρέπεσθαι. διὸ καὶ τούτου τὰς ῥίζας τῶν ἀκανθῶν ἐκτεμόντες τῷ τῆς ἀληθείας κηρύγματι καὶ φρονήματι καὶ τὸν ἰὸν ὡς εἰπεῖν ἀποσβέσαντες καὶ τὸ δηλητήριον τούτου ὑποδείξαντες, τὸν ἀρωγὸν ἐπικεκλημένοι σὺν υἱῷ πατέρα, τὸν ὄντως ὄντα καὶ υἱὸν ὄντως ἐνυπόστατον γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα ὂν ἐνυπόστατον, καὶ σωτήριον τῆς οἰκονομίας τῆς ἐνσάρκου πραγματείας, διὰ τοῦ τροπαίου τοῦ κατὰ θανάτου, τοῦ σταυροῦ φημι, τὴν κεφαλὴν τούτου ῥήξαντες τοῦ ζητήματος τῶν νέων Ἰουδαίων, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί. Δρυί̈νας γάρ τις ἔχις οὕτω καλουμένη τούτῳ ἔοικε τῷ αἱρεσιάρχῃ· ὡς δρυί̈νας λέγεται μὲν εἶναι ἔχις, παρὰ δὲ τὰς πόας ἢ καὶ δρύας ἐμφωλεύει συνεχέστατα· διὸ καὶ δρυί̈νας καλεῖται, ἀπὸ τοῦ φιλόδενδρον αὐτὸ εἶναι καὶ ἑαυτὸ παρεικάζειν ἀνὰ μέσον τῶν ἐκ τῶν δένδρων ῥιπτομένων φύλλων τῇ ἑκάστου χλωρότητι. οὐ τοσοῦτον δὲ εἶναι ὀδυνηρὸν τὸ ζῷον, ἐὰν δὲ ἐπιμείνῃ, θάνατον ἐμποιεῖν.
οὕτως γὰρ καὶ οὗτος καὶ ἡ ἀπ’ αὐτοῦ αἵρεσις πιστῶν ἀριθμῷ ἑαυτὸν ἀπεικάζεται, Χριστοῦ μὲν ὄνομα ἐνδεδυμένος, Ἰουδαίων δὲ τὸ φρόνημα ἐπανῃρημένος, Λόγον Χριστὸν ὁμολογῶν, οὐκ ὄντα δὲ τοῦτον διανοούμενος, καὶ ἐν πολλοῖς ἑαυτὸν θριαμβεύων οὐκ αἰσχύνεται· οὗ καὶ τὴν δοκοῦσαν διδασκαλίαν, πλάνην δὲ οὖσαν, ἐν τῷ ὑποδήματι τοῦ Χριστοῦ καταπεπατηκότες καὶ τῇ σμίλῃ τῇ ἰατρικῇ τοῦ εὐαγγελίου τοὺς δεδηγμένους ἀμύξαντες τόν τε ἰὸν ἀπ’ αὐτῶν ἐκκρίναντες, ἐπὶ τὴν τῶν ἑξῆς διήγησιν, ὡς προεῖπον, ἐλευσόμεθα. Κατὰ Μανιχαίων μ, τῆς δὲ ἀκολουθίας ξ. 1. Μανιχαῖοι, [οἱ] καὶ Ἀκουανῖται λεγόμενοι, διά τινα οὐέτρανον ἀπὸ τῆς μέσης τῶν ποταμῶν ἐλθόντα, Ἀκούαν οὕτω καλούμενον, ἐν τῇ Ἐλευθεροπόλει ἐνέγκαντα ταύτην τὴν τοῦ δηλητηρίου τούτου πραγματείαν, οὗτοι κατὰ τὸν καιρὸν ἐκεῖνον τῷ βίῳ [αὐτῶν] ἐκήρυξαν, μέγα τῷ κόσμῳ κακὸν μετὰ τὴν Σαβελλίου ἐπαναστάντες [αἵρεσιν]· ἐν χρόνοις γὰρ οὗτοι Αὐρηλιανοῦ τοῦ βασιλέως γεγόνασι, περὶ ἔτος τέταρτον τῆς αὐτοῦ βασιλείας.
PG 42:29ἔστι δὲ ἡ αἵρεσις αὕτη πολυθρύλητος καὶ ἐν πολλοῖς μέρεσι τῆς γῆς φημιζομένη, ἐκ Μάνη τινός, ὡς ἔφην, λαβοῦσα τὸ πλατυνθῆναι ἐν μέρεσι τῆς γῆς. Μάνης δὲ οὗτος ἀπὸ τῆς τῶν Περσῶν ὡρμᾶτο γῆς. Κούβρικος μὲν τὸ πρῶτον καλούμενος, ἐπονομάσας δὲ ἑαυτῷ τοῦ Μάνη ὄνομα, τάχα οἶμαι ἐκ τῆς τοῦ θεοῦ οἰκονομίας τὸ μανιῶδες ἑαυτῷ ἐπισπασάμενος ὄνομα. καὶ ὡς μὲν αὐτὸς ᾤετο, κατὰ τὴν τῶν Βαβυλωνίων γλῶτταν δῆθεν σκεῦος ἑαυτῷ τὸ ὄνομα ἐπέθετο· τὸ γὰρ Μάνη ἀπὸ τῆς Βαβυλωνίας εἰς τὴν Ἑλληνίδα μεταφερόμενον σκεῦος ὑποφαίνει τοὔνομα· ὡς δὲ ἡ ἀλήθεια ὑποφαίνει, τῆς μανίας τὸ ἐπώνυμον κέκτηται, δι’ ἣν ἐνεβροντήθη ὁ ἐλεεινὸς τῷ κόσμῳ ὑποσπεῖραι κακοδιδασκαλίαν. ἦν δὲ οὗτος ὁ Κούβρικος χήρας τινὸς δοῦλος, ἥτις ἄπαις τελευτήσασα κατέλειψεν αὐτῷ χρημάτων ἀσυνείκαστον πλῆθος, χρυσοῦ τε καὶ ἀργύρου καὶ ἀρωμάτων καὶ ἄλλων. καὶ αὐτὴ δὲ τῆς κληρονομίας τὴν διαδοχὴν ἔσχεν ἐκ Τερβίνθου τινός, δούλου καὶ αὐτοῦ ὑπάρξαντος, μετονομαςθέντος δὲ Βουδδᾶ κατὰ τὴν τῶν Ἀσσυρίων γλῶτταν, ὃς καὶ αὐτὸς δοῦλος ὑπῆρχε Σκυθιανοῦ τινος.
ἀπὸ τῆς Σαρακηνίας ὁρμωμένου, κατὰ δὲ τὰ τέρματα τῆς Παλαιστίνης τουτέστιν ἐν τῇ Ἀραβίᾳ, ἀνατραφέντος. οὗτος ὁ Σκυθιανὸς ἐν τοῖς προειρημένοις τόποις παιδευθεὶς τὴν Ἑλλήνων γλῶσσαν καὶ τὴν τῶν γραμμάτων αὐτῶν παιδείαν δεινός τε γέγονε περὶ τὰ μάταια τοῦ κόσμου φρονήματα. ἀεὶ δὲ στελλόμενος τὴν πορείαν ἐπὶ τὴν τῶν Ἰνδῶν χώραν πραγματείας χάριν πολλὴν ἐμπορίαν ἐποιεῖτο. ὅθεν πολλὰ κτησάμενος ἐν τῷ κόσμῳ καὶ διὰ τῆς Θηβαί̈δος διιών, ὅρμοι γὰρ τῆς ἐρυθρᾶς θαλάσσης διάφοροι, ἐπὶ τὰ στόμια τῆς Ῥωμανίας διακεκριμένοι, ὁ μὲν εἷς ἐπὶ τὴν Αἰλᾶν, ἥτις ἐστὶν ἐν τῇ θείᾳ γραφῇ Αἰλῶν· ἔνθα που ἡ ναῦς Σολομῶντος διὰ τριῶν ἐτῶν ἐρχομένη ἔφερε χρυσὸν καὶ ὀδόντας ἐλεφαντίνους, ἀρώματά τε καὶ ταῶνας καὶ τὰ ἄλλα, ὁ δὲ ἕτερος ὅρμος ἐπὶ τὸ Κάστρον τοῦ Κλύσματος, ἄλλος δὲ ἀνωτάτω ἐπὶ τὴν Βερνίκην καλουμένην, δι’ ἧς Βερνίκης καλουμένης ἐπὶ τὴν Θηβαί̈δα φέρονται, καὶ τὰ ἀπὸ τῆς Ἰνδικῆς ἐρχόμενα εἴδη ἐκεῖσε τῇ Θηβαί̈δι διαχύνεται ἢ ἐπὶ τὴν Ἀλεξανδρέων διὰ τοῦ Χρυσορρόᾳ ποταμοῦ, Νείλου δέ φημι, τοῦ καὶ Γεὼν ἐν ταῖς γραφαῖς λεγομένου, καὶ ἐπὶ πᾶσαν τῶν Αἰγυπτίων γῆν καὶ ἐπὶ τὸ Πηλούσιον φέρεται·

