PG 42Epiphanius
Medicine Chest (Book II, Volume II – Exposition of the Faith, heresies 65–80)
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 42:421Καὶ εἴ τις τὸν σοφὸν ἀκούων πατέρα καὶ σοφίαν τὸν υἱὸν αὐτοῦ, ἀνόμοιον λέγοι [καὶ] κατ’ οὐσίαν τὴν σοφίαν τοῦ σοφοῦ θεοῦ, ὡς μὴ λέγων τὸν σοφὸν τῆς σοφίας ἀληθῶς πατέρα, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν θεὸν νοῶν τὸν πατέρα, τὸν δὲ ἐν ἀρχῇ λόγον τε καὶ θεὸν τοῦτον [μὴ] λέγοι πρὸς τὸν θεόν, λόγον τε καὶ θεὸν αὐτῷ τῷ θεῷ τῷ πρὸς ὃν λόγος τε [καὶ] θεός, ὡς μὴ λέγων ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν μονογενῆ θεὸν λόγον υἱὸν ἀκούων τοῦ θεοῦ πρὸς ὃν ὁ λόγος τε καὶ θεός, ἀνόμοιον λέγοι [καὶ] κατ’ οὐσίαν τὸν θεὸν λόγον τοῦ πατρός, τὸν θεὸν τοῦ θεοῦ καὶ πατρός, πρὸς ὃν ὁ μονογενὴς ἐν ἀρχῇ ἦν θεὸς λόγος, ὡς μὴ λέγων ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις «εἰκόνα» ἀκούων τὸν υἱὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» ταὐτὸν λέγοι τὴν εἰκόνα τῷ θεῷ τῷ ἀοράτῳ, ὡς μὴ ὁμολογῶν ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις «εἰκόνα» ἀκούων τὸν μονογενῆ υἱὸν «τοῦ ἀοράτου θεοῦ» ἀνόμοιον λέγοι [καὶ] κατ’ οὐσίαν τὸν υἱόν, εἰκόνα ὄντα τοῦ θεοῦ τοῦ ἀοράτου, οὗ εἰκὼν καὶ κατ’ οὐσίαν νοεῖται, ὡς ἀληθῶς μὴ λέγων υἱόν, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις ἀκούων τοῦ υἱοῦ λέγοντος «ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ,» ταὐτὸν λέγοι τὸν εἰληφότα παρὰ τοῦ πατρὸς τὴν ζωὴν καὶ ὁμολογοῦντα τὸ «κἀγὼ ζῶ διὰ τὸν πατέρα» τῷ δεδωκότι, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἀκούων τὸ «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ» ἀνόμοιον λέγοι κατ’ οὐσίαν τὸν υἱὸν τῷ πατρί, διαμαρτυρόμενος ὅτι οὕτως ἔχει ὡς εἴρηκεν, ἀνάθεμα ἔστω. φανερὸν γὰρ ὅτι τῆς ζωῆς τῆς ἐν τῷ πατρὶ νοουμένης οὐσίας σημαινομένης καὶ τῆς ζωῆς τῆς τοῦ μονογενοῦς τῆς ἐκ τοῦ πατρὸς γεγεννημένης οὐσίας νοουμένης, τὸ «οὕτως» τὴν ὁμοιότητα τῆς οὐσίας πρὸς οὐσίαν σημαίνει [ἀνάθεμα ἔστω]. 11. Καὶ εἴ τις τὸ «ἔκτισέ με» καὶ τὸ «γεννᾷ με» παρ’ αὐτοῦ ἀκούων, τὸ «γεννᾷ με» μὴ ἐπὶ τοῦ αὐτοῦ καὶ κατ’ οὐσίαν ἐννοεῖ, ἀλλὰ ταὐτὸν λέγοι τὸ «γεννᾷ με» τῷ «ἔκτισέ με», ὡς μὴ λέγων τὸν υἱὸν τὸν ἀπαθῶς τέλειον ἐκ τῶν δύο ὀνομάτων [σημαίνεσθαι υἱόν, ἀλλὰ διὰ τῶν δύο ὀνομάτων], τοῦ «ἔκτισέ με» καὶ τοῦ «γεννᾷ με», κτίσμα μόνον ὁμολογῶν καὶ μηκέτι υἱόν, ὡς παραδέδωκεν ἡ σοφία ἐκ τῶν δύο εὐσεβῶς τὴν ἔννοιαν, ἀνάθεμα ἔστω.
PG 42:423Καὶ εἴ τις, τοῦ υἱοῦ τὴν μὲν κατ’ οὐσίαν πρὸς τὸν ἑαυτοῦ πατέρα ὁμοιότητα ἡμῖν ἀποκαλύπτοντος, δι’ ὧν φησιν «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ», τὴν δὲ κατ’ ἐνέργειαν δι’ ὧν παιδεύει «ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», μόνην τὴν κατ’ ἐνέργειαν ὁμοιότητα διδοὺς τῆς κατ’ οὐσίαν, ἥ ἐστι τὸ κεφαλαιωδέστατον ἡμῶν τῆς πίστεως, ἀποστεροίη τὸν υἱόν, ὡς ἑαυτὸν ἀποστερῶν τῆς ἐν γνώσει πατρὸς καὶ υἱοῦ αἰωνίου ζωῆς, ἀνάθεμα ἔστω. Καὶ εἴ τις εἰς πατέρα καὶ υἱὸν πιστεύειν ἐπαγγελλόμενος, τὸν πατέρα μὴ οὐσίας ὁμοίας αὐτοῦ λέγοι πατέρα, ἀλλὰ ἐνεργείας, ὡς «βεβήλους καινοφωνίας» κατὰ τῆς οὐσίας τοῦ υἱοῦ τοῦ θεοῦ φθέγγεσθαι τολμῶν καὶ ἀναιρῶν τὸ εἶναι ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις υἱὸν ὅμοιον κατ’ οὐσίαν νοῶν ἐκείνου οὗ καὶ νοεῖται υἱός, ἢ ταὐτὸν λέγοι τῷ πατρὶ τὸν υἱὸν ἢ μέρος τοῦ πατρὸς ἢ κατὰ ἀπόρροιαν καὶ κατὰ πάθος, ὡς σωματικοὺς υἱούς, τὸν ἐκ τοῦ ἀσωμάτου πατρὸς ἀσώματον υἱὸν ὑποστάντα, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις διὰ τὸ τὸν πατέρα μήποτε υἱὸν νοεῖσθαι καὶ τὸν υἱὸν μήποτε πατέρα νοεῖσθαι, ἕτερον λέγων τὸν υἱὸν παρὰ τὸν πατέρα, διὰ τὸ τὸν πατέρα ἕτερον εἶναι καὶ τὸν υἱόν, καθὼς εἴρηται «ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ» καὶ «μαρτυρεῖ» γάρ φησιν «ὁ πέμψας με πατήρ», διὰ ταύτην τὴν εὐσεβῆ ἐν τῇ ἐκκλησίᾳ νοουμένην ἰδιότητα τῶν προσώπων, πατρὸς μὲν καὶ υἱοῦ, δεδιὼς μή ποτε ταὐτὸν νοηθῇ υἱὸς πατρί, ἀνόμοιον λέγοι κατ’ οὐσίαν τὸν υἱὸν τῷ πατρί, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐν χρόνῳ τὸν πατέρα πατέρα νοεῖ τοῦ μονογενοῦς υἱοῦ καὶ μὴ ὑπὲρ χρόνους καὶ παρὰ πάσας ἀνθρωπίνας ἐννοίας πιστεύει τὸν μονογενῆ υἱὸν ἐκ τοῦ πατρὸς ἀπαθῶς ὑφεστάναι, ὡς παραβαίνων τὸ ἀποστολικὸν κήρυγμα, χρόνους μὲν περὶ πατρὸς καὶ υἱοῦ παρωσάμενον, πιστῶς δὲ ἡμᾶς παιδεῦσαν τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν πατέρα πρεσβύτερον χρόνῳ λέγοι τοῦ ἐξ ἑαυτοῦ μονογενοῦς υἱοῦ, νεώτερον δὲ χρόνῳ τὸν υἱὸν τοῦ πατρός, ἀνάθεμα ἔστω.
Καὶ εἴ τις τὸ ἄχρονον τῆς τοῦ μονογενοῦς Χριστοῦ ἐκ πατρὸς ὑποστάσεως ἐπὶ τὴν ἀγέννητον τοῦ θεοῦ οὐσίαν ἀναφέρει, ὡς υἱοπάτορα λέγων, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐξουσίᾳ μόνῃ τὸν πατέρα [πατέρα] λέγοι τοῦ μονογενοῦς υἱοῦ καὶ μὴ ἐξουσίᾳ ὁμοῦ καὶ οὐσίᾳ πατέρα τοῦ μονογενοῦς υἱοῦ, ὡς μόνην τὴν ἐξουσίαν λαμβάνων καὶ κοινοποιῶν αὐτὸν πρὸς τὰ λοιπὰ ποιήματα καὶ οὐ λέγων ἀληθῶς ἐκ πατρὸς γνήσιον υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐξουσίᾳ καὶ οὐσίᾳ λέγων τὸν πατέρα πατέρα τοῦ υἱοῦ, ὁμοούσιον δὲ ἢ ταὐτοούσιον λέγοι τὸν υἱὸν τῷ πατρί, ἀνάθεμα ἔστω. Καί εἰσιν οἱ ὑπογράψαντες Βασίλειος, Εὐστάθιος, Ὑπερέχιος, Λητόϊος, Ἑορτικός, Γυμνάσιος, Μεμνόνιος, Εὐτυχής, Σευηρῖνος, Εὐτύχιος, Ἀλκιμίδης, Ἀλέξανδρος· καὶ οὕτω πιστεύω ὡς προγέγραπται καὶ δι’ ὑπογραφῆς ὁμολογῶ. Ἐπληρώθη τῶν περὶ Βασίλειον καὶ Γεώργιον ὁ ὑπομνηματισμός. [Ἐπιστολὴ Γεωργίου] 12. Τὸ τῆς οὐσίας ὄνομα γυμνῶς μὲν ἐν παλαιᾷ καὶ καινῇ οὐ κεῖται γραφῇ, ὁ νοῦς δὲ πανταχοῦ φέρεται·
PG 42:427καὶ πρῶτον ἀφ’ ὧν ὁ θεὸς πέμπων Μωυσέα εἴρηκεν «οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, ὁ ὤν», ὡς ἐπὶ τοῦ πρώτως νοουμένου πατρός, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», [ἐμφαίνεται] ὁ μήτε ἔκ τινος ὢν καὶ τοῖς οὖσιν αἴτιος ὤν. ἐπειδὴ δὲ καὶ υἱός ἐστιν [ὁ] ὤν, ἔλαβε δὲ ἀπὸ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου λέγοντος «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἀφορμὴν [εὕρατο] Παῦλος ὁ Σαμοσατεὺς καὶ Μάρκελλος, οὐκέτι θέλοντες λέγειν τὸν υἱὸν τοῦ θεοῦ υἱὸν ἀληθῶς, ἀλλὰ ἀπὸ τοῦ λόγος ὀνόματος ἀφορμὴν λαβόντες, φημί, ἐκ στόματος ῥῆμα καὶ φθέγμα ἠβουλήθησαν εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ, ἠναγκάσθησαν οἱ πατέρες, οἱ κρίναντες Παῦλον τὸν Σαμοσατέα ἐπὶ τῷ τοιούτῳ αἱρετισμῷ, ἵνα δείξωσιν ὅτι ὁ υἱὸς ὑπόστασιν ἔχει καὶ ὑπάρχων ἐστὶ καὶ ὤν ἐστιν, οὐχὶ δὲ ῥῆμά ἐστιν, οὐσίαν εἰπεῖν καὶ τὸν υἱόν, τὴν διαφορὰν τοῦ τε καθ’ ἑαυτὸν ἀνυπάρκτου καὶ τοῦ ὑπάρχοντος τῷ τῆς οὐσίας ὀνόματι ἐπιδεικνύντες. τὸ μὲν γὰρ ῥῆμα καθ’ ἑαυτὸ ἀνύπαρκτόν ἐστι καὶ οὐ δύναται εἶναι υἱὸς θεοῦ, ἐπεὶ πολλοί γε οὕτως ἔσονται υἱοὶ θεοῦ.
πολλὰ γὰρ ὁ πατὴρ ὁμολογεῖται λαλῶν τῷ υἱῷ, [ὡς] ὅταν λέγῃ «γενηθήτω στερέωμα», «γενηθήτωσαν φωστῆρες», «ἐξαγαγέτω ἡ γῆ» καὶ «ποιήσωμεν ἄνθρωπον». ὥστε ὁ πατὴρ τῷ υἱῷ λαλεῖ καὶ οἱ μὲν λόγοι τοῦ θεοῦ οὓς λαλεῖ τῷ υἱῷ, οὐκ εἰσὶν υἱοί, ὁ δὲ υἱὸς πρὸς ὃν λαλεῖ ὁ πατὴρ μετὰ τῶν ἄλλων εὐσεβῶς καλεῖται ἄρτος καὶ ζωὴ καὶ ἀνάστασις, ἔτι καὶ λόγος ὀνομάζεται, ἐπειδὴ ἑρμηνεύς ἐστι τῶν τοῦ θεοῦ βουλημάτων. ἵνα μὴ οὖν ἀπατῶντες τοὺς ἁπλουστέρους τὸν υἱὸν ταὐτὸν λέγωσιν οἱ αἱρετικοὶ τοῖς λόγοις τοῖς παρὰ τοῦ θεοῦ λαλουμένοις, τὸ διάφορον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς πρὸς τὰ ῥήματα τοῦ θεοῦ ὑποδεικνύντες οἱ πατέρες τὸν υἱόν, φημί, οὐσίαν ἐκάλεσαν· οὕτως τὴν διαφορὰν παριστῶντες, ὅτι ὁ θεὸς ὤν ἐστιν, καὶ οἱ λόγοι, οὓς λαλεῖ, ὄντες [εἰσίν], ἀλλ’ οὐκ οὐσίαι τοῦ θεοῦ, λεκτικαὶ δὲ ἐνέργειαι. ὁ δὲ υἱός, λόγος ὤν, οὐχὶ ἐνέργεια λεκτική ἐστι τοῦ θεοῦ, ἀλλ’ υἱὸς ὢν οὐσία ἐστίν. εἰ γὰρ ὁ πατὴρ ὢν καὶ υἱὸς ὤν [ἐστιν], ὢν δὲ οὕτως ὁ υἱός, ὡς ἐκ τοῦ θεοῦ ἔχων γνησίως τὸ εἶναι, λόγος νοηθήσεται [ὁ υἱὸς] οὐχ ὡς οἱ λόγοι οἱ παρὰ θεοῦ λαλούμενοι.
PG 42:429ἐκεῖνοι γὰρ τὸ εἶναι ἐν τῷ λαλοῦντι ἔχουσιν, ὁ δὲ τὸ εἶναι τῷ ἐκ τοῦ πατρὸς γεγεννῆσθαι καὶ ἀκούειν τοῦ πατρὸς καὶ ὑπουργεῖν τῷ πατρὶ ἔχει. ταύτην οὖν τὴν ὑπόστασιν οὐσίαν ἐκάλεσαν οἱ πατέρες. 13. Ὅμοιον οὖν νοοῦμεν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα, μαχόμενοι καὶ πρὸς τὴν νῦν ἐπιφυομένην αἵρεσιν τῇ ἐκκλησίᾳ. ἡ γὰρ νῦν αἵρεσις κατὰ μὲν [τὴν] βούλησιν καὶ τὴν ἐνέργειαν ἀποφαίνεται εἶναι ὅμοιον τὸν υἱὸν τῷ πατρί, κατὰ δὲ τὸ [εἶναι] ἀνόμοιον εἶναι τὸν υἱὸν τῷ πατρί· ὡς κατασκευάζεσθαι παρὰ τῶν νῦν καινῶν αἱρετικῶν, ὅτι ἡ μὲν βούλησις τοῦ υἱοῦ καὶ ἡ ἐνέργεια τοῦ υἱοῦ ὁμοία τῇ βουλήσει τοῦ πατρὸς καὶ τῇ ἐνεργείᾳ τοῦ πατρός, αὐτὸς δὲ ὁ υἱὸς ἀνόμοιος τῷ πατρί. καὶ διὰ τοῦτο τὴν μὲν βούλησιν τοῦ υἱοῦ καὶ τὴν ἐνέργειαν βούλονται εἶναι ὁμοίαν τῇ βουλήσει τοῦ πατρὸς καὶ τῇ ἐνεργείᾳ, τὸν δὲ υἱὸν οὐ βούλονται ὅμοιον εἶναι τῷ πατρί, ἐπειδὴ διαβεβαιοῦνται μὴ εἶναι ἐκ τοῦ θεοῦ γεγεννημένον τὸν υἱόν, ἀλλὰ μόνον κτίσμα εἶναι αὐτὸν καὶ ἐν τούτῳ διαφέρειν τῶν λοιπῶν κτισμάτων, ὅτι τε ὑπερέχει μεγέθει καὶ ὅτι πρῶτος τῶν ἁπάντων ὑπέστη καὶ ὅτι ὑπουργῷ αὐτῷ ἐχρήσατο εἰς τὴν τῶν λοιπῶν δημιουργίαν ὁ θεός.
ἐπειδή, φασὶν οἱ αἱρετικοί, τὰ μὲν ἄλλα δι’ υἱοῦ ὁ θεὸς ἐποίει, αὐτὸν δὲ οὐ διά τινος, ἀλλ’ αὐτὸς αὐτὸν αὐτούργησε, καὶ ὑπερέχοντα μεγέθει καὶ δυνάμει ἁπάντων ἐποίησε, διὰ τοῦτο αὐτὸν ἐκάλεσε μονογενῆ υἱόν. 14. Ἡμεῖς δὲ οἱ τῆς καθολικῆς ἐκκλησίας ἐκ τῶν θείων γραφῶν τὴν ὁμολογίαν τῆς πίστεως παρειληφότες οὕτως ἔχομεν, ὅτι ὁ πατὴρ ὁμοίου ἐστὶν ἑαυτοῦ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς ὅμοιός ἐστι τοῦ πατρός, ἐξ οὗ πατρὸς νοεῖται υἱός.
τοῦτο ἡμῶν προσδιοριζομένων καὶ οὕτως καθαιρούντων τὸν νοῦν, ὡς πρὸς τοὺς Σαβελλίους καὶ τοὺς λοιπούς, ὅτι οὔτε ὁ υἱὸς δύναται εἶναι πατὴρ οὔτε ὁ πατὴρ δύναται εἶναι υἱός, ἀλλ’ ὁ υἱὸς υἱὸς καὶ ὁ πατὴρ πατὴρ καὶ οὐχ υἱός [ἐν τούτοις γάρ ἐστιν ἡ ἀκρίβεια τῆς τῶν προσώπων ἐπιγνώσεως, τῷ τὸν πατέρα πατέρα ἀεὶ ὄντα ἄσαρκον μὲν εἶναι καὶ ἀθάνατον, τὸν δὲ υἱὸν υἱὸν ὄντα ἀεὶ καὶ οὐδέποτε ὄντα πατέρα, ἀεὶ [ὄντα] δὲ λεγόμενον διὰ τὸ ἄχρονον καὶ ἀκατάληπτον τῆς ὑποστάσεως, σάρκα ἀνειληφέναι κατὰ βούλησιν τοῦ πατρὸς καὶ θάνατον ὑπὲρ ἡμῶν ὑποστῆναι]τούτων διευκρινημένων οἱ θαυμαστοί, οἱ τῇ αἱρέσει συμμαχοῦντες, δύο πραγματεύσασθαι σπεύδουσιν, ἓν μὲν τὸ μηκέτι λέγειν πατέρα καὶ υἱόν, ἀλλὰ ἀγέννητον καὶ γεννητόν, [καὶ] διὰ τοῦτο σόφισμα τῆς αἱρέσεως οἰόμενοι ἐπεισάγειν τῇ ἐκκλησίᾳ. συνίσασι γὰρ οἱ σοφοὶ τὰ τοῦ θεοῦ, ὅτι τὸ ἀγέννητον ἔλαττον [δοκεῖ] εἶναι τοῦ πατρὸς ὀνόματος. τὸ γὰρ ἀγέννητον, ὅτι ὁ μὲν οὐκ ἐγεννήθη νενόηται, οὐδέπω δὲ εἰ καὶ πατήρ ἐστι σημαίνει· τὸ δὲ πατὴρ πλέον ἐστὶ τοῦ ἀγεννήτου ὀνόματος [ὄν].
PG 42:431ἐν μὲν γὰρ τῷ ἀγεννήτῳ, φημί, οὐκ ἐμφαίνεται ἡ τοῦ πατρὸς δύναμις, ἐν δὲ τῷ πατὴρ ὀνόματι ὁμοῦ ἐμφαίνεται ὅτι οὐκ ἔστιν υἱὸς ὁ πατήρ, εἴ γε κυρίως νοεῖται [ὁ] πατήρ, καὶ ὅτι αἴτιός ἐστιν ὁμοίου ἑαυτοῦ υἱοῦ. ἓν μὲν δὴ τοῦτο, ἕτερον δὲ ὅτι φθάσαντες ἀνόμοιον κατ’ οὐσίαν γράψαι τὸν υἱὸν τῷ πατρί, ὡσπεροῦν ἐνόμισαν καταψηφίζεσθαι τὴν ἐκκλησίαν δι’ ὧν ἐθήρασαν παρὰ τοῦ αἰδεσίμου ἐπισκόπου Ὁσίου γραμμάτων, ἐν οἷς φέρεται τὸ ἀνόμοιον [κατ’] οὐσίαν. ἐπειδὴ δὲ ἀνελθόντες οἱ ἐκ τῆς ἀνατολῆς ἐπὶ τὸ Σίρμιον πέρυσιν ἤλεγξαν τὸ κακούργημα τούτου τοῦ αἱρετισμοῦ, ἵνα μὴ εὐθύνας ὑπέχωσιν ἐπὶ τοῖς εἰς τὴν ἐκκλησιαστικὴν πίστιν τολμηθεῖσιν, ἐσπούδασαν τὸ τῆς οὐσίας ὄνομα, ἐν χρήσει ὑπάρχον τοῖς πατράσιν, διὰ τὰς προειρημένας αἰτίας ἀνελεῖν τῆς ἐκκλησιαστικῆς διδασκαλίας, ἵνα καὶ κατὰ τοῦτο δόξωσι κρατύνειν ἑαυτῶν τὴν αἵρεσιν. 15. Ὑπέλαβον γὰρ ὅτι, εἰ τὸ τῆς οὐσίας ὄνομα ἐκβληθείη, κατὰ βούλησιν μόνον λέγοντες καὶ κατ’ ἐνέργειαν ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἐξουσίαν ἕξουσιν οὐσίας μὴ ὀνομαζομένης, λοιπὸν ἀνόμοιον λέγειν κατὰ τὸ εἶναι καὶ κατὰ τὸ ὑπάρχειν τὸν υἱὸν τῷ πατρί.
ἀλλ’ ὅμως ὁ ἔκδικος τῆς ἀληθείας θεός, «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν», [ὃς] τὴν συγγένειαν τοῦ μονογενοῦς αὐτοῦ, τὸ κατὰ πάντα ὅμοιον τὸν υἱὸν τῷ πατρὶ εἶναι, ἐπὶ τοῦ εὐσεβοῦς βασιλέως ἐπαρρησιάσατο. οὕτω γὰρ καὶ αὐτὸς ἐφρόνει, εὐσεβὴς ὤν, ὑπὲρ τοῦ ὑπερμαχοῦντος αὐτοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, καὶ φρονῶν εὐσεβεῖ στόματι διωρίσατο κατὰ πάντα, ὡς οἱ καθολικοὶ πεπιστεύκαμεν, ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ καὶ δι’ αὐτοῦ μὴ προχωρῆσαι τὴν κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως μεθοδείαν, ἀναιρεῖν βουλομένην τὸ ὄνομα τῆς οὐσίας, ἵνα τῷ στόματι μὴ λαλουμένης οὐσίας λοιπὸν ἐν ταῖς καρδίαις φωλεύουσα ἡ αἵρεσις νέμηται. ἀλλ’ αὐτοὺς φθάσωμεν γράφοντας ὅμοιον κατὰ βούλησιν, ἀνόμοιον δὲ κατ’ οὐσίαν· εἴ γε ἀνυπούλως καὶ καθαρῶς τὸ κατὰ πάντα ὅμοιον ὁμολογοῦσιν, ἕωλον αὐτοῖς ἀπελεγχθήσεται τὸ ἐπιχείρημα, σπουδάσασιν ἆραι τὸ ὄνομα τῆς οὐσίας. οὐδὲν γὰρ ἐκέρδαινον, ἀναγκασθέντες ὁμολογῆσαι τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὅμοιον·
εἰ γὰρ κατὰ πάντα, ὡς ὡμολόγησαν, ἔστιν ὅμοιος, ὥσπερ οὖν ἔστιν ὁ υἱὸς τῷ πατρὶ ὅμοιος, ἔστιν ὅμοιος οὐ κατὰ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν μόνην, καθὰ αὐτοὶ διορίζονται, ἀλλὰ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὴν ὑπόστασιν καὶ κατὰ τὸ εἶναι ὡς υἱός, καὶ καθάπαξ [τὸ] κατὰ πάντα ἁπάντων ἐστὶ περιληπτικὸν καὶ οὐδεμίαν διαφορὰν προςίεται, ὁμολογουμένου τοῦ μήτε αὐτὸν ἑαυτῷ ὅμοιον εἶναι τὸν πατέρα μήτε τὸν υἱὸν αὐτὸν ἑαυτῷ εἶναι ὅμοιον, ἀλλὰ υἱὸν εἶναι ὅμοιον τῷ πατρὶ καὶ ἐν τῷ κατὰ πάντα ὅμοιον εἶναι τῷ πατρί, υἱὸν ὄντα καὶ οὐ πατέρα, [ἐξ οὗ πατρός, τέλειος ἐκ τελείου, πρὸ πάσης ἐννοίας καὶ πάντων λογισμῶν καὶ χρόνων καὶ αἰώνων ἐκ τοῦ πατρὸς ὁμοιότητος ἐγεννήθη, ὡς οἶδε μόνος ὁ πατὴρ ὁ ἐξ αὑτοῦ αὐτὸν ἀπαθῶς γεννήσας καὶ ὁ υἱὸς ὁ ἐξ αὐτοῦ τὸ εἶναι ἔχων καὶ ᾧ αὐτὸς ἀποκαλύψει] ἐν τῇ κατ’ αὐτὸν θεωρίᾳ ἀξίως ἡμῖν τὸν ἑαυτοῦ πατέρα παρέχειν νοεῖν. 16. Καὶ μὴ ταρασσέτω τὸ τῶν ὑποστάσεων ὄνομά τινας. διὰ τοῦτο γὰρ ὑποστάσεις οἱ ἀνατολικοὶ λέγουσιν, ἵνα τὰς ἰδιότητας τῶν προσώπων ὑφεστώσας καὶ ὑπαρχούσας γνωρίσωσιν.
PG 42:433εἰ γὰρ πνεῦμα ὁ πατήρ, πνεῦμα καὶ ὁ υἱός, πνεῦμα καὶ τὸ ἅγιον πνεῦμα, οὐ νοεῖται [δὲ] πατὴρ ὁ υἱός, ὑφέστηκε δὲ καὶ τὸ πνεῦμα, ὃ οὐ νοεῖται υἱός, ὃ καὶ οὐκ ἔστι [τὸ πνεῦμα οὐ νοεῖται υἱός, ὑφέστηκε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον.], καὶ οὐκέτι τὸ πνεῦμα τὸ ἅγιον οὐδὲ ὁ πατὴρ οὐδὲ ὁ υἱός, ἀλλὰ πνεῦμα ἅγιον ἐκ πατρὸς δι’ υἱοῦ πιστοῖς διδόμενον, εἰκότως ὑφεστῶτος καὶ ὑπάρχοντος καὶ τοῦ πνεύματος τοῦ ἁγίου, τὰς ἰδιότητας ὡς προειρήκαμεν προσώπων ὑφεστώτων ὑποστάσεις ὀνομάζουσιν οἱ ἀνατολικοί, οὐχὶ τὰς τρεῖς ὑποστάσεις τρεῖς ἀρχὰς ἢ τρεῖς θεοὺς λέγοντες. ἀναθεματίζουσι γὰρ εἴ τις λέγει τρεῖς θεούς. ἀλλ’ οὐδὲ πατέρα καὶ υἱὸν δύο θεοὺς λέγουσιν·
ὁμολογοῦσι γὰρ μίαν εἶναι θεότητα, ἐμπεριέχουσαν δι’ υἱοῦ ἐν πνεύματι ἁγίῳ τὰ πάντα, ὁμολογοῦντες [δὲ] μίαν θεότητα καὶ μίαν βασιλείαν καὶ μίαν ἀρχὴν ὅμως τὰ πρόσωπα ἐν ταῖς ἰδιότησι τῶν ὑποστάσεων εὐσεβῶς γνωρίζουσι, τὸν πατέρα ἐν τῇ πατρικῇ αὐθεντίᾳ ὑφεστῶτα νοοῦντες καὶ τὸν υἱὸν οὐ μέρος ὄντα τοῦ πατρός, ἀλλὰ καθαρῶς ἐκ πατρὸς τέλειον ἐκ τελείου γεγεννημένον καὶ ὑφεστῶτα ὁμολογοῦντες καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὃ ἡ θεία γραφὴ παράκλητον ὀνομάζει, ἐκ πατρὸς δι’ υἱοῦ ὑφεστὼς γνωρίζοντες· ὡς [γὰρ] ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, διδάσκει ἡμᾶς τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ υἱός [«οὐδεὶς γὰρ λέγει κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ»], οὕτω καὶ ὁ υἱός, ὅς ἐστιν ἀλήθεια, τὸν ἀληθινὸν θεόν, τὸν ἑαυτοῦ πατέρα, ἡμᾶς εὐσεβῶς εἰδέναι διδάξει, καθὼς λέγει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐκοῦν ἐν πνεύματι ἁγίῳ υἱὸν ἀξίως νοοῦμεν, ἐν υἱῷ δὲ μονογενεῖ πατέρα εὐσεβῶς καὶ ἀξίως δοξάζομεν.
καὶ αὕτη ἐστὶν ἡ σφραγὶς τῆς πίστεως, ἐν ᾗ σφραγῖδι βαπτισθῆναι προσέταξεν ὁ σωτὴρ καὶ κύριος Ἰησοῦς Χριστός, ὁ λέγων «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». 17. Περὶ γὰρ τῆς κατὰ πάντα τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὁμοιότητος πλατύτερον μὲν ἀλλαχοῦ εἴρηται, ὅμως δὲ καὶ νῦν ἐν βραχεῖ παρασημειώσασθαι οὐκ ὀκνήσομεν ὅτι ὁ ἀπόστολος, εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν υἱὸν εἰρηκὼς καὶ ἐν τούτῳ διδάξας ὅτι ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί, ἀλλαχοῦ πῶς δεῖ νοεῖν τὸν υἱὸν παρέδωκεν. ἐν γὰρ τῇ πρὸς Φιλιππησίους ἐπιστολῇ φησιν «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος», ἐν δὲ τῇ πρὸς Ῥωμαίους «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί», ὡς διὰ τῶν δύο μαρτυριῶν ἐκ τῶν δύο ἐπιστολῶν ἀπὸ τοῦ σωματικοῦ εὐσεβῶς καὶ τὴν περὶ τοῦ ὁμοίου ἔννοιαν ἡμᾶς [καὶ] ἐπὶ τοῦ ἀσωμάτου πατρός τε καὶ υἱοῦ διδαχθῆναι.
PG 42:435τὸ μὲν γὰρ «μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος» δείκνυσιν ὅτι ἐκ τῆς παρθένου σάρκα ἀνέλαβεν. οὐκοῦν ἡ σάρξ, ἣν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, ἡ αὐτὴ μέν ἐστι τῇ σαρκὶ τῶν ἀνθρώπων, ἐν ὁμοιώματι δὲ ἀνθρώπων ἐστίν, ἐπειδὴ οὐκ ἐκ σπορᾶς ὡς ἄνθρωποι οὐδὲ ἐκ κοίτης ἀνδρὸς ἐγεννήθη· οὕτως κατὰ τὸν ὅμοιον τρόπον καὶ ὁ υἱός, πνεῦμα ὢν καὶ ἐκ τοῦ πατρὸς πνεῦμα γεννηθείς, κατὰ μὲν τὸ πνεῦμα ἐκ πνεύματος εἶναι τὸ αὐτό ἐστιν [τῷ πατρί] [ὥσπερ [τὸ] κατὰ τὸ σὰρξ ἐκ σαρκὸς εἶναι τῆς Μαρίας [τὸ αὐτὸ τοῖς ἀνθρώποις]], κατὰ δὲ τὸ ἄνευ ἀπορροίας καὶ πάθους καὶ μερισμοῦ ἐκ τοῦ πατρὸς γεννηθῆναι ὅμοιός ἐστι τῷ πατρὶ καὶ οὐκ αὐτὸς [ὁ πατήρ, ὥσπερ καὶ] ὁ κατὰ σάρκα υἱὸς ἐν ὁμοιώματι ἀνθρώπων ἐστὶ καὶ οὐκ αὐτὸ[ς] κατὰ πάντα ἄνθρωπος. 18. Οὐκοῦν διὰ τῆς πρὸς Φιλιππησίους ἐπιστολῆς ἐδίδαξεν ἡμᾶς πῶς ἡ ὑπόστασις τοῦ υἱοῦ ὁμοία ἐστὶ τῇ ὑποστάσει τοῦ πατρός· πνεῦμα γὰρ ἐκ πατρὸς καὶ κατὰ μὲν τὴν τοῦ πνεύματος ἔννοιαν ταυτόν, ὡς κατὰ τὴν τῆς σαρκὸς ἔννοιαν ταυτόν·
οὐ ταυτὸν δέ, ἀλλ’ ὅμοιον, διότι τὸ πνεῦμα, ὅ ἐστιν ὁ υἱός, οὐκ ἔστιν ὁ πατήρ, καὶ ἡ σάρξ, ἣν ὁ λόγος ἀνέλαβεν, οὐκ ἔστιν ἐκ σπέρματος καὶ ἡδονῆς, ἀλλ’ οὕτως ὡς τὸ εὐαγγέλιον ἡμᾶς ἐδίδαξε. διὰ μὲν δὴ τούτων, ὡς προείρηται, πῶς ὁ υἱὸς κατὰ τὸ εἶναι ἑαυτοῦ καὶ κατὰ τὸ ὑφεστὼς εἶναι ἑαυτοῦ ὅμοιός ἐστι κατὰ πάντα τῷ πατρί, ὁ υἱὸς ἐπαίδευσεν ἡμᾶς· πῶς δὲ ὅμοιός ἐστι κατὰ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν καὶ τὰ ἐνεργήματα, διὰ τῆς πρὸς Ῥωμαίους ἀφ’ ὧν εἴρηκεν «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί». ἡ γὰρ αὐτὴ σὰρξ οὖσα, ἣν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, τῇ ἁμαρτίας σαρκὶ καὶ ὁμοίως κινουμένη πρὸς πεῖναν καὶ δίψαν καὶ ὕπνον ὡς πᾶσα σάρξ, ἐκ τούτων ἁμαρτητικῶς οὐκ ἐκινεῖτο. διὸ εἴρηται «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», ὅπερ ὅμοιόν ἐστι τῷ «ἅπερ γὰρ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». ὁ γὰρ πατὴρ πνεῦμα ὢν αὐθεντικῶς ποιεῖ, ὁ δὲ υἱὸς πνεῦμα ὢν οὐκ αὐθεντικῶς ποιεῖ ὡς ὁ πατήρ, ἀλλ’ ὁμοίως.
οὐκοῦν καθὸ μὲν σὰρξ καὶ σὰρξ ταυτόν, ὥσπερ καθὸ πνεῦμα καὶ πνεῦμα ταυτόν, καθὸ δὲ ἄνευ σπορᾶς οὐ ταυτόν, ἀλλ’ ὅμοιον, ὥσπερ καθὸ ἄνευ ἀπορροίας καὶ πάθους ὁ υἱὸς οὐ ταυτόν, ἀλλ’ ὅμοιον. καὶ καθὸ μὲν σὰρξ καὶ σὰρξ ταυτόν, ὡς καθὸ πνεῦμα καὶ πνεῦμα ταυτόν, καθὸ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ὅμοιον τοῖς σαρκὸς κινήμασι καὶ οὐ ταυτόν, ὡσπεροῦν ἐν ὁμοιώματι κινήσεως ὁ υἱὸς ὑπουργικῶς καὶ οὐ ταυτὸν ὡς ὁ πατὴρ αὐθεντικῶς· ἃ γὰρ ὁ πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς οὐχ οὕτως αὐτὸς ποιεῖ, ἀλλ’ ὁμοίως. καὶ φανερὸν ἐκ τούτων ὅτι κατὰ πάντα ὁ υἱὸς ὅμοιός ἐστι τῷ πατρί, ὡς [ὁ] υἱὸς πατρὶ ἐξ αὐτοῦ γνησίως γεγεννημένος. τῶν γὰρ ἀτόπων ἐστὶν υἱὸν θεοῦ αὐτὸν πρὸ αἰώνων ὑπάρχοντα καὶ κατὰ φύσιν ὄντα θεὸν ἐκ θεοῦ τοῦ πατρός, ὅτε παρὰ φύσιν μὲν ἑαυτοῦ ἐκ Μαρίας γέγονεν ἄνθρωπος, ὅμοιον αὐτὸν γενέσθαι τοῖς κατὰ φύσιν ἀνθρώποις ἐν τῷ ἑαυτοῦ παρὰ φύσιν [παρὰ φύσιν γὰρ ἦν αὐτῷ θεῷ ὄντι γενέσθαι ἄνθρωπον], ἐν τῷ κατὰ φύσιν δὲ ἑαυτοῦ μὴ εἶναι αὐτὸν ὅμοιον τῷ πατρὶ τῷ γεννήσαντι.
PG 42:437εἰ γὰρ ἐν τῷ παρὰ φύσιν ἑαυτοῦ ὅμοιός ἐστι τοῖς κατὰ φύσιν, πολλῷ πλέον ὅμοιός ἐστιν ἐν τῷ κατὰ φύσιν ἑαυτοῦ τῷ κατὰ φύσιν γνησίως αὐτὸν γεγεννηκότι πατρί· ὥστε τὸ ὅμοιον εἶναι κατὰ πάντα τὸν υἱὸν τῷ πατρὶ προσκεῖσθαι κατὰ τὰς γραφάς. ὅμοιος [δέ] ἐστιν [καὶ ἡμῖν] ἐνοήθη ὡς ἐδίδαξεν ἡμᾶς τὴν τοῦ ὁμοίου ἔννοιαν διὰ τῶν προειρημένων ὁ ἀπόστολος. ὅμοιος γάρ ἐστι καὶ καθὸ ζωὴ ἐκ ζωῆς, φῶς ἐκ φωτὸς καὶ ἀληθινὸς ἐξ ἀληθινοῦ καὶ σοφία ἐκ σοφοῦ, καὶ καθάπαξ ἔστι κατὰ τὰς γραφὰς οὐ κατὰ τὴν ἐνέργειαν καὶ τὴν βούλησιν [ἐστι] μόνον ὅμοιος, ἀλλὰ κατ’ αὐτὸ τὸ εἶναι καὶ ὑφεστάναι καὶ ὑπάρχειν ὅμοιός ἐστι κατὰ πάντα τῷ πατρὶ τῷ γεννήσαντι, ὡς υἱὸς πατρί. 19. Ἐὰν οἱ καινοὶ αἱρετικοὶ προσδιαλεγόμενοι ἡμῖν ἀγέννητον λέγουσι καὶ γεννητόν, ἐροῦμεν αὐτοῖς· ἐπειδὴ κακουργήσαντες τὸ τῆς οὐσίας ὄνομα ἐν χρήσει τοῖς πατράσιν ὑπάρχον ὡς ἄγραφον οὐ δέχεσθε, οὐδὲ ἡμεῖς τὸ ἀγέννητον ἄγραφον ὂν δεξόμεθα. ἄφθαρτον μὲν καὶ ἀόρατον καὶ ἀθάνατον λέγει ὁ ἀπόστολος, οὐδέποτε δὲ αὐτὸν ἀγέννητον ὠνόμασεν ἡ γραφή.
ἔπειθ’ ὅτι ὡς προείρηται τὸ ἀγέννητος οὐδέπω σημαίνει τὴν τοῦ πατρὸς ἔννοιαν καὶ ὅτι τὸ γεννητὸς ἰδίως υἱὸν οὐδέπω σημανεῖ, ἀλλὰ κοινοποιεῖ πρὸς πάντα τὰ γεννητὰ τὴν ἔννοιαν [ὁ γὰρ εἰπὼν γεννητὸν ὅτι μὲν γέγονεν ἐσήμανεν, οὐδαμοῦ δὲ τὸ[ν] ἀϊδίως υἱὸν νοούμενον παρεδήλωσε], διὸ ἀϊδίως ἐννοοῦντες υἱὸν θεοῦ οὐ δεξόμεθα τοῦτο· πρὸς τούτοις [δέ], ὅτι τὸ τοῦ πατρὸς καὶ υἱοῦ ὄνομα τὴν πρός τι σχέσιν σημαίνει, διὸ κἂν πατέρα μόνον ὀνομάζωμεν, ἔχομεν τῷ ὀνόματι τοῦ πατρὸς συνυπακουομένην τὴν ἔννοιαν τοῦ υἱοῦ [πατὴρ γὰρ υἱοῦ πατὴρ λέγεται], κἄν [τε] υἱὸν μόνον ὀνομάσωμεν, ἔχομεν τὴν ἔννοιαν τοῦ πατρός, ὅτι υἱὸς πατρὸς λέγεται. ἔχεται γὰρ θάτερον θατέρου καὶ οὐ διακόπτεται ἡ σχέσις, ἀλλὰ καὶ μόνον ἑκάτερον λεγόμενον συνεισάγει θατέρου τὴν ἔννοιαν, καὶ οὐ τὸ ὄνομα μόνον, ἀλλὰ μετὰ τοῦ ὀνόματος καὶ τῆς φύσεως τὴν οἰκειότητα. πατέρα γὰρ νοοῦντες τὸν θεὸν θεοῦ νοοῦμεν πατέρα καὶ υἱὸν νοοῦντες θεοῦ θεὸν νοοῦμεν τὸν ῥηθέντα υἱὸν θεοῦ καὶ ὅμοιον ἐκείνῳ κατὰ τὴν φύσιν οὗ καὶ νοεῖται υἱός. ἀγέννητον δὲ οὐ λέγεται γεννητοῦ ἀγέννητον οὐδὲ γεννητὸν ἀγεννήτου γεννητόν. 20.
PG 42:439Ἐπειδὴ τοίνυν οὔτε τὴν πρὸς ἄλληλα σχέσιν ἔχει τὰ τοῦ ἀγεννήτου καὶ γεννητοῦ οὔτε συνεμφαίνει τὴν φύσιν, κοινοποιεῖ δὲ πρὸς τὰ λοιπὰ ποιήματα τοῦ υἱοῦ τὴν ἰδιότητα, οὐ δεξόμεθα μὲν διὰ τὴν πρὸς ἀσέβειαν μεθοδείαν τὰ ὀνόματα, ἀεὶ δὲ τῷ τοῦ πατρὸς καὶ υἱοῦ ὁσίως χρησόμεθα. πρῶτον μὲν οὖν ὅτι οἱ ἐξ ἐθνῶν κληθέντες οὐκ ἐβαπτίσθημεν εἰς ἀγέννητον καὶ γεννητόν, ἀλλ’ εἰς πατέρα καὶ υἱόν· ἔπειτα ὅτι οὐδαμοῦ εὑρίσκεται ὁ υἱὸς εἰρηκὼς τὸν ἑαυτοῦ πατέρα ἀγέννητον, ἀλλὰ ἀεὶ πατέρα εἰρηκὼς τὸν θεὸν καὶ ἀεὶ ἑαυτὸν υἱὸν τοῦ θεοῦ, [ὀλίγα παρασημειωτέον] ἀκούοντες αὐτοῦ λέγοντος «εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα μου», καὶ «ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἐμοὶ χολᾶτε ὅτι εἶπον, υἱὸς θεοῦ εἰμι», καὶ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω. ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα», καὶ ἡ ὁμολογία δὲ τοῦ Πέτρου «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ», καὶ ὁ πατὴρ ἄνωθεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός».
καὶ διὰ τοῦτο, ἐπειδὴ οὕτως καὶ πατὴρ υἱοῦ μέμνηται καὶ υἱὸς πατρὸς καὶ ἐν τούτοις τοῖς ὀνόμασι [πάλιν ἐρῶ] ἐσφραγίσθημεν, τούτοις καὶ ἀεὶ χρησόμεθα, ἀποκρουόμενοι τὰς κατὰ τῆς ἀποστολικῆς πίστεως «βεβήλους κενοφωνίας». τὸ γὰρ παρὰ τοῦ πατρὸς εἰρημένον «ταῖς λαμπρότησι τῶν ἁγίων»· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» ἀναγκαίως εἴρηται καὶ ἀπάξει τῆς κοινότητος τῆς πρὸς τὰ ποιήματα [τοῖς] τὸν υἱόν, τοῦ πατρὸς [καὶ] τὸν ἐξ αὐτοῦ γνήσιον καὶ ἰδίως γεγεννημένον υἱὸν διὰ τοῦ κατὰ τὴν γαστέρα ὀνόματος παιδεύοντος· ὡς ὁμοίως καὶ ὁ υἱὸς «κύριος ἔκτισέ με» εἰπών, ἵνα [μὴ] κοινοποιουμένην αὐτοῦ πρὸς τὰ λοιπὰ κτίσματα ὑποπτεύσωμεν τὴν φύσιν, ἐπήνεγκεν ἀναγκαίως «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», εὐσεβῆ ἡμῖν καὶ ἀπαθῆ τὴν ἐκ θεοῦ πατρὸς τῆς υἱότητος αὐτοῦ ἔννοιαν παριστάς. ἀλλ’ ἅπαξ μὲν ὁ πατὴρ καὶ ἅπαξ ὁ υἱὸς διὰ τὴν προειρημένην εὐσεβῆ γνησιότητα τοῦ υἱοῦ τὸ γεννητὸν ἡμῖν ἐξέθεντο. πᾶσα δὲ ἡ καινὴ διαθήκη γέμει πατρὸς καὶ υἱοῦ ὀνομάτων. 21.
Ἵνα δὲ ἀπὸ τῶν ἰδίων γνωρισθῶσιν οἱ καινοτομοῦντες τὴν αἵρεσιν, ἐκ πολλῶν τῶν παρ’ αὐτῶν εἰς τὴν ὑπόθεσιν γεγραμμένων ὀλίγα διὰ τὸ μῆκος παρεσημειωσάμεθα, ἀφ’ ὧν ὅλον οἱ καθολικοὶ καταμαθόντες τὸν νοῦν τῆς αἱρέσεως ἀναγκαίως, οἶμαι, κρινοῦσι τοὺς ταῦτα γράψαντας ἀναθεματίσαι αὐτὰ καὶ αὐτούς [τε καὶ] τὰ ἑαυτῶν ἐκβαλεῖν τῆς ἀποστολικῆς πίστεως, ἀναθεματίσαι δὲ καὶ τοὺς τὰ αὐτὰ αὐτοῖς φρονοῦντας καὶ διδάσκοντας. γράφουσι γὰρ αὐταῖς λέξεσιν οὕτως· «τὸ γὰρ μεταδοῦναι ὑμῖν τῶν ἐν θεῷ ῥημάτων καλλίστων τὰ μάλιστα διὰ βραχέων προεθυμήθην. ὅσοι τὴν κατ’ οὐσίαν ὁμοιότητα ἀποσώζειν τὸν υἱὸν τῷ πατρὶ ὑπολαμβάνουσιν, ἔξω τῆς ἀληθείας βεβήκασι, «διὰ τῆς ἀγενήτου προσηγορίας κατηγοροῦντες τοῦ ὁμοίου κατ’ οὐσίαν». καὶ πάλιν ἐροῦσιν· «ὁ δὲ υἱὸς ἐλάττων γενέσεως καὶ ἔστι καὶ ὡμολόγηται. οὐκ ἄρα τὴν κατ’ οὐσίαν ὁμοιότητα ἀποσώζει πρὸς τὸ ἀγένητον, ἀποσώζει δὲ ἀκραιφνῆ φέρων ἐν τῇ οἰκείᾳ ὑποστάσει τὴν τοῦ θεοῦ βούλησιν. οὐκοῦν ὁμοιότητα διασώζει, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὸν τῆς θελήσεως λόγον, οἷον ἠθέλησεν ὑπεστήσατο.» καὶ πάλιν·
PG 42:441«πῶς οὐχὶ καὶ αὐτός μοι συνομολογεῖς ὅτι κατ’ οὐσίαν οὐκ ἔστιν ὁ υἱὸς ὅμοιος τῷ πατρί;» καὶ πάλιν· «ὅταν δὴ ὁ μὲν υἱὸς ἀτελεύτητος ὁμολογεῖται, οὐκ ἐκ τῆς οἰκείας φύσεως τὸ ζῆν ἔχων, ἀλλ’ ἐκ τῆς τοῦ ἀγενήτου ἐξουσίας, ἡ δ’ ἀγένητος φύσις ἀτελευτήτως πάσης ἐξουσίας κρείττων ἐστί, πῶς [οὐ] δῆλοί εἰσιν οἱ ἀσεβεῖς, ὁμοιότητι οὐσίας τὸ ἑτεροούσιον τῆς εὐσεβείας ἐναλλάττοντες κήρυγμα;» καὶ πάλιν· «διὸ τὸ ὄνομα [ὁ] πατὴρ οὐσίας οὐκ ἔστι δηλωτικόν, ἀλλ’ ἐξουσίας, ὑποστησάσης τὸν υἱὸν πρὸ αἰώνων θεὸν λόγον, ἀτελευτήτως [ἔχοντα] τὴν [ἐν] αὐτῷ δωρηθεῖσαν, ἣν ἔχων διατελεῖ οὐσίαν τε καὶ ἐξουσίαν.» καὶ πάλιν «[εἰ] οὐσίας εἶναι βούλονται τὸ πατὴρ δηλωτικόν, ἀλλ’ οὐκ ἐξουσίας, τῷ πατὴρ ὀνόματι καὶ τὴν τοῦ μονογενοῦς ὑπόστασιν προσαγορευέτωσαν.» 22. Ἐροῦμεν νῦν πρὸς τοὺς νῦν αἱρετικοὺς ὅτι ὑμεῖς ἐγράψατε «ὅμοιον κατὰ βούλησιν, ἀνόμοιον κατ’ οὐσίαν». διὸ ἡμεῖς ἀντεγράψαμεν ὅτι «ὅμοιος οὐ κατὰ μίμησιν μόνον, ἀλλὰ καὶ κατ’ οὐσίαν».
ἐπειδὴ τοίνυν πρῶτοι ὑμεῖς οὐσίας ἐμνήσθητε, λέγοντες ἀνόμοιον κατ’ οὐσίαν, καὶ διὰ τοῦτο σπουδάζετε ἀρθῆναι τὸ ὄνομα τῆς οὐσίας, ἵνα κατὰ βούλησιν ὅμοιον εἶναι μόνον λέγοιτε τὸν υἱόν, εἰ ἀληθῶς συντίθεσθε κατὰ πάντα ὅμοιον τὸν υἱὸν τῷ πατρί, ἀναθεματίσατε τοὺς διαφορὰν λέγοντας ὁμοιότητος καὶ γράψατε οὕτως, ὅτι εἴ τις μὴ κατὰ πάντα λέγοι ὅμοιον τὸν υἱὸν τῷ πατρὶ ὡς υἱὸν πατρί, ἀλλὰ κατὰ μὲν βούλησιν λέγοι ὅμοιον, κατὰ δὲ τὴν οὐσίαν ἀνόμοιον, ἀνάθεμα ἔστω. καὶ μετὰ ταῦτα εἰ βούλονται οὐσίας ὀνόματος [μὴ] μεμνῆσθαι καὶ ἀθετοῦσι καὶ τὰς ἑαυτῶν ὑπογραφάς, οὐσίας πανταχοῦ [μὴ] μνημονεύσαντες, καὶ τὰ τῶν πατέρων ὁμολογείτωσαν, μὴ μόνον κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ ὑφεστάναι καὶ κατὰ τὸ ὑπάρχειν, κατὰ πάντα καθάπαξ ὅμοιον εἶναι τὸν υἱὸν [τῷ] πατρὶ ὡς υἱὸν πατρί, καθὼς αἱ θεῖαι λέγουσι γραφαί. Εἰς τὴν ἐκτεθεῖσαν πίστιν περὶ τοῦ ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὑπέγραψαν οὕτως· Μάρκος ὁ ἐπίσκοπος Ἀρεθουσίας· οὕτω πιστεύω καὶ φρονῶ [καὶ συνευδοκῶ] τοῖς προγεγραμμένοις, καὶ οἱ παρόντες ὁμοίως. Οὐάλης δὲ οὕτως·
PG 42:443ὅπως μὲν ὑπεγράψαμεν τῇ νυκτὶ ἐπιφωσκούσης τῆς πεντηκοστῆς τὴν προγεγραμμένην ὑπογραφήν, οἴδασιν οἱ παρόντες καὶ ὁ εὐσεβὴς βασιλεύς, πρὸς ὃν καὶ ἐμαρτυράμην, ἀγράφως τε καὶ ἐγγράφως. Μετὰ δὲ ταῦτα οἰκείῳ ἔθει ὑπογράψαντος Οὐάλεντος καὶ προστεθεικότος τῇ ὑπογραφῇ ὅμοιον τὸν υἱὸν τῷ πατρί, μὴ προστεθεικότος δὲ κατὰ πάντα καὶ [μὴ] δείξαντος ὅπως ἢ συνέθετο τοῖς προγεγραμμένοις ἢ τὸ ὁμοούσιον πῶς νοεῖ, ἐπισημηναμένου τε τοῦτο τοῦ εὐσεβοῦς βασιλέως καὶ ἀναγκάσαντος αὐτὸν προσθεῖναι τὸ κατὰ πάντα, ὅπερ καὶ προστέθεικε, Βασίλειος ὑποπτεύσας καὶ τὸ κατὰ πάντα [μὴ] ἰδίῳ νῷ αὐτὸν προστεθεικέναι εἰς τὰ ἴσα, [ἃ] ἐσπούδασαν οἱ περὶ Οὐάλεντα λαβεῖν, ἐφ’ ᾧ τε ἀποκομίσαι εἰς τὴν κατὰ Ἀρίμινον σύνοδον, ὑπέγραψεν οὕτως· Βασίλειος ἐπίσκοπος Ἀγκύρας· [οὕτως] πιστεύω καὶ συνευδοκῶ τοῖς προγεγραμμένοις, ὅμοιον ὁμολογῶν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα·
κατὰ πάντα δέ, οὐ μόνον κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν καὶ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὸ εἶναι ὡς υἱὸν κατὰ τὰς θείας γραφάς, πνεῦμα ἐκ πνεύματος, ζωὴν ἐκ ζωῆς, φῶς ἐκ φωτός, θεὸν ἐκ θεοῦ, ἀληθινὸν υἱὸν ἐξ ἀληθινοῦ [πατρός], σοφίαν υἱὸν ἐκ σοφοῦ θεοῦ καὶ πατρός, καὶ καθάπαξ κατὰ πάντα τὸν υἱὸν ὅμοιον τῷ πατρί, ὡς υἱὸν πατρί. καὶ εἴ τις κατά τι λέγει ὅμοιον, ὡς προγέγραπται, ἀλλότριον εἶναι τῆς καθολικῆς ἐκκλησίας, ὡς μὴ κατὰ τὰς θείας γραφὰς ὅμοιον τὸν υἱὸν τῷ πατρὶ λέγοντα. ἀνεγνώσθη ἡ ὑπογραφὴ καὶ ἐδόθη Οὐάλεντι, παρόντος Μάρκου, Γεωργίου, Οὐρσακίου, Γερμανοῦ, Ὑπατιανοῦ ἐπισκόπων καὶ πρεςβυτέρων καὶ διακόνων πλειόνων. 23. Αὗται αἱ ἐπιστολαὶ μετετάγησαν πρὸς τὸ εἰδέναι ἕκαστον τῶν φιλολόγων τῶν τὰ ἀληθῆ τῆς πίστεως ἐκζητούντων ὅτι οὐ κατὰ κενοῦ φερόμεθα πρός τινας λέγοντες, ἀλλ’ ἐξ ἀληθινῶν συστάσεων φιλοτιμούμεθα ὁρμᾶσθαι.
PG 42:445διηνέχθησαν οὖν οἱ αὐτοὶ πάλιν πρὸς τοὺς σὺν αὐτοῖς διὰ μίση τινῶν καὶ ζῆλον ἀνθρώπινον ἐρεσχελοῦντες ἑκάτερος πρὸς ἑκάτερον καὶ φιλαρχοῦντες, καὶ ἐκρατύνθη τότε τὸ μέρος τούτων τῶν Ἡμιαρείων, τῶν περὶ Βασίλειον φημὶ καὶ Γεώργιον καὶ Σιλουανὸν καὶ λοιπούς· ἔχοντες μεθ’ ἑαυτῶν σαρκὸς δεξιάν, Κωνστάντιον τὸν βασιλέα, οἱ περὶ Εὐδόξιον καὶ Γεώργιον τὸν Ἀλεξανδρέα καὶ Εὐζώϊον τὸν Ἀντιοχέα. καὶ οἱ μὲν περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα ἐταπεινώθησαν, καίπερ πολλὰ ἰσχύσαντες, ἐξ ὧν πάλιν ἕτεροι διῃρέθησαν τῆς αὐτῆς αἱρέσεως καὶ συνόδου, καὶ γέγονε τὸ τῶν Ἀρειανῶν σύστημα εἰς τρία τάγματα. Ἀκάκιος γὰρ ὁ Παλαιστινὸς ὁ Καισαρείας ἅμα Μελιτίῳ καὶ Οὐρανίῳ τῷ Τυρίῳ καὶ Εὐτυχίῳ τῷ Ἐλευθεροπολίτῃ, διὰ τὸν πρὸς Κύριλλον τὸν Ἱεροσολυμίτην ζῆλόν τε καὶ μῖσος, ἀνθίστατο τοῖς περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα καὶ Σιλουανὸν τὸν Ταρσέα, Ἐλεύσιόν τε τὸν Κυζίκου, Μακεδόνιον τὸν Κωνσταντινουπολίτην, Εὐστάθιον τὸν Σεβαστείας καὶ Ἀνιανὸν τὸν Ἀντιοχέα, τότε κατασταθέντα, κατ’ αὐτῶν [τε] ἑαυτὸν στρατεύσας ὁ αὐτὸς Ἀκάκιος πολλὴν φύρσιν εἰργάσατο.
PG 42:447καὶ γεγόνασιν εἰς ἀλλήλους ὁμόδοξον μὲν γνώμην κεκτημένοι, διαφόρως δὲ ἑκάστου αὐτῶν ὁμολογοῦντος, [εἰς ἀλλήλους] διενηνεγμένοι καὶ σχισθέντες εἰς τὰ προειρημένα διεσπάσθησαν τρία τάγματα. ὁ μὲν γὰρ Ἀκάκιος καὶ οἱ μετ’ αὐτοῦ οὔτε ὁμοούσιον ὡμολόγουν οὔτε κτίσμα [ὡς] ἓν τῶν κτισμάτων, καίπερ οἱ αὐτοὶ ὑπάρχοντες· κρυφῆ δὲ διὰ τὸν καιρὸν παρασιωπήσαντες τὸ τοῦ κτίσματος [ὄνομα οἱ] αὐτοὶ μὲν ὅλοι ἦσαν ὁποῖοι καὶ [οἱ] Ἀρειανοί, παρεκρύβησαν δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, μηδὲν ἄλλο φρονοῦντες ἀλλ’ ἢ οὗτοι, διὰ τοὺς σὺν αὐτοῖς μεμιγμένους φύσει ὀρθοδόξους, ὑποκριτὰς δὲ ὑπάρχοντας καὶ ὑποκρινομένους τὴν βασιλέως δεξιὰν καὶ δεδιότας· καὶ ἔχοντες πρὸς ἀλλήλους ἐχθρίαν βουλόμενοι στῆναι [οὐκ ἠδυνήθησαν]. Εὐτύχιος μὲν γὰρ ὁ Ἐλευθεροπολίτης, οἷα δὴ ἀπὸ τοῦ μακαρίου Μαξιμωνᾶ τοῦ Ἱεροσολυμίτου ὁμολογητοῦ ἐπισκόπου τὴν πίστιν ἔχων σαφῆ τῆς ὀρθοδοξίας, διὰ τὴν πρὸς τὸν Κύριλλον ἐχθρίαν [οὐκ] ἐμίγη τοῖς περὶ Ἀκάκιον, ὀρθοδόξως μὲν ἔχων ἄχρι καιροῦ, ὑποκρινόμενος δὲ διὰ τὸν ἴδιον θρόνον, καὶ ἄλλοι πλείους τῆς Παλαιστίνης·
δι’ οὓς Ἀκάκιος καὶ οἱ μετ’ αὐτοῦ, τὴν αὐτὴν ἔχοντες λύσσαν καὶ μανιώδη κακοπιστίαν, τέως πρὸς τὸν καιρὸν περὶ τούτων οὐδὲν ἐκίνουν, οὔτε μὴν ὁμολογεῖν [τολμῶντες τὸ ὁμοούσιον] οὔτε ἀρνεῖσθαι, ἀλλὰ συνελθόντες ἐν τῇ Σελευκείᾳ τῇ Τραχείᾳ καλουμένῃ κατὰ τὴν Ἰσαυρίαν ἐκ προστάγματος Κωνσταντίου τοῦ βασιλέως πίστιν ἑτέραν δῆθεν ἐκτίθενται, οὐ κατὰ τὴν ὑπὸ τῶν πατέρων ταχθεῖσαν ἐν τῇ Νικαίᾳ τῇ πόλει, τὴν ὀρθόδοξον καὶ καλῶς τεταγμένην, ἀλλὰ προσποιητῶς μὲν ὡς κατὰ ἀφελότητα εἰπόντες· 24. «Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα» καὶ καθεξῆς, «καὶ εἰς τὸν υἱὸν τοῦ θεοῦ» λιτῶς, μηδὲν ἰσχυρὸν λαλήσαντες. ὕστερον ἵνα ὑποδείξωσι τὴν αὐτῶν δραματουργίαν, ἔφησαν ὅτι «ἐκβάλλομεν τὸ ὁμοούσιον ὡς ἀλλότριον τῆς θείας γραφῆς, τὸ δὲ ἀνόμοιον υἱοῦ πρὸς πατέρα ἀναθεματίζομεν.» καὶ ἦν τοῦτο δολίων θηρευτῶν δέλεαρ. καὶ γὰρ ἔφασκον, ὅτε ἐν αὐτοῖς ἐγίνοντο, καὶ ἐδίδαςκον ὅτι κτίσμα μέν ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ’ ὅμοιός ἐστι τῷ πατρί, ὡς κατὰ διάνοιαν ταύτην τὴν ἐν τοῖς ἀνθρώποις νομιστευομένην.
ἐκτυποῦσι γὰρ καὶ οἱ πλαστουργοὶ ἀνδριάντας καὶ ἀφομοιάζουσιν εἰκόνας, ἤτοι ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἄλλης ὕλης ἢ διὰ χρωμάτων ἐπὶ ξύλου, καὶ τὸ ὅμοιον ἔχουσιν, οὐδὲν δὲ κατ’ ἰσότητα τῶν ἐκτυπουμένων. οὕτως παρ’ αὐτοῖς τὸ δόλιον ἦν, ὁμολογεῖν μὲν ὅμοιον τῷ πατρί, οὐδὲν δὲ ἔχοντα τῆς τοῦ πατρὸς θεότητος τὸ παράπαν. ἀλλά τινες τῶν μετ’ αὐτῶν , ἅμα δὲ διὰ τὴν οὕτω συμβᾶσαν συμφορὰν τοῦ καιροῦ κατεδέχοντο, καὶ ὁμοῦ ἦσαν συνειδότες οἱ πλείους αὐτῶν, τινὲς δὲ καὶ ἀγνοοῦντες, ὡς ὕστερον ἐδείχθη. ἦν γὰρ ἅμα τούτοις Πατρόφιλος ὁ Σκυθοπολίτης καὶ μετὰ τοῦτον Φίλιππος ὁ ἐκεῖ κατασταθεὶς διάδοχος τοῦ προειρημένου καὶ ἄλλοι πλείους οἱ φύσει ταύτην τὴν αἵρεσιν κατέχοντες. νῦν δὲ μετὰ τὴν ἐκείνων τελευτήν, ὅτε εἰς πλάτος ἐλήλακεν ἡ αὐτῶν κακοδοξία καὶ μετὰ παρρησίας τυγχάνουσι διὰ τὴν τῆς σαρκὸς δεξιάν, [καὶ] μηκέτι ἐμποδιζόμενοι κηρύττουσι σαφῶς τὸ αὐτῶν ἐπιχείρημα, οὐκέτι οὔτε αἰδοῖ τινι κατεχόμενοι οὔτε ἰνδαλλόμενοι ἀπό τινος προστάγματος.
PG 42:449εἰς [δὲ] τὸ μή τινα δοκεῖν κατὰ κενοῦ φέρεσθαι καὶ τὴν ἐκτεθεῖσαν ἐκεῖ [καὶ] ὑπ’ αὐτῶν τῶν περὶ Ἀκάκιον πίστιν μεθ’ ὑπογραφῆς τῶν ἐν αὐτῇ τῇ συνόδῳ γενομένων ἐνταῦθα παραθήσομαι. καὶ ἔστιν ἥδε· 25. Οἱ συνελθόντες ἐπίσκοποι ἐκ διαφόρων ἐπαρχιῶν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ πρόσταγμα τῆς εὐσεβείας τοῦ θεοσεβεστάτου βασιλέως ἡμῶν Κωνσταντίου. Τάδε διελαλήσαμεν ἡμεῖς οἱ συναχθέντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ βασιλικὸν βούλημα· Τῇ χθὲς ἡμέρᾳ, ἥτις ἦν πρὸ πέντε καλανδῶν Ὀκτωβρίων, πᾶσαν σπουδὴν εἰσηνεγκάμεθα μετὰ πάσης εὐταξίας τὴν εἰρήνην τῇ ἐκκλησίᾳ διαφυλάξαι καὶ [περὶ] τῆς πίστεως εὐσταθῶς διαλαβεῖν, ὡς προσέταξεν ὁ θεοφιλέστατος βασιλεὺς ἡμῶν Κωνστάντιος, κατὰ τὰς προφητικὰς [καὶ εὐαγγελικὰς] φωνὰς καὶ μηδὲν παρὰ τὰς θείας γραφὰς παρεισενέγκαι τῇ ἐκκλησιαστικῇ πίστει.
ἐπειδὴ δὲ ἐν τῇ συνόδῳ τινὲς τοὺς μὲν ἡμῶν ὕβρισαν, τοὺς δὲ ἐπεστόμισαν, οὐ συγχωροῦντες λαλεῖν, τοὺς δὲ ἀπέκλεισαν ἄκοντας καὶ τοὺς καθῃρημένους δὲ ἐκ διαφόρων ἐπαρχιῶν εἶχον μεθ’ ἑαυτῶν καὶ τοὺς παρὰ κανόνα κατασταθέντας ἦγον μεθ’ ἑαυτῶν, ὡς πανταχόθεν θορύβου πλῆρες γενέσθαι τὸ συνέδριον, καθὼς καὶ ὁ λαμπρότατος κόμης Λεωνᾶς καὶ ὁ λαμπρότατος ἡγούμενος τῆς ἐπαρχίας Λαυρίκιος αὐτοψίᾳ παρέλαβε, τούτου ἕνεκεν διαλαλοῦμεν, ὡς οὐ φεύγομεν τὴν [ἐκτεθεῖσαν] αὐθεντικὴν πίστιν ἐν τοῖς ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν, προκομίζοντες [αὐτήν], ᾗ καὶ αὐτοὶ μάλιστα οἱ πατέρες ἡμῶν κατ’ ἐκεῖνο καιροῦ πρὸς τὸ ὑποκείμενον τῆς ζητήσεως συνέδραμον· ἐπειδὴ [δὲ] πολλοὺς ἐθορύβησε τὸ ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐν τοῖς παρελθοῦσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἕως ἄρτι λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, τούτου χάριν τὸ ὁμοούσιον ὡς ἀλλότριον τῶν γραφῶν ἐκβάλλομεν, τὸ δὲ ἀνόμοιον ἀναθεματίζομεν, καὶ πάντας, ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς ἐκκλησίας.
PG 42:451τὸ δὲ ὅμοιον τοῦ υἱοῦ πρὸς πατέρα σαφῶς ὁμολογοῦμεν, κατὰ τὸν ἀπόστολον τὸν λέγοντα περὶ τοῦ υἱοῦ «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». ὁμολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε καὶ ἀοράτων. πιστεύομεν δὲ καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων αἰώνων, θεὸν λόγον, θεὸν ἐκ θεοῦ μονογενῆ, φῶς, ζωήν, ἀλήθειαν, σοφίαν, δύναμιν, δι’ οὗ τὰ πάντα ἐγένοντο, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας παρθένου καὶ ἐνανθρωπήσαντα, παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἀναστάντα καὶ ἀναληφθέντα εἰς οὐρανοὺς καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρὸς πάλιν ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς.
πιστεύομεν δὲ καὶ εἰς ἓν ἅγιον πνεῦμα, ὃ καὶ παράκλητον ὠνόμασεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐπαγγειλάμενος μετὰ τὸ ἀνελθεῖν αὐτὸν πέμψαι τοῖς μαθηταῖς τοῦτο, ὃ καὶ ἀπέστειλεν, δι’ οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ ἐκκλησίᾳ πιστεύοντας καὶ βαπτιζομένους ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τοὺς δὲ παρὰ ταύτην τὴν πίστιν ἄλλο τι κηρύττοντας ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. ὅτι δὲ ταύτῃ τῇ πίστει ἰσοδυναμεῖ καὶ ἡ ἐν Σιρμίῳ πρώην ἐκτεθεῖσα πίστις ἐπὶ τῆς εὐσεβείας τοῦ βασιλέως ἡμῶν, γνωρίζουσιν οἱ ἐντυγχάνοντες. 26. Τῇ πίστει ὑπέγραψαν οἱ παρόντες· Βασίλειος, Μάρκος καὶ Γεώργιος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, Παγκράτιος καὶ Ὑπατιανὸς καὶ οἱ πλεῖστοι ἐπίσκοποι τῆς δύσεως. Γεώργιος ἐπίσκοπος Ἀλεξανδρείας ἐξεθέμην τὴν πίστιν· οὕτως ὁμολογῶ φρονεῖν ὡς πρόκειται. Ἀκάκιος ἐπίσκοπος Καισαρείας ἐξεθέμην τὴν πίστιν· οὕτως ὁμολογῶ φρονεῖν ὡς πρόκειται.
PG 42:453Οὐράνιος ἐπίσκοπος Τύρου, Εὐτύχιος ἐπίσκοπος Ἐλευθεροπόλεως, Ζωί̈λος ἐπίσκοπος Λαρίσσης τῆς Συρίας, Σέρας ἐπίσκοπος ἐκ Παραιτωνίου τῆς Λιβύης, Παῦλος ἐπίσκοπος Ἐμίσης, Εὐστάθιος ἐπίσκοπος Ἐπιφανίας, Εἰρηναῖος ἐπίσκοπος Τριπόλεως τῆς Φοινίκης, Εὐσέβιος ἐπίσκοπος Σελευκείας τῆς Συρίας, Εὐτυχιανὸς ἐπίσκοπος Πατάρων τῆς Λυκίας, Εὐστάθιος ἐπίσκοπος Πινάρων καὶ Σιδύμων, Βασίλειος ἐπίσκοπος Καυνίων τῆς Λυδίας, Πέτρος ἐπίσκοπος Ἵππου Παλαιστίνης, Στέφανος ἐπίσκοπος Πτολεμαί̈δος τῆς Λιβύης, Εὐδόξιος ἐπίσκοπος , Ἀπολλώνιος ἐπίσκοπος Ὀξυρύγχου, Θεόκτιστος ἐπίσκοπος Ὀστρακίνης, Λεόντιος ἐπίσκοπος [Τριπόλεως τῆς] Λυδίας, Θεοδόσιος ἐπίσκοπος Φιλαδελφίας τῆς Λυδίας, Φοῖβος ἐπίσκοπος Πολυχαλάνδου τῆς Λυδίας, Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας, Εὐάγριος ἐπίσκοπος Μιτυλήνης τῶν νήσων, Κυρίων ἐπίσκοπος Δολίχης, Αὔγουστος ἐπίσκοπος Εὐφράτης, [Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας,] Πολυδεύκης ἐπίσκοπος ἐπαρχίας δευτέρας Λιβύης, Παγκράτιος ἐπίσκοπος Πηλουσίου, Φιλίκαδος ἐπίσκοπος Ἀγουσταδῶν Φρυγίας ἐπαρχίας, Σεραπίων ἐπίσκοπος Ἀντιπύργου τῆς Λιβύης, Εὐσέβιος ἐπίσκοπος Σεβαστῆς τῆς Παλαιστίνης, Ἡλιόδωρος ἐπίσκοπος Σωζούσης τῆς Πενταπόλεως, Πτολεμαῖος ἐπίσκοπος Θμούεως Ἀγουστονίκης, Αὔγαρος ἐπίσκοπος Κύρου Εὐφρασίας, Ἐξερέσιος ἐπίσκοπος Γεράσων, Ἀραβίων ἐπίσκοπος Ἀδράων, Χαρίσιος ἐπίσκοπος Ἀζώτου, Ἐλισσαῖος ἐπίσκοπος Διοκλητιανουπόλεως, Γερμανὸς ἐπίσκοπος Πέτρων, Βαρόχιος ἐπίσκοπος Ἀραβίας.
PG 42:455ὁμοῦ ἐπίσκοποι μγ. Πεπλήρωται ἕως ὧδε ἡ τῶν προειρημένων Ἡμιαρείων καὶ Ἀρειανῶν ἔκθεσις. 27. Οἱ νουνεχεῖς ταύτην καὶ τὰς ἄλλας διελθόντες, γνῶτε πῶς ῥᾳδιουργόν ἐστι τὸ ἐπιχείρημα θατέρου αὐτῶν τοῦ συστήματος καὶ οὐδὲν ὀρθόν, οὐδὲ βραχὺ μετέχον τῆς κατὰ θεὸν ὁμολογίας. φάσκει γὰρ ὁ κύριος λέγων, «ὃ εἰς τὸ οὖς ἠκούσατε, ἐπὶ τῶν δωμάτων κηρύξατε»· καὶ καθὼς ὁ ἅγιος ἀπόστολός φησιν, «ἀλήθειαν λαλείτω ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ», ὁ δὲ προφήτης τὴν τούτων κακόνοιαν διελέγχων ἐκφωνεῖ λέγων «μετὰ τοῦ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, ἐν δὲ τῇ καρδίᾳ αὐτοῦ ἔχει τὴν ἔχθραν», [εἴτ’ οὖν κακίαν], οὕτω καὶ οὗτοι οἱ περὶ Ἀκάκιον, ἐκ τῶν περὶ Βασίλειον [δὲ] διῃρημένοι, βουλόμενοι λῦσαι τὸν σύνδεσμον τῆς ἀληθινῆς ὁμολογίας, νόθον τινὰ καὶ εὐάλωτον ἐκ πανταχόθεν ἀπατηλὴν ἔθεντο ἔκθεσιν, εἰς τὸ δύνασθαι αὐτοὺς ἀπὸ τούτων τῶν εἰρημένων, εἰ μὲν θέλοιέν τινας ἀπατᾶν, [δύνασθαι] ὁμολογεῖν τὸ δίκαιον· εἰ δὲ θελήσαιεν τῆς ἑαυτῶν κακοδοξίας ἐκφᾶναι τὸ δηλητήριον, ἔσται αὐτοῖς αὕτη ἡ ἔκθεσις ἐπαμφοτερίζουσα πρὸς τὰς δύο σχέσεις καὶ δυναμένη ποιεῖν ἑκάστης αὐτῶν ποιήσεως τὴν ὁμολογίαν.
ἀλλ’ ἐπειδήπερ ἐν τῇ κατὰ τὸν Ἀκάκιον ταύτῃ τῇ ἀπὸ τῶν ἄλλων δύο συνόδων διαιρεθείσῃ συνόδῳ ἔφημεν γὰρ πῶς εἰς τρία τάγματα ἡ τῶν Ἀρειανῶν διῃρέθη τάξις, ὡς ὁ μὲν Εὐδόξιος καὶ Γερμανός, Γεώργιός τε ὁ Ἀλεξανδρεύς, Εὐζώϊός τε Ἀντιοχείας εἰς ἓν τάγμα ἀπεσχίσθησαν, Βασίλειός τε καὶ Ἐλεύσιος, Εὐστάθιος καὶ Γεώργιος ὁ Λαοδικείας, Σιλουανός τε ὁ Ταρσοῦ, Μακεδόνιος ὁ Κωνσταντινουπολίτης καὶ ἄλλοι πλείους ὡσαύτως εἰς ἓν τάγμα διῃρέθησαν, Ἀκάκιος δὲ πάλιν, ὡς προεῖπον, καὶ Μελίτιος καὶ Εὐτύχιος καὶ ἄλλοι τινὲς ἄλλο τάγμα καὶ οὗτοι γεγόνασι. καὶ ἦν τὸ πᾶν κυβείας ἔμπλεων τὸ ἔργον. ἃ γὰρ ἕκαστος ἐφρόνει, ταῦτα καὶ ὁ ἕτερος εἶχεν, εἰς σχίσματα δὲ διῃρέθησαν πρὸς ἀλλήλους, ἢ μίσει τινὶ τῷ πρὸς ἀλλήλους, διὰ τὸ Κύριλλον τὸν Ἱεροσολυμίτην πρὸς Εὐτύχιον ἔχειν μῆνιν καὶ Εὐτύχιον πρὸς Κύριλλον, εἶναι δὲ τὸν Κύριλλον ἅμα Βασιλείῳ τῷ Γαλάτῃ καὶ Ἀνιανῷ τῷ κατασταθέντι ἐπὶ τῆς Ἀντιοχέων καὶ Γεωργίῳ τῷ Λαοδικείαςτί δὲ κατατρίβομαι τὰς τάξεις διαιρῶν τε καὶ λέγων; ἐλεύσομαι δὲ εἰς τὰς τούτων ἀντιθέσεις καὶ ἀνατροπὴν τῆς ἑκάστου τούτων δολιότητος. δεῖ δέ με πρῶτον περὶ τῶν ὕστερον γεγονότων λέγειν·
PG 42:457συμβέβηκε γὰρ τοῦτό τισιν εἰς ἀγαθότητα, τισὶ δὲ εἰς πονηρίαν. 28. Μελίτιος μὲν γὰρ ὁ ἐν Ἀντιοχείᾳ κατασταθεὶς ὑπὸ τῶν περὶ Ἀκάκιον [ἐντεῦθεν γὰρ γέγονε τῷ Ἀκακίῳ ἔνστασις ὑπὲρ τοῦ κἂν ἀλίγον τι ἀποστρέψαι τῆς κακοδόξου αὐτῶν γνώμης καὶ ὑποφαίνει ἑαυτὸν δῆθεν ἐν ὀρθοδόξοις διὰ τοῦ βεβαιῶσαι τὸν προειρημένον Μελίτιον ἐν τῇ καταστάσει] κατασταθεὶς γοῦν ὁ Μελίτιος οὗτος ὑπ’ αὐτῶν τῶν περὶ Ἀκάκιον, ἐνομίζετο παρ’ αὐτῶν εἶναι τῆς αὐτῶν δόξης, ἀλλ’ οὐχ εὑρέθη, ὡς πολλοὶ περὶ τούτου ἀπαγγέλλουσι. νῦν μὲν γὰρ οἱ αὐτῷ προσκεκλιμένοι καὶ τῷ αὐτοῦ τάγματι, ἀπὸ τοῦ ἐκεῖνον μὲν δεδιῶχθαι καὶ ἐκβεβλῆσθαι ἀπὸ τοῦ ἰδίου θρόνου τῷ χρόνῳ καὶ τῇ παρολκῇ τοῦ δεδιῶχθαι προβαίνοντες καὶ προστιθέμενοι διὰ τὸν θεὸν ὀρθοδοξοῦσιν. ἦσαν μὲν γὰρ οἱ λαοὶ πλείους τοῦ τάγματος τούτου τοῦ τῆς συνόδου· οἳ ἐπισκόπους ἑαυτοῖς κατατάξαντες ὁμολογοῦσι περὶ υἱοῦ θαυμαστῶς καὶ τὸ ὁμοούσιον οὐκ ἐκβάλλουσιν, ἀλλὰ καὶ ἐν ἑτοίμῳ ὥς φασι τοῦτο ἔχουσι, εἰ γένοιτο σύνοδος τελεία, ὁμολογεῖν καὶ μὴ ἀρνεῖσθαι.
συμβέβηκε γὰρ αὐτὸν τὸν προειρημένον τιμιώτατον Μελίτιον [τὸν] ἀπὸ τῶν Ἀρειανῶν τῶν περὶ Ἀκάκιον κατασταθέντα ἐπὶ τῆς Ἀντιοχέων πρώτῃ προσομιλίᾳ ὡς ἀπαρχὴν ἐξηγήσασθαι ἐπὶ τῆς ἐκκλησίας, καὶ ὡς μὲν οἱ πλείους φασίν, ὀρθοδόξως. τὴν δὲ αὐτοῦ ἐξήγησιν ἐνταῦθα παραθήσομαι. καὶ ἔστιν ἥδε· Ἀντίγραφον ὁμιλίας Μελιτίου. 29. Ὁ μὲν σοφώτατος ἐκκλησιαστής φησιν «ἀγαθὴν ἐσχάτην λόγου ὑπὲρ ἀρχὴν αὐτοῦ», ὅσῳ κρεῖττόν ἐστι καὶ ἀσφαλέστερον παύεσθαι τῆς περὶ τὸ λέγειν ἀγωνίας ἢ ἄρχεσθαι, μάλισθ’ ὅτε ὁ αὐτὸς ἐκκλησιαστής φησιν «αὕτη ἡ σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι». ἐπειδὴ [δὲ] «τὸ σῶμα οὐχ ἕν ἐστι μέλος, ἀλλὰ πολλά», «πάντα δὲ μεριμνᾷ ὑπὲρ ἀλλήλων τὰ μέλη, ἵνα μὴ σχίσμα ᾖ ἐν τῷ σώματι», καὶ «οὐ δύναται εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω», ἀλλ’ «ὁ θεὸς συνεκέρασε τὸ σῶμα, δεδωκὼς τῷ ὑστερουμένῳ περισσοτέραν τιμήν», ὅτι μὲν οὖν ἀπαραίτητόν ἐστι κινουμένῳ παντὶ τῷ σώματι μὴ συγκινεῖσθαι, αὐτόθεν δῆλόν ἐστι. Τίνα δ’ ἄν τις τοῦ λόγου τοῦ πρὸς ὑμᾶς ἀρχὴν ποιήσαιτο;
ἦ δῆλον ὡς παντὸς ἀρχομένου καὶ λόγου καὶ ἔργου προσήκει τὴν εἰρήνην ἀρχὴν ποιεῖσθαι καὶ τέλος, καὶ ἀπ’ αὐτῆς ἀρχομένους καὶ εἰς αὐτὴν καταλήγειν. «τοῦτο γάρ φησιν ὁ ἀπόστολος ἀποβήσεσθαι εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος», ὃ δίδωσιν Ἰησοῦς τοῖς πιστεύουσιν εἰς αὐτόν. καὶ οἰκοδομὴν εἴτε λαλοίη τις, «εἴτε παράκλησιν, εἴτε παραμύθιον ἀγάπης, εἴτε κοινωνίαν πνεύματος» διὰ τῆς εἰρήνης τῆς κατὰ θεὸν παραγίνεται, οὐ μὴν πᾶσιν ἀδιορίστως, ἀλλὰ «τοῖς ἀγαπῶσι τὸν νόμον», ὡς ὁ προφήτης φησί· τὸν νόμον οὐ τὸν σωματικόν, ὃς «εἰκόνα καὶ σκιὰν ἔχει τῶν μελλόντων», ἀλλὰ τὸν πνευματικόν, ὃς σοφῶς ἀνακαλύπτει τῶν προαναφωνηθέντων τὴν ἔκβασιν. «εἰρήνη, γάρ φησι, πολλὴ τοῖς ἀγαπῶσί σε καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον»· ὡς δῆλον εἶναι ὅτι τοὺς τὴν εἰρήνην μεμισηκότας μένει τὸ σκάνδαλον, καὶ προσήκει τοὺς τούτων ἐλευθερωθῆναι ποθοῦντας καθάπερ θυρεόν τινα προβάλλεσθαι τὴν ἀγάπην πρὸς τὸν κύριον·
PG 42:459«αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκί, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» καὶ οὔτε τηρεῖν ἔστι τὴν ἐντολὴν τοῦ κυρίου, μὴ τῆς ἀγάπης τοῦ θεοῦ προηγουμένης [«ἐὰν γὰρ ἀγαπᾶτέ με», φησί, «τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε»], οὔτε φωτισθῆναι τοὺς ὀφθαλμοὺς οὐδὲ τὴν καρδίαν, μὴ τῆς ἐντολῆς φωτιζούσης [«ἐντολή, γάρ φησι, κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς»], ἀλλ’ οὐδὲ λόγον ἀληθείας προέσθαι, εἰ μή τις ἔχει Χριστὸν ἐν ἑαυτῷ λαλοῦντα, κατὰ τὸν λέγοντα «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», μᾶλλον δὲ οὐ λαλοῦντος μόνον, ἀλλὰ καὶ ἐλεοῦντος. [«ἔλθοι, γάρ φησι, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου ἐπ’ ἐμέ, καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον»·] ὅπερ οὐκ ἂν ὑπάρξειεν, εἰ μή τις «τὰ δικαιώματα ἐκζητήσει». τῶν γὰρ μὴ οὕτω διακειμένων [ἢ] ἐπὶ σχήματος ἡ ἐν τοῖς ὀνείδεσιν αἰσχύνη, ὡς μὴ δύνασθαι λέγειν «περίελε ἀπ’ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν»· περιαιρεῖται δὲ ἐκ τοῦ στόματος τῆς ἀληθείας ὁ λόγος·
ὡς μηδὲν εἶναι πλέον τῷ εὐχομένῳ [ἢ τὸ] «μὴ περιέλῃς λόγον ἀληθείας ἐκ τοῦ στόματός μου». 30. Πότε δὲ τοῦτο γίνεται; ὅταν μὴ φυλάξῃ [τις] τὸν νόμον διὰ παντός· ὅταν μὴ πορευθῇ τις ἐν πλατυσμῷ. «πλατυνθῆναι [γὰρ] δεῖ τὴν καρδίαν», εἰ μέλλοι τις Χριστὸν «ἐμπεριπατοῦντα» χωρεῖν, οὗ τὴν δόξαν οὐκ ἄνθρωποι, ἀλλ’ οὐρανοὶ [διηγοῦνται] [«οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ»], μᾶλλον δὲ αὐτὸς ὁ πατήρ, λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». ὃν οὐκ ἔστιν ὁμολογῆσαι, εἴ τις «εἰς ὕψος ἀδικίαν λαλοίη» πρὸς τὸν πλησίον αὐτοῦ, εἴ τις εἰς τὴν ἀντιχρίστων τάξιν καὶ ἐπωνυμίαν ἑαυτὸν ὁμολογήσειεν, ἀποστὰς τῆς τάξεως καὶ ἐπωνυμίας τῶν Χριστιανῶν, περὶ ὧν εἴρηται «μὴ ἅψησθε τῶν χριστῶν μου». «τίς, γάρ φησιν, ὁ ψευδόμενος, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς ὁ Χριστὸς οὐκ ἔστιν; οὗτος, φησίν, ὁ ἀντίχριστος· ὁ γὰρ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει, ὁ δὲ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ὁμολογεῖ. ὅπερ οὖν, φησίν, ἐξ ἀρχῆς ἠκούσατε, τοῦτο μενέτω ἐν ὑμῖν. καὶ ἐάν, φησί, μένῃ ἐν ὑμῖν ὅπερ ἐξ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ μενεῖτε καὶ τῷ πατρί».
PG 42:461μενοῦμεν δέ, ὅταν ἐνώπιον θεοῦ καὶ ἐκλεκτῶν ἀγγέλων ὁμολογήσωμεν, ἀλλὰ καὶ ἐνώπιον βασιλέων, καὶ μὴ αἰσχυνώμεθα [«ἐλάλουν, γάρ φησιν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην»], ὅτι υἱὸς τοῦ θεοῦ, θεὸς ἐκ θεοῦ, εἷς ἐξ ἑνός, ἐξ ἀγεννήτου μονογενής, ἐξαίρετον γέννημα τοῦ γεγεννηκότος καὶ ἄξιος [ὁ] υἱὸς τοῦ ἀνάρχου, τοῦ ἀδιηγήτου ἑρμηνεὺς ἀδιήγητος, λόγος καὶ σοφία καὶ δύναμις τοῦ ὑπὲρ σοφίαν καὶ δύναμιν, ὑπὲρ ὃ φθέγξασθαι δύναται γλῶττα, ὑπὲρ ὃ κινῆσαι διάνοια· γέννημα τέλειόν τε καὶ μένον, ἐκ τελείου καὶ μένοντος ἐν ταυτότητι, οὐκ ἀπορρεῦσαν ἐκ πατρός, οὐδὲ ἀποτμηθέν τε καὶ διαιρεθέν, ἀλλ’ ἀπαθῶς καὶ ὁλοκλήρως προελθὸν ἐκ τοῦ μηδὲν ἀποβεβληκότος ὧν εἶχε. καὶ ὅτι λόγος ἔστι τε καὶ λέγεται [ὁ] υἱός, οὐ μὴν φωνὴ τοῦ πατρὸς οὐδὲ ῥῆμα νοεῖται. ὑφέστηκε γὰρ καθ’ ἑαυτὸν καὶ ἐνεργεῖ, καὶ δι’ αὐτοῦ τὰ πάντα καὶ ἐν αὐτῷ τὰ πάντα· ὥσπερ καὶ σοφία ὁ αὐτὸς ὢν οὐκ ἐνθύμημα τοῦ πατρὸς νοεῖται, οὔτε κίνησις τοῦ ἡγεμονικοῦ καὶ ἐνέργεια, ἀλλὰ γέννημα ὅμοιόν τε τοῦ πατρὸς καὶ τὸν χαρακτῆρα τοῦ πατρὸς ἀκριβοῦν.
τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ θεός, καὶ οὐχ ἑτέρῳ μὲν ἐνυπάρχει, οὐχ ὑφέστηκε δὲ καθ’ ἑαυτό[ν], ἀλλὰ γέννημά [ἐστιν] ἐνεργητικὸν καὶ πεποιηκὸς τόδε τὸ πᾶν καὶ φυλάττον ἀεί. ταῦτα ἱκανὰ καὶ τῆς Ἑλλήνων πλάνης ἡμᾶς καὶ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἐλευθερῶσαι καὶ τῆς αἱρετικῆς κακοδοξίας. 31. Ἐπειδὴ δὲ τῶν ἐν ταῖς γραφαῖς κειμένων λέξεων τὸν νοῦν παρατρέποντές τινες καὶ ἑτέρως ἢ προσῆκεν ἑρμηνεύοντες, καὶ μήτε τῶν ῥημάτων τὴν δύναμιν μήτε τῶν πραγμάτων τὴν φύσιν κατανοοῦντες τολμῶσιν ἀθετεῖν τὴν θεότητα τοῦ υἱοῦ, προσκόπτοντες τῇ λέξει τῆς κτίσεως τῇ ἐμφερομένῃ ταῖς Παροιμίαις «κύριος γὰρ ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» [οὓς δέον τῷ πνεύματι τῷ ζωοποιοῦντι ἀκολουθεῖν καὶ μὴ τῷ γράμματι τῷ ἀποκτένοντι·
«τὸ γὰρ πνεῦμα ζωοποιεῖ»], φέρε δή, τολμήσωμεν καὶ ἡμεῖς μικρὰ περὶ τούτων διαλαβεῖν, οὐχ ὅτι [οὐκ] ἐντελῶς εἴρηται τοῖς πρὸ ἡμῶν εἰρηκόσιν [ἦ γὰρ ἂν μαίνοιτό τις, εἰ τοῦτο λέγοι] οὐδὲ ὅτι χρῄζετε διδάσκοντος [«αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε»] ἀλλ’ ἵνα «φανερωθῶμεν ἐν ταῖς συνειδήσεσιν ὑμῶν», ὅτι τῶν ἐπιθυμούντων ἐσμὲν «χαρίσματος ὑμῖν μεταδοῦναι πνευματικοῦ». Πίστευσον οὖν ὅτι οὔτε ἀλλαχοῦ τῆς γραφῆς οὔτε ἐπὶ τοῦ παρόντος χωρίου ἐναντία τὰ ῥήματα τῆς γραφῆς ἀλλήλοις ἐστί, κἂν μάχεσθαι δοκῇ παρὰ τοῖς τῇ πίστει μὴ ὑγιαίνουσιν ἤτοι ἀσθενοῦσι τῇ γνώμῃ, καὶ ὡς οὐδὲν τῶν κατὰ τὸν κόσμον παραδειγμάτων οἷόν τέ ἐστιν εὑρεθῆναι, ὅπερ ἐξαρκεῖ καθ’ ἑαυτὸ σαφῶς παραστῆσαι τοῦ μονογενοῦς τὴν φύσιν. καὶ διὰ τοῦτο ἡ γραφὴ πολλαῖς ἐπινοίαις περὶ τοῦ μονογενοῦς καὶ ἐπωνυμίαις κέχρηται, εἴ πως δυνηθείημεν διὰ τῶν καθ’ ἡμᾶς τὸ ὑπὲρ ἡμᾶς καταλαβεῖν καὶ διὰ τῶν γινωσκομένων φαντασθῆναι τὰ ἀγνοούμενα, ἠρέμα καὶ κατὰ μικρὸν ἀπὸ τῶν φανερῶν πρὸς τὰ κεκρυμμένα προβιβαζόμενοι.
PG 42:463ἐπεὶ τοίνυν ἔδει [εἰδέναι] τοὺς πιστεύοντας εἰς Χριστόν, ὡς ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί, ἅτε δὴ «εἰκὼν» ὑπάρχων τοῦ «ἐπὶ πάντων» ὁ «διὰ πάντων», δι’ οὗ τὰ πάντα δεδημιούργηται τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, εἰκὼν δὲ οὐχ ὡς ἄψυχον ἐμψύχου οὐδ’ ὡς ἐνέργεια τέχνης οὐδ’ ὡς ἀποτέλεσμα ἐνεργείας, ἀλλὰ [ὡς] γέννημα τοῦ γεννήσαντος, καὶ ὅτι οὐ θέμις ἐστὶ [ἀπὸ] τῆς σωματικῆς ἀνθρωπίνης γεννήσεως τὴν τοῦ μονογενοῦς γέννησιν τὴν πρὸ τῶν αἰώνων χαρακτηρίζεσθαι, καὶ ὡς κατὰ τὸ παράδειγμα τῆς σοφίας τῆς περιεκτικῆς τῶν ἀνθρωπίνων ἐνθυμημάτων τοῦ πατρός, οὐ μὴν ἀνυπόστατός τε καὶ ἀνύπαρκτος, ἑκατέραις ταῖς λέξεσιν ἐχρήσατο ἡ γραφή, τῆς τε κτίσεως καὶ [τῇ] τῆς γεννήσεως, τῇ τε τοῦ ἔκτισε καὶ τοῦ ἐγέννησεν, οὐχ ἵνα τὰ ἐναντία δοκῇ καὶ κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγεσθαι, ἀλλ’ ἵνα διὰ μὲν τοῦ ἔκτισε τὸ ἐνυπόστατόν τε καὶ μόνιμον, διὰ δὲ τοῦ ἐγέννησε τὸ ἐξαίρετον τοῦ μονογενοῦς καὶ ἰδιάζον παριστᾷ. «ἐγώ, [γάρ] φησιν, ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω». ἱκανὸν δέ ἐστι καὶ τὸ τῆς σοφίας ὄνομα πᾶσαν ἔννοιαν πάθους ἀποκλεῖσαι. 32.
Ἀλλὰ ποῖ φερόμεθα μὴ μνημονεύοντες τοῦ εἰπόντος «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». ἔχομεν γὰρ διδάςκαλον τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ἔδωκεν ἡμῖν ὁ κύριος μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν «ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν», ἐν ᾧ «καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς τοῦ πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες», ἐν ᾧ λατρεύομεν καὶ προσκυνοῦμεν, δι’ ὃ ἀτιμαζόμεθα, ἐν ᾧ προφῆται προεφήτευσαν, ἐν ᾧ δίκαιοι ὡδηγήθησαν, δι’ οὗ προσαγόμεθα τῷ υἱῷ. ἀλλὰ τί πολυπραγμονοῦμεν τὰ τῆς φύσεως; μὴ γὰρ «ὡς σαρκικοῖς, ἀλλ’ οὐχ ὡς πνευματικοῖς» διαλεγόμεθα; ἐπ’ ἄλλων γὰρ εἴρηται ὅτι «οὐ δυνάμεθα ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς». δέος γάρ ἐστι μή πως ἐκ τῆς τῶν ἀκαταλήπτων φιλονεικίας καὶ τῆς τῶν ἀνεφίκτων ζητήσεως εἰς βυθὸν ἀσεβείας ἐμπέσωμεν·
«καὶ εἶπα, σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ’ ἐμοῦ ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν;» μνημονεύσωμεν γὰρ τοῦ εἰπόντος, «ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν, ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται». «εἴ τις δοκεῖ γινώσκειν, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι». καὶ διὰ τοῦτο δέος ἐστὶ μή πως βιαζόμενοι λέγειν περὶ ὧν οὐ δυνάμεθα λέγειν, μηκέτι συγχωρηθῶμεν μηδὲ περὶ ὧν δυνάμεθα. ἐκ πίστεως γὰρ δεῖ λαλεῖν, οὐκ ἐκ τῶν λαλουμένων πιστεύειν. «ἐπίστευσα, γάρ φησι, διὸ ἐλάλησα». ὅταν οὖν τὸ μὲν περὶ τῆς οἰκείας γενέσεως μὴ δυνάμενοι ἀποφαίνεσθαι, περιεργαζώμεθα καὶ φιλονεικεῖν ἐπιχειρῶμεν περὶ τῆς τοῦ θεοῦ γεννήσεως, πῶς οὐ δέος ἐστί, μή πως ὁ διδοὺς οὐ μόνον «γλῶτταν παιδείας», ἀλλὰ καὶ «γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον», καταψηφίσηται ἡμῶν τῆς ἐπὶ τῷ λέγειν προπετείας τὴν σιωπήν;
PG 42:465ὅπερ ἐπὶ τοῦ μακαρίου Ζαχαρίου πεποίηται, ὃς ἐπειδὴ μὴ ἐπίστευσε τῷ εὐαγγελισαμένῳ τὴν γένεσιν τοῦ παιδός, ἀνθρωπίνοις λογισμοῖς δοκιμάζων τὴν τοῦ θεοῦ χάριν καὶ δύναμιν καὶ διαπορῶν πρὸς ἑαυτόν, εἰ [κατὰ] φύσιν ἔχει τὸν πρεσβύτην ἐκ τῆς προβεβηκυίας παιδοποιήσασθαι, τί φησι; «πῶς γνώσομαι τοῦτο ὅτι ἔσται; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς», τοιγαροῦν ὁπότε ἤκουσεν ὅτι «ἰδού, ἔσῃ σιωπῶν καὶ οὐ δυνάμενος λαλεῖν», καὶ οὐκ ἐλάλησεν ἐξελθών. 33. Διόπερ ἀφέντες περὶ τῶν ἀμφισβητουμένων φιλονεικεῖν καὶ περὶ τῶν ὑπὲρ ἡμᾶς, κρατοῦμεν ἃ παρειλήφαμεν. τίς γάρ ἐστιν ὁ τολμῶν ἐπὶ γνώσει φυσιωθῆναι, ὁπότε αὐτὸς ὁ «τῶν ἀποκαλύψεων» καταξιωθείς, ὁ «εἰς οὐρανὸν τρίτον» ἀναληφθείς, ὁ «ἀκούσας ἄρρητα ῥήματα», ἐσωφρονίσθη διὰ «τοῦ κατὰ τὴν σάρκα σκόλοπος» «μὴ ὑπεραίρεσθαι»; καὶ αὐτὸς ὁ προφήτης ὁ εἰπὼν «ἐπίστευσα, διὸ ἐλάλησα», «ἐταπεινώθην» φησίν, οὐχ ἁπλῶς, ἀλλὰ «σφόδρα». ὅσῳ γὰρ ἄν τις ἐγγυτέρω τῆς γνώσεως εἶναι δοκῇ, τοσούτῳ μᾶλλον ὀφείλει λογίζεσθαι πρὸς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστι. περὶ τούτου ἄκουε τί λέγει·
«ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης». ἔχοντες οὖν τὸν διδάσκαλον τῆς ἀληθείας, μηκέτι ἀνθρωπίνοις διδασκάλοις προσχρώμεθα, ἀλλ’ ἐννοοῦντες, καὶ μήτε τρόπους περιεργαζώμεθα μήτε ἕτερόν τι. ὥσπερ γὰρ τὴν γέννησιν τοῦ υἱοῦ οὐκ ἔστιν εἰπεῖν, οὐδὲ τὸν τρόπον τῆς γεννήσεως τοῦ πατρὸς ἔστιν ἀποφήνασθαι, ἀλλὰ [δεῖ] ἀρκεῖν ἡγεῖσθαι πρὸς διδασκαλίαν τοῦτο ὅτι «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». δῴη δὲ κύριος κατὰ τὸν Ἀβραὰμ φρονοῦντας ἡμᾶς τὸν λέγοντα «νῦν ἠρξάμην λαλεῖν τῷ κυρίῳ μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός», καὶ μὴ «ὑπεραιρομένους κατὰ τὰς κέδρους τοῦ Λιβάνου», ὅτι «μὴ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πίστεως» ἡ ὁμαλὴ καὶ εἰρηνικὴ κατορθοῦται σοφία, μήτε διαπορεῖν ἡμᾶς, ἀλλ’ ὁτιοῦν ποιοῦντες εὐαρεστήσωμεν τῷ θεῷ καὶ πατρὶ καὶ μετ’ αὐτοῦ καὶ σὺν αὐτῷ [τῷ υἱῷ] ἐν ἁγίῳ πνεύματι, [ᾧ] ἡ δόξα, τὸ κράτος, ἡ τιμὴ καὶ ἡ δύναμις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Πεπλήρωται ἡ τοῦ Μελιτίου ὁμιλία. 34.
PG 42:467Ἔδοξε δὲ τοῦτο τοῖς μετενέγκαι αὐτὸν ἀπὸ τῆς Ποντικῆς χώρας [σπουδάσασι] τοὺς πλείους τῶν Ἀρειανῶν οὐκ ἐπὶ χαρᾶς [καταστῆσαι], οὐδὲ εἰς αὐτῶν ἀνάπαυσιν, ἀλλ’ εἰς ἐπάχθειαν [εἰρῆσθαι]. ἐντεῦθεν κινοῦσι τὸν βασιλέα καὶ συσκευάζονται τὸν ἄνδρα ὡς διὰ τὸ μὴ ὡμολογηκέναι κτίσμα τέλειον αὐτὸν καὶ ἐξεοῦσι τῆς αὐτοῦ καθέδρας. καὶ νύκτωρ φυγαδεύεται ὁ ἀνὴρ ἕως τῶν χρόνων τούτων· ὃς καὶ δεῦρο ὑπάρχει ἐν τῇ ἰδίᾳ πατρίδι τίμιος ἀνὴρ καὶ ἐπιπόθητος, μάλιστα δι’ ὧν νυνὶ ἐνηχούμεθα κατωρθωκέναι καὶ ἀφ’ ὧν νυνὶ οἱ ὑπ’ αὐτὸν ἐν Ἀντιοχείᾳ ὁμολογοῦσιν, οὐκέτι ὅλως οὔτε ἐν παραδρομῇ μεμνημένοι κτίσματος ὀνόματος, ἀλλ’ ὁμοούσιον ὁμολογοῦντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν, μίαν θεότητα· καθώς ἐστιν ἡ ἀληθινὴ πίστις, ἡ ἀπὸ τῶν ἀνέκαθεν, προφητική τε καὶ εὐαγγελικὴ καὶ ἀποστολική, ἣν ὡμολόγησαν οἱ συνελθόντες πατέρες ἡμῶν καὶ ἐπίσκοποι ἐν τῇ Νικαίᾳ συνόδῳ ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαριωτάτου βασιλέως.
γένοιτο δὲ καὶ αὐτὸν τὸν τιμιώτατον Μελίτιον οὕτως ὁμολογεῖν κατὰ τοὺς ὑπ’ αὐτὸν ὄντας ἐν τῇ Ἀντιοχείᾳ καὶ [τοὺς] ἐν ἄλλοις τισὶ τόποις οὕτως ὁμολογοῦντας. εἰσὶ γὰρ καί τινες τῶν δοκούντων αὐτῷ κοινωνεῖν καὶ τῇ κατ’ αὐτὸν συνόδῳ βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον, καὶ περὶ μὲν υἱοῦ καλῶς λέγοντες, τὸ δὲ πνεῦμα κτιστὸν ἡγούμενοι καὶ ἀλλότριον θεοῦ παντάπασι· περὶ ὧν ὕστερον ἐν τῇ κατ’ αὐτοὺς ἀνατροπῇ τῆς αἱρέσεως τὰ πάντα ἀκριβῶς κατὰ δύναμιν λέξομεν. 35. Τίμιος οὖν ὁ ἀνὴρ ἡμῖν, ὡς ἔφην, διὰ τὰς τοιαύτας περὶ αὐτοῦ φήμας ὑπάρχει. καὶ γὰρ καὶ τἄλλα αὐτοῦ βίος σεμνός, τρόπος ἀγαθός, εἰς πάντα τοῖς λαοῖς ἐπιπόθητος διὰ τὸν βίον αὐτοῦ παρὰ πᾶσιν ἐκθειαζόμενον. τινὲς δὲ καὶ περὶ τούτου, οὐκ οἶδα λέγειν εἰ μίσει φερόμενοι ἢ φθόνῳ ἢ τὰ ἑαυτῶν μεγαλύνειν βουλόμενοι, τινὰ ὑφηγήσαντο, ὡς ὅτι οὐχ ἕνεκεν ὀρθοδοξίας ἡ κατ’ αὐτοῦ γέγονε κίνησις, ἀλλ’ ἕνεκεν, φησί, κανονικῶν πραγμάτων καὶ τῆς ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ αὐτοῦ ἱερατείου ἐρεσχελίας, καὶ ὅτι τινὰς ἐδέξατο, οὓς πάλαι ἀπεβάλετο καὶ ἀνεθεμάτισεν.
ἀλλ’ οὐ πάνυ ταῦτα κατὰ νοῦν ἐθήκαμεν, διὰ τὰ μάλιστα εἰς ὕστερον ἐν τῇ κατ’ αὐτὸν συνόδῳ ὁσημέραι διορθούμενα καὶ ὁμολογούμενα ἐν τῇ πίστει, ὡς ἄνω μοι προδεδήλωται. δεῖ γὰρ κατὰ τὸ μέρος τοῦτο ἀληθεύειν, ὅση δύναμις κατὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον ἐν πᾶσι. θέλεις γάρ, παρῆλθέ [τι] τὸν ἄνδρα ἐν τῷ ῥοίζῳ τῆς τῶν λόγων ἐξηγήσεως· οὐκ ἔχω λέγειν· θέλεις, κατὰ ἀφέλειαν ἀπ’ αὐτοῦ ὁ λόγος προήχθη· θεῷ ἔγνωσται. πλὴν ἐν ἑνὶ μέρει ἐπιλήψιμοι δύο ἢ τρεῖς λόγοι ἐν τῇ αὐτῇ ἐξηγήσει εὑρίσκονται, ἐν τῷ ὅλως [ὡς] περὶ κτίσματος περὶ υἱοῦ τοῦ θεοῦ λαμβάνειν ἐν τῇ αὐτοῦ θεότητι κἂν ἕως ὀνόματος, καὶ ἐν τῷ εἰπεῖν ὅτι «ὑπὲρ σοφίαν» καὶ εἴ τι ἕτερον. 36. Ὀλίγα δὲ πρὸς τὰ ὑπ’ αὐτῶν ὑποβληθέντα διηγησάμενοι καὶ ταύτην παρελευσόμεθα τὴν ὑφήγησιν. λέγετε ἡμῖν, ὦ οὗτοι, τί ἐλύπει λέγειν τὸ ὁμοι[ο]ούσιον ὁμοούσιον; σαφῶς ἡμῖν ὁμολογήσατε, ἵνα καὶ ὑμᾶς ἐπιγνῶμεν ἰδίους ὄντας καὶ μὴ ἀλλοτρίους. δύναται γὰρ καὶ ὁμοι[ο]ούσιον εἶναι πρὸς χρυσὸν χαλκός, πρὸς ἄργυρον κασσίτερος, πρὸς σίδηρον ὁ μόλιβδος. ἀλλ’ οὐκ ἀπατήσει ἡμᾶς ἡ ὑμῶν ἐπιτετηδευμένη καὶ τετορνευμένη μυθοπλαστία.
PG 42:469εἰ μὲν γάρ τινας βουλόμενοι ἀπατῆσαι βούλεσθε [προφασίζεσθαι] προφάσεις ψευδεῖς λέγοντες, ὅτι οὐ χρὴ λέγειν τὸ ὁμοούσιον, ἵνα μὴ συναλοιφὴν ποιήσωμεν τὸν υἱὸν πρὸς πατέρα ἢ τὸ πνεῦμα πρὸς τὸν υἱὸν καὶ πατέρα, καὶ ἐν τούτῳ διέπεσεν ὑμῶν ὁ ἐπιτετηδευμένος λόγος. οὐ γὰρ εἴπομεν ἁμαούσιον, ἀλλ’ ὁμοούσιον, ἵνα μηδὲν τοῦ πατρὸς παρηλλαγμένον [τὸν υἱὸν] ὁμολογήσωμεν, ἀλλὰ θεὸν ὄντως ἐκ θεοῦ γεγεννημένον, καὶ οὐκ ἀλλαχόθεν οὐδὲ ἐξ οὐκ ὄντων, ἀλλὰ [ἐκ] πατρὸς προελθόντα, ἀχρόνως καὶ ἀνάρχως καὶ ἀνεκδιηγήτως γεγεννημένον, ἀεὶ ὄντα πρὸς τὸν πατέρα καὶ μηδέποτε διαλείποντα τοῦ εἶναι, ἀλλὰ γεγεννημένον, οὐ συνάδελφον, οὐ προπάτορον. τὸ γὰρ ὁμο δύο μὲν ὑποστάσεών ἐστι σημαντικόν, οὐκ ἀλλοτρίων [δὲ] τῇ φύσει. διὸ ὁ σύνδεσμος τῆς ἀληθείας ἐν τούτῳ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ᾠκονόμηται ἐν στόματι τῶν τοῦτο ἐκθεμένων. καὶ ὁρᾷς ὅτι οὐκ ἔσται σοι πρόφασις οὐδὲ δύνασαι κατὰ τῆς ὀρθοδοξίας λέγειν καὶ πτύρειν τοὺς παρὰ σοῦ τὴν ἀκοὴν τοῦ παραπεποιημένου σου λόγου παραδεχομένους ὅτι, ἐάν τις εἴπῃ τὸ ὁμοούσιον, συναλοιφὴν ὡμολόγησεν. οὐκέτι γὰρ ἔσται τοῦτο.
ἀπὸ γὰρ τοῦ ὁμοουσίου σημανθήσεται δύο, καὶ ἀπὸ τοῦ ὁμοουσίου δηλωθήσεται οὐκ ἀλλότριον τὸ γέννημα πρὸς τὸν πατέρα ὑπάρχον. σὺ δὲ ἐπιπλασάμενος τὸ ὁμοι[ο]ούσιον διὰ μὲν τοῦ ὀνόματος τῆς οὐσίας ἐλεγχθήσῃ, διὰ δὲ τῆς παρηλλαγμένης ὁμολογίας κατακριθήσῃ οὐχ ἃ λέγεις φρονῶν, ἀλλὰ [ἃ] φρονεῖς παραπεποιημένως διδάσκων· εἰ γὰρ ὅλως οὐκ ἔστιν ἐξ αὐτοῦ, ὅμοιος δὲ αὐτῷ ἐστι, πολὺ ἀφέστηκας τῆς ἀληθείας. ὁποίαις γὰρ ὕλαις τὸν ἐκτυπούμενον εἴ τις ἂν θέλοι διακοσμήσειν, οὐκ ἂν ἴσον τῷ ἐκτυπουμένῳ κατασκευάσειε· καὶ γὰρ καὶ κατασκευῆς τὸ ἔργον. τὸ δὲ γεννώμενον ἐκ τοῦ τινός, ἐκεῖνο πρὸς τὸ γένος τὸ ὅμοιον καὶ τὸ ἴσον τῆς γνησιότητος ἀποσῴζει εἶδος. εἰ τοίνυν οὐκ ἐξ αὐτοῦ γεγέννηται τοῦ πατρὸς ὁ υἱός, ἐκτὸς δὲ αὐτοῦ εἴη, ὁμοι[ο]ούσιος δὲ παρὰ σοὶ κατὰ χάριν λεχθήσεται, οὐδὲν αὐτῷ δέδωκας, ἀλλ’ ἐξέπεσας τῆς παρ’ αὐτοῦ χάριτος. «ὁ γὰρ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ’ αὐτόν» ὁ ἅγιος ἀπόστολός φησι, καὶ πάλιν «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον, καὶ ἥκω», ὁ φήσας «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ λέγων «Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». 37.
PG 42:471Πολλάκις δὲ καὶ περὶ τούτων διηγησάμενος ἀρκετῶς ἔχειν ἐνταῦθα ἡγούμεθα τῶν αὐτῶν ἀνατροπῶν, τῶν ῥηθεισῶν ἄνω πρὸς τὴν ῥίζαν τὴν ἐκφύσασαν τούτων τὴν κακοδοξίαν δυναμένων καὶ ἐνταῦθα τούτους τοὺς προειρημένους Ἡμιαρείους ἀνατρέπειν καὶ τοὺς ἀπ’ αὐτῶν σχίσαντας, τοὺς περὶ Ἀκάκιον καὶ τοὺς ἄλλους τοὺς ἐκθεμένους ἐν τῇ Σελευκείᾳ τῆς Ἰσαυρίας ἑτέραν πίστιν παρὰ τὴν τῆς ἀληθείας, ἣν καὶ αὐτὴν τὴν ἐξ αὐτῶν ἐκτεθεῖσαν εἰς φανερὸν βουλόμενοι καταστῆσαι ὁμοίως μετὰ τὴν Βασιλείου Ἀγκυρηνοῦ καὶ Γεωργίου τοῦ Λαοδικέως ἐκ προσώπου ὅλων γεγραμμένην πᾶσαν τελείως προετάξαμεν. ἵνα δὲ καὶ ταύτην τὴν κρυφῆ μὲν τὰ δεινὰ ἐργαζομένην, φιμὸν δὲ ἐπὶ τῷ στόματι λαβοῦσαν ὥσπερ διὰ χαλινοῦ διὰ τὸν καιρὸν τῆς ὑποκρίσεως, μὴ ἐν δευτέρῳ θέμενος δόξω ὡς κατὰ λήθην τοῦτο πεποιηκέναι, λέξω καὶ ὀλίγα πρὸς αὐτὴν καὶ τοὺς αὐτὴν ἐκθεμένους, πρὸς τοὺς προειρημένους περὶ Ἀκάκιον καὶ Εὐζώϊον καὶ Εὐτύχιον καὶ τοὺς ἄλλους. καὶ φανερὰ μέν ἐστιν ἡ ἔκθεσις ἡ προκειμένη ἀλλοιώσασα τὴν ὁμολογίαν τῆς ἀληθείας.

Against the PneumatomachiansContra Pneumatomachos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ἵνα δὲ μή τινες εἴπωσι κατὰ συκοφαντίαν πρὸς τούτους ἡμᾶς εἰρηκέναι, δείξωμεν ἃ προβαινόντων τῶν χρόνων ὤφθη καὶ ἐφωράθη ἐν τῇ προειρημένῃ τῶν αὐτῶν συνόδῳ. ἐξ αὐτῶν γὰρ Εὐζώϊος ὁ ἐν Καισαρείᾳ, μαθητὴς ἐκείνων ὑπάρχων, ὃς καὶ τὸν Ἀκάκιον διεδέξατο μετὰ κατάστασιν Φιλουμένου τοῦ ὑπὸ Κυρίλλου τοῦ Ἱεροσολυμίτου κατασταθέντος καὶ μετὰ κατάστασιν Κυρίλλου τοῦ γέροντος τοῦ ἀπὸ τῶν περὶ Εὐτύχιον κατασταθέντος καὶ μετὰ κατάστασιν Γελασίου τοῦ ὑπὸ Κυρίλλου αὖθις τοῦ Ἱεροσολυμίτου κατασταθέντος· ἐξ ἀδελφῆς γὰρ αὐτοῦ ἐτύγχανε· κατασταθέντων γὰρ τῶν τριῶν καὶ ἀργησάντων διὰ τὴν πρὸς ἀλλήλους ἔριν, αὖθις ὁ προειρημένος Εὐζώϊος κατεστάθη. ἐξ αὐτῶν οὖν καὶ Γεμελλῖνος ὑπῆρχεν, ἐξ αὐτῶν Φίλιππος ὁ Σκυθοπολίτης, ἐξ αὐτῶν Ἀθανάσιος ὁ Σκυθοπολίτης· οἵτινες οὐκ ἐν κρυφῇ, ἀλλὰ μετὰ παρρησίας, ὡς ἀπειραγαθήσαντες, οὐ μόνον τὰ Ἀρείου διδάσκουσιν, ἀλλ’ ὑπερμαχοῦσι τῆς αὐτῶν αἱρέσεως καὶ τοὺς τὴν ἀλήθειαν διδάσκοντας διώκουσιν, οὐκέτι λόγοις βουλόμενοι ἀνατρέπειν, ἀλλὰ καὶ ἐχθρίαις καὶ πολέμοις καὶ μαχαίραις παραδιδόντες τοὺς ὀρθῶς πιστεύοντας. λύμην γὰρ οὐ μιᾷ πόλει καὶ χώρᾳ εἰργάσαντο, ἀλλὰ πολλαῖς. 38.
Λούκιος οὗτος, ὁ ἐν Ἀλεξανδρείᾳ τοσαῦτα ἐργασάμενος εἰς τοὺς ὁμολογοῦντας τὸν υἱὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ. ἡ δὲ αὐτῶν φατρία καθ’ ἑκάστην ἡμέραν τίνι τῶν σύνεσιν θεοῦ ἐχόντων οὐκ ἔστι δήλη; ὡς δημοσίᾳ κηρύττουσι κτιστὸν μὲν τὸν υἱὸν τοῦ θεοῦ, κτιστὸν δὲ καὶ τὸ ἅγιον πνεῦμα καὶ ἀλλότριον παντάπασι τῆς τοῦ θεοῦ οὐσίας. περὶ γὰρ τῶν περὶ Εὐδόξιον ἐξότου τὸ τέλος ἀπείληφεν αἰσχρῶς ὁ Γεώργιος ἐπ’ Ἀλεξανδρείας, καὶ τὰ πρωτεῖα ἐδέξατο καὶ τὰ φίλα πρὸς τὴν κατ’ ἐξοχὴν οὖσαν ἐξουσίαν Εὐδόξιος, [ὃς] ὢν ἀπὸ τῶν περὶ Ὑπάτιον καὶ Εὐνόμιον ἔδοξε διά τινα θωπείαν ὡς ἐλεγχόμενος, οὐ διέλειπε [δὲ] τὰ μὲν τῶν Ἀνομοίων φρονῶν [ἐπικρυβόμενος δέ], οὓς ἐξώρισάν ποτε διὰ τὴν τοιαύτην τοῦ βαράθρου ἐξήγησιν, αὐτὸς εἰς προκοπὴν ἀγαγών, Δημόφιλον, Ὑπάτιον, Εὐνόμιον, τοὺς Ἀετίου μαθητάς, τοῦ ἐξορισθέντος ποτὲ εἰς τὰ τοῦ Ταύρου μέρη, τοῦ ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως κατασταθέντος διακόνου, ἐξ οὗπερ ἡ τῶν Ἀνομοίων ἐφύη ῥίζα·
PG 42:473μιᾶς μὲν ἀκανθώδους οὔσης ὕλης καὶ τῆς αὐτῆς ῥίζης, διαφόρως δὲ ὡς ἐπὶ ἑκάστης ἀκάνθης τὰ σχίσματα , οὕτω καὶ ἡ τούτων κακόνοια, ἄλλως ἄλλοτε καὶ ἄλλοτε ἄλλως τὰ παρερμηνεύματα τῆς κακοδόξου αἱρέσεως ἐπὶ τὸ χεῖρον προκόπτοντα τὴν λύμην τῷ βίῳ ἐξήμεσε, ὡς καὶ ὕστερον περὶ τούτων τῶν Ἀνομοίων πάλιν ἐροῦμεν. τὰ δὲ νῦν ἕως ὧδε καλῶς ἔχειν νομίσαντες καὶ ὥσπερ ἑρπετὸν δεινὸν ἀνατρέψαντες καὶ παρωσάμενοι, ἀνετρέψαμεν μὲν καὶ πατήσαντες τεθνεῶτα καταλείψωμεν καὶ παρεγκλίναντες ἐπὶ τὰς ἑξῆς ὁρμήσωμεν, θεὸν ἐπικαλούμενοι βοηθῆσαι ἡμῖν ὡσαύτως εἰς τὸ τὴν ἐπαγγελίαν πληρῶσαι. Κατὰ Πνευματομάχων [νδ, τῆς δὲ ἀκολουθίας οδ]. 1.
Ἀπὸ τούτων τῶν Ἡμιαρείων καὶ ἀπὸ ὀρθοδόξων τινὲς ὡς εἰπεῖν, τεράστιοι γενηθέντες ἄνθρωποι διφυεῖς καὶ ἡμίπλαστοι, ὡς τοὺς Κενταύρους ἢ Πᾶνας ἢ Σειρῆνας [διέγραψαν] οἱ ἀναγράψαντες τοὺς μύθους, ἐπανέστησαν ἡμῖν, [ὧν] οἱ μὲν ἀπὸ Ἀρείου ὄντες καὶ δῆθεν τὸν υἱὸν οὐ τέλεον κτιστὸν ὁριζόμενοι, ἀλλ’ υἱὸν ἀχρόνως γεγεννημένον, χρόνου δὲ ἐν ὑπονοίᾳ λέγουσι [αὐ]τὸν ἀπ’ οὐρανοῦ καὶ δεῦρο , οὐ μὴν ἀπηλλαγμένοι τῆς ἐν πρώτοις ἀπὸ Ἀρείου ἐξεμεθείσης λέξεως, τῆς φασκούσης εἶναί ποτε ὅτε οὐκ ἦν, πρὸ χρόνων δὲ πάντων αὐτὸν εἶναι, «δι’ οὗ τὰ πάντα γέγονε», λέγοντες, [κτιστὸν δὲ τὸ πνεῦμα λέγοντες] βλασφημοῦσι τὸ πνεῦμα τὸ ἅγιον. ἄλλοι δὲ φύσει καὶ περὶ τοῦ υἱοῦ ὀρθοδόξως ἔχοντες, ὅτι ἦν ἀεὶ σὺν πατρί, καὶ οὐδέποτε διέλειπε τοῦ εἶναι, ἀλλ’ ἐκ πατρὸς μὲν αὐτὸν γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως· εἰς τὸ πνεῦμα δὲ τὸ ἅγιον πάντες οὗτοι βλασφημοῦσι, μὴ συναριθμοῦντες αὐτὸ πατρὶ καὶ υἱῷ ἐν τῇ θεότητι. πολλάκις δὲ περὶ τούτου πολλὰ διελέχθημεν καὶ ἐν ἑκάστῃ αἱρέσει τήν τε ἀληθινὴν περὶ αὐτοῦ σύστασιν οὐ μικρῶς ὑφηγησάμεθα, ὡς σὺν πατρὶ καὶ υἱῷ κυριολεκτεῖται.
PG 42:475«πνεῦμα γὰρ κυρίου πεπλήρωκε τὴν οἰκουμένην», «τὸ πνεῦμα τῆς ἀληθείας», τὸ πνεῦμα τοῦ θεοῦ· πνεῦμα γὰρ κυρίου λέγεται, [καὶ] «ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον», «χαριζόμενόν τε τὰ χαρίσματα διαφόρως ὡς βούλεται», «ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ», σὺν πατρὶ καὶ υἱῷ ὄν, βαπτίζον, σφραγίζον, τελειοῦν τὸν ἐσφραγισμένον. ἵνα δὲ μὴ ἐνταῦθα κάματον ἀναδέξωμαι, τὰ ἤδη μοι εἰρημένα ἐν τῷ μεγάλῳ λόγῳ τῷ περὶ πίστεως γραφέντι εἰς τὰ μέρη τῆς Παμφύλων παραθήσομαι, πρὸς ἀντίθεσιν μὲν τῶν βλασφημούντων τὸ ἅγιον πνεῦμα, εἰς διδασκαλίαν δὲ τῶν ἐντυγχανόντων καὶ εἰς εὐφρασίαν τῶν πνεύματος ἁγίου καταξιουμένων. καὶ ἔστι τόδε· Ἐκ τοῦ Ἀγκυρωτοῦ λόγος. 2. «Ἐπεφάνη ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδάσκουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων»·
«ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῶν, ἦρκεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ»· «θύρας χαλκᾶς συντρίψας, καὶ μοχλοὺς σιδηροῦς συνθλάσας», τὸ φῶς αὖθις ὑπέδειξε τῆς ζωῆς, χεῖρα ὀρέγων, ὁδοποιῶν, ὑποβάθρας οὐρανῶν ὑποδεικνύς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν. τοίνυν «κατῴκησεν ἐν ἡμῖν», καὶ «τὸ δικαίωμα τοῦ νόμου» δοὺς ἡμῖν τοῦ πνεύματος, εἰς τὸ γνῶναι αὐτὸν καὶ τὰ περὶ αὐτοῦ, ὅ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, «νόμος δικαιοσύνης» γέγονεν ἡμῖν, «νόμος πίστεως», «νόμος πνεύματος», ἐλεύθερος ἐκ «νόμου σαρκὸς ἁμαρτίας». διὸ «συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον». ἔσω δὲ ἡμῶν ὁ Χριστός, εἴπερ οἰκεῖ ἐν ἡμῖν. αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, «ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι» αἰτίῳ ζωῆς· «τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθείς», κατὰ τὸν Δαυὶδ «ὁ θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν».
PG 42:477«ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ». παρεγένετο τοίνυν «εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν», καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἁγίοις, «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς». διάστασις δὲ ἦν καὶ ἔχθρα «ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ», «ἀποκατήλλαξε δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ, δι’ αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν». ἦλθε γὰρ «ἡ εἰρήνη ἡμῶν», καὶ «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον», «εἶναι [δὲ] τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἐπαγγελίας» ἐκέλευσεν, εἰπὼν «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». τοίνυν «ἐν ᾧ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκός», ἀπεστάλη μοι σωτὴρ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας «ἐξαγοράσῃ», ἵνα με φθορᾶς, ἵνα με θανάτου. καὶ ἐγένετό μοι «δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»·
δικαιοσύνη μέν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς δέ, δι’ ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δέ, τὸ αἷμα αὐτοῦ, λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς, ἱλαστήριον καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων, οὐρανοῦ καὶ γῆς, «μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν» πληρῶν καιροῖς τοῖς ὡρισμένοις. ὁ αὐτὸς «μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα», «ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». 3. Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος ὁ Χριστὸς μεσιτεύων «καταλλάσσει τὰ πάντα τῷ θεῷ ἐν αὐτῷ», «μὴ λογιζόμενος ἁμαρτίας», ἀπόκρυφα μυστήρια πληρῶν πίστει διαθήκης αὐτοῦ τῆς προεπηγγελμένης ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, υἱὸς θεοῦ κηρυσσόμενος, υἱὸς Δαυὶδ λεγόμενος·
ἄμφω γὰρ θεὸς καὶ ἄνθρωπος, «μεσίτης θεοῦ καὶ ἀνθρώπων», ἀληθινὸς «οἶκος θεοῦ», «ἱεράτευμα ἅγιον», ἁγίου πνεύματος δοτὴρ τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ θεῷ, «ὅτι ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, ὡς δόξαν μονογενοῦς παρὰ πατρός». ὁ ὑετὸς δένδρεσι καὶ φυτοῖς συμφυσιούμενος σῶμα ἀπεργάζεται καὶ τῶν καρπῶν καθ’ ὁμοιότητα ἕκαστον. καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται, προσλαμβανόμενος ἐξ αὐτῆς τὸ οὐσιῶδες, ἐν δ’ ἀμπέλῳ οἶνος ἡδὺς χροί̈ζεται, ἐν δὲ συκῇ σῦκον γλυκαίνεται καὶ ἐν ἑκάστῳ τῶν σπερμάτων πρὸς τὸ εἶδος αὐτοῦ αὔξει φυήν· οὕτως, οἶμαι, ὁ λόγος τοῦ θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος εὑρίσκετο, κατὰ τὴν ἐπαγγελίαν «εὑρήκαμεν γὰρ Μεσσίαν ὃν ἔγραψε Μωυσῆς».
PG 42:479ὡς δὲ Μωυσῆς ἔφη «καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου» καὶ ὁ Δαυὶδ «καταβήτω ὡς δρόσος ἐπὶ πόκον, καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν», ἔριον τοίνυν δεχόμενον τὴν δρόσον αὔξει πόκου γονήν, γῆ δὲ δεχομένη τὸν ὑετὸν αὔξει καρπὸν ἐλπίδος γεωργῶν, τῷ δέχεσθαι προστάγματι τοῦ δεσπότου, προσδιδοῦσα τὴν φύσιν προθύμως, τοῦ δὲ λαμβάνειν παρ’ αὐτοῦ πλέον ἔχουσα σπουδήν], οὕτω δὴ καὶ ἡ παρθένος Μαρία «κατὰ τί γνώσομαι», ὅτε φησίν, «ὅτι ἔσται μοι τοῦτο;» ἤκουσε «πνεῦμα κυρίου ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον ἔσται καὶ υἱὸς ὑψίστου κληθήσεται». Χριστὸς ἐν ἀγγέλῳ λαλεῖ, ἀναπλάττει δὲ ἑαυτὸν ἐν τῇ ἑαυτοῦ πλάσει ὁ δεσπότης «μορφὴν δούλου λαβών»· καὶ Μαρία μὲν ἀνιμᾶται τὸν λόγον εἰς σύλληψιν, ὡς ὑετὸν ἡ γῆ, ἑαυτὸν δὲ καρπὸν ἅγιον ἀποδείκνυσιν ὁ τοῦ θεοῦ λόγος προσλαμβανόμενος θνητοῦ φύσιν. οὗτος ἦν ἐξ αὐτῆς ἀνιμώσης, ὡς γῆ καὶ πόκος, ὁ τῆς ἀληθοῦς ἐλπίδος καρπός, ἁγίοις ἐν προσδοκίᾳ, καθὼς Ἐλισάβετ ἔλεγεν «εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου», ὃν προσελάβετο ἐξ ἀνθρωπότητος παθὼν ἀπαθὴς ὢν ὁ λόγος·
οὗτος «ὁ ἄρτος ὁ ζῶν, ὁ καταβὰς ἐξ οὐρανοῦ» καὶ ζωὴν διδούς· οὗτος ὁ τῆς ἀληθοῦς ἐλαίας καρπός, τὸ ἔλαιον τῆς χρίσεως καὶ τῆς συνθέσεως, ὃ προετύπωσε Μωυσῆς· οὗτος «ἡ ἀληθινὴ ἄμπελος», ἣν γεωργεῖ μόνος ὁ πατήρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν· οὗτος «τὸ ὕδωρ τὸ ζῶν, ὃ [ὁ] διψῶν ἄνθρωπος λαβὼν οὐ διψήσει πάλιν, ἀλλ’ ἔστιν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον». ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον, παλαιοὶ δὲ γεωργοὶ ἐξήραναν καὶ ἔφθειραν διὰ ἀπιστίαν. αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. «ὅσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, αὐτοὶ» ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι σαρκικοὶ οὗτοι καλοῦνται. τοίνυν ἀθετεῖν τὰ ἔργα τῆς σαρκός, ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος αὐτοῦ, λαβεῖν τε πνεῦμα ἅγιον, ὃ οὐκ εἴχομεν, προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι· δίχα γὰρ πνεύματος αὐτοῦ πᾶς νεκρός.
PG 42:481«εἰ τοίνυν τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν». ἀλλ’, οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ πνεῦμα αὐτοῦ. 4. Εἰ δὲ Χριστὸς ἐκ τοῦ πατρὸς πιστεύεται θεὸς ἐκ θεοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκ τοῦ Χριστοῦ ἢ παρ’ ἀμφοτέρων [ὥς φησιν ὁ Χριστός, «ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται» καὶ «οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται»], ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου [«τὸ γὰρ ἐν αὐτῇ», φησίν, «ἐκ πνεύματος ἁγίου», ἀγγέλου φωνή], συνίω τὸ λυτρούμενόν με μυστήριον, πίστει, ἀκοῇ μόνῃ, φιλίᾳ τῇ πρὸς τὸν ἐλθόντα πρὸς ἐμέ. ἑαυτὸν γὰρ ὁ θεὸς γινώσκει, ἑαυτὸν Χριστὸς κηρύττει, ἑαυτὸ τὸ πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἀξίοις. ἐν γραφαῖς δὲ ἁγίαις τριὰς ἡμῖν καταγγέλλεται καὶ πιστεύεται ἀπεριέργως, ἀφιλονείκως [ἐκ] συνθημάτων ἀκοῆς. ἐκ πίστεως δὲ ταύτης ἡ σωτηρία τῆς χάριτος, «ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς ἔργων νόμου». γέγραπται [γὰρ] «ἐξ ἀκοῆς πίστεως τὸ πνεῦμα τοῦ Χριστοῦ» δίδοσθαι τοῖς σωζομένοις. πίστις δὲ ἡ καθόλου κηρύκων φωναῖς αὕτη σημαίνεται, ὡς ἔγωγε οἶμαι κατηχούμενος ἐκ γραφῶν·
τρία ἅγια τρία συνάγια, τρία ὑπαρκτὰ τρία συνύπαρκτα, τρία ἔμμορφα τρία σύμμορφα, τρία ἐνεργὰ τρία συνεργά, τρία ἐνυπόστατα τρία συνυπόστατα ἀλλήλοις συνόντα, τριὰς αὕτη ἁγία καλεῖται, τρία ὄντα, μία συμφωνία, μία θεότης τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς ὑποστάσεως, ὁμοία ἐξ ὁμοίου, ἰσότητα χάριτος ἐργαζομένη πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τὸ δὲ πῶς αὐτοῖς ἀπολείπεται διδάσκειν. «οὐδεὶς γὰρ οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ»· ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου. οὐκοῦν ταῦτα τρία ὄντα ἢ ἐξ αὐτοῦ ἢ παρ’ αὐτοῦ ἢ πρὸς αὐτόν, ἑκάστῳ ἀξίως νοούμενα, καθὼς ἑαυτὰ ἀποκαλύπτει, φῶς πῦρ πνεῦμα καὶ ἄλλαις, οἶμαι, ὁράσεων ὁμοιώσεσι, καθὼς ἄξιος ὁ διακονούμενος ἄνθρωπος.
αὐτὸς τοίνυν ὁ θεὸς ὁ ἐν ἀρχῇ εἰπὼν «γενηθήτω φῶς, καὶ ἐγένετο φῶς», τὸ ὁρώμενον, αὐτὸς ὁ φωτίσας ἡμᾶς «τὸ φῶς» ἰδεῖν «τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόςμον» [«ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου», ὁ Δαυίδ φησιν], αὐτός ἐστιν ὁ κύριος ὁ εἰπὼν «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται», τρία πρόσωπα ἁγίας λειτουργίας δεικνὺς ἡμῖν ἐξ ὑποστάσεως οὔσης τριττῆς. 5. «Λέγω οὖν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας», συνδιακονεῖν δὲ τὸ πνεῦμα τὸ ἅγιον παρειλήφαμεν ἐκ θείων γραφῶν οὕτως· ἀποστέλλεται ὁ Χριστὸς ἀπὸ πατρός, ἀποστέλλεται τὸ πνεῦμα τὸ ἅγιον· λαλεῖ ἐν ἁγίοις Χριστός, λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον· ἰᾶται Χριστός, ἰᾶται τὸ πνεῦμα τὸ ἅγιον· ἁγιάζει Χριστός, ἁγιάζει τὸ πνεῦμα τὸ ἅγιον· βαπτίζει Χριστὸς ἐν τῷ ὀνόματι αὐτοῦ, βαπτίζει τὸ πνεῦμα τὸ ἅγιον. οὕτως λέγουσιν αἱ γραφαί·
PG 42:483«ἀποστελεῖς τὸ πνεῦμά σου, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς», ὅμοιον τῷ λέγειν «ἐξαποστελεῖς τὸν λόγον σου καὶ τήξεις αὐτά»· «λειτουργούντων δὲ αὐτῶν [φησί] τῷ κυρίῳ καὶ νηστευόντων εἶπε τὸ πνεῦμα τὸ ἅγιον, ἀφορίσατε δή μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς», ὅμοιον τῷ λέγειν «ὁ δὲ κύριος εἶπεν, εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν»· «αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν», ὡς ἂν εἴποι Χριστὸς «ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων»· «ἔδοξε γὰρ τῷ πνεύματι τῷ ἁγίῳ μηδὲν ἄλλο ἐπιτίθεσθαι βάρος, πλὴν τῶν ἐπάναγκες», ὡς ἂν εἴποι «λέγω δὲ οὐκ ἐγώ, ἀλλ’ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι»· «διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. ἐλθόντες δὲ εἰς τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα», ὡς ἂν εἴποι Χριστὸς «πορευθέντες βαπτίσατε πάντα τὰ ἔθνη» [ἢ] «μὴ βαστάζετε πήραν, μὴ ῥάβδον, μηδὲ ὑποδήματα»·
«οἵτινες [φησίν] ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ», ἢ Ἄγαβος «τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη», ὅμοιον ᾧ εἶπε Παῦλος «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ» ἢ «μνημονεύετε τῶν λόγων κυρίου, ὅτι αὐτὸς εἶπεν ἀγαθὸν διδόναι μᾶλλον ἢ λαμβάνειν»· «καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι», ὡς ἂν εἴποι «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ»· «πλὴν τὸ πνεῦμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον», ὅμοιον τῷ εἰπεῖν «κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ ψεύδομαι»· «ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης», ὅμοιον τῷ εἰπεῖν «ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος»· «καὶ περιτομὴ καρδίας ἐν πνεύματι» ὅμοιον τῷ εἰπεῖν «καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ»· «εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν», ὅμοιον τῷ εἰπεῖν «καθὼς ἐλάβετε Χριστόν, ἐν αὐτῷ περιπατεῖτε»· καὶ «πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοὶ καὶ λόγος αὐτοῦ ἐν τῷ στόματί μου» καὶ «τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες», ὅμοιον τῷ εἰπεῖν «ἀπαρχὴ Χριστός»·
«ἀλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν», ὅμοιον τῷ εἰπεῖν «ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν»· «ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν πνεύματι ἁγίῳ», ὅμοιον τῷ εἰπεῖν «ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ»· «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ», ὅμοιον τῷ εἰπεῖν «ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί»· «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ», ὅμοιον τῷ εἰπεῖν «ἑαυτοὺς δοκιμάζετε εἰ ὁ Χριστὸς ἐν ὑμῖν»· «ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν», ὅμοιον τῷ εἰπεῖν «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός». 6. Ἀλλὰ [καὶ] τὴν δικαίωσιν ἐξ ἀμφοῖν λέγει καὶ τὴν χάριν· «δικαιωθέντες δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν», ὅμοιον τῷ εἰπεῖν «δικαιωθέντες δὲ ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ»·
PG 42:485«οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ» καὶ οὐδεὶς δύναται πνεῦμα ἅγιον λαβεῖν ἢ παρὰ κυρίου, «διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι», καὶ «ἀπὸ δόξης εἰς δόξαν, καθὼς ἀπὸ κυρίου πνεύματος»· καὶ «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως», ὅμοιον τῷ εἰπεῖν «ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» «τὸ δὲ πνεῦμα ῥητῶς λέγει» ὅμοιον τῷ εἰπεῖν «τάδε λέγει κύριος παντοκράτωρ». καὶ «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν» [ὅμοιον τῷ εἰπεῖν] «ἐάν τις ἐμοὶ ἀνοίξῃ, εἰσέλθω ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα»· Ἠσαί̈ας δὲ «καὶ ἐπ’ αὐτὸν πνεῦμα θεοῦ», ὁ δὲ Χριστὸς «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με»· καὶ «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ», ἢ «κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ». φανερὰ δὲ καὶ ἡ φωνὴ τῶν Σεραφίμ, κράζουσα «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ».
ἐὰν δὲ ἀκούσῃς ὅτι «τῇ δεξιᾷ τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος λαβὼν παρὰ τοῦ πατρὸς» ἢ «περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατε»· ἢ ὅτι «τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον», ἢ ὅτι αὐτὸς λέγει «μὴ μεριμνήσητε τί εἴπητε, ὅτι τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν», ἢ «εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια», ἢ «ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται αὐτῷ» καὶ τὰ ἑξῆς, ἢ «πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου», ἢ «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι», ἢ «Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου» ἢ «ὑπέστρεψεν Ἰησοῦς τῇ δυνάμει τοῦ πνεύματος» ἢ «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν», ὅμοιον τῷ εἰπεῖν «ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» ἢ «κἀγὼ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας» ἢ «διὰ τί ἐπλήρωσε τὴν καρδίαν σου ὁ Σατανᾶς [τῷ Ἀνανίᾳ Πέτρος] ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον;» καὶ μετὰ ταῦτα «οὐκ ἀνθρώποις ἐψεύσω, ἀλλὰ θεῷ».
PG 42:487ἄρα θεὸς ἐκ θεοῦ καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον, ᾧ ἐψεύσαντο οἱ τοῦ τιμήματος τοῦ χωρίου νοσφισάμενοι, ἢ «θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι». τούτου μεῖζον οὐκ ἔχω λέγειν. θεὸς δὲ ὁ υἱός· «ἐξ ὧν [φησίν] ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός». «πίστευσον [φησίν] εἰς τὸν κύριον Ἰησοῦν, καὶ σωθήσῃ», καὶ «ἐλάλησε [φησίν] αὐτοῖς τὸν λόγον τοῦ κυρίου», «ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν αὐτοῖς τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ», ἢ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἢ «ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμήσωσιν», ἢ «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ καὶ σωτῆρος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς», ἢ «προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». ἡ δὲ αὐτὴ ἡ διακονία τοῦ πνεύματος καὶ τοῦ λόγου·
«προσέχετε [φησίν] ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ», ὅμοιον τῷ εἰπεῖν «χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν». 7. Συνεργεῖ τοίνυν, ὡς ἀποδέδεικται, τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· «τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». προσκυνητὸν δὲ τὸ πνεῦμα τὸ ἅγιον· «τοὺς γὰρ προσκυνοῦντας θεῷ ἐν πνεύματι δεῖ προςκυνεῖν καὶ ἀληθείᾳ». εἰ δὲ συνεργεῖ ταῦτα, κτίσις κτίσιν οὐκ ἐργάζεται οὐδὲ κτιστὴ ἡ θεότης γίνεται οὐδὲ ἐν μέτρῳ ἢ περιοχῇ θεὸς γινώσκεται. ἔστι γὰρ ἀπερίγραφος, ἀχώρητος, ἀπερινόητος, πάντα περιέχων τὰ ποιήματα τοῦ θεοῦ. οὐδὲ λατρευτὴ ἡ κτίσις. «ἐλάτρευσαν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν». πῶς γὰρ οὐ μωρὸν κτίσιν θεολογεῖν, ἀθετεῖν δὲ τὴν πρώτην ἐντολὴν τὴν λέγουσαν «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν», «οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος;» ἐν γραφαῖς δὲ ἁγίαις διάφορα ὀνόματα καλεῖται πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος·
PG 42:489πατρὸς μὲν πατὴρ παντοκράτωρ, πατὴρ ἁπάντων, πατὴρ Χριστοῦ· υἱοῦ δὲ λόγος, Χριστός, φῶς ἀληθινόν· τοῦ δὲ ἁγίου πνεύματος παράκλητος, πνεῦμα ἀληθείας, πνεῦμα θεοῦ, πνεῦμα Χριστοῦ. ἔτι τοίνυν ὁ θεὸς νοεῖται καὶ πατὴρ φῶς, ἀλλ’, ὡς ὑπέρλαμπρον, δύναμις, σοφία. εἰ δὲ φῶς ὁ θεὸς καὶ πατήρ, φῶς ἄρα ἐκ φωτὸς ὁ υἱὸς καὶ διὰ τοῦτο «φῶς οἰκῶν τὸ ἀπρόσιτον». δύναμις δὲ ὅλος ὁ θεός, καὶ διὰ τοῦτο [ὁ υἱὸς] «κύριος τῶν δυνάμεων». σοφία ὅλος ὁ θεός, οὐκοῦν σοφία ὁ υἱὸς ἐκ σοφίας, «ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι». ζωὴ δὲ ὅλος ὁ θεός, οὐκοῦν ζωὴ ἐκ ζωῆς ὁ υἱός· «ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή». τὸ δὲ ἅγιον πνεῦμα παρὰ ἀμφοτέρων, πνεῦμα ἐκ πνεύματος. «πνεῦμα γὰρ ὁ θεός», θεότης χαρισμάτων ἐστὶ δοτήρ, ἀληθέστατον, φωτιστικόν, παράκλητον, βουλευμάτων τοῦ πατρὸς ἀγγελτικόν. ὡς γὰρ ὁ υἱὸς «μεγάλης βουλῆς ἄγγελος», οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον· «ἀλλ’ ἐλάβομεν [φησί] πνεῦμα θεοῦ, ἵνα ἴδωμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ θεοῦ, ἃ καὶ λαλοῦμεν, οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος θεοῦ, πνευματικοῖς πνευματικὰ συγκρίνοντες». 8.
Ἀλλ’ ἐρεῖ τις, οὐκοῦν φαμεν δύο εἶναι υἱούς, καὶ πῶς μονογενής; «μενοῦνγε, σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ θεῷ;» εἰ γὰρ τὸν μὲν υἱὸν καλεῖ τὸν ἐξ αὐτοῦ, τὸ δὲ ἅγιον πνεῦμα τὸ παρ’ ἀμφοτέρων, ἃ μόνον πίστει νοούμενα ὑπὸ τῶν ἁγίων, φωτεινά, φωτοδότα, φωτεινὴν τὴν ἐνέργειαν ἔχει συμφωνίαν τε πρὸς αὐτὸν τὸν πατέρα ποιεῖται φωτός, πίστει ἄκουε, ὦ οὗτος, ὅτι ὁ πατὴρ ἀληθοῦς υἱοῦ ἐστι πατήρ, φῶς ὅλος, καὶ [ὁ] υἱὸς ἀληθοῦς πατρὸς [υἱός], φῶς ἐκ φωτός, οὐχ ὡς τὰ ποιητὰ ἢ κτιστὰ προσηγορίᾳ μόνῃ· καὶ πνεῦμα ἅγιον πνεῦμα ἀληθείας ἐστί, φῶς τρίτον παρὰ πατρὸς καὶ υἱοῦ· τὰ δ’ ἄλλα πάντα θέσει ἢ κλήσει, οὐχ ὅμοια τούτοις ἐνεργείᾳ ἢ δυνάμει ἢ φωτὶ ἢ ἐννοίᾳ· ὡς ἂν εἴποι τις «υἱοὺς ἐγέννησα καὶ ὕψωσα» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες» ἢ ὡς ἂν εἴποι τις «ὁ τετοκὼς βώλους δρόσου» ἢ ὡς ἂν εἴποι τις «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα». οὐ γὰρ ὡς οἱ λοιποὶ πατέρες ἢ πατριάρχαι ὁ ἀληθινὸς πατὴρ ἀρξάμενος τοῦ εἶναι πατὴρ ἢ ἐκλείπων ποτὲ τῷ χρόνῳ τοῦ εἶναι πατήρ.
εἰ γὰρ ἄρχεται τοῦ εἶναι πατήρ, υἱὸς ἄρα ἦν ποτε ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα μονογενοῦς· καθ’ ὁμοιότητα δὲ πατέρες πατέρων νοοῦνται τέκνα, καὶ εἰς ἄπειρον τὸν ἀληθῶς πατέρα τῆς ἀρχαιολογίας εὑρεῖν ἔστιν. οὐδὲ ὡς τὰ λοιπὰ τέκνα θέσει ὁ υἱὸς ὁ ἀληθινός, νέος τοῦ εἶναι υἱός. εἰ γὰρ νέος τοῦ εἶναι υἱός, ἦν ποτε χρόνος ὅτε οὐκ ἦν ὁ πατὴρ πατὴρ μονογενοῦς. οὐδὲ ὡς τὰ λοιπὰ πνεύματα τὸ πνεῦμα τῆς ἀληθείας κτιστὸν ἢ ποιητόν. οὐδὲ ὡς οἱ λοιποὶ ἄγγελοι «ὁ τῆς μεγάλης βουλῆς ἄγγελος» καλεῖται. ἃ μὲν γὰρ ἀρχὴν καὶ τέλος ἔχει, ἃ δὲ ἀνεπινόητον ἔχει τὴν ἀρχὴν καὶ τὸ κράτος· καὶ ἃ μὲν κτίζει τὰ πάντα εἰς ἀπείρους αἰῶνας, συνεργοῦντα τῷ πατρί, ἃ δὲ κτίζεται ὑπὸ τούτων ὡς ἂν ἐθέλοιεν· καὶ ἃ μὲν λατρεύει τούτοις, ἃ δὲ λατρευτὰ ὑπὸ τῶν ὅλων κτισμάτων· καὶ ἃ μὲν ἰᾶται τὰ ποιήματα, ἃ δὲ τὴν ἴασιν λαμβάνει παρ’ αὐτῶν· καὶ ἃ μὲν κρίνεται κατ’ ἀξίαν, ἃ δὲ τὴν κρίσιν ἔχει τὴν δικαίαν· καὶ ἃ μὲν [ἐν] χρόνῳ ἔστιν, ἃ δὲ οὐκ ἐν χρόνῳ τυγχάνει· καὶ ἃ μὲν φωτίζει τὰ πάντα, ἃ δὲ φωτίζεται ὑπὸ τούτων· καὶ ἃ μὲν καλεῖ νηπίους εἰς ὕψος, ἃ δὲ καλεῖται ὑπὸ τοῦ τελείου.