Against the ManichaeansContra Manichæos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 42:31καὶ οὕτως εἰς τὰς ἄλλας πατρίδας διὰ θαλάσσης διερχόμενοι οἱ ἀπὸ τῆς Ἰνδικῆς ἐπὶ τὴν Ῥωμανίαν ἐμπορεύονται. 2. Ταῦτα δέ μοι κατὰ λεπτὸν ἐσπουδάσθη ἱστορίας χάριν παραδοῦναι, ὅπως καὶ τῶν ῥιζῶν ἑκάστης ὑποθέσεως οἱ ἐντυγχάνειν ἐθέλοντες μὴ ἀμοιρήσωσι. δεῖ γὰρ τὸν ἐπιβαλλόμενον διηγήσει τινὶ κατὰ δύναμιν ἐπιβάλλεσθαι καὶ ἐκ τῆς ῥίζης ποιεῖσθαι τὴν εἰσαγωγήν· ἔνθεν εὑρίσκεται καὶ τὰ τῆς ἀληθείας, κἄν τε ἀπορῇ ὁ λέγων εὐκοσμίας λόγου καὶ εὐεπείας φθογγῆς, ὅμως ἀπὸ τῆς ἀληθινῆς ἱστορίας τὸ ζητούμενον τοῖς συνετοῖς ἀποδειχθήσεται. ἐν ἀρχῇ τοίνυν οὗτος ὁ Σκυθιανὸς πλούτῳ πολλῷ ἐπαρθεὶς καὶ κτήμασιν ἡδυσμάτων καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς Ἰνδίας καὶ ἐλθὼν περὶ τὴν Θηβαί̈δα εἰς Ὑψηλὴν πόλιν οὕτω καλουμένην, εὑρὼν ἐκεῖ γύναιον ἐξωλέστατον καὶ κάλλει σώματος πρόοπτον ἐκπλῆξάν τε αὐτοῦ τὴν ἀσυνεσίαν, ἀνελόμενός τε τοῦτο ἀπὸ τοῦ στέγους [ἕστηκε γὰρ ἡ τοιαύτη ἐν τῇ πολυκοίνῳ ἀσεμνότητι] ἐπεκαθέσθη τῷ γυναίῳ καὶ ἐλευθερώσας αὐτὸ συνήφθη αὐτῷ πρὸς γάμον.
χρόνου δὲ πολλοῦ προκόπτοντος διὰ τὴν ὑπερβολὴν ἧς εἶχε τρυφῆς οὐκ ἤνεγκεν ὁ ἀλιτήριος, ἀλλὰ ὡς ἀργὸς καὶ ἐθὰς κακῶν ἐκ τοῦ περισσοῦ τῆς τρυφῆς στρήνου ἐπενόει λοιπὸν κατὰ τὸν νοῦν τι καινότερον τῷ βίῳ προσοῖσαι καὶ ἀφ’ ἑαυτοῦ διανοηθεὶς ἐπλάσατο ῥήματα τοιαῦτα, οὐκ ἀπὸ τῆς θείας γραφῆς εὑράμενος καὶ πνεύματος ἁγίου φθογγῆς, ἀλλὰ ἀπὸ λογισμῶν ἀνθρωπείας φύσεως τῶν δειλαίων φάσκων· τίνι τῷ λόγῳ ἄνισα κεῖται τὰ ἐν παντὶ τῷ ὁρωμένῳ τῆς κτίσεως κύτει, μέλαν καὶ λευκόν, πυρρὸν καὶ χλωρόν, ὑγρὸν καὶ ξηρόν, οὐρανὸς καὶ γῆ, νὺξ καὶ ἡμέρα, ψυχὴ καὶ σῶμα, ἀγαθόν τε καὶ φαῦλον, δίκαιόν τε καὶ ἄδικον, ἀλλ’ ὅτι πάντως ταῦτα ἐκ δύο τινῶν [ἀρχῶν] συνέστηκεν; ἐνεκίσσα δὲ ἐν τῇ αὐτοῦ διανοίᾳ ὁ διάβολος, ἐπὶ πλεῖον στρατεύσας [αὐτὸν] κατὰ τῆς ἀνθρωπείας φύσεως, τὸ δεινὸν φρόνημα, ὡς ὑπονοεῖν τὸ μὴ ὂν [καὶ] τὸ ὂν μὴ ἐπιγινώσκειν, ἵνα πόλεμόν τινα ἐν ταῖς διανοίαις τῶν ἠπατημένων ἐνστήσηται τοῖς νομίζουσιν εἶναί τι μετὰ τὸν ὄντα καὶ ὡς εἰπεῖν ἐκ δύο ῥιζῶν ἢ δύο ἀρχῶν ἐνεργεῖσθαι τὰ πάντα· ὅπερ ἐστὶ πάντων δυσσεβέστατον καὶ μοχθηρότατον. ἀλλὰ περὶ τούτου αὖθις ἐρῶ.
PG 42:33ἐν τούτοις γὰρ ὁ προειρημένος Σκυθιανὸς τυφλωθεὶς τὴν διάνοιαν, λαβὼν παρὰ Πυθαγόρου τὰς προφάσεις οὕτως ἐφρόνησε καὶ βίβλους τέσσαρας ἑαυτῷ πλάσσεται, τῇ μιᾷ ὄνομα θέμενος Μυστηρίων, τῇ δὲ δευτέρᾳ Κεφαλαίων, τῇ τρίτῃ Εὐαγγέλιον, τῇ τετάρτῃ Θησαυρόν· ἐν αἷς τὰ ἰσόζυγα καὶ τὰ ἰσόρροπα [τῶν] δύο ἀρχῶν συζεύξας πρόσωπα καθ’ ἑκάστην ὑπόθεσιν , οὕτως ὑπολαβὼν ὁ τάλας καὶ οὕτως κατὰ τοῦτο τὸ μέρος ἐφαντάζετο, ὥς τι μέγα εὑρὼν τῷ βίῳ. καὶ τῷ ὄντι μέγα κακὸν εὕρατο τῷ βίῳ καθ’ ἑαυτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ πλανωμένων. 3. Ἐπειδὴ δὲ ὁ ἀνὴρ ἐν τούτοις ἦν, ἀκηκόει δὲ πῶς οἱ προφῆται καὶ ὁ νόμος προεφήτευον περὶ τῆς τοῦ κόσμου συστάσεως καὶ περὶ τοῦ ἑνὸς καὶ μονάρχου τοῦ ἀεὶ ὄντος καὶ μὴ διαλείποντος τοῦ εἶναι πατρὸς καὶ τοῦ αὐτοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἠθέλησε, περιττοτέρᾳ τινὶ φερόμενος ἡδυπαθείᾳ καὶ κατὰ τὸν ἰδιωτικὸν αὐτοῦ νοῦν ἐπιτωθάζων καὶ βαρεῖ στρήνῳ ἐν ἑαυτῷ ἀγόμενος, στέλλεσθαι τὴν πορείαν ἐπὶ τὰ Ἱεροσόλυμα περὶ τοὺς χρόνους τῶν ἀποστόλων, ὡς δῆθεν ἐκεῖσε ποιούμενος τὸν λόγον πρὸς τοὺς τὰ περὶ μοναρχίας [θεοῦ] κηρύττοντας καὶ τῶν τοῦ θεοῦ κτισμάτων.
ὁ δὲ τάλας ἀνελθὼν ἀντιβάλλειν ἤρξατο πρὸς τοὺς ἐκεῖσε πρεσβυτέρους, τοὺς κατὰ τὴν νομοθεσίαν θεοῦ τὴν τῷ Μωυσῇ δοθεῖσαν καὶ προφητικῇ ἑκάστου προφήτου διδασκαλίᾳ βιοῦντας, ὅτι· πῶς φατε ἕνα θεόν, τὸν ποιήσαντα νύκτα τε καὶ ἡμέραν, σάρκα τε καὶ ψυχήν, ξηρόν τε καὶ ὑγρόν, οὐρανόν τε καὶ γῆν, σκότος τε καὶ φῶς; οἱ δὲ σαφῶς ἐδείκνυον [οὐ γὰρ ἡ ἀλήθεια παρακέκρυπται], ὁ δὲ ἀντιλέγων οὐκ ᾐσχύνετο. μηδὲν δὲ δυνάμενος περαιῶσαι, ὅμως τῇ ἀναισχυντίᾳ τῆς χαλεπότητος ἐφέρετο. ὡς δὲ οὐκ ἴσχυσέ τι ἀνύσαι, ἀλλὰ τὸ ἧττον μᾶλλον ἀπηνέγκατο, ἐπετήδευσε δι’ ὧν εἶχε μαγικῶν βιβλίωνκαὶ γὰρ καὶ γόης ἦν, ἀπὸ τῆς τῶν Ἰνδῶν καὶ Αἰγυπτίων [καὶ] ἐθνομύθου σοφίας ἐμπορευσάμενος τὰ δεινὰ καὶ ὀλετήρια τῆς γοητείαςφαντασίαν τινά· ἐπὶ δώματος [γὰρ] ἀνελθὼν καὶ ἐπιτηδεύσας, ὅμως οὐδὲν ἰσχύσας, ἀλλὰ καταπεσὼν ἐκ τοῦ δώματος, τέλει τοῦ βίου ἐχρήσατο. ἦν δὲ διατρίψας ἐκεῖ ἱκανὰ ἔτη. μαθητὴν δὲ ἔχων ἕνα μόνον μεθ’ ἑαυτοῦ, τὸν προειρημένον Τέρβινθον, ᾧ καὶ τὰ ἴδια ἐπίστευσεν ὡς πιστικωτάτῳ καὶ κατ’ εὔνοιαν αὐτῷ ἐξυπηρετουμένῳ·
ὃς τελευτήσαντος τοῦ Σκυθιανοῦ κηδεύει μὲν αὐτὸν φιλοφρονέστατα καὶ θάψας σκέπτεται μὴ πρὸς τὸ γύναιον ἀνακάμψαι, τὸ ἤδη ἀπὸ πορνείας ἤτοι αἰχμαλωσίας τῷ Σκυθιανῷ συνημμένον, ἀλλὰ ἀποδιδράσκει, λαβὼν πάντα ὅσαπερ εἶχε, χρυσόν τε καὶ ἄργυρον καὶ τὰ ἄλλα, εἰς τὴν τῶν Περσῶν χώραν, ἀλλάξας ἑαυτοῦ τὸ ὄνομα, ἵνα μὴ κατάφωρος γένηται, ἀντὶ Τερβίνθου, ὡς ἄνω μοι προδεδήλωται, Βουδδᾶ ἑαυτῷ ἐπιθέμενος ὄνομα. οὗτος δὲ πάλιν ἔσχε κακὴν διαδοχὴν κληρονομίας τὰ τέσσαρα βιβλία τοῦ Σκυθιανοῦ καὶ τὰ τῆς μαγείας καὶ τῆς μογγανείας ἐπιτηδεύματα· ἦν γὰρ καὶ οὗτος ἐν γράμμασιν ἐπιμελέστατα πεπαιδευμένος.
PG 42:35ὡς δὲ καὶ αὐτὸς διαλεγόμενος ἐν τῇ Περσῶν χώρᾳ, καταχθεὶς πρὸς γραῦν τινα χήραν, καὶ τοῖς τοῦ Μίθρα νεωκόροις τε καὶ ἱερεῦσι τοῦ εἰδώλου, προφήτῃ τινὶ Πάρκῳ καὶ Λαβδάκῳ συζητήσας περὶ τῶν δύο ἀρχῶν, [καὶ] μὴ δυνηθεὶς μήτε κἂν πρὸς τοὺς τῆς εἰδωλολατρείας πρυτάνεις διαλεχθῆναι, ἀλλ’ [ἐν] ἐλέγχῳ καταστὰς παρ’ αὐτῶν καὶ τὸ αἶσχος ἀπενεγκάμενος, ὡσαύτως τῷ προειρημένῳ Σκυθιανῷ τὰ ὅμοια φρονήσας, ἐπὶ τὸ δωμάτιον ἀνελθών, μαγεύειν τι δῆθεν πρὸς τὸ μή τινα αὐτῷ ἀντιλέγειν ἐπιτηδεύσας, ὑπὸ ἀγγέλου καταχθεὶς κατέπεσε, καὶ οὕτως τέθνηκε δι’ ἣν ἠβούλετο ἐπιχειρῆσαι μαγικὴν ἐνέργειαν. ἡ δὲ γραῦς περιστείλασα τούτου τὸ σῶμα τῶν χρημάτων αὐτοῦ ἐν καθέξει γεγένηται, καὶ μὴ ἔχουσα παῖδα μηδέ τινα τῶν διαφερόντων ἔμεινε πολλῷ τῷ χρόνῳ οὕτως. ὕστερον δὲ προσελάβετο πριαμένη τὸν Κούβρικον, τὸν καὶ Μάνην, ἑαυτῇ πρὸς ὑπηρεσίαν. καὶ τελευτῶσα κατέλιπεν αὐτῷ τὰ τῆς κακῆς κληρονομίας, ὡς ἰὸν ἀπὸ ἀσπίδος καταλειφθέντα, εἰς πολλῶν φθορὰν καὶ ἀπώλειαν. 4. Πάλιν οὖν Κούβρικος ὁ ἑαυτὸν ἐπονομάσας Μάνην ἐν αὐτοῖς διῆγε καὶ ἐν αὐτοῖς διελέγετο.
καὶ ὡς οὐδεὶς αὐτῷ ἐπείθετο, ἀλλὰ ἀκούοντες Μανιχαίου διδασκαλίαν ἐδυσφόρουν μὲν καὶ ἐξενολεκτοῦντο πάντες ἐπὶ τῇ καινοτομίᾳ καὶ δεινῇ μυθοποιίᾳ καὶ κενῇ ἀπάτῃ, ὁ δὲ ὁρῶν τὰ ἴδια τῆς κακομηχανίας ἀνατρεπόμενα τῶν λόγων συνθήματα τὴν διάνοιαν κεπφωθεὶς ἐπενόει ἑαυτῷ πρόφασίν τινα, δι’ ἧς τὸ ἴδιον πλάσμα τῆς δεινοποιήσεως ταύτης συστήσειε. καὶ φήμης διαδοθείσης ὡς ὁ υἱὸς τοῦ τῶν Περσῶν βασιλέως ἀλγήματί τινι περιπέπτωκε καὶ κατέκειτο, ἐν τῇ βασιλευούσῃ Περσίδος πόλειοὐ γὰρ ἐκεῖσε ὁ Μάνης διέτριβεν, ἀλλὰ ἄλλῃ που ἀπὸ πόρρωθεν τῆς τοῦ βασιλέωςὑπὸ τῆς ἰδίας κακίας τυφλώττων καὶ νομίσας μή πως ἀφ’ ὧν εὗρε βιβλίων τοῦ ἑαυτοῦ δεσπότου Τερβίνθου, τοῦ καὶ Βουδδᾶ, διαδόχου δὲ τοῦ Σκυθιανοῦ, δύναται τινὰ ἰάματα ἐνεργῆσα, εἰς τὸν τοῦ βασιλέως υἱόν, ἀπαίρει ἐκ τοῦ ἰδίου τόπου καὶ ὁρμᾷ καὶ τολμήσας μηνύει τὰ περὶ ἑαυτοῦ, ὠφελεῖν ἐπαγγελλόμενος. ἀλλ’ οὐ προεχώρησε τῷ γόητι ἡ τῆς ἐλπίδος φαντασία. ἤμβροτε γὰρ ἀπὸ τῆς καραδοκίας, τινὰ εἴδη φαρμακευτικῆς προσενέγκας τῷ νοσηλευομένῳ παιδὶ τοῦ βασιλέως.
τέλος γοῦν εἰς τὰς χεῖρας αὐτοῦ θνήσκει τὸ μειράκιον, ἵνα πάντα τὰ μετὰ τοῦ ψεύδους διελέγχηται μάταια ἐπαγγέλματα. ὡς δὲ τοῦτο οὕτως ἀπέβη, προστάγματι βασιλικῷ ἐμβάλλεται εἰς τὸ δεσμωτήριον. οὐ γὰρ εὐθὺς οἱ τῶν Περσῶν βασιλεῖς τὰς τιμωρίας κατὰ τῶν τὰς μείζους αἰτίας τῶν ἀποπημάτων δρώντων ἐπιφέρουσιν, ἀλλὰ περιττοτέραν τινὰ ἐπινοοῦσι θανατικὴν ψῆφον μετὰ βασάνων τοὺς ἐπαπειλουμένους διατίθεσθαι. καὶ ταῦτα μὲν οὕτως. 5. Ἐπέμενε δὲ [ἐν] τῇ εἱρκτῇ διατελῶν ὁ Μάνης, ὁ καὶ Κούβρικος, καὶ ὑπὸ τῶν ἰδίων μαθητῶν ἐπισκεπτόμενος. ἤδη γὰρ ὁ ἀγύρτης συναγήοχεν ἑαυτῷ στρατὸν ὡς εἰπεῖν, οὓς δὴ μαθητὰς ἐκάλει, τὸν ἀριθμὸν ἤδη περὶ δύο καὶ εἴκοσιν. ἐξ ὧν τινας τρεῖς ἐκλεξάμενος, Θωμᾶν τινα οὕτω καλούμενον καὶ Ἑρμείαν καὶ Ἀδδᾶν, διενοήθη , ἀκηκοὼς περὶ τῶν κατὰ τὴν Ἰουδαίαν καὶ ἐν ὅλῳ τῷ κόσμῳ ἱερῶν βιβλίων, φημὶ δὲ [τῶν] Χριστιανικῶν, νόμου τε καὶ προφητῶν, εὐαγγελίων καὶ ἀποστόλων. δοὺς τοίνυν χρυσίον τοῖς προειρημένοις ἐπὶ τὰ μέρη τῶν Ἱεροσολύμων ἀπέστειλε. τοῦτο δὲ ἐποίησε πρὶν ἢ καθειρχθῆναι ἐν τῇ φυλακῇ, ὅτε διαλεγόμενος πολλοῖς τὸ ἴδιον δόγμα οὐκ ἴσχυσε συστῆσαι·
PG 42:37ἀκηκοὼς δὲ περὶ ὀνόματος Χριστοῦ καὶ τῶν αὐτοῦ δούλων, Χριστιανῶν δέ φημι, διεγνώκει διὰ τοῦ ὀνόματος τῆς ὑποθέσεως Χριστοῦ ἀπατῆσαι τοὺς πεπλανημένους. οἱ δὲ ἀπελθόντες ὠνήσαντο. οὐ γὰρ ἀνεβάλλοντο. παλινδρομήσαντες δέ, ὡς οὐ καταλαμβάνουσιν αὐτὸν οὐκέτι ἐν ἐλευθέρῳ ἀέρι, ἀλλὰ ἐν τῷ δεσμωτηρίῳ, κἀκεῖσε εἰσελθόντες, ἐπεδείκνυον αὐτῷ τὰς βίβλους. ὁ δὲ λαβὼν καὶ ἀνερευνήσας ἐρρᾳδιούργησε προσπλέξας τῇ ἀληθείᾳ τὸ ἴδιον ψεῦδος, ἔνθα που εὗρε πρόσωπον λόγου ἢ κλῆσιν δυναμένην ἀποτελεῖν ὁμοίωμα τοῦ αὐτοῦ φρονήματος καὶ ἐντεῦθεν λοιπὸν ἐκράτυνε τὸ ἐπίπλαστον τοῦ αὐτοῦ βοσκήματος. ἀλλὰ καὶ μεταξὺ ἄργυρον προσλιπαρήσας τὸν ἐπὶ τοῦ δεσμωτηρίου δίδωσι πολὺν καὶ φυγὰς ἀπαλλάττεται, καταλείψας τὴν τῶν Περσῶν χώραν, καὶ τῇ Ῥωμανίᾳ προσέβαλε.
μέσον δὲ ἤδη τυγχάνων τῆς Μέσης τῶν ποταμῶν καὶ τῆς Περσίδος, περὶ τὰς ἐρημίας ἔτι ὑπάρχων, ἀκούσας τε περὶ μεγάλου τινὸς ἀνδρὸς ἐν θεοσεβείᾳ ἀκροτάτῃ διαπρέποντος, Μαρκέλλου τοὔνομα, κατοικοῦντος ἐν Κασχάρῃ πόλει τῆς Μεσοποταμίας, ὃς ἦν ἀνὴρ κατὰ πάντα Χριστιανὸς καὶ ἐν ἔργοις δικαιοσύνης θαυμασιώτατος, χήραις μὲν ἐπαρκῶν καὶ πένησιν, ὀρφανοῖς τε καὶ τοῖς ἐνδεομένοις, διανοεῖται προσπλέξαι πρὸς τὸν ἄνδρα, ἵν’ ὑποχείριον τοῦτον κτησάμενος δυνηθείη δι’ αὐτοῦ κατάρξαι οὐ μόνον τῆς Μεσοποταμίας, ἀλλὰ καὶ τοῦ κλίματος παντὸς τοῦ πρὸς τὴν Συρίαν τε καὶ Ῥωμανίαν. γράφει δὲ αὐτῷ ἐπιστολὴν διὰ Τύρβωνος τινὸς τῶν αὐτοῦ μαθητῶν ἀπὸ τοῦ πέρατος τοῦ Στράγγα ποταμοῦ, ἀπὸ καστέλλου Ἀραβίωνος οὕτω καλουμένου, ἥτις ἐπιστολὴ περιεῖχε τάδε. καί μοι λαβὼν ἀνάγνωθι τὸ ἐπιτήδευμα τῆς τοῦ ἀπατεῶνος μοχθηρίας. 6. «Μανιχαῖος ἀπόστολος Ἰησοῦ Χριστοῦ καὶ οἱ σὺν ἐμοὶ πάντες ἅγιοι καὶ παρθένοι Μαρκέλλῳ τέκνῳ ἀγαπητῷ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ δεξιὰ τοῦ φωτὸς διατηρήσῃ σε ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ καὶ τῶν συμπτωμάτων αὐτοῦ καὶ παγίδων τοῦ πονηροῦ, ἀμήν.
PG 42:39Τὴν μὲν περὶ σὲ ἀγάπην μεγίστην οὖσαν αἰσθηθεὶς λίαν ἐχάρην, τὴν δὲ πίστιν οὐκ οὖσαν κατὰ τὸν ὀρθὸν λόγον ἠχθέσθην. ὅθεν πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων γένους ἀποσταλείς, φειδόμενός τε τῶν ἀπάτῃ καὶ πλάνῃ ἑαυτοὺς ἐκδεδωκότων, ταῦτα τὰ γράμματα πρὸς σὲ ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι· πρῶτον μὲν πρὸς σωτηρίαν τῆς σεαυτοῦ ψυχῆς, ἔπειτα δὲ καὶ τῶν ἅμα σοὶ τυγχανόντων, πρὸς τὸ [μὴ] ἀδιάκριτόν σε ἔχειν τὸν λογισμόν, ὡς οἱ τῶν ἁπλουστέρων καθηγεμόνες διδάσκουσι, λέγοντες τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀπὸ τοῦ αὐτοῦ φέρεσθαι καὶ μίαν ἀρχὴν εἰσηγούμενοι, οὔ[τι] διακρίνοντες οὐδὲ διαιροῦντες ἀπὸ τοῦ φωτὸς τὸ σκότος καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ καὶ φαύλου καὶ τὸν ἔξωθεν ἄνθρωπον ἀπὸ τοῦ ἔνδον, ὡς προείπομεν, ἀλλὰ κιρνῶντες καὶ ἐγκαταμιγνύντες θάτερον θατέρῳ οὐ παύονται. σὺ δέ, ὦ τέκνον, μὴ ἴσα τοῖς πολλοῖς τῶν ἀνθρώπων ἀλογίστως καὶ ἁπλῶς ἀμφότερα, ὡς ἂν τύχοι, ἑνώσῃς, μηδὲ τῷ τῆς ἀγαθωσύνης θεῷ ἀνατίθεσο. ἀρχὴν γὰρ καὶ τέλος καὶ τὸν τούτων πατέρα τῶν κακῶν ἐπὶ τὸν θεὸν ἀναφέρουσιν «ὧν τὸ τέλος κατάρας ἐγγύς».
οὔτε γὰρ τοῖς εἰρημένοις ἐν εὐαγγελίοις παρ’ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ πιστεύουσιν, ὅτι «οὐ δύναται δένδρον καλὸν καρποὺς κακοὺς ποιῆσαι, οὐδὲ μὴν δένδρον κακὸν καλοὺς καρποὺς ποιῆσαι». καὶ πῶς τὸν θεὸν τοῦ σατανᾶ καὶ τῶν κακῶν αὐτοῦ πραγμάτων λέγειν τολμῶσι ποιητὴν καὶ δημιουργόν, θαυμάζειν μοι ἐπέρχεται. καὶ εἴθε μὲν ἄχρι τούτων ἔφθασεν αὐτῶν ἡ ματαιοπονία, καὶ μὴ τὸν Μονογενῆ, τὸν ἐκ τῶν κόλπων τοῦ πατρὸς καταβάντα Χριστόν, Μαρίας τινὸς γυναικὸς ἔλεγον εἶναι υἱόν, ἐξ αἵματος καὶ σαρκὸς καὶ τῆς ἄλλης δυσωδίας τῶν γυναικῶν γεγεννημένον. καὶ ἵνα μὴ τὰ πολλὰ διὰ τῆσδε τῆς ἐπιστολῆς γράφων εἰς μῆκος χρόνου διασύρω σου τὴν ἐπιείκειαν, οὐκ ἔχων τὰς φυσικὰς φράσεις, ἐπὶ τούτοις ἀρκεσθήσομαι. τὸ δ’ ὅλον γνώσῃ παρόντος μου πρὸς σέ, εἴ γε τῆς σεαυτοῦ σωτηρίας ἔτι φείδῃ. οὐδὲ γὰρ βρόχον τινὶ ἐπιβάλλω, ὡς οἱ τῶν πολλῶν ἀφρονέστεροι ποιοῦσιν. νόει ἃ λέγω, τέκνον τιμιώτατε». 7. Ταύτην ἀναγνοὺς τὴν ἐπιστολὴν ὁ ἀξιολογώτατος Μάρκελλος καὶ θεοσεβέστατος ἀνὴρ καὶ διαφανὴς ἐθαύμαζε καὶ ἐξεπλήττετο.
συμβέβηκε γὰρ Ἀρχέλαον τὸν τῆς πόλεως ἐπίσκοπον οἴκαδε ἅμα αὐτῷ συνεῖναι κατ’ ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τὴν ἐπιστολὴν τοῦ Μανιχαίου μετὰ χεῖρας εἴληφεν ὁ τοῦ θεοῦ δοῦλος. ὁ δὲ Ἀρχέλαος γνοὺς τὴν αἰτίαν καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς ἔβρυχε τοὺς ὀδόντας, ὥσπερ λέων ὠρυόμενος, καὶ ζῆλον θεοῦ ἀναλαβὼν ἐπειρᾶτο ὁρμῆσαι μᾶλλον ἕως αὐτοῦ καὶ χειρώσασθαι τὸν τοιοῦτον, ὡς ἐπήλυτον ἐκ βαρβάρων, ὅθεν καὶ ὡρμᾶτο πρὸς ἀφανισμὸν τῶν υἱῶν τῶν ἀνθρώπων, ἐπαναστάντα. ὁ δὲ συνετὸς Μάρκελλος τὸν μὲν ἐπίσκοπον ἀξιώσας κατεπράϋνε, Τύρβωνι δὲ παρεκελεύετο διανύειν τὴν ὁδοιπορίαν πρὸς τὸν Μάνην ἐν τῷ καστέλλῳ Ἀραβίωνος, ἔνθα που ἐξεδέχετο τὸν Τύρβωνα [ἔστι δὲ τοῦτο τὸ φρούριον ἀνὰ μέσον τῶν Περσῶν καὶ ἀνὰ μέσον τῆς Μεσοποταμίας]· ὁ δὲ παρῃτήσατο τὴν πρὸς τὸν Μανιχαῖον ἄφιξιν, καὶ μὴ καταναγκάσας τὸν Τύρβωνα ἀποστέλλει τινὰ ταχυδρόμον τῶν ἰδίων, γράψας αὐτῷ ἐπιστολὴν τοιάνδε· Ἐπιστολὴ Μαρκέλλου πρὸς Μανιχαῖον. «Μάρκελλος ἀνὴρ ἐπίσημος Μανιχαίῳ τῷ διὰ τῆς ἐπιστολῆς δηλουμένῳ χαίρειν.
PG 42:41Τὴν μὲν ὑπὸ σοῦ γραφεῖσαν ἐπιστολὴν προσηκάμην, τόν τε Τύρβωνα προσεδεξάμην κατὰ φιλοφροσύνην ἐμήν, τῶν δὲ γραμμάτων τὸν νοῦν οὐδαμῶς ἔγνων, εἰ μὴ σὺ παραγενόμενος φράσῃς ἡμῖν καταλογάδην ἕκαστον, ὡς ὑπέσχου διὰ τῆς ἐπιστολῆς. ἔρρωσο». 8. Ταῦτα γνοὺς ὁ Μάνης ἐσκέπτετο οὐκ ἀγαθὴν εἶναι τὴν τοῦ Τύρβωνος ἐν καθέξει γενομένου ἀπουσίαν, πολλάκις δὲ καὶ ἑαυτὸν ἠπάτα, ἄλλα παρὰ τὰ ὄντα λογιζόμενος, πληροφορίας τῆς ἑαυτοῦ διανοίας χάριν· ὅμως διὰ τῆς ἐπιστολῆς λαβόμενος τὴν πρόφασιν δρομαίως ἧκε πρὸς τὸν Μάρκελλον. ὁ δὲ ἐπίσκοπος Ἀρχέλαος. ἔχων ἐν ἑαυτῷ μετὰ τοῦ λόγου καὶ τὸ ζηλωτικὸν τῆς πίστεως, ἐβουλεύετο εἰ ἦν δυνατὸν ἐξ αὐτῆς τὸν ἄνδρα, ὥσπερ πάρδαλιν ἢ λύκον ἤ τι ἕτερον τῶν θηρίων ἀγρεύσας, θανάτῳ παραδοῦναι, ἵνα μὴ λυμανθῇ τὰ θρέμματα τοιούτου θηρὸς ἐφόδῳ [τὴν εἴσοδον κατανοῶν]. ὁ δὲ Μάρκελλος τῇ μακροθυμίᾳ μᾶλλον [προσανέχειν] ἠξίου καὶ ἀνεξικάκως τὸν πρὸς αὐτὸν διάλογον ἀπ’ αὐτοῦ γενέσθαι. ὁ δὲ ἤδη μεμαθηκὼς [ἦν] τῆς τοῦ Μάνη γνώμης τὴν πᾶσαν ὑπόθεσιν· διηγήσατο γὰρ αὐτοῖς ὁ Τύρβων, αὐτῷ τε καὶ Μαρκέλλῳ, τὴν τῆς αἱρέσεως πᾶσαν κενοφωνίαν·
ὡς ὁ μὲν Μάνης δύο ἀρχὰς εἰσηγεῖται ἀνάρχους, ἀεὶ οὔσας καὶ μηδέποτε διαλειπούσας τοῦ εἶναι, ἀντικειμένας πρὸς ἀλλήλας, καὶ τῇ μὲν μιᾷ ὄνομα τίθησι τὸ φῶς καὶ ἀγαθόν, τῇ δὲ ἑτέρᾳ σκότος καὶ κακίαν, ὡς εἶναι θεὸν καὶ διάβολον. ποτὲ δὲ καὶ θεοὺς τοὺς ἀμφοτέρους καλεῖ, θεὸν ἀγαθὸν καὶ θεὸν πονηρόν. εἶναι δὲ ἐκ τῶν δύο ἀρχῶν τὰ πάντα καὶ συνεστάναι. καὶ τὴν μὲν μίαν ἀρχὴν τὰ ἀγαθὰ πάντα ποιεῖν, τὴν δὲ ἑτέραν ὁμοίως τὰ φαῦλα. μεμῖχθαι δὲ ἐν τῷ κόσμῳ τῶν δύο τούτων ἀρχῶν τὰς ὑποστάσεις, καὶ τὴν μὲν μίαν ἀρχὴν πεποιηκέναι τὸ σῶμα, τὴν δὲ ψυχὴν εἶναι τῆς ἑτέρας· αὐτὴν δὲ εἶναι τὴν ψυχὴν τὴν ἐν ἀνθρώποις καὶ ἐν παντὶ ζῴῳ καὶ πετεινῷ καὶ ἑρπετῷ καὶ κνωδάλῳ· οὐ μόνον ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς τὴν τῆς ζωῆς ἰκμάδα κίνησιν εἶναι ψυχῆς φάσκων, ἣν καὶ ἐν τοῖς ἀνθρώποις ὑπάρχουσαν λέγει. 9. Ἄλλα δὲ ὅσα μυθοποιῶν καὶ διδάσκων φάσκει· τὸν ἐσθίοντα σάρκας ψυχήν φησιν ἐσθίειν τὸν τοιοῦτον, καὶ εἶναι αὐτὸν ἔνοχον τοῦ καὶ αὐτὸν τοιοῦτόν τι γενέσθαι, ὡς εἰ ἔφαγε χοῖρον, χοῖρον αὖθις γενέσθαι ἢ ταῦρον ἢ ὄρνεον ἤ τι τῶν ἐδωδίμων κτισμάτων. διὸ ἐμψύχων οὐ μετέχουσιν οἱ τοιοῦτοι.
καὶ ἐάν, φησί, τις φυτεύσῃ ἢ συκῆν ἢ ἐλαίαν ἢ ἄμπελον ἢ συκομορέαν ἢ περσέαν, καὶ αὐτοῦ τελευτήσαντος αὖθις δεςμεῖσθαι [αὐτοῦ] τὴν ψυχὴν ἐν τοῖς κλάδοις ὧν ἐφύτευσε δένδρων, καὶ μὴ δύνασθαι ὑπερβαίνειν. καὶ εἴ τις, φησί, γήμῃ γυναῖκα, αὖθις αὐτὸν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν μετενσωματοῦσθαι καὶ γίνεσθαι αὐτὸν γυναῖκα, ὅπως καὶ αὐτὸς γαμηθείη. καὶ εἴ τις, φησίν, ἐφόνευσεν ἄνθρωπον, μετὰ τὴν σώματος ἀπαλλαγὴν αὖθις καταστρέφεσθαι τὴν αὐτοῦ ψυχὴν εἰς κελεφοῦ σῶμα ἢ εἰς μῦν ἢ εἰς ὄφιν ἤ τι τοιοῦτον αὖθις ἔσεσθαι, ὁποίους καὶ ἐφόνευσεν.
PG 42:43ἔφασκε δὲ πάλιν ὅτι ἡ σοφία ἡ ἄνωθεν τοῦ ἀγαθοῦ θεοῦ βουλευομένη τὴν ψυχὴν τὴν ἐν ἅπασι διαχυθεῖσαν εἶναι γάρ φησιν αὐτὸς καὶ οἱ ἀπ’ αὐτοῦ Μανιχαῖοι τὴν ψυχὴν μέρος θεοῦ καὶ ἀπ’ αὐτοῦ ἀποσπασθεῖσαν ἐν αἰχμαλωσίᾳ ἀρχόντων τῆς ἀντικειμένης ἀρχῆς τε καὶ ῥίζης [κατασχεθῆναι] καταβεβλῆσθαί [τε] ἐν τοῖς σώμασι κατὰ τοῦτον τὸν τρόπον, φησί, διὰ τὸ αὐτὴν βρῶμα ὑπάρχειν τῶν αὐτὴν ἁρπαξάντων ἀρχόντων, καὶ ἰσχύος παρεκτικὴν τοῖς αὐτοῖς καὶ ἐν σώμασι καταμερισάντωντούτου ἕνεκα, φησίν, ἡ προειρημένη σοφία τοὺς φωστῆρας τούτους κατέθετο ἐν οὐρανῷ, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα, μηχανήν τινα ἐργασαμένη διὰ τῶν δώδεκα στοιχείων ὧν οἱ Ἕλληνες φάσκουσι. καὶ ταῦτα τὰ στοιχεῖα διισχυρίζεται ἀνιμᾶσθαι τὰς ψυχὰς τῶν τελευτώντων ἀνθρώπων τε καὶ τῶν ἄλλων ζῴων, φαεινὰς οὔσας. φέρεσθαι δὲ ἐπὶ τὸ σκάφος· πλοῖα γὰρ θέλει λέγειν ἥλιόν τε καὶ σελήνην· καὶ τὸ μὲν μικρὸν πλοῖον φορτοῦσθαι ἕως ἡμερῶν δεκαπέντε, κατὰ τὴν πλήρωσιν τῆς σελήνης, καὶ οὕτω διαίρειν τε καὶ ἀποτίθεσθαι ἀπὸ πεντεκαιδεκάτης εἰς τὸ μέγα πλοῖον τουτέστι τὸν ἥλιον.
τὸν δὲ ἥλιον τὴν μεγάλην ναῦν διαπορθμεύειν εἰς τὸν τῆς ζωῆς αἰῶνα καὶ μακάρων χῶρον. καὶ οὕτως τὰς ψυχὰς τὰς διὰ τοῦ ἡλίου καὶ τῆς σελήνης διαπορθμευθείσας . ἐπὶ γὰρ τῶν ἐν γνώσει λέγει [γενομένων] τῆς αὐτοῦ χυδαιολογίας ταύτας καθαρθείσας καταξιοῦσθαι τῆς διαπορθμεύσεως ταύτης τῆς παρ’ αὐτῷ μυθοποιηθείσης. πάλιν δὲ ψυχὴν οὐκέτι σῴζεσθαι, εἰ μή τι ἂν τῆς γνώσεως τῆς αὐτῆς μετάσχοι. καὶ πολλή τις ἐστὶν ἡ τῆς ποιήσεως ταύτης τραγῳδία. 10. Ὡς δὲ ταῦτα ἦν οὕτως καὶ ἐν καταλήψει γεγένηται ὑπὸ τοῦ [Τύρβωνος τούτων ὁ] Ἀρχέλαος, εἰς τὴν ἀντιβολὴν τοῦ ζητήματος ἑτοιμότατος ὑπάρχων διὰ τὴν περὶ θεοῦ πολυποίκιλον γνῶσιν τοῦ ἀνδρὸς καὶ δι’ ἣν προεκέκτητο [εἴδησιν], παρὰ τοῦ Τύρβωνος ἀκριβῶς μεμαθηκὼς τῆς περὶ τὸν ἄνδρα γοητείας τὰ πάντα, ἰδοὺ ὁ Μάνης παρεγένετο μεθ’ ὧν εἶχε μεθ’ ἑαυτοῦ ἀνδρῶν.
ἐξ αὐτῆς οὖν καὶ εὐθὺς παρέρχονται εἰς συζήτησιν δημοσίᾳ ἐν αὐτῇ τῇ Κασχάρῃ, [Μάρκελλός τε καὶ Ἀρχέλαος], πρότερον εἰς τὴν αὐτῶν ἀντιβολὴν τοῦ ζητήματος αἱρησάμενοι ὁμοῦ κριτάς, Μάρσιπόν τινα ὀνόματι καὶ Κλαύδιον καὶ Αἰγιαλέα καὶ Κλεόβουλον, τὸν μὲν τῶν ἐκτὸς λόγων φιλόσοφον, τὸν δὲ ἰατροσοφιστήν, τὸν δὲ φύσει γραμματικὸν καὶ τὸν ἄλλον σοφιστήν. καὶ πολλῶν ῥημάτων εἰρημένων ἐξ ἑκατέρων τῶν μερῶν, τοῦ τε Μάνη τὰ τῆς μυθώδους διδασκαλίας προβαλλομένου καὶ τοῦ Ἀρχελάου ὥσπερ ἀριστεύοντος ὁπλίτου [καὶ] τῇ ἰδίᾳ αὐτοῦ δυνάμει καθαιροῦντος τὰ βέλη τῶν δι’ ἐναντίας, τὸ πέρας τὸ ἧττον ἀπενεγκαμένου τοῦ Μάνη καὶ κρινάντων τῶν κριτῶν τὸ βραβεῖον εἶναι τῇ ἀληθείᾳὅπερ οὐκ ἦν θαῦμα, αὐτοσυστάτου οὔσης τῆς ἀληθείας καὶ μὴ δυναμένης καθαιρεῖσθαι, κἄν τε ἀντιπράττοι ἡ ἀνομία ἀναισχυντίᾳ φερομένη τῷ τῆς ἀληθείας θεσμῷ, τοῦ ψεύδους μὴ ἔχοντος ὑπόστασιν μηδὲ βάσιν, ὡς καὶ ἡ σκιὰ τοῦ σκότους καὶ τοῦ ὄφεως τὸ σφαλερὸν τῆς ἐπιβάσεως καὶ ἀνέρειστον τῆς τῶν ποδῶν στερήσεως 11.
PG 42:45ἐντεῦθεν ὁ Μάνης ἀποδράσας, βουλομένων τῶν δήμων αὐτὸν λιθοβολῆσαι, εἰ μὴ ὅτι παρῆλθεν εἰς μέσον Μάρκελλος καὶ τῷ αἰδεσίμῳ αὐτοῦ προσώπῳ κατεδυσώπησε τοὺς δήμους, ἐπεὶ ἂν ὁ τάλας νεκρὸς μένων πάλαι ἐτεθνήκει, ἀναχωρήσας τε ἔρχεται εἰς κώμην τινὰ τῆς Καλχάρων εἰς Διοδωρίδα καλουμένην, ἐν ᾗ Τρύφων τις ἐπιεικέστατος κατ’ ἐκεῖνο καιροῦ ἐτύγχανε τῶν αὐτόθι πρεσβύτερος. παρ’ ᾧ ὁ Μάνης γενόμενος πάλιν ἐκύκα καυχώμενος. καταλαβὼν τὸν ἄνδρα, ἀγαθὸν μὲν τἄλλα καὶ θαυμαστὸν τῇ θεοσεβείᾳ, πενιχρὸν δὲ τῷ λόγῳ. ἀλλὰ καὶ ἐν τούτοις οὐχ ὡς ὑπείληφεν ἴσχυσεν ἐπιτωθάζειν τῷ τοῦ Χριστοῦ δούλῳ. ὁ θεὸς γὰρ ἀεὶ τοῖς ἐπ’ αὐτὸν ἐλπίζουσιν ἑτοιμάζει τὰς ἐκ πνεύματος ἁγίου δωρεὰς ἐπιχορηγούμενος, ὡς καὶ ἐπηγγείλατο ἀψευδὴς ὢν ὅτι «μὴ μεριμνήσητε τί εἴπητε. οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν». ἐντεῦθεν πάλιν βουληθέντος διαλέξασθαι πρὸς Τρύφωνα τὸν πρεσβύτερον καὶ αὐτοῦ ἐν πολλοῖς ἀντειπόντος, γράψαντός τε τῷ Ἀρχελάῳ περὶ τῆς ὑποθέσεως ταύτης ὅτι «ἀνήρ τις ἦλθεν ἐνταῦθα οἷα δὴ λύκος βαρὺς καὶ διολέσαι τὴν μάνδραν ἐπιχειρεῖ·
ἀλλὰ παρακαλῶ ἀπόστειλόν μοι τί ἂν πρὸς τοῦτον ποιήσωμαι ἢ ποίοις λόγοις ἀντείπω τῇ αὐτοῦ κακοδιδασκαλίᾳ. καὶ εἰ μὲν αὐτὸς καταξιοῖς παραγενέσθαι. ἀμέριμνον ποιήσειας τὴν τοῦ Χριστοῦ μάνδραν καὶ τὰ θρέμματα αὐτοῦ», ὁ δὲ ἀπέστειλεν αὐτῷ δύο λόγους [ὡς] ἐν προχείρῳ καταλαβέσθαι τὸν Μάνη, ἐκδέξασθαι δὲ τὴν αὐτοῦ παρουσίαν αὐτῷ ἐσήμανεν. ὁ Μάνης δὲ ἐν τῇ μέσῃ κώμῃ προῆλθεν ὀρθριαίτερον, προσποιούμενος ἐν τῷ συνάρξασθαι προκαλεῖσθαι τὸν Τρύφωνα εἰς λόγους ἥκειν. καὶ τοῦ Τρύφωνος ἰνδαλλομένου, ἀποκριθέντος τε αὐτῷ πρὸς ἔπος ὧν ᾔτησε κατὰ τὴν ἐκ θεοῦ δοθεῖσαν αὐτῷ σύνεσιν καὶ στροβήσαντος τὸν ἀπατεῶνα, ἠρέμα πως ἐν ᾧ ἑαυτῷ ἐνεδοίαζεν, ἀνακύπτει ὁ Ἀρχέλαος ὥσπερ ἰσχυρὸς οἰκοδεσπότης τῶν ἰδίων ἐπιμελούμενος καὶ μετὰ παρρησίας ἐπελθὼν τῷ συλᾶν ἐπιχειροῦντι ἐνεβριμεῖτο. εὐθὺς δὲ ὡς εἶδεν ὁ Μάνης τὸν Ἀρχέλαον, ὑποκοριστικῶς καθ’ ὑπόκρισιν ἔφη «ἔα με πρὸς Τρύφωνα διαλέγεσθαι· ὑπερβαίνει γάρ με τὸ σὸν ἀξίωμα διὰ τὸ ἐπίσκοπόν [σε εἶναι]».
PG 42:47ὁ δὲ καὶ μετὰ ἐλέγχου τοῦ λόγου μείζονα αὐτὸν ὑποκριτὴν ὑποδείξας ἀπεφίμωσεν, τῶν δὲ ὑπ’ ἐκείνου προτεθέντων λόγων τὰς ἐπιλύσεις ποιησάμενος αὖθις εἰς αἰσχύνην αὐτὸν κατέστησε, μηκέτι δυνάμενον διαίρειν στόμα. οἱ δὲ λαοὶ ζῆλον πάλιν ἀνειληφότες ἐπειρῶντο τὸν ἀλιτήριον διαχειρίσασθαι. ὁ δὲ ἀποδρὰς τοὺς δήμους καὶ εἰς τὸ προειρημένον κάστελλον Ἀραβίωνος πάλιν ἀφικνεῖται. 12. Ἐκεῖθεν δὲ ὁ τῶν Περσῶν βασιλεύς, γνοὺς τὴν τοῦ Μάνη καταφυγήν, ἀποστείλας καὶ χειρωσάμενος αὐτὸν ἐν τῷ προειρημένῳ καστέλλῳ, εἰς τὴν Περσίδα ἀτίμως καθείλκυσε καὶ τὸ δέρμα αὐτοῦ καλάμῳ κελεύσας ἐκδαρῆναι οὕτω τὴν τιμωρίαν αὐτῷ ἀπέδωκεν· ὅθεν καὶ ἐκδαρέντα καλάμῳ καὶ τὸν ἀσκὸν αὐτοῦ ἐμπλησθέντα ἀχύρων ἔτι καὶ δεῦρο ἐν Περσίδι ἔχουσι· καὶ οὕτω τὸν βίον κατέστρεψε· διὸ αὐτοὶ οἱ Μανιχαῖοι ἐπὶ καλάμοις τὰς κοίτας αὐτῶν ποιοῦνται.
οὕτω δὲ αὐτοῦ ἀποθανόντος καὶ καταλείψαντος τοὺς ἑαυτοῦ μαθητὰς οὓς εἴπομεν, Ἀδδᾶν καὶ Θωμᾶν καὶ Ἑρμείαν, [οἳ] πρὶν ἢ αὐτὸν τὴν δίκην ἀπολαβεῖν κατὰ τὸν δεδηλωμένον τρόπον ἦσαν ἀποσταλέντες ὑπ’ αὐτοῦ, ὁ μὲν Ἑρμείας [ἦλθεν] εἰς τὴν Αἴγυπτον, ᾧ καὶ συνέτυχον πολλοὶ οὐκ ἔστι γὰρ ἀρχαί̈ζουσα ἡ αἵρεσις, καὶ οἱ συντετυχηκότες τῷ προειρημένῳ Ἑρμείᾳ, μαθητῇ ὄντι τοῦ Μάνη, ἡμῖν τὰ κατ’ αὐτὸν διηγήσαντο· Ἀδδᾶς δὲ ἐπὶ τὰ ἀνωτερικὰ μέρη, Θωμᾶς δὲ ἐπὶ τὴν Ἰουδαίαν, ἐξ ὧν ἐκρατύνθη τὸ δόγμα εἰσέτι δεῦρο. ἔλεγε δὲ ἑαυτὸν ὁ Μάνης εἶναι τὸ πνεῦμα τὸ παράκλητον, καὶ ποτὲ μὲν ἀπόστολον φάσκει ἑαυτὸν Χριστοῦ, ποτὲ δὲ πνεῦμα παράκλητον καὶ πολλὴ τῆς τυφλώσεως τούτου κακόδοξος ἀλλοιοτροπία. 13. Ἐντεῦθεν λοιπόν, ἀγαπητοί, χρεία ἡμῖν γίνεταί [τινα] εἰς τὴν αἵρεσιν εἰπεῖν καὶ εἰς τὴν αὐτῆς ματαιοφροσύνην· τὰ γὰρ παρελθόντα πάντα κατὰ ἱστορίαν ὑφηγησάμην. ὅθεν δὴ ἄρχεται διδάσκειν τε καὶ γράφειν καὶ λέγειν ὁ χαλεπώτατος Μάνης ἐν τῷ περὶ πίστεως αὐτοῦ λόγῳ. βίβλους γὰρ οὗτος διαφόρους ἐξέθετο, μίαν μὲν ἰσάριθμον [τῶν] εἴκοσι δύο στοιχείων τῶν κατὰ τὴν τῶν Σύρων στοιχείωσιν δι’ ἀλφαβήτων συγκειμένην·
χρῶνται γὰρ οἱ πλεῖστοι τῶν Περσῶν μετὰ [τὰ] Περσικὰ στοιχεῖα καὶ τοῖς Σύρων γράμμασι, ὥσπερ παρ’ ἡμῖν πολλὰ ἔθνη τοῖς Ἑλληνικοῖς κέχρηνται, καίτοι γε ὄντων σχεδὸν κατὰ ἔθνος ἰδίων γραμμάτων. ἄλλοι δὲ δῆθεν τὴν βαθυτάτην τῶν Σύρων διάλεκτον σεμνύνονται τήν τε κατὰ τὴν Πάλμυραν διάλεκτον, αὐτήν τε καὶ τὰ αὐτῶν στοιχεῖα. εἴκοσι δύο δὲ ταῦτα ὑπάρχει· διόπερ καὶ ἡ αὐτὴ βίβλος εἰς εἴκοσι δύο τμήματα λόγων τέτμηται. ταύτῃ δὲ ἐπιτίθησιν ὄνομα Μανιχαίου Μυστήρια, ἑτέρᾳ δὲ Θησαυρός. καὶ ἄλλας δὴ βίβλους καττύσας φαντάζεται, τὸν μικρὸν δὴ Θησαυρὸν οὕτω καλούμενον, ἄλλην δὲ τὴν περὶ ἀστρολογίας. οὐ γὰρ ἀποδέουσι τῆς τοιαύτης περιεργίας, ἀλλὰ μᾶλλον αὐτοῖς ἐν προχείρῳ καυχήματος πρόκειται ἀστρονομία καὶ φυλακτήρια, φημὶ δὲ τὰ περίαπτα, καὶ ἄλλαι τινὲς ἐπῳδαὶ καὶ μαγγανεῖαι· ἄρχεται γοῦν ἐν τῇ αὐτοῦ βίβλῳ λέγειν ὁ αὐτὸς Μάνης· 14. «Ἦν θεὸς καὶ ὕλη, φῶς καὶ σκότος, ἀγαθὸν καὶ κακόν, τοῖς πᾶσιν ἄκρως ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ.» καὶ οὗτος μέν ἐστιν ὁ πρόλογος τοῦ ἀγύρτου. ἐντεῦθεν ἄρχεται τῆς αὐτοῦ κακομηχανίας.
PG 42:49καὶ ἡ μὲν βίβλος ἐν πλάτει κεῖται, τοιαῦτά τινα φαῦλα ἄττα περιέχουσα, ὧν τὴν δυσκολίαν καὶ τὴν ἐναντιότητα τῶν λόγων καὶ ἀπ’ αὐτῆς τῆς ἀρχῆς τοῦ σκοποῦ ἐστι περιληπτέον. εἰ γὰρ καὶ πολλὴ ἡ λοιπὴ φλυαρία καὶ μυθώδης ὑπόθεσις, ἐκ τῆς εἰσαγωγῆς τὸ πᾶν δειχθήσεται τῆς αὐτοῦ πονηρίας. τὸ γὰρ «ἦν θεὸς καὶ ὕλη» οὐδὲν ἀποδέον τῆς τῶν Ἑλλήνων ματαίας ὑπονοίας ὑφηγήσατο. εὐάλωτον δὲ καὶ ῥᾴδιον καὶ εὐκατάλυτον τῆς συκοφαντίας τοῦτο τὸ κενοφρόνημα. δύο γὰρ ἐπὶ τὸ αὐτὸ εἶναι σύγχρονά τε καὶ ἀίδια ἐξ εὐλόγων λογισμῶν καὶ συνετῆς εὐνοίας ἀδύνατον εἶναι παρὰ τῷ κρίνειν εὐλόγως γινώσκοντι. καὶ γνωστέον τοῦτο ἔσται παντὶ τῷ σύνεσιν κεκτημένῳ. εἰ γὰρ τὰ δύο σύγχρονα, οὐδὲ κἂν τῷ ὀνόματι διήλλακται. πᾶν γὰρ τὸ σύγχρονον καὶ συναί̈διον, τὸ δὲ συναί̈διον καὶ ἀεὶ ὑπάρχον τοῦτο θεός, μάλιστα ἀπό τινος αἰτίου ἀρχὴν μὴ εἰληφός. οὐδὲν γὰρ ἀίδιον ἢ μόνον θεός. διαφόροις δὲ ὀνόμασι ταύτας τὰς ἀρχὰς ἐξέθου, ὦ βάρβαρε τὴν φρένα καὶ πολέμιε τῆς ἀνθρωπείας φύσεως. τὸ μὲν [γὰρ] ἐξέθου φῶς, τὸ δὲ σκότος, τὸ δ’ αὖ ἀγαθὸν καὶ τὸ ἕτερον κακόν.
φάσκεις δὲ ὅτι τοῖς πᾶσιν ἄκρως ἐστὶ ταῦτα ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ. οὐκοῦν χωρίζεις ταῦτα ἀπ’ ἀλλήλων· δῆλον γὰρ ὅτι ἐναντία, ὡς ἔφης. εἰ δὲ συνόντα πέφυκε, φίλα καὶ σύμφωνα τὰ ἀλλήλοις συνόντα εὑρεθήσεται, συνδιατρίβοντά τε καὶ συγκοινωνοῦντα καὶ μηδ’ ὅλως ἀπ’ ἀλλήλων ἀπαλλαττόμενα δι’ ὑπερβολὴν φιλίας. εἰ δὲ χωρὶς ἀλλήλων ἐστί, πάντως ἕκαστον τούτων πεπέρασται. πᾶν δὲ τὸ πεπερασμένον οὐ τέλειον. ὁρίζεται γὰρ διὰ τοῦ πεπεράσθαι. ἄλλως δὲ καὶ ζητηθήσεται ὅριον εἰς διαπερασμὸν ἀμφοτέρων, ἵνα μὴ κατὰ τὰ τέρματα ἀλλήλων ἐφαπτόμενα ἀμφότερα τὰ ἴδια διὰ τῶν τερμάτων ἀλλήλοις συνάπτηται καὶ ἐπικοινωνήσειε θάτερον θατέρῳ καὶ τὸν τῆς ἐναντιότητος ἀφανίσῃ ὅρον· καὶ εἰ δῴης τι διεῖργον ἀνὰ μέσον τῶν ἀμφοτέρων, οὐκέτι τὸ διεῖργον ὅμοιον ἔσται τούτοις, ἀλλ’ οὐθ’ ἕτερον ἔσται τῶν ἀμφοτέρων.
εἰ γὰρ ἀπὸ ἑνὸς μέρους ἀφομοιωθήσεται τὸ διεῖργον ἑνὶ τῶν δύο τῶν πρότερον εἰρημένων ἀιδίων, ἀπὸ τοῦ ἀφομοιουμένου οὐκέτι ἀλλότριον εἴη τὸ διεῖργον, ἀλλὰ συναπτόμενον τῷ ἀφομοιουμένῳ, καὶ διὰ τοῦ ἐξισουμένου μέρους ἔσται ἡ συνάφεια καὶ οὐκέτι τερματισθήσεται ἐν τῇ τῶν δύο φύσεων ἀπ’ ἀλλήλων διαστάσει. εἰ δὲ καὶ ἔστιν οὔτε ὅμοιον τῶν δύο οὔτε μέτοχον ἀπὸ μέρους θατέρου, οὐκέτι δύο ἐστὶ τὰ ἀίδια καὶ ἀεὶ ὄντα, ἀλλὰ λοιπόν ἐστι τρία, καὶ οὐκέτι δύο ἀρχαὶ καὶ δύο ἀλλήλοις ἐναντία τὰ πρῶτα, ἀλλὰ τρίτον ἄλλο, καὶ ἐναντίον τῶν ἀμφοτέρων καὶ ἀνόμοιον τοῖς ἀμφοτέροις καὶ διεῖργον ἀνὰ μέσον τοῖν δυοῖν καὶ μὴ θατέρῳ ἐπικοινωνοῦν διὰ τὸ ἀλλόκοτον καὶ οὐδὲν ἀμφοτέρων λαμβάνον τὴν ὁμοίωσιν. καὶ λοιπὸν ἔσται οὐκέτι δύο, ἀλλὰ τρία ταῦτα. ἄλλως δὲ καὶ ζητηθήσεται ἄλλος ὁ μεσιτεύσας καὶ τὸν ὅρον τοῦτον ἐμβαλὼν τέταρτος. οὐ γὰρ ἠδύναντο οἱ δύο ἐκθέσθαι τὸν ὅρον ἢ τὸ τεῖχος, εἰ μὴ ἕτερος εἴη ὁ ὁροθέτης, ὁ τὸ διεῖργον ἀνὰ μέσον τῶν ἀμφοτέρων ἐμβαλών, ἀλλὰ καὶ εἰδήμων τὴν ἐπιστήμην καὶ συνετὸς τὸν τρόπον καὶ ἐπιεικὴς καὶ ἐνδοξότερος, ὥστε δύνασθαι πεῖσαι ἀμφοτέρους εἰς συμβιβασμὸν εἰρήνης.
PG 42:51ἔσται οὖν εἷς ὁ ὁροθετῶν καὶ ἓν τὸ διεῖργον καὶ δύο τὰ τερματιζόμενα, καὶ οὐκέτι δύο ἀρχαὶ μόνον, ἀλλὰ καὶ τρεῖς καὶ τέσσαρες. καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπὶ πολλὰς ἀρχὰς τὴν διάνοιαν τρέπειν ἔνεστι καὶ ἐᾶν τὰ ὄντα καὶ φαντάζεσθαι τὰ μὴ ὄντα. 15. Ἐν δὲ τῷ ζητεῖν τὸν ἀλιτήριον κακίαν δῆθεν μὴ προσμῖξαι θεῷκαὶ γὰρ καὶ ἄτοπόν ἐστι [κακίαν] θεῷ προσάψαι. ὡμολόγηται γὰρ ἐν τῷ χαρακτῆρι τῆς ἐκκλησιαστικῆς διδασκαλίας ἀλλότριον παντάπασι τὸ θεῖον καὶ ἀμιγὲς κακίας ὑπάρχειν. θεὸς γὰρ οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ «πάντα καλὰ λίαν», ἀγαθὸς ὢν τὴν φύσιν, ἀκατάληπτος τὴν οὐσίαν, πάντα περιέχων, αὐτὸς δὲ ὑπ’ οὐδενὸς περιεχόμενος. οὔτε τοίνυν τὸ κακὸν ἦν ἀεὶ οὔτε ἐκ θεοῦ τὸ κακὸν γεγένηται. μήτε οὖν ὄντος τοῦ κακοῦ [μήτε ὄντος] ἀεὶ μήτε ἐκ θεοῦ γεγενημένου, λοιπὸν ζητεῖν ἔστι, ποῖον τρόπον τὸ μὴ ὂν ἀεί, ἀρχὴν δὲ ἐσχηκὸς τοῦ εἶναι, λῆγον τε καὶ ἀπολλύμενον καὶ εἰς τέλος μὴ παραμένον, πόθεν [τε] ἔσχε τὴν ἀρχήν.
καὶ ὅταν τοῦτο ζητήσωμεν, πρῶτον διανοητέον ἐστὶν [ὅτι] ὁποῖόν ἐστι τὸ κακὸν καὶ ἐν ποίῳ γίνεται τὸ κακόν, καὶ εἰ ἔστιν ἐμπερίγραφόν τι ἢ σῶμα ὡς εἰπεῖν ἢ ὑπόστασιν ἔχει ἢ καὶ ῥίζαν δύναται κεκτῆσθαι. καὶ ὅταν ταῦτα ἐν ἑαυτοῖς διασκοπήσωμεν, ἀνυπόστατον εὑρεθήσεται τὸ κακὸν καὶ μηδεμίαν ῥίζαν ἔχον, ἀλλὰ ἕως ἔργων μόνον ἐστὶ πρακτικῆς ἀνθρωπίνης ἐνεργείας ἀποτελεστικόν. ἐν τῷ γὰρ ποιεῖν ἡμᾶς τὸ κακὸν ἔστιν, ἐν δὲ τῷ μὴ ποιεῖν οὐχ ὑπάρχει, τῆς ἐννοίας ἐφευρισκούσης τὸ τί ποτέ ἐστι τὸ πονηρὸν ἐργάσασθαι, οὐκ ἀρέσκον θεῷ καὶ οὔτε δυνάμενον ἀντιλέγειν θεῷ οὐδὲ ἀντιμάχεσθαι πρὸς τὸ θεῖον. πᾶν γὰρ τὸ ὑπὸ ἀνθρώπων δυνάμενον ἐκκόπτεσθαι καὶ ἀναιρεῖσθαι πολλῷ μᾶλλον πρὸς θεὸν ἀντέχειν ἀδύνατον. 16. Ἅμα δὲ καὶ περὶ διαβόλου οὕτως διαληπτέον, οὐκ ἀπὸ κτίσεως φυσικῶς κακοῦ κεκτισμένου, ἀλλὰ ἑαυτῷ μετὰ χρόνον τὸ ποιεῖν κακὸν ἐφευραμένου, οὐκ ἀγνοουμένου δὲ ὁποῖος ἔμελλεν ἔσεσθαι, ἀλλὰ κτισθέντος μὲν ἅμα πᾶσι καλῶς διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης χρησιμώτατα.
PG 42:53τῷ τὸν θεόν, δι’ ὑπερβολὴν ἀγαθότητος πάντας καὶ πάντα [καλὰ] θελήσαντα εἶναι καὶ τὰ αὐτοῦ ἀγαθὰ πᾶσι προθέμενον, κατὰ συγχώρησιν δὲ αὐτεξουσιότητος συγχωρεῖν τοῖς ἅπασιν ἰδίᾳ βουλήσει χρῆσθαι [ἐφ’] ᾧ θελήσειαν ἐπιχειρήματι ἕκαστος, ἵνα αὐτὸς μὲν ἀναίτιος τῶν φαύλων εἴη, διάκρισις δὲ ἔσται τῶν εἰς ἀρετὴν προκοπτόντων καὶ πάλιν τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀγαθότητος τὰ βραβεῖα εἰσκομιζομένων. ὁ δὲ μανιώδης οὗτος Μάνης, βουλόμενος κακίας ὑπεξαιρεῖν τὸν θεόν, μᾶλλον αὐτῷ κακίαν πρὸς ἴσον ἀντεκατέστησεν. ὁμοῦ δὲ κακίζων τὴν πᾶσαν κτίσιν οὐκ αἰσχύνεται, ἐκ τῶν ἐν ἡμῖν σφαλμάτων γινομένων τὰς προφάσεις ἀπεμπολήσας καὶ εἰς τὴν πᾶσαν δημιουργίαν τῶν ἰσορρόπων συνυφήνας, ὑπέρμαχος μᾶλλον γεγένηται καὶ ὑπερασπιστὴς ἧς φάσκει ἀπαγορεύειν κακίας καὶ ἀντὶ τοῦ πρὸς αὐτὴν μίσους φιλίαν τινὰ καὶ κοινωνίαν πρὸς αὐτὴν ἀσπάζεται, ὁπότε σύστασιν αὐτῇ δίδωσι καὶ ἀιδιάζουσαν αὐτὴν καταγγέλλει, σὺν θεῷ τε ἀεὶ οὖσαν καὶ μηδέποτε λήγουσαν τοῦ εἶναι.
ὀνόμασι δέ τισιν αὐτὴν ἀποκαλῶν διὰ πασῶν τῶν ὑποθέσεων ἐκπεσὼν τῆς ἀληθείας φωραθήσεται, τῆς πάσης κτίσεως ἐκ θεοῦ καλῶς ἐκτισμένης, ἐξ ὧν αὐτὸς παρατίθεται μαρτυριῶν. 17. Καὶ πρῶτον μὲν ὅτι ὕλην ταύτην κέκληκε, κατὰ δὲ τὸν αὐτὸν νοῦν λογίζεται ταύτην εἶναι φθοράν. καὶ πρῶτον μέν· εἰ ἔστι φθορά, τινὸς ἄρα εἴη φθορά; καὶ εἰ μὲν ἄλλων φθορὰ ὑπάρχει, αὐτὴ δὲ ἐμπαράμονός ἐστιν, ἄρα ἔκπαλαι ἔφθειρε τὰ ὄντα καὶ μόνη αὕτη συνέστηκεν, ἐν χρόνῳ τοσούτῳ τὸ τῆς αὐτῆς δυνάμεως ἐνεργητικὸν ἐργαζομένη καὶ μὴ ἐκκοπτομένη. εἰ δὲ ἑαυτῆς ἐστι φθορά, φθείρουσά τε καὶ δαμάζουσα καὶ ἀναλίσκουσα καὶ ἀπόλλουσα, ἀπολλυμένη ἐστὶ καὶ οὐ σταθήσεται, ἑαυτῆς ἀναλωτική τις οὖσα καὶ φθαρτική. πῶς οὖν ἕστηκε τοσοῦτον χρόνον ὑπάρχουσα κατὰ τὸν [τοῦ] ἀγύρτου λόγον ἅμα δὲ οὐ συγκοινωνήσει ὅλως τῇ ζωῇ, οὐδὲ ἅμα ζωῆς [μέτοχος] εὑρεθήσεται οὐδὲ ἀγαθότητος;
ὁπότε δὲ ἐν ἑκάστῳ τῶν ὑπ’ αὐτοῦ κακιζομένων κτισμάτων καὶ ἀγαθότης ἔνεστι, διέπεσε πανταχόθεν ὁ περὶ κακίας αὐτοῦ λόγος, διὰ τὸ ἐπικοινωνεῖν θάτερον τῶν ὑπ’ αὐτοῦ λεγομένων θατέρῳ, [ὡς εἰπεῖν περὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἰοβόλων.] ὅσα γάρ ἐστιν ἐπὶ τὸ χρήσιμον κατεσκευασμένα, παρ’ αὐτῷ δὲ τῷ ὀνόματι κακιζόμενα, ἐν αὐτοῖς καὶ τὸ ἀντίθετον τῆς κακίας εὑρίσκεται, ὡς εἰπεῖν ἐπὶ ὄφεων καὶ τῶν ἄλλων [ἑρπετῶν ἰοβόλων]. ἐξ ὧν γὰρ ἰὸς εἰς θάνατον, ἐν αὐτοῖς καὶ ἀντίδοτος πρὸς ἀφανισμὸν θανάτου καὶ κακώσεως κακιζομένων. καὶ ἡμέρα μὲν εἰς ἐργασίαν ἀνθρώποις, ὡς καὶ εἰς τὸ φωτίζεσθαί τε καὶ ὁρᾶν· ἀλλὰ καὶ ἡ νὺξ ἡ παρ’ αὐτῷ ὀνόματι κακιζομένη ἀνάπαυσίς τις εὑρίσκεται ἐκ θεοῦ ἀνθρώποις γεγονυῖα· καὶ οὕτως τὸ καθ’ ἓν ἀγαθὸν ὑπάρχον εὑρίσκεται καὶ μὴ δυνάμενον ἀπὸ τῶν ἐν ἡμῖν ἁμαρτημάτων τὸ ὄνομα ἔχειν ἢ [εἰς] τὸ ἴσον τοῦ κακοῦ τὴν ὁμωνυμίαν φέρειν. 18. Πάντα γὰρ καλὰ καὶ ἡδέα, καὶ οὐδὲν ἀπόβλητον, τῷ [λέγοντι] «καὶ ἰδού, φησί, πάντα καλὰ λίαν». καὶ οὐδαμοῦ κακίας ἐστὶ ῥίζα.
PG 42:55τούτου γὰρ χάριν καὶ ὁ θεὸς ἐξ ὑπαρχῆς, κτίζων τὸν πάντα κόσμον τῇ αὐτοῦ ἀγαθότητι, καθ’ ἕκαστον τῶν κτισμάτων τὸ καλὸν ἐπέφερε, λέγων «καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν», ὅπως τῷ καλῷ μαρτυρήσῃ καὶ ἀνέλοι τὴν τῶν ἐπιβούλων τῆς ἀνθρωπείας φύσεως δεινότητα, τῶν διὰ μύθων πονηρῶν ἐπινοησάντων ἀφανίσαι ἐκ τῶν ἀνθρώπων τὴν ἀλήθειαν. ἐποίησε γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸ φῶς καὶ τὰ ἐν τῇ γῇ ἐν τῇ πρώτῃ ἡμέρᾳ «καὶ εἶδε, καὶ ἰδοὺ καλόν», φησὶν ἡ γραφή. ἆρα γὰρ οὐκ ᾔδει ὅτι καλὸν ἤμελλεν ἐργάζεσθαι, ὅτι μετὰ τὸ γενέσθαι λέγει «ἰδοὺ καλόν»; καὶ οὕτω καθεξῆς ἐπὶ τῶν ὑδάτων, ἐπὶ τῆς θαλάσσης, ἐπὶ τῶν βλαστημάτων, ἐπὶ τῶν ξύλων, ἐπὶ τῶν φωστήρων ἐν οὐρανῷ, ἐπὶ τῶν κτηνῶν, ἐπὶ τῶν πτηνῶν καὶ ἑρπετῶν καὶ ἰχθύων. καθ’ ἕκαστον γὰρ ἔλεγε «καὶ εἶδεν ὁ θεός, καὶ ἰδοὺ καλόν», οὐ τὸ πρότερον ἀγνοῶν οὐδὲ μετὰ τὸ γενέσθαι [μαθών], ὡς διὰ πείρας ἐσχηκὼς τὸ εἰδέναι ὅτι καλόν, ἀλλὰ ἀπὸ τοῦ εἶναι πάντα καλὰ καὶ οὐδαμοῦ εἶναι κακὸν προεθέσπιζε διὰ τὴν τῶν κακοβούλων δόξαν·
τῶν πάντων ἀγαθῶν ὄντων καὶ καλῶν μαρτυρουμένων κατὰ τὴν τοῦ καλοῦ ἀληθεστάτην μαρτυρίαν τὸ [«ἰδοὺ] καλὸν» ἔλεγε, [ὁ] στέρησις ὢν παντὸς κακοῦ καὶ πάσης κακίας, [καὶ] ἵνα ἀπὸ τοῦ καλὸν εἶναι τὸ πᾶν ἀναιρῆται ὁ περὶ κακίας ἐν ἀνθρώποις ἐπινενοημένος λόγος, ἵνα τὴν πᾶσαν ὑπόληψιν τῶν τὴν κακότροπον διδασκαλίαν παρεισφερόντων παντάπασιν ἀνέλοι. εἶτα ἐλθὼν ἐπὶ τὸν ἄνθρωπον οὐκ εἶπεν ὅτι καλόν, οὐχ ὅτι κακὸν ὁ ἄνθρωπος, τὸ ἐξοχώτατον παρὰ πάντα τὰ ἐπὶ τῆς γῆς ἐκτισμένα, τὸ ἐπὶ τῷ ἄρχειν ἐκ θεοῦ ἐκτισμένον σοφίᾳ ἀρρήτῳ, ᾧ ἔμελλε παραδιδόναι θεὸς τὴν δεσποτείαν τῶν ὑπ’ αὐτοῦ πάντων ἐκτισμένων, ὥς φησι «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἑρπετῶν τῆς γῆς καὶ κτηνῶν καὶ θηρίων καὶ πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς». ἀλλ’ ἐπειδὴ κατ’ εἰκόνα θεοῦ ἐκτίσθη, ἠρκέσθη τὸ θεῖον γράμμα τῷ τοσούτῳ ἀξιώματι, μὴ χρείαν ἔχοντι προσθήκης ἔτι.
εἰ γὰρ αὐτῆς τῆς ἀγαθότητος εἶχε κεκτημένος τὴν εἰκόνα, φημὶ δὲ τοῦ κυρίου θεοῦ, πάσης κτίσεως δημιουργοῦ καὶ ἀγαθοῦ, ἐξ οὗ πᾶσα πηγὴ ἀγαθωσύνης, ἐξ οὗ τὸ ἀγαθὸν ἐν πᾶσιν ὑπάρχει, πῶς ἔτι χρείαν εἶχε μαρτυρίας [τοῦ] ἀκοῦσαι ὅτι ἰδοὺ καλόν, ὁπότε τὴν εἰκόνα αὐτοῦ τοῦ καλοῦ εἶχε κεκτημένος; ἐς ὕστερον δὲ ἐπὶ τέλει τῶν ὅλων, μετὰ τὸ ποιῆσαι πᾶσαν δημιουργίαν, ἐπισφραγισάμενος ὁ θεῖος λόγος τοῖς πᾶσι τὴν αὐτὴν μαρτυρίαν προὔθετο φάσκων «καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν», μετὰ προσθήκης τοῦ λίαν εἰπώναὕτη δὲ ἐτύγχανεν ἕκτη ἡμέρα καὶ ἑβδόμη καταπαύσεως, ἵνα τὴν ῥίζαν τῆς περὶ τοῦ κακοῦ [δόξης] ἀνελὼν μηκέτι εὕροι πρόφασίν τις τοῦτο τολμῆσαι, ἀιδιάζουσαν τὴν κακίαν διανοεῖσθαι. ἀνῄρηται γὰρ ὁ αὐτὸς περὶ ταύτης λόγος. οὐδαμοῦ γὰρ ἦν τὸ κακὸν, πάντων καλῶν ὄντων λίαν καὶ ἐκ θεοῦ ἀγαθοῦ γεγενημένων καὶ μεμαρτυρημένων. 19. Ὕλης δὲ διττὴ ἡ ὀνομασία. τὸ μὲν γάρ, ὡς ἔφην, κατὰ τὸν νοῦν τοῦ ἀλιτηρίου ἐστὶν ἐνεργείας καὶ φθορᾶς ἀναλωτικῆς ὄνομα.
PG 42:57ὕλην δὲ εἰώθαμεν λέγειν τὴν [εἰς] κόσμησιν ἑκάστου πράγματος τοῖς τὰς τέχνας ἐργαζομένοις , ὡς εἰπεῖν ὕλη ξύλων, ὕλη πηλουργίας, ὕλη χρυσοῦ, ὕλη ἀργύρου. λέγεται δὲ ὕλη [καὶ] τῆς ἐργασίας ἐν τοῖς σώμασιν ἡ ἀπὸ φθαρμάτων κακώσεως συναγομένη. λεγέτω τοίνυν ὁ πρόσφατος ἥκων μάντις καὶ τὰ πρὸ αἰώνων ἐπαγγελλόμενος ἐτόλμησε γὰρ ὁ τοιοῦτος καὶ πνεῦμα παράκλητον ἑαυτὸν λέγειν· ἄλλοτε δὲ ἀπόστολον Ἰησοῦ Χριστοῦ ἑαυτόν, ὡς ἔφην, ἐπιφημίζει, οὔτε εἶδος περιστερᾶς ποτε ἐνδυσάμενος οὐδὲ τὸ ἀπ’ οὐρανοῦ εἰς ἔνδυμα ἀφθαρσίας δύναμιν τοῖς ἀποστόλοις πεμφθὲν πνεῦμα παράκλητον, ὃ ἐπηγγείλατο πέμπειν ὁ μονογενής, «οὐ μετὰ πολλὰς ἡμέρας» ἐκεῖνο ὁρισάμενος, ἀλλὰ εὐθὺς αὐτοῦ ἀνελθόντος, ὡς ἔλεγεν «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἐλεύσεται». καὶ εὐθὺς ἐν τῷ ὑπερῴῳ «ἐπλήσθησαν πνεύματος ἁγίου», ἐν τῷ ἀνακάμψαι αὐτοὺς ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν, κατὰ τὸ γεγραμμένον «καὶ ὤφθησαν αὐτοῖς γλῶσσαι πυρὸς διαμεριζόμεναι», καὶ ὁ οἶκος ἐνεπλήσθη ὥσπερ πνοῆς βιαίας, καὶ ἐπεκάθισε τὸ πνεῦμα ἐφ’ ἕκαστον αὐτῶν, καὶ ἐλάλουν γλώσσαις τὰ θαυμάσια τοῦ θεοῦ, καὶ ἕκαστος ἤκουσε τῇ ἰδίᾳ γλώσσῃ.
ἦσαν δὲ ἀπὸ παντὸς γένους τῶν ὑπὸ τὸν οὐρανόν, καὶ ἕκαστος διὰ τοῦ πνεύματος παρεκαλοῦντο», οἵ τε ἀπόστολοι διὰ τῆς δωρεᾶς καὶ πάντα τὰ ἔθνη διὰ τῆς ἐνηχήσεως τῆς τοῦ θεοῦ θαυμαστῆς διδασκαλίας. εἰ γὰρ τὸ πνεῦμα τὸ παράκλητον, ὅπερ ἐπηγγείλατο τοῖς μαθηταῖς ὁ κύριος, ὁ ἀγύρτης οὗτος ἐτύγχανεν, ὁ ἐμμανὴς ἀληθῶς καὶ φερώνυμος τῆς ἑαυτοῦ ἐπωνυμίας, παρῆλθον οἱ ἀπόστολοι στερηθέντες τῆς ἐπαγγελίας, [οἱ] ἀκούσαντες παρὰ τοῦ ἀψευδοῦς κυρίου «λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας». καὶ εὑρεθήσεται ὁ ἀπατεὼν τοῦ Χριστοῦ καταψευδόμενος, ὡς μὴ πληρώσαντος τὰ αὐτῷ εἰρημένα.
παρῆλθε γὰρ ἡ γενεὰ τῶν ἀποστόλων, φημὶ δὲ ἀπὸ Πέτρου ἄχρι Παύλου καὶ ἄχρι Ἰωάννου, τοῦ καὶ χρονίσαντος ἐν κόσμῳ ἄχρι τῶν Τραϊανοῦ χρόνων, καὶ παρῆλθεν Ἰάκωβος ὁ πρῶτος ἐπισκοπεύσας ἐν Ἱεροσολύμοις, ὁ ἀδελφὸς ἐπικληθεὶς τοῦ κυρίου, παῖς δὲ τοῦ Ἰωσήφ, ἀπὸ τῆς ἰδίας αὐτοῦ γυναικὸς γεννηθεὶς σὺν τοῖς λοιποῖς αὐτοῦ ἀδελφοῖς, οἷς συνανατραφεὶς ὁ κύριος Ἰησοῦς Χριστὸς ὁ ἀπὸ Μαρίας τῆς ἀειπαρθένου κατὰ σάρκα γεννηθείς, ἐν τάξει ἀδελφῶν [αὐτοὺς] ἔσχε τοῦ καλεῖσθαι αὐτῶν ἀδελφός, καὶ οἱ σύνθρονοι αὐτοῦ πάντες οἱ ἅγιοι καὶ μετ’ αὐτῶν Συμεών, ὁ υἱὸς τοῦ πατραδέλφου αὐτοῦ, υἱὸς τοῦ Κλωπᾶ, τοῦ ἀδελφοῦ Ἰωσήφ. ὧν τοὺς χρόνους καθεξῆς καὶ καθ’ εἱρμὸν ἀπὸ τοῦ Ἰακώβου τοῦ ἐπισκόπου, [φημὶ δὲ] τοὺς κατὰ διαδοχὴν ἐπισκόπους ἐν Ἱεροσολύμοις [καὶ τοὺς] καθ’ ἕκαστον βασιλέα [γενομένους], ὑπέταξα, ἕως τοῦ χρόνου τοῦ προδηλωθέντος Αὐρηλιανοῦ τε καὶ Πρόβου, ἐν ᾧ οὗτος ὁ Μάνης ἐγνωρίζετο, ἄνθρωπός τις ὢν Πέρσης, ἐγγεννήσας τῷ βίῳ ταυτηνὶ τὴν ἀλλόκοτον διδασκαλίαν. καὶ ἔστιν οὕτως· 20. α. Ἰάκωβος, ὃς ξύλῳ πληγεὶς ἐν Ἱεροσολύμοις ἐμαρτύρησε, μέχρι Νέρωνος. β. Συμεὼν ἐπὶ Τραϊανοῦ ἐσταυρώθη. γ. Ἰούδας.
PG 42:61δ. Ζαχαρίας. ε. Τωβίας. 2. Βενιαμίν. ζ. Ἰωάννης ἕως δέκα ἐννέα ἔτους Τραϊανοῦ. η. Ματθίας. θ. Φίλιππος. ι. Σενέκας. ια. Ἰοῦστος ἕως Ἀδριανοῦ. ιβ. Λευίς. ιγ. Οὐάφρης. ιδ. Ἰωσής. ιε. Ἰούδας μέχρι ἑνδεκάτου Ἀντωνίου. Οὗτοι δὲ ἀπὸ περιτομῆς ἐπεσκόπευσαν τῆς Ἱερουσαλήμ. ἐξ ἐθνῶν δὲ οὗτοι· ι. Μάρκος. ιζ. Κασσιανός. ιη. Πούπλιος. ιθ. Μάξιμος. κ. Ἰουλιανός. Οὗτοι πάντες μέχρις δεκάτου ἔτους Ἀντωνίνου εὐσεβοῦς. κα. Γαϊανός. κβ. Σύμμαχος. κγ. Γάϊος ἕως ἡμερῶν Οὐήρου, ὀγδόου ἔτους αὐτοῦ. κδ. Ἰουλιανός. κε. Καπίτων. κ. Μάξιμος ἕως ι Οὐήρου. κζ. Ἀντωνῖνος. κη. Οὐάλης. κθ. Δολιχιανός μέχρι Κομόδου. λ. Νάρκισσος. λα. Δῖος ἕως Σευήρου. λβ. Γερμανίων. λγ. Γόρδιος ἕως Ἀντωνίνου. λδ. Νάρκισσος, ὁ αὐτός, ἕως Ἀλεξάνδρου υἱοῦ Μαμαίας, οὐ τοῦ Μακέδονος, ἀλλὰ ἄλλου. λε. Ἀλέξανδρος ἕως Ἀλεξάνδρου τοῦ αὐτοῦ. λ. Μαζαβάνος ἕως Γάλλου καὶ Οὐ[ο]λουσιανοῦ. λζ. Ὑμέναιος ἕως Αὐρηλιανοῦ. Ὁμοῦ ἀπὸ ἀναλήψεως Χριστοῦ ἕως τοῦ Μάνη καὶ Αὐρηλιανοῦ καὶ Πρόβου βασιλέων ἔτη σο κατά τινας χρονογράφους, κατὰ δὲ ἄλλους σμ· καὶ ἀπὸ τότε καὶ ἕως δεῦρο ἄλλοι ἐπίσκοποι η·
PG 42:65Βάζας, Ἕρμων, Μάκαρις, Μάξιμος, Κύριλλος, Ἑρέννις, Κύριλλος αὖθις, Ἱλαρίων, ὁ νῦν κατέχων τὴν ἐκκλησίαν, προσεγκληθεὶς τῇ τῶν Ἀρειανῶν κοινωνίᾳ. Βασιλεῖς δὲ οἱ καθεξῆς, ὧν καὶ οἱ χρόνοι συνημμένοι· Αὐρηλιανοῦ περιλειφθέντος ἔτος α· Τάκιτος μῆνας ἕξ, [Πρόβος ἔτη ἕξ,] Κᾶρος καὶ Καρῖνος καὶ Νουμεριανὸς ἔτη δύο. Διοκλητιανὸς ἔτη εἴκοσι. Μαξιμιανὸς Λικίνιος Κωνσταντῖνος Κωνστάντιος Ἰουλιανὸς Ἰοβιανὸς Οὐαλεντινιανὸς Οὐάλης Γρατιανὸς [ὁμοῦ ἔτη ογ], ὡς εἶναι ἀπὸ τοῦ εἰρημένου Μάνη ἕως τοῦ παρόντος, τουτέστιν Οὐάλεντος μὲν ἔτους ιγ, Γρατιανοῦ δὲ ἔτους θ, Οὐαλεντινιανοῦ δὲ νεωτέρου ἔτους α, Διοκλητιανοῦ δὲ ἔτους γ, ἔτη ρα ἵνα ἐν τετάρτῳ ἔτει Αὐρηλιανοῦ καὶ ἐν χρόνοις Ὑμεναίου ἐπισκόπου Ἱεροσολύμων ἐπίπεμπτος ἐξαποσταλῇ τῷ κόσμῳ, [ὅπως τῇ] τοῦ ἐνοικοῦντος ἐν αὐτῷ διαβόλου ἐνεργείᾳ πλάνης καὶ φαντασίας ἀποστήσῃ ἀπὸ τῆς ἀληθείας τοὺς αὐτῷ πειςθέντας ἀπατήσας. 21. Ἐξελήλεγκται οὖν ἡ αὐτοῦ πανταχόθεν κυβεία, ὥς γε ὁ νοῦς τῶν συνετῶν πάντα ἀκριβῶς γνοὺς καταγνώσεται τῆς αὐτοῦ παραπεποιημένης ἐπινοίας.
τὰ δὲ ἄλλα πάντα τὰ νομιζόμενα αὐτοῦ σοφίσματα ληρῳδίας ἔμπλεα, λοξά τε καὶ ἄστατα, παρὰ πᾶσι συνετοῖς γελοιαζόμενα· ἅτινα κατὰ λέξιν διελεῖν καὶ τὰ πρὸς ἀντίθεσιν πάντων αὐτῶν γράψαι [βουλόμενος] εἰς πολὺν ὄγκον ἐλάσω τῆς κατ’ αὐτοῦ πραγματείας τὸν ἔλεγχον. ἤδη δὲ ἀνδράσι μεγάλοις θαυμαστῶς κατ’ αὐτοῦ ἀντιρρήσεις τοῦ ἐλέγχου πεποίηνται, Ἀρχελάῳ μὲν τῷ ἐπισκόπῳ, ὡς προείρηται, Ὠριγένει δέ, ὡς ἀκήκοα, Εὐσεβίῳ δὲ τῷ Καισαρείας καὶ Εὐσεβίῳ τῷ Ἐμέσης, Σεραπίωνι Θμούεως, Ἀθανασίῳ τῷ Ἀλεξανδρείας, Γεωργίῳ τῷ Λαοδικείας, Ἀπολλιναρίῳ τῷ Λαοδικείας, Τίτῳ, καὶ πολλοῖς τῶν κατ’ αὐτοῦ εἰρηκότων. Οὐδὲν δὲ λυπήσει καὶ ἀπὸ τῆς ἡμῶν πτωχείας ὀλίγα εἰς αἰσχύνην τοῦ ἐλεεινοῦ ἀνθρώπου εἰπεῖν πρὸς ἀνατροπὴν τῆς αὐτοῦ κατὰ πάντα τρόπον πεπλανημένης διανοίας, ὡς καὶ ἤδη προείπομεν.
ἠβουλόμην δὲ μὴ αὐστηροῖς ῥήμασι τὸν κατ’ αὐτοῦ ποιήσασθαι ἔλεγχον, ἀλλὰ κατὰ δύναμιν ἐπιεικῶς, εἰ μὴ ὅτι τὸν τῶν πάντων δεσπότην ἀθυρογλώττως βλασφημεῖν οὐκ αἰσχύνεται, εὐθὺς αὐτὸν τὸν ποιητὴν ἀρνούμενος, τὸν τόδε τὸ πᾶν κύτος οὐρανοῦ τε καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς καὶ τὰ ἐν τῷ κόσμῳ πάντα δημιουργήσαντα, ἕτερον δέ τινα φανταζόμενος θεὸν τὸν μὴ ὄντα, τὸν δὲ ὄντα καταλιπών. ἐξέπεσε γὰρ τῆς ἀληθείας καὶ συνέβη αὐτῷ τὸ τῆς γελοίου παροιμίας ἐνέργημα, ὡς ὁ κόραξ, βρῶμα ἔχων περὶ τὸ στόμα καὶ σκιὰν ἐν ὕδατι τοῦ βρώματος θεασάμενος, βουλόμενος ἑτέρας τροφῆς περιγενέσθαι τὴν οὖσαν ἀπώλεσε καὶ τὴν μὴ οὖσαν οὐκ ἐκτήσατο. τίς δὲ ἀνέξεται τοῦ βλασφήμου; εἰ γὰρ πατέρας ἔχομεν κατὰ σάρκα καὶ οὐ φέρομεν ἀκούειν τὸν τούτων ὑπό τινων ψόγον, πόσῳ γε μᾶλλον, τὸν κύριον θεὸν πάντων ὑπὸ τοῦ χαλεπωτάτου Μάνεντος βλασφημούμενον ἐὰν ἀκούσωμεν; ὅταν οὖν ἐν τῷ ἐλέει τοῦ θεοῦ ὄμβροι ἀποστέλλωνται κατὰ τὴν αὐτοῦ ἀγαθότητα, αὐτὸς βλασφημῶν οὐκ αἰσχύνεται φάσκειν μὴ ἐκ θεοῦ τοὺς ὄμβρους εἶναι, ἀλλὰ ἀπὸ ἀπορροίας ἀρχόντων. 22. Τὰ δὲ ἄλλα εἰπεῖν τίς οὐκ ἐκγελάσειεν.
PG 42:67ὡς τάχα τὰ τοῦ Φιλιστίωνος εἶναι ἀναγκαιότερα ἢ τὰ τῆς τούτου μιμολογίας; Ὠμοφόρον γὰρ μυθοποιῶν διδάσκει βαστάζοντα τὴν γῆν πᾶσαν, καὶ διὰ ἐτῶν φησὶ τριάκοντα κάμνοντος τοῦ ὤμου μεταφέρειν εἰς τὸν ἕτερον ὦμον, [καὶ οὕτω] τοὺς σεισμοὺς γίνεσθαι. εἰ δὲ ἦν τοῦτο, κατὰ φύσιν ἦν τὸ πρᾶγμα καὶ οὐκέτι ἦν θεςπέσιον. ἐλέγχουσι δὲ τὸν γόητα οἱ τοῦ σωτῆρος λόγοι, ὃς ἔφη «γίνεσθε ἀγαθοὶ ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει αὐτοῦ τὸν ὑετὸν ἐπὶ πονηροὺς καὶ ἀγαθούς», καὶ τὸ «ἔσονται σεισμοὶ κατὰ τόπον καὶ λιμοὶ καὶ λοιμοί». εἰ δὲ ἐκ φύσεως ἢ κατὰ συνήθειαν οἱ σεισμοὶ ἐγίνοντο, πολλάκις [δ’] ἔσθ’ ὅτε σεισμοὶ κατὰ χώραν γίνονται. συνέβη δὲ καὶ ἐπ’ ἐνιαυτὸν ὁλοτελῆ καθ’ ἑκάστην νύκτα πολλάκις σαλεύεσθαι τὴν γῆν, ἆρά γ’ οὖν τραυματωθέντων τῶν τοῦ Ὠμοφόρου ὤμων ἀφερεπόνως ἄγεται. ἐνδελεχῆ ποιούμενος τὸν σάλον; καὶ τίς ἀνέξεται τῆς τοιαύτης μωρολογίας; τί δὲ ἄλλο [ἀ]πίθανον οὐκ ἐτόλμησεν εἰπεῖν;
φάσκει γὰρ ὁ τοιοῦτος ὅτι, φησί, αἱ ἐν γνώσει τῆς αὐτοῦ πλάνης ψυχαὶ γενόμεναι ἀναλαμβάνονται εἰς τὴν σελήνην, φωτεινῆς οὐσίας τῆς ψυχῆς ὑπαρχούσης. διό, φησί, πλήθει ἡ σελήνη καὶ φθίνει, πληρουμένη ἀπὸ τῶν ψυχῶν τῶν τελευτουσῶν ἐν γνώσει τῆς ἀπιστίας αὐτοῦ. εἶτα φησὶν ἀπογομοῦσθαι ἀπὸ τῆς σελήνης, τοῦ μικροτέρου [ὥς] φησι σκάφους, εἰς τὸν ἥλιον, [τὸν ἥλιον] δὲ παραλαμβάνειν καὶ ἀποτίθεσθαι εἰς τὸν τῶν μακάρων αἰῶνα [φησίν]. ἀεὶ δὲ τυφλὴ τυγχάνουσα ἡ κακία τὴν ἑαυτῆς αἰσχύνην ἀγνοεῖ, ὡς ἀπὸ τῶν λόγων αὐτῆς ἐλέγχεται, μὴ δυναμένη τελειῶσαι τῶν ψευσμάτων τὴν τελείωσιν. 23. Πρῶτον μὲν γὰρ ὅτι εἷς ἄνθρωπος πέπλασται ὁ Ἀδάμ, ἐξ οὗπερ γεγένηνται υἱοί τε καὶ θυγατέρες· ἐν τῇ ἀρχῇ δὲ τῆς κοσμοποιίας, περὶ τὸ ἑκατοστὸν ἔτος τοῦ Ἀδὰμ πλείω ἐλάσσω, ἀποκτείνεται Ἄβελ, ὡς ἐτῶν ὑπάρξας λ πλείω ἐλάσσω. μετὰ τοῦτον τὸν πρῶτον ἀποκτανθέντα τελευτᾷ ἐπὶ τῆς γῆς ὁ Ἀδὰμ ὁ πρωτόπλαστος δι’ ἐτῶν λ, τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄστρων ἀπὸ τετάρτης ἡμέρας ἐν οὐρανῷ πηχθέντων καὶ κτισθέντων. τί οὖν εἴπωμεν, ὦ οὗτος; ὁμολογήσωμεν τὸν τῆς ἀνοίας σου ἔλεγχον;
PG 42:69πῶς γὰρ ἠδύνατο ἐνακόσια τριάκοντα ἔτη γενέσθαι ἄνευ τοῦ φθίνειν σελήνην καὶ πλήθειν; ποίων τοίνυν ψυχῶν τελευτησασῶν ἐνεπίμπλατο ἡ σελήνη καὶ ἐπληροῦτο; λέγε. ἀλλ’ ἠγνόει Μανιχαῖος ὅτι εἰσὶ συνετοί, οὐ λόγοις ψευδέσι πειθόμενοι, ἀλλὰ ἀληθεστάταις ἀποδείξεσιν. εἰ δὲ δῶμεν ὅτι οὕτως ἐστὶν [ὅπερ οὐκ ἔστι· μὴ γένοιτο] καὶ ἀπὸ τῶν ψυχῶν τῶν Μανιχαίων γεμίζεται πληρουμένη ἡ σελήνη, πῶς ἔτι συσταθήσεται ἡ τοιαύτη ὑπόθεσις; εἰ γὰρ οὐδεὶς μετὰ τὴν πεντεκαιδεκάτην ἡμέραν τῆς σελήνης Μανιχαίων ἐτελεύτα, ἀλλὰ προθεσμία ἦν ὡρισμένη ἕως πεντεκαιδεκάτης τῆς σελήνης τοὺς Μανιχαίους ἀποθνῄσκειν, μετὰ δὲ πεντεκαιδεκάτην μηκέτι τελευτᾶν, ἕως ἀποτεθῇ ὁ τῆς σελήνης φόρτος, ἵνα ἄρξηται πάλιν ἀπὸ νεομηνίας γομοῦν, πιθανὸν ἄρα ἦν τὸ ψεῦσμα [τῶν] αὐτῶν, νῦν δὲ καὶ ἀπίθανον. καθ’ ἡμέραν γὰρ τελευτῶσι καὶ τὰ ὡρισμένα στοιχεῖα ἐκ θεοῦ τὸν ἴδιον ἐπίστανται δρόμον. καὶ πάλιν οὐ σταθήσεται ὁ περὶ τῶν ψυχῶν ἐν τῇ σελήνῃ γενόμενος γόμος. 24.
Καὶ τινὲς μὲν αὐτῶν πάλιν βούλονται κατὰ ἐπίνοιαν πανουργίας φησί, τὴν μητέρα τῶν ὅλων συγχωρῆσαι δύναμιν ἰδίαν ἐξ οὐρανοῦ κατελθεῖν εἰς τὸ κλέψαι [ἀπὸ] τῶν ἀρχόντων καὶ ἀποσυλῆσαι ἀπ’ αὐτῶν ἣν εἴληφαν ἄνωθεν δύναμιν. βούλεται γὰρ λέγειν ὅτι πολεμήσασαι αἱ ἀρχαὶ καὶ ἐξουσίαι τὸν θεὸν τὸν ζῶντα καὶ [τὴν] μεγάλην καὶ ἀκατάληπτον ἥρπασαν παρ’ αὐτοῦ δύναμιν, ἣν καὶ ψυχὴν ὀνομάζει. καὶ ὦ τῆς πολλῆς τούτου ἀτοπίας. πᾶς γὰρ ἁρπαζόμενος καὶ βιοφορούμενος ὑποβέβηκεν. εἰ τοίνυν αἱ ἀρχαὶ ἀπὸ τῆς πανοπλίας καταδυναστεύσασαι τὸν ἀγαθὸν θεὸν δύναμιν παρ’ αὐτοῦ ἀπέσπασαν, ἰσχυρότεραι αὗται ὑπὲρ ἐκεῖνον ἔσονται· ἐκεῖνος δὲ τούτοις τὸ πρῶτον ὑποχωρήσας εἰσαῦθις οὐ δύναται παρ’ αὐτῶν ἀφελέσθαι τὴν ἀπ’ αὐτοῦ ἀφηρπασμένην δύναμιν εἴτ’ οὖν πανοπλίαν, ὁ ἐξ ἀρχῆς ἀντισχεῖν πρὸς τοὺς πολεμίους μὴ δεδυνημένος. καὶ ἄλλως·
εἰ δὲ καὶ ποτὲ πάλιν ἐν νίκῃ γενόμενος ἀφέληται ἰσχύσας κατὰ τῶν δι’ ἐναντίας τὴν ἀπ’ αὐτοῦ ἀφηρπασμένην δύναμιν, τῆς τοῦ κακοῦ ῥίζης τε καὶ ἀρχῆς ἀνάρχου ἔτι ἐπιμενούσης καὶ παντελῶς μὴ δυναμένης ἀναιρεθῆναι, αὖθις πάλιν κατισχύσει ἐπιστρατεύσασα ἑαυτῇ περισσοτέραν δύναμιν καὶ τὴν πάλιν αὐτοῦ ληφθεῖσαν ἐκ τοῦ ἀγαθοῦ θεοῦ δύναμιν κατά τινα δυναστείαν ἐξισχύσασα πάλιν ἀφαιρήσειε· καὶ ἔσται ἀεὶ κατ’ αὐτὸν τὸ κακὸν ἀνθιστάμενον καὶ μηδέποτε ἔχον τὴν κατάληψιν, εἰς τὸ διηνεκὲς ἁρπάζον τε καὶ ἁρπαζόμενον. εἰ δὲ καὶ λέξειαν οἱ τὰς φρένας βεβλαμμένοι ἀπατηθέντες [τε] κατὰ πάντα τρόπον ὅτι, ἐὰν τῆς πανοπλίας ὁ ἀγαθὸς θεὸς τὸ μέρος τὸ ἀπ’ αὐτοῦ ἀφαρπαγὲν καιρῷ ἐλευθερώσῃ, τότε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τῆς ἐναντίας δυνάμεως ἀφανίσειε καὶ ἐξολοθρεύσειε, καὶ εἰ ἔτι ἔσται τοῦτο καὶ εἰ ὅλως ἀφανίσει ὁ ἀγαθὸς θεὸς καὶ ἐξολοθρεύσει, ἐξέπεσεν ὁ τοῦ ἀγύρτου λόγος, ὁ φάσκων μὴ εἶναι δίκαιον τὸν ἀγαθόν, μηδὲ ἐν κρίσει κατακρίνειν τὸν ἁμαρτάνοντα μήτε βασάνοις τινὰ παραδιδόντα μήτε κτείνοντα.
PG 42:71εἰ γὰρ ὅλως τὸν διάβολον εἴτ’ οὖν τὴν ἀντικειμένην ἐνέργειαν ἀφανίσαι τε καὶ ἐξολοθρεῦσαι πειρᾶται, ἢ κατ’ αὐτὸν οὐκέτι ἔσται ἀγαθός, ὡς ὁ [περὶ] αὐτοῦ περιέχει λόγος, ἢ εἰ ἀγαθὸς ὢν τὸ πονηρὸν ἀναλίσκει, καὶ ἔσται οὗτος ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν κύριος, ὡς καὶ ἔστιν ἐν ἀληθείᾳ, [δίκαιος]. «ὁ ἑκάστῳ ἀποδιδοὺς κατὰ τὰ ἔργα αὐτοῦ,» ὁ δι’ ὑπερβολὴν ἀγαθότητος τῷ ἀγαθῷ καὶ κεκμηκότι ἐν ἀγαθότητι παρέχων τὸ ἀγαθὸν καὶ τῷ τὰ φαῦλα δεδρακότι τὸ δίκαιον ἀπονέμων. καὶ πανταχόθεν ἐξελήλεγκται αὐτοῦ ὁ λόγος, ὑποφθείρων καρδίας ἀνθρώπων εἰς τὰ ἐναντία. 25. Κατὰ λέξιν δὲ καθεξῆς ὑποτάξω ἁρμοττόντως τὸ αὐτοῦ φρόνημα ἀπὸ τῶν Ἀρχελάῳ πρὸς αὐτὸν πεπραγματευμένων ἐν τῇ πρὸς αὐτὸν ἀντιλογίᾳ, ὡς αὐτὸς ἀπεκάλυψε Τύρβων, εἷς τῶν αὐτοῦ μαθητῶν, περὶ οὗ ἄνω ἐπεμνήσθην. ἐπερωτησάντων τοίνυν τῶν περὶ Ἀρχέλαον τὸν ἐπίσκοπον καὶ Μάρκελλον Τύρβωνα περὶ τῆς τοῦ Μάνη διδασκαλίας, ὁ Τύρβων ἀπεκρίνατο λέγων ἅτινα ἐκ τοῦ βιβλίου παρεθέμην. καὶ ἔστιν τάδε· Ἀρχὴ τῶν τοῦ Μάνεντος ἀθέων δογμάτων. Εἰ τὴν τοῦ Μάνη πίστιν θέλετε μαθεῖν, παρ’ ἐμοῦ ἀκούσατε συντόμως.
οὗτος δύο σέβει θεοὺς ἀγεννήτους, αὐτοφυεῖς, ἀιδίους, ἕνα τῷ ἑνὶ ἀντικείμενον· καὶ τὸν μὲν ἀγαθόν, τὸν δὲ πονηρὸν εἰσηγεῖται, φῶς τῷ ἑνὶ ὄνομα θέμενος καὶ τῷ ἑτέρῳ σκότος· καὶ τοῦ μὲν φωτὸς εἶναι μέρος τὴν ἐν ἀνθρώποις ψυχήν, τοῦ δὲ σκότους τὸ σῶμα καὶ τὸ τῆς ὕλης δημιούργημα. μῖξιν δὲ ἤτοι σύγκρασιν τούτων [τοῦτον] λέγει γεγονέναι τὸν τρόπον, ἀπεικάζων τοὺς δύο [θεοὺς] τῷδε τῷ παραδείγματι· καθάπερ δύο βασιλεῖς ἀντιμαχόμενοι πρὸς ἀλλήλους, ὄντες ἀπ’ ἀρχῆς ἐχθροὶ καὶ ἀνὰ μέρος ἑκάστου τὰ ἴδια ἔχοντος, κατὰ δὲ σύμβασιν τὸ σκότος ἐπελθὸν ἐκ τῶν ὁρίων αὐτοῦ προσεμαχήσατο τῷ φωτί. γνόντα δὲ τὸν ἀγαθὸν πατέρα τὸ σκότος ἐν τῇ γῇ αὐτοῦ ἐπιδεδημηκὸς προβάλλειν ἐξ αὐτοῦ δύναμιν, λεγομένην μητέρα τῆς ζωῆς, καὶ αὐτὴν προβεβληκέναι τὸν πρῶτον ἄνθρωπον τὰ πέντε στοιχεῖα· εἰσὶ δὲ ἄνεμος, φῶς, ὕδωρ, πῦρ καὶ ὕλη. καὶ ταῦτα ἐνδυσάμενον ὡς πρὸς κατασκευὴν πολέμου κατελθεῖν κάτω καὶ πολεμῆσαι τῷ σκότει. οἱ δὲ τοῦ σκότους ἄρχοντες ἀντιπολεμοῦντες αὐτῷ ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ, ὅ ἐστιν ἡ ψυχή. τότε δεινῶς ἐθλίβη ἐκεῖ κάτω ὁ πρῶτος ἄνθρωπος ὑπὸ τοῦ σκότους.
καὶ εἰ μὴ εὐξαμένου εἰσήκουσεν ὁ πατὴρ καὶ ἀπέστειλεν ἑτέραν δύναμιν προβληθεῖσαν ὑπ’ αὐτοῦ, λεγομένην ζῶν πνεῦμα, καὶ εἰ μὴ κατελθὼν δέδωκεν αὐτῷ δεξιὰν καὶ ἀνήνεγκεν ἐκ τοῦ σκότους, πάλαι ἂν ὁ πρῶτος ἄνθρωπος κατεχόμενος ἐκινδύνευσεν. ἔκτοτε οὖν κατέλειψε κάτω τὴν ψυχήν. καὶ διὰ τοῦτο Μανιχαῖοι ἐὰν συναντήσωσιν ἀλλήλοις, δεξιὰς διδόασιν ἑαυτοῖς σημείου χάριν ὡς ἀπὸ σκότους σωθέντες. ἐν γὰρ τῷ σκότει πάσας τὰς αἱρέσεις εἶναι λέγει. τότε ζῶν πνεῦμα ἔκτισε τὸν κόσμον, καὶ αὐτὸ φορέσαν ἑτέρας τρεῖς δυνάμεις κατελθὸν ἀνήνεγκε τοὺς ἄρχοντας καὶ ἐσταύρωσεν ἐν τῷ στερεώματι, ὅ ἐστιν αὐτῶν σῶμα, ἡ σφαῖρα. 26. Τότε πάλιν τὸ ζῶν πνεῦμα ἔκτισε τοὺς φωστῆρας, ἅ ἐστι τῆς ψυχῆς λείψανα, καὶ αὐτοὺς ἐποίησε τὸ στερέωμα κυκλεῦσαι. καὶ πάλιν ἔκτισε τὴν γῆν εἰς εἴδη ὀκτώ. ὁ δὲ Ὠμοφόρος κάτω βαστάζει καὶ ἐπὰν κάμῃ βαστάζων, τρέμει καὶ σεισμοῦ αἴτιος γίνεται παρὰ τὸν ὡρισμένον καιρόν. τούτου ἕνεκα τὸν υἱὸν αὐτοῦ ἀπέστειλεν ὁ ἀγαθὸς πατὴρ ἐκ τῶν κόλπων [αὐτοῦ] εἰς τὴν καρδίαν τῆς γῆς καὶ εἰς τὰ ταύτης κατώτατα μέρη, ὅπως αὐτῷ τὴν προσήκουσαν ἐπιτιμίαν δῷ.
PG 42:73ὁσάκις γὰρ ἂν σεισμὸς γένηται, ἢ τρέμει κάμνων ἢ ἀντιφέρει εἰς τὸν ἕτερον ὦμον. τότε τοίνυν καὶ ἡ ὕλη ἀφ’ ἑαυτῆς ἔκτισε τὰ φυτὰ καὶ συλωμένων αὐτῶν ἀπό τινων ἀρχόντων ἐκάλεσε πάντας τοὺς τῶν ἀρχόντων πρωτίστους καὶ ἔλαβεν ἀπ’ αὐτῶν ἀνὰ μίαν δύναμιν καὶ κατεσκεύασε τὸν ἄνθρωπον [τοῦ]τον κατὰ τὴν ἰδέαν τοῦ πρώτου ἀνθρώπου ἐκείνου, καὶ ἔδησε τὴν ψυχὴν ἐν αὐτῷ. αὕτη ἐστὶ τῆς συγκράσεως ἡ ὑπόθεσις. ὅτε δὲ εἶδεν ὁ πατὴρ ὁ ζῶν θλιβομένην τὴν ψυχὴν ἐν τῷ σώματι, εὔσπλαγχνος ὢν καὶ ἐλεήμων ἔπεμψε τὸν υἱὸν αὐτοῦ τὸν ἠγαπημένον εἰς σωτηρίαν τῆς ψυχῆς· διὰ γὰρ ταύτην τὴν πρόφασιν καὶ τὴν τοῦ Ὠμοφόρου ἀπέστειλεν αὐτόν. καὶ ἐλθὼν ὁ υἱὸς μετεσχημάτισεν ἑαυτὸν εἰς ἀνθρώπου εἶδος, καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, μὴ ὢν ἄνθρωπος, καὶ οἱ ἄνθρωποι ὑπελάμβανον αὐτὸν γεγεννῆσθαι. ἐλθὼν οὖν ποιεῖται τὴν δημιουργίαν πρὸς σωτηρίαν τῶν ψυχῶν, καὶ μηχανὴν συνεστήσατο ἔχουσαν δώδεκα κάδους, ἥτις ὑπὸ τῆς σφαίρας στρεφομένη ἀνιμᾶται τῶν θνῃσκόντων τὰς ψυχάς.
καὶ ταύτας ὁ μέγας φωστὴρ ταῖς ἀκτῖσι λαβὼν καθαρίζει καὶ μεταδίδωσι τῇ σελήνῃ, καὶ οὕτως πληροῦται τῆς σελήνης ὁ δίσκος ὁ παρ’ ἡμῖν προσαγορευόμενος [πλοῖα γὰρ ἤτοι πορθμεῖα εἶναι λέγει τοὺς δύο φωστῆρας]· εἶτα ἐὰν γεμισθῇ ἡ σελήνη, μεταπορθμεύει εἰς ἀπηλιώτην καὶ οὕτως ἀπόκρουσιν ποιεῖται τοῦ γόμου ἐλαφρυνομένη· καὶ αὖθις πληροῖ τὸ πορθμεῖον καὶ πάλιν ἀπογομοῖ ἀνιμωμένων ὑπὸ τῶν κάδων τῶν ψυχῶν, ἄχρις οὗ τὸ ἴδιον αὐτοῦ μέρος σώσῃ τῆς ψυχῆς. τῆς γὰρ τοῦ ἀγαθοῦ πατρὸς οὐσίας πᾶσαν ψυχὴν καὶ πᾶν κινούμενον ζῷον μετέχειν λέγει. τῆς οὖν σελήνης μεταδιδούσης τὸν γόμον τῶν ψυχῶν τοῖς αἰῶσι τοῦ πατρός, παραμένουσιν ἐν τῷ στύλῳ τῆς δόξης, ὃς καλεῖται ἀὴρ ὁ τέλειος. ὁ δὲ ἀὴρ οὗτος στῦλός ἐστι φωτός, ἐπειδὴ γέμει ψυχῶν τῶν καθαριζομένων. αὕτη ἐστὶν ἡ αἰτία δι’ ἧς αἱ ψυχαὶ σῴζονται. 27. Ἡ δὲ τοῦ ἀποθανεῖν τοὺς ἀνθρώπους ἔστι πάλιν αὕτη· παρθένος τις ὡραία κεκοσμημένη, πιθανὴ πάνυ, συλᾶν ἐπιχειρεῖ τοὺς ἄρχοντας τοὺς ἐν τῷ στερεώματι ὑπὸ τοῦ ζῶντος πνεύματος ἀνενεχθέντας καὶ σταυρωθέντας, φαινομένη δὲ τοῖς ἄρρεσι θήλεια εὔμορφος, ταῖς δὲ θηλείαις νεανίας εὐειδὴς καὶ ἐπιθυμητός.
PG 42:75καὶ οἱ μὲν ἄρχοντες ὁπόταν ἴδωσιν αὐτὴν κεκαλλωπισμένην, οἰστροῦνται τῷ φίλτρῳ καὶ μὴ δυνάμενοι αὐτὴν καταλαβεῖν δεινῶς φλέγονται, τῷ ἐρωτικῷ πόθῳ τὸν νοῦν ἐξαρπασθέντες. ὅταν οὖν τρεχόντων αὐτῶν ἡ παρθένος ἄφαντος γένηται, τότε ὁ ἄρχων ὁ μέγας προβάλλει τὰς νεφέλας ἐξ αὐτοῦ, ὅπως σκοτίσῃ τῇ ὀργῇ αὐτοῦ τὸν κόσμον καὶ οὗτος ἐὰν θλιβῇ πάνυ, καθάπερ ἄνθρωπος ἱδρῶν ἀποκοποῦται. ὁ δὲ ἱδρὼς αὐτοῦ ἐστιν ἡ βροχή. ὁμοῦ καὶ ὁ θερισμὸς ἄρχων ἐὰν συληθῇ ὑπὸ τῆς παρθένου, καταχέει λοιμὸν ἐφ’ ὅλης τῆς γῆς, ὅπως θανατώσῃ τοὺς ἀνθρώπους. τὸ γὰρ σῶμα τοῦτο κόσμος καλεῖται πρὸς τὸν μέγαν [τοῦτον] κόσμον καὶ οἱ ἄνθρωποι πάντες ῥίζας ἔχουσι κάτω συνδεθείσας τοῖς ἄνω. ὁπόταν οὖν συληθῇ ὑπὸ τῆς παρθένου, τότε ἄρχεται κόπτειν τὰς ῥίζας τῶν ἀνθρώπων. καὶ ὅταν κοπῶσιν αἱ ῥίζαι αὐτῶν, τότε ἄρχεται λοιμὸς γίνεσθαι καὶ οὕτως ἀποθνῄσκουσιν. ἐὰν δὲ τὰ ἄνω τῆς ῥίζης τόνῳ σαλεύσῃ, σεισμὸς γίνεταί τε καὶ ἐπακολουθεῖ, συγκινουμένου μὲν τοῦ Ὠμοφόρου. αὕτη ἡ αἰτία τοῦ θανάτου. 28. Ἐρῶ δὲ ὑμῖν καὶ τοῦτο, πῶς μεταγγίζεται ἡ ψυχὴ εἰς ἕτερα σώματα.
πρῶτον καθαρίζεται μικρόν τι ἀπ’ αὐτῆς, εἶτα μεταγγίζεται εἰς κυνὸς ἢ εἰς καμήλου ἢ εἰς ἑτέρου ζῴου σῶμα. ἐὰν δὲ ᾖ πεφονευκυῖα ψυχή, εἰς κελεφῶν σώματα μεταφέρεται· ἐὰν δὲ θερίσασα εὑρεθῇ, εἰς μογγιλάλους. [τῆς δὲ ψυχῆς ἐστι τὰ ὀνόματα ταῦτα· νοῦς, ἔννοια, φρόνησις, ἐνθύμησις, λογισμός.] οἱ δὲ θερισταί, ὅσοι θερίζουσιν, ἐοίκασι τοῖς ἄρχουσι τοῖς ἀπ’ ἀρχῆς οὖσιν εἰς τὸ σκότος, ὅτε ἔφαγον ἐκ τῆς τοῦ πρώτου ἀνθρώπου πανοπλίας. διὸ ἀνάγκη αὐτοὺς μεταγγισθῆναι εἰς χόρτον ἢ εἰς φασήλια ἢ εἰς κριθὴν ἢ εἰς στάχυν ἢ εἰς λάχανα, ἵνα [καὶ αὐτοὶ] θερισθῶσι καὶ κοπῶσι. καὶ εἴ τις πάλιν ἐσθίει ἄρτον, ἀνάγκη καὶ αὐτὸν βρωθῆναι ἄρτον γενόμενον. εἴ τις φονεύσει ὀρνίθιον, [καὶ αὐτὸς] ὀρνίθιον ἔσται· εἴ τις φονεύσει μῦν, καὶ αὐτὸς μῦς ἔσται. εἴ τις πάλιν ἐστὶ πλούσιος ἐν τούτῳ τῷ κόσμῳ, [καὶ] ἐὰν ἐξέλθῃ ἐκ τοῦ σκηνώματος αὐτοῦ, ἀνάγκη αὐτὸν εἰς πτωχοῦ σῶμα μεταγγισθῆναι, ὥστε περιπατοῦντα αὐτὸν ἐπαιτῆσαι, καὶ μετὰ ταῦτα ἀπελθεῖν αὐτὸν εἰς κόλασιν αἰώνιον. τοῦ δὲ σώματος τούτου ὄντος τῶν ἀρχόντων καὶ τῆς ὕλης ἀνάγκη τὸν φυτεύοντα περσέαν διελθεῖν πολλὰ σώματα, ἕως ἂν καταβληθῇ ἡ περσέα ἐκείνη.
εἰ δέ τις οἰκοδομεῖ ἑαυτῷ οἰκίαν, διασπαραχθήσεται εἰς τὰ ὅλα σώματα. εἴ τις λούεται, εἰς τὸ ὕδωρ τὴν ἑαυτοῦ ψυχὴν πήσσει. καὶ εἴ τις οὐ δίδωσι τοῖς ἐκλεκτοῖς αὐτοῦ εὐσέβειαν, κολασθήσεται εἰς τὰς γεέννας καὶ μετενσωματοῦται εἰς κατηχουμένων σώματα, ἕως οὗ δῷ εὐσεβείας πολλάς. καὶ διὰ τοῦτο εἴ τι κάλλιστον ἐν βρώμασι τοῖς ἐκλεκτοῖς προςφέρουσι. καὶ ὅταν μέλλωσιν ἐσθίειν ἄρτον, προσεύχονται πρῶτον, οὕτω λέγοντες πρὸς τὸν ἄρτον· «οὔτε σε ἐγὼ ἐθέρισα οὔτε ἤλεσα οὔτε ἔθλιψά σε οὔτε εἰς κλίβανον ἔβαλον, ἀλλὰ ἄλλος ἐποίησε ταῦτα, καὶ ἤνεγκέ μοι· ἐγὼ ἀναιτίως ἔφαγον.» καὶ ὅταν καθ’ ἑαυτὸν εἴπῃ ταῦτα, λέγει τῷ κατηχουμένῳ «ηὐξάμην ὑπὲρ σοῦ», καὶ οὕτως ἀφίσταται ἐκεῖνος. ὡς γὰρ εἶπον ὑμῖν πρὸ ὀλίγου, εἴ τις θερίζει, θερισθήσεται, οὕτως ἐὰν εἰς μηχανὴν σῖτον βάλλῃ, βληθήσεται καὶ αὐτός, ἢ φυράσας φυραθήσεται ἢ ὀπτήσας ἄρτον ὀπτηθήσεται. καὶ διὰ τοῦτο ἀπείρηται αὐτοῖς ἔργον ποιῆσαι. καὶ πάλιν [φασίν, ὅτι] εἰσὶν ἕτεροι κόσμοι τινές, τῶν φωστήρων δυνάντων ἀπὸ τούτου τοῦ κόσμου ἐξ ὧν ἀνατέλλουσι.
PG 42:77καὶ εἴ τις περιπατεῖ χαμαί, βλάπτει τὴν γῆν καὶ ὁ κινῶν τὴν χεῖρα βλάπτει τὸν ἀέρα, ἐπειδὴ ὁ ἀὴρ ψυχή ἐστι τῶν ἀνθρώπων καὶ τῶν ζῴων καὶ τῶν πετεινῶν καὶ τῶν ἰχθύων καὶ τῶν ἑρπετῶν καὶ εἴ τι ἐν κόσμῳ ἐστίν· εἶπον [γὰρ] ὑμῖν ὅτι τὸ σῶμα τοῦτο οὐκ ἔστι τοῦ θεοῦ, ἀλλὰ τῆς ὕλης ἐστὶ καὶ σκότος ἐστὶ καὶ αὐτὸ σκοτωθῆναι δεῖ. 29. Περὶ δὲ τοῦ παραδείσου, ὃς καλεῖται κόσμος· ἔστι δὲ τὰ φυτὰ τὰ ἐν αὐτῷ ἐπιθυμίαι καὶ ἄλλαι ἀπάται διαφθείρουσαι τοὺς λογισμοὺς τῶν ἀνθρώπων. ἐκεῖνο δὲ τὸ ἐν παραδείσῳ φυτόν, ἐξ οὗ γνωρίζουσι τὸ καλόν, αὐτό ἐστιν ὁ Ἰησοῦς [καὶ] ἡ γνῶσις αὐτοῦ ἡ ἐν τῷ κόσμῳ. ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ πονηρόν. ὁ μέντοι κόσμος οὐδ’ αὐτός ἐστι τοῦ θεοῦ, ἀλλ’ ἢ ἀπὸ μέρους τῆς ὕλης ἐπλάσθη καὶ διὰ τοῦτο πάντα ἀφανίζεται. ὃ δὲ ἐσύλησαν οἱ ἄρχοντες ἀπὸ τοῦ πρώτου ἀνθρώπου, αὐτό ἐστι τὸ γεμίζον τὴν σελήνην, τὸ καθαριζόμενον καθημερινὸν ἀπὸ τοῦ κόσμου.
καὶ ἐὰν ἐξέλθῃ ἡ ψυχὴ μὴ γνοῦσα τὴν ἀλήθειαν, παραδίδοται τοῖς δαίμοσιν ὅπως δαμάσωσιν αὐτὴν ἐν ταῖς γεένναις τοῦ πυρός, καὶ μετὰ τὴν παίδευσιν μεταγγίζεται εἰς [ἕτερα] σώματα, ἵνα δαμασθῇ, καὶ οὕτω βάλλεται εἰς τὸ μέγα πῦρ ἄχρι τῆς συντελείας. 30. Περὶ δὲ τῶν παρ’ ὑμῖν προφητῶν οὕτως λέγει· πνεύματα εἶναι ἀσεβείας ἤτοι ἀνομίας τοῦ σκότους τοῦ ἀπ’ ἀρχῆς ἀνελθόντος, καὶ διὰ τούτων πλανηθέντες [ἐν ἀληθείᾳ] οὐκ ἐλάλησαν. ἐτύφλωσεν γὰρ αὐτῶν ὁ ἄρχων [ἐκεῖνος] τὴν διάνοιαν. καὶ εἴ τις ἀκολουθεῖ τοῖς λόγοις αὐτῶν, ἀποθνήσκει εἰς τοὺς αἰῶνας, δεδεμένος εἰς τὴν βῶλον, ὅτι οὐκ ἔμαθε τὴν γνῶσιν τοῦ παρακλήτου. ἐνετείλατο δὲ τοῖς ἐκλεκτοῖς αὐτοῦ μόνοις, οὐ πλέον ἑπτὰ οὖσι τὸν ἀριθμόν· ἐὰν παύσησθε ἐσθίοντες, εὔχεσθε καὶ βάλλετε ἐπὶ τῆς κεφαλῆς ἔλαιον ἐξωρκισμένον ὀνόμασι πολλοῖς, πρὸς στηριγμὸν τῆς πίστεως ταύτης. τὰ δὲ ὀνόματά μοι οὐκ ἐφανερώθη· μόνοι γὰρ οἱ ἑπτὰ τούτοις χρῶνται. καὶ πάλιν τὸ παρ’ ὑμῖν τίμιον καὶ μέγα ὄνομα Σαβαώθ, αὐτὸ εἶναι τὴν φύσιν [φησὶν] τοῦ ἀνθρώπου καὶ πατέρα τῆς ἐπιθυμίας. καὶ διὰ τοῦτο [φησὶν,] ἁπλάριοι προσκυνοῦσι τὴν ἐπιθυμίαν, θεὸν αὐτὴν ἡγούμενοι.
PG 42:79Περὶ δὲ τοῦ Ἀδὰμ πῶς ἐκτίσθη λέγει οὕτως· ὅτι ὁ εἰπών «δεῦτε, καὶ ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», ἢ καθ’ ἣν εἴδομεν μορφήν, ἄρχων ἐστὶν ὁ εἰπὼν τοῖς ἑτέροις ἄρχουσιν ὅτι δεῦτε, δότε μοι ἐκ τοῦ φωτὸς οὗ ἐλάβομεν, καὶ ποιήσωμεν ἄνθρωπον κατὰ τὴν ἡμῶν τῶν ἀρχόντων μορφὴν [καὶ] καθ’ ἣν εἴδομεν, ὅ ἐστι [ὁ] πρῶτος ἄνθρωπος. καὶ οὕτως ἔκτισαν τὸν ἄνθρωπον. τὴν δὲ Εὔαν ὁμοίως ἔκτισαν, δόντες αὐτῇ ἐκ τῆς ἐπιθυμίας αὐτῶν πρὸς τὸ ἐξαπατῆσαι τὸν Ἀδάμ. καὶ διὰ τούτων γέγονεν ἡ πλάσις τοῦ κόσμου ἐκ τῆς τοῦ ἄρχοντος δημιουργίας. 31. Τὸν δὲ θεὸν μὴ ἔχειν μέρος μετ’ αὐτοῦ τοῦ κόσμου μηδὲ χαίρειν ἐπ’ αὐτῷ, διὰ τὸ ἐξ ἀρχῆς σεσυλῆσθαι αὐτὸν ὑπὸ τῶν ἀρχόντων καὶ γενέσθαι αὐτῷ θλίψιν. τούτου χάριν πέμπει καὶ συλᾷ ἀπ’ αὐτῶν τὴν ψυχὴν αὐτοῦ καθ’ ἡμέραν διὰ τῶν φωστήρων τούτων, ἡλίου καὶ σελήνης, ὑφ’ ὧν ὅλος ὁ κόσμος καὶ πᾶσα ἡ κτίσις ἁρπάζεται. τὸν δὲ λαλήσαντα μετὰ Μωυσέως καὶ τῶν Ἰουδαίων καὶ τῶν ἱερέων τὸν ἄρχοντα λέγει εἶναι τοῦ σκότους· ὥστε ἕν εἰσι καὶ τὸ αὐτὸ οἵ τε Χριστιανοὶ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἐθνικοί, τὸν αὐτὸν θεὸν σέβοντες.
ἐν γὰρ ταῖς ἐπιθυμίαις αὐτοῦ ἐξαπατᾷ αὐτούς, οὐκ ὢν ἀληθείας θεός. διὰ τοῦτο οὖν ὅσοι ἐπ’ ἐκεῖνον ἐλπίζουσι τὸν θεὸν τὸν μετὰ Μωυσέως λαλήσαντα καὶ τῶν προφητῶν, μετ’ αὐτοῦ ἔχουσι δεθῆναι, ὅτι οὐκ ἤλπισαν ἐπὶ τὸν θεὸν τῆς ἀληθείας. ἐκεῖνος γὰρ κατὰ τὰς ἐπιθυμίας αὐτῶν ἐλάλησε μετ’ αὐτῶν. μετὰ δὲ πάντα ταῦτα ἐπὶ τέλει λέγει καθὼς αὐτὸς ἔγραψεν· ὁ πρεσβύτης ὅταν προφάνῃ αὐτοῦ τὴν εἰκόνα, τότε ὁ Ὠμοφόρος ἀφίησιν ἔξω τὴν γῆν, καὶ οὕτως ἀπολύεται τὸ μέγα πῦρ καὶ ὅλον ἀναλίσκει τὸν κόσμον. εἶτα πάλιν ἀφίησι τὸν βῶλον μετα[ξὺ] τοῦ νέου αἰῶνος, ὅπως πᾶσαι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν δεθῶσιν εἰς τὸν αἰῶνα. τότε δὲ ταῦτα γενήσεται, ὅταν ὁ ἀνδριὰς ἔλθῃ. αἱ δὲ προβολαὶ πᾶσαι, ὁ Ἰησοῦς ὁ ἐν τῷ μικρῷ πλοίῳ καὶ ἡ μήτηρ τῆς ζωῆς καὶ οἱ δώδεκα κυβερνῆται καὶ ἡ παρθένος τοῦ φωτὸς καὶ ὁ πρεσβύτης ὁ τρίτος ὁ ἐν τῷ μεγάλῳ πλοίῳ καὶ τὸ ζῶν πνεῦμα καὶ τὸ τεῖχος τοῦ μεγάλου πυρὸς καὶ τὸ τεῖχος τοῦ ἀνέμου καὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος καὶ τοῦ ἔσωθεν πυρὸς τοῦ ζῶντος πρὸς τὸν μικρὸν φωστῆρα οἰκοῦσιν, ἄχρις ἂν τὸ πῦρ καταναλώσῃ τὸν κόσμον ὅλον ἐν ποσοῖς ποτε ἔτεσιν, ὧν οὐκ ἔμαθον τὴν ποσότητα.
καὶ μετὰ ταῦτα ἀποκατάστασις ἔσται τῶν δύο φύσεων καὶ οἱ ἄρχοντες οἰκήσουσι τὰ κατώτερα μέρη ἑαυτῶν, ὁ δὲ πατὴρ τὰ ἀνώτερα, τὸ ἴδιον ἀπολαβών. ταύτην δὲ πᾶσαν τὴν διδασκαλίαν παρέδωκε τοῖς τρισὶν αὐτοῦ μαθηταῖς, κελεύσας ἕκαστον εἰς κλίματα ὁδεύειν· καὶ ὁ μὲν Ἀδδᾶς τὰ τῆς ἀνατολῆς μέρη ἔλαχεν, ὁ δὲ Θωμᾶς τὴν Σύρων γῆν κεκλήρωται, Ἑρμείας δὲ ἄλλος τὴν εἰς Αἴγυπτον πορείαν ἐποιήσατο. καὶ μέχρι σήμερον ἐκεῖσε διατρίβουσι, τὴν τοῦ δόγματος ὑπόθεσιν στῆσαι θέλοντες. 32. Ταῦτά ἐστιν ἃ παρεθέμην ἀπὸ τοῦ Ἀρχελάου βιβλίου τοῦ προειρημένου. καὶ οὕτω συνέστη[σε] τὸ αὐτοῦ διδασκαλεῖον ζιζανιώδους ἐν κόσμῳ σπορᾶς, [καὶ] τὰ ζιζανιώδη τῆς αὐτοῦ διδασκαλίας ἐξεμέσας. πόσα δέ τις ὑπενέγκοι πρὸς τὴν τοσαύτην διαβολὴν τοῦ μιμολόγου τούτου, ὡς παντί που δῆλον εἴη. κἄν τε μὴ ἐπιξεσθῶσιν αἱ λέξεις πρὸς ἀνατροπήν, ἀρκέσει εἰς αἰσχύνην μόνον τὸ εἰδέναι ὅτι ταῦτα παρ’ αὐτοῖς νομιτεύεται, ἀσύστατα ὄντα καὶ μηδεμίαν δύναμιν ἔχοντα. τὰ μὲν γὰρ πρῶτα ἐν τοῖς δευτέροις καταλύει, τὰ δὲ δεύτερα ἕτερα παρὰ τὰ πρῶτα φθέγγεται.
PG 42:81ὁτὲ μὲν γὰρ τὸν κόσμον ἐκ θεοῦ θέλει γεγενῆσθαι, ὁτὲ δὲ ἐκ τῶν ἀρχόντων καὶ τὸν θεὸν μὴ ἔχειν εἰς τὸν κόσμον τι αἴτιον, ἀλλὰ ἀπολλύμενον τὸν κόσμον, ποτὲ δὲ τὸ στερέωμα δέρματα εἶναι τῶν ἀρχόντων φάσκει, ποτὲ δὲ σταυροῦσθαι αὐτὰ ἄνω ἐν τῷ πόλῳ, κατατρέχειν [τε] καὶ συννεφεῖν καὶ ὀργᾶν καὶ ἐξοιστροῦσθαι πρὸς τὴν τῆς παρθένου θέαν καὶ πρὸς τὴν ὡραιότητα τοῦ νεανία. 33. Καὶ ὢ πολλῆς αἰσχύνης. τί γὰρ τούτου μοχθηρότερον, ἀηδέστερόν τε καὶ αἰσχρότερον, τοῦ θήλειαν ἑαυτὸ ἀνατυποῦν τὸ πνεῦμα τῆς ἀληθείας, ὁτὲ δὲ ἀρρενοειδῶς ὀπτάνεσθαι τοῖς ἄρχουσιν; αἰσχρὸν μὲν γὰρ παροινεῖν τὸ ἄνδρα θηλιεύεσθαι καὶ ἐν θηλείας μορφῇ ὑπάρχειν· αἰσχρότατον δὲ πάλιν τὸ τὰ γύναια ἀνδρίζεσθαι καὶ τοῦ ἀνδρὸς φέρειν τὸ σχῆμα. καὶ πῶς οὐχί, ἀρετῆς ὂν πνεῦμα καὶ θεῖον, ὑβριζόμενον μᾶλλον εὑρεθήσεται παρὰ τοῦ πλαστουργοῦ τούτου Μάνη; πῶς δὲ οἱ ἐκδαρέντες οἰστροῦνται; λέγε μοι, ὦ οὗτος. πῶς δὲ μετὰ τὸ σταυρωθῆναι ἐξεδάρησαν; εἰ δὲ καὶ ἐσταύρωνται, πῶς ἐπιτρέχουσι τῇ ἀφαντουμένῃ δυνάμει;
τίς δὲ ἀνέξεται τοῦ βλασφήμου, τοῦ ἀπὸ ἱδρώτων ἀρχόντων ἡμᾶς τρέφεσθαι ὁριζομένου καὶ ἀπὸ ἐκκρίσεως αἰσχρότητος τὸν ὑετὸν ἡμῖν καταπέμπεσθαι; πόθεν δὲ αὐτὸς πόμα πίνει, ἐξ ὑετῶν ἀρυόμενος μετὰ τῶν ἰδίων αὐτοῦ μαθητῶν; πῶς δὲ οὐ καταγέλαστος εἴη, ἡττώμενος τῇ τῶν σωματικῶν χρείᾳ ἱδρῶτας πίνων; καὶ γὰρ ἁμαρτία διάφορος μὲν ὑπάρχει, οὐ τοσαύτη δὲ ἔσται ἡ τιμωρία τῷ ἀκουσίως ἁμαρτάνοντι ὡς τῷ μετὰ ἑκουσίας γνώμης τὸ ἁμάρτημα ἐπιτελοῦντι. οἱ μὲν γὰρ ἄλλοι ἄνθρωποι, εἰ καὶ οὕτως ἦν [ὅπερ μὴ γένοιτο· φαντάζεται γὰρ ὁ ἐμμανής], πλὴν ὅτι ἀγνοοῦντες ἱδρῶτας καὶ ἐκκρίσεις αἰσχρὰς[, ὅτι] ὑδρεύονται καὶ πίνουσιν, σύγγνωστοι [ὄντες] μᾶλλον ἐλέους τυγχάνουσιν ἤπερ ὁ μετὰ τοῦ συνειδότος, νενυγμένος μάτην, διὰ τὴν ἧτταν τῆς ἀσθενείας αὐτοῦ ἐκ τῶν αὐτῶν πομάτων ἀρυόμενος καὶ [ἐκ] τῶν ἄλλων τῶν ἐκ τῆς σαρκὸς χρήσεων. 34. Καὶ πολλὰ ἔστιν ἐν οἷς οὗτος στόματι ψευδηγορίας τοὺς αὐτῷ πεισθέντας ἠπάτησε. ποῖον γὰρ παρ’ αὐτῷ οὐ καταγέλαστον; τὸ ἡγεῖσθαι μὲν τὰ σπέρματα βοτανῶν τε καὶ γενημάτων καὶ ὀσπρίων ψυχὰς εἶναι·
PG 42:83ὡς καὶ γελοῖόν [τι] ἐπιχειρήσομεν λέγοντες κατὰ τὴν αὐτοῦ μυθοποιίαν πρὸς ἔλεγχον αὐτοῦ, ὅτι εἰ ψυχαὶ τυγχάνουσαι κόκκοι φακοῦ καὶ φασηλίου καὶ ἐρεβίνθου καὶ τῶν ἄλλων, ψυχὴ δὲ καὶ ταύρου ἡ αὐτή, ἐπαινετοὶ μᾶλλον οἱ κρεωφαγοῦντες κατὰ τὸν αὐτοῦ λόγον ἤπερ οἱ τὰς πολιτείας ἐξασκοῦντες. δέδιε γὰρ κατὰ τὴν αὐτοῦ ῥαψῳδοποιίαν, μή πως μεταλαβὼν ἐμψύχων, ζῴων τε καὶ τῶν ἄλλων, καὶ αὐτὸς ὅμοιος γένηται. τοὐναντίον [δὲ] μᾶλλον· συνελθόντες γὰρ ἄνδρες πεντήκοντα ἢ καὶ ἑκατὸν ἐξ ἑνὸς ταύρου οἱ πάντες τραφήσονται, ὡς κατὰ τὴν αὐτοῦ ματαίαν συκοφαντίαν · ὅμως πρὸς ἔλεγχον λεκτέον ὅτι οἱ πεντήκοντα ἢ οἱ ἑκατὸν ἔνοχοι γίνονται μιᾶς ψυχῆς, ὁ δὲ τοὺς κόκκους τῶν σπερμάτων ἐσθίων μᾶλλον ἐν ἑνὶ βροχισμῷ μεταλήψεως τριάκοντα καὶ τεσσαράκοντα ψυχῶν ἔσται αἴτιος. καὶ πάντα αὐτοῦ μάταια καὶ γελοιώδη. 35. Παντὶ γὰρ τῷ νοῦν ἔχοντι ἐν κυρίῳ τὰ τῆς ἀληθείας τεκμήρια εὔδηλα δήπουθέν ἐστιν ἐξ αὐτῆς τῆς ἀληθινῆς διδασκαλίας· καὶ γὰρ τοῦ σωτῆρος οὐδὲν ἀληθέστερον πρὸς ἀποκάλυψιν ζωῆς ἀνθρώπων.
φάσκει γὰρ οὗτος ὁ βάρβαρος ἡμῖν παρελθὼν Πέρσης καὶ δοῦλος τὴν γνώμην οὐδὲν γὰρ ἐλύπει τὸ δοῦλον αὐτὸν εἶναι κατὰ τὸ σῶμαφησὶν οὖν ὅτι πᾶσαι αἱ ψυχαὶ ἴσαι εἰσὶν καὶ ἡ μία ἐν ἅπασι τυγχάνει, ἔν τε ἀνθρώποις καὶ κτήνεσι καὶ θηρσὶ καὶ πετεινοῖς καὶ ἑρπετοῖς καὶ ζῴοις πτηνοῖς τε καὶ ἐναλίοις, κνωδάλοις τε καὶ ἐν σπέρμασι γενημάτων, ἐν ξύλοις τε καὶ ἐν τοῖς ἄλλοις πᾶσιν ὁρατοῖς. καὶ οὐχ οὕτως ὑπέδειξεν ὁ κύριος ἡμῶν. ἦ γάρ, ἐλθὼν σῶσαι τὴν ἀνθρωπότητα, καὶ [τὴν] τῶν κτηνῶν ἐποιεῖτο τὴν τῆς ἰάσεως ἐπιμέλειάν τε καὶ θεραπείαν καὶ ἀνάστασιν τῶν πεπτωκότων ζῴων συνάγων ; ἀλλ’ οὐχ οὕτως διηγεῖται οὐδὲ οὕτως διδάσκει· μὴ γένοιτο, ἀλλ’ οἶδε μὲν αὐτὸς τὰς ψυχὰς τῶν ἀνθρώπων σῴζειν, ὡς συλλήβδην συνειληφὼς διὰ τοῦ αἰνίγματος ἔφη «οὐκ ἦλθον, εἰ μὴ διὰ τὸ πρόβατον τὸ ἀπολωλός», ἵνα εἴπῃ πᾶσαν φύσιν ἀνθρωπείαν. καὶ τί φησίν; «ἐθεράπευε πάντας, οὓς ἔφερον αὐτῷ, σεληνιαζομένους καὶ κατεχομένους ἐν ποικίλαις νόσοις»· προσέφερον αὐτῷ τυφλούς, κωφούς, κυλλούς, παραλυτικούς, ἀναπήρους, καὶ ἐπὶ πάντας ἥπλου τὴν αὐτοῦ εὐεργεσίαν τε καὶ ἰατρείαν, οὐδαμοῦ δὲ γέγραπται ὅτι προσήνεγκαν αὐτῷ ζῷα.
PG 42:85εἶτα πάλιν «ἐλθὼν εἰς τὰ μέρη τῆς Γεργεσθᾶν», ὡς ὁ Μάρκος λέγει, ἢ «ἐν τοῖς ὁρίοις τῶν Γεργεσηνῶν», ὡς ὁ Λουκᾶς φησιν, ἢ «Γαδαρηνῶν», ὡς ὁ Ματθαῖος, ἢ Γεργεσηνῶν, ὡς ἀντίγραφά τινα ἔχει [τῶν γὰρ τριῶν κλήρων ὁ τόπος ἀνὰ μέσον ἦν] «καὶ ἰδοὺ δύο δαιμονιζόμενοι, χαλεποὶ λίαν, ἐκ τῶν μνημείων ἐξερχόμενοι· καὶ ἔκραζον λέγοντες· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ, ὅτι πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. ἦν δὲ ἀγέλη χοίρων ἐκεῖ βοσκομένη καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς ἐκ τῶν ἀνθρώπων, ἀπόστειλον ἡμᾶς εἰς τοὺς χοίρους. καὶ ὥρμησαν εἰς τὴν θάλασσαν καὶ ἀπώλοντο ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν». καὶ ἐν μὲν τῷ Ματθαίῳ περὶ δύο λέγεται δαιμονιζομένων, χοίρους δὲ σημαίνει ἁπλῶς καὶ οὐ τὸν ἀριθμὸν δηλοῖ. ὁ δὲ Μάρκος καὶ τὴν ἀκρίβειαν τοῦ ἀριθμοῦ τῶν χοίρων διηγήσατο, εἰπὼν ὅτι «ἦλθε δὲ εἰς τὰ μέρη τῆς Γεργεσθᾶν, καὶ ἀπήντησεν αὐτῷ δαιμονιζόμενος, ὃς ἐδεσμεῖτο ἁλύσεσι σιδηραῖς καὶ διέσπα τὰ δεσμά, καὶ ἐν τοῖς μνημείοις διῆγε, καὶ ἔκραζεν· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ;
ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. καὶ ἠρώτησεν αὐτὸν ὁ Ἰησοῦς· τί σοι ὄνομά ἐστι; καὶ εἶπεν ὅτι λεγεών, ὅτι πολλὰ δαιμόνια εἰσῆλθεν εἰς αὐτόν. καὶ παρεκάλουν αὐτὸν μὴ ἀποσταλῆναι ἔξω τῆς χώρας, ἀλλὰ εἰσελθεῖν εἰς τοὺς χοίρους· ἦν γὰρ ἐκεῖ ἀγέλη χοίρων βοσκομένη, καὶ ἐπέτρεψεν αὐτοῖς εἰσελθεῖν εἰς τοὺς χοίρους. καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν [ἦσαν γὰρ ὡς δισχίλιοι] καὶ ἐπνίγησαν ἐν τῇ θαλάσσῃ. καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον, καὶ ἀνήγγειλαν ἐν τῇ πόλει». ἆρα οὖν δι’ ἄγνοιαν ἠρώτα ὁ θεὸς Λόγος ὁ δι’ ἡμᾶς ἄνθρωπος γεγονώς, καὶ οὐκ ᾔδει τὸ ὄνομα τοῦ δαιμονίου πρὶν ἐρωτῆσαι; ἀλλὰ εἴωθε τὸ θεῖον ἐκ στόματος τῶν ἐρωτωμένων τὰς προφάσεις ἑκάστης ὑποθέσεως ἐκδήλους παρασκευάζειν. οὕτω καὶ ἐνταῦθα, ἵνα δείξῃ τὸ φοβερὸν καὶ τὸ πλῆθος τῶν δαιμόνων, τὸ ἐρώτημα ποιεῖται, ἵνα ἐκ στόματος ἐκείνων τὸ θαυμαστὸν ἔργον ὑποδειχθήσεται. «καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· μὴ πέμψῃς ἡμᾶς εἰς τὴν ἄβυσσον, ἀλλ’ ἐπίτρεψον ἡμῖν ἵνα εἰσέλθωμεν εἰς τοὺς χοίρους. καὶ ἐπέτρεψεν αὐτοῖς.
καὶ ἐξῆλθον οἱ δαίμονες καὶ εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπώλοντο ἐν τοῖς ὕδασιν». 36. Ὦ μεγάλης θεοῦ φιλανθρωπίας. πῶς τὸ μὲν ψεῦδος ἐλέγχει, τοῖς δὲ δούλοις αὐτοῦ τὴν ἀλήθειαν ὑποδεικνύει δι’ ἔργων καὶ διὰ λόγων καὶ διὰ πάσης αὐτοῦ τῆς ἐπιμελείας. ἔργῳ γὰρ ἔδειξεν οὐχὶ τὴν αὐτὴν ψυχὴν εἶναι ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς κτήνεσι καὶ ἐν τοῖς ζῴοις. εἰ γὰρ ἡ αὐτὴ ψυχὴ ὑπῆρχε, τίνι [τῷ] λόγῳ ἕνα μὲν βουλόμενος καθαρίσαι ἢ μίαν ψυχὴν σῶσαι, τὴν τοῦ ἀνθρώπου τοῦ δαιμονῶντος, δισχιλίας ὁμοῦ ψυχὰς ἀπολέσαι οὐκ ἐφείσατο; εἰ ἡ αὐτὴ ἦν, πῶς τὸν ἕνα καθαρίζει ἢ τὴν μίαν ψυχὴν [σῴζει], εἰς δὲ τὰ ἄλλα σώματα εἴτ’ οὖν ψυχὰς ἐπιτρέπει τοὺς δαίμονας εἰσέρχεσθαι; οὐκ ἔστι δῆλα τὰ τοῦ φωτὸς ἔργα; οὐκ «ἐν φωτί» εἰσιν οὗτοι οἱ λόγοι «εἰργασμένοι»; οὐ τῆς ἀληθείας τὸ πρόσωπον φαιδρόν; οὐχὶ «πάντα λεῖα τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν;» τίς ταῦτα ἀκούσας καὶ συγκρίνας οὐκ ἐλέγχῃ τὸν Μάνην καττύοντα ἃ μὴ δεῖ εἰς τὸ τὴν διάνοιαν τῶν ἀνθρώπων ἐκ τοῦ ὄντος διαστρέφειν; ἀλλὰ πάλιν οἱ ἀλιτήριοι .
PG 42:87ἀκήκοα γὰρ καί τινος οὕτω διαλεγομένου· ὡς παρ’ ἡμῶν ἤκουσε ταυτηνὶ τὴν πραγματείαν, στραφεὶς ὁ κτηνώδης ἐνόμισε μή πῃ ἄρα [τι] δύναται κατὰ τῆς τοῦ θεοῦ ἀληθείας καὶ χλεύης ἔμπλεα ῥήματα ἑαυτῷ προβαλλόμενος ἐνόμισε τὰ ἀληθινὰ τῷ ψεύδει μηχανᾶσθαι, καὶ φησίν· ἀλλὰ διενήνοχε τοῖς χοίροις τὸ τεθνάναι· ἀπηλλάγησαν γὰρ αἱ ψυχαὶ ἀπὸ τῶν σωμάτων καὶ ἐσώθησαν. 37. Καὶ πολλὴ ἄνοια τῶν μὴ βλεπόντων καὶ τὴν διάνοιαν τυφλωττόντων μηδὲ εἰς αἴσθησιν ἀκοῆς τὰ ὑπ’ αὐτῶν λεγόμενα λαμβανόντων. εἰ γὰρ ὅλως τὸ ἀπὸ τοῦ σώματος ἀπαλλαγῆναι τὰς ψυχὰς σωτηρίαν ἡγεῖται, ἔδει μᾶλλον τὸν σωτῆρα ἀποκτεῖναι τὸν δαιμονῶντα ἄνθρωπον, ἵνα σωθῇ ἡ ψυχὴ ἀπὸ σώματος ἀνθρώπου ἀπαλλαγεῖσα. οὐκοῦν ἠγάπα μᾶλλον τὰς ψυχὰς τὰς ἐν τοῖς χοίροις ὑπὲρ τὴν ψυχὴν τὴν τοῦ ἀνθρώπου. τίνι γὰρ τῷ λόγῳ οὐχὶ καὶ τὸν ἄνθρωπον μετὰ τῶν χοίρων ἐπέτρεψεν ἐμβληθῆναι εἰς θάλασσαν καὶ ἀποθανεῖν, εἰς τὸ τὰς ψυχὰς ὅλας τοῦ τε ἀνθρώπου καὶ τῶν χοίρων καθαρίσαι καὶ σῶσαι;
ἀλλ’ οὐχ οὕτως εἴδομεν, ἀλλὰ Λάζαρον μὲν ἀπὸ μνημείου τεταρταῖον καλεῖ καὶ ἐγείρει καὶ εἰς κόσμον ἐπιστρέφει, οὐ πονηρίαν αὐτῷ προξενῶν οὐδέ τι ἀβέλτερον αὐτῷ ἐργαζόμενος. «ἠγάπα γὰρ τὸν Λάζαρον» φησὶν ἡ γραφή. ὃν ἠγάπα τοίνυν, πῶς ἐν τῇ σαρκὶ ἀνακάμψαι ἐποίει, εἴπερ πονηρὰ ἡ σάρξ; πῶς δὲ οὐκ εἴασε μᾶλλον τὸν ἅπαξ ἀποθανόντα καὶ ἀπὸ σώματος σωθέντα; καὶ μή τις νομίσῃ τὸν Λάζαρον εὐθὺς πάλιν τετελευτηκέναι. δείκνυσι γὰρ σαφῶς τὸ ἅγιον εὐαγγέλιον ὅτι ἀνέκειτο ὁ Ἰησοῦς καὶ ὁ Λάζαρος ἀνέκειτο μετ’ αὐτοῦ· ἀλλὰ καὶ ἐν παραδόσεσιν εὕρομεν ὅτι τριάκοντα ἐτῶν ἦν τότε ὁ Λάζαρος, ὅτε ἐγήγερται. μετὰ δὲ τὸ ἀναστῆσαι αὐτὸν [τὸν κύριον] ἄλλα τριάκοντα ἔτη ἔζησε, καὶ οὕτω πρὸς κύριον ἐξεδήμησε. κοιμηθεὶς [δὲ] ἐκλίθη μετὰ σεμνοῦ ὀνόματος καθάπερ πάντες ἕως τῆς ὥρας τῆς ἀναστάσεως, ὅτε μέλλει ὁ μονογενὴς ὡς ὑπέσχετο ἀποκαθιστᾶν τὸ σῶμα τῇ ψυχῇ καὶ τὴν ψυχὴν τῷ σώματι, καὶ [ἀπο]- διδόναι «ἑκάστῳ καθὰ ἔπραξεν, ἤτοι ἀγαθὸν ἤτοι φαῦλον.» 3839. Εἰ μὴ γὰρ σωμάτων ἀνάστασις ἦν, πόθεν «βρυγμὸς ὀδόντων»; ἀλλὰ μὴ πάλιν τὰ τῆς φρενοβλαβείας τινὲς εἴπωσιν ὅτι·
«ὀδόντες ἐπὶ τὸ μασᾶσθαι ἡμῖν εἰσι κατεσκευασμένοι, ποίαν τοίνυν ἐδωδὴν μέλλομεν ἐσθίειν μετὰ τὴν τῶν νεκρῶν ἀνάστασιν;» εἰ γὰρ μετὰ ἀνάστασιν δεύτερον βέβρωκεν ὁ Ἰησοῦς καὶ «ἐξ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίον», καὶ συνηυλίσθη τοῖς μαθηταῖς δι’ ἡμερῶν τεσσαράκοντα, ἆρα οὐκ ἔσται βρῶσις; καὶ περὶ μὲν βρώσεως σαφές ἐστιν ὅτι «μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» καὶ αὐτοῦ τοῦ κυρίου ἡ ὑπόσχεσις ὅτι «ἔσεσθε καθήμενοι ἐπὶ τῆς τραπέζης τοῦ πατρός μου ἐσθίοντες καὶ πίνοντες». καὶ τὸ μὲν ἐσθίειν καὶ πίνειν αὐτῷ μόνῳ ἔγνωσται, ἐπειδὴ «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». ἀλλ’ ἐπειδὴ ἐφθάσαμεν ἐπὶ τῷ τόπῳ τούτῳ, τὰς διαφορὰς τῶν ψυχῶν ὑφηγούμενοι, καὶ ταῦτα ἐξ αὐτῆς τῆς ἀληθείας καὶ τοῦ ὑποδείγματος ἐντελοῦς ὄντος, ὅτι ἄλλη μὲν ψυχὴ ἀνθρώπου, ἄλλη δὲ κτήνους, καὶ οὐκ ἦλθε σῶσαι τὴν ψυχὴν τοῦ κτήνους, ἀλλὰ τοῦ ἀνθρώπου, διότι τὰ κτήνη οὐ κρίνεται. ἄνθρωποι μὲν γὰρ κληρονομοῦσι βασιλείαν οὐρανῶν καὶ ἄνθρωποι κρίνονται.
PG 42:89«ἀπελεύσονται γὰρ οὗτοι εἰς κρίσιν αἰώνιον καὶ οὗτοι εἰς ζωὴν αἰώνιον,» φησὶν ὁ μονογενής. 40. Τί δὲ οἱ τὰ ζητήματα κατοπτεύοντες; ἐπὰν φθάσωσι καὶ μὴ καταλάβωσι τοῦ ῥητοῦ τὴν σαφήνειαν, ἀσχάλλουσιν [μᾶλλον] ἀντίθετα ἑαυτοῖς διανοούμενοι ἤπερ χρήσιμα ἑαυτοῖς θηρώμενοι, ἐπειδὴ γὰρ ὁ Ματθαῖός φησι δύο δαιμονιζόμενοι, ὁ δὲ Λουκᾶς περὶ ἑνὸς διηγεῖται. καὶ γὰρ [καὶ] εἷς τῶν εὐαγγελιστῶν λέγει ὅτι οἱ λῃσταὶ οἱ συνεσταυρωμένοι ἐβλασφήμουν αὐτόν, ὁ δὲ ἄλλος οὐχί, ὅτι [οὐ] μόνον οὐκ ἐβλασφήμουν οἱ ἀμφότεροι, ἀλλὰ καὶ ἀπολογίαν τοῦ ἑνὸς σημαίνει. καὶ γὰρ «ἐπετίμα τῷ ἑτέρῳ, καὶ ἔλεγεν ὅτι οὐ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι ἐσμέν, οὗτος δὲ ὁ ἅγιος οὐδὲν [ἄτοπον] ἐποίησε». καὶ πρὸς ἐπὶ τούτοις ἐπεφώνει λέγων «μνήσθητί μου, Ἰησοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», [καὶ] τοῦ σωτῆρος πρὸς αὐτὸν εἰπόντος ὅτι «ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». ἔοικε δὲ ταῦτα ὡς διαφωνίαν ἔχοντα ἐν τῇ γραφῇ. ἀλλὰ πάντα λεῖα ὑπάρχει. κἄν τε γὰρ ἐν τῷ Ματθαίῳ δύο εἰσὶ δαιμονιζόμενοι, παρὰ τῷ Λουκᾷ οἱ αὐτοὶ ὑπάρχουσιν.
ἀλλ’ ἐπειδὴ εἴωθεν ἡ γραφὴ προφάσεις διδόναι τῶν εἰργασμένων, τούτου ἕνεκα οὐ μνημονεύει Λουκᾶς τῶν δύο, ἀλλὰ τοῦ ἑνός. δύο μὲν γὰρ ἦσαν οἱ ἀπὸ τῶν δαιμονίων τεθεραπευμένοι, εἷς δὲ παρέμεινε τῇ πίστει, ὁ δὲ ἕτερος ἐξώκειλε. διὰ τοίνυν τὴν παραμονὴν τῆς πίστεως ἠκολούθει τῷ Ἰησοῦ, ὡς ἔχει τὸ εὐαγγέλιον, «εἰς οἷον ἀπήρχετο τόπον». τούτου ἕνεκα τὸν ἕνα παρέλιπε καὶ τοῦ ἑνὸς τοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐπεμνήσθη. καὶ οὐδὲν ἐναντιοῦται πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν. 41. Ἤδη δὲ καὶ ἑτέραν πρόφασιν ὁμοίαν ταύτης τῆς ὑποθέσεως τὸ εὐαγγέλιον διηγεῖται ὡς περὶ ἑνός. ὁ κύριος δέκα λεπροὺς ἐκαθάρισε καὶ οἱ ἐννέα ἀπελθόντες οὐκ ἔδωκαν δόξαν τῷ θεῷ, ὁ δὲ εἷς ὑποστρέψας ἔμεινεν, ὁ καὶ ὑπὸ κυρίου ἐγκωμιαζόμενος, καθὸ ἔφη «δέκα λεπροὶ ἐκαθαρίσθησαν. διὰ τί οὐδὲ εἷς ἐξ αὐτῶν ὑπέστρεψε δοῦναι δόξαν τῷ θεῷ, ἀλλὰ μόνος οὗτος ὁ ἀλλογενής;» καὶ ὁρᾷς ὅτι διὰ τὸ εὐαίσθητον καὶ [τὸ] τῆς εὐγνωμοσύνης ἔργον τοῦ ἑνὸς ἀντὶ τῶν δέκα μνημονεύει. ὡσαύτως δὲ ἐπειδὴ ὁ εἷς εὐαγγελιστὴς περὶ λῃστῶν ἐμνημόνευσεν. εἰώθαμεν γὰρ τὰ ἑνικὰ πληθυντικὰ λέγειν καὶ τὰ πληθυντικὰ ἑνικά.
PG 42:91φάσκομεν γὰρ ὅτι «διηγησάμεθα ὑμῖν» καὶ «ἑωράκαμεν ὑμᾶς» καὶ «ἥκαμεν πρὸς ὑμᾶς», καὶ οὐ δύο οἱ λέγοντες, ἀλλὰ εἷς ὁ παρών, ὁ δὲ εἷς κατὰ τὴν συνήθειαν τῆς χρήσεως ἐκ προσώπου πολλῶν πληθυντικῶς διηγεῖται. οὕτω πληθυντικῶς περιείληφεν ἡ τοῦ εὐαγγελίου ὑπόθεσις, ὁ δὲ ἕτερος διηγεῖται ὅτι εἷς μὲν ἦν ὁ βλάσφημος, ὁ δὲ εἷς ἐξωμολογεῖτο καὶ ἔτυχε σωτηρίας. καὶ ὁρᾷς ὡς πάντα τὰ τῆς ἀληθείας σαφῆ ὑπάρχει καὶ οὐδὲν ἐναντίον ἐν τῇ γραφῇ. ἀλλὰ πάντα ταῦτα [κατὰ] τὴν γραφὴν διεξιόντες εἰς πλάτος ἠλάσαμεν ὡς οἶμαι τοῦ λόγου τὸ διήγημα. καὶ γένοιτο μὲν ἡμᾶς κάμνειν τῷ πλάτει τοῦ λόγου, ἐλέγχειν δὲ τοὺς κατὰ τῆς ἀληθείας , εὐφραίνειν δὲ τοὺς υἱοὺς ταύτης διὰ τῶν τῆς ἀληθείας ἰατικῶν φαρμάκων. 42. Εἶτα πάλιν ἴδωμεν τὰ ἕτερα τοῦ ἀγύρτου. φάσκει γὰρ τὰς δύο διαθήκας ἐναντίας πρὸς ἀλλήλας καὶ τὸν θεὸν τὸν λαλήσαντα ἐν τῷ νόμῳ ἕτερον ὄντα παρὰ τὸν θεὸν τοῦ εὐαγγελίου. κἀκείνῳ μὲν ὄνομα ἄρχοντος τίθησιν, ὧδε δὲ τὸν υἱὸν καὶ τὸν πατέρα ἀγαθὸν θεὸν ἑαυτοῦ λέγει. καὶ εἴθε ἠλήθευε καὶ οὐ σφαλλόμενος καθ’ ἑαυτοῦ ἐβλασφήμει.
τῷ δὲ αὐτῷ λόγῳ καὶ αὐτοὶ συμφωνοῦμεν, ὅτι ἀγαθοῦ πατρὸς τὸ ἀγαθὸν γέννημα, φῶς ἐκ φωτός, θεὸς ἐκ θεοῦ, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ ἦλθε πρὸς ἡμᾶς, ἵνα ἡμᾶς σώσῃ· «εἰς τὰ ἴδια ἦλθε», καὶ οὐκ εἰς τὰ ἀλλότρια· «οἱ ἴδιοι [δὲ] αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἵματος οὐδὲ ἐκ σαρκός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν». καίτοι γε οὐδεὶς ἐν τῷ κόσμῳ ἄνευ σαρκὸς ἐγεννήθη καὶ αἵματος, ἀλλὰ πάντες μέτοχοι σαρκὸς καὶ αἵματος γεγόνασι· τί γὰρ ἦσαν πρὶν ἢ ἐν σαρκὶ γεννηθῶσιν ἢ τί δυνάμεθα εἶναι ἄνευ σαρκός; ἐπειδὴ δὲ ὁ κόσμος ἐκ θεοῦ γέγονε καὶ ἡμεῖς κτισθέντες ἐκ σαρκὸς μὲν ἐσμὲν γεγεννημένοι πατέρων καὶ μητέρων, ἦλθεν ὁ κύριος γεννῆσαι ἡμᾶς ἐκ «πνεύματος καὶ πυρός». ἐγεννήθημεν γάρ, καὶ ἔστιν ἀληθές, καὶ οὐ δύναταί τις ἀρνήσασθαι τὴν πρώτην γέννησιν οὐδὲ τὸ ἐκ σαρκὸς εἶναι. τὴν δὲ δευτέραν γέννησιν οὐκ ἐκ σαρκὸς γεγεννήμεθα οὐδὲ ἐξ αἵματος, τουτέστιν οὐ τῇ ἀποχρήσει τῆς σαρκὸς κεχρημένοι καὶ τοῦ αἵματος, ἀλλὰ σάρκα καὶ ψυχὴν ἐν πνεύματι κεκτημένοι μηκέτι σαρκικὴν οὖσαν, ἀλλὰ αἷμα καὶ σάρκα καὶ ψυχὴν πνευματικῶς συνηνωμένα·
PG 42:93τουτέστιν «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι», τοῖς μεταβάλλουσι τὴν γνώμην καὶ διὰ σαρκὸς καὶ αἵματος καὶ ψυχῆς θεῷ εὐαρεστήσασιν. ὁ γοῦν εἰς τὰ ἴδια ἐλθὼν οὐκ ἀλλότριός ἐστιν, ἀλλὰ δεσπότης πάντων. καὶ διὰ τοῦτο λέγει «ὁ λαλῶν ἐν τοῖς προφήταις, ἰδοὺ πάρειμι,» καὶ τοῖς Ἰουδαίοις ἔφη «εἰ Μωυσῇ ἐπιστεύετε, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε,» καὶ «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη,» καὶ «οὕτως οἱ πατέρες ὑμῶν ἐποίουν τοῖς προφήταις,» καὶ «μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ εἴπωσι καθ’ ὑμῶν πᾶν πονηρὸν ψευδόμενοι. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωκον τοὺς προφήτας τοὺς πρὸ ὑμῶν», καὶ ἄλλοτε «Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου;» τὸ δὲ ποσάκις δεικνύει διὰ προφητῶν αὐτοῦ συνάξαι αὐτὴν ἐπιμελησάμενον. εἰ γὰρ «ἀποκτένουσα τοὺς προφήτας» λέγει ἐλεγκτικῶς, ἄρα τῶν προφητῶν ποιεῖται τὴν ἐπιμέλειαν. ὁ δὲ τῶν προφητῶν ἐπιμελούμενος οὐκ ἀλλοτρίων ἐπεμελεῖτο, ἀλλὰ τῶν ἰδίων.
«καὶ ζητηθήσεται» φησί «τὸ αἷμα τὸ ἐκχυνόμενον ἀπὸ αἵματος Ἄβελ ἄχρι Ζαχαρίου τοῦ δικαίου. τοῦ ἐκκενωθέντος ἀνὰ μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.» «καὶ ἄρας πάντα καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ εἶπε, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου», καὶ πρὸς τοὺς περὶ Μαριὰμ καὶ Ἰωσὴφ ἔλεγε «τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;» καὶ εὐθὺς ἐπιφέρει τὸ εὐαγγέλιον λέγον ὅτι εἶπε «μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου,» ὡς λέγει «καὶ ἐμνήσθησαν οἱ μαθηταὶ ὅτι ἦν γεγραμμένον· ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με». 43. Καὶ πόσα ἔστιν εἰπεῖν διὰ τοιούτων εὐαγγελίων καὶ τῶν ἀποστόλων εἰς ἔλεγχον τῆς τοῦ Μάνη μανίας καὶ [ἀνατροπήν], ὡς βούλεται διαιρεῖν καὶ ἀπαλλοτριοῦν τὴν παλαιὰν διαθήκην ἀπὸ τῆς καινῆς, τῆς παλαιᾶς μαρτυρούσης περὶ τοῦ σωτῆρος καὶ τοῦ σωτῆρος ὁμολογοῦντος τὴν παλαιὰν διαθήκην, οὐ μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ ἀπόστολοι, ὡς λέγει Δαυίδ «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου.
εἰ οὖν κύριον αὐτὸν λέγει, πῶς υἱὸς αὐτοῦ ἐστι;» καὶ πάλιν ἐν ἑτέρῳ λέγει τῶν παίδων κραζόντων ὡσαννὰ τῷ υἱῷ Δαυίδ, «καὶ οὐκ ἐπετίμα αὐτοῖς» [καὶ ὡς] λέγουσιν οἱ Φαρισαῖοι· οὐκ ἀκούεις τί οὗτοι λέγουσι; κώλυσον αὐτά, ὁ δὲ πρὸς αὐτούς «ἂν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται». υἱὸς μὲν γὰρ Δαυίδ ἐστι κατὰ σάρκα, κύριος δὲ τοῦ Δαυὶδ κατὰ πνεῦμα, τῶν ἀμφοτέρων λέξεων δυνατῶν οὐσῶν καὶ ἀληθευουσῶν. οὐδὲν γὰρ ἔστι παραπεποιημένον [ἐν] τῇ ἀληθείᾳ. Ἀλλὰ ἵνα [μὴ] μηκύνω τὴν ὑπόθεσιν ταύτην, ἀρκεσθήσομαι ταύταις ταῖς μαρτυρίαις, ἐλεύσομαι δὲ εἰς τὰ ἕτερα, ἐξελέγχων τὸν ἀγύρτην. εἰ τὸ σῶμα ἑτέρου θεοῦ, ὦ οὗτος, καὶ ἡ ψυχὴ ἄλλου θεοῦ, τίς κοινωνία τῶν ἀμφοτέρων; καὶ δέδια ὡς εἰς πόσον ὄγκον βυθοῦ διανοημάτων ἐγκύπτειν πειρᾶται ὁ τῆς ἡμῶν βραχύτητος μικρὸς νοῦς. διὸ χαλιναγωγήσω ἐμαυτόν, ἵνα μὴ πολὺν κάματον ποιήσωμαι ἀναγνώσεως τοῖς δυναμένοις καὶ ἀπὸ μιᾶς μαρτυρίας ἐξελέγξαι τὸν γόητα. τὸ μὲν γὰρ ἐπὶ τὸ αὐτὸ κοινωνεῖν οὐκ ἔστι διαφερομένων πρὸς ἀλλήλους. ἀλλὰ ἑνὸς τὸ ἔργον ἢ δύο φίλων ἡ ἐργασία. τοῦ σώματος τοίνυν καὶ τῆς ψυχῆς ἐπὶ τὸ αὐτὸ ὄντων ἑνὸς θεοῦ τὸ ἔργον.
PG 42:95οὐ γάρ ἐστι διαίρεσις, διὰ τὸ ἀμφότερα συνεργεῖν πρεπόντως καὶ συνδοξάζειν. εἰ δὲ κατὰ τὸν τούτου λόγον καταφαγόντες οἱ ἄρχοντες τὴν ψυχὴν ἐποίησαν αὐτῇ δεσμὸν τουτοὶ̈ τὸ σῶμα, πῶς τὴν βεβρωμένην αὖθις ἐγκλείουσιν εἰς σῶμα; πᾶν γὰρ τὸ βιβρωσκόμενον ἀναλίσκεται, τὸ δὲ ἀναλισκόμενον καὶ εἰς τὸ ἀνύπαρκτον χωρεῖ. τὸ δὲ χωροῦν εἰς τὸ ἀνύπαρκτον καὶ μηκέτι ὂν οὔτε ἔν τινι τόπῳ περικέκλεισται οὔτε ἔστιν οὔτε γενήσεται αὐτῷ τόπος δεσμωτηρίου τῷ μὴ ὑπάρχοντι. 44. Πολλάκις δὲ τῆς ἑαυτοῦ διανοίας ἐπιλαθόμενος περὶ ὧν δ’ ἂν εἴποι ἐπιλανθάνεται, καὶ ἅ ποτε κατασκευάζει, τὰ αὐτὰ πάλιν ἀνασκευάζει ἀγνοῶν. ὁτὲ μὲν γὰρ τὴν ψυχὴν φάσκει τὴν βεβρωμένην ἐγκατάκλειστον ὁριζόμενος ἐν σώμασι τοῖς οὖσιν, ὁτὲ δὲ ἀφηρπάσθαι ἀπὸ τῶν ἀρχόντων ἄνωθεν ἐκ τῆς πανοπλίας τοῦ ἀγαθοῦ θεοῦ τὴν αὐτὴν ὁρίζεται, ὡς μηκέτι βεβρῶσθαι, ἀλλὰ ᾐχμαλωτεῦσθαι.
ποτὲ δὲ τὴν αὐτὴν αἰχμάλωτον ληφθεῖσαν οὐκέτι συνᾳδόντως λέγει, ἀλλ’ ἕτερον τρόπον τὴν κατ’ αὐτὴν ὑπόθεσιν διηγεῖται, φάσκων ὡς δέλεαρ αὐτὴν ἑκουσίᾳ γνώμῃ παραβεβλῆσθαι ὑπὸ τῆς ἄνωθεν δυνάμεως, δίκην ἐρίφου ἐν βόθρῳ βληθέντος εἰς τὸ τὸν θῆρα ἀγρεῦσαι, ἐρεθισθέντα τε καὶ κατελθόντα τὸν ἔριφον λαβεῖν, καὶ [οὕτως] αὐτὸν τὸν θῆρα θηρευθῆναι. καὶ εἰ μὲν [ἀπὸ] τῆς ἰδίας δυνάμεως τὸν ἔριφον ἀπέστειλεν ἡ ἄνω δύναμις, ὅ ἐστιν [ὁ] ἀγαθὸς θεὸς ἢ τὸ φῶς, ὡς αὐτὸς ὀνομάζει, κἄν τε θηρεύσῃ τὸν θῆρα, τέως πρῶτον ὁ ἔριφος καταβρωθήσεται καὶ μᾶλλον ἑαυτὴν βλάψει ἡ ἄνω δύναμις, μέρος αὐτῆς ὑποβάλλουσα εἰς βρῶμα τῷ θηρί, ἵνα δι’ οὗ μέρους αὐτὴ ζημιουμένη δόξῃ, τὸν θῆρα θηρεύσῃ, καὶ οὐκέτι ὡς ἰσχύουσα καὶ ὑπερτάτη καὶ δυνατὴ λόγῳ ἢ θελήματι τὸν θῆρα χειρώσεται, ἀλλὰ μηχανᾶται πολυτρόπως καὶ πανουργεύεται, ἵνα δυνηθῇ τοῦ θηρὸς περιγενέσθαι. καὶ εἰ ὅλως θηρευθείη ὁ θήρ, ἤδη ἀπὸ τοῦ ἰδίου μέρους ἀπεβάλετο τὸν ἔριφον τὸν βεβρωμένον, κἄν τε ὅλως δυνηθείη θηρεῦσαι.
PG 42:97εἰ γὰρ τὴν ψυχὴν ἀπέστειλεν ἐνταῦθα ἡ ἄνω δύναμις, ἵνα διὰ τῆς ψυχῆς πεδήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θηρεύουσα, οὐκ ἀπέβη ὁ σκοπὸς τῇ οὕτω βουλευσαμένῃ. κἄν τε γὰρ ἀπέστειλε τὴν ψυχὴν θηρεῦσαι, τεθήρευται, ἢ παγιδεῦσαι, πεπαγίδευται, ἐλθοῦσα ἀπὸ καθαρᾶς φύσεως καὶ ὑποπεσοῦσα πρῶτον μὲν δεσμῷ σώματος τῆς ὕλης, εἶτα δὲ καὶ πολλαῖς τῶν ἁμαρτημάτων ἀτοπίαις, καὶ πανταχόθεν διαπίπτει ὁ τοῦ πλάνου λόγος καὶ ἡ τοῦ ἀλιτηρίου διδασκαλία. 45. Φέρε δὴ ἴδωμεν καὶ περὶ τῆς μητρὸς τῆς ζωῆς, ἣν φάσκει [ἐκ τῆς ἄνω] δυνάμεως προβεβλῆσθαι καὶ αὐτὴν δὲ τὴν μητέρα τῆς ζωῆς [προβεβληκέναι] τόν τε πρῶτον ἄνθρωπον [καὶ] τὰ πέντε στοιχεῖα, ἅτινά ἐστιν, ὡς ἐκεῖνος. λέγει· ἄνεμος, φῶς, ὕδωρ, πῦρ καὶ ὕλη. ταῦτα δὲ ἐνδυσάμενον αὐτὸν ὡς πρὸς κατασκευὴν πολέμου κατελθεῖν κάτω καὶ πολεμῆσαι τῷ σκότει. οἱ δὲ τοῦ σκότους ἄρχοντες πολεμοῦντες αὐτῷ ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ, ὅ ἐστιν ἡ ψυχή. ὦ ἀγύρτου μιμολογίας, ὦ χλεύης ἀσυνεικάστου καὶ γελοιώδους ὑποθέσεως τὰ ἐπίχειρα· πανταχόθεν ἀδυναμίαν προσάπτει τῷ θεῷ, πανταχόθεν ἄγνοιαν ὁρίζεται τῷ πάντα γινώσκοντι θεῷ.
ὁ γὰρ προβαλὼν τὴν μητέρα τῆς ζωῆς, κατὰ τὸν αὐτοῦ λόγον, ἢ ὅτι ἀγνωσίαν εἶχε, τίνα τὰ ἀπὸ τῆς μητρὸς τῆς ζωῆς ἐπιτελούμενα, ἢ ὅτι ἀποτελεσθέντα παρὰ τὴν προσδοκίαν τῆς διανοίας τὰ συμβεβηκότα ἄλλως εὑρεθέντα, ὄνειδος φέρει. ἄγνοιαν γὰρ ὀφλήσειε ὁ ἕτερα μὲν διανοηθεὶς ἀποβήσεσθαι, ἕτερα δὲ εὑρὼν ἐς ὕστερον γενόμενα οὐ κατὰ τὴν αὐτοῦ θέλησιν. ἡ γὰρ μήτηρ τῆς ζωῆς ἡ παρ’ αὐτῷ δύναμις καλουμένη, ἐξ αὐτοῦ προβληθεῖσα, ὡς «αἰσχρόν ἐστι καὶ τὸ λέγειν» [μητέρα ζωῆς]. οὐ γὰρ ὑποδέχεται τοῖς τὸν σώφρονα λογισμὸν κεκτημένοις τι θῆλυ ἐν τῇ θεότητι διανοεῖσθαι. καὶ αὕτη δέ, φησίν, ἡ θήλεια προεβάλετο τὸν πρῶτον ἄνθρωπον , καὶ ὅλως εἰπεῖν τὸν πρῶτον ἄνθρωπον τὴν φύσιν καὶ τὴν μητέρα τῆς ζωῆς ἐκ τῶν ἐν ἡμῖν γιγνομένων φαντάζεται. ἄνθρωπος γὰρ κέκληται ἐπὶ τῆς γῆς καὶ μήτηρ ἐκ τῆς γῆς ἡμᾶς γεννήσασα, ἡ ἐκ θεοῦ τῷ Ἀδὰμ κεκτισμένη. φαντάζεται δὲ ἀπὸ τῶν ἰδίων λογισμῶν ὁ κτηνώδης ἐν οὐρανῷ τοιαῦτα εἶναι ὁποῖα καὶ ἐπὶ τῆς γῆς ὑπάρχει, ἅτινα οὐκ ἐπιδέχεται, ὡς ὁ θεῖος λόγος πάντη διδάσκει. λέγει γὰρ «σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια·
ἀλλ’ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων,» καὶ οὔπω ὅλως τὰ ὑπεράνω τῶν οὐρανῶν [ὁ ἀπόστολος] διηγήσατο, ἀλλὰ περὶ τῶν φαινομένων τούτων τῶν σῶμα ὑπαρχόντων, ἡλίου λέγω ἢ σελήνης [ἔλεγεν] ἢ [περὶ] τῶν ἐπὶ γῆς ὄντων καὶ τῶν σωμάτων τῶν ἁγίων, ὥς γε διανοούμεθα ταπεινοὶ ὄντες. εἰ δὲ καὶ [περὶ] τῶν ὑπὲρ οὐρανὸν ἔσται λόγος διὰ τὸ ἐν αὐτῷ τῷ ἀποστόλῳ τῆς γνώσεως βαθύτατον χώρημα, οὐ πάντως ὁριζόμεθα. ὅμως πολλὰ [τὰ ἐπουράνια διαφέρειν] τῶν ἐπιγείων λέλεκται, πόσῳ μᾶλλον τὰ ὑπεράνω τῶν οὐρανῶν; πόθεν [οὖν] δύναται τοῖς ἐπιγείοις ἀπεικάζεσθαι, ὦ οὗτος; 46. Τὸν δὲ πρῶτον ἄνθρωπον ὃν φάσκεις πάλιν κατεσκευακέναι ἑαυτῷ πανοπλίας χάριν τὸν ἄνεμον, τὸ φῶς, τὸ πῦρ, τὸ ὕδωρ, τὴν ὕλην, ἵνα εἰ μὲν ἄνωθέν ἐστιν ὁ πρῶτος ἄνθρωπος καὶ ὧδε ἦλθεν ἑαυτῷ κατασκευάσαι τὴν πανοπλίαν καὶ προβάλλειν ἑαυτῷ ταύτην εἰς θωρακισμὸν ἑαυτοῦ καὶ ἐνδυναμίαν, ἄρα δυνατώτερα τὰ ἐν τῷ κόσμῳ τούτῳ ὑπὲρ τὸν ἄνωθεν ἐλθόντα [ἀπὸ] τῶν ἐπουρανίων.
PG 42:99ὕδωρ γάρ ἐστι τὸ ὁρατὸν καὶ φῶς τὸ φαινόμενον καὶ ὕλη ἡ κατὰ σὲ φθειρομένη καὶ ἄνεμος ὁ ἐν ἡμῖν ἐνηχούμενος καὶ τὸ πῦρ τοῦτο ᾧ ἀκωλύτως οἱ πάντες κεχρήμεθα ἐν ταῖς χρείαις. καὶ εἰ διὰ τοιούτων τοὺς ἄρχοντας πολεμεῖ, τίς ἡ ἐνέργεια τοῦ πολέμου, λέγε· τίς ἡμῖν σαλπίσειεν, ἀρχηγὸς πολέμου γινόμενος· διατέμωμεν τὰς φάλαγγας, ἐπισυστήσωμεν τὰ πτερὰ τοῦ πολέμου; τίς βάλοι πρῶτον βέλος κατὰ [τὸν] τοῦ χαλεπῶς μανέντος [λόγον] κατὰ τῆς ἀρχῶν καὶ ἐξουσιῶν ὑποστάσεως; ἄνεμος πολεμεῖ, ὦ οὗτος; ἀλλὰ ὕλη ἡ κατὰ σὲ φθειρομένη; ἀλλὰ τὸ πῦρ τὸ εἰς χρῆσιν ἡμετέραν κατασκευασθὲν ὑπὸ τοῦ κυρίου; ἀλλὰ τὸ φῶς τὸ ὑποχωροῦν τῷ σκότει ἀνὰ μέρος διαστημάτων τῶν χρόνων ἐκ θεοῦ τεταγμένων; ἀλλὰ τὸ ὕδωρ; ποίῳ τρόπῳ; διήγησαι τὰ παρὰ σοὶ κενοφωνούμενα. καὶ γὰρ ὁρῶμεν διὰ τούτων μᾶλλον καὶ ἀγαθὰ καὶ φαῦλα γινόμενα. ἐν τῷ γὰρ πυρὶ θυσίαι γίνονται εἰδώλοις, καὶ οὐ παραιτεῖται τὸ πῦρ οὐδὲ κωλύει τὴν ἁμαρτίαν. τῷ ὕδατι τῆς θαλάσσης σπένδουσιν οἱ τοῖς δαιμονίοις προσκυνοῦντες, καὶ οὐ κεκώλυταί ποτε ἐν ὕδατι ὁ πειρώμενος ἄνοιαν ἐπιτελέσαι. πόσοι δὲ πειραταὶ φόνους εἰργάσαντο ἐν ὕδασι θαλάσσης;