PG 42:491καὶ ἃ μὲν χαρίζεται πᾶσιν, ἃ δὲ χαρίσματα λαμβάνει· καὶ καθάπαξ εἰπεῖν, ἃ μὲν ἐξυμνεῖ τὴν ἁγιότητα ἐν οὐρανοῖς οὐρανῶν καὶ λοιποῖς ἀοράτοις τόποις, ἃ δὲ ἐξυμνούμενα τὰ δῶρα ἀξίως παρέχει τοῖς ἀξίοις. 9. Πνεύματα δὲ πλεῖστά φησιν ἡ γραφή· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα», καὶ «πάντα τὰ πνεύματα αἰνεῖτε τὸν κύριον». χάρισμα δὲ ἀξίοις δίδοται «διακρίσεως πνευμάτων». ἃ μὲν γὰρ ἐπουράνιά ἐστι, «χαίροντα τῇ ἀληθείᾳ», ἃ δὲ ἐπίγεια, ἀπάτης καὶ πλάνης ἐπιτήδεια, ἃ δὲ ὑπόγεια, ἀβύσσου καὶ σκότους τέκνα. «παρεκάλει» γὰρ τὸ εὐαγγέλιόν φησιν «ἵνα μὴ πέμψῃ αὐτοὺς εἰς τὴν ἄβυσσον ἀπελθεῖν»· ὡσαύτως δὲ καὶ τοῖς πνεύμασιν ἐπέτασσε. καὶ πνεύματα δὲ ἐξεδίωκε λόγῳ καὶ «οὐκ εἴα αὐτὰ λαλεῖν». λέγεται δὲ «πνεῦμα κρίσεως καὶ πνεῦμα καύσεως», λέγεται καὶ πνεῦμα κόσμου· «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν» φησί, καὶ πνεῦμα δὲ ἀνθρώπου· «τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου;» καὶ «πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον»·
«ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει», καὶ «ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι», καὶ «πνεύματα δὲ προφητῶν προφήταις ὑποτάςσεται». καὶ «ἰδού, πνεῦμα ψευδὲς ἔστη ἐνώπιον κυρίου, καὶ εἶπεν αὐτῷ, ἐν τίνι ἀπατήσεις τὸν Ἀχαάβ; καὶ ἔσομαι, φησί, πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν». λέγεται δὲ «πνεῦμα κατανύξεως» εἶναι, «πνεῦμα δειλίας», καὶ «πνεῦμα Πύθωνος» καὶ «πνεῦμα πορνείας» καὶ «πνεῦμα καταιγίδος» καὶ «πνεῦμα πολυρρῆμον» καὶ «πνεῦμα ἀσθενείας» καὶ «πνεῦμα ἀκάθαρτον» καὶ «πνεῦμα κωφὸν καὶ πνεῦμα ἄλαλον» καὶ «πνεῦμα μογιλάλον» καὶ «πνεῦμα χαλεπὸν λίαν, ὃ καλεῖται λεγεών», καὶ τὰ «πνευματικὰ τῆς πονηρίας». ἄπειρα δὲ τὰ περὶ πνευμάτων λόγια σοφοῖς. ἀλλ’ ὥσπερ οἱ πολλοὶ υἱοὶ θέσει ἢ κλήσει, οὐκ ἀληθείᾳ δέ, διὰ τὸ ἀρχὴν ἔχειν καὶ τέλος ἁμαρτητικῶς, οὕτω καὶ πνεύματα πλεῖστα θέσει ἢ κλήσει, κἂν ἁμαρτητικὰ ᾖ, τὸ δὲ ἅγιον πνεῦμα μόνον καλεῖται ὑπὸ πατρὸς καὶ υἱοῦ «πνεῦμα ἀληθείας» καὶ πνεῦμα θεοῦ καὶ πνεῦμα Χριστοῦ καὶ πνεῦμα χάριτος.
χαρίζεται γὰρ ἑκάστῳ διαφόρως τὸ ἀγαθόν, «ᾧ μὲν πνεῦμα σοφίας, ᾧ δὲ πνεῦμα γνώσεως, ᾧ δὲ πνεῦμα ἰσχύος, ᾧ δὲ πνεῦμα ἰαμάτων, ᾧ δὲ πνεῦμα προφητείας, ᾧ δὲ πνεῦμα διακρίσεως, ᾧ δὲ γλωσσῶν, ᾧ δὲ ἑρμηνειῶν», καὶ τὰ λοιπὰ χαρίσματα, ὥς φησιν «ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται»· ὅτι «τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με, ὁ θεός», φησὶν ὁ Δαυίδ, ἢ «τὸ πνεῦμα ὅπου θέλει πνεῖ», τὸ ἐνυπόστατον διὰ τῶν τοιούτων τοῦ ἁγίου πνεύματος δεικνὺς ἡμῖν, «καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει», καὶ «ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος καὶ πνεύματος», ὅμοιον ᾧ εἶπε Παῦλος «ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα». περὶ τούτου ὁ κύριος «ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ». καὶ «ἔτι πολλὰ ἔχω λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν πάντα». 10.
PG 42:493Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, φησὶν ὁ κύριος, λήψεται, ὃν τρόπον «οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ», οὕτως τολμῶ λέγειν, ὅτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ὁ υἱὸς ἐξ οὗ λαμβάνει, καὶ ὁ πατὴρ παρ’ οὗ ἐκπορεύεται, καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς, τὸ διδάσκον τὰ πάντα, τὸ μαρτυροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρός, ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγητής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ, ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός· υἱὸς φυσικός, υἱὸς ἀληθής, υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ καὶ τὸ πνεῦμα [οὐχ υἱός], ἀλλὰ πνεῦμα ὀνομαζόμενον. οὗτος ὁ θεὸς δοξαζόμενος ἐν ἐκκλησίᾳ· πατὴρ ἀεί, υἱὸς ἀεί, καὶ πνεῦμα ἅγιον ἀεί, ὑψηλὸς [ἐξ] ὑψηλοῦ καὶ ὕψιστος, νοερός, δόξαν ἔχων ἀμέτρητον, ᾧ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητά, ἁπαξαπλῶς τὰ σύμπαντα μετρούμενα καὶ περιεχόμενα ἕκαστα.
θεότης δὲ μία ἐν Μωυσῇ μάλιστα καταγγέλλεται, δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύσσεται, τριὰς δὲ ἐν εὐαγγελίοις φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. γνῶσις δὲ αὕτη ἀθανασία, ἐκ πίστεως τε αὐτῆς ἡ υἱοθεσία γίνεται. ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωυσῇ· δεύτερον δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς προφητείαις· τρίτον δὲ δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθμίζουσα ἐν εὐαγγελικοῖς πρὸς κατοίκησιν ἑαυτῆς, σκηνὴν δὲ ἁγίαν λαὸν ἅγιον, [ὃς] τὸν δίκαιον ἔχει μόνον [τὸν] συνόντα τούτοις.
κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος, μία θεότης ἄφθαρτος, μία θεότης ἀπερινόητος, ἀκατάληπτος, ἀνεκδιήγητος, ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα, καλοῦσα, προορίζουσα, δοξάζουσα, ἐξ Ἅιδου ὑψοῦσα, ἁγιάζουσα, ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν τὰ τρία ταῦτα, ἐπουράνια, ἐπίγεια καὶ καταχθόνια, πνεῦμα ψυχὴν σάρκα, πίστιν ἐλπίδα ἀγάπην, παρελθόντα ἐνεστῶτα μέλλοντα, αἰώνια, αἰῶνα αἰῶνος, αἰῶνας αἰώνων, σάββατα σαββάτων, περιτομὴν σαρκός, περιτομὴν καρδίας, «περιτομὴν Χριστοῦ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν»· καθόλου δὲ καθαροποιεῖ ἑαυτῇ τὰ πάντα, τὰ ἀόρατα καὶ τὰ ὁρατά, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, δυνάμεις· ἐν πᾶσι δὲ ἡ αὐτὴ φωνὴ ἁγία, ἀπὸ δόξης εἰς δόξαν ἅγιος ἅγιος ἅγιος φωνοῦσα, πατέρα ἐν υἱῷ, υἱὸν δὲ ἐν πατρὶ [δοξάζουσα] σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. καὶ ἐρεῖ ὁ οὕτω πιστεύων, γένοιτο γένοιτο. [Πε]πλήρωται τὰ [ἐκ] τοῦ Ἀγκυρωτοῦ. 11.
PG 42:495Καὶ ταῦτα μέν ἐστιν ἃ ἤδη περὶ τῆς πίστεως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γράφοντες κατὰ τὸ βραχύτατον ἡμῶν τῆς μετριότητος ἐξηγησάμεθα καὶ ἐκ τῶν προρρηθέντων παρεθέμεθα. ἔτι δὲ ἐπιμενοῦμεν εἰς σύστασιν τῆς ἑαυτῶν ζωῆς εὐσεβῶς μαρτυρίας φέροντες καὶ ἐξ ὀρθοῦ λογισμοῦ εὐσεβῶς περὶ θεότητος διαλαμβάνοντες. ὅτι μὲν γὰρ ἐν τοῖς πρὸ τούτου ἀπεδείχθη διὰ πολλῶν μαρτυριῶν ὁ μονογενὴς συμπράττων τῷ πατρὶ καὶ τὰ ἴσα ἐν ἅπασι τελειῶν καὶ χαριζόμενος, ὡς ἐξ αὐτοῦ ὢν καὶ οὐκ ἀλλοῖος παρὰ τὴν τοῦ πατρὸς δύναμιν καὶ θεότητα, ἀλλὰ ὁμοούσιος πατρί, οὐ μόνον δὲ ὁ υἱός, ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα συμπρᾶττον υἱῷ καὶ πατρὶ καὶ τὰ ἴσα ἐργαζόμενον δωρούμενόν τε καὶ χαριζόμενον ὡς βούλεται, ὡς καὶ αὐτὸ ὄντως ἐκ θεοῦ ὂν καὶ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλ’ ὁμοούσιον πατρὶ καὶ υἱῷ, παντί τῳ σαφὲς [καὶ] κατὰ πάντα ἐκ τῶν τοσούτων μαρτυριῶν ἀπεδείχθη τε καὶ ἀποδειχθήσεται.
νῦν δὲ διὰ τοὺς ἀντιθέτους καὶ ἐχθροὺς τοῦ ἁγίου πνεύματος περὶ μόνου τοῦ ἁγίου πνεύματος τὰ εὐσεβῆ τοῦ ὀρθοῦ λογισμοῦ καὶ τὰ ἀπὸ μαρτυριῶν τῆς αὐτῆς θείας γραφῆς διηγησάμενοι περισσοτέρως ταῖς πρότερον παραθησόμεθα μαρτυρίαις, ἀκολούθως τῇ περὶ ἁγίου πνεύματος ἀληθινῇ εὐσεβείᾳ· ὡς ἔχει γὰρ καὶ ἔστι πνεῦμα ἅγιον ἑνικόν, ὑπὸ πάντων προσκυνούμενον, πᾶσιν ἐπιπόθητον τοῖς κτίσμασί τε καὶ ποιήμασιν, οὐδενὶ ἐξισούμενον, οὐκ ἀγγέλῳ, οὐ πνεύματι ἑτέρῳ, ἀλλ’ ἑνικόν· ἐπειδὴ γὰρ καὶ πολλὰ πνεύματά ἐστι, τοῦτο δὲ ἀνώτατον πάντων πνευμάτων, ὡς ὂν ἀεὶ ἐκ πατρὸς καὶ μὴ ἀπὸ τῶν ἄλλων τῶν ἐξ οὐκ ὄντων γενομένων ὄν. πολλὰ γάρ ἐστι πνεύματα, ἓν δὲ τὸ ἅγιον πνεῦμα· ὥσπερ εἷς θεὸς καὶ εἷς μονογενὴς υἱὸς τοῦ θεοῦ, οὕτω καὶ [ἓν] πνεῦμα ἅγιον θεοῦ, ἀπὸ δὲ θεοῦ καὶ ἐν θεῷ. ἀλλὰ ὁ μὲν μονογενὴς υἱὸς ἀκατάληπτος, τὸ δὲ πνεῦμα ἀκατάληπτον, ἐκ θεοῦ δὲ καὶ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ. οὐ συναλοιφὴ δέ ἐστι πατρὶ καὶ υἱῷ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας, οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα, οὐχ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ’ ἡ αὐτὴ θεότης, καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα.
PG 42:497καὶ τὸ μὲν πνεῦμα πνεῦμα ἅγιον, ὁ δὲ υἱὸς υἱός. τὸ δὲ πνεῦμα παρὰ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, «ἐρευνῶν τὰ βάθη τοῦ θεοῦ», «ἀναγγέλλον» τὰ υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς τριάδος· τρίτον τῇ ὀνομασίᾳ, [ἐπειδὴ ἡ τριάς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα «ἀπελθόντες, γάρ φησι, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος»], ἐπισφραγὶς τῆς χάριτος, σύνδεσμος τῆς τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐκ ἀλλότριον τῆς δωρεᾶς, ἀλλ’ εἷς θεός, μία πίστις, εἷς κύριος, ἓν χάρισμα, μία ἐκκλησία, ἓν βάπτισμα. 12. Ἀεὶ γὰρ ἡ τριὰς τριάς, ὡς πολλάκις ἔφην, καὶ οὐδέποτε προσθήκην λαμβάνει, ὡς γλυκίως ἔστιν ὁμολογεῖν καὶ ἀκορέστως λέγειν· «γλύκια» γάρ φησιν ὁ προφήτης «τῷ λάρυγγί μου τὰ λόγιά σου». καὶ εἰ τὰ λόγια γλύκια, πόσῳ γε μᾶλλον τὸ ὄνομα τὸ ἅγιον ἡ τριάς, ἡ πηγὴ πάσης γλυκύτητος; τριὰς οὖν οὕτως ἀριθμουμένη· πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὐ συναλοιφὴ δὲ ἡ τριάς, οὐ διεστῶσα τῆς ἑαυτῆς μονάδος, ἐν ὑποστάσει δὲ τελειότητος τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα.
τὸ δὲ ἀνάπαλιν πνεῦμα ταττόμενον ἐν χαρίσμασι· «διαιρέσεις γὰρ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι». Τούτων δὲ οὕτως ἐχόντων ἀσφαλισώμεθα μὴ ἐκπέσωμεν τῆς ἀληθείας, ἀλλ’ ὁμολογήσωμεν τὴν ἀλήθειαν, οὐ συνηγοροῦντες ὑπὲρ θεοῦ, ἀλλ’ εὐσεβῶς νοοῦντες, ἵνα μὴ ἀπολώμεθα. ἀνένδεκτον γὰρ κτιστόν τι ἐν τριάδι λέγειν ἢ διανοεῖσθαι ἢ ἐπιγένητον, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὔτε συνάδελφος υἱὸς πατρὶ οὔτε συναλοιφή, καὶ τὸ πνεῦμα οὔτε συναλοιφὴ οὔτε συνάδελφον πατρὶ καὶ υἱῷ [οὔτε συναλοιφὴ τὸ πνεῦμα πατρὶ καὶ υἱῷ]. υἱὸς δὲ γεννητὸς ἐκ πατρὸς καὶ πνεῦμα προελθὸν ἐκ πατρός, ἀνεκδιηγήτως τῆς τριάδος οὔσης ἐν ταυτότητι δοξολογίας καὶ ἀκαταλήπτως υἱοῦ ὄντος σὺν πατρὶ καὶ πνεύματος ἁγίου ὡσαύτως, καὶ μηδέποτε διαλειπούσης τῆς τριάδος τῆς αὐτῆς ἀϊδιότητος.
πατὴρ οὖν ἀεὶ ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος, υἱὸς δὲ γεννητός, ἀλλ’ ἄκτιστος καὶ ἀκατάληπτος, πνεῦμα ἅγιον ἀεί, οὐ γεννητόν, οὐ κτιστόν, οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, ἀλλ’ ἐκ τῆς αὐτῆς οὐσίας πατρὸς καὶ υἱοῦ πνεῦμα ἅγιον· «πνεῦμα γὰρ ὁ θεός». 13. Τῆς δὲ τοιαύτης ἠσφαλισμένης ἡμῶν ζωῆς αἱ μαρτυρίαι ἐν πάσῃ γραφῇ ἐμφέρονται. ἀπὸ δὲ τῶν πλειόνων ὀλίγα παραθήσομαι κατὰ τὸ δυνατόν, ἵνα μὴ ἀμάρτυρον περὶ πνεύματος καὶ ἐν τῷ παρόντι παρελεύσομαι τὴν ὑφήγησιν. εὐθὺς μὲν γὰρ ὁ πατήρ φησι περὶ τῆς τοῦ υἱοῦ παρουσίας ὅτι «θήσομαι τὸ πνεῦμά μου ἐπ’ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ», ἵνα γνήσιον κηρύξῃ θεὸν τὸ ἅγιον αὐτοῦ πνεῦμα, πᾶσι πιστοῖς εἰς σωτηρίαν. εἶτα δὲ ὁ μονογενὴς τῇ αὐτοῦ μαρτυρίᾳ προσθεὶς φάσκει «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με», ἵνα ἡ ἔνσαρκος αὐτοῦ παρουσία καὶ τῷ πνεύματι τῷ ἁγίῳ ἠσφαλισμένη καὶ πιστοῖς κηρυττομένη σαφῶς ὁμολογηθῇ ἀπὸ τῆς τοῦ Χριστοῦ μαρτυρίας, ὅτι οὐκ ἀλλότριον τὸ πνεῦμά ἐστι τοῦ θεοῦ.
PG 42:499πάλιν δὲ ὁ κύριος περὶ τοῦ πνεύματος, ὅτι «τὸ πνεῦμα τοῦ πατρός μού ἐστι τὸ λαλοῦν ἐν ὑμῖν», καὶ πάλιν ὡς οὐκ ἀλλοτρίου τοῦ πνεύματος τυγχάνοντος τῆς τοῦ θεοῦ θεότητος, «ἐνεφύσησεν εἰς τὸ πρόσωπον τῶν μαθητῶν, καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον», καὶ πάλιν, ἵνα δείξῃ τὴν ἑαυτοῦ ἰσότητα καὶ ὁμοουσιότητα πρὸς τὸ πνεῦμα αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ τὸ ἅγιον, φησίν «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν», ὡς αὐτοῦ τοῦ κυρίου παρακλήτου ὄντος καὶ τοῦ πνεύματος τοῦ ἁγίου συμπαρακλήτου ὄντος ὁμοίως. οἱ δὲ ἀπόστολοι δεικνύοντες ὅτι οὐ δοῦλον τυγχάνει τὸ πνεῦμα, ἀλλὰ τῆς αὐτῆς θεότητος, τὴν αὐτοῦ αὐθεντίαν ὑποδεικνύντες φασὶ «καὶ εἶπε τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς», καὶ τὰ ἑξῆς. ὁ δὲ ἀπόστολος σαφῶς περὶ αὐτοῦ λέγει «ὁ δὲ κύριός ἐστι τὸ πνεῦμα, οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ «ὑμεῖς ναὸς θεοῦ ἐστε, καὶ τὸ πνεῦμα κυρίου οἰκεῖ ἐν ὑμῖν».

Against AeriusAdversus Ærium

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
εἰ τοίνυν ναὸς θεοῦ καλούμεθα δι’ ἐνοίκησιν ἁγίου πνεύματος, τίς τολμήσειε παραιτήσασθαι τὸ πνεῦμα καὶ ἀπαλλοτριῶσαι τῆς τοῦ θεοῦ οὐσίας, σαφῶς τοῦ ἀποστόλου λέγοντος ἡμᾶς ναοὺς θεοῦ γίνεσθαι, διὰ τὸ ἐνοικοῦν πνεῦμα ἅγιον ἐν τοῖς ἀξίοις; πῶς δὲ ἀλλότριον θεοῦ ἔσται τὸ πνεῦμα «τὰ βάθη τοῦ θεοῦ ἐρευνῶν;» καὶ μὴ λέγε μοι· ἐρευνᾷ, καὶ οὔπω γινώσκει, ὥς τινες τολμῶσι βλασφημεῖν καὶ ἑαυτοὺς ἀπολλύειν, ἐπεὶ ἂν καὶ [τὸ] αὐτὸ λέξωσι περὶ τοῦ πατρός, ὅτι καὶ περὶ αὐτοῦ γέγραπται ὅτι «ἐρευνᾷ ταμεῖα κοιλίας». καὶ εἰ ἀσεβῶς νοήσεις διὰ τὸ μὴ ἐπικεῖσθαι τῷ ἐρευνᾶν τὸ γινώσκειν ἐπὶ τοῦ πνεύματος, ἀσεβήσαις ἂν καὶ περὶ τοῦ πατρὸς τὴν αὐτὴν ἀναγκαζόμενος παρεκφέρειν ὑπόνοιαν. οὔτε γὰρ ἐπὶ πατρὸς ἐρευνῶντος ταμεῖα κοιλίας πρόσκειται τὸ γινώσκειν [οὔτε γὰρ χρεία ἦν εἰπεῖν] σαφῶς δηλουμένης τῆς τοῦ θεοῦ προγνωσίας ἀπὸ τοῦ ἐρευνᾶν [καὶ] τὸ τέλειον τῆς ἀποφάσεως ἐχούσης. οὕτω μοι καὶ περὶ πνεύματος καὶ υἱοῦ καὶ πατρὸς [νόησον] τὴν μίαν γνῶσιν καὶ τὴν προγνωσίαν, σαφῶς ἐχούσης τῆς ἁγίας τριάδος τὴν τελειότητά τε καὶ ταυτότητα. 14.
PG 42:501Καὶ ἀμύθητα ἔστι περὶ τούτων λέγειν καὶ ἀπὸ θείας γραφῆς ὄγκον μαρτυριῶν φέρειν καὶ εἰς πλάτος ἐπιμηκύνειν καὶ κάματον ἐμποιεῖν τοῖς ἐντυγχάνουσιν. ἀρκετῶς γὰρ ἐν πάσῃ αἱρέσει πολλὰ εἰπόντες τὰς πάσας ἐν θεοῦ δυνάμει ἡμεῖς οἱ ἀσθενεῖς ἀνετρέψαμεν καὶ ἀπεδείξαμεν ἀλλοτρίας οὔσας τῆς ἀληθείας καὶ ἑκάστην αὐτῶν βλασφημοῦσαν καὶ ἀρνουμένην τὴν ἀλήθειαν, κἄν τε ἐν βραχεῖ κἄν τε ἐν πολλῷ, ὡς καὶ οὗτοι [οἱ] μάτην εἰς τὸν κύριον βλασφημοῦντες καὶ εἰς τὸ ἅγιον πνεῦμα καὶ μὴ ἔχοντες «μήτε ἐνταῦθα μήτε ἐν τῷ μέλλοντι αἰῶνι» κατὰ τὰ ὑπὸ κυρίου εἰρημένα «ἄφεσιν» ἁμαρτιῶν διὰ τὴν εἰς τὸ ἅγιον πνεῦμα βλασφημίαν, καταπατηθέντες ὑπ’ αὐτῆς τῆς ἀληθείας δίκην κεράστου δεινοῦ μονοκέρωτος, τοῦ νοῦ τῆς βλασφημίας δυναμένου ὅλον τὸ σῶμα φθείρειν, παισθέντες τῷ τοῦ ξύλου λόγῳ καὶ τῇ τοῦ μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ, ὅτι τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα «οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι ἀφεθήσεται», ὡς ἔφην, καταπατηθέντες καὶ συντριβέντες, μὴ ἰσχύοντες κατὰ τῆς ἀληθείας. «πύλαι γὰρ Ἅιδου» ἀληθῶς πᾶσαι αἱ αἱρέσεις, ἀλλὰ «κατὰ τῆς πέτρας οὐ κατισχύσουσι», τουτέστι κατὰ τῆς ἀληθείας.
κἄν τε γὰρ ἐξ αὐτῶν τινες θελήσειαν λέγειν ὅτι «τὴν μὲν πίστιν τὴν ἐκτεθεῖσαν κατὰ Νίκαιαν καὶ αὐτοὶ ὁμολογοῦμεν· δεῖξον δέ μοι ἀπ’ αὐτῆς ὅτι τὸ ἅγιον πνεῦμα ἐν τῇ θεότητι συναριθμεῖται», εὑρεθήσονται καὶ ἀπ’ αὐτῆς ἐλεγχόμενοι. οὐ γέγονε δὲ τότε περὶ τοῦ πνεύματος ἡ ζήτησις. πρὸς γὰρ τὸ ὑποπῖπτον ἐν καιρῷ καὶ καιρῷ αἱ σύνοδοι τὴν ἀσφάλειαν ποιοῦνται. ἐπεὶ οὖν ὁ Ἄρειος εἰς τὸν υἱὸν τὴν δυσφημίαν ἀπετείνετο, τούτου ἕνεκα μετὰ περισσῆς διαλογῆς ἀκρίβεια τῶν λόγων γεγένηται. ὅρα δὲ ἀπ’ αὐτῆς τῆς ὁμολογίας ὅτι οὔτε ἐν τούτῳ εὑρεθήσονταί τι λέγοντες οἱ εἰς τὸ πνεῦμα βλασφημοῦντες, οἱ Πνευματομάχοι καὶ ἀλλότριοι τῆς αὐτοῦ δωρεᾶς καὶ ἁγιαστείας. εὐθὺς γὰρ ἡ ἔκθεσις ὁμολογεῖ καὶ οὐκ ἀρνεῖται· «πιστεύομεν γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα». τὸ δὲ πιστεύομεν οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ ἡ πίστις εἰς τὸν θεὸν «καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν»· [καὶ] οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ εἰς θεὸν ἡ πίστις «καὶ εἰς τὸ ἅγιον πνεῦμα»·
PG 42:503καὶ οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ εἰς μίαν δοξολογίαν καὶ εἰς μίαν ἕνωσιν θεότητος καὶ μίαν ὁμοουσιότητα, εἰς τρία τέλεια, μίαν δὲ θεότητα, μίαν οὐσίαν, μίαν δοξολογίαν, μίαν κυριότητα ἀπὸ τοῦ «πιστεύομεν» καὶ «πιστεύομεν» καὶ «πιστεύομεν». καὶ ἐνταῦθα διέπεσεν ὁ τῶν τοιούτων λόγος. καὶ ἕως ποῦ μηκύνω τὸν λόγον, ἀρκετῶς ἡγησάμενος τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι τὰ κατὰ τούτων εἰρημένα; διὸ ὑπερβήσομαι καὶ ταύτην, δεόμενος θεοῦ ἡμῶν συνήθως ἀντιλαβέσθαι πρὸς τὴν τούτων ἀνατροπὴν ἁπάντων, ὅπως ἐν τῇ αὐτοῦ δυνάμει τὸ ἐπάγγελμα τελειώσαντες κατὰ πάντα αὐτῷ εὐχαριστήσωμεν. Κατὰ Ἀερίου νε, τῆς δὲ ἀκολουθίας οε. 1. Ἀέριός τις πάλιν ὡσαύτως τῷ κόσμῳ γεγένηται μέγα κακόν, ἐμβροντηθεὶς τὴν ἔννοιαν, ἐπαρθεὶς τὸ φρόνημα. πᾶσαν γὰρ αἵρεσιν κακοβουλία τῶν γενομένων ἀπ’ ἀρχῆς ἄχρι τέλους ἢ κενοδοξίας ἢ ἐπάρσεως φρόνημα εἰργάσατο, ἢ ἐπιθυμίας ὄρεξις ἢ ζῆλος πρὸς τοὺς πέλας ἢ παροξυσμὸς ἢ προπέτεια. τὸ δὲ πᾶν ἐκ διαβόλου ἡ τύφλωσις, οὐ τοῦ διαβόλου ἰσχύοντος ἀπατᾶν τὸν μὴ βουλόμενον, ἀλλὰ ἑκάστου ἑαυτῷ παραιτίου γινομένου τῆς περὶ τὴν ἁμαρτίαν ἐργασίας, «ἵνα» φησίν «οἱ δόκιμοι φανεροὶ γένωνται».
Οὗτος ὁ Ἀέριος ἔτι καὶ δεῦρο ζῇ ἐν σαρκὶ καὶ περίεστι τῷ βίῳ, Ἀρειανὸς μὲν τὸ πᾶν. ἄλλως γὰρ οὐ φρονεῖ, ἀλλ’ ὡς Ἄρειος, καὶ ἔτι ἐπέκεινα μειζόνως τὰ Ἀρείου ἐπιζητήσας, ὠξυμμένος τε τὴν γλῶτταν καὶ ἐξωπλισμένος ἐν χείλεσιν, ἐν τούτῳ τῷ μέρει, ὅπως ἐξελκύσῃ εἰς ἑαυτὸν ἠπατημένον στρατὸν καὶ πληθὺν τῶν ἀεὶ τὰς ἀκοὰς γαργαλιζομένων καὶ τὴν διάνοιαν ὑποχαλωμένων. καὶ γὰρ καὶ αὐτὸς τῷ βίῳ ἐφεύρατό τινα μεγάλην μυθώδη κενοδοξίαν, γέλοιον μέν [τι] ἐμποιοῦσαν τοῖς ἔμφροσιν, ὅμως διὰ τούτου πολλοὺς ἠπάτησε καὶ παρείλκυσεν. οὗτος γίνεται συσχολαστὴς Εὐσταθίου Σεβαστίου τοῦ τῆς Σεβαστείας, Πόντου τῆς καλουμένης χώρας ἤτοι μικρᾶς Ἀρμενίας. ὁμοῦ γὰρ ἦσαν ἀσκοῦντες ὅ τε προειρημένος Εὐστάθιος καὶ ὁ Ἀέριος. ὅτε δὲ ὁ Εὐστάθιος ἦλθεν εἰς τὴν ἐπισκοπήν, ἐκεῖνος μᾶλλον ἐπεθύμει, ἀλλ’ οὐκ ἔφθασεν εἰς τοῦτο. ἐντεῦθεν ζῆλος γίνεται. ἐδόκει δὲ προσλιπαρεῖν ὁ Εὐστάθιος τὸν Ἀέριον. αὐτίκα [γὰρ] ὕστερον καθιστᾷ τοῦτον πρεσβύτερον τό τε ξενοδοχεῖον αὐτῷ ἐμπιστεύει, ὅπερ ἐν τῷ Πόντῳ καλεῖται πτωχοτροφεῖον.
τοιαῦτα γάρ τινα κατασκευάζουσι κατὰ φιλοξενίαν καὶ τοὺς λελωβημένους καὶ ἀδυνάτους ἐκεῖσε ποιοῦντες καταλύειν ἐπιχορηγοῦσι κατὰ δύναμιν οἱ τῶν ἐκκλησιῶν προστάται. 2. Ἐπεὶ οὖν ἡ μῆνις ἀπ’ αὐτοῦ οὐ διέλειπε, καθ’ ἑκάστην ἡμέραν ηὔξανον οἱ λόγοι καὶ προέβαινεν ἀνὰ μέσον αὐτῶν ὁ ζῆλος, λόγοι τε οὐκ ἀγαθοὶ καὶ διαβολαὶ ὑπὸ τοῦ Ἀερίου κατὰ Εὐσταθίου ἐγίνοντο. ὁ δὲ ἐπίσκοπος Εὐστάθιος μετακαλούμενος τὸν Ἀέριον ἐθώπευε, παρῄνει, ἠπείλει, ἐνεβριμεῖτο, παρεκάλει καὶ οὐδὲν ἤνυε. τὸ γὰρ ἐξ ἀρχῆς καταβληθὲν εἰς μέγα κακὸν τὸ ἔργον ἤλαυνε. πέρας γοῦν καταλιπὼν τὸ πτωχοτροφεῖον ὁ Ἀέριος ἀνεχώρησεν, ἐντεῦθεν τὴν πρόφασιν ὥσπερ κατὰ ἐχθροῦ βουλόμενός τις εὑρεῖν ἢ κατὰ πολεμίου ἐπαφεῖναι βέλος, ἀνηρεύνα, καὶ λοιπὸν πᾶσι διαβάλλων τὸν Εὐστάθιον ἔλεγεν· οὐκέτι τοιοῦτος ὑπάρχει, ἀλλ’ ἔκλινεν εἰς χρημάτων συναγωγὴν καὶ εἰς κτῆσιν παντοίαν. ἅτινα ἦν ταῦτα συκοφαντία μὲν παρ’ ἐκείνου, τῇ δὲ ἀληθείᾳ τὰς ἐκκλησιαστικὰς χρείας ἔχων μετὰ χεῖρας ὁ Εὐστάθιος ἄλλως οὐκ ἠδύνατο πράττειν. καὶ ἦν πιθανὰ τὰ ὑπὸ τοῦ Ἀερίου λεγόμενα.
PG 42:505Νομίσειε δ’ ἄν τις, ἐπειδήπερ κατὰ Ἀερίου λέγοντες Εὐστάθιον παρηγάγομεν, μή τι ἄρα καὶ τὸν Εὐστάθιον ἐν ἐπαίνοις ἔχομεν. τὸν μὲν γὰρ βίον αὐτοῦ καὶ τὴν πολιτείαν οὐκ ὀλίγοι ἄνδρες θαυμάζουσιν· εἴθε δὲ καὶ τῇ πίστει ὀρθῶς ἐφρόνησε. τὸ γὰρ Ἀρείου καὶ αὐτὸς ἀπ’ ἀρχῆς ἕως τέλους κατέσχε, καὶ οὔτε αἱ θλίψεις τῶν διωγμῶν αὐτὸν διωρθώσαντο· ἐδιώχθη γὰρ μετὰ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον καὶ λοιπούς. ἔδοξε δὲ καὶ πρὸς Λιβέριον Ῥώμης τὸν μακαρίτην πρεσβεύειν ἅμα ἄλλοις ἐπισκόποις καὶ τῇ ἐκθέσει τῆς κατὰ Νίκαιαν γενομένης συνόδου καὶ τῇ ὁμολογίᾳ τῆς ὀρθοδοξίας ὑπογεγραφέναι· εἰς ὕστερον δὲ ὥσπερ μνησθεὶς καὶ ἐξ ὀνείρων ἀναστὰς τὰ ἑαυτοῦ πάλιν πρῶτα τῆς τῶν Ἀρειανῶν κακοδοξίας ἐπισκεπτόμενος οὐ διέλειπεν. ὅμως περὶ Ἀερίου ἡμῖν ὁ λόγος ἐστί· διὸ αὖθις πρὸς αὐτὸν ἐπιστρεπτέον. 3. Οὗτος ὁ Ἀέριος διὰ τοὺς τοιούτους λόγους σεμνύνεται μὲν ἀποταξίαν ἐν ἀρχῇ, καταλιπὼν δὲ τὸ πτωχοτροφεῖον παρείλκυσε πολὺν χορὸν ἀνδρῶν τε καὶ γυναικῶν. ἀπηλαύνετο δὲ αὐτὸς μετὰ τῆς αὐτοῦ [φατρίας] ἀπὸ τῶν ἐκκλησιῶν καὶ ἀγρῶν καὶ κωμῶν καὶ τῶν ἄλλων πόλεων.
πολλάκις δὲ μετὰ πολλοῦ ὄχλου τοῦ ἰδίου νιφόμενοι ἀγρόθεν διετέλουν, ὕπαιθροί τε καὶ ὑπὸ πέτρας αὐλιζόμενοι, ἐν ὕλαις καταφεύγοντες. ἦν δὲ αὐτοῦ ὁ λόγος μανιώδης μᾶλλον ἤπερ καταστάσεως ἀνθρωπίνης, καί φησι· «τί ἐστιν ἐπίσκοπος πρὸς πρεσβύτερον; οὐδὲν διαλλάττει οὗτος τούτου· μία γάρ ἐστι τάξις καὶ μία, φησί, τιμὴ καὶ ἓν ἀξίωμα. χειροθετεῖ, φησίν, ἐπίσκοπος, ἀλλὰ καὶ ὁ πρεσβύτερος· λουτρὸν δίδωσιν ὁ ἐπίσκοπος, ὁμοίως καὶ ὁ πρεσβύτερος· τὴν λατρείαν τῆς οἰκονομίας ποιεῖ ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος ὡσαύτως· καθέζεται ὁ ἐπίσκοπος ἐπὶ τοῦ θρόνου, καθέζεται καὶ ὁ πρεσβύτερος». ἐν τούτῳ πολλοὺς ἠπάτησε, [οἳ] καὶ ἀρχηγὸν τοῦτον ἐσχήκασιν. εἶτά φησι· τί ἐστι τὸ Πάσχα, ὅπερ παρ’ ὑμῖν ἐπιτελεῖται; Ἰουδαϊκοῖς πάλιν μύθοις προσανέχετε. οὐ γὰρ χρή, φησί, τὸ Πάσχα ἐπιτελεῖν· «τὸ γὰρ Πάσχα ἡμῶν ἐτύθη Χριστός». Εἶτα μετέπειτα· τίνι τῷ λόγῳ μετὰ θάνατον ὀνομάζετε, φησίν, ὀνόματα τεθνεώτων; [εἰ] εὔχεται, γάρ φησιν, ὁ ζῶν ἢ οἰκονομίαν ἐποίησε, τί ὠφεληθήσεται ὁ τεθνεώς;
PG 42:507εἰ δὲ ὅλως εὐχὴ τῶν ἐνταῦθα τοὺς ἐκεῖσε ὤνησεν, ἄρα γοῦν μηδεὶς εὐσεβείτω μηδὲ ἀγαθοποιείτω, ἀλλὰ κτησάσθω φίλους τινάς, δι’ οὗ βούλεται τρόπου, ἤτοι χρήμασι πείσας ἤτοι φίλους ἀξιώσας ἐν τῇ τελευτῇ, καὶ εὐχέσθωσαν περὶ αὐτοῦ, ἵνα μή τι ἐκεῖ πάθῃ μηδὲ τὰ ὑπ’ αὐτοῦ γενόμενα τῶν ἀνηκέστων ἁμαρτημάτων ἐκζητηθῇ. Ἀλλ’ οὔτε νηστεία, φησίν, ἔσται τεταγμένη. ταῦτα γὰρ Ἰουδαϊκά ἐστι καὶ «ὑπὸ ζυγὸν δουλείας»· «δικαίῳ γὰρ νόμος οὐ κεῖται, ἀλλὰ πατρολῴοις καὶ μητρολῴοις καὶ λοιποῖς». εἰ γὰρ ὅλως βούλομαι νηστεύειν, οἵαν δ’ ἂν αἱρήσομαι ἡμέραν ἀπ’ ἐμαυτοῦ νηστεύω[ν] διὰ τὴν ἐλευθερίαν. ὅθεν παρ’ αὐτοῖς πεφιλοτίμηται μᾶλλον ἐν κυριακῇ νηστεύειν, τετράδα δὲ καὶ προσάββατον ἐσθίειν. πολλάκις δὲ καὶ τὴν τετράδα νηστεύουσιν, οὐχὶ θεσμῷ, ἀλλὰ ἰδίᾳ προαιρέσει, φησίν.
ἔν τε ταῖς ἡμέραις τοῦ Πάσχα, ὅτε παρ’ ἡμῖν χαμευνίαι, ἁγνεῖαι, κακοπάθειαι, ξηροφαγίαι, εὐχαί, ἀγρυπνίαι τε καὶ νηστεῖαι, καὶ πᾶσαι τῶν ψυχῶν αἱ σωτηρίαι τῶν ἁγίων Πάσχων, αὐτοὶ ἀφ’ ἕωθεν ὀψωνοῦσι κρέα τε καὶ οἶνον, ἑαυτῶν τὰς φλέβας γεμίζοντες, ἀνακαγχάζουσί [τε] γελῶντες, χλευάζοντες τοὺς τὴν ἁγίαν ταύτην λατρείαν τῆς ἑβδομάδος τοῦ Πάσχα ἐπιτελοῦντας. καὶ γὰρ εἰ καὶ ἀποτακτικὸν ἐσχήκασιν οὗτοι τρόπον, οὐκ ἤσκηται παρ’ αὐτοῖς, πολὺ δέ τι κρεωφαγιῶν καὶ οἰνοποσιῶν [γίνεται], ἀλλ’ εἰ ἄρα τινὲς σπάνιοι ἐν μέσῳ αὐτῶν ἀπ’ ἰδίας προαιρέσεως βούλοιντο τοῦτο [ποιεῖν]. μᾶλλον δέ εἰσιν οἱ πλείους αὐτῶν κεχρημένοι δαψιλέσιν ἐδωδῶν σαρκοφαγίαις καὶ οἰνοποσίαις, ὡς πολλάκις ἔφην. ταῦτά ἐστι τὰ παρὰ Ἀερίου τῷ βίῳ ἐξεμεθέντα. 4. Ὑποδεικνύει τοίνυν τὴν ἔννοιαν καὶ τὴν αὐτοῦ ἀπιστίαν καὶ τὰ δι’ αὐτοῦ πάλιν τῷ βίῳ εἰς κακομήχανον τέχνην ἐμβροντηθέντα. εἰς δὲ τὰς πρὸς αὐτὸν ἀντιθέσεις ἐλευσόμεθα, ὀλίγα διηγούμενοι καὶ οὕτως παρερχόμενοι. καὶ ὅτι μὲν ἀφροσύνης ἐστὶ τὸ πᾶν ἔμπλεων, τοῖς σύνεσιν κεκτημένοις [κατὰ] τοῦτο δῆλον τὸ λέγειν αὐτὸν ἐπίσκοπον καὶ πρεςβύτερον ἴσον εἶναι.
PG 42:509καὶ πῶς ἔσται τοῦτο δυνατόν; ἡ μὲν γάρ ἐστι πατέρων γεννητικὴ τάξις· πατέρας γὰρ γεννᾷ τῇ ἐκκλησίᾳ, ἡ δὲ πατέρας μὴ δυναμένη γεννᾶν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας τέκνα γεννᾷ τῇ ἐκκλησίᾳ, οὐ μὴν πατέρας ἢ διδασκάλους. καὶ πῶς οἷόν τε ἦν τὸν πρεσβύτερον [ἐπίσκοπον] καθιστᾶν μὴ ἔχοντα χειροθεσίαν τοῦ χειροτονεῖν, ἢ εἰπεῖν αὐτὸν εἶναι ἴσον τῷ ἐπισκόπῳ; ἠπάτησε δὲ τὸν προειρημένον Ἀέριον ἡ αὐτοῦ ἐρεσχελία καὶ ὁ ζῆλος. Φέρει δὲ εἰς ἑαυτοῦ πλάνην καὶ τῶν αὐτοῦ ἀκουόντων ὅτι ὁ ἀπόστολος γράφει «πρεσβυτέροις καὶ διακόνοις», καὶ οὐ γράφει ἐπισκόποις, καὶ τῷ ἐπισκόπῳ φησί «μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, οὗ ἔλαβες διὰ χειρῶν τοῦ πρεσβυτερίου», πάλιν δὲ ἐν ἄλλῳ τόπῳ «ἐπισκόποις καὶ διακόνοις», ὡς εἶναι, φησί, τὸν αὐτὸν ἐπίσκοπον, τὸν αὐτὸν πρεσβύτερον. καὶ οὐκ οἶδεν ὁ τὴν ἀκολουθίαν τῆς ἀληθείας ἀγνοήσας καὶ ἱστορίαις βαθυτάταις μὴ ἐντυχὼν ὅτι νέου ὄντος τοῦ κηρύγματος πρὸς τὰ ὑποπίπτοντα ἔγραφεν ὁ ἅγιος ἀπόστολος. ὅπου μὲν ἦσαν ἐπίσκοποι ἤδη κατασταθέντες, ἔγραφεν ἐπισκόποις καὶ διακόνοις· οὐ γὰρ πάντα εὐθὺς ἠδυνήθησαν οἱ ἀπόστολοι καταστῆσαι.
πρεσβυτέρων γὰρ ἐγίνετο χρεία καὶ διακόνων· διὰ γὰρ τῶν δύο τούτων τὰ ἐκκλησιαστικὰ δύνανται πληροῦσθαι. ὅπου δὲ οὐχ εὑρέθη τις ἄξιος ἐπισκοπῆς, ἔμεινεν ὁ τόπος χωρὶς ἐπισκόπου· ὅπου δὲ γέγονε χρεία καὶ ἦσαν ἄξιοι ἐπισκοπῆς, κατεστάθησαν ἐπίσκοποι. πλήθους δὲ μὴ ὄντος οὐχ εὑρέθησαν ἐν αὐτοῖς πρεσβύτεροι κατασταθῆναι, καὶ ἠρκέσθησαν ἐπὶ τῷ κατὰ τόπον μόνῳ ἐπισκόπῳ. ἄνευ δὲ διακόνου ἐπίσκοπον ἀδύνατον εἶναι. καὶ ἐπεμελήσατο ὁ ἅγιος ἀπόστολος διακόνους εἶναι τῷ ἐπισκόπῳ διὰ τὴν ὑπηρεσίαν, οὕτω τῆς ἐκκλησίας λαβούσης τὰ πληρώματα τῆς οἰκονομίας. οὕτω κατ’ ἐκεῖνο καιροῦ ἦσαν οἱ τόποι· καὶ γὰρ ἕκαστον πρᾶγμα οὐκ ἀπ’ ἀρχῆς τὰ πάντα ἔσχεν, ἀλλὰ προβαίνοντος τοῦ χρόνου τὰ πρὸς τελείω[σιν] τῶν χρειῶν κατηρτίζετο. 5. Εὐθὺς μὲν γὰρ Μωυσῆς πέμπεται εἰς Αἴγυπτον κατὰ τὴν παλαιὰν διαθήκην, ῥάβδῳ μόνῃ ὑπὸ τοῦ θεοῦ [δὲ] ἀπεσταλμένος. ἐν [δὲ] τῷ εἰσελθεῖν εἰς Αἴγυπτον προστίθεται αὐτῷ εἰς βοήθειαν Ἀαρὼν ὁ ἀδελφὸς αὐτοῦ. εἶτα μετὰ τὸ πιστεῦσαι αὐτῷ τὸν ἀδελφὸν συνήχθη πρὸς αὐτὸν ἡ γερουσία καὶ οἱ ἀρχηγοὶ τοῦ λαοῦ κατ’ ἐκεῖνο καιροῦ.
καὶ μετὰ ταῦτα κρατυνομένου τοῦ ἔργου καὶ τῆς ἀκολουθίας συναγομένης διεπέρασε τὴν θάλασσαν. καὶ οὔπω ἦσαν κατὰ τὸν νόμον, ἕως ὅτε [ὁ] κύριος αὐτὸν καλεῖ εἰς τὸ ὄρος. δίδωσι δὲ αὐτῷ τὰς πτύχας καὶ ὑποδείκνυσιν αὐτῷ σκηνὴν κατασκευάσαι, ἀρχηγούς τε προστήσασθαι, δεκάρχους, πεντηκοντάρχους, ἑκατοντάρχους, χιλιάρχους. καὶ ὁρᾷς πῶς τὰ πράγματα πλατύνεται; «ὅρα, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει Σινᾶ». καὶ ὁρᾷς πῶς προσετέθη τῇ νομοθεσίᾳ ἑπτάμυξος λυχνία, ποδήρη, ἱερατικὰ ἐνδύματα, κώδωνές τε καὶ μανδύαι, ἐπωμίδες τε καὶ κιδάρεις, μίτραι τε καὶ λίθων διαφόρων συνθέσεις, κύαθοι, θυί̈σκαι, λουτῆρες, θυσιαστήρια, τρυβλία, μασμαρώθ, ἅτινά ἐστι διϋλιστήρια, μιδικώθ, ἅτινα καλοῦνται κύαθοι, μαχωνώθ, αἵτινες εἰσὶ βάσεις, καὶ ὅσαπερ ὁ νόμος διαλέγεται, Χερυβὶμ καὶ τὰ ἄλλα, κιβωτὸς διαθήκης, ἀναφορεῖς τε καὶ δακτύλιοι, σκηνή τε καὶ δέρρεις καὶ δέρματα ἠρυθροδανωμένα, ἀγκύλαι τε καὶ τὰ ἄλλα, πυλωροὶ καὶ σάλπιγγες ἐλαταὶ καὶ καμπύλαι, καὶ χρυσαῖ καὶ ἀργυραῖ, χαλκαῖ [καὶ] κερατίναι, καὶ τὰ ἄλλα ὅσαπερ ὁ νόμος ἔφη, θυσίαι διάφοροι, διδασκαλίαι.
PG 42:511ἐπειδὴ ἀπ’ ἀρχῆς ταῦτα οὐκ ἦν, ἆρα μετὰ τὸ γενέσθαι τὴν τάξιν οὐκ εἴληφε [στάσιν] τὰ πράγματα; οὕτω καὶ τὰ παρὰ τῷ ἀποστόλῳ γεγραμμένα, ἕως ὅτε ἐπλατύνθη ἡ ἐκκλησία, ἕως ὅτε εἰς τὸ ἴδιον μέτρον ἐλήλακεν, ἕως ὅτε τὸν κόσμον τῆς συνέσεως [ἐπλήρωσε, ἥτις] δικαιότατα ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ᾠκονόμηται. καὶ ἔπεσεν ὁ τοῦ Ἀερίου λόγος. Καὶ ὅτι μὲν οὐ δύναται ταυτὸν εἶναι διδάσκει ὁ θεῖος λόγος [διὰ] τοῦ ἁγίου ἀποστόλου [σημαίνων], τίς μέν ἐστιν ἐπίσκοπος, τίς δέ ἐστι πρεσβύτερος, ὡς λέγει Τιμοθέῳ ἐπισκόπῳ ὄντι, «πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα». τί εἶχε πρᾶγμα ἐπίσκοπον πρεσβυτέρῳ μὴ ἐπιπλήττειν, εἰ μὴ ἦν ὑπὲρ τὸν πρεσβύτερον ἔχων τὴν ἐξουσίαν; ὡς καὶ πάλιν λέγει «κατὰ πρεσβυτέρου μὴ ταχέως κατηγορίαν δέχου, εἰ μή τι ἐπὶ δύο καὶ τριῶν μαρτύρων»· καὶ οὐκ εἶπε τινὶ τῶν πρεσβυτέρων· μὴ δέξῃ κατηγορίαν κατὰ ἐπισκόπου, οὐδὲ ἔγραψε τῶν πρεσβυτέρων τινὶ μὴ ἐπιπλήττειν ἐπισκόπῳ. καὶ ὁρᾷς ὅτι παντὸς τοῦ ἐκ τοῦ διαβόλου παρασαλευομένου ἡ πτῶσις οὐ μικρά τίς ἐστιν. 6. Ἴδωμεν δὲ καὶ τὰ ἄλλα αὐτοῦ καὶ διασκοπήσωμεν.

Against the AnomoeansAdversus Anomœos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ περὶ τοῦ Πάσχα πρῶτον εἴπωμεν, ὥς φησι «τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός»· ἴδωμεν αὐτὸν τὸν εἰπόντα, εἰ οὐκ ἐπετέλει. καί φησιν «ἔσπευδεν ὅπως ποιήσῃ τὴν Πεντηκοστὴν εἰς Ἱερουσαλήμ». ποίαν δὲ τὴν Πεντηκοστὴν ἐπετέλει Παῦλος, εἰ μὴ Πάσχα ἐπετέλεσε; τίνι δὲ οὐ συμπεφώνηται ἐν πᾶσι κλίμασι τῆς οἰκουμένης ὅτι τετρὰς καὶ προσάββατον νηστεία ἐστὶν ἐν τῇ ἐκκλησίᾳ ὡρισμένη; εἰ δὲ καὶ χρὴ τὸ τῆς διατάξεως τῶν ἀποστόλων λέγειν, πῶς ἐκεῖ ὡρίζοντο τετράδα καὶ προσάββατον νηστείαν διὰ παντὸς χωρὶς Πεντηκοστῆς, καὶ περὶ τῶν ἓξ ἡμερῶν τοῦ Πάσχα πῶς παραγγέλλουσι μηδενὸς ὅλως [μετα]λαμβάνειν ἢ ἄρτου καὶ ἁλὸς καὶ ὕδατος, ποίαν τε ἡμέραν ἄγειν πῶς τε ἀπολύειν εἰς ἐπιφώσκουσαν κυριακήν, φανερόν ἐστι. τίς δὲ μᾶλλον ἐπίσταται τούτων;
PG 42:513ὁ ἠπατημένος ἄνθρωπος, ὁ νῦν ἐνδημήσας καὶ ἕως νῦν ἐν τῷ βίῳ περιών, ἢ οἱ πρὸ ἡμῶν μάρτυρες γεγονότες, ἔχοντες πρὸ ἡμῶν τὴν παράδοσιν ἐπὶ τῆς ἐκκλησίας καὶ οὕτως παρειληφότες παρὰ τῶν αὐτῶν πατέρων, τῶν τε αὐτῶν πατέρων πάλιν μεμαθηκότων παρὰ τῶν πρὸ αὐτῶν γεγονότων, ὡς ἡ ἐκκλησία παραλαβοῦσα παρὰ τῶν αὐτῆς πατέρων ἄχρι καὶ τῆς δεῦρο κατέχει τὴν ἀληθινὴν πίστιν καὶ τὰς παραδόσεις; καὶ διαπιπτέτω πάλιν ἡ τούτου ἔννοια ἡ περὶ τοῦ Πάσχα. εἶτα δὲ εἰ μὴ περὶ τῆς αὐτῆς ὑποθέσεως τετράδων καὶ προσαββάτων οἱ αὐτοὶ ἀπόστολοι ἐν τῇ διατάξει ἔλεγον, καὶ ἄλλως ἐκ πανταχόθεν εἴχομεν ἀποδεῖξαι· ὅμως περὶ τούτου ἀκριβῶς γράφουσι, παρείληφε δὲ ἡ ἐκκλησία καὶ ἐν ὅλῳ τῷ κόσμῳ συμπεφώνηται, πρὶν [γὰρ] τοῦ εἶναι Ἀέριον καὶ τοὺς ἀπ’ αὐτοῦ Ἀεριανούς. τάχα γὰρ καὶ κατὰ τοῦτο δικαιότατον ὄνομα εἴληφεν· ἀέριον γὰρ πνεῦμα ἔσχεν ἐξ ἀκαθαρσίας ἀπὸ τῶν ἀερίων «πνευμάτων τῆς πονηρίας», τὸ ἐν αὐτῷ οἰκῆσαν κατὰ τῆς ἐκκλησίας. 7. Ἔπειτα δὲ περὶ τοῦ ὀνόματα λέγειν τῶν τελευτησάντων, τί ἂν εἴη τούτου προυργιαίτερον; τί τούτου καιριώτερον καὶ θαυμασιώτερον;
πιστεύειν μὲν τοὺς παρόντας ὅτι οἱ ἀπελθόντες ζῶσι καὶ ἐν ἀνυπαρξίᾳ οὐκ εἰσίν, ἀλλὰ εἰσὶ καὶ ζῶσι παρὰ τῷ δεσπότῃ; καὶ ὅπως ἂν τὸ σεμνότατον κήρυγμα διηγήσοιτο, ὡς ἐλπίς ἐστιν ὑπὲρ ἀδελφῶν εὐχομένοις, ὡς ἐν ἀποδημίᾳ τυγχανόντων; ὠφελεῖ δὲ καὶ ἡ ὑπὲρ αὐτῶν γινομένη εὐχή, εἰ καὶ τὰ ὅλα τῶν αἰτιαμάτων μὴ ἀποκόπτοι, ἀλλ’ οὖν γε διὰ τὸ πολλάκις ἐν κόσμῳ ἡμᾶς ὄντας σφάλλεσθαι ἀκουσίως τε καὶ ἑκουσίως, ἵνα τὸ ἐντελέστερον σημανθῇ. καὶ γὰρ [ὑπὲρ] δικαίων ποιούμεθα τὴν μνήμην καὶ ὑπὲρ ἁμαρτωλῶν· ὑπὲρ μὲν ἁμαρτωλῶν ὑπὲρ ἐλέους θεοῦ δεόμενοι, ὑπὲρ δὲ δικαίων καὶ πατέρων καὶ πατριαρχῶν, προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ μαρτύρων καὶ ὁμολογητῶν, ἐπισκόπων τε καὶ ἀναχωρητῶν καὶ παντὸς τοῦ τάγματος, ἵνα τὸν κύριον Ἰησοῦν Χριστὸν ἀφορίσωμεν ἀπὸ τῆς τῶν ἀνθρώπων τάξεως διὰ τῆς πρὸς αὐτὸν τιμῆς καὶ σέβας αὐτῷ ἀποδῶμεν, ἐν ἐννοίᾳ ὄντες ὅτι οὐκ ἔστιν ἐξισούμενος ὁ κύριός τινι τῶν ἀνθρώπων, κἄν τε μυρία καὶ ἐπέκεινα ἐν δικαιοσύνῃ [πράξας] ὑπάρχῃ ἕκαστος ἀνθρώπων. πῶς γὰρ οἷόν τε εἴη τοῦτο;
ὁ μὲν γάρ ἐστι θεός, ὁ δὲ ἄνθρωπος, καὶ ὁ μὲν ἐν οὐρανῷ, ὁ δὲ ἐπὶ τῆς γῆς, διὰ τὰ ἐπὶ γῆς λείψανα, πάρεξ τῶν ἀναστάντων καὶ συνεισελθόντων ἐν τῷ νυμφῶνι, ὥς φησι τὸ ἅγιον εὐαγγέλιον «πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν καὶ συνεισῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν». ἁγίαν δὲ πόλιν λέγει ποίαν ταύτην; πληροῦται γὰρ κατ’ ἀμφοῖν ὁ λόγος εἰς τὴν ἐνταῦθα καὶ εἰς τὴν ἄνω. ὅτι μὲν γὰρ εἰς τὴν ἐνταῦθα Ἱερουσαλὴμ συνεισῆλθον αὐτῷ πρῶτον, τοῦτο δῆλον. πρὶν ἢ δὲ τοῦ ἀναβῆναι τὸν σωτῆρα εἰς τὸν οὐρανόν, οὐδεὶς ἀναβέβηκεν ἕως ὅτε αὐτῷ συνανῆλθον. «οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου». ἀλλὰ περὶ τούτων ἐν τῷ τόπῳ γενόμενοι τὰς δύο λέξεις ὑπεδείξαμεν. εἰ δέ τις ἐρεῖ ὅτι ἆρα εἰς τὴν Ἱερουσαλὴμ εἰσῆλθον· μαθέτω ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ «τῶν θυρῶν κεκλεισμένων παρέστη ὁ Ἰησοῦς ἔνθα ἦσαν οἱ μαθηταὶ συνηγμένοι, καί φησιν αὐτοῖς· εἰρήνη ὑμῖν». 8. Εἶτα δὲ περὶ τούτου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας, ὅτι ἀναγκαίως ἡ ἐκκλησία τοῦτο ἐπιτελεῖ, παράδοσιν λαβοῦσα παρὰ πατέρων. τίς δὲ δυνήσεται θεσμὸν μητρὸς καταλύειν ἢ νόμον πατρός;
PG 42:515ὡς τὰ παρὰ τῷ Σολομῶντι εἰρημένα [σημαίνει] «ἄκουε, υἱέ, λόγους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου», δείξας ὅτι ἐγγράφως τε καὶ ἀγράφως ἐδίδασκεν ὁ πατήρ, τουτέστιν ὁ θεός, ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα· ἡ δὲ μήτηρ ἡμῶν ἡ ἐκκλησία εἶχε θεσμοὺς ἐν αὐτῇ κειμένους ἀλύτους, μὴ δυναμένους καταλυθῆναι. τεταγμένων τοίνυν τῶν ἐν τῇ ἐκκλησίᾳ θεσμῶν καὶ καλῶς ἐχόντων καὶ τῶν πάντων θαυμασίων γινομένων ἐλήλεγκται πάλιν καὶ οὗτος ὁ πλάνος. καὶ τοῦτον δὲ παρελθόντες ὥσπερ κάνθαρον ἢ κανθαρίδα ἢ τὸ καλούμενον βούπρηστις κνώδαλον καταθλάσαντές [τε] τῷ ἐκκλησιαστικῷ ἑδραιώματι καὶ τῇ τοῦ θεοῦ δυνάμει ἐπὶ τὰς ἑξῆς πάλιν ἴωμεν, τὸν θεὸν βοηθὸν ἐπικαλούμενοι. Κατὰ Ἀνομοίων ν, τῆς δὲ ἀκολουθίας ο. 1. Ἀνόμοιοι πάλιν τινές εἰσι καλούμενοι. οὗτοι δὲ πρόσφατοι.
ἔσχον δὲ ἀρχηγὸν Ἀέτιόν τινα διάκονον, προαχθέντα διὰ τὴν αὐτοῦ φλυαρίαν ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως, [τοῦ] τῶν Ἀρειανῶν ἅμα καὶ Μελιτιανῶν γεγονότος ἐπισκόπου καὶ ἐν χρόνοις Ἰουλιανοῦ, ὡς ἄνω μοι προδεδήλωται, τὴν πόλιν πομπεύσαντος ἐπὶ καμήλου, καὶ πρῶτον μὲν πολλὰ ὑπὸ τῶν Ἑλλήνων συγκλεισθέντος καὶ πεπονθότος, πομπεύσαντός τε, ὡς ἔφην, καὶ ξύλοις παισθέντος, ἔπειτα δὲ συρέντος ὅλην σχεδὸν τὴν πόλιν καὶ οὕτως ἀποθανόντος καὶ μετὰ θάνατον καέντος καὶ μετὰ πολλῶν ὀστέων κτηνῶν καὶ ζῴων εἰς τέφραν συναχθέντος, καὶ μετέπειτα τοῖς ἀνέμοις ὑπ’ αὐτῶν λικμηθέντος, καὶ οὕτως τὸ πέρας ἐσχηκότος. λέξειε δ’ ἄν τις περὶ τοῦ οὕτως τετελευτηκότος, οὐκοῦν ἐμαρτύρησεν ὑπὸ Ἑλλήνων ταῦτα πεπονθώς; καὶ εἰ μὲν ὑπὲρ ἀληθείας αὐτῷ ἦν ὁ ἀγὼν καὶ ὑπὸ Ἑλλήνων διὰ φθόνον καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν τὰ τοιαῦτα αὐτῷ συμβέβηκεν, ὄντως ἐν μάρτυσι καὶ οὐκ ἐν μικροῖς ἐτέτακτο. οὐκ ἦν δὲ τὸ αἴτιον διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἀλλὰ δι’ ἣν ἐν τῇ ἑαυτοῦ δῆθεν ἐπισκοπῇ καλουμένῃ πολλὴν βίαν τὴν πόλιν τε καὶ τὸν δῆμον διέθετο, πῆ μὲν ἁρπάζων τοὺς ἀνθρώπους τὰ ἀπὸ τῶν γονέων αὐτῶν κληρονομήματα, .
PG 42:517καὶ ἵνα μὴ διαβάλλωμεν τὸν ἄνδρα· πολλὰ γάρ ἐστι τὰ ὑπ’ ἐκείνου τοῖς Ἀλεξανδρεῦσι γενόμενα, πῶς μὲν τὴν νίτρον ἅπασαν ἐξέλαβε, πῶς δὲ τὰ ἕλη τὰ τῆς παπύρου καὶ τοῦ καλάμου καὶ τὰς λίμνας τοῦ ἁλὸς διοικεῖν καὶ εἰς ἑαυτὸν ἀποφέρεσθαι ἐπενόησεν· ὡς πᾶσα αἰσχρότης βίου κέρδους [ἕνεκα] διὰ πολλῆς μηχανῆς, ἄχρι καὶ λεπτῶν πραγμάτων, παρ’ αὐτῷ οὐκ ἠμέλητο, ὡς καὶ κλίνας ἐπενόησε τοῖς σώμασι τῶν ἐξοδευόντων ποιῆσαι ἐν ἀριθμῷ τινι, καὶ ἄνευ τῶν ὑπ’ αὐτοῦ ἐπιτεταγμένων οὐκ ἐξεκομίζετο σῶμα τῶν τελευτώντων, ἐπὶ πλεῖστον δὲ τῶν ξένων, οὐ διὰ φιλοξενίαν, ἀλλά, καθὼς ἔλεγον, διὰ πορισμὸν βιώδη. εἴ τις γὰρ ἔθαπτε δι’ ἑαυτοῦ σῶμα, κίνδυνον ὑφίστατο. οὕτως δὲ ὑφ’ ἑκάστου τῶν ἐκφερομένων κέρδος τι αὐτῷ προσεφέρετο. καὶ σιωπῶ τὰ ἄλλα λέγειν ὅσα ὁ ἀνὴρ ἐν τρυφαῖς καὶ ἄλλοις ἐκομίζετο καὶ ἐν ἀπηνότητι. διὰ γοῦν ταῦτα πάντα τὴν εἰς αὐτὸν μῆνιν κεκρατηκότες Ἀλεξανδρέων παῖδες, Ἕλληνες δὲ μάλιστα, τοῦτο αὐτὸν διέθεντο τὸ τέλος.
ἐμοὶ δὲ γέγονε πρόφασις περὶ τούτου λέγειν, ὡς ἐνηχηθέντες τὴν τοῦ Κωνσταντίου τελευτὴν εὐθὺς οὕτως αὐτὸν ἀπώλεσαν οἱ αὐτοὶ Ἀλεξανδρεῖς, δι’ οὐδὲν ἕτερον [ἡ περὶ τούτου μοι γεγένηται ὑπόθεσις] ἀλλὰ διὰ τὸν Ἀέτιον τὸν ὑπ’ αὐτοῦ κατασταθέντα διάκονον. 2. Οὗτος ὁ Ἀέτιος καὶ κατὰ τὸν κοσμικὸν λόγον ἀπαίδευτος ἦν ἕως τῆς τελείας αὐτοῦ ἡλικίας, ὡς ὁ λόγος. ἐπενόησε δέ, ὑποβὰς καὶ σχολάσας ἐν Ἀλεξανδρείᾳ Ἀριστοτελικῷ φιλοσόφῳ καὶ σοφιστῇ καὶ τὰ τῆς διαλεκτικῆς δῆθεν ἐκείνων μαθών, οὐδὲν ἕτερον πλὴν σχηματοποιεῖν τὴν περὶ τοῦ θεοῦ λόγου ἀπόδοσιν· σχολαίτερον [δὲ] ἐπεχείρει, ὀρθρίζων ἅμα καὶ ἐνδελεχῶς ἄχρι ἑσπέρας εἰς τοῦτο καθεζόμενος, φημὶ δὲ εἰς τὸ διὰ γεωμετρίας τινὸς καὶ διὰ σχημάτων περὶ θεοῦ λέγειν τε καὶ ὁρίζειν, διδάσκων τε καὶ τελῶν. οἷα δὲ Ἀρειανὸς βαθύτατος καὶ τὴν Ἀρείου ἔχων μανιώδη διδασκαλίαν, περισσοτέρως τις λυμεὼν γέγονε τούτοις κατατριβόμενος καὶ κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κατὰ τοῦ ἁγίου πνεύματος τὴν γλῶσσαν αὐτοῦ καθ’ ἑκάστην ἡμέραν ὀξύνας. Οὗτος δὲ κατηγορεῖται ὑπό τινων καὶ τῷ αὐτῷ Κωνσταντίῳ δηλοῦται καὶ ὑφίσταται ἐξορίαν ἐν τοῖς τοῦ Ταύρου μέρεσιν·
ἐν ᾧ τόπῳ πάντα τὰ τῆς αὐτοῦ κακοδιδασκαλίας ἐπλάτυνε καὶ ἐφώρασεν εἰς μέσον φέρων μετὰ παρρησίας· ἀποτριψάμενος [γὰρ] τὸ μέτωπον ἐν ἀναισχυντίᾳ περιττοτέρᾳ τὰς ἐξεμέσεις τῆς αὐτοῦ κακοδιδασκαλίας ἀπαραλείπτως ὑπέδειξεν. ἐτόλμησε γὰρ εἰπεῖν ἀνόμοιον τὸν υἱὸν τῷ πατρὶ ὑπάρχειν καὶ οὐ ταυτὸν εἶναι τῇ θεότητι πρὸς τὸν πατέρα. καὶ οὐχ ὅτι ἡμεῖς τῷ ὁμοιώματι ἐπερειδόμεθα· ὑπὲρ γὰρ τὴν ὁμοίωσιν οἴδαμεν τὸν υἱὸν πρὸς τὸν πατέρα ὡς ταυτὸν τῇ θεότητι καὶ ἴσον καὶ οὐδ’ ὅλως ἠλλοιωμένον. ἔστι γὰρ πολλὰ ἀφωμοιωμένα τῷ θεῷ, ἀλλ’ οὐ ταυτὸν [ἢ] ἴσα ὑπάρχοντα τῇ θεότητι, ὡς καὶ ὁ ἄνθρωπος κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν, ἀλλ’ οὐ ταυτὸν τῷ θεῷ πρὸς ἰσότητα. καὶ ὁμοία ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως [ἀλλ’ οὐ ταυτὸν [κόκκος] τῇ βασιλείᾳ, οὐδ’ ὅλως μετέχων τι τῆς αὐτῆς] καὶ ὁμοία ζύμῃ καὶ ὁμοία δέκα παρθένοις καὶ ἀνδρὶ οἰκοδεσπότῃ ὡς πρὸς ὁμοίωσιν, ἀλλ’ οὐ κατὰ ταυτότητα.
PG 42:519τοῦ δὲ υἱοῦ ὁμοίου ὄντος τῷ πατρὶ καὶ ὑπερομοίου, διὰ τὸ ταυτὸν εἶναι πρὸς τὸν πατέρα καὶ ἴσον πατρί, οὐ τὸ ὅμοιον συνιστᾶν ἡμῖν μόνον ἐπιμελές [πεφιλοτίμηται], ἀλλὰ [τὸ] ταυτὸν καὶ ἴσον, ὡς θεὸν ἐκ θεοῦ καὶ υἱὸν ἐκ πατρὸς καὶ οὐκ ἀλλοῖον τῆς οὐσίας [αὐτοῦ], ἀλλ’ ἐξ αὐτοῦ γεγεννημένον. οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος. τούτῳ δὲ τῷ γεννάδᾳ Ἀετίῳ οὐδὲ τοῦ ὅμοιον πρὸς πατέρα τὸν υἱὸν ἀξιοῦν ἔδοξεν. οὐ τῷ ὁμοίῳ δὲ αὐτοὶ ἐπερειδόμενοι μόνον τὴν σύστασιν τῆς πίστεως καὶ τὸ γεραίρειν τὴν τριάδα ἀληθῶς ἐνιστάμενοι ὁμολογοῦμεν. καὶ γὰρ καὶ ἄργυρος κασσιτέρῳ ὁμοιοῦται καὶ χρυσὸς χαλκῷ καὶ μόλιβδος σιδήρῳ καὶ λίθοι τίμιοι ἐξομοιοῦνται ὑέλῳ, καὶ οὐ τὸ ὅμοιον τὴν φύσιν δηλοῖ, ἀλλὰ τὸ ἀπείκασμα. 3. Ἐνταῦθα δὲ ἡμεῖς καὶ περὶ τῆς γραφῆς, ὁμολογούσης τὸν υἱὸν «εἰκόνα θεοῦ τοῦ ἀοράτου» ὑπάρχειν, τὴν δύναμιν τῆς θείας γραφῆς ἐκ θείας δωρεᾶς ἠκριβωκότες τῆς φησάσης Φαρισαίοις «οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν τοῦ θεοῦ», ἐπιστάμεθα [οὖν] διττὴν οὖσαν ταύτην τὴν σχέσιν, τὴν ἀπόχρησιν δὲ ὡς ἀπὸ ἀνθρώπου λαμβάνοντες πρὸς παράστασιν φράσεως δηλοῦμεν.
καὶ γὰρ καὶ ἀνθρώπου εἰκὼν λέγεται, καὶ [ἔστιν ὁμοία καὶ] οὐχ ὁμοία. ἡ μὲν γάρ ἐστι διὰ χρωμάτων ἀπεικαζομένη, ἡ δὲ διὰ τῆς γεννητικῆς ὁμοουσιότητος, ὡς τοῦ γεννωμένου υἱοῦ πρὸς τὸν πατέρα χαρακτηρίζοντος τὸ γένος, ἀπεικονίσματος δὲ λοιπὸν εὑρισκομένου [διὰ τῆς] ταυτότητός τε καὶ ὁμοουσιότητος καὶ ἐκτυπώματος. καὶ ἔστιν ἡμῖν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ταυτὸν μὲν τῇ τοῦ πατρὸς θεότητι καὶ ἀξίᾳ καὶ ἴσος διὰ τῆς ἀληθινῆς εἰκόνος καὶ ὁμοιώσεως οὐ παρηλλαγμένης, ἀλλ’ ἀπαραλλάκτου, ὡς υἱὸς ἐκ πατρὸς ἀληθινῶς καὶ ὁμοουσίως γεγεννημένος· οὕτω καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος διὰ τὸ ἐκ πατρὸς ἐξελθεῖν, εἰ καὶ οὐ γεγέννηται, διὰ τὸ τοῦ υἱοῦ μονογενές. οὗτος δὲ ὁ Ἀέτιος περισσοτέρως βουληθεὶς ἀντιστῆναι τῇ τῆς ἀληθείας ὁμολογίᾳ οὐδὲ τὸ ὅμοιον υἱοῦ πρὸς πατέρα πειρᾶται ὁμολογεῖν. οἱ μὲν γὰρ ἄλλοι τῶν Ἀρειανῶν τῶν ἀπὸ Λουκιανοῦ τε καὶ Ὠριγένους λαβόντων τὴν πρόφασιν, γεγονότες ἅμα Ἀστερίῳ τινὶ ἀπὸ σοφιστῶν ὄντι, ἐκπεσόντι δὲ ἐν τῷ διωγμῷ τῷ ἐπὶ Μαξιμιανοῦ γεγόνοτι, .
PG 42:521τινὲς μὲν γὰρ αὐτὸν [κτίσμα ἔλεγον], ὡς ἐν ταῖς ἄνω μοι αἱρέσεσι δεδήλωται, ὅτι κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἕκαστος τῶν προειρημένων ὡρίσατο καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος ἐδίδαξαν, τινὲς δὲ ἔλεγον ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρί, εἰ καὶ κτίσμα αὐτὸν ὡρίσαντο. οὗτος δὲ τὸ πᾶν τῆς ἐκείνων μὲν εἰρωνείας, ἰδίας δὲ ἀσεβείας ἀπεκάλυψε, τηλαυγῶς τὸ τοῦ δόγματος πρὸς τὸν κύριον ἀπηνές τε καὶ ἀναίσχυντον [δηλῶν]. καὶ ὡς μὲν ἔχει ἡ ἀλήθεια, δικαιότατα πρὸς τοὺς τὸ κτίσμα παρεισφέροντας ἀποτείνεται ἡ τούτου τοῦ Ἀετίου τοῦ καὶ Ἀνομοίου λεγομένου τοῦ λόγου ἀκριβολογία. πᾶν γὰρ τὸ κτιστὸν ἀνόμοιον τυγχάνει τῷ κεκτικότι, κἄν τε κατὰ χάριν ἀφομοιοῖτο, καὶ ὁ κτίσας τῷ κεκτισμένῳ ἀνόμοιος ὑπάρχει, εἰ καὶ χρώμασι διαφόροις αὐτὸ κοσμεῖν πειράσοιτο, εἰ μή τι ἂν πρὸς ἀπεικασμὸν καὶ ἀπεικόνισμα κατὰ μίμησιν μόνον θεωρίας ἐστὶ τὸ ἐκτυπούμενον.
καὶ ὡς μὲν πρὸς Ἀρειανοὺς τοὺς κτιστὸν νομίζοντας τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ ἅγιον πνεῦμα ἴσχυσεν ἂν ὁ τούτου λόγος, οὕτως καὶ ὕστερον ὑπ’ αὐτῶν τῶν Ἀρειανῶν, φημὶ δὲ τῶν περὶ Εὐδόξιον καὶ Μηνόφιλον καὶ ἄλλους, [καὶ] ἀποσύνακτος γενόμενος διήλεγχεν ἐπὶ τοῦ βασιλέως τότε, ὅτι «ὁποίως αὐτοὶ ἔχουσιν, ἐγὼ ἔχω, ὡς καὶ αὐτοὶ πάντες· ἀλλ’ ὃ ἐν ἐμοὶ ἀληθές, αὐτοὶ κρυπτάζουσι, καὶ ὃ ἐγὼ τηλαυγῶς ὑποφαίνω [καὶ] ὁμολογῶ, οὗτοι πάντες τὰ αὐτὰ λέγουσι, κρυπτάζονται δέ», τοῦ τότε βασιλέως οὐκ ἐναντίως ἔχοντος πρὸς τὴν Ἀρειανὴν δραματουργίαν, ἀλλὰ δῆθεν εὐσεβεῖν νομίζοντος. τὸ μὲν γὰρ κτίσμα ὁμολογεῖν τὸν υἱὸν τοῦ θεοῦ παραιτούμενος ἠγανάκτει καὶ εἰς ὑπερορισμὸν [αὐτὸν] κατέταξεν, ὡς ἄνω προδεδήλωται. 4. Ἐντεῦθεν ἀρχὴ τῆς αἱρέσεως γεγένηται καὶ ἀπὸ τῆς μιᾶς ὑποθέσεως εἰς πολλὴν κακῶν φορὰν ἀρθεὶς ὁ ἀνὴρ τὴν διάνοιαν, δεινῶς κατέτρωσεν ἑαυτοῦ τὴν ψυχὴν καὶ αὐτῶν τῶν αὐτῷ πεισθέντων.
ἐφαντασιάσθη γὰρ οὗτος ὕστερον εἰπεῖν, αὐτός τε καὶ οἱ ὑπ’ αὐτοῦ μεμαθητευμένοι, ὅτι «οὕτως, φησί, τὸν θεὸν ἐπίσταμαι τηλαυγέστατα καὶ τοσοῦτον αὐτὸν ἐπίσταμαι καὶ οἶδα, ὥστε μὴ εἰδέναι ἐμαυτὸν μᾶλλον ὡς θεὸν ἐπίσταμαι». ἄλλα δὲ ὅσα περὶ τούτου ἀκηκόαμεν, καθὼς δεινῶς ὁ διάβολος δι’ αὐτοῦ ἐμηχανήσατο ψυχὰς ἀνθρώπων δελεασθέντων ἀπολέσαι. καὶ γὰρ οὐκ ἄγεται αὐτοῖς περὶ βίου σεμνότητος, οὐ περὶ νηστειῶν, οὐ περὶ ἐνταλμάτων θεοῦ, οὐ περί τινος ἑτέρου τῶν εἰς ζωὴν ἀνθρώποις ἐκ θεοῦ προστεταγμένων, ἢ μόνον πρόχειρος αὐτοῖς ὁ λόγος δι’ ἑνὸς ῥήματος τὸ πᾶν [κατασχεῖν]· ὡς εἴ τις ἀπὸ νηὸς ῥίψας καὶ τὴν πᾶσαν ἐκβολὴν τοῦ παντὸς φόρτου ποιήσας, κατάσχῃ δὲ ἕν τι τῶν ἐν τῷ πλοίῳ ἐμβεβλημένων, κεράμου δέ φημι ἤ τινος ἑτέρου, ὡς δύνασθαι δι’ ἑνὸς σκεύους τὸν πάντα πόντον διανήξασθαι καὶ σωτηρίαν ἑαυτῷ προσπορίσασθαι, σφαλέντος δὲ τοῦ τοιούτου καὶ οὐχ ὡς ὑπελάμβανε περὶ τοῦ μετὰ χεῖρα σκεύους τὸ πέρας εὑρόντος, ὕστερον ὑποβρυχίου γεγονότος, [ὡς] ἐκπεσεῖν τῆς πάσης πραγματείας τε καὶ σωτηρίας·
PG 42:523οὕτω καὶ οὗτος ὁ Ἀέτιος καὶ οἱ ἐξ αὐτοῦ Ἀνόμοιοι εἰς μέσον φέροντες τὸ ῥητὸν τὸ ὑπὸ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ εἰρημένον τὴν μὲν λέξιν ὑφηγοῦνται, τὴν δὲ αὐτῆς δύναμιν οὐκ ὀρθῶς κατέχοντες σφάλλεται καὶ σφάλλονται. ὅταν γὰρ αὐτοῖς περιτύχοι τις καὶ περὶ ἐντολῶν ὑπομνήσειε, τοῦτο φάσκουσιν ὡς ἔφη τὸ ῥητὸν ὅτι οὐδὲν ἕτερόν ἐστιν ὃ ζητεῖ θεὸς παρ’ ἡμῶν, ἀλλ’ ἵνα γινώσκωμεν αὐτὸν μόνον, ὡς καὶ ὁ Χριστὸς ἔφη, φησίν, ἐν τῷ λέγειν αὐτόν «δὸς αὐτοῖς, πάτερ, ἔχειν ἐν ἑαυτοῖς ζωήν. αὕτη δέ ἐστιν ἡ ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». ἀκηκόαμεν γὰρ καί τινων λεγόντων ὡς παρ’ αὐτοῦ ἐναργῶς ἀκηκόασιν, ὥς τινες κατηγοροῦντο ἐπὶ ἀτοπήματι γυναικὸς ἁλόντες καὶ κατεγινώσκοντο ὑπ’ αὐτῶν. ὁ δὲ οὐδὲ περὶ τούτου χαλεπῶς ἔφερεν, ἀλλὰ καὶ μάτην ἐχλεύαζε, φάσκων μηδὲν εἶναι τὸ τοιοῦτον· σωματικὴ γάρ ἐστιν ἡ χρεία καὶ ἡ ὑπηρεσία.
ὥσπερ γάρ, φησί, περὶ τὸ οὖς κνηθόμεθα [καὶ αὐτὸς μὲν αἰδοῦμαι λέγειν ὅσαπερ ἐκεῖνος [ὁ] ἀκάθαρτος διηγήσατο], λαβόντες δέ, φησί, πτερὸν ἢ κάρφος τὸ οὖς κνηθόμεθα καὶ οὕτω παυόμεθα τῆς περὶ τὴν ἀκοὴν κνησμονῆς, οὕτω καὶ τοῦτο, φησί, συμβαίνει κατὰ φύσιν καὶ εἴ τις ἐπιτελέσειεν, οὐχ ἁμαρτάνει. 5. Καὶ ὅσα τοιαῦτα ὁ ἀνὴρ διηγούμενος ὑδαρῶς τὰ πάντα καὶ κακῶς ἐδίδασκεν, ἵνα ἐξ αὐτῶν τῶν ἔργων ὀφθῇ, τί μὲν οὗτός ἐστιν, οἱ δὲ τοῦ κυρίου λόγοι σαφῶς ἡμῖν καταυγάσωσιν, ὡς ἔλεγε «προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μή τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα;» οὕτω καὶ ἡ τούτου κατὰ πάντα τῆς ἀνοησίας τόλμα ἐντεῦθεν καὶ ἐκεῖθεν διελέγχεται. ὡς μὲν κατὰ τοῦ δεσπότου αὐτοῦ ἀνέτεινε τὸ στόμα ἀθυρογλωττῶν, εἰς τὸν ἑαυτοῦ κύριον βλασφημεῖν μὴ αἰσχυνόμενος, ἵνα καὶ ἐκ τῶν καρπῶν τῆς αὐτοῦ ἀκολασίας καὶ ὑδαρότητος οἱ συνετοὶ δοκιμάσαντες μὴ δρέψωνται τῶν αὐτοῦ καρπῶν. οὐ γὰρ δύναται ἐξ ἀκανθῶν σταφυλὴ τρυγᾶσθαι, ἵνα καὶ ἀπὸ τῆς κακοδιδασκαλίας ἡ σεμνότης ὀφθείη.
ἀλλὰ ταῦτα μὲν περὶ τὸν ἄνδρα γεγονότα ἀκηκόαμεν καὶ συμβεβηκότα· τὰ δὲ τῶν λόγων αὐτοῦ ἀκόλουθα εἰς μανίαν ἄρσεως κατὰ τοῦ κυρίου τολμηθέντα, ὡς ἔφην, πολλὰ μέν ἐστιν, ὀλίγα δὲ ἀπὸ τῶν πλειόνων παραθήσομαι, πρὸς αὐτὰ δὲ ἃ ὁ κύριος δίδωσι πρὸς ἀνατροπὴν καὶ αὐτοὶ λέξομεν. καὶ ἔστιν ἡ τούτου τοῦ Ἀνομοίου τῆς πίστεως ἐρεσχελία καὶ [οἱ] τῶν λόγων ἀπεικασμοὶ οὗτοι, ἐκ γραφῶν μὲν λεγόμενοι, οὐχ οὕτως δὲ κατὰ τὸν νοῦν ἔχοντες, ἀλλὰ ἄλλως τὴν δύναμιν ἔχοντες, ἀπ’ αὐτοῦ δὲ οὕτως λαμβανόμενοι· 6. Φάσκει δὲ εὐθὺς ἐν ἀρχῇ ὅτι «οὐ δύναται τὸ ἀγέννητον ὅμοιον εἶναι τῷ γεννητῷ. καὶ γὰρ κατὰ τὸ ὄνομα διαλλάττει· τὸ μὲν γάρ ἐστιν ἀγέννητον, τὸ δὲ γεννητόν». τὸ δὲ πᾶν ἐστιν ἠλίθιον καὶ εἰς μανίαν τρέψαν τὸν ἄνδρα.
PG 42:525εἰ γὰρ ζητήσομεν τῷ ἀγεννήτῳ γεννήτορα, ἵνα μὴ τὴν περὶ Χριστοῦ δόξαν ἀληθῆ ἀπολέσωμεν, εὑρεθήσεται οὐκέτι εἷς ὁ πατήρ, οὐδὲ [εἷς] πατὴρ πατρός, ἀλλὰ ἄπειροι οἱ πατέρες πατέρων ζητούμενοι, καὶ οὐκέτι εἷς θεός ἐστιν, ὁ ὢν ἀεὶ καὶ πρὸ αὐτοῦ μηδὲν ἐσχηκὼς καὶ ἀεὶ διατελῶν καὶ μένων, ἐξ οὗ ὁ μονογενὴς ἀληθινὸς υἱὸς γεγέννηται καὶ ἔστι, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐξ αὐτοῦ, ἀλλ’ ἔσονται οἱ ζητούμενοι πολλοὶ θεοὶ καὶ λοιπὸν τὰ πάντα ἀπάτη ἔσται καὶ οὐκ ἀλήθεια. δεῖ δὲ καὶ ὡς ἔστιν ἕνα εἰδέναι θεὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ καὶ τὸ πνεῦμα τὸ ἅγιον «ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον». καὶ αὕτη ἐστὶν ἡ μία θεότης, εἷς θεός, εἷς κύριος, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐ συναλοιφή τις ὢν ὁ υἱὸς τῷ πατρί, οὐδὲ τὸ ἅγιον πνεῦμα, ἀλλ’ ὁ πατὴρ πατὴρ καὶ ὁ υἱὸς υἱὸς καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τρία τέλεια, μία θεότης, εἷς θεός, εἷς κύριος, ὡς καὶ πολλάκις ἐν πάσαις αἱρέσεσιν οὕτω τὴν περὶ θεοῦ ἀπεδώκαμεν δοξολογίαν.
οὐκοῦν ἐπειδὴ εἷς ἐστι θεὸς καὶ οὐκ ἔνι ὑπολαβεῖν ἕτερον παρὰ τὸν ὄντα, θαυμαστῶς καὶ ἀγέννητός ἐστιν ὁ πατὴρ καὶ ἄκτιστος, καὶ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ [ὁ] ἐξ αὐτοῦ γεννηθεὶς οὐκ ἀνόμοιος αὐτῷ κατὰ πάντα τρόπον τυγχάνει, ἀλλὰ ταυτὸν τῷ πατρὶ καὶ ἴσος κατὰ πᾶσαν ἀξίαν, κἄν τε ὁ μὲν γεγέννηται, ὁ δὲ ἀγέννητός ἐστιν. εἰ μὲν γὰρ ὅλως γεγέννηκεν ἐξ αὐτοῦ τὸν υἱόν, ἀδύνατον μὴ εἶναι ἴσον τῷ πατρὶ καὶ ὅμοιον· πᾶν γὰρ τὸ γεννῶν ὅμοιον ἑαυτῷ γεννᾷ, καὶ οὐ μόνον ὅμοιον, ἀλλ’ ἴσον τῇ ταυτότητι. ἄνθρωπος μὲν γὰρ ἄνθρωπον γεννᾷ καὶ θεὸς θεόν, καὶ ὁ μὲν ἄνθρωπος ἐκ σωμάτων συμπλοκῆς, ὁ δὲ θεὸς ἀνεκδιηγήτως μόνος μονογενῆ γεγέννηκε, καὶ οὐ κατά τινα ῥύσιν οὐδὲ συστολὴν οὐδὲ πλατυσμόν, ἀλλὰ πνεῦμα ὢν ὁ πατὴρ ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως τὸν υἱὸν ἐγέννησεν, ὅμοιον αὐτῷ κατὰ πάντα καὶ ἴσον, ὡς λέγει τὸ ἅγιον εὐαγγέλιον ὅτι «ἐζήτουν αὐτὸν ἀποκτεῖναι οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ’ ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ».
πῶς γὰρ οὐχ ὅμοιος τῷ πατρὶ καὶ ἴσος κατὰ πάντα ὁ ἐν αὑτῷ ἔχων τὸ ζῆν καὶ λέγων «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκρούς, οὕτω καὶ ὁ υἱὸς ἐγείρει τοὺς νεκρούς», καὶ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐ δύναται διηλλαγμένος εἶναι ὁ δι’ ἑαυτοῦ τὸν πατέρα σημαίνων καὶ [ὁ] λέγων ὅτι «ὁ γινώσκων ἐμὲ γινώσκει τὸν πατέρα» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», ὡς αὐτοῦ οὐκ ἄλλου ὄντος παρὰ τὸν πατέρα· ὡς καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς σημαίνει «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». εἰ μὲν γὰρ οὐκ ἦν ὁ υἱὸς ὅμοιος τῷ πατρί, πῶς λοιπὸν ὁ ἄνθρωπος κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἐγένετο; οὐ γὰρ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἐμήν» ἢ «κατ’ εἰκόνα σήν», ἀλλὰ κατ’ εἰκόνα ἡμετέραν. ἀπὸ δὲ τοῦ «κατὰ ἡμετέραν» λέγειν τὸ ἴσον τοῦ πατρὸς ἐν τῷ υἱῷ ἀπέδειξε καὶ τὸ ὅμοιον οὐ μόνον, ἀλλὰ καὶ ταυτὸν ἐν ἅπασι καὶ μὴ παρηλλαγμένον. 7. Πῶς δὲ δύναται μὴ εἶναι ἴσος καὶ μὴ ὅμοιος, ὡς καὶ ἤδη εἶπον, ὁ λέγων ὅτι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»;
PG 42:527οὐ μόνον γὰρ αὐτὸς ἐν τῷ εὐαγγελίῳ λέγει τοῦτο, ἀλλὰ καὶ πνεύματι ἁγίῳ προφητεύων Ἠσαί̈ας ἔγνω τὸν υἱὸν ἐν τῷ πατρὶ καὶ μὴ ἀλλότριον τοῦ πατρὸς μηδὲ παρηλλαγμένον, ὡς ἔχει τὸ ῥητόν, ὃ ταύτην ἔχει τὴν ἀκολουθίαν, ἀπὸ μὲν τοῦ Ἑβραϊκοῦ οὕτως «φθόου σααρείμ, οὐϊαβω γωι σαδίκ, σωμὴρ ἐμμουνείμ, ἰεσρο σαμώχ, θεσὰρ σαλὼμ σαλώμ, χι βὰκ βατόου, βετοὺ βααδωναὶ̈ ἀδὰ ὤθ, χι βαϊὰ ἀδωναὶ̈ σωρ ωλεμείμ»· ἀπὸ δὲ τῆς ἑρμηνείας Ἀκύλα οὕτως «ἀνοίξατε πύλας, εἰσελθέτω ἔθνος δίκαιον, φυλάττον πίστιν, πλάσμα ἐστηριγμένον, φύλαξις εἰρήνης, ὅτι ἐπ’ αὐτῷ πεποίθασι· πεποίθατε ἐπὶ τῷ κυρίῳ ἕως αἰῶνος, ὅτι ἐν τῷ κυρίῳ κύριος ὁ στερεώσας τοὺς αἰῶνας», παρὰ δὲ τοῖς ο οὕτως «ἀνοίξατε πύλας, εἰσελθέτω [λαὸς δίκαιος] φυλάσσων ἀλήθειαν καὶ ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ ἤλπισαν, κύριε, ἕως τοῦ αἰῶνος, ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος». παρατηρείσθω δὲ ὁ ἀναγινώσκων ὡς [τὸ ὁ θεὸς] ἀντὶ τοῦ κύριος καὶ τὸ ὁ μέγας ἀντὶ τοῦ ἐν κυρίῳ κεῖται παρὰ τοῖς ο. καὶ πόσα ἔστι περὶ τούτου λέγειν; δέδια δὲ μή πως εἰς ὄγκον πολὺν ἐλάσω τὴν περὶ τούτων τῶν λόγων πραγματείαν.
πάντα γὰρ σαφῆ ἐν τῇ θείᾳ γραφῇ τοῖς βουλομένοις εὐσεβεῖ λογισμῷ προσέρχεσθαι τῷ θείῳ λόγῳ καὶ μὴ διαβολικὴν ἐνέργειαν ἐν ἑαυτοῖς ἐγκισσήσαντας ἑαυτοὺς καταστρέφειν εἰς τὰ βάραθρα τοῦ θανάτου, ὡς οὗτος ὁ ἐλεεινὸς καὶ οἱ αὐτῷ πεισθέντες ἄνθρωποι κατὰ τῆς ἀληθείας ἐστρατεύσαντο ὑπὲρ πάντας τοὺς πρὸ αὐτῶν γεγονότας βλασφήμους εἰς θεὸν καὶ τὴν αὐτοῦ πίστιν. καὶ ὅτι μὲν οὐ δύναται ἀνόμοιος εἶναι ὁ υἱὸς τῷ πατρὶ [ἀπεδείξαμεν], ἀλλ’ οὐδὲ τούτῳ ἐπερειδόμενοι ταῦτα ἔφημεν. ἔστι γὰρ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἴσος, ταυτὸν τῇ θεότητι, ταυτὸν τῇ ἀϊδιότητι καὶ δυνάμει. καὶ οὐ λέγομεν ταυτοούσιον, ἵνα μὴ ἡ λέξις παρά τισι λεγομένη Σαβελλίῳ ἀπεικασθῇ. ταυτὸν δὲ λέγομεν τῇ θεότητι καὶ τῇ οὐσίᾳ καὶ τῇ δυνάμει [καὶ] κατὰ πάντα ἴσον τῷ πατρὶ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ὁμοούσιόν τε φαμέν, ὡς ἔχει ἡ ἁγία πίστις, ἵνα ἀπὸ τοῦ ὁμο σαφῶς σημανθῇ τὰ τέλεια, ὅτι ὁ υἱὸς ἐκ πατρὸς τέλειος ἐκ τελείου, τέλειον δὲ καὶ τὸ ἅγιον πνεῦμα. 8. Ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης μαρτυρίας οὗτοι φωραθήσονται. εἰ γὰρ ὅλως ὁμολογεῖται [υἱὸς] ὑπ’ αὐτοῦ γεγεννημένος, ὁμολογηθήσεται εἶναι ἐπάναγκες ὅμοιος τῷ γεγεννηκότι.
PG 42:529δῆλον δὲ ὅτι ἐν λόγῳ μὲν λέγει τὸ γέννημα, κτίσμα δὲ σαφῶς ἔχει τε καὶ πεπίστευκε [ὑπάρχειν], κατὰ χάριν δὲ καλεῖσθαι αὐτὸν υἱόν, ὡς ἐδοκίμασεν ὁ ὁρι[ο]γνώμων τῶν ἐπουρανίων καὶ μεριστὴς τῶν ἀδιαιρέτων καὶ γεωμέτρης τῆς ἡμετέρας εἰς Χριστὸν σωτηρίας. διαπίπτει δὲ ὁ πάντων τούτων λόγος, τῶν κτίσμα αὐτὸν παρεισφερόντων, ὡς καὶ ὁ τούτου πεσεῖται. λέξω γὰρ πρὸς αὐτὸν δικαιότατα· λέγε μοι, ὦ οὗτος, τί ἂν λέγοις περὶ τοῦ υἱοῦ τοῦ θεοῦ; κτίσμα αὐτὸν φάσκεις ἢ γέννημα; εἰ μὲν γὰρ κτίσμα αὐτὸν λέγεις εἶναι, μηκέτι πιθανῶς παράκρυπτε τὴν λύμην, ὀνόματι γέννημα αὐτὸν καλῶν τοῦ πατρός. πᾶν γὰρ τὸ κτιστὸν οὐ γεννητόν, καὶ εἰ γεννητόν, οὐ κτιστόν. ἔασον τοίνυν τὸ μήτε λόγῳ λέγειν γεννητόν. οὐ γὰρ πρέπει σοι ὅλως κἂν ἑνὶ λόγῳ φέρειν τῆς ἀληθείας τὰ ῥήματα ἐπὶ χειλέων, ἀλλὰ λέγε σου τὸ πᾶν τῆς ἐπιβουλῆς, ἵνα μάθωμεν τίς εἶ καὶ οὕτως ἀποφύγωμεν ἀπὸ τῆς ἐπιβουλῆς σου, ἀγρευτὰ τῶν ψυχῶν καὶ ἐπίβουλε τῶν σοι πειθομένων. προσκυνεῖς τοίνυν τὸν υἱὸν τοῦ θεοῦ ἢ οὐ προσκυνεῖς; ναί, φησί, προσκυνῶ αὐτόν. θεὸν προσκυνεῖς ἢ οὐχί; ναί, φησί, θεὸν προσκυνῶ.
ποῖος οὖν θεὸς ἔσται κτιστὸς παρὰ σοὶ λεγόμενος καὶ προσκυνούμενος; εἰ μὲν γὰρ τὸν ἕνα ἔκτισεν ὁ προσκυνητὸς θεὸς καὶ τοῦτον εὐδόκησε προσκυνεῖσθαι, τὰ δ’ ἄλλα πάντα αὐτὸς ὁ κτίσας οὐ βούλεται προσκυνεῖσθαι, ἀλλὰ καὶ αἰτιᾶται τοὺς προσκυνοῦντας τὴν κτίσιν, διὰ νόμου διδάσκων «οὐ ποιήσεις σεαυτῷ πᾶν ὁμοίωμα καὶ προσκυνήσεις αὐτῷ μήτε ἐν τῷ οὐρανῷ μήτε ἐπὶ τῆς γῆς μήτε ἐν τοῖς ὕδασι», καὶ ὁ ἀπόστολός φησιν «ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν», πῶς τοίνυν περὶ πάντων κελεύει μὴ προσκυνεῖσθαι[, τοῦτον δὲ εὐδόκησε προσκυνεῖσθαι]; ἆρα οὖν «προσωποληψία ἐστὶ παρὰ θεῷ»; μὴ γένοιτο. ἐν τῷ γὰρ τὸν ἕνα προσκυνεῖσθαι ἔδειξε παντάπασιν ἄλλον ὄντα παρὰ τὴν κτίσιν τὸν προσκυνούμενον καὶ ἄλλην τὴν προσκυνουμένην κτίσιν παρὰ τὸν προσκυνητὸν κύριον, υἱὸν τοῦ θεοῦ ἐκ πατρὸς γεγεννημένον· διὰ γὰρ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι ὅμοιον αὐτῷ καὶ ὄντα υἱόν· διὰ τοῦτο γὰρ καὶ προσκυνητὸν παρὰ πᾶσι· «δι’ αὐτοῦ ἐποίησε τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἐν αὐτῷ γὰρ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι τῷ «ἐξ αὐτοῦ ἐκπορευθέντι καὶ τοῦ υἱοῦ λαμβάνοντι» ἐποίησε τὰ πάντα καὶ ἐστερέωσε.
PG 42:531«τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». ὅταν γὰρ εἴπῃ ὁ μονογενής, ὡς ἄνω μοι εἴρηται, «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν», ἀφώρισεν ἑαυτὸν ἀπὸ τῆς κτίσεως, ὡς καὶ ὁ ἀπόστολος φάσκει «εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ». καὶ ὁρᾷς μὲν πῶς ἔδειξεν ἕνα θεὸν τὸν πατέρα, ἕνα δὲ κύριον τὸν ἐξ αὐτοῦ γεγεννημένον· καὶ οὐκ εἶπεν· εἷς θεός, καὶ εἷς κύριος σὺν πᾶσι τοῖς ἐξ αὐτοῦ γεγονόσιν, ἀλλ’ εἷς κύριος δι’ οὗ τὰ πάντα. εἰ δὲ εἷς κύριος δι’ οὗ τὰ πάντα ἐστίν, οὐκ ἔστιν εἷς ἐκ πάντων, ἀλλὰ ποιητὴς τῶν ἁπάντων, τῶν κεκτισμένων πάντων κτίστης ὑπάρχων. 9. Τοῦ δὲ υἱοῦ ἐκ πατρὸς γεγεννημένου καὶ ἐκ πατρὸς τυγχάνοντος, δι’ οὗ τὰ πάντα γεγένηται, ἀνόμοιος τοῖς πᾶσίν ἐστιν, οἷα δὴ κτίστης ὢν τῶν ἁπάντων·
ἐπειδὴ εἷς καὶ εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα καὶ κύριος Ἰησοῦς δι’ οὗ τὰ πάντα, συνενουμένης τῆς ἄνω λέξεως διὰ τοῦ εἷς καὶ εἷς καὶ διὰ τοῦ ἐξ οὗ καὶ δι’ οὗ, τὸ μὲν σαφῶς ἐκ πατρὸς τὸν υἱὸν δεδήλωκεν, τὸ δὲ οὐκέτι τὸν υἱὸν ἐκ τῶν λοιπῶν εἶναι θαυμαστῶς ἀπεφήνατο, «δι’ οὗ τὰ πάντα» φάσκον, ἵνα δείξῃ πατέρα ὄντα καὶ υἱὸν ὄντα ἀπὸ πατρὸς ὄντος τὸν μονογενῆ κύριον. ἔλεγε δὲ ταῦτα ὁ ἀπόστολος πνεύματι ἁγίῳ φερόμενος· διὸ οὐκ ἔσχε χρείαν περὶ πνεύματός τι δηλῶσαι, οὐχ ὡς μὴ συνδοξαζομένου τοῦ πνεύματος πατρὶ καὶ υἱῷ οὐδ’ ἵνα αὐτὸ ἀπὸ τῶν πάντων σημάνῃ τῶν δι’ υἱοῦ κεκτισμένων. ἤρκει γὰρ τὸ συναριθμηθῆναι διὰ τῆς βεβαίας ὁμολογίας τοῦ υἱοῦ πατρὶ καὶ υἱῷ ἐν τῷ εἰπεῖν «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». φθεγγόμενος γοῦν ὁ ἀπόστολος, μᾶλλον δὲ τὸ πνεῦμα τὸ ἅγιον φθεγγόμενον ἐν αὐτῷ, οὐκ ἐδήλου περὶ ἑαυτοῦ. σαφὴς γὰρ ἦν ἡ περὶ αὐτοῦ γνῶσις, οὐδὲ ὑπὸ τῶν Ἰουδαίων ἀμφιβαλλομένη· ἐταμιεύετο δέ, ἵνα μὴ αὐτοσύστατον εἴη τὸ ἅγιον πνεῦμα.
ὁ δὲ ἀπόστολος [σὺν] πνεύματι ἁγίῳ ἐφέρετο καὶ περὶ πατρὸς ἔλεγε καὶ υἱοῦ, ἵνα δειχθῇ ἡ τριὰς ἀεὶ οὖσα καὶ μηδέποτε διαλείπουσα τοῦ εἶναι. μὴ θαύμαζε δὲ ἐὰν ἀκούσῃς «εἷς θεὸς ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος δι’ οὗ τὰ πάντα». τῷ γὰρ εἰπεῖν τὸν υἱὸν κύριον οὐ πάντως ἠρνήσατο ὁ ἀπόστολος τὸ εἶναι τὸν κύριον καὶ θεόν, καὶ τῷ εἰπεῖν «εἷς θεὸς δι’ οὗ τὰ πάντα» οὐκ ἠρνήσατο τὸ εἶναι τὸν θεὸν καὶ κύριον. ὁμοῦ γὰρ καὶ κύριος καὶ θεός, καὶ θεὸς καὶ κύριος, καὶ οὐδὲν διοίσει περὶ τῶν εἰς ἡμᾶς ἐν ἀληθείᾳ σωτηριωδῶς ἐκ θεοῦ διὰ τῶν ἀποστόλων κεκηρυγμένων. καταλείψας δὲ ὁ αὐτὸς Ἀνόμοιος καὶ οἱ ἐξ αὐτοῦ γεγονότες τὴν ὁδὸν τῆς ἀληθείας [εἰς ψεῦδος] ἐτράπησαν, κακῶς τὰς θεοῦ ῥήσεις ἐπινενοηκότες, καὶ λοιπὸν εἰς διαλογισμοὺς καὶ εἰς διαλογὰς λέξεων παρεκτρέψαντες τὸν νοῦν ἀπεπήδησαν τῆς ἀληθείας καὶ ἐξέπεσον τῶν ἐπουρανίων. πᾶσα γὰρ λέξις ἐλέγξει αὐτούς, ἐὰν θέλωσι τὸν ἑαυτῶν νοῦν δοῦναι εἰς «φωτισμὸν τοῦ εὐαγγελίου».
PG 42:533οὐδαμοῦ γὰρ ὁ μονογενὴς λέγει, καίτοι γε ἐν σαρκὶ παραγενόμενος, ὅτι ὁ κτίσας με πατὴρ ἀπέσταλκέ με, οὐδὲ ὁ πατήρ που ἐν τῷ εὐαγγελίῳ διελέχθη οὐδὲ ἐν παλαιᾷ διαθήκῃ, ὅτι ἔκτισα ὑμῖν τὸν υἱόν, ἀλλ’ «ὁ πατήρ με ἀπέστειλε», καὶ «ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», καὶ «ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος». καὶ πολλὰ ἔστι περὶ τῆς ἡμῶν σωτηρίας κατανοῆσαι καὶ μὴ συναρπάζεσθαι ἀπὸ τῆς τοῦ διαβόλου τούτου κυβευτικῆς διδασκαλίας. ὁ γὰρ διάβολος βουλόμενος ἀπολέσαι τὸ τῶν ἀνθρώπων γένος, φθόνῳ κατεχόμενος πρὸς τὴν τοῦ ἀνθρώπου δόξαν, μηχανὰς ἐπενόησε διαφόρους· τὸ πρῶτον μὲν διὰ τῆς ἀγνοίας, τὸ δεύτερον δὲ διὰ τῆς εἰδωλολατρείας, ἄλλοτε δὲ διὰ κακοτροπίας, νυνὶ δὲ εἰς ὕστερον διὰ τῆς πλάνης καὶ ἀπάτης τῶν αἱρέσεων, ἵνα πανταχόθεν καταστρέψῃ τὸν ἄνθρωπον ἀπὸ τῶν ἐπουρανίων. 10. Πόσα οὖν ἰσχύσει ὁ νοῦς τῆς ἡμῶν μετριότητος εἰπεῖν πρὸς σέ, ὦ Ἀνόμοιε; καλῶς γὰρ Ἀνόμοιος τυγχάνεις, ὁ καὶ ἀπὸ τῶν ἀνθρώπων τοὺς τρόπους καὶ τὴν διάνοιαν παρεκτρέψας τῶν τὴν σύνεσιν τοῦ θεοῦ κεκτημένων καὶ τὴν πίστιν ἐχόντων τῆς ἀληθείας.
οὐ γὰρ εἰς ἀγαθὸν προκόψας ἀνόμοιος γέγονας ἀνθρώποις, ἀλλ’ ἐκ τῆς ὁδοῦ τῆς ἀληθείας παρεκκλίνας ἀνόμοιος ἐγένου τῶν υἱῶν τῆς τοῦ θεοῦ ἐκκλησίας· πρόφασιν λαβὼν τὸν υἱὸν τοῦ θεοῦ τὸν κατὰ τὸν αὐτοῦ πατέρα ὄντα καὶ ἀνόμοιον πατρὶ λέγων σὺ ἀνόμοιος γέγονας, κληρωθεὶς τοῦτο τὸ ὄνομα, μηκέτι ὅμοιος ὑπάρχων τῶν ἐν θεῷ σῳζομένων. Ἵνα δὲ μὴ περὶ τὰς αὐτοῦ ζητήσεις κατατριβόμενος ἀναλίσκω χρόνον, ἀφ’ ὧν λέξεων αὐτὸς ὑφηγήσατο διαλεκτικῶς γράφων τισί, φέρε τὰ κατ’ αὐτὸν διελέγξωμεν. ἔδοξε γὰρ διαλεκτικήν τινα ὑποφαίνειν πλάνην ἐν αὐτῷ τῷ αὐτοῦ συντάγματι, τῷ οὐδ’ ἕνα λόγον ἔχοντι πίστεως, τῆς ἀφελεστάτης καὶ ἀκεραιοτάτης καὶ ἐν πνεύματι ἁγίῳ καὶ πράῳ [κε]κοσμημένης. ὅλον δὲ δι’ ὅλου τὸ δοκοῦν αὐτοῦ πονημάτιον τὸ εἰς ἡμᾶς ἐλθὸν ἐν πρώτοις κατέταξα, ἵνα ἀπ’ αὐτοῦ ποιησώμεθα πρὸς αὐτὸν τὴν λοιπὴν ἀνατροπὴν τῆς διαλέξεως. καὶ ἔστι τόδε· Τὸ συνταγμάτιον τοῦ Ἀνομοίου Ἀετίου. 11.
PG 42:535Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν Χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων πολλῶν πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτο εἰς ἡμᾶς, τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος, ἠναγκάσθην οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ’ ἔννοιαν τῶν ἁγίων γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι’ οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παύειν ἀναισχυντεῖν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προειρημένους Χρονίτας. ἐν εἴδει δὲ τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διέστησα καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν ἐπιχειρημάτων, ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ· α. Εἰ δυνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι. β. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη.
εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δῆλον ὅτι καὶ γενέσεως. οὔτε γὰρ παρ’ ἑτέρας φύσεως εἴληφε τὸ εἶναι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν. γ. Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν, πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν; δ. Εἰ ἀτελευτήτως ὁ θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιοουσίου κακοδοξία παραφανισθήσεται. ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώματι. ε. Εἰ ἀγέννητός ἐστιν ὁ θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ’ ἐξ οὐσίας ὑποστησάσης αὐτό. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει. 2. Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ [ἀπὸ] τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις. ζ. Εἰ μὴ ὅλος ὁ θεὸς ἀγέννητός ἐστιν, οὐδὲν κωλύει γεγεννηκέναι οὐσιωδῶς.
PG 42:537εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε γέννημα. η. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ’ οὐ τὸ γεννᾶσθαι. εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν. εἰ δὲ εἴη καὶ ἀμετάβλητος καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὸ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμολογηθήσεται. θ. Εἰ σπερματικῶς ἦν ἐν τῷ ἀγεννήτῳ θεῷ τὸ γέννημα, μετὰ τὴν γέννησιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειος οὖν ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ’ ἐξ ὧν προσέλαβε. τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα ὡς ἐξ ἐκείνων συνεστῶτα τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν. ι. Εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησεν. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι. τὸ γὰρ αὐτὸ εἶναί τε [οὐκ] ἔστι καὶ μὴ εἶναι.
γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος. ια. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτὸν ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος, τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν; ιβ. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ’ ἐπινοίας ἐστὶν ἀνθρωπίνης τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὴν [τοῦ] ἀγεννήτου ἐπίνοιαν, τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ. ιγ. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους, κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι. ιδ. Εἰ μὴ εἴκει ἡ ἀγέννητος φύσις γενέσει, τοῦτ’ ἔστιν ὃ λέγεται· εἰ δὲ εἴκει γενέσει, τὰ τῆς γενέσεως πάθη τῆς ὑποστάσεως τοῦ θεοῦ εἴη ἀμείνω. ιε. Εἰ τὸ γέννημα ἄτρεπτον τὴν φύσιν ἐστὶ διὰ τὸν γεννήσαντα, τὸ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος, οὐ διὰ γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. ι.
PG 42:539Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικόν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα. μηδενὶ δὲ μηδὲν πῶς [ἂν] ἀντιδιασταλείη; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται, σιωπῆς τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα, ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ’ οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία. ιζ. Εἰ μηδὲν πλέον νέμει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα. ιη. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως, οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος. οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ’ ὅτι πέφυκεν. αὐτὸ οὖν ὑπάρχουσα οὐσία ἀγέννητος ὁ θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ’ ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι κατὰ τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν. ιθ.
Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον, μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μὴ ὄντος τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν ὄντος θεόν, ὅπερ ἐστὶν αὐτὸν ἑαυτοῦ; κ. Εἰ αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ’ εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν’ οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται. εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ἀγεννησίας ἐστέρηται. εἴη ἂν οὖν οὐσία μὲν γεννητή, τὸ δὲ ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρόδου ἐστὶ δηλωτικόν, δῆλον ὅτι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπέπλασται ἐξ οὐσίας τινός, ἄν τε τοῦτό ἐστιν ὃ λέγεται, γέννημα. κα. Εἰ τὸ ἀγέννητον ἕξις καὶ τὸ γεννητὸν ἕξις, αἱ μὲν οὐσίαι τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ’ οὖν γε προτιμότεραι.
PG 42:541εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι, τὸ εἶναι σημαῖνον τὸ γέννημα συνεισφέρον τῇ ἑαυτοῦ οὐσίᾳ τὸ αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ’ οὐχ ἕξεως· τῆς [δ’] ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐκ ἂν εἴη οὐσία, ἀλλ’ ἕξις ἡ ἀγέννητος φύσις; κβ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οἷα ἡ θεοῦ τοῦ παντοκράτορος, πῶς ἂν τὴν μὲν παθητὴν ἐρεῖ τις, τὴν δὲ ἀπαθῆ; εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ παθῶν ἐστιν ὑπεύθυνος, συγχωρηθεῖσα [δὲ] τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν τῷ αὐτομάτως ἐπιτρέψαι τὸν φιλοῦντα κατὰ τὰ προειρημένα, ἦν τὸ γοῦν ἀκόλουθον τὴν μὲν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην. κγ. Εἰ τῆς γενομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος; κδ. Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ’ ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατονομάζεσθαι τὴν οὐσίαν τοῦ θεοῦ, τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ; κε.
Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς αὐτὸν ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; κ. Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ θεοῦ ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος ὑποστάσεως, ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα θεὸν τὸν παντοκράτορα. κζ. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ’ ὑπόστασιν σημαίνει. κη. Εἰ πᾶν τὸ γεγονὸς ὑφ’ ἑτέρου γέγονεν, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ’ ἑαυτῆς οὔτε ὑφ’ ἑτέρας γέγονεν, ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον. κθ. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγέννητος ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος, οὐκ ἔξωθεν συνεμφαίνουσα τὸ ἀπρόσιτον, αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος, ἐπειδὴ καὶ ἀγέννητος. λ. Εἰ ὑπεράγει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπεράγει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς.
PG 42:543εἰ δὲ μὴ ἔστιν οὐσίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασῴζεσθαι; λα. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ὁ ἀγέννητος θεός, ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννήματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν τοῦ πρώτου καὶ δευτέρου τάξιν; λβ. Εἰ διαμένει ἐν φύσει ἀγεννήτῳ ὁ θεός, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφῃρήσθω. συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν, αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν, περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφε μετουσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει γινώσκει ἑαυτόν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον μετουσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκαταφρόνητόν ἐστι τὸ γεννητὸν διὰ μεταβολῆς ἐπιτηδειότητα, ἀξίωμα φύσεώς ἐστιν οὐσία ἀμετάβλητος, τῆς ἀγεννήτου οὐσίας πάσης αἰτίας κρείττονος ὡμολογημένης. λγ.
Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἕξουσι τὴν φύσιν. οὐ γὰρ ἂν μὴ ἀποκληρώσει φύσεως τινὸς κοινοῦ καὶ ἰδίου μετειληφυῖα ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίνετο. λδ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ’ ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς οὖν ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν, οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας; λε. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος. τῆς δὲ οὐσίας τὸ ἀπαράλλακτον ἐχούσης τὸ ποιεῖν τε καὶ τὸ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλάκτων ἀναριθμήτως διοίσουσιν ἀλλήλων. οὐ γὰρ ἂν εἴη ἀριθμητὰ τὰ διεστῶτα ἢ καθόλου ἢ κατά τι, πάσης διαστάσεως ἀποκλήρωσίν τινα ἐμφαινούσης ἔτι ἀποτεταγμένης ἀγεννήτου φύσεως. λ. Εἰ τὸ ἀγέννητος καὶ τὸ θεὸς ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ, ὁ ἀγέννητος ἀγέννητον ἐγέννησεν. εἰ δὲ ἕτερόν τι δηλοῖ τὸ ἀγέννητος, ἕτερον δὲ τὸ θεός, οὐκ ἄτοπον τὸ θεὸν γεγεννηκέναι θεόν, ἑκατέρου τὴν ὕπαρξιν λαβόντος ἐξ ἀγεννήτου οὐσίας.
PG 42:545εἰ δὲ τὸ πρὸ τοῦ θεοῦ μηδὲν εἴη, ὥσπερ οὐκ ἔστι, τὸ θεὸς καὶ τὸ ἀγέννητος ταὐτὸν δηλοῖ, οὐ προςιεμένου τοῦ γεννήματος τὸ ἀγέννητον. διὸ οὐδὲ συνεκφωνεῖσθαι τῷ θεῷ καὶ πατρὶ αὐτοῦ ἀνέχεται. Ἐρρωμένους καὶ ἐρρωμένας ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός, ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθεὶς ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ, ὑποστάντος τε ἀληθῶς πρὸ αἰώνων καὶ ὄντος ἀληθῶς γεννητῆς ὑποστάσεως, διατηρήσει ἀπὸ τῆς ἀσεβείας, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι’ οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Πεπλήρωται τὸ σύνταγμα τοῦ Ἀετίου. 13. Καὶ ἔστι τῶν εἰς ἡμᾶς ἀπὸ μέρους ἐλθόντων αὐτοῦ φθοριμαίων λέξεων, ὡς ἔφην, ἡ ἀρχὴ [ἡ] παρ’ ἡμῶν ἀνατρεπομένη αὕτη. τριακόσια γὰρ ὁμοῦ κεφάλαια ὁμοιότροπα τούτοις φασὶν αὐτὸν πεποιηκέναι πάσης βλασφημίας ἔμπλεα. ἐνταῦθα δὲ ὡς ἀπολλυμένου σώματος ἑρπετοῦ καὶ σαπέντος, ἐπιβούλου τινὸς σπουδαίου ἀναλεξαμένου τῶν τοῦ ἑρπετοῦ λειψάνων τὰ ὀστέα εἰς λύμην τινῶν, ἣν καυχᾶται ἐπιβουλὴν πεποιηκέναι τισὶ γράφων, δῆθεν ὡς κατὰ φιλοκαλίαν παρεθέμην τὸ συνταγμάτιον, οὗ ἡ ἀρχὴ οὕτως.
οὗ εἵνεκεν καὶ αὐτοὶ [διὰ] τῆς τοῦ θεοῦ ἐνεργείας τὰ ἰατικὰ τῶν λόγων τῆς θείας γραφῆς ἀναλεξάμενοι ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀνατρεπτικὴν ἀντίδοτον κατασκευάσωμεν τοῖς βουλομένοις ἰαθῆναι τῆς αὐτοῦ ἰοβολίας, ἄντικρυς ἑκάστης λέξεως ἀνατροπὰς παραθησόμενοι τῶν αὐτῶν συλλογιστικῶν κεφαλαίων οὕτως· Τὰ Ἀετίου τοῦ Ἀνομοίου. 14. Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν Χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων πολλῶν πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτο εἰς ἡμᾶς, τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος, ἠναγκάσθην οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ’ ἔννοιαν τῶν ἁγίων γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι’ οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παύειν ἀναισχυντεῖν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προειρημένους Χρονίτας·
PG 42:547ἐν εἴδει δὲ τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διέστησα καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν ἐπιχειρημάτων, ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ. Ἀνατροπή. 15. Κατὰ λέξιν τῆς διαλεκτικῆς σου κομπείας καὶ συλλογιστικῆς ματαιοπονίας τὴν ἀνατροπὴν ποιήσομαι, μὴ ὑπερβαίνων μηδὲ ἐν δευτέρῳ τιθέμενος τῶν δοκουσῶν σοι μειζόνων ἢ καὶ βραχειῶν λέξεων τὸ ἀμύθητον. καὶ πρῶτον μὲν ἐπεὶ ἄνω γράφων τοῖς τοῦ σοῦ συστήματος ἀθληταῖς καὶ ἀθλητρίαις ἔφησθα Χρονίτας τινὰς σφετερισαμένους [διαφθεῖραι] ἅπερ μετὰ χεῖρας εἶχες τοῦ πονηματίου, ἐρωτηθείσης τῆς παρὰ σοὶ λέξεώς σε μᾶλλον τοῦτο τὸ ὄνομα κεκτημένον καὶ τοὺς ἀπὸ σοῦ μεμαθητευμένους, ἵνα μὴ εἴπω πεπλανημένους [τις] διελέγξειεν. ἡ μὲν γὰρ θεοῦ ἁγία πίστις, ἀπ’ ἀρχῆς οὖσα καὶ ἀεὶ ἀρχαί̈ζουσα καὶ μὴ παλαιουμένη, ἔστιν ἀεί, καὶ ἡδραίωται ταύτης ὁ θεμέλιος, καὶ ὑπάρχει ἔχουσα τὸν αὐτῆς δεσπότην ἄχρονον. διὸ οὐδὲ αὐτὴ χρονικὴ ὑπάρχει, ἀλλ’ ἀεί ἐστι μετ’ ἀγγέλων ἐμπολιτευομένη καὶ ἁγίους κατὰ γενεὰν καὶ γενεὰν κοσμοῦσα.
σὺ δὲ μᾶλλον χρονικὸς ὑπάρχεις, βουκοληθεὶς ὑπὸ τῆς πλάνης καὶ ἐπαρθεὶς κατὰ τὴν διάνοιαν, καὶ τὸ σὸν βόσκημα τῆς ἀγέλης χυδαίως εἰς νομὴν ἀκανθώδη παρεμπλέξας. οὐδεὶς γὰρ κατὰ σὲ τῶν παλαιῶν ἐφρόνησεν, ὦ Ἀέτιε, ὁ κατὰ χρονικῶν γράφων, αὐτὸς χρονικὸς ὑπάρχων καὶ οὐκ ἀρχαί̈ζων. εὐθὺς δὲ ἐκ πρώτης ἐπιβολῆς, ὡς ἔφης [τὸ] πονημάτιον γεγραφέναι, εἰπὼν περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ, ἐξέπληξας τὸν βίον ἐν τῇ τοσαύτῃ σου φωτεινῇ ἐπιβολῇ τοῦ λόγου, ἵνα οὕτως περιγέλαστόν σου ποιήσωμαι τὸν λόγον τῆς διαλέξεως τῆς τοσαύτης σου καινοτομουμένης ὀνοματοποιίας. 16. Τίς γὰρ τῶν τὸ σωτήριον τοῦ θεοῦ κήρυγμα κεκτημένων Χριστιανῶν παίδων τοῦτο καταλείποι, προτραπεὶς ὑπὸ σοῦ διὰ τῆς μυθώδους σου πλάνης, ἐάσας θεὸν ἀεὶ ὄντα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀεὶ ὄν, καὶ ἐλθὼν ἀκούσει παρὰ σοῦ περὶ γεννητοῦ θεοῦ, ἵνα καὶ αὐτὸς ἐν μωροῖς καταλεχθείη, διδασκόμενος προσκυνεῖν «τὴν κτίσιν παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογημένος εἰς τοὺς αἰῶνας ἀμήν;» οὐκ ἔχομεν γὰρ ἡμεῖς κτιστὸν θεόν, οὐ ποιητόν, ἀλλ’ ἄκτιστον καὶ ἀγένητον, ἐκ πατρὸς γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως.
κἄν τε γὰρ σοφίζῃ τὸ γεννητόν, γεννητὸν ὁμωνύμως καλεῖν βουλόμενος, οὐ δέξομαί σου τὴν λέξιν, κἄν τε οὐχ οὕτως νοήσῃς ἠλαττωμένως παρὰ τὸ ἐκ πατρὸς γεγενῆσθαι· «ἐξ ἀκανθῶν γὰρ οὐ συλλέγουσι σταφυλάς, οὔτε ἐκ τριβόλων σῦκα», οὐδὲ ἐξ ἀνδρὸς πεπλανημένου ὀρθὸς ἂν ὑποληφθείη λόγος· ἐφίμου γὰρ καὶ ὁ κύριος τοὺς δαίμονας Χριστὸν αὐτὸν ὁμολογοῦντας. «κατ’ ἔννοιαν δὲ τῶν θείων γραφῶν» φάσκεις εἶναι «τὸ λογίδιον». λέγε μοι, ποία γραφὴ θεία ἐδίδασκε προσκυνεῖσθαι θεὸν ποιητόν; καὶ ὅτι μὲν θεὸς ἀγέννητός ἐστι παντί τῳ σαφὲς εἴη. ἀλλ’ οὐδὲ τοῦτο ὀνομαστὶ ἔγκειται ἐν τῇ θείᾳ γραφῇ· ἀπὸ δὲ ὀρθοῦ καὶ εὐσεβοῦς λογισμοῦ καὶ αὐτῆς τῆς συνέσεως περὶ θεοῦ εὐσεβῶς τοῦτο νοεῖν καὶ λέγειν ἀραρότως ἔχει. λέγεις δέ, ἵνα εἰδέναι ἔχοιεν οἱ ὑπὸ σοῦ ἀθληταί τε καὶ ἀθλήτριαι καλούμενοι, πεπλανημένοι δὲ μᾶλλον, πῶς πρὸς ἕκαστον ἀποκριθῶσι, διὰ συντόμου καὶ εὐπεριδράκτου λόγου στιχηρῶν τρόπον τὰ κεφάλαια ὑπὸ σοῦ συντεθεῖσθαι.
PG 42:549διὸ αὐτὰ τὰ δοκοῦντά σου ἰσχυρὰ ῥήματα καὶ σοφιστικά, ἃ πρὸς τοὺς μείζους εἰς ἀντιλογίαν ἐξήσκηταί σοι, μᾶλλον δὲ ἵνα πρὸς τὴν ἀλήθειαν ἐπάρῃς στόμα, ἡμεῖς οἱ εὐτελεῖς καὶ ἰδιῶται καὶ οὐ μείζους, ἀλλὰ βραχύτεροι πολλῶν τῶν ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, [διαλαμβάνοντες] ποιησόμεθα, ὡς προεῖπον, τὴν ἀνατροπὴν τῆς ἀσυστάτου ταύτης καὶ σφόδρα εὐτελοῦς φλυαρίας. 17. Καὶ ἕως ὧδε ἐχέτω ἡ κατὰ τοῦ προοιμίου σου ἀντίθεσις τῆς ἡμῶν βραχύτητος. ἀρχὴν δὲ αὖθις τῶν ὑπὸ σοῦ κεφαλαίων καθεξῆς κατατάξας ἄντικρυς ἑκάστης λέξεως καὶ κεφαλαίου ἀντιπαραθήσομαι τὰς ἐκ τῶν θείων γραφῶν καὶ ἐξ ὀρθοῦ λογισμοῦ ἀντιρρήσεις τε καὶ ζητημάτων παρὰ σοὶ λογικῶν ἀνατροπάς, ὅπως οἱ θεοῦ δοῦλοι καὶ ἀληθεῖς ἀθληταὶ ἐντυχόντες καὶ κατανοήσαντες τὴν πᾶσάν σου ἀτοπίαν καταγελάσωσι, λέγοντες «ἡ ὑπερηφανία τῆς καρδίας σου» ἐποίησέ σοι ταῦτα. «σὺ γὰρ εἶπας ταῦτα ἐν τῇ διανοίᾳ σου· ἀναβήσομαι εἰς τὸν οὐρανὸν καὶ ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.
νυνὶ δὲ εἰς Ἅιδου καταβήσῃ, εἰς τὰ θεμέλια τῆς γῆς» καὶ τὰ ἑξῆς. 18. Καὶ ἔστιν ἡ ἀρχὴ τῶν Ἀετίου κεφαλαίων αὕτη· α. Εἰ δυνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι. Ἀνατροπή. Πρῶτον μὲν τὸ εἰς θεὸν λογίσασθαι ἀδύνατον ἀσεβές, ἢ [ἀδύνατον] μόνον τὸ ἀπρεπὲς τῇ αὐτοῦ θεότητι, καὶ αὐτὸ οὐκ ἀδυνάτου ὄντος αὐτοῦ ποιεῖν, ἀλλ’ ἀπρεποῦς οὔσης τῆς φαυλότητος θεῷ, ᾧ οὐδὲν ἀδύνατον, ἀλλὰ διὰ τὸ τὸ φαῦλον ἀδύνατον εἶναι τῇ ἐνθέῳ αὐτοῦ δυνατῇ ἀγαθότητι καὶ αὐτῷ ἀγαθῷ ὄντι. Καὶ ἄλλως. Εἰ τὸ γεννητὸν ἀγέννητον [ποιῆσαι] παρὰ θεῷ ἀγαθὸν εἰς ἔργον νομισθείη, ἀδυνάτως δὲ ἔχοι τὸ εἰς ἀγαθὸν γινόμενον ἀγαθῶς ἐπιτελέσαι, τοῦτο ἧττα περὶ τὸν δυνατὸν εἴη, βουλομένου τὸ προκριτέον ἐργάσασθαι καὶ μὴ δυναμένου. εἰ δὲ τὸ ἀγέννητον ἀγαθόν, τὸ γεννητὸν δὲ ἐν τῇ ἰδίᾳ τάξει ἀγαθῶς γεγένηται, ἀγαθῆς οὔσης ἐξ ἀγαθοῦ θεοῦ τῆς τάξεως τοῦ γεννητοῦ καὶ παρ’ αὐτῷ νομισθείσης, οὐκ ἂν ποιήσειε τὸ καλῶς γεννητὸν ἀγέννητον, ἐπειδὴ καλῶς νενόμισται αὐτῷ τὸ οὕτως εἶναι καλόν.
PG 42:551ἐπεὶ οὖν τοῦ καλοῦ οὐχὶ διὰ τὸ ἀδύνατον οὐ μεταβάλλεται ἡ τάξις, ἀλλὰ διὰ τὸ ἀγαθῶς οὕτως εἶναι, ἀγαθὸς ἄρα ὁ ἀγέννητος θεός, ἀγαθὰ δὲ τὰ ἐξ αὐτοῦ γενόμενα ἐν τῇ ἰδίᾳ τάξει, μὴ λαβόντα ἀγεννήτου ὄνομα. οὐ γὰρ θεοὺς κτιστοὺς ἐποίησεν, ἵνα θάτερον θατέρῳ παρεκτεινόμενον ἀφανίζῃ διὰ τῆς ἐπωνυμίας τὸ ἀν[τ]ώνυμον τοῦ μείζοντος πρὸς τὸ ἧττον. εἰ μὲν γὰρ ὁ μέν ἐστι θεὸς ἀγέννητος, ὁ δὲ θεὸς γεννητός, τῶν φύσεων ἀκοινωνήτων οὐσῶν, ἀδύνατόν ἐστι κοινωνῆσαι κατὰ φύσιν [ἐν] τῷ τοῦ ὀνόματος ἀξιώματι, ἀλλ’ εἰ ἄρα καταχρηστικῇ τινι χάριτι, καὶ αὐτὸ κατὰ συμμετοχὴν τοῦ πλουσίου χαριζομένου τῷ ἥσσονι. ὁ δὲ ἥσσων οὐκ ἄν ποτε εἰς τὸ τοῦ μείζονος ὄνομα ἑαυτὸν καλέσειε, παντάπασι γινώσκων ἀλλότριον ἑαυτὸν ὄντα τοῦ κατὰ φύσιν ἀξιώματός τε καὶ ὀνόματος. λέξειε δ’ ἄν τίς σοι, ὦ Ἀέτιε, τὸ «θεὸς ἦν ὁ λόγος» καὶ οὐκ «ἐγένετο θεὸς ὁ λόγος»· πῶς ἕξει τὸ κατὰ φύσιν [τὸ] τῆς εὐγενείας ὄνομα ἢ πῶς ἰσωθήσεται, εἴπερ τι γέγονε, τῷ τοῦ θεοῦ ἀξιώματι; ἢ πῶς τὸ «θεὸς ἦν» ἐκκοπήσεται, χρόνου μὴ ἐπιδεχομένου τοῦ ἦν διαίρεσιν ἐργάσασθαι κἂν ἐν τῷ τυχόντι;
γνώσῃ δὲ ὅτι ἄναρχος θεὸς καὶ ἀγέννητος θεὸς ἐγέννησεν ἐξ αὑτοῦ θεὸν ὅμοιον ἑαυτῷ, οὐ μόνον, ἀλλὰ καὶ ἴσον κατὰ πάντα. καὶ οὐκ ἔκτισεν, ἵνα μὴ ἀνόμοιος ὁ κτισθεὶς γενόμενος ἀφανίσῃ τὸ τοῦ θεοῦ ὄνομα διὰ τῆς διαστάσεως τῆς παραλλαγῆς. ἀδύνατον γὰρ τὸν γεννῶντα ἀνόμοιον καὶ ἄνισον γεννᾶν ἑαυτοῦ, καὶ τὸν γεγεννημένον ἀνόμοιον εἶναι τοῦ γεγεννηκότος. διὸ ἐνταῦθα περιλήψεται τῆς ταυτότητος τὸ κατὰ φύσιν ἐξ εὐαγγελικῆς μαρτυρίας «ὅτι πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι», τουτέστι θεὸς ὁ πατήρ, θεὸς ἐγώ· ζωὴ ὁ πατήρ, ζωὴ ἐγώ, καὶ τὰ ἑξῆς πάντα ὅσα πρέπει πατρί, [πρέπει] καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ἐν μιᾷ θεότητι, μηδὲν τῆς τριάδος παρηλλαγμένον ἐχούσης· σαφῶς ἡμῖν ἀνάρχως καὶ ἀχρόνως [γεγεννημένου] τοῦ ἐνυποστάτου λόγου τοῦ πατρὸς καὶ τοῦ ἐνυποστάτου πνεύματος τοῦ ἁγίου ἐκ πατρὸς [ἐκπορευομένου] καὶ [τῶν] τοῦ υἱοῦ [λαμβάνοντος] [ἡμῖν] ἐν γνώσει τελείᾳ ἠσφαλισμένου. 19. β. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δῆλον ὅτι καὶ γενέσεως.
οὔτε γὰρ παρ’ ἑτέρας φύσεως εἴληφε τὸ εἶναι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχε. Ἀνατροπή. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, ὁ δὲ γεννητὸς ἐξ αὐτοῦ ἀναξίως αὐτοῦ γεγέννηται καὶ οὐ κατ’ ἰσότητα, καὶ ἐν τῷ τοῦ πατρὸς προκριτέῳ ὀνόματι ἕστηκεν, ἀτιμίαν τῷ γεγεννηκότι τὸ γέννημα περιποιεῖται, ἑτέρου ὀνόματος παρὰ τὰ γεγονότα κτίσματα ἔχον τὸ ἀξίωμα καὶ οὐ κατὰ τὰ γεγονότα τὴν τιμὴν τῷ πεποιηκότι περιποιούμενον. τὰ μὲν γὰρ ἐκτὸς αὐτοῦ δόξαν τῷ κεκτικότι περιποιεῖται, οὐκ ὄντα ἴσα τῷ πεποιηκότι οὐδὲ ὀνόματι τοῦ πεποιηκότος καλούμενα, ἀλλὰ δοῦλα γενόμενα εἰς δόξαν τοῦ πεποιηκότος, ἵνα ἀπὸ τῶν ἐνδόξων [ἐκ] τοῦ ὑπὲρ τὰ ἔνδοξα γεγονότα [ὄντος] τὸ προκριτέον καὶ ὑπὲρ αὐτὰ ὂν ἀναλόγως θεωρῆται. ὁ δὲ οὐκέτι τῇ τούτων ὀνομασίᾳ κικλησκόμενος, τῇ δὲ [τοῦ] προκριτέου ὁμοουσιότητι ἐκ τοῦ τετέχθαι συνηνωμένως ἔχων τὸ ἀξίωμα, εἰ διοίσει τοῦ προκριτέου [διὰ] τὴν παραλλαγήν, καὶ τῷ προκριτέῳ ἔλαττον ἀξίωμα περιποιήσεται, διαλλαττομένης τῆς κατὰ τὸ προκριτέον τοῦ γεννήματος ἐπικοινωνίας.
PG 42:553διὸ ὅμοιος ἐξ ὁμοίου καὶ ἴσος ἐξ ἴσου ἡμῖν ὁ βλαστὸς οὐκ ἀπὸ σωματικῆς ἐννοίας τῇ πίστει κατείληπται, ἀλλ’ ὡς θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτὸς καὶ λόγος πατρὸς ἐνυπόστατος, σῳζομένης τῆς ἀμεταθέτου τοῦ προκριτέου δόξης, ἐν τῷ τὸ προκριτέον οὐκ αὐτὸ ἑαυτοῦ [εἶναι] αἴτιον, ἀλλ’ ἀπ’ αὐτοῦ τὸ ἴσον γεννῶν ἀχράντῳ καὶ ἀκαταλήπτῳ οὐσίᾳ, ὁμοουσίως τὸ οὐσιῶδες καὶ ἐνυπόστατον θεῖον γέννημα, ὅπερ εἰκών ἐστιν οὐκ ἄψυχος, ἀλλὰ πατρὸς χαρακτηρίζουσα γένος, ὥς φησιν ἡ θεία γραφή, ἐπὶ τῇ ἰσότητι τοῦ γεννήτορος τὸ γέννημα τάττουσα, «εἰκών», φάσκουσα, «τοῦ ἀοράτου θεοῦ». καὶ ἵνα μή τις νομίσῃ διαφορὰν εἶναι τὴν εἰκόνα τῆς ταυτότητος, αὐτὸς ὁ πατὴρ τὴν διόρθωσιν τῆς ἡμετέρας ζωῆς προνοῶν πρὸ τούτου τοῦ λόγου ἔφησε τὸ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», οὐ διοίσας ἑαυτὸν παρὰ τὸν υἱόν, ἀλλὰ δυϊκὴν καὶ ὁμώνυμον λέξιν ἐπειπών, τὸ «ποιήσωμεν ἄνθρωπον», ἵνα δύο σημάνῃ, ἑαυτόν τε καὶ τὸν υἱόν, ἢ καὶ εἴποιμι καὶ τὸ ἅγιον πνεῦμα.
καὶ τὸ ἐπὶ τῇ ἰσότητι τῆς εἰκόνος, τὸ μὴ [ἀνόμοιον] διὰ δύο λόγων παρενθείς, «εἰκόνα» μίαν ἔφη, [τῷ] «ἡμετέραν» δὲ τὸ δυϊκὸν ἀπεφήνατο, τὸν δὲ γινόμενον ἄνθρωπον οὐ τῇ τοῦ ἑνὸς εἰκόνι, ἀλλὰ τῇ τῶν δύο ὁμοιότητί τε καὶ ἰσότητι εἰκόνα γινόμενον, ἵνα πάντη σαφὲς εἴη τὸ προκριτέον ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι μένον ἐν ταυτότητι καὶ μὴ ἀλλοιούμενον. οὐ γὰρ παρ’ ἑτέρας φύσεως εἴληφεν ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ ἅγιον πνεῦμα, ἢ δέδωκεν ἑτέρᾳ φύσει συμμετοχὴν τῆς ἑαυτοῦ φύσεως καὶ ἀξιώματος, οὔτε κατά τινα τομὴν ἢ ἀπόρροιαν τὸ εἶναι ἐξ αὐτοῦ τὸν μονογενῆ καὶ τὸ ἅγιον πνεῦμα ἀλλοίωσιν τῆς φύσεως ἐξειργάσατο, ἀλλὰ καθάπερ ἐξ ἀρχῆς προκριτέα φύσις ἀγέννητος καὶ ἄκτιστος ἀεὶ ἦν, οὕτως ἀεὶ ἐξ αὐτοῦ προκριτέον γέννημα καὶ ἅγιον πνεῦμα ἡμῖν σαφῶς κεκήρυχε καὶ οὐκ ἐνηλλαγμένως. 20. γ. Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν, πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν; Ἀνατροπή.
PG 42:555Χρή σε, ὦ Ἀέτιε, ἄνω προσέχοντα καὶ σεαυτοῦ τὸ ἐλεεινὸν κατανοοῦντα ἐπέχειν τῆς ἑαυτοῦ τολμηρᾶς διανοίας τὸ περιττὸν τῆς ἀσεβείας, ἵνα [μὴ] καὶ ἡμεῖς μὴ συμμαινόμενοι τῇ τοσαύτῃ ἀφοβίᾳ ἡττημένοι ὑποληφθῶμεν, ἀλλὰ σοί τε καὶ ἑαυτοῖς τὰ πρὸς εὐσέβειαν συμβουλεύοντες. δοκῶν γὰρ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς θεῷ πρέπουσιν ἀνόμοιον καὶ ἄνισον τὸν θεὸν τῷ ἐξ αὐτοῦ γεγεννημένῳ, [κηρύττειν] ἀπὸ πολλῆς πλάνης κατὰ εὐσεβῆ τινα ποίησιν ἐξελθεῖν θεόν, μᾶλλον ἐν τοῖς ἀπρεπωδεστάτοις ὅμοιον αὐτὸν κηρύττεις τοῖς μὴ πρέπουσι τῇ αὐτοῦ θεότητι. καὶ πρῶτον μὲν τὸ διανοηθῆναι περὶ θεοῦ τὸν τοσοῦτον βυθὸν τῆς ἀνοίας ἀσεβείας ἐστὶ καρπὸς καὶ μᾶλλον μανιώδους διανοίας. τῷ γὰρ εἰπεῖν [αὐτὸν] ἑαυτοῦ αἴτιον ἢ ὅτι αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἐν δυσὶν ὑπονοίαις κακαῖς σεαυτὸν περιέπειρας, ἀναψηλαφῶν καὶ ζητῶν περὶ θεοῦ τὸ πῶς ἦν· ἆρα ἀεὶ ἢ ἑαυτῷ τὸ εἶναι [παρέσχεν] ἢ αὐτομάτως [ἔχει τὸ] εἶναι. καὶ δέδια καὶ φρίττω τῷ σῷ κακῷ ἐνθυμήματι παρεκτεινόμενος. πέπαυσο γὰρ καὶ παυσώμεθα, ἀρκετῶς καὶ ὁσίως ἔχοντες τὸ ἀεὶ [ὄντα] νοεῖν θεὸν καὶ πιστεύειν, ὅτι ἦν ἀεὶ θεός.
καὶ γὰρ καὶ ἐν τούτῳ ἀφρόνως φθεγγόμενός τε καὶ συλλογιζόμενος, ὡς μεγάλως τετιμηκὼς τὸν θεόν, ἔφης, ὅτι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν οὐδὲ [αὐτὸς ἑαυτῷ αἴτιός ἐστιν]· ἄρα κατὰ σέ, εἰ ἀπὸ λέξεών ἐστι καὶ συλλογισμῶν ἡ τῆς πίστεως σωτηρία, ἔχουσα καὶ ἐν τοῖς ὑποδεεστέροις ἢ οἰκτροῖς σώμασι τὴν τοῦ λόγου ὁμοιότητα. οὐδὲν γὰρ τῶν κτισμάτων ἑαυτῷ αἴτιόν ἐστιν ἢ τὸ εἶναι αὐτὸ ἑαυτῷ παρέσχεν, ἀπὸ κνωδάλων ἄχρις ἀνθρώπου καὶ ἀπὸ ἀνθρώπων ἄχρις ἀγγέλων. οὐδεὶς γὰρ τῶν γεγονότων ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἀλλὰ ἐκ τοῦ ὄντος μόνου τὸ εἶναι ἑκάστου ἔλαβε τὴν ἀρχήν. ὡς οὖν ἐνταῦθα δι’ ὧν ἐνόμισας συλλογίζεσθαι συλλογισθείς, μὴ βιάζου παρὰ φύσιν παρεκτείνεσθαι τῷ μείζονι. παραλυθήσῃ γὰρ κατὰ πάντα, τοῦ μονογενοῦς ἴσου καὶ ὁμοίου ὄντος τῷ πατρί, κἄν τε [ἐκ] τοῦ τεχθῆναι ἤγουν γεννηθῆναι ἀπὸ πατρὸς ἔχει τὸ ἀξίωμα. οὐδὲν γὰρ διοίσει ἐν τούτῳ τῆς πρὸς τὸν πατέρα ἰσότητος ὥσπερ οὐδὲ ἀπὸ τοῦ ὁμοίου, τῷ μὴ δύνασθαι τὰ γεγονότα ἑαυτοῖς παρασχεῖν τὸ εἶναι, ὡς καὶ ὁ προκριτέος καὶ ἐν ἅπασι τέλειος οὐκ ἀπό τινος ἄνωθεν ἔσχε τὴν ἀρχήν. οὐδὲ γὰρ ἤρξατο τοῦ εἶναι·
PG 42:557ἦν γὰρ ἀεὶ καὶ ἀεὶ ἔστι, κἄν τε ἐν ταυτότητι μένοι καὶ ἑαυτῷ τὸ εἶναι μὴ παράσχοι, οὐ τῶν ὁμωνύμων λέξεων ζητουμένων, ἀλλὰ τῆς κατὰ τὸ ἀκραιφνὲς πρὸς τὸ εὐσεβὲς θεωρίας. Καὶ ἄλλως. Ἐπεὶ ἔφης· «εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν», μάθε καὶ αὐτός, ὅτι οὐ διὰ τὸ ἀσθενὲς τοῦ υἱοῦ ἔσται τὸ ὄνομα, ἀλλὰ διὰ τὸ συμπρέπον τῷ γεγεννηκότι ἔχει τῆς ὁμοουσιότητος τὸ ἐξαίρετον· ἐπειδὴ γὰρ ὡς τῷ πατρὶ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν πρεπωδέστατόν ἐστιν, οὕτω καὶ τῷ μόνῳ ἐκ μόνου πατρὸς [ὄντι] σὺν τῷ μόνῳ πνεύματι ἡ αὐτὴ μία θεότης συμπρέπει, μηδὲ αἴτιον ὑποδέχεσθαι δυναμένη, οὐ διὰ τὸ ἀσθενές, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πάντα ἀριθμὸν τῶν ἐξ οὐκ ὄντων [γεγονότων], μιᾶς οὔσης τῆς θεότητος ἐν ἑνὶ ὀνόματι τριάδος ἀριθμουμένης καὶ ἐν μιᾷ σφραγῖδι ὀνομάτων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῖς φωτιζομένοις κηρυττομένης καὶ μηδὲν παρηλλαγμένον ἑαυτῆς ἐχούσης, διὰ τῶν ἐν ἀληθείᾳ λόγων ἰσότητα ὀνομασίας πληρούντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
ἔφης δὲ πάλιν ὅτι «πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν», καὶ οὔτε νοεῖς οὔτε νενόηκας ὡς ἑαυτὸν ἠλλοτρίωσας ἀπὸ γνώσεως θεοῦ τῆς ἀληθείας, οὐ πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας διδασκόμενος, ἀλλὰ σοφίᾳ κοσμικῇ τῇ μωρανθείσῃ τὰ ἄνω ἐμβατεύειν πειρώμενος. ἀκολούθως γὰρ καὶ αὐτὸς ἀκούσεις ὅτι μεματαίωταί σοι· «οἶδε γὰρ ὁ θεὸς τοὺς λογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι». ὁ γὰρ γεννῶν τὸν ἐνυπόστατον λόγον ἴσον ἑαυτῷ ἐγέννησε καὶ οὐ παρηλλαγμένον τῆς ἑαυτοῦ θεότητος [οὐ] διὰ τὴν τοῦ γεννήματος παραλλαγήν, ἀλλ’ ὅτι ἀπρεπὲς ὅλως ἦν τὸ διανοηθῆναι ἡμᾶς ἀνάξιον ἑαυτοῦ καὶ ἄνισον καὶ ὑποβεβηκότα τοῦ γεννήτορος γεγεννηκέναι τὸ γέννημα αὐτὸν τὸν γεγεννηκότα. διὸ διὰ τοῦ υἱοῦ καὶ ἐνυποστάτου λόγου τὰ πάντα γεγονέναι ἔφη, ἵνα αὐτὸν οὐκ ἀπὸ τῶν γεγονότων ἀριθμήσῃ, ἀλλ’ ἐν [παντὶ] πατρὶ ὅμοιον καὶ ἴσον ὄντα διὰ τὸ συμπρέπον τῇ τοῦ πατρὸς ὀνομασίᾳ [εἶναι], ἀεὶ ὄντα [ὅμοιον] τὴν οὐσίαν τῷ ὄντι, οὐ ξένον ὄντα, ἀλλὰ γνήσιον, ὡς υἱὸν ὁμοούσιον ἐξ αὐτοῦ γεγεννημένον. 21. δ.
Εἰ ἀτελευτήτως ὁ θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιουσίου κακοδοξία παραφανισθήσεται. ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώματι. Ἀνατροπή. Εἰ ἀτελευτήτως καὶ ἀπαύστως ὁ θεὸς διαμένει, ὡς ἔφης, ἐν ἀγεννήτῳ φύσει, φύσις δὲ θεοῦ ἀί̈διος, ἀτελευτήτως ἔχουσα τὸ ἀξίωμα, οὐ διά τι ἕτερον, ἀλλὰ διὰ τὸ αὐτόθεον καὶ αὐτοαί̈διον, ἆρά γε καὶ τὸ γέννημα ὁμοούσιον ἔσται, εἰ παρὰ σοὶ τὸ τοῦ ἀτελευτήτου εἴληφεν ὄνομα, ὡς παλιμβόλως τῷ υἱῷ χαρίσασθαι πιθανῶς ἐφυσιολόγησας. δώσεις γὰρ καὶ ἀναγκαζόμενος ὁμολογῆσαι τὸ τοῦ ἀτελευτήτου ἐν ἅπασιν ἄπλετον καὶ ἀχώρητον ὄνομα. πῶς οὖν οὐκ ἔσται ὁμοούσιον; ἐπειδὴ ἔδοξας σκώπτειν, διὰ κακοδόξου ὀνόματος τὴν ἀλήθειαν ἐξυβρίσαι πειρασάμενος, ἐξ αὐτῶν ἐλεγχόμενος [ἔσῃ] ὧν ἔφης ῥημάτων.
PG 42:559ἢ γὰρ δώσεις τέλος [ἔχειν] τὸν ὑπὸ σοῦ παρηλλαγμένον βλασφημούμενον τὴν οὐσίαν, ἢ ἀτελεύτητον αὐτὸν ὁρισάμενος ἐν ἅπασιν ἀμετάστατον καὶ ἀπαράλλακτον τῆς τοῦ ἀτελευτήτου ἀξίας εἰσάγειν ἀναγκασθήσῃ, τῆς ἀληθείας μὴ παραδεχομένης τέλος ἔχειν τὸν υἱόν, «ὅτι τῆς βασιλείας αὐτοῦ» φησιν ἡ γραφὴ «οὐκ ἔσται τέλος», διὰ τὸ σὺν πατρὶ βασιλεύειν ἀεὶ καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἐπειδήπερ πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἕξει, εἰ βούλοιτο ὁ τὸ εἶναι τῷ τὴν ἀρχὴν εἰληφότι παρεσχημένος· ὅπερ ἐπὶ πᾶσι μὲν ἐνδέχεται, ἐπὶ δὲ τῷ υἱῷ ἀνένδεκτόν ἐστιν. ἔστι γὰρ ἀεὶ ἐκ τοῦ ὄντος καὶ παρὰ τῷ ὄντι ἀεί, τοῦ εἶναι μηδέποτε λήγων. διὸ καὶ ὁμοούσιος ἦν καὶ ἔστι καὶ ἔσται, μόνος ἐκ μόνου καὶ ἐν οὐδενὶ τῇ οὐσίᾳ παρηλλαγμένος, ἀλλὰ κατὰ τὸ ἀξίωμα τῶν ὀνομάτων μενούσης τῆς θεότητος ἐν τῇ ταυτότητι, οὔτε συναλοιφὴν ἔχουσα οὔτε ἀρχὴν ἑαυτῇ παρέχουσα τοῦ εἶναι οὔτε δεχομένη τὸ ἀνόμοιον ἑαυτῇ ὑπάρχειν, ἡ ἀεὶ οὖσα καὶ μηδέποτε τοῦ εἶναι λήγουσα, συμπρέπουσα δὲ αὐτῇ, ἀεὶ ἐν τῷ ἀξιώματι πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος σὺν πατρὶ καὶ υἱῷ ὑπάρχουσα καὶ μηδέποτε διαλείπουσα.
ἔστι γὰρ [ἐν] ἑαυτῇ ἀσύγκριτος ἡ τριάς, διαίρεσιν οὐδεμίαν ἐν τῷ ἀξιώματι ὑποδεχομένη. 22. ε. Εἰ ἀγέννητός ἐστιν ὁ θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ’ ἐξ οὐσίας ὑποστησάσης αὐτό. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει. Ἀνατροπή. Πολλάκις ἡμῖν προῆλθες φέρων, ὦ οὗτος, τὸ ἀγέννητον καὶ γεννητόν, τὸ τοῦ θεοῦ ὄνομα φρυαττόμενος, ὁ ἐν πάσῃ ἀνομίᾳ σεαυτοῦ τὴν διάνοιαν ἐνθάψας. ἐκεῖνο δὲ παντὶ τῷ ἀπόρως ἔχοντί ἐστι ποθητόν, ἡ τοῦ ἀπορουμένου εὐπορία εἰς παραμυθίαν, καὶ ἐπὶ τοῦ στόματος φέρειν, ἐὰν μὴ εὐποροίη τοῦ τοιούτου. καὶ σὺ ἐπειδὴ ἄθεος τυγχάνεις, [οὐ] σεμνύνῃ κἂν διὰ τοῦ στόματος φέρειν τούτου τὸ ὄνομα, ἐπειδὴ φύσει κατὰ τὸν αὐτοῦ φόβον καὶ πίστιν καὶ ἐλπίδα καὶ πρὸς αὐτὸν ἀγάπην οὐδέποτε αὐτὸν ἐκτήσω. ἢ γὰρ ἂν ἤρκει σοι ἅπαξ τοῦτο λέγειν καὶ μὴ ὑπερβαίνειν ὅρον τὸν τεταγμένον τῆς ἀκολουθίας. σαφὴς γὰρ ἡ περὶ σοῦ παρὰ τοῦ σωτῆρος ἡμῶν ἀποφαντικὴ ἀπόδειξις ὅτι «ἀπὸ τῶν καρπῶν αὐτῶν γνώσεσθε αὐτούς», τῷ εἶναι μέν σε περιβεβλημένον προβάτου κώδιον, ἔσωθεν δὲ εἶναι ἅρπαγα καὶ λύκῳ παραβεβλημένον.