καὶ μᾶλλον οὐκ ἐναντίον τὸ ὕδωρ τοῖς ἄρχουσι τῆς πονηρίας, ὡς σὺ λέγεις, ἀλλὰ συνεργητικὸν μᾶλλον τὸ ὕδωρ, οὐκ ὄντος αἰτίου τοῦ ὕδατος, ἀλλὰ αἰτίου ἑκάστου ἀνθρώπου τῆς ἑαυτοῦ ἁμαρτίας. καὶ ὦ τῆς πολλῆς σου φλυαρίας. τί δὲ ὠφέλησεν ἡ κατασκευὴ τῶν ὅπλων καὶ ὁ θωρακισμὸς τῶν στοιχείων τὸν πρῶτον κατὰ σὲ ἄνθρωπον, τὸν κατελθόντα πολεμῆσαι καὶ ὑπὸ τοῦ σκότους καταπονηθέντα; φάσκεις γὰρ ὅτι ἐθλίβη ἐκεῖ κάτω ὁ ἄνθρωπος· εὐξαμένου δὲ αὐτοῦ ἤκουσεν ὁ πατήρ, ὡς ἔφης, καὶ ἀπέστειλεν ἑτέραν δύναμιν προβληθεῖσαν ὑπ’ αὐτοῦ, λεγομένην πνεῦμα ζῶν. ἔπαρόν σου τὸ προσωπεῖον, ὦ κωμῳδοποιὲ Μένανδρε. ἐκεῖνος γὰρ ὢν σεαυτὸν σκεπάζεις, μοιχῶν ἔργα διηγούμενος καὶ μέθης· οὐδὲν γὰρ ἐν σοὶ καθέστηκε. τῶν γὰρ Ἑλλήνων τὰ ποιήματα ἀντὶ τῆς ἀληθείας παρεισφέρων πλανᾷς τοὺς ὑπὸ σοῦ ἠπατημένους. τάχα γὰρ ὑπὲρ σὲ Ἡσίοδος ἐφρόνησε τὰ περὶ τῆς θεογονίας ποιητεύματα διηγησάμενος, τάχα Ὀρφεύς, τάχα Εὐριπίδης. ἐκεῖνοι γὰρ κἂν καταγέλαστα διηγήσαντο, δῆλοί εἰσιν ὅτι ποιηταὶ ὑπάρχοντες ἐποιητεύσαντο τὰ οὐκ ὄντα· σὺ δὲ ὡς ὄντα διηγῇ, ἵνα τὴν πλάνην περισσοτέραν ἐργάσῃ. 47.
PG 42:101Τοῦτο φάσκεις τὸ πνεῦμα τὸ ζῶν κατελθὸν κάτω δεδωκέναι δεξιὰν καὶ ἀνε[νη]νοχέναι ἀπὸ τοῦ σκότους τὸν πρῶτον λεγόμενον παρὰ σοὶ ἄνθρωπον, τὸν κάτω ἐν τοῖς κατωτέροις κινδυνεύσαντα, τὸν κατελθόντα σῶσαι τὴν βεβρωμένην ψυχὴν καὶ μὴ δυνηθέντα σῶσαι, ἀλλὰ αὐτὸν κεκινδυνευκότα· εἰς σωτηρίαν ἀπεσταλμένος ἐκινδύνευσε καὶ ἐπεδεήθη ἑτέρου πάλιν ἀπεσταλμένου πρὸς τὴν τούτου σωτηρίαν. πόσῳ γε μᾶλλον ἡ ψυχὴ κινδυνεύσειε, δι’ ἣν ὁ ἀπεσταλμένος πρῶτος ἄνθρωπος ἐλθὼν ἐκινδύνευσεν; ἀλλὰ καὶ δεύτερον ἀπεσταλμένον εἰς τὸ σῶσαι. ὅπερ φάσκεις εἶναι αὐτὸ πνεῦμα ζῶν. κατὰ μετάμελον ἄρα ὁ πατὴρ ἀπέστειλε τὸν ἔτι ἰσχυρότερον, ἵνα τοῦ πρώτου ἀνθρώπου σωτὴρ γένηται, ἢ ἠγνόει μὲν ἐκεῖνον ἀδυνατοῦντα τὸν πρῶτον, [καὶ] ὑπολαμβάνων ὅτι σώσει, κινδυνεύσαντος [δὲ] αὐτοῦ ὕστερον διὰ τῆς πείρας ἐγνωκὼς προβάλλεται καὶ ἀποστέλλει; καὶ πολλή τίς ἐστιν ἡ ἀτοπία, ὦ Μανιχαῖε, καὶ ἀσύστατον τὸ παρὰ σοῦ ληρολόγημα τῆς πάσης διδασκαλίας. φάσκει δὲ πάλιν ὅτι κατελθὸν τὸ πνεῦμα ἔδωκε δεξιὰν καὶ ἀνήνεγκε τὸν πρῶτον κινδυνεύσαντα ἄνθρωπον.
διὰ τοῦτο μυστήριον τοῖς ἑαυτοῦ μαθηταῖς παραδέδωκεν [εἰς] τὸ ἐπιδιδόναι δεξιάν, ὅταν ἀλλήλοις συναντήσωσι, σημείου χάριν, ὡς ἀπὸ σκότους σωθέντες. ἐν γὰρ τῷ σκότει πάντα φάσκει εἶναι, πλὴν αὐτοῦ μόνου. καὶ γὰρ οἱ τυφλοὶ χλεύης ἕνεκα μᾶλλον παρὰ τῶν ὁρώντων τὸ κακόφημον ἐκκλίνοντες πολὺ βλέποντες ἀκούουσι. 48. Εἶτα φάσκει πάλιν, ἑτέρας τινὰς κατασκευὰς ἡμῖν καὶ ἀρχιτεκτονίας ἐργαζόμενος, ὡς παρὼν ἐκεῖσε καὶ φανταζόμενος τὰ μὴ ὄντα, ὅτι τότε τοῦτο τὸ ζῶν πνεῦμα ἔκτισε, φησί, τὸν κόσμον. καὶ αὐτὸ τρεῖς ἑτέρας δυνάμεις φορέσαν καὶ κατελθὸν ἀνήνεγκε τοὺς ἄρχοντας καὶ ἐσταύρωσεν ἐν τῷ στερεώματι, ὅ ἐστιν αὐτῶν [σῶμα] ἡ σφαῖρα. καὶ τῷ μὲν «ἀνήνεγκεν» οὔτε νοεῖ ὁ κτηνώδης πῶς ἑαυτῷ ἀντιμάχεται καὶ τὰ παρ’ αὐτῷ ἐπαινετὰ ψέγει καὶ τὰ ψογιζόμενα εἰς ἔπαινον φέρει, δίκην μεθύοντος καὶ παραφερομένου καὶ ἕτερα ἀνθ’ ἑτέρων παραλαλοῦντος. φάσκει γὰρ τοὺς ἄρχοντας κάτω ὑπάρχοντας ἐν τῷ σκότει πονηρᾶς εἶναι ὑποστάσεως καὶ φθορᾶς τὸ χωρίον.
καὶ εἰ ἐκ ταύτης τῆς φθορᾶς καὶ [εἰ] ἐκ τοῦ μέρους τοῦ σκότους τὸ πνεῦμα βιασάμενον τοὺς ἄρχοντας εἰς [τὰ] ἄνω ἀνήνεγκεν, ἐπὶ τιμωρίᾳ δῆθεν, φαύλων τε χωρίων τὴν μετάστασιν ποιούμενον ἐπὶ τιμωρίᾳ μετέσπασεν εἰς τὰ ἄνω, οὐκέτι ἔσται τὰ ἄνω ἀγαθὰ καὶ ὑποστάσεως ζωτικῆς, ἀλλὰ μᾶλλον θανάτου καὶ τὰ κάτω οὐκέτι τιμωρία, ἀλλὰ ἀγαθῆς τινος οὐσίας· ἐξ οὗ τόπου βουληθὲν τὸ πνεῦμα εἰς τιμωρίαν μεταβαλεῖν τοὺς ἄρχοντας ἀπὸ τῶν ἡδέων καὶ ἀναγκαίων ἐπὶ τὸν τιμωρὸν τόπον μετήγαγεν, ἵν’ οὕτως αὐτοὺς τιμωρήσοιτο. καὶ ἄλλως· εἰ τὸ πνεῦμα τὸν κόσμον πεποίηκε, πῶς πάλιν λέγεις τὸν κόσμον μὴ ὑπὸ θεοῦ γεγενῆσθαι; καὶ εἰ τῶν ἀρχόντων τυγχάνει σῶμα τὸ στερέωμα, ἐν ποίῳ ἄρα σταυρῷ προσέπηξε τοὺς ἄρχοντας; ποτὲ μὲν γὰρ λέγεις αὐτοὺς ἐν τῷ στερεώματι πεπῆχθαι, ποτὲ δὲ αὐτὸ τὸ στερέωμα σῶμα τῶν αὐτῶν ὁρίζῃ. καὶ πολλή σου ἡ ἀσυναρτησία τῶν λόγων, ἥτις οὐδεμίαν ἀκολουθίαν πρὸς τὴν ἀλήθειαν ἔχει· ὡς ἐν πᾶσιν ἡμῖν ἐπιφοιτήσας πολέμιος, μᾶλλον δὲ ἑαυτῷ καὶ τοῖς σου τὴν γνώμην δεχομένοις. 49.
PG 42:103Εἶτα πάλιν φάσκει ὁ αὐτὸς ὅτι μετὰ τὸ ἐσταυρωκέναι τοὺς ἄρχοντας ἐν τῇ σφαίρᾳ ἔκτισε τοὺς φωστῆρας, ἅ ἐστι τῆς ψυχῆς λείψανα. καὶ οὐ λέγει τὴν ψυχήν, ἀλλὰ τῆς ψυχῆς λείψανα. ὦ ἀσυστάτου δόγματος καὶ λόγων ψευδῶν καὶ ἀσυναρτήτων. πᾶν γὰρ τὸ λείψανον μέρος τυγχάνει τοῦ πληρώματος, τὸ δὲ πλήρωμα μεῖζον τυγχάνει τοῦ λειψάνου. εἰ τοίνυν τὰ λείψανά εἰσιν οἱ φωστῆρες, δειξάτω ἡμῖν [τι] μειζότερον τῶν φωστήρων, ἵνα ἴδωμεν τὴν ψυχήν. εἰ δὲ τὸ μὲν πλήρωμα βέβρωται καὶ ἀνάλωται, λείψανον δὲ οἱ φωστῆρες, ἄρα καὶ αὐτοὶ ὑποκάτω τῶν ἐσταυρωμένων ἀρχόντων ὄντες βρωθήσονται, τῶν ἀρχόντων τὴν ἐπανότητα κεκτημένων. εἰ δὲ διὰ τὸ ἐσταυρῶσθαι μηκέτι δύνανται ἐν καθέξει τῆς ψυχῆς καὶ τῶν φωστήρων εἶναι, διέπεσεν ὁ σοῦ ληρώδης λόγος, ὦ Μανιχαῖε. Εἶτα πάλιν ὁ αὐτὸς διδάσκων ὅτι μετὰ τὸ ἐπιτιμῆσαι τῷ Ὠμοφόρῳ ἔκτισε, φησίν, ἑαυτῇ καὶ ἡ ὕλη πάντα τὰ φυτά, καὶ συλωμένων τῶν αὐτῶν ὑπὸ τῶν ἀρχόντων ἐκάλεσεν ὁ μέγας ἄρχων πάντας τοὺς ἄρχοντας καὶ πρωτίστους, καὶ ἔλαβεν ἀπ’ αὐτῶν ἀνὰ μίαν δύναμιν καὶ κατεσκεύασεν ἄνθρωπον κατὰ τὴν ἰδέαν τοῦ πρώτου ἀνθρώπου ἐκείνου καὶ ἐδέσμευσε τὴν ψυχὴν ἐν αὐτῷ.
αὕτη ἐστὶν ἡ τῆς συγκράσεως ὑπόθεσις. ὅτε δὲ εἶδε, φησίν, ὁ πατὴρ ὁ ζῶν θλιβομένην τὴν ψυχὴν ἐν τῷ σώματι, εὔσπλαγχνος ὢν καὶ ἐλεήμων, ἔπεμψε τὸν υἱὸν αὐτοῦ τὸν ἠγαπημένον εἰς σωτηρίαν τῆς ψυχῆς. διὰ γὰρ ταύτην τὴν πρόφασιν καὶ τὴν τοῦ Ὠμοφόρου ἀπεστάλθαι αὐτὸν φάσκει. καὶ ἐλθὼν ὁ υἱὸς μετεσχημάτισεν ἑαυτὸν εἰς ἀνθρώπου εἶδος καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, καὶ οἱ ἄνθρωποι ὑπέλαβον αὐτὸν γεγεννῆσθαι. ἐλθὼν οὖν καὶ ποιήσας τὴν δημιουργίαν πρὸς σωτηρίαν τῶν ἀνθρώπων μηχανὴν συνεστήσατο ἔχουσαν δώδεκα κάδους, ἥτις ὑπὸ τῆς σφαίρας στρεφομένη ἀνιμᾶται τῶν θνησκόντων τὰς ψυχάς. καὶ ταύτας ὁ μέγας φωστὴρ ταῖς ἀκτῖσι λαβὼν καθαρίζει καὶ μεταδίδωσι τῇ σελήνῃ· καὶ οὕτω πληροῦται τῆς σελήνης ὁ δίσκος ὁ παρ’ ἡμῖν προσαγορευόμενος. 50. Καὶ ὁρᾷς πόση τούτου τοῦ γόητος ἡ ληρῴδης φλυαρία καὶ μέθης λήθη;
PG 42:105τὰ γὰρ ὑπ’ αὐτοῦ λεγόμενα εἰς λήθην μεταδίδωσι καὶ ὅσα δοκεῖ λέγειν μετασκευάζει καὶ ἀνασκευάζει, τὰ ἴδια καταλύων δόγματα, ἄλλοτε μὲν ἄλλως καὶ ἄλλως διηγούμενος, καὶ τὰ ὕστερα τὰ πρῶτα καταλύει καὶ ἃ ἐν πρώτοις κατέλυσεν αὖθις πάλιν οἰκοδομεῖ, ὡς ἵνα δείξῃ ὅτι ἀφ’ ἑαυτοῦ οὐ καθέστηκεν, ἀλλὰ ὑπὸ πνεύματος ἀκαθάρτου ἐλαυνόμενος ἄλλα ἀντ’ ἄλλων διηγεῖται, καθάπερ οἱ φρενιτιῶντες. ἤτοι γὰρ τὴν παρουσίαν λέγει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πολλὰ ἔτη τοῦ γενέσθαι τοὺς φωστῆρας ἦλθεν ἡ παρουσία καὶ μετὰ τὴν παρ’ αὐτῷ μηχανὴν καλουμένην τῶν δώδεκα κάδων. ἀεὶ γὰρ ἐν οὐρανῷ ἐξότου γέγονε τυγχάνει τὰ ἄστρα· ἤτοι στοιχεῖα αὐτὰ καλεῖν βούλονται ἤτοι διαστήματα τοῦ οὐρανοῦ καὶ μέτρα, ὅμως ἀπὸ τετάρτης ἡμέρας τῆς κοσμοποιίας τὰ πάντα καλῶς τέτακται, οὐκ εἰς βλάβην τῶν ὑπὸ θεοῦ κυριευομένων. ἡ δὲ τοῦ Χριστοῦ παρουσία ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος ἤρξατο τοῦ κηρύγματος, μετὰ τριακοστὸν ἔτος τῆς αὐτοῦ γεννήσεως, ὅπερ κατήντα εἰς πεντακισχιλιοστὸν πεντακοσιοστὸν ἔνατον ἔτος τῆς κοσμοποιίας καὶ τριακοστὸν τῆς αὐτοῦ ἡλικίας, τριακοστὸν δὲ τρίτον ἕως τοῦ σταυροῦ.
πῶς οὖν ἀπὸ πρώτης ταῦτα ἐν οὐρανῷ ὑπῆρχε, φωστῆρές τε καὶ ἄστρα; εἰ δὲ λέγει, πρὸ τούτου ἐλθὼν ἐποίησε ταῦτα, ἀσύστατος αὐτοῦ ἡ φλυαρία· πρὶν γὰρ τοῦ εἶναι ἄνθρωπον ἐπὶ τῆς γῆς, ἐγένοντο τὰ κατ’ αὐτὸν καλούμενα στοιχεῖα καὶ οἱ δώδεκα μάτην καλούμενοι κάδοι καὶ ἡ μηχανή, ἣν βούλεται χαριστικοῖς ὀνόμασι φαντάζειν τοὺς ὑπ’ αὐτοῦ πεπλανημένους. 51. Παντὶ γὰρ τῷ σύνεσιν κεκτημένῳ φανερόν ἐστιν ἀπ’ αὐτῆς τῆς γραφῆς καὶ ἀκολουθίας ὅτι πρὶν τοῦ πλασθῆναι τὸν Ἀδὰμ τὸν πρωτόπλαστον ἄνθρωπον γεγόνασιν ἐν τῇ τετάρτῃ ἡμέρᾳ πάντες οἱ ἀστέρες καὶ οἱ φωστῆρες. οὗτος δὲ λέγει ὅτι «ἦλθε, φησί, ποιῆσαι τοὺς δώδεκα κάδους, ἐν ἰδέᾳ ἀνθρώπου καὶ ἐφαίνετο τοῖς ἀνθρώποις [ὡς] ἄνθρωπος», καὶ ἀγνοῶν κἂν τὴν ἐξ ὑπαρχῆς γεγενημένην οἰκονομίαν νομίζει τι λέγειν καὶ ὡς τυφλὸς ἑαυτὸν ὁδηγῶν τοῖς ὑπ’ αὐτοῦ τυφλωθεῖσι τὰ προχωροῦντα εἰς ψεύσματα ὑφηγεῖται. παρούσης δὲ τῆς ἀληθείας καὶ ἀνοιγούσης τὰ ὄμματα δια[φανῶς] τῶν συνετῶν εἰς γέλωτα φέρει τὴν αὐτοῦ ληρῳδίαν. ποίοις γὰρ ἀνθρώποις ἐφαίνετο τοῖς μὴ ὑπάρχουσι; πῶς δὲ ἐν ἀνθρώπου ἐφαίνετο ἰδέᾳ ὁ μὴ λαβὼν σῶμα;
PG 42:107καὶ εἰ μὲν ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ ἐπλήρου, τοῦτο φαινόμενος καὶ μὴ ὤν, δόκησις ἄρα ἦν τὰ πράγματα. ἄρα οὖν οὐ πέφηνεν οὐδὲ ἦλθεν. εἰ γὰρ ἐλθὼν οὐκ ἦν, οὐδὲ ἦλθεν ἀπ’ ἀρχῆς. εἰ δὲ ἐνομίζετο μὲν ἄνθρωπος, οὐκ ἦν δὲ ἄνθρωπος, τί τὸ ἐπεῖξαν τὸν τοῦ θεοῦ Λόγον ἄνθρωπον φανῆναι μὴ ὄντα; εἰ μή τι ἀπὸ δανειστῶν ἑλκόμενος ἠβούλετο ἑαυτῷ σχηματοποιῆσαι ἰδέαν, ἵνα δυνηθῇ λαθεῖν τοὺς αὐτὸν ἐπιζητοῦντας. εἰ δὲ καὶ ἐφαίνετο καὶ οὐκ ἦν, ποία τις ἦν αὕτη ἡ ἀλήθεια; ἐν ἀληθείᾳ γὰρ οὐκ ἔνι ψεῦσμα, ὡς λέγει περὶ αὐτοῦ ὁ μονογενὴς ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή». ἡ δὲ ζωὴ θάνατον οὐκ ἔχει καὶ ἡ ἀλήθεια οὐκ ἂν ἀλλοίωσιν ὑπομένοι, ἵνα μὴ τὴν ἀλήθειαν ταράξασα μηκέτι ἀλήθεια γένηται. καὶ διέπεσεν ἐκ παντὸς λόγου ἡ αὐτοῦ τραγῳδοποιὸς ὑπόθεσις. οὔτε γὰρ μετὰ τὴν παρουσίαν τὰ ἄστρα κέκτισται οὐδὲ πρὸ τοῦ γενέσθαι ἄστρα ἄνθρωποι ἦσαν. καὶ ἐντεῦθεν καὶ ἐκεῖθεν ἐξελήλεγκται ὁ πλάνος Μανιχαῖος, ὡς ἤδη μοι ἄνω δεδήλωται. 52. Περὶ δὲ τῆς ὑποθέσεως τῆς σελήνης φάσκει ὅτι ἐκ τῶν ψυχῶν ὁ δίςκος ἐμπίπλαται. πρὶν δὲ τοῦ ἀποθανεῖν ἄνθρωπον ἐπὶ τῆς γῆς, πόθεν ἐνεπίμπλατο ὁ δίσκος;
μετὰ γὰρ ἐνακοσιοστὸν καὶ τριακοστὸν ἔτος τῆς τοῦ Ἀδὰμ ζωῆς πρῶτος ἀποθανὼν ἐπὶ τῆς γῆς, ἡ μία ψυχὴ πῶς ἐπλήρου τὸν δίσκον; ἢ πῶς τὰ ἐνακόσια τριάκοντα ἔτη ἐκλήθη καὶ [οἱ] χρόνοι, εἰ μὴ ἡ σελήνη ἐπληροῦτο καὶ ἔφθινε καὶ τὸν αὐτῇ τεταγμένον δρόμον ἐτέλει, οὐκ ἀπὸ ψυχῶν λαμβάνουσα τὴν πλήμμυραν, ἀλλὰ ἀπὸ θεοῦ ἔχουσα τὸ πρόσταγμα τῆς αὐτοῦ σοφίας; πάντα δὲ τὰ ζῷα, φησί, γεμίζει τῆς αὐτῆς ψυχῆς, ἵνα ἐξισώσῃ ψυχὴν ἀνθρώπου καὶ μυὸς καὶ σκώληκος καὶ τῶν ἄλλων δυσγενῶν τῇ πλάσει σωμάτων. Τὰ δὲ ἄλλα λοιπὸν τῆς φλυαρίας, ὡς ἡ παρθένος φαίνεται τοῖς ἄρχουσι, ποτὲ μὲν εἰς ἀνδρὸς σχῆμα, ποτὲ δὲ εἰς θηλείας, τάχα τὸν ἑρμαφρόδιτον τοῦ αὐτοῦ δαίμονος ἰνδαλλόμενος τὰ ἑαυτοῦ πάθη εἰσηγεῖται τῆς ἐπιθυμίας. εἶτά φησιν, ὅταν ὁ ἄρχων ὁ μέγας συληθῇ ὑπὸ τῆς λεγομένης παρθένου, προβάλλει αὐτοῦ τὰς νεφέλας καὶ ποιεῖ λοιμὸν καὶ ἄρχεται τέμνειν τὰς ῥίζας καὶ οὕτω θάνατος γίνεται. καὶ οὐκ εἶδεν ὁ κτηνώδης ὅτι ὃν φάσκει θάνατον ψογίζων, μᾶλλον ζωὴν ὤφειλε καλεῖν, διὰ τὸ ἀπὸ σωμάτων ἀπαλλάττεσθαι τὰς ψυχάς.
εἰ δὲ ὅλως τὸ εἶναι ἐν σώματι τὴν ψυχὴν φυλακὴν ἡγοῦνται οἱ ἄρχοντες, τοῦτο οὐδέποτε ἐπιτελεῖ ὁ ἄρχων, ἵνα ἀπαλλάξῃ ἀπὸ δεσμωτηρίου τὴν ὑπ’ αὐτοῦ κατεχομένην ψυχὴν κατὰ τὸν αὐτοῦ λόγον. καὶ πόση τις ἀτοπία ἐν ταύτῃ τῇ κυβευτικῇ διδασκαλίᾳ; 53. Τὰ δὲ ἄλλα χλεύης ἔμπλεα, ὡς οἱ ἐκλεκτοὶ αὐτῶν καλούμενοι. καὶ τῷ μὲν ὄντι ἐξελέγησαν ὑπὸ τοῦ διαβόλου εἰς κατάκριμα, ὅπως πληρωθῇ τὸ εἰρημένον «καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά». ἐκεῖνοι γὰρ καθεζόμενοι κηφῆνες καὶ «μηδὲν ἐργαζόμενοι, ἀλλὰ περιεργαζόμενοι» καὶ μηδὲ γινώσκοντες οἷς ἐπικηρυκεύεται ὁ ἅγιος ἀπόστολος, [λέγων] ὡς κατὰ προφητείαν γινώσκων ὅτι οὐκ ἐκ τῆς τοῦ θεοῦ διδασκαλίας ἐπιφοιτῶσιν, ἀλλὰ ἐκ τοῦ διαβόλου ἐμ[βε]βροντημένοι τινὲς ἀργοὶ καὶ αὐθάδεις κακῶν· φάσκει [γὰρ] λέγων «ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω», ἵνα παραχαράξῃ τὴν τῶν παρέργων τούτων ὑπόθεσιν. παρακελεύονται οὖν τοῖς αὐτῶν κατηχουμένοις τρέφειν αὐτοὺς δαψιλῶς. οἱ δὲ πᾶν ὁτιοῦν ἀναγκαῖον προσφέρουσι τοῖς ἐκλεκτοῖς ἑαυτῶν, ἵνα δῆθεν εὐσεβὴς ὀφθείη [ὁ] τρέφων τὰς ψυχὰς τὰς ἐκλελεγμένας.
PG 42:109οἱ δὲ λαβόντες, ὡς γέλοιόν ἐστιν εἰπεῖν, προφάσει τοῦ εὔξασθαι ὑπὲρ τῶν ἐνηνοχότων, μᾶλλον δὲ σχεδὸν κατάραν αὐτοῖς ἐπιτιθέασιν, ἐπιμαρτυρήσαντες αὐτοῖς κακίαν μᾶλλον ἢ ἀγαθωσύνην. φάσκουσι γὰρ οὕτως· ὅτι ἐγὼ οὐκ ἔσπειρά σε, οὐκ ἐθέρισά σε, οὐκ ἤλεσα, εἰς κλίβανον οὐκ ἔβαλον. ἄλλος ἤνεγκε, καὶ ἔφαγον. ἀναίτιός εἰμι. καὶ μᾶλλον πονηροποιοὺς ὑπέδειξαν τοὺς ἑαυτῶν τροφεῖς. καὶ γὰρ ἀληθές. ἔδει γὰρ τὸν ἀρνούμενον τὸν θεὸν τὸν ποιήσαντα [τὰ] πάντα μηδὲ ἀπὸ τῶν τοῦ θεοῦ τρέφεσθαι [ἤπερ] κατ’ εἰρωνείαν. αὐτοὶ δὲ οὐ τέμνουσι τὸν βότρυν, ἀλλὰ ἐσθίουσι τὸν βότρυν, ἵνα ἐλεγχθῶσι παντάπασι μέθην μᾶλλον ἔχοντες ἤπερ ἀληθείας κατάληψιν. ποῖον γάρ ἐστι τὸ δεινότερον; ὁ μὲν γὰρ τρυγῶν ἅπαξ ἔτεμε τὸν βότρυν, ὁ δὲ ἐσθίων διὰ τῶν μασητήρων καὶ διὰ τοῦ καταδαμάζειν ἕκαστον κόκκον μᾶλλον πολυπλασίως ἐβασάνισε καὶ ἔτεμε, καὶ οὐχ ὅμοιος οὐκέτι ἔσται τῷ τέμνοντι ἅπαξ ὁ μασησάμενος καὶ καταδαπανήσας. ἀλλ’ ἵνα μόνον δόξωσι δοξοποιεῖν ὅσον τῆς ἀληθείας ἔχει τεκμήριον. 54. Εἶτα πάλιν ἀθυρογλωττεῖ περὶ τοῦ παραδείσου, ὃν καλεῖ κόσμον.
ἔστι δέ, φησί, τὰ φυτὰ τὰ ἐν αὐτῷ , ἃ γὰρ ἡμῖν ἐπαινετά, ταῦτα αὐτὸς ἀρνεῖται, ἵνα δειχθῇ ἀληθῶς ὑπὸ τοῦ ὄφεως ἠπατημένος· καθὼς ἐκείνης παρέφθειρε τὴν ἀκοὴν τῆς ἀκάκου Εὔας, οὕτως ὁ δεινὸς ὄφις καὶ αὐτοῦ παραφθείρει ἀκοάς. τὰ γάρ φησιν ἐν τῷ παραδείσῳ λεγόμενα φυτὰ ἐπιθυμιῶν εἰσιν ἀπάται, αἳ διαφθείρουσι τὸν λογισμὸν τῶν ἀνθρώπων. τὸ δὲ ἐν τῷ παραδείσῳ φυτόν, ἐξ οὗ γνωρίζουσι τὸ καλόν, αὐτός ἐστιν ὁ Ἰησοῦς, ἡ γνῶσις ἡ ἐν τῷ κόσμῳ. ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ κακόν. καὶ ὁρᾷς πῶς πάντα τὰ ὀρθὰ διαστρέφει τοῦ ἀποστόλου διαρρήδην βοῶντος καὶ διδάσκοντος ὅτι «φοβοῦμαι μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁγνότητος καὶ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν». καὶ ὅρα πῶς ἀπεφήνατο αὐτὸν πλάνον καὶ πανοῦργον καὶ ἠπατηκότα τὴν Εὔαν. καὶ πάλιν ἐν ἄλλῳ τόπῳ ὁ αὐτὸς ἀπόστολος «ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». καὶ ὁρᾷς ὡς δόξαν θεοῦ ἔφη τὴν κόμην, ἐπὶ σώματος φερομένην καὶ οὐκ ἐν ψυχῇ; καὶ μετὰ ταῦτά φησιν «Ἀδὰμ οὐκ ἐξηπατήθη, ἀλλ’ ἡ γυνὴ ἐν παραβάσει γενομένη ἡμάρτηκε·
PG 42:111σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν ἐμμείνωσιν ἐν τῇ πίστει». καὶ ὅρα πῶς φύσει τὰ ἀληθινὰ κεκήρυκται ἐν τῇ θείᾳ γραφῇ. καὶ μάτην οὗτος κομποποιεῖ, μᾶλλον δὲ χλεύην ὑφίσταται παρὰ τοῖς τὴν τελείαν φρόνησιν κεκτημένοις. εἶτα πάλιν ἐνταῦθα διηγεῖται μὴ εἶναι τὸν κόσμον τοῦ θεοῦ ἀλλ’ ἢ ἀπὸ μέρους τῆς ὕλης πεπλάσθαι. ἐν τῷ δὲ μὴ ἑαυτῷ στοιχεῖν, ἀλλὰ κατὰ τῶν αὐτῶν φέρεσθαι, ἀνασκευὰς καὶ κατασκευὰς ἐπιπλαττόμενον, παντί τῳ σαφές ἐστι ληροῦντος εἶναι τὸ τοιοῦτον φρόνημα. 55. Μεταγγισμοὺς δὲ ψυχῶν διηγεῖται ἀπὸ σωμάτων εἰς σώματα, ἅτινα τάχα ἢ παρὰ Πλάτωνος ἢ Ζήνωνος τοῦ Στωϊκοῦ ἢ παρά τινος τῶν πεφαντασμένων ἐρανισάμενος τουτὶ τὸ ψεῦσμα εὑρίσκεται. πῶς γὰρ οἷόν [τέ] ἐστιν ἀπὸ σώματος εἰς σῶμα εἰσκρίνεσθαι τὴν ψυχήν; εἰ μὲν γὰρ σώματα πεπλασμένα καὶ ἕτοιμα ἦν καὶ οὕτω τὰς ψυχὰς ὑπεδέχετο, πιθανή τις ἦν ἡ τῆς τραγῳδίας μυθοποιία· εἰ δὲ τὸ σπειρόμενόν ἐστιν ἐκ σταγόνος βραχείας, πῶς ἡ ψυχὴ ἐν τῷ τοσούτῳ μικρῷ σώματι εὗρε τοιαύτην εὔροιαν; οὕτω γὰρ τὰ πλασσόμενα πλάσσεται· καὶ οὐκέτι συσταθήσεται αὐτοῦ ὁ λόγος. οὔτε γὰρ ἀπὸ σώματος εἰς σῶμα μεταγγίζονται αἱ ψυχαί·
δίχα γὰρ μίξεως θηλείας πρὸς ἄρρενα καὶ ἄρρενος πρὸς θήλειαν ἐν ἑκάστῳ τῶν ζῴων οὐδέν τι τῶν πλασσομένων γίνεται. ἆρα γοῦν οὕτως ἕστηκεν ἡ ψυχή, ἵνα τῇ συναφείᾳ τῶν δύο σωμάτων τὸ τραγῴδημα τοῦτο τοῦ ἀγύρτου ἐπιτελεσθῇ; καὶ πολλή τίς ἐστιν ἡ ἀτοπία ἐν τοῖς τὰ τοιαῦτα κἂν διανοουμένοις. ἡμεῖς δὲ ἵνα μὴ τὰ σεμνὰ μεταβάλλωμεν, ἀρκετῶς ἔσχομεν μόνον ὡς ἀπὸ πόρρωθεν δοῦναι τῆς ὑποθέσεως τὸ εἶδος. παρελεύσομαι τοίνυν ἀπὸ τῆς τοιαύτης φθοροποιοῦ ὑπονοίας· καὶ γὰρ πάντα ἄτοπα τὰ τοιαῦτα διανοήματα. εἰ γὰρ ἐκ σώματος εἰς σῶμα ἡ μεταβολὴ τῶν ψυχῶν καὶ ὁ ποτὲ ἄνθρωπος ὕστερον κύων [γίνεται], διὰ τί μὴ ἀπὸ ἀνθρώπου κύων γεννᾶται ἢ ἀπὸ βοός; διὰ τί ὄρνις οὐ τίκτεται; ἀλλ’ εἰ ἄρα συμβαίη χρόνῳ τινὶ ἐν τῷ ἀπλέτῳ αἰῶνι τεράστιόν τι γενέσθαι, σημείου ἕνεκα γίνεται. καὶ ἡ φύσις μὲν ἑαυτῆς τοὺς ὅρους ἐπίσταται καὶ οὐ μεταλλάσσει φύσιν ἀνθρώπου, ἑτέρως πλαςσομένη παρὰ τὴν φύσιν, οὐδὲ ἑκάστου κτήνους, ἀλλ’ ἐν ἑκάστῃ ποιότητι ἡ αὐτὴ ποιότης γίνεται. καὶ εἰ ὅλως σῶμα ἕτερον ἀνθ’ ἑτέρου ἀπὸ σώματος οὐ γίνεται, πόσῳ γε μᾶλλον ψυχὴ ἀνθρώπου εἰς ἕτερον σῶμα οὐ μεταβήσεται;
καὶ ἵνα τί, φησί, μεταβάλλεται; ἀλλ’ ἵνα εἴ ποτε ἐν ἀνθρώπῳ μὴ συνεῖσα τὴν τῆς ἀληθείας γνῶσιν, ἐν κυνὶ ἢ ἐν ἵππῳ γενομένη καὶ δαμασθεῖσα καὶ συνεῖσα ἀνακάμψῃ πάλιν εἰς ἀνθρώπου σῶμα, καὶ οὕτως γνοῦσα τὴν γνῶσιν ἀναληφθήσεται εἰς τὸν δίσκον τῆς σελήνης. καὶ ἔστι θαυμαστὸν ἰδεῖν ὅτι ἐν μὲν ἀνθρώπῳ γενομένη, παρ’ ᾧ παιδευτήρια γραμματικοὶ σοφισταί τε καὶ τεχνῶν ἀμύθητα πλήθη καὶ λαλιὰ καὶ ἀκοὴ καὶ λογιότης, ἐν ἀγνωσίᾳ ὑπῆρχεν ἡ ψυχή, ἐν δὲ χοίρῳ γενομένη μᾶλλον ἐπέγνω· ἵνα δείξῃ μᾶλλον τὴν αὐτοῦ ἐπαγγελίαν τῆς γνώσεως χοίρων οὖσαν, διὰ τὴν αὐτοῦ πλάνην καὶ ἀσέβειαν. 56. Περὶ δὲ τῆς τοῦ Ἀδὰμ πλάσεως ὁ αὐτὸς διηγούμενος ἕτερα ἀνθ’ ἑτέρων τῇ πλάνῃ συνυφαίνει, ὅτι, φησίν, ὁ εἰπών «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν,» καὶ προστίθησι λέγων τὸ «δεῦτε ποιήσωμεν», ὅπερ οὐ γέγραπται, ἀλλὰ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν».
PG 42:113ἐλέγχει δὲ τοῦτον ὁ ἅγιος ἀπόστολος λέγων, καὶ αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ, ὅτε οἱ Φαρισαῖοι πρὸς αὐτὸν ἔφησαν ὅτι οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μονώτατον καὶ Μωυσῆς εἶπε διδόναι βιβλίον ἀποστασίου καὶ ἐκβάλλειν τὴν γυναῖκα, καὶ ὁ κύριος πρὸς τοὺς Φαρισαίους τὸν ἔλεγχον ἐπιφέρων ἔλεγε «Μωυσῆς κατὰ τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως, ἀλλ’ ὁ ποιήσας ἄρσεν καὶ θῆλυ ἐποίησε» καὶ εἶπεν· «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». καὶ εὐθὺς ἐπιφέρει λέγων «εἰ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω», ὁμολογῶν θεόν, τουτέστι τὸν ἴδιον αὐτοῦ πατέρα, τὸν Ἀδὰμ πεποιηκέναι καὶ τὴν Εὔαν, καὶ τὸν γάμον τὸν σεμνὸν ἐξ αὐτοῦ κεκτίσθαι. τῇ δὲ αὐτῇ ἀκολουθίᾳ καὶ ὁ ἅγιος ἀπόστολος, κῆρυξ ὢν τῆς ἀληθείας, λέγει «τὸ μυστήριον τοῦτο μέγα ἐστίν. ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν», ἵνα ἀπὸ τοῦ ὁμοιώματος τοῦ ὑπὸ τοῦ θεοῦ κεκτισμένου Ἀδάμ τε καὶ τῆς Εὔας· ὅτι ὁ θεὸς ἔκτισε καὶ εἶπεν ὁ Ἀδὰμ·
«τοῦτο ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, καὶ ἀντὶ τούτου καταλείψει ἄνθρωπος» [καὶ τὰ ἑξῆς] καὶ ὅτι ᾠκοδόμησεν αὐτῷ τὴν πλευρὰν εἰς γυναῖκα. καὶ οὐκέτι ἕτερον αὐτῷ φάσκει, ἀλλὰ «μυστήριον μέγα.» καὶ εἰ μὲν ἐν ἀνθρώπῳ καὶ γυναικὶ τὴν πλάσιν κατὰ δὲ τὴν ἀναγωγὴν δι’ ἀλληγορίας φέρεται, πῶς οὖν οὗτος βδελυκτὰ ἡγεῖται καὶ ἀλλότρια τῆς τοῦ θεοῦ ἀληθείας καὶ ὑπὸ ἄρχοντος τὰ ὑπὸ θεοῦ κεκτισμένα, βλασφημῶν καὶ παραφέρων τὴν διάνοιαν ἀπὸ τῆς ἀληθείας; εἶτα φησίν, ἐπειδὴ ἀπ’ ἀρχῆς ἡ ψυχὴ ἀποσπασθεῖσα ἄνωθεν θλίψιν ἐμποιεῖ τῇ ἄνω δυνάμει, διὰ τοῦτο καθάπαξ ἀποστέλλει καὶ συλᾷ ἀπὸ τῶν ἀρχόντων τὸ λείψανον τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἡ ψυχή, διὰ τουτωνὶ τῶν φωστήρων. μεγάλαι ἡμῶν αἱ ἐλπίδες καὶ μεγάλη ἡμῶν ἡ καραδοκία, ὅτι οὐκ ἰσχύει ὁ θεὸς ὁ ἀγαθὸς καὶ ζῶν καὶ δυνατὸς σῶσαι, οὐ λέγω τὴν ἑαυτοῦ δύναμιν τὴν ἐξ αὐτοῦ ἐσπασμένην, ἀλλὰ τὰ ὑπ’ αὐτοῦ γεγενημένα καὶ πεπλαςμένα ἐὰν μὴ δι’ ἄλλου τινὸς τρόπου ἢ διὰ λῃστείας, κρυφῇ συλήσας τὴν ἀπ’ αὐτοῦ ἀπεσπασμένην δύναμιν ἀπὸ τῶν ἐπουρανίων, ὡς ὁ ἀγύρτης οὗτος λέγει, οὐ δύναται [ἡμᾶς] σῶσαι. 57.
Καὶ τί ἔτι κατατρίβομαι κατὰ λέξιν τῆς αὐτοῦ ἀτοπίας χρονοτριβούμενος; ὡς καὶ βλασφημῶν οὐκ αἰσχύνεται ὁ τάλας τὸν λαλήσαντα ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις ἄρχοντα λέγειν τοῦ σκότους. μακάριαι ἡμῶν αἱ ἐλπίδες, ὅτι ἄρχοντι τοῦ σκότους ὁ Χριστὸς ἐλθὼν προσφέρειν ἠνάγκαζε. καθαρίσας γὰρ τὸν λεπρὸν τὸ ἐν τῷ νόμῳ γραφέν, ὑπ’ αὐτοῦ [τοῦ] λαλήσαντος [τὸ] ἐν τῷ νόμῳ ἐπιτελεῖσθαι δῶρον [κελεύει]· «ἀπελθὼν προσένεγκε τὸ δῶρόν σου,» τῷ καθαρισθέντι ὑπ’ αὐτοῦ λεπρῷ λέγων «καθὼς προσέταξε Μωυσῆς». δῶρον δὲ ἦν ἐπὶ τῆς λέπρας ὄρνις εἰς θυσίαν καὶ σεμίδαλις εἰς ὁλοκαύτωσιν. εἰ δὲ ἄρχων ἦν τοῦ σκότους , οὐκ ἂν ὁ ἐλθὼν ἄνωθεν Λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἐλθὼν ἐπιστρέψαι τὸν ἄνθρωπον ἀπὸ πλάνης τῶν ἀρχόντων κατὰ τὸν Μανιχαίου λόγον, [οὐκ ἂν] ὑποχείριον τὸν ὑπ’ αὐτοῦ ἰαθέντα λεπρὸν παρεσκεύαζε γενέσθαι, ἀλλὰ μᾶλλον παρεσκεύαζεν ἀποδρᾶναι αὐτόν, τοῦτο μὴ ἐπιτελεῖν διδάσκων.
PG 42:115ἀλλ’ ἐπειδὴ οὐκ ἦλθε καταλῦσαι τὸν νόμον [αὐτὸς γὰρ δέδωκε τὸν νόμον] οὔτε [τοὺς] προφήτας, ἀλλὰ πληρῶσαι, ἵνα πλήρωσιν τοῦ νόμου καὶ τῶν προφητῶν αὐτὸς δείξῃ τὸ ἀπερίσπαστον τοῦ εὐαγγελίου, ὅτι τῷ μὲν αὐτῷ θεῷ οἱ προφῆται προσεκύνησαν καὶ νόμος ὑπ’ αὐτοῦ ἐδόθη, νῦν δὲ οὐ διὰ τῶν αὐτῶν δώρων τῷ αὐτῷ θεῷ προσκύνησις τελεῖται, ἀλλὰ δι’ εὐχῶν καὶ εὐχαριστιῶν καὶ τῆς ἄλλης πραγματείας. ἐκείνοις μὲν γὰρ ὡς δούλοις προσέταττε τὰ βαρέα, διότι οὕτως ἠδύναντο πεισθῆναι, τοῖς δὲ ἐν τῷ εὐαγγελίῳ ἐλαφρότερα, ὡς ἐλευθέριος, διὰ τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρωπίας. ἑνὸς δὲ ὁμοστοίχου ὑπάρχοντος θεοῦ τοῦ τε νόμου καὶ τοῦ εὐαγγελίου, μὴ παραλελυμένης μηδ’ ὁποτέρας χρόνων ὑπηρεσίας, ὁ αὐτὸς εἷς θεός ἐστιν, ὁ βασιλεύων τοῦ σύμπαντος αἰῶνος, θεραπευόμενος ἀπὸ τῶν δούλων, καθ’ ἑκάστην δὲ γενεὰν ὡς προσήκει τῇ αὐτοῦ φιλανθρωπίᾳ.
καὶ ἐλήλεγκται πανταχόθεν ἡ τούτου πλάνη, τοῦ σωτῆρος ἐπιτρέποντος τὰ τοῦ νόμου τελεῖσθαι καὶ μετὰ τὸ ἐπιτρέψαι τὰ τοῦ νόμου τελεῖσθαι λύοντος τὰ τοῦ νόμου, οὐ καταργοῦντος, ἀλλὰ πληροῦντος, προσφορὰς ἑτέρας ὑπὲρ τῶν ἐν τῷ νόμῳ προσενέγκαι τῷ θεῷ ἐπιτρέποντος, τουτέστιν εὐσεβείας καὶ ἀγαθότητος, ἁγνείας τε καὶ πολιτείας. 58. Φάσκει δὲ πάλιν ὅτι ἐλεύσεται ὁ πρεσβύτης καὶ δείξει αὐτοῦ τὴν εἰκόνα ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, καὶ τότε ὁ Ὠμοφόρος ἰδὼν αὐτοῦ τὸ πρόσωπον ἀφίησι τὴν γῆν, καὶ οὕτως τὸ πῦρ τὸ αἰώνιον καταδαπανᾷ τὴν γῆν. καὶ ἐπελάθετο ὁ κτηνώδης πάλιν ὑλώδη αὐτὴν ὑποφαίνων, τὴν πρὸ ὥρας αὐτῷ λεγομένην ἀπὸ τοῦ πνεύματος τοῦ ζῶντος κεκτίσθαι. ὁμοῦ γὰρ τὸν πάντα κόσμον πάλιν ὑπὸ τοῦ πυρὸς ἀναλίσκεσθαι ὑποτίθεται. καὶ τότε, φησί, μετὰ ταῦτα ἡ ἀποκατάστασις τῶν δύο φύσεων ἐπὶ τὸ αὐτὸ εἰς τὸ ἀρχέτυπον παρελεύσεται. ὦ πολλοῦ καμάτου καὶ μετὰ τὸν κάματον οὐδενὸς ἐπὶ διορθώσει φερομένου.
εἰ γὰρ μετὰ τὸ κτισθῆναι καὶ γενέσθαι δαπανηθήσεται καὶ ἀφανισθήσεται, ἵνα τὰ ἀρχέτυπα μείνῃ πάλιν ἐν ταυτότητι τῶν δύο φύσεων, ἀγαθοῦ τε καὶ κακοῦ, ἔσται πάλιν ἐπιτριβὴ τοῦ πονηροῦ πρὸς τὸ ἐπιστρέψαι πάλιν καὶ πόλεμον ἐνστήσασθαι καὶ ἁρπάξαι πάλιν ἄλλην δύναμιν, ἵνα πάλιν ἄλλος κόσμος γένηται. εἰ δὲ οὐκέτι τοῦτο γίνεται, ἄρα σωφρονήσει ἡ κακία τοῦ μηκέτι ἐπιτρίβεσθαι πρὸς τὴν ἀγαθότητα, καὶ ὁ πονηρὸς θεός, πρὸς τὸν ἀγαθὸν μηκέτι πόλεμον ἐγείρων. εἰ δὲ καὶ σωφρονισθήσεταί ποτε, οὐκ ἔσται κακός, ὁπότε ἀπὸ τῆς ἀρχαίας αὐτοῦ φύσεως τῆς κακίας μετήλλακται μετατραπείς. εἰ δὲ καὶ τρεπτὴ τυγχάνει ἡ φύσις τοῦ κακοῦ πάντως ὅτι ἀπὸ κακοῦ εἰς ἀγαθὸν μεταβάλλεται, καὶ οὐκέτι ἔσται κακὸν ἡ ἔχουσα τροπὴν ἀγαθότητος φύσις. δύναται γὰρ καὶ σήμερον τραπῆναι καὶ ἔτι περιόντος τοῦ κόσμου εἰς ἀγαθὸν μεταβληθῆναι τὸ πονηρόν. καὶ τίνι τῷ λόγῳ ὁ μέλλων τρέπεσθαι ἤδη οὐ τρέπεται;
PG 42:117καὶ εἰ μὲν διὰ τῆς τοῦ θεοῦ μηχανήσεως ὁ πονηρὸς τρέπεται, τοῦ μηκέτι δύνασθαι τὸ πονηρὸν ἐργάζεσθαι, οὐκέτι παραίτιος ὁ πονηρὸς ἑαυτοῦ τυγχάνει, ἀλλ’ ὁ ἀγαθὸς ὁ δυνάμενος ἀναστεῖλαι αὐτοῦ τὴν κακίαν καὶ μὴ βουληθεὶς πρὸ χρόνου τὰ τοῦ χρόνου ποιῆσαι. εἰ δὲ ἄτρεπτον παντάπασι τὸ κακόν, οὐδέποτε διαλείψειε πολεμοῦν καὶ πολεμούμενον, καὶ οὐδ’ ὅλως ποτὲ ἔσται κατάστασις τῶν δύο φύσεων, ἀτρέπτου μένοντος τοῦ κακοῦ καὶ ἐπιτριβομένου τοῦ κακοῦ ἐνδείκνυσθαι τῷ ἀγαθῷ κακίαν καὶ πόλεμον ἐγείρειν κατὰ τῆς ἀγαθότητος. καὶ εἰ ὅλως ἐπιθυμίᾳ τοῦ ἀγαθοῦ τὸ κακὸν ἀεὶ ἐπεντριβήσεται, ἄρα οὐκέτι κακὸν ἔσται, ἐπειδὴ τοῦ ἀγαθοῦ γλιχόμενος βούλεται ἑαυτῷ τὸ ἀγαθὸν ἐπισπᾶσθαι, ἵνα διὰ τῆς φύσεως τοῦ ἀγαθοῦ καὶ τῆς αὐτοῦ πανοπλίας ἐπισπάσας ἑαυτῷ δύναμιν, ἐν ταύτῃ δοκῇ ἑαυτὸν τιμᾶν μὲν καὶ λαμπρύνειν, παραθαρσύνειν τε καὶ ἐνδυναμοῦν. παντὶ γὰρ τῷ βουλομένῳ τὸ ἀγαθὸν πάντως ὅτι ἐξ ἀγαθοῦ ὑπονοίας ἔγκειται διάνοια, καὶ οὐκέτι παντάπασι πονηρὸν ἔσται τὸ πονηρόν, ὁπότε τοῦ ἀγαθοῦ γλιχόμενον εὑρίσκεται. πᾶν γὰρ τὸ πονηρὸν ἀπέχθειαν ἔχει πρὸς τὸ ἀγαθόν, ὡς καὶ τὸ ἀγαθὸν οὐ βούλεται τὸ πονηρόν.
εἰ δὲ ἀναμὶξ ὑπάρχει τῶν ἀμφοτέρων ἡ δύναμις, καὶ ὁ ἀγαθὸς μὲν οἶδε συλᾶν τὸ ἴδιον πολεμεῖν τε καὶ ἐκδέρειν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ποτὲ δὲ ἀναιρεῖν καὶ ἀφανίζειν τὴν ὑπὸ τοῦ πονηροῦ γεγενημένην ὕλην, ποτὲ δὲ ἐξ αὐτῆς πλάσσειν, ποτὲ δὲ ἀφανίζειν, πονηρία καὶ ἀσύστατος [εὑρεθήσεται ἡ] διήγησις τῆς [ὑπὸ] τοῦ ἀλιτηρίου τούτου ἡμῖν ἐπεισενεχθείσης ἀδολεσχίας. 59. Φέρε δὴ εἰπεῖν καὶ περὶ τῆς τοῦ κακοῦ φύσεως πάλιν ἀναλαβόντες τὸν λόγον, λέγε ἡμῖν, ὦ οὗτος, ἀπὸ χρόνου Αὐρηλιανοῦ τοῦ βασιλέως καὶ δεῦρο ἐλθὼν καὶ τὰ πρὸ πάντων αἰώνων διηγούμενος, οὔτε που τοῦτο προφητῶν θεσπισάντων οὔτε αὐτοῦ τοῦ σωτῆρος τοῦτο δεδιδαχότος οὔτε ἀποστόλων [τινός], εἰ μή τι ἂν φλυαρήσῃς ἐπίπλαστά τινα ἐξ ὀνόματος ἁγίων βιβλία ἑαυτῷ τιθέμενος καὶ προβαλλόμενος, πόθεν οὖν ἥκεις, ὦ οὗτος, τὴν κακοῦ ἀρχαί̈ζουσαν ἀρχὴν φέρων; ἐρωτώμενος δὲ ὑφ’ ἡμῶν εἰ ταύτην τρεπτήν τινα φάσκει ἢ ἄτρεπτον, ἤδη δὲ ἐνηχήθη ἡμῖν ὡς ἄτρεπτον αὐτὴν εἰσηγεῖται καὶ ποτὲ μὲν τρεπτήν, ποτὲ δὲ ἄτρεπτον, εἰς μὲν τὸ πονηρὸν ἄτρεπτον, εἰς δὲ τὸ ἀγαθὸν τρεπομένην, ἵνα ἐκ τῶν δύο ὅρων αἰσχύνην τῷ βίῳ ὀφλήσῃ.
PG 42:119εἰ γὰρ ἐν πολλοῖς καὶ ἀπλέτοις αἰῶσιν ἄτρεπτος ἦν ἡ κακία, αὐτὸ τοῦτο μόνον ἔχουσα τὸ ὄνομα καὶ οὐδὲν ἕτερον πλὴν τοῦ κακοῦ, τίς ἔστρεψε μετὰ πολλοὺς αἰῶνας τὴν ἄτρεπτον φύσιν κακίας τραπῆναι ἐπὶ τὰ μὴ προσήκοντα; εἰ γὰρ οὔπω ἦν ἁρπάξασα δύναμιν καὶ καταπολεμήσασα μηδὲ λαβοῦσα πανοπλίαν εἰς αὐτῆς δύναμιν καὶ εἰς ἐδωδήν, ἔμενε δὲ ἐν πολλοῖς αἰῶσιν ἄτροφος μηδὲ τροφῆς ἐπιδεομένη, τίς ἔστρεψε τὴν ποτὲ μὴ ἐπιδεομένην τροφῆς εἰς τροφὴν ἥκειν καὶ ἐπιζητεῖν ὅπερ ποτὲ οὐκ ἐπεζήτει καὶ ἐπιδέεσθαι οὗπερ ποτὲ οὐκ ἐπεδέετο; ἀλλ’ εἰ ἄρα ἐτράπη τὴν φύσιν, καὶ πῶς ἡ παρὰ σοὶ ἀτρεψία περὶ τοῦ κακοῦ συσταθήσεται; εἰ δὲ καὶ πάλιν εἰς ἰδίαν κατάστασιν ἔλθοι, μηκέτι εὐπορῶν ὃ φάγοι, πῶς ὁ ἅπαξ ἐν συνηθείᾳ γεγονὼς κακὸς ἢ πονηρὸς τοῦ βιβρώσκειν καὶ ἐδωδῇ χρῆσθαι δύναται ὑπομένειν εἰς τὸν ἐπιόντα χρόνον ἄνευ ἐδωδῆς διατελῶν;
εἰ γὰρ ἐν συνηθείᾳ βρωμάτων μὴ γεγονὼς οὐκ ἠδυνήθη ὑποστῆναι, ἀλλὰ ἐτράπη εἰς ἐδωδὴν ἔρχεσθαι καὶ συλήσας τὴν ψυχὴν βρῶμα ἑαυτῷ περιεποιήσατο μᾶλλον ἐν συνηθείᾳ βρώματος γεγονὼς ἄσχετος ἔσται τὴν φύσιν, καὶ οὐδὲν ἂν τοῦτον παραπείσειε, λίχνον γεγονότα καὶ ἐν πείρᾳ ἐδωδῆς, ἄνευ τούτων διατελεῖν, ὡς ὁ σὸς λόγος ἀσύστατος ὑπάρχων τοῦτο βούλεται. 60. Ἀλλὰ παρελεύσομαι τοῦτον τὸν τόπον, ἐφ’ ἕτερα δὲ πάλιν τῆς αὐτοῦ ληρῳδίας ἐπεκτείνομαι τὴν διήγησιν. πάλιν γὰρ φάσκει ὅτι οἱ ἄρχοντες ἐν τοῖς ἰδίοις μέρεσι τότε ἔσονται καὶ ὁ πατὴρ τὰ ἴδια ἀπολήψεται μέρη. τίς ἄρα ὁ ἐπιεικὴς οὗτος, ἵνα τὸν ὅρον διχόθεν ἑκάστου μέρους γεωμετρήσῃ; πῶς δὲ πεισθήσεται ὁ ἀπ’ ἀρχῆς τῇ ἀληθείᾳ καὶ τῷ ἀγαθῷ μὴ πειθόμενος; εἰ δὲ μετ’ ἀνάγκης παραπείσειεν ὁ ἀγαθὸς τὸν παράνομον ἰδίοις στοιχεῖν καὶ μὴ ἐπεμβαίνειν τῇ τοῦ ἀγαθοῦ μερίδι, διὰ τί μὴ ἀπ’ ἀρχῆς τοῦτο ἠδυνήθη ποιῆσαι, πρὶν ἢ ὅλως ἀπ’ αὐτῆς συληθῆναι τὰ μέρη; πῶς δὲ ἔσονται οἱ δύο ἐπὶ τὸ αὐτό, ἀνὰ μέρος ἕκαστος κεκτημένος;
εἰ γὰρ ὅλως μέρη ἔχει καὶ τὰ ἕτερα μέρη οὐκ αὐτοῦ, οὐκέτι παντοκράτωρ ὁ παντοκράτωρ κληθήσεται, οὐκέτι θεὸς τῶν ἁπάντων, οὐκέτι ὑποχείριος ὁ κακὸς τοῦ ἀγαθοῦ γενήσεται, ἀλλὰ ἕκαστος αὐτῶν ἔχει τὴν ἰδίαν δεσποτείαν. τίνος δὲ ἄρα ὁ πονηρὸς δεσπότης ἔσται, μηκέτι ὄντος τοῦ κόσμου μήτε τῶν ὑπ’ αὐτοῦ ζῴων τε καὶ ἀνθρώπων κυριευομένων; εἰ δὲ ὅλως κακός ἐστι καὶ ὕλη καὶ φθορά, πῶς μᾶλλον οὐκ ἐφθάρη; εἰ γὰρ ἔκτοτε οὖσα ἡ κακία φθορὰ ὑπῆρχε καὶ φθείρει μὲν τὰ ἄλλα, αὐτὴ δὲ ἑαυτὴν οὐ φθείρει, οὐκέτι φθειρομένη ὑπάρχει ἡ ἄλλα μὲν φθείρουσα, αὐτὴ μένουσα ἀέναος καὶ μὴ ἀφανιζομένη. αὐτῆς δὲ μενούσης ἐν στερεᾷ ὑποστάσει, φθειρούσης δὲ τὰ ἄλλα καὶ οὐχ ἑαυτήν, οὐδὲν ἔχει ἐᾶσαι, ἀλλὰ πάντως ἡ φθορὰ τῶν ἑτέρων τὰ ἕτερα φθείρει· ἐπιμένουσα δὲ ἡ αὐτῆς ὑπόστασις καὶ οὐκέτι ἐάσει τι τῶν ὄντων, ἀλλὰ αὐτὴ μόνη μενεῖ, τὰ δὲ φθειρόμενα δι’ αὐτῆς ἀφανίζεται. εἰ δὲ καὶ ἑαυτῇ ἐστι κακὴ καὶ ἑαυτῇ φθορά, οὐκέτι ἡ ὑπόστασις αὐτῆς σταθήσεται· οὐ μόνον ἐν τῷ μέλλοντι εἴποιμι, ἀλλὰ καὶ ἔκτοτε ἀφανισθεῖσα [ἐξότου] ἂν ὑπῆρχεν, ἤδη [δὲ] ἐν ἑαυτῇ ἑαυτὴν φθείρασά τε καὶ ἀφανίσασα.
PG 42:121Ἀλλὰ ταῦτα πάντα ἐστὶ τὰ διηγήματα τῆς τοῦ ἄφρονος ματαιολογίας, ἃ κατανοήσαντες, οἱ συνετοὶ υἱοὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας πίστεώς τε τοῦ κυρίου. διακρίνατε τὸν ἀγύρτην καὶ καταγελάσατε τῆς αὐτοῦ ληρῳδίας. ἐπανελεύσεται δὲ εἰς τὰς κακῶς ἑαυτῷ ἐπινενοημένας προφάσεις καὶ ἀπὸ τῶν θείων γραφῶν ὁμοιώσεις. καὶ οὐχ οὕτως ἐχούσας, ἀλλὰ οὕτως ὑπ’ αὐτοῦ κακῶς νοουμένας. φέρε οὖν ἐκθώμεθα αὐτὰ δὴ κατὰ λέξιν, ἃ ὑποκλέπτων ἐκ τῶν θείων γραφῶν, ὡς ἔφην. κατὰ τὸν νοῦν αὐτοῦ διηγεῖται, εἰ καὶ μάλιστα πολλάκις τὰ αὐτὰ διαλαμβάνοντες ἀκρότατα [ἤδη] διηλέγξαμεν. 61. Πρῶτον μὲν οὖν ὅτι εὑρὼν ἐν ταῖς θείαις γραφαῖς περὶ παρακλήτου ὀνόματος καὶ ἀγνοήσας τὴν τοῦ ἁγίου πνεύματος δύναμιν, ἑαυτὸν ὑπεισήνεγκε, νομίσας εἶναι τοῦτο. καὶ φάσκει μὲν αὐτῷ τὰ ὑπὸ τοῦ ἁγίου Παύλου εἰρημένα παρακεχωρηκέναι, ὡς τοῦ ἁγίου ἀποστόλου φήσαντος «ἀπὸ μέρους γινώσκομεν καὶ ἀπὸ μέρους προφητεύομεν· ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἀπὸ μέρους καταργηθήσεται».
τοῦτο δὲ περὶ παρακλήτου οὐδ’ ὅλως ἐκτίθεται ὁ ἅγιος ἀπόστολος, ὁ καταξιωθεὶς αὐτοῦ τοῦ ἁγίου πνεύματος μετὰ τῶν ὁμοίων αὐτοῦ ἀποστόλων, ἀλλὰ περὶ τῶν δύο κόσμων διηγεῖτο, περὶ τοῦ ἐνεστῶτος καὶ μέλλοντος, ὡς ἔφη τοῖς βουλομένοις περὶ καιρῶν [προ]καταλαμβάνειν ὅτι «μηδὲν ὑμᾶς πτυρέτω ἐν λόγῳ [ἢ] ἐν ἐπιστολῇ, ὡς ὅτι ἡ ἡμέρα ἐνέστηκε τοῦ κυρίου. ἐὰν γὰρ μὴ ἀποκαλυφθῇ ὁ υἱὸς τῆς ἀνομίας, ὁ ἄνθρωπος τῆς ἀδικίας» καὶ τὰ ἑξῆς. καὶ πάλιν συνελθόντων τῶν μαθητῶν πρὸς τὸν σωτῆρα ἠρώτων αὐτὸν περὶ τῆς συντελείας καὶ ἔλεγεν αὐτοῖς «οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους καὶ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς». καὶ πάλιν ἔλεγεν «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθε, ἀπεκδεχόμενοι τὴν ἐπαγγελίαν τοῦ πνεύματος ἣν ἠκούσατε,» τουτέστι τὸ πνεῦμα τὸ παράκλητον, ὡς ἔφη «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἐλεύσεται, καὶ ἀναγγελεῖ ὑμῖν τὰ πάντα». τὸ δὲ «ἀναγγελεῖ ὑμῖν τὰ πάντα,» δι’ ἣν ἔμελλον καταξιοῦσθαι δωρεάν, ἐνοικήσειν ἐν αὐτοῖς τὸ ἅγιον πνεῦμα, ὅπως τὰ πάντα αὐτοῖς σαφῶς διηγήσηται, ὅσα ἠδύναντο ἐν τῷ αἰῶνι τούτῳ χωρῆσαι.
καὶ ὧδε μὲν ἐν τῷ αἰῶνι τούτῳ χωρήσαντες τὸ πνεῦμα τὸ παράκλητον ἐπροφήτευσαν, ὡς [λέγει ὅτι] Ἄγαβος ἐπροφήτευσε περὶ λιμοῦ ἐσομένου, καὶ ὅτι «προφῆται ἀπὸ Ἱεροσολύμων κατέβησαν,» καὶ ὅτι «ἦσαν τέσσαρες θυγατέρες τῷ Φιλίππῳ προφητεύουσαι». ὅταν δὲ προφητεύωσιν, ἀπὸ μέρους προφητεύουσι καὶ ἀπὸ μέρους γινώσκουσι, τὸ δὲ τέλειον ἐν τοῖς μέλλουσιν αἰῶσιν ἐλπίζοντες προσδοκῶσιν, «ὅταν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβληθῇ καὶ τὸ θνητὸν εἰς ἀθανασίαν» ὅταν «τότε πρόσωπον πρὸς πρόσωπον». ἄρτι γὰρ «δι’ αἰνίγματος» [δείκνυται] τὰ πράγματα, ἐκεῖ δὲ «ἑτοιμάζεται ἃ ὀφθαλμὸς ὧδε οὐκ εἶδεν»· ἐκεῖ ἀποκαλύπτεται ἡ τελειότης, ἃ «οὖς ἐνταῦθα οὐκ ἤκουσεν»· ἐκεῖ τὸ μέγα χάρισμα τοῖς ἁγίοις, ὃ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» ἐνταῦθα. καὶ ὁρᾷς ὅτι οὐχὶ τῷ Μάνῃ ἐταμιεύετο τὸ εἰδέναι τὰ περιττά. πῶς γὰρ ᾔδει Μάνης, [ὁ] τοῦ σκοποῦ τοῦ ἰδίου ἐκπεσών; ἐπεβάλετο γὰρ ἵνα τὸν Μάρκελλον χειρώσηται· ἤρχετο πρὸς τὸν Ἀρχέλαον, ἵνα αὐτὸν ἡττήσῃ, καὶ οὐ δεδύνηται. πῶς οὖν ἀγνοῶν τὸ πρόσφατον δύναται εἰδέναι περὶ τῶν μειζόνων;
PG 42:123πῶς δὲ οὐκ ἔλαθε τὰς χεῖρας τοῦ βασιλέως τῶν Περσῶν, ὡς ὅτε ἁλοὺς ἔδωκε δίκην, ἀλλ’ ἵνα καταφανῇ τοῖς σύνεσιν κεκτημένοις κατὰ πάντα ψευδόμενος. 62. Πάλιν δὲ βούλεται φέρειν μαρτυρίαν, ἵνα παραστήσῃ τὴν παρ’ αὐτῷ λεγομένην δυάδα καὶ διέλῃ ἀνὰ μέσον τῶν δύο ἀρχῶν, κενῶς ἐν τῷ εἰπεῖν τὸν σωτῆρα «οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς κακοὺς ποιῆσαι, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιῆσαι· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται». καὶ ὅρα μοι τὴν ἐλαφρὰν διάνοιαν καὶ μηδὲν ἐν βάθει τὰ τῆς θείας γραφῆς κατανοοῦσαν. εἰ μὲν γὰρ δένδρα εἰσίν, ἄρα καὶ γεωργὸν ἔχουσι, καὶ φυτὰ τυγχάνοντα καὶ πάντως ὑπό τινός εἰσι πεφυτευμένα. πᾶν δὲ τὸ πεφυτευμένον οὐκ ἔστιν ἄναρχον, ἀλλὰ ἀρχὴν ἔχει. ἀρχὴν δὲ ἔχον καὶ τέλος ὑφέξει. τοίνυν τὸ σαπρὸν δένδρον οὐκ ἦν ἀεί, ἀλλὰ πεφύτευται, καὶ τὸ ἀγαθὸν δένδρον τοῦτο οὐ περὶ πάσης τῆς ἄνωθεν ἀγαθότητος διηγεῖταιἐκεῖ γὰρ ἄψευστος ἀγαθότης, μεταβολὴν μὴ ἔχουσα καὶ ἐν τιμῇ ἀνεκλαλήτῳ τοῦ ὄντος ἁγίου θεοῦ τὸ διανόημα. εἰς δὲ τὴν περὶ φυτῶν ἐνέργειαν ἴδωμεν εἰ οὕτως ἔχει καὶ λάβωμεν λέγειν.
εἰ μὲν γὰρ περὶ τοῦ διαβόλου ἐστὶν ὁ λόγος, ἤδη πολλάκις ἐδείξαμεν ὅτι οὐ πονηρὸς γεγένηται· οὐδὲν γὰρ φαῦλον ὁ θεὸς ἐποίησε καὶ τοῦτο τοῖς συνετοῖς ἐστι κατάδηλον. εἰ γὰρ κατὰ τῶν αὐτῶν φερόμεθα, οὐδὲν λυπήσει ἀποδεῖξαι καὶ ἐν τῷ παρόντι τὸν περὶ τῆς ἀληθείας λόγον. ἐν τῇ ἀρχῇ τοίνυν φαῦλος οὐκ ἦν, ἀπέβη δὲ φαῦλος. ἰδοὺ οὐ συσταθήσεται ἐν τῷ μέρει τούτῳ ὁ περὶ τοῦ φυτοῦ λόγος. ὁρῶμεν γὰρ καὶ Σαῦλον διώκτην γενόμενον, ὕστερον δὲ διωκόμενον ὑπὲρ τοῦ ὀνόματος οὗ ποτε ἐδίωκεν. ὁρῶμεν τὸν Ἰούδαν ἐκλελεγμένον σὺν τοῖς δώδεκα ἀποστόλοις καὶ ὕστερον ἀποβάντα [φαῦλον] καὶ ἐν μερίδι πονηρᾷ τεταγμένον. ὁρῶμεν Ῥαὰβ τὴν πόρνην ἀλλοτρίαν οὖσαν τοῦ γένους Ἰσραήλ, ὕστερον δὲ μετανοήσασαν καὶ λαβοῦσαν θεοῦ τὸν ἔλεον. ὁρῶμεν τὸν λῃστὴν ἐπὶ κακουργίᾳ ἁλόντα καὶ κρεμασθέντα ἐπὶ τοῦ ξύλου καὶ ἐξομολογησάμενον καὶ ἅμα τῷ κυρίῳ ἐν τῷ παραδείσῳ εἰσεληλυθότα. ὁρῶμεν Νικόλαον καλὸν ὄντα καὶ ἐκλελεγμένον, ὕστερον δὲ ἀποβάντα πονηρὸν καὶ ἐν τοῖς αἱρεσιάρχαις ταχθέντα. καὶ τί μοι τὰ πλήθη λέγειν; τί οὖν ἐστι τὸ φυτὸν τοῦτο τὸ πονηρὸν ἀφ’ οὗ ἀγαθὸν οὐ γίνεται; ἀλλὰ πάλιν πράξεις εἰσὶν ἀνθρώπων.
PG 42:125οὐ δύναται γὰρ ἐκ πορνείας ἀγαθότης εἶναι· οὐ δύναται ἐκ φθόνου πονηρίας δικαιοσύνη, οὐ δύναται ἐκ μοιχείας ἔπαινος γενέσθαι. αὐτὸ γὰρ τὸ τῆς ἁμαρτίας δένδρον οὐ δύναται δι’ ἀγαθότητος γενέσθαι, τουτέστιν οὐ ποιεῖ δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς, οὐδὲ ἀγαθοῦ δένδρου καρποὺς πονηροὺς γενέσθαι οἷόν [τέ ἐστιν]· τὸ ἀγαθὸν δένδρον τὸ μὴ ποιοῦν καρποὺς πονηροὺς ξενοδοχία γινομένη [κἄν τε ὅσα [κακὰ] ἀποβῇ ἀπὸ τῆς ξενοδοχίας, οὐχ ἕνεκεν [τούτου] φαυλότητος ἔχει τὴν δύναμιν] ἐλεημοσύνη, ἁγνεία διὰ θεόν, ἐγκράτεια διὰ τὸν δεσπότην, δικαιοσύνη διὰ τὸν νόμον. Ταῦτα τὰ δύο δένδρα περὶ δικαιοσύνης καὶ περὶ ἁμαρτίας [τοῦτον] ἔχει τὸν τρόπον· ὡς δὲ οὗτος ὁ βάρβαρος Μάνης διανοεῖται, περὶ θεοῦ βούλεται λέγειν καὶ περὶ τοῦ διαβόλου. καὶ ὅτι περὶ θεοῦ οὐδεὶς δύναται τολμῆσαι καὶ εἰπεῖν ὅτι κακὸν ποιήσει ποτέ [μὴ γένοιτο], καὶ οὔτε περὶ τοῦ διαβόλου, ὅτι ἀγαθὸν ἐργάζεται, τοῦτο δῆλον. ἀλλὰ διὰ θεοῦ πάντα γίνεται τὰ ἀγαθά. καὶ φαῦλον ἐξ αὐτοῦ οὐδὲν κέκτισται οὐδὲ γίνεται.
εἰ δὲ ἐκ διαβόλου ἐνεργεῖται πονηρά τινα, ἰδοὺ εὑρήκαμεν καὶ δι’ αὐτοῦ στέφανον πλεκόμενον ἁγίοις καὶ βραβεῖον διδόμενον τοῖς νενικηκόσι. καὶ διέπεσεν ὁ αὐτοῦ λόγος. τὸ γὰρ σαπρὸν δένδρον καὶ ἀγαθὸν δένδρον περὶ ἀγαθῶν ἔργων τυγχάνει καὶ περὶ φαύλων καὶ οὐκ ἔστι περὶ παλαιᾶς διαθήκης καὶ καινῆς, καθὼς βούλεται ὁ [τοῦ] Μάνη[ς], λόγος. 63. Ἔτι δὲ ὁ αὐτὸς βουλόμενος παριστᾶν τὰς περὶ τῶν δύο ἀρχῶν προφάσεις θηρώμενος μεθοδεύεται τὰς αὐτῷ δοκούσας λέξεις [οὐχ] οὕτως ἐχούσας, ὅτι, φησί, τοῖς Ἰουδαίοις ἔλεγεν «ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ· ἐκεῖνος ἀνθρωποκτόνος ἦν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». βούλεται δὲ βλασφημεῖν καὶ λέγειν τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς πατέρα εἶναι τοῦ διαβόλου, μηδαμῶς δυνάμενον ὅλως ἐπὶ τοῦτο τὸ ῥητὸν φέρεσθαι. εἰ γὰρ ὅλως τοῦ διαβόλου υἱοί εἰσι, διέπεσεν ὁ κατ’ αὐτὸν λόγος καὶ ἑαυτῷ ἀντιμάχεται ὁ Μάνης ἀγνοῶν. ἀφωρίσθησαν γὰρ λοιπὸν αἱ αὐτῶν ψυχαὶ ἐκ διαβόλου γεγενημέναι, καὶ οὐκέτι εἰσὶν ἀπὸ τῆς ἄνωθεν δυνάμεως κατὰ τὸν αὐτοῦ μῦθον ἢ οὔκ εἰσι μέρος τοῦ φωτὸς ἢ πανοπλίας τοῦ αὐτοῦ ἢ τοῦ στύλου τοῦ φωτὸς ἢ μητρὸς τῆς ζωῆς.
PG 42:127εἰ δὲ ὅλως αὐτοὶ τοῦ διαβόλου [εἰσίν], ἄρα καὶ ὁ Ἀβραὰμ ὁ τούτων πατήρ, οὗ σπέρμα τυγχάνουσιν αὐτοὶ οἱ Ἰουδαῖοι, καὶ αὐτὸς τοῦ διαβόλου ἐστὶ κατὰ τὸν τοῦ Μάνη λόγον. πῶς οὖν ὁ σωτὴρ [ἐ]λεγκτικῶς λέγει αὐτοῖς «ὑμεῖς οὐκ ἐστὲ τέκνα τοῦ Ἀβραάμ, ἀλλὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου. εἰ γὰρ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα αὐτοῦ ἐποιεῖτε. ὑμεῖς γὰρ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν λελάληκα ὑμῖν. τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε». καὶ ὁρᾷς ὅτι καταχρηστικός ἐστιν ὁ λόγος, αὐτῶν [γὰρ] ὄντων υἱῶν τοῦ Ἀβραὰμ καὶ τοῦ κυρίου ἀπαλλοτριούντων ἑαυτοὺς διὰ τῶν ἔργων, οὐχὶ διὰ τοῦ πλάσματος, ἢ διὰ τῆς ποιήσεως [ἤδη δὲ καὶ ἄνω διηγησάμεθα περὶ τούτου]· πῶς οὖν τὸ μέρος τοῦ αὐτοῦ σπέρματος ἔσται ποτὲ μὲν ἀλλότριον καὶ τοῦ διαβόλου, ποτὲ δὲ μέρος θεοῦ; ἀλλὰ τοῦτο ἐγκληματικῶς διηγεῖται. ᾧ γάρ τις ἑαυτὸν ὑποτάσσει, τούτου δοῦλος τυγχάνει κατὰ τὴν ἐνέργειάν τε καὶ διδασκαλίαν, ὡς καὶ ὁ Παῦλός φησι «εἰ γὰρ καὶ πολλοὺς διδασκάλους ἔχετε, ἀλλ’ οὐ πολλοὺς πατέρας. ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα». καὶ ὁρᾷς ὅτι τὴν διδασκαλίαν λέγει;
καὶ εἰ μὲν ὁ Μάνης ἐδέχετο τὸν Ἀβραάμ, ἐλέγομεν ἂν τὸν μὲν Ἀβραὰμ τοῦ θεοῦ τοῦ φωτός, τοὺς δὲ ὑπ’ αὐτοῦ γεγεννημένους ἄλλου. ἡ δὲ ὑπόθεσις τοῦτον ἔχει τὸν τρόπον. ἐμιμοῦντο τὸν φονέα, ἐμιμοῦντο τὴν παράδοσιν τοῦ Ἰούδα, κατεδέξαντο τὴν διαβολὴν τοῦ προδότου, υἱοὶ γεγόνασι τῆς αὐτοῦ ἐπαρνησιθεί̈ας, αὐτὸς ψεύστης ἐγένετο, «τὸ γλωσσόκομον κατέχων καὶ κλέπτων», καὶ λέγων αὐτῷ «χαῖρε Ῥαββί», καὶ ἐλεγχόμενος καὶ ἀκούων, «ἑταῖρε, ἐφ’ ᾧ πάρει;» οὗτος ὁ Ἰούδας ἐμιμήσατο τὸν Κάϊν, ἐπειδὴ ἀνθρωποκτόνος ἐγένετο, ψευδόμενον ἐναντίον τοῦ κυρίου καὶ λέγοντα «μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστι». καὶ αὐτὸς κατὰ μίμησιν υἱὸς [τοῦ διαβόλου] γεγένηται καὶ κατὰ θεωρίαν τῆς ἐν τῷ ὄφει λαλησάσης ψευδηγόρου φωνῆς τῆς λεγούσης «ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν». τοῦτ’ ἔστι τὸ ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ σωτῆρος εἰρημένον «ὑμεῖς υἱοί ἐστε τοῦ διαβόλου»· λέγει γάρ «οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην; εἷς ἐξ ὑμῶν ἐστι διάβολος», ἐπειδὴ «ἀπ’ ἀρχῆς ψεύστης ἐστὶ καὶ ἀνθρωποκτόνος, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». καὶ λέλυται ἡ [περὶ] τούτου ζήτησις.
οὐ γὰρ τοῦ διαβόλου ἦσαν τέκνα οἱ Ἰουδαῖοι, μὴ γένοιτο. λέγει γὰρ ἡ Σαμαρεῖτις πρὸς τὸν σωτῆρα ὅτι «ὧδε ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν οἱ πατέρες ἡμῶν, καὶ ὑμεῖς δὲ λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν». εἶτα μετὰ πολλὰ ὁ σωτὴρ [πρὸς] αὐτὴν ἔφη ὅτι «ἃ οἴδαμεν λαλοῦμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί». καὶ πάλιν ὁ ἀπόστολος «δῆλον ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος». καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν καὶ ἐλέγχειν τὴν πλάνην τούτου. 64. Πάλιν δὲ ἐπιλαμβάνεται τῆς λέξεως ταύτης ὅτι «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν,» ὅτι, φησίν, ἐδίωκε τὸ σκότος τὸ φῶς, ὡς τῶν πονηρῶν ἀρχόντων διωκόντων καὶ πολεμούντων τὴν θεότητα. εἰ δὲ πολεμούμενον τὸ φῶς διώκεται ὑπὸ τοῦ σκότους, ἄρα δυνατώτερόν ἐστι τοῦ φωτὸς τὸ σκότος, ἐπειδὴ ἀποδιδράσκει ἀπὸ προσώπου τοῦ σκότους καὶ οὐχ ὑφίσταται στῆναι ἰνδαλλόμενον διὰ τὸ δυνατώτερον σκότος. ἀλλ’ οὐχ οὕτως ἔχει. οὐδὲ γὰρ τὸ φῶς φεύγει ἀπ’ ἔμπροσθεν τοῦ σκότους, ἀλλὰ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν».
PG 42:129εἰ δὲ σκοτία οὐ κατέλαβε τὸ φῶς, πολὺ τοῦτο διαλλάττει παρὰ τὸν νοῦν τοῦ Μάνη, τοῦ λέγοντος ὅτι οὐ μόνον κατείληφεν, ἀλλὰ καὶ πανοπλίαν παρ’ αὐτοῦ ἀφήρπασε. πῶς τοίνυν [τὸ] παρ’ αὐτῷ καταγγελλόμενον ἡρπακέναι πανοπλίαν οὐδ’ ὅλως κατέλαβε τὸ φῶς; πῶς δὲ τὸ φῶς διωκόμενον αὐτοπροαιρέσει φαίνει ἐν τῷ σκότει; ἀλλ’ ἐπειδὴ ἐσκοτισμέναι ἦσαν αἱ διάνοιαι τῶν ἀνθρώπων διὰ τὴν θόλωσιν τῆς ἁμαρτίας, ἀπέστειλεν ὁ θεὸς πρῶτον τὸν νόμον, φωτίζων ὡς ἐν λύχνῳ παραφαίνοντι, ὥς φησιν Πέτρος ἐν τῇ ἐπιστολῇ «προσέχοντες τῷ προφητικῷ λόγῳ ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως φωσφόρος ἀνατείλῃ καὶ ἡμέρα καταυγάσῃ ἐν ταῖς καρδίαις ὑμῶν». ἐκεῖθεν γὰρ τὸ φῶς ἐν τῷ σκότει φαίνει, ὁ νόμος δοθεὶς «ἐν χειρὶ μεσίτου» διὰ τοῦ πιστοῦ θεράποντος τοῦ θεοῦ Μωυσέως.
διὰ τοῦτο ἐπειδὴ ἀπὸ τῶν ἀνέκαθεν πρῶτον ἦν τὸ φῶς φαῖνον ὥσπερ σπινθὴρ ἐν τῷ νόμῳ τῷ κατὰ φύσιν, ὃ θεασάμενος Ἐνὼχ εὐηρέστησε τῷ κυρίῳ, δι’ οὗ καθοδηγούμενος ὁ Ἄβελ εὐηρέστησε τῷ κυρίῳ, δι’ οὗ εὗρε Νῶε χάριν ἐνώπιον τοῦ θεοῦ κατανοήσας τὴν ὁδόν, δι’ οὗ Ἀβραὰμ ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἶτα παρελθὸν τὸ φῶς ἀπὸ σπινθηροειδοῦς τρόπου προσέθετο φαιδρότητι «λύχνου φανέντος ἐν αὐχμηρῷ τόπῳ»· τουτέστι «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει», ἡ ἐντολὴ τοῦ θεοῦ καὶ ἡ κατὰ τὴν ἀγαθότητα διάνοια, φωτίζουσα ἐν καρδίᾳ πιστῶν, ἀνὰ μέσον τῆς τεθολωμένης διανοίας [διὰ] τῶν ἐν τοῖς ἀνθρώποις γεγονότων φαύλων καὶ κακῶν πραγμάτων, εἰδωλολατρείας τε καὶ ἐπαρνησιθεί̈ας, φόνων τε καὶ μοιχείας καὶ τῶν ἄλλων. ὅτε δὲ ἦλθεν ὁ μέγας φωστήρ, «τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόςμον· ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· ὁ εἰς τὰ ἴδια ἐλθών, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». καὶ ὁρᾷς τοῦτο τὸ φῶς ἐν ποίᾳ σκοτίᾳ φαίνει καὶ ποία σκοτία αὐτὸ οὐ κατέλαβεν;
ὅτι τὸ ἀγαθόν, ἀεὶ παρὰ θεοῦ πεμπόμενον τῇ διανοίᾳ τῶν ἀνθρώπων καὶ φωτίζον ἐν τῷ κόσμῳ, ὑπὸ τῆς ἁμαρτίας οὐχ ἥττηται. 65. Τὸ ὅμοιον δὲ πάλιν ἐπιλαμβάνεται ὁ αὐτὸς Μάνης ἀπὸ τοῦ τὸν σωτῆρα εἰρηκέναι «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς ἔσπειρε [εἰς] τὸν ἀγρὸν αὐτοῦ καλὸν σπέρμα. καὶ καθευδόντων τῶν ἀνθρώπων ἐχθρὸς ἄνθρωπος ἦλθε καὶ ἔσπειρε ζιζάνια. εἶτα λέγουσιν αὐτῷ οἱ δοῦλοι αὐτοῦ· οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ; ὁ δὲ ἔφη, ναί. πόθεν οὖν τὰ ζιζάνια; ὁ δὲ ἀποκρινάμενος εἶπεν, ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι πρὸς αὐτὸν εἶπον· θέλεις οὖν ἀπελθόντες ἐκριζώσωμεν τὰ ζιζάνια; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· οὔ, μή πως ἐκριζοῦντες τὰ ζιζάνια ἐκριζώσητε καὶ τὸν σῖτον. ἀλλ’ ἄφετε ἕως καιροῦ τοῦ θερισμοῦ, καὶ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε τὰ ζιζάνια καὶ δήσατε δεσμάς, τὸν δὲ σῖτον ἀπόθεσθε ἐν τῇ ἀποθήκῃ, καὶ ἑτοιμάσατε τὰ ζιζάνια εἰς τὸ κατακαῆναι πυρὶ ἀσβέστῳ». τῶν δὲ μαθητῶν αὐτοῦ ἐπὶ τῆς οἰκίας λεγόντων· «εἰπὲ ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων», ὁ δὲ ἐπιλύει καὶ οὐ κρύπτει, ἵνα μὴ συγχωρήσῃ τῷ ἀπατεῶνι κατὰ τῆς ἀληθείας λαβὴν ἔχειν.
PG 42:131ἀποκρίνεται οὖν σαφῶς ὁ κύριος καὶ λέγει «ὁ τὸ καλὸν σπέρμα σπείρας ἐστὶν ὁ θεός. ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος, τὰ ζιζάνιά εἰσιν οἱ πονηροὶ ἄνθρωποι, ὁ ἐχθρὸς ἄνθρωπός ἐστιν ὁ διάβολος, οἱ θερισταί εἰσιν οἱ ἄγγελοι, ὁ θερισμός ἐστιν ἡ συντέλεια τοῦ αἰῶνος, ὁ σῖτός ἐστιν οἱ καλοὶ ἄνθρωποι. ὅτε ἀποστέλλει ὁ κύριος τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάγουσι τοὺς ἁμαρτωλοὺς ἀπὸ τῆς αὐτοῦ βασιλείας καὶ παραδιδόασιν αὐτοὺς εἰς τὸ καῆναι». καὶ θεωρεῖτε, υἱοὶ τῆς ἀληθείας, ὅτι αὐτὰ ἃ βούλεται λέγειν καθ’ ἑαυτοῦ προβάλλεται οὗτος ὁ ἀνακαινισθεὶς ἡμῖν ἀντὶ τῶν περὶ Ἰαννῆν καὶ Ἰαμβρῆν. αὐτὸς μὲν γὰρ ἀρνεῖται τὸν κόσμον τοῦ θεοῦ εἶναι· ὧδε δὲ ὁ σωτὴρ τὸν κόσμον ἔφη εἶναι τὸν ἀγρόν, τὸν δὲ οἰκοδεσπότην καὶ κύριον τοῦ ἀγροῦ [τὸν θεόν], τουτέστι τὸν αὐτοῦ πατέρα, καὶ αὐτὸν ἐσπαρκέναι τὸ καλὸν αὐτοῦ σπέρμα. καὶ οὐδὲ διεῖλε ψυχὰς ἀπὸ σωμάτων ἢ σώματα ἀπὸ ψυχῶν, ἀλλὰ τὸν μὲν ἐχθρὸν ἄνθρωπον ἔφη ἐσπαρκέναι τὰ ζιζάνια, ἅ εἰσιν οἱ πονηροὶ ἄνθρωποι, ἀνθρώπους δὲ οὐ λέγει σώματα κατ’ ἰδίαν [οὐδὲ ψυχὰς κατ’ ἰδίαν], ἀλλὰ ὁμοῦ εἶπε πονηροὺς ἀνθρώπους.
πάλιν δὲ ὡσαύτως τὸ ἀγαθὸν σπέρμα [ὃ] ὁ οἰκοδεσπότης ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ, τοὺς ἀγαθούς φησιν ἀνθρώπους. καὶ οὐκ εἶπε τὰς τούτων ψυχάς, ἀλλ’ ἀγαθοὺς [ἀνθρώπους] σὺν σώματι καὶ ψυχῇ. ἆρα γοῦν διὰ τῆς διδασκαλίας ὁ θεὸς σπείρει τὸ ἀγαθὸν ἐν τοῖς ἀνθρώποις καὶ διὰ τῆς κακομηχανίας ὁ διάβολος ὑποσπείρει τὰ πονηρὰ ἔργα ἐν τοῖς ἀνθρώποις. ἔνθεν δὲ καὶ ἔνθεν οὐ ῥίζαν εὑρήσομεν κακίας, ἀλλ’ ἔργα δι’ ἡμῶν ἐπιτελούμενα· καὶ οὐδὲ ὅλως ὁ θεὸς αἴτιός ἐστι τῶν ἐσπαρμένων ζιζανίων. εὐθὺς γὰρ φράζει λέγων «ἐν τῷ καθεύδειν τοὺς ἀνθρώπους», καὶ οὐκ εἶπεν ἐν τῷ καθεύδειν τὸν οἰκοδεσπότην. ὅταν γὰρ ἡμεῖς ἀποκοιμηθῶμεν ἀπὸ ἀγαθῶν ἔργων, ὅταν ἀμελήσωμεν τῆς δικαιοσύνης, ὅταν τὸν νοῦν μὴ ἐγρήγορον ποιήσωμεν πρὸς τὴν τοῦ θεοῦ ἐντολήν, τότε σπείρονται [ἐν ἡμῖν] τὰ ἁμαρτήματα. ὁρᾷς ὅτι οἱ θερισταὶ ἑτοιμάζουσι τὰς δεσμὰς εἰς τὸ πῦρ τὸ αἰώνιον; λέγε μοι, ὦ Μάνη, ψυχὰς ἐκεῖ δεσμεύουσιν ἢ σώματα ἄνευ ψυχῶν καίουσιν ἢ καὶ τὰς ψυχάς; οὐκέτι γὰρ σταθήσεται ὁ περὶ καθαρισμοῦ σου τῶν ψυχῶν λόγος, ὁπότε εἰς τιμωρίαν καὶ κρίσιν παραδοθήσονται. ἀλλὰ ἀρκέσει περὶ τούτων ἕως τῶν ἐνταῦθα.
PG 42:133τοῖς γὰρ συνετοῖς φαίνεται τὰ ῥητὰ τῆς ἀληθείας. 66. Ἐπιλαμβάνεται πάλιν ἑτέρου ῥητοῦ, εἰς μέσον φέρων καὶ μὴ νοῶν τὰ ἐν αὐτῷ ἐγκείμενα, ἑτέρως [δὲ] παρερμηνεύων τῆς σωτηριώδους διδασκαλίας τὴν δύναμιν τὸ δὴ εἰρηκέναι τὸν σωτῆρα ὅτι «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐδὲν τῶν αὐτοῦ εὑρίσκει», [καὶ πάλιν· «ὁ ἄρχων τοῦ κόσμου βληθήσεται κάτω»] καὶ πάλιν παρὰ τῷ ἀποστόλῳ ὅτι «ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, πρὸς τὸ μὴ καταυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης». ἴδωμεν τοίνυν τὸν ἄρχοντα τοῦ κόσμου τούτου, περὶ οὗ ὁ κύριος λέγει, [εἰ] βληθήσεται κάτω· [ἐπιφέρει γάρ] «ἐὰν δὲ ἐγὼ ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν»· τίνα [οὖν] λέγει ἄρχοντα τοῦ κόσμου τούτου; καὶ εἰ μὲν τὸν διάβολον λέγει, πῶς ὁ Ἰωάννης ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ σωτῆρος λέγει ὅτι «εἰς τὰ ἴδια ἦλθεν»; ὁρῶμεν γὰρ τὰς δύο λέξεις ταύτας ἀντιθέτους πρὸς ἀλλήλας· ὁ ἀπόστολος γάρ φησιν «ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται» καὶ «ἐν τῷ κόσμῳ ἦν» ὁ σωτήρ. πῶς ἄρα οἱ ἀμφότεροι χωρηθήσονται;
εἰ ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, ποῦ τόπος τῷ σωτῆρι ἐν τῷ κόσμῳ ἐστὶν [τοῦ] εἶναι αὐτὸν «ἐν τῷ κόσμῳ»; καὶ εἰ «ἴδια» τυγχάνει τοῦ υἱοῦ τοῦ θεοῦ τὰ τοῦ κόσμου, ποῖος ἄρχων κυριεύει τῶν τοῦ θεοῦ ἰδίων; εἰ δὲ οὐκ ἔστιν ἴδια τοῦ υἱοῦ τοῦ θεοῦ τὰ ἐν τῷ κόσμῳ, ποῖος ἄρχων τοῦ κόσμου συνεχώρει ἴδια εἶναι τοῦ σωτῆρος τὰ ἐν τῷ κόσμῳ; καὶ εἰ τοῦ υἱοῦ τοῦ θεοῦ τυγχάνει ὁ κόσμος, πῶς συνεχώρει ἄρχοντι τὸν ἴδιον κόσμον κατέχειν; εἰσὶ δὲ πάντες οἱ λόγοι τῆς θείας γραφῆς ἐν σοφίᾳ εἰρημένοι, καθὼς αὐτὸς ὁ κύριος λέγει «ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης μὴ ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν· καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς». πῶς δὲ ἡ σοφία ἐδικαιώθη ἀπὸ τῶν τέκνων αὐτῆς; ἀλλὰ τῶν συνιέντων τὰ τῆς σοφίας ῥήματα, ὡς λέγει καὶ ἐν τῷ προφήτῃ «τίς συνετὸς καὶ συνήσει ταῦτα; ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, καὶ ᾧ λόγος σοφίας, καὶ γνώσεται ταῦτα, ἀσεβεῖς δὲ ἀσθενήσουσιν ἐν αὐταῖς». 67.
Ἠσθένησε γὰρ καὶ ἠσέβησεν ὡς ἀληθῶς [ὁ Μάνης] μετὰ τῶν ἀσεβῶν ἐν τοῖς θείοις καὶ ἐπουρανίοις λόγοις. ὁ σωτὴρ γὰρ ἔλεγε πρὸ μικροῦ «ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ», καὶ ὧδε πάλιν «ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται κάτω». καὶ εἰ περὶ τοῦ σατανᾶ ἦν ὁ λόγος τοῦ ἤδη πεπτωκότος, τίς ἦν χρεία πάλιν βάλλεσθαι κάτω; ἀλλὰ πάντως ἐρεῖς εἰς τὴν ἄβυσσον. ποῦ οὖν ἔμελλεν ὑψοῦσθαι ὁ κύριος; εἰ μὲν γὰρ ἀπὸ τῆς ἀβύσσου ἔμελλεν ὑψοῦσθαι, τὸ [γὰρ] ὅμοιον τῷ ὁμοίῳ παρεκτεινόμενον τὰ ἰσόρροπα τῆς φράσεως ἀπεργάζεται. πότε δὲ ἐν τῇ γῇ ὑψώθη; ἔλεγε γὰρ περὶ τοῦ ὑψώματος τοῦ σταυροῦ καὶ περὶ τοῦ εἰς οὐρανὸν ἀνιέναι, ἵνα πάντας ἀνελκύσῃ πρὸς ἑαυτόν. καὶ τίνι λόγῳ ἄνω τυγχάνων οὐκ ἀνείλκυσεν, ἀλλ’ ἐπὶ τῆς γῆς ἐλήλυθεν; ἔδει γὰρ αὐτὸν ἐλθεῖν καὶ τὸ εἶδος τῶν ἀνθρώπων εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα πρῶτον αὐτὸ τὸ σκεῦος τὸ ἅγιον, ὃ ἀπὸ Μαρίας εἴληφεν [ὑψώσῃ ἐν ἑαυτῷ] ἀναπλάσας ἑαυτῷ τὸ ἅγιον σῶμα, θεὸς ἄνωθεν Λόγος ἐλθὼν ἐκ κόλπων πατρῴων, ἵνα ἐν τῷ ἰδίῳ σώματι [ὑψῶσαι ἐν αὐτῷ] ὑψωθεὶς τοὺς ὁμοίους ἑλκύσῃ πρὸς ἑαυτόν. τίς δέ ἐστιν ὁ ἄρχων τοῦ κόσμου τούτου;
PG 42:135ἀλλὰ ὡς λέγει «πᾶς ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται», οὐκ οὐρανὸν λέγων, οὐ τὴν γῆν, οὐχ ἥλιον, οὐ σελήνην, οὐ φυτά, οὐ θάλασσαν, οὐκ ὄρη, οὐκ ἀέρα, οὐ νέφη, οὐκ ἄνεμον, οὐκ ἄστρα, οὐ πτηνά, οὐδέν τι τῶν ἐκτισμένων, μὴ γένοιτο, ἀλλ’ ὁ κόσμος τῶν ἀνθρώπων, ἡ ὑπερηφανία τῆς ἐννοίας, τὸ θράσος τοῦ τύφου, ἡ ἀλαζονεία τῆς τῶν ἀνθρώπων ἐπάρσεως· οὗτος [ἦν] ὁ ἄρχων τοῦ κόσμου τούτου [ὃς] ἐξέπεσε κάτω, [ἡ] ὑπερηφανία. «ὑμεῖς» γάρ φησι «δόξαν παρὰ ἀλλήλων λαμβάνετε, ἐγὼ δὲ οὐ ζητῶ τὴν ἐμαυτοῦ δόξαν». πῶς γὰρ οὐκ ἔπεσεν ἡ ὑπερηφανία, πῶς οὐκ ἐθραύσθη ὁ ἄρχων τοῦ κόσμου, Ἡρῴδου μὲν φυλάττοντος καὶ κρίνοντος τὸν κριτὴν ζώντων καὶ νεκρῶν καὶ κύριον, Πιλάτου δὲ προκαθεζομένου, ὑπηρέτου ῥαπίζοντος τὴν σιαγόνα, Ἰούδα παραδιδόντος, Καϊάφα δικάζοντος, Ἰουδαίων κατεμπτυόντων, στρατιωτῶν κολαφιζόντων κεφαλὴν τοῦ δυναμένου νεύματι εἰλῆσαι οὐρανὸν καὶ γῆν; αὕτη ἡ ὑπερηφανία καὶ τὸ θράσος καὶ ἡ δόξα τῶν ἀνθρώπων τοῦ κόσμου, οὗτος ἦν ὁ ἄρχων τοῦ κόσμου, ὁ πεσὼν χαμαί.
πάντες γὰρ οἱ τῶν ἀξιωμάτων ἐν τῷ κόσμῳ τούτῳ ἐν ὑπεροχῇ τυγχάνοντες τὴν ἀρχὴν ἔχουσι διὰ τῶν φρυαγμάτων, διὰ τοῦ θράσους καὶ κύδους καὶ ὑπερηφανίας, ὧν οὐδὲν ἐν τῷ σωτῆρι εὕρηται. «λίνον γὰρ τυφόμενον οὐ σβέσει καὶ κάλαμον τεθραυσμένον οὐ κατεάξει.» 68. Καὶ πολλά μοι ἔστι περὶ τούτου λέγειν. πάλιν δέ φησιν ὁ αὐτὸς Μάνης ὅτι «ὁ θεός» φησί «τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, τοῦ μὴ καταυγάσαι εἰς τὸν φωτισμὸν τοῦ εὐαγγελίου». εἰ ἔνι [ὁ] θεὸς τοῦ κόσμου τούτου, τί ἄρα ἐλθὼν ὁ σωτὴρ ἐποίει εἰς τὰ ἀλλότρια; καὶ εἰ μὲν τῶν ἀλλοτρίων ἐφίετο, οὐκ ἔστι τοῦτο ἀγαθοῦ οὔτε δικαίου· εἰ δὲ ἕνεκεν τοῦ σῶσαι ἦλθεν οὐκ ἴδια, ἀλλ’ ἀλλότρια, τοῦτο καὶ κόλακος τυγχάνει τινὸς βουλομένου προσεπαίρειν τοὺς τοῦ πέλας. καὶ εἰ ὅλως τὰ τοῦ θεοῦ τοῦ αἰῶνος τούτου ἦλθε σῶσαι, ἄρα αὐτῷ τῷ θεῷ τοῦ κόσμου τὴν χάριν κατατίθεται, ἴδια αὐτοῦ σκεύη πειρώμενος σῴζειν. καὶ εἰ ὅλως συγκατατίθεται ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐπὶ τοῖς αὐτοῦ διὰ τοῦ σωτῆρος σῳζομένοις, ἄρα ἀγαθός ἐστιν, εἰ καὶ μὴ δύναται σῴζειν, χαίρων ἐπὶ τῇ τῶν ἰδίων σωτηρίᾳ.
καὶ ἔσται λοιπὸν μία κοινωνία τῆς ἀγαθότητος, ὅτι ὁ μὲν δυνάμενος σῴζει, ὁ δὲ μὴ δυνάμενος τὰ ἴδια σῴζειν χαίρει ἐπὶ τοῖς σῳζομένοις, κέρδος τὰ ἴδια ἡγούμενος παρὰ τοῦ καλῶς σῴζοντος σῳζόμενα ἔχειν. καὶ εἰ ὅλως οὐκ ἐναντιοῦται τῷ βουλομένῳ τὰ ἴδια σῴζειν, καὶ χάριν ὁμολογήσει. εἰ δὲ χάριν ὁμολογεῖ, πρῶτον [ὁ σωτὴρ] αὐτὸν σῴσει οὗ οἱ σῳζόμενοι, ἵνα δείξῃ ἐπ’ αὐτῷ σῳζομένῳ τὴν αὐτοῦ ἀγαθότητα καὶ [ὅτι] οὐ τοὺς μικροὺς μᾶλλον βούλεται σῴζειν καὶ ἐᾶν τὸν ἀναγκαῖον, ἐξ οὗπερ οἱ σῳζόμενοι γεγόνασιν. ἢ ἄλλως πάλιν· εἰ μὲν βούλεται αὐτὸν μὴ σῴζειν, τοὺς δὲ ὑπ’ αὐτοῦ [γεγενημένους] σῴζει, ἄρα οὐ τέλειον ἀπεργάζεται, οὐδὲ δύναται τὸ ἀγαθὸν ἐργάσασθαι ἐν τελειότητι. εἰ δὲ διὰ τὸ εἶναι αὐτὸν φύσεως μὴ σῳζομένης αὐτὸν μὲν ἀδυνάτως ἔχει σῴζειν, τοὺς δὲ ὑπ’ αὐτοῦ γεγενημένους σῴζει, πολλῷ μᾶλλον οἱ ἐξ αὐτοῦ γεγενημένοι σαθρότεροι αὐτοῦ ὑπάρχουσι καὶ ἀδυνάτως ἔχουσι πρὸς σωτηρίαν. καὶ ἄλλως δέ·
PG 42:137εἰ μὲν ἴδιά τινα μὴ ἔχων σῴζειν εἰς τὰ ἀλλότρια ἦλθεν ἐπιδείξεως χάριν, [τοῦ] τὴν αὐτοῦ βοήθειαν δεῖξαι, πολλὴ ἡ ἀπορία ἡ μὴ δυναμένη ἴδια σῴζειν καὶ εἰς τὰ ἀλλότρια ἐπιδημοῦσα, ὅπως ἐνδείξηται τὸ ἔργον, ὃ ἐν τοῖς ἰδίοις ἀδυνάτως ἔσχεν ἐπιδείξασθαι. καὶ ἤδη διέπεσεν ὁ περὶ τοῦ σωτῆρος καὶ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ὑπὸ τοῦ Μάνη εἰρημένος λόγος, καὶ ἔσται τῷ ὄντι ὁ θεὸς τοῦ αἰῶνος τούτου οὐ θεὸς παρηλλαγμένος παρὰ τὸν ὄντα ἄλλος, οὐδὲ ἐνυπόστατος θεὸς ἄλλος, μὴ γένοιτο· θεὸς γὰρ ὁ πάντων δεσπότης, ὁ τὸν κόσμον ποιήσας, εἷς ἐστι θεός, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ οὐδέποτε διαλείπει. 69. Περὶ οὗ δὲ ὁ ἀπόστολος λέγει, ὃν ᾑρέτισαν τὸν θεὸν ἑαυτῶν εἶναι οἱ ἄπιστοι, οὐ μόνον λέγω ἕνα θεὸν εἶναι τοῦ αἰῶνος τούτου, μὴ γένοιτο, ἀλλὰ καὶ πολλούς, οἷς ἑαυτοὺς ὑπέταξαν οἱ ἄπιστοι καὶ ἐτυφλώθησαν τὴν διάνοιαν, ὡς καὶ ἐν ἄλλῳ τόπῳ λέγει «ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν» καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν» φησίν, εἶτα μετὰ πολλά, ἵνα δείξῃ τίνες εἰσὶν οἱ δύο κύριοι, φησίν «οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ».
ἄρα οὖν ὁ θεὸς θεὸς καὶ μαμωνᾶς θεὸς τοῦ κόσμου. διὰ γὰρ τοῦ μαμωνᾶ καὶ τῆς κοιλίας, τῶν δύο τούτων, ἡ πλείστη φύσις τῶν ἀνθρώπων τυφλώττει δελεαζομένη, οὐχ ὑπὸ θεοῦ λαβοῦσα τὴν πρόφασιν, ἀλλὰ διὰ τῆς ἰδίας κακομηχανίας, ὡς ἕκαστος ὀρεγόμενος ἐπὶ τῇ ἀπιστίᾳ ἑαυτὸν παραδίδωσιν ὑποχείριον πάντων. ὅθεν καὶ ὁ ἀπόστολος λέγει «ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία». καὶ διὰ τοῦτο ἐπαρᾶται κακῇ προλήψει θεοποιίας λέγων «τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει», ἐπαρώμενος γαστρὸς ἐπιθυμίαις. ὁ θεὸς τοίνυν τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ εὑρίσκεται ὁ γραμματεὺς πρῶτος καὶ δεύτερος λέγων «τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ ἔφη· τίμα τὸν πατέρα καὶ τὴν μητέρα κατὰ τὸ γεγραμμένον». οὐ γὰρ ἦν ἀλλότρια τὰ τοῦ νόμου· ὡς αὐτὸς ὁ κύριος διδάσκει ζωῆς κληρονομίαν εἶναι τὴν παραφυλακὴν τοῦ νόμου. εἶτά φησι «ταῦτα πάντα ἐποίησα ἐκ νεότητός μου». καὶ ἀκούσας «ἐχάρη», ἵνα δείξῃ τὰς ἐντολὰς τοῦ νόμου οὐκ ἀλλοτρίας τῆς αὐτοῦ θεότητος ὑπαρχούσας·
PG 42:139διὰ γὰρ τοῦ εἰπεῖν ὅτι ἐχάρη συγκατάθεσιν ἐποιήσατο παλαιᾶς διαθήκης πρὸς νέαν διαθήκην. ἀλλά φησι «τί ἔτι ὑστερῶ»; καί φησι πρὸς αὐτὸν «εἰ θέλεις τέλειος γενέσθαι, πώλησον τὰ ὑπάρχοντά σοι καὶ δὸς πτωχοῖς, καὶ λάβε τὸν σταυρόν σου καὶ ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. ὁ δὲ ἀπῆλθε λυπούμενος. ἦν γὰρ πλούσιος σφόδρα». εἶτα ὁ κύριος ἔφη «εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». οὐ δύνανται γὰρ [οἱ πλούσιοι] εἰσελθεῖν, ὅτι ἐτυφλώθησαν ὑπὸ τοῦ θεοῦ τοῦ αἰῶνος, ἡγησάμενοι τὸν μαμωνᾶν ἑαυτῶν θεὸν καὶ ἑαυτοὺς ὑποχειρίους πεποιηκότες τῷ θεῷ τοῦ αἰῶνος τούτου τουτέστι τῇ φιλαργυρίᾳ. ὡς λέγει «προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις,» καὶ ἐν ἄλλῳ τόπῳ «ἥτις ἐστὶ φιλαργυρία». καὶ ἵνα δείξῃ ταύτης τὸ ἀποτέλεσμα καὶ τὸ ἔργον, λέγει «ὁδηγοί εἰσι τυφλοὶ [τυφλῶν]. τυφλὸς δὲ τυφλὸν ὁδηγῶν, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται».
ἐπειδὴ γὰρ ἐτύφλωσεν αὐτοὺς ἡ φιλαργυρία, ὁ θεὸς τοῦ αἰῶνος τούτου, καὶ οὐ «κατηύγασεν ὁ φωτισμὸς τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν,» διὰ τὸ τετυφλῶσθαι περὶ τὴν φιλαργυρίαν. αὕτη γὰρ καὶ τὸν Ἰούδαν ἐτύφλωσεν, αὕτη καὶ τοὺς περὶ Ἀνανίαν ἀπέκτεινεν, αὕτη πολλοὺς ἠφάνισεν. οὗτός ἐστιν ὁ θεὸς τοῦ αἰῶνος τούτου, ὃν αἱρησάμενοι θεὸν οἱ ἄνθρωποι ἐπελάβοντο τῆς πρὸς αὐτὸν τιμῆς καὶ κατεφρόνησαν τοῦ κυρίου, ὡς λέγει «τοῦ μὲν ἑνὸς ἀνθέξεται, τοῦ δὲ ἑτέρου καταφρονήσει· οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». καὶ ὁρᾷς ῥητῶς καὶ σαφῶς τὸ πρᾶγμα ἑρμηνευόμενον· οὐδεὶς γὰρ ἔνι ἕτερος θεός, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῇ γῇ, οὐκ ἐν πᾶσι χωρίοις, ἀλλὰ «εἷς πατὴρ ἐξ οὗ τὰ πάντα καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα», καὶ ἓν πνεῦμα τὸ ἅγιον, ἐν ᾧ τὰ πάντα, ἀεὶ οὖσα ἡ τριάς, μία ἡ θεότης καὶ μηδέποτε προσθήκην λαμβάνουσα, οὐδὲ ἀφαίρεσιν ἐνδεχομένη. 70.
Ἴωμεν δὲ ἐφ’ ἕτερα πάλιν καὶ τὰ δίκτυα τούτου τοῦ θηρὸς καὶ ἐχθροῦ καὶ ἐκδικητοῦ διασπασώμεθα, ἀγαπητοί, ἐπὶ τὴν φράσιν τῆς ἀληθείας τὰ ὑπ’ αὐτοῦ ξενολεκτούμενα φέροντες τοῖς βουλομένοις τὰ τῆς ἀληθείας καταμαθεῖν καὶ ἀποτρέπεσθαι τὸν νοῦν ἀπὸ κακοδιδασκαλίας πάσης αἱρέσεως. ἐπιλαμβάνεται γὰρ τοῦ νόμου πάλιν καὶ τῶν προφητῶν, ἐχθρὸς ὢν τῆς ἀληθείας καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἐν νόμῳ καὶ ἐν προφήταις λελαληκότος καὶ [φησι] φύσει χαλάσας γλῶσσαν ὡς καὶ ἀεὶ κατὰ τοῦ θεοῦ τοῦ ποιήσαντος τὰ πάντα, λαλήσαντός τε ἐν νόμῳ καὶ ἐν προφήταις, «πατρὸς ὄντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», καί φησιν· «ἐξ αὐτοῦ ἐπιθυμία καὶ ἐξ αὐτοῦ φόνοι καὶ τὰ ἄλλα πάντα. παρεκελεύετο γὰρ καὶ ἱμάτια ἀφαρπάξαι τῶν Αἰγυπτίων, θυσίας δὲ αὐτῷ προσφέρεσθαι καὶ τὰ ἄλλα πάντα ὅσα παρέχει νόμος, φονεύειν δὲ τὸν φονεύοντα, ὡς μηκέτι ἀρκεῖσθαι τῷ πρώτῳ φόνῳ, ἀλλὰ καὶ δεύτερον ἐργάζεσθαι, δῆθεν ἐκδικοῦντος αὐτοῦ τὸν πρῶτον φόνον· ἐμβάλλει τε ἐπιθυμίας εἰς τὰς διανοίας τῶν ἀνθρώπων, [καὶ] διηγούμενος [περὶ] γυναικῶν καὶ τῶν ἄλλων πραγμάτων.
PG 42:141ἐχεθύμως δέ, φησιν, ὀλίγα περὶ τοῦ Χριστοῦ προεφήτευσεν, ἵνα διὰ τῶν ὀλίγων πιστοποιήσῃ πιθανολογήσας.» καὶ ταῦτα ἦν τὰ ῥήματα τοῦ τολμηροῦ Μάνη, ἃ κατὰ τοῦ ἰδίου δεσπότου ἀθυρογλώττως φθέγγεται. κατανοήσας δέ τις ἴδοι μηδὲν ἕτερον ἐν τούτῳ φαινόμενον ἀλλ’ ἢ φρενιτιῶντος ἔργα. ὡς γὰρ ὁ τὴν φρενῖτιν ἔχων μάχαιραν καθ’ ἑαυτοῦ ὁπλίζεται καὶ διὰ τὴν ἐπιληψίαν τὰς ἑαυτοῦ σάρκας τέμνων νομίζει ἐχθροὺς ἀμύνασθαι καὶ οὐκ οἶδεν, οὕτω καὶ οὗτος καθ’ ἑαυτοῦ διοπλίζεται, μὴ νοῶν τὰς λέξεις ἃς καθ’ ἑαυτοῦ ἐφέλκεται. εἰ γὰρ ἐξ αὐτοῦ ἡ ἐπιθυμία, καὶ ἐπιθυμίας ἐνεργεῖ, πῶς ἄνω καὶ κάτω κατὰ ἐπιθυμίας γράφει ὁ τὴν ἐπιθυμίαν ἐμβάλλων; ὁ λέγων «μὴ ἐπιθυμήσῃς τὰ τοῦ πλησίον, μηδὲ τὸν βοῦν αὐτοῦ μηδὲ τὸ ὑποζύγιον αὐτοῦ μηδὲ τὴν παιδίσκην αὐτοῦ μηδὲ τὸν ἀγρὸν αὐτοῦ μηδὲ τὴν γυναῖκα αὐτοῦ μηδὲ ὅσα ἐστὶ τῷ πλησίον σου»· εἰ ἀναιρεῖ τὴν ἐπιθυμίαν, οὐκ αὐτὸς τῆς ἐπιθυμίας ἐστὶ χορηγός. 71. Πῶς οὖν, φησίν, ἐνετείλατο σκυλεῦσαι τοὺς Αἰγυπτίους ἐν τῷ ἐξιέναι αὐτοὺς ἐκ γῆς Αἰγύπτου; ναί· δίκαιος γάρ ἐστι κριτής, ὡς καὶ ἤδη πολλάκις εἴρηκα περὶ τούτου.
καὶ ἵνα δείξῃ ὅτι οὐκ αὐτὸς ἐνδέεται θυσιῶν, φησὶν ἐν τῷ προφήτῃ «μὴ θυσίας προσηνέγκατέ μοι, οἶκος Ἰσραήλ, τεσσαράκοντα ἔτη; λέγει κύριος». τίνι οὖν ἦσαν αἱ [θυσίαι] προσφερόμεναι; αὐτῷ μὲν κατὰ τὴν διάνοιαν τῶν προσφερόντων, αὐτὸς δὲ οὐχ ἕνεκεν τοῦ ἐνδέεσθαι προστέταχεν, ἀλλ’ ἵνα συνεθίσῃ ἀπὸ πολυθεί̈ας ἕνα θεὸν ἐπιγινώσκειν· ἐπειδὴ γὰρ ἑώρων θυσίας ἐπιτελουμένας τοῖς θεοῖς τῶν Αἰγυπτίων, ἵνα μὴ διὰ πολυθεί̈αν τραπέντα αὐτῶν τὰ νοήματα καταλείψωσι τὸν μόνον ἕνα θεόν. ὅτε δὲ συναγήοχεν αὐτῶν τὴν διάνοιαν ἀπὸ πολυθεί̈ας διὰ πολλοῦ χρόνου, ἀποσυνεθίσας αὐτοὺς τῆς τοιαύτης ὑποθέσεως, ἄρχεται παρακόπτειν ἃ μὴ ἤθελε καὶ ἔλεγεν «ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρετε, καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν»; «μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» «ταῦτα γὰρ οὐκ ἐξεζήτησα ἐκ τῶν χειρῶν ὑμῶν», ἀλλὰ «ποιεῖν πρὸς τὸν πλησίον δικαιοσύνην καὶ ἀλήθειαν ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ».
καὶ ὁρᾷς ὅτι προϊόντων τῶν χρόνων ἡ ὑπόστασις τῆς δυνάμεως τῶν θείων [λόγων] ἀποκαλύπτεται, ὡς αὐτὸς πάλιν λέγει τῷ Σαμουήλ «χρῖσον τὸν Σαοὺλ εἰς βασιλέα», ὕστερον δὲ αὐτοὺς ἐλέγχει λέγων «ἐχρίσατε βασιλέα οὐ δι’ ἐμοῦ καὶ ἄρχοντας καὶ ἐγὼ οὐκ ἐνετειλάμην ὑμῖν». ἀλλ’ ἐπειδὴ ἐζήτησαν τοῦτο αἱ διάνοιαι αὐτῶν, παραμυθούμενος ὁ θεὸς Σαμουὴλ τὸν προφήτην ἔλεγεν «οὐ σὲ ἀπεβάλοντο, ἀλλ’ ἐμέ, λέγει κύριος. πλὴν χρῖσον αὐτοῖς τὸν Σαούλ, υἱὸν Κῖς»· ὥσπερ παιδίοις μικροῖς προσφερόμενον τὸ θεῖον, ἵνα βαστάσῃ τὴν ἀσθένειαν τῶν ἀσθενούντων καὶ ἀναθωπεύσῃ τὸ βρέφος ἀπὸ τῆς αὐτοῦ ἀσθενείας. εἶτα λέγει τὸ τελειότατον «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει», καὶ «θύσατε τῷ θεῷ θυσίαν αἰνέσεως»· καὶ ὅσα ἔστι περὶ τούτου λέγειν. 72. Εἶτά φησιν ὁ αὐτὸς Μάνης, ἠθέλησε περὶ Χριστοῦ λόγον ἐκθέσθαι. ὁ λαλήσας γὰρ ἐν τῷ νόμῳ μέγας ἀληθῶς, ὁ ἐκθέμενος καὶ περὶ τῶν μελλόντων γινώσκων. εἰ γὰρ οἶδε τὰ μέλλοντα, οὐκ ἄμοιρός ἐστι προγνώσεως, ἀλλὰ θεός ἐστι τὰ μέλλοντα εἰδώς· ἔγραψε δὲ αὐτά, ἵνα γένηται.
PG 42:143εἰ δὲ ἐναντία αὐτῷ ὑπῆρχεν, ἔγραφε μὲν περὶ αὐτῶν, ἔλυσε δὲ αὐτά, ἵνα μὴ αὐτοῖς πεισθῶμεν. ὁπότε δὲ συνίστησι τὰ μέλλοντα εἰς Χριστὸν τελειοῦσθαι, αὐτὸ ἄρα ἐστὶ τὸ πνεῦμα τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίῳ. μία γάρ ἐστιν ἡ συμφωνία, ὡς διὰ Μωυσέως λέγει «προφήτην [ὡς ἐμὲ] ὑμῖν ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ κύριος», καὶ πάλιν ὁ κύριος λέγει «Μωυσῆς περὶ ἐμοῦ ἔγραψεν», ὁ δὲ Μωυσῆς φησι «πᾶσα ψυχὴ ἥτις οὐκ ἀκούσεται τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται», καὶ πάλιν ὁ κύριος «εἰ τοῖς Μωυσέως γράμμασιν οὐ πιστεύετε, πῶς ἂν τοὺς ἐμοὺς λόγους ἀκούσητε;» καὶ πανταχόθεν φαίνεται ἡ ἀλήθεια φωτεινή τις οὖσα καὶ «μὴ ἔχουσα ῥυτίδα». 73. Θανάτου δὲ πάλιν ὁρίζεται τὴν διαθήκην τοῦ νόμου, διὰ τὸ εἰρηκέναι τὸν ἀπόστολον «εἰ δὲ διαθήκη τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ.» καὶ οὐ μόνον τοῦτο εἶπεν ἡ θεία γραφή, ἀλλ’ ὅτι «ὁ νόμος δικαίῳ οὐ κεῖται, ἀλλὰ πατραλοίαις καὶ μητραλοίαις καὶ ἐπιόρκοις, καὶ εἴ τι ἀντίκειται τῇ ὑγιαινούσῃ διδασκαλίᾳ». ἐπεὶ οὖν ὁ νόμος δικαίῳ οὐ κεῖται, παράνομος ἄρα ἐστὶν ὁ δίκαιος; μὴ γένοιτο.
ἀλλ’ ἐπειδὴ προέλαβεν ὁ δίκαιος τὰ τοῦ νόμου τελέσαι, οὐκ ἔστι νόμος κατὰ δικαίου τοῦ πεποιηκότος τὸν νόμον· κεῖται δὲ κατὰ τῶν ἠνομηκότων, δικάζων τοὺς παρανομήσαντας. οὕτως οὖν ἡ διαθήκη [θανάτου διαθήκη]. ἔλεγε γὰρ τὸν φονέα φονεύεσθαι καὶ τὸν μοιχὸν ἀποκτένεσθαι καὶ τὸν παρανομήσαντα λιθοβολεῖσθαι. «ἐγένετο δὲ ἐν δόξῃ»· μεγάλη γὰρ ἐγένετο ἡ ταύτης δόξα. περιεκράτησε γὰρ τῆς δόξης τῶν ἀνθρώπων [τῆς] ἀπὸ τῆς πρὸς ἀλλήλους ἀδικίας, ἐν φωτὶ στύλου πυρὸς τυπουμένη, ἐν σάλπιγξι φοβεραῖς ἠχούσαις μέγα, καὶ ἐν σκηνῇ τοῦ μαρτυρίου καὶ ἐν μεγάλῃ τότε γενομένη δόξῃ. ἔδει γὰρ προάγειν τὴν διαθήκην τοῦ θανάτου, ἵνα πρῶτον «θανόντες τῇ ἁμαρτίᾳ ζήσωμεν τῇ δικαιοσύνῃ, ὡς Χριστὸς» «τὰς ἀσθενείας ἡμῶν ἐβάστασε καὶ τὰς νόσους ἀνέλαβεν», «ἀνενέγκας πάντα ἐπὶ τῷ σώματι ἐν τῷ σταυρῷ», ἵνα πρῶτον τὰ τοῦ θανάτου, ἔπειτα τὸ τῆς ζωῆς ἐν αὐτῷ δι’ ἡμᾶς πληρωθήσεται. καὶ διὰ τοῦτο πρῶτον ἀποθνῄσκει, ἵνα συστήσῃ τὴν τοῦ θανάτου διαθήκην. ἔπειτα ἐκ νεκρῶν ἐγήγερται, ἵνα «[μεταμορφωθῶμεν] ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος».
PG 42:145ἐν γὰρ τῷ σταυρῷ «ἐθριάμβευσεν ἀρχὰς καὶ ἐξουσίας», ἐν τῷ θανάτῳ «κατέκρινε τὴν ἁμαρτίαν», ἐν τῷ ταφῆναι ἔθαψε τὴν ἀνομίαν, ἐν τῷ γεύσασθαι θανάτου κατέκλασε «τὸ κέντρον τοῦ θανάτου», ἐν τῷ κατελθεῖν εἰς τὸν Ἅιδην ἐσκύλευσε τὸν Ἅιδην, ἔλυσε τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ, ἔλαβε τὸ τρόπαιον τοῦ σταυροῦ κατὰ τοῦ διαβόλου. καὶ ὅρα πῶς ἡ δόξα αὕτη ἀπὸ Μωυσέως ἄχρι τοῦ κυρίου. πόσῳ γε μᾶλλον ἡ διαθήκη τῆς ζωῆς ἔσται ἐν δόξῃ, λίθου ἀποκεκυλισμένου, πετρῶν ῥηγνυμένων, μνημάτων ἀνοιχθέντων, ἀγγέλων ἐξαστραπτόντων, γυναικῶν εὐαγγελιζομένων, εἰρήνης διδομένης, πνεύματος παρ’ αὐτοῦ τοῖς ἀποστόλοις διδομένου, οὐρανῶν βασιλείας καταγγελλομένης, εὐαγγελίου φωτίσαντος τὴν οἰκουμένην; «ὁ καταβὰς αὐτὸς καὶ ὁ ἀναβὰς ἐπάνω πάντων τῶν οὐρανῶν» καὶ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός. οὐκ ἦν θανατοποιὸς ἡ διαθήκη, ἀλλὰ κατὰ τοῦ θανάτου ἡ διαθήκη. ἐν δόξῃ δὲ ἡ τοῦ θανάτου, ἵνα ἡ ὑπερβάλλουσα δόξα κατὰ τοῦ θανάτου γένηται. 74. Εἶτα πάλιν λέγει ὁ αὐτὸς Μάνης· «οὐ δύναται ἑνὸς διδασκάλου εἶναι παλαιὰ καὶ καινὴ διαθήκη. ἡ μὲν γὰρ παλαιοῦται ἡμέραν ἐξ ἡμέρας, ἡ δὲ ἀνακαινίζεται ἡμέραν καθ’ ἡμέραν·
πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ γίνεται· ἀλλὰ ἐκείνη ἄλλου θεοῦ καὶ ἄλλου διδασκάλου, καὶ αὕτη ἑτέρου θεοῦ καὶ ἑτέρου διδασκάλου». καὶ εἰ μὲν εἶχε δεῖξαι δύο διαθήκας παλαιάς, ἠδύνατο παρ’ αὐτῷ πιθανὸν εἶναι τὸ λεγόμενον, ὡς δύο ὄντων τῶν τότε διαθεμένων. ὡσαύτως δὲ εἰ δύο καινὰς διαθήκας εἶχε δεῖξαι, ἦν εἰς τὴν διάνοιαν λαβεῖν τὸ προειρημένον. εἰ δὲ ἡ μὲν παλαιὰ ἑνὸς καὶ ἡ καινὴ τοῦ ἄλλου, τοῦ τε καλοῦ θεοῦ [εἰ] ἐστιν ἡ καινὴ διαθήκη, πονηροῦ δὲ ἡ παλαιά, ἄρα εἰ μὴ εἶδεν ὁ ἀγαθὸς θεὸς τὸν πονηρὸν διαθέμενον, οὐκ ᾔδει ὅτι χρὴ διαθέσθαι διαθήκην, καὶ ἔσται μᾶλλον παρ’ αὐτοῦ λαμβάνων τὴν πρόφασιν τῆς διδασκαλίας, [καὶ] ἄπειρος ὢν ἐν τοῖς πράγμασιν· εἰ γὰρ μὴ ἑώρακεν, οὐκ ἂν ἐμιμήσατο. καὶ ἔδει μᾶλλον τὴν παλαιὰν διαθήκην εἶναι τοῦ ἀγαθοῦ, ἵνα κἂν ὁ πονηρὸς μιμηλὸς ἀκούσῃ, ἤπερ ὁ ὢν ἀληθινὸς θεός. λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «ὃ ἐὰν βλέπῃ ὁ υἱὸς [πρὸς] τὸν πατέρα ποιοῦντα, οὕτω καὶ αὐτὸς ὁμοίως ποιεῖ». καὶ ἵνα μὴ εἴξῃ τῷ συμβουλεύοντι, εἰς τὸ μὴ καυχᾶσθαι τὸν διάβολον καὶ λέγειν διὰ τῆς συμβουλίας αὐτοῦ τι τὸν σωτῆρα πεποιηκέναι, ὥς φησι πρὸς αὐτόν·
PG 42:147«εἰπὲ ἵνα οἱ λίθοι ἄρτοι γένωνται», ὁ δὲ οὐκ ἀνέχεται, ἵνα μὴ μαθὼν ὑποληφθείη παρὰ τοῦ διαβόλου λαμβάνων τὴν συμβουλίαν. καὶ ὁρᾷς ὅτι τὰς δύο διαθήκας ἑνὸς λέγει θεοῦ; φησὶ γὰρ ὁ ἀπόστολος «ἡ πρώτη διαθήκη ἐκ τοῦ ὄρους Σινᾶ ἐδόθη, εἰς δουλείαν γεννῶσα. τὸ γὰρ ὄρος Σινᾶ ἐστιν ἐν τῇ Ἀραβίᾳ· [ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν].» εἰ γὰρ δύο εἰσὶ γυναῖκες, ἀλλὰ εἷς ὁ ἀνήρ· οὕτως εἰ καὶ δύο εἰσὶ διαθῆκαι, ἀλλὰ εἷς ὁ θεός, ὁ τὰς δύο θέμενος. καὶ διὰ τοῦτο οὐ δύο κέκληκε καινάς, οὐδὲ δύο παλαιάς, ἀλλὰ μίαν παλαιὰν καὶ μίαν καινήν. καί φησι «διαθήκη δὲ ἐπὶ νεκροῖς βεβαία ἐστί, διὸ καὶ ἡ πρώτη ἄνευ αἵματος οὐκ ἐγένετο». «ἔλαβε γὰρ Μωυσῆς τὸ αἷμα τῶν τράγων καὶ ἐρράντισεν αὐτὸ τὸ βιβλίον καὶ τὸν λαόν». διὰ τοῦτο καὶ ἡ δευτέρα ἐπὶ τῷ θανάτῳ τοῦ σωτῆρος ἐδόθη διαθήκη· ὁπότε μάλιστα αἱ ἀμφότεραι ἀλλήλαις συνᾴδουσιν, ἡ μὲν λέγουσα «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται», ἡ δὲ δευτέρα ὅτι «θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα».
καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν, διὰ δὲ τὴν συντομίαν ὑπερβήσομαι. 75. Δένδρεσι δὲ ἐξηραμμένοις καὶ γεγηρακόσιν ἀπεικάζει πάλιν νόμον καὶ προφήτας, δῆθεν ἀπὸ τοῦ ῥητοῦ οὗ εἴρηκεν «ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου». καὶ οὐδὲν τούτου ἠλιθιώτερον. τίνι γὰρ οὐ σαφὲς ὑπάρχει ὅτι πληρωθέντος τοῦ ὑπὸ τῶν προφητῶν καταγγελλομένου [νόμου] ἐτελέσθησαν οἱ προφῆται; εἰ γὰρ ἔτι προφῆται ἤρχοντο καταγγέλλοντες Χριστὸν ἐρχόμενον ἀπὸ Μαρίας, οὔπω Χριστὸς ἐπεδήμησεν. ἔοικε γὰρ ἡ ὑπόθεσις αὕτη τοιούτῳ τινὶ πράγματι· ὡς βασιλεὺς μέλλων ἐπιδημεῖν εἰς χώραν προπέμπει ἐνώπιον αὐτοῦ ἐφίππους προετοιμαστὰς προκαταγγέλτορας καὶ ὅσον ἡ παρουσία φθάνει τοῦ βασιλέως, τοσούτῳ πλείους οἱ τῆς παρουσίας κήρυκες, προλαμβάνοντες καὶ ἐν ταῖς πόλεσι τὰ τῆς παρουσίας διαγγέλλοντες· ἐπὰν δὲ φθάσῃ ὁ βασιλεὺς εἰσελθεῖν εἰς τὴν πόλιν, τίς ἔτι χρεία κηρύκων, τίς ἔτι χρεία ἐφίππων ἢ τῶν ἄλλων τῶν προκαταγγελλόντων τὴν τοῦ βασιλέως παρουσίαν, ὁπότε αὐτὸς ὁ βασιλεὺς ἔνδον ὑπάρχει; οὕτω καὶ «ὁ νόμος καὶ οἱ προφῆται ἄχρις Ἰωάννου»·
Ἰωάννου δὲ κηρύξαντος φωνὴν ἐν τῇ ἐρήμῳ καὶ δείξαντος ὅτι «οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», οὐκέτι προφητῶν ἐστι χρεία, ὅπως ἔλθωσι καὶ κηρύξωσιν ἡμῖν τὴν τοῦ Χριστοῦ ἀπὸ παρθένου παρουσίαν. χρεία δὲ τῶν προκαταγγειλάντων αὐτοῦ τὴν παρουσίαν, πρὸς βεβαίωσιν τῆς αὐτοῦ παρουσίας, ὅτι προκατήγγελτο. ὡς γὰρ εἴ τις παιδαγωγὸν ἔχοι, καθάπερ καὶ ὁ ἀπόστολος λέγει ὅτι «παιδαγωγὸς ἡμῶν γέγονεν ὁ νόμος εἰς τὴν τοῦ κυρίου παρουσίαν», ἐπὰν δὲ φθάσῃ [ἐφ’] ἡλικίας γενέσθαι καὶ καταλάβοι τὸν διδάσκαλον, οὐ πάντως ἀποβάλλεται τὸν παιδαγωγὸν ὡς ἐχθρὸν ὑπάρχοντα. οὕτω καὶ ἡμεῖς καθωδηγήθημεν ἐν νόμῳ καὶ ἐν προφήταις ἕως τῆς παρουσίας τοῦ διδασκάλου· εὑρόντες δὲ τὸν διδάσκαλον οὐκ ἀτιμάζομεν τὸν παιδαγωγόν, ἀλλὰ καὶ χάριν αὐτῷ ὁμολογοῦμεν, ὅτι τὴν ἡμῶν νηπιότητα καθοδηγήσας εἰς τὰ ἐντελέστερα ἡμᾶς μαθήματα προεπέμψατο.
PG 42:149ἢ καθὼς ἐάν τις μέλλων πλεῖν ἐν θαλάσσῃ ἔχοι μεγάλην τὴν ναῦν, ἐν ἀκατίῳ δὲ μικρῷ ἐπέλθοι τὸ σάλος τὸ παρὰ τὴν ὄχθην τῆς θαλάσσης καὶ διενέγκῃ τὸ ἀκάτιον εἰς τὴν μεγάλην ναῦν τὸν ἄνθρωπον, οὐ πάντως ὁ ἄνθρωπος βυθίζει τὸ ἀκάτιον, ἐπειδὴ εὗρε τὴν μεγάλην ναῦν, ἀλλὰ μετὰ τοῦ χάριν ἔχειν τῷ ἀκατίῳ καταλαμβάνει τὸ μειζότερον τῆς αὐτοῦ σωτηρίας πλοῖον. ἢ καὶ ἑτέρως ἵνα εἴπωμεν, ὡς ἐάν τις ἐκβληθῇ ὑπὸ μητρὸς γεννησάσης, ληφθεὶς δὲ ὑπό τινος τοῦ τυχόντος καὶ ἀνατραφεὶς χρόνῳ, εἰσύστερον ἀνδρωθέντος αὐτοῦ ἐπιγνῷ τὸν ἴδιον αὐτοῦ πατέρα τὸν κατὰ φύσιν, ἔχοι δὲ ὁ τοιοῦτος σύνεσιν, μὴ ἐπειδὴ ἐπέγνω τὸν ἑαυτοῦ πατέρα καὶ ἐπιλαμβάνεται τῆς ἰδίας κληρονομίας, παρὰ τοῦτο ἀτιμάζει τὸν ἀναθρέψαντα; οὐ πολλῷ μᾶλλον χάριν ἕξει τῷ ἀναθρέψαντι, ὅτι οὐκ εἴασεν αὐτὸν εἰς θάνατον παραδοθῆναι; οὕτω καὶ ἡμεῖς χάριν ἔχομεν θεῷ τῷ δεδωκότι νόμον καὶ προφήτας, καὶ χάριν ἔχομεν αὐτῷ [τῷ] καταξιώσαντι ἡμᾶς τῆς τοῦ υἱοῦ αὐτοῦ καινῆς διαθήκης. 76. Φησὶ δὲ ὁ αὐτὸς Μάνης εἶναι ἡμᾶς μορφὰς ἀρχόντων, καὶ ὑπὸ τῶν ἀρχόντων γεγονότας, αὐτοῖς δὲ εἰς κατάβρωμα καταβεβλημένους. πολλὴ δὲ ἀγνωσία ἐν τοῖς τοιούτοις λόγοις.
ὁρῶμεν γὰρ οὐχ οὕτως τὰ πράγματα συμβαίνοντα. πᾶν γὰρ ὁτιοῦν ἐπὶ τῆς γῆς, κἄν τε [τῶν] φαυλοτέρων καὶ ἀγριωτέρων θηρίων ὑπάρχοι, οὐ τῇ ἰδίᾳ μορφῇ ἐπέρχεται, ἀλλὰ ταῖς ἄλλαις, ὡς οἷον εἰπεῖν, λέοντες λέοντας οὐκ ἐσθίουσι, διὰ τὸ ἴδιον ἐκτύπωμα καὶ ὁμόστοιχον, ἀλλὰ λιμοῦ μεγάλης πιεζούσης ἐν τοῖς ὄρεσι τοὺς θῆρας καὶ ἐπὶ πολλῷ χρόνῳ αὐτῶν μὴ εὑρισκόντων [τροφὴν] ἤτοι διὰ χιόνα ἢ δι’ ἑτέραν ἔνδειαν, ἀναστρέφουσιν ἐν τοῖς φωλεοῖς καὶ χηραμοῖς αὐτῶν , λέοντες ἅμα σκύμνοις ὑπάρχοντες καὶ ἅμα λεαίναις. καὶ οὐκ ἐπέρχεται θὴρ θηρίῳ, οὐ λύκος λύκῳ, εἰ μή τι ἂν εἰς μανίαν ἔλθοι τὸ ζῷον καὶ λυσσῆσαν ἀγνοεῖ ὃ πράττει. εἰ τοίνυν λύκος λύκον οὐκ ἐσθίει διὰ τὴν ὁμόστοιχον μορφήν, πῶς δύνανται οἱ ἄρχοντες ἡμᾶς ἐσθίειν, εἰ τῆς αὐτῆς ὑπάρχομεν [μορφῆς], καὶ οὐ μᾶλλον θωπεύουσιν, ἵνα δόξωσι τὰς ἰδίας αὐτῶν μορφὰς περιποιεῖσθαι; καὶ πανταχόθεν ἐλέγχονται τοῦ ἀγύρτου οἱ λόγοι. 77. Εἶτα πάλιν ἀπὸ τοῦ εὐαγγελίου ἐπιλαμβάνεται, ὅτι «οὐ πάντες χωροῦσι τὴν αὐτοῦ διδασκαλίαν, ἀλλ’ οἷς δέδοται». καὶ οὐκ ἦν ὁ λόγος περὶ διδασκαλίας ἐνταῦθα τῷ σωτῆρι, ἀλλὰ περὶ εὐνούχων.
εἰ δὲ περὶ τῆς αὐτοῦ διδασκαλίας πληροῦται τὸ «οὐ πάντες χωροῦσιν» ἐνταῦθα τῷ σωτῆρι, ἄρα ἐὰν οὐ χωρήσωσι, κατὰ τὴν ἰδίαν γνώμην οὐ χωροῦσιν. ἐπαινετοὶ οὖν ἤτοι ψεκτοὶ οὗτοι ἐπὶ τῷ αὐτεξουσίῳ κληθήσονται, καὶ οὐκέτι κατὰ φύσιν ἔσται τὸ χώρημα· ἐπεὶ τί ἂν ὠφελήσειε τὴν αὐτοῦ καταγγέλλων διδασκαλίαν; ἐξέπεσε δὲ πανταχόθεν αὐτοῦ ὁ λόγος· οὔτε γὰρ [διὰ] διδασκαλίαν ὁ σωτὴρ τὸν λόγον ἀπεφήνατο, ἀλλὰ δι’ εὐνουχισμόν· κἄν τε [διὰ] διδασκαλίαν εἴποι, οὐκέτι σταθήσεται τοῦ Μάνη ὁ λόγος. φησὶ δὲ ὁ αὐτὸς Μάνης· ᾔδειν τοὺς ἡμετέρους· «καὶ γὰρ τὰ ἐμὰ πρόβατα γινώσκει με καὶ γινώσκω τὰ ἐμὰ πρόβατα». ἐν ἅπασι δὲ ψεύδεται· βουλόμενος γὰρ θωπείᾳ ἁρπάσαι ψυχὰς κατὰ τῶν τότε παρόντων ἐν τῇ συζητήσει τοῦτον ἐξεῖπε τὸν λόγον, ὑποσπείρων δέλεαρ ὡς εἰπεῖν, ἵνα διὰ τῆς κολακείας δόξωσιν αὐτῷ συνάπτεσθαι· ἵνα ὅταν συναφθῶσιν ἄρξηται κομπάζειν καὶ λέγειν εἰδέναι αὐτοὺς πρὶν ἢ τὴν ἄφιξιν πρὸς αὐτὸν ποιήσονται.
PG 42:151γέγονε δὲ αὐτῷ ὡς ὁ τῶν Ἑλλήνων μῦθος κατὰ τὸν Ἀπόλλωνα τὸν μάντιν, μαντευόμενον τοῖς ἄλλοις, ἑαυτῷ δὲ μὴ δυνάμενον μαντεύεσθαι, ἀλλὰ ἐκπεπτωκότα αὐτὸν τοῦ μαντείου, ἐρῶντα τῆς Δάφνης καὶ ἐκπεπτωκότα αὐτῆς διὰ σωφροσύνην· οὕτω καὶ οὗτος ὁ Μάνης ἐμαντεύετο μὲν εἰδέναι τοὺς ἰδίους, φύσει δὲ διὰ Μάρκελλον ἧκεν ὑποχείριον αὐτὸν ληψόμενος. διέπεσε δὲ τὸ αὐτοῦ μαντεῖον. οὔτε γὰρ αὐτῷ Μάρκελλος ἐπείσθη οὐδέ τις ἕτερος κατ’ ἐκεῖνο καιροῦ τῶν τότε ἀνθρώπων. 78. Εἶτα ἔφη ὅτι τὰ παλαιὰ ἔτη οὐδεὶς ἐσώθη, ἀλλὰ ἀπὸ τοῦ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος ἄχρι τῶν αὐτοῦ χρόνων· Πρόβος δὲ ἦν ὁ κατ’ ἐκεῖνο καιροῦ βασιλεὺς καὶ Αὐρηλιανὸς ὁ πρὸ αὐτοῦ, ὅτε οὗτος ὁ Μάνης ἐνεδήμει. καὶ ἐν τούτῳ πάλιν ἐλέγχεται πάντῃ, τοῦ εὐαγγελίου λέγοντος καὶ τῶν ἀποστολικῶν ῥημάτων περὶ τῶν ἤδη πρότερον σεσωσμένων. ὡσαύτως ὁ κύριος λέγει «ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δικαίου ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ αἵματος Ἄβελ τοῦ δικαίου μέχρις αἵματος Ζαχαρίου τοῦ ἐκκεχυμένου ἀνὰ μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου».
πόθεν οὖν δίκαιος Ἄβελ, πόθεν Ζαχαρίας, εἰ μὴ ὅτι ἦν ἤδη ἡ σωτηρία καὶ ὅτι ἐσώθησαν ἤδη διὰ νόμου καὶ προφητῶν; φησιν «ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως», ὅπως γνῷς ὅτι ἐν Μωυσῇ ἀνεκόπη ὁ θάνατος, οὐ παντάπασιν ἀφανισθείς. ἀπεξεδέχετο γὰρ τὸν «τελειωτὴν» πάντων «Ἰησοῦν», ἵνα ὅταν ἑαυτὸν παραδῴη ὑπὲρ τῆς ἀνθρωπότητος, ὁ ἀθάνατος θανών, ὁ ἀκράτητος κρατητὸς γενόμενος, ἡ ζωὴ ἐν σαρκὶ τὸ παθεῖν ὑπομένων, [καὶ] κλάσῃ διὰ τοῦ θανάτου τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸ κέντρον τῆς ἁμαρτίας καὶ τὸν θάνατον· ὅτε λοιπὸν ἐπληροῦτο [τὸ] «ποῦ σου θάνατος τὸ κέντρον; ποῦ σου Ἅιδῃ τὸ νῖκος»; ἐκεῖ μὲν γὰρ ἐν Μωυσῇ ἀνετράπη ἐπισχεθεὶς ὁ θάνατος, βασιλεύσας ἄχρι Μωυσέως. καὶ πρῶτον μὲν δίκαιοι ἦσαν οἱ περὶ Ἄβελ καὶ Ἐνώχ, «ὁ μετατεθεὶς τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο». ἀλλὰ οὔπω [ἦν] ὁ ἔγγραπτος νόμος, ἀλλὰ ὁ κατὰ φύσιν ἐκ διανοίας καὶ ἐκ παραδόσεως, κατὰ διαδοχὴν πατέρων πρὸς τοὺς υἱούς. ὅτε δὲ τηλαυγῶς ἐξετέθη ὁ νόμος, ἐγένετο ὡς εἰπεῖν μάχαιρα διχάζουσα τὴν δύναμιν τῆς ἁμαρτίας· ὅτε δὲ ὁ σωτὴρ παρεγένετο, συνετρίβη τὸ κέντρον τοῦ θανάτου.
PG 42:153καὶ πάλιν καταποθήσεται ὁ θάνατος εἰς νῖκος τότε . καὶ ὅρα πῶς ἔσῳζεν ὁ θεὸς διὰ πολλῶν τρόπων, τὸ δὲ τέλειον τῆς σωτηρίας ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν γεγένηται καὶ γενήσεται, ὡς καὶ τὸ εὐαγγέλιον φάσκει ὅτι «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». καὶ ποῖον, φησί, τὸ πλήρωμα; ἀλλ’ «ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ ἐγένετο». ἐκεῖ μὲν ἐδόθη, ὧδε ἐγένετο. εἰ ἐκ πληρώματος [αὐτοῦ] ὁ νόμος, ἡ χάρις καὶ ἡ ἀλήθεια [διὰ] τοῦ Ἰησοῦ, παλαιὰ καὶ καινὴ διαθήκη ἐν τῷ νόμῳ καὶ χάριτι καὶ ἀληθείᾳ. 79. Ἑτέρᾳ δὲ πάλιν λέξει κέχρηται ὁ αὐτὸς Μάνης φάσκων ὅτι «ὁ Χριστὸς ἐξηγόρασεν ἡμᾶς ἀπὸ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». λεγέτω τοίνυν ποίοις ἀργυρίοις ἡ ἀγορασία γεγένηται, ποῖον τὸ τίμημα ὃ δέδοται, ἵνα ἡμᾶς ἀγοράσῃ. οὐ γὰρ εἶπεν ὅτι «ἠγόρασεν», ἀλλ’ «ἐξηγόρασεν». ἀλλὰ τὴν μὲν ἀγορασίαν ἐπίσταται, τὸ δὲ τίμημα ἀγνοεῖ· ἡ δὲ ἀλήθεια τὰ ἀμφότερα ὁμολογεῖ. ἐξηγόρασε γὰρ ἡμᾶς καὶ ἠγόρασεν ἀληθῶς «ἀπὸ κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα».
καὶ πῶς ἠγόρασεν ἡμᾶς, εὐθὺς ἐπιφέρει ὁ διδάσκαλος τῆς ἐκκλησίας φάσκων ὅτι «τιμῆς ἠγοράσθητε», «τιμίῳ αἵματι ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ». εἰ τοίνυν τῷ αἵματι ἠγοράσθημεν, οὐχ ὑπάρχεις τῶν ἠγορασμένων, ὦ Μάνη, ἐπειδὴ τὸ αἷμα ἀρνῆσαι. πόθεν δὲ ἡμᾶς ἠγόρασε; λέγε. ἀλλοτρίους ὄντας ὠνήσατο; ἄρα ἠπόρησεν ὁ πρότερον ἡμῶν δεσπότης καὶ ἐπιδεόμενος τοῦ ἡμῶν τιμήματος, λαβὼν ἀπέδοτο ἡμᾶς Χριστῷ; καὶ εἰ ἀπεδόθημεν Χριστῷ οὐκέτι ἐσμὲν τοῦ προτέρου. εἰ τοίνυν ὁ πρότερος οὐκέτι ἡμᾶς κέκτηται, ἄρα τῆς αὐτοῦ περιουσίας ἔξω ἐγένετο καὶ ἐν τοῖς ἰδίοις τόποις οὐκ ἔχει ἐξουσίαν. πῶς οὖν «ἐνεργεῖται ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», κατὰ τὸ γεγραμμένον; ἀλλ’ οὔτε πῶς ἠγόρασεν οὔτε πῶς ἠγοράσθημεν οὔτε πῶς κατάρα ὑπὲρ ἡμῶν γέγονε, νοεῖ ὁ κατὰ πάντα μανείς, ἀνοίξας αὐτοῦ τὸ στόμα καὶ μὴ δυνάμενος «περὶ ὧν λέγει διαβεβαιοῦσθαι». ἰδοὺ γὰρ αὐτοὺς ὁρῶμεν λέγοντας ἐν τῇ παλιγγενεσίᾳ τῆς αὐτοῦ παρουσίας καὶ κράζοντας, «ἐν τῷ σῷ ὀνόματι ἐφάγομεν καὶ ἐν τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν». «καὶ ἐρεῖ πρὸς αὐτούς· ἀπέλθετε ἀπ’ ἐμοῦ κεκατηραμένοι, οὔπω ἔγνων ὑμᾶς».
πῶς οὖν αὐτὸν ὁμολογοῦσι, καὶ αὐτὸς αὐτοὺς καταρᾶται; τί δὲ ἦν ἡ κατάρα τοῦ νόμου; ἀλλὰ κατάρα τοῦ νόμου σταυρὸς διὰ τὰς ἁμαρτίας. ἐὰν γάρ τις καταληφθῇ ἐν παραπτώματι, ἔλεγεν ὁ νόμος «καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου· οὐ μὴ δύνῃ ὁ ἥλιος ἐπ’ αὐτῷ ἐπὶ τῷ θνησιμαίῳ αὐτοῦ, ἀλλὰ καθελόντες καθελεῖτέ τε αὐτὸν καὶ θάψαντες θάψατε αὐτὸν πρὸ δύσεως τοῦ ἡλίου, ὅτι ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ τοῦ ξύλου». ἐπεὶ οὖν διὰ τὴν σταύρωσιν ἡ κατάρα προσετέτακτο, ἐλθὼν δὲ αὐτὸς «τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ ξύλου», «ὑπὲρ ἡμῶν ἑαυτὸν δεδωκώς», τὸ αἷμα αὐτοῦ ἡμᾶς ἠγόρασε, τὸ σῶμα αὐτοῦ ἡμῶν τὰς κατάρας ἔλυσε, τουτέστι λύσας τὰς ἁμαρτίας διὰ τῆς τοῦ σταυροῦ μετανοίας καὶ τῆς αὐτοῦ παρουσίας. οὔτε οὖν ὁ νόμος κατάρα [μὴ γένοιτο], οὔτε τὸ εὐαγγέλιον ἔλαβε τὴν κατάραν οὔτε ὁ κύριος, ἀλλὰ διὰ τῆς προφάσεως τοῦ αὐτοῦ θανάτου λέλυται ὁ θάνατος ὁ κατὰ τῆς ἁμαρτίας. 80. Εἶτά φησιν ὅτι ὁ νόμος «διακονία ἦν τοῦ θανάτου». ἤδη [δὲ] περὶ τούτου πολλὰ εἴπομεν, ὅτι οὐκ αὐτὸς ἦν διάκονος θανάτου. οὔτε γὰρ ἔλεγε φονεύειν, ἀλλ’ ἐκέλευσε λέγων «μὴ φονεύσῃς».
PG 42:155ἐπειδὴ δὲ ἐφόνευσε τὸν φονεύοντα, ἵνα ἀναιρεθῇ διὰ τοῦ ἑνὸς τοῦ φονευθέντος ἡ τοῦ φόνου ἐνέργεια καὶ δι’ ἕνα φοβηθέντες πολλοὶ κατάσχωσι τὴν ἀδικίαν τοῦ μηκέτι φονεύειν, ἡ διακονία ἦν θανάτου, οὐχ ἵνα θάνατον διακονήσῃ, ἀλλ’ ἵνα θάνατον τῷ φονευτῇ ἐργάσηται, ἵνα μηκέτι φονευταὶ πολλοὶ γίνωνται. ἐλθὼν δὲ ὁ σωτήρ, ἐπειδὴ λοιπὸν ἐσωφρόνισεν ὁ παιδαγωγὸς τὸ πλεῖστον τοῦ χρόνου, τὰ ἐντελέστερα μαθήματα δεικνὺς μετὰ τῆς συμφωνίας τοῦ νόμου, τοῦ μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, ἔφη ὅτι «τῷ ῥαπίζοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην», ἵνα ζωῆς γένηται ἡ διακονία, ἀναιρουμένου παντάπασι τοῦ φόνου. ὁ γὰρ τυπτόμενος τὴν σιαγόνα παροξυσμὸν οὐκ ἐργάζεται φόνου, ἀλλὰ λύει τὴν χεῖρα τοῦ φονευτοῦ, τῇ ταπεινοφροσύνῃ θωπεύων τὴν ἐν αὐτῷ κακίαν. καὶ οὕτως πάντα συμφωνεῖ παλαιὰ καὶ καινὴ διαθήκη. 81.
Εἶτα πάλιν ἐπιλαμβάνεται, ἵνα παρεισενέγκῃ δύο προσώπων ἀγωγὴν πρὸς σύστασιν τῆς παρ’ αὐτῷ λεγομένης δυάδος, τῶν τε δύο φύσεων ἀρχῶν τε ἀνάρχων καὶ ῥιζῶν [περὶ] ὧν ἤδη πρότερον εἰρήκαμεν, τὰ ὅμοια βουλόμενος λέγειν ἐπὶ διαιρέσει τῶν πραγμάτων, διαιρεῖν οὕτως τολμῶν οὐκ αἰδεῖται λέγων ὅτι ἡ παλαιὰ εἶπεν «ἐμὸν τὸ χρυσίον καὶ ἐμὸν τὸ ἀργύριον»· ἡ δὲ καινὴ διαθήκη λέγει «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». ἀλλ’ οὐκ οἶδεν ὅτι καὶ ἡ παλαιὰ πάλιν λέγει «πλούσιος καὶ πένης συνήντησαν ἀλλήλοις, ὁ δὲ κύριος τοὺς ἀμφοτέρους ἐποίησε». καὶ ἡ καινὴ διαθήκη [ἐπὶ] τὸ αὐτὸ συμφωνεῖ, μακαρίζουσα μὲν τοὺς πτωχοὺς φύσει πτωχούς, ἄλλοτε δὲ τοὺς πτωχοὺς τῷ πνεύματι, ἵνα τὰ ἀμφότερα ἐξισχύσῃ· ἵνα καὶ καυχώμενοι οἱ περὶ Πέτρον δείξωσι τὴν ἀληθινὴν πτωχείαν, ὅτι «ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἀνάστα καὶ περιπάτει»·
ἵνα φύσει τὸν μακαρισμὸν τῶν πτωχῶν σημάνῃ μὴ ἀντίθετον ὑπάρχοντα πρὸς τὸν μακαρισμὸν τῶν πτωχῶν κατὰ πνεῦμα, οἵτινες μέν εἰσι κεκτημένοι τινὰ μετὰ δικαιοσύνης, πτωχοὶ δέ εἰσι ταπεινοφρονοῦντες· περὶ ὧν ἔλεγεν «ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» καὶ τὰ ἑξῆς. εἶτα φράζει λέγων ὅτι «οὗτοι ἐποίησαν ἐκ τῶν ὑπαρχόντων αὐτοῖς»· καὶ θεωρεῖς ἓν καὶ τὸ αὐτὸ πνεῦμα, ἐν παλαιᾷ πτωχὸν δεικνύον καὶ πλούσιον, ἅμα καὶ ἐν καινῇ διαθήκῃ τὸ αὐτό, ὡς καὶ ὁ σωτὴρ ἐπαινεῖ τὰ ἀμφότερα προσέχων γὰρ τῷ γαζοφυλακίῳ εἶδε τοὺς βάλλοντας εἰς τὸν κορβωνᾶν, καὶ οὐκ ἀπηγόρευσε πλουσίων τὰ δόματα, ἐπῄνεσε δὲ καὶ τὴν τὰ δύο λεπτὰ βεβληκυῖαν χήραν, διὰ τὴν προειρημένην πτωχείαν, ἵνα πληρωθῇ τὸ γεγραμμένον «πλούσιος καὶ πένης συνήντησαν ἀλλήλοις, ὁ δὲ κύριος τοὺς ἀμφοτέρους ἐποίησε».
PG 42:157καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει, καὶ ὅτι τὸ αὐτό ἐστι πνεῦμα παλαιᾶς τε καὶ καινῆς διαθήκης, ὅρα τὸν ἀπόστολον λέγοντα περὶ ἀρχαίων προφητῶν «ἐπιλείψει μοι ὁ χρόνος διηγουμένῳ περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυὶδ καὶ λοιπῶν προφητῶν», «οἵτινες περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, κακουχούμενοι στενοχωρούμενοι θλιβόμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος». εὑρήκαμεν γὰρ καὶ Ἠσαί̈αν ἐνδεδυμένον σάκκον καὶ Ἠλίαν ὡσαύτως. καὶ ὁρᾷς πῶς μακαρίζονται ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ οἱ πτωχοὶ δι’ εὐσέβειαν καὶ μακαρίζονται πλούσιοι διὰ δικαιοσύνην; 82. Εἶτα πάλιν λέγει ὁ αὐτὸς Μάνης· ἡ παλαιὰ διαθήκη, φησί, κελεύει σαββατίζειν, καὶ εἴ τις οὐκ ἐσαββάτισε, λίθοις κατελιθοβολεῖτο, ὡς καὶ φορτίον ξύλων τις συλλέξας [θανάτῳ] παρεδόθη. ἡ δὲ καινὴ διαθήκη, τουτέστιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ἔφη ὅτι «ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται», καὶ ἐν τῷ σαββάτῳ ἔτιλλον στάχυας οἱ μαθηταὶ καὶ ἐν τῷ σαββάτῳ ἐθεράπευσε. καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ «ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου, ἔλεγε». καὶ ὦ πολλῆς ἀγνωσίας. οὐδὲν γὰρ χειρότερον τῆς ἀπειρίας· πολλοὺς γὰρ ἐτύφλωσεν ἡ ἀγνωσία.
πότε γὰρ τὸ σάββατον ἐπὶ ἀγαθῇ προφάσει οὐ λέλυται; πότε δὲ οὐκ ἐδεσμεύθη ἀπὸ πονηρίας οὐ μόνον τὸ σάββατον, ἀλλὰ πᾶσα ἡμέρα; Ἰησοῦς γὰρ ὁ τοῦ Ναυῆ, ὁ διάδοχος Μωυσέως, ὁ ἐν προφήταις κατηριθμημένος, ὁ ἐκλεκτὸς παρὰ θεῷ, ὁ δι’ εὐχῆς κατασχὼν τὸν ἥλιον καὶ τὴν σελήνην, ὡς ἔφη «στήτω ὁ ἥλιος κατὰ Γαβαών, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰαλών», εὐθὺς εὑρίσκεται τὸ σάββατον λύων ἐπὶ ἀγαθοεργίᾳ. ἐπὶ ἑπτὰ ἡμέραις γὰρ κυκλοῖ τὰ τείχη Ἱεριχῶ ὁ Ἰησοῦς· ὁπότε οὐκ ἐξῆν βαδίζειν ἐν σάββασιν ὑπὲρ τὸ μέτρον τῶν ἓξ σταδίων τῶν ὡρισμένων. τὸ δὲ περίμετρον τῆς Ἱεριχῶ ὑπὲρ σταδίους εἴκοσι τυγχάνει. ἐπὶ ἑπτὰ δὲ ἡμέραις κυκλωσάντων αὐτῶν πάντως ὅτι ὑπέπιπτε τὸ σάββατον ἐν μιᾷ τῶν ἡμερῶν. ἦν δὲ τοῦτο πρόσταγμα θεοῦ, ἵνα δείξῃ αὐτοῦ τὸ θέλημα τῆς θαυματουργίας. οὔτε γὰρ μηχαναὶ οὔτε μάγγανα ἦν, οὐ κριοί, οὐχ ἑλεπόλεις, ἀλλὰ μόνῃ φωνῇ σάλπιγγος κερατίνης καὶ εὐχῇ δικαίου ἐκλίθησαν καταπεσόντα τὰ τείχη τῶν ὑπεναντίων. ἔδει γὰρ αὐτοὺς τιμωρηθῆναι, ἐπειδὴ ἐπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμορραίων. 83. Δικαστὴς γὰρ ἦν ὁ νόμος κατὰ τῆς ἀδικίας καὶ ἑκάστῳ ἀπεδίδου κατὰ τὰ ἴδια ἔργα·
PG 42:159[καὶ] ἐπειδὴ ἐν ἁμαρτίαις ἐτύγχανον οἱ Ἀμορραῖοι, ἐν παραβάσει γεγονότες καὶ ἀρνησάμενοι τὸν ὅρκον ὃν ὤμοσαν, ὡς καὶ ἤδη ἄλλῃ πού μοι εἴρηται, οὐδὲν δὲ λυπήσει καὶ ἐνταῦθα τὰ αὐτὰ παραθέσθαι. ταῦτα γάρ ἐστι τὰ πρόχειρα τῆς τοῦ Μάνη δεινότητος, ὅτι «καλὸς ὁ θεὸς τοῦ νόμου, ὃς ἐσκύλευσε μὲν τοὺς Αἰγυπτίους, ἐξέβαλε δὲ Ἀμορραίους καὶ Γεργεσαίους καὶ τὰ ἄλλα ἔθνη, καὶ ἔδωκε τὴν γῆν αὐτῶν τοῖς υἱοῖς Ἰσραήλ· ὁ λέγων μὴ ἐπιθυμήσῃς πῶς ἔδωκεν αὐτοῖς τὰ ἀλλότρια». καὶ οὐκ οἶδεν ὁ ἰδιώτης ὅτι τὴν ἰδίαν γῆν ἀπείληφαν διηρπασμένην ἀπ’ αὐτῶν καὶ ἐξεδικήθη τὰ μεταξὺ ἀλλήλων γινόμενα ἐν ὅρῳ ἀληθείας καὶ ὅρκῳ. Νῶε γάρ, σωθεὶς ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἡ αὐτοῦ σύμβιος σὺν τοῖς τρισὶν υἱοῖς αὐτοῦ καὶ τρισὶ νύμφαις, μόνος διαιρῶν τὸν πάντα κόσμον, τοῖς τρισὶν υἱοῖς αὐτοῦ, τῷ Σὴμ καὶ Χὰμ καὶ Ἰάφεθ, διεῖλε βαλὼν τοὺς κλήρους ἐν Ῥινοκορούροις, ὡς καὶ ἡ ἀκολουθία ἔχει, καὶ οὐδὲν κενόφωνον οὐδὲ παραπεποιημένον. Ῥινοκόρουρα γὰρ ἑρμηνεύεται Νέελ, καὶ οὕτω φύσει οἱ ἐπιχώριοι αὐτὴν καλοῦσιν· ἀπὸ δὲ τῆς Ἑβραί̈δος ἑρμηνεύεται κλῆροι, ἐπειδήπερ ὁ Νῶε ἐκεῖ ἔβαλε τοὺς κλήρους τοῖς τρισὶν υἱοῖς αὐτοῦ.
PG 42:161καὶ [τῷ μὲν Χὰμ] ὑπέπεσεν ὁ κλῆρος ἀπὸ Ῥινοκορούρων ἄχρι Γαδείρων, Αἴγυπτον ἔχων καὶ Μάρειαν λίμνην καὶ Ἄμμωνα, Λιβύην τε καὶ Μαρμαρίδα, Πεντάπολιν, Μακάτην Μακρόνην τε καὶ Λεπτιμάγνην Σύρτιν Μαυριτανίαν, ἄχρι τῶν Ἡρακλεωτικῶν στηλῶν λεγομένων καὶ τῆς ἔσω Γαδείρων. ταῦτα τὰ πρὸς νότον. ἀπὸ δὲ Ῥινοκορούρων τὰ πρὸς ἀνατολήν, τήν τε Ἰδουμαίαν καὶ Μαδιανῖτιν, τήν τε Ἀλαβαστρῖτιν καὶ Ὁμηρῖτιν καὶ Ἀξωμῖτιν καὶ Βουγαίαν καὶ Δίβαν, ἄχρι τῆς τῶν Βάκτρων χώρας. ὁ δὲ αὐτὸς κλῆρος διορίζει ἀνὰ μέσον τοῦ Σὴμ τὰ πρὸς ἀνατολήν. τῷ δὲ Σὴμ ὑπέπεσεν ὁ κλῆρος πρὸς πλάτος, ἡ Παλαιστίνη καὶ Φοινίκη καὶ Κοίλη, Κομμαγηνή, Κιλικία, Καππαδοκία, Γαλατία, Παφλαγονία, [Θρᾴκη, Εὐρώπη, Ῥοδόπη], Λαζία, Ἰβηρία, Κασπία, Καρδυαία ἄχρι τῆς Μηδίας πρὸς βορρᾶν. ἐντεῦθεν οὗτος ὁ κλῆρος διορίζει τὸν Ἰάφεθ τὰ πρὸς βορρᾶν. πρὸς δὲ τὴν δύσιν [ὑπέπεσεν τῷ Ἰάφεθ ὁ κλῆρος] ἀπὸ τῆς Εὐρώπης ἄχρι τῆς Ἱσπανίας καὶ Βρεττανίας, [Θρᾴκη, Εὐρώπη, Ῥοδόπη] ἐκεῖθέν τε τὰ παρακείμενα ἔθνη.
PG 42:163Ἔ[ν]ητες καὶ Δαύνεις Ἰάπυγες Καλαβροὶ Λατῖνοι Ὀππικοὶ Μάγαρδες ἕως διακατοχῆς τῆς Σπανίας καὶ τῆς Γαλλίας, τῆς τε τῶν Σκόττων καὶ Φράγγων ἄνω χώρας. 84. Ὅτε οὖν οὕτως διῃρέθησαν οἱ κλῆροι, συγκαλεσάμενος Νῶε τοὺς τρεῖς υἱοὺς ὥρισεν αὐτοῖς ὅρκῳ, ἵνα μηδεὶς ἐπιβῇ τῷ κλήρῳ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πλεονεκτήσῃ τὸν ἀδελφὸν αὐτοῦ. Χαναὰν δὲ πλεονέκτης ὤν, ὁ υἱὸς τοῦ Χάμ, ἐπῆλθε τῇ Παλαιστινῶν γῇ καὶ κατέσχεν αὐτὴν καὶ ἐπεκλήθη ἡ γῆ Χαναάν, διότι ἐν αὐτῇ κατῴκησε, καταλείψας τὸν ἴδιον κλῆρον διὰ τὸ δοκεῖν εἶναι καυματινόν. καὶ καθίσας ἐν τῇ γῇ τοῦ Σήμ, τῇ νῦν καλουμένῃ Ἰουδαίᾳ, ἐγέννησε τοὺς υἱοὺς τούτους, τόν τε Ἀμορραῖον καὶ Γεργεσαῖον καὶ Φερεζαῖον καὶ Ἰεβουσαῖον καὶ Εὐαῖον καὶ Ἀρουκαῖον καὶ Χετταῖον καὶ Ἀσεναῖον καὶ Σαμαραῖον καὶ Σιδώνιον καὶ Φιλιστιαῖον. διὰ τοῦτο καὶ ὁ κύριος λέγει ἐν τῷ νόμῳ, δεικνὺς ὅτι αἱ ἁμαρτίαι αὐτῶν ἐν τῷ ὅρκῳ ἐπληροῦντο, ὡς λέγει «οὔπω ἐπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμορραίων».
διὰ τοῦτο παρέμειναν ἐν τῷ ὄρει χρονοτριβούμενοι ἐν τῇ ἐρήμῳ, ἕως ἂν αὐτοκατακρίτους ἑαυτοὺς ποιήσωσι καὶ ἐπέλθωσι πρὸς πόλεμον τοῖς υἱοῖς τοῦ Σὴμ τοῖς ἠδικημένοις, Σὴμ γὰρ γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σαλᾶ, Σαλᾶ τὸν Ἔβερ, Ἔβερ τὸν Φαλέκ, Φαλὲκ τὸν Ῥαγαῦ, Ῥαγαῦ τὸν Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρ τὸν Θάρρα, Θάρρα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρές, Φαρὲς τὸν Ἐσρώμ, Ἐσρὼμ τὸν Ἀράμ, Ἀρὰμ τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ τὸν Ναασσών. ἐν χρόνοις Ναασσὼν τοῦ φυλάρχου τοῦ Ἰούδα καὶ ἐν χρόνοις Ἰησοῦ τοῦ Ναυῆ ἔλαβον [οἱ] υἱοὶ τοῦ Σὴμ τὴν ἰδίαν γῆν, μηδεμιᾶς ἀδικίας ἐν μέσῳ ὑπαρχούσης, ἀλλὰ δικαιοκρισίας. ἔπεσεν οὖν τὰ τείχη Ἰεριχῶ αὐτόματα· ἡ γὰρ δικαιοσύνη ἐκδικεῖ τὴν ἀδικίαν. ἐν ἑπτὰ ἡμέραις περιεκύκλουν τὰ τείχη καὶ ἐλύετο τὸ σάββατον, ἵνα πληρωθῇ ἡ δικαιοσύνη. 85. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ ἑπτὰ λύχνους ἔσχεν ἡ λυχνία τοῦ ἁγιάςματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ καθ’ ἑκάστην ἡμέραν οἱ ἑπτὰ λύχνοι ἥπτοντο ἴσως καὶ οὐδ’ ὅλως ἐν μιᾷ ἡμέρᾳ ἤργει εἷς αὐτῶν, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν τὸ αὐτὸ φῶς ἦν.

Against the HieracitesAdversus Hieracitas

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 42:165οὐ γέγονε γὰρ τὸ σάββατον εἰς ἀπόκλεισιν, ἀλλὰ εἰς ἔργον ἀγαθόν. μηδενὸς δὲ ὅλως ἐργαζομένου ἐν ταῖς δώδεκα φυλαῖς μόνον τὸ θυσιαστήριον οὐκ ἤργει, καθὼς λέγει ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «οἱ ἱερεῖς ὑμῶν βεβηλοῦσι τὸ σάββατον ἐν τῷ ναῷ καὶ εἰσὶν ἀναίτιοι». τὸ δὲ «βεβηλοῦσι τὸ σάββατον» τουτέστι λύουσι. λύουσι δὲ πῶς ἀλλ’ ἢ θυσίαν προσφέροντες τῷ θεῷ, ἵνα μὴ ἀργήσῃ τὸ θυσιαστήριον; οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἥλιος ἀνατέλλει καὶ δύνει, καὶ σελήνη αὔξει καὶ φθίνει, καὶ ἄνεμοι πνέουσι καὶ καρποὶ βλαστάνουσι καὶ μητέρες γεννῶσι, καὶ πάντα γίνεται ἐν σαββάτῳ. διὰ τοῦτο καὶ ὁ κύριος ἐλθὼν οὐκ ἐτεκτόνευσεν ἐν σαββάτῳ, οὐκ ἐχάλκευσεν, οὔ τι ἕτερον [ἐποίησεν], ἀλλὰ θεὸς ὢν θεοῦ ἔργον εἰργάσατο. καί φησιν «ἆρον τὸν κράββατόν σου καὶ περιπάτει», ἵνα ἀπὸ τοῦ βαστάζοντος φανῇ τὸ ἔργον τὸ γινόμενον, ἵνα πάντες ἐπιγνώσονται τὸν ἀπ’ οὐρανοῦ ἐλθόντα πρὸς βοήθειαν υἱοῖς τῶν ἀνθρώπων. καὶ γὰρ τῷ μὲν ὄντι ἦλθε λῦσαι τὸ σάββατον, οὐκ ἠδύνατο δὲ λῦσαι αὐτό, εἰ ἀλλότριον αὐτοῦ ὑπῆρχεν.
οὐδεὶς γὰρ ἀλλότριον λύει ἔργον, εἰ μή τι ἂν ἐκλήπτωρ ἀλλοτρίων ὁ τοιοῦτος γένηται καὶ ἀλλοτριοεπίσκοπος, δίκας ἑαυτῷ ἐξαγοραζόμενος. ἐπειδὴ δὲ ἴδιον αὐτοῦ ὑπάρχει τὸ σάββατον, διὰ τοῦτο λέγει ὅτι «κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου», καί φησιν «οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον γεγένηται, ἀλλὰ τὸ σάββατον διὰ τὸν ἄνθρωπον». εἰ τοίνυν ἐποίησεν ὁ θεὸς τὸ σάββατον διὰ τὸν ἄνθρωπον καὶ προετίμησε τὸν ἄνθρωπον παρὰ τὸ σάββατον, ἵνα ὁ ἄνθρωπος γινώσκῃ τὴν ἀνάπαυσιν καὶ τῶν μελλόντων τὴν ἀνάπαυλαν· ἀντίτυπα γάρ ἐστι ταῦτα τῶν ἐπουρανίων. ἐνταῦθα γὰρ ἀπὸ μέρους, ἐκεῖνα δὲ ἡ πᾶσα τελειότης. τὸ σάββατον οὖν τὸ ἐν νόμῳ ἕως τῆς αὐτοῦ παρουσίας· ἔλυσε δὲ ἐκεῖνο τὸ σάββατον καὶ ἔδωκεν ἡμῖν τὸ μέγα σάββατον, ὅπερ ἐστὶν αὐτὸς ὁ κύριος, ἡ ἀνάπαυσις ἡμῶν καὶ ὁ σαββατισμός. Οὐδὲν οὖν διοίσει παλαιὰ ἀπὸ καινῆς διαθήκης οὔτε καινὴ ἀπὸ παλαιᾶς· μία γάρ ἐστι καὶ ἡ αὐτὴ συμφωνία.
PG 42:167ὁ δὲ ἀμαθὴς καὶ ἄπειρος, ἐὰν ἴδῃ δύο ἀντλητῆρας ἀπὸ μιᾶς πηγῆς ἀντλοῦντας, νομίσῃ δὲ διὰ τὴν διαφορὰν τῶν ἀντλητήρων διάφορα εἶναι καὶ τὰ ὕδατα, ἀκούσει [δὲ] παρὰ τῶν συνετῶν τὴν ἀλήθειαν, «ὅτι γεῦσαι τῶν δύο ἀντλητήρων καὶ ἴδε ὅτι δύο μὲν οἱ ἀντλητῆρες, μία δὲ ἡ πηγὴ ὑπάρχει». οὕτως εἷς κύριος, εἷς θεός, ἓν πνεῦμα λαλῆσαν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίῳ. διὰ τοῦτο γὰρ οὐ δύο παλαιαὶ διαθῆκαι καὶ οὔτε δύο καιναὶ διαθῆκαι, ἐπειδὴ οὐκ εἰσὶ δύο οἱ διαθέμενοι, ἀλλ’ εἷς ὁ τὴν παλαιὰν [τῶν] παλαιῶν καὶ τὴν καινὴν ἀνακαινίζων, οὐ τὴν παλαιὰν καταργῶν εἰς ἀφανισμόν, ἀλλὰ τὴν παλαιὰν καταπαύων καὶ τῇ δευτέρᾳ προστιθέμενος περιουσίας κληρονομίαν. 86. Ἄλλην δὲ πάλιν λέξιν ὁ αὐτὸς Μάνης παρεισφέρει λέγων ὅτι «οἶδα πνεῦμα σῳζόμενον ἄνευ σώματος. τοῦτο γάρ, φησί, διδάσκει ὁ ἀπόστολος λέγων ὅτι· ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας.
ἐγὼ μὲν ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα τὸν τὸ ἔργον τοῦτο κατεργασάμενον, συνελθόντων ὑμῶν καὶ τοῦ κυρίου μετὰ τοῦ ἐμοῦ πνεύματος, παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου.3 ὄλεθρος δὲ ἐπὶ σαρκὸς ὁ παντάπασίν ἐστιν ἀφανισμός. πῶς οὖν ἀφανιζομένης τῆς σαρκὸς ἐν χειρὶ τοῦ διαβόλου καὶ σῳζομένου τοῦ πνεύματος, ἔτι ἔσται ἀνάστασις σωμάτων ἢ σαρκός;» καὶ οὐκ οἶδεν ὁ ἄπειρος κατὰ πάντα ὅτι «τὰ ἔργα τῆς σαρκὸς πορνεία μοιχεία ἀσέλγεια» καὶ τὰ τούτοις ὅμοια καὶ [ὅτι] οὐ περὶ αὐτῆς τῆς σαρκὸς λέγει, ἀλλὰ τῶν ἔργων τῆς σαρκός. ὅτε μὲν ἐργάσεται πορνείαν, ἡ σὰρξ ἐργάζεται· ἐὰν δὲ κτήσηται ἐγκράτειαν, οὐκέτι ἡ σὰρξ σάρξ ἐστιν, ἀλλὰ ἡ σὰρξ μεταβέβληται εἰς πνεῦμα, ὡς καὶ ὁ ἀπόστολος λέγει ὅτι «ὁ ἀπ’ ἀρχῆς συζεύξας τὰ ἀμφότερα» εἶπεν, «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὡς ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι καὶ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». ἄρα οὖν ὁ τὴν πορνείαν ἐργαζόμενος σὰρξ γεγένηται·
οὐ μόνον αὐτὴ ἡ σάρξ, ἀλλὰ καὶ πάντα, καὶ ψυχὴ καὶ τὰ ἄλλα, σὰρξ γίνεται. κολληθεὶς γὰρ τῇ πόρνῃ σὰρξ ἐγένετο, καὶ ὢν σαρκικὸς σὰρξ ὅλως καλεῖται. «ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι», τουτέστι σῶμα καὶ ψυχὴ καὶ πάντα εἴ τι ἔστιν ἐν τῷ ἀνθρώπῳ, ἓν πνεῦμα ἐν τῷ κυρίῳ. καὶ περὶ τούτου νομοθετῶν ὁ αὐτὸς ἀπόστολός φησιν «ὁ θεὸς ἔθετο ἐν σώματι πάντα τὰ μέλη, ἕκαστον καθὼς ἠθέλησε». καὶ ὅρα πῶς ὁμολογεῖ τὸν θεὸν ποιητὴν τοῦ σώματος καὶ θέτην τῶν ἐν ἡμῖν μελῶν, [καὶ] καθὼς ἠθέλησε τῇ ἰδίᾳ σοφίᾳ καὶ ἀγαθότητι. εἶτα πάλιν ἀντὶ τοῦ παραδείγματος τοῦ ἡμετέρου σώματος τοῦ Χριστοῦ [λέγων] «ὡς καὶ ἡμεῖς σῶμα Χριστοῦ ἐσμεν καὶ μέλη ἐκ μέλους», καὶ «ἡ ἐκκλησία τοῦ θεοῦ, ἥτις ἐστὶ σῶμα Χριστοῦ». εἰ σῶμα τοίνυν θεοῦ ἡ ἐκκλησία, κεκολλημένη [δὲ] τῷ πνεύματι τουτέστι τῷ κυρίῳ, ἓν πνεῦμά ἐστιν, ὁ ἀπ’ αὐτῆς τοίνυν ἁμαρτάνων πνεύματος ἐκπεσὼν σὰρξ γεγένηται ὅλως, ψυχῇ καὶ σώματι καὶ εἴ τι ἔστιν ἐν αὐτῷ. ἐπεὶ πῶς ἐδύνατο μέρος παραδοθῆναι τῷ σατανᾷ καὶ μέρος μὴ παραδοθῆναι; οὐ γὰρ εἶπε παραδοθῆναι τὴν σάρκα τῷ σατανᾷ, ἀλλὰ παραδοῦναι «τὸν τοιοῦτον».
PG 42:169ὁ δὲ λέγων «τὸν τοιοῦτον», ὁλοσχερῆ ἄνθρωπον σὺν ψυχῇ καὶ παντὶ τῷ ἀνθρώπῳ παραδέδωκεν. εἰ δὲ ὅλον παραδέδωκεν, ὅλον σάρκα ἀπεφήνατο· τὸ πνεῦμα δὲ ἐδήλου σῴζεσθαι εἰς τὴν ἡμέραν κυρίου, ἵνα μὴ ὑπὸ αἰτίαν γένηται ἡ ἐκκλησία τοῦ σφάλματος τοῦ σφαλέντος ἀνθρώπου καὶ μολυνθῇ ὅλη ἡ ἐκκλησία τῷ παραπτώματι τοῦ ἑνός· [διὸ] λέγει «παράδοτε τὸν σφαλέντα. ἵνα τὸ πνεῦμα, τουτέστιν ὅλη ἡ ἐκκλησία, σωθῇ.» 87. Ἀλλά, φησί, γέγραπται, «σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι», καὶ νομίζει ἐν τούτῳ λέγειν τι. καὶ γὰρ τῷ ὄντι οὐ δύναται πορνεία κληρονομεῖν βασιλείαν οὐρανῶν, οὐδὲ μοιχεία οὐδὲ ἀσέλγεια οὐδὲ εἰδωλολατρεία, τουτέστι σὰρξ καὶ αἷμα. εἰ δὲ περὶ σαρκὸς καὶ αἵματος τοῦτο νομίζεις, εἶναι αὐτὴν τὴν σάρκα, πῶς ἔτι πληροῦται τὸ εἰρημένον «καὶ ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ σαρκὸς ἐγεννήθησαν, ἀλλ’ ἐκ θεοῦ»; τίς ἐν κόσμῳ γεγέννηται ἄνευ σαρκός;
ἀλλ’ ἐπειδὴ μετεβλήθησαν αἱ γνῶμαι, [οὐ γὰρ αἱ φύσεις τῶν γεννωμένων ἀπὸ μητέρων καὶ πατέρων σαρκὸς καὶ αἵματος] καὶ ἐγεννήθησαν τὴν δευτέραν γέννησιν τὴν τῆς ἀπὸ τοῦ κυρίου γεννήσεως διὰ πνεύματος καὶ πυρός, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. ὡς οὖν ἐνταῦθα ἐκ σαρκὸς ἐγεννήθησαν καὶ ἐξ αἵματος, καὶ οὐκέτι λογίζεται ἐκ σαρκὸς καὶ αἵματος ἡ γέννησις διὰ τὴν μεταβολὴν τῆς δικαιοσύνης, καίτοι γε ἐν σαρκὶ καὶ αἵματι ὡς λέγει «ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα»· ἄρα οὖν ἔνι σὰρξ οὐ κατὰ σάρκα στρατευομένη· καὶ διὰ τοῦτο λέγει σάρκα καὶ αἷμα μὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, οὐ περὶ τῆς σαρκὸς ταύτης [λέγων] τῆς καμούσης, τῆς ἁγιασθείσης, τῆς τῷ θεῷ εὐαρεστησάσης, ἀλλὰ περὶ τῆς ἐν ἁμαρτίαις ἐξετασθείσης· ἐπεὶ πῶς ἂν πληροῦται τὸ εἰρημένον «δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν»; τηλαυγέστερον δὲ περὶ τούτου ὁ αὐτὸς ἀπόστολος σημαίνων.
ἵνα μή τινες πλανηθῶσι καὶ ἀντὶ τῶν φαύλων ἔργων τὴν τοῦ σώματος πλάσιν ἀπελπίσωσιν [ἐκ] τῆς ἀναστάσεως, λέγει «νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, ἅτινά ἐστι πορνεία μοιχεία ἀσέλγεια» καὶ τὰ ἑξῆς ἀλλ’ ἄκουε καὶ τοὺς ὀφθέντας τοῖς Γαλιλαίοις καὶ λέγοντας ὅτι «τοῦτον τὸν Ἰησοῦν ὃν ἑωράκατε ἀφ’ ὑμῶν ἀναλαμβανόμενον, οὕτως ἐλεύσεται ὃν τρόπον εἴδετε αὐτὸν ἀναλαμβανόμενον.» 88. Ἀπὸ δὲ τῶν εἰρημένων πάντων δύνανται οἱ νουνεχεῖς τὸν νοῦν ἐπιστῆσαι ἐπὶ πᾶσι τοῖς τῆς ἀληθείας λόγοις καὶ τοῖς ἀπὸ τοῦ ψεύσματος τοῦ προειρημένου λεγομένου Μανιχαίου, ἵνα, εἰ καί [που] οὐκ ἐπεμνήσθην τινὸς μαρτυρίας, ἀπὸ τῶν δύο ἢ τριῶν μαρτυριῶν ὧν εἴπομεν τὰ πάντα αὐτοῦ φωραθῇ ψευδῆ.
PG 42:171ἡμεῖς δὲ πολλὴν ἐπιβεβηκότες ὁδὸν τραχεῖαν καὶ κινδυνώδεις τόπους μόλις ταυτησὶ τῆς ἀμφισβαίνης καὶ θηρὸς ὀλετηρίου τῆς κεγχρίτιδος, ἀπὸ πολλῶν ὁμοιωμάτων πεποικιλμένης πρὸς ἀπάτην τῶν ὁρώντων, ἐχούσης δὲ κεκρυμμένην κάτω τὴν κεντρώδη καὶ ἰοβόλον πηγὴν τῆς ἐκ πάντων ὁρμωμένης ἐπειδὴ γὰρ μετὰ Ἑλλήνων Ἕλλην ἐστίν, ἥλιον προσκυνῶν καὶ σελήνην καὶ τὰ ἄστρα καὶ δαίμονας, ὁ ἀνήρ, ἀγαπητοί, τυγχάνει καὶ ἡ αὐτοῦ αἵρεσις τὰ τῶν Ἑλλήνων ὑφηγεῖται, τὰ μάγων ἐπίσταται καὶ ἐν αὐτοῖς ἐγκυλινδεῖται, ἀστρονόμους ἐπαινεῖ, τὰ αὐτῶν περιεργαζόμενος, μόνον Χριστοῦ σεμνύνεται ὄνομα λόγῳ, ὡς καὶ αὐτὴ ἡ κεγχρῖτις κρύπτει μὲν τὸν ἰόν, ἀπατᾷ δὲ διὰ τῆς ποικιλίας, ἐν μέσῳ ὑλῶν πολλῶν γενομένη καὶ ἀφομοιουμένη μετὰ τῶν ὄντων·
ἐν δὲ τῇ τοῦ θεοῦ δυνάμει τῷ ξύλῳ τῆς ἀληθείας καὶ αἵματι Χριστοῦ καὶ σώματι τῷ ἀπὸ Μαρίας, τῷ ἀληθινῶς γεγεννημένῳ, καὶ τῇ τῶν νεκρῶν ἀναστάσει καὶ τῇ ὁμολογίᾳ τῆς μιᾶς ἑνότητος συντρίψαντες τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῖς ὕδασι, τὴν πολυκέφαλον ταύτην αἵρεσιν εἰς τοὐπίσω [τε] στρέψαντες καὶ τὴν κεφαλὴν καταθλάσαντες, εὐχάριστοι μὲν θεῷ διατελέσωμεν, ἐπὶ δὲ τὰς ἑξῆς αἱρέσεις προελθεῖν σπεύσωμεν, θεὸν ἐπικαλούμενοι βοηθὸν τῆς ἡμῶν ἀσθενείας, ὅπως τὰ ἐπηγγελμένα ἐν θεῷ περαιώσαντες τελείως θεῷ εὐχαριστήσωμεν. Κατὰ Ἱερακιτῶν μζ, τῆς δὲ ἀκολουθίας ξζ. 1. Μετὰ τὴν μοχθηρὰν ταύτην καὶ ἰοβόλον ὑπὲρ πᾶσαν αἵρεσιν καὶ ἑρπετώδη τοῦ Μάνη βαρβαρικὴν θηριοβολίαν τῆς διδασκαλίας ἀνέστη τις Ἱερακᾶς ὀνόματι, ἀφ’ οὗπερ Ἱερακῖται. οὗτος ἐν τῇ Λεοντῷ τῇ κατ’ Αἴγυπτον ὑπῆρχεν, ἐν προπαιδείᾳ οὐ μικρᾷ ὑπάρξας, Ἑλληνικῶν τε πάντων λόγων ἐπιτηδεύμασιν ἀσκηθείς, ἰατροσοφιστικῇ τε καὶ τοῖς ἄλλοις τοῖς τῶν Αἰγυπτίων καὶ Ἑλλήνων μαθήμασιν ἀκριβῶς ἐπιστάς· τάχα δὲ καὶ ἀστρονομίας καὶ μαγείας ὁ ἀνὴρ παρήψατο.
PG 42:173ἐμπειρότατος γὰρ ὑπῆρχε πολλῶν λόγων καὶ ἐν ἐξηγήσει, ὡς ὑποφαίνουσιν οἱ αὐτοῦ λόγοι , πάνυ δὲ τὴν τῶν Αἰγυπτίων ἐπιστάμενος γλῶσσαν [Αἰγύπτιος γὰρ ὁ ἀνὴρ ἦν], ἀλλὰ καὶ τῇ τῶν Ἑλλήνων τετρανωμένος οὐ μικρῶς, ὀξὺς κατὰ πάντα τρόπον. ὑπῆρχε δῆθεν Χριστιανός, ἀλλ’ οὐκ ἐνέμεινε τῇ τοῦ Χριστοῦ πολιτείᾳ· παρέπεσε γὰρ καὶ ὀλισθήσας ἐξώκειλεν. οὗτος μὲν γὰρ παλαιὰν καὶ καινὴν διαθήκην σαφῶς εἰπεῖν ἀποστηθίζων καὶ εἰς αὐτὰ ἐξηγησάμενος, ἐδογμάτισε παρ’ ἑαυτῷ ἀπὸ κενοφωνίας ἑαυτοῦ, ὅπερ αὐτῷ ἔδοξε καὶ ὃ ὑπεισῆλθεν αὐτῷ. Βούλεται γὰρ καὶ οὗτος τὴν σάρκα μὴ ἀνίστασθαι τὸ παράπαν, ἀλλὰ τὴν ψυχὴν μονωτάτην. πνευματικὴν δὲ τὴν ἀνάστασιν φάσκει. καὶ ὅσα ἔστιν [εὑρεῖν] ἀπὸ τῶν θείων γραφῶν εἰς ἑαυτοῦ νοῦν ἀναλεξάμενος, οὕτως ἑαυτῷ ἐπεσώρευσεν, ἀτόπως πλάσματα ἄττα φαῦλα ἑαυτῷ μηχανησάμενος πρὸς σύστασιν τῆς αὐτοῦ αἱρέσεως. ἦν δὲ ὁ ἀνὴρ ἔκπληκτος τῇ αὐτοῦ ἀσκήσει καὶ δυνάμενος πεῖσαι ψυχάς· αὐτίκα πολλοὶ τῶν ἀςκητῶν τῶν Αἰγυπτίων αὐτῷ συναπήχθησαν.
οἶμαι γὰρ ὅτι περὶ ἀναστάσεως νεκρῶν [ὡς] ἠρνήσατο τὴν τῆς σαρκὸς ἀνάστασιν, ἀπὸ Ὠριγένους τὰς προφάσεις εἰληφὼς ἢ ἀφ’ ἑαυτοῦ τῆς διανοίας τοῦτο ἐξεμέσας. οὐ παραδέχεται οὗτος γάμον, φάσκων εἶναι τοῦτο παλαιᾶς διαθήκης. τοὺς μὲν γὰρ περὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωυσέα καὶ Ἀαρὼν καὶ πάντας τοὺς ἁγίους, Ἠσαί̈αν καὶ Ἰερεμίαν, ὁμοίως δέχεται καὶ προφήτας ἡγεῖται, καὶ συγκεχωρῆσθαί φησιν ἐν τῇ παλαιᾷ διαθήκῃ τῷ γάμῳ συνάπτεσθαι, ἀπὸ δὲ τῆς ἐνδημίας τοῦ Χριστοῦ μηκέτι [δεῖν] τὸν γάμον παραδέχεσθαι, μήτε δύνασθαι αὐτὸν κληρονομεῖν βασιλείαν οὐρανῶν. τί γάρ, φησίν, ἦλθε ποιεῖν καινὸν ὁ λόγος; ἢ τί καινὸν ἦλθε κηρῦξαι ὁ μονογενὴς καὶ κατορθῶσαι; εἰ μὲν γὰρ περὶ φόβου θεοῦ, τοῦτο εἶχεν ὁ νόμος· εἰ δὲ περὶ τοῦ γάμου, κεκηρύχασιν αἱ γραφαί· εἰ δὲ περὶ φθόνου καὶ πλεονεξίας καὶ ἀδικίας, ταῦτα πάντα περιεῖχεν ἡ παλαιὰ διαθήκη. ἓν δὲ μόνον τοῦτο κατορθῶσαι ἦλθε, τὸ τὴν ἐγκράτειαν κηρῦξαι ἐν τῷ κόσμῳ καὶ ἑαυτῷ ἀναλέξασθαι ἁγνείαν καὶ ἐγκράτειαν· ἄνευ δὲ τούτου μὴ δύνασθαί [τινα] ζῆν. 2.
Τὰς δὲ προφάσεις τούτων πανταχόθεν ἀναλέγεται, [ὡς] ὅταν εἴπῃ ὅτι «καὶ τὸν ἁγιασμὸν ὑμῶν, οὗ χωρὶς τὸν θεὸν οὐδεὶς ὄψεται». ἐὰν δὲ εἴπωσιν αὐτῷ· πῶς ὁ ἀπόστολος ἔφη «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός», καὶ εὐθὺς ἐπιφέρει αὖθις λέγων , ὑπερβὰς δὲ ὀλίγον λέγει ὅτι «ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσει τῷ κυρίῳ καὶ ἡ παρθένος· ἡ δὲ γαμήσασα μεριμνᾷ πῶς ἀρέσει τῷ ἀνδρί, καὶ μεμέρισται». εἰ τοίνυν ἔστι μερισμός, πῶς δύναται ὅπου μερισμὸς ἐπὶ τὸ αὐτὸ κοινωνῆσαι; καὶ εἰ θεῷ οὐκ ἀρέσκει, ἀλλὰ τῷ ἀνδρί, πῶς δύναται παρὰ θεῷ κεκτῆσθαι τὴν κληρονομίαν; «διὰ γὰρ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω», [φησὶν ὁ ἀπόστολος] οὐκ ἐπαινῶν, φησί, γάμον μετὰ τὴν παρουσίαν, ἀλλὰ συμβαστάζων, ἵνα μὴ εἰς περιττὸν ὄλεθρον ἐμπέσωσιν. «εἰσὶ γὰρ εὐνοῦχοι οἱ ἑαυτοὺς εὐνουχίσαντες διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ «θέλω, φησί, πάντας εἶναι ὡς ἐμαυτόν», καὶ «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, πέντε μωραῖς καὶ πέντε φρονίμοις»· φρόνιμοι παρθένοι, μωραὶ παρθένοι, πλὴν παρθένοι, βασιλείᾳ οὐρανῶν ἀπεικάζονται, καὶ οὐκ εἶπεν ἔγγαμοι.
PG 42:175πολλὰ δὲ τοιαῦτα ἑαυτῷ ἐπισωρεύει, ἵνα δῆθεν παρεκβάλῃ γάμον. Οὐ δέχεται δὲ τοὺς παῖδας τοὺς τελευτῶντας πρὸ γνώσεως, ἀλλ’ ἀποβάλλει αὐτοὺς τῆς νομιζομένης ἐλπίδος. φάσκει γὰρ τούτους μὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, ἐπειδή, φησίν, οὐκ ἠγωνίσαντο. «ἐὰν γὰρ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ·» εἰ γὰρ καὶ ὁ ἀθλῶν οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως, πόσῳ γε μᾶλλον οἱ μηδέπω εἰς ἀγῶνα κεκλημένοι; οὐ πιστεύει δὲ πάλιν οὗτος παράδεισον εἶναι αἰσθητόν, ὥσπερ ἀμέλει καὶ Ὠριγένης, οὐδέ, ὡς ἔφην, νεκρῶν ἀνάστασιν τὴν διὰ σαρκός, ἀλλ’ ἀνάστασιν μὲν νεκρῶν λέγει, ἀνάστασιν δὲ τὴν τῶν ψυχῶν καὶ πνευματικήν τινα φάσκων μυθολογίαν. οὐδεὶς δὲ μετ’ αὐτῶν συνάγεται, ἀλλὰ εἰ εἴη παρθένος ἢ μονάζων ἢ ἐγκρατὴς ἢ χήρα. περὶ δὲ τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οὐ φάσκει κατὰ τὸν Ὠριγένην, ἀλλὰ πιστεύει ὄντως τὸν υἱὸν ἐκ πατρὸς γεγεννημένον, [ 3. ] καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐκ πατρὸς εἶναι [δέχεται].
φάσκει δὲ οὗτος, ὡς ἄνω μοι ἐν τῇ τῶν Μελχισεδεκιανῶν αἱρέσει δεδήλωται, περὶ τοῦ ἁγίου πνεύματος ὅτι αὐτός ἐστιν ὁ Μελχισεδέκ, διὰ τό, φησίν, εἰρηκέναι [τὸν ἀπόστολον] ὅτι «ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις ὑπὲρ ἡμῶν». καὶ τίς ἐστιν οὗτος, ἀλλὰ [ὁ «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ, ὃς] μένει ἱερεὺς εἰς τὸ διηνεκές»; τὸ δὲ «ἱερεὺς εἰς τὸ διηνεκές» διὰ τὸ ὑπερεντυγχάνειν. τοῦτο δὲ τὸ πνεῦμα συνηντηκέναι τῷ Ἀβραὰμ κατ’ ἐκεῖνο καιροῦ, ἐπειδὴ γὰρ ὅμοιόν ἐστι τῷ υἱῷ. καὶ διὰ τοῦτο, φησίν, [λέγει] ὁ ἀπόστολος «ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος»· ἀμήτωρ, φησίν, ὅτι οὐκ ἔχει μητέρα· ἀπάτωρ, φησίν, ὅτι ἐπὶ γῆς οὐκ ἔσχε πατέρα, «ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». καὶ πολλὰ φλυαρῶν περὶ τοῦ ἁγίου πνεύματος διεξῆλθε περὶ τούτου πολλὴν πραγματείαν. βούλεται δὲ τὴν τελείαν αὐτοῦ σύστασιν ποιεῖσθαι ἀπὸ τοῦ Ἀναβατικοῦ Ἠσαί̈ου, δῆθεν ὡς ἐν τῷ Ἀναβατικῷ λεγομένῳ ἔλεγεν ἐκεῖσε ὅτι «ἔδειξέ μοι ὁ ἄγγελος περιπατῶν ἔμπροσθέν μου, καὶ ἔδειξέ μοι καὶ εἶπε· τίς ἐστιν ὁ ἐν δεξιᾷ τοῦ θεοῦ; καὶ εἶπα· σὺ οἶδας, κύριε· λέγει· οὗτός ἐστιν ὁ ἀγαπητός.

The Meletian Schism in EgyptMeleth Ægyptii Schisma

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ τίς ἐστιν ὁ ἄλλος ὁ ὅμοιος αὐτῷ ἐξ ἀριστερῶν ἐλθών; καὶ εἶπα· σὺ γινώσκεις. [λέγει·] τοῦτό ἐστιν τὸ ἅγιον πνεῦμα τὸ λαλοῦν ἐν σοὶ καὶ ἐν τοῖς προφήταις. καὶ ἦν, φησίν, ὅμοιον τῷ ἀγαπητῷ.» ἐκ τούτου βούλεται συνιστᾶν τὸ εἰρημένον «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». Πόσα τοίνυν δυνήσεται ὁ ἡμέτερος νοῦς καὶ περὶ τούτου διαλαμβάνειν πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πολλῆς παραπεποιημένης διανοίας; οὗτος δὲ γηραλέος ἐτελεύτα. συνεγράψατο δὲ Ἑλληνικῶς τε καὶ Αἰγυπτιακῶς, ἐξηγησάμενος καὶ συντάξας [περὶ] τῆς ἑξαημέρου, μύθους τινὰς πλασάμενος καὶ κομπώδεις ἀλληγορίας. εἰς ἄλλα δὲ πόσα ἀπὸ τῆς γραφῆς συνέταξε, ψαλμούς τε πολλοὺς νεωτερικοὺς ἐπλάσατο. ἐμψύχων τε πολλοὶ ἐξ αὐτῶν οὐ μετέχουσι τῶν ἀληθινῶν αὐτῶν τοῦ δόγματος. ὁ δὲ Ἱερακᾶς αὐτὸς τῷ μὲν ὄντι πολλὴν εἶχε τὴν ἄσκησιν, οἱ δὲ μετ’ αὐτὸν αὐτοῦ μαθηταὶ καθ’ ὑπόκρισιν· ἐκεῖνος μὲν ἀπείχετο πάντων βρωμάτων καὶ ἠσκεῖτο καὶ ἀπὸ οἴνου· φασὶ δέ τινες περὶ αὐτοῦ ὅτι ὑπὲρ ἐνενήκοντα ἔτη βιώσας ἕως τῆς ἡμέρας ἧς ἐτελεύτα ἐκαλλιγράφει [καλλιγράφος γὰρ ἦν]· ἔμενε γὰρ αὐτοῦ συνεστὼς ὁ ὀφθαλμός. 4.
PG 42:177Φέρε δὲ διασκοπήσωμεν καὶ τὰ τούτου ζιζάνια· ποίᾳ διανοίᾳ λόγου θεϊκοῦ συνάψωμεν καὶ ἐξαφανίσωμεν τὸ ἰοβόλον τοῦτο ἑρπετόν, σκορπίου δίκην ἔμπροσθεν καὶ κατόπιν παῖον, ἀπὸ δύο διαθηκῶν ἑαυτῷ ἐπισωρεῦον τὰ πρὸς βλάβην, οὐχ ὡς ἔχουσιν οἱ θεῖοι λόγοι, ἀλλ’ ὡς ἡ παραπεποιημένη αὐτοῦ ἔννοια τὰ φωτεινὰ σκοτεινῶς διενοεῖτο; οὐ μεμπτὸν γὰρ τὸ μέλι οὔτε πικρότατον, οὐδὲ αἱ ἐδωδαὶ ἐκ θεοῦ ἐκτισμέναι αἱ καλλίους, διδόμεναι δέ τινι πυρέττοντι πικραὶ ἐν τῷ στόματι αὐτοῦ φαίνονται, οὐ τῶν ἡδέων πεπικραμμένων, ἀλλὰ τοῦ γεύματος τοῦ πυρέττοντος πικράναντος τὰ αὐτῷ διδόμενα. οὕτω καὶ πᾶς τις ἀπὸ τῆς ἀληθείας πεσὼν οὐκ ἀπὸ τῆς ἀληθείας ἠπάτηται, ἀλλὰ τὴν ἀλήθειαν πικροῖς διανοήμασιν ἐγεύσατο, καὶ εἰς πικρίαν αὐτῷ μετεβλήθη. ἴδωμεν δέ, περὶ τῶν παίδων, τί εἴπωμεν, περὶ τῶν ἀποκτανθέντων εὐθὺς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας διὰ Χριστόν; ἆρα βασιλείας οὐρανῶν εἰσιν ἀμέτοχοι οἱ τοιοῦτοι ἢ μετέχουσι; μετέχουσι μὲν οὖν ὄντες ἄμεμπτοι. εἰ γὰρ οὐκ εἰσὶ μέτοχοι, ἄρα παραίτιος αὐτῶν ὁ κύριος γεγένηται· δι’ αὐτὸν γὰρ ἀπεκτάνθησαν.
εἰ δὲ ἀπεκτάνθησαν δι’ αὐτόν, μὴ φθάσαντες ἀγωνίσασθαι μήτε λαβεῖν τὸ βραβεῖον, ἄρα ἡ αὐτοῦ παρουσία γενομένη [εἰς σωτηρίαν,] μᾶλλον εἰς βλάβην τῷ κόσμῳ γέγονεν, ἐπειδὴ γὰρ αἰτία γέγονε τοῦ ἄωρα τὸν βίον τὰ βρέφη μεταλλάττειν, τιμωρηθέντα καὶ βασιλικῇ ἀπειλῇ ὑποπεσόντα, τοῦ μὴ φθάσαι εἰς ἀγῶνα, ὅπως κομίσωνται τὰ βραβεῖα. Ἴδωμεν δὲ καὶ ἄλλας θεωρίας. κάλει μοι Σαλομῶντα τὸν μακάριον καὶ σοφώτατον πρὸς ἔλεγχον τοῦ Ἱερακᾶ τούτου. δεῦρο, προφητῶν μακαριέστατε, «ὁ λαβὼν παρὰ κυρίου χύμα καρδίας καὶ σοφίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης», τί ἂν περὶ τῶν παίδων φρονοίης; καὶ φησί «γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὔτε ἀριθμῷ ἐτῶν μεμέτρηται. πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος, γενόμενος ἄμεμπτος θεῷ ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. ἡρπάγη, μὴ ἡ κακία αὐτοῦ ἀλλάξῃ σύνεσιν, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» καὶ ὅτι μὲν οὖν περὶ παίδων λέγει ἑξῆς ἐπιφέρει λέγων «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν [χρόνους μακρούς]», ἵνα εἴπῃ, τελευτήσας νέος ἐπλήρωσε χρόνους μακρούς. «ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας.» καὶ τῷ Ἰερεμίᾳ φησὶν ὁ κύριος «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν σε ἐκ μήτρας, ἡγίακά σε». 5. Ἴδωμεν δὲ αὐτὸν τὸν σωτῆρα, τὸ ἀψευδὲς στόμα, τὸ γινῶσκον τὰ πάντα· δεῦρο, κύριε, βοήθει τῇ διανοίᾳ ἡμῶν, ἔλεγξον δὲ τὸν Ἱερακᾶν καὶ τὴν αὐτοῦ προπέτειαν. «προσῆλθον αὐτῷ» φησι «τὰ παιδία, ἵνα θῇ χεῖρας ἐπ’ αὐτὰ καὶ εὐλογήσῃ. οἱ δὲ μαθηταὶ ἀπωθοῦντο αὐτὰ καὶ ἐκώλυον. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» καὶ ἵνα μὴ μόνον παιδαρίων νοηθῇ ἡ βασιλεία τῶν οὐρανῶν καὶ οὐχὶ ἐπὶ πᾶσαν ἡλικίαν , ἀπ’ αὐτῶν μὲν τὴν ἀρχὴν ποιεῖται, τοῖς δὲ ὁμοίοις αὐτῶν δεδώρηται μετ’ αὐτῶν ἔχειν τὴν κληρονομίαν.
PG 42:179εἰ γὰρ οἱ κατ’ αὐτοὺς βασιλεύειν ἔχουσι, πόσῳ γε μᾶλλον οἱ ἀρχέτυποι τῶν κατ’ αὐτοὺς ὑπαρχόντων; καὶ πέπτωκεν αὐτοῦ ὁ μυθώδης λόγος. πάντας γὰρ ἐλεᾷ ὁ κύριος. «φυλάσσων γὰρ τὰ νήπια ὁ κύριος», καὶ «αἰνεῖτε, παῖδες, κύριον», καὶ τὰ παιδία ἐκήρυξαν «ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», καὶ «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον». καὶ πόσα ἐστὶ τὰ τοιαῦτα. 6. Περὶ δὲ σαρκὸς ἀναστάσεως, πῶς οὐχὶ σαρκὸς ἔσται ἀνάστασις, ὦ ἐθελόσοφε Ἱερακᾶ; αὐτὴ γὰρ ἡ ὀνομασία τῆς φράσεως δείκνυσι τὴν δύναμιν. ἀνάστασις γὰρ οὐ καλεῖται τοῦ μὴ πεπτωκότος. ποῖον δέ ἐστι τὸ πεσόν; ποῖον τὸ ταφέν; ποῖον τὸ λυθὲν ἀλλ’ ἢ τὸ σῶμα, καὶ οὐχ ἡ ψυχή; ψυχὴ τοίνυν οὐ πίπτει, οὔτε θάπτεται. καὶ πόσα ἔστι περὶ τούτου λέγειν; ψυχῆς γὰρ οὐ καλεῖται ἀνάστασις, ἀλλὰ σῶμά ἐστι τὸ ἐγειρόμενον. περὶ δὲ τῆς ἀναλογῆς, ἧς ἦλθεν ὁ σωτὴρ ἀναλέξασθαι παρθενίαν καὶ ἐγκράτειαν καὶ ἁγνείαν, τίνι οὐκ ἔστι δῆλον ὅτι ἔστιν ἐκλογὴ καὶ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καύχημα καὶ τοὺς ἐν σεμνῷ γάμῳ· «ἕκαστον γὰρ κατὰ τὸ ἴδιον τάγμα» σῴζειν εἴωθε.
PG 42:181πῶς γὰρ οὐκ ἔσται «τίμιος ὁ γάμος» καὶ ἐν θεῷ ἔχων τὴν τῶν οὐρανῶν βασιλείαν, ὁπότε κέκληται ὁ σωτὴρ εἰς γάμους, ἵνα εὐλογήσῃ γάμον; εἰ μὲν γὰρ παρῃτήσατο εἰς γάμον εἰσιέναι, ἄρα γάμου ἦν καταλύτης καὶ οὐκ ἀποδεχόμενος ἕκαστον κατὰ συγγνώμην τῆς αὐτοῦ ἀσθενείας. τίμιος τοίνυν ὁ γάμος, ὅτι αὐτὸς αὐτὸν ὥρισε. διὸ παραγίνεται εἰς γάμον, ἵνα φράξῃ τὰ στόματα τῶν λεγόντων κατὰ τῆς ἀληθείας. ἐκεῖ γὰρ πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας τὸ ὕδωρ οἶνον ποιήσας. ὡς γὰρ ἀνέτειλεν ἀπὸ παρθένου, ἵνα δείξῃ τὸ φῶς ἀπὸ παρθένου ἀνατεῖλαν τῇ οἰκουμένῃ, οὕτω καὶ τὸ πρῶτον σημεῖον εἰς γάμους πεποίηκεν ἐν Κανᾷ τῆς Γαλιλαίας, ἵνα τὴν μὲν παρθενίαν τιμήσῃ διὰ τῆς ἀποκυήσεως καὶ φωτὸς βολῆς τῆς δι’ αὐτῆς ἀνατειλάσης, τὸν δὲ σεμνὸν γάμον τιμήσῃ διὰ τῶν θεοσημείων, ἐν τοῖς γάμοις πρῶτον ἐπιτελέσας, τὸ ὕδωρ εἰς ἄκρατον μεταβαλών. ὡσαύτως δὲ εἰ ἀλλότριος ἦν ὁ γάμος, πῶς παραγγέλλει ὁ τῶν ἐθνῶν διδάσκαλος, ὡς λέγει «νεωτέρας χήρας παραιτοῦ. μετὰ γὰρ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ γαμεῖν ἐθέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». τί οὖν φησιν;
«ἀλλὰ γαμείτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν». εἰ τοίνυν ταῦτα παραδέχεται, πῶς παρὰ σοί, Ἱερακᾶ, ὁ γάμος ἐστὶν ἐκβαλλόμενος μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν; 7. Περὶ δὲ τοῦ Μελχισεδὲκ ὅτι φάσκεις ὅτι αὐτός ἐστι τὸ πνεῦμα· τοίνυν ἦλθε τὸ πνεῦμα καὶ ἔλαβε σάρκα. οὐκέτι οὖν ὁ μονογενὴς μόνος γεγέννηται κατὰ σάρκα, ἀλλὰ καὶ τὸ πνεῦμα. εἰ δὲ γεγέννηται κατὰ σάρκα τὸ πνεῦμα, ἰδού, ἡ Μαρία ἡ γεννήσασα τὸν σωτῆρα· λεγέτω Ἱερακᾶς ποῦ ἐστιν ἡ γεννήσασα τὸ πνεῦμα. καὶ τῷ εἰπεῖν «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές» οὐκέτι περὶ πνεύματος ἁγίου ὁ λόγος. οὐ γὰρ εἶπεν ὅμοιον τῷ υἱῷ τοῦ θεοῦ, ἀλλ’ ἀφωμοιωμένον. τὸ δὲ ἀφωμοιωμένον μετέπειτα ἔχει τὴν ἀγωγήν. εἰ δὲ μετὰ τὸν χρόνον τοῦ Ἀβραὰμ τὸ πνεῦμα ἀφομοιοῦται τῷ Χριστῷ, ἄρα οὐκ ἦν ποτε καὶ διὰ τοῦτο ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ. καὶ ἀπάτωρ πῶς δύναται εἶναι; εἰ μὲν γὰρ αὐτουπάρχον ἐστὶ τὸ πνεῦμα καὶ οὐκ ἔστιν ἐκ τῆς οἰκείας οὐσίας τῆς θεότητος, εἰκότως ἀπάτωρ δειχθείη. καὶ γὰρ τῷ μὲν ὄντι μονογενὴς ὁ υἱὸς καὶ ἀδελφὸν οὐκ ἔχει, υἱὸς δὲ θεοῦ·
ἀλλὰ κἄν τε οὐ λέγομεν τὸ πνεῦμα γεννητόν, ἐπειδὴ μονογενὴς ὁ υἱός, ἀλλὰ πνεῦμα «τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον», φησὶν ὁ Χριστός. τὸ γοῦν ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον, ἀπάτωρ οὐ δύναται εἶναι. κἄν τε εἴπῃ· ἀμήτωρ ἐν οὐρανῷ καὶ ἀπάτωρ ἐπὶ τῆς γῆςδύναται γὰρ τοῦτο καὶ ἐπὶ τοῦ σωτῆρος λέγεσθαιπῶς οὖν ἐπὶ τέλει ὁ ἀπόστολος φράζει λέγων «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραὰμ τὸν πατριάρχην». τὸ γὰρ «ἐξ αὐτῶν» ἀκριβείας ἐστὶ δηλωτικόν· ὁπότε γάρ, ἐκ τῶν υἱῶν Ἰσραὴλ μὴ γενεαλογούμενος, ἐξ ἄλλων πάντως ἐθνῶν εἶχε τὴν γενεαλογίαν. διὰ δὲ τὸ μὴ γεγράφθαι τὴν αὐτοῦ μητέρα ἢ πατέρα, ἄλλα ἀντὶ ἄλλων φαντάζονται οἱ συκοφάνται τῆς ἀληθείας. ἡμεῖς δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐν παραδόσεσιν εὕρομεν καὶ τὸν πατέρα. ἦν γὰρ οὗτος τῶν γενῶν Σιδῶνος καὶ τῶν Χαναναίων. διέπεσε τοίνυν ὁ μυθώδης αὐτοῦ λόγος· καὶ μάτην αὐτοῦ καὶ ἡ πολιτεία· οὐ γὰρ τὸ ἀψύχοις ἀρκεῖσθαι μετὰ κακοπιστίας, τοῦτο ζωῆς ἐστι καὶ ἐλπίδος διδασκαλεῖον σωτηρίας. «πάντα», γάρ φησιν, «εἰς δόξαν θεοῦ γινέσθω.» 8. Ἀλλὰ περὶ τούτων καὶ αὐτόθι ἀρκεῖσθαι ἡγοῦμαι.
PG 42:183συνετρίψαμεν γὰρ τοῦ σκορπίου τὰς πτέρυγας, καὶ κατεσπάσαμεν αὐτοῦ τὰς δυνάμεις. ὄφις γὰρ πτερωτὸς οὗτος καὶ σκορπίος, πτέρυγας ἔχων κατὰ πολλοὺς τρόπους καὶ πετόμενος, καὶ μιμούμενος μὲν τῆς ἐκκλησίας τὴν παρθενίαν, οὐκ ἔχων δὲ καθαρὰν τὴν συνείδησιν. ἐπὶ γὰρ τούτῳ καὶ τοῖς ὁμοίοις αὐτοῦ πληροῦται τὸ «κεκαυτηριασμένων τὴν συνείδησιν, καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς εἰς μετάληψιν ἐποίησεν· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ ζῶντος καὶ ἐντεύξεως, ὅτι πάντα καλὰ καὶ ἡδέα, καὶ οὐδὲν ἀπόβλητον παρὰ θεῷ». χλευάζονται δὲ τελειότατα δι’ ἃς κέκτηνται ἕκαστος συνεισάκτους γυναῖκας, [δι’] ἃς εἴωθαν φιλοτιμεῖσθαι ἔχειν εἰς ὑπηρεσίαν. ἀλλὰ καὶ τούτου, ὡς ἔφην, τὰς πτέρυγας κατασπάσαντες καὶ τὴν κεφαλὴν καταθλάσαντες τῷ ξύλῳ τῆς ζωῆς, τουτέστι τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἐπικαλούμενοι αὐτὸν τὸν θεὸν βοηθόν, πρὸς τὴν τῶν λοιπῶν αἱρέσεων ἀντίρρησίν τε καὶ ἀνατροπὴν τῶν παρ’ αὐτοῖς ματαίως τῷ κόσμῳ ὑποβαλλομένων. [Κατὰ] τοῦ Μελιτίου σχίσματος τοῦ Αἰγυπτίου μη, τῆς δὲ ἀκολουθίας ξη. 1.
Μελιτιανῶν τι τάγμα ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ὑπάρχει, ἀπὸ Μελιτίου τινὸς ἐπισκόπου ἐν τῇ Θηβαί̈δι, γενομένου τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθῆς πίστεως· οὐ γάρ τι μετήλλαττεν ἡ πίστις αὐτοῦ ἐν καιρῷ τινι τῆς ἁγίας καθολικῆς ἐκκλησίας. οὗτος ὁ Μελίτιος σύγχρονος ἦν καὶ συνακμαστὴς τοῦ προειρημένου Ἱερακᾶ τε καὶ καθεξῆς διαδεξάμενος, ὃς ἦν καὶ τοῦ ἁγίου Πέτρου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου σύγχρονος. καὶ οὗτοι πάντες ἐπὶ τοῦ διωγμοῦ ἦσαν τοῦ γενομένου ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ. ἡ δὲ κατὰ τὸν Μελίτιον ὑπόθεσις τοῦτον ἔσχε τὸν τρόπον. Σχίσμα ἐποίησεν, οὐ μὴν μετηλλαγμένως τὴν πίστιν γεγένηται. οὗτος ἐν καιρῷ τοῦ διωγμοῦ ἅμα Πέτρῳ τῷ ἁγίῳ ἐπισκόπῳ καὶ μάρτυρι καὶ τοῖς ἄλλοις μάρτυσι συλληφθεὶς ὑπὸ τῶν ἐπὶ τούτῳ ὑπὸ τοῦ βασιλέως ἐπιτεταγμένων, τῶν κατ’ ἐκεῖνο καιροῦ ἡγεμόνων τῆς Ἀλεξανδρείας καὶ Αἰγύπτου [Κουλκιανὸς μὲν ἦν ἔπαρχος τῆς Θηβαί̈δος, Ἀλεξανδρείας δὲ Ἱεροκλῆς]· καὶ ὁ μὲν Μελίτιος ἐν τῷ δεσμωτηρίῳ καθειρ- [γ]μένος ἦν, αὐτός τε καὶ οἱ προειρημένοι μάρτυρες ἅμα τῷ προειρημένῳ Πέτρῳ τῷ τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπῳ.
PG 42:185ἐδόκει δὲ καὶ ὁ Μελίτιος τῶν [τὴν] κατὰ τὴν Αἴγυπτον προήκων καὶ δευτερεύων τῷ Πέτρῳ κατὰ τὴν ἀρχιεπισκοπήν, ὡς [δι’] ἀντιλήψεως αὐτοῦ χάριν, ὑπ’ αὐτὸν δὲ ὢν καὶ ἐπ’ αὐτὸν τὰ ἐκκλησιαστικὰ ἀναφέρων. τοῦτο γὰρ ἔθος ἐστί, τὸν ἐν τῇ Ἀλεξανδρείᾳ ἀρχιεπίσκοπον πάσης τε Αἰγύπτου καὶ Θηβαί̈δος, Μαρεώτου τε καὶ Λιβύης, Ἀμμωνιακῆς, Μαρμαρίδος τε καὶ Πενταπόλεως ἔχειν τὴν ἐκκλησιαστικὴν διοίκησιν. ἐπεὶ οὖν συλληφθέντες οὗτοι πάντες μαρτυρίου χάριν ἐν τῇ φυλακῇ ἔπραττον, χρόνῳ δὲ ἱκανῷ ἐπέμειναν καθειργμένοιἄλλοι δὲ πρὸ αὐτῶν παραδοθέντες ἐμαρτύρησαν καὶ τὸ τέλος τοῦ βραβείου ἀπείληφαν καὶ ἐκοιμήθησαν· οὗτοι δὲ ὡς ἀκραίμονες καὶ μείζους ἐς ὕστερον ἐτηροῦντο 2.
καὶ ἐπειδὴ τινῶν μὲν μαρτυρησάντων, ἄλλων δὲ τοῦ μαρτυρίου ἐκπεσόντων, καὶ τὴν ἀθεμιτουργίαν τῆς τῶν εἰδώλων θρῃσκείας πραξάντων, οἳ κατ’ ἀνάγκην καὶ θυσιῶν ἐφήψαντο, παραπεσόντες οὖν καὶ θύσαντες καὶ παραβάντες προσῆλθον τοῖς ὁμολογηταῖς τε καὶ μάρτυσιν, ὅπως τύχωσιν ἐλέους διὰ μετανοίας, οἱ μὲν ἀπὸ στρατιωτῶν ὄντες, οἱ δὲ ἀπὸ κληρικῶν ὑπάρχοντες διαφόρου κλήρου, πρεσβυτερίου τε καὶ διακονίας καὶ ἄλλων, κίνησις ἐγένετο ἀνὰ μέσον τῶν μαρτύρων καὶ τάραχος οὐχ ὁ τυχών, τῶν μὲν λεγόντων τοὺς ἅπαξ παραπεσόντας καὶ ἀρνησαμένους καὶ ἐν ἀνδρειότητι μὴ παραμείναντας μηδὲ ἀγωνισαμένους μὴ δεῖν ἀξιοῦσθαι εἰς μετάνοιαν, ἵνα μὴ καὶ οἱ ἔτι περιλειφθέντες ἔλαττον φροντίσαντες τῆς ἐπιτιμίας διὰ τὴν τοιαύτην θᾶττον γενομένην αὐτοῖς συγχώρησιν ἐκτραπῶσι, καὶ εἰς ἐπαρνησιθεί̈αν καὶ ἀθεμιτουργίαν Ἑλληνισμοῦ ἔλθωσι. καὶ ἦν εὔλογον τὸ παρ’ αὐτῶν τῶν ὁμολογητῶν λεγόμενον. ἦσαν δὲ οἱ τοῦτο λέγοντες Μελίτιος καὶ Πηλεὺς καί τινες ἄλλοι πλείους τῶν μαρτύρων καὶ ὁμολογητῶν ἅμα αὐτοῖς. ζῆλον τοίνυν τὸν ὑπὲρ θεοῦ ἀναδεδειγμένοι δῆλον ὅτι ἔπασχον ταῦτα λέγοντες.
PG 42:187ἔφασκον δέ, εἰ ἄρα μετὰ τὸ παύσασθαι τὸν διωγμὸν μετὰ χρόνον ἱκανὸν δίδοσθαι τοῖς προειρημένοις μετάνοιαν ἐν καιρῷ γενομένης εἰρήνης, ἐὰν ἐπ’ ἀληθείας μετανοήσωσι καὶ καρπὸν τῆς μετανοίας αὐτῶν ἐπιδείξωνται, οὐ μὴν ἵνα ἕκαστος δεξιωθῇ ἐν τῷ ἰδίῳ κλήρῳ, ἀλλὰ μετὰ χρόνου διάστημα συνάγεσθαι ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν τῇ κοινωνίᾳ, ἐν τῷ τάγματι [δὲ τῶν λαϊκῶν] καὶ οὐκ ἐν κλήροις. καὶ ἦν φιλάληθες καὶ ζήλου πλῆρες τοῦτο. 3. Ὁ δὲ ἁγιώτατος Πέτρος, εὔσπλαγχνος ὢν καὶ ὡς πατὴρ πάντων ὑπάρχων, ἐδέετο καὶ καθικέτευε λέγων· δεξώμεθα αὐτοὺς μετανοοῦντας καὶ τάξωμεν αὐτοῖς μετάνοιαν εἰς τὸ παρακαθέζεσθαι τῇ ἐκκλησίᾳ, καὶ μὴ ἀποστρέψωμεν αὐτοὺς μήτε τῶν κλήρων [ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος περιέχει], μή ποτε εἰς αἰσχύνην [αὐτοῖς γένηται] καὶ διὰ παρολκὴν τοῦ χρόνου οἱ ἅπαξ ἀπὸ ἀνανδρίας καὶ ἀσθενείας ὑπὸ διαβόλου ἐπισεισθέντες καὶ παρασαλευόμενοι τελείως ἐκτραπῶσι καὶ μὴ ἰαθῶσιν, ὡς κατὰ τὸ γεγραμμένον «μὴ ἐκτραπῆναι τὸ χωλόν, ἰαθῆναι δὲ μᾶλλον». καὶ ἦν μὲν τοῦ Πέτρου ὁ λόγος ὑπὲρ ἐλέους καὶ φιλανθρωπίας καὶ τοῦ Μελιτίου καὶ τῶν ἅμα αὐτῷ ὑπὲρ ἀληθείας καὶ ζήλου.
ἐντεῦθεν διὰ τοῦ προσώπου τῆς ἀπὸ ἀμφοτέρων δοκούσης εὐσεβοῦς ὑποθέσεως τὸ σχίσμα γεγένηται, τῶν μὲν τοῦτο φασκόντων, τῶν δὲ τοῦτο. ὅτε γὰρ εἶδεν ὁ ἀρχιεπίσκοπος Πέτρος, ὅτι ἀντέστησαν τῇ βουλῇ τῆς αὐτοῦ φιλανθρωπίας οἱ περὶ τὸν Μελίτιον, ζήλῳ θεϊκῷ περισσοτέρως φερόμενοι, καταπέτασμα αὐτὸς ὁ Πέτρος ἐποίησε μέσον τῆς φυλακῆς, ἱμάτιον ἐκπετάσας τουτέστι λωδίκιον εἶτ’ οὖν παλλίον καὶ κηρύξας [διὰ] διακόνου ὅτι οἵτινές εἰσι τῆς ἐμῆς γνώμης παρελθέτωσαν πρός με καὶ οἵτινες τῆς Μελιτίου γνώμης τυγχάνουσι πρὸς Μελίτιον. καὶ διῃρέθη τὸ μὲν πλῆθος ἅμα Μελιτίῳ, ἐπισκόπων τε καὶ μοναχῶν καὶ πρεσβυτέρων καὶ ἄλλων ταγμάτων· ὀλίγοι δὲ παντελῶς ἅμα Πέτρῳ τῷ ἀρχιεπισκόπῳ [ἐγίνοντο], ἐπίσκοποί τε καὶ ἄλλοι ὀλίγοι. καὶ λοιπὸν οὗτοι κατ’ ἰδίαν ηὔχοντο καὶ οὗτοι κατ’ ἰδίαν, καὶ τὰς ἄλλας ἱερουργίας ὡσαύτως ἕκαστος ἰδίᾳ ἐπετέλει. Γίνεται δὲ Πέτρον μαρτυρῆσαι, καὶ ἐτελειώθη ὁ μακάριος, διάδοχον καταλείψας Ἀλέξανδρον ἐν τῇ Ἀλεξανδρείᾳ. αὐτὸς γὰρ διαδέχεται τὸν θρόνον μετὰ τὸν προειρημένον Πέτρον. Μελίτιος δὲ καὶ ἄλλοι πολλοὶ ἐξορισμῷ ὑπέπεσον, ὑπερορισθέντες ἐν τοῖς Φαινησίοις μετάλλοις.
PG 42:189καὶ τότε λοιπὸν οἱ συρόμενοι ὄντες ὁμολογηταὶ ἅμα Μελιτίῳ, καὶ αὐτὸς Μελίτιος ἐν τῇ εἱρκτῇ κατά [τε] τὴν ὁδοιπορίαν, καθ’ ἑκάστην χώραν καὶ καθ’ ἕκαστον τόπον διερχόμενος καθίστα κληρικούς, ἐπισκόπους τε καὶ πρεσβυτέρους καὶ διακόνους, καὶ ᾠκοδόμει ἐκκλησίας ἰδίας, καὶ οὔτε οὗτοι τούτοις ἐκοινώνουν οὔτε ἐκεῖνοι τούτοις. ἐπέγραφον δὲ ἕκαστος ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ οἱ μὲν ἀπὸ τοῦ Πέτρου διαδεξάμενοι ἔχοντες τὰς οὔσας ἀρχαίας ἐκκλησίας, ὅτι «ἐκκλησία καθολική», οἱ δὲ ἀπὸ Μελιτίου «ἐκκλησία μαρτύρων». ὅθεν καὶ ἐν Ἐλευθεροπόλει καὶ ἐν Γάζῃ καὶ ἐν Αἰλίᾳ παρελθὼν ὁ αὐτὸς Μελίτιος πολλοὺς οὕτως ἐχειροτόνησε. καὶ γέγονεν αὐτὸν χρονοτριβῆσαι ἐν τοῖς προειρημένοις μετάλλοις· ἀλλὰ μεταξὺ ἀπολύονται τῶν μετάλλων οἱ ὁμολογηταί, οἵ τε τοῦ μέρους Πέτρου [ἦσαν γὰρ ἔτι πολλοί] καὶ οἱ τοῦ Μελιτίου. οὔτε γὰρ ἐν τοῖς μετάλλοις ἀλλήλοις ἐκοινώνουν ἢ συνηύχοντο. γίνεται δὲ τὸν Μελίτιον ἔτι διατρῖψαι ἐν κόσμῳ χρόνον, ὥστε συνακμάσαι καὶ Ἀλεξάνδρῳ τῷ τοῦ Πέτρου διαδόχῳ, τὰ φίλα τε ἔχειν [πρὸς αὐτόν]· ἐμερίμνα τε τὰ περὶ τῆς ἐκκλησίας καὶ πίστεως. ἔφην γὰρ πολλάκις ὅτι οὐδὲν εἶχεν παρηλλαγμένον. 4.
Αὐτὸς γὰρ οὗτος ὁ Μελίτιος ἐν Ἀλεξανδρείᾳ γενόμενος κἀκεῖσε διατρίβων χρόνον, ἔχων ἰδίαν τὴν σύναξιν σὺν τοῖς ἰδίοις, τὸν Ἄρειον ἐφώρασεν, ἀνενέγκας ἐπὶ τὸν Ἀλέξανδρον, ὡς ἐνηχήθη [δὲ] τὸν Ἄρειον ἐν ταῖς αὐτοῦ ἐξηγήσεσιν ἔξω τοῦ προκειμένου τῆς πίστεως βεβηκότα. ἦν γὰρ οὗτος ἐν Βαυκάλει τῇ ἐκκλησίᾳ οὕτω καλουμένῃ Ἀλεξανδρείας πρεσβύτερος. καθ’ ἑκάστην γὰρ εἷς πρεσβύτερός ἐστιν ἀποτεταγμένος [ἦσαν γὰρ πολλαὶ ἐκκλησίαι, νῦν δὲ πλείους] καὶ αὐτῷ ἡ ἐκκλησία ἐγκεχείριστο, κἄν τε ἄλλος σὺν αὐτῷ ἦν· ὧν ἕνεκα γενόμενοι ἐν τῷ τόπῳ λέξομεν κατὰ λεπτότητα, ὅτε χρεία περὶ τούτου ἔσται. ἐπεὶ οὖν ἐφώρασε τὸν Ἄρειον σπουδαίως Ἀλέξανδρος, συγκαλέσας ἐπισκόπους καὶ [ποιήσας] σύνοδον ἐζήτει ἀξιῶν περὶ πίστεως καὶ ἀπαιτῶν τὸν Ἄρειον [λόγον] περὶ τῆς ἐν αὐτῷ ἐγκισσηθείσης λύμης τῆς κακοδοξίας. ὁ δὲ Ἄρειος οὐ μὴν ἠρνήσατο, ἀλλὰ καὶ μετὰ τετριμμένου προσώπου ὡς εἶχεν οὕτως ἀπεκρίνατο· καὶ ἐξεοῖ μὲν Ἀλέξανδρος αὐτὸν τῆς ἐκκλησίας, ἐξεοῦται δὲ ἅμα αὐτῷ πλῆθος πολύ, οἱ ἀπ’ αὐτοῦ κεχραμμένοι παρθενευουσῶν καὶ ἄλλων κληρικῶν.
PG 42:191ὁ δὲ Ἄρειος ἀποδράσας ἐπὶ τὴν Παλαιστινῶν στέλλεται τὴν πορείαν, ἐν Νικομηδείᾳ τε ἀνελθὼν κἀκεῖθεν γράψας ἐπιστολὰς Ἀλεξάνδρῳ, οὐχ ὑπερέβαινε τῆς αὐτοῦ κακοδοξίας τὴν μανιώδη διάνοιαν. ἀλλὰ μεταξὺ ὀλίγου τοῦ χρόνου, τοῦ αὐτοῦ Ἀλεξάνδρου τοῦ ἁγίου ἐπισκόπου Ἀλεξανδρείας ἐπιμελησαμένου καὶ κινήσαντος τὸν μακάριον Κωνσταντῖνον, συνεκρότησε σύνοδον ἐν [τῇ] Νικαίᾳ τῇ πόλει. καὶ ἀναθεματίζεται μὲν ἡ Ἀρείου αἵρεσις· μετὰ [δὲ] τὸ ἀποθανεῖν αὐτὸν . τὸ πρῶτον μὲν γὰρ ἠρνεῖτο εἰς πρόσωπον τοῦ μακαρίου βασιλέως Κωνσταντίνου καὶ δι’ ὅρκων προσεποιεῖτο εἰρωνείᾳ τὰ τῆς ὀρθοδοξίας ῥήματα. φήσαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὅτι εἰ μὲν δικαιότατα ἀπόμνυσαι, πιστωθείη ὁ σὸς ὅρκος, καὶ ἀθῷος ἔσῃ· εἰ δὲ δολίως, [ὁ θεός,] καθ’ οὗ ὤμοσας, ποιήσαι τὴν κατὰ σοῦ ἐκδικίαν. ὅπερ οὐκ εἰς μακρὰν αὐτῷ γέγονεν, ὡς ὕστερον ἐροῦμεν. συμπράττων τοίνυν οὗτος ὁ Ἄρειος Εὐσεβίῳ τῷ ἐπισκόπῳ Νικομηδείας τὰ αὐτὰ αὐτῷ φρονοῦντι προσηνέχθη τῷ αὐτῷ βασιλεῖ ὡς δῆθεν ἀρνούμενος καὶ ἀναθεματίζων τὴν αὐτοῦ αἵρεσιν.
ὅθεν κελεύει καὶ ἐπιτρέπει Εὐσεβίῳ τὸν αὐτὸν συνάξαι ἐν Κωνσταντινουπόλει ἐπὶ Ἀλεξάνδρου ἐπισκόπου, ὁμωνύμου τοῦ ἐν Ἀλεξανδρείᾳ ἐπισκόπου, ὄντος δὲ ἐπισκόπου Κωνσταντινουπόλεως. 5. Ἤδη δὲ ὁ μακαρίτης Ἀλέξανδρος ὁ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν τελευτὴν Μελιτίου τοῦ προειρημένου ὁμολογητοῦ ζῆλον ἀνειληφὼς κατὰ τοῦ σχίσματος τῆς ἐκκλησίας πάντῃ τοὺς ἰδίᾳ συνάγοντας ὑπὸ δὲ Μελιτίου καταλειφθέντας ἐδόκει ταράσσειν τε καὶ συνέχειν βιάζεσθαί τε ὅπως μὴ ἀφηνιάσωσι τῆς μιᾶς ἐκκλησίας. οἱ δὲ μὴ βουλόμενοι ἐτάραττον καὶ ταραχὰς ἐνήργουν. ἐκ τούτου πιεζόμενοι καὶ συνεχόμενοι ὑπὸ τοῦ μακαρίου Ἀλεξάνδρου ἐπιχειροῦσί τινες ἐξ αὐτῶν ἀκραίμονες καὶ τὰ πρωτεῖα ἀποφερόμενοι ἔν τε εὐσεβείᾳ καὶ ἐν βίῳ καὶ στέλλονται ἐπὶ τὸ κομητάτον ἐντυχίας ἕνεκα, τοῦ ἐντυχεῖν καὶ ἀνεθῆναι τοῦ συνάγειν ἰδίᾳ καὶ μὴ κωλύεσθαι. ἦν δὲ Παφνούτιός τις μέγας ἀνὴρ ἀναχωρητὴς καὶ αὐτὸς υἱὸς ὁμολογητρίας τυγχάνων παραψάμενός [τε] καὶ αὐτὸς ποσῶς τῆς ὁμολογίας, Ἰωάννης τε ἐπίσκοπος τῶν αὐτῶν, ἀνὴρ καὶ αὐτὸς τιμιώτατος, Καλλίνικός τε ὁ ἐν Πηλουσίῳ ἐπίσκοπος καὶ ἄλλοι τινὲς οἱ τοῦτο ποιησάμενοι·
οἵτινες ἀπελθόντες καὶ ἐντυχόντες τῷ βασιλεῖ ἀπετρέποντο καὶ ἐξεβάλοντο. οἱ γὰρ ἐν τῷ παλατίῳ ἀκούσαντες Μελιτιανῶν ὄνομα, καὶ ἀγνοοῦντες τί ἂν εἴη τὸ τοιοῦτον, οὐ συνεχώρουν αὐτοῖς ἐντυχεῖν τῷ βασιλεῖ. 6. Καὶ ἐν τούτῳ συμβέβηκε χρονοτριβῆσαι τοὺς περὶ Παφνούτιον καὶ Ἰωάννην καὶ [τοὺς] λοιποὺς ἐπὶ τὰ μέρη τῆς Κωνσταντινουπόλεως καὶ Νικομηδείας. τότε δὲ φιλιοῦνται ἐπισκόπῳ Νικομηδείας τῷ Εὐσεβίῳ καὶ ἀναφέρουσιν αὐτῷ τὰ κατὰ τὴν αὐτὴν ὑπόθεσιν [ᾔδεισαν γὰρ αὐτὸν πρὸς τὸν βασιλέα Κωνσταντῖνον παρρησίαν ἔχειν] ἀξιοῦσί τε αὐτὸν δι’ αὐτοῦ τῷ βασιλεῖ γνωρισθῆναι. ὁ δὲ μετὰ τὸ ὑποσχέσθαι αὐτοὺς ἀνοίσειν τῷ βασιλεῖ καὶ ποιῆσαι αὐτοῖς τὸ πρᾶγμα τῆς δεήσεως, αἰτεῖται παρ’ αὐτῶν τὸ αἴτημα τοῦτο, ὅπως δέξωνται Ἄρειον μετ’ αὐτῶν εἰς κοινωνίαν, δῆθεν προσποιητῶς αὐτὸν καὶ εἰρωνείᾳ μετανοοῦντα. οἱ δὲ ὑπισχνοῦνται αὐτῷ· καὶ ἐντεῦθεν προσφέρει αὐτοὺς τῷ βασιλεῖ, καὶ τὰ κατ’ αὐτοὺς Εὐσέβιος ἀναδιδάσκει καὶ συγχωρεῖται τοῖς Μελιτιανοῖς ἔκτοτε καθ’ ἑαυτοὺς συνάγειν καὶ μὴ ὑπό τινων ὀχλεῖσθαι.
PG 42:193ὡς εἴθε μᾶλλον οἱ αὐτοὶ οἱ τὴν ἀκροδικαιοσύνην τῆς ἀληθείας ἀναδεδεγμένοι Μελιτιανοὶ μετὰ τῶν παραπεσόντων μετὰ μετάνοιαν ἐκοινώνησαν ἤπερ Ἀρείῳ καὶ τοῖς ἀπ’ αὐτοῦ. γέγονε γὰρ αὐτοῖς τοῦτο κατὰ τὴν παροιμίαν ὅτι φεύγοντες τὸν καπνὸν εἰς πῦρ ἐνέπεσον. οὔτε γὰρ Ἄρειος ἠδύνατο ἔχειν στάσιν καὶ παρρησίαν, εἰ μὴ διὰ τῆς τοιαύτης ὑποθέσεως, ἥτις γέγονεν αὐτοῖς καὶ εἰς δεῦρο κακὴ συνάφεια. συνεμίγησαν γὰρ οἱ καθαρεύοντές ποτε καὶ ἀκροδίκαιοι τῇ πίστει Μελιτιανοὶ μετὰ τῶν τοῦ Ἀρείου μαθητῶν. καὶ οἱ πλείους μὲν ἤδη ἐχράνθησαν τῇ τοῦ Ἀρείου κακοπιστίᾳ, ἀπὸ τῆς πίστεως ἐκτραπέντες ἐν τούτοις τοῖς χρόνοις· τινὲς δὲ εἰ καὶ ἔμειναν ἔχοντες τὴν ἀληθινὴν πίστιν, ἔχουσι μέν, οὐ μὴν δέ εἰσιν ἀπηλλαγμένοι τῆς βορβορώδους ῥυπαρίας διὰ τὴν πρὸς τὸν Ἄρειον καὶ Ἀρειανοὺς κοινωνίαν. ἀπὸ δὲ τῆς προειρημένης ὑποθέσεως ἔσχεν ἡ πρὸς τούτους συνάφεια Μελιτίου τε καὶ Μελιτιανῶν προφάσεις.