εἰ γὰρ ἦς ἐξ ἁγίου πνεύματος γεγεννημένος καὶ προφήταις καὶ ἀποστόλοις μεμαθητευμένος, ἔδει σε διελθόντα ἀπ’ ἀρχῆς γενέσεως κόσμου ἄχρι τῶν τῆς Ἐσθὴρ χρόνων, ἐν εἴκοσι καὶ ἑπτὰ βίβλοις παλαιᾶς διαθήκης εἴκοσι δύο ἀριθμουμέναις, τέτρασι δὲ ἁγίοις εὐαγγελίοις καὶ ἐν τεσσαρεσκαίδεκα ἐπιστολαῖς τοῦ ἁγίου ἀποστόλου Παύλου καὶ ἐν ταῖς πρὸ τούτων [καὶ] σὺν ταῖς ἐν τοῖς αὐτῶν χρόνοις Πράξεσι τῶν ἀποστόλων καθολικαῖς ἐπιστολαῖς Ἰακώβου καὶ Πέτρου καὶ Ἰωάννου καὶ Ἰούδα, καὶ ἐν τῇ τοῦ Ἰωάννου Ἀποκαλύψει, ἔν τε ταῖς Σοφίαις, Σολομῶντός τέ φημι καὶ υἱοῦ Σειράχ, καὶ πάσαις ἁπλῶς γραφαῖς θείαις [ἐρευνᾶν] καὶ ἑαυτοῦ καταγνῶναι ὅτι ὄνομα, ὅπερ οὐδαμοῦ ἐντέτακται, ἦλθες ἡμῖν φέρων, οὐκ ἀπρεπὲς μὲν θεῷ, ἀλλ’ εὐσεβὲς εἰς θεόν, τὸ τοῦ ἀγεννήτου ὄνομα, μηδαμοῦ δὲ ἐν θείᾳ γραφῇ ῥηθέν· οὐδεὶς γὰρ [μὴ] μεμηνώς ποτε γεννητὸν ἐνενόει θεόν.
PG 42:561ἀλλ’ οὔτε χρείαν ἔσχον εἰπεῖν ἀγέννητον θεὸν μόνον πατέρα διὰ τὸν ἐξ αὐτοῦ γεγεννημένον, ἵνα μή τις ἐπὶ τῷ πατρὶ μόνῳ νομίσῃ τοῦτο πληροῦσθαι, ἀλλὰ καὶ ἐπὶ τῷ υἱῷ καὶ ἐπὶ τῷ ἁγίῳ πνεύματι, τῆς διανοίας τῆς ὀρθῆς καὶ τοῦ πνεύματος τοῦ ἁγίου διδάσκοντος πάντας υἱοὺς ἀληθείας ἀφ’ ἑαυτῶν μὴ ἐν θαυμασμῷ τοῦτο ἔχειν, ἀλλὰ κατὰ τὸ ἀπαιτούμενον καὶ ἐν ἑαυτῷ ὑπάρχον τοῦ [ὀρθοῦ] πρὸς εὐσέβειαν λογισμοῦ περὶ θεοῦ εἰδέναι. εἰ δὲ διὰ τὸ ἀγέννητον αὐτὸν εἶναι, συνομολογεῖσθαι δὲ ἀφ’ ἡμῶν τοῦτο, ἀπὸ γραφῆς δὲ μὴ ἔχειν τῆς ὀνομασίας τοῦ λόγου τὴν σύστασιν, ἀλλ’ ἀφ’ ἑαυτῆς διὰ τῶν [ὀρθῶν] λογισμῶν τὴν εὐσέβειαν ταύτην εἰδέναι τὸ οὕτως εἶναι. εἰς τί γὰρ οὐσίας ἔσται διάστασις [τοῦ ἀγεννήτου πρὸς] τὸ γεννηθέν, εἰ κατὰ ἀλήθειαν [ἐκ] τοῦ γεγεννῆσθαι ἔχει τὸ ὄνομα φυσικῇ τινι καὶ ἀρρήτῳ, συμπρεπούσῃ τῷ θεῷ καὶ τῷ ἐξ αὐτοῦ γεγεννημένῳ ἀχρόνως καὶ ἀνάρχως ἐν ἀληθείᾳ καὶ οὐ καταχρηστικῇ τινι ὑπονοίᾳ; ἐντεῦθεν οὐ κτιστήν φαμεν τὴν οὐσίαν, οὐδὲ ἀλλοτρίαν ὡς ποιητήν, ἀλλὰ γεννητὴν οὐσιωδῶς καὶ οὐκ ἀλλοίαν παρὰ τὸν γεγεννηκότα.
διὸ καὶ ἄκτιστος διαμένει καὶ οὐ ποιηθεῖσα, ἀλλὰ γεννηθεῖσα ἐκ τῆς αὐτῆς οὐσίας θεοῦ, οὐ χρόνῳ ὑποπίπτουσα. οὐ γὰρ ὁ γεννήσας ἐν ἀληθείᾳ χρόνῳ ὑπέπεσεν, ἵνα χρονικὴν ὑποστήσεται οὐσίαν. ὁποῖον γάρ ἐστι τὸ γέννημα, τοιοῦτος ὁ γεννήτωρ, καὶ ὁποῖος ὁ γεννήτωρ, τοιοῦτος καὶ ὁ γεγεννημένος. 23. 2. Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ [ἀπὸ] τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις. Ἀνατροπή. Εἰ τὸ ἀγέννητον [τὸ γεννητὸν] ἐποίησε καὶ οὐκ ἐγέννησεν, ἐπὶ τῆς μιᾶς ταυτότητος ταττομένης τῆς ὀνομασίας καὶ θατέρου θατέρῳ μὴ παρεκτεινομένου διὰ τὴν κατὰ ἀλήθειαν ἀντωνυμίαν, ἡ δύναμις τῆς σχέσεως ἐπὶ θατέρου διαφωνίᾳ ἕστηκε μηδὲν πρὸς τὸ ἕτερον ἐπικοινωνοῦντος ἢ μόνον κατὰ τὴν ἐξουσίαν [καὶ] τῆς προκριτέας φύσεως αἰτίου [οὔσης] πρὸς πᾶν τὸ ὑπ’ αὐτῆς κεκτισμένον.
PG 42:563ἐπειδὴ δὲ ἀνὰ μέσον τοῦ ποιητικοῦ καὶ ποιουμένου καὶ κτιστοῦ καὶ κτιζομένου ἄλλη τίς ἐστιν ὀνομασία, ἐγγίζουσα μὲν τῷ ἀγεννήτῳ ὀνόματι, μακρυνομένη δὲ ἀπὸ τοῦ κτιστοῦ ὀνόματος, ἀδύνατόν ἐστι πάντα συγχέειν, ὦ Ἀέτιε, καὶ ἀφανίζειν ἀπὸ σαυτοῦ τῆς τελείας κατὰ ἀληθινὴν σχέσιν υἱοῦ πρὸς πατέρα ἀεὶ ὄντος καὶ ἀκτίστου ὀνομασίας ἐπικοινωνίαν. ἀδύνατον [γάρ] ἐστι τὴν ἀγέννητον καὶ ἄκτιστον φύσιν κτιστήν ποτε γενέσθαι, καὶ ἀπὸ τοῦ κεκτίσθαι πάλιν μεταμεληθεῖσαν ἀναδραμεῖν ἐπὶ τὴν αὐτῆς ἀγεννησίαν, κἄν τε μυρία ἡμῖν πλέκῃς Ἀριστοτελικὰ ζητήματα, καταλείψας τὴν ἄνωθεν ἁπλῆν καὶ ἁγνὴν τοῦ πνεύματος ἁγίου διδασκαλίαν. 24. ζ. Εἰ μὴ ὅλος ὁ θεὸς ἀγέννητός ἐστιν, οὐδὲν κωλύει γεγεννηκέναι οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε γέννημα. Ἀνατροπή.
Καὶ ὅλος θεὸς ἀγέννητος καὶ ἄκτιστος, καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος ἄκτιστος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα [τὸ] παρὰ σοῦ σμικρυνόμενον, σαρκικὲ Ἀέτιε καὶ ψυχικὲ πνευματικῶς ἀνακρινόμενε, μονοειδῶς ἔχον τὸ [ἐξ] αὐτοῦ ἐξαίρετον, μὴ ἀπεικαζόμενον τοῖς πολλοῖς, [τοῖς] ἐκ τοῦ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ ἀπ’ αὐτοῦ κεκτισμένοις. διὸ οὔτε κοινωνήσει τοῖς πᾶσιν οὔτε τις αὐτοῦ τῷ ἀξιώματι ἐπικοινωνήσειεν. πάντα γὰρ παρίπταται καὶ ὑποχωρεῖ, καὶ καταλιμπάνει πᾶσαν αἰτίαν συλλογιστικὴν τῷ ἀπὸ τῆς θείας γραφῆς διδασκαλικῷ λόγῳ, τῷ «οὐδεὶς οἶδε τὸν υἱόν, εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ἀποκαλύψῃ». ἀποκαλύπτει δὲ δι’ ἁγίου πνεύματος οὐ τοῖς αὐτὸν συλλογιζομένοις, ἀλλὰ τοῖς εἰς αὐτὸν γνησίως καὶ τελείως πεπιστευκόσι. καὶ γὰρ οὔτε «τὰ κρίματα αὐτοῦ ἐρευνῆσαι» δυνηθείης οὐδὲ «τὰς ὁδοὺς αὐτοῦ ἐξιχνιάσεις», κατὰ τὸ γεγραμμένον, κἄν τε μυρία ἡμῖν ἔλθῃς φλυαρῶν, ἐλεεινὸν κατ’ ἐμὲ ἀνθρωπάριον. 25. η. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ’ οὐ τὸ γεννᾶσθαι.
PG 42:565εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν· εἰ δὲ εἴη καὶ ἀμετάβλητος καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὸ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμολογηθήσεται. Ἀνατροπή. Ἔδει μὲν οὖν οὐ μόνον σε, Ἀέτιε, ἀλλὰ καὶ πάντα «αἱρετικὸν μετὰ μίαν νουθεσίαν παραιτεῖσθαι», ὡς ὁ ἅγιος καὶ σοφὸς κελεύει λόγος. «αὐτοκατάκριτος» γὰρ τυγχάνεις, ἑαυτῷ τὸν ὄλεθρον ἐπισπώμενος καὶ οὐχ ὑφ’ ἑτέρου ἀναγκαζόμενος. τίς οὖν ἐλεήσει τὸν «ἑαυτῷ πονηρὸν καὶ οὐδενὶ ἀγαθὸν» τυγχάνοντα; ἀλλ’ ἵνα μὴ ἐφ’ οἷς ἐβλάστησας τῷ κόσμῳ κακοῖς, ἐν σεαυτῷ ἔχων ὑπολαμβάνοις ὡς περὶ μεγάλων καὶ ἀντιθέτων, ἐπιμενοῦμεν καὶ αὐτοὶ μετὰ μακροθυμίας «τῇ διστόμῳ μαχαίρᾳ, τοῦ Χριστοῦ λόγῳ» ἐκτέμνοντές σου τὰς ἀκανθώδεις ῥίζας ἐν τῇ ὑγιαινούσῃ πρὸς θεὸν τελείᾳ καὶ ἀληθινῇ ὁμολογίᾳ. δόξα γὰρ τῷ ἐλεήμονι [θεῷ] τῷ φωράσαντί σε ὁποῖος εἶ, τὴν τοῦ Ἰούδα ἐπέχων τάξιν, τοῦ σὺν τοῖς μαθηταῖς μὲν ἀριθμηθέντος, ἀφορισθέντος δέ, οὐ Χριστοῦ ἔχοντος τὸν νοῦν, ἀλλ’ ἐκ τοῦ Σατανᾶ ὑποδεξαμένου τὴν πρὸς τὸν δεσπότην αὐτοῦ ἐπαρνησιθεί̈αν.
ψιλῇ γὰρ λέξει ὡμολόγησας τὸν υἱὸν τοῦ θεοῦ [οὐκ] ἔχειν ἐν τῇ διανοίᾳ. καὶ τίς ἐστι χρεία περιττῆς πρὸς σὲ λαλιᾶς, ὁπότε παντάπασιν ἀλλότριος Χριστιανῶν ὑπάρχεις, προφητῶν τε καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν, μαρτύρων τε καὶ πάντων τῶν ἁγίων, τῶν ἐλέγξαι σε εἰς ἡμέραν κρίσεως ἑτοίμως ἐχόντων, ὅτι ἄχρι θανάτου στρεβλούμενοι ὑπέμειναν, μαστιζόμενοι, ξεόμενοι, θηρσὶ καὶ πυρὶ παραβληθέντες καὶ φόνῳ μαχαίρας, ἵνα υἱὸν θεοῦ ὄντα καὶ ἐξ αὐτοῦ ἀληθινῶς γεγεννημένον μὴ ἀρνήσωνται. γεννητικὸς γὰρ ὁ πατὴρ μόνου μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἔτι μετὰ τὸν ἕνα, καὶ ἀνομβρητικὸς πνεύματος ἁγίου καὶ οὐχ ἑτέρου πνεύματος, κτίστης δὲ καὶ ποιητὴς τῶν ὑπ’ αὐτοῦ γενομένων καὶ ἀεὶ γινομένων. διὸ οὐκέτι πολλῶν υἱῶν γεννωμένων, οὔτε πολλῶν πνευμάτων ἐξ αὐτοῦ ἐκπορευομένων, τῆς αὐτῆς θεότητος ἀεὶ ἐν τῇ τριάδι μενούσης καὶ δοξαζομένης, καὶ μηδέποτε προστιθεμένης μήτε ληγούσης μήτε ὑποληφθείσης ποτὲ ὡς μὴ οὔσης. διὸ καὶ οὐχ ἕως ψιλῆς ὀνομασίας ἐπὶ τῷ γεννήματι ἵσταται τὸ ἀξίωμα·
ἐπεὶ ἂν πολλοὺς ἀδελφοὺς μετ’ αὐτὸν ἔσχεν ὁμοίους αὐτῷ, ὡς ἐπὶ τῷ εἰρημένῳ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ ἐπὶ τῷ «ὁ τετοκὼς βώλους δρόσου», καὶ ἐπὶ τῷ «ἀφ’ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», καὶ ἐπὶ τῷ «οὐχ εἷς πατὴρ πάντων ὑμῶν;» καὶ ἐπὶ τῷ «παῖς μου Ἰακώβ», καὶ ἐπὶ τῷ «πρωτότοκός μου Ἰσραήλ». οὗτοι γὰρ πάντες ψιλῇ λέξει τῷ τῆς ἀναγωγῆς ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι προκεκοφότες οὐ κατ’ οὐσίαν τῇ ἀληθινῇ ἵστανται ὀνομασίᾳ, ἀλλὰ ψιλῶς [λέξει] καὶ κατὰ χάριν. διὸ διὰ τοῦ ἑνὸς τοῦ οὔτε κατὰ χάριν οὔτε ψιλῇ ὀνομασίᾳ ὀνομαζομένου, ἀλλὰ κατὰ ἀλήθειαν [ὄντος] ἐκτίσθησαν, ἀπὸ τοῦ ἑνὸς διὰ τοῦ ἑνὸς σὺν τῷ ἐξ αὐτοῦ ἐκπορευομένῳ καὶ τοῦ αὐτοῦ λαμβάνοντι. 26. θ. Εἰ σπερματικῶς ἦν ἐν τῷ ἀγεννήτῳ θεῷ τὸ γέννημα, μετὰ τὴν γέννησιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειος οὖν ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ’ ἐξ ὧν προσέλαβε. τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα, ὡς ἐξ ἐκείνων συνεστῶτα, τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν. Ἀνατροπή. Εἰ μὴ ὡμολογεῖτο ἀσώματος ὢν ὁ γεννήτωρ, πάντα παρὰ σοὶ δραματουργείσθω.
PG 42:567δραματουργήσας δὲ οὐκ ἄλλον τινὰ πτύρεις, σεαυτοῦ δὲ τὸν νοῦν θολοῖς ἀπὸ τῆς ἀληθινῆς ὁμολογίας. ἐξ αὐτοῦ γὰρ θεὸς τέλειος ὢν τέλειον υἱὸν ἐγέννησεν, οὐχ ἕτερον παρὰ τὴν φύσιν. οὐ γὰρ ἀπρεπής ἐστι πρὸς τὸν γεννήτορα, οὔτε ἔξωθεν ἐπιδεόμενος προσλήψεως. οὐ γάρ τί ἐστι μεῖζον μετὰ τὴν τοῦ θεοῦ οὐσίαν, ὅπως τῷ ἐνδεομένῳ μεταδοῦναι τῆς προσλήψεως πρὸς τελειότητα δυνηθείη. ὁ γὰρ ὢν ἀεὶ ἀσώματος τὸν ὄντα ἀσώματον παρ’ αὐτῷ τῷ ὄντι ἀεὶ γεννητικῶς, τέλειον ὁ τέλειος ἀεὶ ὄντως γεγέννηκε, πνεῦμα ὢν θεὸς καὶ πνεῦμα ὄντα τὸν ἐνυπόστατον Λόγον γεγεννηκώς. τὸ ὅλον γὰρ ἠλίθιον εἴη παρὰ σοὶ τῷ Ἀετίῳ, τῷ [τὰ ἄνω] ἐμβατεύοντι καὶ τὰς κατὰ θεὸν δόξας ἐρευνῶντι ἐκ συλλογισμῶν καὶ σοῦ φιλολογιστικῆς ἐννοίας, ὅτι τῷ ποιήσαντι τὰ πάντα ἐξ οὐκ ὄντων καὶ δυνηθέντι τελείως τὰ πάντα ὑπὸ ἓν ἐργάσασθαι, μηδὲν χρείαν ἔχοντι προσληπτικῆς ἐπιδόσεως, θεσμῷ δὲ ταῦτα πεδήσαντι, ἁδρυντικὴν οὐσίαν προσληπτικῆς [τε] θεότητος ἐπιδεόμενον ἐπιφημίζεις Λόγον καὶ οὐδὲ ἐξισοῖς [αὐτὸν] τοῖς ὑπ’ αὐτοῦ κεκτισμένοις.
ἀπ’ ἀρχῆς γὰρ τελείως αὐτὰ ποιήσας προσλήψεως [οὐκ] ἐπιδεόμενα τὰ ἐξ αὐτῶν ἔτι βλαστάνοντα ὥρισε νόμῳ σοφίας, ἅτινά ἐστι ταῦτα ἐν οἷς ἐστι τὰ καθεξῆς γενόμενά τε καὶ γινόμενα, ὡς οἷον εἰπεῖν, οὐρανόν, γῆν, ὕδωρ, ἀέρα, ἥλιον, σελήνην, ἄστρα, καὶ τὰ ἐκ τῶν ὑδάτων γεγενημένα, ἕως καὶ αὐτοῦ τοῦ ἀνθρώπου. οὐκ οὐρανὸν ἀτελῆ ἐποίησεν, οὐ γῆν ἀτελεστάτην, ἀλλὰ τελείαν μὲν τὴν γῆν, τέλειον δὲ τὸν οὐρανόν, «ἀόρατον δὲ καὶ ἀκατασκεύαστον» τότε, δι’ ἣν ἔμελλε ποιεῖν διακόσμησιν· ὕδωρ δὲ ἅμα καὶ φῶς τὸ πρωτόκτιστον, διὰ τοῦ ἀληθινοῦ φωτὸς τὰ πάντα ποιήσας, τοῦ ἀκτίστου καὶ ζωοποιοῦ· ἔπειτα δὲ τὰ ἐκ τῆς γῆς φυέντα· καὶ πρὸ τούτου τὸ στερέωμα οὐχ ἡμιτελές τι ἐγίνετο, ἀλλὰ πάντα ἐν τελειότητι· «ἐξαγαγέτω γάρ [φησιν] ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα καθ’ ὁμοιότητα ἐπὶ τῆς γῆς, καὶ ξύλον κάρπιμον, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ’ ὁμοιότητα ἐπὶ τῆς γῆς». καὶ ὁρᾷς ὡς οὐδεμιᾶς εὐθὺς τὰ γεγονότα ἐπεδέετο προςληπτικῆς ἐπιδόσεως, ἀλλ’ ἀνδρεῖα ὡς εἰπεῖν καὶ τέλεια διὰ τοῦ προστάγματος εὐθὺς εὑρίσκεται.
PG 42:569τῷ δὲ ἀνθρώπῳ ἐπιδοθέντα τὰ ὑπ’ αὐτὸν ὄντα καὶ σὺν αὐτῷ σπερματικῶς εἰς δεσποτείαν, οὐ τέλεια παρεδόθη, διὰ τὸ εἰδέναι τὸν ἄνθρωπον πάντοτε τὸν εὐεργετοῦντα καὶ τὸ εἶναι πᾶσι παρέχοντα, ἐπὶ πάντων δὲ ὄντα καὶ τὰς ἐπιδόσεις ἑκάστης ποιήσεως πρὸς σύστασιν τῶν αὐτῷ χρησιμευόντων παρέχοντα. Παρέδωκεν αὐτῷ σπερματικῶς τὴν γῆν, ὑποβάθραν ὡς εἰπεῖν προστησάμενος καὶ ὡς μήτραν αὐτῷ παραδεδωκώς, ἵνα ἀπὸ τῆς προβολῆς τῶν κατὰ τὸ τέλειον ὑπὸ θεοῦ γεγονότων τὰ σπερματικῶς δι’ ἑαυτοῦ μετὰ συνέσεως ἐπὶ γῆν καταβαλλόμενα, ὡς οἷόν τε ξύλον καὶ ἄλλων γεννημάτων, αὐτὸς μὲν λεπτομερῶς ὡς ψηφῖδα παρὰ τῶν τελείων ἐρανισάμενος ταύτην [τε] εἰς γῆν ἐνθεματίζων τὰ τῆς ἐπιδόσεως [ἀπὸ] τοῦ τελείου θεοῦ πρὸς αὔξησιν προσδέχηται, ἵνα αὐξηθείη ἔξωθεν τὰ ὑπ’ αὐτοῦ ἐνσπερματιζόμενα, ἵνα μὴ ἀγνοήσας τὸν ἐπιχορηγὸν τῆς ἐπιδόσεως αὑτὸν νομίσῃ δημιουργὸν καὶ ἐκπέσῃ τῆς ἀληθείας. εἰ γὰρ καὶ ἐφύτευσε Νῶε ἄμπελον, οὐ γέγραπται ὅτι ἦν φυτουργός, ἀλλ’ «ἐγένετο ἀνὴρ γεωργός».
ἕτερος γάρ ἐστιν ὁ τὰ αὐθεντικὰ παρέχων τοῖς ἐσομένοις, ἕτερος δέ ἐστιν ὁ τὸ εἶναι παρ’ αὐτοῦ εἰληφὼς ἄνθρωπος καὶ τὴν ἐκείνου γεωργίαν πεπιστευμένος, ἵνα ὁ μὲν γεωργῇ τὰ ἐπιδόσεως εἰς τελείωσιν ἐπιδεόμενα, ὁ δὲ τὴν τελειότητα παρέχοι διὰ τῆς αὐτοῦ ἐπιδόσεως τῶν ὑπ’ αὐτοῦ ἐκτισμένων καὶ [διὰ τῆς] ἐπιδόσεως εἰς τελειότητα αὐξανομένων. οὕτω καὶ ἐπὶ τῶν ζῴων καὶ ἐπὶ τῶν πετεινῶν, οὕτω καὶ ἐπὶ τῶν κτηνῶν καὶ ἑρπετῶν καὶ ἐναλίων πάντα ἐν ἀρχῇ τέλεια γέγονε διὰ τοῦ προστάξαντος, βουλήσει δὲ σοφίας νῦν ἐπιδόσεως δεῖται, διὰ τὴν τοῦ ἐπὶ γῆς δεσπόζοντος ἀνθρώπου κατ’ ἔννοιαν ὠφέλειαν, εἰς τὸ ἐπιγινώσκειν [αὐτὸν] τὸν ἐπάνω πάντων θεόν, τὸν χορηγὸν τῶν σπερματικῶν καὶ τῆς ἐπιδόσεως τῶν αὐξήσεων ὄντα θεὸν καὶ κύριον. διόπερ τὰ μὲν κατ’ οὐρανὸν καὶ οὐ διὰ χειρῶν ἀνθρώπου σπειρόμενα ὄντα, καὶ οὐ γεννῶντα οὐδὲ γεννώμενα, εἴασεν ὁ θεὸς ἐν τελειότητι· οὐ γὰρ ἐνέσκηπτον τῇ διανοίᾳ τοῦ ἀνθρώπου εἰς ἐπιβουλὴν καὶ τῦφον κενοδοξίας, ὡς οἷον ἐπὶ ἡλίου εἰπεῖν καὶ σελήνης καὶ ἄστρων.
οὔτε γὰρ διὰ τὸ γεννᾶσθαι τὴν σελήνην ἢ φθίνειν ἢ αὔξειν ἀλλοιοῦται τὸν τρόπον, ἀλλὰ διὰ τὸ καιρῶν εἶναι σύστασιν καὶ ἐπιχορηγίαν, ὧν θεὸς τοῖς φωστῆρσι διετάξατο. πῶς οὖν τὰ σωματικὰ θεὸς καὶ τὰ φθίνοντα καὶ τὰ φθινόμενα θελήσας εὐθὺς τέλεια εἰργάσατο, ὃν δὲ ἐξ αὐτοῦ ἐγέννησεν, ἕνα ἐξ ἑνός, τὸν ὄντα ἀεὶ γεννητικῶς παρὰ τῷ ὄντι, ἐπιδόσεως ἐγέννα ἐπιδεόμενον; πέπαυσο οὖν, ὦ Ἀέτιε, κενὰς ἡμῖν καὶ Ἀριστοτελικὰς λέξεις φέρων, ἀρκετῶς ἐχόντων ἡμῶν καὶ μὴ ἀπατωμένων τὴν τοῦ κυρίου ἡμῶν ἀληθινὴν διδασκαλίαν, τὴν λέγουσαν ὅτι «ἐκ τοῦ πατρὸς ἐγὼ ἐξῆλθον καὶ ἥκω», [καὶ] οὐ καταχρηστικῶς ἐχούσης τῆς λέξεως [κατὰ] τὴν δύναμιν, ἀλλὰ τελειότητος καὶ ἀξίας θεοῦ σημαινούσης τὴν οὐσίαν. 27. ι. Εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησε. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι. τὸ γὰρ αὐτὸ εἶναί τε [οὐκ] ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος. Ἀνατροπή.
PG 42:571Ἀντιθέτως παρεισάγει Ἀέτιος, ἐκ συλλογιστικῶν ὀνομασιῶν ἀνθρωπίνης ἐπινοίας θεὸν καταλαβεῖν βουλόμενος, καὶ ὡς ἐκ λέξεων ἀκρωτηριάζειν πειρᾶται τῆς ἐναργοῦς πίστεως τὴν βεβαίαν ἐλπίδα, ἀνόμοιον ἀνομοίῳ συγκρούσας καὶ λέξιν λέξει ἀνατροπικῶς παρενθείς, ὡς ἐκ τούτου βιάζεσθαι τὸ ἀνόμοιον τοῦ [υἱοῦ] πρὸς πατέρα σημαίνειν, ὅπερ ἐστὶν ἀδύνατον. ἐξ αὐτῶν γὰρ ὧν ἐδίδαξε τὸν κόσμον συλλογισμῶν καὶ αὐτὸς συλλογισθήσεται. φάσκει γάρ· «εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησε. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι· τὸ γὰρ [αὐτὸ] εἶναί τε [οὐκ] ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος»· ὥστε ἐξ ἅπαντος ἐλέγχεσθαι τὰ τῆς παραποιήσεως μέρη τῶν λόγων, ὅτι οὐκ ἐνδέχεται ἀνόμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ οὐδ’ ἄνισον τῆς αὐτοῦ τελείας θεότητος.
εἰ γὰρ ὅλως φάσκει βεβιασμένως, καθ’ ἑαυτῶν δὲ ἐπιστρέφει [τὰ] ῥητά, ἃ διηγεῖται, τὸ γεννητὸν καὶ ἀγέννητον [ἀντιθέτως] ἀεὶ φάσκων, ἀπὸ τούτου μαθέτω [ἀντιτιθέναι] τὸ κτιστὸν καὶ ἄκτιστον, ὅτι οὐκ ἐνδέχεται ἐπικοινωνεῖν τοῦτο τούτῳ πρὸς τὸ ἀξίωμα, ὅπερ ἐστὶ τὸ [εἶναι] ὅλως προσκυνητόν. εἰ γὰρ ὅλως προσκυνητὸν τὸ ἀνόμοιον, τῷ ἀνομοίῳ ἐξισούμενον, οὐκέτι διοίσει λόγος τὸν ἕνα ἀπὸ τῶν ὅλων, τῆς ἀνομοίας [φύσεως] οὐ δυναμένης ἐν τάξει τοῦ αὐτῆς ἀξιώματος τάττεσθαι, κἄν τε ἐν δόξῃ ὑπερβάλλοιτο τὸ ἀπὸ πάντων ἓν ὂν τῶν ἀνομοίων, πρὸς [τὴν] τὸν ἕνα, διὰ τὴν μὴ ἐπικοινωνοῦσαν τῷ ἑνὶ [τῶν] πάντων πρὸς τὸν ἕνα ἀνομοιότητα. καὶ ἔσται λοιπὸν καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ γῆ καὶ τούτων ἔτι τὰ ὑποβεβηκότα προσκυνητὰ καὶ οὐκέτι ὁ εἷς σὺν τῷ ἑνὶ πνεύματι, ὅπερ ἐστὶ μία τριὰς καὶ μία θεότης καὶ μία προσκύνησις. ἆρα οὖν εἰ τοῦτο διὰ τοῦτο συλλογιστέον, ἔσται μὲν αὐτὸ ἐν ἀληθείᾳ, ἐπειδὴ οὐχ ὅμοιος ὁ εἷς λόγος τοῖς πᾶσι λόγοις, οὐδὲ ὁ εἷς υἱὸς τοῖς πᾶσι κατὰ ἀναγωγὴν κικλησκομένοις ἴσος· οὐ γάρ ἐστι σὺν τοῖς πᾶσιν, ἀλλ’ ὁ δι’ οὗ οἱ πάντες.
τὸ γοῦν ἀδυνάτως παρ’ αὐτῷ τῷ Ἀετίῳ ταχθὲν ἐξ ὑπαρχῆς καὶ ὡς ὕβριν ἐπέχον [καὶ] τύπον βλασφημίας διὰ τὸ ἀνομοιομερές, ὡς ἔφη, ἐν θεῷ [οὐκ] εἶναι, [ὅπερ] οὐ διαφορᾶς μέρος ὑπάρχει, ἀλλ’ ἰσότητος, καὶ οὔτε μεριζομένης τῆς θεότητος, ἀλλ’ ἀεὶ οὔσης τελειοτάτης, τρία ὄντα τέλεια, μία θεότης· μᾶλλον δὲ εἰς σύστασιν τῆς ἐν ἀληθείᾳ πίστεως τὸ ἀνόμοιον ἡμῖν ἐπησφαλίσατο, εἰς τὸ μὴ νομίζειν μήτε πείθεσθαι τοῖς παρὰ ἀξίαν Ἑλλήνων πταίειν προπετείας προλήψει, κατεγνωσμένοις τὴν πᾶσαν κτίσιν προσκυνεῖν, τὴν ἀνόμοιον οὖσαν πρὸς τὸν προσκυνούμενον πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. 28. ια. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτὸν ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος, τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν; Ἀνατροπή.
PG 42:573Ἔφησεν Ἀέτιος καὶ ἀπεφήνατο ὁ διαστολεὺς καὶ ὁροθέτης περὶ φύσεως θεοῦ διαλαμβάνων, ἄνθρωπος ὢν τῇ φύσει καὶ τὰ ὑπὲρ φύσιν βουλόμενος εἰδέναι, εἰδέναι δὲ οὐ κατὰ ἀκολουθίαν γραφῆς, ἀλλ’ ἐκ συλλογισμῶν βροτείων διανοημάτων, ὅτι «ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν». πάντοτε δὲ ἀεὶ καὶ ἀπ’ ἀρχῆς τοῦ λόγου οὐκέτι κατὰ τοὺς παλαιοὺς Ἀρειανοὺς κἂν ἀποκεκρυμμένως υἱὸν βούλεται λέγειν τὸν μονογενῆ. ἐν πᾶσι δὲ θεωρήσατε, υἱοὶ τῆς ἀληθείας, ὡς παντάπασι βούλεται αὐτὸν ἀλλότριον εἶναι τοῦ πατρὸς καὶ οὐδ’ ὅλως μετέχοντα θεϊκῆς οὐσίας, ἐξ ὧν πάντοτε τολμηρῶς ἀποφθέγγεται. τὸ γὰρ λέγειν ὅτι [ὁ θεὸς] ἑαυτὸν ἀγέννητον γινώσκει καὶ γεννητικῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, μάτην παρ’ αὐτῷ [εἴρηται] καὶ [μόνον διὰ] τὸ [μὴ] κἂν διὰ ψιλῆς λέξεως υἱὸν τὸν υἱὸν καλεῖσθαι. ἀνατραπήσεται δὲ αὐτοῦ ὁ λόγος.
καὶ γὰρ ἀγέννητός ἐστιν ὁ πατὴρ καὶ ἐγέννησεν ἀϊδίως τὸν μονογενῆ, φύσεως ὢν ἑαυτῷ πρεπούσης, τῷ ἕνα μόνον τὸν μονογενῆ γεγεννηκέναι καὶ πνεῦμα ἐνηνοχέναι, τὸ μόνον μόνῳ [συνὸν] ἐπὶ μονογενεῖ [τῷ] γεννήτορι, ὃ τῷ ἀνάρχως γεγεννημένῳ υἱῷ συνυπάρχει, πνεῦμα ὤν, πνεῦμα γεγεννηκώς, καὶ οὐ σῶμα ὢν σωματικῶς διαστελλόμενον, οὐδὲ φθίνον καὶ αὖξον καὶ τομὴν ὑφιστάμενον. διὸ παρὰ τοῖς ἄλλοις πᾶσι τοῖς γεγεννηκόσι καὶ γεννωμένοις ἀλλ’ ἐπὶ πολλῶν ἐπιδέχεται ἡ χρεία, ἐνταῦθα δὲ οὐχ ὅμοιον τοῖς οὖσι πᾶσιν ἡ τοῦ ἑνὸς πρὸς τὸν ἕνα ἀξία. διὸ καὶ αὐτὸς ὁ γεννηθεὶς ἐξαιρέτως ἐκ τοῦ ἐκπλήκτως γεννήσαντος ὥσπερ ἀπὸ τοῦ ἀγεννήτου γεγέννηται, συμπρέπων τῷ γεννήτορι, [οὕτως] καὶ αὐτὸς οὐ γεννᾷ οὐκέτι [κατὰ τὴν οὐσίαν φημί], ἵνα ἀπὸ τοῦ μηκέτι γεννᾶν κατ’ οὐσίαν [τὸν υἱὸν] καὶ ἀπὸ τοῦ τὸν πατέρα μὴ γεγεννῆσθαι ἐξ ἑκατέρων μερῶν ἡ πᾶσα δόξα τοῦ ἀξιώματος σῴζηται ἐν τῇ μιᾷ ἑνότητι τῆς ἀξίας θεοῦ, πατρὸς τελείου καὶ υἱοῦ τελείου καὶ τελείου πνεύματος ἁγίου.
PG 42:575καὶ διὰ τοῦτο τὸ ὁμοούσιον οὐ ψεῦδος οἶδεν ἡ θεία γραφὴ οὐδὲ ὁ εὐσεβὴς λογισμὸς ὁ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εὐσεβῶς μεμαθηκὼς τὸ δοξάζειν καὶ προσκυνεῖν, ἐκ θεοῦ λαβὼν τὴν χάριν. 29. ιβ. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ’ ἐπινοίας ἐστὶν ἀνθρωπίνης τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὴν [τοῦ] ἀγεννήτου ἐπίνοιαν, τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ. Ἀνατροπή. Καὶ [τὸ] ἀγέννητον, ὡς ἔφαμεν πρὸς τὸν Ἀέτιον ἀποτεινόμενοι, [ὁμολογοῦμεν] καὶ οὐκ ἀρνούμεθα, κἄν τε ἐν θείᾳ γραφῇ μὴ ἐμφέρηται, [ὅτι] εὐσεβῶς [δὲ] ἐπινενόηται. ἀγέννητον δὲ φάσκοντες τὸν πατέρα καὶ ἀγέννητον ὁμολογοῦμεν, γεννητὸν δὲ τὸν υἱὸν οὐκ ἀρνούμεθα, ἀλλ’ οὐχὶ κτιστόν. οὔτε γάρ, ἐὰν τὸν υἱὸν γεννητὸν ὁρισώμεθα, ἐκ θεοῦ πατρὸς τὴν οὐσίαν ἔχειν ἀρνεῖσθαι δυνάμεθα· γεννητῶς γὰρ ἐγέννησε καὶ οὐκ ἔκτισεν.
ὡς γὰρ λοξῶς πάντα ἐπὶ τοῦ γεννητοῦ καὶ ἀγεννήτου διανοούμενος παρεκτρέπειν ἑαυτὸν βούλει [οὐ γάρ τι ἕτερον], οὕτως καὶ αὐτὸς ἀκούεις περὶ ἀνθρωπίνων συλλογισμῶν καὶ ἀντιθέσεως συλλογιστικῆς, ἀνθρωπείας τε ματαιοφροσύνης, τὸ «ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς ἐκ νεότητος». λέξομεν [δὲ] καὶ αὐτοὶ ὅτι πολλῷ μᾶλλον ἀπρέπεια θεῷ τῷ ἀκτίστῳ τὸ κτίζειν τὰ κτισθέντα καὶ τῷ ἀποιήτῳ τὸ ποιεῖν· οὐ γὰρ ἐνδέχεται τὸν ἄκτιστον κτίζειν καὶ τὸν μὴ γενόμενον ποιεῖν τὰ ἐσόμενα, εἰ οὐ πρέπει τῷ ἀγεννήτῳ τὸ γεννᾶν κατὰ τὸν Ἀετίου λόγον. τῶν δὲ κτίσεων ὁρωμένων καὶ τοῦ πλείστου μέρους τῆς οὔσης ὑποστάσεως φαινομένης, θεῷ δὲ τῷ ἀκτίστῳ [κατὰ] τὸ ὑπ’ αὐτοῦ κεκτίσθαι μὴ πρεπούσης, ἵνα μὴ τὸ ἀσύγκριτον ἐπὶ μεταβολὴν τῶν γενομένων παρενεχθὲν ἀντὶ τοῦ πρέποντος παρὰ τῷ Ἀετίῳ ἀπρεπὲς μᾶλλον νομισθείη, ζητηθήσεται λοιπὸν ἕτερος ὢν θεὸς ὁ ἄκτιστος, ἕτερος δὲ ὁ κτισθεὶς καὶ κτίζειν ἀναλόγως ἑαυτῷ δυνάμενος. τοῦ δὲ κεκτισμένου καὶ τοῦ κτίζειν [δύναμιν] ἔχοντος αὐτομάτου μὴ ὄντος, ἀλλὰ κεκτισμένου, ζητηθήσεται καὶ ἕτερος ὁ τούτου αἴτιος γεγονὼς καὶ ἀπὸ τούτου ἄλλος ἐπινοηθήσεται.
καὶ πολλὴ ἔσται ἡ τοῦ βυθοῦ τῆς πλάνης [ἡ] ματαιολογία τῶν νοημάτων, τῆς διανοίας μηκέτι εὐσταθούσης, ἀλλὰ πληρούσης τὸ εἰρημένον «ἐμωράνθησαν οἱ δοῦλοι τοῦ θεοῦ, καὶ ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως». οὐ γάρ τις «ἑαυτῷ ζῇ, οὐδὲ ἑαυτῷ ἀποθνήσκει», οὐδέ τις γνώσεται οὐδὲν πάρεξ τοῦ θεοῦ, τοῦ ἀποκαλύψαντος ἡμῖν τὴν ἀληθινὴν πίστιν αὐτοῦ [καὶ] λέγοντος «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, [καὶ] αὐτοῦ ἀκούετε», καὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου, ἀποκαλύψαντος ἡμῖν τὸν πατέρα αὐτοῦ καὶ λέγοντος «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω». καὶ οὔτε ἀπὸ ὀνομασίας ἀνθρώπων τὸ ἀσύγκριτον ἔσχε θεὸς οὔτε διὰ τὸ ἀσύγκριτον ἡ ἀξία τοῦ ἀληθινοῦ ἐνυποστάτου θεοῦ λόγου καὶ ἐκ πατρὸς ἀνάρχως ὁμοουσίως [τε] γεγεννημένου παρεκτραπήσεται, οὔτε ὁποτέρου τῶν ὀνομάτων χάριν ἔχοντος ἐπινοίαις ἀνθρώπων. οὐδὲν γὰρ προσλαμβάνεται τὸ θεῖον ἀξιώματος ἢ προσθήκης, αὐτὸ δὲ τὸ θεῖον πᾶσι παρέχει ἐκ τοῦ αὐτοῦ πληρώματος, ἀεὶ ἐν ταυτότητι μένοντος καὶ μὴ ἐλαττουμένου, ἀλλ’ ἐν τῇ ἰδίᾳ φέροντος ἀεὶ οὐσίᾳ τοῦ ὀνόματος καὶ δυνάμεως καὶ οὐσίας τὸ ἀξίωμα. 30. ιγ.
PG 42:577Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους, κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι. Ἀνατροπή. Ἀμείνων οὐδεὶς θεοῦ [πρὸς Ἀέτιόν μοι ἡ λέξις, τὸν οὕτως ἐπινενοηκότα], ὡς ἔχει ἡ ἀλήθεια. πῶς γὰρ ἀμείνων θεοῦ εἴη τις, τῶν πάντων ἐκ θεοῦ τὸ εἶναι εἰληφότων; αἰτίου δὲ ὄντος τοῦ θεοῦ τῶν ὑπ’ αὐτοῦ κεκτισμένων λογικῶν τε καὶ ἀλόγων, ὁρατῶν τε καὶ ἀοράτων, ἀμείνων αὐτός ἐστι παρὰ πάντας, κἄν τε οἱ λογικοὶ διανοίας γένοιντο ὀρθῆς εἰς εὐσέβειαν τοῦ γεραίρειν τὸ ἄμεινον ἀπὸ μέρους, μηδὲ ὅλως, τῶν πάντων ἐπὶ τὸ αὐτὸ συναχθέντων καὶ μυρίων ἐπέκεινα διανενοημένων πρὸς ὕμνον θεοῦ ἐπεκτείνεσθαι, δυναμένων τὸ τέλειον τῆς αὐτοῦ δόξης ἐν ἑαυτοῖς ἐμπεριέχειν, ὑπερβαινούσης ἀεὶ τῆς ἀμείνονος [φύσεως] τῶν ὑποβεβηκότων τὴν ἔννοιαν, κἄν τε κατὰ δύναμιν καὶ ὑπὲρ δύναμιν πρὸς ὑμνολογίαν ἐπεκτείνωνται τῷ ἀμείνονι· ἔστι γὰρ οὐ λόγῳ ἀμείνων, ἀλλὰ δυνάμει καὶ ὀνόματι καὶ λόγῳ. ἀλλ’ οὐ διοίσει τὸ ἀσύγκριτον ἀπὸ τοῦ ἀσυγκρίτου ἡ τοῦ ἀμείνονος παρὰ τῶν ὑποβεβηκότων δοξολογία.
οἶδε γὰρ ἐν πατρὶ τὸ ἄμεινον διὰ τοῦ ἀγεννήτου καὶ τὸ ἄμεινον ἐξ αὐτοῦ γεγεννημένον. διόπερ [τὸ] ὁμοούσιον ὁμολογεῖ ἡ ἐκ θεοῦ ἀνθρώποις ὀρθὴ κεχαρισμένη ἔννοια, ἵνα μὴ τὸ ἀνομοιούσιον ἐπινοήσασα υἱοῦ πρὸς πατέρα διαίρεσιν ποιήσηται τῆς ἀμείνονος καὶ ἀκραιφνοῦς τελειότητος δι’ οὗ οἶδε γεγεννημένου ἐν ἀληθείᾳ ὑπὸ τοῦ γεγεννηκότος ἀσυγκρίτως, πάσας ἐννοίας ὑπερβαίνοντος διὰ τὸ ἄμεινον. 31. ιδ. Εἰ μὴ εἴκει ἡ ἀγέννητος φύσις γενέσει, τοῦτ’ ἔστιν ὃ λέγεται· εἰ δὲ εἴκει γενέσει, τὰ τῆς γενέσεως πάθη τῆς ὑποστάσεως τοῦ θεοῦ εἴη ἀμείνω. Ἀνατροπή. Πάθη ὅλως ἐν θεῷ διηγεῖσθαι ἀσεβέστατον· εἴσω γὰρ παθῶν οὐδ’ ὅλως περιέχεται τὸ θεῖον, ἀνωτάτω [δὲ] ὂν τῶν τοιούτων τῶν ἐν ἡμῖν εἰς μεριστικὰς ἐννοίας ὑποπιπτόντων, κατὰ πάντα [δὲ] τρόπον ὁ Ἀετίου λόγος ἀνατραπήσεται. πάντα γὰρ τὰ ἐν ἡμῖν παθητικῶς συμβαίνοντα ἐν θεῷ ἀπαθῶς συνέστηκεν.
PG 42:579ἐν ἡμῖν γὰρ κατά τι μέρος τὸ θέλειν ἐστὶ πάθος, οὐ τὸ θέλειν εὐσεβεῖν λέγω, ἀλλὰ τὸ θέλειν τι πράττειν ὅπερ ἐστὶν ὑπὲρ φύσιν, διὰ τὸ μὴ δύνασθαι ἐπιτελεῖν τὸ καθῆκον τοῦ θελήματος, οἷον ὡς ἐπὶ ἀνθρώπῳ λέγειν τὸ πτῆναι, τὸ εἰς ἀέρα φέρεσθαι, τὸ τὰς φλέβας τοῦ βυθοῦ κατανοῆσαι, τὸ εἰδέναι πυθμένας γῆς, καὶ τὰ τούτοις ὅμοια. ὅσον δέ ἐστιν ἐν ἐμοὶ παθητικῶς συνεχόμενον, τοσοῦτον ἐν τῷ θεῷ ἀπαθῶς ἐστιν ὑπάρχον. διὰ τοῦτο πάντα ὅσα βούλεται δύναται πράττειν, τῆς φύσεως αὐτῷ μὴ ἀντιπραττούσης πρὸς τὸ βούλημα, τῆς δὲ ἡμετέρας ἐν ἡμῖν ἀντιπραττούσης πρὸς τὰ βουλήματα, ὅσα πρὸς τὸ ἀδύνατον ἐπεκτείνεσθαι ἔστιν ἐν ἡμῖν. καὶ οὐδ’ ὅτι εἴπομεν τὸν θεὸν πράττειν ὃ βούλεται, πάντως λέξειέ τις ὅτι πράττει οὖν τὰ μὴ πρέποντα. οὐ πάντως· ἐκεῖνα γὰρ βούλεται, ἃ καὶ πράττει, ἀναλόγως τῆς αὐτοῦ ἀξίας, οὔτε τοῦ βουλήματος ἀντιπράττοντος πρὸς τὸ [μὴ] δύνασθαι, οὔτε τοῦ δύνασθαι ἀντιθέτου ὄντος πρὸς τὸ βούλεσθαι, οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι. Καὶ ἄλλως.
Μετὰ τὴν τοιαύτην ἀπάθειαν ἐν θεῷ ὑπάρχουσαν, ἐν ἡμῖν δὲ καὶ ἄλλοις κτίσμασι παθητὴν [φύσιν] οὖσαν, ἐὰν συμβῇ οὕτως διανοεῖσθαι, πάλιν ἕτερον πάθος κατὰ τὴν ἀλήθειάν ἐστιν ὁμολογητέον· μετὰ δὲ τὸ δεύτερον καὶ τρίτον ἔστι διανοηθῆναι. πάθει γεννῶμεν καὶ γεννώμεθα, τῆς ἡμετέρας φύσεως καὶ τῆς τῶν ἄλλων τῶν γεννωμένων καὶ γεννώντων τομὴν ὑποδεχομένης καὶ ῥύσιν ἐπεχούσης, πλατυσμόν τε καὶ συστολήν, ὄγκον τε καὶ μείωσιν, καὶ τὰ ἄλλα πάντα, ὅσαπερ πάθει συνέχεται διὰ τὴν τοιαύτην αἰτίαν. ἐν θεῷ δὲ οὐδὲν τούτων ἐν τῷ τὸν υἱὸν γεγεννηκέναι ἐνυπῆρξεν.
εἰ γὰρ ὑπῆρξεν ἕν τι τῶν τοιούτων ἐν θεῷ κατὰ τὴν προφασιστικὴν εἰς ἀνατροπὴν τοῦ γεννήματος [αὐτῶν] ὑπόνοιαν, ἀπὸ τοῦ ἑτέρου καθ’ ἡμᾶς μέρους ἀντιθέτως πρὸς αὐτοὺς ῥητέον ὅτι ἐν ἡμῖν τοῖς ἐν πάθει γεννῶσί τε καὶ γεννωμένοις πάθος ἐστὶ δεύτερον ἐν τῷ κτίζειν καὶ πάσχομεν ἐν τῷ γεννᾶν τε καὶ γεννᾶσθαι, θεὸς δὲ ὁ παρ’ ὑμῖν κτίστης καὶ οὐ γεννήτωρ ἐπινοούμενος, ᾧ διὰ μὲν τὸ γεννᾶν ἀνατρεπτικῶς τὸ πάθος παραφέρετε, ἵνα τὴν υἱοῦ γνησιότητα ἀρνήσησθε, λήθῃ δὲ παραδιδόατε τὸ ἐπὶ τῷ κτίζειν πάθος, ὅπερ καὶ αὐτὸ ἐν θεῷ οὐ πάθος ὑπάρχει [μὴ γένοιτο] . οὔτε γὰρ ἡμεῖς πάθος αὐτῷ προσάπτομεν, ὁμολογοῦντες αὐτὸν κτίστην ὄντα τῶν ἁπάντων, οὔτε πάλιν πάθος [ἕτερ]ον περὶ αὐτὸν διανοούμεθα, γεγεννηκότα τὸν ἀληθινὸν υἱὸν ἀληθινῶς ἀνάρχως καὶ ἀχρόνως ὁμολογοῦντες. διὸ τὴν φύσιν αὐτοῦ γινώσκομεν ἀκατάληπτον οὖσαν καὶ πάθει μὴ συνεχομένην. διὰ τοῦτο ὁμολογοῦμεν αὐτὸν καὶ ἀπαθῆ γεννήτορα καὶ κτίστην ἀπαθῆ.
PG 42:581ἐγέννησε γὰρ τὸν μονογενῆ μὴ πάσχων, καὶ ἀπέστειλεν ἐξ αὐτοῦ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τομὴν μὴ ὑποστάς, καὶ ἔκτισε τὰ κτισθέντα καὶ κτιζόμενα, μὴ κακῶν μηδὲ πάθει συσχεθείς, καὶ ποιεῖ ὃ βούλεται συμπρεπόντως τῇ αὐτοῦ θεότητι, οὐ πρῶτον βουλευόμενος, ἵνα μάθῃ διανοούμενος εἰ χρὴ γενέσθαι τὸ ἐπιτελούμενον, οὐδὲ βουλόμενος πράττειν καὶ μὴ δυνάμενος ἐπιχορηγεῖν τῷ βουλήματι διὰ πάθος τὸ τελειούμενον. ἅμα γὰρ ἔχει τὸ θέλειν, τὸ πράττειν, τὸ γεγεννηκέναι τὸν μονογενῆ, τὸ κτίσαι τὰ πάντα, τῆς θεϊκῆς φύσεως καὶ ἀξιώματος ἀνωτάτου ὄντος τῆς Ἀετίου συλλογιστικῆς ἐννοίας καὶ πάσης ἀνθρωπότητος, ἀμείνονος ὄντος τοῦ θεοῦ πάσης ἐπινοίας, οὐ πάθει εἴκοντος, ἀλλ’ ἀνωτάτου ὄντος πάντων τῶν παθῶν καὶ πάσης ὑπονοίας. 32. ιε. Εἰ τὸ γέννημα ἄτρεπτον τὴν φύσιν ἐστὶ διὰ τὸν γεννήσαντα, τὸ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος, οὐ διὰ γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. Ἀνατροπή. Ἕως πότε ἥκει φέρων ἡμῖν οὗτος τὸ αὐτὸ λέγειν καὶ μηδὲν ὑπερβαίνειν τῶν ἐγκειμένων;
ὅσα γὰρ ἔφη ἀπ’ ἀρχῆς καὶ ἄχρι τέλους [τὰ] αὐτὰ περὶ τῶν αὐτῶν καὶ οὐθὲν ἕτερον διηγήσατο, οὐ μυστήρια ἡμῖν ὑποδείξας, οὐ θεὸν ὡς ἐπαγγέλλεται διδάξας, οὐ πίστιν, δι’ ἧς ἐνεργοῦντες ἀπόστολοι τὴν τῆς ἀληθείας ὀνομάζοντες στερεὰν ὁμολογίαν νεκροὺς ἤγειραν καὶ λεπροὺς ἐκαθάρισαν, καὶ τἄλλα πάντα [ἐποίουν] τῆς ἀγαθῆς συμφωνίας, ἐξ ὧν τὰ ὑποδείγματα ὑπέφαινον τῆς ἀληθινῆς ἐνεργείας, ἀλλὰ ματαίους καὶ κομπώδεις συλλογισμοὺς μὴ ὑπερβαίνοντας τὴν τῆς ταυτολογίας προφοράν, ἀλλ’ αὐτὰ ἐκεῖνα καὶ οὐδὲν ἕτερον διηγούμενος· διὸ παρακαλοῦμεν ὅπως μηδεὶς ἡμᾶς ἐπιμέμψηται τῶν ἐντυγχανόντων, εἴπερ καὶ αὐτοὶ κατὰ τῶν αὐτῶν ἐνεχθῶμεν, ἀναγκαζόμενοι λέγειν πρὸς τὴν αὐτοῦ ταυτολογίαν. τὸ γέννημα γὰρ ἄτρεπτόν ἐστιν, ὡς πρέπει θεότητι, καὶ ὁ γεννήτωρ ἄτρεπτός ἐστιν, ὡς πρέπει ἀναλόγως τῇ αὐτοῦ ἀτρέπτῳ φύσει. μένει δὲ ὁ γεννήσας ἀεὶ τὸν ἐξ αὐτοῦ ἔχων γεγεννημένον, μηδεμίαν ὑπόνοιαν συγχωρῶν τοῖς ὑπ’ αὐτοῦ κεκτισμένοις ἄνευ υἱοῦ εἰδέναι πατέρα καὶ ἄνευ πατρός ποτε εἰδέναι τὸν γεγεννημένον καὶ τὸ τέλειον αὐτοῦ πνεῦμα, ὃ ἐκ τοῦ πατρὸς ἐκπορεύεται καὶ τοῦ υἱοῦ λαμβάνει.
PG 42:583καὶ τοῦτο πρέπον ἐστὶν ἀξιώματος οὐσίας θεοῦ, τὸ προσληπτικῶς μὴ ἐπιδεῖσθαί τινος ἀξιώματος, ἀλλ’ ἔχειν αὐτὸ ἀϊδίως ἐν τῇ ἰδίᾳ ταυτότητι. 33. ι. Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικόν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα. μηδενὶ δὲ μηδὲν πῶς [ἂν] ἀντιδιασταλείη; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται, σιωπῆς τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα, ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ’ οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία. Ἀνατροπή. Πῶς προλαμβάνειν εἰώθασι τὰς καθ’ ἑαυτῶν μαρτυρίας οἱ ἐκθαμβεῖν τὴν διάνοιαν τῶν ἀπείρων μεμαθηκότες; ὁ γὰρ ἐν προφορᾷ τὴν ἐλπίδα κεκτημένος Ἀέτιος μόνον καὶ οὐκ ἀληθείᾳ, ταύτην ἡμῖν ἐπιφημίζειν τολμηρῶς προῆλθεν, αὐτὸς υἱὸν θεοῦ καὶ θεὸν πατέρα ψιλῷ λόγῳ [διαφέρειν] μὴ αἰδεσθεὶς ὁμολογῆσαι, ἡμῶν δὲ μάλιστα ὁμολογούντων φυσικὸν εἶναι πατέρα καὶ φυσικὸν εἶναι υἱὸν καὶ φυσικὸν εἶναι ἅγιον πνεῦμα· τῇ γὰρ τριάδι οὐδὲν ἄλλο συγκριθήσεται.
καὶ διὰ τοῦτο ἀληθινῶς ὁμοούσιόν ἐστι τὸ τῆς ὁμολογίας ἡμῶν ἔρεισμα καὶ οὐ διὰ προφορᾶς τῆς διὰ τοῦ γίνεσθαι καὶ μὴ γίνεσθαι ἀναιρουμένης, ὡς ἡ τοῦ Ἀετίου περὶ πατρὸς δόξα καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἔστι γὰρ ὄντως πατὴρ ἀληθινὸς καὶ υἱὸς ὄντως ἀληθινὸς καὶ πνεῦμα ἅγιον ἀληθινόν, κἄν τε μυρίους συλλογισμοὺς ματαίους ὑποσπείρῃ, ὥς φησιν ὁ θεῖος λόγος περὶ τῶν τοιούτων λέγων ὅτι «τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω» καὶ ὅτι «οἶδε κύριος τοὺς λογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι», καὶ τὰ ἑξῆς. 34. ιζ. Εἰ μηδὲν πλέον νέμει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα. Ἀνατροπή. Οὐδεὶς εὐσεβὴς λόγος συγχωρήσειε, κἄν τε μυρία δραματουργήσῃ ἡμῖν Ἀέτιος, ἀμείνους εἶναι [τοῦ υἱοῦ] τοὺς τὸ εἶναι παρὰ τοῦ ὄντος εἰληφότας. δι’ αὐτοῦ γὰρ καὶ αὐτὸς ὁμολογεῖ τοὺς αὐτοὺς γεγενῆσθαι.
οὔτε γὰρ κατὰ προφορὰν λόγου ἴσασι τὸ γέννημα καλεῖν, ἀλλὰ ἀληθινὸν ἐξ ἀληθινοῦ γεγεννημένον οἱ ἐξ αὐτοῦ εὐεργετηθέντες καταξιωθ[έντες τε κληθ]ῆναι Χριστιανοὶ τῷ εἰδέναι αὐτὸν ἐν ἀληθείᾳ καὶ διδαχθῆναι διὰ πατρὸς καὶ οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος, καὶ διὰ τοῦτο εἰκότως μακαριζόμενοι, ὡς ὁ μετὰ προσθήκης τοῦ ζῶντος υἱὸν θεοῦ αὐτὸν ἐπιγνούς, οὔτε πνευματικῶς ἀνακρινόμενοι [ὡς ἀνακρίνει] ὁ πνεῦμα ὢν καὶ μονογενὴς τὸν ψυχικὸν Ἀέτιον μὴ παραδεχόμενον τὰ τοῦ πνεύματος. κἄν τε εἴποι «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν»· τῶν ἀμφοτέρων τούτων ὀνομασιῶν πρὸς τὰ ἀλλογενῆ ὀνόματα μὴ δυναμένων ἐξισοῦσθαι, τῆς ἀληθείας ἀεὶ μενούσης καὶ ἑκάστης χρειώδους τάξεως ἐν υἱῷ θεοῦ ἐν ἀληθείᾳ τὸ σαφὲς διδασκούσης. οὔτε γὰρ [τὸ] «πατέρα μου καὶ πατέρα ὑμῶν» κατὰ τὴν σάρκα εἰς αὐτοὺς πληρωτέον [πῶς γὰρ πατὴρ σαρκὸς ὁ θεὸς ὁ σάρκα μὴ ἐνδυσάμενος;] οὔτε τὸ «θεόν μου καὶ θεὸν ὑμῶν» κατὰ τὴν τοῦ υἱοῦ θεότητα καὶ κατὰ τὴν μαθητῶν υἱοθεσίαν πληρωτέον·
PG 42:585ἀλλὰ [τῷ] «θεόν μου καὶ θεὸν ὑμῶν» διὰ τὴν ἡμετέραν [σωτηρίαν περὶ τῆς ἑαυτοῦ] ἐνανθρωπήσεως μυστηριωδῶς ὁ ἀληθεύων ἐν ἅπασι τοὺς μαθητὰς ἠσφαλίζετο· πατέρα δέ μου καὶ πατέρα ὑμῶν [εἰπὼν] διὰ τοῦ ἐμοῦ [σημαίνει τὴν τοῦ θεοῦ] πρὸς αὐτὸν κατὰ φύσιν καὶ ὁμοῦ πρὸς ἡμᾶς ἐπικοινωνίαν, ἧς ἐγὼ μέν, [φησίν], κατὰ φιλανθρωπίαν ἐνδημήσας ἔδωκα ὑμῖν περιγενέσθαι κατὰ τὸ ῥητόν· «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». διόπερ καὶ αὐτὸς παρ’ αὐτοῖς γενόμενος μορφὴν δούλου ἔλαβε, προσφάτως προσφάτῳ ἐπικοινωνήσας, τῶν ἀρχαϊζόντων μενόντων ἐν ταυτότητι καὶ μὴ εἰς σύγχυσιν μεταβαινόντων, υἱῶν μὲν ἀνθρώπων διὰ τῆς μετοχῆς [θεοῦ] εἰς ἀφθαρσίαν μεταβαλλομένων, ἀλλ’ οὐκ εἰς ὁμοουσιότητα συνενουμένων, καὶ τοῦ τὴν μορφὴν δούλου λαβόντος διὰ τοῦ μὲν «λαβόντος» τὸ πρόσφατον δηλοῦντος, διὰ δὲ τοῦ «ἐν μορφῇ θεοῦ ὑπάρχοντος» εἰς τροπὴν μὴ παρερχομένου.
τούτων δὲ οὕτως ὄντων καὶ ἐν τελείᾳ γνώσει οὕτως παρὰ τοῖς θεοδιδάκτοις σοφῶς ὁμολογουμένων, οὔτε τὸ «θεός μου καὶ θεὸς ὑμῶν» οὔτε τὸ «πατήρ μου καὶ πατὴρ ὑμῶν», ἀπὸ τῆς κατὰ τὸ εὔλογον ἐπικοινωνίας διὰ τοῦ ὁμωνύμου διοίσει τῆς ἀκραιφνοῦς οὐσίας [οὐδὲ] ἀπὸ τῆς ὑπεροχῆς τῆς ἰδίας ἑνότητος πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος ὡσαύτως. 35. ιη. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως, οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος. οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ’ ὅτι πέφυκεν. αὐτὸ οὖν ὑπάρχουσα οὐσία ἀγέννητος ὁ θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ’ ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι κατὰ τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν. Ἀνατροπή. Τοῖς αὐτοῖς ἡμᾶς σκυλμοῖς περιέβαλεν Ἀέτιος ταυτολογεῖν ἡμᾶς, ὡς ἔφην, καὶ πολλάκις παρασκευάζων διὰ τὴν ἐξ ὑπαρχῆς ἄχρι τέλους αὐτοῦ περὶ τῶν αὐτῶν ταυτολογίαν. οὐ γάρ ποτε ἡ πίστις ἡ πάντα πιστὸν σῴζουσα ἐκ συλλογιστικῆς ὑπονοίας ἀνθρώπων συνέστηκεν· ἐπειδὴ γὰρ ἐπισφαλεῖς εἰσιν αἱ τῶν ἀνθρώπων διάνοιαι καὶ οὐ δυνάμεναι πρὸς τὸ ἄπειρον τῆς τοῦ θεοῦ οὐσίας ἐπεκτείνεσθαι.
PG 42:587καὶ γὰρ τὸ πᾶν τῆς σωτηρίας ἡμῶν Χριστοῦ ζωτικὸν μυστήριον «Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία, ἡμῖν δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί». πῶς οὖν οὐκ ἄν τις τὸν Ἀέτιον ἐν τοῖς Ἰουδαίοις μὲν διὰ τὸ σκάνδαλον τῶν αὐτοῦ συλλογισμῶν καταστήσειεν, Ἕλληνα δὲ [νομίσειε] διὰ τὸ ἐκ τῆς ἰδίας ἐθελοσοφίας μωρίαν ἡγεῖσθαι τὴν τοῦ θεοῦ ἀλήθειαν; καὶ γὰρ εἷς καὶ κρείττων [ὢν] πάσης κτίσεως καὶ δημιουργίας ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, οὐ παρὰ τοῦτο, ὅτι ἐστὶ κρείττων τῶν ὑπ’ αὐτοῦ γεγενημένων, οὐ ποιεῖ καὶ κτίζει τὰ ὑπ’ αὐτοῦ γεγονότα· οὐδὲ γὰρ φθονεῖ τῇ ἰδίᾳ ἀγαθότητι. οἴκοθεν γὰρ ἔχει τὸ αὐτοάγαθον, ὅπερ ἐστὶ πάντων κρεῖττον. οὔτε γὰρ εἴσω παθῶν περιέχεται ἢ φθόνου ἢ βασκανίας ἕνεκα τὰ ὄντα ἐξ οὐκ ὄντων ἐτελεσιούργησεν. οὐ γὰρ τὰ ὑπ’ αὐτοῦ γεγονότα, ὑποβεβηκότα δὲ τὴν αὐτοῦ ἀσύγκριτον θεότητα, [οὐ] καθ’ ἑαυτοῦ ἐπενοήθη, τὰ ὑπ’ αὐτοῦ κτιςθέντα, ἀλλ’ εἰς δόξαν αὐτοῦ, πρὸς τὸ δεῖξαι τὴν ἄφθονον αὐτοῦ θεότητα·
αὐτοαγαθότης οὖσα καὶ αὐτοουσία, ἐπικοινωνοῦσα τοῖς ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων κτισθεῖσι τὸ εἶναι, αὐτὰ θελήσας καὶ μετέχειν τῆς αὐτοῦ [ἕκαστον τῶν κεκτισμένων κατὰ τὴν ἀναλογίαν] δωρεᾶς ἑκάστης ὑποθέσεως· φωστῆρσι μὲν τὸ φῶς κεχάρισται, οὐρανῷ δὲ τὰ κάλλη τῆς διακοσμήσεως, γῇ τε καὶ τοῖς ἄλλοις κατὰ τὸ αὐτοῦ βούλημα μέρη ἀρετῆς ἐχαρίσατο, ἀγγέλοις τε τὸ δοῦναι αὐτοῖς ἀφθαρσίαν καὶ ἄλλαις ἁγίαις δυνάμεσιν, ἀνθρώπῳ τε τὸ τῆς εἰκόνος ἀξίωμα καὶ ζωῆς καὶ γνώσεως καὶ λογικοῦ χαρίσματος δῶρον. καὶ οὐκ ἀπὸ βουλήματος μόνον ὑπῆρξεν αὐτῷ τοῦτο ὡς ἂν εἴποι τις, μελλητικῶς ἢ κατὰ μετάμελον ἢ συμβουλευτικὸν λογισμόν, ἀλλὰ κατὰ τὸ αὐτοάγαθον. πέφυκε γὰρ αὐτοάγαθος συμπρεπόντως αὐτῷ τὰ πάντα ἔχων καὶ ποιῶν καὶ ἐργαζόμενος. ὥσπερ οὖν τῇ αὐτοῦ ἀγαθότητι οὐκ ἀπρέπειαν [ἐν] τούτῳ περιεποιήσατο, ἀλλὰ δόξαν καὶ γνῶσιν ἐπαίνου ἀφθονίας, τοῖς ὑπ’ αὐτοῦ γεγονόσιν εἰς εἴδησιν καὶ αἴσθησιν ἐλθών, οὕτω καὶ δόξα ἐστὶν οὐ προσληπτικὴ τῆς αὐτοῦ θεότητος.
οὐ γάρ ποτε ἐνδεῖται τὸ θεῖον προσθήκης δόξης, ἀλλὰ αὐτοδόξα [ἐστὶν] καὶ αὐτοαρετὴ καὶ αὐτοθαῦμα καὶ αὐτουμνηγορία, τῷ τὸν πατέρα γεννῆσαι, εἰ καὶ αὐτὸς οὐ γεγέννηται, [υἱόν τε γεννηθῆναι], ἵνα ἐκ πηγῆς ἀεὶ οὔσης ἀί̈διος πηγὴ συνυπάρχοι, ἐξ αὐτοῦ οὖσα πηγὴ ἐκ πηγῆς καὶ θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, οὐκ ἀρξάμενος τοῦ εἶναι, οὐ χρόνῳ ὑποπεσών, ἀλλ’ ἅμα πατέρα ἔχων ἀληθινῶς καὶ ἅμα τὸν πατέρα υἱὸν ἔχειν ἀληθινῶς, οὐκ ἀ[πο]πρεποῦντα πατρί, οὐ τὸ ἀσύγκριτον ἀφανίζοντα. οὐ γάρ ἐστι σωματική τις διαστολή, ἀλλὰ λόγος ἐνυπόστατος, υἱὸς ἐκ πατρὸς ὤν, πνεῦμα ἐκ πνεύματος καὶ θεὸς ἐκ θεοῦ, ἀποκλείων πᾶσαν συλλογιστικὴν ὑπόνοιαν, εἰς ζωὴν ὢν πιστοῖς καὶ ὅλοις τοῖς ὑπὸ τοῦ πατρὸς δι’ αὐτοῦ καὶ ἀπ’ αὐτοῦ γεγονόσι, τοῖς πιστεύουσι καὶ γινώσκουσι καὶ μὴ μωρίαν ἡγουμένοις θεοῦ τὴν δύναμιν, καὶ θεοῦ τὴν σοφίαν, τὴν ὑπερβαίνουσαν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν, μάλιστα φθαρτῶν ἀνθρώπων, ὡς καὶ αὐτὸς Ἀέτιος ἄκων ὡμολόγησεν. 36. ιθ. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον, μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μὴ ὄντος τὸ μηδέν;
PG 42:589εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν ὄντος θεόν, ὅπερ ἐστὶν αὐτὸν ἑαυτοῦ; Ἀνατροπή. Τὰ κατὰ στέρησιν λεγόμενα παρὰ τοῖς ἔξω διαλεκτικοῖς φέρει ἡμῖν Ἀέτιος, ὡς ἐπὶ θεοῦ εἰδήσεως καὶ ὠφελείας [ἕνεκα] τοῦτο διαλαμβάνων, πρότερον ἀγνοήσας ἐπὶ τίσι παρὰ τοῖς ἔξω τὸ στερητικὸν λαμβάνεται. οὐ γὰρ παρὰ πᾶσιν ἐνδέχεσθαι τὸ κατὰ στέρησιν λέγεσθαι βούλονται οἱ τῶν διαλεκτικῶν λόγοι, ἀλλ’ ἢ ἐπὶ τοῖς κατὰ φύσιν τι κεκτημένοις. [ἐπὶ] τούτοις γὰρ ἐπὶ τἀναντία ἐνδεχομένοις ἵστασθαι τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων τὸ κατὰ στέρησιν λέγεται, ἐπὶ δὲ τῶν μὴ ἐνδεχομένων οὐκέτι. οἷον τὸ τυφλὸς ἐπὶ τοῦ λίθου οὐκ ἂν εἴποι τις· ὁ γὰρ πεφυκὼς ὁρᾶν, εἶτα ἀποβαλὼν τὸ ὁρᾶν, τυφλὸς ἀκούει, εἰ μέντοι γε πετεινὸν ἢ ἄνθρωπος ἢ κτῆνος ὁτι[οῦν] πεφυκὸς ὁρᾶν, ὅτε ἐστέρηται, τυφλὸν στερητικῶς λέγεται· οὕτως καὶ τὸ ἀόργητος οὐκ ἂν εἴποιμεν [ἐπὶ] τοῦ λίθου ἢ τὸ ἄκακος ἢ τὸ ἄφθονος· οὐ γὰρ πέφυκεν· ἐπὶ μέντοι ἀνθρώπου καὶ κτήνους τοῦ πεφυκότος ὀργίζεσθαι, ὅτε μὴ ὀργίζοιτο, εἴποι ἄν τις κατὰ στέρησιν, ἐπὶ δὲ τῶν μὴ ἐνδεχομένων οὐκ ἂν ἔτι.
Οὕτω καὶ ἐπὶ τοῦ θεοῦ ληπτέον, ὡς πρὸς τὸν Ἀέτιον ἀποτεινομένου τοῦ λόγου καὶ ἐρω[τη]τικῶς ἐξετάζοντος. λέγε ἡμῖν, ὦ Ἀέτιε, οἶδας [θεὸν] ἀσύγκριτον πρὸς τοὺς πάντας τοὺς μὴ ὄντας ἐκ τῆς αὐτῆς οὐσίας ἢ καὶ αὐτὸν σὺν τοῖς ἅπασιν ἀριθμεῖν τολμήσειας; καὶ εἰ μὲν [σὺν] τοῖς πᾶσι τοῦτον ἀριθμήσειας, τοῖς μὴ ἐκ τῆς οὐσίας αὐτοῦ οὖσιν, ἀλλ’ ἐξ οὐκ ὄντων ὑπ’ αὐτοῦ διὰ τοῦ ὄντος ἐξ αὐτοῦ κατ’ οὐσίαν γεγενημένοις [πάρεξ μόνου αὐτοῦ καὶ τοῦ πνεύματος τοῦ ἁγίου, τοῦ ἐκ τῆς οὐσίας τοῦ ἀσυγκρίτου πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ ὄντος], ἀτοπωτάτη ἂν εἴη σου ἡ ὁμολογία. πῶς γὰρ ἔτι εἷς ἐκ τῶν πάντων, ἐξ οὗ πάντα ἐξ οὐκ ὄντων γεγένηται; ἀδύνατον γὰρ τοῦτο, καὶ οὐδ’ αὐτὸς τοῦτο λέξειας. μὴ ἐνδεχομένου δὲ τοῦ αὐτὸν εἶναι ὅμοιον ἢ ἴσον τοῖς ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων γεγονόσιν, ἀνένδεκτόν ἐστι τὰ ὅμοια αὐτὸν πάσχειν τοῖς ἀνομοίοις αὐτῷ, οἷς τῷ εἶναι αὐτὰ ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων καὶ πάντα τὰ ἐν αὐτοῖς [οἷς] συμβαίνει κατὰ στέρησιν εἶναι τῶν ἐναντίων.