Against the AriomanitesContra Ariomanitas

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
Ἀλλὰ μεταξὺ ὀλίγου χρόνου [καθὼς [γὰρ] ὑπεσχόμην εἰπεῖν τὴν ὑπόθεσιν ἐνταῦθα διηγήσομαι] ἀναγκαζομένου Ἀλεξάνδρου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου συνάξαι τὸν Ἄρειον καὶ αὐτοῦ εὐχομένου καὶ στενάξαντος καὶ κλίναντος τὰ γόνατα περὶ ὥραν ἐνάτην τῷ σαββάτῳ ἐνώπιον τοῦ θυσιαστηρίου, τοῦ Εὐσεβίου λέγοντος ὅτι εἰ μὴ βουληθείης ἑκὼν τοῦτον αὐτὸς συνάξαι, ἄκοντός σου σὺν ἐμοὶ εἰσελεύσεται τῇ αὔριον ἡμέρᾳ, κυριακὴ δὲ ἐπέφωσκενὡς δὲ ἔφην εὐξαμένου τοῦ Ἀλεξάνδρου καὶ δεηθέντος τοῦ κυρίου ἡμῶν ἢ αὐτὸν ἐπᾶραι, ἵνα μὴ συμμολυνθῇ τῷ Ἀρείῳ τῷ κατὰ τοῦ κυρίου βλασφημήσαντι, ἢ ποιῆσαι παράδοξόν τι, ὡς εἴωθεν ἐν γενεᾷ καὶ γενεᾷ παραδοξοποιεῖν, οὐκ εἰς μακρὰν ἡ εὐχὴ τοῦ ἁγίου ἐπληροῦτο. κατὰ τὰς νύκτας εἰσελθὼν ὁ Ἄρειος εἰς θᾶκον πρὸς [τὸ] τὰς αὐτοῦ χρείας παρασκευασθῆναι, ἐλάκησε, καθάπερ καὶ Ἰούδας ποτέ. καὶ οὕτως τὸ τέλος αὐτοῦ γέγονεν ἐν τόπῳ δυσώδει τῆς ἀκαθαρσίας. 7. Μετὰ δὲ τοῦτον τὸν χρόνον λοιπὸν ἐκαττύετο παρὰ τῶν τούτου μαθητῶν τὰ κατὰ τὴν συσκευὴν τῆς ἐκκλησίας. ἐτελεύτα δὲ Ἀλέξανδρος ὁ Ἀλεξανδρείας μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον. οὐ παρῆν δὲ Ἀθανάσιος μετὰ τὸν θάνατον Ἀλεξάνδρου·
PG 42:195διάκονος γὰρ ἦν κατ’ ἐκεῖνο καιροῦ ὑπὸ Ἀλέξανδρον καὶ ἀπεστάλη ὑπ’ αὐτοῦ εἰς τὸ κομητάτον. Ἀλεξάνδρου δὲ ἐντειλαμένου μηδένα κατασταθῆναι, εἰ μὴ Ἀθανάσιον, ὡς αὐτός τε καὶ οἱ τοῦ κανόνος ἐμαρτύρουν καὶ πᾶσα ἡ ἐκκλησία, λαβόμενοι καιροῦ οἱ κατὰ Μελίτιον ἐπίσκοπον τῆς Αἰγύπτου, ἐπισκόπου μὴ παρόντος τῆς Ἀλεξανδρείας [οὐ γάρ ποτε ἡ Ἀλεξάνδρεια δύο ἐπισκόπους ἔσχεν, ὡς αἱ ἄλλαι πόλεις], καθιστῶσι τοίνυν ἀντὶ Ἀλεξάνδρου Θεωνᾶν τινα ὀνόματι, ὃς μῆνας τρεῖς ποιήσας ἐτελεύτα. καὶ παρεγένετο Ἀθανάσιος μετ’ οὐ πολὺ μετὰ τὴν τελευτὴν Θεωνᾶ. καὶ ἐκ πανταχόθεν συνεκροτήθη ὀρθοδόξων σύνοδος. καὶ οὕτως κατάστασις γέγονεν αὐτοῦ καὶ ἀπεδόθη αὐτῷ ὁ θρόνος τῷ ἀξίῳ καὶ ᾧ ἦν ἡτοιμασμένος κατὰ τὴν θεοῦ βούλησιν καὶ κατὰ τὴν [τοῦ] μακαρίου Ἀλεξάνδρου μαρτυρίαν τε καὶ ἐντολήν. Ἐντεῦθεν ἄρχεται Ἀθανάσιος βιοφορεῖσθαί τε καὶ λυπεῖσθαι διὰ τὸν μερισμὸν τῆς ἐκκλησίας, τῶν τε Μελιτιανῶν καὶ τῆς καθολικῆς ἐκκλησίας. ἔπειθε, παρεκάλει, καὶ οὐκ ἠνείχοντο· ἠνάγκαζεν, ἐβιάζετο . ἐπισκεπτόμενος δὲ πολλάκις ἐγίνετο τὰς σύνεγγυς ἐκκλησίας, μάλιστα τὰς κατὰ τὸν Μαρεώτην.
καὶ ποτὲ Μελιτιανῶν συναγόντων γέγονεν ἐκ τοῦ πλήθους τοῦ μετὰ Ἀθανασίου διάκονόν τινα ἐπεισελθόντα, μετὰ καί τινων τῶν ἀπὸ τοῦ λαοῦ, κατεᾶξαι κανδήλαν ὡς ἔχει ὁ λόγος καὶ μάχην γενέσθαι. ἐντεῦθεν ἡ κατὰ Ἀθανασίου συσκευὴ γέγονε, τῶν Μελιτιανῶν κατηγορησάντων καὶ συκοφαντησάντων αὐτόν, ἕτερα ἀνθ’ ἑτέρων [λέγοντες], Ἀρειανῶν δὲ συσκευαζομένων καὶ συνεπιδόντων ἑαυτοὺς διὰ τὸν πρὸς τὴν ἁγίαν θεοῦ πίστιν καὶ ὀρθοδοξίαν φθόνον. καὶ ἀνακοινοῦνται τῷ βασιλεῖ Κωνσταντίνῳ. Εὐσέβιος δὲ ἦν, ὁ προειρημένος τῆς Νικομηδείας, ὁ ὑπουργὸς τοῦ παντὸς αὐτῶν συστήματος καὶ συσκευαστὴς τῆς κατὰ τὴν ἐκκλησίαν τε καὶ τὸν πάπαν Ἀθανάσιον βλάβης. οἱ κατήγοροι οὖν προσῆλθον τῷ βασιλεῖ, σκεῦός τι μυστηρίων λέγοντες εἶναι, ὅπερ κανδήλαν τινὲς ἔφασαν ὡς προεῖπον. ἄλλα τέ τινα κατηγόρουν, φάσκοντες πρεσβύτερόν τινα τοῦ Μαρεώτου Ἀρσένιον τετυπτῆσθαι, τούτου τε τὴν χεῖρα μαχαίρᾳ ὑπὸ τῶν τοῦ Ἀθανασίου λαῶν εἴτ’ οὖν αὐτοῦ Ἀθανασίου τετμῆσθαι. ἐπεφέροντο γὰρ καὶ χεῖρα ἐν τῷ κομητάτῳ καὶ ἐπεδείκνυον, ἥτις ἦν ἐν γλωσσοκόμῳ. 8. Ταῦτα ὁ βασιλεὺς ἀκούσας αἴρεται μὲν θυμῷ. εἶχε γὰρ ζῆλον θεϊκὸν ὁ μακαρίτης·
οὐ μὴν ᾔδει ὅτι συκοφάνται ἦσαν, δι’ ὃν προεῖπον ζῆλον τῶν Ἀρειανῶν κατὰ τῆς ὀρθοδοξίας. κελεύει δὲ συγκροτηθῆναι σύνοδον κατὰ τὴν Φοινίκην ἐν Τύρῳ τῇ πόλει. ἐκέλευσε δὲ δικάζειν Εὐσέβιον τὸν Καισαρείας καὶ ἄλλους τινάς· ἦσαν δὲ προσκεκλιμένοι οὗτοι ποσῶς μᾶλλον τῇ τῶν Ἀρειανῶν χυδαιολογίᾳ· καὶ ἐκλήθησαν ἐπίσκοποι τῆς Αἰγύπτου τῆς καθολικῆς καὶ ὑπὸ Ἀθανάσιον [ὄντες], ἀκραίμονές τινες ἄνδρες καὶ μείζους καὶ ἐν θεῷ ἔχοντες διαφανῆ τὸν βίον, ἐν οἷς ἦν ὁ μακαρίτης Ποτάμων ὁ μέγας, ὁ τῆς Ἡρακλέους ἐπίσκοπος καὶ ὁμολογητής· ἀλλὰ καὶ οἱ τῶν Μελιτιανῶν, μάλιστα οἱ τοῦ Ἀθανασίου κατηγοροῦντες. ζηλωτὴς δὲ ὢν ὑπὲρ ἀληθείας καὶ ὀρθοδοξίας ὁ προειρημένος Ποτάμων ὁ μακαρίτης, ἐλευθεροστομῶν, ὃς οὐδέποτε εἴληφε πρόσωπόν τινος [τὸν ὀφθαλμὸν γὰρ ἐν τῷ διωγμῷ διὰ τὴν ἀλήθειαν ἐτυφλώθη], ἑωρακὼς τὸν Εὐσέβιον καθεζόμενον καὶ δικάζοντα καὶ Ἀθανάσιον ἑστῶτα, καταπονηθεὶς τῇ λύπῃ καὶ δακρύσας, οἷα γίνεται παρὰ τοῖς ἀληθέσιν, ἀπετείνατο φωνῇ μεγάλῃ Εὐσεβίῳ λέγων «σὺ καθέζῃ, Εὐσέβιε, καὶ Ἀθανάσιος ἀθῷος ὢν παρὰ σοῦ κρίνεται; τίς ἐνέγκοι τὰ τοιαῦτα; λέγε δέ μοι σύ·
PG 42:197οὐ σὺν ἐμοὶ ἦσθα ἐν τῇ φυλακῇ ἐπὶ τοῦ διωγμοῦ; κἀγὼ μὲν ὀφθαλμὸν ἀπεβαλόμην ὑπὲρ ἀληθείας, σὺ δὲ οὔτε φαίνῃ λελωβημένον τι ἔχων ἐν τῷ σώματι οὔτε ἐμαρτύρησας, ἀλλὰ ἕστηκας ζῶν μηδὲν ἠκρωτηριασμένος. πῶς ἀνεχώρησας ἀπὸ τῆς φυλακῆς, εἰ μὴ ὅτι ὑπέσχου τοῖς τὴν ἀνάγκην τοῦ διωγμοῦ ἡμῖν ἐπενέγκασι τὸ ἀθέμιτον πρᾶξαι ἢ ἔπραξας;» ταῦτα ἀκούσας Εὐσέβιος αἴρεται μὲν εἰς ἀγανάκτησιν καὶ ἀναστὰς διέλυσε τὸ δικαστήριον λέγων ὅτι «εἰ ἐνταῦθα ἤλθετε καὶ πρὸς ἡμᾶς τὰ τοιαῦτα ἀντιλέγετε, ἄρα οὖν ἀληθεύουσιν οἱ κατήγοροι ὑμῶν. εἰ γὰρ ὧδε τυραννεῖτε, πολλῷ μᾶλλον ἐν τῇ ὑμῶν πατρίδι». 9. Εἶτα ἐπεχείρησεν Εὐσέβιος καὶ οἱ μετ’ αὐτοῦ, καὶ ἀποστέλλουσι δύο τινὰς τῶν ἀπὸ Παννωνίων ἐπισκόπων τὰ Ἀρείου φρονοῦντας, Οὐρσάκιόν τε καὶ Οὐάλεντα, εἴς τε τὴν Ἀλεξάνδρειαν καὶ Μαρεώτην, ἔνθα ἔλεγον γεγενῆσθαι τὰ προειρημένα, τοῦ τε σκεύους καὶ τῶν ἄλλων πραγμάτων τῆς μάχης. οἱ δὲ ἀπελθόντες οὐκ ἐκεῖνα ἀνήνεγκαν ὅσα ἦν ἀληθῆ, ἀλλ’ ἕτερα ἀνθ’ ἑτέρων παραχωρήσαντες ἐψεύσαντο καὶ ἐσυκοφάντησαν τὸν μακαρίτην πάπαν Ἀθανάσιον.
κἀκεῖνα δὲ ὡς ἀληθῆ ὄντα πλασάμενοι ἐγγράφως ἐνέγκαντες ἀνέφερον ἐπὶ τὴν σύνοδον τῶν περὶ Εὐσέβιον καὶ τοὺς ἄλλους, ὡς εἰσύστερον ἔδειξαν μετανοοῦντες Οὐρσάκιος καὶ Οὐάλης μετὰ λιβέλλων προσελθόντες τῷ μακαρίτῃ Ἰουλίῳ τῷ ἐπισκόπῳ Ῥώμης, ὑπεραπολογούμενοι τοῦ αὐτῶν σφάλματος· ὅτι ἐσυκοφαντήσαμεν τὸν πάπαν Ἀθανάσιον, ἀλλὰ δέξαι ἡμᾶς εἰς κοινωνίαν καὶ εἰς μετάνοιαν. καὶ πρὸς αὐτὸν δὲ τὸν Ἀθανάσιον ταῖς αὐτῶν ἐχρήσαντο ἐγγράφοις διὰ μετανοίας συστάσεσιν. ὁρῶντος δὲ τοῦ πάπα Ἀθανασίου ὄντος ἐν τῇ Τύρῳ βαρεῖαν τὴν τότε συσκευὴν ἐκ πανταχόθεν, πρὶν ἢ εἰσελθεῖν εἰς τὸ δικαστήριον ἢ εἰς πρόσωπον τὰ συκοφαντούμενα ἐξ ἀντικαταστάσεως γένηται, νύκτωρ ἀναχωρήσας ἀνέρχεται πρὸς Κωνσταντῖνον εἰς τὸ κομητάτον καὶ προσφέρει αὐτῷ τὰ κατ’ αὐτὸν ἀναδιδάσκων. ὁ δὲ ἔτι λύπῃ φερόμενος καὶ νομίζων μή πη ἄρα ἀληθεύουσιν οἱ κατηγορήσαντες, ψεύδεται δὲ ὁ ἀπολογούμενος, ἔτι ἐχαλέπαινε. χαλεπαίνοντος δὲ αὐτοῦ ὁ πάπας Ἀθανάσιος λόγον βαρὺν τῷ βασιλεῖ ἐπετείνετο· ὡς ὅτι δικάσει κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὁποῖα καὶ αὐτὸς συμφωνεῖς τοῖς συκοφαντοῦσι τὴν ἡμετέραν μετριότητα.
PG 42:199ἐντεῦθεν συμβαίνει αὐτὸν ἐξορίᾳ ὑποπεσεῖν, ἀπό τε τῶν γραφέντων ἀπὸ τῆς συνόδου τῷ βασιλεῖ [ἀπόντος γὰρ αὐτοῦ καθαίρεσιν ποιοῦνται αὐτοῦ], καὶ ἐξ ὧν ὁ βασιλεὺς παροξυνθεὶς πρὸς αὐτὸν ἐλυπεῖτο, καὶ μένει ἐν τοῖς μέρεσι τῆς Ἰταλίας ἐπὶ ἔτεσι πλείω δώδεκα ἢ δεκατέσσαρα. 10. Πολὺς δὲ μετέπειτα ᾄδεται λόγος ὡς Ἀρσένιος, ὁ πάλαι ἐν τεθνεῶσι παρὰ τῶν συκοφαντῶν καταγγελλόμενος καὶ τὴν χεῖρα τετμῆσθαι λεγόμενος, εὕρηται ἐν τοῖς μέρεσι τῆς Ἀραβίας, καὶ ὡς ἀνήγγειλεν ἑαυτὸν ὅλως ὁ Ἀρσένιος τῷ πάπᾳ Ἀθανασίῳ ὄντι ἐν τῇ ἐξορίᾳ· καὶ τοῦ πάπα Ἀθανασίου λεληθότως αὐτὸν μεταστειλαμένου, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα φήμη περιέχει, καὶ αὐτοῦ Ἀρσενίου πρὸς τὸν αὐτὸν μακαρίτην Ἀθανάσιον γενομένου, ὁμοῦ τε ἐπὶ τοῖς περὶ Κώνσταν καὶ Κωνστάντιον τοὺς υἱοὺς Κωνσταντίνου γενομένοις ἅμα [ἐλθόντων αὐτῶν]. ὁ μὲν Ἀθανάσιος τὸν Ἀρσένιον ἐδείκνυε ζῶντά τε καὶ δύο χεῖρας ἔχοντα, συκοφαντίας τε λοιπὸν οἱ κατήγοροι αἴτιοι οὐ μόνον ηὑρίσκοντο, ἀλλὰ καὶ τυμβωρυχίας, διὰ τήν ποτε περιφερομένην νεκρὰν χεῖρα.
ἐντεῦθεν τὸ μὲν πᾶν γελοῖον ἦν καὶ ἔκπληξις τοῦ τοιούτου καὶ τοσούτου δραματουργήματος καὶ ἀπορία τὸ τί ἄν [τις] εἴποι περί τε τῶν κατηγορησάντων περί τε τοῦ κατηγορουμένου καὶ περὶ [τε] τῶν ἄλλων πάντων, ἃ κατὰ μέρος [βουλόμενος] εἰπεῖν πολὺν ἀναλώσω χρόνον. τελευτήσαντος δὲ Κωνσταντίνου, τοῦ πάπα Ἀθανασίου ἐν πολλῇ παρρησίᾳ [γενομένου] καὶ εὐδοκιμήσει καὶ δεξιώσει [ἐπὶ] Ῥώμης τε καὶ πάσης Ἰταλίας καὶ πρὸς αὐτὸν τὸν βασιλέα καὶ τοὺς αὐτοῦ παῖδας Κωνστάντιον καὶ Κώνσταν, ἀποστέλλεται ἐκ τῶν δύο βασιλέων, μετὰ τὴν τοῦ μεγάλου Κωνσταντίνου τελευτήν, Κωνσταντίου ὄντος ἐπὶ τῆς Ἀντιοχείας καὶ συνευδοκοῦντος [δι’] ἰδίων τε καὶ ἐγγράφων ἐπιστολῶν, παρὰ τῶν τριῶν βασιλέων ἔγνωμεν γραφεισῶν τοῖς Ἀλεξανδρεῦσι καὶ αὐτῷ τῷ πάπᾳ Ἀθανασίῳ· καὶ καθέζεται πάλιν εἰς τὸν θρόνον μετὰ τὸν διαδεξάμενον αὐτὸν [τὸν] ὑπὸ τῶν Ἀρειανῶν πεμφθέντα Γρηγόριον, ὅτε ἦν ἐν τῇ ἐξορίᾳ Ἀθανάσιος. 11. Πάλιν δὲ συνεσκευάσθη πρὸς Κωνστάντιον ἀπὸ τῶν περὶ Στέφανον καὶ ἐξεώθη. καὶ μετέπειτα πάλιν συνεσκευάσθη ἀπὸ τῶν περὶ Λεόντιον τὸν ἀπόκοπον καὶ τῶν ἅμα αὐτοῖς.
ἔνθεν ἐγίνετο αὐτὸν ἐκβάλλεσθαι καὶ πάλιν εἰσφέρεσθαι· Γεώργιος γὰρ ὑπὸ Κωνσταντίου ἀποστέλλεται καὶ ὑποχωρεῖ Ἀθανάσιος, κρυβεὶς χρόνον τινά, ἕως ὅτε ὁ Γεώργιος ἀνῃρέθη, ἐν ᾧ χρόνῳ ἐβασίλευσεν Ἰουλιανὸς καὶ εἰς Ἑλληνισμὸν ἐτράπη μετὰ τὴν τελευτὴν Κωνσταντίου. Ἀλεξανδρέων γὰρ μῆνιν τηρησάντων τῷ Γεωργίῳ τοῦτον ἀπέκτειναν, καὶ καύσαντες καὶ τέφραν ποιήσαντες εἰς ἀνέμους ἐσκόρπισαν. ἀποθανόντος δὲ τοῦ Ἰουλιανοῦ ἐν τῇ Περσίδι καὶ διαδεξαμένου τὸ βασίλειον Ἰοβιανοῦ τοῦ μακαρίτου, μετὰ πολλῆς τιμῆς καὶ ἀξιοπίστων γραμμάτων γράψαντος τῷ ἐπισκόπῳ Ἀθανασίῳ καὶ μεταστειλαμένου περιπτυξαμένου τε αὐτὸν καὶ ἀποστείλαντος εἰς τὸν ἴδιον θρόνον, πάλιν ἀπολαβούσης τῆς ἁγίας ἐκκλησίας τὸν ἐπίσκοπον καὶ πρὸς ὀλίγον παρακληθείσης, τελευτήσαντος τοῦ Ἰοβιανοῦ, ἐν τοῖς αὐτοῖς πάλιν ὁ μακάριος Ἀθανάσιος διωγμοῖς καὶ φήμαις καὶ ταραχαῖς ἐφέρετο.
PG 42:201οὐ μὴν ἀπὸ τῆς ἐκκλησίας καὶ τοῦ θρόνου μετεκινήθη, Ἀλεξανδρέων δὲ πρεσβευσαμένων ὑπὲρ αὐτοῦ καὶ πάσης τῆς πόλεως ἀξιωσάσης, μετὰ τὸ Λούκιον τὸν καὶ νῦν [ὄντα, τὸν] Ἀρειανὸν κατασταθῆναι [ἐπίσκοπον Ἀλεξανδρείας] ἐπὶ ξένης, τάχα δὲ ἐν Ἀντιοχείᾳ καὶ πολλάκις παρακαλέσαντα τὸν βασιλέα Οὐάλεντα ἀποσταλῆναι εἰς τὸν τῆς Ἀλεξανδρείας θρόνον [καὶ] αὐτοῦ διὰ τὴν τῶν λαῶν ταραχὴν μὴ βουληθέντος αὐτὸν ἐξεῶσαι. πέρας γ’ οὖν ὅτε ἐτελεύτα ὁ πάπας Ἀθανάσιος, ἀπεστάλη Λούκιος, πολλὰ κακὰ ἐνδειξάμενος τῇ τε ἐκκλησίᾳ τῇ τε πόλει τοῖς λαοῖς τοῖς ἐπισκόποις τοῖς κληρικοῖς, τοῖς ὑπὸ Ἀθανάσιον οὖσι καὶ αὐτὸν ἐν ἑκάστῃ ἐκκλησίᾳ ἀποδεξαμένοις, καὶ Πέτρῳ τῷ μετὰ Ἀθανάσιον κατασταθέντι διαδόχῳ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ. Ταῦτα ἕως τῆς δεῦρο πέπρακται, τῶν μὲν ἐξορισθέντων, ἐπισκόπων τε καὶ πρεσβυτέρων καὶ διακόνων, ἄλλων δὲ κεφαλικὴν τιμωρίαν ὑποστάντων ἐπὶ τῆς Ἀλεξανδρείας, ἑτέρων δὲ θηριομαχησάντων, παρθενευουσῶν δὲ ἀποκτανθεισῶν καὶ πολλῶν ἄλλων ἀπολομένων.
ἐν τούτοις ἔτι δεῦρο φέρεται ἡ ἐκκλησία τοῦ θεοῦ, ἀπὸ τῆς προειρημένης ὑποθέσεως τῶν Μελιτιανῶν καὶ τῶν Ἀρειανῶν, τῶν διὰ τοιούτων τρόπων ἐσχηκότων τὴν στάσιν καὶ [τὴν πρόφασιν] τοῦ ἐνισχῦσαι τὸ αὐτὸ σύστημα τῆς κακοδοξίας, φημὶ δὲ Ἀρειανῶν. ἐν δὲ τῷ κατὰ Ἀρείου ἐλέγχῳ κατὰ λεπτὸν περὶ πάντων διηγησόμεθα. ὑπερβήσομαι δὲ καὶ ταύτην τὴν ὑπόθεσιν, ἐπὶ δὲ αὐτὴν τὴν τῶν Ἀρειανῶν αἵρεσιν παρελεύσομαι, θεὸν ἐπικαλούμενος βοηθὸν τῷ φοβερῷ τούτῳ καὶ πολυκεφάλῳ ἑρπετῷ πρὸς μάχην πελάζειν παρερχόμενος. Κατὰ τῶν Ἀρειομανιτῶν μθ, τῆς δὲ ἀκολουθίας ξθ. 1. Τούτους τοὺς [τῶν] περὶ τὸν Μελίτιον καὶ τοῦ ἁγίου Πέτρου Ἀλεξανδρείας ἐπισκόπου χρόνους καθεξῆς διαδέχεται Ἄρειος καὶ οἱ ἀπ’ αὐτοῦ Ἀρειανοί, ἐν χρόνοις ἀκμάσας Ἀλεξάνδρου τοῦ ἁγίου ἐπισκόπου, τοῦ διαδόχου Πέτρου, τοῦ καθελόντος τὸν αὐτὸν Ἄρειον διὰ πολλῆς κινήσεως καὶ μεγάλης συνόδου. ἀπεκίνησε γὰρ αὐτὸν καὶ ἐξέβαλε τῆς ἐκκλησίας τε καὶ τῆς πόλεως, ὡς μέγα κακὸν φοιτῆσαν τῷ βίῳ. φασὶν δὲ αὐτὸν Λίβυν τῷ γένει, ἐν Ἀλεξανδρείᾳ δὲ πρεσβύτερον γεγονότα, ὃς προί̈στατο τῆς ἐκκλησίας τῆς Βαυκάλεως οὕτω καλουμένης.
PG 42:203ὅσαι γὰρ ἐκκλησίαι τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀλεξανδρείᾳ ὑπὸ ἕνα ἀρχιεπίσκοπον [τυγχάνουσιν] οὖσαι καὶ κατ’ ἰδίαν ταύταις ἐπιτεταγμένοι εἰσὶ πρεσβύτεροι, διὰ τὰς ἐκκλησιαστικὰς χρείας τῶν οἰκητόρων πλησίον ἑκάστης ἐκκλησίας αὐτῶν, [τῶν] καὶ ἀμφόδων ἤτοι λαυρῶν ἐπιχωρίως καλουμένων ὑπὸ τῶν τὴν Ἀλεξανδρέων κατοικούντων πόλιν. ἐγένετο δὲ οὗτος ὁ Ἄρειος ἐν χρόνοις Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαρίτου βασιλέως, υἱοῦ Κωνσταντίου γέροντος, γενομένου υἱοῦ Οὐαλεριανοῦ βασιλέως, [τοῦ] καὶ αὐτοῦ συμβασιλεύσαντος Διοκλητιανῷ καὶ Μαξιμιανῷ καὶ τοῖς ἄλλοις. πάντες δὲ τὸν Κωνσταντῖνον, τὸν πατέρα τῶν περὶ Κωνστάντιον καὶ Κώνσταν καὶ Κρίσπον, ἴσασιν ἐκθειαζόμενον ἐν Χριστιανισμῷ καὶ πίστει τῇ τῶν πατέρων ἀποστολικῇ τε καὶ προφητικῇ, ἐν ταῖς ἐκκλησίαις ἕως αὐτοῦ τοῦ Ἀρείου μὴ νοθευθείσῃ. συμβέβηκε δὲ τοῦτον ἀποσχίσαι πλῆθος. 2.
PG 42:205Τὸν δὲ Ἄρειον τοῦτον πρεσβύτερον ὄντα Ἀλεξάνδρου τοῦ προειρημένου ὑπεισῆλθε πνεῦμα σατᾶν, κατὰ τὸ γεγραμμένον, καὶ ἐπέσεισεν αὐτὸν κατὰ τῆς ἐκκλησίας κονιορτὸν ἐγεῖραι, [ὡς] καὶ ἐξαφθῆναι ἐξ αὐτοῦ πῦρ οὐ τὸ τυχόν, ὃ κατείληφε πᾶσαν τὴν Ῥωμανίαν σχεδόν, μάλιστα τῆς ἀνατολῆς τὰ μέρη, ὡς ἔτι καὶ δεῦρο πολεμοῦσα ἡ αὐτοῦ αἵρεσις τὴν ἀληθινὴν πίστιν καὶ τὴν ἐκκλησίαν οὐ διέλιπε. κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον ἐδόκει πρεσβύτερος εἶναι ὁ Ἄρειος καὶ γεγόνασι πολλοὶ αὐτοῦ συμπρεσβύτεροι καθ’ ἑκάστην ἐκκλησίαν· εἰσὶ τοίνυν πλείους τὸν ἀριθμὸν ἐν τῇ Ἀλεξανδρείᾳ σὺν τῇ νῦν κτισθείσῃ τῇ Καισαρίῳ καλουμένῃ, ὃ πρότερον Ἀδριανὸν ἐτύγχανεν, ὕστερον Λικινιανὸν γέγονε γυμνάσιον εἴτ’ οὖν βασίλειον. μετέπειτα δὲ ἐν χρόνοις Κωνσταντίου ἔδοξεν αὐτὸ οἰκοδομηθῆναι ἐκκλησίαν, Γρηγορίου τοῦ Μελιτιανοῦ καὶ Ἀρειανοῦ ἀρξαμένου, τελειώσαντος δὲ Ἀθανασίου τοῦ μακαρίου καὶ πατρὸς τῆς ὀρθοδοξίας, καυθείσης δὲ ἐπὶ Ἰουλιανοῦ καὶ αὖθις ἀνακτισθείσης ὑπ’ αὐτοῦ τοῦ μακαρίτου Ἀθανασίου τοῦ ἐπισκόπου.
ἄλλαι δέ εἰσι πλείους, ὡς ἔφην, Διονυσίου καλουμένη ἐκκλησία καὶ ἡ τοῦ Θεωνᾶ καὶ ἡ Πιερίου καὶ Σεραπίωνος καὶ ἡ τῆς Περσαίας καὶ ἡ τοῦ Διζύας καὶ ἡ τοῦ Μενδιδίου καὶ ἡ Ἀννιανοῦ καὶ ἡ τῆς Βαυκάλεως καὶ ἄλλαι. ἐν μιᾷ δὲ τούτων Κόλλουθός τις ὑπῆρχεν, ἐν ἑτέρᾳ δὲ Καρπώνης, ἐν ἄλλῃ δὲ Σαρματᾶς, καὶ Ἄρειος οὗτος ὁ προειρημένος, μίαν τῶν προειρημένων κατέχων ἐκκλησίαν. ἕκαστος δὲ τούτων δῆλον κατὰ τὴν εἰθισμένην σύναξιν τὸν αὐτῷ πεπιστευμένον λαὸν διδάσκων, ἐν ταῖς ἐξηγήσεσιν ἔριν τινὰ ἐνέβαλον ἐν τῷ λαῷ. καὶ οἱ μὲν προσεκλίθησαν Ἀρείῳ, ἕτεροι δὲ Κολλούθῳ, ἄλλοι δὲ Καρπώνῃ, ἕτεροι δὲ Σαρματᾷ. ὡς οὖν ἐξηγεῖτο ἕκαστος ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ ἄλλος ἄλλο τι καὶ ἄλλος ἄλλο, ἐκ τῆς προσκλίσεως καὶ ἐπαίνου δὲ τοῦ παρ’ αὐτῶν οἱ μὲν Κολλουθιανοὺς ἑαυτοὺς ὠνόμασαν, ἄλλοι δὲ Ἀρειανούς. καὶ γὰρ [καὶ] ὁ Κόλλουθός τινα παρατετραμμένα ἐδίδαξεν, ἀλλ’ οὐκ ἐνέμεινεν ἡ τούτου αἵρεσις, ἀλλ’ εὐθὺς διεσκορπίσθη· ὡς εἴθε καὶ ἡ τοῦ Ἀρείου ἐμβεβροντημένη πίστις, μᾶλλον δὲ ἀπιστία, ἔτι δὲ μᾶλλον κακοπιστία. 3. Ἐπάρματι γὰρ ἀρθεὶς ὁ γέρων τοῦ προκειμένου ἐξέστη.
PG 42:207ἦν δὲ τὴν ἡλικίαν ὑπερμήκης, κατηφὴς τὸ εἶδος, ἐσχηματισμένος ὡς δόλιος ὄφις, ὑποκλέψαι δυνάμενος πᾶσαν ἄκακον καρδίαν διὰ τοῦ αὐτοῦ πανούργου προσχήματος. ἡμιφόριον γὰρ ὁ τοιοῦτος ἀεὶ καὶ κολοβίωνα ἐνδιδυσκόμενος, γλυκὺς ἦν τῇ προσηγορίᾳ, πείθων ἀεὶ ψυχὰς καὶ θωπεύων. διόπερ αὐτίκα μάλα, τί γὰρ ἀλλ’ ἢ ἑπτακοσίας παρθενευούσας τὸν ἀριθμὸν τῆς ἐκκλησίας ὑπὸ ἓν παρείλκυσε καὶ ἀποσπάσαι τὸν αὐτὸν ἔχει λόγος πρεσβυτέρους τε ἑπτὰ καὶ διακόνους δώδεκα. ἄχρι δὲ καὶ ἐπισκόπων εὐθὺς ἔφθασε τὸ αὐτοῦ δηλητήριον· Σεκοῦνδον γὰρ τὸν Πενταπόλεως καὶ ἄλλους ἔπεισεν ἅμα αὐτῷ συναπαχθῆναι.
ἐγίνετο δὲ ταῦτα ἐν τῇ ἐκκλησίᾳ ἀγνοοῦντος τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ἕως ὅτε Μελίτιος ὁ τῆς Αἰγύπτου ἀπὸ Θηβαί̈δος, δοκῶν εἶναι καὶ αὐτὸς ἀρχιεπίσκοπος, ὁ ἤδη μοι προειρημένος [οὔπω γὰρ τὰ κατὰ τὸν Μελίτιον εἰς ἔχθραν ἀτοπίας ἐλήλακε]ζήλῳ τοίνυν ἐνεχθεὶς ὁ Μελίτιος [οὐδὲν γὰρ ἦν διηλλαγμένος τῇ πίστει ἢ μόνον προσχήματι ἐθελοδικαιοσύνης, [δι’] ὅπερ καὶ αὐτὸς δεινόν τι ἐπειργάσατο τῷ βίῳ, ὡς ἤδη καὶ περὶ αὐτοῦ εἴπομεν]ἀνήνεγκε τοίνυν εἰς τὰ ὦτα τοῦ ἀρχιεπισκόπου Ἀλεξάνδρου ὁ ἀρχιεπίσκοπος Μελίτιος ὁ κατὰ τὴν Αἴγυπτον, ὑπὸ δὲ χεῖρα Ἀλεξάνδρου δοκῶν εἶναι· σύγχρονος δὲ οὗτος ὁ Μελίτιος γέγονε Πέτρου τοῦ μακαρίτου ἐπισκόπου καὶ μάρτυρος, ὡς ἔφην. ὡς οὖν ἐσήμανε τὰ κατὰ τὸν Ἄρειον πάντα, ὡς ἐκτὸς βέβηκε τῆς ἀληθείας καὶ ὡς πολλοὺς ἔχρανε καὶ ἠφάνισεν, ὑποφθείρας ἀπὸ τῆς ὀρθῆς πίστεως τοὺς αὐτῷ πεισθέντας, τότε μεταστειλάμενος ὁ ἐπίσκοπος αὐτὸν τὸν Ἄρειον, ἠρώτα περὶ τῶν ἐνηχηθέντων εἰ ταῦτα οὕτως ἔχει.
ὁ δὲ οὔτε ἐδίστασεν οὔτε ἐδειλίασεν, ἀλλ’ ἐξ ὑπαρχῆς παρατρίψας τὸ μέτωπον τὴν πᾶσαν αὐτοῦ ἐξήμεσε κακοδοξίαν, ὡς αἱ αὐτοῦ ἐπιστολαὶ δεικνύουσι καὶ ἡ κατ’ αὐτὸν γενομένη τότε ἐξέτασις. συγκαλεῖται τοίνυν τὸ πρεσβυτέριον ὁ Ἀλέξανδρος καὶ ἄλλους τινὰς ἐπισκόπους παρόντας, καὶ ἀνέτασιν τούτου ποιεῖται καὶ ἀνάκρισιν. ὡς δὲ οὐκ ἐπείσθη τῇ ἀληθείᾳ, ἐξεοῖ αὐτὸν τῆς ἐκκλησίας καὶ ἐκκήρυκτον ποιεῖ ἐν τῇ πόλει. σὺν αὐτῷ δὲ ἀπεσπάσθησαν αἱ προειρημέναι παρθενεύουσαι καὶ κληρικοὶ οἱ προειρημένοι καὶ ὄχλος ἄλλος πολύς. 4. Διατρίβοντος δὲ Ἀρείου πολὺν χρόνον ἐν τῇ πόλει, εὐθὺς τελευτᾷ ὁ ὁμολογητὴς Μελίτιος καὶ μάρτυς. σχίσματα οὖν ποιῶν ὁ αὐτὸς Ἄρειος καὶ ἕκαστον ὑποκλέπτων πολλοὺς ἠφάνισεν. ἐς ὕστερον δέ, ἐπειδὴ ἐφωράθη καὶ εἰς ἔλεγχον ἦλθεν ἐν τῇ πόλει καὶ ἐκκήρυκτος γεγένηται, ἀποδιδράσκει ἀπὸ τῆς Ἀλεξανδρέων καὶ ἐπὶ τὴν Παλαιστίνην στέλλεται [τὴν] πορείαν. ὃς ἐλθὼν προσεπέλαζεν ἑκάστῳ τῶν ἐπισκόπων μετὰ θωπείας τε καὶ κολακείας, ἵνα ἑαυτῷ πολλοὺς ποιήσῃ συνεργούς. καὶ δέχονται μὲν αὐτόν τινες, ἄλλοι δὲ αὐτὸν ἀπώσαντο.
PG 42:209μετέπειτα δὲ εἰς ὦτα ἔρχεται τοῦ ἐπισκόπου Ἀλεξάνδρου καὶ γράφει ἐπιστολὰς ἐγκυκλίους, αἵτινες παρὰ φιλοκάλοις ἔτι σῴζονται, ὡς τὸν ἀριθμὸν ἑβδομήκοντα, τῶν ἐπισκόπων ἑκάστῳ, Εὐσεβίῳ εὐθὺς τῷ ἐν Καισαρείᾳ [περιῆν γάρ], καὶ Μακαρίῳ Ἱεροσολύμων, Ἀσκληπιῷ ἐν Γάζῃ, Λογγίνῳ ἐν Ἀσκάλωνι, Μακρίνῳ τῷ ἐν Ἰαμνίᾳ καὶ ἄλλοις, ἔν τε τῇ Φοινίκῃ Ζήνωνί τινι ἀρχαίῳ ἐν Τύρῳ καὶ ἄλλοις, ἅμα καὶ [τοῖς] ἐν τῇ Κοίλῃ Συρίᾳ. ὡς οὖν ἀπεστάλησαν αἱ ἐπιστολαί, μεμφόμεναι τοὺς αὐτὸν ὑποδεξαμένους, ἕκαστος ἀντέγραψε τῷ μακαρίῳ Ἀλεξάνδρῳ ἀπολογούμενος. καὶ οἱ μὲν εἰρωνείᾳ γεγράφασιν, ἄλλοι δὲ ἐν ἀληθείᾳ, οἱ μὲν λέγοντες μὴ ὑποδέχεσθαι τοῦτον, ἄλλοι δὲ κατὰ ἄγνοιαν ὑποδέχεσθαι, ἕτεροι δὲ φάςκοντες, ὡς διὰ τῆς ὑποδοχῆς κερδῆσαι αὐτόν, ἀπολογούμενοι. καὶ πολλή τίς ἐστιν ἡ περὶ τούτων ὑπόθεσις. 5.
Μετέπειτα δὲ ὡς ἔγνω ὁ Ἄρειος ὅτι ἐπιστολαὶ ἠνέχθησαν τοῖς ἐπισκόποις πάντη καὶ λοιπὸν πανταχόθεν ἀπηλαύνετο καὶ οὐκέτι τις αὐτὸν προσελαμβάνετο ἢ οἱ αὐτοῦ συνεργοί [Εὐσέβιος γὰρ ὁ παλαιὸς γέρων Νικομηδεὺς ὁ λόγος αὐτῷ ὑπῆρχεν, ἅμα Λουκιανῷ ἐν Νικομηδείᾳ συμβεβιωκώς, ἀλλὰ καὶ Λεόντιος ὁ ἀπόκοπος ἐν Ἀντιοχείᾳ, οὔπω τὴν ἐπισκοπὴν πεπιστευμένος, καὶ ἄλλοι τινές· ἐπεὶ οὖν ἐκ τῆς αὐτῆς [τοῦ] δηλητηρίου φρατρίας οὗτοι πάντες ἦσαν, ὑποδέχεται μὲν αὐτὸν Εὐσέβιος χρόνῳ ἱκανῷ]ὅθεν δὴ ἐπιστολὰς πάσης φλυαρίας ἐμπεπληςμένας, περιεχούσας πᾶσαν αὐτοῦ τὴν κακόδοξον πίστιν, γράψας ὁ αὐτὸς Ἄρειος Εὐσεβίῳ τῷ ἐν Νικομηδείᾳ, μηδέπω φθάσας πρὸς αὐτὸν ἐν Νικομηδείᾳ, οὐδὲν πλέον ἀλλ’ ἢ τὰ αὐτὰ ὁποῖα καὶ ἐφρόνει ἐν αὐταῖς ἐντάξας, κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπραγματεύσατο, ἐξ ὧν μίαν ἐλθοῦσαν εἰς τὰς ἡμετέρας χεῖρας ἐνταῦθα ἀναγκαῖον ἡγησάμην παραθέσθαι, ὅπως ἴδοιεν οἱ ἐντυγχάνοντες ὅτι οὔ τι κατά τινος σεσυκοφαντημένως εἰρήκαμεν ἢ λέγομεν. καὶ ἔστιν ἥδε· 6.
Κυρίῳ ποθεινοτάτῳ ἀνθρώπῳ θεοῦ πιστῷ ὀρθοδόξῳ Εὐσεβίῳ, Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου πάπα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἧς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν. Τοῦ πατρός μου Ἀμμωνίου εἰς τὴν Νικομήδειαν ἀφικομένου εὔλογον καὶ ὀφειλόμενον ἐφάνη μοι προσαγορεῦσαί σε δι’ αὐτοῦ, ὁμοῦ τε καὶ ὑπομνῆσαι τὴν ἔμφυτόν σου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις πρὸς τοὺς ἀδελφοὺς διὰ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, ὅτι μεγάλως ἡμᾶς ἐκπορθεῖ καὶ διώκει καὶ πᾶν κακὸν κινεῖ καθ’ ἡμῶν ὁ ἐπίσκοπος, ὥστε ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους, ἐπειδὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι· ἀεὶ θεὸς ἀεὶ υἱός, ἅμα πατὴρ ἅμα υἱός, συνυπάρχει ὁ υἱὸς ἀγεννήτως τῷ θεῷ, ἀειγενής, ἀγενητογενής, οὔτ’ ἐπινοίᾳ οὔτ’ ἀτόμῳ τινὶ προάγει ὁ θεὸς τοῦ υἱοῦ, ἀεὶ θεός, ἀεὶ υἱός, ἐξ αὐτοῦ τοῦ θεοῦ ὁ υἱός.
PG 42:211καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ἐν Καισαρείᾳ καὶ Θεόδοτος καὶ Παυλῖνος καὶ Ἀθανάσιος καὶ Γρηγόριος καὶ Ἀέτιος καὶ πάντες οἱ κατὰ τὴν ἀνατολὴν λέγουσιν ὅτι προϋπάρχει ὁ θεὸς τοῦ υἱοῦ ἀνάρχως, ἀνάθεμα ἐγένοντο, δίχα Φιλογονίου καὶ Ἑλλανικοῦ καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατηχήτων, τὸν υἱὸν λεγόντων οἱ μὲν ἐρυγήν, οἱ δὲ προβολὴν ἀγένητον. καὶ τούτων τῶν ἀσεβ[ει]ῶν οὐδὲ ἀκοῦσαι δυνάμεθα, ἐὰν μυρίους θανάτους ἡμῖν ἐπαπειλῶσιν οἱ αἱρετικοί. ἡμεῖς δὲ τί λέγομεν καὶ φρονοῦμεν καὶ ἐδιδάξαμεν καὶ διδάσκομεν; ὅτι ὁ υἱὸς οὐκ ἔστιν ἀγένητος οὐδὲ μέρος ἀγενήτου κατ’ οὐδένα τρόπον, ἀλλ’ οὔτε ἐξ ὑποκειμένου τινός, ἀλλ’ ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ πρὸ αἰώνων, πλήρης θεὸς μονογενής, ἀναλλοίωτος, καὶ πρὶν γεννηθῇ ἤτοι κτισθῇ ἤτοι ὁρισθῇ ἢ θεμελιωθῇ, οὐκ ἦν. ἀγένητος γὰρ οὐκ ἦν. διωκόμεθα δέ, ὅτι εἴπομεν· ἀρχὴν ἔχει ὁ υἱός, ὁ δὲ θεὸς ἄναρχός ἐστι. διὰ τοῦτο διωκόμεθα καὶ ὅτι εἴπομεν· ἐξ οὐκ ὄντων ἐστίν. οὕτως δὲ εἴπομεν, καθότι οὐδὲ μέρος θεοῦ ἐστιν οὐδὲ ἐξ ὑποκειμένου τινός· διὰ τοῦτο διωκόμεθα. λοιπὸν σὺ οἶδας.
PG 42:213ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι, μεμνημένον τῶν θλίψεων ἡμῶν, συλλουκιανιστὰ ἀληθῶς Εὐσέβιε. 7. Ἀλλὰ καὶ ἄλλην, ἀπὸ Νικομηδείας τῷ ἁγιωτάτῳ πάπᾳ Ἀλεξάνδρῳ ἀπολογίας χάριν δῆθεν γραφεῖσαν καὶ χείρω πάλιν τῆς αὐτοῦ ἰοβολίας ἀπαραλείπτως βλασφήμων ῥημάτων ἐμπεπλησμένην καὶ ὑπ’ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ ἀπεσταλμένην, ὑπετάξαμεν. καὶ ἔστιν ἥδε· Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἐν κυρίῳ χαίρειν. Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη·
οἴδαμεν ἕνα θεόν, μόνον ἀγέννητον, μόνον ἀί̈διον, μόνον ἄναρχον, μόνον ἀληθινόν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην, μόνον κριτὴν πάντων διοικητὴν οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν, νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης τοῦτον θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι’ οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ λοιπὰ πεποίηκε, γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλ’ ἀληθείᾳ, ὑποστήσαντα δὲ ἰδίῳ θελήματι, ἄτρεπτον καὶ ἀναλλοίωτον, κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεννημάτων, οὐδ’ ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ πατρὸς ἐδογμάτισεν, οὐδ’ ὡς ὁ Μανιχαῖος μέρος ὁμοούσιον τοῦ πατρὸς τὸ γέννημα εἰσηγήσατο, οὐδ’ ὡς Σαβέλλιος ὁ τὴν μονάδα διαιρῶν υἱοπάτορα εἶπεν, οὐδ’ ὡς Ἱερακᾶς λύχνον ἀπὸ λύχνου ἢ ὡς λαμπάδα εἰς δύο, οὐδὲ τὸν ὄντα πρότερον, ὕστερον γεννηθέντα ἢ ἐπικτισθέντα εἰς υἱόν, ὡς καὶ σὺ αὐτός, μακάριε πάπα, ἐν μέσῃ τε ἐκκλησίᾳ καὶ συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσηγησαμένους ἀπηγόρευσας, ἀλλ’ ὥς φαμεν, θελήματι τοῦ θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ πατρὸς εἰληφότα καὶ τὰς δόξας, συνυποστήσαντος αὐτῷ τοῦ πατρός·
PG 42:215οὐ γὰρ ὁ πατὴρ δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν ἐστέρησεν ἑαυτὸν [τοῦ] τὸ ἀγένητον ἔχειν ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων. 8. Ὥστε τρεῖς εἰσιν ὑποστάσεις, πατὴρ υἱὸς καὶ ἅγιον πνεῦμα. καὶ ὁ μὲν θεός, αἴτιος τῶν πάντων τυγχάνων, ἐστὶν ἄναρχος μονώτατος, ὁ δὲ υἱὸς ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ πατρὸς καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθείς, οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλὰ ἀχρόνως πρὸ πάντων γεννηθεὶς μόνος ὑπὸ μόνου τοῦ πατρὸς ὑπέστη. οὐδὲ γάρ ἐστιν ἀί̈διος ἢ συναί̈διος ἢ συναγένητος τῷ πατρί· οὐδὲ ἅμα τῷ πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι, δύο ἀγενήτους ἀρχὰς εἰσηγούμενοι, ἀλλὰ ὡς μονὰς καὶ ἀρχὴ τῶν πάντων, οὕτως ὁ θεὸς πρὸ πάντων ἐστί. διὸ καὶ πρὸ τοῦ Χριστοῦ ἐστιν, ὡς παρὰ σοῦ μεμαθήκαμεν, [ἐν] μέσῃ τῇ ἐκκλησίᾳ κηρύξαντος. καθὸ οὖν παρὰ τοῦ θεοῦ τὸ εἶναι ἔχει [τοῦ] καὶ τὸ ζῆν καὶ τὰς δόξας καὶ πάντα αὐτῷ παρασχόντος κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ θεός. ἄρχει γὰρ αὐτοῦ, ὡς θεὸς αὐτοῦ καὶ πρὸ αὐτοῦ [ἔχων τὸ] εἶναι διὰ τὸ ἐξ αὐτοῦ.
καὶ εἰ τὸ «ἐκ γαστρός» καὶ τὸ «ἐκ πατρὸς ἐξῆλθον καὶ ἥκω», ὡς μέρος τοῦ ὁμοουσίου καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύνθετος ἔσται ὁ πατὴρ καὶ διαιρετὸς καὶ τρεπτὸς, καὶ σῶμα κατ’ αὐτοὺς καὶ τὸ ὅσον ἐπ’ αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων, ὁ ἀσώματος θεός. ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι, μακάριε πάπα. Ἄρειος, Ἀειθάλης, Ἀχιλλᾶς, Καρπώνης, Σαρματᾶς, Ἄρειος, πρεσβύτεροι· διάκονοι Εὐζώϊος, Λούκιος, Ἰούλιος, Μηνᾶς, Ἑλλάδιος, Γάϊος· ἐπίσκοποι Σεκοῦνδος Πενταπόλεως, Θεωνᾶς Λίβυς, Πιστός· ὃν κατέστησαν εἰς Ἀλεξάνδρειαν οἱ Ἀρειανοί. 9. Ὡς οὖν οὕτω παρεκινεῖτο τὰ πράγματα, Ἀλέξανδρος Κωνσταντίνῳ τῷ βασιλεῖ γράφει. ὁ δὲ μακαρίτης βασιλεὺς συγκαλεσάμενος τὸν Ἄρειον καί τινας ἐπισκόπους ἀνέκρινεν. ὁ δὲ τοὺς συμμύστας [συνεργοὺς] ἔχων τὸ μὲν πρῶτον ἠρνεῖτο εἰς πρόσωπον τοῦ βασιλέως, ἔσωθεν δὲ εἰργάζετο τὴν συσκευὴν τῆς ἐκκλησίας. ὡς οὖν συνεκαλέσατο αὐτὸν ὁ μακάριος Κωνσταντῖνος, ὡς καὶ ἐκ μέρους [ἀπὸ] πνεύματος ἁγίου ἐνεπνεύσθη, λόγον αὐτῷ προσεφθέγξατο λέγων ὅτι πεπίστευκα τῷ θεῷ, εἰ δολίως ἔχεις τι κεκρυμμένον καὶ ἀρνῆσαι, τάχιον ὁ πάντων δεςπότης ἐλέγξαι σε ἔχει, μάλιστα καθ’ οὗ ὤμοσας.
PG 42:217ὅθεν καὶ ἐφωράθη τὰ αὐτὰ φρονῶν, καὶ εἰς πρόσωπον τοῦ βασιλέως ἠλέγχθη. πάλιν δὲ ὡσαύτως ἠρνεῖτο, καὶ πολλοὶ αὐτοῦ ὑπερασπισταὶ ὑπερεδέοντο διὰ Εὐσεβίου τοῦ Νικομηδείας. ὁμοῦ δὲ ζήλῳ ἐπαρθεὶς ὁ βασιλεὺς [καὶ] ἐπιστολὴν μεγάλην ἐγκύκλιον ὅλῃ τῇ Ῥωμανίᾳ γέγραφε κατὰ Ἀρείου καὶ τῆς αὐτοῦ πίστεως, πάσης σοφίας ἔμπλεων καὶ ἀληθινῶν ῥημάτων· ὡς καὶ αὕτη εἰς ἔτι δεῦρο παρὰ φιλοκάλοις σῴζεται, περιέχουσα τὴν ἀρχήν· «Κωνσταντῖνος σεβαστὸς μέγιστος Ἀρείῳ καὶ Ἀρειανοῖς. Κακὸς ἑρμηνεὺς αὐτόχρημα εἰκών τε καὶ ἀνδριάς ἐστι τοῦ διαβόλου.» εἶτα μεθ’ ἕτερα καὶ μετὰ τὸ πολλὴν πρὸς αὐτὸν ἐκθέσθαι ἐκ θείων λογίων ἀντιλογίαν, καὶ ἔπος ἀπὸ τῶν Ὁμήρου πρὸς αὐτὸν σχετλιασμοῦ ἕνεκα ἀποτεινόμενος παρέθετο, ὅπερ καὶ αὐτὸ ἀναγκαῖον ἐνταῦθα παραθέσθαι ἡγησάμην· καὶ ἔστιν· «ἄγε δή, Ἄρες Ἄρειε, ἀσπίδων χρεία, μή γε σὺ τοῦτο ποιήσῃς, ἱκετεύομεν· ἐπισχέτω δέ σε γοῦν ἡ τῆς Ἀφροδίτης ὁμιλία.» 10.
Βουλομένου τοίνυν τοῦ Ἀρείου ἐν τῇ Κωνσταντινουπόλει ὁμοῦ συναχθῆναι, Εὐσεβίου ἀναγκάζοντος καὶ τὰ μεγάλα παρὰ βασιλεῖ ἰσχύοντος καὶ παρενοχλοῦντος τῷ ἐν Κωνσταντινουπόλει ἐπισκόπῳ κατ’ ἐκεῖνο καιροῦ, κἀκείνου μὴ βουλομένου μετ’ αὐτοῦ συναχθῆναι μηδὲ εἰς κοινωνίαν αὐτοῦ ἐλθεῖν καὶ βιοφορουμένου καὶ στένοντος, τοῦ δὲ Εὐσεβίου λέγοντος· εἰ μὴ βούλει ἰδίᾳ τῇ προαιρέσει, τῇ αὔριον ἡμέρᾳ κυριακῆς ἐπιφωσκούσης σὺν ἐμοὶ εἰσελεύσεται, καὶ τί δύνασαι ποιῆσαι; ὁ δὲ εὐλαβέστατος ἐπίσκοπος καὶ θεὸν φοβούμενος Ἀλέξανδρος, ὁ τῆς αὐτῆς ἀρίστης πόλεως ἐπίσκοπος [ὁμώνυμος γὰρ ἦν καὶ οὗτος τῷ ἐν Ἀλεξανδρείᾳ] δι’ ὅλης τῆς ἡμέρας ἐξότου ἤκουσε καὶ τῆς νυκτὸς στενάζων καὶ στυγνάζων διετέλεσεν εὐχόμενος καὶ παρακαλῶν τὸν θεὸν ἢ αὐτοῦ τὴν ψυχὴν παραλαβεῖν, ἵνα μὴ συμμιανθῇ τῇ τοῦ Ἀρείου κοινωνίᾳ, ἢ ποιῆσαί τι παράδοξον· ὅπερ καὶ ἐγένετο τούτῳ. τοῦ γὰρ Ἀρείου προελθεῖν κατὰ τὰς νύκτας ἐπειχθέντος ἐπὶ τὸ [τὰς χρείας] παρασκευασθῆναι, διέρχεται μέχρι τοῦ ἀφεδρῶνος καὶ ἔνδον ἐν τοῖς ἀβάτοις καθεζόμενος εὑρέθη λακήσας καὶ ἔκπνους γεγονώς.
ὃς δὲ οὕτω κατείληπται ἐν τῷ δυσώδει τόπῳ ἀποδοὺς αὐτοῦ τὰ τέλη, καθάπερ καὶ ἐξήμεσεν ἀκάθαρτον κακοπιστίαν. 11. Ὡς οὖν ταῦτα ἐτελέσθη, ὁ βασιλεὺς μέριμναν συνενεγκάμενος τῇ ἐκκλησίᾳ, διὰ τὸ ἤδη πολλάκις πολλοὺς εἰς ἀλλήλους διαφέρεσθαί τε καὶ σχίσματα πολλὰ εἶναι, συνεκρότησεν οἰκουμενικὴν σύνοδον ὧν καὶ τὰ ὀνόματα εἰς ἔτι δεῦρο σῴζεται τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων· καὶ ἀναθεματίζουσι τὴν Ἀρείου πίστιν ἐν τῇ Νικαέων πόλει καὶ ὁμολογοῦσι τὴν τῶν πατέρων ὀρθόδοξον πίστιν καὶ ἀκλινῆ [καὶ] ἀπὸ τῶν ἀποστόλων καὶ προφητῶν παραδοθεῖσαν. ὑπογραψάντων δὲ τῶν ἐπισκόπων εἰς ταύτην καὶ ἀναθεματισάντων τὴν Ἀρειομανίτιδα αἵρεσιν, οὕτω γεγένηται. ἅμα δὲ καὶ ἐν τῷ αὐτῷ κανόνας τινὰς ἔθηκαν ἐν τῇ συνόδῳ ἐκκλησιαστικούς· ὁμοῦ δὲ καὶ περὶ τοῦ πάσχα ὥρισαν μίαν ἕνωσιν καὶ ὁμόνοιαν [κατὰ] τὴν ἁγίαν θεοῦ πανάρετον ἡμέραν γίνεσθαι, ἐπειδὴ διαφόρως παρά τισιν ἐφυλάττετο· οἱ μὲν γὰρ προελάμβανον, οἱ δὲ ἐμέσαζον, οἱ δὲ μετέπειτα ἐπετέλουν. καὶ ἁπλῶς πολλὴ στάσις ἦν κατ’ ἐκεῖνο καιροῦ. τούτων δὲ ὁ θεὸς τὸ κατόρθωμα διὰ τοῦ μακαρίτου Κωνσταντίνου ἐβράβευσεν εἰρήνης χάριν.
PG 42:219ὡς οὖν ἀνεθεματίσθη ὁ Ἄρειος καὶ ταῦτα οὕτως ἐπράχθη, ἐν τῷ αὐτῷ ἔτει παύεται Ἀλέξανδρος τοῦ βίου καὶ διαδέχεται αὐτὸν Ἀχιλλᾶς. ἦν δὲ καὶ Θεωνᾶς κατασταθεὶς ὑπὸ τῶν Μελιτιανῶν. τότε διαδέχεται Ἀχιλλᾶν τὸν ἐπίσκοπον ποιήσαντα μῆνας τρεῖς Ἀθανάσιος ὁ μακαρίτης, ὢν τότε διάκονος Ἀλεξάνδρου καὶ ὑπ’ αὐτοῦ ἀπεσταλμένος ἐπὶ τὸ κομητάτον, ᾧ ὁ Ἀλέξανδρος μέλλων τελευτᾶν παρήγγειλεν ἀποδοθῆναι τὴν ἐπισκοπήν. ἔθος δὲ ἐν Ἀλεξανδρείᾳ μὴ χρονίζειν μετὰ τελευτὴν ἐπισκόπου τοὺς καθισταμένους, ἀλλ’ ἅμα γίνεσθαι εἰρήνης ἕνεκα, τοῦ μὴ παρατριβὰς γενέσθαι ἐν τοῖς λαοῖς, τῶν μὲν τόνδε θελόντων, τῶν δὲ τόνδε. κατέστησαν δὲ δι’ ἀνάγκην μὴ παρόντος Ἀθανασίου Ἀχιλλᾶν. ὁ δὲ θρόνος ἦν καὶ ἡ ἱερωσύνη ἑτοιμαζομένη τῷ ἐκ θεοῦ κεκλημένῳ καὶ ἀπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου ὡρισμένῳ.
ἐπεὶ οὖν ἐλθόντος Ἀθανασίου καὶ κατασταθέντος, ὄντος περὶ τὴν πίστιν ζηλωτοῦ σφόδρα καὶ τῆς ἐκκλησίας ὑπερασπίζοντος, ἤδη συνάξεων πάντῃ καὶ ἀποσπάσματος τῶν λαῶν γινομένων ὑπὸ τῶν Μελιτιανῶν καλουμένων, δι’ ἣν ἐν τῇ περὶ Μελιτίου ὑποθέσει αἰτίαν προδεδήλωκα, καὶ βουλομένου τὴν συνένωσιν τῆς ἐκκλησίας ποιήσασθαι, ἐνεκάλει καὶ ἠπείλει ἐνουθέτει τε καὶ οὐδεὶς ἠνείχετο. ὅθεν πάντα τὰ κατ’ αὐτοῦ κινηθέντα ἐκ τοῦ ὑπερβάλλοντος ἐν αὐτῷ θεόθεν ζήλου ἐπράχθη τε καὶ συνεσκευάσθη· ὥστε καὶ ἐξορίας αὐτὸν ὑπομεῖναι διὰ τῆς τῶν Ἀρειανῶν μετὰ δυναστείας ἀδικωτάτης ἀκοινωνησίας. ἀλλὰ περὶ τοῦ μακαρίτου Ἀθανασίου ἕως ἐνταῦθα ἐχέτω. ἐρρήθη γὰρ τὰ κατ’ αὐτὸν κατὰ λεπτότατον ἄνω ἐν τῇ Μελιτίου ὑποθέσει. 12. Ἄρειος τοίνυν οὗτος ἐνεπνεύσθη ὑπὸ διαβολικῆς ἐνεργείας καὶ ἀθυρογλώττως ἀναισχυντὶ φερόμενος ἐπῆρεν αὐτοῦ τὴν γλῶτταν κατὰ τοῦ ἰδίου δεσπότου, ἐξ ἀρχῆς δῆθεν τὴν παρὰ τῷ Σολομῶνι ἐν ταῖς αὐτοῦ παροιμίαις λέξιν ἑρμηνεῦσαι βουλόμενος, τό «ὁ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.
PG 42:221πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ἔνθεν αὐτῷ ἡ εἰσαγωγὴ τῆς πλάνης γεγένηται, [καὶ] οὐκ ᾐδέσθη [αὐτὸς] καὶ οἱ αὐτοῦ μαθηταὶ κτίσμα ἀποκαλεῖν τὸν τὰ πάντα κτίσαντα, τὸν ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννημένον λόγον. λοιπὸν δὲ ἀπὸ τοῦ ἑνὸς τούτου λόγου εἰς πολλὰς καὶ κακὰς τρίβους ἐλάσας τὴν ἑαυτοῦ κακότροπον γνώμην, [αὐτὸς] καὶ οἱ ἀπ’ αὐτοῦ διάδοχοι, μυρία καὶ ἐπέκεινα εἰς τὸν υἱὸν τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα βλασφημῆσαι ἐπεχείρησαν. παρέλυσαν δὲ ὡς εἰπεῖν τὸ στῖφος καὶ τὴν ὁμόνοιαν τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως καὶ ἐκκλησίας· οὐ διὰ τῆς αὐτῶν δυνάμεως ἢ σοφίας· ὀλίγοι γὰρ οἱ προσκλιθέντες ἠπατημένοι, πολλοὶ δὲ οἱ ὑποκρίσει ὑπεισδύνοντες, πολλοὶ δὲ καὶ κατὰ βίαν μὴ ἔχοντες οὕτως κοινωνοὶ τοῖς αὐτοῖς τυγχάνουσιν. οὐδεὶς δὲ τούτων πρόξενος, ἀλλὰ πρῶτον μὲν [ἀ]δοκιμασία πιστῶν, βασιλέων δὲ ὑπερασπισμός.
ἀρχὴ μὲν [ἀπὸ] Κωνσταντίου τοῦ βασιλέως, τὰ μὲν ἄλλα πάντα πρᾴου καὶ ἀγαθοῦ, ὡς υἱοῦ τοῦ μεγάλου καὶ τελείου Κωνσταντίνου τοῦ θεοσεβοῦς καὶ πίστιν ὀρθὴν ἀκλινῶς πεφυλαχότος, καὶ αὐτοῦ δὲ τοῦ Κωνσταντίου θεοσεβοῦς ὄντος καὶ ἀγαθοῦ κατὰ πολλοὺς τρόπους· ἐν τούτῳ δὲ μόνον, ἐν τῷ μὴ κατὰ τὴν πίστιν τοῦ πατρὸς αὐτοῦ ὡδευκέναι ἐσφάλη, οὐκ ἀφ’ ἑαυτοῦ αἰτίας, ἀλλὰ ἀπὸ τῶν μελλόντων δοῦναι λόγον εἰς ἡμέραν κρίσεως, τῶν δοκήσει ἐπισκόπων λεγομένων, παραφθειράντων δὲ τὴν θεοῦ ἀληθινὴν πίστιν· οἵτινες ἔχουσι δοῦναι λόγον καὶ ὑπὲρ τῆς πίστεως καὶ ὑπὲρ τῶν διωγμῶν τῆς ἐκκλησίας καὶ τοσούτων κακῶν καὶ φόνων τῶν ἐν ταῖς ἐκκλησίαις ἕνεκεν αὐτῶν γεγενημένων καὶ τῶν λαῶν τῶν ἐν ὑπαίθρῳ ἔτι δεῦρο τοσούτων μυριάδων θλῖψιν ὑπομενουσῶν καὶ ὑπὲρ αὐτοῦ τοῦ μακαρίτου Κωνσταντίου τοῦ ὑπ’ αὐτῶν πεπλανημένου καὶ ἀγνοήσαντος τὴν πίστιν τῆς ὀρθοδοξίας καὶ ὑπείξαντος αὐτοῖς ὡς ἱερεῦσι κατὰ ἄγνοιαν, ἀγνοήσαντος τὴν ἐν αὐτοῖς πλάνην τῆς τυφλώσεως καὶ κακοπιστίας γενομένην ἐκ διαβόλου παρασκευῆς. 13.
PG 42:223Δεύτερον ἔτι ἐνίσχυσε τὸ τούτων ἑρπετῶδες ἐργαστήριον δι’ Εὐδοξίου τοῦ ὑπεισδύντος καὶ παραφθείραντος τὴν ἀκοὴν πάλιν Οὐάλεντος τοῦ θεοσεβοῦς βασιλέως καὶ εὐλαβεστάτου καὶ θεοφιλοῦς. ἐπειδὴ γὰρ παρ’ αὐτοῦ τὸ λουτρὸν ἐκομίσατο, διὰ τοιαύτης ὑποθέσεως ἠδυνήθησαν οὗτοι στῆναι. ἐπεὶ ἂν ἔκπαλαι καὶ ὑπὸ γυναικῶν καὶ παιδαρίων, οὐ λέγω περὶ τῶν ἐντελεστέρων τῶν τὴν πᾶσαν ἀκρίβειαν τῆς θεοσεβείας καὶ πίστεως τῆς ὀρθῆς ἐπιγινωσκόντων, ἀλλὰ καὶ ὑπὸ τῶν τι ἀπὸ μέρους κἂν τὸ τυχὸν τῆς ἀληθείας ἐπισταμένων [ἐλέγχοντο] καὶ ἐλεγχόμενοι ἀπὸ τῶν παλαιῶν ἐδιώκοντο, ὡς βλάσφημοι δεσπότου καὶ δεύτεροι κυριοκτόνοι τινὲς καὶ ἀθετηταὶ τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐνθέου τελειότητος· διὰ [δὲ] τῆς τοῦ βασιλέως προστασίας, ὅπερ ἐστὶν ὑπερασπισμὸς αὐτῶν, εἰς τὸ ἐπιχειρεῖν πάντα τὰ κακὰ ὅσα γέγονε καὶ ἔτι δι’ αὐτῶν γίνεται ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Νικομηδείᾳ, ἐν Μεσοποταμίᾳ, ἐν Παλαιστίνῃ τῇ τοῦ αὐτοῦ παρόντος βασιλέως προστασίᾳ. 14. Ἐκ ταύτης οὖν τῆς λέξεως τῆς ἐν τῷ παροιμιαστῇ γεγραμμένης ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», λοιπὸν τὰ πάντα αὐτοῖς ἐπινοεῖται·
ὅσα τε δύναται σύμφωνα τῷ λόγῳ εἶναι καὶ ἰσορροπῆ καὶ δύναται συνᾴδειν [ἐκ τῶν γραφῶν συνάγουσιν], οὔτε αὐτοῦ τοῦ λόγου οὔτε τῶν ἄλλων ῥημάτων περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτόν τι φασκόντων. ἀλλὰ λοιπὸν ὅσα ἐστὶ τούτοις ὅμοια, τὸ ἐν τῷ ἀποστόλῳ γεγραμμένον τὸ «δέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», καὶ [τὸ] ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ γεγραμμένον ὅτι «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὅτι ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε», καὶ τὸ ἐν ταῖς Πράξεσι γεγραμμένον ὅτι «γνωστὸν ὑμῖν ἔστω πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε, καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε» καὶ ἄλλα τούτοις ὅμοια, ὅπου γὰρ εἰς παρατήρησιν, εἰς ἐχθρῶν ἄμυναν. ἐχθροὶ γάρ εἰσιν ὡς ἀληθῶς καὶ ἐπίβουλοι. τάχα γὰρ περὶ αὐτῶν γέγραπται καὶ τῶν αὐτοῖς ὁμοίων ὅτι «ἀναστήτω ὁ θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ». δοκοῦσι δὲ καὶ οἰκειακοὶ εἶναι [οὐδεὶς δὲ χείρων οἰκειακῶν ἐχθρῶν] «ἐχθροὶ γὰρ τοῦ ἀνθρώπου ἅπαντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ». καὶ τοῦτο τάχα καὶ περὶ τούτων πληροῦται. 15.
Ἀναπηδῶσι γὰρ ὡς λυσσητῆρες κύνες εἰς ἐχθρῶν ἄμυναν καί φησι· «πῶς λέγεις περὶ τοῦ υἱοῦ τοῦ θεοῦ;» ταῦτα γὰρ αὐτῶν ἐστι τὰ τεχνάσματα τῆς εἰσαγωγῆς τοῦ δηλητηρίου αὐτῶν πρὸς τοὺς ἀφελεῖς. καὶ «τί ἔνι μετὰ ταῦτα, μετὰ τὸ λέγειν υἱὸν θεοῦ;» ὦ «συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐπιγνώμονες ἐνώπιον αὐτῶν» καὶ ἐπιστήμονες δοκοῦντες εἶναι. τί ἔτι προσθείη τις τῷ ὀνόματι Ἰησοῦ, εἰ μὴ ὅτι υἱὸν γνήσιον λέγοι, ἐκ πατρὸς ὄντα καὶ οὐκ ἠλλοιωμένον; εἶτα εὐθὺς χλευαστικῶς ἀναπηδῶσι λέγοντες· «πῶς δύναται εἶναι ἐκ θεοῦ;» ἐρωτώμενοι δὲ ὅτι· «οὐκ ἔστιν υἱός;» τὸ μὲν υἱὸς ὀνόματι ὁμολογοῦσι, τῇ δὲ δυνάμει καὶ διανοίᾳ ἀρνοῦνται, νόθον αὐτὸν παντάπασι βουλόμενοι λέγειν καὶ οὐκ ἀληθινόν. εἰ γάρ, φησίν, ἐκ θεοῦ ἐστι καὶ ἐγέννησεν ἐξ αὐτοῦ ὁ θεὸς [υἱόν], ὡς εἰπεῖν, ἐξ ἰδίας ὑποστάσεως φύσει ἢ ἐκ ἰδίας οὐσίας, οὐκοῦν ὠγκώθη ἢ τομὴν ἐδέξατο ἢ ἐν τῷ γεννᾶν ἐπλατύνθη ἢ συνεστάλη ἤ τι τῶν κατὰ τὰ πάθη τὰ σωματικὰ ὑπέστη. καὶ τὸ πᾶν εἰσὶ χλευαζόμενοι, τὰ ἑαυτῶν εἰς τὸν θεὸν ἀναλογοῦντες καὶ ἀφ’ ἑαυτῶν εἰκάσαι τὸν θεὸν βουλόμενοι. ἐν γὰρ θεῷ οὐδὲν ἔνι τῶν τοιούτων·
PG 42:225«πνεῦμα γὰρ ὁ θεός», καὶ ἀφ’ ἑαυτοῦ ἐγέννησε τὸν μονογενῆ ἀρρήτως καὶ ἀκαταλήπτως καὶ ἀχράντως. πῶς οὖν, φησίν, εἰ ἐκ τῆς οὐσίας αὐτοῦ ἐστιν, οὐκ οἶδε τὴν ἡμέραν, ὡς λέγει, καὶ τὴν ὥραν, «περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος;» «πῶς δὲ εἰς σάρκα ἦλθεν, εἰ ἔστιν ἐκ τοῦ πατρός; πῶς δὲ ἐδύνατο ἡ ἀχώρητος ἐκείνη φύσις σάρκα ἐνδύσασθαι, εἰ ἦν ἐκ τοῦ πατρὸς κατὰ φύσιν;» 16. Καὶ οὐκ οἴδασι πῶς εἰς ἑαυτῶν αἰσχύνην τοὺς λογισμοὺς τούτους ἐπισυνάγουσιν. εἰ γὰρ διὰ τὸ ἠλλοιῶσθαι αὐτὸν παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἐνεδύσατο σάρκα καὶ ἐν αὐτῇ πέπονθε καὶ ἐσταυρώθη, δειξάτωσαν ἡμῖν, τί τῶν ἄλλων πνευματικῶν, κτισμάτων καίτοι γε ὄντων, ἐνεδύσατο σάρκα. οὐ γὰρ δύνα[ν]ται μὴ οὐχ ὁμολογεῖν τὸν υἱὸν ὑπὲρ πάντα. κἄν τε κτίσμα αὐτὸν λέγοιεν, ὁμολογοῦσιν αὐτὸν ὑπὲρ ὅλα τὰ κτίσματα αὐτοῦ. ἀλλὰ καὶ ὡς χαριζόμενοι αὐτῷ βούλονται αὐτὸν θεραπεύειν λόγῳ, ὥσπερ χειρὶ μιᾷ μὲν παίοντες, τῇ δὲ ἄλλῃ ἀλείφοντες. τοῦτο γὰρ θέλουσιν ὥσπερ ἐξ ἰδίας προαιρέσεως αὐτῷ προσχαρίσασθαι καὶ λέγουσι·
«κτίσμα μὲν λέγομεν, ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων, καὶ ποίημα, καὶ οὐχ ὡς ἓν τῶν ποιημάτων, καὶ γέννημα, καὶ οὐχ ὡς ἓν τῶν γεννημάτων», ἵνα ἐν τῷ εἰπεῖν, «οὐχ ὡς ἓν τῶν γεννημάτων», ἀποστερήσωσιν αὐτὸν τῆς κατὰ φύσιν γεννήσεως, καὶ ἐν τῷ εἰπεῖν, «οὐχ ὡς ἓν τῶν κτιςμάτων», [ἵνα] ἀληθινὸν κτίσμα αὐτὸν ἀποφάνωσιν. οἷον γὰρ ἐὰν ᾖ κτίσμα, κτίσμα ὑπάρχει, κἄν τε μυριονταπλάσιον ἐπάνω εἴη ὄνομα ἔχον, τὸ αὐτό ἐστι τοῖς πᾶσι κτίσμασιν ἐξισαζόμενον. οὐ γὰρ ὅτι ἥλιος φαιδρότερος τῶν ἄλλων ἐστί, δύναται μὴ εἶναι κτίσμα, ὥσπερ καὶ ὁ λίθος· οὐδὲ ὅτι ἡ σελήνη ὑπερπαίει τὰ ἄστρα, παρὰ τοῦτο οὐκ ἔστι τῶν κτισμάτων. «ἰδοὺ γὰρ τὰ σύμπαντα δοῦλα σά». ὅσα γὰρ ἔστιν, ἐξ αὐτοῦ ἐστιν ἐκτιςμένα καὶ δοῦλα. ὁ δὲ μονογενὴς ἀλήθειά ἐστι καὶ ὁ λόγος αὐτοῦ ἀληθινὸς ὑπάρχει, ὡς ἔφη· «ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταὶ μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» εἰ δὲ ὁ λόγος αὐτοῦ ἀλήθεια ὑπάρχει καὶ ἐλευθεροῖ τοὺς ἐλευθερουμένους, πόσῳ γε μᾶλλον αὐτὸς ἐλεύθερος ὑπάρχει, ἀλήθεια ὢν καὶ ἐλευθερῶν τοὺς αὐτῷ πειθομένους ὄντας δούλους;
PG 42:227διὰ τὸ σύμπαντα δοῦλα εἶναι αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ ἁγίου πνεύματος [αὐτοῦ]. 17. Εἶτα πάλιν λέγουσι· «πῶς ἐνεδήμησεν εἰς σάρκα, εἰ ἦν ἐκ τῆς τοῦ πατρὸς οὐσίας;» εἴπωσι τοίνυν ἡμῖν, πῶς ἄγγελοι σάρκα οὐκ ἔλαβον ὄντες δοῦλοι αὐτοῦ; πῶς ἀρχάγγελοι; πῶς στρατιαί; πῶς τὰ ἄλλα πάντα τὰ πνευματικά; ἀλλὰ καὶ ὑποδεέστερόν φασιν εἶναι οἱ τοιοῦτοι τὸ πνεῦμα καὶ κτίσμα κτίσματος, ὡς αὐτοῦ τοῦ λόγου [ποίημα]. πῶς οὖν τὸ πνεῦμα οὐκ ἔλαβε σάρκα, δυνάμενον ἔχειν πρόσωπον τρεπτὸν ὑπὲρ τὸν υἱὸν κατὰ τὸν αὐτῶν λόγον; ἀλλ’ ἐπειδὴ σοφία ἦν τοῦ πατρός, ηὐδόκησε δι’ ἑαυτοῦ τῆς τελειότητος τὸ ἡμέτερον ἀσθενὲς ἀναλαβεῖν, ἵνα δι’ ἑαυτοῦ πᾶσα σωτηρία τῷ κόσμῳ γένηται. τὰ δὲ ἀγαθὰ εἰς κακὰ μετατρέποντες ἀχαριστοῦσιν, ἀχάριστοι καὶ ἀγνώμονες καὶ δεσπότου ἰδίου ὑβρισταὶ καὶ βλάσφημοι. τὰ δὲ ἄλλα λοιπὸν ὅσα λέγουσιν ἠλαττωμένως φρονοῦσι· «πῶς δὲ ἐπείνασεν, εἰ ἦν τῆς τοῦ πατρὸς οὐσίας;» περὶ γὰρ τοῦ θεοῦ γέγραπται «οὐ πεινάσει, οὐδὲ διψήσει, οὔτε ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ». οὗτος δὲ καὶ ἐπείνασε καὶ ἐδίψησε.
πῶς κέκμηκεν ἐκ τῆς ὁδοιπορίας καὶ ἐκάθισε [ὅπου γέγραπται] καὶ ὅτι ὁ θεὸς «οὐ κοπιάσει». πῶς δέ, φησιν, εἶπεν· «ὁ ἀποστείλας με πατήρ μου μείζων μου ἐστίν; ἄλλος γὰρ ὁ ἀποστέλλων, ἄλλος δὲ ὁ ἀποστελλόμενος.» καὶ δῆλον ὅτι ὁ πατὴρ οὐκ ἔστιν ὁ υἱὸς καὶ ὁ υἱὸς οὐκ ἔστιν ὁ πατήρ. οὐ γὰρ κατὰ τὸν Σαβέλλιον ἡμεῖς λέγομεν, τὸν λέγοντα υἱοπάτορα εἶναι. εἰ μὴ γὰρ εἶπεν ὅτι «ἄλλος ἐστὶν ὁ ἀποστείλας με» καὶ «ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν, πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν» εἶπε, καὶ οὐκ ἐκ τῆς τοῦ θεοῦ οὐσίας οἱ μαθηταὶ κατὰ φύσιν ἐγεννήθησαν. [διὸ] καὶ ἔλεγεν αὐτοῖς· «πατέρα ὑμῶν.» Πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων. εἰ γὰρ ὀνόματι μόνον [υἱὸς] καλεῖται καὶ οὐκ ἔστι κατὰ φύσιν, οὐδὲν διαφέρει τῶν ἄλλων πάντων κτισμάτων, κἄν τε ἐν ὑπεροχῇ ἀξιώματος ὑπάρχει. οὐ γὰρ ὅτι ὁ βασιλεὺς ὑπερέχει τῶν ἐπάρχων καὶ στρατηλατῶν, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ὁμοιοπαθὴς τῶν ἄλλων καὶ σύνδουλος τῆς αὐτῆς κτίσεως, θνητός τις ὤν, ὥσπερ καὶ οἱ ὑπ’ αὐτοῦ ἀρχόμενοι.
καὶ οὐχ ὅτι ὁ ἥλιος ὑπερέχει τῶν ἄλλων ἄστρων καὶ ἡ σελήνη ἐν μέρει, οὐ παρὰ τοῦτο οὐκ εἰσὶν ὑποτεταγμένα στοιχεῖα καὶ τῇ τοῦ ἑνὸς διατάξει δημιουργοῦ τε καὶ κτιστοῦ, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὑπείκοντα. καὶ οὐχ ὅτι ἄγγελοι ὑπερέχουσι τῶν ὁρατῶν καὶ ἐν τάξει τῶν ἄλλων μείζους πάντων εἰσίν, οἷα δὴ ἀόρατοι κτισθέντες καὶ τὸ πρῶτον γέρας τῆς τοῦ θεοῦ θεραπείας ἀποκαρπούμενοι ἐν ὕμνοις διηνεκέσι, καὶ ἀθάνατοι κατὰ χάριν ὑπ’ αὐτοῦ κτισθέντες καὶ οὐ κατὰ φύσιν, ἀθάνατοι δὲ φύσει ἐξ αὐτοῦ τοῦ ἀθανάτου καὶ ὄντος ἐν ἑαυτῷ ζωὴ καὶ ἀθανασία καταξιωθέντες γενέσθαι, οὐ παρὰ τοῦτο οὐκ εἰσὶ φόβῳ καὶ τρόμῳ καὶ ὑπὸ ἀπολογίαν καὶ ἐξέτασιν καὶ κέλευσιν καὶ προσταγὴν τῆς ἁγίας θεότητος δεδουλωμένοι. 18. Ἔνθεν γάρ ἐστι τὸ ζητούμενον τῆς ἀληθείας ἀκρίβασμα, τὸ υἱὸν μὲν λέγειν, λέγειν δὲ καὶ ἔχειν οὐχ ἁπλῶς ὀνόματι, ἀλλὰ υἱὸν κατὰ φύσιν υἱόν. καὶ ἐν ἡμῖν γὰρ πολλοὶ καλοῦνται υἱοί, μὴ ὄντες ἡμῶν υἱοὶ κατὰ φύσιν. οἱ δὲ ἀληθινοὶ υἱοὶ οἱ γνήσιοι καλοῦνται, οἱ κατὰ φύσιν ὑφ’ ἡμῶν γεγεννημένοι. καὶ εἰ μὲν οὖν υἱὸς μόνον ἐκαλεῖτο, ὡς καὶ πάντες ἐκλήθησαν υἱοὶ θεοῦ, ἄρα οὐδὲν διαλλάττει τῶν ἄλλων.
PG 42:229καὶ πῶς ὡς θεὸς προσκυνεῖται; ἔδει οὖν καὶ τὰ ἄλλα πάντα, ἐφ’ οὓς τὸ ὄνομα τῆς υἱοθεσίας ἐπικέκληται, κατ’ αὐτὸν προσκυνεῖσθαι, ἐπειδὴ υἱοὶ θεοῦ προσαγορεύονται. ἀλλὰ ἡ ἀλήθεια οὐκ ἔχει οὕτως, ἀλλ’ οἶδεν ἀεὶ ἕνα μονογενῆ υἱὸν θεοῦ, ᾧ πάντα λατρεύει καὶ προσκυνεῖ, «καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». ἀλλ’ οὔτε τὸ ἅγιον πνεῦμα ἐξισοῦται τοῖς ἄλλοις πνεύμασιν, ἐπειδὴ ἕν ἐστι τὸ πνεῦμα τοῦ θεοῦ, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. οὗτοι δὲ βούλονται αὐτὸ εἶναι κτίσμα κτίσματος. φασὶ γὰρ ὅτι «πάντα δι’ αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἄρα, φασί, καὶ τὸ πνεῦμα ἐκ τῶν ποιημάτων ὑπάρχει, ἐπειδὴ «πάντα δι’ αὐτοῦ γέγονε». καὶ ἀγνοοῦσιν οἱ μάτην ἑαυτῶν τὴν ψυχὴν ἀπολέσαντες ὅτι ἄλλα ἐστὶ τὰ κτίσματα καὶ ἄλλα τὰ [ἄ]κτιστα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, εἷς θεός, τριὰς ἐν ἀληθείᾳ καὶ μονὰς ἐν ἑνότητι.
διὰ τοῦτο γὰρ [ὅτι] εἷς θεός, ὅτι οὐ δύο πατέρες οὔτε δύο υἱοὶ οὔτε δύο πνεύματα ἅγια καὶ ἐπειδὴ οὐκ ἀλλότριος ὁ υἱὸς τοῦ πατρός, ἀλλ’ ἐξ αὐτοῦ γεγεννημένος καὶ οὐκ ἀλλότριον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ ὁ μὲν υἱὸς μονογενὴς γεγεννημένος ἀνάρχως [καὶ] ἀχρόνως, τὸ δὲ ἅγιον πνεῦμα, ὡς οἶδεν αὐτὸς ὁ πατὴρ καὶ ὁ μονογενής, οὔτε γεννητὸν οὔτε κτιστὸν οὔτε ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλ’ ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. «τὸ πνεῦμά μου» γάρ φησιν, «ἐφέστηκεν ἐν μέσῳ ὑμῶν», καὶ «ἔχρισε τὸν Χριστὸν ἐν πνεύματι ἁγίῳ.» εἰ αὐτὸς ὁ μονογενὴς χρίεται ἐν πνεύματι, τίς ἐγκαλέσει τῇ ἁγίᾳ τριάδι; 19. Εἶτα πάλιν φησὶν ὁ μανιώδης Ἄρειος· «πῶς εἶπεν ὁ κύριος, «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθὸς ὁ θεός», ὡς αὐτοῦ ἀρνουμένου τὴν ἀγαθότητα· καὶ τίς ἄλλος οὕτως ἀγαθὸς ὡς ὁ μονογενής, ὃς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον τῶν ἡμετέρων ψυχῶν; καὶ οὐκ οἴδασι θεοῦ τὴν δύναμιν καὶ τὴν ἀγαθότητα οὔτε τὴν οἰκονομίαν τῆς τοῦ θεοῦ σοφίας, ψυχικοὶ ὄντες καὶ σαρκικοί, ἀνακρινόμενοι ἀπὸ ἁγίου πνεύματος, κοῦφοι ὄντες ἀπ’ αὐτοῦ, μὴ ἔχοντες τὴν τοῦ ἁγίου πνεύματος δωρεάν, τὴν σοφίζουσαν πάντα ἄνθρωπον.
PG 42:231πάλιν δὲ αἰτοῦνται αὐτόν, φησίν, οἱ υἱοὶ Ζεβεδαίου διὰ τῆς αὐτῶν μητρὸς τὸ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἕνα καθίσαι ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων, καὶ ἔφη αὐτοῖς· «οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν; αὐτῶν δὲ φησάντων, ναί, ἔφη πρὸς αὐτούς, τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἀριστερῶν οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός». εἶτά φησιν ὁ ἀπόστολος «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν», ὡς αὐτοῦ χρείαν ἔχοντος τοῦ ἐγείραντος αὐτόν. καὶ ὅτι, φησίν, «ἐφάνη ἄγγελος κυρίου ἐνισχύων αὐτόν, ὅτε ἐν ἀγωνίᾳ γέγονε, καὶ ἵδρωσε καὶ ὁ ἱδρὼς αὐτοῦ γέγονεν αὐτῷ ὡς θρόμβοι αἵματος, ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ὅτε ἀπελθὼν ηὔχετο μέλλων παραδίδοσθαι». «καὶ πάλιν ἐν τῷ σταυρῷ, φησίν, ἔλεγεν· Ἠλί, Ἠλί, λημᾶ σαβαχθανί, τουτέστι, Θεέ μου, Θεέ μου ἵνα τί με ἐγκατέλιπες; καὶ ὁρᾷς, φησίν, ὡς ἐπιδέεται βοηθείας;» ἀλλὰ περὶ τοῦ λέγειν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ τὸ «οἱ δύο ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἓν ὦσιν», ὥστε οὖν τὸ ἓν εἶναι πάντως οὐ κατὰ φύσιν λέγει, ἀλλὰ κατὰ ὁμόνοιαν.
οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἀρνοῦνται ψυχὴν αὐτὸν ἀνθρωπείαν εἰληφέναι, αὐτὸ τοῦτο προκατασκευάζοντες. σάρκα γὰρ ὁμολογοῦσιν ἀληθινὴν ἀπὸ Μαρίας αὐτὸν ἐσχηκότα καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ ἀνθρώπῳ χωρὶς ψυχῆς, ἵνα ὅταν ἀκούσῃς περὶ πείνης ἢ δίψης ἢ καμάτου ἢ ὁδοιπορίας, ἢ ἱδρῶτος, ἢ ὕπνου ἢ ἐμβριμήσεως καὶ εἴπῃς ὅτι διὰ τὴν ἐνανθρώπησιν τούτων ἐπεδέετο, λέξουσί σοι ὕστερον ὅτι σὰρξ καθ’ ἑαυτὴν ταῦτα οὐκ ἐνεργεῖ, ἐὰν μὴ ἔχῃ τὴν ψυχήν. καὶ γὰρ τῷ μὲν ὄντι οὕτως ἐστί. τί οὖν ἐστι, φησίν, ἀλλ’ ὅτι ἡ θεότης αὐτοῦ ἐπεδέετο, ἵνα ὅταν εἴπωσι τὴν θεότητα αὐτοῦ ἐπιδεομένην, ξένον ἀποφάνωσιν αὐτὸν καὶ ἀλλότριον τῆς τοῦ πατρὸς οὐσίας τε καὶ φύσεως ἀληθινῆς. νομίζω δὲ [παντὶ] τῷ σύνεσιν κεκτημένῳ ἀπὸ μιᾶς ἢ δύο μαρτυριῶν ἢ πέντε τῶν κακῶς παρ’ αὐτοῖς ἐπινενοημένων καὶ ἐλεγχομένων καὶ ἀνατρεπομένων, τῆς πάσης ἀληθείας κηρυττομένης καὶ σαφῶς ἐν τῇ πίστει τῆς ὀρθοδοξίας βεβαιουμένης, ἐλεγχθήσονται παρὰ τοῖς προειρημένοις νοῦν θεϊκὸν κεκτημένοις, κἄν τε μετὰ ταύτας τὰς ἐπιλύσεις ἐπινενοημένας λέξεις μυρίας ἄλλας ἐνέγκωσιν.
ἀπὸ γὰρ τῶν ὀλίγων αἱ πλεῖσται λυθήσονται τὴν ἴσην δύναμιν φέρουσαι. 20. Καὶ ἄρξομαι πρῶτον τοῦ λέγειν, ὅθεν διέλαβον κακῶς φυτεύειν τῆς πικρίας αὐτῶν ῥίζαν, [ἀπὸ] τοῦ λόγου τοῦ ὑπὸ Σολομῶντος εἰρημένου, ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ οὐ πάντως που ἐβεβαίωσε γραφὴ οὐδὲ ἐμνήσθη τις τῶν ἀποστόλων τῆς λέξεως ταύτης, ἵνα παραγάγῃ αὐτὴν εἰς ὄνομα Χριστοῦ. ὥστε οὖν οὐ πάντως περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγει, κἄν τε εἴπῃ ὅτι «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην». πόσαι γάρ εἰσι καταχρηστικῶς λεγόμεναι θεοῦ σοφίαι; μία δὲ ὁ μονογενής, οὐχὶ καταχρηστικῶς λεγόμενος, ἀλλ’ ἐν ἀληθείᾳ. τὰ πάντα γὰρ θεοῦ σοφία, καὶ ὅσα ἐστὶν ἀπὸ τοῦ θεοῦ, σοφία ἐστίν.
PG 42:233ἄλλη δὲ ἰδιάζουσα καὶ ὑπὲρ πάντα οὖσα, τουτέστιν ὁ μονογενής, ὁ μὴ καταχρηστικῶς ὢν σοφία, ἀλλ’ ἀληθείᾳ, ὁ σὺν πατρὶ ἀεὶ ὤν, ὁ «δύναμις ὢν θεοῦ καὶ σοφία» κατὰ τὸ γεγραμμένον «ἡμῖν δὲ Χριστὸς δύναμις θεοῦ καὶ θεοῦ σοφία», «ἔστι δὲ σοφία πένητος ἐξουθενημένη», καὶ «ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος τὸν θεόν, ηὐδόκησε διὰ τῆς μωρίας τοῦ εὐαγγελίου σῶσαι τοὺς πιστεύοντας», καὶ «ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου», καὶ «ἔδωκεν ὁ θεὸς καρδίαν τῷ Σολομῶντι ὡς τὸ χύμα τῆς θαλάσσης, καὶ ἐσοφίσατο ὑπὲρ τοὺς υἱοὺς Ἐνάκ», καὶ «ἔδωκεν ὁ θεὸς τῷ Βεσελεὴλ σοφίαν καὶ ἐνέπλησεν ὁ θεὸς σοφίας τὸν Οὐρί». Καὶ πολλά ἐστι περὶ σοφίας λέγειν, καὶ «ποῖος ἐστὶ τόπος φρονήσεως, καὶ ἡ σοφία πόθεν εὑρέθη;» κἄν τε οὖν αὕτη ἡ ᾀδομένη σοφία λέγῃ «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ δυνάσται γράφουσι δικαιοσύνην, καὶ τύραννοι κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, καὶ οἱ ἐμὲ ζητοῦντες εὑρήσουσί με πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
ἐν ὁδῷ δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἀγαπῶσί με ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» καὶ τὰ ἑξῆς, δηλονότι βουλομένων τινῶν ἀντιλέγειν τῇ λέξει ἀνθυποφορᾷ χρῶνται οἱ δι’ ἐναντίας διὰ τοῦ ὀνόματος τῆς σοφίας καὶ τῆς ἀκολουθίας τοῦ λόγου τοῦ λέγοντος «κύριος ἔκτισε με», σὺν τῷ εἰπεῖν «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν»· ὅτι «ἰδού, [φησίν], ἡ σοφία ἀπ’ ἀρχῆς ἑαυτὴν ὀνομάσασα καὶ προβαίνουσα καθ’ ἑξῆς ἑαυτὴν σημαίνει λέγουσα· κύριος ἔκτισέ με. ἰδοὺ γὰρ λέγει ἄνω· ἐγὼ ἡ σοφία, καὶ κάτω λέγει· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. καὶ τί φησι· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ;» 21.
PG 42:235Ἔφημεν δὲ ὅτι πολλαί τινες αἱ καταχρηστικῶς [λεγόμεναι] κατὰ καιρὸν ἐκ θεοῦ δοθεῖσαι σοφίαι, ὅτι πάντα ὁ θεὸς ἐν σοφίᾳ ἐπιτελεῖ. μία δέ ἐστιν ἡ οὖσα σοφία τοῦ πατρὸς ὁ ἐνυπόστατος θεὸς λόγος. αὐτὸ γὰρ τὸ ῥῆμα οὐ πάντως ἀναγκάζει με περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγειν· οὐ γὰρ [γραφὴ] ἐδήλωσεν οὐδέ τις τῶν ἀποστόλων ἐμνημόνευσεν, ἀλλ’ οὔτε τὸ εὐαγγέλιον. εἰ δὲ ἄρα περὶ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦτο ἐλαμβάνετο, οὐκ ἔστι ταὐτὸν τὸ ῥῆμα οὔτε πρὸς εὐθεῖαν κρίσιν κείμενον. ὅλη γὰρ ἡ βίβλος παροιμίαι εἰσί. πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταὐτόν ἐστι τῇ δυνάμει, ἀλλὰ ἄλλῃ μὲν ῥήσει διηγεῖται, ἄλλῃ δὲ δυνάμει ἀλληγορεῖται. εἰ τοίνυν τοῦτο λέγει καὶ τολμῶσι τινὲς ἐπὶ τὸν υἱὸν τοῦ θεοῦ τοῦτο φέρειν, μὴ γένοιτο· ἐπὶ τῇ θεότητι αὐτοῦ τοῦτο οὐ φέρεται τὸ ῥῆμα.
εἰ δὲ δύναται ἐν τῇ ἐνσάρκῳ αὐτοῦ πληροῦσθαι παρουσίᾳ [ἐπειδὴ γὰρ αὐτὴ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ τὸν οἶκον»] καὶ εἰ ἄρα ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως εὐσεβῶς λεχθείη, ὡς ἡ ἔνσαρκος αὐτοῦ παρουσία περὶ τῆς αὐτοῦ θεότητος φάσκει ὅτι «κύριος ἔκτισέ με» [τουτέστιν ᾠκοδόμησέ με ἐν γαστρὶ Μαρίας] «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» [ἀρχὴ γὰρ ὁδῶν τῆς καθόδου Χριστοῦ εἰς τὸν κόσμον τὸ σῶμα τὸ ἐκ Μαρίας ληφθὲν ἐν τῷ ἔργῳ αὐτοῦ τῆς δικαιοσύνης καὶ σωτηρίας], ἀλλὰ πάντως προπηδήσειεν ὁ τὴν καρδίαν βεβλαμμένος καὶ τὴν δεινὴν ταύτην πληγὴν πεπληγμένος, περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ἔχων τὴν ἔχθραν ἐν τῇ διανοίᾳ, «ὅτι, φησίν, εἶπεν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι, καὶ ὁρᾷς ὅτι ἐξ αἰῶνος λέγει, ἡ δὲ ἔνσαρκος θεοῦ παρουσία μετὰ ἑξήκοντα δύο γενεὰς κατὰ τὸν Ματθαῖον ἦλθε· πῶς οὖν δύναται τὰ ἐξ ἀρχῆς αἰῶνος τούτῳ λέγεσθαι;» 22.
Καὶ οὐκ οἴδασιν οἱ τὴν πᾶσαν ὁδὸν τῆς ἀληθείας πεπλανημένοι, ὅτι ἀεὶ ἡ θεία γραφὴ πάντα ὅσα βούλεται διδάσκειν, [εἰ] ἄρχεται διηγεῖσθαι, οὐκ εὐθὺς εἰς τὸ ἀρχαί̈ζον καὶ ὡς εἰπεῖν εἰς τὸ κεφάλαιον ἐπιβάλλεται, ἀλλ’ ἀπὸ τῶν ἐγγυτάτων ἄρχεται, ἵνα τὸ προὸν ἔσχατον σημάνῃ. διὰ τοῦτο γὰρ καὶ εἶπεν «ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα», ἀπὸ τούτων δὲ «μνημονεύ[ς]ω καὶ τὰ ἐξ αἰῶνος»· ὡς καὶ τῷ Μωυσῇ ἐσήμανεν ὁ θεὸς πρῶτον τὸ πῦρ καιόμενον καὶ ἐν πυρὶ βάτου γέγονεν ἡ ὀπτασία τὸ ἔναγχος· ἄγγελος δὲ αὐτῷ λελάληκεν εὐθέως, μετέπειτα δὲ κύριος ἀπὸ τῆς βάτου. ὁ δὲ πρὸς αὐτοῦ εὐθὺς οὐ τὰ ὁρώμενα ζητεῖ, ἀλλὰ τὰ ἀπ’ ἀρχῆς ἐρωτᾷ· «δεῦρο γάρ, φησίν, ἀποστείλω σε πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς, ὅτι ὁ θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με. ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», πρὸ γενεῶν τοῦ Μωυσέως πέντε ἢ ἓξ ὀνομάσας τοὺς περὶ Ἀβραάμ, καὶ ἐπειδὴ εἶπεν «θεὸς τῶν πατέρων», τὸ ἀρχαῖον ἀπεφήνατο· ὁ δὲ Μωυσῆς συνέσει ἐκ θεοῦ κεχαριτωμένος ἠρώτα οὐ ταῦτα, ἀλλὰ καὶ τὸ ἔτι ἀνώτατον, ὅτι «ἐὰν ἀπέλθω πρὸς αὐτοὺς καὶ εἴπωσι πρός με· τί αὐτῷ ὄνομα;
PG 42:237τί ἐρῶ πρὸς αὐτούς;» ὁ δὲ λοιπὸν ἀποκαλύπτει· «ἐγώ εἰμι ὁ ὤν». καὶ τὰ μὲν πρῶτα ἀπὸ τῶν ἐγγυτάτων ἤρξατο, εἰς ἔσχατον δὲ τὸ ἀνώτατον ἐδήλου. ἀλλὰ καὶ ὁ Λουκᾶς ἄρχεται ἀπὸ τῶν κάτω καὶ ἐγγυτάτω, ὅτι «ἦν αὐτὸς ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ, τοῦ Ἠλί, τοῦ Ματθᾶν, τοῦ Νάθαν, τοῦ Δαυίδ, τοῦ Ἰούδα, τοῦ Ἰακώβ, τοῦ Ἀβραάμ, τοῦ Ναχώρ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Ἐνώχ, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ». καὶ ὁρᾷς πῶς τὴν ἔνσαρκον παρουσίαν πρῶτον ἔδειξεν, ἔπειτα τὸ ἔσχατον. διὸ καὶ Ματθαῖος κατὰ τὴν ἔνσαρκον γενεαλογίαν βουλόμενος καταγαγεῖν τὴν Χριστοῦ παρουσίαν εἰς τὴν τῶν ἀνθρώπων διάνοιαν, οὐκ εὐθὺς εἶπεν ὅτι γένεσις Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ, ἀλλὰ υἱοῦ Δαυὶδ πρῶτον, εἶτα υἱοῦ Ἀβραάμ, ἵνα τὸ πρόσφατον ὁρώμενον καὶ τὸ ἔγγιστα συγκροτούμενον καὶ τὸ ἔτι ἀνώτερον ὑποδεικνύων, τὸ ἔτι ὑπὲρ πᾶσαν κτίσιν σημάνῃ ἀναφαίρετον. 23.
Διὸ καὶ ὁ Ἰωάννης ἐλθὼν ὁ μακάριος καὶ εὑρὼν τοὺς ἀνθρώπους ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν, [καὶ] τῶν μὲν Ἐβιωναίων πλανηθέντων διὰ τὴν ἔνσαρκον Χριστοῦ γενεαλογίαν ἀπὸ Ἀβραὰμ [ὑπὸ Ματθαίου] καταγομένην καὶ Λουκᾶ ἀναγομένην ἄχρι τοῦ Ἀδάμ, εὑρών τε τοὺς Κηρινθιανοὺς καὶ Μηρινθιανοὺς ἐκ παρατριβῆς αὐτὸν λέγοντας εἶναι ψιλὸν ἄνθρωπον καὶ τοὺς Ναζωραίους καὶ ἄλλας πολλὰς αἱρέσεις, ὡς κατόπιν ἐλθὼν [τέταρτος γὰρ οὗτος εὐαγγελίζεται] ἄρχεται ἀνακαλεῖσθαι ὡς εἰπεῖν τοὺς πλανηθέντας καὶ ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν καὶ λέγειν αὐτοῖς ὡς κατόπιν βαίνων καὶ ὁρῶν τινας εἰς τραχείας ὁδοὺς κεκλικότας καὶ ἀφέντας τὴν εὐθεῖαν καὶ ἀληθινήν, ὡς εἰπεῖν· ποῖ φέρεσθε; ποῖ βαδίζετε οἱ τὴν τραχεῖαν ὁδὸν καὶ σκανδαλώδη καὶ εἰς χάσμα φέρουσαν βαδίζοντες; ἀνακάμψατε.
οὐκ ἔστιν οὕτως, οὐκ ἔστιν ἀπὸ Μαρίας μόνον ὁ θεὸς λόγος, ὁ ἐκ πατρὸς ἄνωθεν γεγεννημένος, οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Ἰωσὴφ τοῦ ταύτης ὁρμαστοῦ, οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Σαλαθιὴλ καὶ Ζοροβάβελ καὶ Δαυὶδ καὶ Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Νῶε καὶ Ἀδάμ, ἀλλὰ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος». τὸ δὲ ἦν καὶ ἦν καὶ ἦν οὐχ ὑποδέχεται τὸ μὴ εἶναί ποτε.
PG 42:239καὶ ὁρᾷς πῶς εὐθὺς τὰ ἐγγυτάτω πρῶτον σημαίνει, πῶς Ματθαῖος μὲν τὴν ὁδὸν ἔδειξε διὰ τῆς γενεαλογίας καὶ οὐδὲ αὐτὸς [πάντα] ἠκρίβωσεν, ἀλλ’ ἐπὶ τὰ ἄνωθεν ἔφερε καίτοι γε τὴν γενεαλογίαν, πῶς τε ὁ Μάρκος περὶ τῶν ἐν τῷ κόσμῳ πεπραγματευμένων [διηγήσατο] καὶ φωνῆς βοώσης ἐν τῇ ἐρήμῳ, περί [τε] τοῦ κυρίου τοῦ διὰ προφητῶν πεπροφητευμένου καὶ νόμου, πῶς τε ὁ Λουκᾶς ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἀνῆγεν, ἐς ὕστερον [δὲ] ἐλθὼν τέταρτος ὁ Ἰωάννης τὴν κορωνίδα καὶ τὸ ἀκραιφνὲς τῆς ἄνω τάξεως καὶ ἀεὶ οὔσης θεότητος τὸ ὕστερον ἐδήλωσεν, οὕτως καὶ ὁ Σολομῶν παροιμιωδῶς λέγων τὴν ἀρχὴν τῶν ὁδῶν , εἴ γε κἂν εὐσεβῶς θελήσαιέν τινες λέγειν περὶ τῆς ἐνσάρκου οἰκονομίας, ὡς αὐτῆς φασκούσης περὶ τῆς τοῦ Χριστοῦ θεότητος ὅτι «αὐτὴ ἡ θεότης ἔκτισε τὸν οἶκον», ὅτι αὐτὴ ἡ θεότης τὴν σάρκα καὶ τὴν ἐνανθρώπησιν εἰργάσατο, «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ ἀγαθότητος, εἶτα εὐθὺς μετέπειτα, ἔτι προκοπτόντων τῶν πραγμάτων λέγει «ἐθεμελίωσέ με ἐν ἀρχῇ». ἆρα γοῦν ὁ υἱὸς τοῦ θεοῦ κατὰ τὴν θεότητα κτισθεὶς ὕστερον ἐθεμελιώθη;
λεγέτωσαν ἡμῖν οἱ μηχανικοί, οἱ τῶν ἄνω κατοπτευταί, ποίᾳ τέχνῃ ἐκτίσθη ἡ σοφία, ποίῳ ἐργαλείῳ ἐθεμελιώθη. ἀλλὰ εἰ ὅλως διανοεῖσθαι χρή, φεύγωμεν ἀπὸ τοσούτου βυθοῦ τῆς βλασφημίας, τοῦ μὴ προσψαύειν τῇ θεότητι τοῦ μονογενοῦς, τῇ ἀεὶ σὺν πατρὶ ὑπαρχούσῃ καὶ γεγεννημένῃ ἐξ αὐτοῦ. ἀεὶ γὰρ ἦν ὁ λόγος σὺν πατρί, ἀεὶ ἡ σοφία, ἀεὶ θεὸς ἐκ θεοῦ [ὁ] κύριος, ἀεὶ φῶς ἀληθινὸν καὶ οὐ νόθον, ἀεὶ τὸ εἶναι ἐξ αὐτοῦ ἔχων καὶ ἀλήθεια ὢν καὶ ζωὴ ὑπάρχων. 24. Καὶ τί μοι τὰ πολλὰ λέγειν περὶ τούτου; εἶτά φησιν «ἐθεμελίωσέ με ἐν ἀρχῇ». ἄρα ἔστιν ἰδεῖν εὐσεβές[ι], ὅτι τὴν ψυχὴν τὴν ἀνθρωπείαν ἐνταῦθα σημαίνει. τὸ μὲν γὰρ «κύριος ἔκτισέ με» ἡ ἐνανθρώπησις λέγει ἡ ἔνσαρκος, ἐάν γε καὶ οὕτω νοοῖτο. τὸ δὲ «ἐθεμελίωσεν», ὡς ἐν τῇ ψυχῇ ἐθεμελιώθη. τὸ δὲ «πρὸ πάντων βουνῶν γεννᾷ με», ἵνα δείξῃ τὴν γέννησιν ἄνωθεν. καὶ ταῦτα εἴπομεν, οὐχ οὕτως πάντως ὁριζόμενοι, εὐσεβῶς δὲ μᾶλλον εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες. εἰ καὶ χρὴ οὕτω λέγειν, ὅμως οὐδεὶς ἡμᾶς ἀναγκάσειε πάντως περὶ τοῦ Χριστοῦ λέγειν τὸ ῥῆμα τοῦτο.
εἰ δὲ περὶ τοῦ Χριστοῦ ῥηθήσεται, ἔχει καὶ τὴν αὐτοῦ δύναμιν, οὐ κατὰ μαντείαν λεγομένην, ἀλλὰ κατὰ τὸ εὐσεβὲς τοῦ λογισμοῦ, τοῦ μὴ λογίζεσθαι εἰς υἱόν τι ἐλαττώματος [μήτε] ὑποβεβηκυῖαν νομίζειν αὐτὸν θεότητα παρὰ τὴν τοῦ πατρὸς ἔχειν οὐσίαν. καὶ γάρ τινες τῶν πατέρων ἡμῶν καὶ ὀρθοδόξων ἀπέδωκαν τοῦτο εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες, εἰ καὶ χρὴ οὕτω λέγειν τὸ περὶ τοῦ «κύριος ἔκτισέ με, καὶ ἐθεμελίωσέ με». καὶ [ὅτι] οὗτός ἐστιν εὐσεβὴς λογισμός, μεγάλοι πατέρες τοῦτο ὑφηγήσαντο. καὶ εἰ μή τις βουληθείη τῶν ὀρθοδόξων καταδέξασθαι, οὐ καταναγκασθήσεται, πρὸς δὲ τοὺς ξένους τῆς πίστεως καὶ ἀλλοτρίους εἰς οὐδέν ἐστιν ἡ βλάβη. οὔτε γὰρ τοῦτο ἡμῖν ἐνσκήψει εἰς [υἱόν] τι ἐλαττώματος , τῆς θεότητος ἐλευθέρας οὔσης καὶ ἀεὶ οὔσης σὺν τῷ πατρί. καὶ ὅ τι μὲν πέπονθεν ὁ Χριστός, πέπονθεν, ἀλλ’ οὐκ ἐτράπη τὴν φύσιν, ἔμεινε δὲ ἐν τῇ αὐτοῦ ἀπαθείᾳ ἡ αὐτοῦ θεότης.
PG 42:241διὸ θελήσας παθεῖν ἰδίᾳ εὐδοκίᾳ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, [ἐπειδὴ οὐκ ἐδύνατο ἡ θεότης παθεῖν, καθ’ ἑαυτὴν ἀπαθὴς οὖσα] ἔλαβε τὸ ἡμέτερον παθητὸν σῶμα, σοφία ὤν, ἵνα ἐν αὐτῷ συνευδοκήσῃ τοῦ παθεῖν καὶ ἀναδέξηται τὰ ἡμέτερα πάθη ἐν σαρκί, συνούσης τῆς θεότητος. καὶ γὰρ ἡ θεότης οὐ πάσχει. πῶς γὰρ ὁ λέγων «ἐγώ εἰμι ἡ ζωή», ἀποθανεῖν δυνήσεται; ἀλλὰ ἀπαθὴς διαμένει ὁ θεός, συμπάσχει δὲ τῇ σαρκί, ἵνα τὸ πάθος εἰς τὴν θεότητα λογισθῇ, μὴ πασχούσης τῆς θεότητος, εἰς τὸ εἶναι ἡμῖν ἐν θεῷ τὴν σωτηρίαν. ἐν σαρκὶ δὲ τὸ πάθος, ἵνα μὴ παθητὸν θεὸν ἔχωμεν, ἀλλὰ ἀπαθῆ, ἐλλογοῦντα εἰς ἑαυτὸν τὸ πάθος, κατὰ προαίρεσιν καὶ οὐ κατὰ ἀνάγκην. 25. Ὅμως δὲ καὶ οὗτοι τὰς λέξεις τὰς Ἑβραϊκὰς οὔτε ψηλαφήσαντες οὔτε γνόντες οὔτε [νοοῦντες] πῶς ἔχει ἡ τούτων δύναμις, προαλῶς καὶ προπετῶς ἀνέκυψαν δεινοὶ ἐχθροί, ζητοῦντες πρόφασιν πόθεν τὴν πίστιν λωβήσουσι, μᾶλλον δὲ ἑαυτούς· οὐ γὰρ τὴν ἀλήθειαν. καὶ ἐπειδὴ εὗρον, τὸ «ὁ κύριος ἔκτισέ με», ῥιψοκινδύνως ὥσπερ φανταζόμενοι ὀνειροπολοῦσι, τὰ μηδὲν χρήσιμα ἐπεισενέγκαντες τῷ βίῳ καὶ ταράξαντες τὴν οἰκουμένην. τὸ δὲ Ἑβραϊκὸν οὐχ οὕτως ἔχει·
ὅθεν Ἀκύλας λέγει «κύριος ἐκτήσατό με». ἀεὶ δὲ οἱ γεννῶντες παῖδας λέγουσιν· ἐκτησάμην υἱόν. ἀλλ’ οὔτε Ἀκύλας τὴν δύναμιν ἡρμήνευσε· καὶ γὰρ τὸ «ἐκτησάμην υἱόν» ὡς πρόσφατόν ἐστιν ἐν θεῷ δὲ οὐδὲν ἔνι πρόσφατον. κἄν τε ὁμολογῇ τις ὅτι γεγέννηται ὁ υἱὸς ἐκ τοῦ πατρὸς καὶ οὐκ ἔκτισται, γεγέννηται δὲ ἀχρόνως καὶ ἀνάρχως. οὔτε γὰρ ἔνι χρόνος ἀνὰ μέσον υἱοῦ καὶ πατρός, ἵνα μὴ χρόνος τις ὑπὲρ πλείω γένηται τοῦ υἱοῦ. εἰ γὰρ δι’ αὐτοῦ τὰ πάντα, ἄρα καὶ οἱ χρόνοι. χρόνου δὲ ὑπάρχοντος [πρὸ] τοῦ πρὸ πάντων ὄντος, πῶς ἔσται τοῦτο; ἀλλὰ εἰ ἄρα, ζητηθήσεται ἄλλος υἱός, δι’ οὗ πρὸ τοῦ υἱοῦ γέγονε χρόνος. καὶ πολλά ἐστιν ἃ εἰς ἄπειρον ἀπορίαν ἄγει τὰ τῶν «περιεργαζομένων καὶ μηδὲν ἀγαθὸν ἐργαζομένων» ἀνθρώπων φρονήματα. ἐν δὲ τῷ Ἑβραϊκῷ λέγει· «ἀδωναί̈,» ὃ λέγεται κύριος, «κανανί,» [ὃ] δύναται λέγεσθαι καὶ «ἐνόσσευσέ με» καὶ «ἐκτήσατό με». τὸ δὲ ἀκριβέστατον λέγεται· «ἐνόσσευσέ με». ποῖος δὲ νοσσὸς οὐκ ἀπὸ φύσεως τοῦ γεγεννηκότος γεννᾶται; καὶ ὧδε μὲν ἐν τοῖς σωματικοῖς πλαστίοις διὰ συνδυασμῶν ἄρρενός τε καὶ θηλείας τὰ νοσσευόμενα γίνεται ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πετεινῶν καὶ τῶν ἄλλων.
PG 42:243διόπερ ὁ μονογενής, τὰ πάντα σοφία ὢν τοῦ πατρὸς καὶ βουλόμενος ἐπὶ διορθώσει τὰ πάντα ἐργάσασθαι, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ἃ μὴ ἔστι καὶ ἐκπέσῃ τῆς ἀληθείας, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει καὶ φύσει ἀπὸ γυναικὸς γεννηθεὶς, καὶ ἐν μήτρᾳ παρθένου ἀνακλιθεὶς τὸν τῶν κυοφοριῶν χρόνον, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς συνελήφθη, ἵνα μὴ συνδυασμὸς καὶ παραπλοκὴ [καὶ] ἐν τῇ ἐνσάρκῳ γεννήσει γένηται, ἀλλ’ ἐκ μητρὸς μονοειδῶς ἔλαβε τὴν σάρκα καὶ εἰς ἑαυτὸν ἐπλήρωσε τελείαν τὴν ἑαυτοῦ ἐνανθρώπησιν, οὐκ ἐλλιπῆ οὖσαν, ἀλλὰ ἀληθινήν. καὶ οὐχ ὅτι ἀπὸ σπέρματος ἀνδρὸς οὐκ ἦν, εἶχέ τι ἐλλιπές·
πάντα γὰρ τελείως ἔσχε τὰ πάντα ἔχων, σάρκα καὶ νεῦρα καὶ φλέβας καὶ τὰ ἄλλα πάντα ὅσα ἐστί, ψυχὴν δὲ ἀληθινῶς, καὶ οὐ δοκήσει, νοῦν δὲ καὶ τὰ πάντα ὅσα ἐστὶν ἐν τῇ ἀνθρωπότητι, χωρὶς ἁμαρτίας, ὡς γέγραπται «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας,» ἵνα ἐν τῷ μονοειδῶς ἐνταῦθα ἀπὸ μητρὸς κατὰ σάρκα γεγεννῆσθαι τελείως καὶ οὐκ ἐλλιπῶς δείξῃ τοῖς βουλομένοις ὁρᾶν τὴν ἀλήθειαν καὶ μὴ τυφλώττειν τὸν ἴδιον νοῦν, ὅτι καὶ ἄνω ἐκ πατρὸς τελείως γεγέννηται ἀχρόνως καὶ ἀνάρχως καὶ κάτω ἐκ μητρὸς μόνης γεγέννηται ἀχράντως καὶ ἀμολύντως. 26. Ἵνα δὲ καὶ ἑρμηνεύσωμεν τὴν τοῦ «ἀδωναὶ̈ καννανὶ» λέξιν, ὅπερ ἐστὶ «κύριος ἐνόσσευσέ με». πᾶν γὰρ τὸ γεννῶν ὅμοιόν τι γεννήσει. ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ θεὸς θεόν, καὶ ὁ μὲν ἄνθρωπος γεννᾷ κατὰ σάρκα, θεὸς δὲ κατὰ πνεῦμα. καὶ οἷος ὁ γεννῶν ἄνθρωπος, τοιοῦτος καὶ ὁ ὑπ’ αὐτοῦ γεννώμενος.
εἴσω παθῶν περιεχόμενος ὁ γεννήσας ἄνθρωπος [γεννᾷ] τὸν ἴδιον υἱὸν καὶ ὁ ἀπαθὴς θεὸς τὸν ὑπ’ αὐτοῦ γεγεννημένον υἱὸν ἀπαθῶς ἐγέννησεν, ἀληθινῶς καὶ οὐ δοκήσει, ἀπὸ ἑαυτοῦ καὶ οὐκ ἔξωθεν ἑαυτοῦ, πνεῦμα ὢν ἀπαθὲς καὶ γεννῶν πνεῦμα ἀπαθῶς, θεὸς ὢν ἀπαθὴς θεὸν ἀληθινὸν γεννήσας ἀπαθῶς. εἰ γὰρ αὐτὸς ἔκτισε τὰ πάντα καὶ ὁμολογεῖς, ὦ Ἄρειε, ὅτι κέκτικεν ὁ θεὸς τὰ πάντα, αὐτὸς καὶ τὸν υἱὸν ἐγέννησεν. εἰ δὲ λέγεις· ἐὰν ἐγέννησεν, ἔπαθε γεννήσας, καὶ ἡμεῖς πρὸς σὲ ἐροῦμεν ὅτι εἰ γεννῶν ἔπαθε, κέκμηκε κτίσας. ἀλλ’ ἅμα πάντα ἃ βούλεται, πάντα ἔχει ἐν ἑαυτῷ ἐν τελειότητι, καὶ οὔτε ἐν τῷ κτίζειν εἰς τὸν υἱὸν πάθος ἐνσκήψει οὔτε πάθει συνέχεσθαι τὸ θεῖον διὰ τὴν ἄχραντον τοῦ υἱοῦ γέννησιν νοηθήσεται. ἄτρεπτος γὰρ ὁ πατήρ, ἄτρεπτος ὁ υἱός, ἄτρεπτον τὸ πνεῦμα τὸ ἅγιον, μία οὐσία, μία θεότης. Ἀλλὰ πάντως ἐρεῖς μοι· θέλων ἐγέννησεν ἢ μὴ θέλων; καὶ οὐκ εἰμὶ κατὰ σέ, ὦ φιλόνεικε, ἵνα ἕν τι τοιοῦτον εἰς θεὸν διανοηθῶ. εἰ μὲν γὰρ μὴ βουλόμενος ἐγέννησεν, ἄκων ἐγέννησε. καὶ εἰ βουλόμενος ἐγέννησεν, ἄρα ἦν τὸ βούλημα πρὸ τοῦ υἱοῦ, καὶ ἔσται κἂν ῥοπὴ χρόνου μεταξὺ υἱοῦ διὰ τοῦ βουλήματος.
PG 42:245ἐν θεῷ δὲ οὐ χρόνος εἰς βουλὴν οὐ βούλησις εἰς διανόησιν. οὔτε οὖν θέλων ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει. φύσις γὰρ αὐτῷ ἐστι θεότητος οὔτε βουλῆς ἐπιδεομένη οὔτε ἄνευ βουλῆς τι πράττουσα, ἀλλ’ ἅμα ἐξ αὐτῆς τὰ πάντα ἔχουσα καὶ οὐδὲν λείπουσα τῶν ὄντων. 27. Ἔτι δὲ πάλιν ὁ αὐτὸς Ἄρειος θηρᾶται λέξεις, περινοστῶν ἀεὶ τὰ πάντα καὶ περιεργαζόμενος ἑαυτῷ τὰ μοχθηρά, οὐχ ὡς ἔχει τὸ θεῖον γράμμα, ἀλλ’ ὡς αὐτὸς νοσῶν περὶ τὰς ζητήσεις καὶ λογομαχίας εἰς οὐδὲν χρήσιμον, ἀλλ’ ἐπὶ καταστροφῇ ἑαυτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ πεπλανημένων , ἐπιλαμβάνεταί [τε] τοῦ ῥητοῦ, οὗ ὁ κύριος εὐλογῶν τοὺς μαθητὰς ἔφη «πάτερ, δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». ἀλλ’ ἤδη μοι πεπραγμάτευται περὶ τούτων πάντων ἐν τῷ μεγάλῳ περὶ πίστεως λόγῳ, ᾧ πάλιν κατὰ τὴν ἡμῶν μετριότητα καὶ ἀσθένειαν ἀναγκασθέντες ὑπὸ τῆς τῶν ἀδελφῶν προτρεπτικῆς παρακλήσεως γεγράφαμεν περὶ πίστεως, ᾧ λόγῳ ἐπεθέμεθα ὄνομα Ἀγκυρωτόν.
καὶ γὰρ καθάπερ ὁ ἡμέτερος ἐξίσχυσε πτωχὸς νοῦς διὰ τῆς τοῦ θεοῦ βοηθείας ἐκ πάσης γραφῆς συνάγοντες τὰ ἀληθινὰ τῆς τοῦ θεοῦ διδασκαλίας, ἄγκυραν ὥσπερ τοῖς βουλομένοις [κατέχειν] τὴν ἁγίαν πατέρων πίστιν ἀποστολικήν τε καὶ προφητικὴν καὶ ἀπ’ ἀρχῆς ἄχρι τοῦ δεῦρο ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ κεκηρυγμένην, σαφῶς παρεθέμεθα, εἰς τὸ κατέχεσθαι τὴν διάνοιαν καὶ ἀσφαλίζεσθαι, [τοῦ] μὴ ταῖς ἐπινοίαις τοῦ διαβόλου ῥιπίζεσθαι μηδὲ κλυδωνισμῷ παραβλάπτεσθαι τῷ ἀπὸ τῶν αἱρέσεων ἐν κόσμῳ πολυβλύστως κεκινημένῳ. οὕτω γὰρ καὶ ὁ κύριος ἐδίδαξε τοὺς ἑαυτοῦ μαθητὰς λέγων, ὅτι «ἐὰν ὅπερ ἀπ’ ἀρχῆς ἠκούσατε, μείνῃ ἐν ὑμῖν καὶ ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἠκούσατε ἀπ’ ἀρχῆς, ὑμεῖς ἐν ἐμοὶ μενεῖτε καὶ ἐγὼ ἐν ὑμῖν, κἀγὼ ἐν τῷ πατρὶ καὶ ὑμεῖς ἐν ἐμοί». ὥστε οὖν τὰ ἀπ’ ἀρχῆς ἀκουσθέντα ἀπὸ τοῦ κυρίου ἀληθινὰ τῆς πίστεως μένει ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ διὰ τοῦτο μένει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία καὶ ὀρθόδοξος πίστις ἐν κυρίῳ καὶ ὁ κύριος ὁ μονογενὴς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ καὶ ἡμεῖς ἐν αὐτῷ διὰ τοῦ ἁγίου πνεύματος, ἐὰν γενώμεθα ναοὶ χωροῦντες τὸ ἅγιον αὐτοῦ πνεῦμα·
PG 42:247καθὼς εἶπεν ὁ ἅγιος τοῦ θεοῦ ἀπόστολος ὅτι «ὑμεῖς ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν». ἄρα γοῦν θεὸς ἐκ θεοῦ τὸ πνεῦμα, δι’ οὗ πνεύματος ἁγίου ναοὶ καλούμεθα, ἐὰν κατοικίσωμεν τὸ αὐτοῦ πνεῦμα ἐν ἡμῖν. πνεῦμα γὰρ Χριστοῦ [τὸ] πνεῦμα, [ἐκ] πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, ὡς αὐτὸς ὁ μονογενὴς ὁμολογεῖ. 28. Ταῦτα οὖν πάντα ἐν τῷ περὶ πίστεως λόγῳ προειρημένῳ ὑφηγησάμεθα ἐν τῷ, ὡς εἶπον, γραφέντι εἰς τὰ μέρη τῆς Παμφυλίας καὶ Πισιδίας. ἐνταῦθα δέ, ἐπειδὴ ἐφθάσαμεν εἰς τὰς ἑξῆς ζητουμένας λέξεις, ἀναγκαίως πάλιν ἐπιμνημονεῦσαι ἐσπουδάσαμεν τὰ αὐτά, ὡς εἰπεῖν, διὰ τὸν προκείμενον αἱρεσιάρχην Ἄρειον καὶ τοὺς ἀπ’ αὐτοῦ Ἀρειανοὺς, ἵνα ἐκλύσωμεν τὰς αὐτῶν κακίας τὰς «τὸ γλυκὺ εἰς πικρὸν» μεταβαλλούσας καὶ «τὸ ἀγαθὸν εἰς φαῦλον καὶ τὸ φῶς εἰς σκότος». τοῖς γὰρ τοιούτοις τελείως ὑπὸ τοῦ κυρίου διὰ τοῦ ἁγίου Ἠσαί̈ου τὸ οὐαὶ ὁρίζεται, «τοῖς τὰ ἀγαθὰ εἰς κακὰ μεταβάλλουσι».
καὶ θεὸς οὐδαμοῦ αἴτιος τῶν τοιούτων, ἀλλ’ ἕκαστος τούτων ἢ κατὰ κενοδοξίαν ἢ κατὰ πρόληψιν ἢ κατὰ ἐθελοσοφίαν ἢ κατὰ οἴησιν δαιμονιώδη ἐξέπεσε τῆς ἀληθείας καὶ τῷ κόσμῳ παρεισήγαγε θλῖψιν, τὴν αὐτοῦ μοχθηρίαν. Φέρε γοῦν διὰ ταύτης τῆς λέξεως διαλάβωμεν, ἵνα γνῶμεν τὰ ὑπὸ κυρίου λελαλημένα, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «καὶ ἡμεῖς πνεῦμα θεοῦ ἔχομεν, ἵνα γνῶμεν τὰ ὑπὸ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν» καὶ τὰ ἑξῆς. φησὶ γοῦν ὁ κύριος «δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». 29. Ἀναπηδᾷ δὲ κυκῶν οὗτος ὁ Ἄρειος καὶ οἱ ἀπ’ αὐτοῦ καὶ λέγουσι· τῷ ὅλως εὔξασθαι τῷ θεῷ καὶ λέγειν «πάτερ δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς», οὐκ ἔστιν ἴσος τῷ παρέχοντι τὴν ζωήν. εἰ γὰρ ἦν ἐκ τῆς τοῦ πατρὸς οὐσίας, αὐτὸς ἂν ἐχαρίζετο τὴν ζωὴν καὶ οὐκ ἂν ᾐτεῖτο τὸν πατέρα δοῦναι τοῖς λαμβάνουσι τὰ ὑπ’ αὐτοῦ διδόμενα δι’ αἰτήσεων.
καὶ οὐκ ἴσασιν οἱ καθ’ ἑαυτῶν τὴν διάνοιαν διαστρέψαντες ὅτι τὰ πάντα ὁ μονογενὴς ἦλθεν, ἵνα γένηται ἡμῖν ὑπογραμμὸς καὶ σωτηρία, μέσος ἑστὼς τοῦ κόσμου ὡς ἐπὶ θεάτρου ἀθλητοῦ δίκην διαλύων πάντα τὰ κατὰ τῆς ἀληθείας ἐπαναστάντα ἔκ τε τῆς ἀπιστίας καὶ συκοφαντίας καὶ πλάνης διαβόλου, πῆ μὲν διὰ εἰδωλολατρείας πῆ δὲ διὰ Ἰουδαϊκῆς οἰήσεως πῆ δὲ δι’ ἀπιστίας πῆ δὲ διὰ τῆς ἐπάρσεως τῆς τῶν ἀνθρώπων ὑπολήψεως, ἵνα διδάξῃ τοὺς ἀνθρώπους ταπεινοφρονεῖν, τοῦ μή τινα ἑαυτὸν ἡγήσασθαί τι ἄνθρωπος ὤν, ἀλλ’ εἰς τὸν πατέρα τῶν ὅλων ἀναφέρειν τὸ πᾶν. καὶ διὰ τοῦτο καίπερ ὢν ζωή, ὡς λέγει «ἐγώ εἰμι ἡ ζωή», δυνάμενος παρέχειν τὴν ζωὴν οὐ βούλεται ταράξαι τὸ δίκαιον, ἀλλὰ [ὡς] ἦλθεν εἰς μίαν ἀρχήν, εἰς μίαν θεότητα, εἰς μίαν ἀλήθειαν, εἰς μίαν ὁμόνοιαν, εἰς μίαν δοξολογίαν, συναγαγεῖν τῶν ἀνθρώπων σωτηρίαν τε καὶ διάνοιαν, καὶ ἐνώπιον τῶν μαθητῶν τὸν πατέρα αἰτεῖται. τίς γὰρ υἱὸς παρὰ πατρὸς οὐκ αἰτεῖται; τίς δὲ πατὴρ υἱῷ οὐ δίδωσι; ποῖος δὲ υἱὸς ἀλλοῖος τυγχάνει παρὰ τὴν τοῦ πατρὸς φύσιν;
PG 42:249καὶ διὰ τοῦτο [ὁ] υἱὸς «μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας» οὐκ ἐπεδέετο τοῦ πληρώματος, οὐκ ἐλλιπὴς [ὢν] τῆς ἀληθείας, ἀλλὰ πλήρης χάριτος καὶ ἀληθείας. ὁ δὲ πλήρης ὢν καὶ δίδωσι καὶ δύναται δοῦναι· βούλεται δὲ πάντα ἀνάγειν ἐπὶ τὸν πατέρα. δοξάζει γὰρ υἱὸς τὸν πατέρα, δοξάζει ὁ πατὴρ τὸν μονογενῆ· «ἐγὼ γάρ σε ἐδόξασα ἐπὶ τῆς γῆς», ἔλεγεν ὁ υἱὸς τῷ πατρί, καὶ ὁ πατὴρ ἔλεγε τῷ υἱῷ «ἐδόξασά σε, καὶ πάλιν δοξάσω». οὐκ ἔνι γὰρ διάστασις, οὐκ ἔνι φθόνος θεότητος. «δὸς οὖν αὐτοῖς ἔχειν ζωὴν ἐν ἑαυτοῖς». ὁ ζωὴ ὢν ζωὴν θέλει παρὰ πατρὸς λαμβάνειν καὶ διδόναι τοῖς μαθηταῖς, αὐτὸς ὢν ζωή, ἵνα μὴ διέλῃ τὴν μονάδα, ἵνα μὴ σκῶλος γένηται τοῖς Ἰουδαίοις, ἵνα ἀκούσωσιν οἱ Ἰουδαῖοι παρὰ τοῦ πατρὸς αἰτοῦντα καὶ διδόντα τοῖς αὐτοῦ μαθηταῖς. 30. Πῶς οὖν αἰτεῖ τὸν πατέρα ὁ υἱός; ὡς μὴ ἔχων καὶ αἰτῶν; οὐχί, ἀλλὰ τὴν μονάδα τῆς τριάδος σημαίνων, τελείως παρέχουσαν τῷ λαμβάνοντι τὰ δῶρα ἀξίως. ἵνα δὲ σημάνῃ ὅτι μία ἐστὶν ἡ θεότης, πάλιν ἐν ἄλλῳ τόπῳ οὐκέτι αἰτούμενος δίδωσιν, ἀλλ’ αὐθεντίᾳ τὰ ἴδια, ὡς πηγὴ ὢν ἀπὸ πηγῆς καὶ θεὸς ὢν ἐκ θεοῦ·
«ἐνεφύσησεν [γὰρ] εἰς τὸ πρόςωπον αὐτῶν καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον», καὶ ἄλλοτε «ἐπῇρε τὰς χεῖρας καὶ εἶπε λάβετε πνεῦμα ἅγιον»· καὶ ἔχει ἐν ἑαυτῷ ζωήν, ἵνα ᾧ βούλεται δοῦναι δῷ. «ὡς γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ ὁ υἱὸς ἔχει ζωὴν ἐν ἑαυτῷ». καὶ ὁρᾷς ὅτι ἕνεκεν τιμῆς πρὸς τὸν πατέρα καὶ ἕνεκεν μιᾶς ἑνότητος καὶ μιᾶς δοξολογίας καὶ τοῦ μὴ τοὺς μαθητὰς νομίσαι, μὴ ἀπὸ τοῦ θεοῦ τοῦ νόμου καὶ τῶν προφητῶν παρεκκλίνειν ὁ μονογενὴς ἦλθε τὰς διανοίας τῶν πιστευόντων, τούτου ἕνεκα, θεὸς ὢν καὶ προγινώσκων τὴν τῶν ἀνθρώπων κακοήθειαν, τὸν λόγον ὡς πρὸς τὸν πατέρα πέμπει καὶ τὴν δόξαν ἀναφαίρετον τῷ πατρὶ δίδωσιν, ἵνα Μανιχαῖος καταισχυνθῇ ἀρνούμενος τὸν πατέρα, ἵνα οἱ μαθηταὶ μάθωσιν, ὅτι αὐτή ἐστιν ἡ θεότης ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἵνα οἱ Ἰουδαῖοι ἐντραπῶσιν ὅτι οὐκ ἦλθεν ὁ μονογενὴς διδάξαι ἄλλον θεόν, ἀλλὰ ἀποκαλύψαι αὐτοῦ τὴν θεότητα καὶ πατρὸς αὐτοῦ τοῦ ἐπουρανίου. «δὸς οὖν αὐτοῖς ἔχειν ζωὴν ἐν ἑαυτοῖς,» καίτοι γε αὐτὸς ἐκήρυττε ταύτην τὴν ζωήν. πῶς οὖν τὸν πατέρα ᾔτει, ἵνα δῷ αὐτοῖς ὃ αὐτὸς ἐδίδασκε καὶ ἐδίδου;
PG 42:251τὴν γὰρ ζωὴν ὕστερον ἀπεφήνατο λέγων «αὕτη, φησίν, ἐστὶν ἡ ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν». 31. Εἶτα ὁ Ἄρειος καὶ οἱ ἀπ’ αὐτοῦ ἀναπηδῶσι διὰ τῆς λέξεως, ὥς τι κατὰ τῆς ἀληθείας εὑράμενοι, ὅτι εἶπε «τὸν μόνον», φησί, «ἀληθινὸν θεόν». ὁρᾷς τοίνυν ὅτι μόνος ἐστὶν ὁ πατὴρ ὁ ἀληθινός. ἐρωτῶμεν δὲ ὑμᾶς καὶ αὐτοί, τί οὖν φατέ; μόνος ἐστὶν ὁ πατὴρ ὁ ἀληθινός, ὁ δὲ υἱὸς τί ἄρα ἔσται; οὐκ ἔστιν ἀληθινὸς ὁ υἱός; εἰ οὐκ ἔστιν ἀληθινὸς ὁ υἱός, «ματαία ἡ πίστις ἡμῶν, μάταιον τὸ ἐν ἡμῖν κήρυγμα», εὑρεθήσεσθε ἀπεικάζοντες τὸν υἱὸν τοῦ [θεοῦ], βλασφημοῦντες καθ’ ἑαυτῶν, τοῖς ἀνωνύμοις καὶ ἀθεμίτοις εἰδώλοις, οἷς εἴρηκαν οἱ προφῆται ἐκ προσώπου τῶν ἠπατημένων, ὡς ἕκαστος τῶν προφητῶν τῆς λέξεως ταύτης ἐπεμνήσθη λέγων καὶ ὅτι «ψευδεῖς ἐποίησαν ἑαυτοῖς θεοὺς οἱ πατέρες ἡμῶν καὶ ψευδεῖς ἐγένοντο οἱ βουνοί». ἄρα οὖν καὶ ὁ μονογενὴς παρ’ ὑμῖν οὕτως κρίνεται, καὶ οὕτως αἰσχρῶς περὶ τοῦ «ἐξαγοράσαντος ὑμᾶς», εἴ γε ἐξηγόρασε, διανοεῖσθε. οὐκέτι δὲ τῆς αὐτοῦ ἐπαύλεώς ἐστε, ἀρνούμενοι τὸν ὑμῶν σωτῆρα [καὶ] τὸν ἀγοράσαντα ὑμᾶς.
εἰ γὰρ οὐκ ἔστιν ἀληθινὸς [ὁ] θεός, οὔτε προσκυνητός ἐστι, καὶ εἰ ἔστι κτιστός, οὐ θεός. καὶ εἰ οὐκ ἔστι προσκυνητός, πῶς ἄρα θεολογεῖται; παύσασθε οἱ πάλιν τὴν φύσιν ἐργαζόμενοι τὴν Βαβυλωνίαν, οἱ τὴν εἰκόνα καὶ τὸν τύπον ἐγείραντες τοῦ Ναβουχοδονόσορ, οἱ τὴν πολυθρύλητον ταύτην σάλπιγγα [εἰς] ἕνωσιν τῶν πολεμούντων σαλπίζοντες, οἱ ἐν μουσικοῖς καὶ ἐν κυμβάλοις καὶ ἐν ψαλτηρίῳ διὰ τῶν πεπλανημένων ὑμῶν ῥημάτων εἰς πτῶσιν τοὺς λαοὺς φέροντες, εἰκόνι μᾶλλον δουλεῦσαι παρασκευάζοντες ἤπερ θεῷ καὶ ἀληθείᾳ. καὶ τίς ἀληθινὸς ἕτερος ὡς ὁ υἱὸς τοῦ θεοῦ; «τίς γὰρ ἐξισωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ,» φησιν ἡ γραφὴ καὶ «ἕτερος πρὸς αὐτὸν οὐ λογισθήσεται». καὶ τίνα φησίν; ἵνα ἴδῃς ὅτι περὶ τοῦ υἱοῦ λέγει, καθεξῆς διηγούμενός φησι «ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν [Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ]. καὶ μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» πῶς οὖν οὐκ ἀληθινῶς πρὸς αὐτὸν ταῦτα εἴρητοι; ὁ καὶ λέγων «ἐγώ εἰμι ἡ ἀλήθεια». 32. Ἀλλ’ ἐρεῖς μοι·
πῶς εἶπεν ὁ μονογενὴς ἀληθινὸς θεὸς «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», ἵνα μὴ πολυθεί̈α νομισθείη, ἵνα μὴ διαίρεσις γένηται τῆς ζωτικῆς γνώσεως; εἰ γὰρ μόνος ἀληθινὸς θεὸς ὁ πατήρ, ἀληθινὸς ὁ υἱός, ἐκ πατρὸς ἀληθινῶς γεγεννημένος. «τιμῶν γὰρ τὸν ποτέρα» καὶ μόνον αὐτὸν θεὸν ἀληθινὸν ἀποκαλύπτων ἑαυτὸν ἔδειξεν ἐκ πατρὸς ἀληθινῶς γεγεννημένον. διὰ τοῦτο ἀληθινὸς θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱὸς ὁ μονογενής. καὶ πόθεν τοῦτο δεικτέον; ἀλλ’ ὅρα μοι τὰς λέξεις ἐνταῦθα, ὡς μόνον ἀληθινὸν θεὸν φάσκει ἐνταῦθα τὸν πατέρα· ἐν δὲ τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὅτι, φησίν, «ἦν τὸ φῶς τὸ ἀληθινόν». καὶ ποῖον φῶς ἀληθινὸν ἀλλ’ ἢ ὁ μονογενής; καὶ πάλιν, αἱ γραφαί φασι περὶ τοῦ θεοῦ ὅτι «φῶς ὁ θεός», καὶ οὐκ εἶπε φῶς ἀληθινὸν ὁ θεός· περὶ δὲ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ὅτι φῶς ἀληθινὸν ὁ μονογενής. περὶ δὲ τοῦ πατρὸς θεὸς ἀληθινός, καὶ οὐκ εἶπεν ὅτι φῶς ἀληθινὸν ὁ θεός· περὶ δὲ τοῦ υἱοῦ ὅτι θεός, καὶ ἐπὶ τοῦ θεὸς ὁ υἱός, οὐ προσέθετο τὸ ἀληθινόν. καὶ ὅπου φῶς ὁ θεός, οὐ προσέθετο φῶς ἀληθινόν. τί οὖν λέγωμεν περὶ τοῦ πατρός;
PG 42:253ὅτι μὲν γὰρ φῶς ἀληθινὸν ὁ θεός, καὶ οὐκ ἄρα ἐλλιπὲς ποιήσομεν τὸ θεῖον. καὶ ἐπειδὴ οὐκ ἔστι γεγραμμένον τὸ φῶς τὸ ἀληθινόν, [καὶ] εἴπο[ι]μεν ἁμαρτάνοντες, ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καὶ ἐπειδὴ ὁ υἱὸς γέγραπται ὅτι θεός ἐστι καὶ ἦν [ὁ] θεὸς πρὸς τὸν ὄντα πατέρα [καὶ γὰρ «ἦν θεὸς ὁ λόγος», καὶ οὐκ εἶπεν ὅτι θεὸς ἐγένετο ὁ λόγος, ἀλλὰ θεὸς ἦν], ἐκ δὲ τῶν δύο τὰ ἰσόρροπα δειχθήσεται· ἐκ τοῦ μὲν θεὸς ἀληθινὸς ὁ πατὴρ καὶ φῶς ἀληθινὸν ὁ υἱὸς τὰ ἰσόζυγα φανεῖται τῆς ἀξίας καὶ ἐκ τοῦ θεὸς ὁ υἱὸς καὶ φῶς ὁ θεὸς τὰ ἰσόρροπα τῆς δοξολογίας εὑρεθήσεται. καὶ οὐδὲν διοίσει οὐδὲ ἀντιλέξειέ τις τῇ ἀληθείᾳ, ἀλλὰ ἀληθινὸς θεὸς ὁ πατὴρ καὶ ἀληθινὸς θεὸς ὁ μονογενής. 33. Ἔτι δὲ καὶ περὶ τοῦ ἁγίου πνεύματος ἀναγκάζομαι τοῦ λέγειν ἐνταῦθα, ἵνα μὴ παραλείψας τι δῶ τοῖς βουλομένοις [ἀντιλέγειν] ἐχθροῖς τὰς αὐτῶν ἔχειν πρόφασιν. οὕτω γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς αὐτὸς ὁ κύριος μαρτυρεῖ λέγων «τὸ πνεῦμα τῆς ἀληθείας», «τὸ πνεῦμα τοῦ πατρός», ὁ δὲ ἀπόστολος «πνεῦμα Χριστοῦ».
ἄρα γοῦν τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα ἀληθείας, πνεῦμα θεοῦ, ὡς θεὸς ἀληθινός, ὡς φῶς ἀληθινόν, ὡς πνεῦμα πατρός, ὡς πνεῦμα υἱοῦ. μία γάρ ἐστιν ἡ τριάς, μία ἡ δοξολογία, μία ἡ θεότης, μία ἡ κυριότης. πατὴρ πατήρ, υἱὸς υἱός. ἅγιον πνεῦμα ἅγιον πνεῦμα, οὐ συναλοιφὴ ἡ τριάς, οὐ διεστῶσα τῆς ἰδίας αὐτῆς μονάδος, οὐκ ἐλλιπὴς τῆς τελειότητος, οὐκ ἀλλοία τῆς ἰδίας ἰδιότητος, ἀλλὰ πάντα τελειότης, τρία τέλεια, μία θεότης. καὶ πέπτωκεν ἡ τῶν δι’ ἐναντίας μάχαιρα. καὶ γὰρ οὕτω γέγραπται ὅτι «βέλος νηπίων ἐγενήθησαν [αἱ πληγαὶ αὐτῶν]». καὶ γὰρ τὰ νήπια, κἄν τε θέλῃ λαμβάνειν βέλη, ἀνίσχυρα τυγχάνει, μὴ δυνάμενα ἐν χερσὶν αὐτῶν τι πράττειν. ἐὰν δὲ καὶ παραταραχθῇ τὰ νήπια, μᾶλλον ἑαυτὰ σφάζει καὶ ἑαυτὰ ἀδικεῖ, μὴ δυνάμενα ἄλλοις ἐπιχειρεῖν τοῦ βέλους τὸ ἐπιχείρημα, ὡς καὶ οὗτοι καθ’ ἑαυτῶν ἐπεστράτευσαν τὴν πλάνην, οὐδὲν δὲ ἐνσκήψουσιν εἰς τοὺς υἱοὺς τῆς ἀληθείας. 34. Παρελεύσομαι δὲ καὶ εἰς ἑτέρας λέξεις πάλιν τὰς ὑπ’ αὐτῶν ἐπινοουμένας. καὶ πρῶτον μὲν ἐκπλήξεώς ἐστι τὸ ἔργον, ὡς εἰρωνείᾳ κέχρηνται πρὸς ἀπάτην τῶν ἀφελῶν καὶ ἀκεραίων φύσει·
PG 42:255ὡς ὁ ὄφις ἠπάτησε τὴν Εὔαν ἀκεραίαν οὖσαν, τῷ αὐτῷ τρόπῳ καὶ οὗτοι, ἐὰν θέλωσι περιποιήσασθαι, τὸ πρῶτον μὲν κολακείαις πολλαῖς καὶ δαψιλείᾳ καὶ προσοχῇ, ὑποσχέσει τε ἅμα καὶ φοβερισμοῖς, ὅτι «τοῖς βασιλικοῖς προςτάγμασι καὶ τῷ τοῦ βασιλέως Οὐάλεντος θυμῷ ἐναντιοῦσθε», τοῖς μὴ βουλομένοις κατὰ τὴν αὐτῶν πίστιν φέρεσθαι . καὶ τί φασι; «τί γάρ ἐστιν ὃ λέγομεν; αὐτή ἐστιν ἡ πίστις, μόνον δὲ ὅτι κενοδοξεῖτε.» ἴδωμεν οὖν, εἰ ἡ αὐτή ἐστι πίστις. φησὶν οὖν· ὁμολογοῦμεν τὸν γεγεννημένον υἱὸν ἐκ πατρὸς καὶ οὐκ ἀρνούμεθα. ἀλλὰ δεῖ ἡμᾶς, φησι, καὶ τὸ κτίσμα ὁμολογεῖν καὶ τὸ ποίημα. οὐδὲν δὲ ἠλιθιώτερον. πᾶν γὰρ τὸ κτιζόμενον οὐχ ὅμοιον τυγχάνει τῷ γεγεννημένῳ οὔτε τὸ γεννώμενον ὅμοιον τῷ κτιζομένῳ, μάλιστα πρὸς ἐκείνην τὴν μίαν ἀκραιφνῆ καὶ τελείαν οὐσίαν. πάντα γὰρ ὑπὸ θεοῦ κέκτισται, μόνος δὲ ὁ υἱὸς τοῦ θεοῦ γεγέννηται καὶ μόνον τὸ ἅγιον πνεῦμα ἐκ πατρὸς προῆλθε καὶ τοῦ υἱοῦ ἔλαβε. τὰ δὲ ἄλλα πάντα κτιστὰ καὶ οὔτε προελθόντα ἐκ πατρὸς [προῆλθεν] οὔτε τοῦ υἱοῦ λαμβάνοντα, ἀλλὰ ἐκ τοῦ πληρώματος τοῦ υἱοῦ, καθὼς γέγραπται·
«τῷ γὰρ λόγῳ τοῦ θεοῦ τὰ πάντα ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» ἀλλά, φησι, δεῖ ὁμολογεῖν καὶ τὸ κτίσμα, ἐπειδὴ εἶπεν ἡ γραφὴ τροπικώτερον λεγόμενον τὸ κτίσμα καὶ τροπικῶς λεγόμενον τὸ γέννημα. κἄν τε γὰρ εἴπωμεν γέννημα, οὐχ ὡς ἓν τῶν γεννημάτων ἐροῦμεν. ἄρα οὖν ἐν ᾧ ἐροῦσι τὸ γέννημα καὶ οὐκ ἀληθινὸν τὸ γέννημα, τοὺς ἀκεραιοτέρους ἀπατῶσι. καὶ τὸ κτίσμα δὲ ὁμολογοῦμεν, φασίν· ἐπειδὴ γὰρ καὶ θύρα κέκληται ὁ Χριστὸς καὶ ὁδὸς καὶ στύλος καὶ νεφέλη καὶ πέτρα καὶ ἀρνίον καὶ ἀμνὸς καὶ χείμαρρος καὶ μόσχος καὶ λέων καὶ πηγὴ καὶ σοφία καὶ λόγος καὶ υἱὸς καὶ ἄγγελος καὶ Χριστὸς καὶ σωτὴρ καὶ κύριος καὶ ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου καὶ λίθος ἀκρογωνιαῖος καὶ ἥλιος καὶ προφήτης καὶ ἄρτος καὶ βασιλεὺς καὶ οἰκοδόμος καὶ γεωργὸς καὶ ποιμὴν καὶ ἄμπελος καὶ ὅσα τοιαῦτα. οὕτω, φασί, καὶ τὸ κτίσμα λέγομεν καταχρηστικῶς. δεῖ γὰρ ἡμᾶς ὁμολογεῖν. 35. Φεῦ γε τῆς τοιαύτης κακῆς ὑπονοίας καὶ πανουργίας.
μὴ δῴη κύριός τινι τῶν τῆς ἀληθείας υἱῶν ὑπαχθῆναι τῇ τοιαύτῃ εἰρωνείᾳ, ἵνα διὰ τῶν τοιούτων ὑποθέσεων καὶ τὸ τοῦ κτίσματος ὄνομα εἰς τὸν υἱὸν τοῦ θεοῦ εἰσδεξάμενος πεισθῇ καὶ οὕτως ὁμολογεῖν. δότωσαν γὰρ ἡμῖν τούτου τὴν χρῆσιν καὶ τὴν τῶν λογισμῶν ἀπόδοσιν. πάντα γὰρ ἐκεῖνα καταχρηστικῶς εἴρηται, οὐδὲν εἰς τὴν θεότητα τοῦ υἱοῦ ἐνσκήπτοντα, οὔτε ἐλλιπῆ ποιούμενα πρὸς τὸν πατέρα τῆς αὐτοῦ οὐσιότητος. κἄν τε θύρα λεχθείη, ἐπειδὴ δι’ αὐτοῦ εἰσερχόμεθα, κἄν τε ὁδός, ἐπειδὴ δι’ αὐτοῦ βαδίζομεν, κἄν τε στύλος, ἐπειδὴ αὐτός ἐστιν ἑδραίωμα τῆς ἀληθείας, κἄν τε νεφέλη, ἐπειδὴ ἐσκέπασε τοὺς υἱοὺς Ἰσραήλ, κἄν τε στύλος, διὰ τὸ φωτεινὸν τοῦ πυρός, ὃ ἐφώτισεν ἐν τῇ ἐρήμῳ, κἄν τε μάννα, ἐπειδὴ ἠρνήσαντο αὐτὸν ἄρτον ἐπουράνιον, κἄν τε ἄρτος, ἐπειδὴ δι’ αὐτοῦ ἰσχυροποιούμεθα, κἄν τε ἄγγελος, ἐπειδὴ μεγάλης βουλῆς ἄγγελος, [ὁμώνυμον γάρ ἐστι τὸ τοῦ ἀγγέλου ὄνομα· ἐδέξατο γὰρ ἡ Ῥαὰβ τοὺς ἀγγέλους καὶ οὐκ ἦσαν ἄγγελοι οἱ ἀπεσταλμένοι ἀλλ’ ἢ οἱ ἀναγγείλαντες περὶ τοῦ τόπου·
PG 42:257οὕτω καὶ ὁ μονογενής, ἐπειδὴ ἀνήγγειλε τὸ θέλημα τοῦ πατρὸς τοῖς ἀνθρώποις, μεγάλης βουλῆς ἄγγελος, ἐν τῷ κόσμῳ ἀναγγέλλων τὴν μεγάλην βουλήν] καὶ λίθος, οὐκ ἀναίσθητος ὁ λίθος, ἀλλὰ καταχρηστικῶς, διὰ τὸ πρόσκομμα γεγονέναι Ἰουδαίοις, ἡμῖν δὲ θεμέλιον σωτηρίας, καὶ ἀκρογωνιαῖος λίθος, διὰ τὸ ἐπισφίγξαι παλαιὰν καὶ νέαν διαθήκην, περιτομήν τε καὶ ἀκροβυστίαν εἰς μίαν ἕνωσιν· ἀμνὸς δὲ διὰ τὸ ἄκακον καὶ τὸ δι’ αὐτοῦ τὴν ἁμαρτίαν ἀπὸ τῶν ἀνθρώπων ἠφανίσθαι ἐν τῷ αὐτὸν τῷ πατρὶ προσενηνέχθαι πρόβατον εἰς σφαγήν, ἐπειδὴ ἦλθεν ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθής, ἵνα ἡμεῖς σωθῶμεν, καὶ εἴ τί ἐστιν ἕτερον ταῖς αὐταῖς χρήσεσι συμβαλλόμενον εἰς σωτηρίαν υἱῶν τῶν ἀνθρώπων, καταχρηστικῶς ἀπὸ τῆς θείας γραφῆς εἰς αὐτὸν ἀναφέρεται. 36. Τί οὖν τὸ κτίσμα ὠφελήσειεν ἢ ποίαν χρῆσιν ποιεῖται πρὸς τὴν ἡμῶν σωτηρίαν καὶ πρὸς τὴν τοῦ θεοῦ λόγου ἔνσαρκον δοξολογίαν καὶ τελείαν θεότητα; τί ὠφελεῖ ἡμᾶς τὸ λέγειν αὐτὸν κτίσμα; τί κτίσμα ταῖς κτίσεσιν ἐργάζεται; τί κτίσμα ὠφελεῖ τὰς κτίσεις;
πῶς δὲ ἔκτισεν ὁ θεὸς [υἱόν], θεὸν εἰς προσκύνησιν [αὐτὸν] διδούς, ὁπότε λέγει «μὴ ποιήσῃς σεαυτῷ πᾶν ὁμοίωμα μήτε ἐπὶ γῆς μήτε ἐν οὐρανῷ καὶ μὴ προςκυνήσεις αὐτῷ;» πῶς οὖν ἔκτισεν ἑαυτῷ υἱὸν καὶ ἐπέταξε προσκυνεῖσθαι; μάλιστα τοῦ ἀποστόλου λέγοντος «καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν». μωρὸν γὰρ τὸ κτίσιν θεολογεῖν, ἀθετεῖν δὲ πρώτην ἐντολὴν τὴν λέγουσαν «κύριον τὸν θέον σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις». διὸ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία οὐ κτίσμα προσκυνεῖ, ἀλλὰ υἱὸν γεννητόν, πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι. ἀλλὰ ναί, φησιν· ἐὰν γὰρ μὴ εἴπω ὅτι κτίσμα, φησίν, ἐλάττωσιν προσφέρω τῷ πατρί. τὸ γὰρ κτιστὸν οὐκ ἐλαττοῖ τὸν κτίσαντα, τὸ δὲ γεγεννημένον ἐκ φύσεως ἢ συστολὴν ἐργάζεται ἢ πλατυσμὸν ἢ μείωσιν ἢ τομὴν ἤ τι τῶν τοιούτων παθῶν προσάπτει τῷ γεγεννηκότι. πολλὴ δὲ μωρία τῶν τοιαῦτα λογιζομένων, ὡς ἀφ’ ἑαυτῶν τὸ θεῖον εἰκάζειν καὶ τὰ εἰς αὐτοὺς πάθη τῷ θεῷ προσάπτειν βουλομένων, τοῦ θεοῦ ἀπαθοῦς ὄντος παντελῶς καὶ ἐν τῷ γεννᾶν καὶ ἐν τῷ κτίζειν. ὡς γὰρ ἡμεῖς πάσχομεν γεννῶντες, ἐπειδὴ κτιστοί ἐσμεν, οὕτω καὶ κάμνομεν κτίζοντες.
PG 42:259καὶ εἰ πάσχει ὁ πατὴρ γεννῶν, ἄρα καὶ κτίζων κάμνει. πῶς δὲ περὶ θεοῦ πάθος ἐστὶν εἰπεῖν καὶ τὸ κάμνειν, εἴπερ κτίζει; ἀλλ’ οὐ κάμνει, μὴ γένοιτο. «οὐ κοπιάσει» γάρ φησιν ἡ γραφή. «πνεῦμα οὖν ὁ θεὸς» καὶ [κατὰ] πνεῦμα ἀνάρχως καὶ ἀρχόνως τὸν υἱὸν ἐγέννησεν, «θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ κτισθέντα». 37. Παρελεύσομαι δὲ καὶ τοῦτο τὸ ῥητόν, ἐφ’ ἕτερα δὲ πάλιν ἑαυτοὺς ἐπιδῶμεν τῶν ὑπ’ αὐτῶν ἐν κακαῖς ὑπονοίαις λεγομένων τε καὶ ᾀδομένων, ἄνω δέ μοι προτεταγμένων. καὶ γὰρ πάλιν χυδαίως φασὶ τοῦτο τὸ ῥητὸν παρερμηνεύοντες τὸ «δέξασθε τὸν ἀρχιερέα ὑμῶν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν». καὶ πρῶτον μὲν τὴν ἐπιστολὴν ταύτην, τὴν πρὸς Ἑβραίους φημί, ἀπωθοῦνται, φύσει αὐτὴν ἀναιροῦντες ἀπὸ τοῦ ἀποστόλου καὶ λέγοντες μὴ εἶναι [τοῦ] αὐτοῦ. τὸ δὲ ῥητὸν διὰ τὴν ἰδίαν νόσον εἰς ἑαυτούς, ὡς προεῖπον, κακῶς ἐκδέχονται, δῆθεν ἀπὸ τοῦ εἰρημένου ὅτι «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» τὸ κτίσμα παρεισφέροντες.
ἐρωτήσειε δ’ ἄν τις αὐτοὺς σύνεσιν κεκτημένος, καὶ ἀπορήσουσι, μὴ ἔχοντες τί ἀποκριθήσονται, ὅτι τὸ «ἀρχιερέα» πότε προσελάβετο ὁ κύριος ἡμῶν ὄνομα αὐτῷ καλεῖσθαι; οὐδαμοῦ γὰρ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ταῦτα ἔσχε τὰ ὀνόματα, τὸ λίθον καλεῖσθαι, τὸ πρόβατον εἰς σφαγὴν φερόμενον, τὸ ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου, τὸ ἀετὸν καὶ ἀρνίον καὶ τὰ ἄλλα πάντα, ὅσαπερ εἰς αὐτὸν μετὰ τὴν ἔνσαρκον παρουσίαν ἀναφέρεται, ὡς καὶ [τὸ] ἀρχιερέα αὐτὸν καλεῖσθαι, δι’ ἣν ὁ νόμος ἐκήρυττε περὶ αὐτοῦ ὑπόθεσιν, ὅτι «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ κύριος ὁ θεὸς ὑμῖν». ἄρα γοῦν τὸ «προφήτην» καὶ «ἀρχιερέα» καὶ «τὸ ἐξ αὐτῶν» μετὰ τὴν ἐνταῦθα κατακωχὴν ἑρμηνεύει σαφῶς ὁ λόγος, ὡς καὶ ἀραρότως ἔστιν ἰδεῖν, πῶς πάλιν ἡ ἀνίκητος τοῦ θεοῦ δύναμις καὶ προγνωσία «εἰς τὸ φράξαι πᾶν στόμα» ἐπεγειρόμενον κατὰ τῆς ἀληθείας πάντα μετὰ θαυμαστῆς φωταγωγίας προεθέσπισε καὶ ἠσφαλίσατο. φάσκει γὰρ οὕτως ἐν τῇ αὐτῇ ἀκολουθίᾳ ὅτι «πᾶς ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας, δυνάμενος μετριοπαθεῖν.
ἀνάγκην γὰρ ἔχει καὶ περὶ τῶν ἰδίων ἁμαρτιῶν [προσφέρειν], ὁ δὲ μὴ ἔχων ἁμαρτίαν ἑαυτὸν προσήνεγκε τῷ πατρί». καὶ τὸ μὲν «ἐκ τῶν ἀνθρώπων» διὰ τὴν ἐνδημίαν, τὸ δὲ «οὐκ ἐξ ἀνθρώπων» [καὶ] τὸ «μὴ ἔχων ἁμαρτίαν» διὰ τὴν θεότητα. καὶ περὶ τῆς αὐτοῦ θεότητός φησι «καίπερ ὢν υἱός», περὶ δὲ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας «ἔμαθεν ἐξ ὧν ἔπαθε», φησί. 38. Καὶ ὁρᾷς ὅτι πάντα τοῦ Χριστοῦ λεῖα καὶ οὐδὲν ἐν αὐτοῖς στραγγαλιῶδες. τὸ γὰρ «ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» οὐδὲ τὴν αὐτὴν πλάσιν ἐνταῦθα διηγεῖται τοῦ σώματος οὐδὲ τῆς αὐτοῦ ἐνανθρωπήσεως, οὐ περὶ κτίσεως ὅλως φάσκει, ἀλλὰ μετὰ τὴν ἐνδημίαν τοῦ ἀξιώματος τὸ χάρισμα· ὡς καὶ τὸ εἰρημένον «ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». καὶ οὐ πρώην τοῦτο ἐπληροῦτο ἐν τῇ θεότητι, ἀλλὰ [ἐν] τῇ νῦν παρουσίᾳ, ἐπειδήπερ ἡ αὐτοῦ ἐνανθρώπησις ἡ ἐκ Μαρίας ἔλαβεν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, [τὸ] σὺν τῷ θεῷ λόγῳ καλεῖσθαι υἱὸν θεοῦ.