PG 42:591τὰ μὲν γάρ ἐστιν ὁρῶντα οὐκ ἀφ’ ἑαυτῶν [οὔτε γὰρ καὶ τὸ εἶναι ἀφ’ ἑαυτῶν ἐσχήκασιν, ἀλλὰ κατὰ δοτικὴν χάριν τοῦ δεδωρημένου], ἐν οἷς συμβαίνει τὸ πάθος [γενέσθαι] κατὰ στέρησιν τῶν ἐν αὐτοῖς ὑπαρξάντων κατὰ τὴν δόσιν τοῦ δεδωρημένου, τοῦ ἀπαθοῦς καὶ οὐκ ἔκ τινος ἔχοντος τὸ εἶναι οὐδὲ δυναμένου στερίσκεσθαι [ὁμοίως] τοῖς ἐξ οὐκ ὄντων ὑπάρξασιν. εἰ οὖν οὐκ ἴσος ἐκείνοις ὁ υἱὸς ἢ ὁ πατὴρ ἢ τὸ ἅγιον πνεῦμα [τούτοις], ἄλλος δέ ἐστιν ὁ υἱὸς παρὰ τούτους, οὐ τῇ ἴσῃ ὀνομασίᾳ κικλησκόμενος, ἐξαίρετον δὲ καὶ ἀσύγκριτον ὄνομα ἔχων, αὐτοάγαθος [ὢν] ἀπὸ τοῦ αὐτοαγάθου ὄντος τίς ἂν ἡ συμπλοκὴ πρὸς τὸ στερητικὸν ἐχούσης ἀντίθετον;
περιττὸς γὰρ ὁ τοῦ τὸ στερητικὸν εἰσενέγκαντος ἡμῖν Ἀετίου λόγος, τοῦ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ υἱοῦ οὐ κατὰ στέρησιν τὴν τῶν κτισμάτων ἔχοντος τὸ ὑπερέχον ἀξίωμα, ἀλλὰ κατὰ τὸ αὐτομάτως καὶ ἰδιαζόντως καθ’ ἑαυτὸ συμπρέπον τῇ ἑαυτοῦ οὐσίᾳ τε καὶ θεότητι, ὡς ἐπὶ τοῦ ἀόργητος οὐ διὰ τὸ [μὴ] ὀργίζεσθαι, ἀλλὰ διὰ τὸ αὐτοαόργητον, καὶ τὸ ἀγέννητος διὰ τὸ αὐτο[α]γέννητον, κἄν τε ὁ υἱὸς γεννητὸς εἴη ἀπὸ τοῦ ἀγεννήτου, τῆς κατὰ στέρησιν λέξεως ματαίως κειμένης ἐπὶ τῷ ἀσυγκρίτῳ πρὸς τοὺς ἄλλους κατὰ τὸν νοῦν τούτου τοῦ ὑποβάλλοντος. οὔτε γὰρ τὰ ἄλλα τῷ γεγεννημένῳ ἰσάζεται οὔτε ὁ ἀγέννητος τοῖς κεκτισμένοις τὸ ὁμοούσιον μεταδίδωσιν οὐκ ἀδυνάτου τοῦ δυνατοῦ κατηγορουμένου, ἀλλὰ τῶν ἀδυνάτων πρὸς τὸν δυνατὸν μὴ ἐπεκτεινομένων, διὰ τὸ ἐξαίρετον τοῦ ἑνὸς θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ μονογενοῦς υἱοῦ σὺν τῷ ἁγίῳ πνεύματι. 37. κ. Εἰ αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ’ εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται;
εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν’ οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται· εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ἀγεννησίας ἐστέρηται. εἴη ἂν οὖν οὐσία μὲν γεννητή, τὸ δὲ ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρόδου ἐστὶ δηλωτικόν, δῆλον ὅτι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπέπλασται ἐξ οὐσίας τινός, ἄν τε τοῦτό ἐστιν ὃ λέγεται, γέννημα. Ἀνατροπή. Ἤδη μὲν οὖν περὶ στερητικῆς ὑποθέσεως πολλὰ συμμαχεσάμενος ὁ Ἀέτιος τοῖς ἀπὸ τῆς πίστεως ἀλλοτρίοις καὶ αὐτὸς ἴσα ἐκείνων κατὰ τῆς πίστεως ἐξωπλίσατο, οὐδὲν ἀπὸ πίστεως λέγων οὐδὲ μεμνημένος τοῦ ῥητοῦ [τοῦ] πρὸς τοὺς ἀφ’ ἑαυτῶν κενοφωνοῦντας καὶ οὐ κρατοῦντας τὴν ἀρχὴν τῆς πίστεως, ὡς πρὸς αὐτοὺς διελεγκτικῶς ὁ λόγος φησίν «εἶπον ἐγὼ ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης» μετὰ καὶ τοῦ «ἐταπεινώθην σφόδρα».
PG 42:593νῦν δὲ αὖθις τοῖς αὐτοῖς κατατριβόμενος, στερήσεως ὀνομασίας τε καὶ ἕξεως καὶ συλλογισμῶν ἀνθρωπίνης σφαλερᾶς ὑπονοίας φόρτον προβαλλόμενος καὶ πνευματικῶς ἀνακρινόμενος ἑαυτοῦ φείδεται ἀνακόψαι τὸ ἴδιον ὅρμημα τῆς ἐξ ἀνθρωπίνης πανουργίας, ἀφ’ ἧς περὶ θεοῦ λέγειν [ἐπιχειρεῖ] ἃ βούλεται. ἀλλὰ καὶ ἡμᾶς καίπερ πολλὰ περὶ στερητικῶν διαλεχθέντας ἀναγκάζει πάλιν τοῖς αὐτοῖς ἐμμένειν καὶ ἐν ταῖς πρὸς αὐτὸν ἀνατροπαῖς κατατρίβεσθαι. καὶ ἦν μὲν ἱκανὴ ἡ πρὸ ταύτης ἀνατροπή, δυναμένη διὰ τὸ ὁμόρροπον καὶ ὁμώνυμον τοῦ συλλογιστικοῦ αὐτοῦ λόγου κατὰ τῶν ἀμφοτέρων φέρεσθαι.
ἀλλ’ ἐπεὶ δεῖ μήτε ἵππον σιδηρόστομον ἀχαλίνωτον ἐᾶν, κἄν τε κατὰ βαράθρων φέρηται, κἄν τε ἀπὸ τοῦ ὁρμήματος ἤδη ἀνεκρούσθη, οὔτε ἀνδρὶ κατὰ τῆς πίστεως τὰ αὐτὰ λέγοντι συγχωρεῖν καὶ μὴ πρὸς αὐτὸν λέγειν, αὖθις ἐροῦμεν [πρὸς τὸ] ὅτι, «εἰ μὲν αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως», καὶ πάλιν «εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται;» Καὶ εἰ τοιούτως ἢ τοιούτως περὶ θεοῦ σε διανοεῖσθαι, ὦ Ἀέτιε, καὶ ἕξεις περὶ τὸν θεὸν τοπάζειν, ἔσται σοὶ μὲν ἡ διάνοια στερισκομένη. ὅσα γὰρ δ’ ἂν ἐπαναβῇ τῇ καρδίᾳ σου πρὸς θεὸν ἀποτίθεσθαι, πλὴν μόνου τοῦ πιστεύειν καὶ ὑπερθαυμάζειν καὶ ἐξ ὅλης διανοίας δοξάζειν, ἐλεγχθήσῃ θεὸν μὲν μὴ δυνάμενος συλλογίζεσθαι μήτε τὸν αὐτοῦ υἱὸν μήτε τὸ ἅγιον αὐτοῦ πνεῦμα, ἵνα [μή] σε ὁ θεὸς ἐλέγξῃ καὶ ψεύστης γένῃ, κατὰ τὸ γεγραμμένον. ἐν ἡμῖν γὰρ καὶ ἕξεις καὶ τὰ θελήματα καὶ αἱ διάνοιαι σφαλεραί, ἐπειδὴ φύσεώς ἐσμεν καὶ οὐσίας τοιαύτης.
φύσις δὲ λέγεται καὶ οὐσία θεοῦ, καὶ οὐ παρὰ τὸ φύσιν καὶ φύσιν ἡμᾶς ἀκούειν καὶ οὐσίαν καὶ οὐσίαν χρὴ τὸν ἀσύγκριτον θεὸν τῇ ἡμετέρᾳ συγκρίνειν φύσει. οὕτως καὶ ἐπὶ πᾶσιν οἷς ἐὰν εἴπῃς περὶ θεοῦ, ὦ Ἀέτιε, αὐτὸ ὅλον ἐστὶν ἀσύμπλοκον, ἀσύγκριτον, τέλειον ἐν ἑαυτῷ, μὴ ἐπιδεόμενόν τινος· αὐτοαίσθησις γάρ ἐστι καὶ αὐτοθέλημα. διὸ ἀσύγκριτον μονογενῆ υἱὸν ἀσυγκρίτως γεννήσας οὔτε [αὐτὸς] τῆς ἑαυτοῦ ἐστέρηται οὐσίας οὔτε τῆς ἑαυτοῦ [ἀξίας ἐστέρησε τὸ γέννημα τὸ ἐξ αὐτοῦ] γεγεννημένον, μόνον ἐκ μόνου, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μὴ ἔχοντα πρὸς τὰ ἄλλα ἰσότητα ἢ ἀξιώματος ἢ φύσεως ἢ ἑτέρας τινὸς ὑποθέσεως·
PG 42:595οὐχ ἑαυτὸ[ν] ἐστέρησεν, οὔτε κατὰ ἕξιν οὔτε κατὰ οὐσίαν τῆς ἀσυγκρίτου αὐτοῦ θεότητος, οὔτε τὸ ἐξ αὐτοῦ, ὡς ἔφην, γέννημα ἐστέρηται τῆς τοῦ πατρὸς ἀξίας καὶ ἰσότητος, ἀσύγκριτον ὂν [ὡς] καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα πρὸς πᾶν ὁτιοῦν, ὅπερ ἐστὶ τριὰς τελεία, τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα, οὐ συναλοιφή τις οὖσα οὐδὲ πρὸς ἑαυτὴν διαφερομένη οὐδέ τι ἐν ἑαυτῇ ἔχουσα ὑποβεβηκός, ἵνα μὴ τὸ διακρινόμενον ἀφανίζῃ τὸ ἀσύγκριτον καὶ τὸ ἠλλοιωμένον στέρησιν τοῦ εἶναι ἐργάσηται, ἕξει μόνον λεγόμενον καὶ οὐκ ἀληθείᾳ, ἢ ὡς ψιλῷ λόγῳ ὀνομαζόμενον ἐν παρόδῳ καὶ μὴ ὄν, ὡς ἡ σὴ πάντως περινοεῖται διάνοια, ἀποξενῶσαι πειρωμένη τοῦ τῆς πίστεως λόγου ὅτι «πιστεύειν δεῖ τὸν προσερχόμενον θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται»· ὅπερ ἐν πατρὶ μόνῳ οὐ δύναται τελειωθῆναι.
«ὁ γὰρ μὴ ἔχων τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει», καὶ ὁ τὸν υἱὸν λέγων οὐ δύναται «ἐκτὸς πνεύματος ἁγίου.» Ἔστι γὰρ ὡς ἀληθῶς ὁ πατὴρ «ἀληθινὸς θεός», ὡς μαρτυρεῖ ὁ υἱὸς ὁ εἰδὼς τὸν πατέρα, καὶ «ἀληθινὸν φῶς» ὁ υἱός, ὁ γινωσκόμενος ὑπὸ τοῦ πατρὸς καὶ μαρτυρούμενος, καὶ «πνεῦμα ἀληθείας» τὸ πνεῦμα, τὸ οὐκ ἀλλότριον ὄν, ἀλλ’ ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. ταῦτα δὲ ἀφαιρεῖται πᾶσάν σου τῶν λόγων, Ἀέτιε, συλλογιστικὴν μυθολογίαν, καὶ οὐκ ἐνδέχεται ἡμᾶς προτρέψασθαι μαθητὰς γενέσθαι Ἀριστοτέλους, τοῦ σοῦ ἐπιστάτου, καὶ ἐᾶσαι τὸν τῶν ἐν πνεύματι θεοῦ πεφωτισμένων ἁλιέων «[ἀ]γραμμάτων ὄντων κατὰ τὸν λόγον καὶ ἰδιωτῶν», κηρύκων δὲ ὄντων τῆς ἀληθείας [λόγον] ἐν δυνάμει θεοῦ, ἧς κατηξίωνται. οὐ γὰρ ἐν λόγῳ συλλογιστικῷ ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἐν λόγῳ κομπαστικῷ, ἀλλ’ ἐν δυνάμει καὶ ἀληθείᾳ.
καὶ γὰρ ἀρκετῶς ἠκούσαμεν ἐξ ἀρχῆς τοῦ λόγου σου [τοῦ] περὶ στερήσεως ἕξεων καὶ θέσεων, καὶ γεννητὴν οὐσίαν [καὶ] ἀγέννητον οὐσίαν προσλαμβάνουσαν καὶ μὴ προσλαμβάνουσαν, καὶ μεθ’ ἕξεως ἕξεως ὑπομένουσαν ἀποβολήν, καὶ περὶ οὐσίας καταπλεκομένης γεννητῆς, ἕξεως δὲ ἀγεννήτου, καὶ γέννημα λεγόμενον ἐν παρόδῳ, σημαινόμενον δὲ ἐν ἕξει μόνῃ καὶ ἕξεως δηλωτικὸν [ὄν], μεταπλαζόμενον ἐξ οὐσίας τινός, κἄν τε λεγόμενον γέννημα, ὡς ἔφης. [τὰ] αὐτὰ γὰρ περὶ τῶν αὐτῶν τὸ διανόημά σου λαλεῖ, μηδὲν πέρας τοῦ κατὰ τῶν αὐτῶν φέρεσθαι φθεγγόμενον. 38. κα. Εἰ τὸ ἀγέννητον ἕξις καὶ τὸ γεννητὸν ἕξις, αἱ μὲν οὐσίαι τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ’ οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι, τὸ εἶναι σημαῖνον τὸ γέννημα συνεισφέρον τῇ ἑαυτοῦ οὐσίᾳ τὸν αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ’ οὐχ ἕξεως· τῆς [δ’] ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐκ ἂν εἴη οὐσία, ἀλλ’ ἕξις ἡ ἀγέννητος φύσις; Ἀνατροπή. Ἕξεων διαληπτικὸν λόγον ἐπὶ θεοῦ τε καὶ μετὰ θεὸν κατασκευάζειν πάλιν ἡμῖν πειρᾶται Ἀέτιος, ὡς ὁρᾶτε, φίλοι τῆς ἀληθείας.
PG 42:597καὶ τὰ μὲν πρῶτα τίθησι, τὰ δὲ δεύτερα. ἐπὶ θεῷ δὲ λαμβάνειν πρῶτα ἢ δεύτερα οὔτε θέμις λέγειν. ἅμα γὰρ ἐν θεῷ τὰ πάντα πρόσεστι καὶ προσθήκης οὐ δέεται. διὸ καὶ τὸ γέννημα οὐκ ἀπὸ χρόνου νοεῖσθαι εὐσεβὴς χωρεῖ λόγος. θεῷ γὰρ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, τουτέστι τῇ τριάδι τῇ οὔσῃ · διόπερ ὁ ὢν θεὸς καλεῖται πατὴρ ὁ ὢν καὶ υἱὸς ὁ ὢν πρὸς τὸν ὄντα ὤν, γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ὡς τὸ «παρὰ σοὶ πηγὴ ζωῆς» καὶ τὸ «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς» καὶ τὸ «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός» καὶ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος», καὶ περὶ τοῦ ἁγίου πνεύματος ὡσαύτως «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν». καὶ ὁρᾷς ὅτι οὐδὲν πρόσφατον ἐν τῇ τριάδι. διὸ οὔτε οὐσία πρὸ ἕξεως οὔτε ἕξις πρὸ οὐσίας.
ἕξιν δὲ οὐ κατὰ τὰς σφαλερὰς λέγομεν ἕξεις, τροπὴν ἐχούσας ἐν ἑκάστῳ τῶν τὰς θετικὰς ἕξεις ἐχόντων, εἰ καὶ ἕξιν περὶ θεοῦ λέγειν ἀναγκάσεις ἡμᾶς, ὦ Ἀέτιε, καὶ οὔτε τι ἐν θεῷ προτιμότερον οὔτε μεταγενέστερον, ἀλλ’ ὅσα πρέπει τῷ ἀξιώματι πρὸς δοξολογίαν, τῇ μὲν μιᾷ θεότητι καὶ μία δοξολογία καὶ μία τιμή, «ἵνα τιμῶσι τὸν υἱόν, ὥσπερ τιμῶσι τὸν πατέρα», καὶ ἵνα μὴ βλασφημῶσι τὸ πνεῦμα, διὰ τὸν τῆς ἀπειλῆς λόγον τὸν μὴ τὴν ἁμαρτίαν αὐτοῖς συγχωροῦντα ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι· ὡς πρεπόντως [ἐστὶν] οὐδὲν διηλλαγμένως ἔστι περὶ τὴν τριάδα νοεῖν ἢ εὐσεβεῖν ἢ δοξάζειν, ἐν πατρὶ δὲ τὸ πατήρ, ἐν υἱῷ δὲ τὸ υἱός, ἐν ἁγίῳ πνεύματι τὸ [ἅγιον πνεῦμα] οὕτως λέγειν καὶ οὕτως ἐν ἀληθείᾳ δοξάζειν, ὥσπερ πρεπόντως τῇ μιᾷ τριάδι προσκυνητῶς τὸ σέβας νέμειν [ἀξιοῖ] ἡ ἀληθινὴ πίστις καὶ τὸ ἀξίωμα γινώσκειν. καὶ οὔτε τὸ ἀγέννητον τοῦ γεννητοῦ δέεται εἰς τὸ συνεισφέρεσθαι ἑαυτοῦ τῇ οὐσίᾳ, ἵνα αἴτιον οὐσίας αὐτῷ γένηται [ὡς οὐσίας] δηλωτικὸν τὸ γέννημα, οὔτε ἕξις τῆς ἀγεννήτου φύσεως ἡ οὐσία τοῦ γεγεννημένου ἐστὶν ἢ λέγεται. Οὐδενὸς γὰρ ἡ τριὰς δεῖται οὔτε προσθήκην τινὸς λαμβάνει.
οὔτε γὰρ ἐπειδὴ αὐτὴ ἡ τριὰς ἦν ἀεὶ καὶ οὐδὲν ἦν τῶν κεκτισμένων, παρὰ τοῦτο ἀποκληρώσεως ἕνεκεν ἢ προσληπτικῆς τινος ὀνομασίας ἢ προσθήκης τῷ ἀξιώματι ἑαυτῷ ἐπενόησεν ὁ πατὴρ δι’ υἱοῦ μὲν κτίσαι οὐρανὸν καὶ γῆν καὶ πάντα ὁρατά τε καὶ ἀόρατα, καὶ τῷ πνεύματι αὐτοῦ στερεῶσαι πᾶσαν τὴν δύναμιν αὐτῶν τῶν ὑπ’ αὐτοῦ κεκτισμένων, ἵνα ἐκ τοῦ κεκτίσθαι τὰ κεκτισμένα καὶ δημιουργηθῆναι τὰ γεγονότα ἐπισυνεισφορὰ γένηται τῷ κτίστῃ ἀκούοντι καὶ δημιουργῷ πατρὶ [καὶ] προσληπτικῶς νοηθείη τῷ υἱῷ, δι’ οὗ καὶ ἀφ’ οὗ τὰ κεκτισμένα γεγένηται, ἢ τῷ ἁγίῳ πνεύματι, ἐν ᾧ τὰ ἐστερεωμένα ἐστερέωται. καὶ γὰρ οὐ τραπεὶς ἀπὸ ἕξεως εἰς ἕξιν θεὸς καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἀλλοιωθεὶς [ἢ] ὡς κατ’ ἔννοιαν καὶ μετάβολον [γνώμην] εἰργάσατο τὰ εἰργασμένα. εἶχε γὰρ ἐν ἑαυτῷ τὸ ἀεὶ δημιουργικὸν καὶ τέλειον καὶ μηδεμιᾶς ἐπιδεόμενον προσλήψεως δόξης.
PG 42:599καὶ ὥσπερ ἐπὶ τῶν κτισμάτων οὐ δεῖ διανοούμενόν τινα περὶ θεοῦ προσληπτικῆς ἕξεως καὶ ἀξίας [νομίζειν] εἶναι τὸ ἀξίωμα τῆς οὐσίας καὶ δόξης θεοῦ, οὕτως ἀνακρουσθήσεται Ἀέτιος, βουλόμενος θεὸν συλλογίζεσθαι κατὰ τὸ ἀγέννητον καὶ γεννητὸν [καὶ] κατὰ τὸν [περὶ] ἕξεως καὶ οὐσίας αὐτοῦ ἐπιφερόμενον ἡμῖν λόγον, ὁμολογουμένων πάντων τῶν κεκτισμένων εἶναι ἀληθῶς καὶ οὐχ ἕνεκεν προσλήψεως δόξης θεῷ τῷ ἀνενδεεῖ ἐπινοηθέντων, ὥσπερ καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τοῦ ἁγίου αὐτοῦ πνεύματος οὐ τὸ ἴσον ἔστι λέγειν τῶν κτιστῶν· ἀνένδεκτον γὰρ τοῦτο λέγειν. ἀλλ’ ἐπειδὴ συλλογισμοὺς ἥκει φέρων ἡμῖν Ἀέτιος μεταρσιολεκτῶν καὶ πρὸς τὰ ἄνω τολμηρῶς ἀποτεινόμενος, ἀπὸ δὲ τῶν κάτω ἀντισυλλογιζόμενος κτισμάτων, καὶ αὐτὸς μηδὲν εὑρεθήσεται κατὰ τὸν συλλογιστικὸν αὐτοῦ λόγον· ἥ τε γὰρ σοφία ἀνθρώπων παρέρχεται ἥ τε συλλογιστικὴ λέξις ἀνθρώπων θάπτεται· «ἐξελεύσεται γὰρ τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ.» τὰ γὰρ συλλογιστικὰ πάντα τῶν ἀνθρώπων παρέρχεται, καὶ οἱ ἄνθρωποι [παρελεύσονται] μετὰ καὶ τῆς συλλογιστικῆς Ἀετίου καὶ κατὰ πίστεως τεχνικῆς ἐπιτηδεύσεως.
μένει δὲ ἡ ὑπ’ αὐτοῦ συλλογιστικὴ πίστις καὶ ἐλπὶς καὶ ἀγάπη κατὰ τὸ γεγραμμένον. 39. κβ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος οἷα ἡ θεοῦ τοῦ παντοκράτορος, πῶς ἂν τὴν μὲν παθητὴν ἐρεῖ τις, τὴν δὲ ἀπαθῆ; εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ παθῶν ἐστιν ὑπεύθυνος, συγχωρηθεῖσα δὲ τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν τῷ αὐτομάτως ἐπιτρέψαι τὸν φιλοῦντα κατὰ τὰ προειρημένα, ἦν τὸ γοῦν ἀκόλουθον τὴν μὲν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην. Ἀνατροπή. Οὐ πᾶσαν οὐσίαν εἶναι λέγομεν ἀγέννητον οὐδὲ πᾶσαν ἐκ θεοῦ γεννητήν, ὅτι ὁ γεννήσας τὸν ἐξ αὐτοῦ γεγεννημένον καὶ ἀποστείλας ἐξ αὐτοῦ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα τῶν τοῦ υἱοῦ μετέχον, οὐ πάντας ἐγέννησεν, ἀλλ’ ἕνα, διὸ μονογενής, καὶ ἓν ἐξ αὐτοῦ ἀπέστειλεν, διὸ ἅγιον πνεῦμα· ἔκτισε δὲ διὰ τοῦ ἑνὸς καὶ ἐστερέωσεν ἐν τῷ ἑνὶ τοὺς πάντας, τοὺς μὲν γεννῶντας μετὰ κτίσιν καὶ γεγεννημένους, τοὺς δὲ κτισθέντας, μήτε γεννῶντας μήτε γεγεννημένους.
PG 42:601πολὺ δὲ ἀφέστηκεν ἡ ἄκτιστος τῆς τριάδος οὐσία τῶν ἀπὸ τῆς τριάδος κτισθέντων καὶ οὐκ ἀπὸ τῆς τριάδος γεννηθέντων. διὸ ἔχει ἡ τριὰς τὸ ἀπαθὲς καὶ ἀπαράλλακτον, τὰ δὲ πάντα τὰ μετὰ τὴν τριάδα πάθει [εἰσὶν] ὑποκείμενα, εἰ μή τι ἂν δωροῖτο ὁ ἀπαθὴς τὸ ἀπαθὲς διὰ τῆς ἀφθαρσίας, οἷς βούλεται κατὰ δωρεὰν χαρίσασθαι ἀφθόνως. οὐκ ἔχουσι δὲ τὸ ἄφθαρτον ἐξ ἀσωμάτου φύσεως, ἀλλ’ ἐξ ἀφθονίας τοῦ ἀγαθοῦ καὶ ἀπαθοῦς θεοῦ. καὶ γὰρ οὔτε τὸ παθεῖν τὸν μονογενῆ ἐν σαρκὶ πάθος περιποιεῖται τῇ αὐτοῦ θεότητι, καίτοι γε ἐξ ἀληθινῆς ὁμολογίας πιστευόμενον ἀπὸ τῆς ἀληθινῆς πίστεως, ὅτι πέπονθεν ὁ ἀπαθὴς θεὸς ὢν λόγος. ἔμεινε δὲ ἐν ἀπαθείᾳ ὁ αὐτός, μὴ τραπεὶς τὴν φύσιν μήτε ἠλλοιωμένος. διὸ σοφία ὢν καὶ θεὸς ἀπαθὴς ὢν καὶ εἰδὼς ὅτι διὰ πάθους σῴζει τοὺς τὰ πάθη ἔχοντας τοῦ θανάτου «οὐ πρέσβυν» ἀπέστειλεν, «οὐκ ἄγγελον,» οὔτε ἔτι [τινὰ] ὡς τοὺς πρὸ αὐτοῦ προφήτας, ἀλλ’ αὐτὸς κύριος ἦλθε, καὶ τὸ παθητὸν λαβὼν ἐν ἑαυτῷ ἀληθινῶς πέπονθε, τῆς θεότητος αὐτοῦ ἀπαθοῦς μενούσης. οὐ γὰρ ἡ ἔνσαρκος παρουσία ἤμβλυνε τὴν δύναμιν τῆς αὐτοῦ θεότητος.
εὑρίσκεται γὰρ ἐν τῇ αὐτοῦ θεότητι τὰ τοῦ θεοῦ ἐνεργῶν καὶ μὴ ἀπὸ σαρκὸς ἀποκλειόμενος, ἀνέμῳ μὲν ἐπιτιμῶν καὶ κλύδωνι καὶ θαλάσσῃ, Λάζαρον δὲ αὐθεντίᾳ ἰδίᾳ καλῶν, καὶ ἄλλα μυρία καὶ ἐπέκεινα τούτων ποιῶν· ὃς καὶ συνεχώρει μὲν τὰ κατὰ τὸ εὔλογον τῇ σαρκί, ὡς καὶ διαβόλῳ πειράζειν καὶ ἀνθρώποις παίειν καὶ τοῖς συλλαμβάνουσι τὸ ἁλίσκειν, ἵνα ἐν τῷ παθητῷ ὁ ἀπαθὴς πάθῃ, ἀπαθὴς μένων ἐν τῇ ἰδίᾳ θεότητι, ὢν οὐκ ἀλλότριος τοῦ ἀπαθοῦς θεοῦ, ἑκουσίως δὲ ποιῶν τὰ πάντα κατὰ τὸ ἔκπληκτον αὐτοῦ μυστήριον, ὡς καὶ ὁ πατὴρ θεὸς σὺν αὐτῷ τῷ μονογενεῖ καὶ τῷ πνεύματι αὐτοῦ τῷ ἁγίῳ, τριὰς οὖσα ἀεὶ τελεία καὶ ἀπαθὴς μία θεότης, περιέχει τὰ πάντα, εἷς θεός, μία κυριότης, τοῦ αὐτοῦ θεοῦ περιέχοντος τὰ ὅλα. Καὶ οὐ διὰ τὸ περιέχειν τὰ πάντα πάθει ὑποπίπτει, τῶν ἐμπεριεχομένων ὑπὸ πάθος πιπτόντων. ἐντὸς γὰρ πάντων ἐστὶ καὶ ἐκτὸς τῶν ὅλων πάντων θεός, ἀμιγὴς πρὸς τὰ πάντα.
PG 42:603ὅθεν οὐ διὰ τὸ εἶναι πάντη οὐδὲ διὰ τὸ ἐκτὸς εἶναι πάντων οὐδὲ διὰ τὸ περιέχειν τὰ πάντα οὐδὲ διὰ τὸ ἐν αὐτῷ τὰ πάντα κινεῖσθαι, πάθος εἰσοίσει τῷ ἀπαθεῖ θεῷ, ὥσπερ οὐδὲ διὰ τὸ γεγεννηκέναι τὸν μονογενῆ, οὐδὲ [διὰ τὸ] τὸν μονογενῆ γεγεννῆσθαι, οὐδὲ διὰ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐξ αὐτοῦ ἀπεστάλθαι, πάθος εἰσοίσει τῇ ἁγίᾳ τριάδι. οὔτε γὰρ παθητὸν τὸ ἅγιον πνεῦμα, ἐν εἴδει περιστερᾶς κατιὸν ἐπὶ τὸν Ἰορδάνην, οὔτε ὁ μονογενὴς ὑπὸ Ἰωάννου βαπτιζόμενός τε καὶ ψηλαφώμενος, οὔτε ὁ πατὴρ ἄνωθεν βοῶν φωνῇ ἀκουστικῇ ἀνθρώποις ὅτι «οὗτός μού ἐστιν ὁ υἱός, αὐτοῦ ἀκούετε». ἀπαράλλακτος τοίνυν ὁ υἱός· καὶ ὁ μὲν πατὴρ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητός, ἀπαθὴς [δέ, ἀπαθὲς] καὶ τὸ πνεῦμα ἀπαθῶς προελθόν, τῶν μὲν ἄλλων κτιστῶν ὄντων, τῆς [δὲ] τελείας τριάδος διαμενούσης ἐν τῇ ποσότητι καὶ ἀκτίστῳ ὀνομασίᾳ, οὔτε τοῦ ἀμείνονος μεταβαλλομένου οὔτε τοῦ γεννηθέντος πάθει συνεχομένου· οὔτε γὰρ ὁ γεννήσας πάθει συνεσχέθη. οὐ γὰρ σωματικὸν τὸ γέννημα, ἀλλὰ πνεῦμα ἐκ πνεύματος καὶ υἱὸς ἐκ πατρός.
ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα ἐξ αὐτοῦ, πνεῦμα πατρός, πνεῦμα Χριστοῦ, οὐ κτιστόν, οὐ γεννητόν, οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, τῆς ἀσυγκρίτου οὐσίας πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὑπερβαινούσης πᾶσαν ἔννοιαν καὶ πάντα νοῦν, οὐ μόνον εἴποιμι ἀνθρώπων, ἀλλὰ καὶ ἀγγέλων. οὐ γὰρ μεταβολὴν ἐπεδέξατο ὁ μονογενὴς οὐδὲ ὁ αὐτοῦ πατὴρ οὐδὲ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τῷ τὸν μονογενῆ ἀπαθῆ ὄντα ἐν σαρκὶ παθεῖν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐν εἴδει περιστερᾶς [κατιέναι] καὶ τῷ τὸν πατέρα φθογγὴν εἰς ἀκοὴν ἀνθρώπων ἀπορρῆξαι ἄνωθεν ἀπαθῶς, ὥσπερ οὐ μεταβολὴν καὶ πάθος περιεποιήσαντο οἱ κτισθέντες ἄγγελοι καὶ οὐρανοὶ καὶ ἡ γῆ καὶ τὰ πάντα τῷ αὐτὰ πεποιηκότι, ἀλλὰ τὸ πᾶν ἐστιν ἔκπληκτον μυστήριον κατὰ τὸ εἰρημένον «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ». 40. κγ. Εἰ τῆς γενομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος; Ἀνατροπή. Ἔστι μὲν οὖν καθ’ ἑτέραν διάνοιαν ἀλλ’ οὐ κατὰ τὴν ἴσην πρὸς πάντα [αἴτιον] ἡ ἀγέννητος φύσις πρὸς τὸ μονογενὲς γέννημα καὶ πρὸς τὸ ἐξ αὐτῆς ἅγιον πνεῦμα, οὐκ αἴτιον δέ, ὡς τὸ ὑπάρχον πρὸς τὸ μὴ ὄν.
ἔστι γὰρ οὐκ ἐξ οὐκ ὄντων ὁ γεννηθεὶς οὐδὲ μὴ ὢν ἐστὶν ὁ γεννήσας οὐδὲ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα, τῶν δὲ ἄλλων ἐστὶν αἴτιον τὸ ὄν. διὸ σύνεστι τῇ ἰδίᾳ ἀεὶ δόξῃ ἡ ἁγία τριάς, ἀεὶ ὄντος ἀναλόγως ἑκάστῳ ὀνόματι τοῦ αὐτῆς ἀξιώματος. δι’ αὐτῆς γὰρ καὶ οὐκ ἐκτὸς τὰ γεγονότα γεγόνασιν οὐκ ὄντα. διόπερ οὐδὲ καθ’ ἑαυτὸν ὁ πατὴρ αἴτιος τῶν γεγονότων ἐστίν, ἀλλὰ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα ἐποίησε τὰ πάντα. εἰ δὲ ἦν ἀλλότριος ὁ υἱός, ὡς ἀπὸ αἰτίου [γεγονὼς] οὐκ ὤν, προελθὼν ἂν μετὰ πάντων καὶ αὐτὸς ἴσος [αὐτοῖς] ἐγένετο, καὶ αἴτιος ἦν ὁ θεὸς οὐκέτι γεννητικῶς [προ]αχθέντος, ἀλλὰ κτιστικῶς, καὶ οὐκέτι ἐνεδέχετο τὸν ἕνα λέγεσθαι γέννημα, τὰ δ’ ἄλλα κτίσματα, ἀλλ’ ἢ τὰ πάντα σὺν αὐτῷ γεννήματα λέγεσθαι ἢ αὐτὸν σὺν πᾶσι κτίσμα ὁμοίως καλεῖσθαι· καὶ οὐδὲν ἦν ἐξαίρετον, ἐξισουμένου τοῦ ἑνὸς τοῖς πᾶσι κατὰ τὸ μέρος τὸ ἐξ οὐκ ὄντων· οὐ μόνον εἴποιμι ἀγγέλους [ἴσους] τῷ αὐτῶν [δὲ] ποιητῇ καὶ κτίστῃ μονογενεῖ, ἀλλὰ καὶ ἀνθρώπους καὶ κτήνη καὶ ὅσα ἀπειρομεγέθως ἀποδέει τῆς ἐκείνου φύσεως καὶ ἀξιώματος.
PG 42:605ἔστιν [δὲ] ὁ ὢν [ἀεὶ] σὺν τῷ ὄντι ἐξ αὐτοῦ ἀχρόνως ὄντως γεγεννημέῳ, οὐκ ἐξ οὐκ ὄντων, ἀλλ’ ἐξ αὐτοῦ. καὶ ἔστι τὸ ἅγιον αὐτοῦ πνεῦμα, τὸ οὐκ ἀλλότριον τῆς αὐτοῦ οὐσίας, οὐδὲ ὡς ἐπὶ βοηθείᾳ κατὰ τὸν Ἀετίου λόγον θεῷ προσπεπορισμένον. 41. κδ. Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ’ ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατονομάζεσθαι τὴν οὐσίαν τοῦ θεοῦ τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ; Ἀνατροπή. Εἰ ἀπὸ σοῦ καὶ δεῦρο, Ἀέτιε, ἡ περὶ θεοῦ δόξα ἀπὸ τῶν σῶν συλλογισμῶν εἰς δόξαν θεῷ πεπόρισται κατὰ τοὺς ἀνωτάτω ὑπὸ σοῦ λεχθέντας λόγους, καὶ αὐτὸς πρὸς σὲ ἀποτεινόμενος, συγχωροῦντος τοῦ θεοῦ, τὰ ἴσα σοι καὶ αὐτὸς προσφθέγξομαι, ὅτι μηδενὸς τῶν παλαιῶν ἔν τε τῇ παλαιᾷ διαθήκῃ καὶ ἐν τῇ καινῇ ἁγίων ἀποστόλων ἢ προφητῶν τοῦτο πεφρονηκότος, ἀμείνονα σεαυτὸν καθιστᾷς καὶ αὐτοῦ τοῦ θεοῦ καὶ ἀσφαλῆ.
ἀπὸ γὰρ σοῦ καὶ δεῦρο προσέλαβε τὸ θεῖον, ὡς κατὰ τὸν σὸν λόγον, εἰς τὴν αὐτοῦ πίστιν τὴν συλλογιστικὴν ταύτην σου [τὴν] τεχνολογίαν, τὸ περὶ ἀγεννήτου λέγειν στερήσεως καὶ τοῦ γεννητοῦ, καὶ παντελῶς ἀποβολῆς ἕξεως καὶ μεταβολῆς, καὶ περὶ θεοῦ κατονομασίας ἐν τῇ κατὰ τὸν θεὸν οὐσίας προσηγορίᾳ. οὔτε γὰρ διὰ τὸ τὸν θεὸν εἶναι πάντων κτίστην τῶν μετὰ τὸν μονογενῆ αὐτοῦ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα διὰ τῆς τῶν κεκτισμένων συστάσεως τὸ στερητικὸν ἐφευρέθη τῶν οὐ προσόντων θεῷ ἢ τὸ ὁμολογητικὸν τῶν ὄντων αὐτῷ προσείληπται, ἵνα τὸ μετέπειτα κτισθὲν τὸ ἄμεινον θεῷ προσφέρῃ καὶ [τὸ] ἀκραιφνὲς διὰ τοῦ ἀπ’ ἐκείνου πρὸς ταῦτα στερητικοῦ τε καὶ ἀμεταβλήτου ἐπινοοῖτο· ἀλλ’ [ὅτι] ἔστιν ἀεὶ αὐτό, ὂν ὅλον δόξα καὶ ὅλον ἀπερίληπτον ὑπὸ πάντων τῶν ὑπ’ αὐτοῦ κεκτισμένων, κατὰ τὸ μέτρον τῶν πρὸς τὴν δοξολογίαν ἐπεκτεινομένων δοξολογούμενον, παρ’ ἀγγέλοις μὲν κατὰ τὴν ἀγγέλων γλῶσσαν, τὴν παρὰ τῷ ἀποστόλῳ προκριτέαν τῶν ἀνθρώπων καταγγελλομένην, [παρὰ δὲ τοῖς ἀνθρώποις] κατὰ τὴν τῶν ἀνθρώπων γλῶσσαν τὴν ὑποβεβηκυῖαν τῷ μέτρῳ καὶ κατὰ τὴν τῶν ἔτι ὑποβεβηκότων δύναμιν·
καὶ οὐ πάντως ὅτι ἐν ἑκάστῳ κτίσματι ἀναλόγως [τῇ αὐτοῦ δυνάμει δοξολογεῖται] ὑποβέβηκεν ἡ δοξολογία ἢ μεταβέβληται· ἀλλ’ ἔστι μὲν ἐν ἑαυτῇ ἀμετάβλητος, στερισκομένη[ς] πάσης κτίσεως πρὸς τὸ ἄπειρον ἐπεκτείνεσθαι ἐν δοξολογίᾳ, ὑπερβαινούσης ἀεὶ πάντα νοῦν τῆς ἀνωτάτω οὐσίας, οὐ διὰ τῶν λεγομένων ὑπὸ πάντων ἐξεῖναι αὐτῇ ἢ τροπὴν ἢ μεταβολὴν ἢ προκοπὴν περιποιουμένης. ἡ γὰρ αὐτὴ θεότης ἀμείνων ἐστὶ καὶ ἀσύγκριτος καὶ δεδοξασμένη. 42. κε. Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς αὐτὸν ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; Ἀνατροπή. Ἀγέννητος ἔστι μὲν οὖν, ἐρρέθη δὲ οὐδαμοῦ, οὐκ ἀπό του προφήτου, οὐκ ἀπὸ ἀποστόλου, οὐκ ἀπὸ εὐαγγελιστοῦ. θαῦμα γὰρ οὐδὲν ἦν τοῦτο περὶ θεοῦ λέγειν. προσῆν γὰρ τῷ εὐσεβεῖ λογισμῷ ἀπ’ αὐτοῦ τοῦ κατὰ τὴν φύσιν νόμου. σὺ δέ, Ἀέτιε, τοῦτο ἡμῖν καινοτομήσας λέγειν ὡς θαῦμα προσεισφέρειν σεαυτὸν νομίζεις.
PG 42:607συνέφυρας δὲ καὶ συνέμιξας τῷ εὐσεβεῖ τῆς φύσεως νόμῳ καὶ τῷ τῆς πίστεως θεσμῷ, τῷ ἐπὶ προσθήκῃ βελτιώσεως ἐκ θεοῦ κεχαρισμένῳ, τὸ τῷ ἀγεννήτῳ γεννητὸν ἐπινοῆσαι ἐξισούμενον τῷ ἀξιώματι, ἵνα ὁ παρὰ σοὶ προσκυνούμενος ἀνόμοιος ἴσος εὑρεθείη τῷ κατὰ σὲ ἀνομοίως κηρυττομένῳ. εἰ μὲν οὖν προσκυνήσειας τὸν πατέρα ψιλῇ ὀνομασίᾳ, εἰρωνείᾳ τὴν τιμὴν προσήνεγκας. καὶ εἰ τὸν υἱὸν προσκυνήσειας ἀνόμοιον πατρὶ ἐπιγινώσκων, σύγχυσιν εἰργάσω ἐν τῇ προσκυνήσει, ἀνόμοιον ἀνομοίου ἴσως τιμήσας. εἰ δὲ διὰ τὴν σοῦ πρόληψιν τῆς ἀπιστίας ἀρνήσῃ προσκυνεῖν υἱῷ, ἐλεγχθήσῃ ὑπὸ πάντων, οὐκ ἐπιγνοὺς τὸν ὀφειλομένως ὑπὸ πάντων προσκυνούμενον καὶ ἴσον. «προσκυνήσουσι γὰρ αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ προςεκύνησεν αὐτῷ Μαρία ἐνδόξως ἀναστάντι ἐν σαρκὶ καὶ πάντες οἱ αὐτοῦ μαθηταί. οὐ γὰρ ἔχει[ν] γενητοῦ ὀνομασίαν οὐδὲ κτιστοῦ, [ἀλλ’] ἐκ πατρὸς γεγεννημένον ἴσασι καὶ προσκυνοῦσιν ὄντα ἐξ ὄντος καὶ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα. οἴδασι γὰρ αὐτὸν ἀλλότριον τῇ οὐσίᾳ ἀπὸ τῶν γεγονότων. οὐ γάρ ἐστι γενητὸς ἢ κτιστός, ἀλλὰ γεννητὸς ἐκ πατρός.
διὸ περὶ πάντα καμὼν καὶ πολλοὺς χρόνους ἀναλώσας, Ἀέτιε, καὶ λόγους ξένους παρεισενέγκας προσκυνήσεις αὐτῷ. «δεῖ γὰρ πάντας στῆναι ἐνώπιον τοῦ βήματος αὐτοῦ», καὶ «πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστός», ὁ οὐκ ἀλλότριος θεοῦ ὤν, ἀλλὰ «εἰς δόξαν θεοῦ πατρός», κατὰ τὸ γεγραμμένον καὶ πεπιστευμένον. 43. κ. Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ θεοῦ ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος ὑποστάσεως, ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα θεὸν τὸν παντοκράτορα. Ἀνατροπή. Οὔτε ψιλὸν ὄνομα ἐπὶ θεοῦ ἐστι τὸ ἀγέννητον οὔτε τοῖς κτιστοῖς κατὰ τὴν οὐσίαν ἐπικοινωνοῦν. διὸ οὔτε τὰ κτίσματα ψιλῆς ὀνομασίας ἐστὶ σημαντικά· μέσον δὲ ἀγεννήτου καὶ κτιστοῦ ἄλλου ὀνόματος ἐπιζητουμένου, ὅπερ ἐστὶν υἱός, [γεννητὸς] καὶ οὐ κτιστός, τίνι ἂν τὸ ἐξαίρετον ἀποδοτέον;
PG 42:609καὶ εἰ μὲν τοῖς κεκτισμένοις τὸ ἐπικοινωνοῦν δῶμεν, οὐδ’ ὁποτέρου τῶν λεγομένων [διὰ] ψιλῆς ὀνομασίας ὀνομαζομένου, ὡς ἐπὶ τοῦ ἀγεννήτου καὶ κτίζοντος καὶ κτιστῶν γεγονότων [ὡς] οὐ ψιλῆς ἐνδεχομένης ὀνομασίας, οὕτως ἐπὶ τοῦ γεννητοῦ καὶ υἱοῦ μὴ ψιλῆς ἐπιδεχομένης ὀνομασίας, τὸ μάτην συκοφαντούμενον σύγχυσιν δηλώσει παρὰ τῷ Ἀετίῳ συλλογιζομένην, διὰ τὸ μὴ συνεξισοῦσθαι [τὰ κτιστὰ] τῷ υἱοῦ ὀνόματι, τῆς κτιστῆς [φύσεως] ἐν ἀληθείᾳ οὔσης καὶ οὐ [διὰ] ψιλῆς ὀνομασίας, ἐπειδήπερ οὐ ψιλὴν ἐπιδέχεται καὶ αὐτὸς ὁ υἱὸς τὴν περὶ υἱοῦ ὀνομασίαν. οὐκ ὄντος δὲ ἀνυπάρκτου, οὔτε κατὰ ψιλὴν ὀνομασίαν λεγομένου τοῦ υἱοῦ μονογενοῦς [καὶ τοῦ ἁγίου πνεύματος], τῇ τοῦ πατρὸς συνῆπται δόξῃ, καὶ οὐ συγκέχυται τῇ τῶν κτισμάτων ὀνομασίᾳ. οὔτε γὰρ ἐπάρσεως δεῖται ἡ θεότης ὡς μὴ οὖσα, οὔτε ὕψους ἐστὶν ἐνδεομένη, κἄν τε παρά τινων τῶν ἐν ἀγνοίᾳ ὄντων μὴ ὑψοῖτο, οὔτε διὰ τῆς τινων προφορᾶς ἡ θεότητος οὐσία συνίσταται.
οὔτε γὰρ καυχήσεται ἡ τῶν ἀνθρώπων ἢ ἄλλων προφορὰ ὡς θεῷ ἐνδεεῖ δόξαν περιποιουμένη ἢ καλλωπίζουσα θεὸν παντοκράτορα, θεὸν προσκυνητόν, θεὸν ἐπιστάτην καὶ κτίστην καὶ δημιουργὸν ἴδιον. οὔτε γὰρ ἑαυτὴν ὑπερένδοξον· ἡγεῖται καὶ κοσμήτριαν τοῦ ἰδίου αὐτῆς δημιουργοῦ, ἐπεὶ ἂν ἑαυτὴν προσκυνητὴν ἡγήσαιτο, οὐ μὴν προσκυνοῦσα τὸν προσκυνούμενον. καὶ μάτην κατὰ πάντων λόγον κινεῖ ὁ σὸς λόγος, Ἀέτιε. 44. κζ. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ’ ὑπόστασιν σημαίνει. Ἀνατροπή. Καὶ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, καὶ οὐχ ὁμολογοῦμεν τοῦτο, ὡς ἀπὸ σοῦ μεμαθηκότες. προορᾷ γὰρ ἡ πίστις τῆς ἀληθείας τοῦτο καὶ προομολογεῖ καὶ διδάσκει, ὅτι θεός ἐστιν ὁ ἀναίτιος πάσης αἰτίας καὶ ἀμιγὴς καὶ ἀνυπεύθυνος πάσης ἰσότητος. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν αὐτοῦ τοῦ θεοῦ οὐσίαν, διὰ τὸ μόνῳ πρέπειν τῷ ἀνυπευθύνῳ τὸ σέβας νέμειν, πατρὶ τῷ ἀγεννήτῳ καὶ υἱῷ τῷ ἐξ αὐτοῦ καὶ ἁγίῳ πνεύματι τῷ ἀπ’ αὐτοῦ καὶ διὰ τοῦ μονογενοῦς, ἐπειδὴ οὐδὲν ἐν τῇ τριάδι κτιστὸν καὶ ὑπὸ αἰτίαν ἐμπῖπτόν ἐστιν.
PG 42:611οὐ γὰρ ἐξ οὐκ ὄντων τί ἐστιν ἐν τῇ τριάδι, ὡς καὶ τὰ ἄλλα τὰ ὑπὸ αἰτίαν πεπτωκότα καὶ αἰτίαν κεκληρωμένα. διὸ ἀναιτία οὖσα τῆς τοιαύτης αἰτίας ἡ τριὰς μόνην ἑαυτὴν ἀπλανῶς ἐδίδαξε προσκυνεῖσθαι, ἐπειδὴ μόνη αὕτη ἀναίτιός ἐστι. τὰ δὲ πάντα ὑπὸ αἰτίαν περιπέπτωκε· τὰ μὲν γάρ ἐστι γεγονότα καὶ κεκτισμένα, πατὴρ δὲ ἄκτιστος, υἱὸν ἔχων ἐξ αὐτοῦ γεγεννημένον, ἀλλ’ οὐ κτιστὸν, καὶ ἅγιον πνεῦμα ἐξ αὐτοῦ ἐκπορευόμενον, καὶ οὐ δεδημιουργημένον. τούτων δὲ οὕτως ἐχόντων οὔτε πάθος κεκλήρωται αἰτίου ὁ προσκυνούμενος υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, κἂν πατέρα ἔχοι τὸν γεννήτορα, οὔτε τὰ λοιπὰ κτίσματα ἄνευ πάθους εἴη κληρώσεως αἰτία, ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος κεκτισμένα· σαφῶς δὲ ἄνευ πάθους εἴη ὁ μονογενὴς κληρώσεως αἰτία, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, ὡς καὶ ὁ πατήρ, ὅτι υἱός ἐστι γέννημα καὶ οὐ κτίσμα, καὶ οὐκ ἀπὸ τοῦ γεγεννῆσθαι αἰτία[ν] πάθους κληρωθήσεται ὁ υἱός, οὐδὲ τὸ πνεῦμα, ἐπειδὴ ἐκ πατρὸς ἐκπορεύεται.
οὔτε γὰρ ὁ πατήρ, ἐπειδὴ ἐγέννησε καὶ ἐξ ἑαυτοῦ ἐξήγαγε, τὰ δ’ ἄλλα πάντα μετὰ υἱὸν καὶ πνεῦμα ἔκτισεν, ὑπὸ πάθος αἰτίας [ἐμπίπτων] εὑρίσκεται, καίτοι γε τῶν ἄλλων πάντων ἐν τῷ κτίζειν ἢ γεννᾶν πάθει συνεχομένων. ἀναίτιος γοῦν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· αἰτία δέ ἐστιν ἡ τριὰς τῶν ἁπάντων, συγκτίζουσα καὶ συνδημιουργοῦσα, μηδὲν ἐν αὐτῇ κτιστὸν ἢ δεδημιουργημένον γινώσκουσα. 45. κη. Εἰ πᾶν τὸ γεγονὸς ὑφ’ ἑτέρου γέγονεν, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ’ ἑαυτῆς οὔτε ὑφ’ ἑτέρας γέγονεν, ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον. Ἀνατροπή. Καὶ τοῦτο πάλιν Ἀέτιος ἥκει φέρων ἡμῖν, ὡς καινόν τι καὶ πρόσφατον ὑφηγούμενος, ἵνα φανῇ διαλεκτικῆς ἐφευρετὴς εἶναι συλλογιστίας, ἐκ περισσοῦ [οὐ] μόνον αὐτὸ τοῦτο δηλῶν, ὅπερ οὐδὲ ἀμφιβάλλεται οὔτε κατὰ τῆς ἀληθείας τὸ ἀεὶ ἐν αὐτῷ ἔν τε τῇ καθολικῇ ἐκκλησίᾳ ὁμολογούμενον [ἐνυπάρχει]. «[εἰ] πᾶν γὰρ τὸ γεγονὸς ὑφ’ ἑτέρου γίνεται, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ’ ἑαυτῆς οὔτε ὑφ’ ἑτέρας γέγονεν, [εἰ] καὶ ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον.» καὶ τί τούτου ἀναγκαιότερον;
ὅπερ γὰρ ἀεὶ παρ’ αὐτοῖς τοῖς τε Ἀνομοίοις καὶ Ἀρειανοῖς [ἀποβάλλεται], τὸ τῆς οὐσίας ὄνομα, παλιμβόλως ἐξελάβετο Ἀέτιος, σαφῶς ἀναγκαζόμενος ὑπὸ τῆς ἀληθείας ὁμολογεῖν. οὐσίας τοίνυν οὔσης τῆς ἀγεννησίας, ἐξ αὐτῆς δὲ καὶ οὐκ ἐξ οὐκ ὄντων ἀχράντως καὶ ἀπαθῶς γεννησάσης τὸν μονογενῆ, ἀχρόνως καὶ ἀνάρχως, καὶ ἐξ αὐτῆς ἐξαγαγούσης τὸ ἅγιον πνεῦμα καὶ οὐκ ἐξ οὐκ ὄντων, σαφῶς ἐν τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ ὀρθοδόξως ὁμοούσιος ἡ τριὰς κηρύττεται, μηδενὸς τῶν κεκτισμένων δυναμένου τῷ ὀνόματι τούτῳ καλεῖσθαι, διὰ τὸ μηδὲ κατὰ φύσιν εἶναί τι ὅμοιον τῷ μονογενεῖ καὶ τῷ ἁγίῳ πνεύματι μήτε κατὰ τὸ σέβας. τὰ μὲν γάρ ἐστιν ἐξ οὐκ ὄντων κεκτισμένα καὶ οὐ προσκυνητά, ἡ δὲ τριὰς ἀεί ἐστιν, ὁ πατὴρ πατὴρ τέλειος καὶ ὁ υἱὸς υἱὸς τέλειος ἐκ πατρὸς γεννηθεὶς καὶ τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα τέλειον ἐκ πατρὸς προελθὸν καὶ τοῦ υἱοῦ λαμβάνον. καὶ πάντα ἡμῖν φωτεινὰ τὰ τῆς θείας γραφῆς καὶ τὰ τῆς ἁγίας πίστεως, καὶ οὐδὲν σκολιὸν ἢ ἐναντίον ἢ στραγγαλιῶδες. 46. κθ.
PG 42:613Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγέννητος ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος, οὐκ ἔξωθεν συνεμφαίνουσα τὸ ἀπρόσιτον, αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος, ἐπειδὴ καὶ ἀγέννητος. Ἀνατροπή. Πολλάκις κατὰ τῶν αὐτῶν Ἀέτιος φέρεται, ὥσπερ καὶ αὐτὸς πολλάκις ἔφην, εἰς κάματον μόνον ἡμᾶς φέρων καὶ οὐδὲν περισσότερον. διὸ καὶ ἐν τῷ παρόντι ἀνάγκην ἔσχομεν τῷ καμάτῳ προσθεῖναι καὶ τὰ αὐτὰ τοῖς αὐτοῖς δευτερολογεῖν, ἐπειδήπερ καὶ αὐτῷ οὕτως ἔδοξεν. εἰ γὰρ καὶ τῇ [τοῦ] γεννήματος οὐσίᾳ συνεμφαίνεται ἡ ἀγέννητος γεννήσασα, οὐδὲν διοίσει τῷ ἀξιώματι [ἐπὶ] τῷ γεννᾶν ὁ γεννήτωρ τοῦ γεγεννημένου. ἐξ αὐτοῦ γὰρ ἐγέννησεν οὐσιωδῶς πνεῦμα ἐκ πνεύματος καὶ οὐ σῶμα ἐκ σώματος. διὸ ἀσυγκρίτως συνεμφαίνεται συμπρέπων ὁ γεννήτωρ τῷ γεγεννημένῳ καὶ ὁ γεγεννημένος τῷ γεγεννηκότι. οὔτε γὰρ προσθήκης δεῖται τὸ θεῖον, ἵνα ποτὲ πατὴρ κληθείη, ποτὲ δὲ οὔ, οὔτε ὁ υἱὸς εὑρεθήσεται ἐκ τοῦ ἄνωθεν συνδέσμου ποτὲ μὴ ὤν, ἄρτι δὲ ὤν. διὸ αὐτοουσία ἐστὶν ὁ θεὸς πατὴρ καὶ ὁ υἱὸς καὶ ἅγιον πνεῦμα, καὶ οὐχ ἑτεροουσία.
οὔτε γάρ ἐστι συνάδελφος οὔτε ἐστὶν ἐπιγένητος, ἀλλὰ ἀνεκδιηγήτως συμπρέποντος τοῦ πατὴρ ὀνόματος ὁμοουσίῳ ὄντι τῷ υἱῷ καὶ συμπρέποντος τῷ πατρὶ καὶ υἱῷ τοῦ ἐξ αὐτοῦ [καὶ] δι’ αὐτοῦ καὶ τῶν αὐτοῦ [λαμβάνοντος], τοῦ ἁγίου αὐτοῦ πνεύματος. διὸ τὸ ἀπρόσιτόν ἐστιν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πρὸς ἅπαντα, ὅσα ἐστὶν ὑποβεβηκότα ὄντα καὶ ἐξ αὐτῆς τῆς τριάδος κτισθέντα· ἡ δὲ τριὰς πρὸς ἑαυτὴν οὐκ ἀπρόσιτος· ἔστι γὰρ ἄκτιστος καὶ ἀγέννητος καὶ ἀσύγκριτος. διὸ οὐ δύναται οὐδὲν ἐξισοῦσθαι πατρί, οὐ συμπροσκυνεῖται αὐτῷ τι τῶν ἐξ οὐκ ὄντων γεγονότων καὶ οὐχὶ γεγεννημένων. οὐδενὶ γὰρ τῶν γεγονότων εἶπε ποτὲ «κάθου ἐκ δεξιῶν μου», οὐδὲ μὴν ὁ μονογενὴς περί τινος εἴρηκεν ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ ᾧ ἐὰν ἀποκαλύψῃ». ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου, τοῦ γινώσκοντος καὶ διδάσκοντος καὶ ἀπαγγέλλοντος ἐν κόσμῳ τὰ υἱοῦ, «ἐρευνῶντός τε καὶ τὰ βάθη τοῦ θεοῦ». διὰ τοῦτο γάρ φησιν «ὁ μὴ τιμῶν τὸν υἱὸν καθὼς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ’ αὐτόν»·
PG 42:615καὶ οὐκ εἶπεν «ὁ μὴ τιμῶν ἀγγέλους ὡς τιμᾷ τὸν πατέρα», οὐδὲ πάλιν εἶπεν «ὁ μὴ καὶ τὸν υἱὸν τιμῶν», ἀλλὰ τὸν υἱὸν ὡς τὸν πατέρα, ὡσαύτως ὅτι «οὐκ ἀφεθήσεται τῷ εἰς τὸ πνεῦμα βλασφημοῦντι, οὔτε ᾧδε οὔτε ἐν τῷ μέλλοντι αἰῶνι», ἵνα σημάνῃ τῆς τριάδος τὸ ἀπρόσιτον καὶ ἀσύγκριτον ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. 47. λ. Εἰ ὑπεράγει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπεράγει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς. εἰ δὲ μή ἐστιν οὐσίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασῴζεσθαι; Ἀνατροπή. Πρέπει λέγειν καὶ ὁμολογεῖν καὶ οὕτως κατέχειν, ὅτι πάσης φύσεως ὑπερέχει ὁ παντοκράτωρ, ἐξ οὗπερ ἡμῖν ὁ μονογενὴς ἀνεκδιηγήτως προῆλθεν ὁ θεὸς λόγος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. καὶ διὰ τοῦτο ἀσφαλῶς οὐ κτίσιν θεολογοῦμεν, ἵνα μὴ μωρανθῶμεν. τὴν δὲ ὑπερβαίνουσαν πᾶσαν φύσιν τριάδα δοξολογοῦμεν, υἱὸν σὺν πατρὶ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, διότι ἀγέννητον καὶ ἄκτιστον.
ἐπειδὴ γὰρ οὔτε ἄλλης φύσεως ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα, ἀλλὰ θεὸς ἐκ θεοῦ, καὶ φῶς ἐκ φωτός, σὺν τῷ παντοκράτορι πατρὶ καὶ αὐτὸς ὁ μονογενὴς παντοκράτωρ ἀκούσει, ὡς καὶ σαφῶς ἔχει ἡ θεία γραφή. οὐ γὰρ ἀλλοῖός ἐστι παρὰ τὸ τοῦ πατρὸς ἀξίωμα ὁ μονογενής, συμπρέπων δὲ τῷ τοῦ πατρὸς ἀξιώματι, ὡς διαρρήδην μαρτυρεῖ μοι ὁ ἅγιος ἀπόστολος ἐν πνεύματι ἁγίῳ φήσας περὶ τῶν υἱῶν Ἰσραήλ, «ὧν» φησιν «ἡ λατρεία καὶ αἱ διαθῆκαι καὶ ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». διὰ τοῦτο γὰρ καὶ προσκυνητὸς ὁ μονογενὴς καὶ θεὸς ὁ μονογενὴς καὶ θεῖον πνεῦμα τὸ ἅγιον πνεῦμα, καὶ μετὰ τὴν ἁγίαν τριάδα οὐκ ἔστιν ἕτερος θεός.
ὁ δὲ πατὴρ παντοκράτωρ καὶ ὁ μονογενὴς αὐτοῦ παῖς Ἰησοῦς Χριστὸς συμπρέπων τῷ τοῦ πατρὸς ἀξιώματι, καὶ πατὴρ καλούμενος τοῦ μέλλοντος αἰῶνος, συμπρέπων δὲ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἀκτίστως ἀεὶ ἡ τριὰς φανερουμένη καὶ γινωσκομένη, ἐξ ἧς τριάδος τοῖς πᾶσι γεγονόσι τὸ αἴτιον ἔνεστιν, ὅπερ ἐστὶν οὐσίας ἀκραιφνοῦς καὶ ἀσυγκρίτου δηλωτικόν, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, ἀεὶ τῆς διαμονῆς τὸ ἀί̈διον ἐν ἑαυτῇ ἐχούσης, ἐξ ἧς τριάδος τοῖς γεγονόσι τὸ διασῴζεσθαι πρόσεστιν. 48. λα. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ὁ ἀγέννητος θεός, ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννήματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν τοῦ πρώτου καὶ δευτέρου τάξιν; Ἀνατροπή. Ἔδει τὸν Ἀέτιον ἡμῖν προσημαίνειν καὶ σαφεῖς τὰς αὐτοῦ πεύσεις προβάλλειν, μάλιστα ταύτην ἥνπερ λέξιν ἐπιλήψιμον καὶ μηδ’ ὅλως ἔχουσαν συγγένειαν τῶν ὁμοιωμάτων, οὐδὲ θατέρου τῶν ὑπ’ αὐτοῦ ὠνομασμένων θατέρῳ συνεξισοῦσθαι δυναμένου. πολλῶν γὰρ ἀοράτων ἥκει φέρων ἡμῖν τὰς ὀνομασίας.
PG 42:617ἔστι γὰρ καὶ ἀόρατα ζῷα τὰ πνευματικά, φημὶ δὲ Σεραφὶμ καὶ Χερουβίμ, ἀλλὰ καὶ ἄγγελοι, «πνεύματα» ὄντα, καὶ ἄλλα τινά, ἐν οἷς ἀληθῶς πληροῦται τὸ μήτε ὑπάρχειν ἐν ἑαυτοῖς σπερματικῶς τι. οὔτε γὰρ σώματα φαίη ἄν τις τὰ ἀόρατα. καὶ γὰρ οὔτε γεννῶσιν οὔτε γεννῶνται· ἐκτίσθησαν δὲ κατὰ βούλημα τῆς οὔσης ἀεὶ θεότητος σαφῶς, καὶ λέλογχεν ἕκαστον τῶν κεκτισμένων ὅπερ ὁ ὢν αὐτῷ διένειμεν ἀρετῆς ἐν τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀφθόνου φιλανθρωπίας, καὶ ἀπεκληρώθη ἕκαστον ὅπερ κεκλήρωται, καὶ ἐν τούτῳ μένει. καὶ ἐλεύθερός ἐστιν ὁ θεὸς πάσης αἰτίας, ἐν ἑαυτῷ ἔχων τὸ πᾶν, οὐ μελλητικῶς, οὐδὲ μεταμεμελημένως τὸν υἱὸν μετὰ χρόνους ἔχων ἢ τὸ ἅγιον πνεῦμα αὐτοῦ, ἀλλὰ συμπρεπόντως τῷ ἀεὶ ἔχειν υἱὸν γεγεννημένον υἱὸν ἔχων καὶ τοῦτον μονογενῆ, ἀεὶ ἔχοντα πατέρα ἐν ἑαυτῷ· ἔχει καὶ τὸ ἅγιον πνεῦμα, ἐκ πατρὸς ὂν καὶ τοῦ υἱοῦ λαμβάνον, ἀεὶ ἔχων. Καὶ γὰρ οὔτε ἐπὶ ἀδοξίᾳ οὔτε ἐπὶ προσθήκῃ δόξης ἡ περιουσία τῆς θεότητος ἀεὶ οὔσης.
μηδενὸς δὲ ἀεὶ ὄντος τῶν κεκτισμένων, πότε ἑώρα ἑαυτὴν ἡ τριὰς ἐν ἥσσονι περιουσίᾳ, καὶ νῦν μὲν τοῦτο ἑώρα, νῦν δὲ ἐν προ[ς]θέσει οὐσίας ὡς ἐνδεής, μετὰ τὸ κεκτικέναι τὰ κεκτισμένα ἐν περισσοτέρᾳ προσθήκῃ δόξης ἢ περιουσίας νῦν ἑαυτὴν ὁρῶσα; καὶ ἐκ πανταχόθεν οὐδὲν ἐνσκήψει τῶν βουλομένων κατὰ τῆς ἀληθείας τὰς συλλογιστικὰς ἀνθρωπίνας ὑπονοίας παραφέρειν καὶ εἰς μέσον φέρειν , ὑπερβαινούσης τῆς τοῦ θεοῦ ἀξίας, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πάντα νοῦν ἀγγέλων καὶ ἐπέκεινα, πόσῳ γε μᾶλλον ἀνθρωπίνης φύσεως· ἐπειδὴ γὰρ λογισμοὶ ἀνθρώπων δειλοί, φθαρταὶ δὲ αἱ τούτων διάνοιαι, εἰς συλλογισμοὺς καὶ συζητήσεις ἑαυτὰς περιπείρουσαι. ὡς ἄλλοι ἀφ’ ἑαυτῶν συλλογισμῶν ἀνακρινόμενοι κατὰ σοφιστικήν τινα ὑπόνοιαν οἱ μὲν περὶ τοῦ κακοῦ ὅτι πόθεν ἤρξατο [συνελογίσαντο], ἄλλοι δὲ ὅτι πόθεν ὁ διάβολος ἢ διὰ τί γέγονεν, ἕτεροι δὲ τὸν μέλλοντα ἁμαρτάνειν ἄνθρωπον, ὅτι διὰ τί θεὸς οὕτως αὐτὸν ἔκτισεν, ὁ δὲ τοιοῦτον αὐτὸν ἐργασάμενος διὰ τί ὕστερον αὐτὸν αἰτιᾶται;
PG 42:619ἵν’, ὅταν πάντας περικρούσαντες τοὺς ἑαυτῶν λογισμοὺς καταμάθωσιν ἑαυτοὺς φθαρτούς, ἀποδώσωσι τῷ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι , τουτέστι τῇ μιᾷ τριάδι, τὸ σέβας καὶ τὴν γνῶσιν· παρ’ αὐτοῦ δὲ αἰτούμενοι τῆς ἀληθινῆς πίστεως τὴν γνῶσιν καὶ πορισάμενοι, [ἵνα] μὴ ὑπερβαίνειν πειρῶνται τὸ ἴδιον μέτρον, ἀλλὰ μάθωσιν ἡσυχάζειν ἀπὸ τετυφλωμένης ἐννοίας καὶ μὴ σοφίζεσθαι διὰ ἀναπτομένης γλώσσης καὶ λογισμῶν ἀσυνέτων, σωφρονίζεσθαι δὲ μᾶλλον διὰ τοῦ συνετοῦ ῥητοῦ τῆς ἁγίας καὶ θείας γραφῆς τῆς λεγούσης «μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν». 49. λβ. Εἰ διαμένει ἐν φύσει ἀγεννήτῳ ὁ θεός, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφῃρήσθω. συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν, αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν, περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφε μετουσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει γινώσκει ἑαυτόν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον μετουσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς.
εἰ δὲ εὐκαταφρόνητόν ἐστι τὸ γεννητὸν διὰ μεταβολῆς ἐπιτηδειότητα, ἀξίωμα φύσεώς ἐστιν οὐσία ἀμετάβλητος, τῆς ἀγεννήτου οὐσίας πάσης αἰτίας κρείττονος ὡμολογημένης. Ἀνατροπή. Ἐν ἀγεννήτῳ φύσει διαμένει ἀναμφιβόλως ὁ θεός, ὁ τὰ πάντα κτίσας ἐξ οὐκ ὄντων καὶ δημιουργήσας, ὁ πατὴρ [ὁ] γεννήσας ἐξ ἑαυτοῦ ὁμοούσιον ἑαυτῷ υἱὸν καὶ συμπρέποντα τῇ αὐτοῦ ἀϊδιότητι, καὶ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα ἐξελθόν, πρεπόντως ὑπάρχον τῇ αὐτοῦ ὁμοουσιότητι· καὶ οὔτε ἐπειδήπερ ἡ τριὰς ἔκτισεν ἐξ οὐκ ὄντων τὰ ὄντα, ὁρατά τε καὶ ἀόρατα, παρὰ τοῦτο ἀναιρεῖται τὸ ἀναλογοῦν τῷ τοῦ θεοῦ ἀξιώματι διὰ τοῦ προσφάτου τῶν κτισμάτων ὀνόματος, ἡ τοῦ ὄντος ἀϊδιότης. ἀφαιρεῖται δὲ ἀπὸ τῶν κεκτισμένων ἡ ἄνωθεν ὑπερβαίνουσα οὐσία, οὐκ οὖσα τούτοις ὁμοούσιος, ἐξ οὐκ ὄντων δὲ καλέσασα εἰς τὸ εἶναι.
διὸ ὁ γεγεννημένος υἱὸς οὐκ ἐξ οὐκ ὄντων, ἀλλὰ ἐκ τοῦ ὄντος, συμπρεπόντως ἅμα θεωρεῖται, οὔτε παρατεινομένης τῆς οὐσίας οὔτε συστελλομένης, ἀλλὰ πνεῦμα ὢν ὁ πατὴρ πνεῦμα ἀληθινῶς τὸν υἱὸν ἐγέννησεν, καὶ ἐξ ἑαυτοῦ ἐξήνεγκε τὸ πνεῦμα τὸ ἅγιον, καὶ οὐχ ἑαυτὸν ἀγνοεῖ οὔτε τὴν ἑαυτοῦ οὐσίαν συστελλομένην ἢ πλατυνομένην οἶδεν ἢ τομὴν ὑφισταμένην· ταῦτα γὰρ πάντα περὶ [ἑαυτοῦ] θεὸν εἰδέναι ἀλογώτατον, ὥσπερ καὶ ἀγνοεῖν αὐτὸ τὸ θεῖον ὅπερ ἐστὶ τὸ ἅγιον πνεῦμα . καὶ οὔτε ὁ ἀγέννητος οὐ συμμετέχει τῷ γεννήματι τὸ ὁμοούσιον οὔτε ὁ γεννητὸς οὐ συμπεριέχει τῷ πατρὶ τὸ ἀί̈διον. οἶδε γὰρ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς οἶδε τὸν πατέρα, ἀτελευτήτως ἀεὶ τῆς τριάδος ἀκτίστου μενούσης καὶ ἀτελευτήτως ὑπάρχοντος τοῦ μονογενοῦς, γεγεννημένου ἐκ τοῦ ἀεὶ ὄντος, ὄντως ὄντος καὶ ἐν ἰδίᾳ τελείᾳ φύσει. διὸ γινώσκει ἑαυτὸν καὶ οὐκ ἀγνοεῖ οὔτε ὁ υἱὸς τὴν ἀγέννητον πατρὸς οὐσίαν οὔτε ὁ ἀγέννητος τὴν τοῦ υἱοῦ ἐξ αὐτοῦ οὐσίαν, ἀξιοπίστου ὄντος τοῦ μονογενοῦς θεοῦ λόγου φήσαντος «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». Διὸ ἀφῃρήσθω τὸ τούτου τοῦ γεννάδα Ἀετίου ἀποφαντικὸν κέλευσμα τὸ φῆσαν·
PG 42:621«οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς». προὔλαβε γὰρ ὁ μονογενὴς παραγράψαι τὴν δικαστικὴν αὐτοῦ ταύτην φωνήν, φήσας ἑαυτὸν εἰδέναι τὸν πατέρα καὶ ἄλλον οὐδένα, συμπεριλαβὼν ἅμα καὶ τοῦ πνεύματος αὐτοῦ τοῦ ἁγίου τὸ ἐνύπαρκτον, ὡς καὶ ἐν ἄλλῳ φάσκει ὅτι «τὸ πνεῦμα τοῦ πατρὸς διδάξει ὑμᾶς». εἰ δὲ τοῦ πατρός ἐστι τὸ πνεῦμα, οὐκ ἀγνοεῖ καὶ αὐτὸ τὸν πατέρα. ἐν δὲ τῷ εἰρηκέναι «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός», ἵνα ἑαυτὸν καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπερβεβηκὸς σημάνῃ τῶν ἄλλων τῶν μὴ ἀϊδίως ὑπαρξάντων, γενομένων δέ. εἰ δὲ προὔλαβεν [φάσκων] ἀεὶ εἰδέναι τὸν πατέρα, μάτην ἡμῖν Ἀέτιος κενολεκτῶν ὑπεισδύνει, σαφῶς πᾶσιν ὢν δῆλος ὅτι ὡς ἄνθρωπος λογίζεται, σαρκικὸς ἀνακρινόμενος καὶ ψυχικὸς ὑπάρχων διὰ τοῦ ἑαυτὸν καὶ τὸν πατέρα γινώσκοντος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. ἐξῄρηται οὖν πάσης αἰτίας ὁ θεός, οὐ μόνον πατήρ, ἀλλὰ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τῆς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμολογουμένης κρείττονος πάσης αἰτίας. 50. λγ. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἕξουσι τὴν φύσιν.
οὐ γὰρ ἂν μὴ ἀποκληρώσει φύσεώς τινος κοινοῦ καὶ ἰδίου μετειληφυῖα ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίνετο. Ἀνατροπή. Πάσης αἰτίας ἐξῄρηται ὁμολογουμένως τὸ ἀγέννητον, διότι ἕν ἐστι τὸ ἀγέννητον καὶ προσκυνητόν, διαιρουμένου τοῦ προσκυνητοῦ ἀπὸ τῶν προσκυνούντων. προσκυνητὴ δέ ἐστιν ἡ τριάς, μονὰς οὖσα καὶ ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη τριάς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐκ ἀλλότριόν τι ἑαυτῆς ἐν ἑαυτῇ κεκτημένη, ἀλλὰ συμπρεπόντως πατὴρ γεννήσας υἱὸν καὶ οὐ κτίσας. τὸ μὲν γάρ ἐστιν ἐξ αὐτοῦ ἀεὶ τοῦ γεννήτορος, διότι γέννημα ἐκ τοῦ ὄντος ἐστὶ [ὁ υἱὸς] καὶ τὸ ἐξ αὐτοῦ ἐξελθὸν ἅγιον πνεῦμα, οὔσης τῆς τριάδος ἐν μιᾷ ἑνότητι ἀκτίστῳ, τῶν δὲ πάντων ἐξ αὐτῆς τῆς τριάδος ἐξ οὐκ ὄντων κεκτισμένων· ὅθεν ἡ μία τριὰς εἷς ἐστι θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐκ ἀλλότριόν τι ἑαυτῆς ἐν ἑαυτῇ κεκτημένη, ἄκτιστος, ἀγέννητος, ἀδημιούργητος, τριὰς οὐ πεποιημένη, ἀλλὰ ποιοῦσα, οὐ κτίσματος ὄνομα ἔχουσα ἐν ἑαυτῇ, ἀλλὰ κτίζουσα, μία οὖσα καὶ οὐ πολλαί. τὰ δὲ πάντα ἐξ αὐτῆς πολλὰ μὲν ὄντα, ἀλλ’ οὐ σὺν αὐτῇ ἀριθμούμενα. διὸ οὔτε ἀποκεκλήρωται ἑτέρᾳ φύσει κοινότητος τῆς οὐσίας τῆς ἀσυγκρίτου.
PG 42:623διὰ τοῦτο γὰρ οὐ κτιστή τις οὖσα ἐν τῇ τοῦ θεοῦ οὐσίᾳ φύσις, ἀλλὰ δημιουργικὴ τῶν πάντων τῶν οὐ δυναμένων τῇ ἀσυγκρίτῳ καὶ μιᾷ οὐσίᾳ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοουσιότητι ἐπικοινωνῆσαι, ὡς σαφής ἐστι τῷ τὴν γνῶσιν τῆς ἀληθείας εἰληφότι ἀποκαλύπτουσα [τῷ] ὅτι αὐτὴ μόνη προσκυνεῖται καὶ οὐ τὰ πάντα, ὡς καὶ αὐτὴ μόνη εἰς ὄνομα ἑαυτῆς βαπτίζει, καὶ οὐ τὰ ὅλα. 51. λδ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ’ ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς οὖν ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν, οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας; Ἀνατροπή. Πᾶς τις τῶν ἀντικαταστάντων τῇ ἀληθείᾳ καταπληκτικῶς ἐπισυνάξας ἑαυτῷ λογίδια ἔδοξέ τισιν ἀνατρεπτικῶς ἐπισκήπτειν καὶ ἀπὸ τῆς ζωτικῆς ὁδοῦ μεταφέρειν καὶ λυμαίνεσθαι, ὡς οὗτος ὁ Ἀέτιος νῦν μὲν φύσει ἐν τῷ ῥητῷ τούτῳ μηδὲν λέγων καταπλήττειν δοκεῖ τοὺς ἀκεραίους, ἐκ περιττοῦ τὰ ὑπ’ αὐτοῦ λεγόμενα λέγων, ὀνόματι [ἀγεννήτου] ὡς εἴωθεν ἐκ περιττοῦ προφέρειν καὶ ἐν τῷ παρόντι καιρῷ κεχρημένος. οὐ γὰρ πᾶσα οὐσία ἀγέννητος παρ’ αὐτοῖς τοῖς συνετοῖς ὁμολογεῖται, ἐπεὶ πᾶσα ἂν ἐθεολογεῖτο.