PG 42:261καὶ διὰ τοῦτο καὶ δι’ αὐτοῦ τοῦ ἀποστόλου ἐνταῦθα πάλιν εἴρηκε «τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον», ἵνα ὁ δεσπότης ἀγγέλων καὶ ποιητὴς παρ’ ἀγγέλους ἠλαττωμένος φανείη, ὁ φρικτὸς καὶ φοβερὸς τοῖς ἀγγέλοις καὶ ἐξ οὐκ ὄντων αὐτοὺς κτίσας σὺν τῷ πατρὶ καὶ σὺν τῷ ἁγίῳ πνεύματι ἠλαττωμένος λέγοιτο, καὶ φανείη σαφῶς ὅτι οὐ περὶ θεότητος ἐνταῦθα φάσκει, ἀλλὰ περὶ τῆς αὐτοῦ σαρκός. πάθημα γὰρ θανάτου οὐ πρὸ σαρκὸς εἰς τὸν λόγον ἀναλογεῖται, ἀλλὰ μετὰ τὴν ἔνσαρκον παρουσίαν, τοῦ αὐτοῦ ἀπαθοῦς ὄντος καὶ παθητοῦ, ἀπαθοῦς μὲν ὄντος ἐν τῇ θεότητι, πάσχοντος δὲ ἐν τῇ [ἐν]ανθρωπήσει, ὡς καὶ τὰ ἀμφότερα [ἐν] ἑνὶ πληροῦται, τὸ υἱὸς ἀνθρώπου ἐν ταὐτῷ καὶ υἱὸς θεοῦ ἐν ταὐτῷ. ὁμοῦ γὰρ Χριστὸς ἐν τοῖς ἀμφοτέροις ὁ υἱὸς καλεῖται. 39. Τί οὖν ἐποίησεν αὐτόν; οἱ φιλονεικοῦντες μάθωσιν ἀπὸ τῶν προειρημένων πάντων ὅτι οὐδὲν εἰς τὴν θεότητα ἐν τῷ ῥητῷ τούτῳ ἀναλογεῖται, ἀλλὰ εἰς τὴν ἔνσαρκον παρουσίαν καὶ οὐδὲ ὡς περὶ ποιήσεως ἢ κτίσματος, ἀλλ’ ὡς περὶ ἀξιώματος μετὰ τὴν παρουσίαν τὸ «ἐποίησεν αὐτόν».
ἐρωτήσας γάρ τις τινὰ βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ, ὅτι «τί σοι πέφυκεν οὗτος», καὶ ἀκούσει παρ’ αὐτοῦ ὅτι «υἱός μου ἐστί». «γνήσιος οὖν σοι ὑπάρχει ἢ νόθος;» ὁ δέ φησι· «γνήσιος ἐξ ἐμοῦ ὑπάρχει.» «τί οὖν αὐτὸν ἐποίησας»; «βασιλέα αὐτὸν ἐποίησα.» δῆλον μηδὲν παρηλλαγμένον τῆς τοῦ πατρὸς αὐτοῦ ἀξίας. καὶ οὐχὶ πάντως διὰ τὸ εἰρηκέναι, ἐποίησα αὐτὸν βασιλέα, παρὰ τοῦτο ἔκτισα αὐτόν, λέγει ὁ βασιλεύς. οὐ γὰρ τὴν γέννησιν ἠρνήσατο, ἣν ὡμολόγησεν [φάσκων] γεγεννηκέναι, ἐν τῷ εἰπεῖν ἐποίησα, ἀλλ’ ἐκείνην μὲν σαφῶς ἀπεφήνατο, τὸ δὲ ἐποίησα περὶ ἀξίας ἐδήλωσεν. οὕτω καὶ ὁ υἱὸς υἱὸς τοῦ πατρὸς ἀναμφιβόλως τοῖς ζωὴν ἐθέλουσι [περιποιήσασθαι] πιστεύεταί τε καὶ προσκυνεῖται. τὸ δὲ ἀρχιερέα γενέσθαι, διότι ἐν τῷ σώματι αὐτοῦ τῷ πατρὶ ἑαυτὸν προσήνεγκεν ὑπὲρ τῆς ἀνθρωπότητος, αὐτὸς ἱερεύς, αὐτὸς ἱερεῖον· ἑαυτὸν μὲν προσήνεγκεν, ὑπὲρ πάσης δὲ κτίσεως ἀρχιερατεύων, ἀναβὰς δὲ πνευματικῶς καὶ ἐνδόξως ἐν αὐτῷ τῷ σώματι «ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός», «γεγονὼς ἀρχιερεὺς εἰς τὸ διηνεκὲς» καὶ «διεληλυθὼς τοὺς οὐρανοὺς» ἐφ’ ἅπαξ, ὡς μαρτυρεῖ περὶ αὐτοῦ ἐν ταῖς καθεξῆς λέξεσιν ὁ αὐτὸς ἅγιος ἀπόστολος.
PG 42:263καὶ ἐξέπεσε πάλιν τούτων ἡ προφασιστικὴ διαλογὴ τῆς θείας γραφῆς, ζωτικῆς οὔσης καὶ μηδὲν ἐχούσης εἰς πρόσκομμα πιστοῖς ἢ εἰς ἐλάττωμα βλασφημίας πρὸς τὸν λόγον. 40. Εἶτα μέμνη[ν]ται πάλιν ἑτέρου ῥητοῦ ὡς Ἰωάννης ἑστὼς ἐν τῇ ἐρήμῳ καὶ θεασάμενος αὐτὸν ἐρχόμενον ἔλεγεν «οὗτός ἐστιν, ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν». καὶ πρῶτον μὲν αὐτὰς τὰς λέξεις ὡς καρηβαροῦντες ἀλλάσσουσι τῇ διανοίᾳ καὶ λέγουσι· πῶς τοῦτο πληροῦται ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὅτι οὐκ ἦν πρὸ Ἰωάννου ἐν γαστρὶ Μαρίας συνειλημμένος; ἀλλά, ὥς φησιν ὁ εὐαγγελιστής· «ἐν δὲ τῷ ἕκτῳ μηνὶ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ εἰς πόλιν τῆς Γαλιλαίας, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ. καὶ εἰσελθὼν πρὸς αὐτὴν ἔφη· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ,» καὶ τὰ λοιπὰ τῆς ἀκολουθίας. ὡς οὖν ἡ παρθένος ἐπὶ τῷ ἀσπασμῷ ἐταράσσετο, ἔφη πρὸς αὐτήν· «ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» «καὶ ἰδοὺ ἡ συγγενής σου Ἐλισάβετ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ».
καὶ ὁρᾷς, φησιν, ὅτι πρὸ ἓξ μηνῶν τοῦ εὐαγγελισθῆναι Μαρίαν ἤδη προυπῆρχεν ὁ Ἰωάννης. πῶς οὖν τὸ «πρὸ ἐμοῦ ἐγένετο» ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ Χριστοῦ πληρωθήσεται; τίς δὲ τῶν ἀκεραίων καὶ μὴ ἐν διανοίᾳ ἐναργῶς ἑδραιωμένων ἀκούσας τὸ ῥητὸν οὐ ταραχθήσεται; λέγει γὰρ τὰ ἀναγκαῖα καὶ ἀκέραια καὶ ζωτικὰ [τὰ] τῆς θείας γραφῆς τοῖς τὰ πονηρὰ ἑαυτοῖς ἐπισπωμένοις μᾶλλον βλαβερώτερα φαίνεται, τῶν ῥητῶν πάντῃ ἐν πνεύματι ἁγίῳ κατηυγασμένων. τί γὰρ παραλέλειπται τῷ ῥητῷ πρὸς ἀσφάλειαν; ἰδοὺ γὰρ λέγει ὅτι «οὗτός ἐστι», τὸ ὁρατὸν σημαίνων καὶ ὑποδεικνύων τοῖς ὁρῶσιν, «ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται». καὶ τίς ἔρχεται ἀλλ’ ἢ «ἀνήρ»; οὐδεὶς δὲ τῶν σύνεσιν κεκτημένων ἄνδρα ψιλὸν νομίσειε τὸν κύριον ἡμῶν, ἀλλὰ αἱ ἄνω αἱρέσεις αἱ ἤδη σημανθεῖσαι, οἱ περὶ Κήρινθον καὶ Μήρινθον καὶ Ἐβίωνα. ἀλλὰ μετὰ τοῦ «ἀνὴρ» πάντως ὅτι ἠσφαλισμένως καὶ κύριον αὐτὸν ἴσασιν οἱ ἀληθινοὶ πιστοί, ὡς καὶ Ἰωάννης μαρτυρεῖ «ὃ ἀκηκόαμεν ἀπ’ ἀρχῆς», ἵνα εἴπῃ τὸν ἀπ’ ἀρχῆς ὄντα, τὸν ἀόρατον θεὸν λόγον, ὃν ἠκούσαμεν ἐν θείαις γραφαῖς, ἐν προφήταις καταγγελλόμενον, ἐν οὐρανῷ ἐξυμνούμενον.
καὶ διὰ τοῦτο [τὸ] «ὃ ἐν ἀρχῇ ἠκούσαμεν καὶ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς», ἵνα ἄνω τὸ ἀκηκοέναι θεὸν ὁμολογήσῃ ἐξ ὑπαρχῆς, τὸ δὲ ἑωρακέναι ἄνθρωπον σημάνῃ, ὃν καὶ ὁ βαπτιστὴς Ἰωάννης ἔφη ὅτι «ὀπίσω μου ἔρχεται ἀνήρ»· καὶ τὸ «αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν», ἵνα θεὸν ἄνωθεν σημάνῃ καὶ ἄνθρωπον ὁρατὸν ὑποδείξῃ ἀπὸ Μαρίας γεγεννημένον καὶ ἐκ νεκρῶν ἀναστάντα τέλειον, μὴ ἀποβαλλόμενον τὸ ἅγιον σκεῦος ὃ εἴληφε καὶ τὴν τελείαν αὐτοῦ ἐνανθρώπησιν, ἀλλὰ διὰ τοῦ ἐψηλαφηκέναι τὴν πλευρὰν τόν τε τύπον τῶν ἥλων τὰ τρία ὁμολογήσῃ ἀπαρασαλεύτως. οὕτω μοι καὶ ἐνταῦθα νόει τὸ ὅτι «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ», ἵνα τὴν ἔνσαρκον σημάνῃ παρουσίαν, [καὶ τὸ] ὅτι «πρῶτός μου ἦν,» ἵνα τὴν θεότητα ὑποδείξῃ, «ὅτι πρὸ ἐμοῦ ἐγένετο». «ἐν τῷ κόσμῳ γὰρ ἦν», φησι τὸ ἅγιον εὐαγγέλιον, «καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» 41. Εἰ δὲ ἐν κόσμῳ ἦν πρὸ τοῦ Ἰωάννην γεννηθῆναι καὶ συλληφθῆναι, πρὸ αὐτοῦ γέγονεν ἐν κόσμῳ, οὐ περὶ κτίσεως, οὐ περὶ ποιήσεως σημαίνων, ἀλλὰ κατὰ τὴν χρῆσιν, [καθ’] ἣν ὁμωνύμως εἰώθασιν οἱ ἄνθρωποι λέγειν·
PG 42:265ἐγενόμην ἐν Ἱεροσολύμοις, ἐγενόμην ἐν Βαβυλῶνι, ἐγενόμην ἐν Αἰθιοπίᾳ, ἐγενόμην ἐν Ἀλεξανδρείᾳ, οὐ κτίσιν σημαίνων ἐνταῦθα, ἀλλὰ ἐπίβασίν τε καὶ παρουσίαν. τί γὰρ ἐγενόμην ἐν Βαβυλῶνι ἢ ἐν ἑτέρῳ τόπῳ [σημαίνει], ὅτι ἦλθον. «πρὸ ἐμοῦ οὖν ἐγένετο», ἵνα δείξῃ ἐπὶ τῆς γῆς τὴν τοῦ λόγου ἀεὶ ἐπίβασιν, καὶ τὸ «πρῶτός μου ἦν,» ἵνα δείξῃ τὴν θεότητα ἀεὶ οὖσαν. τὸ δὲ «ὀπίσω μου ἐρχόμενον», ἵνα δείξῃ τὴν σύλληψιν μετὰ τὸν Ἰωάννην. καὶ διὰ τοῦτο «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», ἑτοιμαστικὴ φωνὴ τῆς τῶν ἀνθρώπων ἀκοῆς. πρῶτον γὰρ ἀδιάρθρωτον εἰώθασιν οἱ φωνοῦντες ἀποδιδόναι φωνὴν ἐχήεσσαν, ἀπὸ μήκοθεν καλοῦντες τούς τι ἔχοντας παρ’ αὐτῶν ἀκούειν, καὶ ἐπὰν ἐκεῖνοι τῆς φωνῆς ἀκούσωσι μόνης καὶ δώσωσι τὸν νοῦν τοῦ ἀκούειν καὶ ἑτοιμάσωσι τὴν ἀκοήν, τότε ὁ τὴν ἠχήεσσαν φωνὴν ἀποδοὺς λοιπὸν διαστέλλει τὸν λόγον, ὅνπερ ἠβουλήθη εἰπεῖν. οὕτω καὶ Ἰωάννης φωνὴ ἐγένετο ἑτοιμάζουσα τὴν ἀκοὴν τῶν ἀνθρώπων. οὐ γὰρ ἦν αὐτὸς ὁ λόγος, ἀλλὰ μετ’ αὐτὸν ἦλθεν ὁ λόγος, δι’ ὃν ἡ ἑτοιμαστικὴ φωνὴ γέγονε. καὶ διὰ τοῦτο λέγει «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὰς ὁδοὺς κυρίου».
ἡ γὰρ φωνὴ ἑτοιμάζει, ὁ δὲ κύριος ἐπιβαίνει ταῖς ὁδοῖς ταῖς ἡτοιμασμέναις. καὶ ἡ φωνὴ λαλεῖ [εἰς] τὴν ἀκοήν· ὅταν δὲ ἡ ἀκοὴ σχολάσῃ, τότε ὁ λόγος ἐν τῇ ἀκοῇ καταβάλλεται τῶν δεχομένων. οὐδαμοῦ τοίνυν ἐπιλήψεται Ἄρειος καὶ οἱ ἀπ’ αὐτοῦ τῆς τοῦ θεοῦ ἀληθείας, ἀεὶ καταυγαζούσης καρδίας πιστῶν εἰς τὸ μὴ ἐκτραπῆναι ἀπὸ τῆς ἐν τῷ λόγῳ υἱῷ θεοῦ ἐν ἀληθείᾳ ἀκτίστῳ καὶ ἀγενήτῳ σωτηρίας. 42. Προκοπτόντων δὲ πάλιν ἡμῶν καὶ ἐπὶ τὰς ἑξῆς βαινόντων, οὐδὲν παραλείψομεν τῶν ἄνω προτεταγμένων εἰς ἐπίλυσιν, ἀλλ’ αὖθις πάλιν ἐπιληψόμεθα τῆς ἀκολουθίας. προφασίζονται γὰρ πάλιν ἑτέραν πρόφασιν, τὴν ὑπὸ τοῦ ἁγίου Πέτρου ἐν ταῖς Πράξεσιν εἰρημένην ὅτι «φανερὸν ἔστω ὑμῖν πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε». καὶ λέγουσι πάλιν ὅτι ἐνταῦθα τὸ «ἐποίησε» γέγραπται, καὶ οὐχ ὁρῶσι τὸ ῥητόν [αὐτὸ γὰρ ἑαυτὸ τὸ ῥητὸν ἑρμηνεύει] «τοῦτον γὰρ τὸν Ἰησοῦν», ἵνα σημάνῃ τὴν ἐνανθρώπησιν κυρίου. ἀπὸ τοῦ γὰρ «τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε» φανερόν τί ἐστιν ὅτι ἣν ἐσταύρωσαν σάρκα· σάρκα γὰρ ἐσταύρωσαν.
PG 42:267καὶ διὰ τοῦτο ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου» , ἀλλ’ οὐ τῆς ἐνανθρωπήσεως διορίζων τὴν θεότητα. οὔτε γὰρ ἐκτὸς τῆς ἐνανθρωπήσεως ὑπῆρχεν ἡ θεότης, ὁπηνίκα ἔμελλε πάσχειν, οὔτε ἐν τῷ πάσχειν ἐγκατελείφθη ὑπὸ τοῦ λόγου ἡ ἔνσαρκος παρουσία. ἀλλ’ οὔτε ὁ ἀπαθὴς λόγος πέπονθε τὸ πρότερον [ἀλλ’ ἢ] ἐν σαρκὶ ὢν τῇ πασχούσῃ. ἀληθὲς γάρ ἐστιν ἐπ’ ἀμφοτέρων τὸ ἓν ὄνομα, ἔν τε τῇ θεότητι καὶ ἐν τῇ [ἐν]ανθρωπήσει. Χριστὸς γὰρ ἡ ἐνανθρώπησις αὐτοῦ τοῦ λόγου καὶ Χριστὸς κύριος ἐν αὐτῇ τῇ ἐνσάρκῳ παρουσίᾳ. ἀλλὰ τὸ μὲν παθεῖν ἐν σαρκί, καθὼς εἶπε Πέτρος ὅτι «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί», ἵνα δείξῃ τὴν ἀπάθειαν τῆς θεότητος, καὶ πάλιν «ἀποθανὼν ἐν σαρκί, ζωογονηθεὶς δὲ τῷ πνεύματι». «τοῦτον οὖν τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε», ἵνα μὴ παραλειφθῇ ἡ ἁγία ἔνσαρκος οἰκονομία ἀπὸ τοῦ ἀπαθοῦς καὶ ἀκτίστου λόγου, ἀλλὰ συνενωθῇ ἄνω τῷ ἀκτίστῳ λόγῳ διὰ τοῦτο καὶ «κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησε» τὸ ἐκ Μαρίας συλληφθέν, τὸ ἐν θεότητι συνενωθέν·
οὐ γὰρ ἡ Μαρία θεὸς κατὰ φύσιν, διὰ τοῦτο ἑξῆς τὸ «ἐποίησεν» ἐπιφέρει, ὡς καὶ ὁ ἄγγελος Γαβριήλ φησιν, ἐρωτησάσης αὐτῆς ὅτι «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω» φησί, «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». ὅταν δὲ εἴπῃ «καὶ τὸ γεννώμενον», ἔδειξεν ἀκαταζητήτως περὶ θεοῦ λόγου, ὅτι υἱός ἐστιν ἀναμφιβόλως, οὐ κτισθείς, οὐ ποιηθείς. περὶ δὲ τῆς ἀπὸ Μαρίας ἐνσάρκου οἰκονομίας, μετὰ προσθήκης [τοῦ] «καὶ τὸ γεννώμενον [ἅγιον κληθήσεται υἱὸς θεοῦ» ἔδειξεν ὅτι καὶ τὸ γεννώμενον] [τὸν] Χριστὸν καὶ κύριον ἐποίησεν· ὡς ἐπὶ τοῖς ἄλλαις ῥήσεσι πάντα σαφῶς ἐπληρώθη καὶ οὐδὲν καμάτου περιέχουσιν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται καὶ οὐδεμία ἔστι παρεκτροπὴ τοῖς τῆς ἰδίας ζωῆς ἐπιμελουμένοις. ζῶν γὰρ ὁ λόγος ἀπὸ ζῶντος πατρός, υἱὸς τοῦ πατρός, καὶ οὐ κτιστός. πάντα δὲ ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται, ἵνα μήτε φάντασμα νομισθείη μήτε ὁμοούσιος ἡ σὰρξ τῇ ἄνω θεότητι, ἀλλὰ συνηνωμένη ἡ ἐνανθρώπησις αὐτοῦ εἰς μίαν ἀπάθειαν, μάλιστα μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν.
PG 42:269«οὐκέτι γὰρ ἀποθνήσκει, φησί, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.» ἔστι γὰρ εἷς κύριος, εἷς Χριστός, εἷς βασιλεύς, ἐν δεξιᾷ πατρὸς καθήμενος, τὸ σωματικὸν καὶ πνευματικὸν μία ἕνωσις, μία θεότης πνευματική, τὰ ἀμφότερα φωτεινὰ καὶ ἔνδοξα. ἔτι δὲ ὑπερβήσομαι τὸ ῥητὸν ἱκανῶς ἑρμηνευόμενον νομίζων καὶ ἐπὶ τὰ ἕτερα τῆς αὐτῶν εἰς ἀνατροπὴν τῶν ἀκουόντων ἐπινενοημένης τοῦ λέγειν ἐπιλάβοιμι. 43. Φασὶ γὰρ πάλιν· εἰ ἔστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, πῶς οὐκ οἶδε τὴν ὥραν καὶ τὴν ἡμέραν, ἀλλὰ ἰδίῳ λόγῳ ὁμολογεῖ τοῖς μαθηταῖς μὴ εἰδέναι ἃ ὁ πατὴρ ἐπίσταται, φήσας ὅτι «περὶ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι ἐν οὐρανῷ οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος;» εἰ τοίνυν, φασίν, ὁ πατὴρ οἶδε καὶ αὐτὸς οὐκ οἶδε, πῶς δύναται ἡ αὐτὴ θεότης πατρὸς καὶ υἱοῦ ὑπάρχειν, ὁπότε ἃ οἶδεν ὁ πατὴρ ὁ υἱὸς ἀγνοεῖ;
ὅσα δὲ μυστικῶς καὶ ἐν τῇ ἐνθέῳ αὐτοῦ σοφίᾳ πρὸς ἀσφάλειαν γνώσεως ἀληθεστάτης ὁ μονογενὴς διδάσκων ὑφηγεῖτο, οὗτοι ἀγνοοῦντες τὰ ἀνθρωποπαθῆ, πάντα εἰς ἑαυτῶν βλάβην, ὥσπερ δεινὰ ἑρπετὰ καὶ εἰς ἑαυτῶν λύμην [τὰ] ὑπὸ τοῦ πανούργου θηρευτοῦ δεδελεασμένα ἀφαρπάζουσιν, οὐκ εἰδότες ὅτι τὸ ψεῦδος οὐδαμοῦ σταθήσεται, ἡ δὲ ἀλήθεια πάντη τοὺς ἰδίους αὐτῆς υἱοὺς διορθοῦται καὶ ἐξελέγχει τὸ ψεῦδος. εἴπω[σι] γὰρ ἡμῖν οἱ τὴν κακὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ κεκτημένοι ἀπ’ ἀρχῆς, τί μεῖζον ἐστὶ κατὰ φύσιν καὶ πρὸς τὴν εἴδησιν, ὁ θεὸς ὁ πάντων δεσπότης καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἢ ἡ ἡμέρα ὑπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀγομένη τε καὶ γινομένη καὶ ἡ ὥρα ἐκείνη; πάντως δὲ ἐρωτώμενοι ἀναγκασθήσονται ἀπ’ αὐτῆς τῆς ἀληθείας τὸν πατέρα μείζονα λέγειν, ὡς καὶ ἔστιν. εἰ τοίνυν φάσκει ὁ υἱὸς λέγων «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱόν, εἰ μὴ ὁ πατήρ», ὁ τὸ μεῖζον γινώσκων τουτέστι τὸν πατέρα, πῶς τὸ ἧσσον ἀγνοεῖ; ἀλλὰ ἔστι θεῖα τὰ ῥήματα, πνεύματι ἁγίῳ λεγόμενα, ἄγνωστα δὲ τοῖς μὴ εἰληφόσι πνεύματος ἁγίου δωρεὰν καὶ χάριν.
τοιοῦτοι γὰρ ὄντες οἱ προειρημένοι, ἄστατον ἔχοντες καὶ τὸ φρόνημα ἠλίθιόν τε τὴν διάνοιαν, εἰς ἐπιβλαβεῖς καὶ εἰς ἥσσονας παρεκτροπὰς ὀλισθαίνουσαν. 44. Προϋπαντήσεται γὰρ αὐτοῖς τὸ ὑπ’ αὐτοῦ τοῦ κυρίου εἰρημένον ὅτι «γίνεσθε ἕτοιμοι, [ἔστωσαν] αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ αἱ λαμπάδες ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔσεσθε ὡς καλοὶ δοῦλοι, προςδοκῶντες τὸν ἴδιον δεσπότην. ὡς γὰρ λῃστὴς ἐν νυκτί, οὕτως παραγίνεται ἡ ἡμέρα». καὶ ὁ ἅγιος ἀπόστολός φησιν «οὐκ ἐστὲ σκότους τέκνα, ἀλλὰ ἡμέρας, ἵνα ἡ ἡμέρα ὑμᾶς μὴ ὡς κλέπτης καταλάβῃ». εἰ τοίνυν οἱ υἱοὶ τῆς ἡμέρας οὐχ ὑπὸ σκότους καλύπτονται, ἀλλὰ ἕτοιμοι γίνονται, ὅτι «ᾗ οὐκ οἴδασιν ἡμέρᾳ καὶ ᾗ οὐ προσδοκῶσιν ὥρᾳ ὁ δεςπότης αὐτῶν παραγίνεται,» ἄρα οὐ διαλλάξει παρὰ τοὺς αὐτοῦ δούλους καὶ υἱοὺς τῆς ἡμέρας [ὁ] διὰ τὴν αὐτοῦ φωτεινὴν ὑπόστασίν τε καὶ θεότητα αὐτὸς αἴτιος αὐτοῖς τούτων τυγχάνων; ἢ ὅτι ὡς οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ μὴ ἑτοιμασθέντες καταληφθήσεται ἀγνοῶν καὶ ὑπ’ ἐλαττώσει τυγχάνων;
PG 42:271τίς δὲ [μὴ] μεμηνὼς ταῦτα περὶ κυρίου λογίσαιτο, ὅτι αὐτὸς ἔσται ὡς οἱ ὑπ’ αὐτοῦ δεσποζόμενοι ἄνθρωποι καὶ μεμαθητευμένοι ἢ ὡς οἱ χείρους διὰ τὴν αὐτῶν ἀνετοιμασίαν καὶ ἄγνοιαν; καὶ τὸ ὅλον ἐστὶν ἠλίθιον. εἰ τοίνυν ταῦτα οὐ δύναται πληροῦσθαι, ὁ δὲ λόγος παρεκτεινόμενος ἀντίθετος τῇ χρήσει εὑρεθήσεται, ἄρα ζητητέον ἐστι, τίνα τὸν λόγον εὕρωμεν, ἵνα ἀναντιθέτως τῶν ἀμφοτέρων σῳζομένων μὴ ἐκτραπῶμεν τῆς ἀληθείας. ἀδύνατον γὰρ τὸν κύριον ψεύδεσθαι καὶ ἀδύνατον αὐτὸν μάτην τὰς ἐξηγήσεις εἰς ἡμετέραν ζωὴν ποιεῖσθαι. γινώσκει τοίνυν ὁ πατήρ, γινώσκει ὁ υἱός, γινώσκει τὸ ἅγιον πνεῦμα. οὐδὲν γὰρ ἐν πατρὶ διηλλαγμένον παρὰ τὸν υἱόν, οὐδὲ ἐν υἱῷ παρηλλαγμένον παρὰ τὸ πνεῦμα, ὡς ἐν ἑκάστῃ τῶν προειρημένων αἱρέσεων ἐν χρείᾳ καταστάντες ἀπεδείξαμεν ἐξ ἀληθινῶν συστάσεων τὴν τριάδα εἶναι μίαν θεότητα καὶ μηδὲν ἔχειν ἐν ἑαυτῇ παρηλλαγμένον, ἀλλὰ τὸ πᾶν τελειότης, τρία τέλεια, μία δοξολογία καὶ μία κυριότης. 45. Ἀλλ’ ἐρεῖς μοι· τίνι τοίνυν τῷ λόγῳ εἴρηκε τοῦτο; καὶ ἤδη μὲν ἄλλῃ μοι περὶ τοῦ λόγου τούτου πέφρασται. οὐδὲν δὲ κωλύσει τοῖς αὐτοῖς προσθεῖναι καὶ τὰ αὐτὰ ἀληθινὰ ῥήματα λέγειν·
«ἐμοὶ μὲν οὐκ ὀκνηρόν,» τοῖς δὲ ἐντυγχάνουσιν «ἀσφαλὲς ἔσται», τοῖς δὲ [δι’] ἐναντίας εἰς ἔλεγχον. ἡ γὰρ ὑπόθεσις τοῦτον ἔχει τὸν τρόπον. τρία γὰρ τάγματα ἐν ταὐτῷ ὑπεισήνεγκεν ἐν μέσῳ, πατέρα καὶ ἑαυτὸν καὶ πάντας ἀγγέλους ἐν οὐρανῷ. καὶ τῷ μὲν πατρὶ ἀπέδωκε τὸ εἰδέναι, οὐ μόνον εἴδησιν ὑποδεικνύων καὶ γνῶσιν, ἀλλὰ καὶ τὰ ἀεὶ παρὰ πατρὶ καὶ παρὰ υἱῷ ἀναμφιβόλως κεκρατυμμένα τε καὶ γεγενημένα καὶ εἰργασμένα. καὶ ὁ μὲν πατὴρ οἶδε τὴν ἡμέραν, [ἅμα] οἶδεν αὐτὴν καὶ εἰργάσατο καὶ πέπραχε καὶ ἔκρινεν, ὡς ἔφη ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὅτι «ὁ πατὴρ οὐδένα κρινεῖ, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ». ἐν γὰρ τῷ δεδωκέναι κέκρικεν· κρίνας τοίνυν ἔγνω· γνοὺς οἶδε πότε ἔρχεται. «ὁ γὰρ μὴ πιστεύων εἰς τὸν υἱὸν ἤδη κέκριται», οὐ τῆς κρίσεως παρελθούσης, ἀλλὰ τῶν τότε μελλόντων ἔσεσθαι ἤδη ἀποδεικνυμένων, ὡς καὶ ἐπὶ τούτῳ τὸ τοιοῦτον πληροῦται. οἶδε γὰρ ἡ γραφὴ εἴδησιν καὶ εἴδησιν, ὡς καὶ πολλάκις εἰς τὸ συνεκτικὸν κατερχόμενοι ἀπὸ ὁμοιωμάτων καὶ παραδειγμάτων τῶν ἤδη πεπραγματευμένων τὴν σαφήνειαν καὶ τὴν φράσιν ἑκάστης ὑποθέσεως παριστῶντες οὐ διελείψαμεν. 46.
PG 42:273[Ἀνα]λάβωμεν τοίνυν ἐξ ὑπαρχῆς αὖθις καὶ περὶ τούτων εἴπωμεν. τί φατέ, ὦ οὗτοι; ᾔδει Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ πρὸ τῆς παρακοῆς καὶ παραβάσεως ἢ οὐκ ᾔδει; καὶ οὐ δύνασθε ἀντειπεῖν τῇ ἀληθείᾳ. ἐὰν γὰρ μὴ θελήσητε ὀρθοποδῆσαι πρὸς τὸν τοιοῦτον νοῦν ἐλεγχθήσεσθε. «ἦσαν γάρ» φησι «γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο». γυμνῶν δὲ αὐτῶν ὄντων καὶ οὐ τυφλωττόντων . οὔτε γὰρ τοῦτο ἀρνήσασθαι δύνασθε, μὴ βλέποντας αὐτοὺς ὁμολογῆσαι. «εἶδε» γάρ, φησιν, «Εὔα τὸ ξύλον ὅτι καλὸν εἰς βρῶσιν καὶ ὡραῖον τοῦ κατανοῆσαι.» ἄρα γοῦν εἶδον καὶ ᾔδεισαν. εἰδότες δὲ καὶ ὁρῶντες ἀλλήλους ἐπεγίνωσκον. ἦν [δὲ] μετὰ πολὺν χρόνον [ὅτε] φησὶν ἡ γραφή, «καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ». ἀλλὰ τὴν μὲν πρώτην εἴδησιν καὶ βλέψιν περὶ εἰδήσεως δι’ ὁράσεως συνισταμένης λέγει καὶ διὰ ἐννοίας, περὶ δὲ τῆς δευτέρας γνώσεως περὶ εἰδήσεως διὰ χρήσεως ἀπαγγέλλει· ὡς καὶ περὶ Δαυὶδ γηράσαντος λέγει ἡ θεία γραφή· «καὶ ἐγήρασε Δαυὶδ καὶ οὐκ ἐθερμαίνετο, καὶ εἶπον αὐτοῦ οἱ παῖδες αὐτῷ·
ζητηθήτω τῷ βασιλεῖ παρθένος, καὶ εὑρέθη Ἀβισὰκ ἡ Σωμανῖτις.» καί φησιν «ἔθαλπεν αὐτὸν, καὶ συνεκοιμᾶτο αὐτῷ, καὶ οὐκ ἔγνω αὐτὴν Δαυίδ». τὴν σύσσωμον καὶ σύμπλευρον πῶς οὐκ ᾔδει; ἀλλ’ ἐνταῦθα εἴδησιν οὐ τὴν δι’ ἐννοίας διηγεῖται, ἀλλὰ τὴν διὰ χρήσεως. καὶ γὰρ καὶ ἐπὶ τοῦ Ἰακώβ· ὅτι μὲν γὰρ ἑπτὰ ἔτη ἐτύγχανε ποιμαίνων μετὰ Ῥαχὴλ καὶ Λείας, καὶ ᾔδει αὐτάς. ὅτε δὲ περὶ τῆς συναφείας τῆς τοῦ σεμνοῦ αὐτῶν γάμου διηγεῖται, φησίν «ἔγνω Λείαν τὴν γυναῖκα αὐτοῦ». ὅτι ἡ μὲν πρώτη εἴδησις δι’ ἐννοίας ἦν καὶ δι’ ὁράσεως, ἡ δὲ δευτέρα γνῶσις καὶ εἴδησις διὰ χρήσεως καὶ ἐνεργείας. οὕτω καὶ ἐν τῇ θείᾳ γραφῇ «ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ», οὐχ ὡς ἀγνοοῦντος τοὺς μὴ ὄντας, ἀλλὰ τὸ ἐνεργὲς τῆς τοῦ κυρίου ἀντιλήψεως σημαίνει. καὶ «ἀπόστητε ἀπ’ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας, οὔπω ἔγνων ὑμᾶς». ἆρα οὐκ ᾔδει αὐτοὺς κατὰ εἴδησιν; ἀλλ’ ἐπειδὴ οὐκ ἦσαν ἄξιοι αὐτοῦ, τὸ πρακτικὸν ἀπ’ αὐτῶν ἀναιρεῖ. καὶ ἐν ἄλλῳ τόπῳ «ὑμᾶς ἔγνων ἐκ πάντων ἐθνῶν».
ἆρα γὰρ τὰ ἔθνη πάντα καὶ ὁ ἀριθμὸς πάσης ἀνθρωπότητος ἀπὸ τῆς αὐτοῦ γνώσεως παραλέλειπται, καὶ οὐχὶ μᾶλλον αἱ τρίχες ἑκάστης κεφαλῆς ἀνθρώπου, τῶν τε αὐτῷ δουλευόντων καὶ τῶν αὐτῷ ἀπειθούντων, [ὑπ’ αὐτ]οῦ γινώσκονται; καὶ «ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός». ἆρα γὰρ ἀγνοεῖ τὰς ἐξ ἀριστερῶν; καὶ πόσα ἐστὶ τοιαῦτα εἰπεῖν περὶ εἰδήσεως καὶ εἰδήσεως; 47. Οὕτω καὶ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. ἐπειδὴ γάρ [φησιν] «ὁ πατὴρ τὴν κρίσιν δέδωκε τῷ υἱῷ», τὴν τῆς γνώσεως καὶ χρήσεως γνῶσιν ἀπέδωκεν ἤδη τῷ πατρί. ὅτι «οὐδεὶς οἶδε τὴν ἡμέραν εἰ μὴ ὁ πατήρ» κατὰ δύο τρόπους· ὅτι οἶδε, πότε ἔρχεται [καὶ γὰρ ἐπὶ τῇ αὐτοῦ ἐξουσίᾳ ἡ ἡμέρα καὶ ὥρα ἔρχεται], καὶ οἶδεν αὐτὴν [κατὰ πρᾶξιν]· ἤδη γὰρ πέπρακται αὐτῷ, παραδεδομένη ἡ κρίσις τῷ μονογενεῖ. οὕτω καὶ ἐν τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ, θεῷ ὄντι καὶ μηδὲν ἀπὸ πατρὸς παρηλλαγμένῳ, ἡ αὐτὴ εἴδησις. αὐτὸς γὰρ οἶδεν αὐτήν, καὶ αὐτὸς ἄγει αὐτὴν καὶ φέρει καὶ τελεῖ καὶ κρίνει καὶ ἄνευ αὐτοῦ οὐκ ἔρχεται. οὔπω δὲ ἔγνω αὐτὴν κατὰ πρᾶξιν, τουτέστιν οὔπω ἔκρινεν.
PG 42:275ἔτι γὰρ ἀσεβεῖς ἀσεβοῦσι καὶ ἄδικοι πλεονεκτοῦσι καὶ πόρνοι καὶ μοιχοὶ καὶ εἰδωλολάτραι ἀνομοῦσι καὶ ὁ διάβολος ἐνεργεῖ καὶ αἱρέσεις ἐπανίστανται καὶ ἡ πλάνη ἐργάζεται, ἕως ἐνέγκῃ αὐτὴν τὴν ἡμέραν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ καὶ τὸ δίκαιον ἑκάστῳ ἀπονείμῃ· καὶ γνώσεται αὐτήν, τουτέστι πράξει αὐτὴν δυνάμει. καὶ ἐν μὲν πατρὶ κατὰ δύο τρόπους πεπλήρωται, ἐν δὲ τῷ υἱῷ κατὰ εἴδησίν ἐστι καὶ οὐκ ἀγνοεῖται, κατὰ δὲ πρᾶξιν οὔπω ἐτελέσθη, ἐπειδὴ οὔπω κέκρικεν. ἀπὸ δὲ τῶν ἁγίων ἀγγέλων κατὰ δύο τρόπους παραλέλυται, καὶ ἐν τῷ μηδέπω κατὰ πρᾶξιν ἐγνωκέναι αὐτούς, τουτέστιν ἐπιτελέσαι. οὔπω γὰρ προσετάχθησαν ἐξελθεῖν καὶ συναγαγεῖν τοὺς ἀσεβεῖς, ὡς τὰ ζιζάνια, δεσμὰς δεσμάς, καὶ ἑτοιμάσαι εἰς τὸ πῦρ κατακαῆναι. καὶ ὁρᾶτε, ὦ ἀγαπητοὶ καὶ τοῦ θεοῦ δοῦλοι, ὅτι μάτην ἕκαστος τῶν κατά τινα πρόληψιν ἑαυτοῖς τὰ δεινὰ ἐπισπωμένων ἐστρατεύσατο, διαφόρως ἕκαστος καθ’ ἑαυτοῦ εἰς τὸν υἱὸν τοῦ θεοῦ τὰ ἥσσονα καὶ ἠλαττωμένα βλασφημεῖν ἐπιχειροῦντες. 48. Ἀλλὰ καὶ ταύτης ἱκανῶς τὴν φράσιν πεποιημένοι ἐπ’ ἄλλας πάλιν αὐτῶν λέξεις δῶμεν τὸν νοῦν σὺν τῇ τοῦ θεοῦ δυνάμει.
οἱ γὰρ γεννάδαι καὶ εἰς πάντα εὔτολμοι, καίτοι γε ὁμολογοῦντες οὐχὶ κατὰ τοὺς Μανιχαίους οὐδὲ κατὰ ἄλλας πολλὰς αἱρέσεις, ἀλλὰ κἂν τὸ κατὰ σάρκα ἀληθὲς κατέχοντες, καὶ αὐτὸ δὲ ἐλλιπῶς καὶ οὐ πληρέστατα· ὁμολογοῦσι γὰρ τὸν σωτῆρα σάρκα ἀληθινῶς ἐσχηκέναι, ἀκούοντες δὲ ἀπ’ αὐτοῦ τοῦ εὐαγγελίου ὅτι κέκμηκεν ἐκ τῆς ὁδοιπορίας, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοιμήθη, καὶ ἀνέστη, ταῦτα πάντα συνάξαντες εἰς τὴν θεότητα ἀναφέρουσι τὴν αὐτοῦ, βουλόμενοι τὴν θεότητα αὐτοῦ ὡς ἐκ τῶν τοιούτων ὑποθέσεων ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας. ὅτι «εἰ ἔστι» φησίν «ἐκ τοῦ πατρός, τοῦ πατρὸς μὴ κοπιῶντος μηδὲ διψῶντος μήτε πεινῶντος, καθὼς ἡ θεία γραφὴ λέγει, οὐ κοπιάσει οὐδὲ πεινάσει οὐδὲ διψήσει οὔτε ὑπνώσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ· τούτων δὲ οὕτως εἰς τὸν υἱὸν τελειωθέντων, ἀλλότριος ἄρα,» φησίν, «ὑπάρχει τῆς τοῦ πατρὸς οὐσίας τε καὶ φύσεως.» καὶ ὅτι μὲν ταῦτα εἰς τὸν μονογενῆ οὐκ ἐπληροῦτο πρὸ τῆς ἐνσάρκου παρουσίας, καὶ αὐτοὶ ὁμολογήσουσιν·
PG 42:277ὅταν δὲ ὁμολογήσωσιν ἀναγκαζόμενοι, ἔλθωσι δὲ εἰς τὰ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ τετελειωμένα καὶ ἀκούσωσι διόπερ ἔλαβε σῶμα, διὰ τοῦτο ταῦτα εὐλόγως ἐπετέλει, ἐνδιδοὺς ὥσπερ ἡνίοχος τῷ ἅρματι εἰς τὰς εὐλόγους χρείας, ὅτι κατὰ ἀλήθειαν σάρκα ἐνεδύσατο καὶ οὐ κατὰ δόκησιν, τότε φάσκουσι μὴ ἐκ σαρκὸς εἶναι ταῦτα μόνης. 49. Καὶ γὰρ τῷ μὲν ὄντι καθ’ ἑαυτὴν οὔτε διψήσει οὔτε κοπιάσει. οὐκ ἴσασι δὲ οἱ τὴν ὁδὸν καταλελοιπότες καὶ ἐπὶ τὰς ἐναντίας τρίβους ἐκτραπέντες ὅτι οὐ μόνον σάρκα ὁ υἱὸς τοῦ θεοῦ ἔλαβεν ἐλθών, ἀλλὰ καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου διὰ πνεύματος ἁγίου [ἀληθῶς γεννηθείς]. οὐ βούλονται καταδέξασθαι ψυχὴν αὐτὸν εἰληφέναι διὰ τὸν τοιοῦτον πρὸς αὐτοὺς ἔλεγχον, ὅπερ ἐστὶν εὐχερέστερον ἁπάντων πρὸς ἀντίθεσιν τῆς αὐτῶν ματαιολογίας.
αὐτὸς γὰρ ὁμολογεῖ ἀληθὴς θεὸς [[ὁ] λέγων περὶ αὐτοῦ, ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια»] ὅτι «ἡ ψυχή μου τετάρακται» καὶ «περίλυπός ἐστιν ἡ ψυχή μου» καὶ «ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ λαβεῖν αὐτήν», [καὶ] ἵνα δείξῃ ἑαυτὸν θεὸν μὲν εἶναι ἔχοντα τὴν ἐξουσίαν . ἀνθρώπου γὰρ οὐκ ἔστιν οὗτος ὁ λόγος· οὐδεὶς γὰρ ἔχει ἐξουσίαν τοῦ θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ λαβεῖν αὐτήν. ὅταν δὲ περὶ ψυχῆς διηγεῖται, δείκνυσιν ἑαυτὸν ἀληθινῶς ἐνανθρωπήσαντα καὶ μὴ δοκήσει. καὶ πάλιν «ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων»· καὶ ἵνα δείξῃ ἀληθινὰ ταῦτα ὄντα, ἐπὶ τοῦ σταυροῦ ἔλεγε τῷ πατρὶ «εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου» καὶ «ἐλθόντων, φησί, τῶν στρατιωτῶν, εὗρον αὐτὸν ἤδη ἐκπεπνευκότα». καὶ πάλιν «καὶ κράξας φωνῇ μεγάλῃ» εἶπεν «ἠλὶ ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» ὡς ἤδη καὶ ταύτην τὴν δύναμιν τοῦ λόγου ἐφράσαμεν καὶ «ἐξέπνευσε» φησὶ τὸ εὐαγγέλιον.
τὸ δὲ «ἐξέπνευσε» καὶ «εἰς χεῖράς σου» καὶ τὸ «ἡ ψυχή μου τετάρακται» καὶ τὰ ἄλλα πάντα τῆς ἀληθείας λεγούσης, τίς [οὕτως] ἠλίθιος εἴη πεισθῆναι μὲν τοιούτῳ ἐργαστηρίῳ ἀνθρώπων μυωπαζόντων καὶ ὀνειροπολουμένων καὶ καταλεῖψαι αὐτὰς τὰς τοῦ θεοῦ λόγου εὐλόγους ῥήσεις τῆς ἀληθείας; 50. Ἀλλὰ λοιπὸν λεξιθηροῦντες τὰ καλῶς καὶ ὀρθῶς εἰρημένα ἀπὸ ἑκάστης γραφῆς, δίκην πειρατῶν ἀνδρῶν σώματα ὑγιῆ ἀκρωτηριαζόντων, μαρτυρίᾳ τινὶ κέχρηνται, ᾗ τροπικώτερον πολλάκις ἡ γραφὴ κεχρημένη διηγεῖται. καὶ τὸ μὲν τροπικῶς εἰρημένον ἀληθείᾳ φέρειν εἴωθαν, τὸ δὲ ἀληθῶς καὶ ἀπαρεμφάτως κεκηρυγμένον εἰς ἕτερον πρόσωπον ἀλληγοροῦσιν. εὐθὺς γὰρ ἀναπηδῶσιν ἀπὸ τοῦ ἁγίου Ἠσαί̈ου φέροντες ῥῆσιν ὅτι ἐκ προσώπου τοῦ πατρὸς εἴρηται, ὅτι «ἰδοὺ συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ’ ὃν εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου», ὡς τοῦ πατρὸς εἶναι ταύτην τὴν λέξιν. καὶ γὰρ ἀληθές. «πῶς οὖν; καὶ ὁ πατήρ, φησί, ψυχὴν εἴληφεν;» ἐὰν δὲ εἴπωμεν ὅτι «μὴ γένοιτο», τί οὖν, φησίν, ἀλλ’ ὅτι τροπικώτερον εἴρηται; ἄρα οὖν, φασίν, καὶ τὸ ἀπὸ τοῦ υἱοῦ εἰρημένον τροπικώτερον εἴρηται.
PG 42:279καὶ νομίζουσιν ἐν τούτῳ κατὰ τῆς ἀληθείας [εὑρίσκειν] θηρᾶσθαι πρόφασιν, ὅπερ αὐτοῖς οὐ δοθήσεται. ἀκαλλώπιστος γὰρ οὖσα ἡ ἀλήθεια καθ’ ἑαυτὴν ἕστηκε, μήτε ἡττωμένη μήτε καλλωπισμοῦ ἐπιδεομένη. ἴδωμεν γὰρ τῶν ἀμφοτέρων τὴν δύναμιν. εἰ μὲν γὰρ ὁ πατὴρ ἦλθεν εἰς σῶμα καὶ σάρκα ἐνεδύσατο καὶ εἴρηκε τὸν λόγον τοῦτον, ἀληθινῶς ψυχὴν ἔσχεν. εἰ δὲ σάρκα ὁ πατὴρ οὐκ ἐνεδύσατο, εἴρηκε δὲ ὅτι «ἡ ψυχή μου», τροπικῶς τοῦτο περὶ τοῦ θεοῦ ᾄδεται, ἵνα ἐνασφαλίσηται τὸ γνήσιον καὶ δείξῃ τὴν πρὸς τὸν υἱὸν γνησιότητα. ἀλλ’ οὐκέτι περὶ τοῦ υἱοῦ τὰ αὐτά ἐστιν ἐν τούτῳ λέγειν. ὁ μὲν γὰρ πατὴρ οὐκ ἔλαβε σάρκα, ὁ δὲ υἱὸς ἐνεδύσατο σάρκα. ὁ πατὴρ ἄνθρωπος οὐ γέγονεν, ὁ δὲ υἱὸς γέγονεν ἄνθρωπος. τὸ ὅμοιον γὰρ ἐπὶ τῷ πατρὶ ῥητέον. ὡς γὰρ ἐνταῦθα λέγει «ἠγάπησεν αὐτὸν ἡ ψυχή μου». οὕτως λέγει «εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου», καὶ «ἡ καρδία μου πόρρω ἀπέχει ἀπ’ αὐτῶν». εἰ τοίνυν διὰ τὸ τροπικώτερον εἰρῆσθαι, ὅτι ἠγάπησεν ἡ ψυχή μου, δεχόμεθα τὸ περὶ ψυχῆς, ἄρα γοῦν καὶ τὸ περὶ καρδίας τροπικώτερον εἴρηται. καὶ δῆλον ὅτι καὶ παντὶ τῷ σύνεσιν κεκτημένῳ σαφὲς εἴη.
εἰ τοίνυν τροπικῶς λέγει περὶ ψυχῆς ὁ πατὴρ καὶ περὶ καρδίας ἧς οὐκ ἔλαβεν [οὐ γὰρ ἐφόρεσε σάρκα], τροπικώτερον εἰς τὸν πατέρα τὰ τοιαῦτα ἀναλογεῖται. οὐκέτι δὲ ταὐτὸν περὶ τοῦ υἱοῦ ἡγητέον· ὁ υἱὸς γὰρ ἔλαβε σάρκα καὶ πᾶσαν τὴν ἀνθρωπείαν θέσιν. 51. Ἔσται γὰρ τοῦτο ἐναντίον τῷ περὶ υἱοῦ τροπικώτερον λέγοντι [περὶ τῆς] ἐκ προσώπου [τῆς] ἐνανθρωπήσεως, κἂν ἔν τινι μέρει λόγου γενομένης ὑποθέσεως διὰ τὸ ἀληθινῶς ἐνανθρωπῆσαι. εἰ γὰρ ἀλληγορεῖται τὸ περὶ ψυχῆς υἱοῦ καὶ τροπικώτερον περὶ αὐτῆς ὑποληπτέον, ἄρα καὶ περὶ καρδίας τοιαῦτα λελέχθω. καὶ δώσομεν λοιπὸν τὰ πάντα δόκησιν εἶναι καὶ οὐκ ἀλήθειαν. τροπικῶς [ἄρα] εἴρηται καὶ περὶ σαρκὸς κατὰ τὸν φιλόνεικον Ἀρείου λόγον καὶ οὐκέτι καρδίαν ἔσχεν ἐλθὼν ὁ λόγος οὔτε ἧπαρ οὔτε σάρκα οὔτε ἔγκατα οὔτε ὀστέα οὔτε τι τῶν τοιούτων, ἀλλὰ πάντα λοιπὸν ἀλληγορεῖται καὶ τροπικώτερον λέγεται· ἢ ὅτι ὅλως φυρτὸν ἔλαβε σῶμα, μηδὲν τῶν ἐντοσθίων ἔχον. πῶς οὖν ἤσθιε καὶ ἔπινεν; ἀλλὰ ἄπαγε.
PG 42:281εἰ δὲ ὁ πατὴρ λέγει καρδίαν καὶ ψυχήν, δύναται δὲ εἰς αὐτὸν ἀλληγορεῖσθαι καὶ τροπικῶς λέγεσθαι, καὶ εἰς τὸν υἱὸν τροπικῶς, διὰ τὸ ἀρνεῖσθαι αὐτὸν εἰληφέναι ψυχήν. εἰ δὲ τὸ περὶ καρδίας πιεζόμενοι οὐ δύνανται ἀρνήσασθαι, διὰ τὸ ὁμολογεῖσθαι παρ’ αὐτῶν πᾶσαν τὴν θέσιν τοῦ σώματος τὸν κύριον εἰληφέναι, ἀπὸ τοῦ [ὁμολογεῖσθαι] καρδίαν καὶ καρδίαν, τὴν μὲν ἀληθινῶς ὁμολογουμένην, τὴν δὲ ἀλληγορουμένην, οὕτω καὶ περὶ ψυχῆς ὁ λόγος ἀληθὴς ὑπάρχει καὶ οὐκ ἀλληγορεῖται οὔτε τροπικῶς λέγεται. οὔσης δὲ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως ἐν παντὶ τετελειωμένης, σώματι καὶ ψυχῇ καὶ νῷ καὶ καρδίᾳ καὶ εἰς πάντα ὅσα ἐστὶν ἄνθρωπος χωρὶς ἁμαρτίας, γέγονε [δὲ] αὐτῷ τὰ ἀνθρώπινα εὐλόγως πράττεσθαι καὶ ἐν θεότητι τελείως ἐν σωτηρίᾳ ἐπιτελεῖσθαι· οὐκέτι ἡ αὐτοῦ θεότης ἀδοξήσει παρὰ τὴν τοῦ πατρὸς τελειότητα, ἀλλὰ διὰ τὴν ἔνσαρκον ἐνανθρώπησιν καὶ τὸ διψῆσαι καὶ τὸ πεινᾶσαι καὶ τὸ πιεῖν καὶ ἐσθίειν καὶ τὸ ὑπνοῦν καὶ ἀδημονεῖν πληρωθήσεται, ἀπαθοῦς οὔσης τῆς αὐτοῦ θεότητος. καὶ διέπεσεν αὐτῶν πάλιν ὁ περὶ τούτου λόγος, ἐπειδὴ ἦλθεν εἰς σάρκα θεὸς ὤν. 52.
Λεγόντων αὐτῶν ὅτι εἰ ἦν ἐκ τοῦ πατρός, πῶς εἰς σάρκα ἦλθεν; φήσειεν ἄν τις πρὸς αὐτούς, περὶ τῶν ἀγγέλων τί φατε; παντί τῳ δῆλόν ἐστιν ὅτι ὁμολογοῦσι τοὺς ἀγγέλους ὑπὸ τοῦ υἱοῦ γεγονέναι. καὶ γὰρ καὶ περὶ τοῦ πνεύματος βλασφημοῦσι καὶ τολμῶσι λέγειν κεκτίσθαι ὑπὸ τοῦ υἱοῦ, ὅπερ ἐστὶν ἄκτιστον ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. εἰ οὖν εἰς τὸ πνεῦμα τὸ ἅγιον τολμῶσι τοῦτο λέγειν, πόσῳ γε μᾶλλον περὶ τῶν ἀγγέλων οὐ δυνήσονται ἀρνήσασθαι ὅτι ἐκ τοῦ μονογενοῦς ἐσχήκασι τὸ εἶναι κεκτισμένοι γεγονότες; εἰ τοίνυν οἱ ὑπ’ αὐτοῦ γεγονότες ἄγγελοι πνευματικοὶ μὲν γεγονότες, πλὴν κτίσματα αὐτοῦ ὄντες καὶ ὑποβεβηκότες πολὺ ἀπείρως τῆς αὐτοῦ οὐσίας, ὡς ἔργον αὐτοῦ ὄντες, ὅμως σάρκα μὴ εἰλήφασι, τί ἐροῦμεν; ἆρα μείζους εἰσὶ τοῦ υἱοῦ ὑπ’ αὐτοῦ κτισθέντες; ἢ καὶ τὸ πνεῦμα τὸ ἅγιον; διὰ τί μὴ εἰς σάρκα ἦλθε καὶ σάρκα ἐφόρεσε καὶ ἐνηνθρώπησεν, ἢ τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἤ τις τῶν ἀγγέλων;
οὐ γὰρ πάντως διὰ τὸ ἠλαττῶσθαι τὸν υἱὸν παρὰ τὸν πατέρα, τούτου ἕνεκα σάρκα ἐνεδύσατο, [ἐπεὶ ἂν ὤφειλον καὶ οἱ ἄγγελοι πάντως σάρκα ἐνδύσασθαι ἢ καὶ τὸ πνεῦμα], ἀλλ’ ἐπειδὴ [ἡ] σοφία ὢν τοῦ πατρὸς καὶ δύναμις καὶ λόγος αὐτὸς τὰ πάντα ἐδημιούργησε σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι, ἵνα δείξῃ ὅτι τὸ αἴτιον ὁ Ἀδὰμ τῆς παραβάσεως οὐκ ἀπὸ τοῦ πεπλακέναι οὐδὲ ἀπὸ τοῦ πεποιηκέναι τὸ ἁμαρτὲς ἢ τὸ τῆς παρακοῆς ἔσχεν, ἀλλ’ ἀπὸ ἰδίας προαιρέσεως, ἵνα τὴν δικαίαν κρίσιν εἰς τέλος διεξαγάγοι, ὡς εἶπεν ὁ Ἠσαί̈ας «κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἐξαγάγοι τὴν κρίσιν εἰς νῖκος, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι», καθάπερ καὶ Δαυὶδ περὶ αὐτοῦ εἴρηκε τὸ «καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε». ἐκρίθη γάρ, ἵνα κρίνων δικαίως φράξῃ τὰ στόματα τῶν μελλόντων ἀντιλέγειν. οὐ γὰρ δυνήσεταί τις ἀντιλέγειν τῇ αὐτοῦ δικαίᾳ κρίσει. ἐφόρεσε γὰρ τὸ σῶμα, ἄχραντον αὐτὸ συντηρήσας.
PG 42:283οὐ γὰρ ὃ γέγονεν ἐν τῷ ἀνθρώπῳ ἀπ’ ἀρχῆς τουτέστιν ἐν τῷ Ἀδάμ, πάντως εἰς τοῦτο ἐκ τοῦ δημιουργοῦ, τοῦ ἀναιτίου τῆς τοῦ Ἀδὰμ ἁμαρτίας, τὸ ἁμαρτεῖν γέγονε καὶ διὰ τοῦτο ἥμαρτεν, ἀλλὰ τὸ αὐτεξούσιον αὐτῷ ἀπέδωκεν καὶ αἴτιος ἑαυτῷ ἕκαστος γίνεται ἁμαρτίας. διά τοι τοῦτο ἀναίτιος [ὢν] ὁ δημιουργὸς θεὸς λόγος, ὁ σὺν πατρὶ κτίσας τὸν ἄνθρωπον καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἀθάνατος καὶ ἄχραντος, ἰδίᾳ δοκήσει ἀρρήτῳ τινὶ σοφίας μυστηρίῳ ἐνηνθρώπησε, τελείως τὰ πάντα ἀναδεξάμενος ὑπὲρ τοῦ ἰδίου πλάσματος δι’ ὑπερβολὴν φιλανθρωπίας, οὐ μετὰ ἀνάγκης, ἀλλ’ ἑκουσίᾳ γνώμῃ, ἵνα «ἐν τῇ σαρκὶ κατακρίνῃ τὴν ἁμαρτίαν» καὶ ἐπὶ τῷ σταυρῷ διαλύσῃ τὴν κατάραν καὶ ἐν τῷ μνήματι καταφαίρετον ποιήσῃ τὴν φθορὰν καὶ ἐν τῷ Ἅιδῃ σὺν τῇ ψυχῇ κατελθὼν ἐν τῇ θεότητι κλάσῃ «τὸ κέντρον τοῦ θανάτου» καὶ διαλύσῃ τὴν πρὸς τὸν Ἅιδην διαθήκην.
οἱ δὲ ἀχάριστοι παντάπασι τὰ ἀγαθὰ εἰς κακὰ μετατρέποντες, ἀνθ’ ὧν εὐχαριστῆσαι [ἔδει] τῷ φιλανθρώπῳ καὶ τελείῳ καὶ ἀγαθῷ ἐξ ἀγαθοῦ πατρὸς ὑπάρχοντι οὐκέτι εὐχαριστοῦσιν, ἀλλ’ ἀχαριστοῦσι μᾶλλον, πάθη τῇ αὐτοῦ θεότητι προσάπτοντες, ἃ μὴ δύνανται συνιστᾶν, τῆς ἀληθείας φανερᾶς πᾶσιν ὑπαρχούσης. 53. Καὶ τούτων οὕτως ἑρμηνευομένων πάλιν ἐπ’ ἄλλας λέξεις ἐφεξῆς ἐλεύσομαι. λέγουσι γὰρ τὸ ῥητὸν τοῦ εὐαγγελίου κακῶς ἑρμηνεύοντες ὅτι «ὁ ἀποστείλας με πατὴρ μείζων μού ἐστι». καὶ πρῶτον μὲν «ὁ ἀποστείλας με πατήρ» φάσκει, καὶ οὐχ «ὁ κτίσας με». πᾶσαι γὰρ αἱ θεῖαι γραφαὶ τὴν αὐτοῦ πρὸς πατέρα γνησιότητα σημαίνουσιν. «ἐγέννησάς με» φησὶ «πάτερ», καὶ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ὁ ἀποστείλας με πατήρ»· καὶ οὐδαμοῦ ὁ κτίσας, οὐδαμοῦ ὁ ποιήσας εἴρηκε. καὶ πῶς οὗτοι τὰ μὴ ὄντα ἑαυτοῖς ἐπισωρεύουσιν; «ὁ» δὲ «ἀποστείλας με πατὴρ μείζων μου ἐστί.» τί τούτου κυριώτερον; καὶ τί τούτου ἀναγκαιότερον; καὶ τί τούτου γνησιώτερον; καὶ τί τούτου πρεπωδέστερον; τίνι γὰρ πρέπει δοξάζειν πατέρα, ἀλλὰ υἱῷ ἀληθινῷ, τῷ ἐξ αὐτοῦ γεγεννημένῳ;
PG 42:285ὁ πατὴρ γὰρ δοξάζει τὸν υἱὸν καὶ ὁ υἱὸς δοξάζει τὸν πατέρα, καὶ τούτου ἕνεκα εἰς ἡμῶν ὑπογραμμὸν καὶ [ἕνεκεν] τῆς πρὸς τὸν πατέρα δόξης ὑπ’ αὐτοῦ ἀναφερομένης εἰς μίαν ἑνότητα καὶ εἰς μίαν δόξαν, δοξάζει ὁ υἱὸς τὸν πατέρα, ἵνα ἡμᾶς διδάξῃ τὴν αὐτοῦ τιμὴν τοῦ πατρὸς εἶναι, καθὼς εἴρηκεν ὅτι «ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ ἐπ’ αὐτὸν μένει». «μείζων» δὲ κατὰ ποῖον τρόπον οὗτοι λογίζονται; κατὰ ὄγκον; ἀλλὰ κατὰ χρόνον; ἀλλὰ κατὰ ὕψωμα; ἀλλὰ κατὰ ἡλικίαν; ἀλλὰ κατὰ ἀξίαν; τί τούτων ἐστὶν ἐν θεῷ, ἵνα τοῦτο διανοηθῶσιν; οὔτε γὰρ χρόνῳ ὑποπίπτει τὸ θεῖον, ἵνα ὑποδεέστερος νοηθῇ [ὁ] ἀχρόνως ἐκ πατρὸς γεγεννημένος· οὔτε προκοπῆς ἔχεται τὸ θεῖον, ἵνα ὁ μὲν υἱὸς προκόψας μὴ φθάσῃ τὴν τοῦ πατρὸς μεγαλειότητα. εἰ γὰρ κατὰ προκοπὴν ὁ υἱὸς τοῦ θεοῦ υἱὸς θεοῦ καλεῖται, ἄρα πολλοὶ ἦσαν ἴσοι αὐτῷ, καὶ τούτου ἕνεκεν αὐτὸς προέκοψε μείζων μὲν τῷ ἀξιώματι κληθείς, ἐλάττων δὲ τοῦ πρὸ αὐτοῦ ἐν ἀξιώματι ὄντος.
ἀλλὰ φησὶν ἡ γραφή «τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;» ὡς τῶν πάντων καταχρηστικῶς λεγομένων, τούτου δὲ μόνου ὄντος υἱοῦ κατὰ φύσιν, καὶ οὐ κατὰ χάριν, ἐπειδήπερ «ἐφεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ οὐδεὶς αὐτῷ ἐξισωθήσεται». ἀλλὰ τί φασιν; ἐν ὑψώματι ὑπερέχει ὁ πατὴρ τοῦ υἱοῦ. ἐν ποίῳ τοίνυν μέρει τάττεται τὸ θεῖον; ἢ τοπικῶς περιορίζεται; ἵνα τῇ περιγραφῇ τὸ μεῖζον σημαν[θ]ῇ. «πνεῦμα γὰρ ὁ θεός». καὶ ἐκ πανταχόθεν διαπίπτει ἡ αὐτῶν ἐπινενοημένη ξενολογία. καὶ τοῦτο δὲ παρελθόντες ἐπὶ τὰς ἑξῆς αὐτῶν λέξεις ἴωμεν, ὦ ἀγαπητοί. 54. Φασὶ γὰρ ὅτι οὐκ ἔστιν ὁ ἀποστέλλων ὅμοιος τῷ ἀποστελλομένῳ, ἀλλὰ ἄλλος ἐστὶν ὁ ἀποστέλλων τῇ δυνάμει καὶ ἄλλος ἐστὶν ὁ ἀποστελλόμενος, ὅτι ὁ μὲν πέμπει, ὁ δὲ πέμπεται. καὶ εἰ κατ’ αὐτοὺς ἦν ἡ τῆς ἀληθείας διάνοια, οὐκέτι ἐπὶ μίαν ἑνότητα ἀληθείας καὶ δυνάμεως καὶ θεότητος ἀνεφέρετο ἡ πᾶσα τῆς γνώσεως ὑπόθεσις. δύο γὰρ ἀπαντώντων ἢ δύο πεμπόντων οὐκέτι υἱὸς ὁ υἱὸς ἦν, ἀλλ’ ἀδελφός, συναδέλφου συνόντος, οὐκέτι πατρός·
ἀλλὰ ἢ κατὰ συναλοιφὴν ἢ κατὰ υἱοθεσίαν, ἢ αὐτὸς ἑαυτὸν ἦν ἀποστέλλων, ἢ οἱ δύο ἅμα ἀποστέλλοντες ἢ παραγινόμενοι, δύο θεότητας ἐσήμαναν καὶ οὐχὶ μίαν ἑνότητα. ἐνταῦθα οὖν ὁ ἀποστείλας καὶ ὁ ἀποστελλόμενος, ἵνα δείξῃ τῶν πάντων ἀγαθῶν μίαν εἶναι τὴν πηγήν, τουτέστι τὸν πατέρα, καθεξῆς δὲ τῆς πηγῆς οὐχ ἑτερωνύμως, ἀλλὰ κατὰ [τὸ] τοῦ υἱοῦ ὄνομα καὶ τοῦ λόγου ὢν μία πηγὴ ἐκ πηγῆς, ὁ υἱὸς προελθὼν, ἀεὶ ὢν παρὰ τῷ πατρί, γεγεννημένος «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς»· καὶ ἵνα δείξῃ καὶ περὶ τοῦ ἁγίου πνεύματος, [ἐπιφέρει] «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς», ἵνα δείξῃ φῶς τὸν πατέρα καὶ φῶς τοῦ πατρὸς εἶναι τὸν υἱὸν καὶ φῶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ πηγὴν ἐκ πηγῆς, ἐκ τοῦ πατρὸς καὶ τοῦ μονογενοῦς, τὸ πνεῦμα τὸ ἅγιον· «ποταμοὶ γὰρ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον»· «ἔλεγε δὲ τοῦτο περὶ τοῦ ἁγίου πνεύματος», φησὶ τὸ εὐαγγέλιον. καὶ πάλιν φησί, δεικνύων τοῖς αὐτοῦ μαθηταῖς περὶ τῆς πρὸς τὸν πατέρα αὐτοῦ ὁμοουσιότητος, λέγων· «ἐάν τις ἀνοίξῃ μοι, εἰσελθὼν ἐγὼ καὶ ὁ πατήρ μου μονὴν παρ’ αὐτῷ ποιήσομεν». καὶ οὐκέτι εἶπεν ἀποσταλήσομαι ὑπὸ τοῦ πατρός μου·
PG 42:287ἀλλ’ «ἐγὼ καὶ ὁ πατὴρ [μονὴν ποιήσομεν] παρ’ αὐτῷ», ὡς κρούοντος τοῦ υἱοῦ καὶ τοῦ πατρὸς σὺν αὐτῷ εἰσερχομένου, ὡς ἀεὶ εἶναι καὶ μηδέποτε διαλιπεῖν πατέρα ἀπὸ υἱοῦ καὶ υἱὸν ἀπὸ τοῦ ἰδίου πατρός. διὸ καὶ ἐν ἑτέρῳ τόπῳ λέγει «ἐγώ εἰμι ἡ ὁδὸς καὶ δι’ ἐμοῦ εἰσελεύσονται πρὸς τὸν πατέρα». καὶ ἵνα μή τινες ἥσσονα [αὐτὸν] πρὸς τὸν πατέρα νομίσωσι διὰ τὸ δι’ αὐτοῦ πρὸς τὸν πατέρα εἰσιέναι, φησίν, «οὐδεὶς ἐλεύσεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν». ὁ πατὴρ οὖν φέρει πρὸς τὸν υἱὸν καὶ ὁ υἱὸς φέρει πρὸς τὸν πατέρα, εἰσφέρει δὲ ἐν πνεύματι ἁγίῳ. ἀεὶ γὰρ πάντοτε ἡ τριὰς ἐν μιᾷ ἑνότητι θεότητος, τρία τέλεια, μία θεότης. καὶ διέπεσεν ὁ τούτων λόγος. 55. Πάλιν δὲ φάσκουσι, τίνι τοίνυν τῷ λόγῳ εἴρηκεν ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ὅτι «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν;» εἰ τοίνυν θεὸν αὐτοῦ ὁμολογεῖ, πῶς ἔτι ἔσται ἴσος αὐτῷ ἢ ὑπ’ αὐτοῦ γνησίως γεγεννημένος; ἵνα δείξωσιν ἐν πᾶσιν ἀγνωσίαν θεοῦ αὐτοὺς ἔχειν καὶ ἐν μηδενὶ εἶναι «φωτισμῷ τοῦ εὐαγγελίου κατηυγασμένους».
ψηλαφήσας γάρ τις καὶ ἀνερευνήσας ἀπὸ τοῦ αἰῶνος καὶ κατὰ γενεὰν εἴσεται τῆς ἀληθείας τῆς τοῦ σωτῆρος ἡμῶν τελείας γνώσεως καὶ πρὸς τὸν πατέρα ἰσότητος τὴν δύναμιν. κνίζονται δὲ οὗτοι Ἰουδαϊκῷ φρονήματι περιβεβλημένοι καὶ ἀγανακτοῦσι τῷ υἱῷ τοῦ θεοῦ, καθάπερ ἐκεῖνοι ἔλεγον· ὅτι «δι’ οὐδὲν πονηρόν σε λιθάζομεν, ἀλλ’ ὅτι ἄνθρωπος ὢν υἱὸν θεοῦ σεαυτὸν ὀνομάζεις, ἴσον τῷ θεῷ ποιῶν σεαυτόν.» οὕτω καὶ οὗτοι τῷ αὐτῷ πάθει τῶν Φαρισαίων καὶ Ἰουδαίων περιπεσόντες ἀγανακτοῦσι, μὴ θέλοντες λέγειν τὸν υἱὸν ἴσον τῷ γεγεννηκότι. ὅρα γάρ μοι τὴν τῶν γραφῶν ἀκρίβειαν, ὅτι οὐδαμοῦ εἴρηκεν ἡ θεία γραφὴ τὸν λόγον τοῦτον πρὸ τῆς ἐνσάρκου παρουσίας, ἀλλ’ ὁ πατὴρ τῷ υἱῷ «ποιήσωμεν ἄνθρωπον» λέγει, συνδημιουργὸν καλῶν τὸν υἱὸν καὶ γνήσιον δεικνὺς κατ’ ἰσότητα. καὶ οὐδαμοῦ εἴρηκεν ὁ υἱὸς «θεόν μου καὶ θεὸν ὑμῶν» «καὶ ἤκουσεν Ἀδὰμ τῆς φωνῆς τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ», καὶ «[ἐλάλησεν ὁ θεὸς τῷ Νῶε·] ποίησον σεαυτῷ κιβωτὸν ἐκ ξύλων ἀσήπτων», καὶ «ἔβρεξε κύριος παρὰ κυρίου», καὶ «εἶπε κύριος πρὸς Μωυσῆν·
PG 42:289ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», καὶ Δαυὶδ λέγει «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου»· καὶ οὐδαμοῦ εἶπεν ὁ κύριος «θεόν μου καὶ θεὸν ὑμῶν». ὅτε δὲ ἔλαβε τὸ ἡμέτερον σῶμα «καὶ ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» καὶ ἐν ἡμῖν κατελογίσθη, τότε πρὸς τοὺς αὐτοῦ μαθητάς, πρὸς οὓς ὤφειλε κατὰ πάντα ὁμοιωθῆναι χωρὶς ἁμαρτίας, θεόν μου ἔλεγε καὶ θεὸν ὑμῶν, καὶ πατέρα μου καὶ πατέρα ὑμῶν· πατέρα μου μὲν κατὰ φύσιν ἐν τῇ θεότητι καὶ πατέρα ὑμῶν διὰ χάριν δι’ ἐμὲ ἐν τῇ υἱοθεσίᾳ, θεόν μου δέ, ὅτι τὸ ὑμέτερον σαρκίον εἴληφα, καὶ θεὸν ὑμῶν κατὰ φύσιν καὶ ἀλήθειαν. καὶ οὕτω πάντα ἐστὶ σαφῆ καὶ διαυγῆ καὶ οὐδὲν ἐναντίον οὐδὲ θανάτου παραπλοκῆς ἔχον εἶδος ἐν τῇ θείᾳ γραφῇ, ὡς οὗτοι προφασίζονται, πονηρὰ ἑαυτοῖς ἐπινοοῦντες. νομίζω δὲ πάλιν καὶ πρὸς τοῦτο ἱκανῶς ἔχειν τὴν φράσιν, ἐπὶ δὲ τὰ ἄλλα λοιπὸν ἐπελεύσομαι. 56.
Τὸ ἅγιον γὰρ πνεῦμα κτίσμα πάλιν κτίσματός φασιν εἶναι διὰ τὸ «διὰ τοῦ υἱοῦ τὰ πάντα γεγενῆσθαι», ὡς εἶπεν ἡ γραφή, ἀσυνέτως τινὰς διαρπάζοντες, οὐ καθὼς εἴρηται τὸ ῥητὸν ἔχοντες, ἀλλὰ κακῶς ὑπονοοῦντες καὶ ἀπὸ ῥητοῦ τὸ καλῶς εἰρημένον κατὰ τὴν κακὴν αὐτῶν ὑπόνοιαν παρερμηνεύοντες. οὐ γὰρ τὸ θεῖον εὐαγγέλιον περὶ τοῦ πνεύματος ἔφη, ἀλλὰ περὶ πάντων τῶν κεκτισμένων, ὅτι εἴ τι κτιστόν, διὰ τοῦ λόγου γεγένηται καὶ ὑπὸ τοῦ λόγου. τὸ γὰρ «πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· παρεκτεινομένης τῆς ἀναγνώσεως ἔχει «ὃ γέγονεν», ἵνα οὕτω γνωσθῇ ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. εἶτα πάλιν «ἐν αὐτῷ ζωὴ ἦν»· ἔδει γὰρ καὶ ἐν τούτῳ πληρωθῆναι τὴν τοῦ ἁγίου Ἰωάννου ἀκολουθίαν, ἐν τῷ ὄντι τὰ [μὴ] ὄντα πεπληρωμένος ἀεὶ ὁμολογοῦντος. «ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος». ἐπειδὴ ἦν καὶ ἦν καὶ ἦν, καὶ τὸ «ἐν αὐτῷ ζωὴ ἦν» καὶ [τὸ] «ἦν τὸ φῶς τὸ ἀληθινὸν» καὶ τὸ «ἐν τῷ κόσμῳ ἦν» καὶ ὅσα , διὰ τούτου «ἦν» ἐκ πνεύματος ἁγίου σαφηνίζει ὁ μακάριος Ἰωάννης τὸ «πάντα δι’ αὐτοῦ ἐγένετο τὰ γενόμενα»·
ἀνωτέρω δὲ τῶν γενομένων αὐτὸς ὁ τὰ πάντα ποιήσας. λέγει δὲ ἡ γραφὴ δι’ αὐτοῦ πάντα γεγονέναι, οὐκ ὠνόμασε δὲ ποῖα ἔστι τὰ γεγονότα. ὑπόνοια γὰρ οὐδαμοῦ ἦν πονηρίας, ἵνα μή τινες ὑπονοήσωσι τὰ μὴ ὄντα καὶ βλασφημήσωσι τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον ἅγιον θεοῦ πνεῦμα. δι’ αὐτοὺς γάρ φησι ὁ κύριος ὅτι «ἐάν τις εἴπῃ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ἐὰν δέ τι εἴποι εἰς τὸ ἅγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ὧδε οὐδὲ ἐν τῷ μέλλοντι αἰῶνι». ἠλίθιον γάρ ἐστι τὸ πᾶν τοῦ αὐτῶν λόγου. κατὰ δὲ τὴν βλάσφημον αὐτῶν ὑπόνοιαν ἀντιλέξειέν τις αὐτοῖς καὶ εἴποι· ὦ γενναῖοι σοφισταὶ καὶ τῶν λόγων διαστροφεῖς, οἱ βουλόμενοι σὺν τοῖς γεγονόσιν ἀριθμεῖν τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, διὰ τὸ ῥητὸν τὸ «δι’ αὐτοῦ τὰ πάντα ἐγένετο», ἀπὸ τοῦ εἰπεῖν ὅτι «πάντα», μηδαμοῦ ὄντος σὺν πᾶσιν ἀριθμουμένου τοῦ ἁγίου πνεύματος. ἄρα γοῦν καὶ διανοηθῆναι ὀφείλετε, ἢ καὶ ἄλλος τις χείρων ὑμῶν ἕτερος, καὶ τὸν πατέρα διὰ τοῦ υἱοῦ γεγονέναι κατὰ τὴν βλάσφημον ὑμῶν ὑπόνοιαν. ὁμοῦ γὰρ συμπεριληπτικός ἐστιν ὁ λόγος φάσκων τὰ πάντα δι’ αὐτοῦ γεγονέναι.
εἰ δὲ βλάσφημον περὶ τοῦ πατρὸς λογίζεσθαι τὸ τοιοῦτον καὶ μωρόν, τὸ ὅμοιον καὶ ἐπὶ τοῖς διανοουμένοις περὶ τοῦ ἁγίου πνεύματος τοῦ σὺν πατρὶ ἀριθμουμένου καὶ υἱῷ. εἰ γὰρ ἦν τῶν γεγονότων, οὐκ ἂν τῷ ἀκτίστῳ πατρὶ καὶ υἱῷ ἀκτίστῳ συνηριθμεῖτο, ἀλλ’ ὅτι ἄκτιστόν ἐστιν συναριθμεῖται· εἶπε γὰρ «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». πῶς δὲ κτιστὸν εἴη τὸ πνεῦμα τὸ μαρτυρούμενον ὅτι «ἐκ τοῦ πατρὸς ἐκπορεύεται» καὶ «ἐκ τοῦ ἐμοῦ λαμβάνει», δι’ οὗ καὶ ἡ τελεία τῶν ἀνθρώπων σωτηρία καὶ ἔνσαρκος οἰκονομία εἰς πᾶσαν δικαίωσιν ἐπληρώθη. «ἔχρισε γὰρ αὐτὸν πνεύματι ἁγίῳ» φησὶν ἡ γραφὴ περὶ τοῦ κυρίου. οὐκ ἂν δὲ τὴν ἔνσαρκον οἰκονομίαν σὺν τῷ θεῷ λόγῳ ἡνωμένην εἰς μίαν θεότητα ἔχρισεν ὁ πατὴρ κτίσματι, ἀλλ’ ἐπειδὴ μία ἐστὶν ἡ τριάς, τρία τέλεια, μία θεότης, ἔδει ἐν τῷ υἱῷ οἰκονομικῶς τοῦτο γενέσθαι, ἵνα παντάπασι δοξαζομένη ἐν ἅπασι [μία] νοηθῇ ἡ τρίας, καθάπερ κατὰ πασῶν τῶν αἱρέσεων περὶ πνεύματος διηγούμενοι οὐ μίαν, οὐ δύο μαρτυρίας εἰσενέγκαμεν, ὅτι θεοῦ ἐστι πνεῦμα σὺν πατρὶ καὶ υἱῷ δοξαζόμενον, ἄκτιστον καὶ ἄτρεπτον καὶ τέλειον ὄν.
PG 42:291ἐξέπεσε δὲ καὶ ὁ περὶ τούτου τῶν φιλονεικούντων λόγος ὁ καθ’ ἑαυτῶν [ἐπινενοημένος]. 57. Πάλιν δὲ εἰς τὰς ἄλλας αὐτῶν λέξεις ἑαυτοὺς ἐπιδῶμεν. φασὶ γὰρ πάλιν, τὸ ῥητὸν οὐκ εὐλόγως κατέχοντες, ὅτι αὐτὸς ἔφη ὁ σωτὴρ «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός, ὁ θεός,» καὶ ἀφώρισεν ἑαυτὸν ἐντεῦθεν ἀπὸ τῆς τοῦ πατρὸς οὐσίας τε καὶ ὑποστάσεως. τὸ δὲ πᾶν ἐστι γελοιῶδες. εἰ γὰρ ὁ τοσαῦτα ἡμῖν ἀγαθὰ πεποιηκὼς οὐκ ἀγαθὸς παρ’ αὐτοῖς κρίνεται, καὶ τίς ἔτι [ἀγαθός; τί δὲ] τούτου μοχθηρότερον εἴη, ὅτι ὁ δεδωκὼς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, ὁ τῇ ἑκουσίᾳ γνώμῃ ἐλθὼν εἰς τὸ παθεῖν, [ὁ] ἀπαθὴς θεὸς ὤν, ὅτι ὁ τὴν δωρεὰν ἡμῖν ποιησάμενος τῶν ἁμαρτημάτων, ὅτι ὁ τὰς ἰάσεις ἐπιτελέσας ἐν παντὶ Ἰσραήλ, ὁ ἐκ τῆς αὐτοῦ ἀγαθότητος τοσοῦτον γένος τῶν ἀνθρώπων πατρὶ συναγαγὼν ἐν ἀγαθότητι, ὁ τῆς ἀγαθότητος πρύτανις καὶ τῆς εἰρήνης δεςπόζων, ὁ ἄνω ἐκ πατρὸς ἀγαθὸς λόγος ἐκ τοῦ ἀγαθοῦ πατρὸς γεγεννημένος, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὁ ἐνεργήσας ἀνθρώποις καὶ πᾶσι τοῖς ὑπ’ αὐτοῦ γεγενημένοις πᾶσαν ἀγαθότητα, οὐκ ἀγαθὸς παρ’ αὐτοῖς κρίνεται.
PG 42:293καὶ οὐκ ἴσασιν οἱ λήθην ἑαυτοῖς περιποιούμενοι, ὅτι πρὸς τὸν ἐρωτήσαντα ἀνθυπήνεγκε τὸν λόγον, ὅπως καθέλῃ τῆς ἐν αὐτῷ ἐπάρσεως τὸ φρύαγμα. αὐχῶν γὰρ ἦν ἀπὸ γραμματέων ὁρμώμενος, ὡς τὰ δικαιώματα τοῦ νόμου ἀκριβῶς φυλάξας, δικαιοσύνην τε καὶ ἀγαθότητα περὶ ἑαυτοῦ σεμνυνόμενος [καὶ] ἔλεγε «διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» καὶ ἐπειδὴ εἶχε περὶ ἑαυτοῦ ὡς περὶ τηλικαύτης δικαιοσύνης, ὁ κύριος βουλόμενος θεῷ ἀναφέρειν τὴν πᾶσαν ἀγαθότητα, ὅτι οὐδεὶς ἀγαθὸς πλὴν αὐτοῦ, ἵνα μηδεὶς σάρκα φορῶν τῦφόν τινα ἑαυτῷ ἐπισπάσηται, τούτου ἕνεκεν ἔλεγε «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», ἵνα ὁ τοιοῦτος καὶ τοσοῦτος τὸν τοιοῦτον λόγον εἰπὼν καθέλῃ τὴν ἐν τῷ εἰπόντι φυσίωσιν, περὶ δικαιοσύνης τὴν οἴησιν κεκτημένῳ, καὶ ἵνα ἐλέγξῃ αὐτοῦ τὴν καρδίαν, ἀγαθὸν μὲν διδάςκαλον χείλεσιν αὐτὸν λέγοντα, μὴ ἐμμένοντα δὲ ἐν τῇ ἀγαθῇ αὐτοῦ διδασκαλίᾳ.
καὶ ὅτι μὲν ἀγαθὸς τυγχάνει, αὐτὸς διδάσκει λέγων «πολλὰ καλὰ ἐποίησα ἐν ὑμῖν, περὶ ποίου οὖν αὐτῶν ἔργου λιθάζετέ με;» τίνι γὰρ τοῦτο οὐκ ἔστι σαφὲς καὶ φανερώτατον, μάλιστα πολλῶν ἀγαθῶν τῶν αὐτοῦ κτισμάτων ὄντων καὶ καλουμένων, ὥς φησιν ἡ θεία γραφή. ἰδοὺ γὰρ περὶ πολλῶν ἀγαθῶν διηγεῖται τὸ θεῖον γράμμα· «ἦν ἀγαθός» φησὶ «Σαούλ, υἱὸς Κίς, ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος δὲ παντὸς τοῦ λαοῦ, ὑπὲρ ὠμίαν καὶ ἐπάνω», καὶ ἦν «ἀγαθὸς Σαμουὴλ μετὰ τοῦ θεοῦ καὶ ἀνθρώπων», καὶ «ἀγαθὴ ἐσχάτη λόγου ὑπὲρ τὴν ἀρχήν», καὶ «ἄνοιξόν σου τὸν θησαυρὸν τὸν ἀγαθόν, τὸν οὐράνιον». τούτων δὲ κτισμάτων ὄντων καὶ ἀγαθῶν δηλουμένων, δι’ αὐτοῦ τε καὶ ὑπ’ αὐτοῦ γεγονότων, πῶς οὐκ ἀναμφιβόλως ἔστιν ἀγαθὸν εἶναι ὁμολογεῖν τὸν τούτων γενεσιάρχην; ἀλλ’ ἵνα [μὴ] μηκύνω τὸν περὶ τούτου λόγον [πάντη γὰρ διὰ πλάτους περὶ τούτου εἰρήκαμεν], αὖθις πάλιν εἰς τὰ ἑξῆς παρελεύσομαι, τὴν ἐπίλυσιν ἑκάστης λέξεως ποιούμενος. 58. Ἐπιφέρουσι δὲ πάλιν τινὰ ῥητὰ οἱ πάντολμοι, ἐλαττωμάτων ὑπονοίας ὑποσπείροντες εἰς τὸν αὐτοὺς ἀγοράσαντα, εἴπερ ἠγοράσθησαν.
PG 42:295ἐν γὰρ τῷ προσελθεῖν τὴν μητέρα τῶν υἱῶν Ζεβεδαίου καὶ παρακαλέσαι τὸν ἕνα καθίσαι υἱὸν ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, ὅταν ἔλθῃ ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἔφη πρὸς αὐτούς· «οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν; οἱ δὲ εἶπον; ναί, δυνάμεθα. εἶπε δὲ αὐτοῖς· τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου». ὁρᾷς, φησί, πῶς οὐκ ἔχει ἐξουσίαν πάρεξ τοῦ πατρός, τοῦ ἔχοντος τὴν ἐξουσίαν παρέχειν ᾧ βούλεται; καὶ τίς οὕτως τῶν εὖ φρονούντων νοήσειεν; εἰ γὰρ ὁ υἱὸς οὐκ ἔχει ἐξουσίαν, καὶ τίς ἔχει ἐξουσίαν; «ὁ γὰρ πατήρ» φησί «ζωογονεῖ τοὺς νεκρούς, καὶ οὕτως ἔδωκε καὶ τῷ υἱῷ, ἵνα ὃν θέλει ζωογονῇ», καὶ «τὰ τοῦ πατρὸς ἐμά ἐστι», καὶ «πάντα [μοι] παρεδόθη ὑπὸ τοῦ πατρός μου». τίς οὖν ἔτι ἀμφιβάλλοι; τοῦτο δὲ βούλεται παριστᾶν ὁ θεῖος αὐτοῦ καὶ σοφὸς λόγος, ὅτι οὐ κατὰ προσωποληψίαν γίνεται πρᾶγμα, ἀλλὰ κατὰ ἀξίαν. κυρίου μὲν γάρ ἐστι τὸ παρέχειν, παρέχει δὲ ἑκάστῳ κατ’ ἀξίαν.
ἕκαστος δὲ ἐργασάμενος τὸ δίκαιον λαμβάνει κατὰ τὸν ἴδιον κόπον [παρὰ τοῦ κυρίου] καὶ οὐκέτι αὐτῷ μόνῳ ἐστὶ τὸ δοῦναι, ἀλλὰ τῷ ἑαυτὸν ἄξιον πεποιηκότι. τολμῶ γὰρ λέγειν ὅτι οὔτε αὐτοῦ ἐστι, καίπερ δυναμένου δοῦναι, μὴ βουλομένου δέ, οὔτε τοῦ ἁγίου πνεύματος, καίπερ δυναμένου τοῦ ἁγίου πνεύματος δοῦναι κατὰ τὸ εἰρημένον ὅτι «ᾧ μὲν δίδοται σοφία διὰ τοῦ πνεύματος, τῷ δὲ γένη γλωσσῶν ἐν τῷ αὐτῷ πνεύματι, τῷ δὲ ἑρμηνεία γλωσσῶν, τῷ δὲ δύναμις, τῷ δὲ διδασκαλία, ἓν δέ ἐστι τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται». καὶ οὐκ εἶπε καθὼς προστάσσεται, ἀλλὰ καθὼς βούλεται. καὶ «ὁ υἱὸς ὃν θέλει ζωογονεῖ» καὶ ὁ πατὴρ «καλεῖ ὃν θέλει πρὸς τὸν υἱόν». καὶ πάλιν οὔτε ὁ πατὴρ καὶ ὁ υἱὸς οὔτε ἅγιον πνεῦμα κατὰ προσωποληψίαν καλεῖ ἢ δίδωσιν ἢ παρέχει ἢ ἀξίαν δίδωσιν, ἀλλὰ καθὼς ἑαυτὸν ἄξιον ἕκαστος εὐτρεπίζει· τουτέστιν οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ ἐὰν κάμητε, ἔσται ὑμῖν ἡτοιμασμένον παρὰ τοῦ πατρός μου. τὸ δὲ τέλειον ὅτι «ἐγώ εἰμι ἡ ζωή». καὶ ἔτι ὑπερβήσομαι εἰς τὰ ἕτερα. 59. Φασὶ δέ· «πῶς λέγετε αὐτὸν ἐκ τῆς τελείας τοῦ θεοῦ θεότητος;
ἰδοὺ γὰρ λέγει περὶ αὐτοῦ ὁ ἀπόστολος ὅτι ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. ὁ δὲ ἐπιδεηθεὶς βοηθείας τοῦ θεοῦ τοῦ ἐγεῖραι αὐτὸν ἐκ νεκρῶν, ἄρα ἕτερός ἐστιν ὁ ἐγείρων τῇ δυνάμει, ἕτερος δὲ ὑποβεβηκὼς ὁ ἐγειρόμενος διὰ τῆς τοῦ δυνατοῦ δυνάμεως». καὶ ἕως πότε κατατρίβομαι περὶ τὰ ληρώδη νοήματα τῶν κακῶς παρατριψάντων ἑαυτῶν τὸ μέτωπον; τίς οὖν ἤγειρε τὸν Λάζαρον; τίς ἤγειρε τὸν υἱὸν τῆς χήρας τῆς ἐν Ναί̈ν; τίς εἶπε τῇ θυγατρὶ τοῦ ἀρχισυναγώγου «κοῦμι ταλιθά», τουτέστιν ἀνάστηθι ἡ παῖς; τίνος τὸ ὄνομα ἐπεκαλοῦντο οἱ ἀπόστολοι καὶ οἱ νεκροὶ ἠγείροντο; νομίζω δέ, ἐπειδὴ οἱ ἀπόστολοι Ἰουδαίοις προσδιελέγοντο, διὰ τὸ νομίζειν ἀποστασίαν κηρύσσειν τοὺς ἀποστόλους ἀπὸ τοῦ θεοῦ τοῦ νόμου καὶ διὰ τὸ πρὸς τὸ γνωστὸν τοῦ ἁγίου πνεύματος, τοῦ γινώσκοντος ὅτι ἤμελλον αἱρέσεις ἀφηνιάζειν τὸν Χριστὸν ἀπὸ τοῦ πατρῴου θελήματος, τούτου ἕνεκα εἰς τὴν μίαν θεότητα τὰ πάντα ἀναφέροντες οἱ αὐτοὶ ἀπόστολοι , ὅτι εὐδοκίᾳ [παρὰ] πατρὸς ἐγένοντο τὰ πάντα, βουλήσει τοῦ υἱοῦ σὺν εὐδοκίᾳ πνεύματος ἁγίου·
μὴ ἄρα κατὰ ἐλάττωσιν ἢ κατὰ ἀσθένειαν ἢ ἀλλοτρίωσιν τῆς τοῦ θεοῦ λόγου παρὰ τὴν τοῦ πατρὸς οὐσίαν τοῦτο εἴρηται. καὶ οὐχ οὕτως. ὅρα γὰρ τὰ πρωτότυπα, πῶς διηγεῖται ὁ ἄγγελος φάσκων ταῖς περὶ Μαρίαν «τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» ὁρᾷς, ὁ ζῶν ἐν ἰδίᾳ θεότητι καὶ σαρκὶ ἀνέστη, οὐκ ἦν δὲ μετὰ τῶν νεκρῶν. καὶ τί φησιν αὐταῖς «ἀνέστη, οὐκ ἔστιν ὧδε;» καὶ οὐκ εἶπεν· ἤγειρεν αὐτὸν ὁ θεὸς, καὶ οὐκ ἔστιν ὧδε; ἀλλ’ ἵνα δείξῃ τὸ δυνατόν, ὅτι καὶ ζῶν ἀνέστη. καὶ αὐτὸς πάλιν ἔλεγε πρὸ τοῦ παθεῖν αὐτὸν τοῖς αὐτοῦ μαθηταῖς «ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ παραδοθήσεται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὸ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται». καὶ οὐκ εἶπεν, ἀναστήσει αὐτὸν [ὁ θεός]. σαφῶς δὲ περὶ τούτου τὸ ἐξουσιαστικὸν τῆς αὐτοῦ δυνάμεως προεδείκνυε λέγων «ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ λαβεῖν αὐτήν». ὁ δὲ ἐξουσίαν ἔχων, πῶς ἑαυτὸν ἐγείρειν οὐκ ἠδύνατο; ὁ ἀπόστολος δὲ γράφων, ἵνα δείξῃ μηδὲν ἄνευ θελήματος πατρὸς ἐν τῇ τῆς σωτηρίας οἰκονομίᾳ γεγενῆσθαι, ἔφη «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν».
PG 42:297καὶ γὰρ καὶ ἐν ἄλλῳ τόπῳ λέγει αὐτὸς ὁ ἀπόστολος ὅτι «εἰ καὶ ἀπέθανεν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως». ἤθελον δὲ πυθέσθαι τὸν νοῦν τῶν τὰ ἀκριβῆ τῶν γραφῶν γινωσκόντων, ποίαν ἀσθένειαν εἶχεν ὁ μονογενής, δι’ οὗ ὁ οὐρανὸς ἥπλωται [ἢ παρ’ οὗ ὁ οὐρανὸς κέκτισται], δι’ οὗ ὁ ἥλιος ἐστιλβώθη, δι’ οὗ ἔλαμψαν τὰ ἄστρα, δι’ οὗ ἐξ οὐκ ὄντων τὰ πάντα γεγένηται. ἄρα τὴν ἀσθένειαν ποίαν λέγει; ἆρ’ οὐχ ἣν ἀνεδέξατο ἐλθὼν ὁ λόγος ἐν τῇ ἡμετέρᾳ σαρκί, ἐνδυσάμενος ταύτην, ἵνα τὴν ἡμῶν ἀσθένειαν βαστάσῃ; ὡς καὶ ᾄδει περὶ αὐτοῦ ὁ προφήτης λέγων «τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν». ἀπέθανεν οὖν διὰ τὴν ἡμῶν ἀσθένειαν ὁ ζωὴ ὢν καὶ ἀπαθὴς θεὸς ἐν τῇ ἐξ ἡμῶν ἀσθενεστέρᾳ σαρκί, ζῇ δὲ ἐκ δυνάμεως. «ζῶν γάρ ἐστιν ὁ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον». ἀπέθανεν οὖν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως τῆς αὐτοῦ θεότητος, ζῇ δὲ ἐν τῇ ἡμετέρᾳ σαρκί, ἐν ᾗ τὸ πάθος ἀνεδέξατο. καὶ διὰ τὴν τοιαύτην οἰκονομίαν τὴν εὐδοκίαν πατρὸς σημαίνων ὁ ἀπόστολος ἔφη ὅτι «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν». 60.
PG 42:299Ἐπιφέρουσι δὲ καὶ ἄλλο ῥητὸν ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ὅπερ ἐστὶ θεσπέσιον καὶ ἐξαίρετον καὶ εἰς πάντα χρησιμώτατον. ποῖον δέ ἐστι τὸ ῥητόν; ἀλλ’ ἢ ὁπηνίκα γὰρ ἔμελλεν ὁ κύριος ἰδίᾳ βουλήσει ἐπὶ τὸ πάθος ἥκειν, παραλαβὼν τοὺς μαθητὰς ἐν τῷ ὄρει κατὰ τὴν ὥραν ἐκείνην, «διέστη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ ἀπελθὼν ηὔχετο καὶ ἔλεγε· πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ, ἵνα μὴ αὐτὸ πίω· πλὴν οὐχ ὃ ἐγὼ θέλω, ἀλλ’ ὃ σύ». καὶ πρῶτον μὲν πάλιν προφασίζονται οἱ αὐτοὶ λέγοντες ὅτι, ὁρᾷς πῶς ὑποκοριστικῶς λέγει καὶ βούλημα διηλλαγμένον ὑποφαίνει λέγων, οὐχ ὃ ἐγὼ θέλω, ἀλλ’ ὃ σύ; πῶς οὖν ἡ αὐτὴ οὐσία τυγχάνει, φασίν, ὁπότε ἐν αὐτῷ ἕτερόν ἐστι βούλημα, ἐν δὲ τῷ πατρὶ ἕτερον; καὶ ἀγνοοῦσι τὴν πᾶσαν δύναμιν. διὰ τοῦτο γὰρ καὶ ὁ ἀπόστολος ἔφη «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ». πῶς γὰρ ἴδιον βούλημα ἔφη παρὰ τὸ τοῦ πατρὸς βούλημα, ὁπότε αὐτὸς σημαίνει πρὸς τοὺς μαθητὰς ὅτι «τετάρακται ἡ ψυχή μου· καί, τί εἴπω; πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης»· ὡς προκατασκευαστικῶς τὸ ῥητὸν διηγούμενος καὶ ἐπαμφιβόλως τῇ λέξει κεχρημένος «ὅτι [τί] εἴπω;
πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης». τοῦτο, φησίν, εἴπω; «ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην». ἦλθε δὲ οὐκ ἄκων, ἀλλ’ ἑκών. ἀνωτέρω γὰρ λέγει ὅτι «ποτήριον ἔχω πιεῖν, καὶ τί σπεύδω ἕως οὗ πίω αὐτό; καὶ βάπτισμα ἔχω βαπτισθῆναι, καὶ τί θέλω εἰ ἤδη ἐβαπτίσθην»; εἰ τοίνυν θέλει καὶ σπεύδει καὶ λέγει εἰς τοῦτο ἥκειν, πῶς ἄλλο βούλημα τὸ αὐτοῦ ὑποφαίνει καὶ ἄλλο τὸ τοῦ πατρός; ἀλλ’ ἐπειδὴ ἤμελλε διὰ τοῦ Ἰσραὴλ παραδίδοσθαι, φιλάνθρωπος ὢν καὶ φειδόμενος τοῦ σπέρματος Ἀβραάμ, ἐποιεῖτο ὑπὲρ τοῦ λαοῦ λόγον. τὸ δὲ βούλημα ἦν τοῦ πατρός, τὸ τὴν οἰκονομίαν οὕτω πληρωθῆναι [διὰ] τῶν υἱῶν Ἰσραήλ, παραιτίων ἑαυτοῖς ὄντων τῆς τοῦ υἱοῦ προδοσίας καὶ οὐχ ὑπὸ θεοῦ ἀναγκαζομένων· καὶ οὐχ ἕτερον βούλημα ἦν τὸ τοῦ υἱοῦ παρὰ τὸν πατέρα. ἀλλ’ ἔδει αὐτὸν καὶ ἐν τούτῳ ταῦτα δεικνύειν, ἵνα τὸ πᾶν τῆς μονότητος ἐπὶ τὸν πατέρα ἀναγάγοι, πρὸς τὸ μὴ μερισθῆναί τι τῆς μιᾶς ἑνώσεως καὶ οἰκονομίας. 61.
Καὶ καθεξῆς δὲ ἐπιφέρει λέγων, ἐν τῷ εὔχεσθαι αὐτόν, ὅτι γενόμενος ἐν ἀγωνίᾳ, [ὡς] ἐμφέρεται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἵδρωσέ» φησι «καὶ ἐγένετο αὐτοῦ ὁ ἱδρὼς ὡσεὶ θρόμβοι αἵματος κατερχόμενοι ἐπὶ τῆς γῆς. καὶ ἐφάνη ἄγγελος κυρίου ἐνισχύων αὐτόν». προπηδήσαντες τοίνυν οἱ λεξίθηρες εὐθύς, ὡς πρόφασιν κατὰ ἐχθροῦ εὑράμενοι, ἐπιφέρουσι λέγοντες· ὁρᾷς ὅτι ἐπεδέετο καὶ ἰσχύος ἀγγέλων; ἐνίσχυσε γὰρ αὐτὸν ἄγγελος· ἐν ἀγωνίᾳ γὰρ αὐτὸς ἐγένετο. καὶ οὐκ ἴσασιν ὅτι ἐὰν μὴ ἔχῃ πάντα ταῦτα καὶ τὸ «μὴ τὸ ἐμὸν βούλημα, ἀλλὰ τὸ σὸν» καὶ ἐὰν μὴ ἀγωνιάσῃ καὶ ἐὰν μὴ ἱδρὼς αὐτῷ γένηται ἐκ σώματος προχεόμενος, ἄρα δόκησις ἦν ἡ ἔνσαρκος Χριστοῦ παρουσία, καὶ εὐλόγως παρὰ Μανιχαίων καὶ Μαρκιωνιστῶν ἡ περὶ φαντασίας [δόκησις] τῆς ἐνσάρκου παρουσίας ὑπόθεσις ᾄδεται, [ὅτι δόκησις ἦν] καὶ οὐκ ἀληθεστάτη.
ταῦτα δὲ πάντα [ἐποίει], ἐπασφαλιζόμενος ἡμῶν τὴν ζωήν, [ὅτι] τὰ [ἡμέτερα] ὅλα ἀνεδέξατο, οἰκονομικῶς ἀνθρωποπαθῆ τινα διηγήματα ἔχων, οὐκ εἰρωνείᾳ, ἀλλ’ ἀληθείᾳ, [ὡς] τὸ «οὐκ ἐμὸν θέλημα», ἵνα δείξῃ σαρκὸς ὑπόστασιν ἀληθινήν, καὶ ἵνα ἐλέγξῃ τοὺς λέγοντας νοῦν μὴ ἐσχηκέναι αὐτὸν ἀνθρώπινον καὶ ἐλέγξῃ τοὺς μὴ λέγοντας σάρκα αὐτὸν ἐσχηκέναι. πᾶς γὰρ θεῖος λόγος ἀνὰ μέσον τῶν υἱῶν τοῦ σκότους ἑστὼς ἐλέγχει μὲν τὸ σκότος, φωτίζει δὲ τοὺς υἱοὺς τῆς ἀληθείας. ὅρα γὰρ πόσα χρήσιμα ἐν τῷ λόγῳ τούτῳ. ἀπὸ ἀσωμάτων οὐ προέρχεται ἱδρώς. ἐν δὲ τῷ τοῦτο γενέσθαι ἔδειξεν ἀληθινὴν σάρκα καὶ οὐ δόκησιν. ἀπὸ σαρκὸς [δὲ] ἐν θεότητι συνηνωμένης χωρὶς ψυχῆς καὶ νοὸς οὐ γίνεται ἀγωνία. ἀγωνιάσαντος δὲ αὐτοῦ ἔδειξε ψυχὴν καὶ σῶμα καὶ νοῦν ἐπὶ τὸ αὐτὸ πεφορηκέναι, ὅθεν ἡ ἀγωνία φαίνεται. καὶ πάλιν ἐν τῷ εἰπεῖν «μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν» ἔδειξεν ἀληθῶς νοῦν ἀνθρώπινον, ἀλλ’ ἀναμάρτητον.
PG 42:301ἡ γὰρ θεότης αὐτοῦ πάντοτε ἐν πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ καὶ ὁ υἱὸς ἐν ἁγίῳ πνεύματι, τὰ πάντα τετελειωμένως ἔχων, καὶ οὐδὲν διαλλάττει φρόνημα υἱοῦ πρὸς πατέρα οὐδὲ πατρὸς πρὸς υἱὸν οὐδὲ τοῦ ἁγίου πνεύματος πρὸς πατέρα καὶ υἱόν. εἰ γὰρ ἃ μὴ θέλει πατὴρ βούλεται υἱός, ἄρα καὶ αὐτὸς ἔσται καθ’ ἡμᾶς ψιλὸς ἄνθρωπος θελήματι πατρὸς κατὰ ἐλάττωσιν [ὑποτασσόμενος]. ἀλλ’ οὐχ οὕτως ἐστί, μὴ γένοιτο. τῷ δὲ ἀνθρωποπαθῆ διηγεῖσθαι τὸ ἀληθινὸν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας καὶ τὸ τέλειον τῆς αὐτοῦ ἐνανθρωπήσεως δείκνυσιν, ἵνα εἰς πάντα ἡμῶν σωτηρία γένηται, εἰς τὸ μὴ ἕτερα ἀνθ’ ἑτέρων νοεῖν καὶ ἐκπίπτειν τῆς ἀληθείας. 62. Περὶ δὲ τοῦ ὑπὸ ἀγγέλων αὐτὸν θεωρηθῆναι ἐνισχυόμενον, καὶ τί τούτου κυριώτερον; τί δὲ τούτου ἀναγκαιότερον; ἰδοὺ γὰρ εὑρήκαμεν πληρούμενον τὸ ῥητὸν τῆς μεγάλης ᾠδῆς τῆς παρὰ Μωυσῇ γεγραμμένης, ὅπου λέγει «προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου»· καὶ μετ’ οὐ πολλὰ εἰπὼν πάλιν φησί· «προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ»· οὐχ ἵνα δῶσιν αὐτῷ ἰσχὺν οἱ ἄγγελοι· οὐ γὰρ ἐπεδέετο τῆς τῶν ἀγγέλων ἐνισχύσεως·
ἀλλ’ ἐνισχύσωσιν αὐτῷ, τουτέστιν ἀποδόντες αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος αὐτοῦ ὁμολογήσωσιν. καὶ γὰρ καὶ ἡμεῖς ἀσθενεῖς ὄντες πολλάκις θεὸν ηὐλογήσαμεν, πολλάκις θεὸν ἐνισχύσαμεν, οὐχ ὅτι θεὸς ἐπιδέεται τῆς ἡμῶν εὐλογίας, ἀλλ’ ὁμολογοῦντες αὐτοῦ τὸ τῆς εὐλογίας κράτος· καὶ διὰ λεπτολογίας ἐροῦμεν «σή ἐστιν ἡ δύναμις, σὸν τὸ κράτος, σή ἐστιν ἡ τιμή, σή ἐστιν ἡ δόξα, σή ἐστιν ἡ εὐλογία, σή ἐστιν ἡ ἰσχύς, σή ἐστιν ἡ δύναμις». μὴ ἡμεῖς ἰσχὺν παρέχομεν τῷ θεῷ, ἐὰν εἴπωμεν· σή ἐστιν ἡ ἰσχύς, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ εὐλογία, μὴ ἡμεῖς δύναμιν αὐτῷ δεδώκαμεν, μὴ ἡμεῖς τὸν θεὸν ηὐλογήσαμεν· ἀλλ’ ἐνισχύσαντες καὶ ἐνδυναμώσαντες θεοῦ τὴν δύναμιν ὡμολογήσαμεν καὶ θεῷ τὴν ἰσχὺν ἀποδεδώκαμεν. οὕτω καὶ ὁ ἄγγελος κατ’ ἐκείνην τὴν ὥραν θαυμάσας καὶ ἐκπληττόμενος τὴν ὑπερβολὴν τῆς τοῦ ἰδίου δεσπότου φιλανθρωπίας, ὅτι θεὸς ὢν καὶ σὺν πατρὶ προσκυνούμενος ἐν οὐρανῷ, καὶ θεραπευόμενος ὑπὸ ἰδίων ἀγγέλων αὐτοῦ, εἰς τοσοῦτον ὑπέμεινεν ἰδίᾳ βουλήσει ἑκουσίως ἐλθεῖν καὶ ἐνδύσασθαι σάρκα·
καὶ οὐ μόνον, ἀλλὰ καὶ ἄχρι τοῦ παθεῖν ὑπὲρ τοῦ ἰδίου πλάσματος, τῆς ἀνθρωπείας φύσεως ὑπομένει καὶ ἄχρι σταυροῦ παραδοθῆναι, γευσάμενός τε «θανάτου, θανάτου δὲ σταυροῦ», ὅπως δι’ αὐτοῦ τρόπαιον μὲν κατὰ τοῦ θανάτου ἡ ἀνθρωπότης λάβοι, «καταργήσῃ δὲ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τουτέστι τὸν διάβολον» καὶ «θριαμβεύσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν». διὸ καὶ θαυμάζων καὶ ἐκπληττόμενος ὁ ἄγγελος ἔλεγεν αὐτῷ, δοξολογῶν καὶ εὐφημῶν τὸν ἴδιον δεςπότην ἐπὶ τῷ τοιούτῳ σκάμματι καὶ παραδοξοποιίᾳ ἑστῶτα· ὅτι σή ἐστιν ἡ προσκύνησις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ ἰσχύς, ἵνα πληρώσῃ τὸ παρὰ Μωυσῇ γεγραμμένον ὅτι «ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ». καὶ ὁρᾶτε, Χριστοῦ θεράποντες καὶ υἱοὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως, ὅτι οὐδὲν ἐν τῇ θείᾳ γραφῇ σκολιὸν οὐδὲ στραγγαλιῶδες, ἀλλὰ τὰ πάντα θαυμασίως εἰς τὴν ἡμετέραν σωτηρίαν γέγραπται καὶ τετελείωται. οἱ δὲ προειρημένοι, ἐν ἔχθρᾳ ὄντες πρὸς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ πρὸς τὸ ἅγιον πνεῦμα, πάντα ὡς ἐχθροὶ διανοοῦνταί τε καὶ σοφίζονται.
PG 42:303ἡμῖν δὲ μὴ γένοιτο ἀνθρωπίνοις σοφίσμασι προσανέχειν, ἀλλ’ ἔχειν τὸν ἑαυτῶν νοῦν ἐρρωμένον, ὅπως τὸν μὲν ἡμῶν δεσπότην δοξάσωμεν, μηδὲν δέ τι ἠλαττωμένον ἐν αὐτῷ διανοηθῶμεν. εἰ γὰρ ὁ τὰ πάντα ἐλθὼν σῶσαι ἔχει ἐλαττώματός τι ἐν ἑαυτῷ, πῶς σωθήσεται ἡ κτίσις ἀπὸ τῶν ἰδίων ἐλαττωμάτων; 63. Πάλιν δὲ ἐπιλαμβάνονται ὥσπερ ἀντίδικοι [καὶ γάρ εἰσιν Ἰουδαϊκῷ φρονήματι ἐγκείμενοι καὶ μηδὲν ἐκείνων διαλλάττοντες, πλὴν τοῦ ὀνόματος μόνον] οἱ πάλιν ἡμῖν ἐπιφύοντες νέοι Ἰουδαῖοι, ζητοῦντες κατὰ τοῦ σωτῆρος λέξεις τινάς, «ὅπως παγιδεύσωσιν αὐτὸν ἐν λόγῳ», καθὼς ἔφη τὸ ἅγιον εὐαγγέλιον, καί φασιν· ἔλεγεν ἐν τῷ σταυρῷ «ἠλί, ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ ὁρᾷς, φασίν, οἰκτρῶς αὐτὸν παρακαλοῦντα καὶ ἀποδυρόμενον καὶ λέγοντα· «ἵνα τί με ἐγκατέλιπες;» καὶ οὐκ ἴσασιν οἱ ἀπὸ τοῦ δηλητηρίου τούτου τῆς τοῦ Ἀρείου μανίας καρηβαροῦντες τῇ διανοίᾳ καὶ τῆς τοῦ θεοῦ γνώσεως λειπόμενοι, ὅτι δεῖ τὰ ἀνθρωποπαθῆ πάντα ἐν τῷ κυρίῳ ὁμολογεῖσθαι ἐν τῇ ἐνσάρκῳ αὐτοῦ ἀληθινῇ παρουσίᾳ.
PG 42:305καὶ πρῶτον μὲν τὰ περὶ αὐτοῦ ὡς φρονοῦσιν ἀπὸ ἑτέρων εἰς ἕτερα μεταπηδῶντες ἐπιλανθάνονται, μίαν μὴ ἔχοντες κατάστασιν. πῶς γὰρ δύνανται οἱ τῇ διανοίᾳ μὴ σωφρονοῦντες; ποτὲ μὲν γὰρ λέγειν σωτῆρα βούλονται αὐτὸν καὶ κύριον καὶ Χριστὸν καὶ πρὸ πάντων αἰώνων [ὄντα] καὶ δεσπότην ἀγγέλων καὶ ἀρχαγγέλων, δι’ οὗ τὰ ὅλα γεγένηται, ἀρχαί τε καὶ ἐξουσίαι, ἄγγελοί τε καὶ ἀρχάγγελοι, οὐρανοὶ καὶ τὰ πάντα, γῆ τε καὶ πάντες ἄνθρωποι καὶ πάντα τὰ ἐπὶ γῆς, θάλασσά τε καὶ τὰ ἐν αὐτῇ. καὶ ὦ πολλῆς ἠλιθιότητος τῶν τὰ τοιαῦτα περὶ αὐτοῦ δοξαζόντων καὶ ἐνταῦθα μὴ νοούντων ὅτι οὐ δύναται ὁ πρὸ τῶν αἰώνων [ὢν] κατὰ τὴν αὐτοῦ θεότητα, δι’ οὗ ὁ οὐρανὸς καὶ γῆ γεγένηται, ἄγγελοί τε καὶ ἀρχάγγελοι καὶ ἁπαξαπλῶς τὰ σύμπαντα, ὁρατά τε καὶ ἀόρατα, ταύτην τὴν φωνὴν ἐκ προσώπου τῆς αὐτοῦ θεότητος λέγειν «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» πότε γὰρ ἐγκατελείφθη υἱὸς ἀπὸ πατρός, πότε δὲ οὐχ ὁ υἱὸς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ; ἐπὶ γῆς μὲν γὰρ ὁ υἱὸς καὶ [ὁ] θεὸς λόγος βεβήκει, οὐρανοῦ δὲ ἥπτετο καὶ πάντες ἐχθροὶ ἐπληροῦντο τῆς αὐτοῦ δόξης.
καὶ ἐν Μαρίᾳ ἐτύγχανε καὶ ἄνθρωπος ἐγένετο, ἀλλὰ τῇ δυνάμει αὐτοῦ ἐπλήρου τὰ σύμπαντα. πῶς οὖν ὁ τοιοῦτος καὶ τηλικοῦτος κατὰ τὴν αὐτοῦ θεότητα οἰκτρῶς ἔλεγεν «ἠλί, ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου, θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» καίτοι αὐτοῦ λέγοντος «πάλιν ἀπέρχομαι, καὶ οὐκ ἀφίω ὑμᾶς ὀρφανούς, ἀλλ’ ἔρχομαι πρὸς ὑμᾶς», καὶ πάλιν [ἐν] ἑτέρῳ τόπῳ λέγει «ἀμὴν λέγω ὑμῖν, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ ἐν ἐμοὶ καὶ καταλείψετέ με πάντες μόνον, ἀλλ’ οὐκ εἰμὶ μόνος, ἀλλ’ ἔστι μετ’ ἐμοῦ ὁ γεννήσας με πατήρ» καὶ πάλιν «ἀπέρχομαι, καὶ ἀποστελῶ ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον, τὸ παράκλητον, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον», καὶ πάλιν ἐν ἄλλῳ τόπῳ «ἐγὼ κρούω, καὶ ἐάν τίς μοι ἀνοίξῃ, εἰσελευσόμεθα πρὸς αὐτόν, ἐγὼ καὶ ὁ πατήρ μου, καὶ μονὴν ποιήσομεν παρ’ αὐτῷ», ὡς αὐτοῦ ἐκ τοῦ πατρὸς μὴ ἐγκαταλιμπανομένου, ἀλλ’ ὄντος καὶ τοῦ πατρὸς ἀεὶ σὺν τῷ υἱῷ, ὡς τοῦ ἁγίου πνεύματος σὺν πατρὶ καὶ υἱῷ. 64.
Τί οὖν, φασίν, ἔστιν ὁ λόγος οὗτος ὃν εἶπεν, ὅτι «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» τίνι δὲ οὐ σαφὲς εἴη ὅτι ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως ἀνθρωποπαθῶς προβάλλεται τὸ ῥῆμα; ἡ γὰρ αὐτοῦ ἐνανθρώπησις, οὐ κατ’ ἰδίαν τις οὖσα [οὐ γὰρ ἀπὸ κεχωρισμένης τῆς θεότητος καὶ χωρὶς οὔσης τῆς ἐνανθρωπήσεως ἔλεγεν ὡς ἄλλου καὶ ἄλλου [ὄντος], ἀλλὰ συνηνωμένης τῆς ἐνανθρωπήσεως τῇ θεότητι, μιᾶς οὔσης ἁγιαστείας καὶ ἤδη ἐν αὐτῇ τὰ τελειότατα ἐπισταμένης], οἷα δὴ ἐν θεῷ συνηνωμένη καὶ εἰς μίαν θεότητα συνημμένη, ὁρῶσα ἤδη τὴν θεότητα σὺν τῇ ψυχῇ κινουμένην ἐπὶ τὸ καταλεῖψαι τὸ ἅγιον σῶμα ἀπὸ προσώπου αὐτοῦ τοῦ κυριακοῦ ἀνθρώπου, τουτέστι τῆς αὐτοῦ ἐνανθρωπήσεως [προεβάλετο]. ἤμελλε γὰρ ἡ θεότης τελειοῦν τὰ πάντα τὰ κατὰ τὸ μυστήριον τοῦ πάθους καὶ σὺν τῇ ψυχῇ κατελθεῖν ἐπὶ τὰ καταχθόνια ἐπὶ τὸ ἐργάσασθαι τὴν ἐκεῖ τῶν προκεκοιμημένων σωτηρίαν, φημὶ δὲ ἁγίων πατριαρχῶν.
PG 42:307ὡς οὖν ἡ κίνησις οὕτως ἐγένετο, ἀπὸ προσώπου τῆς ἐνανθρωπήσεως ἡ φωνὴ ἔλεγεν αὐτῇ τῇ ἰδίᾳ θεότητι «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» ἀλλ’ ἔδει τοῦτο γενέσθαι, ἵνα πληρωθῶσι δι’ αὐτοῦ αἱ θεῖαι γραφαὶ διὰ τῶν ἰδίων αὐτοῦ προφητῶν περὶ αὐτοῦ προκεκηρυγμέναι· ἵνα πληρώσῃ καὶ τὰ κατὰ τοῦ Ἅιδου ἐν τῇ ἰδέᾳ τοῦ ἀνθρώπου πρὸς τὸν Ἅιδην, ἵνα ὁ ἄρχων, ὁ Ἅιδης καὶ ὁ θάνατος, χειρώσασθαι ἄνθρωπον θελήσας, κατὰ ἄγνοιαν ἀγνοῶν τὴν ἐν τῇ ψυχῇ [κεκρυμμένην καταλάβῃ ἁγίαν] θεότητα καὶ μᾶλλον [γένηται] αὐτὸν τὸν Ἅιδην χειρωθῆναι καὶ τὸν θάνατον καταλυθῆναι καὶ πληρωθῆναι τὸ εἰρημένον «οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». οὔτε γὰρ κατέλιπεν ὁ ἅγιος θεὸς λόγος τὴν ψυχὴν οὔτε ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ ἐν Ἅιδῃ. πάντα γὰρ οἰκονομεῖ τὰ τῆς τοιαύτης μεγάλης μυσταγωγίας ἡ τριὰς ἀπαραλείπτως, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τοῦ μὲν υἱοῦ ἐνσάρκου [γενομένου], τοῦ γὲ πατρὸς ἀσωμάτου ὑπάρχοντος, εὐδοκίᾳ δὲ ἰδίᾳ καὶ βουλήσει πνεύματος ἁγίου τοῦ ἀσωμάτου [τοῦ] υἱοῦ [δὲ] ἐνσωμάτου γενομένου, ἀλλὰ ἀτρέπτου.
τὰ δὲ ὅλα ἀπὸ τῆς τριάδος ᾠκονομεῖτο σωτήρια τοῖς ἀνθρώποις. 66. Διὰ τοῦτο πάλιν ἐν ἑτέρῳ φησίν, ἐπειδὴ εἶπεν «ἵνα τί ἐγκατέλιπές με;» ὧδε λέγων «οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω». ἔδει γὰρ γενέσθαι τὸ τριήμερον [τὸ] σῶμα ἐν τῷ μνήματι, ἵνα πληρωθῇ τὸ εἰρημένον «καὶ ἐγενόμην ἐν νεκροῖς ἐλεύθερος» καὶ [τὸ] «ἀπέρριψάν με τὸν ἀγαπητόν, ὡσεὶ νεκρὸν ἐβδελυγμένον», καὶ ἵνα πληρωθῇ [τὸ] «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν», ἵνα δείξῃ τὸ ὅσιον διὰ τοῦ σώματος καὶ [τὸ «οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην»], ἵνα δείξῃ μήτε ψυχὴν ἐγκαταλειφθεῖσαν ἐν Ἅιδῃ· ἐν αὐτῇ γὰρ διὰ τῆς κατακωχῆς ἐν τῷ Ἅιδῃ ἦν ὁ θεὸς λόγος, ἵνα πληρώσῃ τὸ εἰρημένον παρὰ τῶν ἀποστόλων «ἀδύνατον γὰρ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ Ἅιδου». καὶ τίνος ἕνεκα τὸ ἀδύνατον λέγει, ἀλλ’ ὅτι ἔσπευδε μὲν ὁ θάνατος καὶ ὁ Ἅιδης κατασχεῖν ψυχήν, ἀδύνατον δὲ ἦν τὴν ψυχὴν αὐτοῦ κατασχεθῆναι διὰ τὴν θεότητα;
PG 42:309εἰ δὲ ἀδύνατον ἦν κατασχεθῆναι διὰ τὴν θεότητα, πῶς ἄρα ἐκ προσώπου τῆς αὐτοῦ θεότητος ἠδύνατο ῥηθῆναι τὸ «θεέ μου, θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» ἀλλ’ οὗτος ἐκ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως ἀνθρωποπαθῶς ἐδείκνυτο ὁ λόγος, ἵνα μάθωμεν ἀληθινῶς εἶναι τὴν ἔνσαρκον παρουσίαν καὶ οὐ δοκήσει ἢ φαντασίᾳ παρ’ αὐτοῦ οἰκονομηθεῖσαν. ἀνέστη δὲ ἀπὸ τῆς γῆς ποῖον ἀλλ’ ἢ τὸ κοιμηθέν; «ἀνέστη», γάρ φησιν, «οὐκ ἔστιν ὧδε». τί δὲ τὸ ἀναστὰν ἀλλ’ ἢ τὸ σῶμα; σῶμα δὲ ἄρα τὸ ἐν τῷ μνήματι, [καὶ] ἡ ψυχὴ δὲ συναπῆλθε τῷ θεῷ λόγῳ. καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἐπλήρου τὴν τελείαν ἀνάστασιν ἐν τῇ αὐτῇ θεότητι, ἐν τῇ αὐτῇ ψυχῇ, ἐν τῷ αὐτῷ ἁγίῳ σώματι, συνενώσας λοιπὸν τὴν πᾶσαν οἰκονομίαν εἰς μίαν ἕνωσιν πνευματικήν, εἰς μίαν ἕνωσιν θεότητος, εἰς μίαν οἰκονομίαν, εἰς μίαν τελειότητα, ὡς λέγει ἐν τῷ β ψαλμῷ «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο», ἵνα δείξῃ τὴν εἴσοδον τοῦ θεοῦ λόγου ἀπὸ τῶν ἐπουρανίων εἰς τὸν κόσμον, ἐνδυομένου εὐπρέπειαν, τουτέστι τὴν σάρκα, τὴν ἀπὸ παρθένου γεγεννημένην·
ἐπειδὴ γὰρ ἐδόκει εὐτελής τις τοῖς ὁρῶσιν ἀπίστοις, αὐτῷ δὲ [ἦν] εὐπρέπεια λογιζομένη, ἵνα δείξῃ τὸ αὐτοῦ ἰσχυρὸν διὰ τῆς δοκούσης ἀσθενείας τῆς σαρκὸς καταργοῦν τὸν τὸ κράτος ἔχοντα τῆς ἁμαρτίας λύσας, τουτέστι τὸν θάνατον, τὴν πᾶσαν οἰκονομίαν τῆς σωτηρίας ἡμῶν εὐπρεπῶς ποιήσας καὶ τὴν φθορὰν ἀφανίσας καὶ τὴν κατάραν, ἐξαλείψας καὶ τὸ καθ’ ἡμῶν χειρόγραφον καὶ τὴν πρὸς τὸν Ἅιδην διαθήκην λύσας καὶ πάντα οἰκονομήσας ἀνθρώποις εἰς σωτηρίαν. εὐθὺς γὰρ μετὰ τὸ εἰπεῖν «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο» προστίθησι πάλιν καὶ δευτεροῖ λέγων «ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο», ἵνα δείξῃ τὸ πρῶτον ἔνδυμα ἀπὸ Μαρίας, τὴν δὲ ἐπιδευτερουμένην πάλιν ἔνδυσιν ἀπὸ τῆς ἀναστάσεως τῶν νεκρῶν. καὶ γὰρ «πρωτότοκός ἐστιν ἐκ τῶν νεκρῶν», ὡς εἶπεν ἡ θεία γραφή. διὰ τοῦτο προστίθησι ταύτῃ τῇ δευτέρᾳ ἐνδύσει περισσοτέραν τινὰ ἀσφάλειαν, λέγων «ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο». 67. Ὥσπερ γὰρ ὁ ἐπὶ τῇ ὀσφύϊ διαζωννύμενος ἐπισφίγγει τὸ ἔνδυμα ἐπὶ τὴν ὀσφύν, περισσότερον στερεῶν τὸ εἶδος καὶ συνενῶν τῷ χρωτὶ τῷ ἰδίῳ, οὕτω τὸ πρῶτον εὐπρέπειαν διὰ τὴν ἔνσαρκον ἐνταῦθα ἐνδημίαν.
τὸ δὲ δεύτερον, φησί, δύναμιν ἐνεδύσατο, ἀναστὰς ἐκ τῶν νεκρῶν· οὐκέτι εἰς πάθος ἡ ἐνανθρώπησις αὐτοῦ ἔρχεται, οὐκέτι εἰς μάστιγας, οὐκέτι σταυροῦται, ὡς εἶπε περὶ αὐτοῦ ὁ ἀπόστολος «ἀνέστη, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». διὰ τοῦτό φησι τὸ «διεζώσατο», συνενώσας τὴν αὐτοῦ σάρκα εἰς μίαν θεότητα, εἰς μίαν ἑνότητα, εἰς [ἓν] πνεῦμα, τὸ θεϊκὸν καὶ σωματικὸν εἰς ἓν πνευματικὸν τελούμενον, [καὶ] μὴ ἔχον διάλυσιν, ὡς εἰσῆλθε λοιπὸν θυρῶν κεκλεισμένων, τὸ παχυμερὲς λεπτομερές, τὸ παθητὸν ἀπαθὲς [ἀποδείξας], ἐν σαρκὶ πεπονθώς, μένων δὲ ἐν ἀπαθείᾳ· καίπερ μετὰ τὸ εἰσελθεῖν δεικνύων ὀστέα καὶ σάρκα, τύπον λόγχης καὶ τύπον ἥλων, ψηλαφώμενος ὑπὸ τοῦ Θωμᾶ, ὁρώμενος ὑπὸ τῶν μαθητῶν, εἰσερχόμενος δὲ θυρῶν κεκλεισμένων, ἵνα δείξῃ ὅτι εἰς μίαν ἕνωσιν πνευματικὴν τὸ πᾶν ᾠκονόμησε τῆς αὐτοῦ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους σωτηρίας. καὶ τί μοι περὶ τὸν τοσοῦτον λόγον κατατρίβεσθαι;
PG 42:311πολλάκις γὰρ «τὰ αὐτὰ» λέγειν «ἡμῖν μὲν οὐκ ὀκνηρόν», τοῖς δὲ ἐντυγχάνουσιν ἀσφαλείας χάριν φροντίσαντες πολλάκις διηγησάμεθα, ἵν’ οὕτως διαπεράσαντες τὴν τοῦ Ἀρείου θηριοβολίαν τῶν φρονημάτων τε καὶ λόγων καὶ διανοημάτων, 68. Ἱκανῶς τε περὶ ταύτης τῆς λέξεως ὡσαύτως διαλαβόντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἵνα πανταχόθεν τὰ πλεῖστα τὰ τῇ διανοίᾳ ἡμῶν ἀπὸ τῆς ἐκείνων ἐρεσχελίας ὑποπίπτοντα σαφηνίσαντες δείξωμεν ἀπὸ τῶν ὀλίγων ἢ καὶ πλειόνων ὅτι πάντα ἐν τῇ θείᾳ γραφῇ τῷ κεκτημένῳ πνεῦμα ἅγιον καὶ νοῦν ἐγρήγορον παρὰ κυρίου εἰληφότι οὐδέν ἐστι σκολιὸν ὑπονοῆσαι ἢ πάθους εἶδος εἰς τὸν πατέρα ἢ εἰς τὸν υἱὸν οὐδὲ εἰς τὸ ἅγιον πνεῦμα, ἀλλὰ πάντα τελειότατα, οἰκονομικῶς δὲ εἰς ἑκάστην χρείαν καὶ ἐν ἑκάστῳ τόπῳ πρὸς τὸ ὑποκείμενον ἐν ἀληθείᾳ ἐν ταῖς θείαις γραφαῖς εἴρηται ὑπ’ αὐτοῦ τοῦ κυρίου καὶ τῶν αὐτοῦ ἀποστόλων καὶ τῶν ἁγίων προφητῶν τῶν ὑπ’ αὐτοῦ ἀπεσταλμένων. καὶ γὰρ περὶ τούτου προεφήτευσε φήσας κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον «ἠλί, ἠλί, λημᾶ σαβαχθανί»·
ὃ κατὰ ἀκολουθίαν ἐπλήρου ὁ κύριος ἐπὶ τοῦ σταυροῦ, τὰ εἰς αὐτὸν πεπροφητευμένα λέγων «ἠλί, ἠλί» Ἑβραϊκῇ τῇ λέξει, ὡς ἦν προγεγραμμένον, καὶ οὐκέτι Ἑβραϊκῇ, ἀλλὰ Συριακῇ διαλέκτῳ τὸ συζυγοῦν ῥῆμα ἀποτελῶν ἔλεγε «λημᾶ σαβαχθανί», ἵνα τῇ ἀρχῇ μὲν χρήσηται, ὡς ἦν περὶ αὐτοῦ γεγραμμένον, εἰς ἑτέραν δὲ γλῶσσαν τὸ λεῖπον τῷ ῥητῷ [κατὰ] τὴν διήγησιν μεταβάλλοι· καὶ αὐτὸ ποιῶν δι’ ἀγαθὴν οἰκονομίαν, εἰς τὸ ὁμολογεῖν τὸ ῥητὸν περὶ αὐτοῦ εἰρῆσθαι ὑπὸ τοῦ προφήτου διὰ τοῦ «ἠλί, ἠλί» λέγειν, τὸ δὲ ὑπόλοιπον οὐκέτι Ἑβραϊκῇ λέξει, ἀλλὰ Συριακῇ, ὅπως καθέλοι [τὸν τῦφον] τῶν αὐχούντων τὴν Ἑβραί̈δα καὶ καταξιώσῃ καὶ ἑτέρας γλώσσας εἰς πλήρωσιν τῶν περὶ αὐτοῦ ῥητῶν· ἔμελλε γὰρ ἤδη ἁπλοῦν τὴν αὐτοῦ γνῶσιν ἐπὶ πάντα τὰ ἔθνη καὶ οὐκ ἐπὶ τοὺς Ἑβραίους μόνον, ὡς ἔχει ἡ πᾶσα αὕτη ἀκολουθία ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ, ἀπὸ προσώπου τῆς ἐνσάρκου αὐτοῦ παρουσίας τὰ ἀνθρωποπαθῆ πάντα αὐτοῦ δηλοῦσα.
αὐτὸς δὲ ἐλθὼν ἐπλήρου, ὡς καὶ [πάντα] ἔστιν ἀκόλουθα ἐν ὅλῳ τῷ ψαλμῷ εἰς τὴν τῆς ὑφηγήσεως ταύτης ἔνσαρκον παρουσίαν Χριστοῦ, τελειότατα τὸ διήγημα, ὥς φησι «καὶ ἐμερίσαντο τὰ ἱμάτιά μου», καὶ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με». καὶ ὅσα ἐστὶ τοιαῦτα λεγόμενα, ἃ οὐκ ἐνδέχεται πληροῦσθαι εἰς τὴν θεότητα, ἀλλ’ ἐν σαρκί, τῆς θεότητος οἰκονομούσης τὰ πάντα ἐν ἀπαθείᾳ καὶ ἐν ἀληθείᾳ. 69. Ἀναπηδῶσι δὲ πάλιν, ὡς οἱ ἐμμανεῖς κύνες λύσσῃ τινὶ κατεχόμενοι, τὸν αὐτῶν δεσπότην διὰ τὴν λύσσαν ἀγνοοῦντες καὶ αὐτῷ πρῶτον ἐπερχόμενοι, καὶ λέγουσι πάλιν, ὅταν ἀκούσωσι παρ’ ἡμῶν, ὡς ἔστιν ἀληθές, ὡς τοῦ κυρίου λέγοντος ἐν τῷ εὐαγγελίῳ περὶ τῶν αὐτοῦ μαθητῶν «οὓς δέδωκάς μοι, πάτερ, ἐφύλαξα αὐτοὺς ἐν τῷ κόσμῳ», καὶ πάλιν «ποίησον αὐτοὺς ἵνα ὦσιν ἐν ἐμοί, ὡς κἀγὼ καὶ σὺ ἕν ἐσμεν», καὶ λέγουσιν «ὁρᾷς τὸ ὑπ’ αὐτοῦ λεγόμενον, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ καὶ οἱ δύο ἕν ἐσμεν», ὅτι οὐ περὶ ἰσότητος λέγει, ἀλλὰ περὶ ὁμονοίας;
PG 42:313πῶς γὰρ ἠδύναντο οἱ μαθηταὶ ἐν αὐτῷ εἶναι κατὰ ἰσότητα, ἀλλὰ κατὰ τὴν ὁμόνοιαν, καὶ εὐθὺς πάντη ἐλέγχει αὐτοὺς ἡ τοῦ θεοῦ ἀλήθεια, ὡς οὔτε οἱ μαθηταὶ ἠδύναντο τοῦτο πληροῦν οὔτε περὶ αὐτῶν τοῦτο ῥηθῆναι, εἰ μὴ ἐκοινώνησε τῆς αὐτῶν σαρκὸς ἐλθὼν ὁ λόγος καὶ συνάψας αὐτοὺς ἐν αὐτῷ εἰς υἱοθεσίαν. διὰ τοῦτο γὰρ καὶ πάντη ἐν τῷ ᾄσματι τῶν ᾀςμάτων τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν «πλησίον» καλεῖ, προσφωνῶν αὐτῇ διὰ τῆς ἁγίας αὐτοῦ φωνῆς τῆς ἀνεγερτικῆς καὶ προτρεπτικῆς λέγων ὅτι «ἀνάστα, ἐλθέ, πλησίον μου, καλή μου, περιστερά μου». καὶ ὁρᾷς ὡς «πλησίον» αὐτὴν καλεῖ; οὐκ ἠδύνατο δὲ ἡ ἐκκλησία «πλησίον Χριστοῦ» καλεῖσθαι, εἰ μὴ ἄνωθεν ἦλθε καὶ ἐπλησίασεν αὐτῇ, δι’ ἧς ἔλαβε σαρκὸς ὁμοιοπαθοῦς, ἵνα τὴν πλησιάσασαν αὐτῷ ἀνθρωπότητα, συναγαγὼν τοὺς ἐν ὑπακοῇ γενομένους πλησίον ἑαυτῷ, καλέσῃ τὴν ἁγίαν καὶ ἄσπιλον νύμφην.
καὶ διὰ τοῦτο ἐνταῦθα τὸν πατέρα αἰτεῖ ὁ λόγος, ὁ κύριος ἡμῶν ὁ μονογενής, περὶ τῶν μαθητῶν, ἵνα ὦσιν ἐν ἑαυτῷ, ἵνα τὴν συγγένειαν τὴν εἰς αὐτὸν διὰ τῆς σαρκὸς γενομένην εὐδοκίᾳ πατρὸς ἁγιασθέντων τῶν μαθητῶν εἰς ἑνότητα εὐδοκίας καὶ υἱοθεσίας συνάψῃ, ἵνα ἔχωσιν ἐν τῷ πρωτοτόκῳ τοῦ πατρὸς «τὴν ἀπογραφὴν τῶν πρωτοτόκων ἐν οὐρανῷ». καὶ ἵνα μή τινες νομίσωσι τὸν υἱὸν ἀπαλλοτριοῦσθαι τῆς τοῦ πατρὸς δόξης διὰ τὸ πεφορηκέναι σάρκα, ἐπασφαλιζόμενος τὴν πίστιν καὶ τὴν τῆς ἀληθείας αὐτοῦ γνῶσιν, [ὅπως] μὴ ἐν ὑπονοίᾳ τινὶ γένηταί [τις] τῶν αὐτοῦ δούλων καὶ τῆς ἐλπίδος ἐκπέσοι ὁ τοιοῦτος, φησίν, «ἵνα [ὦσιν] ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἓν ὦσιν. ἐγὼ μὲν γὰρ καὶ σὺ ἕν ἐσμεν», διὰ τὸ θεὸν ἐκ θεοῦ καὶ ὁμοούσιον ἐν θεότητι [αὐτὸν εἶναι]. καὶ τὸ «ἕν ἐσμεν» οὐχ ἑνικὸν σημαίνει. οὐκ εἶπε γὰρ ὅτι ἐγὼ εἷς εἰμι, ἀλλ’ ἐγὼ καὶ σύ· καὶ τὸ «ἕν ἐσμεν», ἵνα ἐλέγξῃ Σαβέλλιον καὶ τὴν αὐτοῦ σχολήν, τὸν νομίζοντα τὸν υἱὸν καὶ τὸν πατέρα συναλοιφὴν εἶναι καὶ τὸν πατέρα πρὸς τὸ ἅγιον πνεῦμα ὡσαύτως. διὰ τοῦτο γὰρ λέγει, ἕν ἐσμεν, καὶ οὐκ εἶπεν, εἷς εἰμι.
δύο μὲν γὰρ τέλεια, πατὴρ καὶ υἱός, ἓν δὲ διὰ τὴν ἰσότητα, διὰ τὴν [μίαν] θεότητα καὶ μίαν δύναμιν καὶ μίαν ὁμοιότητα. ἐν τῇ οὖν θεότητι πατὴρ καὶ υἱὸς ἕν, ἐν τῇ ἀνθρωπήσει υἱὸς καὶ οἱ μαθηταὶ ἕν, προσαγομένων [τῶν] διὰ τὴν καταξίωσιν τῆς κλήσεως τῶν μαθητῶν ἐπὶ τὸ ἀνεκδιήγητον τῆς αὐτοῦ φιλανθρωπίας, εἰς μίαν ἑνότητα υἱοθεσίας, διὰ τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εὐδοκίαν. καὶ πάλιν ἐλήλεγκται ἡ πλάνη τῶν ματαίως περὶ τοῦ ἰδίου αὐτῶν δεσπότου κακῶς φρονούντων. 70. Παρελθὼν δὲ καὶ ταύτην τὴν λέξιν τὰς ἑξῆς διασκοπήσω. προπηδῶσι δέ τινας λέξεις ἑαυτοῖς ἐφευρίσκοντες οἱ σοφισταί, περὶ συλλογισμοὺς ἐσχολακότες καὶ λογισμοὺς ματαιοφροσύνης, ἄνθρωποι ὄντες τὸν θεὸν συλλογίσασθαι πειρώμενοι, ὡς καὶ ὁ προφήτης αὐτοὺς ἐλέγχει φάσκων «εἰ πτερνιεῖ τις θεόν, ὅτι ὑμεῖς πτερνίζετέ με;» τί γὰρ πάλιν φασὶν οἱ γεννάδαι;
PG 42:315ὡς καὶ τὴν ἄλλην λέξιν ἄνω ἑρμηνευθεῖσαν ἐτάξαμεν, ὑπ’ αὐτῶν δὲ ἡμῖν πρὸς πεῦσιν ἐκτεινομένην, τὸ «θέλων ἐγέννησε τὸν υἱὸν ἢ μὴ θέλων», ὡς ἐν θεῷ ἐδείξαμεν ὅτι οὐδέν τι μελλητικὸν τυγχάνει αὐτῷ, ἀλλ’ ἅμα πάντα ἐν αὐτῷ ἐστι τέλεια καὶ οὐ πρῶτον βούλεται πρὶν ἢ ποιῆσαι οὐδὲ ποιεῖ ἄνευ βουλεύματος καὶ οὐ βουλεύεται, ἵνα τι ἑτοιμάσῃ, οὐδὲ ἡ ἑτοιμασία αὐτοῦ βουλῆς ἐπιδέεται· ὥστε παρ’ αὐτῷ τὸ γέννημα ἀεὶ γεγέννηται καὶ μὴ ἐν χρόνῳ ἀρξάμενον, ἀλλ’ ἀεὶ σὺν πατρὶ γεγεννημένον ὑπάρχει καὶ οὐδέποτε διαλείπει, ὡς καὶ ἐνταῦθα πάλιν δευτερώσας τὴν λέξιν πάλιν τίθημι, ὅτι οὔτε θέλων ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει· φύσεως γάρ ἐστιν [γέννημα] ὁ υἱὸς ὑπὲρ βουλὴν καὶ πᾶσαν ἔννοιαν καὶ ὑπόνοιαν. 71. Ὁμοίαν δὲ ταύτῃ λέξει, ὡς ἔφην, ἄλλην ἡμῖν ἐφευρίσκουσιν οἱ νέοι Ἀριστοτελικοί. ἐκείνου γὰρ ἀπεμάξαντο τὴν ἰοβολίαν καὶ κατέλιπον τοῦ ἁγίου πνεύματος τὸ ἄκακον καὶ τὸ πρᾶον, ὡς λέγει ὁ κύριος «μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ταῖς ψυχαῖς ὑμῶν ἀνάπαυσιν».
οὗτοι δὲ τὴν πραότητα καταλελοιπότες δεινότητι μᾶλλον ἑαυτοὺς ἐκδεδώκασιν, ἐνδυσάμενοι Ἀριστοτέλην τε καὶ τοὺς ἄλλους τοῦ κόσμου διαλεκτικούς, ὧν καὶ τοὺς καρποὺς μετίασι, μηδένα καρπὸν δικαιοσύνης εἰδότες μηδὲ πνεύματος καταξιωθέντες δωρεὰν ἔχειν ἐν ἑαυτοῖς, οἱ φιλόνεικοι. λέγουσι γοῦν πρὸς ἡμᾶς, ὅταν εἴπωμεν αὐτοῖς ὅτι ὁ ὢν υἱὸς πρὸς τὸν ὄντα πατέρα ἦν [ἐπειδὴ γὰρ τῷ Μωυσῇ εἶπεν ὁ πατὴρ ὅτι «ἐρεῖς πρὸς αὐτούς· ὁ ὢν ἀπέσταλκέ με», καὶ πάλιν τὸ εὐαγγέλιον περὶ τοῦ υἱοῦ φάσκει ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος»], ἐὰν εἴπωμεν ὅτι ὁ ὢν ἦν πρὸς τὸν ὄντα, λέγουσι πρὸς ἡμᾶς· τὸ ὂν τοίνυν ἐγεννήθη ἢ τὸ μὴ ὂν ἐγεννήθη; εἰ γὰρ ἦν, πῶς ἐγεννήθη; εἰ δὲ ἐγεννήθη, πῶς ἦν; καὶ ἔστι [τοῦτο] τῆς αὐτῆς ματαιοφροσύνης τῆς περὶ ζητήσεις ἀσχολουμένης καὶ τὰ μετέωρα ἐμβατευούσης καὶ τὰ ἄνω «περιεργαζομένης καὶ μηδὲν ἀγαθὸν ἐργαζομένης». ἐροῦμεν γὰρ πρὸς αὐτούς· πόθεν ὑμῖν ἡ ὑπόνοια αὕτη τοῦ ταῦτα διανοηθῆναι; ἐὰν δὲ εἴπωσιν ὅτι οὕτως ἀπαιτεῖ τὸ φρόνημα ἐξετάζειν, λέγομεν καὶ αὐτοί· οὐκοῦν λέγετε ἡμῖν, ὦ οὗτοι, τὰ ἑαυτῶν λογίζεσθε ἢ τὰ τοῦ θεοῦ; εἶτά φασιν·
PG 42:317ἀφ’ ἑαυτῶν, ὡς λογικοί, τὰ τοῦ θεοῦ λογιζόμεθα. οὐδὲν οὖν διαλλάττει θεὸς τῆς ὑμῶν ἕξεως, φύσεώς τε καὶ οὐσίας; ναί, φασίν. εἰ τοίνυν διαλλάττει φύσις θεοῦ παρὰ τὴν ὑμῶν φύσιν, πρῶτα μὲν οὐ δύναται ἡ ὑμῶν φύσις περὶ θεοῦ καταλαμβάνειν τὰ ἀκατάληπτα· δεύτερον δὲ ὅτι ἀσεβές ἐστι θεὸν ἀφ’ ὑμῶν ἀπεικάζεσθαι κατὰ τὴν ὑμῶν οὐσίαν. ἐν ἡμῖν γὰρ τὸ μὴ ὂν γεννᾶται, ἐπειδὴ αὐτοὶ οὐκ ἦμέν ποτε, γεγεννήμεθα δὲ ἀπὸ τῶν ἡμῶν πατέρων, τῶν καὶ αὐτῶν ποτε μὴ ὑπαρχόντων, καὶ ἐξ ὑπαρχῆς ἄχρι τοῦ Ἀδὰμ διαληπτέον. Ἀδὰμ δὲ ἀπὸ τῆς γῆς ἐγένετο, οὐκ ὢν ποτέ, ἡ δὲ γῆ ἐγένετο ἐξ οὐκ ὄντων, ὅτι οὐκ ἦν ἀεί· θεὸς δὲ πατὴρ ἦν ἀεί. καὶ ὁποῖος ἦν τῇ φύσει, τοιοῦτον ἐγέννησε τὸν υἱόν. ἐγέννησε δὲ αὐτὸν ἀεὶ ὄντα, οὐ συνάδελφον, ἀλλ’ ἐξ αὐτοῦ γεγεννημένον, ὅμοιον αὐτῷ κατὰ φύσιν, κύριον ἐκ κυρίου, θεὸν ἐκ θεοῦ, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ. καὶ ὁποῖα λογίζεταί τις περὶ πατρός, οὕτω καὶ περὶ υἱοῦ λογιστέον· ὁποῖα πιστεύει περὶ τοῦ υἱοῦ, οὕτω [καὶ] εἰς τὸν πατέρα ἡγητέον.
οὕτω γάρ φησιν «ὁ μὴ πιστεύων εἰς τὸν υἱὸν ὡς πιστεύει εἰς τὸν πατέρα, καὶ τιμᾷ τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μενεῖ ἐπ’ αὐτόν», ὡς ἔχει τὸ θεῖον εὐαγγέλιον. καὶ διέπεσε πάλιν ἡ αὐτῶν συλλογιστικὴ διάνοια. θεὸς γὰρ ἀκατάληπτος ὢν θεὸν ἀκατάληπτον ἐγέννησε πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ χρόνων, καὶ οὐκ ἔστι διάστημα ἀνὰ μέσον υἱοῦ καὶ πατρός, ἀλλ’ ἅμα νοεῖς πατέρα, ἅμα νοεῖς υἱόν, ἅμα ὀνομάζεις υἱόν, ἅμα δεικνύεις πατέρα. ἀπὸ γὰρ τοῦ πατρὸς υἱὸς νοεῖται καὶ ἀπὸ υἱοῦ πατὴρ γινώσκεται. πόθεν γὰρ υἱός, εἰ μὴ πατέρα ἔχει; καὶ πόθεν πατήρ, εἰ μὴ ἐγέννησε τὸν μονογενῆ; πότε γὰρ δύναται μὴ καλεῖσθαι πατὴρ πατὴρ ἢ υἱὸς υἱός, ἵνα τινὲς νοήσωσι πατέρα ἄνευ υἱοῦ καὶ ὕστερον ὡς εἰς προκοπὴν ἐληλυθότα καὶ γεγεννηκότα τὸν υἱόν, ἵνα μετὰ τὸ γέννημα κληθῇ πατὴρ υἱοῦ ὁ πατήρ, προκόπτων ἐν τῇ θεότητι ὁ τέλειος καὶ μηδέποτε ἐπιδεόμενος τελειώσεως; 72. Πάλιν δὲ προφασίζονται τὸ ἰατικὸν τοῦτο φάρμακον καὶ σωτηριῶδες ἀντίδοτον ἀφ’ ἑαυτῶν ἀποβάλλεσθαι βουλόμενοι, τὸ στερέμνιον τῆς πίστεως τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, λέγοντες· πόθεν τὸ τῆς οὐσίας ὄνομα ἡμῖν φέρεται;
διὰ τί ὁμοούσιος ὁ υἱὸς τῷ πατρὶ λέγεται; ποία γραφὴ εἶπε περὶ ὁμοουσιότητος; ποῖος τῶν ἀποστόλων οὐσίαν εἶπε θεοῦ; οὐκ ἴσασι δὲ ὅτι καὶ ὑπόστασις καὶ οὐσία ταὐτόν ἐστι τῷ λόγῳ. ἔστι γὰρ κύριος ἐν τῇ ὑποστάσει αὐτοῦ, καὶ τὸ «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». οὐσία οὖν ἐστιν· οὐχὶ περιουσία, ἀλλὰ αὐτὸ τοῦτο ὄν, ὥς φησι Μωυσῆς «ὁ ὢν ἀπέσταλκέ με» εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ. ὁ ὢν οὖν ἐστι τὸ ὄν, τὸ δὲ ὂν ἡ οὖσα οὐσία τυγχάνει. τὸ δὲ ὁμοούσιον οὐχ ἕνα πάλιν σημαίνει, ἀλλ’ ἀπὸ τοῦ ὁμο δύο σημαίνει τέλεια· ἀλλ’ οὐκ ἀλλοῖα ἀλλήλων ἐστὶν οὐδὲ ἀλλότρια τῆς αὐτῶν ἑνότητος. εἰ δὲ ἐχρησάμεθα εὐσεβείας χάριν τινὶ λέξει [μὴ γεγραμμένῃ] διὰ τὸν σύνδεςμον τῆς ἀληθείας [ἄνευ γὰρ τοῦ ὁμολογεῖν ὁμοούσιον πάντως αἱρέσεων οὐ δύναται εἶναι ἔλεγχος. ὥσπερ γὰρ μισεῖ ὁ ὄφις τὴν ὀσμὴν τῆς ἀσφάλτου καὶ τὴν πνοὴν τῆς ἐλάφου καὶ τὸ θυμίαμα τοῦ γαγάτου λίθου καὶ τὸ κάπνισμα τοῦ στύρακος, οὕτω καὶ Ἄρειος καὶ Σαβέλλιος μισεῖ τὸν λόγον τῆς ἐν ἀληθείᾳ ὁμολογίας τοῦ ὁμοουσίου], ἀλλὰ καὶ αὐτοῖς ἐροῦμεν·
PG 42:319εἰ καὶ μὴ ἦν ἡ λέξις ἐν ταῖς θείαις γραφαῖς, [ἔστι δὲ καὶ σαφῶς ἔγκειται ἐν νόμῳ καὶ παρὰ ἀποστόλοις καὶ τοῖς προφήταις· «ἐκ γὰρ δύο μαρτύρων ἢ τριῶν σταθήσεται πᾶν ῥῆμα»], ὅμως ἐξὸν ἦν ἡμῖν δι’ εὐσέβειαν χρήσασθαι λέξει χρησίμῃ, ἐπασφαλιζομένοις τὴν ἁγίαν πίστιν. ὑμεῖς δὲ τί φατε; λέγετε γὰρ ἡμῖν, ὦ οὗτοι· τί λέγετε περὶ τοῦ πατρός; ἄκτιστος ὁ πατήρ; πάντως ὅτι ναί. τίς γὰρ [οὕτως] ἠλίθιος ἵνα ἀμφιβάλλοι περὶ τούτου; ποῖος δὲ ἐμβρόντητος λογίσασθαι μὴ εἶναι ἄκτιστον τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; πάντως γὰρ καὶ αὐτοὶ ὁμολογεῖτε ὅτι ἀγέννητος καὶ ἄκτιστος καὶ ἀγένητος. οὐ γὰρ ἔχει πρὸ αὐτοῦ πατέρα, οὐδὲ ὁρισμὸν ἐτῶν οὐδὲ «ἀρχὴν ἡμερῶν» κατὰ τὸ γεγραμμένον. εἰ τοίνυν οὔτε ἀρχὴ χρόνου αὐτῷ οὔτε τέλος, ὡμολόγηται ὅτι ἄκτιστος καὶ ἀναμφίβολόν ἐστιν· οὐδαμοῦ δὲ περὶ αὐτοῦ τοῦτο γέγραπται. εὐσεβείας δὲ χάριν ἀναγκαζόμεθα ταῦτα εὐσεβῶς περὶ αὐτοῦ φρονεῖν τε καὶ λέγειν, κἄν τε μὴ ᾖ γεγραμμένον.
οὕτως τὸ περὶ τοῦ ὁμοουσίου ἀναγκαζόμεθα λέγειν, εἰ καὶ μὴ ἦν γεγραμμένον, κατὰ τὴν ἰδίαν γλῶσσαν μετὰ στενωπῆς τῶν λόγων, εἰ καὶ δόξειεν τοῦτο εἶναι ὑπὲρ ἡμᾶς καὶ ὑπὲρ τὴν ἡμῶν φύσιν τὸ περὶ θεοῦ διαλέγεσθαι. ἀλλ’ ὅμως αὐτὸς ὁ κύριος συγγνωμονήσειεν ἡμῖν, βουλομένοις οὐχ ὑπὲρ θεότητος ἀπολογεῖσθαι, τῆς ἀνενδεοῦς οὔσης τῆς ἡμῶν συστάσεως· ἀλλὰ δεῖ εὐσεβῶς λέγειν καὶ εὐσεβῶς νοεῖν, ἵνα μὴ ἀπολώμεθα. 73. Τοίνυν ἀποκρίθητε ἡμῖν οἱ τοῦ Ἀρείου μαθηταί· ἀγέννητον λέγομεν πάντες ὁμοῦ τὸν πατέρα καὶ ἄκτιστον, καὶ θαυμαστὴ ἡ λέξις δηλονότι· ποῦ τοίνυν γέγραπται τοῦτο; δείξατε τὸν τόπον. οὔτε γὰρ νόμος εἴρηκεν οὔτε προφῆται οὔτε εὐαγγέλιον οὔτε ἀπόστολοι. εἰ τοίνυν εὐσεβῶς λέγομεν λέξιν μὴ γεγραμμένην καὶ ἐστὶν ἀποδεκτὴ ὑπὲρ δόξης θεοῦ λεγομένη, τίς ἡμῖν ἐγκαλέσειεν, εἰ μὴ[ν] καὶ μὴ ἦν τὸ ὁμοούσιον γεγραμμένον· εὑρόντων ἡμῶν λόγον, δι’ οὗ λόγου δυνησόμεθα τὸ ἀσφαλὲς ὁμολογῆσαι τῆς ἡμῶν σωτηρίας; ἀλλ’ εἰσὶ μαρτυρίαι μετὰ καὶ τοῦ εὐσεβοῦς λογισμοῦ, αἵ τε προτεταγμέναι καὶ ἄλλαι πλείους.
PG 42:321παρελεύσομαι δὲ καὶ ταύτην τὴν λέξιν, καὶ τὰς ἄλλας αὐτῶν τοῦ δελεασμοῦ κατὰ τῶν ἀκεραίων λεγομένας ἐν θεῷ ἀναξανῶ ῥήσεις τε καὶ ἐπινοίας. 74. Λέγουσι γὰρ πάλιν οἱ αὐτοὶ μετὰ πασῶν, ὧν ἀπὸ τοῦ ἀποστόλου καὶ τῶν εὐαγγελίων κατὰ τὸν νοῦν αὐτῶν παραφθείρουσι κακῶς ὑπονοοῦντες λέξεις, καὶ ταύτην εἰς μέσον φέροντες ἀπὸ τοῦ ἀποστόλου, ὡς εἴρηται ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ, ἐν τῷ περὶ νεκρῶν ἀναστάσεως κεφαλαίῳ, ὡς καθεξῆς φησιν «εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». ἐπιλαμβάνονται τοίνυν τοῦ ῥητοῦ καὶ τῷ ἔθει τῆς αὐτῶν ἔχθρας πρὸς τὸν μονογενῆ ἀνασκευάζοντες τὴν αὐτοῦ ἄφραστον καὶ ἔνδοξον θεότητα, ὡς καὶ πολλάκις εἶπον, ἀνοίᾳ φερόμενοι, [καὶ] φασίν·
ὁρᾷς ὅτι λέγει «εἶτα τὸ τέλος ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ [πᾶσαν ἀρχὴν καὶ] πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. τὸ δὲ δεῖ καὶ ἄχρι καὶ ὅταν παραδιδῷ τὴν βασιλείαν χρόνου ἐστὶν ὁρισμός.» καὶ βλασφημοῦντές φασι, παύσεως καὶ καταλύσεως τοῦ βασιλεύοντός ἐστι ταῦτα δηλωτικά, ἕως οὗ παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί. καὶ οὐκ ἴσασιν ἐξ ὑπαρχῆς τὸν νοῦν τῆς ἀληθείας, ὅτι διὰ τὸ μετεσχηκέναι τὸν μονογενῆ σαρκὸς καὶ αἵματος τὰ ἀνθρωποπαθῆ περὶ αὐτοῦ καὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας προσληπτικὰ τῆς δόξης ᾄδεται καὶ λέγεται, ἀλλ’ οὐκ ἐκτὸς τῆς τελείας ἀεὶ καὶ ἐνδόξου αὐτοῦ θεότητος τῆς μηδὲν ἐνδεομένης προ[ς]λαβέσθαι δόξαν, ἐχούσης δὲ τὸ αὐτοδεδοξασμένον καὶ τὸ αὐτοτέλειον· ὡς αὐτὸς περὶ τῶν δύο ἀπολογεῖται μερῶν, φάσκων περὶ μὲν τοῦ προσφάτου «δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι».
PG 42:323ὁ δὲ πατὴρ τῶν δύο σχέσεων ἀπαγγέλλων τὴν δόξαν, περὶ μὲν τῆς πρώτης κατὰ τὸ πνεῦμα, «ὅτι ἐδόξασα», ἵνα δείξῃ τὸ ἀόριστον, περὶ δὲ τοῦ προσφάτου διὰ τὴν ἔνσαρκον παρουσίαν, ὅτι «καὶ πάλιν δοξάσω»· 75. ἵνα καὶ ἐνταῦθα τὸ σαφὲς ἀποδειχθείη περὶ ὧν καὶ ὁ ἀπόστολος εἴρηκε, περὶ αὐτοῦ διττῶς τὴν ἀλήθειαν ὑποτιθέμενος , καὶ τὸ «ἄχρις οὗ παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», διὰ τὴν ἀπὸ χρόνου ἀρχὴν γενομένην ἐνσάρκου παρουσίας. ἡ γὰρ θεότης τοῦ μονογενοῦς ἦν ἀεὶ σὺν πατρί, ὅπερ ἐστὶ μονογενὴς θεὸς λόγος ἐκ πατρὸς προελθὼν ἀνάρχως καὶ ἀχρόνως. ἐπεὶ πῶς πληρωθήσεται τὸ ῥηθὲν ὑπὸ τοῦ ἀγγέλου τὸ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;» ἐπειδήπερ ἔλεγεν αὐτῇ «τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν», ἵνα δείξῃ ἄνωθεν τὸν θεὸν λόγον κατεληλυθότα καὶ ἐν μήτρᾳ τῆς αὐτῆς παρθένου σαρκωθέντα καὶ τελείως ἐνανθρωπήσαντα [καὶ] ἵνα μὴ διορίσῃ τὴν ἔνσαρκον τελείωσιν ἀπὸ τῆς ἐνθέου τελειώσεως, μετὰ προσθήκης τοῦ «καὶ» ἔλεγεν αὐτῇ «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ».
εἶτα «δώσει αὐτῷ, [φησίν], ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». ἀντιδιαστελλομένων τοίνυν τούτων θατέρου πρὸς θάτερον, ὅτι «δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ» καὶ «βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας», [καὶ οὐκ εἶπεν εἰς τὸν αἰῶνα μόνον, ἀλλ’ εἰς τοὺς αἰῶνας], καὶ πάλιν τοῦ «ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», ἀντιπαρατιθεμένου τῷ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος», ἀμφοτέρων δὲ τὰ τοιαῦτα περὶ κυρίου καὶ Χριστοῦ φησάντων ἀξιοπίστων [τε] ἁπάντων ὄντων, τοῦ μὲν ἀγγέλου Γαβριὴλ ἁγίου ὄντος, τοῦ δὲ ἁγίου ἀποστόλου πνευματοφόρου ὄντος, τί ἂν φαίησαν οἱ τῆς ζωτικῆς πραγματείας ἄγνωστοι; μὴ ἄρα ἀντίζετος εἴη ἡ γραφὴ πρὸς ἑαυτὴν τὰ πάντα ἀεὶ ἀληθεύουσα; μὴ γένοιτο. ἀλλ’ ὡς ἀπ’ ἀρχῆς εἴπομεν, διὰ τὸ προσληπτικὸν τῆς ἐνανθρωπήσεως τὰ πάντα ἔχει τῆς εὐλόγου ἀκολουθίας. εἰ γὰρ παραδίδωσι τὸ βασίλειον χρόνῳ, ἄρα νῦν οὐδὲ βασιλεύει·