οὐ πασῶν δὲ θεολογουμένων τῶν οὐσιῶν, ἀλλὰ μιᾶς παρὰ πάσας, ἥτις ἐστὶ θεότης μία ἐν τριάδι, πῶς ἔτι ὑποληφθήσεται τῷ γεννάδᾳ τούτῳ τὸ καταπληκτικὸν αὐτοῦ χωρεῖν ἐπὶ τοὺς υἱοὺς τῆς ἀληθείας; διοίσει δὲ καὶ ὁποτέρα τῆς ὁποτέρας ὅτι ἡ μὲν τριὰς κτίζει, τὰ δὲ πάντα ἀπ’ αὐτῆς κέκτισται, καὶ ἡ μέν ἐστιν ἀδέσποτος, τὰ δὲ ὑπ’ αὐτῆς γενόμενα δεσπόζεται, καὶ ἡ μὲν μεταβάλλεται, ἡ δὲ ἀπαράβατον ἔχει τὴν φύσιν, μεταβάλλουσα ἀεὶ τὰ ὑπ’ αὐτῆς μεταβαλλόμενα, καὶ ἐξ οὐκ ὄντων τὰς οὐσίας καὶ τὰς ὑποστάσεις ὑφιστᾶν δυναμένη. τοῦτο γάρ ἐστι συμπρέπον θεῷ [τῶν] ἐκ μὴ ὑποκειμένων καὶ ἐξ οὐκ ὄντων ὑπ’ αὐτοῦ γεγενημένων καὶ ὑποστάντων [κατὰ] τὴν διακόσμησιν μετασκευάζειν ὡς βούλεται. 52. λε. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος. τῆς δὲ οὐσίας τὸ ἀπαράλλακτον ἐχούσης τὸ ποιεῖν τε καὶ τὸ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλάκτων, ἀναριθμήτως διοίσουσιν ἀλλήλων. οὐ γὰρ ἂν εἴη ἀριθμητὰ τὰ διεστῶτα ἢ καθόλου ἢ κατά τι, πάσης διαστάσεως ἀποκλήρωσίν τινα ἐμφαινούσης ἔτι ἀποτεταγμένης ἀγεννήτου φύσεως. Ἀνατροπή. Οὐ πᾶσα οὐσία ἀγέννητος·
PG 42:625ἠλίθιον γὰρ καὶ τὸ διανοεῖσθαι [τοῦτο] καὶ Ἑλληνικῆς ἀγνωσίας οὗτος ὁ λογισμὸς καὶ τὸ ἀπόφθεγμα, κἄν τε ἀποφαντικῶς κἄν τε ἐρωτητικῶς τῷ Ἀετίῳ εἴρηται· δῆλον δὲ ὅτι ἐρωτητικῶς. Ἑλλήνων τοίνυν παῖδας τοῦτο ἐρωτάτω, κἀκεῖνοι δὲ αὐτῷ συντιθέσθωσαν τοῦτο ἔχειν ἐκ συλλογισμῶν τὸ ἐρώτημα, ὕλην τινὰ σύγχρονον τῷ θεῷ ἐπιφημίζοντες. ἁλισκέσθω δὲ ἅμα ἐκείνοις, εἰ συντιθοῖτο, ἐχούσης τῆς ἀληθείας ἓν εἶναι τὸ ποιοῦν, ἐν μιᾷ οὐσίᾳ [οὔσης] τριάδος τελείας καὶ οὐ κατὰ συναλοιφὴν ἀριθμουμένης. τὰ δ’ ἄλλα πάντα γενητὰ καὶ κτιστὰ καὶ οὐκ ἀγέννητα. τῆς δὲ θεότητος ἀκτίστου οὔσης, πατρὸς μὲν γεννῶντος, υἱοῦ δὲ γεννητοῦ, πνεύματος δὲ ἁγίου ἐξ αὐτοῦ ἀπεσταλμένου τοῦ πατρὸς καὶ τῶν τοῦ υἱοῦ λαμβάνοντος, πάντων δὲ ὄντων κεκτισμένων, τοῦ δὲ ἀπαραλλάκτου τῇ δυνάμει μένοντος συμπρεπόντως ἐν τῇ τριάδι, πάσης θεότητος ἐπὶ τὸν πατέρα ἀναφερομένης διὰ τὸ εὔλογον καὶ ἄπτωτον τῆς μονάδος καὶ τὸ ἀναιρετικὸν τῆς πολυθεί̈ας, τὸ μὲν ἀπαράλλακτον μένει τῇ δυνάμει, τὸ δὲ εὔλογον συμπρεπόντως ἀναλογεῖται υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος.
τοίνυν τούτων οὕτως ἐχόντων, ἐξ ὑπαρχῆς πεσεῖται τῆς ἐπιβουλῆς τοῦ ἐρωτήματος ἡ ἐπίνοια. οὐ γὰρ πολλὰ τὰ ἀπαράλλακτα, ἀλλὰ ἡ μία τριὰς ἐν μονάδι καὶ μία θεότης ἐν τριάδι. τὰ δ’ ἄλλα πάντα ἀφέστηκεν, οὔτε αὐτοματισμῷ ἔχοντα τὸ πάσχειν ἢ ποιεῖν, οὔτε τῆς ἁγίας τριάδος ἐν τῷ τὶ ποιεῖν δυναμένης πάσχειν, τῆς ὅλης ἀπαθοῦς οὔσης καὶ προσκυνητῆς· φημὶ δὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἐποίησε γὰρ πάντα ὁ θεὸς δι’ υἱοῦ, ἀλλ’ οὐχὶ τὸν υἱόν [οὐ γάρ ἐστι σὺν πᾶσι· συνυπουργεῖ γὰρ τῷ πατρὶ καὶ συμπροσκυνεῖται] οὔτε τὸ ἅγιον πνεῦμα [οὐ γὰρ ἀριθμεῖται ἀπὸ πάντων, στερεοῖ δὲ τὴν δύναμιν τῶν ἁπάντων καὶ συμπροςκυνεῖται]. τῶν δὲ πάντων ὑπὸ τὴν τοῦ ἑνὸς προνοησίαν ὑποτεταγμένων ἕκαστα φέρεταί τε καὶ πράττει, πάσχει δὲ καὶ ὅσα ἕτερα . διὸ ἡ μία τριὰς πρὸς ἑαυτὴν ἀπαράλλακτος, τὰ δὲ ἄλλα [τὰ] ἐξ αὐτῆς παρηλλαγμένα. οὔτε γάρ ἐστι σύγχρονα οὔτε συναί̈δια. μόνη δὲ ἀί̈διος καὶ ἄκτιστος καὶ ἀγέννητος, υἱοῦ μὲν γεγεννημένου ἀχρόνως καὶ ἀνάρχως, ἀεὶ δὲ ὄντος καὶ μηδέποτε διαλείποντος τοῦ εἶναι.
PG 42:627ὅθεν ἠσφαλισμένως κεφαλὴν καὶ οὐκ ἀρχὴν τὸν πατέρα τοῦ υἱοῦ ἐδίδαξεν ὁ θεῖος λόγος διὰ τὸ ὁμοούσιον καὶ ἀϊδίως ὄντος τοῦ πνεύματος τοῦ ἁγίου καὶ ἐκ πατρὸς ἀπεσταλμένου, ἀεὶ δὲ σὺν πατρὶ ὑπάρχοντος καὶ μὴ ἀπὸ χρόνου ἀρξαμένου. 53. λ. Εἰ τὸ ἀγέννητος καὶ τὸ θεὸς ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ, ὁ ἀγέννητος ἀγέννητον ἐγέννησεν. εἰ δὲ ἕτερόν τι δηλοῖ τὸ ἀγέννητος, ἕτερον δὲ τὸ θεός, οὐκ ἄτοπον τὸ θεὸν γεγεννηκέναι θεόν, ἑκατέρου τὴν ὕπαρξιν λαβόντος ἐξ ἀγεννήτου οὐσίας. εἰ δὲ τὸ πρὸ τοῦ θεοῦ μηδὲν εἴη, ὥσπερ οὐκ ἔστιν, τὸ θεὸς καὶ τὸ ἀγέννητος ταυτὸν δηλοῖ, οὐ προσιεμένου τοῦ γεννήματος τὸ ἀγέννητον. διὸ οὐδὲ συνεκφωνεῖσθαι τῷ θεῷ καὶ πατρὶ αὐτοῦ ἀνέχεται. Ἀνατροπή. Πόθεν βούλεται ἡμᾶς Ἀέτιος προσπορίσασθαι ἐν ἑαυτοῖς τὸν νοῦν τῶν ὑπ’ αὐτοῦ προτεινομένων πεύσεων τῶν αὐτοῦ λογισμῶν; καὶ εἰ μὲν φάσκει ἐκ λογισμῶν καὶ συλλογισμῶν, πεσεῖται καὶ ἡμῶν ὁ πορισμὸς τῆς ὑπονοίας ἅμα αὐτῷ. θεὸν γὰρ οὐδεὶς συλλογίσοιτο πώποτε, οὔτε «ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με οὕτως ἐποίησας;» κατὰ τὸ γεγραμμένον.
ἐξ εὐσεβοῦς δὲ λογισμοῦ καὶ δικαίας ἀσφαλείας ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος διὰ τῶν ἁγίων γραφῶν διδασκαλίαν ἀνακαμπτέον. λέξεως δὲ ἀπαραβάτου διδασκούσης ἡμᾶς περὶ τῶν τῇ κτίσει λατρευσάντων, ὡς ἐμωράνθησαν, πῶς οὐκ ἂν [μωρὸν] εὑρεθείη ἐπὶ κτίσματι θεὸν λαμβάνειν καὶ τοῦτο προσκυνεῖν τε καὶ γεραίρειν, τῆς πίστεως φύσει παρεκβαλλούσης τὸ προσκυνητὸν ἀπὸ τοῦ κτιστοῦ καὶ τὸ κτιστὸν ἀπὸ τοῦ προσκυνητοῦ; καὶ γὰρ εἰ ὅλως τοῦτο οὐδὲν διοίσει πρὸς τοὺς τῇ κτίσει τὸ σέβας νέμοντας, οὐδὲν πρόκριτον ἔσται ἐν Χριστιανισμῷ· ἔσται δὲ ἡ τοιαύτη πίστις εἰδωλολατρεία μᾶλλον ἢ θεοσέβεια. προσκυνοῦσι γὰρ κἀκεῖνοι ἥλιον καὶ σελήνην καὶ δυνάμεις, οὐρανόν τε καὶ γῆν καὶ τὰ ἄλλα κτίσματα. καὶ οὐ τὸ διάφορον τῶν κτισμάτων ποιεῖται τὸ θαῦμα, οὐδὲ διοίσει τὸ ἐξαίρετον ἑαυτὸ τῆς ὁμοτιμίας διὰ τὸ ὁμώνυμον, κἄν τε ὑπερτεταλάντισται τὸ μὲν ἀπὸ τοῦ ἑτέρου. εἷς γάρ ἐστιν ὁ τὰ ἀμφότερα ποιήσας καὶ ἀποκληρώσας ἑκάστῳ, οὐκ ὀνόματος παραλλαγήν, ἀλλ’ οὐσίας. ἐν ἅπασι γὰρ τοῖς κεκτισμένοις τὸ δοῦλόν ἐστι τοῦ κτίσματος τὸ ὄνομα, ἀλλ’ οὐ τὸ ἐλεύθερον.
καὶ εἰ ἐν ἑνὶ μέρει τὸ δοῦλον προσκυνεῖται, οὐδὲν διοίσει πρὸς τὸ ἄλλο μέρος ἡ προσκύνησις, κἄν τε ὑποβέβηκεν· ἴσον γάρ ἐστι τῷ ἀνωτάτω, συγγενειάζον τῷ κτίςματι [τῷ] ἐξ οὐκ ὄντων παρὰ τοῦ ὄντος [τὸ εἶναι] κεκληρωμένῳ. ἐντεῦθεν τὸ ἀγέννητος συμπρέπει θεῷ καὶ τὸ θεὸς τῷ ἀγεννήτῳ. διὸ τὸ γέννημα οὐκ ἔργον φαμὲν οὐδὲ ποίημα, ἀλλὰ γέννημα οὐσιωδῶς ἀπὸ πατρὸς ἀχράντως γεγεννημένον, ὁμοούσιον τῷ πατρὶ καὶ συμπροσκυνητόν, καὶ τὸ ἅγιον πνεῦμα ἐξ αὐτοῦ καὶ [αὐτὸ] οὐκ ἀλλότριον, διὸ καὶ συμπροσκυνητόν. ἑτέρῳ δὲ τῶν κεκτισμένων τὸ θεὸς ὄνομα οὐ συνεκφωνεῖται διὰ τὸ μετηλλάχθαι τῆς ἀγεννησίας, ὅτι ἐξ οὐκ ὄντων κεκλήρωται τὸ εἶναι. ἡ δὲ τριὰς ἔχει τὸ ἀεὶ εἶναι καὶ οὐχ ἕτερον τὸ θεὸς καὶ ἕτερον τὸ ἀγέννητος. Συνομολογεῖς δέ, Ἀέτιε, τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι εἰρωνείᾳ, καὶ οὐκ ἀληθείᾳ. πᾶν γὰρ τὸ γεννητὸν οὐ κτιστὸν καὶ τὸ κτιστὸν οὐ γεννητόν. εἰ δὲ τὸ γεννητὸν κτιστόν, κατ’ ἄλλον τρόπον ἐστὶ κτιστόν, ὡς οἷόν ἐστιν εἰπεῖν, ἄνθρωποι γεννῶσιν ἀνθρώπους, ἀλλ’ οὐ κτίζουσιν, αὐτοὶ δὲ ἄνωθεν ἐκ θεοῦ εἰσι κεκτισμένοι·
PG 42:629διὸ αὐτοῖς τὰ μὲν γεννώμενα γεγέννηται, παρὰ θεοῦ δὲ τὰ πάντα κέκτισται. θεοῦ δὲ ὄντος ἀκτίστου, γεννήσαντος δὲ ἑαυτῷ υἱὸν καὶ οὐ κτίσαντος, οὐχ ἕτερον γεννᾷ παρὰ τὴν αὐτοῦ οὐσίαν. πῶς οὖν ἔσται τὸ ἐξ αὐτοῦ γέννημα κτιστόν, τοῦ πατρὸς ἀκτίστου ὑπάρχοντος; εἰ δὲ κτιστὸν παρ’ αὐτῷ τὸ γέννημα, οὐκέτι γέννημα καλεῖται. καὶ πολλή ἐστι πρὸς τὴν τοιαύτην τῆς ἀτοπίας ὑπόνοιαν ἀντιλογία. ἀπρεπὲς δὲ καὶ θεῷ τὸ εἶναί ποτε ἄνευ υἱοῦ, ὕστερον δὲ καλεῖσθαι πατέρα μετὰ υἱόν· καὶ ἀπρεπὲς τῷ υἱῷ τὸ εἶναι πρὸ αὐτοῦ χρόνον· ἔσται γὰρ ὁ χρόνος μείζων τῆς αὐτοῦ μεγαλειότητος. συμπρεπόντως δὲ πατρὶ τὸ ἀεὶ ἔχειν ἐν ταυτότητι τῶν ἀξιωμάτων τὸ ἀνέκλειπτον καὶ ἀί̈διον. καὶ ὅτι πρὸ θεοῦ οὐδὲν ἦν, δῆλον τοῦτο. τὸ θεὸς τοίνυν, ὡς ἔφη Ἀέτιος, καὶ τὸ ἀγέννητος ταυτόν ἐστι δηλοῦν, καί πως ἑαυτοῦ καταπλέκων κατηγορεῖ μᾶλλον [δὲ] ἤπερ συνίσταται. εἰ γὰρ σὺν θεῷ τὸ θεός, ὡς καὶ ἔστι, καὶ τὸ ἀγέννητος προσίεται τὸν γεννητὸν υἱόν· ἔχει γὰρ συμπεριειλημμένως τὸ θεός.
συνεκφωνεῖται δὲ τῷ πατρὶ ἀπὸ τοῦ θεὸς καὶ ἄκτιστος καὶ σὺν πατρὶ τιμώμενος θεὸς λόγος, κἄν τε τῷ Ἀετίῳ τοῦτο μὴ παρίσταται, τῶν πάντων κτισμάτων υἱῷ προσκυνούντων καὶ «πάσης γλώσσης ἐξομολογουμένης ὅτι Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός», ᾧ ἡ δόξα, πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Τοῦ Ἀετίου ἐν τῷ τέλει τὸ ἐρρῶσθαι. 54. λζ. Ἐρρωμένους καὶ ἐρρωμένας ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός, ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθεὶς ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ, ὑποστάντος τε ἀληθῶς πρὸ αἰώνων καὶ ὄντος ἀληθῶς γεννητῆς ὑποστάσεως, διατηρήσει ἀπὸ τῆς ἀσεβείας, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι’ οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ἀνατροπή. Καὶ ἐπὶ τῷ τέλει ὁ Ἀέτιος γράφων τῷ ἑαυτοῦ θιάσῳ, οἷς ἔφη «ἀθληταῖς τε καὶ ἀθλητρίαις», οὐκ ἀπελίπετο τῆς τοιαύτης τῶν λόγων μοχθηρίας, ἀλλὰ καὶ ἐν τῷ ἐρρῶσθαι ἀπέδειξεν αὐτοῦ τῆς διδασκαλίας τὸ ἀλλότριον. φάσκει γὰρ «ἐρρωμένους ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός», οὐ συνιδὼν ὅτι ἐν ἑνὶ λόγῳ ἔλυσε τὸ πᾶν τῆς αὐτοῦ ὑποσπορᾶς τοῦ ζητήματος.
φήσας γὰρ ἐν τοῖς ἀνωτάτω κεφαλαίοις περὶ ἀγεννήτου θεοῦ, οὐ προεῖδε καὶ ὅτι οὔτε ἑαυτὸν ἐποίει, ἐνταῦθα αὐτογέννητον ἡμῖν παρεισάγων. πᾶσα δὲ [κακὴ] διάνοια ἐν λήθῃ ἑαυτῆς γίνεται, ὅπως φωραθείη. εἶτά φησιν, «ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθείς». κατὰ δὲ τὸν αὐτοῦ λόγον καὶ διάνοιαν ἢ ἀναιρεῖ τὸ εἶναι [τὸν] υἱὸν [τὸ] θεός, καὶ μάτην συκοφαντεῖ τὸ ὄνομα, Χριστιανὸς τὸ ὄνομα καλεῖσθαι [βουλόμενος], ἢ ὅτι θεὸν μὲν ἔχει τὸν υἱόν, ἀλλ’ οὐκ ἀληθινόν, καὶ ἔσται αὐτῷ εἷς θεὸς ἀληθινὸς καὶ εἷς οὐκ ἀληθινός.
PG 42:631κατὰ δὲ ὑπόβασιν ἕνα ὑφ’ ἑνὸς εὑρίσκων, ἔτι καὶ τὸ ἅγιον πνεῦμα ἐν μικροτέρᾳ καὶ ἀποδεούσῃ τάξει τάττων, ἢ ὅτι μικρότερον πάλιν θεὸν ἕξει ἢ τῇ τριάδι μὴ συναριθμῶν τοῦτο, ἔσται παντάπασιν ἀλλότριον Χριστιανῶν τὸ ἐλεεινὸν ἀνθρωπάριον καὶ λοιπὸν Ἕλλην ἀποκηρυχθείη τελειότατος καὶ Σαδδουκαῖος τῷ ἀριθμῷ, ἀλλότριος μὲν τοῦ πνεύματος τοῦ ἁγίου, ὡς καὶ ἔστιν, Ἕλλησι δὲ συγκρινόμενος τῇ μερίδι, ἕνα μὲν θεὸν φάσκων μέγαν καὶ ἕνα μικρόν, ἕνα ἀληθινὸν καὶ ἕνα οὐκ ἀληθινόν, ὡς Ἕλληνες ὁμολογοῦσιν, ἕνα μέγαν θεόν, τοὺς δὲ ἄλλους μικροὺς ὀνομάζοντες, τῆς θείας γραφῆς αὐτὸν σαφῶς ἐλεγχούσης, καὶ περὶ πατρὸς μὲν λεγούσης ὡς «ὁ θεὸς ἀληθινὸς» καὶ περὶ υἱοῦ τὸ «θεὸς» ὡσαύτως, καὶ περὶ πατρὸς τὸ «φῶς ὁ θεός», περὶ δὲ υἱοῦ «ἦν τὸ φῶς τὸ ἀληθινόν», καὶ περὶ ἁγίου πνεύματος ὅτι «τὸ πνεῦμα τῆς ἀληθείας». ἀληθινῶς τοίνυν ἡμῖν ἡ τριὰς καταγγέλλεται ἐν «σοφίᾳ καὶ βάθει πλούτου».
Εἶτα πάλιν ἀκολούθως φησὶ καὶ «ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ», καὶ οὐκ ᾐδέσθη ἀπαξιώσας τὸν μονογενῆ θεοῦ ὀνόματος, ἀλλὰ μόνον ψιλῇ τῇ λέξει κέχρηται, ὡς ἐν τοῖς ἀνωτάτω ὡμολόγησε κεφαλαίοις, ἕως ψιλῆς ὀνομασίας νέμων τῷ υἱῷ τὸ γέρας τοῦ ὀνόματος. λέγει δὲ «πρὸ αἰώνων ὑποστάντα ἀληθῶς καὶ ὄντα ἀληθῶς γεννητῆς ὑποστάσεως»· «διατηρήσει» δέ φησιν «ἀπὸ τῆς ἀσεβείας». εἴωθε δὲ πᾶσα φαύλη γυνὴ τοὺς αὐτῆς τρόπους ἄλλοις προλαμβάνειν τε καὶ ἐπιφημίζειν. οὐχ ὁρῶν γὰρ εἰς ὅσα ἠσέβησεν ἑαυτὸν εὐσεβῆ νομίζει, ὡς οἱ τὴν παραπληξίαν κεκτημένοι νομίζουσι μὲν ἑαυτοὺς ἐν φρονήσει εἶναι, τοὺς δὲ ἄλλους φρενιτιῶντας. ἐνταῦθα δὲ «ἐν Χριστῷ Ἰησοῦ» [θέμενος] οὐδὲ «τῷ κυρίῳ ἡμῶν» ἐτόλμησεν ἀποδοῦναι, ἀλλ’ εἰρωνικῶς «τῷ σωτῆρι ἡμῶν» ἔφησεν. καὶ φησὶ «δι’ οὗ πᾶσα δόξα τῷ [θεῷ καὶ] πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν». καὶ αὐτὸ δὲ τὸ εἰπεῖν «πᾶσα δόξα» ὅπως περιάροι τὸν υἱὸν ἀπὸ τῆς τιμῆς τε καὶ δόξης· οὗ οὐδεὶς ἀνέξοιτό ποτε τῶν εὐσεβῶν καὶ ἐκ πνεύματος ἁγίου τὴν δωρεὰν τῆς ἀληθινῆς πίστεως εἰληφότων.
Ταῦτα δὲ πάντα διαλαβόντες τὰ ὑπὸ τούτου τοῦ Ἀετίου εἰρημένα ἐν διαλεκτικῇ τινι τέχνῃ καὶ συλλογιστικῇ ὑπονοίᾳ ἀνθρωπίνης μαγγανείας ἐν κεφαλαίοις λζ, οἷς νουνεχῶς ὑμᾶς ἐντυχεῖν παρακαλοῦμεν. καὶ εὐθὺς μὲν εἴσεσθε, ὦ Χριστιανῶν παῖδες καὶ δοῦλοι Χριστοῦ καὶ υἱοὶ τῆς ἀληθείας, τὴν πᾶσαν αὐτοῦ γηί̈νην κενοφωνίαν καὶ ἀλλοτρίαν πνεύματος ἁγίου διδασκαλίαν· ὃς οὐκ ἐτόλμησε κἂν ἐν μιᾷ λέξει μνησθῆναι θείου λόγου ἢ ῥητοῦ τινος παλαιᾶς ἢ καινῆς διαθήκης, οὐκ ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, οὐκ ἀπὸ εὐαγγελίων, οὐκ ἀπὸ ἀποστόλων, οὐ τινὸς τῶν πατριαρχῶν μαρτυρίαν παρενέγκαι, οὔτ’ αὐτοῦ τοῦ σωτῆρος, οὐ πατρὸς πώποτε, οὐχ ἁγίου πνεύματος ῥῆμα δι’ ἀποστόλων εἰρημένον ἢ διὰ προφητῶν, ἵνα παντελῶς αὐτοφώρατος γένηται τοῖς φίλοις τῆς ἀληθείας ὅτι παντάπασιν ἀλλότριος τυγχάνει θεοῦ καὶ τῆς αὐτοῦ πίστεως. νομίζω δὲ καὶ ἱκανῶς ἡμᾶς πρὸς τὰς αὐτοῦ προτάσεις κατὰ τὸ δυνατὸν ἰδιωτικῷ λόγῳ, συστάσει δὲ τῇ ἀπὸ τῶν θείων γραφῶν καὶ αὐτοῦ τοῦ εὐσεβοῦς λογισμοῦ πρὸς αὐτὸν ἀπηντηκέναι.
PG 42:633καὶ ἐπειδὴ ἱκανῶς ἐν ταῖς πρὸς αὐτὸν ἀνατροπαῖς περὶ πίστεως σαφῶς διελέχθημεν, ἀρκετῶς ἡγούμεθα, ἵνα μὴ προσθέντες δυσχέρειάν τινα περὶ τὴν ἀνάγνωσιν περιςσοτέραν ἐργασώμεθα. Ὀλίγα δὲ πάλιν ἐξ ὧν αὐτὸς ἀρθεὶς τὴν διάνοιαν μετὰ τὴν ἀλλόκοτον αὐτοῦ πίστιν καὶ εἰς Χριστὸν καὶ εἰς τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀπέχθειαν , ὅσα ἐτόλμησε τὸ αὐτοῦ στόμα καὶ τῶν ὑπ’ αὐτοῦ μεμαθητευμένων καὶ ἐν θράσει εἰς ὕψος ἆραι τὴν διάνοιαν καὶ ὑπέρογκα βλασφημῆσαι, αὖθις ἐπιλαβόμενος συντόμως λέξω. Οὗτος γὰρ ἐφαντάσθη καὶ οἱ ἀπ’ αὐτοῦ ὑπὲρ πάντα ἄνθρωπον οὐκ ἐπὶ τῷ εἰδέναι τὸν θεὸν κατὰ πίστιν, ἀλλὰ φύσει κατὰ εἴδησιν, ὡς καὶ ἄνω που ὑπέμνησα φασκόντων αὐτῶν οὐχ ἁπλῶς εἰδέναι τὸν θεὸν ἐν γνώσει πίστεως, ἀλλ’ ὡς ἐὰν γινώσκῃ τις πᾶν ὁρατὸν καὶ χερσὶν αὐτοῦ ψηλαφώμενον, ὡς εἴ τις λάβοι μετὰ χεῖρας λίθον ἢ ξύλον ἢ ἄλλης τινὸς ὕλης ἐργαλεῖον, οὕτως ἔφη καὶ οὗτος ὁ γεννάδας ὅτι οὕτως οἶδα τὸν θεόν, ὥσπερ ἐμαυτόν, καὶ οὐ τοσοῦτον οἶδα ἐμαυτὸν ὡς τὸν θεόν. λοιπὸν δὲ τὸ μωρὰ λέγειν καὶ ἀκούειν πολλοῖς μέν ἐστιν εἰς ἀπάτην, τοῖς δὲ συνετοῖς εἰς χλεύην.

Book III, Volume II: Against the DimoeritesLibri III Tomus II · Contra Dimœritas

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
τίς γὰρ τῶν φρενοβλάβειαν ἑαυτοῖς κεκτημένων καὶ μεμηνότων οὐ δύναται καὶ ἄλλους ἐκμαίνειν, καὶ μάλιστα τοὺς συνεπομένους καὶ ὑπακούοντας; εἰ γάρ τις ἠρώτησεν αὐτὸν καὶ τοὺς ἀπ’ αὐτοῦ· μή μοι διήγησαι θεὸν εἰδέναι τὸν ἀσύγκριτον καὶ ἀκατάληπτον, τὸν κατὰ τὸ εἶδος μὲν μὴ καταλαμβανόμενον, πίστει δὲ γινωσκόμενον τοῖς αὐτοῦ δούλοις, ἀλλὰ διήγησαί μοι τοὺς πυθμένας τῆς γῆς, τὰ ταμιεῖα τῆς ἀβύσσου, τὰς φλέβας τῆς θαλάσσης, Ἅιδου τὸν τόπον, ἀέρος τὰ μέτρα, οὐρανῶν τὸ εἶδος καὶ τὰ πάχη, τί τὸ ἄκρον τῶν ἄνω, τί τὸ τέρμα τῶν κάτω, τί ἐν δεξιᾷ, τί ἐν εὐωνύμοις τῆς κτίσεως, τῆς ἑαυτοῦ πλάσεως τὸ διήγημα, τῶν ἐπὶ γῆς ἀμυθήτων τὸν ἀριθμὸν καὶ τὰ μέτρα, λοιπὸν ταῦτα ἀκούσαντες, ὡς ἠκούσαμεν παρὰ τῶν ὑπ’ αὐτοῦ ἠπατημένων, εἰς σοφιστικὰς προφάσεις παρεκκλίναντες εἰρωνείᾳ λοιπὸν λέγουσιν [οἱ] ἀπ’ ἐκείνου μεμαθηκότες ὅτι πάντα ταῦτα [τὰ] σωματικά [καὶ] ἐστι καὶ οὐ δυνάμεθα εἰδέναι· τὸν θεὸν δὲ τὸν αὐτὰ πεποιηκότα οἴδαμεν σαφῶς ποταπός ἐστι καὶ πῶς ἐστι καὶ οἷός ἐστι καὶ τίς ἐστι. τίς δὲ ἀκούσας ταῦτα οὐκ ἂν καταγελάσειεν εὐθύς;
PG 42:635εὔηθες γάρ ἐστι τὸ ὅλον ὅτι τὸν τεχνίτην καὶ ἀσύγκριτον καὶ ἀνεκδιήγητον λέγει εἰδέναι καὶ ἠκριβωκέναι [καὶ εἴθε ἔλεγε τῇ πίστει εἰδέναι καὶ ἠκριβωκέναι, ἀλλὰ μὴ κατὰ εἴδησίν τινα ψηλαφήσεως ἐτόλμα καὶ τολμῶσι λέγειν], τὰ δὲ ὑπ’ αὐτοῦ γενόμενα τοῦ ἀσυγκρίτου διὰ τὸ κατὰ τὸ εἶδος δυνάμενα παρὰ τῶν ὁρώντων ὑπερθαυμάζεσθαι φάσκει αὐτόν τε καὶ τοὺς αὐτοῦ μὴ εἰδέναι, μάλιστα πάντη τῶν θείων γραφῶν σαφῶς περὶ θεοῦ κηρυττουσῶν τὸ ἀόρατον αὐτὸν εἶναι καὶ ἀκατάληπτον καὶ ἀπερινόητον, μόνον δὲ πίστει ἐν ἀληθείᾳ γινωσκόμενον ὅτι «ἔστι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν μισθαποδότης γίνεται». Ὅταν δέ τις αὐτοῖς εἴπῃ τῶν ὀρθῶς περὶ θεοῦ δόξης πίστεώς τε καὶ ἀγάπης καὶ ἀκαταληψίας δοξαζόντων ὅτι ἡμεῖς οἴδαμεν θεὸν ἀκατάληπτον, θεὸν ἀόρατον, ἀνεκδιήγητον, οἴδαμεν δὲ αὐτὸν ὄντως ὄντα [δὲ] ἀόρατον καὶ ἀκατάληπτον, ἐπισκωμματικῶς καὶ κωτίλως λοιπὸν ὡς μῦθόν τινα διηγούμενος ἐτόλμησεν οὗτος ὁ τὴν καινὴν διαλεκτικὴν ἡμῖν φέρων · τίνι οὖν ἐοίκατε καὶ ἡ ὑμῶν πίστις;
παρθένῳ φθαρείσῃ, οὔσῃ δὲ τυφλῇ καὶ κωφῇ καὶ ἀλάλῳ, ἥτις ὅτι μὲν πέφθαρται πᾶσι πέφηνε τοῖς αὐτὴν γινώσκουσιν, ἐρωτωμένη δὲ τίς ὁ φθορεὺς οὐκ ἀκούει ἵνα μάθῃ καὶ οὔτε ἑώρακε τὸν φθείραντα διὰ τὸ τετυφλῶσθαι οὔτε ἀπαγγεῖλαι δύναται διὰ τὸ ἄλαλον· ὡς εἶναι ἀντιστρόφως πρὸς αὐτὸν καὶ τὸν αὐτοῦ μῦθον κατὰ τὸ γεγραμμένον «ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο» καὶ τὰ τούτοις ὅμοια. αὐτὸς γὰρ ἔοικε τυφλῷ ἐκ γενετῆς οὕτω γεγεννημένῳ, λαλοῦντι δὲ καὶ πολλὰ λαλοῦντι καὶ ἀκούοντι, καὶ εἰδότι μὲν λευκοῦ τὸ ὄνομα καὶ μέλανος, κυανοῦ τε καὶ πρασίνου καὶ πυρροῦ καὶ τῶν ἄλλων διαφόρων χρωμάτων, φωτός τε καὶ σκότους, ὧν μὲν τὰ ὀνόματα ἐνηχεῖται, οὐ μὴν δὲ γινώσκει τί τὸ εἶδος οὐδ’ ὅλως δύναται αὐτὸ ἑρμηνεῦσαι διὰ τὸ ἀπ’ ἀρχῆς αὐτὸν τυφλὸν γεννηθῆναι καὶ τὴν ἐναλλαγὴν ἑκάστης ποιότητος χρωμάτων ἀγνοεῖν καὶ τὸ εἶδος. ἑκάστου γὰρ αὐτῶν τῶν ὀνομάτων τὸ κατάλληλον τῆς διακρίσεως δι’ ὁρατικῶν αἰσθήσεων ἔχει τὴν πεῖραν, οὐ μὴν δὲ διὰ φράσεως τῷ μὴ γινώσκοντι ἀπ’ ἀρχῆς τὸ εἶδος, οὔτε διὰ ψηλαφήσεως καὶ ἁφῆς δυνάμενον δοκιμασθῆναι.
PG 42:637ὅταν γοῦν οἱ ἀπὸ γενετῆς τυφλοὶ περὶ τούτων διαλεγόμενοι καὶ εἰδότες ἀντιπαρατιθέναι τὸ μέλαν πρὸς τὸ λευκὸν καὶ τὸ χλωρὸν πρὸς τὸ κυάνεον καὶ πορφύρεον, [τε] κοκκηρόν τε καὶ τὰ ἄλλα χρώματα, ἐρωτηθῶσι [δὲ] ἀφ’ ἡμῶν τὴν ποιότητα τοῦ εἴδους καὶ τὸ χρῶμα ἑκάστης ποιότητος, οὔτε δύνανται εἰπεῖν οὔτε ἀφ’ ἡμῶν διδαχθῆναι, μόνον δὲ διὰ λόγου πείθουσιν ἑαυτῶν τὴν διάνοιαν, ἀπατῶσι δὲ τοὺς ἀκούοντας, ὡς εἰδότες τέλεον περὶ τῆς διακρίσεως, κἄν τε τῷ λόγῳ λέγωσι, τὴν ἀγνωσίαν διὰ τῆς ἀκαταληψίας κεκτημένοι. οὕτω καὶ οὗτος ἥκει ἡμῖν λέγων περὶ θεοῦ καὶ ἐπιφημίζει μὲν σκωπτηλῶς τῆς ἀλάλου καὶ κωφῆς καὶ τυφλῆς παρθένου τὴν φθοράν, αὐτὸς κατὰ τὴν αὐτοῦ βλασφημίαν πεφθαρμένος μᾶλλον καὶ τὴν ἀγνωσίαν ὡς ἀπὸ γενετῆς τύφλωσιν κεκτημένος, λέγων μὲν περὶ θεοῦ, λόγοις δὲ ἀπεικάζων λοιπὸν δὲ καὶ εἰς ἀναισχυντίαν τοὺς ὑπ’ αὐτοῦ μεμαθητευμένους παρασκευάσας· οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον. βλασφημοῦσι μὲν οὖν προφητῶν ὀνόματα καὶ ἀποστόλων, ὅταν ἐλεγχόμενοι ὑπό τινων ὑποπιέζωνται, εὐθὺς ἀποτρέχοντες καὶ ἀποπηδῶντες καὶ λέγοντες· τοῦτο ὁ ἀπόστολος ὡς ἄνθρωπος ἔφη· ἄλλοτε δέ·
τί μοι φέρεις τὰ τῆς παλαιᾶς διαθήκης; οὐκ ἔστι δὲ θαυμαστὸν κατὰ τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα ὅτι «εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ;» εἰ γοῦν αὐτὸν τὸν κύριον καὶ τὴν ἀληθινὴν αὐτοῦ δόξαν ἀρνοῦνται, πόσῳ γε μᾶλλον προφήτας αὐτοῦ καὶ ἀποστόλους; ἔτι δὲ εἰς περισσοτέραν μανίαν ἀρθέντες οἱ ἀπ’ αὐτοῦ μεμαθητευμένοι καὶ ὁ τούτων διάδοχος, Εὐνόμιός τις ψευδωνύμως καλούμενος, ἔτι καὶ δεῦρο περιὼν τῷ βίῳ μέγα κακόν, τόλμημα· ἀναβαπτίζει γὰρ τοὺς ἤδη βαπτισθέντας, οὐ μόνον τοὺς ἀπὸ ὀρθοδόξων πρὸς αὐτὸν ἐρχομένους καὶ αἱρέσεων, ἀλλὰ καὶ τοὺς ἀπ’ αὐτῶν τῶν Ἀρειανῶν. ἀναβαπτίζει δὲ αὐτοὺς εἰς ὄνομα θεοῦ ἀκτίστου καὶ εἰς ὄνομα υἱοῦ κεκτισμένου καὶ εἰς ὄνομα πνεύματος ἁγιαστικοῦ καὶ ὑπὸ τοῦ κεκτισμένου υἱοῦ κτισθέντος. ἵνα δὲ τὸ πᾶν κυβείας καὶ θυμέλης καὶ σκηνῆς [τὸ] ἐργαστήριον αὐτῶν ὀφθείη, ὅτι οὐκέτι πίστις ἡ ἀπ’ αὐτῶν καταγγελλομένη, ἀλλὰ σχεδὸν εἰπεῖν μίμων ἐργαστήριον, διεβεβαιώσαντό τινες ὅτι κατὰ κεφαλῆς τοὺς ἀναβαπτιζομένους βαπτίζει, τοὺς πόδας ἄνω καὶ τὴν κεφαλὴν κάτω.
καὶ οὕτως ἐνωμότως βιάζεται αὐτοὺς ὀμόσαι μὴ ἀποπηδῆσαι τῆς ἀπ’ αὐτοῦ μεμηχανημένης τοιαύτης αἱρέσεως. φασὶ δὲ τὸν αὐτὸν Ἀέτιον μετὰ τὴν τελευτὴν Κωνσταντίου ὑπὸ Ἰουλιανοῦ τοῦ βασιλεύσαντος ἀνακληθέντα τῆς ἐξορίας, ἔτι ὄντα διάκονον τῆς αὐτοῦ αἱρέσεως, ὑπὸ τῆς αὐτοῦ αἱρέσεως ἐπισκόπου εἰς ἐπισκοπὴν προῆχθαι. Ταῦτα δὲ [τὰ] εἰς ἡμᾶς ἐλθόντα [περὶ] Ἀετίου καὶ τῶν αὐτοῦ μαθητῶν, οἷστισι τινὲς Ἀνομοίου ἐπέθεντο ὄνομα διὰ τὸ ἔτι περισσότερον τῆς τοῦ Ἀρείου πεφρονηκέναι αὐτὸν αἱρέσεως δεινοτέρως· ἅτινα κατὰ τὸ δυνατὸν λεπτομερῶς ἐν θεῷ διεξελθόντες ὥσπερ πολύπουν σκολόπενδραν καὶ ἴουλον τὸ καλούμενον ἑρπετὸν τῷ τῆς ἀληθείας ποδὶ καταπατήσαντες καὶ τῇ τοῦ μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ συντρίψαντες, συνήθως θεῷ εὐχαριστοῦντες, τὴν αὐτοῦ δύναμιν ἐπαγόμενοι εἰς βοήθειαν τῆς ἡμετέρας ἀσθενείας, ἐπὶ τὰς ἑξῆς ὑπολειφθείσας κατὰ τὴν δύναμιν ἡμῶν καὶ κατάληψιν ἡμῶν ἴωμεν, ὦ ἐπιπόθητοι, αὐτὸν ἐπικαλούμενοι, ὡς ἔφην, τὸν δεσπότην συμπαρεῖναι ἡμῖν πρὸς τὴν ἐκείνων ὑπόδειξιν καὶ τὴν πρὸς αὐτοὺς ἀνατροπήν, ἵνα ἐν τῇ αὐτοῦ δυνάμει δυνηθείημεν πληρῶσαι τὸ ἐπάγγελμα τῆς ἡμῶν σμικρότητος καὶ βραχύτητος.
PG 42:641Κατὰ Διμοιριτῶν τῶν ὑπό τινων [Ἀπολιναριτῶν] κληθέντων, μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογούντων, νζ, τῆς δὲ ἀκολουθίας οζ. 1. Καθεξῆς δὲ τούτοις πάλιν ἐπίπονος ἡμῖν ἐν προλήψει τῷ βίῳ ἐφύη τις ἀλλοτρία τῆς πίστεως λέξις, ἐκ ποίας αἰτίας οὐκ ἔχω λέγειν, ἀλλ’ ἵνα μὴ ἐάσῃ ὁ ἀεὶ ταράσσων τὴν ἀνθρωπείαν φύσιν καὶ πολεμῶν ὡς εἰπεῖν διάβολος, ἐμβάλλων αὐτοῦ τὰ πικρὰ δηλητήρια ἐν τοῖς θαυμασίοις ἐδέσμασι, καὶ ὡς ἐν μέλιτι παραβάλλων τὴν πικρίαν, οὕτω διὰ τινῶν τῶν ἐπ’ ἄκρον βίου θαυμαζομένων καὶ ἐν ἐπαίνοις ὀρθοδοξίας ἀεὶ καταγγελλομένων . καὶ γὰρ τοῦτό ἐστι τὸ ἔργον αὐτοῦ, τοῦ φθονήσαντος ἀπ’ ἀρχῆς τῷ πατρὶ ἡμῶν Ἀδὰμ καὶ πᾶσιν ἀνθρώποις ἐχθραίνοντος, ὡς καί που [ὑπό] τινων σοφῶν εἴρηται ὅτι φθόνος ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος. οὕτω καὶ διὰ τῶν μειζόνων προσώπων ἔβαλέ τινας προφάσεις, ἵνα ἡμᾶς καὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἄλυπον μὴ ἐάσῃ, ἀλλὰ ἀεὶ θορυβουμένην τε καὶ πολεμουμένην.
ἔδοξε γάρ τισι καὶ τοῖς ἐξ ἡμῶν ὁρμωμένοις καὶ ἐν μεγάλῃ διαθέσει ὑπάρχουσιν, ἐν ἐπαίνοις δὲ ἀεὶ παρ’ ἡμῖν καὶ παρὰ πᾶσιν ὀρθοδόξοις ἐκθειαζομένοις, παρεκβάλλειν τὸν νοῦν ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας καὶ λέγειν ὅτι σάρκα ἔλαβεν ὁ Χριστὸς ἐλθὼν ὁ κύριος ἡμῶν καὶ ψυχήν, νοῦν δὲ οὐκ ἔλαβε τουτέστι τέλειον ἄνθρωπον· τί ἐκ τούτου τῷ βίῳ συνεισενεγκάμενοι ἀγνοῶ λέγειν ἢ παρὰ τίνων τῶν πρὸ αὐτῶν μεμαθηκότες ἢ τί ὠφέλιμον ἐκ τούτου κερδήσαντες ἢ χαρισάμενοι ἡμῖν τε καὶ τοῖς ἀκούουσι καὶ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ οὐδὲν πλέον ἢ ταραχὴν καὶ διαίρεσιν εἰς ἡμᾶς ἐργασάμενοι καὶ λύπην καὶ ζημίαν τῆς ἀπ’ ἀλλήλων γλυκύτητος καὶ ἀγάπης. τὴν γὰρ τῶν θείων γραφῶν ἀκολουθίαν καὶ εὐθύτητα καὶ ἀκακίας ὁμολογίαν, προφητικήν τε καὶ εὐαγγελικὴν καὶ ἀποστολικὴν πίστιν παρέντες σοφιστικὴν ἡμῖν λέξιν καὶ μυθώδη παρεισήγαγον, μεθ’ ἧς καὶ πολλῶν δεινῶν ἀκολουθίαν, πληροῦντες ἐν ἑαυτοῖς τὸ εἰρημένον ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας προσέχοντες μύθοις καὶ κενοφωνίαις». 2.
PG 42:643Ὁ πρεσβύτης καὶ σεμνοπρεπής, ὁ ἀεὶ ἡμῖν ἀγαπητὸς καὶ τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ καὶ πᾶσιν ὀρθοδόξοις, Ἀπολινάριος ὁ ἀπὸ Λαοδικείας, οὗτος ἦν ὁ ἐν ἀρχῇ τοῦτο τὸ ῥῆμα ἐπινοήσας τε καὶ προαγόμενος. καὶ τὰ πρῶτα μὲν ἐνηχούμενοι ἀπό τινων τῶν ὑπ’ αὐτοῦ μεμαθητευμένων ἠπιστοῦμεν, εἰ ἄρα ὁ ἀνὴρ τοιοῦτος τυγχάνων τοῦτο παρειςήγαγε τῷ βίῳ τὸ ῥῆμα, ἔτι ἐν προσδοκίᾳ ἐλπίδος μακροθυμοῦντες, ἕως τἀκριβὲς ἐπιγνῶμεν. ἐλέγομεν γὰρ τοὺς παῖδας τοὺς ἀπ’ αὐτοῦ πρὸς ἡμᾶς ἀφικομένους, μὴ νοοῦντας τὰ βαθέως ὑπὸ τοῦ τοιούτου λογίου ἀνδρὸς καὶ συνετοῦ καὶ διδασκάλου [εἰρημένα], ἀφ’ ἑαυτῶν ταῦτα πλάττειν, μὴ ἀπ’ αὐτοῦ μεμαθηκότας. πολλὰ γὰρ ἦν, ἃ ἐν αὐτοῖς τοῖς πρὸς ἡμᾶς ἐρχομένοις ἀμφεβάλλετο· τινὲς μὲν γὰρ αὐτῶν ἐτόλμησαν λέγειν ἄνωθεν τὸν Χριστὸν τὸ σῶμα κατενηνοχέναι. ἐπιμένουσα δὲ ἐν τῇ τῶν ἀνθρώπων ἐννοίᾳ ἡ ξενολογία ἐπὶ τὴν δεινότητα προκοπὴν εἰργάζετο· ἄλλοι γὰρ ἐξ αὐτῶν καὶ τὸ ψυχὴν εἰληφέναι τὸν Χριστὸν ἠρνήσαντο.
τινὲς δὲ καὶ ὁμοούσιον τὸ σῶμα τοῦ Χριστοῦ τῇ θεότητι λέγειν ἐτόλμησαν καὶ τὰ ἀνατολικὰ μέρη εἰς πολλὴν ταραχὴν κατέστησαν, δι’ οὓς ἀνάγκη γέγονε σύνοδον συγκροτηθῆναι καὶ ἀναθεματίσαι τοὺς τοιούτους. ἀλλὰ καὶ ὑπομνήματα πέπρακται, ὧν ἀντίγραφα τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ ἀπεστάλη, δι’ ἣν αἰτίαν τῶν ὑπομνημάτων καὶ αὐτὸς ὁ μακαρίτης ἠναγκάσθη γράψαι ἐπιστολὴν κατὰ τῶν τὰ τοιαῦτα λεγόντων, μετὰ ἀπειλητικῶν λόγων ἐπιμεμψάμενος τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ Ἐπικτήτῳ, ὅτι κατηξίωσε περὶ τούτου κἂν ἀπόκρισιν τοῖς ταράξασι δοῦναι. σαφῶς δὲ περὶ τῆς πίστεως γράψας ὁ αὐτὸς μακαρίτης ἐν ταὐτῷ καὶ τοὺς αὐτὰ φάσκοντας καὶ ταράττοντας ἀπεκήρυξεν. ἧς ἐπιστολῆς τὸ ἀντίγραφον ἐνταῦθα παραθέσθαι διόλου ἀναγκαῖον ἡγησάμην. καὶ ἔστι τόδε· Ἀθανάσιος ἐπίσκοπος Ἀλεξανδρείας πρὸς Ἐπίκτητον ἐπίσκοπον Κορίνθου. 3. Ἐγὼ μὲν ἐνόμιζον πᾶσαν ματαιολογίαν πάντων, ὅσοι δηποτοῦν εἰσιν αἱρετικοί, πεπαῦσθαι ἐκ τῆς γενομένης ἐν Νικαίᾳ συνόδου. ἡ γὰρ ἐν αὐτῇ παρὰ τῶν πατέρων κατὰ τὰς ἁγίας γραφὰς ὁμολογηθεῖσα πίστις αὐτάρκης ἐστὶ πρὸς ἀνατροπὴν μὲν πάσης ἀσεβείας, σύστασιν δὲ τῆς ἐν Χριστῷ εὐσεβοῦς πίστεως.
διὰ τοῦτο γοῦν καὶ νῦν διαφόρων γενομένων συνόδων, ἔν τε τῇ Γαλλίᾳ καὶ Σπανίᾳ καὶ τῇ μεγάλῃ Ῥώμῃ, πάντες οἱ συνελθόντες τοὺς μὲν ἔτι κρυπτομένους καὶ φρονοῦντας τὰ Ἀρείου, Αὐξέντιον δὴ λέγω τὸν ἐν Μεδιολάνῳ καὶ Οὐρσάκιον καὶ Οὐάλεντα [καὶ] Γάϊον ἀπὸ τῆς Παννονίας, παμψηφί, ὡς ἀπὸ ἑνὸς πνεύματος κινούμενοι, ἀνεθεμάτισαν· ἔγραψαν δὲ πανταχοῦ διὰ τὸ τοὺς τοιούτους ἐπινοεῖν ἑαυτοῖς ὀνόματα συνόδων μηδεμίαν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ σύνοδον ὀνομάζεσθαι, εἰ μὴ μόνον τὴν ἐν Νικαίᾳ γενομένην, τρόπαιον μὲν οὖσαν πάσης αἱρέσεως, ἐξαιρέτως δὲ τῆς Ἀρειανῆς, δι’ ἣν μάλιστα καὶ ἡ σύνοδος τότε συνήχθη. πῶς τοίνυν ἔτι μετὰ τοσαῦτα ἀμφισβητεῖν τινες ἢ ζητεῖν ἐπιχειροῦσιν; εἰ μὲν οὖν ἐκ τῶν Ἀρειανῶν εἰσιν, οὐδὲν θαυμαστόν, εἰ τὰ καθ’ ἑαυτῶν γραφέντα διαβάλλουσιν, ὥσπερ καὶ Ἕλληνες ἀκούοντες «τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργον χειρῶν ἀνθρώπων,» μωρίαν ἡγοῦνται τὴν περὶ τοῦ ἁγίου πνεύματος διδασκαλίαν.
PG 42:645εἰ δὲ τῶν δοκούντων ὀρθῶς πιστεύειν καὶ ἀγαπᾶν τὰ δηλωθέντα παρὰ τῶν πατέρων εἰσὶν οἱ διὰ τοῦ ζητεῖν ἀνασκευάζειν ἐθέλοντες, οὐδὲν ἕτερον ποιοῦσιν ἢ κατὰ τὸ γεγραμμένον «τὸν μὲν πλησίον ποτίζουσιν ἀνατροπὴν θολεράν», λογομαχοῦσι δὲ ἐπ’ οὐδενὶ χρησίμῳ ἢ ἐπὶ καταστροφῇ τῶν ἀκεραίων. 4. Ταῦτα δὲ οὕτως γράφω, ἐντυχὼν τοῖς παρὰ τῆς σῆς θεοσεβείας πραχθεῖσιν ὑπομνήμασιν, ἃ μηδὲ γραφῆναι ὤφειλον, ἵνα μηδὲ μνήμη τις τούτων τοῖς μετὰ ταῦτα γένηται. τίς γὰρ ἤκουσε τοιαῦτά ποτε; τίς δὲ ὁ διδάξας ἢ μαθών; «ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται λόγος κυρίου καὶ νόμος θεοῦ ἐξ Ἱερουσαλήμ.» ταῦτα δὲ πόθεν ἐξῆλθε; ποῖος Ἅιδης ἐξηρεύξατο ὁμοούσιον εἰπεῖν [τὸ] ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι ἢ ὅτι ὁ λόγος εἰς σάρκα καὶ ὀστᾶ καὶ τρίχας καὶ ὅλον σῶμα μεταβέβληται καὶ ἠλλάγη τῆς ἰδίας φύσεως;
τίς δὲ ὅλως ἤκουσε παρὰ Χριστιανῶν ὅτι θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ υἱὸς ἢ τίς τοσοῦτον ἠσέβησεν ὥστε εἰπεῖν ἅμα καὶ φρονεῖν ὅτι ἡ θεότης αὐτοῦ ἡ ὁμοούσιος τῷ πατρὶ αὐτὴ περιετμήθη καὶ ἀτελὴς ἐκ τελείου γέγονε καὶ τὸ ἐν τῷ ξύλῳ καθηλούμενον οὐκ ἦν τὸ σῶμα, ἀλλὰ αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας; τίς δὲ ἀκούων ὅτι οὐκ ἐκ Μαρίας, ἀλλ’ ἐκ τῆς αὐτοῦ οὐσίας μετεποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα; τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν ὅτι ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα οὐκέτι τριάδα, ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ. πόθεν δὲ πάλιν ἠρεύξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὥστε εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναί̈διον αὐτῷ διὰ παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς σοφίας συνέστη;
πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοί, εἰ ὁ ἐκ Μαρίας προελθὼν κύριος υἱὸς μὲν τῇ οὐσίᾳ καὶ τῇ φύσει τοῦ θεοῦ ἐστι, τὸ δὲ κατὰ σάρκα ἐκ σπέρματος Δαυίδ ἐστι, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας; τίνες ἄρα οὕτω τολμηροὶ γεγόνασιν ὥστε εἰπεῖν τὸν Χριστὸν τὸν σαρκὶ παθόντα καὶ ἐσταυρωμένον μὴ εἶναι κύριον καὶ σωτῆρα καὶ θεὸν καὶ υἱὸν τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες εἰς ἄνθρωπον ἅγιον, ὡς ἐπὶ ἕνα τῶν προφητῶν, ἐληλυθέναι τὸν λόγον καὶ μὴ αὐτὸν ἄνθρωπον γεγονέναι λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ’ ἕτερον εἶναι τὸν Χριστὸν καὶ ἄλλον τὸν τοῦ θεοῦ υἱόν, τὸν πρὸ Μαρίας καὶ πρὸ αἰώνων υἱὸν ὄντα τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ εἶναι [δύνανται] οἱ λέγοντες ἄλλον τὸν υἱὸν εἶναι καὶ ἄλλον εἶναι τὸν τοῦ θεοῦ λόγον; 5. Ταῦτα ἦν ἐν τοῖς ὑπομνήμασιν διαφόρως μὲν εἰρημένα, μίαν δὲ τὴν διάνοιαν καὶ τὴν αὐτὴν ἔχοντα, πρὸς ἀσέβειαν βλέπουσαν. διὰ ταῦτα διεκρίνοντο καὶ διεμάχοντο πρὸς ἀλλήλους οἱ αὐχοῦντες ἐπὶ τῇ ὁμολογίᾳ τῶν πατέρων τῇ ἐν Νικαίᾳ γενομένῃ.
PG 42:647ἐγὼ δὲ τὴν σὴν ἐθαύμασα θεοσέβειαν ἀνασχομένην καὶ ὅτι μὴ τούτους μὲν ἔπαυσε ταῦτα λέγοντας, τὴν δὲ εὐσεβῆ πίστιν παρέθηκεν αὐτοῖς, ἵνα ἢ ἀκούσαντες ἠρεμήσωσιν ἢ ἀντιλέγοντες ὡς αἱρετικοὶ νομισθῶσι. τὰ γὰρ προειρημένα οὔτε λεκτὰ οὔτε ἀκουστὰ παρὰ Χριστιανοῖς, ἀλλὰ ἀλλότρια κατὰ πάντα τρόπον τῆς ἀποστολικῆς διδασκαλίας ἐστί. διὰ τοῦτο γοῦν κἀγὼ τὰ παρ’ ἐκείνων, ὡς εἴρηται, γυμνῶς πεποίηκα ἐγγραφῆναι τῇ ἐπιστολῇ, ἵνα καὶ μόνον ὁ ἀκούων θεωρῇ τὴν ἐν αὐτοῖς αἰσχύνην καὶ ἀσέβειαν. καὶ εἰ καὶ ἔδει διὰ πλειόνων κατηγορεῖν καὶ διελέγχειν τὴν τῶν ταῦτα διανοηθέντων αἰσχύνην, ἀλλὰ καὶ καλὸν εἶναι ἕως τούτων τὴν ἐπιστολὴν καὶ μηδὲν πλέον γράφειντὰ γὰρ οὕτως φανερῶς δεικνύμενα φαῦλα γυμνάζειν ἐπὶ πλέον καὶ περιεργάζεσθαι οὐ δεῖ, ἵνα μὴ τοῖς φιλονεικοῦσιν ὡς ἀμφίβολα νομισθῇ· τοῦτο μόνον ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα καὶ εἰπεῖν ἀρκεῖ, ὅτι οὐκ ἔστι ταῦτα τῆς καθολικῆς ἐκκλησίας οὐδὲ ταῦτα οἱ πατέρες ἐφρόνησανἵνα δὲ μὴ ἐκ τῆς τέλεον σιωπῆς πρόφασιν ἀναίσχυντον ἑαυτοῖς οἱ τῶν κακῶν ἐφευρεταὶ πορίσωνται, καλὸν ἐκ τῶν θείων γραφῶν ὀλίγων μνημονεῦσαι.
τάχα γὰρ κἂν οὕτως αἰδεσθέντες παύσονται ἀπὸ τῶν ῥυπαρῶν τούτων ἐπινοιῶν. 6. Πόθεν ὑμῖν ἐπῆλθεν εἰπεῖν, ὦ οὗτοι, τὸ ὁμοούσιον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος; ἀπὸ γὰρ τούτου καλὸν ἄρξασθαι, ἵνα τούτου δεικνυμένου σαθροῦ καὶ πάντα τὰ ἄλλα τοιαῦτα δειχθῇ. ἀπὸ μὲν οὖν τῶν γραφῶν οὐκ ἔστιν εὑρεῖν· θεὸν γὰρ ἐν ἀνθρωπίνῳ σώματι γεγονέναι λέγουσιν. ἀλλὰ γὰρ καὶ οἱ πατέρες οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ τὸ σῶμα, ἀλλ’ αὐτὸν τὸν υἱὸν εἰρήκασιν ὁμοούσιον τοῦ πατρός. καὶ τοῦτον μὲν ἐκ τῆς οὐσίας τοῦ πατρός, τὸ δὲ σῶμα ἐκ Μαρίας ὡμολόγησαν εἶναι πάλιν κατὰ τὰς γραφάς. ἢ τοίνυν ἀρνήσασθε τὴν ἐν Νικαίᾳ σύνοδον [καὶ] ὡς αἱρετικοὶ παρεισφέρετε ταῦτα ἤ, εἰ βούλεσθε τέκνα τῶν πατέρων εἶναι, μὴ φρονεῖτε παρ’ ἐκεῖνα ἅπερ ἔγραψαν αὐτοί. καὶ γὰρ ἐκ τούτου τὸ ἄτοπον θεωρεῖν ὑμᾶς ἔξεστιν· εἰ ὁμοούσιος ὁ λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῷ πατρὶ κατὰ τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ.
PG 42:649καὶ τί ἔτι μέμφεσθε τοῖς Ἀρειανοῖς λέγουσι τὸν υἱὸν κτίσμα, λέγοντες καὶ αὐτοὶ τὸν πατέρα ὁμοούσιον τοῖς κτίσμασι καί, εἰς ἑτέραν ἀσέβειαν μετερχόμενοι, φάςκοντες εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ νεῦρα καὶ ὅλον σῶμα μεταβεβλῆσθαι τὸν λόγον καὶ ἠλλάχθαι τῆς ἰδίας φύσεως; ὥρα γὰρ εἰπεῖν ὑμᾶς φανερῶς ἐκ γῆς αὐτὸν γεγενῆσθαι· ἐκ γῆς γὰρ ἡ τῶν ὀστέων καὶ ὅλου τοῦ σώματος φύσις. τίς οὖν ἡ τοσαύτη παραφροσύνη, ἵνα καὶ πρὸς ἑαυτοὺς διαμάχησθε; ὁμοούσιον μὲν λέγοντες τὸν λόγον τῷ σώματι ἕτερον πρὸς ἕτερον σημαίνετε, τῷ δὲ εἰς σάρκα μεταβεβλῆσθαι αὐτοῦ τοῦ λόγου τροπὴν φαντάζεσθε. καὶ τίς ἔτι λοιπὸν ὑμῶν ἀνέξεται ταῦτα καὶ μόνον φθεγγομένων; πάσης γὰρ αἱρέσεως πλέον εἰς ἀσέβειαν ἐξεκλίνατε. εἰ γὰρ ὁμοούσιος ὁ λόγος τῷ σώματι, περιττὴ τῆς Μαρίας ἡ μνήμη καὶ ἡ χρεία, δυναμένου τοῦ σώματος καὶ πρὸ τῆς Μαρίας εἶναι ἀϊδίως, ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ λόγος, εἴ γε καθ’ ὑμᾶς ὁμοούσιός ἐστι τῷ σώματι. τίς δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ τὸ ἑαυτοῦ ὁμοούσιον ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα γένηται;
οὐ γὰρ αὐτὴ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον αὐτῆς ἐνδύσηται. ἀλλ’ οὐδὲ γὰρ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρούμενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προςενέγκῃ καὶ ἑαυτὸν λυτρώσηται. 7. Ἀλλ’ οὐκ ἔστιν οὕτως, μὴ γένοιτο. «σπέρματος γὰρ Ἀβραὰμ ἐπιλαμβάνεται», ὡς εἶπεν ὁ ἀπόστολος· «ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι» καὶ λαβεῖν ὅμοιον ἡμῖν σῶμα. διὰ τοῦτο γοῦν καὶ ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵνα ἐξ αὐτῆς τοῦτο λάβῃ καὶ ὡς ἴδιον ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκῃ. καὶ ταύτην ὁ μὲν Ἠσαί̈ας προφητεύων ἐδείκνυε λέγων «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται», ὁ δὲ Γαβριὴλ ἀποστέλλεται πρὸς αὐτήν, οὐχ ἁπλῶς πρὸς παρθένον, ἀλλὰ «πρὸς παρθένον μεμνηστευμένην ἀνδρί», ἵν’ ἐκ τοῦ μνηστῆρος δείξῃ τὴν Μαρίαν ἀληθῶς ἄνθρωπον οὖσαν. καὶ τοῦ «τίκτειν» μνημονεύει ἡ γραφὴ καί φησιν «ἐσπαργάνωσε», καὶ «ἐμακαρίζοντο μαστοὶ οὓς ἐθήλασε», καὶ προσηνέχθη θυσία, ὡς «διανοίξαντος» τοῦ τεχθέντος «τὴν μήτραν». ταῦτα δὲ πάντα τικτούσης ἦν παρθένου γνωρίσματα.
καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτῇ λέγων οὐχ ἁπλῶς «τὸ γεννώμενον» ἐν σοί, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθείη, ἀλλ’ «ἐκ σοῦ», ἵνα φύσει τὸ γεννώμενον ἐξ αὐτῆς εἶναι πιστευθείη, φανερῶς καὶ τοῦτο τῆς φύσεως δεικνυούσης, ὡς ἀδύνατον σῶμα παρθένου φέρειν γάλα μὴ τεκούσης καὶ ἀδύνατον γάλακτι τραφῆναι σῶμα καὶ σπαργανωθῆναι μὴ πρότερον φύσει τεχθέν. τοῦτό ἐστι τὸ «περιτμηθὲν ὀκταήμερον»· τοῦτο Συμεὼν «εἰς τὰς ἀγκάλας ἐδέξατο»· τοῦτο γέγονε «παιδίον καὶ ηὔξησε» δωδεκαετὴς γενόμενος καὶ εἰς τὸν τριακοστὸν ἐνιαυτὸν ἦλθεν. οὐ γάρ, ὥς τινες ὑπενόησαν, ἡ οὐσία αὐτὴ τοῦ λόγου τραπεῖσα περιετμήθη, ἀναλλοίωτος οὖσα καὶ ἄτρεπτος, λέγοντος μὲν αὐτοῦ τοῦ σωτῆρος «ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι», τοῦ δὲ Παύλου γράφοντος «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας». ἀλλὰ ἐν τῷ περιτμηθέντι σώματι καὶ βασταχθέντι καὶ φαγόντι καὶ καμόντι καὶ ἐν ξύλῳ καθηλωθέντι καὶ παθόντι ἦν ὁ ἀπαθὴς καὶ ἀσώματος τοῦ θεοῦ λόγος. τοῦτο ἦν ἐν τῷ μνημείῳ τεθέν, ὅτε αὐτὸς «ἐπορεύθη κηρῦξαι καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν», ὡς εἶπεν ὁ Πέτρος. [ 8.
PG 42:651] ὃ μάλιστα δείκνυσι τὴν ἄνοιαν τῶν λεγόντων εἰς ὀστέα καὶ σάρκα τετράφθαι τὸν λόγον. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἦν χρεία μνημείου. αὐτὸ γὰρ ἂν ἐπορεύθη δι’ ἑαυτοῦ τὸ σῶμα κηρῦξαι τοῖς ἐν τῷ Ἅιδῃ πνεύμασι. νῦν δὲ αὐτὸς μὲν ἐπορεύθη κηρῦξαι, τὸ δὲ σῶμα «εἰλίξας Ἰωσὴφ σινδόνι ἀπέθετο» ἐν τῷ Γολγοθᾷ· καὶ δέδεικται πᾶσιν ὅτι μὴ τὸ σῶμα ἦν ὁ λόγος, ἀλλὰ σῶμα ἦν τοῦ λόγου. καὶ τοῦτο Θωμᾶς ἀναστὰν ἐκ νεκρῶν ἐψηλάφησε καὶ εἶδεν ἐν αὐτῷ «τοὺς τύπους τῶν ἥλων», οὓς ὑπέμεινεν αὐτὸς ὁ λόγος ὁρῶν καθηλουμένους ἐν τῷ σώματι τῷ ἰδίῳ καὶ δυνάμενος κωλύειν οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ ἰδιοποιεῖτο τὰ τοῦ σώματος ἴδια, ὡς ἑαυτοῦ, ὁ ἀσώματος. ἀμέλει τοῦ σώματος τυπτομένου παρὰ τοῦ ὑπηρέτου, ὡς αὐτὸς πάσχων ἔλεγε «τί με δέρεις;» καὶ ἄψαυστος ὢν τῇ φύσει ὅμως ἔλεγε «τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτυσμάτων». ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ λόγου, ταῦτα συνὼν αὐτῷ ὁ λόγος εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς τῆς τοῦ λόγου θεότητος δυνηθῶμεν μετασχεῖν.
καὶ ἦν παράδοξον ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων, πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν, μὴ πάσχων δέ, ὅτι τῇ φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστι. καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα ἔσχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐποίει δὲ τοῦτο καὶ ἐγίνετο οὕτως, ἵνα τὰ ἡμῶν αὐτὸς δεχόμενος καὶ προσενεγκὼν εἰς θυσίαν ἐξαφανίσῃ καὶ λοιπὸν τοῖς ἑαυτοῦ περιβαλὼν ἡμᾶς ποιήσῃ τὸν ἀπόστολον εἰπεῖν «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». 9. Οὐ θέσει δὲ ταῦτα ἐγίνετο, μὴ γένοιτο, ὥς τινες πάλιν ὑπέλαβον, ἀλλὰ ὄντως ἀνθρώπου ἀληθείᾳ γενομένου τοῦ σωτῆρος, ὅλου τοῦ ἀνθρώπου σωτηρία ἐγένετο. εἰ γὰρ θέσει ἦν [ἐν] τῷ σώματι ὁ λόγος κατ’ ἐκείνους, τὸ δὲ θέσει λεγόμενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγομένη κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία γέγονεν ἡμῶν οὐδὲ σώματος μόνου, ἀλλ’ ὅλου τοῦ ἀνθρώπου ψυχῆς καὶ σώματος ἀληθῶς ἐν αὐτῷ ἡ σωτηρία γέγονεν.
PG 42:653ἀνθρώπινον ἄρα φύσει τὸ ἐκ Μαρίας κατὰ τὰς θείας γραφὰς καὶ ἀληθινὸν σῶμα τοῦ σωτῆρος. ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταυτὸν ἦν τῷ ἡμετέρῳ. ἀδελφὴ γὰρ ἡμῶν ἡ Μαρία, ἐπεὶ καὶ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν. καὶ τοῦτο οὐκ ἄν τις ἀμφιβάλοι, μνησθεὶς ὧν ἔγραψεν ὁ Λουκᾶς. μετὰ γὰρ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν, δοκούντων τινῶν μὴ ἐν τῷ ἐκ Μαρίας σώματι βλέπειν τὸν κύριον, ἀλλ’ ἀντὶ τούτου πνεῦμα θεωρεῖν, ἔλεγεν «ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου καὶ τοὺς τύπους τῶν ἥλων, ὅτι ἐγώ εἰμι αὐτός. ψηλαφήσατε καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ὑπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας». ἐξ ὧν καὶ ἐλέγχεσθαι πάλιν δύνανται οἱ τολμήσαντες εἰπεῖν εἰς σάρκα καὶ ὀστέα ἠλλοιῶσθαι τὸν κύριον. οὐ γὰρ εἶπε, καθὼς ἐμὲ θεωρεῖτε σάρκα καὶ ὀστέα ὄντα, ἀλλ’ ἔχοντα, ἵνα μὴ αὐτὸς ὁ λόγος εἰς ταῦτα τραπεὶς νομισθῇ, ἀλλ’ αὐτὸς εἰς ταῦτα καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὴν ἀνάστασιν εἶναι πιστευθῇ. 10. Τούτων δὲ οὕτως ἐχόντων τὴν ἀπόδειξιν περιττὸν ἔτι τῶν ἄλλων ἅπτεσθαι καὶ γυμνάζειν τι περὶ αὐτῶν.
τοῦ γὰρ σώματος, ἐν ᾧ ἦν ὁ λόγος, μὴ ὄντος ὁμοουσίου τῆς θεότητος, ἀλλ’ ἐκ Μαρίας ἀληθῶς τεχθέντος, καὶ αὐτοῦ δὲ τοῦ λόγου μὴ τραπέντος εἰς ὀστέα καὶ σάρκα, ἀλλ’ ἐν σαρκὶ γενομένουτὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον «ὁ λόγος σὰρξ ἐγένετο» ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν· γέγραπται γὰρ ἐν τῷ Παύλῳ «Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα», καὶ ὥσπερ οὐκ αὐτὸς κατάρα γέγονεν, ἀλλ’ ὅτι τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο κατάραν, εἴρηται κατάρα γεγονέναι, οὕτω καὶ σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς σάρκα, ἀλλ’ ὅτι σάρκα ὑπὲρ ἡμῶν ἀνέλαβε καὶ γέγονεν ἄνθρωπος. καὶ γὰρ τὸ εἰπεῖν «ὁ λόγος σὰρξ ἐγένετο» ἴσον ἐστὶ πάλιν εἰπεῖν ὅτι ἄνθρωπος γέγονε, κατὰ τὸ εἰρημένον ἐν τῷ Ἰωὴλ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»· οὐ [γὰρ ἕως] τῶν ἀλόγων ἦν ἡ ἐπαγγελία, ἀλλ’ εἰς ἀνθρώπους ἐστίν, ὧν ἕνεκα καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. τούτου δὲ τοῦ ῥητοῦ ταύτην ἔχοντος τὴν διάνοιαν εἰκότως καταγνώσονται ἑαυτῶν πάντως οἱ νομίσαντες εἶναι πρὸ τῆς Μαρίας τὴν ἐξ αὐτῆς σάρκα καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν λόγον καὶ ἐν αὐτῇ πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι.
PG 42:655παύσονται δὲ καὶ οἱ εἰπόντες μὴ εἶναι δεκτικὴν θανάτου τὴν σάρκα, ἀλλὰ τῆς ἀθανάτου φύσεως εἶναι ταύτην. εἰ γὰρ μὴ ἀπέθανε, πῶς ὁ Παῦλος παρεδίδου Κορινθίοις «ὃ καὶ παρέλαβεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς»; πῶς δὲ καὶ ὅλως ἀνέστη, εἰ μὴ προαπέθανεν; ἐρυθριῶσι δὲ μεγάλως οἱ ὅλως ἐνθυμηθέντες δύνασθαι ἀντὶ τῆς τριάδος γίνεσθαι τετράδα, εἰ λέγοιτο ἐκ Μαρίας εἶναι τὸ σῶμα· ὁμοούσιον μὲν γάρ, [φασίν], ἐὰν εἴπωμεν τὸ σῶμα τῷ λόγῳ, μένει ἡ τριὰς τριάς, οὐδὲν ξένον ἐπεισφερομένου εἰς αὐτὴν τοῦ λόγου· ἐὰν δὲ ἀνθρώπ[ιν]ον εἴπωμεν τὸ ἐκ Μαρίας σῶμα, ἀνάγκῃ ξένου ὄντος κατ’ οὐσίαν τοῦ σώματος καὶ ὄντος ἐν αὐτῷ τοῦ λόγου, τετρὰς ἀντὶ τριάδος γίνεται διὰ τὴν τοῦ σώματος προσθήκην. 11. Ταῦτα οὕτως λέγοντες οὐ νοοῦσιν ὅπως ἑαυτοῖς περιπίπτουσι. καὶ γὰρ κἂν μὴ ἐκ Μαρίας λέγωσι τὸ σῶμα, ἀλλὰ ὁμοούσιον αὐτὸ τῷ λόγῳ, οὐδὲν ἧττον, ὅπερ ὑπεκρίνοντο, μὴ ἄρα ὡς φρονοῦντες νομισθῶσι τοῦτο, κατὰ τὴν αὐτῶν ἔννοιαν δειχθήσονται λέγοντες τετράδα.