Against the Ariomanites (continued)Contra Ariomanitas (continuatio)

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰ δὲ οὔπω βασιλεύει, πῶς εὑρίσκεται προσκυνούμενος ἀεὶ ὑπὸ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων πρὸ τῆς ἐνσάρκου παρουσίας καὶ ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὡς ἡ γραφὴ λέγει περὶ αὐτοῦ ὅτι «ὅταν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγουσα, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ πάλιν «ἐκάθισεν ἐν δεξιᾷ τοῦ παρτός», καὶ πάλιν «αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων». ἄρα οὖν βασιλεύει ἀεὶ ὁ [ὑπὸ] πάντων προσκυνούμενος. τί οὖν εἴπωμεν, τοῦ υἱοῦ ἀεὶ βασιλεύοντος ἀπὸ τῶν ἀνέκαθεν καὶ νῦν καὶ εἰς τὸ ἑξῆς, ἐπεὶ μηδέπω παρέδωκε τὴν βασιλείαν τῷ πατρί; ἆρα ἐκτός ἐστι τοῦ βασιλεύειν ὁ πατήρ; μὴ γένοιτο. ἔστι γὰρ ἅμα πατρὶ βασιλεύων, καὶ πατὴρ ἅμα υἱῷ καὶ ἁγίῳ πνεύματι. ἀλλὰ τί λέγουσιν; «ὅταν παραδῷ τὸ βασίλειον τῷ θεῷ καὶ πατρὶ» παύεται αὐτὸς τοῦ βασιλεύειν; μὴ γένοιτο. ἐπεὶ πῶς πληροῦται τὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος;» ἀλλ’ ἵνα δείξῃ ὅτι οὐδὲν ἐν τῷ υἱῷ πεπλήρωται οὔτε πληροῦται ἀφηνιάζον καὶ ἰδιάζον τῆς τοῦ πατρὸς ἑνώσεως, καὶ [τοῦ] ἑνὸς θελήματος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
PG 42:325ὁρῶμεν γὰρ καὶ ἐνταῦθα ὡς περὶ αὐτοῦ τοῦ υἱοῦ εἴρηται ὅτι «ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν», ὡς αὐτοῦ τοῦ υἱοῦ παραδιδόντος τὴν βασιλείαν καὶ καταργοῦντος πᾶσαν ἀρχὴν καὶ τὰ ἑξῆς, καὶ τὸ «δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ», ὡς τοῦ υἱοῦ τὰ πάντα ποιοῦντος καὶ αὐθεντοῦντος καὶ ἐξουσιάζοντος καὶ τῷ πατρὶ παραδιδόντος σὺν τῇ βασιλείᾳ τοὺς ὑποτασσομένους. 76. Εἶτα λοιπὸν μεταβαίνει εἰς πρόσωπον ἕτερον πάλιν τοῦ πατρός, ὑποτάσσοντος πάντα τῷ υἱῷ, καί φησι «πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». οὐκέτι δὲ ἀπὸ προσώπου πατρὸς μόνον, οὐδὲ ἀπὸ προσώπου υἱοῦ μόνον, ἀλλὰ μεσαίτατα τῶν προσώπων πατρὸς καὶ υἱοῦ φησιν «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ ὑποτέτακται» [καὶ τὰ ἑξῆς]. ἤθελον [οὖν] ἐρωτῆσαι τοὺς αὐτούς, ἀπὸ προσώπου τίνος τὸ «εἴπῃ» λέγει. τὸ γὰρ βάθος τῶν μυστηρίων τοῦ θεοῦ πνευματικῶς τοὺς σαρκικοὺς κρίνει. «ὁ γὰρ σαρκικὸς οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν».
ἐνταῦθα γὰρ [τὸ] «ὅταν εἴπῃ ὅτι πάντα αὐτῷ ὑποτέτακται», εἰ μὲν ὁ πατὴρ λέγει πρὸς τὸν υἱόν, ἐλλιπὴς ἡ πραγματεία· ὑπέταξε γὰρ ὁ υἱὸς τὰ πάντα τῷ πατρί· εἰ δὲ ἀπὸ προσώπου υἱοῦ τὸ «ὅταν εἴπῃ [ὅτι] τὰ πάντα αὐτῷ ὑποτέτακται» λέγεται, ἐλλιπὲς τὸ φρόνημα, ὅτι μελλητικά τινα ἐν θεῷ, ἢ ἐν πατρὶ ἢ ἐν υἱῷ λογίζεται. τίς δέ ἐστιν ὁ λέγων ὅτι πάντα ὑποτέτακται; οὐ γὰρ εἶπεν, ὅταν εἴπωσιν· εἰ γὰρ ἦν τοῦτο [τοῦ υἱοῦ] τὸ ὅταν εἴπωσι λεγόμενον, ἠδύνατο πληροῦσθαι ἢ ἐπὶ τοὺς ἀγγέλους ἢ ἐπὶ τοὺς ὑποταγέντας. ἐπειδὴ δὲ ἄνω ἐσήμανε τὸν υἱὸν ὑποτάσσοντα τῷ πατρὶ καὶ παραδιδόντα, καὶ τὸν πατέρα ὑποτάσσοντα τῷ υἱῷ τὰ πάντα, περιελείπετο δὲ τοῖς λεξιθήρεσι τὸ τοῦ πνεύματος ἁγίου πρόσωπον· τούτου ἕνεκα ἀπαρεμφάτως μετὰ τὸ πρόσωπον τοῦ υἱοῦ καὶ τὸ πρόσωπον τοῦ πατρὸς τὸ πρόσωπον ὑπέφαινε τοῦ ἁγίου πνεύματος, τοῦ ἀναγγέλλοντος ἀεὶ τὰ πατρὸς καὶ υἱοῦ καὶ διδάσκοντος, ἵνα μὴ ἐλλιπῆ ποιήσῃ τὴν τελείαν γνῶσιν τῆς [περὶ] τριάδος καὶ τῆς ἐνσάρκου προσληπτικῆς δόξης παρουσίας. εἶτά φησιν· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». ὁ δὲ καταργηθεὶς πεπέδηται, οὐκέτι ἐνεργῶν ὃ ἐνεργεῖ οὐδὲ ἔτι ὑπάρχων·
PG 42:327καὶ γὰρ κατήργηται. 77. Τί οὖν οἱ τὸ συνιέναι τὰς γραφὰς ἀγνοοῦντες ἔχουσι περὶ τούτου λέγειν; δεῖ ἡμᾶς ἄρα λογίσασθαι περὶ τοῦ υἱοῦ ὅτι ἀργήσει τοῦ βασιλεύειν, εἰ οὕτως ἄρα εἶχεν ἡ λέξις, ἀλλὰ ἀσεβήσομεν καὶ [τολμήσομεν] αὐτὸν μετὰ τῶν ὑποτασσομένων ἐναριθμῆσαι, μάλιστα μετὰ τὸ ἐνεργεῖν οὗ ἐνήργει παυόμενον. ἀλλὰ μὴ γένοιτο· οὐδεὶς γὰρ τῶν εἰς Χριστὸν πιστευόντων καὶ ἐλπιζόντων ἐν ἀληθείᾳ διανοηθήσεται ἀπρεπῶς τῇ αὐτοῦ δόξῃ λέγειν ἢ ἀκούειν, ὡς οὗτοι ματαίως φρονοῦσι. πάντα δὲ ἡ θεία γραφὴ διδάσκει, [λέγουσα] «ὅταν εἴπῃ πάντα αὐτῷ ὑποτέτακται, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα», ὅπως τὸ ἀπ’ ἀρχῆς ὑπὸ τοῦ ἀγγέλου σημανθὲν καὶ ἐνταῦθα διὰ τοῦ ὁμοιώματος τοῦ λόγου συζευχθὲν τὴν φράσιν πᾶσαν τῆς δυνάμεως τοῦ λόγου ἀποφάνῃ ἀκολούθως τε καὶ τηλαυγῶς, ὡς καὶ ὁ ἄγγελος τὸ ὅμοιον ἔλεγεν, ἄνωθεν μὲν σημάνας τὸν υἱόν, εἶτα μετὰ προσθήκης περὶ τῆς ἐνσάρκου παρουσίας τὴν συνένωσιν δηλῶν, ὅτι «διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ [μετὰ προσθήκης τοῦ καί] ἅγιον κληθήσεται υἱὸς θεοῦ».

Book III Volume 1 · On the Audian SchismLiber III Tomus 1 · De Schismate Audianorum

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
διά τοι τοῦτο καὶ τὰ τοιαῦτα, ἐπειδὴ καὶ τὸ «διὸ καὶ τὸ γεννώμενον κληθήσεται υἱὸς θεοῦ», τούτου ἕνεκα «αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα», ἵνα μηκέτι τὸ σαρκικὸν σαρκικὸν εἴη τῇ δυνάμει, ἀλλὰ συνηνωμένον τῇ θεότητι, τὸ σαρκικὸν εἰς μίαν ἕνωσιν συνηνωμένον, σὺν πατρὶ βασιλεῦον καὶ ἁγίῳ πνεύματι, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος». καὶ ἐξότε μὲν ἀνέστη, ἀρχὴν ἔλαβεν τὸ «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι». συνήνωται γὰρ ὁμοῦ εἰς μίαν τὴν αὐτοῦ θεότητα πνευματικῶς τὸ σαρκικόν. ἐπειδὴ δὲ λέγει «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, ἕως τῆς παρουσίας τοῦ υἱοῦ τοῦ ἀνθρώπου», καὶ «οὕτως ὄψεσθε αὐτόν, ὃν τρόπον εἴδετε αὐτὸν ἀναλαμβανόμενον», τότε λοιπὸν πάντων τελειωθέντων καὶ μηδενὸς ἔτι πρὸς πλήρωσιν ὑπολειπομένου τῶν ἐπὶ τὴν αὐτοῦ θεότητα ἀναφέρειν τὸ «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». ἔστι σημαινόμενον, ἵνα μὴ εἴη διαίρεσις· οὐ γὰρ ἔστιν, ἵνα μὴ νομισθῇ πολυθεί̈α· μία γάρ ἐστιν ἡ δοξολογία.
οὔτε γὰρ νῦν ὡς τυραννῶν ὁ υἱὸς οὐχ ὑποτέτακται τῷ πατρὶ οὔτε ὑποτέτακται ὡς δοῦλος καὶ ἐξουσίαν μὴ ἔχων, [[ὁ] ἐκ πατρὸς γεγεννημένος, τῆς αὐτῆς φύσεως καὶ τῆς αὐτῆς θεότητος], οὔτε τότε κατὰ ἔλλειψιν οὔτε κατὰ ὑπόβασιν οὔτε κατὰ ἀνάγκην ἢ κατὰ λῆξιν ὑποτάσσεται τῷ πατρί, ἀλλ’ ὡς υἱὸς γνήσιος μονογενής, σὺν πατρὶ βασιλεύων ἀεί, εἰς μίαν ἑνότητα καὶ εἰς ἓν γέρας τιμῆς ἀνάγων τὴν πᾶσαν κτίσιν καὶ διδάσκων αὐτοῦ τὴν ἐκκλησίαν, «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν», ἐπειδὴ μία ἐστὶν ἡ θεότης, μία ἡ κυριότης, μία δοξολογία πατρὸς υἱοῦ καὶ ἁγίου πνεύματος, πρεπόντως τιμωμένου τοῦ πατρὸς ὑπὸ τοῦ υἱοῦ ὡς γνησίου υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς οὐκ ἀλλοτρίου ὄντος πατρὸς καὶ υἱοῦ. καὶ ἀποκλειέσθωσαν τῶν κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου πνεύματος βλασφημούντων αὐτοὶ οἱ λόγοι καὶ τὰ ἐπινοήματα τῆς πρὸς τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἔχθρας. καὶ ἔτι πάλιν τὰ κακῶς ὑπ’ αὐτῶν ἐπινοούμενα φωράσαντες ἀνετρέψαμεν. 78. Πάλιν [ἀνα]λέγουσι τῶν ἐκ τοῦ εὐαγγελίου λέξεις τινὰς καί φασιν·
PG 42:329διὰ τί «οὐ δύναται ποιεῖν οὐδὲν ὁ υἱὸς ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα;» καὶ οὐ νοοῦσιν ἀπ’ ἀρχῆς τὰ λεγόμενα, ὅτι καίτοι γε ὁ πατὴρ οὐ πρότερον ἐποίησε καὶ ὕστερον ὁ υἱὸς ἐτεχνάσατο. ποῖον γὰρ οὐρανὸν ἐποίησε καθ’ ἑαυτὸν ὁ πατήρ, ἵνα ἀπὸ τοῦ τύπου τοῦ πρώτου οὐρανοῦ λαβὼν τὸ ὁμοίωμα ὁ υἱὸς οὕτως ἐργάσηται; ἀλλ’ οὐδεὶς τοῦτο δύναται δεῖξαι τῶν τὴν κακίαν ἐπινοούντων. «ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». ἀλλ’ ἅμα ἐν ἀρχῇ ἐν τῇ κοσμοποιίᾳ φάσκει «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», καὶ οὐκ εἶπε, δεῦρο ποιήσω καὶ ὑποδείξω πῶς ἐργάσῃ. ἔπειτα δὲ «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον», καὶ οὐκ εἶπεν, ἐποίησε καὶ ἔδειξε τῷ υἱῷ πῶς δεῖ ποιεῖν τὸν ἄνθρωπον. οὔτε γὰρ ἐν ἀγνοίᾳ ἦν ὁ υἱός, ἵνα μετὰ τὸ μαθεῖν τέχνην τότε τὰ ἐξ αὐτῆς ἐργάσηται.
ἀλλ’ ἐπειδὴ πάλιν ἐλθὼν ὁ κύριος ἡμῶν τὴν σάρκα ἐνεδύσατο καὶ ἄνθρωπος ἐγένετο καὶ ἐν ἡμῖν συνανεστράφη, εἶχε δὲ πρὸς τοὺς Ἰουδαίους τὸν λόγον, οἵτινες ἐνόμιζον αὐτὸν τὰ τοῦ πατρὸς καταλύειν, βουλόμενος ἀναγαγεῖν αὐτῶν τὴν διάνοιαν, τοῦ μὴ προσέχειν τῇ αὐτοῦ ἐνανθρωπήσει μόνον, ἔλεγεν «οὐδὲν ποιεῖ ὁ υἱός, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα», ἵνα δείξῃ τὸ ἔργον τοῦ υἱοῦ εἶναι ἔργον τοῦ πατρὸς καὶ τὸν πατέρα εὐδοκοῦντα ἐπὶ τῇ αὐτοῦ τῆς πάσης ἐργασίας οἰκονομίᾳ. οὕτω καὶ κατὰ ἀκολουθίαν καὶ [περὶ] τὰς ἄλλας λέξεις προσκόπτοντες ὡς θῆρες καὶ ἐλεγχόμενοι ἀπὸ προσώπου τῆς τοῦ λόγου ἀστραπῆς, τῆς ἀληθείας, διωχθήσονται. «ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.» 79. Πρόσκειται γὰρ ταύτῃ τῇ λέξει, ἃ ἀναλέγουσι καθ’ εἱρμὸν καὶ λέγουσιν ἀπὸ τοῦ εὐαγγελίου «ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε», καὶ πάλιν «ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ.
PG 42:331ὁμοίως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ», καὶ πάλιν «οὐδένα γὰρ ὁ πατὴρ κρινεῖ, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα». ὅρα δέ μοι λοιπόν, Ἄρειε, τὸ πέρας τῆς πρὸς σὲ διαλογῆς, ποῦ ἀπετέλεσεν ὁ λόγος. οὐκ εἶπε τινὰς ναὶ καὶ τινὰς οὔ, ἀλλ’ «ἵνα πάντες τιμῶσι τὸν υἱόν, ὡς τιμῶσι τὸν πατέρα». μὴ ἀτίμαζε τοίνυν τὸν υἱόν, ἵνα μὴ ἀτιμάσῃς τὸν πατέρα. εἰ γάρ τι εἰς τὸν υἱὸν λογίζῃ ὑποβεβηκὸς ἢ ἐλάττωμα διανοεῖσθαι, οὐκοῦν καὶ ἐπὶ τὸν πατέρα ἀναβαίνει σου ἡ διάνοια; τῆς γὰρ αὐτῆς σοι τολμηρίας ἐστὶ τὸ εἰς τὸν υἱὸν [ἐλαττόνως] διανοεῖσθαι καὶ μὴ τιμᾶν αὐτόν, καθάπερ τιμᾷς τὸν πατέρα. ἵνα [τί] γὰρ καὶ δίδωσιν αὐτῷ ὁ πατήρ, λέγε μοι, ὦ γεννάδα, τί λέγει; «ἵνα ὃν θέλῃ ὁ υἱὸς ζωογονήσῃ»· οὐκ εἶπεν ὃν κελεύεται. ἔδει δὲ ταῦτα πάντα τὸν υἱὸν δέξασθαι παρὰ πατρός, ἀλλ’ οὐκ ἐλάττονα εἶναι παρὰ τὸν πατέρα, μάλιστα κατὰ δύο τρόπους· πρῶτον μὲν διὰ τὸ ἀναγαγεῖν ἡμῶν τὴν διάνοιαν εἰς μίαν ἕνωσιν θεότητος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ μὴ εἰς μερισμοὺς καὶ πολυθεί̈αν καταγαγεῖν τὸν τῶν ἀνθρώπων λογισμόν, ἀλλ’ ἀναφέρειν εἰς μίαν ἑνότητα·
δεύτερον δὲ καὶ εἰς τὴν τῆς ἐνσάρκου παρουσίας μεταβολὴν δόξης καὶ συνένωσιν τῆς αὐτοῦ θεότητος. ἐπειδὴ γὰρ ἦλθε τοὺς μαθητὰς αὐτοῦ εὐφρᾶναι διὰ τῆς ὑποσχέσεως ἧς εἶπεν ὅτι «εἰσὶ τῶν αὐτοῦ ἑστώτων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ», «καὶ τῇ ὀγδόῃ ἡμέρᾳ», ὡς λέγει τὸ εὐαγγέλιον, ἢ ὡς τὸ ἕτερον λέγει «μετὰ ἓξ ἡμέρας», οὐ τῶν εὐαγγελιστῶν ἕτερα ἀνθ’ ἑτέρων λεγόντων, ἀλλὰ μιᾶς οὔσης τῆς ἀκριβείας, ἀεί ποτε δὲ ἀσφαλιζομένης, ἵνα μὴ πρόφασις γένηται τὸ τοὺς ἀνθρώπους προσκόπτειν ἐν τοῖς ἀναγκαίοις, ἐπειδήπερ «ἔγκειται ἡ ἔννοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος ἐπιμελῶς». διὰ τοῦτο εἷς εὐαγγελιστὴς τῇ ὀγδόῃ ἡμέρᾳ εἶπεν. ἦν γὰρ μέρος τι τῆς ἡμέρας ὑπολειπόμενον, ὅτε τὸν λόγον ἔφη, καὶ συνηρίθμησεν ἀπ’ ἐκείνης τῆς ἡμέρας καὶ τῆς ὥρας, εἰ ἦν ἡ ἡμέρα κεκλικυῖα περὶ ἐνάτην ὥραν ἢ δεκάτην· καὶ πάλιν ἐν τῇ ὀγδόῃ ἡμέρᾳ περὶ τὴν τρίτην ἢ τετάρτην ὥραν τοῦ πράγματος γεγονότος, ὀγδόη αὕτη ἐκαλεῖτο. ὁ δὲ ἄλλος εὐαγγελιστὴς ἀσφαλίζεται καὶ λέγει μετὰ ἓξ ἡμέρας.
οὐκ ἠρίθμησε γὰρ ἐν ᾗ τὸν λόγον ἔφη τοῖς μαθηταῖς οὐδὲ ἐν ᾗ τὸ ἔργον ἐπετέλεσεν, ἀλλὰ τὰς μέσον ἓξ πληρεστάτας ἡμέρας. 80. Ὧδε δὲ περὶ τὸν λόγον γενόμενος τὴν φράσιν ὑποδείξω, ὅπως «παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνήνεγκεν αὐτοὺς εἰς τὸ ὄρος καὶ μετεμορφώθη καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος», τὸ ἐν σαρκὶ πρόσωπον συνὸν [ἐν] τῇ θεότητι, «καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς χιών», δηλονότι ἡ σὰρξ ἡ ἀπὸ Μαρίας οὖσα καὶ ἐκ τοῦ ἡμετέρου γένους τυγχάνουσα· καὶ μετεμορφοῦτο εἰς δόξαν, δόξαν ἐπικτωμένη τῆς θεότητος, τὴν τιμήν τε καὶ τελειότητα καὶ δόξαν τὴν ἐπουράνιον, ἣν μὴ εἶχεν ἡ σὰρξ ἀπ’ ἀρχῆς, ἐνταῦθα δὲ [ἦν] λαβοῦσα ἐν τῇ συνενώσει τοῦ θεοῦ λόγου.
PG 42:333οὕτω καὶ τὰ προειρημένα νόει, ὅτι «τὴν πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ» ὅτι ἔδωκεν αὐτῷ ἐξουσίαν, «ἵνα ὃν θέλει ζωογονήσῃ», ἵνα τὴν μὲν πρώτην ἀρχὴν δείξῃ τὴν ἕνωσιν τῆς μιᾶς θεότητος καὶ τὸ ἓν θέλημα, ἐπὶ τὸν πατέρα φέρων τὰ ὅλα τῆς ἀγαθωσύνης καὶ ἐπὶ τὴν μίαν ἀρχὴν καὶ θεότητα, [τῶν] τριῶν οὐσῶν τελείων ὑποστάσεων, μιᾶς δὲ θεότητος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ τῆς ἐνσάρκου πάλιν παρουσίας προσλαμβανούσης μετὰ τῆς θεότητος τὴν ἀπὸ πατρὸς καὶ υἱοῦ κεχαριςμένην αὐτῇ τοῦ ἀξιώματος δωρεάν τε καὶ ἐξουσίαν καὶ τελειότητα, καὶ εἰς μίαν θεότητος πνευματικὴν συνένωσιν [συνηνωμένης]. 81. Καὶ μάλα μόλις διεδράσαμεν τὸ δυσθαλάττιον τοῦτο χωρίον καὶ τὴν πᾶσαν ταύτην θηριοβολίαν, ἄγριά τε κυμάτων κυρ[τ]ώματα, ἀφρισμοὺς δὲ καὶ σάλους δεινούς, βέλη τε ἐναντίων καὶ θυρεοὺς κατακαύσαντες κατὰ τὸν ὀρθὸν λογισμὸν ἐν διανοίᾳ, τόξα τε τῶν δι’ ἐναντίας κατακλάσαντες, ἐπὶ τὸ ἑρπετὸν τοῦτο τὸ πολυκέφαλον ὕδρας ἄμορφον κατάστημα, λαβόντες ἐκ θεοῦ τὴν δύναμιν καὶ τὴν χάριν οἱ ἀνίκανοι, ὥστε ἐν θεῷ ἰσχύσαντας τὴν ἐπινίκιον ᾄδειν φωνὴν [τὴν] λέγουσαν· «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται·
ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», καὶ συντρίψαντες τὴν κεφαλὴν τοῦ δράκοντος ἐπάνω τοῦ ὕδατος τοῦ «ἡσύχως πορευομένου», οὗ οὐκ ἠθέλησαν τὴν μετοχὴν ἔχειν οἱ νέοι μετὰ Ἰουδαίων κληρονομίαν κεκτημένοι, πρὸς οὓς ἀποτεινόμενος ὁ προφήτης ἔλεγε «διὰ τὸ μὴ θέλειν ὑμᾶς ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν ὑμᾶς τὸν Ῥαασσὼν τὸν βασιλέα καὶ τὸν Ταβεὴλ υἱὸν Ῥομελίου, ἰδοὺ ἐπάγει κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρόν, τὸν βασιλέα τῶν Ἀσσυρίων» καὶ τὰ ἑξῆς. ἡμεῖς δὲ λαβόντες ἐν κυρίῳ τὴν βοήθειαν καὶ τὸ ἀπὸ ἀληθινῆς σαρκὸς «πτύσμα ἐπὶ τῆς γῆς βεβλημένον» καὶ τὸ μετὰ τοῦ πτύσματος «φύραμα τοῦ πηλοῦ ἐν τοῖς ὀφθαλμοῖς» ἡμῶν κεχαραγμένον, ἵνα οἵ ποτε ἐν ἀγνοίᾳ νῦν τὴν ἀλήθειαν γνῶμεν, ἀπελθόντες καὶ νιψάμενοι ἐν τῷ Σιλωάμ, τῷ ἀπεσταλμένῳ ἑρμηνευομένῳ, τουτέστιν ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ καὶ ἐν θεότητι τελειότητος, καὶ λοιπὸν ἑωρακότες οὐκέτι ἀρνούμεθα τὸν κύριον, εἰ καὶ ἀποσυναγώγους ἡμᾶς ποιήσωσιν οἱ τῆς Ἀρείου φατρίας καὶ Ἰουδαίων διάδοχοι·
ἔθεντο γὰρ καὶ οὗτοι, καθάπερ κἀκεῖνοι, πάντα τὸν ὁμολογοῦντα τὸν κύριον «ἀποσυνάγωγον αὐτῶν γενέσθαι», ἵνα δείξωσι τὸν ἀναβλέψαντα ἔλεγχον γεγονότα τῶν ἀβλεπτούντων. εἰ μὴ γὰρ ἦν ἡ συναγωγὴ αὐτῶν τυφλὴ ὅλη, οὐκ ἂν οὗ ἠνοίχθησαν οἱ ὀφθαλμοὶ ἀποσύνακτον ἐποίουν. εὐχαριστήσωμεν τοίνυν τῷ κυρίῳ, ὅτι καὶ ἀνεβλέψαμεν καὶ ὁμολογοῦμεν τὸν κύριον καὶ ἐθεραπεύσαμεν τὰ σίνη, ἐὰν καὶ τὸ ἔργον τῶν ἐντολῶν αὐτοῦ πράξωμεν, καὶ κατεπατήσαμεν τὸν ὄφιν καὶ συνετρίψαμεν τὴν κεφαλὴν τοῦ δράκοντος ἐν τῇ τοῦ θεοῦ δυνάμει· ᾧ ἡ δόξα, τιμή, κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρί, σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Καταλείψαντες δὲ τὴν νενεκρωμένην ταύτην ὕδραν, τὴν ἑπτακέφαλον καὶ πολύσχιδον, ἐπὶ τὰς ἑξῆς συνήθως προέλθωμεν, ἀγαπητοί, θεὸν τὸν ἀεὶ βοηθὸν ἐπικαλούμενοι τὴν αὐτὴν ἡμῶν ποιήσασθαι ἐπιμέλειαν καὶ τῶν βουλομένων τούτῳ τῷ πονήματι ἐντυγχάνειν, εἰς ἴασιν τῶν δεδηγμένων καὶ εἰς διόρθωσιν τῶν [μὴ] ἐν κακοῖς ἤδη ἐξετασθέντων. Περὶ τοῦ σχίσματος τῶν Αὐδιανῶν ν, τῆς δὲ ἀκολουθίας ο. 1. Αὐδιανοὶ εἴτ’ οὖν Ὠδιανοὶ τάγμα εἰσίν .
PG 42:339οὗτοι δὲ ἐν μοναστηρίοις τὴν κατοίκησιν κέκτηνται ἀναχωροῦντες, [τάγμα ὄντες] ἐν ἐρημίαις τε καὶ πλησιαίτερον πόλεων ἐν προαστείοις τε καὶ ὅπου τὰς ἑαυτῶν μονὰς ἤτοι μάνδρας ἔχουσιν. οὗτος ὁ Αὔδιος τούτων ἀρχηγὸς γεγένηται ἐν χρόνοις Ἀρείου, ὁπηνίκα συνεκροτήθη κατὰ Ἀρείου ἡ σύνοδος τῶν αὐτὸν καθελόντων. ἦν δὲ ὁ ἀνὴρ ἀπὸ τῆς Μέσης τῶν ποταμῶν ὁρμώμενος, διαφανής τις κατὰ τὴν ἑαυτοῦ πατρίδα διὰ τὸ ἀκραιφνὲς τοῦ βίου καὶ κατὰ θεὸν ζήλου καὶ πίστεως· ὃς πολλάκις θεώμενος τὰ ἐν ταῖς ἐκκλησίαις γενόμενα εἰς πρόσωπον ἐπισκόπων τε καὶ πρεσβυτέρων ἐλεγκτικῶς ἀντετίθει τοῖς τοιούτοις λέγων· οὐ χρὴ ταῦτα οὕτως γενέσθαι, οὐκ ὀφείλει ταῦτα οὕτως πράττεσθαι, ὡς ἀνὴρ ἀληθεύων καὶ ὁποῖα φιλεῖ ὑπὸ τῶν φιλαλήθως ἐλευθεροστομούντων ἀνδρῶν [γενέσθαι], μάλιστα τῶν τὸν βίον ἀκρότατα βιούντων. διὸ τοιαῦτα ὁρῶν ὡς προεῖπον ἐν ταῖς ἐκκλησίαις λαλεῖν ἠναγκάζετο πρὸς ἔλεγχον, καὶ οὐκ ἐσιώπα. εἴ τινα γὰρ εἶδε τῶν φιλοχρηματούντων τοῦ κλήρου, ἢ ἐπίσκοπον ἢ πρεσβύτερον ἢ ἕτερόν τινα τοῦ κανόνος, πάντως ἐφθέγγετο.
καὶ εἰ ἑώρα τινὰ ἐν τρυφῇ καὶ σπατάλῃ [βιοῦντα] ἤ τινα παραχαράττοντα τὰ ἐν τῷ ἐκκλησιαστικῷ κηρύγματι καὶ θεσμῷ τῆς ἐκκλησίας, μὴ φέρων ὁ ἀνὴρ προεβάλλετο ὡς ἔφην τὸν λόγον. καὶ ἦν τοῦτο τοῖς μὴ τὸν βίον δεδοκιμασμένον ἔχουσιν ἐπαχθές. ὑβρίζετο δὲ ἕνεκεν τούτου καὶ ἀντελέγετο, ἐμισεῖτο, ἔφερε κλυδωνιζόμενός τε καὶ ὠθούμενος καὶ ἀτιμαζόμενος, ἕως χρόνου ἱκανοῦ ἐν ταῖς ἐκκλησίαις συναγόμενος, ἕως ὅτε δεινῶς ἐνέγκαντές τινες ἐξεοῦσι τὸν ἄνδρα διὰ τὴν τοιαύτην αἰτίαν. ὁ δὲ οὐκ ἠνείχετο, ἀλλ’ ἐβιάζετο μᾶλλον ἀλήθειαν μὲν λέγειν, μὴ ἀναχωρεῖν δὲ τοῦ συνδέσμου τῆς μιᾶς ἑνώσεως τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ὡς δὲ ἐτύπτετο αὐτός τε καὶ οἱ ἅμα αὐτῷ πολλάκις τὰ δεινά τε ἔπασχε, βαρυστονήσας σύμβουλον λαμβάνει ἑαυτοῦ τὴν ἀνάγκην τῶν ὕβρεων. ἑαυτὸν γὰρ ἀφορίζει τῆς ἐκκλησίας, πολλοί τε ἅμα αὐτῷ ἀφηνιάζουσι, καὶ οὕτως τὴν διαίρεσιν εἰργάσατο, οὔ τι ἔχων παρηλλαγμένον τῆς πίστεως, ἀλλ’ ὀρθότατα μὲν πιστεύων αὐτός τε καὶ οἱ ἅμα αὐτῷ· εἰ καὶ χρὴ τὰ μάλιστα λέγειν ἐν μικρῷ τινι αὐτὸν φιλονείκως φέρεσθαί τε καὶ τοὺς ἅμα αὐτῷ. 2.
PG 42:341Μετὰ γὰρ τοῦ ὁμολογεῖν περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος θαυμαστῶς ὡς ἔχει ἡ καθολικὴ ἐκκλησία ὀρθοδοξότατά τε φυλάττειν τά τε ἄλλα πάντα τοῦ βίου [εἶχε] θαυμαστά· ταῖς γὰρ ἰδίαις χερσὶν ἐργαζόμενος αὐτός τε καὶ οἱ ὑπ’ αὐτὸν ἐπίσκοποί τε καὶ οἱ πρεσβύτεροι καὶ οἱ λοιποὶ πάντες διατρέφονται· ὕστερον δὲ μετὰ τὸ ἐξεωθῆναι τῆς ἐκκλησίας, ἀπὸ ἄλλου ἐπισκόπου τὰ αὐτὰ συζητοῦντος καὶ ἀναχωρήσαντος τῆς ἐκκλησίας χειροτονεῖται οὗτος ἐπίσκοπος. περὶ [δὲ] οὗ ἐπελαβόμην λέγειν [ἐπειδήπερ ἐν παρεκβάσει γεγένημαι, αὖθις ἐπαναλαβὼν διέξειμι τὴν ὑφήγησιν], φημὶ δὲ περὶ τῆς ὡς ἐπὶ τὸ σκληρότατον καὶ ἰδιωτικὸν καὶ φιλόνεικον [τῆς] παρ’ αὐτῷ ᾀδομένης λέξεως ἀπὸ τῆς θείας γραφῆς. τὸ γὰρ κατ’ εἰκόνα οὗτος καὶ οἱ μετ’ αὐτοῦ, ὅπερ ὁ θεὸς δεδώρηται τῷ Ἀδάμ, ἀποκρότως βούλεται ὁρίζειν, εἶναι τοῦτο πληρούμενον κατὰ τὸ σῶμα, ἀπὸ τοῦ δῆθεν λεγομένου ῥητοῦ τοῦ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». καὶ εἶτα ἐπιφέρει λέγων ὁ θεῖος λόγος ὅτι «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς».
ἐπειδή, φησίν, εἶπεν [ὅτι ἐποίησεν] ἄνθρωπον ἀπὸ τῆς γῆς, ὅρα ὅτι ἀληθέστατα ὅλον τὸ χοϊκὸν εἶπεν ἄνθρωπον· ἄρα γε αὐτὸ τὸ χοϊκὸν προέλεγεν ἔσεσθαι κατ’ εἰκόνα θεοῦ. καὶ ἔστι τοῦτο ἀπόκροτον, ὡς ἔφην, καὶ ἰδιωτικόν, τὸ ὁρίζεσθαι [κατ’] ἄνθρωπον ἐν ποίῳ μέρει τέτακται τοῦ ἀνθρώπου τὸ κατ’ εἰκόνα [εἰ χρὴ ὅλως μέρος λέγειν], διὰ τὰ πολλὰ τὰ ἀντιπίπτοντα τῇ τῶν ἀνθρώπων ἐννοίᾳ κατὰ τὸ ῥῆμα τοῦτο καὶ ἔχοντα ζητημάτων πληθύν. ἢ γὰρ ποιήσομεν τὸν θεὸν ὁρατόν τε καὶ σωματικόν, εἴπερ ἐν τῷ σώματι τὸ κατ’ εἰκόνα πληροῦται σωματικῶς καὶ [οὐκ] ἐσχηματισμένως, ἢ ἄνθρωπον τῷ θεῷ ἐξισοῦμεν τοῦτο φάσκοντες. διὸ οὐ χρὴ πάντως ὁρίζειν ἢ διισχυρίζεσθαι ἐν ποίῳ μέρει τὸ κατ’ εἰκόνα πληροῦται, ἀλλ’ ὁμολογεῖν μὲν τὸ κατ’ εἰκόνα εἶναι ἐν τῷ ἀνθρώπῳ, ἵνα μὴ τὴν χάριν τοῦ θεοῦ ἀθετήσωμεν καὶ ἀπιστήσωμεν θεῷ. ὅσα μὲν γὰρ λέγει ὁ θεός, ταῦτα ἀληθῆ τυγχάνει, εἰ καὶ ἐξέφυγε τὴν ἡμῶν ἔννοιαν ἐν ὀλίγοις λόγοις. ἀρνήσασθαι οὖν τοῦτο τὸ κατ’ εἰκόνα οὐ πιστὸν οὔτε τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας.
ἔστι γὰρ πᾶς ἄνθρωπος σαφῶς κατ’ εἰκόνα, καὶ οὐδεὶς τῶν ἐχόντων εἰς θεὸν τὴν ἐλπίδα ἀρνήσεται, εἰ μὴ ἄν τινες ἑαυτοῖς μύθους πλάσσουσιν ἐκβαλλόμενοι τῆς ἐκκλησίας καὶ τῆς τῶν πατέρων ἐκ προφητῶν τε καὶ νόμου καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν παραδόσεως. 3. Ὥστε οὖν ἐκεῖνοι φιλονεικότερον ἐν τούτῳ διακείμενοι ἐκτὸς καὶ αὐτοὶ βαίνουσι τῆς κατὰ τὴν ἐκκλησιαστικὴν ὑπόθεσιν παραδόσεως, τῆς πιστευούσης κατ’ εἰκόνα μὲν εἶναι πάντα ἄνθρωπον, μὴ ὁρίζειν δὲ [ἐπιχειρούσης] ἐν ποίῳ τέτακται τὸ κατ’ εἰκόνα, μήτε ἐχόντων τῶν μυθωδῶς περὶ τούτων διαλαμβανόντων εἴτ’ οὖν ἀρνουμένων δεῖξαι. οἱ μὲν γὰρ λέγουσιν ἐν τῇ ψυχῇ πληροῦσθαι τὸ κατ’ εἰκόνα, νομίζοντες τὸ κατὰ τὴν σάρκα μόνον συλλογίσασθαι δύνασθαι, καὶ οὐκ ἴσασιν οἱ τοιοῦτοι ὅτι τὸ κατὰ ψυχὴν συλλογίζεται, εἰ χρὴ συλλογισμοῖς προσέχειν καὶ μὴ ἁπλῶς ἁπλῇ τῇ διανοίᾳ θεῷ προσιέναι καὶ πιστεύειν, ὅτι τὰ ὑπὸ θεοῦ εἰρημένα ἐστὶν ἀλήθεια, αὐτῷ δὲ μόνῳ ἐγνωσμένα τῷ τὴν πᾶσαν ἀλήθειαν εἰδότι. ἄλλοι δὲ λέγουσιν οὔτε ἐν ψυχῇ οὔτε ἐν σώματι, ἀλλὰ ἀρετὴν εἶναι τὸ κατ’ εἰκόνα.
PG 42:343ἕτεροι δὲ φάσκουσι μὴ εἶναι τὴν ἀρετήν, ἀλλὰ τὸ βάπτισμα καὶ τὸ χάρισμα τὸ ἐν τῷ βαπτίσματι, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». ἄλλοι δὲ πάλιν τοῦτο οὐ βούλονται, ἀλλὰ θέλουσι λέγειν τότε μὲν εἶναι τὸ κατ’ εἰκόνα ἐν τῷ Ἀδάμ, ἕως ὅτε ἐν παρακοῇ γέγονε καὶ βέβρωκεν ἀπὸ τοῦ ξύλου καὶ ἐξεώθη. ἀφ’ οὗ δὲ ἐξεώθη, ἀπώλεσε τὸ κατ’ εἰκόνα. καὶ πολλή τίς ἐστι τῶν ἀνθρώπων μυθοποιία, οἷς οὐ χρὴ «οὐδὲ πρὸς ὥραν εἶξαι», οὔτε τούτοις οὔτε ἐκείνοις, τοῖς οὕτω ἢ οὕτω λέγουσιν, ἀλλ’ εἶναι μὲν πιστεύειν ἐν τῷ ἀνθρώπῳ τὸ κατ’ εἰκόνα, ἐν παντὶ δὲ μάλιστα καὶ οὐχ ἁπλῶς [ἔν τινι μέρει]. ποῦ δέ ἐστιν ἢ ποῦ πεπλήρωται τὸ κατ’ εἰκόνα, αὐτῷ μόνῳ ἔγνωσται τῷ θεῷ, τῷ κατὰ χάριν τῷ ἀνθρώπῳ δωρησαμένῳ τὸ κατ’ εἰκόνα. οὔτε γὰρ ἀπώλεσεν ὁ ἄνθρωπος τὸ κατ’ εἰκόνα, ἀλλ’ εἰ ἄρα ἐχυδαίωσε τὸ κατ’ εἰκόνα, μολύνας ἑαυτὸν ἐν ἀδιαφόροις πράγμασι καὶ ἀνηκέστοις ἁμαρτίαις. ἰδοὺ γὰρ μετὰ τὸν Ἀδὰμ τῷ Νῶε λέγει «ἰδοὺ δέδωκά σοι πάντα ὡς λάχανα ἀγροῦ, θῦσον καὶ φάγε, μὴ φάγε σάρκα ἐν αἵματι ψυχῆς, ὅτι ἐγὼ ἐκζητήσω τὰς ψυχὰς ὑμῶν.
πᾶς ὁ ἐκχέων αἷμα ἀνθρώπου ἐπὶ τῆς γῆς, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται τὸ αἷμα αὐτοῦ, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον, καὶ ἐγὼ ἐκζητήσω τὸ αἷμα ὑμῶν ἐκ παντὸς τοῦ ἐκχέοντος αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς». καὶ ὁρᾷς ὅτι ἐν τῷ ἀνθρώπῳ λέγεται τὸ κατ’ εἰκόνα μετὰ δεκάτην γενεὰν τοῦ τὸν Ἀδὰμ πλασθῆναι; ἅμα δὲ καὶ Δαυὶδ μετὰ πολὺν χρόνον λέγει [ἐν] πνεύματι ἁγίῳ· «τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· [μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος»,] ἀλλὰ καὶ καθεξῆς μετὰ τοῦτον ὁ ἀπόστολός φησιν «ἀνὴρ οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων», ἀλλὰ καὶ μετὰ τοῦτον Ἰάκωβος φάσκει λέγων περὶ τῆς γλώσσης ὅτι «ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου· ἐν αὐτῇ εὐλογοῦμεν τὸν θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς κατ’ εἰκόνα θεοῦ γεγονότας· οὐ χρὴ ταῦτα οὕτως γίνεσθαι, ἀδελφοί μου». καὶ ὅρα ὅτι ἐξέπεσεν ὁ λόγος τῶν λεγόντων τὸν Ἀδὰμ τὸ κατ’ εἰκόνα ἀπολωλεκέναι. 4. Τῶν δὲ πάλιν λεγόντων τὴν ψυχὴν εἶναι τὸ κατ’ εἰκόνα ὁ λόγος ἐστὶ τοιόσδε καὶ ἡ ἀπολογία·
PG 42:345ὅτι, φησίν, ἔστιν ἀόρατος ὡς ὁ θεός ἐστιν ἀόρατος, ἐνεργητική ἐστι, κινητική ἐστι, διανοητική ἐστι, λογιστική ἐστι, καὶ τούτου ἕνεκα αὐτή ἐστι τὸ κατ’ εἰκόνα, ἐπειδὴ θεὸν ἐπὶ γῆς μιμεῖται, κινοῦσά τε καὶ πράττουσα καὶ τἄλλα ποιοῦσα ὅσαπερ κατὰ τὸ λογιστικὸν πράττει ὁ ἄνθρωπος. εὑρίσκονται δὲ καὶ οὗτοι συλλογιζόμενοι. καὶ γὰρ εἰ διὰ ταῦτα καλεῖται κατ’ εἰκόνα ψυχή, οὐκέτι δύναται εἶναι κατ’ εἰκόνα. ὁ γὰρ θεὸς ἐπέκεινα μυριονταπλάσιον παρὰ τὴν ψυχὴν καὶ ἔτι περιττότερόν ἐστιν ἀκατάληπτος καὶ ἀπερινόητος, πάντα εἰδώς, τὰ προόντα καὶ τὰ παρόντα, καὶ [τὰ] ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα, πέρατα γῆς καὶ πυθμένας ἀβύσσου, ἄκρα οὐρανῶν καὶ πάντα τὰ ὄντα, αὐτὸς περιέχων τὰ πάντα, ὑπ’ οὐδενὸς δὲ περιεχόμενος. ἡ δὲ ψυχὴ περιέχεται μὲν ἐν σώματι, ἀγνοεῖ δὲ ἀβύσσου τοὺς πυθμένας, οὐκ ἐπίσταται τὸ εὖρος τῆς γῆς τέρματα τῆς οἰκουμένης ἀγνοεῖ, ἄκρα οὐρανῶν οὐ κατείληφε, πόσα μέλλει ἔσεσθαι ἢ πότε γίνεται πόσα τε πρὸ αὐτῆς γεγένηται. καὶ πολλά ἐστι περὶ αὐτῆς καὶ τῶν τοιούτων λέγειν. ἅμα δὲ καὶ μερισμοὺς ἔχει, θεὸς δὲ ἀμέριστός ἐστι.
φησὶ γὰρ ὁ ἀπόστολος «ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν. καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνάπιον αὐτοῦ» καὶ τὰ ἑξῆς. καὶ ὁρᾷς ὅτι διέπεσε καὶ τούτων ὁ λόγος. 5. Καὶ πάλιν τῶν λεγόντων τὸ σῶμα εἶναι κατ’ εἰκόνα διαπίπτει [πάλιν] ὁ λόγος. πῶς γὰρ δυνατὸν εἶναι τὸ ὁρατὸν τῷ ἀοράτῳ παραπλήσιον; πῶς τὸ σωματικὸν τῷ ἀσωμάτῳ; πῶς τὸ ἁφὴν ἔχον τῷ ἀκαταλήπτῳ; ὁρῶμεν γὰρ ἡμεῖς ἀπὸ τῶν ἔμπροσθεν οἷς ἔχομεν ὀφθαλμοῖς, τὰ κατόπιν δὲ ἀγνοοῦμεν, ἐν θεῷ δὲ οὐ πάθος, οὐκ ἐλάττωμα, μὴ γένοιτο, ἀλλὰ πανταχόθεν ἐστὶ φῶς, πανταχόθεν ὀφθαλμός, πανταχόθεν δόξα, πνεῦμα ὢν ὁ θεὸς καὶ πνεῦμα ὑπὲρ πνεῦμα καὶ φῶς ὑπὲρ πᾶν φῶς. πάντα γὰρ τὰ ὑπ’ αὐτοῦ γενόμενα ὑποβέβηκε τὴν αὐτοῦ δόξαν· μόνη δὲ ἡ τριὰς ἐν ἀκαταληψίᾳ καὶ ἐν δόξῃ ἀνεικάστῳ καὶ ἀκαταλήπτῳ. τῶν δὲ πάλιν λεγόντων τὴν ἀρετὴν εἶναι [τὸ] κατ’ εἰκόνα, ἀρετὴ δὲ ἄνευ φυλακῆς ἐνταλμάτων οὐ δύναται εἶναι, πολλοὶ δὲ ἐν ἀρετῇ διαφερέστεροι ἀλλήλων. ἀρετῆς γάρ ἐστιν εἴδη πολλά.
οἴδαμεν γὰρ αὐτοὶ καί τινας ἀπὸ ὁμολογητῶν ὑπάρχοντας, οἵτινες ἑαυτῶν τὸ σῶμα δεδώκασι καὶ τὴν ψυχὴν ὑπὲρ τοῦ ἑαυτῶν δεσπότου ἐν ὁμολογίᾳ, ἐν ἁγνείᾳ διατελέσαντες πίστιν τε ἀληθεστάτην ἐκτήσαντο, εὐσεβείᾳ διενηνόχασι, φιλανθρωπίᾳ καὶ εὐλαβείᾳ, ἐν νηστείαις τε διῆξαν καὶ ἐν πάσῃ ἀγαθότητι καὶ ἐν ἀρετῆς τεκμηρίοις. συμβέβηκε δὲ αὐτοὺς ἔχειν ἐλάττωμα, ἤτοι λοιδόρους [εἶναι] ἤτοι ὀμνύντας ἐν ὀνόματι θεοῦ ἢ εἶναι μυθώδεις ἢ ἀγανακτικοὺς ἢ βίον κεκτῆσθαι χρυσοῦ καὶ ἀργύρου καὶ ἄλλων, ἅτινα ἐλλιπῆ ποιεῖται τῆς ἀρετῆς τὰ μέτρα. τί οὖν εἴπωμεν; τὸ μὲν κατ’ εἰκόνα διὰ τὴν ἀρετὴν ἐκτήσαντο, διὰ δὲ τὰ ὀλίγα ἀνθρώπινα τῶν ἐλαττωμάτων παραχρῆμα εἶναι τὴν εἰκόνα καὶ οὐκέτι τελείαν τὴν ἐν αὐτοῖς εἰκόνα; καὶ πάλιν διέπεσεν ὁ τούτων λόγος. τῶν δὲ πάλιν λεγόντων τὸ βάπτισμα εἶναι [τὸ] κατ’ εἰκόνα πολύ τι διαπίπτει ὁ λόγος. οὔτε γὰρ Ἀβραὰμ ἔσχε τὸ βάπτισμα οὔτε Ἰσαὰκ οὔτε Ἰακὼβ οὔτε Ἠλίας οὔτε Μωυσῆς οὔτε οἱ πρότερον [οἱ] περὶ Νῶε καὶ Ἐνὼχ οὔτε οἱ περὶ τοὺς προφήτας, Ἠσαί̈αν καὶ τοὺς καθεξῆς. τί οὖν; ἆρα ἐκεῖνοι οὐκ ἔχουσι τὸ κατ’ εἰκόνα;
PG 42:347καὶ πολλή τίς ἐστι πρὸς τούτους ἡ ἀντιλογία, ὥσπερ [πρὸς] τοὺς περὶ Αὔδιον, φιλονείκως ὁρίζοντας εἶναι ἐν τῷ σώματι τὸ κατ’ εἰκόνα. 6. Φέρουσι δὲ καὶ ἄλλας τινὰς μαρτυρίας οἱ αὐτοὶ Αὐδιανοὶ ἀπὸ τῆς θείας γραφῆς, λέγοντες ὅτι «ὀφθαλμοὶ κυρίου ἐπὶ τὸν πένητα ἀποβλέπουσι καὶ τὰ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν», καὶ «χεὶρ κυρίου ἐποίησε ταῦτα πάντα», καὶ «οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα, σκληροτράχηλοι»; καὶ «ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου», καὶ ὅσα τοιαῦτα περὶ θεοῦ γέγραπται· καὶ ὅτι «εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου», καὶ «ἦν ἡ κεφαλὴ αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καὶ τὸ περιβόλαιον αὐτοῦ ὡσεὶ χιών». καὶ ὁρᾷς, φησί, πῶς ἐστι τὸ σῶμα κατ’ εἰκόνα θεοῦ; καί εἰσι κἀν τούτῳ ἀντιπίπτοντες καὶ βιαζόμενοι ὑπὲρ δύναμιν ἀνθρωπείαν καὶ τὸ «ὤφθη κύριος τοῖς προφήταις». καὶ ὤφθη μέντοι ὡς ἠθέλησε, δυνατὸς ὢν ἐν ἅπασι, καὶ οὐκ ἀρνούμεθα ὅτι εἶδον οἱ προφῆται θεόν, οὐ μόνον δὲ οἱ προφῆται, ἀλλὰ καὶ οἱ ἀπόστολοι.
φησὶ γὰρ ὁ ἅγιος Στέφανος ὁ πρωτομάρτυς «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ καὶ πατρός».
ἀλλὰ τῇ ἰδίᾳ δυνάμει θεὸς ὁ πανάγαθος, φιλανθρωπευόμενος τὸ ἴδιον πλάσμα, ἵνα μή τινες τῶν ἀπίστων νομίσωσι τὰ περὶ θεοῦ λεχθέντα εἶναι ἁπλῶς λόγῳ καὶ οὐκ ἀληθείᾳ, καὶ ἕως λόγου ἵστασθαι τὰ κατὰ τὸν θεὸν καὶ μὴ πληροῦσθαι τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον, ὅτι «δεῖ τὸν προσερχόμενον θεῷ πιστεύειν ὅτι ἔστι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν μισθαποδότης γίνεται»ἵνα οὖν παραθαρσύνῃ τὸν ὑπ’ αὐτοῦ πεπλασμένον ἄνθρωπον, τοῖς ἁγίοις αὐτοῦ καὶ ἀξίοις ἑαυτὸν ἀποκαλύπτει θεός, ἵνα ἴδωσι φύσει θεὸν καὶ θεμελιωθῶσι τὴν διάνοιαν καὶ ἐλπίσωσιν ἐν ἀληθείᾳ καὶ κηρύξωσιν αὐτὸν ἀληθῶς καὶ πιστοποιήσωσι τὸν πιστὸν ἄνθρωπον, ὡς ἀμέλει [καὶ] οἱ Ἑλλήνων παῖδες ἔχουσι περὶ θεοῦ ἕως λόγου τε καὶ φαντασίας, ἡμεῖς δὲ ἀληθῶς θεὸν ἐπιστάμεθα, ἀληθῆ καὶ ὄντα ἀληθῶς ἐνυπόστατον βασιλέα, ἀκατάληπτον, ποιητὴν τῶν ὅλων, ἕνα θεόν, καὶ ἐξ αὐτοῦ τὸν μονογενῆ θεόν, ἐν οὐδενὶ διαλλάττοντα τοῦ πατρός, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μηδὲν ἀπὸ πατρὸς καὶ υἱοῦ διαλλάττον, ὡς καὶ ἐν πάσῃ αἱρέσει περὶ τῆς κατὰ θεὸν πίστεως διὰ πολλοῦ ἐποιησάμεθα τὸν λόγον. 7. Καὶ ὅτι μὲν ὤφθη θεὸς ἀνθρώποις πολλάκις εἴπομεν, καὶ οὐκ ἀρνούμεθα.
PG 42:349ἐὰν γὰρ ἀρνησώμεθα τὰς θείας γραφάς, ἀληθεῖς οὐκ ἐσμὲν καὶ εὑρισκόμεθα ἐκπίπτοντες τῆς ἀληθείας· ἢ τὴν παλαιὰν διαθήκην ἐκβάλλοντες οὐκέτι ἐσμὲν τῆς καθολικῆς ἐκκλησίας. τὸ δὲ εὐαγγέλιον ἔφη «θεὸν οὐδεὶς πώποτε ἑώρακεν, ὁ μονογενὴς θεὸς αὐτὸς ἐξηγήσατο», καὶ πάλιν ἡ αὐτὴ θεία γραφή [φησιν] ὅτι «ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ», καὶ αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «οἱ ἄγγελοι τούτων ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανῷ». ἀλλὰ πάντως ἐρεῖ τις εἰρηκέναι τὴν θείαν γραφήν, τοὺς προφήτας ἑωρακέναι τὸν θεὸν ἐν τῷ νῷ, ἀπὸ τοῦ ῥητοῦ τοῦ «καὶ οἱ ἄγγελοι τούτων ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανῷ», καὶ πάλιν ἀπὸ τοῦ «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». νοήσας δὲ τοῦτο καὶ παραζεύξας κατὰ τὴν αὐτοῦ ἔννοιαν τὰς λέξεις εἴποι [τις] ἂν ὅτι ἐν τῷ νῷ ἕκαστος ὁρᾷ τὸν θεόν, οὐ γὰρ ὀφθαλμοῖς. ἀντιπίπτει δὲ τούτῳ ὁ θεῖος λόγος φάσκων διὰ Ἠσαί̈ου τοῦ προφήτου «τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ κατοικῶ, καὶ τὸν κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου»·
καὶ οὐκ εἶπε τῷ νῷ, οὐδὲ ἐν τῇ ἐννοίᾳ, ἀλλὰ τοῖς ὀφθαλμοῖς, τὰ ἀληθῆ καὶ στερεὰ τῆς πίστεως βεβαιούμενος. τί οὖν εἴπωμεν, τοῦ εὐαγγελίου λέγοντος θεὸν μὴ ἑωρακέναι τινὰ πώποτε, τῶν δὲ προφητῶν καὶ ἀποστόλων φασκόντων καὶ αὐτοῦ τοῦ κυρίου; ἆρα ἀντίθετον ἐν τῇ θείᾳ γραφῇ πρὸς ἑαυτήν τι; μὴ γένοιτο. ἀλλὰ εἶδον προφῆται καὶ ἀπόστολοι, καὶ ἀληθὲς ὑπάρχει. εἶδον δὲ καθὸ ἠδύναντο αὐτοὶ καὶ καθὸ ἐνεχώρει, καὶ ὤφθη αὐτοῖς ὁ θεὸς ὡς ἠθέλησεν· «πάντα γὰρ αὐτῷ δυνατά». καὶ ὅτι μὲν ἀόρατος ὁ θεὸς καὶ ἀκατάληπτος, τοῦτο δῆλόν ἐστι καὶ ὡμολόγηται. ἀλλὰ πάλιν δυνατός ἐστι ποιεῖν ὃ βούλεται. «οὐ γάρ τις ἀντιτίθησιν αὐτοῦ τῷ βουλήματι». ἀόρατος οὖν ἐστι τὴν φύσιν καὶ ἀκατάληπτος τὴν δόξαν. βουλομένου δὲ τῷ ὑπ’ αὐτοῦ γεγονότι ἀνθρώπῳ ὀπτάνεσθαι οὐδὲν ἐναντιοῦται τῷ αὐτοῦ βουλήματι. οὐ γὰρ πάθει συνέχεται τὸ θεῖον, ἵνα ὃ βούλεται μὴ πράττῃ ἢ πράττῃ ὃ μὴ βούλεται· δυνατὸς γάρ ἐστι ποιεῖν ὃ βούλεται. ἀλλὰ πράττει ἅπερ αὐτοῦ πρέπει τῇ θεότητι, μηδενὸς ὅλως τῷ θελήματι αὐτοῦ ἀντιπίπτοντος, ὥστε μὴ δύνασθαι πράττειν ὃ βούλεται πρεπόντως τῇ αὐτοῦ θεότητι.
PG 42:351καὶ ἀδύνατόν ἐστιν ἰδεῖν θεὸν μάλιστα ἀνθρωπίνην φύσιν, καὶ οὐκ ἐγχωρεῖ τὸ ὁρατὸν ὁρᾶν τὸ ἀόρατον, ἀλλ’ ὁ ἀόρατος θεὸς ἐν φιλανθρωπίᾳ καὶ δυνάμει ἐνισχύσας τὸ ἀδύνατον κατηξίωσε τῇ ἑαυτοῦ δυνάμει, ὅπως ἴδῃ τὸ ἀόρατον· καὶ ὁ [ἰδὼν] εἶδε τὸ ἀόρατόν τε καὶ ἄπειρον, οὐ καθὼς ἔσχε τὸ ἄπειρον, ἀλλ’ ὡς ἠδύνατο χωρεῖν ἡ φύσις ἐνδυναμωθεῖσα τοῦ ἀδυνάτως ἔχοντος πρὸς ἐπέκτασιν τοῦ δυνατοῦ. καὶ οὐδὲν διοίσει ἐν τῇ θείᾳ γραφῇ οὔτε ἀντίθετος λέξις πρὸς λέξιν εὑρεθήσεται. 8. Ἔστι δέ, ὡς πολλάκις τὸ ὑπόδειγμα διηγησάμην, τὸ πρᾶγμα οὕτως ὡς εἴ τις θεάσοιτο δι’ ὀπῆς μικροτάτης τὸν οὐρανὸν καὶ εἴποι· ὁρῶ τὸν οὐρανόν, καὶ οὐκ ἂν ψεύσοιτο ὁ τοιοῦτος· ὁρᾷ γὰρ οὐρανὸν τῷ ὄντι· εἴποι δέ τις αὐτῷ συνετῶς ὅτι οὐχ ἑώρακας τὸν οὐρανόν, καὶ οὐκ ἂν ψεύσοιτο ὁ τοιοῦτος. ὁ μὲν γὰρ λέγων ἑωρακέναι οὐ ψεύδεται, καὶ ὁ φήσας πρὸς αὐτὸν μὴ ἑωρακέναι καὶ αὐτὸς ἀληθεύει. οὔτε γὰρ εἶδε τὴν ἐπέκτασιν οὔτε τὸ πλάτος. καὶ ὁ μὲν ἑωρακὼς ἠλήθευσεν, ὁ δὲ ἀντειπὼν μὴ ἑωρακέναι οὐκ ἐψεύσατο, ἀλλὰ καὶ αὐτὸς ἠλήθευσε.
πολλάκις γὰρ καὶ ἐπὶ ἀκρωρείᾳ ὄρους ἑστῶτες θεώμεθα καὶ τὴν θάλασσαν, καὶ ἐὰν εἴπωμεν ἑωρακέναι θάλασσαν, οὐκ ἐψευσάμεθα· εἰ δέ τις ἀντείποι λέγων ὅτι οὐχ ἑώρακας, καὶ αὐτὸς οὐ ψεύδεται. ποῦ γὰρ διικνεῖται τὸ πλάτος, ποῦ τὸ μῆκος, ποῦ τὸ βάθος, ποῦ οἱ μυχοὶ τοῦ βυθοῦ καὶ τὰ ἀποτελέσματα, οὐ δύναταί [τις] εἰδέναι ἄνθρωπος ὤν. εἰ τοίνυν τὰ περὶ τῶν κτισμάτων οὕτως ἐν ἡμῖν πληροῦται, πόσῳ γε μᾶλλον ἐν τῇ χάριτι ᾗ ἐχαρίσατο ὁ θεὸς προφήταις καὶ ἀποστόλοις; ἐθεάσαντο οὖν τὸν θεὸν τῷ ὄντι, καὶ οὐκ ἐθεάσαντο, ἀλλ’ ἐθεάσαντο ὡς ἠδύνατο ἡ φύσις φέρειν, καὶ αὐτὸ κατὰ χάριν δυνάμεως, ἧς ἐνεδυνάμωσεν ὁ δυνατὸς ἐν ἅπασι, διὰ φιλίαν τοῦ αὐτοῦ ἀνθρώπου, τοὺς δουλεύοντας αὐτῷ ἐν ἀληθείᾳ. ἐὰν οὖν οἱ τοιοῦτοι νομίσωσι χεῖρας οὕτω τὸν θεὸν ἔχειν ἢ ὀφθαλμοὺς ἢ τὰ ἄλλα διὰ τὸ οὕτως ὀφθῆναι τοῖς προφήταις καὶ ἀποστόλοις, φιλονείκως φέρονται, ἐλεγχόμενοι ἀπὸ τῆς ἀληθείας. ἀλλὰ ὅσα μὲν λέγει ἐν τῇ θείᾳ γραφῇ πιστεύειν χρὴ ὅτι ἔστι, πῶς δὲ ἔστιν αὐτῷ μόνῳ ἔγνωσται. καὶ ὅτι ὤφθη τῷ μὲν ὄντι, ναί, ὤφθη δὲ ὡς ἠθέλησε καὶ ἀληθῶς ὤφθη ὡς ὤφθη. πάντα γὰρ δύναται θεὸς καὶ οὐδὲν αὐτῷ ἀδύνατον.
ἔστι δὲ ἀκατάληπτος, πνεῦμα ὢν ἀπερινόητον, πάντα περιέχων, αὐτὸς ὑπ’ οὐδενὸς περιεχόμενος. καὶ ὁποῖος ὁ πατήρ, τοιοῦτος καὶ ὁ υἱός, οὕτω καὶ τὸ πνεῦμα ἐν τῇ θεότητι. μόνος δὲ ὁ μονογενὴς ἐνεδύσατο ἐλθὼν σάρκα, ἐν ᾗ καὶ ἀνέστη, ἣν καὶ συνήνωσε τῇ θεότητι, εἰς πνεῦμα συνενώσας ἐκάθισέν [τε] ἐν δόξῃ ἐν δεξιᾷ τοῦ πατρός, κατὰ τὸ γεγραμμένον. ὡς οὖν ἐστιν ἀκατάληπτος [καὶ] ἀπερινόητος, οὕτω πάντα τὰ περὶ αὐτοῦ λεγόμενα ἀληθινά ἐστιν ὄντως. ὡς δὲ θεός ἐστιν ἀκατάληπτος, οὕτως πᾶν τὸ περὶ αὐτοῦ λεγόμενον ἀληθινόν ἐστι μέν, ἀλλὰ ἀκατάληπτον ὁποῖα θεοῦ καὶ ὡς ἔστιν ἐν δόξῃ ἀκαταλήπτῳ. καὶ ταῦτα μὲν καθὼς ἐχωροῦμεν εἰς δοξολογίαν θεοῦ στόματι ἀνθρωπίνῳ εἰρήκαμεν. οὐ γὰρ ἔχομεν ἑτέρας φθογγῆς χρῆσιν ὑπὲρ τὴν ἐκ θεοῦ ἡμῖν ἐν μέτρῳ δοθεῖσαν, εἰ καὶ τῷ νῷ περισσότερον περὶ θεοῦ ὑπολαμβάνομεν. ἀλλ’ οὐχ ὁπόσα ὁ νοῦς ἔχει, τοσαῦτα δύναται τὸ στόμα λέγειν, μέτρῳ ἀποκεκλεισμένον καὶ συνεχόμενον τοῖς σωματικοῖς ὀργάνοις.
PG 42:353διὸ καὶ συγγνωμονεῖ θεός, παρ’ ἡμῶν ἀποδεχόμενος τὴν περὶ αὐτοῦ εἴδησιν καὶ δοξολογίαν ὑπὲρ τὴν ἡμῶν δύναμιν ἐπεκτεινομένην, οὐχὶ θεῷ χαρίσασθαί τι [βουλομένων ἡμῶν], ἀλλὰ δοξολογεῖν τὸ θεῖον κατὰ δύναμιν εἰς τὸ εὐσεβῶς φρονῆσαι καὶ μὴ ἐκπεσεῖν τῆς αὐτοῦ χάριτος καὶ ἀληθείας. ταῦτα δὲ περὶ τοῦ αὐτοῦ Αὐδίου καὶ τῶν Αὐδιανῶν διαλαμβάνοντες ἐξείπομεν τὰ ὑπ’ αὐτῶν λεγόμενα, οἷς κατὰ τὸ ἰδιωτικὸν καὶ αὐτοὶ διηγούμενοι καὶ κατὰ τὸ φιλόνεικον ἐν τούτοις ἀντεχόμενοι ἀπρεπῶς διισχυρίζονται. 9. Ἔχουσι δὲ καὶ ἄλλα τινά, δι’ ἅπερ μάλιστα ἵστανται περισσότερον τὴν διαίρεσιν ποιησάμενοι τῆς ἐκκλησίας, δι’ ὧν καὶ ἄλλους πτύραντες πολλάκις ἀνθέλκουσιν ἀπὸ τῆς ἐκκλησίας, παρελκύσαντες ἄνδρας τε καὶ γυναῖκας. μετὰ γὰρ Ἰουδαίων βούλονται τὸ Πάσχα ἐπιτελεῖν, τουτέστιν ᾧ καιρῷ οἱ Ἰουδαῖοι ποιοῦσι τὰ παρ’ αὐτοῖς Ἄζυμα, τότε αὐτοὶ φιλονεικοῦσι τὸ Πάσχα ἄγειν. καὶ δῆθεν [ἔστιν ἀληθές] ὅτι οὕτως ἦν ἡ ἐκκλησία φερομένη, εἴ γε καὶ λόγον σεσυκοφαντημένον δεικνύουσι τοῖς ἐκκλησιαστικοῖς κατὰ τοῦτο τὸ μέρος, φάσκοντες·
ἀπὸ Κωνσταντίνου διὰ τὴν πρὸς τὸν βασιλέα, φησί, προσωποληψίαν καταλελοίπατε τὴν τῶν πατέρων περὶ [τῆς] τοῦ Πάσχα ἑορτῆς ἀκολουθίαν καὶ τὴν ἡμέραν μετηλλάξατε εἰς τὸ καθῆκον τοῦ βασιλέως. τινὲς δὲ πάλιν κατὰ τὸ ἴδιον φιλόνεικον ὁρίζονται ὅτι ὅτε τὰ γενέθλια τοῦ Κωνσταντίνου, τότε μετεποιήσασθε, φησί, τὸ Πάσχα. καὶ εἰ μὲν τῇ αὐτῇ ἡμέρᾳ τὸ Πάσχα ἤγετο κατ’ ἔτος καὶ τῇ αὐτῇ ὡρίσθη τοῦτο ποιεῖν ἐπὶ τῆς ὑπὸ Κωνσταντίνου συναχθείσης συνόδου, πιθανὸν ἦν τὸ παρ’ αὐτοῖς λεγόμενον· ὁπότε δὲ καθ’ ἕκαστον ἐνιαυτὸν οὐ δύναται ἔχεσθαι τῆς αὐτῆς ψήφου ἡ ἀκολουθία, διέπεσεν ὁ αὐτῶν λόγος. οὐ γὰρ διὰ τὸ γενέθλιον ὁ βασιλεὺς ἐπεμελήσατο, ἀλλὰ διὰ τὴν ἕνωσιν τῆς ἐκκλησίας. τῷ γὰρ ὄντι δύο μέγιστα ἡμῖν κατώρθωσεν ὁ θεὸς διὰ τοῦ προειρημένου Κωνσταντίνου τοῦ θεοφιλεστάτου καὶ ἀειμακαρίστου, τὸ συνάξαι οἰκουμενικὴν σύνοδον καὶ ἐκθέσθαι τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν καὶ ὁμολογηθεῖσαν μεθ’ ὑπογραφῆς [ὑπὸ] τῶν συνελθόντων ἐπισκόπων, καθαιρεθῆναι μὲν Ἄρειον, τὸ δὲ καθαρὸν τῆς πίστεως κηρυχθῆναι πᾶσι, καὶ τὸ περὶ τοῦ Πάσχα εἰς ἕνωσιν ἡμῶν ὑπ’ αὐτῶν διορθωθῆναι.
PG 42:355ἔκπαλαι γὰρ καὶ ἀπὸ τῶν πρώην χρόνων διέστη ἐν τῇ ἐκκλησίᾳ διαφόρως ἀγόμενον, χλεύην ἐμποιοῦν καθ’ ἕκαστον ἔτος, τῶν μὲν πρὸ ἑβδομάδος ποιούντων καὶ φιλονεικούντων πρὸς ἀλλήλους, τῶν δὲ μετὰ ἐβδομάδα, καὶ τῶν μὲν προλαμβανόντων, τῶν δὲ μεσαζόντων, ἄλλων δὲ μετέπειτα ἐπιτελούντων. καὶ ἦν ἁπλῶς φύρσις πολλὴ καὶ κάματος, ὡς πολλοῖς φιλολόγοις οὐκ ἄγνωστον, ἐν πόσοις καιροῖς θόρυβος ἐκινεῖτο ἐν τῷ ἐκκλησιαστικῷ κηρύγματι περὶ τοῦ τῆς ἑορτῆς ταύτης ζητήματος, ἔν τε χρόνοις Πολυκάρπου καὶ Βίκτωρος, ὡς ἡ ἀνατολὴ πρὸς τὴν δύσιν διαφερομένη εἰρηνικὰ παρ’ ἀλλήλων οὐκ ἐδέχοντο, ἐν ἄλλοις δὲ ὅσοις καιροῖς, ἔν τε χρόνοις Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας καὶ Κρισκεντίου, ὡς πρὸς ἀλλήλους εὑρίσκονται ἕκαστος αὐτῶν γράφοντες καὶ διαμαχόμενοι, ἕως τῶν ἡμετέρων χρόνων· ἐξότου ἐταράχθη [ἡ ἐκκλησία] μετὰ τὸν χρόνον τῶν ἐμπεριτόμων ἐπισκόπων, οὕτως ἐφέρετο. διὸ συνελθόντες οἱ πανταχόθεν [ἐπίσκοποι] τότε καὶ ἀκριβώσαντες ὥρισαν μεθ’ ὁμονοίας γίνεσθαι κατὰ τὸ πρέπον τῆς ψήφου καὶ τῆς ἀκολουθίας. 10.
Εἰς τοῦτο δὲ οἱ αὐτοὶ Αὐδιανοὶ παραφέρουσι τὴν τῶν ἀποστόλων διάταξιν, οὖσαν μὲν τοῖς πολλοῖς ἐν ἀμφιλέκτῳ, ἀλλ’ οὐκ ἀδόκιμον. πᾶσα γὰρ ἐν αὐτῇ κανονικὴ τάξις ἐμφέρεται, καὶ οὐδὲν παρακεχαραγμένον τῆς πίστεως [ἐκεῖ εὑρίσκεται] οὔτε τῆς ὁμολογίας οὔτε τῆς ἐκκλησιαστικῆς διοικήσεως καὶ κανόνος καὶ πίστεως. τὸ δὲ ῥητόν, ἀφ’ οὗ λαμβάνοντες [πρόφασιν] περὶ τοῦ Πάσχα κακῶς παρερμηνεύουσιν οἱ προειρημένοι καὶ ἀγνοοῦντες ἑτέρως ὑπολαμβάνουσιν, [ἐστὶ τοῦτο]· ὁρίζουσι γὰρ ἐν τῇ αὐτῇ Διατάξει οἱ ἀπόστολοι ὅτι «ὑμεῖς μὴ ψηφίζητε, ἀλλὰ ποιεῖτε ὅταν οἱ ἀδελφοὶ ὑμῶν οἱ ἐκ περιτομῆς, μετ’ αὐτῶν ἅμα ποιεῖτε». καὶ οὐκ εἶπαν ὅταν οἱ ἀδελφοὶ ὑμῶν οἱ ἐν περιτομῇ, ἀλλὰ οἱ ἐκ περιτομῆς, ἵνα δείξωσι τοὺς ἀπὸ τῆς περιτομῆς εἰς τὴν ἐκκλησίαν μετελθόντας ἀρχηγοὺς εἶναι μετ’ ἐκεῖνον τὸν χρόνον καὶ εἰς τὸ συμπείθεσθαι [αὐτοῖς] τοὺς ἄλλους, εἰς τὸ μὴ ἄλλον ποιεῖν ἄλλως καὶ ἄλλον ἄλλοτε. τοῦτο γὰρ τὸ πᾶν συνήγαγον φρόντισμα διὰ τὴν ἕνωσιν τὴν μίαν, ἵνα μὴ ᾖ σχίσματα μηδὲ διαιρέσεις.
PG 42:357οὗτοι δὲ μὴ νοήσαντες τὸν νοῦν τῶν ἀποστόλων καὶ τοῦ λόγου τοῦ ἐμφερομένου [τοῦ] ἐν τῇ Διατάξει, ἐνόμισαν μή που ἄρα μετὰ τῶν Ἰουδαίων χρὴ τὸ Πάσχα ἐπιτελεῖν· ἅμα δὲ καὶ πεντεκαίδεκα ἐπίσκοποι γεγόνασιν ἐκ περιτομῆς, καὶ ἐχρῆν τότε τῶν ἐπισκόπων [τῶν] ἐκ περιτομῆς ὄντων ἐν Ἱερουσαλὴμ κατασταθέντων τὸν πάντα κόσμον τούτοις συνέπεσθαι καὶ μετ’ αὐτῶν ἐπιτελεῖν, ἵνα μία τις γένηται συμφωνία καὶ μία ὁμολογία, μία ἑορτὴ ἐπιτελουμένη· διὸ ἐκείνων ἡ ἐπιμέλεια τὸν νοῦν τῶν ἀνθρώπων συνάγουσα εἰς ἕνωσιν τῆς ἐκκλησίας. μὴ δυνηθείσης τὸν τοσοῦτον χρόνον ἐπιτελεσθῆναι, εὐδοκήσει θεοῦ ἐπὶ Κωνσταντίνου [διόρθωσις] ἐγένετο ὁμονοίας ἕνεκα. παρὰ τοῖς ἀποστόλοις δὲ τὸ ῥητὸν δι’ ὁμόνοιαν ἐμφέρεται, ὡς ἐπιμαρτυροῦσι λέγοντες ὅτι «κἄν τε πλανηθῶσι, μηδὲν ὑμῖν μελέτω». ἐξ αὐτῶν δὲ τῶν ἐκεῖσε εἰρημένων ῥητῶν ἡ ἀντίθεσις ὀφθήσεται. φάσκουσι γὰρ τὴν ἀγρυπνίαν φέρειν μεσαζόντων τῶν Ἀζύμων. οὐ δύναται δὲ τοῦτο πάντοτε γενέσθαι ἐν τῇ ψήφῳ τῇ ἐκκλησιαστικῇ. 11.
PG 42:359Ἐκ τριῶν γὰρ συνέστηκεν ὁ τοῦ Πάσχα σύνδεσμος, ἔκ τε τοῦ ἡλιακοῦ δρόμου διὰ τὴν κυριακὴν καὶ τὸν μῆνα ἔκ τε τοῦ σεληνιακοῦ δρόμου διὰ τὸ κατὰ τὸν νόμον, ὅπως ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης τυθῇ τὸ Πάσχα, ὡς εἶπεν ὁ νόμος. οὔτε οὖν δύναται ἀχθῆναι, ἐὰν μὴ ὑπερβῇ ἰσημερία, ὅπερ παρὰ τοῖς Ἰουδαίοις οὐ φυλάσσεται, οὐδὲ ἀκριβῆ θέλουσι τοιαύτην ἐπιτελεῖν πραγματείαν· διέπεσε γὰρ παρ’ αὐτοῖς καὶ ἠπάτηται τὰ πάντα. πλὴν εἰ καὶ τοσαύτης ζητήσεως ὑπάρχει ἡ τοιαύτη ἀκρίβεια, οὐ διὰ τὴν ζήτησιν ταύτην καὶ τὴν ἀκρίβειαν τοῖς ἀποστόλοις εἴρηται, ἀλλὰ δι’ ὁμόνοιαν, καὶ [εἰ] μετὰ τῶν ἐχθρῶν τοῦ Χριστοῦ ἐπιτελεῖν οἱ ἀπόστολοι προσέταξαν, ὡς οὗτοι διισχυρίζονται, πόσῳ γε μᾶλλον δι’ ὁμόνοιαν μετὰ τῆς ἐκκλησίας χρὴ ἐπιτελεῖν, ἵνα μὴ τὴν ὁμόνοιαν χαράξωμεν τῆς ἐκκλησίας; πῶς οὖν δύναται τελεῖσθαι τοῦτο; λέγουσι γὰρ οἱ αὐτοὶ ἀπόστολοι ὅτι, «ὅταν ἐκεῖνοι εὐωχῶνται, ὑμεῖς νηστεύοντες ὑπὲρ αὐτῶν πενθεῖτε, ὅτι ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς τὸν Χριστὸν ἐσταύρωσαν, καὶ ὅταν αὐτοὶ πενθῶσι τὰ Ἄζυμα ἐσθίοντες ἐν πικρίσιν, ὑμεῖς εὐωχεῖσθε». συμβαίνει δὲ αὐτοὺς ἐν κυριακῇ ἡμέρᾳ Ἄζυμα λαμβάνειν.
PG 42:363ἐπιφωσκούσης γὰρ τῆς κυριακῆς ἑσπέρας δύνανται θύειν τὸ Πάσχα. μετὰ γὰρ ἑσπέραν παρελθόντος τοῦ σαββάτου, οὐ δύνανται ἔργον ἐπιτελεῖν. ἆρα γοῦν αὐτῶν θυσάντων, εἰ ἐγείρονται εὐωχούμενοι, πῶς ἡμεῖς ἐν κυριακῇ πενθήσωμεν καὶ νηστεύσωμεν, αὖθις αὐτῶν ἀκούοντες ἐν τῇ Διατάξει ὅτι «ὁ κακῶν ἑαυτοῦ τὴν ψυχὴν ἐν κυριακῇ ἐπικατάρατός ἐστι τῷ θεῷ»; καὶ ὁρᾷς πόση ἐστὶν ἀκρίβεια καὶ ἀντίθεσις, μὴ δυναμένης τῆς πραγματείας κατὰ τὸ ῥητὸν ἐπιτελεῖσθαι; νοήματι δὲ ἡ πᾶσα ἕστηκεν ἀλήθεια τοῦ κηρύγματος καὶ ἀπ’ αὐτῆς τῆς Διατάξεως τῶν ἀποστόλων [δῆλον] ὅτι δι’ ὁμόνοιάν πως συνῆκται τοῦ λόγου ὁ σύνδεσμος· ἐὰν [γὰρ ἀεὶ] ἐπιτελέσωμεν, ὅταν ἐκεῖνοι ἐπιτελῶσι, [ποτὲ μὲν ἐπιτελέσομεν] μετὰ ἰσημερίαν καθὼς κἀκεῖνοι ἄγουσι πολλάκις τε καὶ ἡμεῖς, πάλιν τε πρὸ τοῦ τελεσθῆναι τὴν ἰσημερίαν, ὡς ἐκεῖνοι ἄγουσιν, ὅτε μόνοι ἄγουσιν. ἐὰν οὖν καὶ ἡμεῖς ἐπιτελέσωμεν, συμβέβηκεν ἡμῖν ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ἐπιτελέσαι, μετὰ ἰσημερίαν καὶ πρὸ ἰσημερίας, τῷ δὲ ἄλλῳ ἑξῆς ἐνιαυτῷ οὐδὲ ὅλως ἐπιτελέσομεν Πάσχα, καὶ εὑρεθήσεται τὸ πᾶν πλάνης εἶναι ἔργον ἤπερ ἀλήθεια.
πρὸ γὰρ ἰσημερίας οὐ πληρωθήσεται τὸ ἔτος οὔτε πληροῦται τοῦ κύκλου τοῦ δρόμου ἐκ θεοῦ τοῖς ἀνθρώποις τεταγμένου ὁ ἐνιαυτός, ἐὰν μὴ παρέλθῃ ἰσημερία. 12. Καὶ ἦν μὲν περὶ τούτου πολλὰ λέγειν, ὡς καλῶς ποιήσαντες οἱ πατέρες, μᾶλλον δὲ δι’ αὐτῶν ὁ θεὸς κατώρθωσε τῇ ἐκκλησίᾳ τὸ πᾶν ἀκρίβασμα τῆς ἀληθείας τῆς πανσεβασμίου ταύτης ἑορτῆς καὶ παναγίας, μετὰ ἰσημερίαν μὲν ποιεῖσθαι, ὅτε ὑποπίπτει ἡ τῆς τεσσαρεσκαιδεκάτης κατὰ τὴν σελήνην ἡμέρας ψῆφος. οὐχ ἵνα ἐν αὐτῇ τῇ τεσσαρεςκαιδεκάτῃ ἐπιτελέσωμεν· μία γὰρ ἡμέρα παρ’ ἐκείνοις ζητεῖται, παρ’ ἡμῖν δὲ οὐ μία, ἀλλὰ ἕξ, ἑβδομὰς πληρεστάτη. διὸ καὶ αὐτὸς ὁ νόμος λέγει ἐπιπλατύνων τό «λήψεσθε ἑαυτοῖς πρόβατον ἐνιαύσιον, ἄμωμον, τέλειον, ἀπὸ δεκάτου τοῦ μηνός, καὶ ἔσται ὑμῖν διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης, καὶ θύσεσθε αὐτὸ πρὸς ἑσπέραν τῇ τεσσαρεςκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός», τουτέστι τῆς σελήνης. παρατηρεῖται δὲ ἡ ἐκκλησία ἄγειν τὴν ἑορτὴν τοῦ Πάσχα, τουτέστι τὴν ἑβδομάδα τὴν ὡρισμένην καὶ ἀπ’ αὐτῶν τῶν ἀποστόλων ἐν τῇ Διατάξει, ἀπὸ δευτέρας σαββάτων, ὅπερ ἐστὶν ἀγορασμὸς τοῦ προβάτου.
καὶ ἐὰν μὲν ᾖ τεσσαρεςκαιδεκάτη τῆς σελήνης τῇ δευτέρᾳ τῶν σαββάτων, [εἰς] μέσον ἄγεται τὸ θῦμα τοῦ προβάτου, ἐάν τε τρίτῃ σαββάτων, ἐάν τε τετάρτῃ σαββάτων, ἐάν τε πέμπτῃ σαββάτων, ἐάν τε προσαββάτῳ, ἐάν τε σαββάτῳ, τῶν ἓξ ἡμερῶν πρὸς τὴν τοιαύτην ὑπόθεσιν ἐχουσῶν τὴν διοίκησιν. οὔτε γὰρ [ἐπιφωσκούσης] ἓξ καὶ δεκάτης σελήνης δυνάμεθα [τελεῖν] οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα ἄρξασθαι τῆς ἑβδομάδος τῆς ξηροφαγίας καὶ Πάσχα καλουμένης ἁγίας, ἀλλὰ ἀπὸ δεκάτης ἕως ἐπιφωσκούσης πεντεκαιδεκάτης, μεσαζούσης τῶν δύο δρόμων, νυκτός τε καὶ ἡμέρας. καὶ συναναλαμβανομένου τοῦ αὐτῶν ἀριθμοῦ, τῶν δεκατεσσάρων ἡμερῶν τῆς σελήνης, κἄν τε παράπτηται εἰς ἐπίφαυσιν τῆς πεντεκαιδεκάτης, διὰ τὴν ἐξ ἀνάγκης ἀκρίβειαν, τοῦ τε ἡλιακοῦ δρόμου μετὰ τὴν ἰσημερίαν καὶ τοῦ σεληνιακοῦ δρόμου διὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ τῆς ἑβδομάδος πλήρης διὰ τὴν κυριακήν, καὶ τὸν ἀπὸ δεκάτης ἡμέρας σελήνης ἀριθμόν, ἥτις ἐστὶ σύλληψις τοῦ προβάτου καὶ ἀκροστιχὶς τοῦ ὀνόματος τοῦ Ἰησοῦ, ἐπειδὴ τῷ ὀνόματι αὐτοῦ τὸ ἀντίτυπον αὐτοῦ πρόβατον ἐλαμβάνετο, ἀπὸ δεκάτης οὕτως ὁριζόμενον·
PG 42:367οὐκέτι δὲ ἐπιφωσκούσης ἓξ καὶ δεκάτης οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα τὴν ἀρχὴν ἔχειν ἢ τὸ τέλος. οἱ γὰρ ἐνιαυτοὶ ἀνθυπερβάτως ὑστεροῦντες διὰ τοὺς διηλλαγμένους πρὸς ἀλλήλους δρόμους ἡλίου τε καὶ σελήνης ταύτην τὴν ἀνισότητα ἐκτελοῦσιν, οὐ σκάνδαλον παρὰ θεοῦ ὡρισμένον, ἀλλὰ τῆς ἀκριβείας ταύτης ἐκ θεοῦ τεταγμένης κατὰ τὴν πάνσοφον αὐτοῦ διοίκησιν, ἣν ἐχαρίσατο τῷ ἰδίῳ αἰῶνι τοὺς ὁρισμοὺς τάξας φωστήρων τε καὶ καιρῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν καὶ τροπῶν διὰ προνοητικῆς ἀνθρώπων ἐκ τῆς αὐτοῦ φιλανθρωπίας ἐπιμελείας. 13. Τοῦ γὰρ ἐνιαυτοῦ κατὰ τὸν ἡλιακὸν δρόμον πληρουμένου ἐν τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις καὶ ὥραις τρισὶ συμβαίνει διὰ τὸ τὴν σελήνην ποιεῖν τὸν ἐνιαυτὸν ἡμέραις τ πεντήκοντα τέσσαρσι λείπεσθαι τῷ μὲν κατὰ τὴν σελήνην δρόμῳ ἕνδεκα ἡμέρας καὶ ὥρας γ. καὶ τῷ μὲν πρώτῳ ἐνιαυτῷ γίνονται αἱ καλούμεναι ἐπακταὶ ἕνδεκα καὶ ὧραι τρεῖς, δευτέρῳ ἔτει ἡμέραι εἴκοσι δύο ὧραι ἕξ, τρίτῳ ἐνιαυτῷ ἡμέραι τριακοντατρεῖς καὶ ὧραι θ, καὶ τέμνεται ὁ εἷς μὴν ἐμβόλιμος καλούμενος.
ἐμβολιμεύονται γὰρ αἱ τριάκοντα ἡμέραι, ὑπολείπονται δὲ ἡμέραι τρεῖς ὧραι θ, αἵτινες προστιθέμεναι ταῖς ἕνδεκα ταῖς ἀπὸ τετάρτου ἔτους καὶ ὥραις τρισὶ γίνονται ἡμέραι ιδ ὧραι ιβ. ἄλλων ἕνδεκα προστιθεμένων καὶ ὡρῶν τριῶν γίνονται κε ἐπακταὶ καὶ ὧραι ιε. καὶ τῷ ἕκτῳ ἐνιαυτῷ προστιθεμένων ἄλλων ια τοῦ ἔτους καὶ ὡρῶν γ γίνονται ἡμέραι λ καὶ ὧραι ιη, αἳ ποιοῦσιν ἐμβόλιμον μῆνα ἕνα, καὶ ἐνεβολιμεύθησαν καὶ κατὰ τρία ἔτη μῆνες δύο. τοῖς πρώτοις τρισὶν ἔτεσι μὴν εἷς καὶ ἐν τοῖς ἄλλοις τρισὶν ἔτεσι μὴν ἕτερος. καὶ περιλείπονται ἀπὸ τῶν ἐπακτῶν ἡμέραι ἓξ καὶ ὧραι ιη. προστιθεμένων δὲ τούτων τῷ ἑβδόμῳ ἔτει ταῖς ια ταῖς ἀπὸ τοῦ ἔτους καὶ ὥραις τρισὶ γίνονται ἐπακταὶ ιζ ὧραι κα. τῷ δὲ ὀγδόῳ ἔτει προστιθεμένων πάλιν τῶν ια ἡμερῶν καὶ ὡρῶν γ γίνονται ἡμέραι κη ἐπακταὶ καὶ ὧραι κδ, αἳ ποιοῦσιν ἡμέρας β. ἐκ τούτων τῶν ὡρῶν προστιθεμένων ταῖς κη ἡμέραις γίνονται ὁμοῦ λ, καὶ συμβαίνει κατὰ τὸν ὄγδοον ἐνιαυτὸν ἐμβολιμεύεσθαι τὰς λ ἡμέρας, τὸν ἕνα μῆνα εἰς τὰ δύο ἔτη.
PG 42:369καὶ οὕτως κατὰ περίοδον ὀκταετηρίδος ἐνενήκοντα ἡμέραι [ἐμβολιμεύονται], αἵτινές εἰσι πληρέστατοι ἐμβόλιμοι μῆνες τρεῖς, οἳ γίνονται κατὰ τρία ἔτη μὴν εἷς καὶ κατὰ δύο τὰ ὕστερα ἔτη μὴν εἷς. ἐν τούτοις τοῖς τρισὶν ἐμβολίμοις τῶν τριῶν συστάσεων διαφωνεῖ τὸ Πάσχα παρὰ Ἰουδαίοις τε καὶ Χριστιανοῖς καὶ τοῖς ἄλλοις. 14. Ἐν τούτοις ἡ διαλλαγὴ παρὰ τοῖς προειρημένοις Αὐδιανοῖς γίνεται, καὶ πλανῶσιν ἄνδρας καὶ γυναῖκας ἐν τούτῳ τῷ μέρει σεμνυνόμενοι κατὰ τὴν παράδοσιν τὴν ἀπ’ ἀρχῆς ἐπιτελουμένην καὶ κατὰ τὴν Διάταξιν τῶν ἀποστόλων, μηδεμιᾷ ἀκριβείᾳ προσέχοντες μηδὲ ἐπιστάμενοι τὸ σαφὲς τῆς ἐν Διατάξει τῶν ἀποστόλων ἐπιμελείας ἧς ἐποιήσαντο, οὐ διὰ τὸ πάντως ἄγειν [κατὰ] τοὺς Ἰουδαίους μετὰ ἀκριβείας, ἀλλὰ διὰ τὸ ἐκτεμεῖν τὴν φιλονεικίαν τῶν βουλομένων καθ’ ἑαυτοὺς ἕκαστον ἐπιτελεῖν καὶ μὴ ἐν ὁμονοίᾳ. ἓν γὰρ Πάσχα Χριστὸς βούλεται καὶ τοῦτο λογίζεται καὶ προσδέχεται τὸν ἀφιλονείκως ἐπιτελοῦντα, μέντοι γε μετὰ τῶν μετὰ ἀκριβείας ποιούντων, μετὰ πάσης τῆς ἁγίας ἐκκλησίας, τῆς κατὰ πολλοὺς τόπους τὴν ἑορτὴν ἀγούσης.

Against the PhotiniansContra Photinianos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 42:371καὶ εἰ μὲν ἀπὸ Κωνσταντίνου ἐσχίσθη τὸ Πάσχα, πιθανὸν ἦν τοῖς τοῦτο συκοφαντοῦσιν· ἐπειδὴ δὲ πρὸ τοῦ Κωνσταντίνου τὰ σχίσματα ἦν καὶ ἦν χλεύη, Ἑλλήνων λεγόντων καὶ χλευαζόντων τὴν ἐν τῇ ἐκκλησίᾳ διαφωνίαν, ἐπὶ Κωνσταντίνου δὲ διὰ τῆς τῶν ἐπισκόπων σπουδῆς συνηνώθη μᾶλλον τὸ σχίσμα εἰς μίαν ὁμόνοιαν, τί οὖν τούτου ἐστὶ προὐργιαίτερον καὶ χαριέστατον, ἀπὸ γῆς περάτων ἐν μιᾷ ἡμέρᾳ ἀπαλλάττειν λαὸν θεῷ, συμφωνεῖν τε καὶ ἀγρυπνεῖν καὶ τὰς αὐτὰς ἡμέρας ἴσως φέρειν, ἔν τε ἀγρυπνίαις καὶ δεήσεσι καὶ ὁμονοίᾳ καὶ λατρείᾳ, νηστείᾳ τε καὶ ξηροφαγίᾳ καὶ ἁγνείᾳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ τὴν πανσεβάσμιον ταύτην ἡμέραν ἀγαθαῖς θεῷ εὐαρεστήσεσιν; ἱκανῶς δὲ ἔχειν νομίζω τῆς κατὰ τοῦτο τὸ πρᾶγμα τῶν Αὐδιανῶν διαφωνίας. Ὑπέστη δὲ καὶ ἐξορίαν αὐτὸς ὁ γέρων Αὔδιος, εἰς τὰ μέρη τῆς Σκυθίας ὑπὸ τοῦ βασιλέως ἐξορισθείς· διὰ [γὰρ] τὸ ἀφηνιάζειν λαοὺς [καὶ] ὑπὸ τῶν ἐπισκόπων τῷ βασιλεῖ ἀνηνέχθη.
ἐκεῖ δὲ μάλιστα διατρίβων [χρόνον ἐτῶν οὐκ ἔχω λέγειν] καὶ εἰς τὰ πρόσω βαίνων καὶ εἰς τὰ ἐσώτατα τῆς Γοτθίας, πολλοὺς τῶν Γότθων κατήχησεν, ἀφ’ οὗπερ καὶ μοναστήρια ἐν τῇ αὐτῇ Γοτθίᾳ ἐγένετο καὶ πολιτεία καὶ παρθενία τε καὶ ἄσκησις οὐχ ἡ τυχοῦσα. ἔστι γὰρ τῷ ὄντι τοῦτο τὸ τάγμα πάνυ ἐν ἀναστροφῇ θαυμαστῇ καὶ τὰ πάντα αὐτῶν ἐν τοῖς αὐτῶν μοναστηρίοις καλῶς φέρεται, πλὴν τῶν φιλονεικιῶν τούτων, τῆς τε παραλλαγῆς τοῦ Πάσχα τῆς τε κατὰ τὸ ἰδιωτικὸν ἐγκειμένης τοῦ κατ’ εἰκόνα ὁμολογίας. 15. Τὸ δὲ δεινότερον πάντων καὶ φοβερώτερον, ὅτι οὐκ εὔχονται μετά τινος, κἄν τε τῶν δοκίμων φανῇ καὶ μηδὲν εἰς κατηγόρησιν ἔχωσιν, μηδὲ μέμψιν πορνείας ἢ μοιχείας ἢ πλεονεξίας, ἀλλ’ ὅτι ὁ τοιοῦτος ἐν τῇ ἐκκλησίᾳ συνάγεται. καὶ τοῦτό ἐστι τὸ φοβερόν, τὸ παραλλάξαι ὄνομα Χριστιανῶν, τῆς ἁγίας ἐκκλησίας, τῆς μὴ ἐχούσης ἐπίθετον ὄνομα, ἀλλὰ μόνον ὄνομα Χριστοῦ καὶ Χριστιανῶν, [καὶ] εἰς ὄνομα Αὐδίου καλεῖσθαι, συνθέσθαι τε καὶ ἀπαιτεῖσθαι σύνθημα [κατὰ τῆς] ἀνθρωπίνης φύσεως, εἰ καὶ ἐπὶ τὸ ἀκραιφνὲς εἴη τῷ βίῳ καὶ πάσῃ δικαιοσύνῃ τὸ τάγμα σεμνυνόμενον.
πολλοὶ δὲ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν γεγόνασι σὺν αὐτοῖς τε καὶ μετ’ αὐτὸν τοῦ τάγματος αὐτοῦ ἐπίσκοποι, Οὐράνιός τις τῆς Μέσης τῶν ποταμῶν· καὶ ἀπὸ τῆς Γοτθίας δὲ ἔσχε τινὰς καὶ κατέστησεν αὐτοὺς ἐπισκόπους, ἀλλὰ καὶ Σιλουανός τις καὶ ἄλλοι τινὲς, ὧν συμβέβηκέ τινας τοῦ βίου παύσασθαι, μάλιστα Οὐράνιον. ηὔχει γὰρ οὗτος ἀνὰ μέσον [τοῦ] τοιούτου τάγματος. μετὰ δὲ τὴν τῶν ἐπισκόπων αὐτῶν τούτων, Οὐρανίου καὶ Σιλουανοῦ τοῦ ἐκ Γοτθίας, τελευτὴν πολλοὶ διελύθησαν καὶ εἰς ὀλίγον ἦλθε τὸ τούτων σύστημα, ἔν τε τοῖς μέρεσι Χαλκίδος τῆς πρὸς Ἀντιοχείας καὶ ἐν τοῖς μέρεσι τοῦ Εὐφράτου. καὶ γὰρ ἀπὸ τῆς Γοτθίας ἐδιώχθησαν οἱ πλείους, οὐ μόνον, ἀλλὰ καὶ οἱ ἡμέτεροι ἐκεῖ Χριστιανοί, διωγμοῦ μεγάλου ἐνστάντος ὑπὸ βασιλέως Ἕλληνος, δεινοῦ τε γενομένου καὶ πρὸς ζῆλον τῶν Ῥωμαίων, διὰ τὸ τοὺς βασιλεῖς τῶν Ῥωμαίων εἶναι Χριστιανούς, τὸ πᾶν γένος τῶν Χριστιανῶν ἀπ’ ἐκείνων ἀπελάσαντος. οὐ λείπει δὲ ῥίζα σοφίας οὐδὲ φύτευμα πίστεως, ἀλλὰ καὶ εἰ δοκοῦσι πάντες ἀπηλάσθαι, πάντως εἰσὶν ἐκεῖθεν [πιστοὶ] ἄνθρωποι· οὐκ ἐγχωρεῖ γὰρ λεῖψαι τὴν πηγὴν τῆς πίστεως.
PG 42:373πολλοὶ οὖν ἀναχωρήσαντες τῶν αὐτῶν Αὐδιανῶν τῆς Γοτθίας καὶ [ἕως] τῶν ἡμετέρων μερῶν ἐνταῦθα ἐλθόντες παροικοῦσιν ἀπὸ τοῦ χρόνου τούτου ἐτῶν τεσσάρων, ἀλλὰ καὶ ἐπὶ τοῦ Ταύρου ὄρους ἀνεχώρησαν πάλιν [εἰς] τὰ τῶν αὐτῶν Αὐδιανῶν μοναστήρια, ἐπί τε τῆς Παλαιστίνης καὶ τῆς Ἀραβίας· ἤδη γάρ εἰσι πεπλατυσμένοι, λοιπὸν δὲ ὀλίγοι καὶ ὀλίγα μοναστήρια, τάχα δὲ καὶ ἐν δυσὶ κώμαις ἐν τοῖς προειρημένοις μέρεσι κατὰ τὸ ἐξώτερον μέρος τῆς Χαλκίδος καὶ ἐπέκεινα Δαμασκοῦ καὶ τῶν μερῶν τῆς Μεσοποταμίας ἐστὶν ἄχρι δεῦρο τὸ τάγμα, εἰς ὀλίγον περιστάν, ὡς ἔφην. Ἀλλ’ ἕως ὧδε ἱκανῶς καὶ περὶ τούτων ἔχειν ἡγοῦμαι· οὓς παρελθὼν πάλιν τὰ ἑξῆς διασκοπήσω, ἵνα μή τι παραλείψω τῶν εἰς διαιρέσεις τε καὶ τομὰς καὶ εἰς διαστάσεις καὶ εἰς σχίσματα ἐν τῷ κόσμῳ συμβεβηκότων. εἰ γὰρ καὶ τῇ πίστει οὐκ ἂν μεταλλάττοιεν καὶ τῷ τρόπῳ τοσοῦτον, ἀλλ’ ὅμως πᾶν τὸ διαιρεθὲν καὶ ἐν βίῳ ὀνομαζόμενον ὑφ’ ἡμῶν κατὰ τὸ δυνατὸν οὐ παραλειφθήσεται. Κατὰ Φωτεινιανῶν να, τῆς δὲ ἀκολουθίας οα. 1.
Φωτεινός, ἐξ οὗπερ Φωτεινιανοί, ἐν τούτῳ τῷ χρόνῳ ἤκμασεν, ἐπίσκοπος γεγονὼς τῆς ἁγίας καθολικῆς ἐκκλησίας, μανίᾳ ἀρθεὶς οὐ μικροτάτῃ, ἀλλ’ ἐμβρόντητος γεγονὼς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ, ὅμοια καὶ ἐπέκεινα τῶν Παύλου τοῦ Σαμοσάτεως διανενοημένος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἐξεμέσας λόγους ἀσυστάτους βλασφημίας. οὗτος δὲ ὡρμᾶτο ἀπὸ Σιρμίου καὶ ὅτε μὲν τοῦτο τὸ ζιζάνιον τῷ κόσμῳ εἰσηγήσατο, τότε κατ’ ἐκεῖνο καιροῦ ἐπὶ Κωνσταντίου τοῦ βασιλέως ἐπίσκοπος ἦν, εἰς ἔτι [δὲ] δεῦρο περιῆν τῷ βίῳ, ἀπὸ τῆς ἐν τῇ Σαρδικῇ συναχθείσης δυτικῆς συνόδου καθαιρεθεὶς δι’ ἣν ἐξήμεσε βλασφημίαν. Φάσκει δὲ οὗτος ἀπ’ ἀρχῆς τὸν Χριστὸν μὴ εἶναι, ἀπὸ δὲ Μαρίας καὶ δεῦρο αὐτὸν ὑπάρχειν, ἐξότε, φησί, τὸ πνεῦμα τὸ ἅγιον ἐπῆλθεν ἐπ’ αὐτὴν καὶ ἐγεννήθη ἐκ πνεύματος ἁγίου. τὸ δὲ πνεῦμα τὸ ἅγιόν φησιν, ὡς τολμηρὸς ἀρχιτέκτων, μεῖζον εἶναι τοῦ Χριστοῦ, καὶ ὡς οὐρανομέτρης τῶν ἀνεκδιηγήτων. γέγονε δὲ οὗτος ὁ Φωτεινὸς λάλος τὸν τρόπον καὶ ὠξυμμένος τὴν γλῶτταν, πολλοὺς δὲ δυνάμενος ἀπατᾶν τῇ τοῦ λόγου προφορᾷ καὶ ἑτοιμολογίᾳ.
PG 42:375πολλάκις γὰρ ὑπὸ πολλῶν ἐλεγχόμενος καὶ μετὰ τὴν τότε γενομένην ἐν τῇ Σαρδικῇ αὐτοῦ ἀπολογίαν ὅτε ἀπὸ τῶν ἐπισκόπων ἐκλήθη δοῦναι λόγον περὶ τῆς ὑπ’ αὐτοῦ προβληθείσης κακοπιστίας. καὶ γὰρ οὗτος ἠξίωσε Κωνστάντιον τὸν βασιλέα ὡς μάτην καθῃρημένος, ὅπως ἀκροατὰς λάβοι αὖθις, τοῦ ἀποδεῖξαι ἑαυτὸν μάτην καθῃρημένον. ὅθεν ὁ μὲν βασιλεὺς κατ’ ἐκεῖνο καιροῦ ἐξέπεμψε κριτὰς καὶ ἀκροατὰς τῆς αὐτοῦ μελλούσης ἔσεσθαι ἀπολογίας Θαλάσσιον καὶ Δατιανὸν καὶ Κερεάλιον καὶ Ταῦρον καὶ Μαρκελλῖνον καὶ Εὐάνθιον καὶ Ὀλύμπιον καὶ Λεόντιον, Βασιλείου τοῦ Ἀγκυριανοῦ τὰς αὐτοῦ πεύσεις ἐρωτῶντος καὶ ἀντιλέγοντος τοῖς ὑπ’ αὐτοῦ μέλλουσιν ἀπολογεῖσθαι ἢ καὶ καταδεχομένου. οὐ μικρὰν δὲ διάλεξιν πρὸς τὸν αὐτὸν Βασίλειον ἐποιήσατο, ἀλλ’ ὥσπερ παρατετριμμένης φαύλης γυναικὸς τὸ χρῶμα διὰ τῶν λόγων αὐτοῦ παρέφερεν ἐν τῇ διαλέξει ῥητὰ ἀσύστατα πρὸς τὴν διάνοιαν τῆς ἀληθείας, ὄντα δὲ αὐτοῦ τῇ ἐννοίᾳ παραπεποιημένως νοούμενα.
διὰ δὲ τῆς ἀπατηλῆς αὐτοῦ φθογγῆς καὶ ἑτοιμολογίας εἰς κατασκευὴν αὐτοῦ τε καὶ τῶν ἀκουόντων διὰ τῆς γλώσσης αὐτοῦ, ἡτοιμασμένος καὶ μετὰ καυχήσεως περὶ τῆς ὑποθέσεως ἑκατὸν μαρτυρίας φέρειν ὁ γεννάδας ἐπηγγείλατο. καὶ γὰρ τῶν [ἀκροατῶν] ἀεὶ πολλάκις πρὸς αὐτὸν ἀντιβαλλόντων , ὡς καὶ ἐν τῇ πρὸς Βασίλειον διαλέξει ηὕρομεν, ἐν οἷς ἐκέλευσαν ταχυγράφοις γράφειν, Ἀνυσίῳ διακόνῳ τοῦ Βασιλείου καὶ Καλλικράτῃ ἐκσκέπτορι Ῥουφίνου τοῦ ἐπάρχου καὶ Ὀλυμπίῳ καὶ Νικήτῃ καὶ Βασιλείῳ μεμοραδίοις καὶ Εὐτυχεῖ καὶ Θεοδούλῳ νοταρίοις τοῦ βασιλέως· καὶ ἀπεστάλη ἐσφραγισμένος τόμος εἷς τῷ βασιλεῖ Κωνσταντίῳ, εἷς δὲ ἔμεινεν ἐν τῇ κατὰ τὸν Βασίλειον συνόδῳ, καὶ ἄλλος τόμος [ἐγένετο] μετὰ τῶν κομήτων, ὡσαύτως ἐσφραγισμένος, ὡς τὰ τῆς αὐτοῦ ὑπονοίας ὑποβεβλημένα. 2. Εἴ ποτε γὰρ ὁ Βασίλειος ἠρώτησεν ὅτι πῶς αἱ θεῖαι γραφαὶ διδάσκουσι περὶ τοῦ κυρίου, τοῦ θεοῦ λόγου, πρὸ αἰώνων εἶναι τὸν μονογενῆ καὶ σὺν πατρί, ὁ Φωτεινὸς μὲν τὸν λόγον ἐδέχετο, τὰ μὲν εἰς Χριστὸν [τὴν] διαίρεσιν προσάπτων, τὰ δὲ εἰς τὸν λόγον ἀνωτάτω [τὰ τοῦ ἀνθρώπου] ἀναλογῶν.
PG 42:377τὸ γάρ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν» τῷ λόγῳ ἑαυτοῦ, φησίν, ὁ πατὴρ εἴρηκε· τί οὖν; ὁ λόγος ἐν τῷ πατρί, φησίν, ἦν, ἀλλ’ οὐκ ἦν υἱός, καὶ «ἔβρεξε κύριος παρὰ κυρίου», ἐν πατρὶ ὢν ὁ λόγος· καὶ «εἶδον» φησὶ «κατερχόμενον ἐπάνω τῶν νεφελῶν ὡς υἱὸν ἀνθρώπου» τοῦτο, φησί, προκαταγγελτικῶς ἔλεγεν, οὐχ ὡς τοῦ υἱοῦ ὑπάρχοντος, ἀλλὰ δι’ ὃ ἔμελλεν υἱὸς καλεῖσθαι μετὰ τὴν Μαρίαν καὶ μετὰ τῆς σαρκὸς ἀνιέναι γεννηθεὶς ὁ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ ἀπὸ Μαρίας, προχρηστικῶς, φησί, τὰ πάντα ἀναφέρεται εἰς αὐτὸν ἀπ’ ἀρχῆς. οὔπω δὲ ἦν [υἱός], λόγος δὲ ἦν, καθάπερ ἐν ἐμοὶ ὁ λόγος. ἤδη δὲ εἶπον ὅτι ἀπὸ μέρους Παύλου τοῦ Σαμοσατέως ἔχων τὰ ὅμοια τῆς ἐννοίας , ἕτερα δὲ ἔτι παρ’ ἐκεῖνον ὑπερβεβηκὼς τῇ ἐννοίᾳ. 3. Καὶ αὐτὸς δὲ οὗτος ἀνατραπήσεται εἰς ἐσχάτην ἐλθὼν ἀρνησιθεί̈αν καὶ ἀλλοτρίαν ὑπόνοιαν ζωῆς αἰωνίου ἐν ἅπασιν. εἰ γὰρ πρόσφατος ὁ υἱὸς τοῦ θεοῦ κατὰ τὴν θεότητα, ἄρα ὁ Δαυὶδ πρωτεύει, μᾶλλον δὲ καὶ ἐν προκριτέοις ὑπάρχει τοῦ αὐτὸν πεποιηκότος.
οὕτω γὰρ καὶ αὐτὸς διενοεῖτο, μᾶλλον καὶ παρελθὼν τὴν θείαν γραφὴν κατὰ τὴν αὐτοῦ πεπλανημένην ἔννοιαν, [καὶ] φάσκων ὅτι καὶ ὁ ἀπόστολος εἴρηκεν «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, καὶ ὁ δεύτερος ἀπ’ οὐρανοῦ». εὐθὺς δὲ ἀντιπίπτει αὐτῷ ὁ λόγος τῆς ἀληθείας καὶ ἐλέγχει αὐτοῦ τὴν ἐσκοτωμένην διάνοιαν. ἄνθρωπον γὰρ καὶ ἄνθρωπον ἔφη ὁ ἅγιος ἀπόστολος, καὶ τὸν μὲν πρῶτον ἄνθρωπον τὸν Ἀδὰμ ἐκ γῆς εἶναι χοϊκόν, τὸν δὲ δεύτερον ἀπ’ οὐρανοῦ. καίτοι γε ἄνθρωπον λέγων· οὐκ ἐξ οὐρανοῦ δὲ ἡ σὰρξ καταβέβηκεν, ἀλλ’ ὡμολόγηται καὶ ἀπὸ τούτου ἀπὸ Μαρίας οὖσα. ἀπ’ οὐρανοῦ δὲ καταχρηστικῶς οὐ λέγει σάρκα, ἀλλὰ τὸν δεύτερον ἄνθρωπον, ἐξότε ἄνωθεν ἦλθεν ὁ λόγος καὶ «ἐσκήνωσεν ἐν ἡμῖν», κατὰ τὸ γεγραμμένον. εἰ οὖν προϋπῆρχεν ὁ κύριος. καὶ πάρεστιν, «ὃς ἐφηῦρε πᾶσαν ὁδὸν συνέσεως», εἶναι δὲ αὐτόν, ὡς οὐκ ἀμφιβάλλει ἡ θεία γραφή, τὰ γὰρ μετὰ ταῦτα σημαίνει προόντα καὶ τὸ ηὑρηκέναι πᾶσαν ὁδὸν συνέσεως, εἶτα «ἐπὶ γῆς ὠφθῆναι», τὴν μέλλουσαν ἔνσαρκον παρουσίαν [δηλοῖ].
καὶ ὅτι ἀπ’ οὐρανοῦ φασι τὸν ἄνθρωπον ἐνηνοχέναι, οὐ λέγει [τοῦτο] ὁ ἀπόστολος, ἀλλὰ διὰ τὴν συνένωσιν τῆς ἐνσάρκου παρουσίας ἄνθρωπον μὲν αὐτὸν λέγει, [δεύτερον δὲ] διὰ τὸν χρόνον τὸν μεταξὺ Ἀδὰμ καὶ τῆς ἐνσάρκου παρουσίας· ἀπ’ οὐρανοῦ δὲ αὐτὸν λέγει διὰ τὸ ἄνωθεν ἡκέναι τὸν θεὸν λόγον καὶ σάρκα [ἐνδύσασθαι], ὥς φησιν, «ὁ λόγος σὰρξ ἐγένετο», οὐχ ὡς αὐτὸς ὑπονοεῖ λόγον ἐκ πατρὸς προελθόντα καὶ εἰς σάρκα μεταβεβλημένον· οὕτω γὰρ κατὰ τὴν ἠπατημένην αὐτοῦ ἔννοιαν διηγήσατο περὶ τοῦ τόπου. εἰ δὲ ἔστιν Ἀδὰμ πρὸ τοῦ εἶναι τὸν λόγον, ἆρα διὰ τίνος ὁ αὐτὸς Ἀδὰμ κέκτισται καὶ πάντα τὰ πρὸ αὐτοῦ κτίςματα τοῦ θεοῦ ἢ πρὸς τίνα ὁ πατὴρ εἴρηκε «ποιήσωμεν ἄνθρωπον»;

Against the MarcelliansContra Marcellianos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 42:379οὐ γὰρ τίς ποτε πρὸς τὸν ἐνδιάθετον αὐτοῦ λόγον ἢ τὸν προφορικὸν ἐπιτείνεται τὴν συμβουλίαν, ἀλλὰ πρὸς τὸν ἔμφυτον καὶ ἅγιον αὐτοῦ λόγον [περὶ] τῆς μελλούσης τοῦ ἀνθρώπου δημιουργίας ποιεῖται τὴν μετὰ πάσης σοφίας ἐξήγησιν, ἵνα μάθωμεν ἐξ ἀρχῆς εἶναι τὸν παῖδα πρὸς τὸν αὐτοῦ πατέρα, ἵνα μὴ τὸν ἡμέτερον κτίστην πρόσφατον νομίσωμεν, ἀλλὰ σὺν πατρὶ ἀεὶ ὑπάρχοντα πρὸ τῶν αἰώνων, ὡς καὶ Ἰωάννης μαρτυρεῖ λέγων «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν». 4. Ὥς φησιν αὐτὸς ὁ ἀγύρτης, καὶ αὐτός φημι εἶναι τὸν λόγον ἀπ’ ἀρχῆς, ἀλλ’ ὡς υἱὸν [ἐκ] θεοῦ γεγεννημένον. καὶ εἰ μή ἐστιν υἱὸς θεοῦ, μάταιος αὐτοῦ ὁ πόνος, ματαία αὐτοῦ καὶ ἡ προαίρεσις καὶ ἡ ἐλπὶς καὶ ἡ διάνοια. οὐδὲν γὰρ περισσότερον τῶν ἀρνησαμένων αὐτὸν Ἰουδαίων οὗτος λέγει. οὐ γὰρ λέγει περὶ αὐτοῦ τὸ εὐαγγέλιον ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ», ἀλλ’ «ὁ λόγος ἦν πρὸς τὸν θεόν». καὶ οὐ λέγει ὅτι ἐν τῷ θεῷ ἦν μόνον, ἀλλὰ «θεὸς ἦν ὁ λόγος». ἀλλ’ ἐν τῷ ἀνθρώπῳ μὲν λόγος ἐνδιάθετος ἀεὶ καὶ προφορικὸς ὑπάρχων οὐ δύναται λέγεσθαι ἄνθρωπος, ἀλλὰ ἀνθρώπου λόγος.
εἰ [δὲ] οὐκ ἦν οὔπω τὸ γέννημα, ὡς αὐτὸς λέγει, καὶ εἰ οὔπω ἦν υἱὸς τοῦ θεοῦ θεὸς λόγος, διὰ τίνος τὰ πάντα γεγένηται; ἐπειδή φησι τὸ εὐαγγέλιον «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἀλλά φησιν· ὥσπερ διὰ λόγου ὁ ἄνθρωπος πράττει ὃ βούλεται, οὕτως διὰ τοῦ ἰδίου λόγου ὁ πατὴρ διὰ τοῦ ὄντος ἐν αὐτῷ λόγου ἐποίησε τὰ πάντα. πῶς οὖν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ λέγει ὅτι «ἕως ἄρτι ὁ πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι»; τὸ δὲ «ὁ πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι» οὐ τοῦ πατρὸς μὴ ἐργαζομένου ἐν τῇ τοῦ υἱοῦ ἐργασίᾳ, οὐδὲ τοῦ υἱοῦ ἀλλοτρίου ὄντος καὶ μὴ ἐργασαμένου ἐν τῇ τοῦ πατρὸς δημιουργίᾳ. πάντα γὰρ τὰ ἔργα ὅσα ἔστιν ἅμα ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γεγένηται. δι’ αὐτοῦ γὰρ τὰ πάντα γέγονεν ἀπὸ πατρός, καὶ αὐτὸς τὰ πάντα εἰργάσατο σὺν πατρὶ καὶ σὺν ἁγίῳ πνεύματι. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτοῦ.» διὸ καὶ μετὰ ἀσφαλείας ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ἔλεγε, γινώσκων τὰς ὑπονοίας τῶν πεπλανημένων, προγνώστης ὢν ὡς θεὸς καὶ [εἰδὼς] ὡς ἤμελλεν ἕκαστος ἀπὸ τῆς ἀληθείας ἑαυτὸν ἐκβάλλειν·
ἔλεγε [γὰρ] πρὸς τοὺς Ἰουδαίους «οὐδὲν ἀφ’ ἑαυτοῦ ποιεῖ ὁ υἱός, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα». καὶ οὐχ ὅτι πρῶτον ὁρᾷ, ἔπειτα πράττει, ἀλλὰ πάντα ἐν ἑαυτῷ ἔχει καὶ πράττει ἃ βούλεται. 5. Πῶς οὖν ταῦτα ἔσται, ὦ Φωτεινέ; ἢ τίς ὁ ἐν σοὶ πάλιν ἡμῖν προβαλλόμενος τοῦτο τὸ ζιζάνιον; τίς ὁ τὸ δηλητήριον τοῦτο κατασκευάσας τῷ βίῳ; πόθεν τὸ πονηρόν σοι ἐνθυμεῖσθαι κατὰ τοῦ κυρίου σου βλάσφημον λαβεῖν ὑπόνοιαν; οὐκ ἔπεισέ σε Ἀβραάμ, φάσκων πρὸς αὐτὸν καὶ λέγων «ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν»; ἐλέγχθητι γάρ, ὡς παρ’ αὐτῷ ὁ υἱὸς ἐπεδήμησε, καὶ οὐ προφορά τις ὤν, ἀλλ’ ἐνυπόστατος θεὸς λόγος. καὶ ὅπως γνῴης, ὦ ἐθελόσοφε, τὸ πέρας τῶν ἐν ταύτῃ τῇ ὑποθέσει πεπραγματευμένων, [ἄκουε] ὡς ἐν τῇ θείᾳ γραφῇ ἐπισφραγισάμενος τὸ τέλειον ἡμῖν ἀπεφήνατο φάσκων ὅτι «ἔβρεξε κύριος ἀπ’ οὐρανοῦ πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου»· καὶ οὐκ εἶπεν ὁ λόγος τοῦ κυρίου, ἀλλὰ κύριος παρὰ κυρίου, ὡς καὶ Δαυὶδ λέγει «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου»·
PG 42:381καὶ ἵνα [δείξῃ] ὅτι οὐ μετὰ τὴν ἔνσαρκον παρουσίαν ὁ υἱὸς μόνον εὑρίσκεται, διηγεῖται καὶ περὶ τῆς ἀπ’ ἀρχῆς, ὅτι «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε». καὶ περὶ τοῦ ἁγίου πνεύματος, ὦ περιττολόγε καὶ ἐν ἀργοῖς καὶ περιέργοις ταττόμενε, οὐδεὶς δέξεταί σου τὸν λόγον. οὔτε γὰρ μειζότερον τὸ πνεῦμα οὔτε μικρότερον· «τίς γὰρ ταῦτα ἐξεζήτησε» φησίν «ἐκ τῶν χειρῶν ὑμῶν»; ἐλέγχει σε δὲ ὁ αὐτὸς ἅγιος λόγος, ὡς φάσκει κύριος περὶ τοῦ πνεύματος τοῦ ἁγίου· ὁμολογῶν γὰρ τὸ γνήσιον τῆς αὐτοῦ θεότητός φησι «τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον». 6. Καὶ πόσαι ἄλλαι τυγχάνουσι μαρτυρίαι;
ἐπειδὴ δὲ πᾶσιν ἡ σὴ ἐρεσχελία δῆλός ἐστι, πλάνης οὖσα καὶ οὐκ ἀληθείας, φωραθήσεται τε οὐ μόνον ὑπὸ συνετῶν, ἀλλὰ καὶ ὑπὸ τῶν ὀλίγον τι τῆς θείας γραφῆς τὴν ἀκολουθίαν ἐπιγινωσκόντων, δι’ ἣν οὐκ ἐπιδεηθήσομαι πολλῶν μαρτυριῶν ἢ πολλῆς ἀνατροπῆς [εὐάλωτον γάρ σου τὸ διήγημα καὶ ἡ κακοπιστία], διὸ ἀρκετῶς ἔχειν [ἡγούμενος] τὰ πρὸς σὲ εἰρημένα, ὡς ἀπὸ γῆς ἀναφύσαντος κνωδάλου ἀτόνου τε καὶ ἀδυνάμου [εἶδος] τῷ ποδὶ τοῦ λόγου συντρίψας καὶ τῇ τοῦ θεοῦ λόγου ἀληθείᾳ, ἢ ὡς ἕλμιγγα ἤτοι γῆς ἐντεριώνην, καταλείψω. ἤδη γὰρ καὶ διεσκεδάσθη εἰς ὀλίγον χρόνον ἡ τούτου τοῦ ἠπατημένου αἵρεσις. ἐπὶ δὲ τὰς ἑξῆς συνήθως θεὸν ἐπικαλούμενος προελεύσομαι. Κατὰ Μαρκελλιανῶν νβ, τῆς δὲ ἀκολουθίας οβ. 1. Τῷ δὲ αὐτῷ πάλιν χρόνῳ [ὑπὸ ἓν γὰρ πάντες οὗτοι ἦσαν] Μάρκελλος γέγονεν ἐν Ἀγκύρῃ. ἔτι γὰρ καὶ δεῦρο [περιὼν] ἀπὸ τοῦ ἔτους τούτου ὡς ἀπὸ δύο ἐτῶν ἐτελεύτα ἢ πλείω ἢ ἐλάσσω.
PG 42:383ἐποίησε δὲ καὶ αὐτός τινα διαίρεσιν ἐν τῇ ἐκκλησίᾳ ἀπ’ ἀρχῆς τοῦ αὐτοῦ χρόνου, ὀλίγην δέ τινα ὑπόνοιαν ὑπέφαινεν οὗτος, ἀπεικαζόμενος Σαβελλίῳ τε καὶ Ναυάτῳ ἀπὸ τοῦ τῶν Ἀρειανῶν πρὸς αὐτὸν παροξυσμοῦ, δῆθεν διὰ τοῦ λογισμοῦ τῆς πρὸς τοὺς Ἀρειανοὺς ἀντιθέσεως. ὅθεν καὶ παρά τινων [ὀρθοδόξων] βλασφημεῖται, [ὡς] ἀπὸ μέρους, ὡς ἔφην, Σαβελλιανῶν ἐσχηκὼς τὴν ἐρεσχελίαν. τινὲς δὲ ὑπὲρ αὐτοῦ ἀπελογήσαντο μὴ οὕτως ἔχειν, ἀλλ’ ὀρθῶς αὐτὸν βεβιωκέναι καὶ τῷ φρονήματι αὐτὸν ὀρθῶς ἔχειν διισχυριζόμενοι. διὸ πολλὴ περὶ τούτου ζήτησις γέγονε. καὶ τὰ μὲν κρύφια τῆς ἐννοίας θεῷ ἔγνωσται, οἱ δὲ ἀπ’ αὐτοῦ γεγονότες καὶ κατηχηθέντες, ἢ τὴν ἐκείνου ἔννοιαν ἀγνοοῦντες ἢ [μὴ] τὰ ἐκείνου ἀληθῆ διηγούμενοι, οὔτε τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν ἤθελον, ὡς ἔχει ἡ ἀλήθεια, ὅτι μία ἐστὶν ἡ θεότης, μία δοξολογία, ὁμοούσιος οὖσα ἡ τριὰς καὶ οὐδὲν διαλλάττουσα τῆς ἰδίας δόξης, τριὰς τελεία οὖσα καὶ μία θεότης, μία δύναμις, μία οὐσία, οὔτε συναλοιφή τις οὖσα οὔτε ὑποβεβηκυῖα. οὗτος δὲ ἐπὶ πλεῖστον βουλόμενός τινα λέγειν παρά τισιν, ὅμοιον τοῦ Σαβελλίου τῷ φρονήματι ἔδειξεν [ἑαυτὸν] εἶναι.
διὸ καὶ αὕτη ἐν αἱρέσει ἐλέγχθη καὶ ἠριθμήθη. παραθήσομαι δὲ αὖθις καὶ τὴν ἔκθεσιν τοῦ λόγου οὗ πεποίηται Ἰουλίῳ τῷ μακαρίτῃ τῷ Ῥωμαίων ἐπισκόπῳ ὁ αὐτὸς Μάρκελλος, ὑπεραπολογούμενος δῆθεν ἑαυτοῦ. ἐκ δὲ τῆς ἀπολογίας καὶ τοῦ λιβέλλου φανήσεται ἕτερα παρὰ τὴν πίστιν τῆς ἀληθείας πεφρονηκώς. εἰ μὴ γὰρ ἕτερα ἐφρόνησεν, ὑπὲρ ποίων εἰς ἀπολογίαν ἤρχετο, εἰ μὴ ἄρα λόγοι ἐξ αὐτοῦ τεθέντες οὐκ ὀρθοὶ καί τινας ταράξαντες εἰς ταύτην [αὐτὸν] κατήγαγον τὴν ἀπολογίαν; τοίνυν τὸ ἀντίγραφόν ἐστι τοῦτο· Ἀντίγραφον ἐπιστολῆς Μαρκέλλου, ὃν καθεῖλεν ἡ σύνοδος χάριν ἑτεροδοξίας. 2. «Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν Χριστῷ χαίρειν.
Ἐπειδή τινες τῶν καταγνωσθέντων πρότερον ἐπὶ τῷ μὴ ὀρθῶς πιστεύειν, οὓς ἐγὼ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διήλεγξα, κατ’ ἐμοῦ γράψαι τῇ θεοσεβείᾳ σου ἐτόλμησαν, ὡς ἂν ἐμοῦ μὴ ὀρθῶς μήτε ἐκκλησιαστικῶς φρονοῦντος, τὸ ἑαυτῶν ἔγκλημα εἰς ἐμὲ μετατεθῆναι σπουδάζοντες, τούτου ἕνεκεν ἀναγκαῖον ἡγησάμην ἀπαντήσας εἰς τὴν Ῥώμην ὑπομνῆσαί σε, ἵνα τοὺς κατ’ ἐμοῦ γράψαντας μεταστείλῃ ὑπὲρ τοῦ ἀπαντήσαντας αὐτοὺς ἐπ’ ἀμφοτέροις ἐλεγχθῆναι ὑπ’ ἐμοῦ, ὅτι τε καὶ ἃ γεγράφασι κατ’ ἐμοῦ ψευδῆ ὄντα τυγχάνει καὶ ὅτι ἔτι καὶ νῦν ἐπιμένουσι τῇ ἑαυτῶν προτέρᾳ πλάνῃ καὶ δεινὰ κατά τε τῶν τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἡμῶν τῶν προεστώτων αὐτῶν τετολμήκασιν. ἐπεὶ τοίνυν ἀπαντῆσαι οὐκ ἠβουλήθησαν, ἀποστείλαντός σου πρεσβυτέρους πρὸς αὐτοὺς καὶ ταῦτα ἐμοῦ ἐνιαυτὸν καὶ τρεῖς ὅλους μῆνας ἐν τῇ Ῥώμῃ πεποιηκότος, ἀναγκαῖον ἡγησάμην, μέλλων ἐντεῦθεν ἐξιέναι, ἔγγραφόν σοι τὴν ἐμαυτοῦ πίστιν μετὰ πάσης ἀληθείας τῇ ἐμαυτοῦ χειρὶ γράψας ἐπιδοῦναι, ἣν ἔμαθον ἔκ τε τῶν θείων γραφῶν ἐδιδάχθην, καὶ τῶν κακῶς ὑπ’ αὐτῶν λεγομένων ὑπομνῆσαί σε, ἵνα γνῷς οἷς χρώμενοι πρὸς ἀπάτην τῶν ἀκουόντων λόγοις τὴν ἀλήθειαν κρύπτειν βούλονται.
PG 42:385φασὶ γὰρ μὴ ἴδιον καὶ ἀληθινὸν λόγον εἶναι τοῦ παντοκράτορος θεοῦ τὸν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλ’ ἕτερον αὐτοῦ λόγον εἶναι καὶ ἑτέραν σοφίαν καὶ δύναμιν. τοῦτον γενόμενον ὑπ’ αὐτοῦ ὠνομάσθαι λόγον καὶ σοφίαν καὶ δύναμιν, καὶ διὰ τὸ οὕτως αὐτοὺς φρονεῖν ἄλλην ὑπόστασιν διεστῶσαν τοῦ πατρὸς εἶναί φασιν. ἔτι μέντοι καὶ προϋπάρχειν τοῦ υἱοῦ τὸν πατέρα δι’ ὧν γράφουσιν ἀποφαίνονται [καὶ] μὴ εἶναι αὐτὸν ἀληθῶς υἱὸν ἐκ τοῦ θεοῦ· ἀλλὰ κἂν λέγωσιν ἐκ τοῦ θεοῦ, οὕτως λέγουσιν ὡς καὶ τὰ πάντα. ἔτι μὴν καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν λέγειν τολμῶσι καὶ κτίσμα αὐτὸν καὶ ποίημα εἶναι, διορίζοντες αὐτὸν ἀπὸ τοῦ πατρός. τοὺς οὖν ταῦτα λέγοντας ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας εἶναι πεπίστευμαι. πιστεύω δέ, ἑπόμενος ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεὸς καὶ ὁ τούτου μονογενὴς υἱὸς λόγος, ὁ ἀεὶ συνυπάρχων τῷ πατρὶ καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκώς, ἀληθῶς ἐκ τοῦ θεοῦ ὑπάρχων, οὐ κτισθείς, οὐ ποιηθείς, ἀλλὰ ἀεὶ ὤν, ἀεὶ συμβασιλεύων τῷ θεῷ καὶ πατρί, «οὗ τῆς βασιλείας», κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν, «οὐκ ἔσται τέλος».
οὗτος υἱός, οὗτος δύναμις, οὗτος σοφία, οὗτος ἴδιος καὶ ἀληθὴς τοῦ θεοῦ λόγος, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀδιαίρετος δύναμις τοῦ θεοῦ, δι’ οὗ τὰ πάντα τὰ γενόμενα γέγονε, καθὼς τὸ εὐαγγέλιον μαρτυρεῖ λέγον «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». οὗτός ἐστιν ὁ λόγος, περὶ οὗ καὶ Λουκᾶς ὁ εὐαγγελιστὴς μαρτυρεῖ λέγων «καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου»· περὶ τούτου καὶ Δαυὶδ ἔφη «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμᾶς διδάσκει διὰ τοῦ εὐαγγελίου, λέγων «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω»· οὗτος ἐπ’ ἐσχάτων τῶν ἡμερῶν κατελθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ ἐκ τῆς παρθένου Μαρίας γεννηθεὶς τὸν ἄνθρωπον ἔλαβε. 3.
«Πιστεύω οὖν εἰς θεὸν παντοκράτορα καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν, τὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντα καὶ ταφέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν, ἀναβάντα εἰς τοὺς οὐρανοὺς καὶ καθήμενον ἐν δεξιᾷ τοῦ πατρός, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἁγίαν ἐκκλησίαν, ἄφεσιν ἁμαρτιῶν, σαρκὸς ἀνάστασιν, ζωὴν αἰώνιον.» Ἀδιαίρετον εἶναι τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ παρὰ τῶν θείων μεμαθήκαμεν γραφῶν. εἰ γάρ τις χωρίζει τὸν υἱὸν τουτέστι τὸν λόγον τοῦ παντοκράτορος θεοῦ, ἀνάγκη αὐτὸν ἢ δύο θεοὺς εἶναι νομίζειν, ὅπερ ἀλλότριον τῆς θείας διδασκαλίας εἶναι νενόμισται, ἢ τὸν λόγον μὴ εἶναι θεὸν ὁμολογεῖν, ὅπερ καὶ αὐτὸ ἀλλότριον τῆς ὀρθῆς πίστεως εἶναι φαίνεται, τοῦ εὐαγγελιστοῦ λέγοντος «καὶ θεὸς ἦν ὁ λόγος». ἐγὼ δὲ ἀκριβῶς μεμάθηκα ὅτι ἀδιαίρετος καὶ ἀχώριστός ἐστιν ἡ δύναμις τοῦ πατρός, ὁ υἱός. αὐτὸς γὰρ ὁ σωτὴρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός φησιν «ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί», καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα».
PG 42:387ταύτην καὶ παρὰ τῶν θείων γραφῶν εἰληφὼς τὴν πίστιν καὶ παρὰ τῶν κατὰ θεὸν προγόνων διδαχθεὶς ἔν τε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κηρύττω καὶ πρὸς σὲ νῦν γέγραφα, τὸ ἀντίγραφον τούτου παρ’ ἐμαυτῷ κατασχών. καὶ ἀξιῶ τὸ ἀντίτυπόν σε τούτου τῇ πρὸς τοὺς ἐπισκόπους ἐπιστολῇ ἐγγράψαι, ἵνα μή τινες τῶν ἀκριβῶς μὴ εἰδότων ἡμᾶς κἀκείνους τοῖς ὑπ’ αὐτῶν γραφεῖσι προσέχοντες ἀπατηθῶσιν. ἔρρωσθε.» πεπλήρωται. 4. Εἰ τοίνυν ὁ λίβελλος οὗτος καλῶς ἔχει, οἱ δυνάμενοι ἀναγνῶ[ναι λεγέ]τωσαν καὶ οἱ δυνάμενοι ἀκριβῶσαι τὰ ἐν αὐτῷ εἰρημένα· καὶ εἰ μὲν κακῶς ἔχει, αὐτοὶ διακρινέτωσαν. οὐ γὰρ βουλόμεθα πέρα ὧν ἐπιστάμεθα καὶ τῶν εἰς ἡμᾶς ἐλθόντων λέγειν. εἰ γὰρ καὶ καλῶς ἔχει ὁ λίβελλος περὶ τῆς ὑποθέσεως, πάλιν διανοηθήσονται οἱ ἐντυγχάνοντές τε καὶ ἀκούοντες ὅτι οὐκ εἰς μάτην οὔτε εἰς ἀργότητα οὔτε κατ’ [ἔχθραν] ἐκείνου ἐγίνετο αὐτῷ ἀνάγκη ἀπολογίας, εἰ μὴ ἄρα ἐξήμεσε λόγους τινὰς ταράσσοντας καὶ ἀναγκάσαντας αὐτὸν εἰς ἀπολογίαν ἥκειν περὶ τῶν ὑπ’ αὐτοῦ εἰρημένων.
συμβαίνει γὰρ καὶ μετὰ τὸ ἐσφάλθαι αὐτὸν διὰ τοῦ λιβέλλου ὑπεραπολογήσασθαι καὶ ἑαυτὸν διορθώσασθαι ἢ ὅτι μὲν τῷ λιβέλλῳ ἐκόσμησεν αὐτοῦ τοὺς λόγους, ἵνα παρακρύψῃ τὰ ὑπ’ αὐτοῦ ῥηθέντα, ἵνα μὴ ἐκπέσῃ διὰ τῆς καθαιρέσεως τοῦ κοινοῦ τῶν ἐπισκόπων συλλόγου τε καὶ τοῦ κανόνος. ὅμως τὰ περὶ Μαρκέλλου εἰς ἡμᾶς ἐλθόντα ταῦτα. ἠρόμην δὲ αὐτὸς ἐγὼ χρόνῳ τινὶ τὸν μακαρίτην πάπαν Ἀθανάσιον περὶ τούτου τοῦ Μαρκέλλου, πῶς ἂν ἔχοι περὶ αὐτοῦ. ὁ δὲ οὔτε ὑπεραπελογήσατο οὔτε πάλιν πρὸς αὐτὸν ἀπεχθῶς ἠνέχθη, μόνον δὲ διὰ τοῦ προσώπου μειδιάσας ὑπέφηνε μοχθηρίας μὴ μακρὰν αὐτὸν εἶναι, ἀλλ’ ὡς ἀπολογησάμενον ἔχειν. 5. Παραθήσομαι δὲ ἅτινα τινὲς εὑρόντες ἐν τοῖς αὐτοῦ Μαρκέλλου συντάγμασιν, ἃ ἐδόκει ἐπιλήψιμα αὐτοῖς φαίνεσθαι, πρὸς αὐτὸν ἀποτεινόμενοι καὶ αὐτοὶ ἀντισυνέταξαν.
PG 42:389ὑπὸ δὲ ἄλλων πάλιν διὰ τὸ τοὺς ἀντισυντάξαντας, ὕστερον εἰς ἄλλο τραπέντας ἐλέγχου χάριν τὰ ἀντισυνταχθέντα ὑπ’ αὐτῶν προβαλλόμενοι [οὖν] ἐδείκνυον καὶ ἐν τοῖς σφῶν αὐτῶν συντάγμασι κατὰ τὰς γενομένας διαιρέσεις ἀνὰ μέσον τῶν περὶ Ἀκάκιον καὶ Βασίλειον τὸν Γαλάτην καὶ Γεώργιον τὸν Λαοδικείας ἐποιήσαντο πρὸς ἔλεγχον τοῦ αὐτοῦ Ἀκακίου. οὗτος γὰρ ἦν ὁ ἀπὸ τῶν Μαρκέλλου συνταγμάτων κατὰ Μαρκέλλου εἰπών, [ἅτινα παραθήσομαι], ἵνα ἐν πᾶσιν ἡμεῖς τῆς ἀληθείας μηδὲν παραλείψαντες δείξωμεν ὅτι οὔτε ἀπευχόμεθα τὰ πρὸς διόρθωσιν οὔτε συναινεῖν βουλόμεθα τοῖς τι παρὰ τὸ ἀληθινὸν ἐπιχειροῦσι. καὶ ἔστι τὰ ἐκ τῆς Ἀκακίου πρὸς Μάρκελλον ἀντιλογίας τάδε· Ταῦτα διὰ Μάρκελλον. 6. «Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα μετὰ τὴν παρεξήγησιν τῶν εἰς τὰς παροιμίας ῥητῶν γέγραφεν ὁ Μάρκελλος, λαλῶν τε κατὰ τοῦ θεοῦ ἀδικίαν, ἐπαίρων δὲ εἰς ὕψος τὸ κέρας αὐτοῦ. γενόμενος [οὖν] ὑπὲρ τὰ μέσα τοῦ βιβλίου καὶ πάλιν θεὶς Ἀστερίου τὰ λέγοντα ῥήματα·
ἄλλος μὲν γάρ ἐστιν ὁ πατὴρ ὁ γεννήσας ἐξ ἑαυτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόναθεὶς οὖν ταῦτα καὶ δυσχεραίνων πρὸς τὴν εἰκόνα τὴν ἀπαράλλακτον, τουτέστι τὸ ἔκτυπον καὶ τρανὲς ἐκμαγεῖον τοῦ θεοῦ τῆς οὐσίας καὶ τῶν ἑξῆς, φαύλην καλῶν τὴν ὑπόληψιν ταύτην ἐπισυνάπτει τὴν δυσαρέστησιν αὐτοῦ, γράφων ὧδε· ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. πῶς γὰρ ὁ κύριος καὶ θεὸς γεννηθείς, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται ἔτι εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ θεοῦ εἰκὼν καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ’ εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεὸς ὄντως, οὐκέτι ὁ κύριος καὶ θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται.206 καὶ ἑξῆς· οὐδὲν οὖν αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται· πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει.
PG 42:391οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι, καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται, καὶ εἰ δυνάμεως εἰκών, οὐκέτι δύναμις, καὶ εἰ δόξης εἰκών, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ’ ἑτέρου τινὸς εἰκών ἐστι.206 7. «Ταῦτα δὲ σύ, Μάρκελλε, τὰ ῥήματα [τὰ] πρότερον ἐπαινέσας ἐν ἀρχῇ τοῦ βιβλίου, νῦν δὲ ἀρνησάμενος τὸν θεὸν ἐκ θεοῦ λόγον ὄντα τὸν υἱὸν καὶ μόνον ἐκ μόνου καὶ τέλειον ἐκ τελείου, σαφῶς τὴν φαύλην σου περὶ θεότητος ἤλεγξας δόξαν. τοῦ γὰρ βασιλέως τοῦ μεγάλου τὴν εἰκόνα λαβὼν [ἐν] ἀζωί̈ᾳ καὶ ἀθεότητι, ἀβουλίᾳ τε καὶ ἀδυναμίᾳ καὶ ἀδοξίᾳ καὶ τῷ ἀνουσίῳ, ἐκτετμῆσθαι τὴν ἀνοσίαν ὤφειλες γλῶτταν, εἰπὼν ῥῆμα εἰς κύριον καὶ τελευτήσας εἰς ψυχὴν οὕτως ἀσεβήσασαν. τὴν γὰρ εἰκόνα τοῦ θεοῦ ἀζωί̈ᾳ περιγράψας οὔτε κύριον οὔτε θεὸν οὐκ οὐσίαν οὐ βουλὴν οὐ δύναμιν οὐ δόξαν [λέγεις] εἶναι ταύτην. τούτων δὲ ἀκίνητον εἰκόνα εἶναι θέλεις αὐτήν, οἱονεὶ ἄψυχον καὶ ἄζωον, ἔξω ἐκτεθεῖσαν αὐτὴν ποιῶν, καὶ ὡσαύτως ἄψυχον [ὡς] καὶ ἀνθρωπίνῃ τέχνῃ μόνῃ συνεστῶσαν·
ζῶντος δὲ ζῶσαν οὐ θέλεις εἶναι τὴν εἰκόνα τοῦ θεοῦ, οὐδὲ οὐσίας οὐσίαν εἰκόνα, οὐδὲ βουλῆς καὶ δυνάμεως καὶ δόξης βουλὴν καὶ δύναμιν καὶ δόξαν ἀπαραλλάκτως εἰκόνα. τὸ δὲ ἀπαραλλάκτως εἰπεῖν οὐχ οἷόν τε καὶ ἀγεννήτως, ἀλλ’ ὅτι ἐκτυπῶς καὶ ἀκριβῶς ὡμοιωμένην πρὸς πατρικὴν ἔχει καὶ θεότητα καὶ πᾶσαν ἐνέργειαν.» καὶ μεθ’ ἕτερα. «ἔδει δέ σοι ἄλαλα γενηθῆναι [τὰ χείλη] τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ θεοῦ ἀδικίαν ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει.» καὶ γὰρ «μόνος μόνον» ἐγέννησεν ὁ πατὴρ τὸν μονογενῆ, κἂν σὺ μὴ θέλῃς, νῦν ἄλλο τι θέλων, οὐκ ἐξ αἰτίας τῶν αἰώνων Οὐαλεντίνου τὴν πάροδον λαβόντος τοῦ υἱοῦ, ἀλλ’ ἐκ μόνου πατρὸς τὴν γέννησιν ἔχοντος, καὶ «τέλειος τέλειον»· ἀτελὲς γὰρ οὐδὲν ἐν πατρί, διὸ οὐδὲ ἐν υἱῷ, ἀλλὰ τῆς ἐκείνου τελειότητος καὶ ὑπερτελειότητος γέννημα γνήσιον τοῦ υἱοῦ τελειότης· καὶ «βασιλεὺς βασιλέα». εὐσεβὲς γὰρ τὸν θεὸν βασιλεύειν, [πρὸ τοῦ] πρὸ τῶν αἰώνων γεννηθέντος [τοῦ] υἱοῦ καὶ βασιλευομένου βασιλέως, δι’ οὗ καὶ τὰ λοιπὰ βασιλεύεται, εὐχαρίστως ὁμολογοῦντος τὴν ὑποταγήν.
οὐκ ἰδιώτην γάρ, ἀλλὰ βασιλέα γεγέννηκεν ὁ πατήρ, τῆς βασιλείας αὐτοῦ οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος ἐχούσης. οὐ γὰρ ἔξωθεν τὸ ἀξίωμα, εἰς οὐσίαν δὲ αὐτῷ συντελεῖ, ὁμοίως πατρὶ γεννήσαντι. διὸ καὶ γέγραπται τὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» οὕτως δὲ καὶ «κύριος κύριον» καὶ «θεὸς θεὸν» γεννᾶν παρ’ ἡμῶν ὡμολόγηται. καὶ ἁπλῶς εἰπεῖν, οὐσίας καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης εἰκόνα λέγομεν, οὐκ ἄψυχον καὶ νεκράν, ἀλλ’ οὐσιώδη καὶ βουλητικὴν καὶ δυνατὴν καὶ ἔνδοξον. δύναμις γὰρ οὐκ ἀδυναμίαν γεννᾷ, ἀλλὰ αὐτοδύναμιν, καὶ δόξα οὐκ ἀδοξίαν γεννᾷ, ἀλλὰ αὐτοδόξαν, καὶ βουλὴ οὐκ ἀβουλίαν γεννᾷ, ἀλλὰ αὐτοβουλήν, καὶ οὐσία οὐ τὸ ἀνούσιον, ἀλλὰ αὐτοούσιον. εἰκὼν ἄρα ἐστὶν ὁ λόγος θεός, ζῶσα σοφία, ὑποστατική, λόγος ἐνεργὴς καὶ υἱός, αὐτὴ οὐσιωμένη. αὕτη γὰρ [ἦν] «ᾗ προσέχαιρε» καθ’ ἡμέραν ὁ θεός, «ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας».
PG 42:393σὺ δέ, Μάρκελλε, «ταῦτα ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνηθήσῃ μὲν ὑπ’ αὐτῆς ἐκείνης ἔμπροσθεν τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς», ἀρνηθήσῃ δὲ καὶ ἔμπροσθεν τῆς ἐκκλησίας τῆς ὑπὸ τὸν οὐρανόν, γραφούσης περὶ σοῦ πανταχοῦ τῇ γῇ «ἄκουε λόγον κυρίου, γράψον τὸν ἄνδρα τοῦτον, ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ καθήμενος ἐπὶ θρόνου Δαυίδ». 8. καὶ μεθ’ ἕτερα μνημονεύσαντος Μαρκέλλου τῶν Ἀστερίου ῥητῶν ἐπιφέρει λέγων· «Θεὶς οὖν ταῦτα καὶ χωρῶν τῇ ἀρνήσει τῆς τοῦ σωτῆρος ἡμῶν εἰκόνος καὶ οὐσίας, καὶ τῆς μονογενοῦς υἱότητος ἐκ πατρὸς καὶ τῶν πρωτοτοκίων πάσης κτίσεως, καὶ τῆς τοῦ μονογενοῦς μονότητος καὶ τῆς ἐκ τελείου τελειότητος καὶ τῆς ἐκ βασιλέως βασιλείας καὶ τῆς ἐκ κυρίου κυριότητος καὶ τῆς ἐκ θεοῦ θεότητος, οὐσίας τε ἁπλῶς καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης θεοῦ εἰκόνος ἀπαραλλάκτου, οὐ μικροῖς λόγοις «ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, διὸ καὶ ἀρνηθησόμενος ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ», ἄντικρυς ταῦτα γράφεις·
ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος πατρὸς καὶ υἱοῦ παρίστησι δόξαν.206 ἡ δὲ τούτων ἄρνησις τὴν σὴν ἐνδιάστροφον καὶ φαύλην περὶ θεότητος καὶ οὐσίας Χριστοῦ σαφῶς ἤλεγξεν ἑτεροδοξίαν.» 9. Καὶ μεθ’ ἕτερα ἐπιφέρει τὰ Μαρκέλλου· «Ἕωλα οὖν τὰ ἑξῆς ἐπιφέρει γράφων. οὐδὲν οὖν αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται. πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι. καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται. καὶ εἰ δυνάμεως, οὐκέτι δύναμις. καὶ εἰ δόξης, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ’ ἑτέρου τινὸς εἰκών ἐστιν.206 ἕωλα δέ, Μάρκελλε, καὶ ψευδῆ ταῦτα. πάντα γὰρ αὐτὸν ἃ προεῖπεν Ἀστέριος εἶναι βούλεται, λέγων «βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν», καὶ λύει σου τὴν ἄψυχον εἰκόνα, τὴν κατὰ σὲ ἀνθρωπίνῃ τέχνῃ συνεστῶσαν μόνῃ. πάντων γὰρ τούτων ζῶσαν εἰκόνα λέγει καὶ ζῶντος εἰκόνος ἐκμαγεῖον οὖσαν τοῦ γεγεννηκότος, καὶ οὐσίας αὐτοουσίαν εἰκόνα λέγει καὶ βουλῆς αὐτοβουλὴν καὶ δυνάμεως αὐτοδύναμιν καὶ δόξης αὐτοδόξαν, καὶ οὐχ ἑαυτῆς, ἀλλ’ ἑτέρου εἰκόνος.
PG 42:395σὺ δὲ θεὸν ἐκ θεοῦ τὸν υἱὸν οὐχ ὁμολογῶν οὐδὲ φῶς ἐκ φωτὸς οὐδὲ δύναμιν ἐκ δυνάμεως, οὔτε θεὸν οὔτε φῶς, οὐ δύναμιν οὐκ οὐσίαν, οὐ βουλὴν, οὐ δόξαν τὸν υἱὸν εἶναι θέλεις. ἀλλὰ τὸ σῶμα ταῦτα ἀφανίζει ἀσεβῶς ἐν τῇ συντελείᾳ μετὰ τούτων. καὶ ἀρνῇ μὲν τὸ «θεὸς ἦν ὁ λόγος», υἱὸν δὲ θεοῦ καλεῖς ἢ ὀνόματι μόνῳ ἢ ὡς ἄνθρωπον, ἵν’ ἑτερογενῆ γεννῶν εἴη ὁ θεός, θέσει γεννῶν τὸν υἱόν, κατὰ τὸ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ κατὰ τό «ἐλάβετε πνεῦμα υἱοθεσίας», καὶ τὸ «ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ». οὐσίας οὖν καὶ δυνάμεως καὶ βουλῆς καὶ δόξης ἀπαράλλακτον λέγων Ἀστέριος εἰκόνα τὸν υἱὸν τοῦ πατρός, πάντως οἱονεὶ τοὺς πατρικοὺς χαρακτῆρας ἐνεῖναι λέγει τῷ υἱῷ καὶ τὰ ἐπινοούμενα τοῦ πατρὸς τετυπῶσθαι ἢ δεδόσθαι τῷ υἱῷ, οὐκ ἄλλα παρ’ αὐτὸν ὄντα. πάντα οὖν ἃ προεῖπεν αὐτὸν εἶναι βούλεται. οὐ γὰρ τὴν ἐν χρώμασιν εἰκόνα νοεῖ οὐδὲ τρίτον ζωγράφον εἰσάγει, ἵνα διαφωνοῦντος πρὸς τὸν πατέρα διὰ χρωμάτων τὰς ποιότητας ἀλλαχοῦ γράφῃ καὶ τοῦτο υἱὸν καλῇ. οὕτω γὰρ σὺ νοήσας καὶ μὴ νοήσας φῄς·
οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐ δύναται αὐτοουσία εἶναι, καὶ εἰ βουλῆς, οὐκέτι αὐτοβουλή.206 καθ’ ἡμᾶς γὰρ εἰ οὐσίας ἐστὶν εἰκὼν ζῶσα, αὐτοουσία δύναται εἶναι καὶ ἔστι. καὶ οὕτως οὐσίας οὐσίαν εἰκόνα λέγομεν διὰ μίμησιν ὁμοιοτάτην ζωῆς τε καὶ ἐνεργείας, οὕτω δὲ καὶ βουλῆς βουλὴν εἰκόνα τὸν «μεγάλης βουλῆς ἄγγελον», καὶ δυνάμεως καὶ δόξης δύναμιν καὶ δόξαν. καὶ τούτων παραστατικὸν τὸ «ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ», καὶ «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ [οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ]». τὸ γὰρ «ὥσπερ, οὕτως» εἰκονικῆς ἐστι μιμήσεως καὶ ὁμοιώσεως ἀκριβὲς ἐκμαγεῖον.» 10. Καὶ μεθ’ ἕτερα ὀλίγα «οὐ γὰρ ὁ λόγος θεός, ὁ ἄλλοις παρέχων ζωὴν καὶ κάλλος καὶ μορφήν, αὐτὸς ἄζωος καὶ ἀκαλλὴς καὶ ἄμορφός ἐστιν, ἐν νεκρότητι ἢ τῷ μὴ εἶναι νοούμενος, ἀλλὰ πατρικοῖς χαρακτῆρσι μεμόρφωται, οὐχ ὡς ἕτερος αὐτὸς ὤν, ἑτέρους δὲ τοὺς χαρακτῆρας τῆς μορφῆς ἔχων, ἀλλ’ ἐν τῷ εἶναι αὐτοῦ οἱ χαρακτῆρές εἰσι καὶ ἐν τοῖς χαρακτῆρσι τὸ εἶναι αὐτοῦ.

Against the Semi-AriansAdversus Semiarianos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἡ δὲ εἰκών, ἑτέρου καὶ οὐχ ἑαυτῆς εἰκὼν οὖσα, καθὰ καὶ σὺ θέλεις, τοῦ πρωτοτύπου ἐν ἑαυτῇ τοὺς χαρακτῆρας φέρουσα, τὴν ἑτερότητα παρίστησιν, ἑτερότητα δὲ ὡς ὁμοιότητα. οὐχ ἑαυτῆς γάρ, ἑτέρου δέ τινος εἰκών ἐστιν οὗτος, ὤν, ὃ ἔστιν, «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». εἰκὼν οὖν τοῦ πατρὸς ὁ υἱός, ζῶσα ζῶντος, ἐν κινήσει καὶ ἐνεργείᾳ, δυνάμει τε καὶ βουλῇ καὶ δόξῃ, οὐκ ἄψυχος, οὐδὲ ἀκίνητος, ἐν ἑτέρῳ μὲν τὸ εἶναι ἔχουσα καὶ γραφομένη, αὐτὴ δὲ ἐν ἑαυτῇ καὶ δι’ ἑαυτῆς ἐν κινήσει μὴ οὖσα. καὶ εἰκών ἐστιν ἀπαράλλακτος, οὐ τῆς ἀπαραλλαξίας πατέρα ποιούσης, ἀλλ’ υἱὸν ἀπηκριβωμένον.» Πεπλήρωνται τὰ ἐνθάδε Ἀκακίου. Νῦν δέ φασιν οἱ ὀρθόδοξοι καὶ ἀδελφοὶ ἡμέτεροι καὶ ὁμολογηταὶ παρὰ τινῶν ὑπὸ Μαρκέλλου καταλειφθέντων μαθητῶν ἔκθεσιν εἰληφέναι ὁμολογίας περὶ πίστεως ἀπολογουμένης· ἧς τὰ λεπτολογήματα, αὐτὸς μὴ κατειληφὼς αὐτήν, ἐνταῦθα παρεθέμην. καὶ ἔστι τὸ ἀντίγραφον τόδε· Ἡ ἐπίγραφος πίστις τῶν Μαρκέλλου. 11.
PG 42:397«Τοῖς αἰδεσιμωτάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις τοῖς ἐν Διοκαισαρείᾳ ὑπερορισθεῖσιν ὑπὲρ τῆς εἰς τὸν σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν ὀρθοδόξου πίστεως, Εὐλογίῳ, Ἀδελφίῳ, Ἀλεξάνδρῳ, Ἀμμωνίῳ, Ἁρποκρατίωνι, Ἰσαάκ, Ἰσιδώρῳ, Ἀννουβίωνι, Πιτίμῳ, Εὐφρατίῳ, Ἀαρώνῃ, οἱ ἀπὸ Ἀγκύρας τῆς Γαλατίας πρεσβύτεροι, Φωτεινός, Εὐστάθιος, ἕτερος Φωτεινός, Σιγέριος καὶ διάκονος Ὑγῖνος καὶ ὑποδιάκονος Ἡρακλείδης καὶ ἀναγνώστης Ἐλπίδιος καὶ προστάτης Κυριακὸς ἐν κυρίῳ χαίρειν.» «Ἐνδεδημηκότων ἡμῶν πρὸς τὴν ὑμετέραν θεοσέβειαν ἀπὸ τῆς προειρημένης ἡμετέρας πατρίδος, τὴν προσήκουσαν ἐπίσκεψιν ποιούμενοι, καὶ ἐπερωτωμένων ἡμῶν παρὰ τῆς ὑμετέρας ὁσιότητος περὶ τῆς ἐν ἡμῖν πίστεως ὅπως ἔχομεν, καὶ ἀποδεξάμενοι ὑμῶν τὴν τοιαύτην κηδεμονικὴν πεῦσιν, ἥνπερ ἐποιήσασθε, διὰ [τὸ] μάλιστα τοὺς βουλομένους ματαίως θρυλεῖν περὶ ἡμῶν τινα ψευδῆ ἀναγκαῖον ἡγησάμεθα πληροφορῆσαι ὑμᾶς περὶ τούτου, οὐ μόνον ἐκ τῶν ὑποδειχθέντων τῇ ὑμετέρᾳ ὁσιότητι παρ’ ἡμῶν γραμμάτων κοινωνικῶν πρὸς ἡμᾶς γραφέντων [ὑπὸ] τοῦ τρισμακαρίου πάπα Ἀθανασίου, ἀλλὰ καὶ ἐκ ταύτης ἡμῶν τῆς ἐγγράφου ὁμολογίας, ὡς ὅτι οὔτε φρονοῦμεν οὔτε πεφρονήκαμέν τί ποτε ἐκτὸς τῆς κατὰ Νίκαιαν ὁρισθείσης οἰκουμενικῆς καὶ ἐκκλησιαστικῆς πίστεως, ἥνπερ ὁμολογοῦμεν δυνάμει ταύτην φρονεῖν, ἀναθεματίζοντες τοὺς τολμῶντας κτίσμα λέγειν [τὸν υἱὸν ἢ] τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὴν Ἀρειανὴν αἵρεσιν καὶ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τοὺς μὴ λέγοντας τὴν ἁγίαν τριάδα τρία πρόσωπα ἀπερίγραφα καὶ ἐνυπόστατα καὶ ὁμοούσια καὶ συναί̈δια καὶ αὐτοτελῆ, ἀναθεματίζοντες δὲ καὶ τοὺς πλατυσμὸν ἢ συστολὴν ἢ ἐνέργειαν τοῦ πατρὸς τὸν υἱὸν λέγοντας, καὶ τοὺς τὸν θεὸν λόγον τὸν υἱὸν τοῦ θεοῦ, προαιώνιον καὶ συναί̈διον τῷ πατρὶ καὶ ἐνυπόστατον καὶ αὐτοτελῆ υἱὸν καὶ θεὸν μὴ ὁμολογοῦντας.
12. Εἴ τις τὸν αὐτὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα λέγει, ἀνάθεμα ἔστω. εἴ τις ἀρχὴν ἢ τέλος τῷ υἱῷ τοῦ θεοῦ καὶ λόγῳ ἢ τῇ βασιλείᾳ αὐτοῦ δίδωσιν, ἀνάθεμα ἔστω. εἴ τις μέρος τοῦ πατρὸς λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, καὶ μὴ ὁμολογεῖ τὸν υἱὸν τοῦ θεοῦ ἐκ τῆς τοῦ πατρὸς οὐσίας πρὸ πάσης ἐπινοίας γεγενῆσθαι, ἀνάθεμα ἔστω. περὶ δὲ τῆς σαρκώσεως τοῦ θεοῦ λόγου, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ὁμολογοῦμεν ὅτι [ὁ] υἱὸς τοῦ θεοῦ καὶ ἄνθρωπος γέγονε χωρὶς ἁμαρτίας, κατὰ πρόσληψιν πάσης τῆς ἀνθρωπείας φύσεως, τουτέστι ψυχῆς λογικῆς καὶ νοερᾶς καὶ σαρκὸς ἀνθρωπίνης.
PG 42:399Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς κατὰ Ἄγκυραν καθολικῆς ἐκκλησίας οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. [ἐγὼ Εὐστάθιος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.
ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.] ἐγὼ Σιγέριος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ὑγῖνος διάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ἡρακλείδης ὑποδιάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ἐλπίδιος ἀναγνώστης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Κυριακὸς προστάτης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.» Ταῦτά ἐστι τὰ ὑπ’ αὐτῶν πρὸς τοὺς ὁμολογητὰς καὶ πατέρας γραφέντα. εἰ τοίνυν δύναται παρὰ συνετῶν νοεῖσθαι ἐν καλλίοσιν ὑπάρχειν, καὶ δὴ οὕτω τετάχθω. εἰ δὲ καὶ ἐκεῖσε πάλιν διὰ τῆς ἐν αὐτῇ τῇ ἀπολογίᾳ διαλογῆς ἔσφαλταί τινα [τὰ] οὐκ ὀρθὰ ὑπάρχοντα, πάλιν ὡσαύτως τοῖς φιλομαθέσι τετάχθω. ὡς οὖν τῶν προειρημένων πάντων τὴν ὑφήγησιν διεξήλθομεν περὶ τοῦ αὐτοῦ Μαρκέλλου, παρελεύσομαι καὶ τοῦτον, καὶ τὰς ἑξῆς διασκοπήσομαι. Κατὰ Ἡμιαρείων νγ, τῆς δὲ ἀκολουθίας ογ. 1.
Ἐν τῇ τοῦ θεοῦ δυνάμει τοῦ Ἀρείου τὰ σχέτλια διαρρήξαντες καὶ τῶν μετ’ αὐτόν, Φωτεινοῦ δέ φημι, ἀλλὰ καὶ Μαρκέλλου, ἐν ᾧ ὀλίγῳ ἔδοξε παρασεσαλεῦσθαι, ἃ ἐξ ὑπαρχῆς ἐξήμεσεν ὡς ἐν μέθῃ ὁ ἀνὴρ προληφθείς [γένοιτο δὲ τοὺς αὐτοῦ διορθωθῆναι, εἴ γε διορθώσοιντο], ἀλλὰ καὶ τῶν ἐξ αὐτοῦ τοῦ Ἀρείου γεγενημένων τὰ ζιζάνια διὰ τοῦ θείου λόγου «τοῦ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τομωτέρου» ἐκτεμόντες [περὶ] τῆς ἐξ αὐτοῦ τοῦ Ἀρείου φυείσης ὑλομανίας διασκοπήσωμεν πῶς τινες ἡμιαρει[ανί]ζουσιν, ἐκείνου μὲν τὸ ὄνομα ἀρνούμενοι, αὐτὸν δὲ καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐνδεδυμένοι, προσχήματί τινι προσποιητῶς ἐπιπλαζόμενοι ἑαυτοῖς τὸ πρόσωπον ἠλλοιωμένον, ὡς ἡ τῶν ἐπὶ σκηνῆς πέπλασται δραματουργία, ὥστε προσωπείοις ἑτέροις τὰς ἑαυτῶν ὄψεις ἐπικρύπτειν καὶ ἔνδοθεν τοῦ προσώπου τὰ τῆς κωμῳδίας αἰσχρά τε καὶ μέθης ἔμπλεα διηγεῖσθαι, ἢ ἄλλως φερόμενοι ἢ σχηματοποιοῦντες τῶν παλαιῶν τοὺς μύθους, τῶν παρ’ αὐτοῖς ποιητῶν τοῦτο ἐργασαμένων. οὕτω καὶ οὗτοι πλανᾶν ἐθέλοντες τοὺς ἀκεραίους αὐτοὶ μέν εἰσι καὶ τῷ προσώπῳ καὶ τῷ ἤθει καὶ τῇ κακοδοξίᾳ ὁποῖα Ἄρειος καὶ Ἀρειομανῖται.
PG 42:401δῆθεν δὲ καὶ κολακείας ἕνεκα ἀπατηλῆς τὴν παρ’ ἐκείνοις ὁμολογουμένην ἐνδιάστροφον διδασκαλίαν κατακοσμεῖν ἐθέλοντες, κτίσμα μὲν τὸν υἱὸν τοῦ θεοῦ φασιν· ἵνα δὲ δῆθεν ἀπατήσωσι καὶ τῷ υἱῷ τοῦ θεοῦ τι χαρίσωνται, μετὰ θωπείας τοῖς ἀπὸ τοῦ λόγου τούτου πτυρομένοις ἀγυρτωδῶς ἐπιλέγουσιν ὅτι οὐ φαμὲν κτίσμα ὡς ἓν τῶν κτισμάτων οὐδὲ γέννημα ὡς ἓν τῶν γεννημάτων. τὸ δὲ ὁμοούσιον τέλεον ἐκβάλλουσι, δῆθεν ὡς ἀλλότριον ὂν τῆς θείας γραφῆς. περὶ δὲ τούτων ἐν τῇ κατὰ Ἄρειον ἀκρότατα διελέχθημεν. ἵνα δὲ καὶ ὅμοιον τούτῳ ῥῆμα προβάλλοιντο, οἱ περὶ Βασίλειον φημὶ καὶ Γεώργιον οἱ τῆς Ἡμιαρείων ταύτης [τῆς] αἱρέσεως προστάται, φασίν, οὐ λέγομεν ὁμοούσιον, ἀλλὰ ὁμοιοούσιον. ἦσαν δὲ οὗτοι οἱ ἀπὸ τῆς συνόδου διαιρεθέντες αὐτῆς τῆς Ἀρειομανίτιδος αἱρέσεως, ὁ αὐτὸς Βασίλειος Ἀγκυρι[α]νὸς τούτων ἀρχηγὸς καὶ Γεώργιος ὁ Λαοδικείας τῆς πρὸς Ἀντιόχειαν Δάφνης ἤγουν Κοίλης Συρίας. οἱ δὲ αὐτοὶ καὶ περὶ τοῦ ἁγίου πνεύματος ἴσως τοῖς Πνευματομάχοις εἰσὶν ἔχοντες.
οὐκέτι γὰρ ὡς μετὰ δυσωπήσεως ἢ μετά τινος διστακτικοῦ λόγου ὡς περὶ τοῦ υἱοῦ, [περὶ οὗ] αἰσχυνόμενοι τέλεον κτίσμα αὐτὸν εἰπεῖν, ὅπερ καὶ οὕτως ἔχουσι, διὰ δὲ τὸν πρὸς ἀνθρώπους φόβον ἐπιφέρουσι τὸ ὁμοιοούσιον καὶ τὸ κτίσμα [ἀλλ’ οὐχ] ὡς ἓν τῶν κτισμάτων, περὶ δὲ τοῦ ἁγίου πνεύματος, ὡς ἔφην, οὐ διστακτικῶς ὁρμῶνται, ἀλλ’ ὡς λυσσητῆρες κύνες ἀφειδῶς κτίσμα αὐτὸ παντάπασιν ὁρίζονται καὶ οὕτως διαβεβαιοῦνται καὶ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὑπάρχον. καὶ ἵνα μή τις εἴποι κατὰ συκοφάντησιν κατά τινων ἡμᾶς λέγειν, ἐνταῦθα παραθήσομαι ὡς ἔγραψεν ἕκαστος αὐτῶν ἐπιστολήν, Βασίλειος μὲν μίαν, Γεώργιος δὲ ὁ Λαοδικείας ἅμα Βασιλείῳ καὶ τοῖς σὺν αὐτῷ ἄλλην. καὶ εἰσὶν αἵδε· 2. «Ἡ ἁγία σύνοδος ἡ ἐν Ἀγκύρᾳ προσεγγίζοντος τοῦ Πάσχα ἐκ διαφόρων ἐπαρχιῶν συγκροτηθεῖσα κυρίοις τιμιωτάτοις καὶ ὁμοψύχοις συλλειτουργοῖς τοῖς ἐν Φοινίκῃ καὶ τοῖς λοιποῖς τοῖς τὰ αὐτὰ ἡμῖν φρονοῦσιν ἐν κυρίῳ χαίρειν.
PG 42:403Εὐχόμεθα μὲν μετὰ τὴν ὡς ἐν πυρὶ τοῖς ἐν μέσῳ γεγενημένοις ὑπὲρ τῆς πίστεως πειρασμοῖς βάσανον τῆς ἐκκλησιαστικῆς πίστεως καὶ [μετὰ] τὰ ἐπὶ τῆς Κωνσταντίνου πόλεως διὰ Μάρκελλον γεγενημένα καὶ μετὰ τὴν ἔκθεσιν τῆς πίστεως ἐν τῇ συνόδῳ συγκροτηθείσῃ ἐπὶ τοῖς ἐγκαινίοις τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας καὶ μετὰ ταῦτα κατὰ Σαρδικὴν καὶ τὴν ἐκεῖ αὖθις ἀνθήσασαν πίστιν καὶ ἔτι μετὰ τὰ ἐν Σιρμίῳ ἐπὶ Φωτεινῷ γεγενημένα, ἔτι μὴν καὶ λογιςμούς, οὓς ἐφ’ ἑκάστῳ περὶ τῆς πίστεως κεφαλαίῳ ἐπερωτηθέντες παρὰ τῶν ἐν Σαρδικῇ πρὸς τὴν ἀνατολὴν διεστώτων ἐξεθέμεθα, ἠρεμῆσαι λοιπὸν καὶ ἑνωθείσης ἐν τῇ εὐσεβεῖ βασιλείᾳ τοῦ δεσπότου ἡμῶν Κωνσταντίου τῆς ἀπὸ ἀνατολῆς ἕως δυσμῶν ἐκκλησίας, ἐκβεβλημένων τῶν σκανδάλων, εἰρηνεύειν τε καὶ ταῖς λατρείαις τοῦ θεοῦ προσανέχειν.
PG 42:405ἐπειδὴ δὲ ὡς ἔοικεν οὐ παύεται ὁ διάβολος διὰ τῶν οἰκείων σκευῶν σπουδάζων καθ’ ἑαυτόν, ἵνα δὴ πάντως [κατὰ] τά τε παρὰ τοῦ κυρίου προρρηθέντα καὶ διὰ τοῦ ἁγίου ἀποστόλου συμφώνως ἐπὶ προφυλακῇ τῶν πιστῶν κηρυχθέντα [εἰς] ἀποστασίαν ἐργάσηται, ἐπινοῶν καινισμοὺς κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως, καὶ νῦν ἐν «μορφώσει τινὰς εὐσεβείας» οἰκειώσασθαι καὶ «βεβήλους καινοφωνίας» δι’ αὐτῶν ἐπινοήσας κατὰ τῆς εὐσεβοῦς γνησιότητος τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, πρότερον μὲν ἀκούοντες κατὰ τὴν Ἀντιόχειαν διατρέχειν τινάς, ἀλλὰ καὶ κατὰ τὴν Ἀλεξάνδρειαν, ἔτι τε καὶ τὴν Λυδίαν εἴτε κατὰ τὴν Ἀσίαν καὶ ἐμβαλεῖν σπινθῆρας ἀσεβείας ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, ἠλπίζομεν διὰ τὸ τολμηρὸν τῆς ἀσεβείας καὶ [τὸ] τοσοῦτον ἀναιδὲς αὐτῶν, ὑπερμαχούντων καὶ τῶν κατὰ τόπον κυρίων συλλειτουργῶν, μαρανθῆναι τὴν ἐπινοηθεῖσαν αἵρεσιν καὶ σβεσθῆναι τὴν κακίαν.
ἐπειδὴ δὲ ἑξῆς οἵ τε ἐκ τῶν προειρημένων τόπων ἐπιδημοῦντες καὶ οἱ ἀπὸ τῶν κατὰ τὸ Ἰλλυρικὸν ἀπαγγέλλουσιν, ὡς σπουδὴν τιθέντες οἱ τούτου τοῦ κακοῦ ἐξευρεταὶ καὶ πλείονας βλάπτειν τολμῶσι καὶ πρὸς κακίαν ζυμοῦν, οὐκέτι ἀνασχόμενοι ὑπερτίθεσθαι, ἀλλὰ καὶ τοῖς γράμμασιν ἐντυγχάνοντες τοῖς τοῦ ὁμοψύχου συλλειτουργοῦ ἡμῶν Γεωργίου τοῦ τῆς Λαοδικείας ἐκκλησίας, ὧν τὰ ἀντίτυπα ὑπετάξαμεν, καὶ τὰς μαρτυρίας τῶν διαμαρτυραμένων πρὸς ἡμᾶς ἐπὶ θεοῦ εὐλαβηθέντες, ὡς ἐνεδίδου ὁ καιρός, τῆς ἁγίας ἡμέρας τοῦ Πάσχα ἐπικειμένης, συναχθέντες ὅσοι γε ἠδυνήθημεν καὶ συναχθῆναι, διὰ [τὸ] καὶ τὸν χειμῶνα τοῖς πολλοῖς ἐμποδὼν γενέσθαι, ὡς διὰ τῶν γραμμάτων ἐσήμαναν, ἐκθέσθαι εἰς τοῦτο τὸ εἶδος τῆς πίστεως τὸ ἰδίωμα ἐσπουδάσαμεν, ὅσον ἐπὶ τοῖς λοιποῖς τῇ ἐν Ἀντιοχείᾳ ὡς προέφαμεν [συνόδῳ], ἐκτεθείσῃ τε πίστει τῇ ἐν τοῖς ἐγκαινίοις, ἀλλὰ καὶ ἐν τῇ Σαρδικῇ, ἣν ἀνείληφεν ἡ ἐν Σιρμίῳ σύνοδος, καὶ τοῖς ἐκεῖθεν λογισμοῖς, διαρθρώσειν ἀκριβῶς [βουλόμενοι] τὴν εἰς τὴν ἁγίαν τριάδα τῆς καθολικῆς ἐκκλησίας πίστιν, πρὸς δὲ τοῦτο ὡς προέφημεν τῆς καινοτομίας τὸ εἶδος, μόνον ὡς ἐνεδίδου τὸ πνεῦμα ὑπαγορεύσαντες.
καὶ παρακαλοῦμεν ὑμᾶς, κύριοι τιμιώτατοι συλλειτουργοί, ἐντυχόντας, ὅτι ἡδράσθητε τῇ ἐκ πατέρων παραδοθείσῃ πίστει καὶ ὡς σύμφωνα ὑμῖν φρονοῦμεν, ὡς πεπιστεύκαμεν, ὑποσημήνασθαι, ἵνα πληροφορηθέντες οἱ τὴν αὐτὴν ἀσέβειαν ἐπεισάγειν τολμῶντες, ὅτι καθάπερ κλῆρόν τινα τὴν ἐκ τῶν ἀποστολικῶν χρόνων διὰ τῶν ἐν τῷ μέσῳ ἄχρι καὶ ἡμῶν [παραδοθεῖσαν ἀπὸ τῶν] πατέρων ὑποδεξάμενοι πίστιν φυλάσσομεν, ἢ αἰσχυνθέντες διορθωθήσονται ἢ ἐπιμένοντες ἀποκηρυχθῶσι τῆς ἐκκλησίας, [ὡς] τὴν ἀποστασίαν τῷ υἱῷ τῆς ἀνομίας, ὃς τολμᾶν ἀπειλεῖ καὶ «εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι», ἤδη δι’ ἑαυτῶν προπαρασκευάζοντες.» 3. «Ἡ πίστις ἡμῶν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα [ὅ] ἐστιν. οὕτω γὰρ ἐδίδασκε τοὺς ἑαυτοῦ μαθητὰς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰπών «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» οὐκοῦν οἱ ἀναγεννώμενοι εἰς ταύτην τὴν πίστιν εὐσεβῶς νοεῖν τὰς ἐκ τῶν ὀνομάτων ἐννοίας ὀφείλομεν. οὐ γὰρ εἶπε·
PG 42:407βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ ἀσάρκου καὶ σαρκωθέντος ἢ τοῦ ἀθανάτου καὶ θανάτου πεῖραν λαβόντος ἢ τοῦ ἀγεννήτου καὶ γεννητοῦ, ἀλλ’ εἰς τὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἵνα [τῶν] ὀνομάτων προσακούοντες ἀπὸ τῶν φυσικῶν, ἐν οἷς , τὸν πατέρα αἴτιον ὁμοίας αὐτοῦ οὐσίας ἐννοῶμεν, καὶ τὸ ὄνομα τοῦ υἱοῦ ἀκούοντες ὅμοιον νοήσωμεν τὸν υἱὸν τοῦ πατρός, οὗ ἐστιν ὁ υἱός. ἐπιστεύσαμεν οὖν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὐκ εἰς κτίστην καὶ κτίσμα. ἄλλο γάρ ἐστι κτίστης καὶ κτίσμα, ἄλλο πατὴρ καὶ [ὁ] υἱός, διότι κεχώρισται τούτων ἑκάτερον τῇ ἐννοίᾳ. τὸ γὰρ κτίσμα λέγων πρῶτον κτίστην φημί, καὶ τὸ υἱός , ὡς ἀπὸ σωματικῶν προσλαμβανόμενον καὶ διὰ τὰ πάθη καὶ τὰς ἀπορροίας τῶν σωματικῶν πατέρων καὶ υἱῶν, καθαρῶς τὴν τοῦ ἐξ ἀσωμάτου πατρὸς ἀσωμάτου υἱοῦ ὕπαρξιν ἵστησιν ἔννοιαν, διὰ τοῦτο καὶ τὴν τοῦ κτίσματος, ὅτι σωματικοῦ παρέπλεξεν ἔννοιαν .
καὶ ἐπειδὴ τὸ κτίσμα ὃ ποιεῖ, [υἱός ἐστιν], υἱὸν [ἐκάλεσεν] μόνον ἀπὸ τοῦ κτιστοῦ καὶ τοῦ κτίσματος λαβὼν τὸ ἀπαθὲς τοῦ κτίζοντος ὡς πρὸς τὸ κτίσμα καὶ τοῦ κτίσματος τὸ ἐξ ἀπαθοῦς τοῦ κτίζοντος ὑφεστὸς πάγιον [καὶ οἷον ὁ] κτίζων ἐβούλετο, τελείαν ἐκ τοῦ σωματικοῦ πατρὸς καὶ υἱοῦ [καὶ] ἐκ σωματικοῦ κτιστοῦ καὶ κτίσματος τὴν περὶ πατρὸς καὶ υἱοῦ καθαρῶς ἡμᾶς ἐπαίδευσεν ἔννοιαν. ἀφαιρουμένου γὰρ ἀπὸ τοῦ κτίσματος τοῦ τε ἔξωθεν ὑφεστῶτος καὶ τοῦ ὑλικοῦ καὶ τῶν ἄλλων, ὅσαπερ σωματικοῦ κτίσματος τὸ ὄνομα περιέχει, μόνη ἀπὸ τοῦ κτίσματος μένει ἡ ἀπαθής φημι τοῦ κτίζοντος καὶ τελεία τοῦ κτιζομένου καὶ οἷον ἠβούλετο ὁ κτίζων εἶναι τὸ κτιζόμενον, ἔννοια. εἰ οὖν ἀπὸ τοῦ κτιστοῦ καὶ τοῦ κτίσματος τὰ ἄλλα πάλιν ἐκβάλλοντες, τὴν ἐξ ἀπαθοῦς τοῦ κτίζοντος καὶ τελείου τε καὶ παγίου καὶ οἷον ἐβούλετο εἶναι τὸ κτίσμα μόνην λαμβάνομεν ἔννοιαν, ἀκόλουθόν ἐστιν ἀπὸ [τῶν] τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὀνομάτων [ἐπειδὴ μάλιστα εἰς πατέρα καὶ υἱὸν πιστεύειν ἐδιδάχθημεν], μίαν [οὖν] τινα εὐσεβῶς λαμβάνειν ἡμᾶς ἔννοιαν [δεῖ]. 4.
PG 42:409«Διὸ καὶ ἐπὶ τούτων, ἐκβαλλομένου τοῦ κατὰ τὸ πάθος ἢ ἀπορροήν, [ὥστε] τὸν πατέρα πατέρα νοεῖσθαι τοῦ υἱοῦ καὶ τὸν υἱὸν μὴ σπερματικῶς καταβεβλημένον σωματικοῖς φύσεως τελειοῦσθαι καὶ κινουμένοις ἀεὶ πρὸς αὔξην καὶ φθοράν, ὡς τὰ σωματικὰ ἔχει τοὺς χαρακτῆρας, μόνη παραλειφθήσεται ἔννοια τοῦ ὁμοίου. ὡς γὰρ ἐπὶ τοῦ κτίσματος πάλιν ἐροῦμεν, [ὅτι] πάντων ἐκβεβλημένων [τῶν σωματικῶν] παρελείφθη ἡ ἀπαθὴς μὲν τοῦ κτίζοντος, τελεία [δὲ] καὶ οἵαν ἠβούλετο καὶ παγία ἡ τοῦ κτίσματος [ἔννοια], οὕτω καὶ ἐπὶ τοῦ πατρὸς καὶ υἱοῦ, ἐκβεβλημένων τῶν σωματικῶν πάντων, παραλειφθήσεται μόνη ἡ ὁμοίου [καὶ] κατ’ οὐσίαν ζῴου γενεσιουργία, ἐπειδὴ πᾶς πατὴρ ὁμοίας οὐσίας αὐτοῦ νοεῖται πατήρ. εἰ δὲ μετὰ τῶν λοιπῶν ἁπάντων ἐκ τῶν τοῦ πατρὸς καὶ υἱοῦ ὀνομάτων σωματικῶν ἐκβαλλομένων ἐννοιῶν συνεκβάλλοιτο καὶ ἡ ὁμοίου κατ’ οὐσίαν ζῴου [αἴτιον] τὸν πατέρα παρέχουσα ἡμῖν νοεῖν, οὐκέτι ἔσται πατὴρ καὶ υἱὸς πιστευόμενος, ἀλλὰ κτίστης καὶ κτίσμα, καὶ περιττὰ [τὰ πατρὸς καὶ υἱοῦ] ὀνόματα, μηδὲν παρ’ ἑαυτῶν εἰσφερόμενα. καὶ ἔσται οὕτως κτίστης μὲν ὡς θεός, κατ’ οὐδὲν [δὲ] ὅλως πατήρ.
ὅτι γὰρ οὐκ ἐνεργείας λέγεται πατὴρ ὁ πατήρ, ἀλλ’ ὁμοίας ἑαυτῷ οὐσίας, τῆς κατὰ τὴν τοιάνδε ἐνέργειαν ὑποστάσης, δῆλον ἐκ τῶν φυσικῶν καθέστηκε λογισμῶν. πολλὰς γὰρ ἐνεργείας ἔχων ὁ θεὸς ἄλλῃ μὲν ἐνεργείᾳ κτίστης νοεῖται, καθὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν τούτοις, ἀλλὰ καὶ τῶν ἀοράτων κτίστης ἐστί. πατὴρ δὲ μονογενοῦς ὢν οὐχ ὡς κτίστης, ἀλλ’ ὡς πατὴρ γεννήσας νοεῖται. εἰ δέ [τις] διὰ τὴν ὑπόνοιαν τὴν περὶ [τῶν κατὰ] τοὺς σωματικοὺς πατέρας τε καὶ υἱοὺς [τῶν] παθῶν, δεδιὼς μή τι πάθῃ γεννῶν ὁ ἀσώματος, εἰ μὴ ἀτελὲς εἴη τὸ γεννώμενον καὶ ὅσα συμβαίνει περὶ τὸν σωματικὸν πατέρα τε καὶ υἱόν, εὐλαβούμενος ἀφέλοιτο τὴν γνησίαν ἐπὶ πατρὸς καὶ υἱοῦ ἔννοιαν, ὁποῖον ἂν λέγοι ἕτερον ποίημα καὶ οὐδέποτε ἐρεῖ τὸν υἱὸν υἱόν. εἴτε γὰρ μεγέθει ὑπερβάλλοντα λέγοι, ὡς οὐρανὸν ὄρους ἢ βουνοῦ, τοῦ τῶν ποιημάτων γένους αὐτόν, κἂν μεγέθει ὑπερβάλλων νοοῖτο, [ὑπάρχοντα] ἕξει, εἴτε χρείᾳ ὡς πρῶτον αὐτὸν γεγονότα, εἴτε εἰς τὴν ἄλλων δημιουργίαν ὑπουργήσαντα, οὔτε οὕτως αὐτὸν ἔξω ποιήσει τῆς τῶν ποιημάτων ἐννοίας.
ὡς γὰρ οὐδὲν διαφέρει τὸ τῇ λαβίδι ἐκ τοῦ θυσιαστηρίου τὸν ἄνθρακα, μὴ αὐτῇ τῇ χειρὶ λαμβάνεσθαι, [εἰ] καὶ διὰ ταύτης ἡ χαλκευτικὴ εἴη, [τὸ] ἐπελαύνειν τὸν σίδηρον [ἔσται γὰρ καὶ ἡ λαβὶς καὶ ὁ διὰ ταύτης ἐλαυνόμενος σίδηρος τοῦ γένους τῶν ποιημάτων], οὕτως οὐδὲν διοίσει τῶν ποιημάτων ὁ δι’ οὗ τὰ πάντα, εἰ μὴ ἔστιν υἱός, ὡς ἡ φυσικὴ ἔννοια ὑποβάλλει. ποιηθεὶς δὲ πρῶτος ἔσται τῶν ποιημάτων καὶ ὄργανον γινόμενος τῷ ποιητῇ, δι’ οὗ τὰ πάντα ὁ κτίστης ἐργάζεται. 5. Καὶ οὐκ ἄν τις σοφίσαιτο τὴν τοῦ ἰδίως πατρὸς καὶ τοῦ ἰδίως υἱοῦ ἔννοιαν ἐκ τῶν κοινότερον υἱῶν λεγομένων, ἐπεὶ οὕτως πολλοὶ ἔσονται οἱ υἱοὶ τοῦ θεοῦ, [ὡς] ὅταν λέγῃ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν», καὶ τὸ «οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν;» καὶ «ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐκ θελήματος σαρκός, φησίν, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν», καὶ πρὸς τούτοις περὶ ἀψύχων [ὡς] «ὁ τετοκὼς βώλους δρόσου».
PG 42:411ἐπὶ γὰρ πλέον διὰ τούτων κατασκευασθήσεται ἀπὸ τῆς κοινῆς [ἐννοίας] τὸ μὴ εἶναι μὲν αὐτὸν υἱόν, ὡς οὐδὲ ταῦτα, ποίημα δὲ ὄντα ὡς ταῦτα κλήσεως υἱοῦ μόνης μετέχειν. ἡ δὲ ἐκκλησία πεπίστευκεν ὅτι θεὸς οὐ μόνον ἐστὶ κτίστης κτισμάτων [τοῦτο γὰρ Ἰουδαῖοί τε καὶ Ἕλληνες ἐπίστανται], ἀλλ’ ὅτι καὶ πατήρ ἐστι μονογενοῦς, οὐ μόνον τὴν κτιστικὴν ἔχων ἐνέργειαν, ἀφ’ ἧς κτίστης νοεῖται, ἀλλὰ καὶ ἰδίως καὶ μονογενῶς γεννητικήν, καθ’ ἣν πατὴρ μονογενοῦς ἡμῖν νοεῖται. τοῦτο γὰρ παιδεύων ἡμᾶς ὁ μακάριος Παῦλος γράφει «τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται»· [ὥσπερ γὰρ ἐπὶ γῆς πατέρες ὀνομάζονται], καθ’ ὁμοιότητα τῶν οἰκείων οὐσιῶν τοὺς υἱοὺς ἔχοντες, οὕτω καὶ πατὴρ ἐν οὐρανοῖς ὀνομάζεται, ἀφ’ οὗ οἱ πατέρες οἱ ἐπὶ γῆς κατ’ οὐσίαν ὠνομάσθησαν, καθ’ ὁμοιότητα τῆς ἑαυτοῦ οὐσίας πάντως τὸν ἐξ αὐτοῦ ἔχων γεγεννημένον υἱόν. καὶ οὐ δύναται ἡ ἐπὶ τῶν καταχρηστικῶς καὶ ὁμωνύμως λεγομένων υἱῶν ἔννοια τῷ μονογενεῖ ἁρμόζειν.
ὥσπερ γὰρ πυξίον μὲν λέγεται κυρίως τὸ ἐκ πύξου κατεσκευασμένον, κοινότερον δὲ καὶ καταχρηστικῶς ἀπ’ ἐκείνου πυξίον καὶ τὸ ἐκ μολίβου καὶ χαλκοῦ καὶ ἄλλης τινὸς ὕλης γεγονός . οὔτε οὖν ὡς «ὁ τετοκὼς βώλους δρόσου» τουτέστιν οὐσιωδῶς· καταχρηστικῶς γὰρ ἐνταῦθα ἐπὶ τοῦ ποιήματος τὸ τοῦ τόκου παρείληπται· οὔτε ὡς τὸ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ ἐνταῦθα γὰρ καταχρηστικῶς ἀπὸ τῆς εὐνοίας καὶ τιμῆς προσωνόμασται· οὔτε [ὡς] τὸ «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»· καὶ τοῦτο γὰρ [ἀπὸ] τῆς κατ’ ἀρετὴν καὶ μίμησιν [τῆς] ποιήσεως εἴληπται· [οὐχ] οὕτως ὁ μονογενὴς νοηθήσεται, ἀλλὰ κυρίως, ὡς μόνος ἐκ μόνου, ὅμοιος κατ’ οὐσίαν ἐκ τοῦ πατρός, οὗπερ καὶ ὠνομάσθη καὶ ἐνοήθη υἱός, γεννηθείς. 6.
PG 42:413Εἰ δὲ διὰ τὸ ἀδύνατον τῶν λογισμῶν μὴ [δ]έχοιτό τις τὸν λογισμόν, ὡς, εἰ οὕτως νοηθείη πατήρ, πάθος ἢ μερισμὸν ἢ ἀπόρροιαν ὑπομένοντος τοῦ πατρός, καὶ παρωσάμενος τὴν πίστιν, ἣ ὑφίστησι τὴν εὐσεβῆ περὶ πατρὸς καὶ υἱοῦ ἔννοιαν, λογισμοὺς ἀπαιτοίη, ἀπαιτητέον αὐτὸν λογισμούς, πῶς ὁ θεὸς σταυροῦται καὶ πῶς «τὸ μωρότερον» τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τὸ ἀσυλλόγιστον παρὰ τοῖς δοκοῦσιν εἶναι τοῦ κόσμου σοφοῖς «σοφώτερον ἀνθρώπων ἐστίν», οὓς οὐδὲ λόγου ἀξιοῖ ὁ μακάριος Παῦλος, διότι τῷ ἀσυλλογίστῳ τῆς δυνάμεως «ἐμώρανε τὴν σοφίαν» τῶν συλλογίζεσθαι δυναμένων. εἴρηκε γὰρ «ἦλθον καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ θεοῦ, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ». ὁ οὖν ἐν σοφίᾳ λόγου [λογισμοὺς] ἀπαιτῶν τὸ μυστήριον, μετὰ τῆς μωρανθείσης σοφίας ἔχων τὸ μέρος ἀπιστείτω τῷ μυστηρίῳ, ὅτε, κἂν ἐκεῖνος ἀπιστεῖται ἐν σοφίᾳ λόγου, ὁ Παῦλος «ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ». εἰ δὲ ἐν τούτοις ἀποκρίνεται, οὐκ ἐν σοφίᾳ λόγου, ἀλλὰ μωρίαν πᾶσαν συλλογιστικὴν σοφίαν ἐλέγξας διὰ τῆς ἀσυλλογίστου δυνάμεως, τὴν πίστιν μόνην λαμβάνει πρὸς σωτηρίαν τῶν τὸ κήρυγμα δεχομένων.
οὐδὲ ἀποκρίνεται πῶς ὁ πατὴρ ἀπαθῶς γεννᾷ τὸν υἱόν, ἵνα μὴ κενωθῇ τὸ μυστήριον τῆς ἐκ πατρὸς υἱότητος τοῦ μονογενοῦς, ἀλλὰ μωραινομένην τὴν σοφίαν τῶν συνετῶν [καθὰ γέγραπται «ποῦ σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;»] ἐλέγχων, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ διὰ τὰ ἐκ λογισμῶν ὑποπτευόμενα κενωθῇ [τὸ μυστήριον], φημὶ [δὲ ἡ] εὐσεβὴς ἔννοια ἡ περὶ πατρὸς καὶ υἱοῦ, ἀλλ’ ἀπαθῶς πατέρα καὶ υἱόν, πατέρα μὲν ἐξ ἑαυτοῦ γεγεννηκότα ἄνευ ἀπορροίας καὶ πάθους τὸν υἱόν, υἱὸν δὲ ὅμοιον [καὶ] κατ’ οὐσίαν ἐκ τοῦ πατρός, τέλειον ἐκ τελείου, μονογενῆ ὑποστάντα, [πιστευόμενα] τοῖς πιστοῖς ἢ ὑποπτευόμενα [τοῖς ἀπίστοις] ἀσυλλογίστως κηρύττει. τῶν γὰρ ἀτόπων ἐστὶν ἐκ σοφοῦ θεοῦ σοφίαν ὑφισταμένην ἀκούοντα, ὡς σοφῶς οἶδε τῆς ἐξ ἑαυτοῦ γεννηθείσης σοφίας γενέσθαι πατήρ, πάθος ἐννοεῖν πατρὶ [ἐν τῷ] τὴν σοφίαν ὑφίστασθαι, εἰ μέλλοι ἐξ αὐτοῦ κατ’ οὐσίαν ὁμοία τῷ σοφῷ ἡ σοφία ὑφίστασθαι.
PG 42:415εἰ γὰρ μήτε ὁ σοφὸς θεὸς μεθέξει σοφίας συνθέτως σοφὸς ἡμῖν νοεῖται, ἀλλ’ ἀσυνθέτως αὐτός ἐστι σοφός, οὐσία ἐστί, μήτε ἡ σοφία ἐστὶν ὁ υἱός, ἐξ ἧς νοεῖται, ἀλλὰ ἡ σοφία οὐσία ἐστὶν ἀπὸ σοφοῦ οὐσίας, ὅ ἐστι σοφία, οὐσία ὁ υἱὸς ὑποστὰς ὁμοία ἔσται [καὶ] κατ’ οὐσίαν τοῦ σοφοῦ πατρός, ἀφ’ οὗπερ ὑπέστη σοφία ὁ υἱός. 7.
Διὸ καὶ εἰωθὼς ὁ μακάριος Παῦλος, καλῶς τὰ Ἑβραίων πεπαιδευμένος, ἀπὸ τοῦ αὐτοῦ πνεύματος τοῦ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ λαλήσαντος τὰς αὐτὰς ἕλκειν ἐννοίας, ὥσπερ ἀπὸ τῶν δύο ψαλμῶν, ἀπὸ τοῦ τε λέγοντος «τὰ κρίματά σου ἄβυσσος πολλή» καὶ ἀπὸ τοῦ «αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται» τὸν περὶ κριμάτων τοῦ θεοῦ λόγον μετέβαλε, ἀντὶ μὲν τοῦ «ἄβυσσος πολλή» τὸ «ὦ βάθος πλούτου» [θέμενος], ἀντὶ δὲ τοῦ «αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται» τὸ «ἀνεξιχνίαστοι», ἀντὶ δὲ τοῦ «τὰ κρίματά σου ἄβυσσος πολλή» τὸ «ἀνεξερεύνητα τὰ κρίματά σου,» οὕτω καὶ παρ’ αὐτῆς τῆς σοφίας τὴν περὶ ἑαυτῆς καὶ τοῦ πατρὸς [ἔννοιαν] καὶ τὴν πρὸς τάδε [τὰ] γενόμενα σχέσιν μαθών, ἐν τοῖς ἑαυτοῦ ἡμῖν τὴν περὶ πατρὸς καὶ υἱοῦ καὶ τῶν ἐκ πατρὸς δι’ υἱοῦ γεγονότων παρίστησιν ἔννοιαν.
τῆς γὰρ σοφίας εἰπούσης «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν» καὶ τὰ ἑξῆς, καὶ μεταβάσης εἰς τὸν δι’ οὗ λόγον [εἴρηκε γὰρ «δι’ ἐμοῦ βασιλεῖς» καὶ τὸ «ἐὰν ἀναγγείλω ὑμῖν τὰ δι’ ἐμοῦ, μνημονεύσω τὰ ἀπ’ αἰῶνος ἀριθμῆσαι»] καὶ εἰπούσης «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων γεννᾷ με», ἀντὶ μὲν τοῦ «ἀρχήν» ἔλαβεν ὁ ἀπόστολος τὸ «πρῶτος», ἀντὶ δὲ τοῦ «γεννᾷ με» τὸ «τόκος», ἀντὶ δὲ τοῦ ὅλου ὁμοῦ τοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ καὶ γεννᾷ με» τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσε» τὸ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα», ἀντὶ δὲ τοῦ «δι’ ἐμοῦ τὰ ἀπ’ αἰῶνος», [τὸ] «εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται».
πάντων οὖν πρὸς λέξιν ἐξισαζόντων [τῶν] ἀποστολικῶν πρὸς τὰ παρὰ τῆς σοφίας, τουτέστι τοῦ τε «ἀρχήν» πρὸς τὸ «πρῶτος» καὶ τοῦ «γεννᾷ» πρὸς τὸ «τόκος», καὶ τοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» πρὸς τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσέ με» τὸ «ἐν αὐτῷ ἐκτίσθη», ἀντὶ δὲ τοῦ «δι’ ἐμοῦ τὰ ἀπ’ αἰῶνος» τὸ «πάντα δι’ αὐτοῦ», φανερὸν [ὅτι] καὶ ἡ «εἰκὼν» οὐκ ἐν πάθει , ἀλλ’ ἀντὶ τοῦ «ἐγὼ ἡ σοφία» παρείληπται, καὶ ὡς ἡ σοφία τοῦ σοφοῦ υἱός, οὐσία οὐσίας, οὕτως ἡ εἰκὼν οὐσίας ὁμοία ἐστί· διὸ καὶ «εἰκὼν» ἐνοήθη «τοῦ θεοῦ τοῦ ἀοράτου», [ἡ σοφία] ὅς ἐστιν υἱός. καὶ ἔχομεν ἐξισαζούσας τὰς λέξεις πάσας, ἀντὶ μὲν «τοῦ σοφοῦ» τὸ «θεός», ἀντὶ δὲ «τῆς σοφίας» τὸ «εἰκών», ἀντὶ δὲ τοῦ «ἀρχή» [τὸ] «πρῶτος», ἀντὶ δὲ τοῦ «γεννᾷ» τὸ «τόκος», ἀντὶ δὲ ὅλου ὁμοῦ φαμεν, ἀντὶ [δὲ] τοῦ «ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με εἰς ἔργα αὐτοῦ καὶ γεννᾷ με» τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσέ με» τὸ «ἐν αὐτῷ ἐκτίσθη», ἀντὶ δὲ τοῦ «δι’ ἐμοῦ» τὸ «πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτόν».
PG 42:417φανερὸν [οὖν] ὡς [τοὺς] «εἰκόνα» ἀκούοντας τὸν υἱὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ οὕτως ἀναιδῶς σοφίζεσθαι τὴν κατ’ οὐσίαν ὁμοιότητα τοῦ υἱοῦ πρὸς πατέρα ἐπιχειροῦντας τοῖς πᾶσιν ἐλέγχει παραπεσόντας οὐ Παῦλός γε μόνος, ἀλλά γε πρὸς τούτου Ἰωάννης, ὁ υἱὸς ὄντως βροντῆς, τῇ οἰκείᾳ μεγαλοφωνίᾳ ὥσπερ ἔκ τινων νεφελῶν τῶν τῆς σοφίας αἰνιγμάτων τὴν εὐσεβῆ ἡμῖν ἔννοιαν τοῦ υἱοῦ κατὰ τὸν ὅμοιον τρόπον ἀνῆκεν. 8. Ὅρα γὰρ ὅτι καὶ αὐτὸς ἃ ἐδιδάχθη παρὰ τῆς σοφίας, ταῦτα ἐν τῷ παρ’ αὐτοῦ κηρυχθέντι ἡμῖν εὐαγγελίῳ παραδέδωκε.
τῆς γὰρ σοφίας εἰπούσης «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ» τὸ «ἐν ἀρχῇ» ἐξέθετο εἰπὼν «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἀντὶ δὲ τοῦ «ἔκτισέ με» [τὸ] «καὶ θεὸς ἦν [ὁ λόγος]», ἵνα μὴ τὸν ἐν προφορᾷ, ἀλλὰ τὸν ἐν ὑποστάσει παγίᾳ ἀπαθῶς ἐκ πατρὸς [γεγεννημένον] θεὸν λόγον νοήσωμεν, ἀντὶ δὲ τοῦ «ἤμην παρ’ αὐτῷ» τὸ «[ἦν] πρὸς θεόν», ἀντὶ δὲ τοῦ «δι’ ἐμοῦ τὰ ἀπ’ αἰῶνος», τὸ «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσε» τὸ «ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν», ᾧ ἴσον τὸ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα», ἀντὶ δὲ τοῦ «ὁ λόγος σὰρξ ἐγένετο» [τὸ] «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον», ἀντὶ δὲ τοῦ «ἤμην παρ’ αὐτῷ ἁρμόζουσα» τὸ «οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», ὡς ἔχειν τὴν ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων εἰς ἀπόδειξιν τῆς κατ’ οὐσίαν πρὸς πατέρα τοῦ υἱοῦ ὁμοιότητος.
ὁ μὲν γὰρ τοῦ σοφοῦ τὴν σοφίαν υἱόν, ὁ δὲ τοῦ θεοῦ τὸν λόγον μονογενῆ θεόν, ὁ δὲ τοῦ θεοῦ τὸν υἱὸν εἰκόνα φησίν, ὡς τὸν θεοῦ λόγον καὶ τὴν σοφίαν καὶ τὴν εἰκόνα ὅμοιον ἐκ πάντων, καθὰ προείρηται, καὶ κατ’ οὐσίαν υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τοῖς πᾶσι κηρύττεσθαι. ἔτι δὲ μᾶλλον ὡς τὸν Θωμᾶν ἡμᾶς τῇ ψηλαφίᾳ τῆς ἐνεργείας τῆς κατ’ οὐσίαν ὁμοιότητος ὁ τοῦ θεοῦ λόγος προσάγει λέγων «ὡς ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ». εἰ γὰρ τὸ «ὡς ὁ πατὴρ ἔχει» οὐχ ὡς ἐν ἄλλῳ νοεῖται [οὐ γὰρ ἄλλο μέν ἐστιν ὁ πατήρ, ἄλλο δὲ ἡ ζωὴ ἡ ἐν αὐτῷ, ἵνα τὸ μὲν ἔχον, τὸ δὲ ἐχόμενον νοῆται· ἀλλ’ αὐτὸς ἀσυνθέτως ἐστὶ ζωὴ ὁ πατήρ, καὶ ὡς ἔχει αὐτός, οὕτω δέδωκε [ἔχειν] καὶ τῷ υἱῷ, δηλονότι ἀσυνθέτως ὡς ὁ πατήρ], φανερὸν ὅτι οὕτως ἔχων, ἐπεὶ μὴ ἀγεννήτως ἔχει μηδὲ συνθέτως, ἔχει ὁμοίως πάντα κατ’ οὐσίαν καὶ ἀσυνθέτως ὡς ὁ πατήρ·
δήλου ὄντος ὅτι τὸ ὅμοιον οὐδέποτε ταὐτὸν εἶναι δύναται οὗ ἐστιν ὅμοιον, ἀπόδειξιν τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον» τὸν υἱὸν τοῦ θεοῦ ἄνθρωπον μὲν γενέσθαι, μὴ κατὰ πάντα δὲ ταὐτὸν γενέσθαι ἀνθρώπῳ, καὶ [ἐν] «ὁμοιώματι σαρκὸς ἁμαρτίας» γενόμενον γενέσθαι μὲν ἐν τοῖς πάθεσι τοῖς αἰτίοις τῆς ἐν σαρκὶ ἁμαρτίας, πείνης φαμὲν καὶ δίψης καὶ τῶν λοιπῶν, μὴ γενέσθαι δὲ ἐν ταυτότητι τῆς σαρκὸς ἁμαρτίας· ὥστε καὶ ἀπὸ τῶν ἀποστολικῶν μαρτυριῶν [καὶ] τὴν κατ’ οὐσίαν ὁμοιότητα τοῦ υἱοῦ πρὸς πατέρα κηρύττεσθαι. 9. Ὡς γὰρ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ ἄνθρωπος ἦν καὶ οὐ κατὰ πάντα ἄνθρωπος, ἄνθρωπος μὲν τῷ καὶ σάρκα ἀναλαβεῖν ἀνθρωπίνην, ἐπειδὴ «ὁ λόγος σὰρξ ἐγένετο», οὐκ ἄνθρωπος δὲ ὤν, ἐπεὶ οὐχ ὁμοίως ἀνθρώποις ἐγεννήθη [οὐ γὰρ ἐκ σπορᾶς καὶ συνδυασμοῦ], οὕτω καὶ ὁ πρὸ αἰώνων υἱὸς θεὸς μὲν καθὸ υἱὸς θεοῦ, ὡς ἄνθρωπος καθὸ υἱὸς ἀνθρώπου, οὐ ταὐτὸν δὲ τῷ θεῷ καὶ πατρὶ τῷ γεννήσαντι, ὡς οὐ ταὐτὸν τῷ ἀνθρώπῳ, καθὸ ἄνευ ἀπορροίας καὶ πάθους, [ὡς] καθὸ ἄνευ σπορᾶς καὶ ἡδονῆς.
PG 42:419καὶ [ὥσπερ] ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας [ἐγένετο], καθὸ πεῖνάν τε καὶ δίψαν καὶ ὕπνον ἐν τῇ σαρκὶ ὑπέμεινεν, ἐξ ὧν παθῶν ἁμαρτητικῶς κινεῖται τὰ σώματα, ὑπομένων δὲ τὰ σαρκὸς προειρημένα πάθη οὐκ ἐξ αὐτῶν ἁμαρτητικῶς ἐκινεῖτο, οὕτω καὶ ὁ υἱός, [υἱὸς] ὢν τοῦ θεοῦ καὶ «ἐν μορφῇ ὑπάρχων θεοῦ» καὶ «ἴσα» ὢν θεῷ, τὰ μὲν ἰδιώματα εἶχε τῆς θεότητος, κατ’ οὐσίαν ἀσώματος ὢν καὶ ὅμοιος τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ἀσωματότητα καὶ τὰς ἐνεργείας. ὥσπερ ὅμοιος τῇ σαρκὶ τῷ σὰρξ εἶναι καὶ πάθη σαρκὸς ὑπομένειν, μὴ μέντοι τὸν αὐτὸν εἶναι, [οὕτως ὅμοιος τῷ θεῷ] καθὸ θεὸς ὢν οὔτε μορφή ἐστι τοῦ θεοῦ, ἀλλὰ θεοῦ, οὔτε ἴσα ἐστὶ τῷ θεῷ, ἀλλὰ θεῷ, οὔτε αὐθεντικῶς [ἔχει τὴν θεότητα] ὡς ὁ πατήρ. ὥσπερ γὰρ οὐχ ἁμαρτητικῶς [ἐκινεῖτο ὡς] ἄνθρωπος, ἀλλ’ ὁμοίως [ἐφέρετο] ἐνεργείᾳ ὡς ἄνθρωπος, . «ἅπερ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ».
ὥσπερ οὖν ἐνταῦθα οὐχ ἁμαρτητικῶς, ἀλλ’ ὁμοίως τοῖς ἐν σαρκὶ ἐκινεῖτο [τῶν γὰρ ἀτόπων ἐστὶν ἀπὸ μὲν τοῦ κατὰ φύσιν ἐλθόντα αὐτὸν εἰς τὸ παρὰ φύσιν, τουτέστιν ἀπὸ θεοῦ γενόμενον υἱὸν ἀνθρώπου, ὅμοιον γενέσθαι τοῖς κατὰ φύσιν, τουτέστι τοῖς φύσει ἀνθρώποις, ἐν τῷ ἑαυτοῦ παρὰ φύσιν, ἐν δὲ τῷ κατὰ φύσιν ἑαυτοῦ μὴ εἶναι ὅμοιον αὐτὸν τῷ κατὰ φύσιν πατρί, ἐκ θεοῦ θεὸν γεννηθέντα· καὶ φανερὸν ὅτι οἱ μὴ κατ’ οὐσίαν λέγοντες ὅμοιον τῷ πατρὶ τὸν υἱὸν οὔτε υἱὸν λέγουσιν, ἀλλὰ κτίσμα μόνον, οὔτε τὸν πατέρα πατέρα, ἀλλὰ κτίστην, τῆς ὁμοίου ἐννοίας οὐκ ἐπὶ τὴν ταυτότητα τοῦ πατρὸς ἀγούσης τὸν υἱόν, ἀλλ’ ἐπὶ τὴν κατ’ οὐσίαν ὁμοιότητα καὶ ἀπόρρητον ἐξ αὐτοῦ ἀπαθῶς γνησιότητα]ὡς γάρ, πάλιν ἐρῶ, ἐν ὁμοιώματι ἀνθρώπων καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας [γενόμενος] οὐκ ἐπὶ τὴν ταυτότητα ἤγετο τοῦ ἀνθρώπου, ἀλλ’ ἐπὶ τὴν τῆς σαρκὸς οὐσίας ὁμοιότητα διὰ τὰ εἰρημένα, οὕτως οὐδὲ ὁ υἱὸς ὅμοιος κατ’ οὐσίαν γενόμενος τῷ γεννήσαντι πατρὶ εἰς ταυτότητα ἄξει τοῦ πατρὸς τὴν ἑαυτοῦ οὐσίαν, ἀλλ’ ἐπὶ τὴν ὁμοιότητα. 10.
PG 42:421Καὶ εἴ τις τῇ σοφίᾳ τοῦ κόσμου προσέχων, ἣν ἐμώρανεν ὁ θεός, μὴ προσέχοι τῷ ἐν σοφίᾳ θεοῦ κηρύγματι καὶ μετὰ πίστεως τὴν ὁμοιότητα [καὶ] κατ’ οὐσίαν τοῦ υἱοῦ πρὸς πατέρα ὁμολογοίη, ὡς ψευδωνύμως λέγων τὸν πατέρα καὶ τὸν υἱόν, καὶ μήτε πατέρα λέγων ἀληθῶς μήτε υἱόν, ἀλλὰ κτίστην καὶ κτίσμα, καὶ κοινοποιῶν τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἔννοιαν ἐπὶ τῶν λοιπῶν ποιημάτων, καὶ σοφίζεσθαι θέλων εἴτε χρείᾳ [ὑπερβάλλοντα], ὡς τὸ πρῶτον [τῶν] ποιημάτων [τῶν γεγονότων] δι’ αὐτοῦ, εἴτε ὑπερβολῇ τοῦ μεγέθους, καὶ κατὰ μηδὲν ὁμολογῶν τὴν ἐκκλησιαστικὴν πίστιν τὴν εἰς πατέρα τε καὶ υἱόν, ὡς παρ’ ὃ εὐηγγελίσαντο ἡμᾶς οἱ ἀπόστολοι θέλων εὐαγγελίσασθαι, ἀνάθεμα ἔστω. Καὶ [τὸ] κατὰ τὸν μακάριον Παῦλον «προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω» ἀνειληφότες καὶ [πάλιν] ἀναγκαίως φαμέν· εἴ τις τὸν σοφὸν μόνον ἀκούων πατέρα καὶ σοφίαν τὸν μονογενῆ τούτου υἱόν, ταὐτὸν εἶναι λέγοι τὴν σοφίαν τῷ μόνῳ σοφῷ, ἀναιρῶν τὸ εἶναι υἱόν, ἀνάθεμα ἔστω.
Page scan enlarged

Notebook

Full View