ὡς γὰρ υἱός, ὢν κατ’ αὐτοὺς ὁμοούσιος τῷ πατρὶ οὐκ ἔστιν αὐτὸς πατήρ, ἀλλὰ υἱὸς πρὸς πατέρα λέγεται ὁμοούσιος, οὕτως τὸ ὁμοούσιον σῶμα τοῦ λόγου οὐκ ἔστιν αὐτὸς ὁ λόγος, ἀλλ’ ἕτερον πρὸς τὸν λόγον. ἑτέρου δὲ ὄντος ἔσται κατ’ αὐτοὺς ἡ αὐτῶν τριὰς τετράς· οὐ γὰρ ἡ ἀληθινὴ καὶ ὄντως τελεία καὶ ἀδιαίρετος τριὰς δέχεται προσθήκην ἀλλ’ ἡ παρὰ τούτων ἐπινενοημένη. καὶ πῶς ἔτι Χριστιανοί, ἕτερον παρὰ τὸν ὄντα θεὸν ἐπινοοῦντες; πάλιν γὰρ καὶ ἐν ἑτέρῳ αὐτῶν σοφίσματι τὴν ἀφροσύνην ἔξεστιν ὁρᾶν. εἰ [δὲ] διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης [διὰ] τὸ σῶμα, πολὺ πλανῶνται, τὸ ποίημα συνεξισοῦντες τῷ ποιητῇ καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεότητα προσθήκην λαμβάνειν· καὶ ἠγνόησαν ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε σὰρξ ὁ λόγος, ἀλλ’ ἵνα ἡ σὰρξ ἀναστῇ, οὐδ’ ἵνα βελτιωθῇ ὁ λόγος προῆλθεν ἐκ Μαρίας, ἀλλ’ ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. πῶς οὖν οἴονται τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσθήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν;
μᾶλλον γὰρ αὐτῷ [τῷ] ἀνθρωπίνῳ προσθήκη μεγάλη γέγονεν ἐκ τῆς τοῦ λόγου πρὸς αὐτὸ κοινωνίας τε καὶ ἑνώσεως. ἀπὸ θνητοῦ γέγονεν ἀθάνατον καὶ ψυχικὸν ὂν γέγονε πνευματικὸν καὶ ἐκ γῆς γενόμενον τὰς οὐρανίους διέβη πύλας· ἡ μέντοι τριὰς καὶ λαβόντος ἐκ Μαρίας σῶμα τοῦ λόγου τριάς ἐστιν, οὐ δεχομένη προσθήκην οὐδὲ ἀφαίρεσιν, ἀλλὰ ἀεὶ τελεία ἐστὶ καὶ ἐν τριάδι μία θεότης γινώσκεται, καὶ οὕτως ἐν τῇ ἐκκλησίᾳ κηρύττεται εἷς θεὸς ὁ τοῦ λόγου πατήρ. 12. Ἐκ δὲ τούτου σιωπήσουσι λοιπὸν καὶ οἱ ποτὲ εἰπόντες τὸν ἐκ Μαρίας προελθόντα μὴ εἶναι αὐτὸν τὸν Χριστὸν καὶ κύριον καὶ θεόν. εἰ γὰρ μὴ θεὸς ἦν ἐν τῷ σώματι, πῶς εὐθὺς προελθὼν ἀπὸ Μαρίας ἐκλήθη «Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός»; πῶς δὲ καὶ Παῦλος, εἰ μὴ ὁ λόγος ἦν ἐν σαρκί, Ῥωμαίοις ἔγραφεν «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν»; οὐκοῦν ὁμολογείτωσαν οἱ πρότερον ἀρνούμενοι τὸν ἐσταυρωμένον εἶναι θεὸν ἐσφάλθαι, πειθόμενοι πάσαις ταῖς θείαις γραφαῖς, μάλιστα δὲ τῷ Θωμᾷ, ὃς μετὰ τὸ ἰδεῖν ἐν αὐτῷ τοὺς τῶν ἥλων τύπους ἀνεβόησεν «ὁ κύριός μου καὶ ὁ θεός μου».
PG 42:657θεὸς γὰρ καὶ κύριος τῆς δόξης ὢν υἱὸς ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ καὶ ἀτιμαζομένῳ σώματι, τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ καὶ ἔρρεεν ἀπὸ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου τυγχάνον πεπληρωμένον ἦν τῆς θεότητος. διὰ τοῦτο ἥλιος ὁρῶν τὸν δημιουργὸν ἑαυτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε καὶ ἐσκότασε τὴν γῆν, αὐτὸ δὲ τὸ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἔνδυμα δὲ γέγονε τοῦ λόγου, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον. περὶ δὲ τοῦ φαντάζεσθαί τινας καὶ λέγειν ὅτι ὥσπερ ἐφ’ ἕκαστον τῶν προφητῶν ἐγένετο λόγος, οὕτω καὶ ἐπὶ ἕνα τινὰ ἄνθρωπον ἐκ Μαρίας ἦλθεν ὁ λόγος, περιττόν ἐστι γυμνάζειν, φανερὰν ἐχούσης τῆς ἀνοίας αὐτῶν τὴν κατάγνωσιν. εἰ γὰρ οὕτως ἦλθε, διὰ τί οὗτος ἐκ παρθένου, καὶ μὴ καὶ αὐτὸς ἐξ ἀνδρὸς καὶ γυναικός; οὕτω γὰρ καὶ ἕκαστος τῶν ἁγίων ἐγεννήθη. ἢ διὰ τί οὕτως ἐλθόντος τοῦ λόγου οὐχ ὁ ἑκάστου θάνατος λέγεται ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ’ ὁ τούτου μόνος;
διὰ τί δὲ καθ’ ἕκαστον τῶν προφητῶν ἐπιδημοῦντος τοῦ λόγου λέγεται ἐπὶ μόνου τοῦ ἐκ Μαρίας, ὡς «ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων» ἐπιδημήσαντος; ἢ διὰ τί, οὕτως ἐλθόντος αὐτοῦ ὡς ἦλθεν ἐν τοῖς ἔμπροσθεν ἁγίοις, οἱ μὲν ἄλλοι πάντες ἀποθανόντες οὔπω ἀνέστησαν, ὁ δὲ ἐκ Μαρίας μόνος τριήμερος ἀνέστη; ἢ διὰ τί ὁμοίως τοῖς ἄλλοις ἐλθόντος τοῦ λόγου λέγεται μόνος ὁ ἐκ Μαρίας Ἐμμανουήλ, ὡς σώματος πεπληρωμένου θεότητος καὶ τεχθέντος ἐξ αὐτῆς; τὸ γὰρ Ἐμμανουὴλ ἑρμηνεύεται μεθ’ ἡμῶν ὁ θεός. ἢ διὰ τί, εἴπερ οὕτως ἦλθεν, ἐσθίοντος ἑκάστου τῶν ἁγίων καὶ πίνοντος καὶ κοπιῶντος καὶ ἀποθνήσκοντος, οὐ λέγεται ὡς αὐτὸς [ἦν] ἐσθίων καὶ κοπιῶν καὶ ἀποθανών, ἀλλ’ ἐπὶ μόνου τοῦ ἐκ Μαρίας; ἃ γὰρ ἔπασχε τοῦτο τὸ σῶμα, ταῦτα ὡς αὐτοῦ πάσχοντος εἴρηται. καὶ τῶν ἄλλων δὲ πάντων λεγομένων μόνον ὅτι ἐτέχθησαν καὶ ἐγεννήθησαν, ἐπὶ τοῦ ἐκ Μαρίας μόνου εἴρηται «καὶ ὁ λόγος σὰρξ ἐγένετο». 13.
PG 42:659Ἐξ ὧν δείκνυται ὅτι πρὸς μὲν τοὺς ἄλλους πάντας γέγονεν ὁ λόγος τοῦ προφητεύειν χάριν, ἐκ δὲ Μαρίας αὐτὸς ὁ λόγος σάρκα ἑαυτῷ λαβὼν προῆλθεν ἄνθρωπος, τῇ μὲν φύσει καὶ τῇ οὐσίᾳ λόγος ὢν τοῦ θεοῦ, «κατὰ δὲ σάρκα ἐκ σπέρματος Δαυὶδ» καὶ τῆς σαρκὸς Μαρίας γενόμενος ἄνθρωπος, ὡς εἶπεν ὁ Παῦλος. τοῦτον καὶ ὁ πατὴρ ἐδείκνυεν ἐν τῷ Ἰορδάνῃ καὶ ἐν τῷ ὄρει λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». τοῦτον οἱ μὲν Ἀρειανοὶ ἠρνήσαντο, ἡμεῖς δὲ ἐπιγινώσκομεν προσκυνοῦντες, οὐ διαιροῦντες τὸν υἱὸν καὶ τὸν λόγον, ἀλλ’ αὐτὸν τὸν λόγον εἰδότες εἶναι τὸν υἱόν, δι’ οὗ τὰ πάντα γέγονε καὶ ἡμεῖς ἠλευθερώθημεν. διὸ καὶ ἐθαυμάσαμεν πῶς ὅλως ἐν ὑμῖν περὶ τῶν οὕτως [φανερῶν] γέγονε φιλονεικία. ἀλλὰ χάρις τῷ θεῷ, ὅσον ἐλυπήθημεν ἐντυγχάνοντες τοῖς ὑπομνήμασι, τοσοῦτον ἐχάρημεν ἐπὶ τῷ τέλει τούτων. μετὰ γὰρ συμφωνίας ἀνεχώρησαν καὶ εἰρήνευσαν ἐπὶ τῇ ὁμολογίᾳ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως. τοῦτο γοῦν κἀμὲ πολλὰ πρότερον σκεψάμενον πεποίηκε γράψαι τὰ ὀλίγα ταῦτα, λογισάμενον μὴ ἄρα ἐκ τῆς σιωπῆς ἀντὶ χαρᾶς λύπη γένηται τοῖς [ἐκ τῆς] συμφωνίας πρόφασιν τοῦ χαίρειν παρασχοῦσιν ἡμῖν.
ἀξιῶ τοίνυν προηγουμένως τὴν σὴν εὐλάβειαν καὶ δεύτερον τοὺς ἀκούοντας, μετὰ συνειδήσεως ἀγαθῆς ταῦτα δέξασθαι, καὶ εἰ μέν [τι] πρὸς εὐσέβειαν λείπει, τοῦτο διορθώσασθαι καὶ δηλῶσαί μοι, εἰ δὲ ὡς παρὰ ἰδιώτου τῷ λόγῳ μηδὲ κατ’ ἀξίαν μηδὲ τελείως γέγραπται, συγγνῶναι πάντας τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν ἀσθενείᾳ. ἔρρωσθε. Πεπλήρωται. 14. Ἐπεὶ οὖν καὶ ἡ ἐπιστολὴ ἐνετάγη καὶ οὐ μόνον ἐξ ὧν παρ’ αὐτῶν ἠκούσαμεν ἢ παρ’ ἑτέρων κατὰ τῶν λεγομένων ὡρμήσαμεν γράψαι, [ἀλλὰ] καὶ πᾶσι φανερὸν κατέστη ὅτι οὐδένα ἐσυκοφαντήσαμεν. ἑξῆς δὲ ἐπιλήψομαι τῆς κατ’ αὐτῶν ὑποθέσεως, ἵνα ἐκ πανταχόθεν μὴ ὑποληφθῶμέν τισιν ὡς συκοφαντοῦντες τοὺς ἡμετέρους ἀδελφούς, καίτοι γε εὐχόμενος αὐτοῖς καὶ εἰς δεῦρο διορθῶσαι τὰ δοκοῦντα ἡμᾶς λυπεῖν, ἵνα μὴ αὐτοὶ ἡμᾶς ζημιωθῶσι μηδὲ ἡμεῖς αὐτούς. πολλάκις γὰρ τοῦτο ἐπρεσβεύσαμεν καὶ παρεκαλέσαμεν καὶ ἔτι ἐπιμένομεν παρακαλοῦντες, ἆραι τὴν φιλονεικίαν καὶ ἀκολουθῆσαι τῷ τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ πατέρων θείῳ θεσμῷ καὶ ὁμολογίᾳ τῆς πίστεως τῆς ἀπεριέργου καὶ ἑδραίας καὶ ἀμετακινήτου καὶ δικαιοτάτης ἐν πᾶσιν.
PG 42:661Ἄλλοι δὲ εἰς ἡμῶν ὦτα εἰρήκασιν ὅτι οὐ ταύτην τὴν ἡμετέραν σάρκα οὐδὲ ὁμοίαν ἡμῶν ἐλθὼν ἔλαβεν ὁ κύριος, ἀλλὰ ἄλλην παρὰ τὴν ἡμῶν. καὶ εἴθε κατὰ δοξολογίαν ἔλεγον καὶ κατὰ ἔπαινον. καὶ αὐτοὶ γάρ φαμεν ἅγιον εἶναι τὸ σῶμα καὶ ἄχραντον· «ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» καὶ παντί τῳ δῆλόν ἐστι τοῦτο τῷ εὐσεβῶς περὶ Χριστοῦ λέγοντι καὶ νοοῦντι. ἡμεῖς δὲ εἰ καὶ αὐτὸ τὸ σῶμα λέγομεν, ὥσπερ καὶ αὐτὸ τὸ ἡμῶν εἴληφε, παρ’ αὐτῷ ἄχραντον τὸ αὐτοῦ σῶμα, ἐν ἡμῖν δὲ τοῖς πεπλημμεληκόσιν , οὐ διὰ τὸ ἀλλότριον εἶναι τὸ σῶμα καὶ ἀλλόκοτον τὸ ὑποδεὲς καὶ ἠλαττωμένον, ἀλλὰ διὰ τὰ ἡμῶν ἁμαρτήματα καὶ παραπτώματα, τούτου ἕνεκα . οὐ γὰρ ἄλλο σῶμα ὁ κύριος ἔλαβε καὶ ἄλλο ἡμεῖς ἔχομεν, ἀλλ’ αὐτὸ τὸ σῶμα ἐν αὐτῷ πεφυλαγμένον καὶ ἄχραντον διατετηρημένον . 15.
Ἄλλοι δὲ ἐξ αὐτῶν καὶ ἄχρι τῆς δεῦρο φιλονεικίᾳ τινὶ φερόμενοι, ὑπονοίαις ἀλλοτρίαις προαχθέντες, οὐ κατὰ τὴν διδαχὴν τῶν πατέρων οὐδὲ κατέχοντες «τὴν κεφαλὴν τῆς πίστεως, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ τῶν συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ», ὡς ὁ ἀπόστολος λέγει, ἀλλὰ τάχα ὡς ὑπὸ ἀλλοτρίων τινῶν θολωθέντες τὰς ἀκοάς, πλησιαιτέρως Οὐαλεντίνῳ καὶ Μαρκίωνι καὶ Μανιχαίῳ καὶ αὐτοὶ δῆθεν εἰς τιμὴν Χριστοῦ φαντάζονται μᾶλλον ἤπερ ἀληθεύουσιν. ἐπὰν ἀκούσωσι παρ’ ἡμῶν ὅτι ἔσχε Χριστὸς σῶμα τὸ ἡμέτερον, εὐθὺς εἰς τοὺς μύθους τρέπονται τοὺς ἰδίους τῆς φιλονεικίας, λέγοντες ὄνυχας αὐτὸν ἐσχηκέναι καὶ σάρκα καὶ τρίχας καὶ εἴ τι ἕτερον, οὐ τοιούτους δὲ ὁποίους ἡμεῖς ἔχομεν, ἀλλὰ ἄλλους ὄνυχας ἐσχηκέναι καὶ σάρκας ἄλλας καὶ τὰ ἄλλα πάντα οὐχ ὁποῖα ἡμεῖς ἔχομεν, ἀλλὰ ἀλλοῖα παρὰ τὰ ἡμέτερα, δῆθεν πάλιν βουλόμενοι σοφιστικῶς τι Χριστῷ χαρίσασθαι, κατὰ τὸν Οὐαλεντῖνον καὶ τὰς εἰρημένας αἱρέσεις, τοὺς ματαίους λόγους. λέγουσι γάρ· ὅταν Χριστοῦ ὁμολογήσωμεν [σῶμα] τελείως τὰ πάντα περιέργως·
γέγραπται περὶ τῶν τοιούτων τῶν «περιεργαζομένων καὶ μηδὲν ἐργαζομένων». πτύροντες γὰρ τὴν διάνοιαν τῶν ἀκεραιοτέρων εὐθὺς λέγουσιν· οὐκοῦν χρείαν ἔσχε τῶν κατὰ τὴν σαρκὸς συνήθειαν ἢ τῶν πρὸς ἐκτοπισμὸν ἢ τῶν πρὸς ἀφεδρῶνα ἢ τῶν ἄλλων· ὅσαπερ δοκεῖ εἶναι σοφά, δεινὰ δὲ τυγχάνει καὶ ληρώδη μᾶλλον, ὥς φησιν ὁ προφήτης «τίς γὰρ ἐζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» περὶ τίνος γὰρ τῶν ἁγίων, καίτοι γε ἀνθρώπων ὄντων τῶν προφητῶν καὶ οὐ θεῶν, καὶ εὐαγγελιστῶν καὶ λοιπῶν τῶν ἐκ ψυχῆς καὶ σαρκὸς ὄντων, καθ’ ἡμᾶς δὲ ὄντων καὶ μὴ ἀμφιβαλλομένων, ἐγράφη περὶ τῶν τοιούτων πραγμάτων; ποῦ δὲ οὐχὶ μᾶλλον τὰ σεμνότερα ἐπεμαρτύρησε τοῖς ἁγίοις ἡ γραφή, μή τί γε κυρίῳ Χριστῷ. 16. Λεγέτωσαν δὲ ἡμῖν οἱ ἐκθαμβηταὶ τῶν προβάτων καὶ πτύρται τῶν περιστερῶν καὶ σοβηταὶ τῶν τοῦ Χριστοῦ ἀρνίων τε καὶ θρεμμάτων, ποῦ παρεσκευάσθη Μωυσῆς τὴν τεσσαρακονθήμερον; ποῦ τὰ πρὸς χρείαν ἐποιεῖτο Ἠλίας ἐν τῷ Χορρὰ χειμάρρῳ, ὁπηνίκα ἄρτον μὲν τὸ πρωϊνὸν ἤσθιε, κρέα δὲ τὸ δειλινὸν ἀπὸ τῆς τῶν κοράκων παρακομιδῆς διὰ θεοῦ προστάγματος; ἠλίθιον γὰρ ἦν τὸ τὴν γραφὴν περὶ τούτων λέγειν, ὡς νῦν τούτοις ἠλίθιον τὸ ἐξετάζειν.
PG 42:663τίς γὰρ ὠφέλεια ἐν τοῖς τοιούτοις; ἢ τί τὸ χρήσιμον ἀλλ’ ἢ μόνον εἰς ἀπιστίαν, τῆς προλήψεως προφάσεις διὰ ψυχρολογίας καὶ ἀνατροπῆς ματαίας ἔχον; λεγέτωσαν δὲ πάλιν ἡμῖν, τίνι τῷ λόγῳ ὅτε ἠθέλησεν ὁ θεὸς ἐποίησε τῶν υἱῶν Ἰσραὴλ ἐν τεσσαράκοντα ἔτεσι μήτε τὰς τρίχας κομῆσαι μήτε τὰ ὑποδήματα παλαιωθῆναι μήτε τὰ ἱμάτια κατατριβῆναι ἢ ῥυπανθῆναι. μὴ ἄρα καὶ οὗτοι ἀπ’ οὐρανοῦ ἐληλύθεισαν; μὴ θεοὶ οἱ τοιοῦτοι ὑπῆρχον; καίτοι γε οὐκ ἐν ἐπαίνοις ὑπάρχοντες, ἀλλ’ ἐν πολλοῖς θεὸν παραζηλώσαντες· μὴ οὐκ ἦσαν ὁμοιοπαθεῖς ἡμῖν; ἀλλ’ ἵνα δείξῃ ὁ θεὸς ὅτι τὰ πάντα ἐν αὐτῷ δύναται καὶ ἐγχωρεῖ γίνεσθαι καὶ μὴ γίνεσθαι. ἵνα γὰρ μή τινες εἰς ἐκείνους πάλιν λογίσωνται τὰ ὑπὲρ φύσιν διὰ τὰ αὐτοῖς ἐν θαυμασμῷ γινόμενα παρὰ θεοῦ, τουτέστιν ὅτι τρίχες οὐκ ἐκόμων καὶ ἱμάτια οὐκ ἐπαλαιοῦντο καὶ τὰ ἄλλα, καὶ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» εἰς ἡμῶν χάριν ἀσφαλισάμενον τὸ θεῖον γράμμα φησί «λαβέτω ἕκαστος πάσσαλον σιδηροῦν ἐν τῇ ζώνῃ ἑαυτοῦ, ἵν’ ὅταν εἰς τόπον καθιζάνῃ, σκάψῃ καὶ χώσῃ τὴν ἰδίαν κόπρον, ὅτι λαὸς ἡγιασμένος ἐστὲ καὶ κύριος ἐνδημεῖ εἰς μέσον τῆς παρεμβολῆς».
εἰς τοῦτο δὲ καὶ ἱστορίαν παῖδες Ἑβραίων παραφέρουσιν, ὅτι διήρκεσεν αὐτοῖς ὁ τύπος ἄχρι τινὸς καιροῦ ἕως ὅτου ὁ θεὸς ἠθέλησε δεῖξαι ἐν αὐτοῖς τοῦτο τὸ θαῦμα, καίτοι γε αὐτῶν ἐσθιόντων καὶ κρέα καὶ ὀρτυγομήτραν, συμβεβηκέναι αὐτοὺς μήτε τούτου χρείαν ἔχειν. 17. Καὶ εἰ παρὰ τοῖς Ἑβραίοις διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν δόξαν ἤτοι κατὰ πρόσθεσιν χαριστικῶς [μᾶλλον] ἤτοι κατὰ ἀλήθειαν τοῦτο ᾄδεται, καίτοι γε αὐτῶν εἰδότων ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ πρὸς αὐτῶν συνηγορούμενοι [καὶ] φθαρτοὶ καὶ οὐ θεοί, καὶ ἐκ σαρκὸς καὶ αἵματος καὶ ψυχῆς, τίς παρὰ τούτων ἀνέξεται ἀκούων τὰ [οὐκ] ἀτόλμητα περὶ Χριστοῦ τοῦ ἄνωθεν ἐλθόντος θεοῦ λόγου καὶ τῆς αὐτοῦ ἐν ἅπασιν ἐνδόξου καὶ ἀληθινῆς ἐνσάρκου παρουσίας; ἐν ᾗ ἐπλήρωσε τὸ εἰρημένον «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας». ἐξῆν γὰρ αὐτῷ ἐν ἀληθείᾳ ἔχοντι σάρκα τὴν ἡμετέραν μὴ πράττειν τὰ δοκοῦντα ἡμῖν εὐτελῆ καὶ πράττειν ὁποῖα σεμνὰ ἐτύγχανε καὶ πρέποντα ἀναλόγως τῇ θεότητι, δι’ οὗ καὶ οἱ υἱοὶ Ἰσραὴλ οὐκ ἐκόμησαν καὶ τὰ ἱμάτια αὐτῶν οὐκ ἐρρυπάνθη καὶ ταῦτα [ἃ] κατὰ παράδοσιν αὐτοῖς συμβέβηκεν.
PG 42:665ὅτι δὲ καὶ ἱμάτια εἶχεν ἐξ ἀνθρώπων κατεσκευασμένα ἀναμφίβολον· «διεμερίσαντο γὰρ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ ἔβαλον κλῆρον». εἰ δὲ ἱμάτιον ἦν ἐξ ἀνθρώπων, δῆλον ὅτι ἐξ ἐρέας ἦν καὶ ἐκ λίνου· τὰ δὲ ἐκ λίνου καὶ ἐξ ἐρέας γεγενημένα ἄψυχά τινα ἦν καὶ ἀναίσθητα. ἀλλ’ ὅτε ἠθέλησε δεῖξαι αὐτοῦ τὸ δυνατὸν τῆς θεότητος, «μεταμορφωθεὶς ἔδειξε τὸ πρόσωπον αὐτοῦ ὡς τὸν ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡσεὶ χιόνα». «πάντα γὰρ τῷ δυνατῷ δυνατά», εἰς τὸ ὑπὸ θῆξιν παρὰ προσδοκίαν καὶ τὰ ἀναίσθητα καὶ τὰ ἄπνοα εἰς δόξαν καὶ φαιδρότητα μετασκευάσαι, ὡς τὴν ῥάβδον Μωυσέως, ὡς τὰ ὑποδήματα τῶν υἱῶν Ἰσραήλ. πᾶσι γὰρ ὡμολόγηται ὅτι οἱ ἅγιοι ἀπόστολοι ἄνθρωποι ἦσαν, φθαρτοὶ τὰ σώματα ὡς ἡμεῖς, ἄφθαρτοι δὲ διὰ τὴν ἐνοικήσασαν αὐτοῖς θεοῦ δόξαν, καὶ σκιὰ μὲν Πέτρου πάντας τοὺς προσφερομένους ἔχοντας ἀσθενείας ἰᾶτο καὶ σουδάρια καὶ σιμικίνθια τῶν ἱματίων Παύλου δυνάμεις ἐργάζονται. 18. Καὶ πῶς οὗτοι θεὸν πολυπραγμονοῦσιν αἰσχράς τινας ὑπονοίας τεκταινόμενοι, περὶ ὧν οὐδεμία χρεία γεγένηται πώποτε πρὸς διαλογήν, οὐ προφήτῃ, οὐκ εὐαγγελιστῇ, οὐκ ἀποστόλῳ, οὐ συγγραφεῖ;
ὅσα γὰρ τοιαῦτα οὗτοι λέγουσι, κἂν μυρία ἐπέκεινα τούτων κακῶς ὑπονοήσωσιν, οὐκ ἀνατρέψουσι τὴν πατρικὴν ἡμῶν πίστιν, τὴν τῇ ἀληθείᾳ Χριστὸν [ἄνθρωπον] καταγγέλλουσαν. ἐγεννήθη γὰρ Χριστὸς ἐν σαρκὶ κατὰ ἀλήθειαν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου καὶ εὐθὺς ἀπὸ κυήσεως Ἐμμανουὴλ καλεῖται, ὅ ἐστι θεὸς μεθ’ ἡμῶν, οὐκέτι [δὲ] δεύτερον γεννᾶται. καὶ ἀπέδρα εἰς τὴν Αἴγυπτον τὸ παιδίον μετὰ Ἰωσὴφ καὶ Μαρίας, ἐπειδὴ ἐζήτουν τὴν ψυχὴν τοῦ παιδίου, ὡς δυναμένου αὐτοῦ ἐν σαρκὶ ἀποκτανθῆναι· ἀλλὰ προσεκυνήθη ὑπὸ τῶν μάγων ὡς θεὸς ἀληθινός, ἐν σαρκὶ γεννηθεὶς [ἀληθείᾳ] καὶ οὐ δοκήσει. καὶ ἀνελθὼν ἀπὸ Αἰγύπτου, κατὰ φόβον τοῦ Ἰωσὴφ οὐκ εἰσῆλθεν εἰς Ἱερουσαλήμ, δι’ Ἀρχέλαον, ὡς δυναμένου τοῦ παιδίου κρατηθῆναι καὶ πρὸ τοῦ καιροῦ ἐν σαρκὶ παθεῖν ὅπερ ἔμελλε πάσχειν. ἀλλὰ διεκωλύθη ὑπὸ Ἰωάννου, ἐπιγνωσθεὶς ὑπὸ τοῦ δούλου δεσπότης, ὅτι θεὸς ἦν ἐνανθρωπήσας ἐν ἀληθείᾳ. οὐ κατεδέξατο δὲ τὴν τοῦ ἰδίου δούλου ἐν τῇ τοιαύτῃ ὑποθέσει τιμήν, ἵνα «πληρώσῃ πᾶσαν δικαιοσύνην» ἐν σαρκί, ἐν ἀληθινῇ καὶ τελείᾳ ἐνανθρωπήσει «τὸν ὑπογραμμὸν» τῆς σωτηρίας «ἡμῖν ὑπολιμπάνων».
ἀλλὰ καὶ κέκμηκεν ἀπὸ τῆς ὁδοιπορίας ἐν ἀληθείᾳ, καὶ οὐχ ἁπλῶς ἔκαμεν, ἀλλὰ καὶ ἐκαθέσθη, διότι ἀληθινῶς ἐνηνθρώπησεν, [καὶ] ἐβόα λέγων «δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», ἵνα δείξῃ τὴν αὐτοῦ θεότητα ἱκανὴν οὖσαν πάντα τὰ πλήθη τοῦ κόσμου τὰ πρὸς αὐτὸν ἀφικνούμενα ἀναπαῦσαι. ἀλλὰ καὶ ἐπειράσθη ὑπὸ τοῦ διαβόλου, καὶ ἔμεινε τεσσαράκοντα ἡμέρας μήτε ἐσθίων μήτε πίνων, ἵνα δείξῃ τὸ ἀνενδεὲς τῆς αὐτοῦ θεότητος. οὐ γὰρ πεινῶν ὑπέμεινεν, ὡς φιλοσοφικῶς καθ’ ἡμᾶς ἐγκρατευόμενος καὶ αὑτὸν ἄγχων καὶ βιαζόμενος, ἀλλὰ ἀνυστερήτως διὰ τὴν ἀληθινὴν αὐτοῦ θεότητα. καὶ «ὕστερον», φησὶν ἡ γραφή, «ἐπείνασεν», ἵνα δείξῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν τῆς θεότητος, ἐνδιδούσης τῇ ἐνσάρκῳ παρουσίᾳ τῶν εὐλόγων χρειῶν καὶ ἀληθινῶν μετέχειν, ἵνα μὴ τὸ ἀληθινὸν τῆς ἀκολουθίας ἀφανίσῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν. καὶ γὰρ καὶ ἐπὶ τῆς συκῆς ἐπείνασε καὶ πηλὸν ἀληθινὸν ἐποίησεν·
PG 42:667ἀλλὰ λόγον εἶπε πρὸς τὴν συκῆν ὁ θεὸς καὶ ἐγένετο, καὶ ἐπὶ τῆς νηὸς ἐπετίμησε τῷ ἀνέμῳ καὶ ἐπαύσατο, καὶ διὰ τοῦ πτύσματος καὶ πηλοῦ τῷ λόγῳ τῆς αὐτοῦ θεότητος καὶ τῷ πτύσματι τῆς αὐτοῦ ἐνανθρωπήσεως καὶ τῷ πηλῷ πάλιν ὡς τῷ Ἀδὰμ καὶ τούτῳ τὸ ἐλλιπὲς μέλος πλάττων ἐχαρίσατο, τῶν πάντων τελείως ἐν αὐτῷ ὄντων, ἐν σαρκὶ πασχόντων, ἐν θεότητι δὲ ἀπαθῶν ὄντων, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν, ὅλως μὴ πάσχων λοιπόν, ὅλως «μηκέτι ἀποθνήσκων». Εἰ δέ τινες διὰ τὸ μὴ ἀπὸ σπέρματος ἀνδρὸς τὸ σῶμα αὐτὸν εἰληφέναι ἀλλοῖον νοήσουσιν, οὐ πάντως διὰ τοῦτο οὐκ ἔστι κατὰ τὸ ἡμέτερον σῶμα. ἐξότε γὰρ ἀπὸ Μαρίας ὡμολόγηται, ἡμέτερον ἦν. καὶ γὰρ Μαρία οὐκ ἄλλη ἦν παρὰ τὰ ἡμέτερα σώματα, ἐπεὶ καὶ ὁ Ἀδὰμ οὐκ ἀπὸ σπέρματος ἀνδρὸς ἦν, ἀλλ’ ἐκ τῆς γῆς πεπλασμένος. καὶ οὐ πάντως, ἐπειδὴ ἀπὸ τῆς γῆς ἦν καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλοῖος ἦν παρὰ τὰ ἡμέτερα σώματα. ἡμεῖς γὰρ ἐξ αὐτοῦ γεγεννήμεθα καὶ οὐκ ἐσμὲν ἀλλοῖοι παρὰ τὸ ἐκείνου σῶμα, καίτοι γε ἐκ σπέρματος ἀνδρὸς καὶ ἀπὸ μήτρας γυναικὸς γεγεννημένοι.
Ἀλλὰ ταῦτα μέν τινες σοφιζόμενοι πολλάκις καὶ ἐν τῇ διανοίᾳ ἔχοντες [ἐκ] τοῦ προκειμένου ἐξέπεσον, τινὲς δὲ πάλιν ἐξ αὐτῶν τῶν πρὸς ἡμᾶς ἐρχομένων ἄλλα μυρία καὶ ἐπέκεινα περιττολογοῦντες τὸν ἄνδρα τὸν ἐν πολλοῖς ἐπαίνοις φημιζόμενον διέβαλλον. καὶ τῷ μὲν ὄντι περιττότερον οἶμαι τοῦ δέοντος, ἢ κατὰ ἰδιωτείαν ἢ κατὰ ἀπαρακολουθησίαν , ἢ κατ’ αὐτοὺς ἐξερχόμενοι καὶ ἀποφθεγγόμενοι τὴν ταραχὴν εἰργάσαντο. ἀλλὰ νῦν μοι περὶ τῶν περιττῶν ἕως ὧδε ἀρκείτω ὁ λόγος, συνιόντων τῶν ἐντυγχανόντων, ὅτι οὔτε φθόνῳ τετηκότες οὔτε μίσει τῷ πρὸς τὸν ἄνδρα . εὐχόμεθα γὰρ αὐτὸν μὴ μερισθῆναι ἀπὸ τῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ τῆς γλυκύτητος τῆς πάσης ἀδελφότητος, ἀλλὰ ἀποθέσθαι αὐτὸν τῆς τοῦ λόγου τούτου φιλονεικίας τὴν ἔνστασιν καὶ ἐπιστρέψαι κατὰ τὸ εἰρημένον «ἐπίστρεφε ἐπίστρεφε ἡ Σουμανῖτις, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί». ὅμως περὶ τοῦ προκειμένου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας. 19.
PG 42:669Τελείαν οὐ βούλεται λέγειν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, ἀλλὰ καὶ τὴν σωτηρίαν ἀποκρούεταί τινων, φόβον ἐμποιῶν καὶ λέγων ὅτι οὐ δεῖ τέλειον ἄνθρωπον τὸν αὐτὸν ἀνειληφέναι λέγειν, δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ εἰρημένου «ἀναλαμβάνων πραεῖς ὁ κύριος». οὐδὲν δὲ θαυμαστὸν οὔτε διαφοράν τινα ἐν τούτῳ τις ἔχει δεῖξαι, τῷ εἰπεῖν ἀναλαβεῖν σάρκα τὸν κύριον ἢ λαβεῖν τελείαν ἐνανθρώπησιν ἢ ὥσπερ πολλάκις ἐν ἡμῖν ὁμωνύμως πολλαὶ λέξεις τυγχάνουσιν. «ἀναλαμβάνων» γάρ φησι «πραεῖς ὁ κύριος» καὶ «ἀνέλαβέ με ἐκ τῶν ποιμνίων τῶν προβάτων», καὶ «ἀνελήφθη» καὶ «εἶπον δύο ἄνδρες· τί ἑστήκατε, ἄνδρες Γαλιλαῖοι; οὗτος ὁ ἀφ’ ὑμῶν ἀναληφθείς». καὶ οὐ πάντως τὸ ἀναλαβεῖν μίαν ἔχει διαφορὰν ἐν τῷ λέγειν ἀνέλαβεν ἢ ἔλαβεν ἢ ἀνεπλάσατο εἰς ἑαυτὸν τὴν ἰδίαν ἐνανθρώπησιν, οὔτ’ ἀπὸ τῆς λέξεως ἡμᾶς ταύτης πτύρουσιν οἱ βουλόμενοι κατὰ τῶν ἀκεραίων ἐπεγείρεσθαι καὶ [λέγοντες ὅτι οὐχ] οὕτως χρὴ λέγειν. καὶ μή τις νομίσῃ διαβάλλειν ἡμᾶς ἢ χλευαστικῶς λέγειν περὶ τῆς ὑποθέσεως ταύτης τὰ ῥήματα. πολλάκις γὰρ ἐσκεψάμην περὶ τούτου γράφειν , ἵνα μή τις νομίσῃ ἡμᾶς κατ’ ἔχθραν κατ’ αὐτοῦ ἐπεγείρεσθαι.
οὐδὲν γὰρ ἡμᾶς [οὐδεὶς] ἔβλαψεν, ὡς κατὰ τὸ ἀνθρώπινον λέγω, οὐδὲ τὰ ἡμῶν ἐν κόσμῳ ἀφήρπασεν. σκεπτόμενος δὲ τοῦ μὴ γράφειν ἠναγκάσθην ὑπ’ αὐτῆς τῆς ἀληθείας, ἵνα μή [τινα] παραλείψω τῶν παρὰ τὴν πίστιν τι πεφρονηκότων, ὡς καὶ ὕστερον οἱ θεοσεβεῖς ἐντυχόντες ἐπιγνώσονται ὅτι οὐχ ἕνεκα ζήλου κοσμικοῦ ἡμῖν ὁ λόγος. μᾶλλον γὰρ ὠφέλει ἡμᾶς ὁ ἀνὴρ τὰ μέγιστα τῶν κατὰ κόσμον καὶ κατὰ τὴν ἀγάπην, εἴπερ ὁμοφρόνως τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ κατὰ πάντα τοῖς πᾶσι συνετίθετο καὶ μὴ ξένον τι παρεισήγαγε ῥῆμα. ἤτοι οὖν παρ’ αὐτῷ ἢ τοῖς παρ’ αὐτοῦ μεμαθητευμένοις ὁ λόγος ἄλλως νοούμενος διὰ τοῦ τοιούτου σχήματος καὶ προφάσεως ἐν παρόδῳ ᾄδεται, οὐκ ἔχω λέγειν. πολλάκις δὲ διενοήθημεν καὶ ἔκπληκτοι γεγόναμεν, ὅτι ἕνεκεν τοῦ λόγου τούτου ἡ ἔνστασις τῆς φιλονεικίας καὶ τοῦ ἀγῶνος ἕως θανάτου παρ’ αὐτῶν ἐκδικεῖται. καὶ ἐκ τούτου ἔγνωμεν ὅτι τάχα περιττοτέρᾳ τινὶ ὑπονοίᾳ παρ’ αὐτοῖς ὁ λόγος ᾄδεται. 20. Ὅταν γὰρ ἐρωτήσῃς τινὰς ἐξ αὐτῶν, διαφόρως μὲν οἱ πάντες ἀναγγέλλουσι, τινὲς δὲ λέγουσι μὴ τελείαν εἰληφέναι τὸν κύριον ἐνανθρώπησιν μηδὲ τέλειον αὐτὸν γεγονέναι ἄνθρωπον.
ἐπειδὴ δὲ τοῦτο φευκτὸν ἐγίνετο πολλοῖς, λοιπὸν ὕστερον εἰρωνείᾳ ἐκέχρηντο, ὡς ὕστερον ἐκ τοῦ στόματος αὐτῶν ἀκριβῶς μεμαθήκαμεν. ἐπὶ τῆς Ἀντιοχέων γὰρ γενόμενοι τοῖς ἀκραίμοσιν αὐτῶν συντετυχήκαμεν, ἐν οἷς καὶ Βιτάλιος ὁ ἐπίσκοπος ὑπῆρχεν, εὐλαβέστατος ἀνὴρ τῷ βίῳ καὶ τῇ καταστάσει καὶ τῇ πολιτείᾳ. ἐλέγομεν δὲ συμβουλεύοντες καὶ παρακαλοῦντες συμφωνῆσαι τῇ πίστει τῆς ἁγίας ἐκκλησίας καὶ ἐᾶσαι τὸ φιλόνεικον ῥῆμα. ὁ δὲ Βιτάλιος ἔλεγε· τί γάρ ἐστι τὸ ἀνὰ μέσον ἡμῶν; εἶχε γὰρ οὗτος διάστασιν πρὸς αἰδέσιμόν τινα ἄνδρα καὶ ἐπίσημον, Παυλῖνον τὸν ἐπίσκοπον, καὶ Παυλῖνος πρὸς τὸν εἰρημένον Βιτάλιον, ὑφ’ ἡμῶν μετακληθέντα. βουλόμενοι τοίνυν ἀμφοτέρους εἰς εἰρήνην συμβιβάσαι [ἀμφότεροι γὰρ ἐδόκουν ὀρθόδοξον πίστιν κηρύττειν καὶ ἕκαστος διάστασιν εἶχε διά τινα πρόφασιν· ὁ μὲν γὰρ Βιτάλιος Παυλίνῳ ἐπέφερεν ὡς περὶ Σαβελλίου ὀνόματος ῥῆμα]διὸ γενομένων ἡμῶν ἐπεσχέθημεν τῆς πρὸς τὸν Παυλῖνον τελείας κοινωνίας, ἕως ὅτε μετὰ ἐκθέσεως ἡμᾶς ἐγγράφου ἔπεισεν, [δι’] ἧς ἤδη πρότερον ἀπολογίας χάριν πρὸς τὸν μακαρίτην Ἀθανάσιον ἐποιήσατο τὴν συγκατάθεσιν.
PG 42:671προσήνεγκε γὰρ καὶ ἐπέδωκεν ἡμῖν ταύτης τὸ ἀντίγραφον μεθ’ ὑπογραφῆς, σαφῶς περὶ τριάδος ἔχον ὁμοῦ καὶ περὶ νοῦ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως, χειρὶ αὐτοῦ τοῦ μακαρίτου πατρὸς ἡμῶν Ἀθανασίου, ἣν ἔκθεσιν καθυπέταξα. καὶ ἔστιν ἥδε· Ἀντίγραφον [διὰ] χειρὸς Παυλίνου τοῦ ἐπισκόπου. 21. Ἐγὼ Παυλῖνος ὁ ἐπίσκοπος οὕτω φρονῶ καθὼς παρέλαβον ἀπὸ τῶν πατέρων, ὄντα καὶ ὑφεστῶτα πατέρα τέλειον καὶ ὑφεστῶτα υἱὸν τέλειον καὶ ὑφεστὼς τὸ πνεῦμα τὸ ἅγιον τέλειον. διὸ καὶ ἀποδέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων καὶ τῆς μιᾶς ὑποστάσεως ἤτοι οὐσίας, καὶ τοὺς φρονοῦντας οὕτως· εὐσεβὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν τριάδα ἐν μιᾷ θεότητι. καὶ περὶ τῆς ἐνανθρωπήσεως τῆς δι’ ἡμᾶς γενομένης τοῦ λόγου τοῦ πατρὸς οὕτω φρονῶ καθὼς προγέγραπται, ὅτι κατὰ τὸν Ἰωάννην «ὁ λόγος σὰρξ ἐγένετο». οὐ γὰρ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ’ ὅτι δι’ ἡμᾶς ἄνθρωπος γέγονεν, ἔκ τε τῆς ἁγίας παρθένου καὶ ἁγίου πνεύματος γεννηθείς. οὔτε γὰρ ἄψυχον οὔτε ἀναίσθητον οὔτε ἀνόητον σῶμα εἶχεν ὁ σωτήρ.
[καὶ ἐν τῇ χειρὶ τοῦ ἐπισκόπου Ἀθανασίου·] οὐ γὰρ οἷόν τε ἦν τοῦ κυρίου ἀνθρώπου δι’ ἡμᾶς γενομένου ἀνόητον αὐτοῦ εἶναι τὸ σῶμα. ὅθεν ἀναθεματίζω τοὺς ἀθετοῦντας τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν καὶ μὴ ὁμολογοῦντας ἐκ τῆς οὐσίας ἢ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί. ἀναθεματίζω δὲ καὶ τοὺς λέγοντας τὸ πνεῦμα τὸ ἅγιον κτίσμα διὰ τοῦ υἱοῦ γεγονός. ἔτι δὲ ἀναθεματίζω τὴν Σαβελλίου καὶ Φωτεινοῦ καὶ πᾶσαν αἵρεσιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν καὶ πᾶσι τοῖς προγεγραμμένοις. Ἐπληρώθη. 22. Ἐλέγομεν δὲ καὶ τῷ ἀδελφῷ Βιταλίῳ καὶ τοῖς σὺν αὐτῷ· τί καὶ ὑμεῖς λέγετε; εἴ τι ἐστὶν ἀνὰ μέσον ὑμῶν, διορθώσασθε. ὁ δὲ ἔφη· λεγέτωσαν [αὐτοί]. ἔφησαν δὲ ὅτι οὐ λέγουσι τὸν Χριστὸν τέλειον γεγονέναι ἄνθρωπον. ὁ δὲ εὐθὺς ἀπεκρίθη ὅτι ναί, ὁμολογοῦμεν τὸν Χριστὸν τέλειον ἄνθρωπον εἰληφέναι. ἦν δὲ τοῦτο θαυμαστὸν τοῖς ἀκούσασι καὶ χαρᾶς ἔμπλεον. εἰδότες [δὲ] ἡμεῖς τὴν διάνοιαν τῶν [διὰ] προφάσεων τὸν νοῦν τῶν ἰδίων ἀδελφῶν σφετεριζόντων τὸ ἀκριβὲς ἐνεμείναμεν ἐρωτῶντες ὅτι φύσει σάρκα ὁμολογεῖς τὸν Χριστὸν εἰληφέναι; ὁ δὲ συνετίθετο ὅτι ναί.
PG 42:673ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου ἄνευ σπέρματος ἀνδρὸς καὶ διὰ πνεύματος ἁγίου; ὁ δὲ καὶ τοῦτο ὡμολόγει. φύσει ἐκ τῆς παρθένου ἐλθὼν τὴν σάρκα ἀνείληφεν ὁ θεὸς λόγος, ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ μετὰ βάρους συνετίθετο. ἤδη δὲ ἐν χαρᾷ καθιστάμεθα, ἐπειδὴ παρά τινων πρὸς ἡμᾶς εἰς Κύπρον ἐλθόντων ἠκούσαμεν τῶν προειρημένων παίδων ὅτι οὐδ’ ὅλως ἡ σὰρξ ἀπὸ Μαρίας ὡμολογεῖτο. ὅτε δὲ αὐτὸς ὁ εὐλαβέστατος ἀνὴρ ἐκ Μαρίας τὴν σάρκα ἀνειληφέναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὡμολόγησε, πάλιν παρ’ ἡμῶν ἠρωτᾶτο εἰ καὶ ψυχὴν εἴληφεν. ὁ δὲ καὶ εἰς τοῦτο ὁμοίως μετὰ βάρους συνετίθετο, ὡς οὐ χρὴ λέγειν ἄλλως, ἀλλὰ κατὰ πάντα ἀληθεύειν. χρὴ γὰρ τὸν περὶ ἀληθείας ἀνθρώποις γράφοντα τὸν πάντα νοῦν δοῦναι, πρὸ ὀφθαλμῶν μὲν τὸν φόβον τοῦ θεοῦ ἔχειν, καὶ μηδὲν παραπεποιημένον εἰς τὴν τῆς γραφῆς ἐπαγγελίαν συντάττειν. 23. Ὡμολόγει οὖν ὁ Βιτάλιος καὶ ψυχὴν τὴν ἀνθρωπίνην εἰληφέναι· οὗτος γὰρ ἦν ὁ εἰπὼν ὅτι ναί, τέλειος ἄνθρωπος ἦν ὁ Χριστός. εἶτα μετὰ τὸ ἐρωτῆσαι ἡμᾶς περὶ ψυχῆς καὶ σαρκὸς τότε ἠρωτήσαμεν· νοῦν ἔλαβεν ἐλθὼν ὁ Χριστός; ὁ δὲ εὐθὺς ἠρνήσατο λέγων, οὐχί. εἶτα ἡμεῖς πρὸς αὐτόν·
πῶς οὖν λέγεις τέλειον γεγονέναι ἄνθρωπον; ὁ δὲ τὸν λογισμὸν τὸν ἴδιον ἀπεκάλυπτε τῆς διανοίας, ὅτι τέλειον ἄνθρωπον λέγομεν εἶναι, εἰ τὴν θεότητα ποιήσομεν ἀντὶ τοῦ νοῦ καὶ τὴν σάρκα καὶ τὴν ψυχήν, ὡς εἶναι τέλειον ἄνθρωπον ἐκ σαρκὸς καὶ ψυχῆς καὶ θεότητος ἀντὶ τοῦ νοῦ. τῆς οὖν φιλονεικίας γνωσθείσης καὶ πολλὰ ἡμῶν περὶ τούτου διαλεχθέντων καὶ ἀπὸ γραφῆς συστησάντων, ὅτι χρὴ ὁμολογεῖν τὰ πάντα τελείως εἰληφότα τὸν θεὸν λόγον, τελείως τε οἰκονομηκέναι ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ [τὴν ἐνανθρώπησιν] καὶ ἐν τελειότητι [ἔχειν] ταύτην καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν συνηνωκέναι καὶ ἐνδόξως πνευματικὴν αὐτὴν ὅλην καὶ οὐκ ἄλλην σὺν τῇ ἰδίᾳ θεότητι ἐν ἑαυτῷ ἡνωμένην ἔχειν, τὴν ὅλην τελείωσιν μίαν θεότητα ἀποτετελεκέναι καὶ καθέζεσθαι ἐν οὐρανῷ ἐν δεξιᾷ τοῦ πατρός, ἐπὶ θρόνου δόξης τῆς αὐτοῦ ἀϊδίου κυριότητός τε καὶ βασιλείας, λοιπὸν ἀνέστημεν μὴ πεπεικότες ἀμφότερα τὰ μέρη διὰ τὴν προκειμένην φιλονεικίαν. νενόηται δὲ ἡμῖν ἀπὸ τούτου ὅτι οὐχ ἕνεκεν τοῦ νοῦ αὐτοῖς ὁ λόγος, ἀλλὰ ἐπὶ τοῦ νοῦ ἕτερόν ἐστι τὸ φρόνημα. ποτὲ γὰρ οὐχ ὡμολόγουν οὔτε ψυχὴν αὐτὸν εἰληφέναι.
PG 42:675ἡμῶν δὲ ἀνθυποφερόντων καὶ λεγόντων, τί γάρ ἐστιν ὁ νοῦς; ὑπόστασιν τοῦτον νομίζετε εἶναι ἐν τῷ ἀνθρώπῳ; οὐκοῦν πολλοστός ἐστιν ὁ ἄνθρωπος; εἶτα παρά τισιν ἐνομίζετο εἶναι τὸ πνεῦμα τὸ ἀεὶ ἐν τῇ θείᾳ γραφῇ ἐν τῷ ἀνθρώπῳ ᾀδόμενον. ὅτε δὲ ἐδείξαμεν ὡς οὐχ ὁ νοῦς ἐστι τὸ πνεῦμα, τοῦ ἀποστόλου σαφῶς λέγοντος «ψαλῶ τῷ νοί̈, ψαλῶ τῷ πνεύματι», ἐντεῦθεν πολλοὶ μὲν ἦσαν οἱ λόγοι, οὐκ ἠδυνήθημεν δὲ αὐτοὺς πεῖσαι φιλονεικοῦντας. 24. Εἶτα πάλιν τισὶν ἡμῶν λεγόντων, τί γάρ; ὑπόστασιν τὸν νοῦν εἶναι λέγετε; τινῶν δὲ αὐτὸν λεγόντων μὴ εἶναι ὑπόστασιν, ἀπὸ τοῦ ἡμᾶς πεπεικέναι αὐτοὺς ὅτι οὐ χρὴ νομίζειν αὐτὸν οὔτε τὸ καλούμενον ἀνθρώπου πνεῦμα, διὰ τὸ εἰπεῖν «ψαλῶ τῷ νοί̈, ψαλῶ καὶ τῷ πνεύματι», μὴ ἐχόντων αὐτῶν πρὸς τοῦτό τι λέγειν, ἐλέγομεν· οὐκοῦν εἰ οὐκ ἔστιν ὑπόστασις ὁ νοῦς, ἀλλὰ κίνησις τῆς ἡμῶν πάσης ὑποστάσεως, νοῦν δὲ λέγετε τὸν Χριστὸν κατὰ τοῦτο τὸ μέρος, ἆρα οὖν φαντάζεσθε ἀνυπόστατον εἶναι τὸν Χριστὸν καὶ μόνον ἕως λόγου καὶ δοκήσεως τὴν ἐνδημίαν τῆς ἐνσάρκου παρουσίας αὐτὸν πεποιηκότα. ὡσαύτως οὐκ εἶχον ἀποδοῦναι λόγον.
καὶ πολλὴ ἡμῖν γέγονε τότε λυπηρὰ ἡ τῆς ζωῆς κατάστασις, ὅτι ἐν τοῖς προειρημένοις ἀδελφοῖς καὶ ἐπαινετοῖς ἐβλήθησαν ἁπλῶς φιλονεικίαι, ἵνα διαστάσεις ἐν ἡμῖν πάντοτε ὁ προειρημένος τῶν ἀνθρώπων πολέμιος διάβολος ἐξεργάσηται. πολλὴ δέ ἐστι τῆς τοιαύτης αἰτίας, ἀδελφοί, ἡ κατ’ ἔννοιαν βλάβη. εἰ μὲν γὰρ ἐξ ἀρχῆς περὶ τούτου οὐκ ἐκινήθη λόγος, ἁπλούστατον ἦν. τί γὰρ τοῦτο τὸν κόσμον ὤνησε τὸ καινοτόμημα ἢ τὴν ἐκκλησίαν ὠφέλησεν ἢ οὐχὶ μᾶλλον ἔβλαψε, μῖσος καὶ στάσιν ἐργασάμενον; ἐπειδὴ δὲ ὁ λόγος προεβλήθη, φοβερὸς γέγονεν. οὐ γὰρ εἰς τὸ κρεῖσσον τῆς ἡμῶν σωτηρίας· ἄρνησις γάρ ἐστιν οὐ μόνον ἐν τούτῳ τῷ μέρει τῷ μὴ ὁμολογοῦντι, ἀλλὰ καὶ ἐν βραχυτάτῳ τινί. οὐ χρὴ γὰρ οὐδὲ κἂν ἐν τῷ τυχόντι παρεξέρχεσθαι τῆς ὁδοῦ τῆς ἀληθείας. λέξωμεν τοίνυν καὶ κατὰ ταύτης τῆς ὑποθέσεως, βουλόμενοι μὴ ἔξω τῆς ἑαυτῶν ζωῆς βαίνειν μηδὲ τὸν κανόνα καταλιμπάνειν τῆς ἁγίας θεοῦ ἐκκλησίας καὶ ὁμολογίας.
οὐδενὶ γὰρ πώποτε τῶν παλαιῶν τοῦτο εἴρηται, οὔτε προφήτῃ οὔτε ἀποστόλῳ οὔτε εὐαγγελιστῇ, οὐ τινὶ τῶν ἐξηγητῶν ἕως τούτων τῶν ἡμετέρων χρόνων, ἐξ οὗ καιροῦ ἀπὸ τοῦ προειρημένου λογιωτάτου ἀνδρὸς τὸ τοιοῦτον σοφιστικὸν προῆλθε ῥῆμα. παιδείᾳ γὰρ οὐ τῇ τυχούσῃ ὁ ἀνὴρ ἐξήσκηται, ἀπὸ τῆς τῶν λόγων προπαιδεύσεώς τε καὶ Ἑλληνικῆς διδασκαλίας ὁρμώμενος, πᾶσάν τε διαλεκτικὴν καὶ σοφιστικὴν πεπαιδευμένος, ἀλλὰ καὶ τὸν ἄλλον βίον σεμνότατος, καὶ τῶν πρὸς ὀρθοδόξους ἀεὶ ἐν ἀγάπῃ ἐν πρώτῳ ἀριθμῷ ταττόμενος ἕως τούτου τοῦ λόγου διέμεινεν. ἀλλὰ καὶ ἐξορίαν ὑπέμεινε, διὰ τὸ μὴ [βούλεσθαι] τοῖς Ἀρειανοῖς συγκατιέναι. καὶ τί με δεῖ λέγειν; πολλὴ ἡμῶν ἡ λύπη καὶ πένθος ἡ ζωή, ὅτι λυπεῖν εἴωθεν ὁ διάβολος ἡμᾶς ἀεί, ὡς ἤδη πολλάκις εἶπον. 25. Ἄρξομαι τοίνυν περὶ τούτου τοῦ ῥητοῦ λέγειν, ἵνα μηδέν τι, ὡς ἔφην, τῆς ἀληθείας παραλείψω. τί ἡμᾶς ὠφέλησε τὸ παρεκβάλλειν τὸν νοῦν ἀπὸ τῆς ἐνσάρκου παρουσίας Χριστοῦ;
PG 42:677εἰ γὰρ ὅλως τοῦ βοηθῆσαι, ἵν’ οὕτως εἴπω, τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ καὶ θεῷ λόγῳ καὶ υἱῷ θεοῦ ὁ ὑμέτερος λογισμὸς προήχθη, ἵνα μὴ εἴπωμεν αὐτὸν εἰληφέναι νοῦν, ὅπως μὴ νοήσωμεν ἐλάττωσιν περὶ τὴν αὐτοῦ θεότητα, πολλῷ μᾶλλον προτιμότεροι ἡμῶν τυγχάνουσι Μανιχαῖοι καὶ Μαρκιωνισταὶ καὶ ἄλλαι αἱρέσεις, μὴ σάρκα αὐτῷ προσάπτειν βουλόμενοι, ἵνα μὴ ἐλάττωσιν τῇ θεότητι αὐτοῦ περιποιήσωνται. ἀλλ’ οὐ κατὰ τὴν τῶν ἀνθρώπων βούλησιν ἡ ἀλήθεια ἔχει τὴν δύναμιν, ἀλλὰ κατὰ τὴν αὐτῆς διακυβερνητικὴν σοφίαν καὶ οἰκονομικὴν ἀκαταληψίαν. τοίνυν ἡμῶν οὕτως ὁμολογούντων καὶ μὴ κατὰ τὸν Μανιχαῖον ἐχόντων [οὐ χάριν γὰρ ἐκεῖνος δώσει, δοκῶν εἰς ἔπαινον Χριστοῦ σάρκα λέγειν αὐτὸν μὴ εἰληφέναι, ἀλλὰ μᾶλλον τῆς ἀληθείας [ἐκ]πεσεῖται, δοκήσει ὁμολογῶν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν], οὕτω καὶ ἐν τῷ παρόντι τοῖς ἡμετέροις ἀδελφοῖς ἔσται ἡ χυδαιολογία ματαία χάρις τυγχάνουσα.
ὡμολόγηται γὰρ παρ’ αὐτοῖς τε καὶ παρ’ ἡμῖν ἐὰν μὴ θέλωσιν ἑτέρως φρονεῖν, καθώς τινες πολλάκις ἀπ’ αὐτῶν ὄντες ἑάλωσαν πιεζόμενοι, διὰ τοῦτο καὶ ἀρνούμενοι σάρκα ἀληθινὴν τὸν Χριστὸν εἰληφέναι, ὡς ἄνω μοι εἴρηται, ὅτι τινὲς ἐτόλμησαν λέγειν ὁμοούσιον εἶναι τὴν σάρκα τῇ αὐτοῦ θεότητι. ἀλλ’ ἐκεῖνοι μὲν παρεκβαλλέσθωσαν ὡς [μὴ] μεταγνόντες καὶ ἐλεγχθέντες ἐπὶ τῷ τοιούτῳ ἀτοπήματι παρὰ τοῖς περὶ σαρκὸς ἐν αὐτοῖς καλῶς φρονοῦσι. πάντως γάρ που ὁ αὐτὸς εὐλαβέστατος Ἀπολινάριος οὐκ ἀρνήσεται. 26. Εἰ τοίνυν σάρκα εἴληφεν ἐλθὼν ὁ λόγος καὶ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου, ἐγκυμονηθεὶς δὲ ἐν ἀληθείᾳ καὶ ἀναπλασάμενος ἑαυτῷ [τὴν σάρκα], ὡς θεὸς καὶ πλάστης ὢν τοῦ πρωτοπλάστου ἀνθρώπου καὶ πάντων, ἄρα γε οὐκ ἠλαττώθη ἐλθὼν ὁ λόγος, ἀλλ’ ἔμεινεν ἐν τῇ ἰδίᾳ ἀτρέπτῳ φύσει. οὐ γὰρ λαβὼν τὴν σάρκα τροπὴν ὑπέστη, ὡς ὁμοούσιος θεῷ πατρὶ καὶ οὐκ ἀλλότριος παρὰ τὸν πατέρα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. εἰ τοίνυν ὡμολόγηται σαφῶς σάρκα αὐτὸν εἰληφέναι καὶ ἡδρύνθαι, ἄρα οὐκ ἐκτὸς ψυχῆς τυγχάνει.
PG 42:679πᾶν γὰρ τὸ ἁδρυνόμενον πλὴν τῶν ἀκινήτων ἐκ ψυχῆς καὶ σώματος συνέστηκε, κατὰ τὸ εἰρημένον «ὁ δὲ Ἰησοῦς προέκοπτεν ἐν σοφίᾳ καὶ ἡλικίᾳ», ἵνα δείξῃ διὰ τῆς ἡλικίας τὴν σάρκα· ἡλικία δὲ ἀπὸ τῆς ψυχῆς, ὡς ἔφην, καὶ σώματος τελειοῦται. μετὰ δὲ τὸ εἰπεῖν «προέκοπτεν ἡλικίᾳ» ἀκολούθως φησί «καὶ σοφίᾳ». ὁ ὢν δὲ σοφία πατρὸς πῶς προέκοπτεν ἐν σοφίᾳ, εἰ ἀλλότριον ἦν τὸ σκεῦος νοῦ ἀνθρωπίνου; καὶ εἰ ἄνευ νοὸς ἐτύγχανε, πῶς σοφίᾳ ἐν ψυχῇ καὶ σώματι προέκοπτε; καὶ ὁρᾷς πόση τίς ἐστι βεβιασμένη διάνοια τῶν τὸν νοῦν παρεκβαλλόντων; ἀλλά, φησίν, οὐ λέγω ὅτι νοῦν εἴληφεν ἀνθρώπινον, ἐπεὶ ποιήσομεν αὐτὸν ἐπιθυμοῦντα, ἐρεθιζόμενον· ἐπειδὴ γὰρ ἐν ἡμῖν ἐπιθυμητὴς ὁ νοῦς τυγχάνει. καὶ ἁπλῶς πολλὴ τῶν ἀνθρώπων ἐρεσχελία, ὡς εἴρηκεν «ἐποίησεν ὁ θεὸς ἁπλοῦν σὺν τὸν ἄνθρωπον, αὐτοὶ δὲ ἐποίησαν ἑαυτοῖς λογισμοὺς πολλούς». εἰ γὰρ ὅλως ὁμολογούντων ἡμῶν νοῦν εἰληφέναι τὸν ἀνθρώπινον νοήσομεν εἰς ἑαυτὸν τῆς ἡμετέρας ἐλαττώσεως τὰ μέρη, πολλῷ μᾶλλον ὁμολογούντων ἡμῶν σάρκα αὐτὸν εἰληφέναι δώσομεν κατὰ τὸ μέρος τοῦτο κατὰ τὸν αὐτὸν λόγον, ὅτι ἐν σαρκὶ ἠλάττωται· ὅπερ μὴ γένοιτο.
ὡς οὖν [οὐκ] ἐν τῇ σαρκὶ ἠλαττώθη, καίπερ ἀληθινὴν σάρκα ἔχων, ἐλθὼν ὁ λόγος, οὐδὲ ἐν τῷ νῷ τὰ μὴ πρέποντα τῇ αὐτοῦ θεότητι διανενόηται, ἀλλ’ ὅσα ἦν εὔλογα σαρκὶ καὶ ψυχῇ καὶ νῷ ἀνθρωπίνῳ, ταῦτα ἐπετέλει ἐλθὼν ὁ κύριος, ἵνα μὴ ταράξῃ τῆς ἀληθινῆς ἐνσάρκου παρουσίας τὴν ἀκολουθίαν. εὔλογον γὰρ ἦν πεῖνα καὶ δίψα καὶ κάματος καὶ ὕπνος, ὁδοιπορία τε καὶ λύπη, κλαυθμὸς καὶ ἐμβρίμησις. ταῦτα δὲ ἀκολούθως ἐν αὐτῷ τελεσθέντα εὔλογα τῆς ἐνσάρκου ἀληθινῆς παρουσίας [τὴν ἀλήθειαν] ὑπέφηνεν. 27. Οὐ γὰρ γέγραπται ὅτι ἐπεθύμησεν ἐπιθυμίαν φαύλην. ἀγαθὴν δὲ ἐπιθυμίαν ἐπεθύμησε φήσας «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν». ἐπιθυμία δὲ ἐκ θεότητος οὐ γίνεται, οὐδὲ ἐκ σαρκὸς μονωτάτης οὐδὲ ἐκ ψυχῆς ἀνοήτου, ἀλλὰ ἐκ τελείας ἐνανθρωπήσεως σώματος καὶ [ψυχῆς καὶ] [τοῦ] νοῦ καὶ παντὸς οὗτινος τοῦ ἐν ἀνθρώπῳ τυγχάνοντος. ἔσχε γὰρ ταῦτα ἐλθὼν ὁ λόγος, σῶμα καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας, χωρὶς ἐλαττώματος, κατὰ τὸ εἰρημένον «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας». εἰ δὲ [κα]τὰ πάντα πεπείραται, τὰ πάντα ἔσχεν ἐλθὼν ὁ λόγος.
πάντα δὲ ἔχων ἀήττητος ἐν αὑτῷ ἦν, ἄχραντά τε διετήρησε, τέλειος ὢν θεός, ἐκ σαρκὸς γεγεννημένος καὶ τελείως τὰ πάντα πληρώσας, ὡς πληρωτὴς ὢν ὅλου τοῦ σκεύους, μὴ μερισθεὶς τῇ τῆς σαρκὸς ἀναρμόστῳ ἐπιτηδεύσει, μὴ παρελκυσθεὶς τῷ τοῦ νοῦ ἀλλοίῳ ἐν ἡμῖν φρονήματι. οὐ γὰρ ὁ νοῦς ἡμῶν εἰς τὸ ἁμαρτάνειν ἡμῖν γεγένηται, ἀλλὰ διὰ τὸ σκοπεῖν τῶν ἐν ἡμῖν ἀναθεωρουμένων κατ’ ἀμφοῖν πραγμάτων τὰ τέλεια καὶ τὴν ἐργασίαν τῆς δικαιοσύνης καὶ ἐναντιότητος. «νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται» καὶ «ὀφθαλμὸς κατανοεῖ καὶ νοῦς ὁρᾷ». ὅρασις τοίνυν καὶ γεῦσις καὶ διάκρισις ὁ νοῦς ἐν ἡμῖν ὑπάρχει, ἐκ θεοῦ ἡμῖν κεχαρισμένος, οὔπω δὲ συγκαταθετικὸς τῶν ἀεὶ γινομένων, ἐὰν μὴ θέλῃ ὁ ἄνθρωπος. ἡ δὲ σὰρξ ἀεὶ ἐν πάσῃ γραφῇ ἀποκηρύττεται διὰ τὴν ἐν αὐτῇ γινομένην ἐπιθυμίαν, οὐ πάντως δὲ αὐτὴν τὴν σάρκα ἀποκηρύττει, ἀλλὰ τὰ ἐξ αὐτῆς γινόμενα ἀπεκήρυξεν ὁ λόγος, ὡς ἔφη ὁ ἀπόστολος «οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν», διὰ τὰ ἐκ τῆς σαρκὸς ἐπιφυόμενα.
PG 42:681ἵνα δὲ ἀποκρούσηται τῶν αἱρέσεων τὴν διάνοιαν, μή πως νομίσωσι τὴν σάρκα ἀπὸ τῆς τῶν νεκρῶν ἀναστάσεως ἀπηλπίσθαι, λέγει «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν», ἵνα μὴ παρεκβάλλων τὰ ἔργα τῆς σαρκός, ἃ σάρκα εἴωθεν ἡ γραφὴ καλεῖν, νομισθείη τὴν ἐλπίδα τῆς ἀναστάσεως τῆς σαρκὸς παρεκβάλλειν. τὰ γὰρ ἔργα τὰ ἐν αὐτῇ γινόμενα φαῦλα σαφῶς ἀπεκήρυξεν, αὐτὴν δὲ τὴν σάρκα ἅγιον ναὸν ἐπέδειξεν ἐν τῷ ἁγιάσαντι αὐτοῦ τὴν σάρκα, κατὰ τὸ γεγραμμένον ὅτι «θρησκεία δὲ καθαρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου», καὶ ἐν ἄλλῳ «μακάριοι οἱ ἁγνὴν τὴν σάρκα τηρήσαντες». πολλάκις δὲ κατ’ αὐτῆς λέγουσα ἡ γραφὴ ἐδίδαξεν ἡμᾶς τὰς ἐπιθυμίας καὶ ἡδονὰς ἐξ αὐτῆς βλαστάνειν, κατὰ δὲ τοῦ νοῦ οὐδὲν ἐξηγεῖται ἡ γραφή, ἀλλὰ «ψαλῶ τῷ νοί̈, ψαλῶ τῷ πνεύματι» καὶ «ἐὰν ψαλῶ πάλιν τῷ πνεύματι, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι». καὶ ὁρᾷς ὅτι ἐν αὐτῷ καρπὸς ἐν τῷ νῷ· κἄν τε μὴ ᾖ καρπός, οὐ πάντως τὸν νοῦν κατέλεξεν ἐν ἁμαρτίαις, ἀλλὰ δι’ αὐτοῦ μᾶλλον τὸν καρπὸν ἀπεφήνατο. 28.
Τί δὲ τοῦτο πρὸς τὴν τοῦ κυρίου ἡμῶν δύναμιν τῆς θεότητος ἐνσκήψει; τί δὲ ἠμαύρωσε τὴν αὐτοῦ δύναμιν; τῆς ἁγίας γυναικὸς γαστήρ; μήτρα παρθένου; τοκετῶν πόροι; ἀγκάλαι Συμεῶνος; Ἄννης ὑποδοχή; Μαρίας βασταγμός; τῆς πόρνης ἁφαί; τρίχες γυναικὸς ποδῶν ἁπτόμεναι; ἀλλὰ τὰ δάκρυα; ἀλλὰ μνήματος αἱ θέσεις; σινδὼν γὰρ εἰλήσας τὸ σῶμα αὐτοῦ οὐ περιεγένετο ἐκείνου τοῦ ἀκραιφνοῦς καὶ τῆς αὐτοῦ μεγίστης δυνάμεως. καὶ γὰρ ἔτι ἐν κοιλίᾳ τυγχάνων Ἰωάννης ἐσκίρτα, χαίρων ἐπὶ τῇ τοῦ δεσπότου αὐτοῦ πρὸς αὐτὸν εἰσόδῳ διὰ τῆς ἐγκυμονήσεως τῆς ἁγίας παρθένου. γεννηθεὶς δὲ καὶ ἐν φάτνῃ κείμενος οὐ λέληθεν ἀγγέλων χορόν. παρεμβολαὶ δὲ ἐπὶ τῇ τοῦ βασιλέως τοῦ αἰῶνος εἰσόδῳ δορυφορεῖν ἀπεστέλλοντο, ὕμνοι ἐπινίκιοι ἐτελοῦντο, εἰρήνη ἐν τοῖς ποιμέσιν ἐκηρύττετο. ἀλλὰ τί ἠμαύρωσε τὴν αὐτοῦ δύναμιν; ἔτι γὰρ ὄντος αὐτοῦ βρέφους καὶ βασταζομένου ἀστέρος μὲν γίνεται σημεῖα ἀπὸ ἀνατολῶν, μάγων παρουσία, προσκύνησίς τε καὶ δωροφορία, γραμματέων ζήτησις βασιλεῖ, ἡ περὶ αὐτοῦ ἀπόκρισις καὶ ὁμολογία. τὰ δὲ ἄλλα πάντα, ὅσα περιέχει ἡ ἀκολουθία, τί ἐνέσκηψε τῇ αὐτοῦ θεότητι;
PG 42:683ποῖον ἐπικάλυμμα ἔσχεν, ὡς ἐν ἡμῖν, ἡ σαρκὸς κατοχή; ἐπιτιμᾷ μὲν κλύδωνι καὶ τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ οὐκ ἐπέχεται ἀπὸ τῆς σαρκὸς ἡ τῆς αὐτοῦ θεότητος δύναμις, ἐπιτελοῦσα τὸ κατὰ φύσιν τῆς θεότητος. ἀλλὰ καὶ ὄγκου καὶ βάρους τῆς σαρκὸς ὑπαρχούσης οὐ βάρει συνέχεται. περιπατεῖ γὰρ ὡς [ἐπὶ ξηρᾷ] ἐπὶ τοῖς ὕδασιν, ὡς ἄτρεπτος θεός, ἐν σαρκὶ μὲν ὑπάρχων, οὐκ ἀπὸ σαρκὸς δὲ ἀλλοιούμενος. καὶ καλεῖ [μεγάλῃ] φωνῇ «Λάζαρε, δεῦρο ἔξω», οὐκ ἀντίθετον ἔχων τὴν σάρκα, οὐδὲ τῆς θεότητος ἐν σαρκὶ τῇ τελείᾳ ἐνανθρωπήσει δεδουλωμένης. 29. Καὶ πολλά μοί ἐστι [περὶ τού]του λέγειν· ἀλλὰ καὶ ἐκ νεκρῶν ἀνίσταται καὶ ἀναμοχλεύει τὰ καθ’ Ἅιδου καὶ ἑλὼν ἀνήνεγκε τὴν αἰχμαλωσίαν καὶ ἀναστὰς τὸ τριήμερον ἐν αὐτῇ τῇ ἁγίᾳ σαρκὶ καὶ ψυχῇ τῇ ἁγίᾳ καὶ νῷ καὶ παντὶ τῷ σκεύει καὶ ἐν τῇ θεότητι ἡνωμένος τέλειος γέγονεν ἄνθρωπος, συνενώσας τὴν ἐνανθρώπησιν ἑαυτοῦ τῇ θεότητι, «θανάτου αὐτοῦ μηκέτι κυριεύοντος».
τῇ δὲ θεότητι συνηνωμένος τὸ παχυμερὲς λεπτομερὲς ἐτελείου, «εἰσερχόμενος θυρῶν κεκλεισμένων», καὶ μετὰ τὴν εἴσοδον δεικνὺς «σάρκα καὶ ὀστέα», ἵνα τὸ σωτήριον τῆς δυνάμεως ὑποφάνῃ, ἵνα τὴν ἡμῶν ἐλπίδα ὑποδείξῃ ὅτι τὰ πάντα ἐτελείωσεν ἐλθὼν ὁ λόγος καὶ ἐν αὐτῷ τῷ σώματι ἀναληφθεὶς ἐνδόξως ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός, οὐκ ἀπὸ τοῦ ὄγκου πιεζόμενος, οὐκ ἐκτὸς τοῦ σώματος ὑπάρχων, τὸ δὲ σῶμα πνευματικὸν ἐγείρας. εἰ τὸ ἡμέτερον «σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», πόσῳ γε μᾶλλον τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ; διὸ πεπλήρωται «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, οὐδὲ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην». ἀλλὰ ταῦτά μοι πάντα περὶ τῆς τελείας αὐτοῦ ἐνανθρωπήσεως εἴρηται, ἵνα μή τινες νομίσωσι διὰ τὸ σάρκα αὐτὸν ἀνειληφέναι τελείαν μὴ ἄρα καὶ τὰ τῆς σαρκὸς ἄλογα ἔπραξεν. οὐδεὶς γὰρ τῶν εὐσεβῶς πιστευόντων εἰς αὐτὸν τοῦτο νοεῖ ἢ λέγει. εἰ δὲ οὐδεὶς νοεῖ περὶ αὐτοῦ τὰ τῆς σαρκὸς ἄλογα πεπραχέναι, οὔτε τὰ τοῦ νοῦ ἄλογα αὐτὸν πεποιηκέναι νοήσειεν. καὶ ὅτι μὲν τελείως ἐνηνθρώπησεν ἐλθὼν ὁ λόγος, τοῦτο δῆλον.
καὶ ἐὰν εἴπωμεν τελείως, οὐ δύο Χριστοὺς ἔχομεν, οὐ δύο βασιλέας υἱοὺς θεοῦ, ἀλλὰ τὸν αὐτὸν θεὸν τὸν αὐτὸν ἄνθρωπον, οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσαντα, ἀλλ’ αὐτὸν ὅλον ἐνανθρωπήσαντα, οὐκ ἄνθρωπον ὄντα ἐλθόντα εἰς προκοπὴν θεότητος, ἀλλὰ θεὸν ἀπ’ οὐρανῶν ἐλθόντα καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἰδίαν ἐνανθρώπησιν κατὰ τὴν αὐτοῦ δυνατὴν θεότητα, ὡς λέγει ὅτι «ὁ λόγος σὰρξ ἐγένετο». τὸ δὲ λόγος σὰρξ ἐγένετο, ἵνα μή τινες νομίσωσιν ὅτι πρῶτον ἄνθρωπος ἦν καὶ ἦλθε Χριστὸς εἰς ἄνθρωπον, διὰ τοῦτο λόγον πρῶτον ἔταξε τὸ θεῖον εὐαγγέλιον, εἶτα τὴν σάρκα ὡμολόγησεν ὅτι «ὁ λόγος σὰρξ ἐγένετο». οὐ γὰρ εἶπεν, ἡ σὰρξ λόγος ἐγένετο, ἵνα δείξῃ πρῶτον λόγον ἀπ’ οὐρανῶν ἐλθόντα, εἰς ἑαυτὸν δὲ ὑποστήσαντα τὴν σάρκα ἀπὸ τῆς μήτρας τῆς ἁγίας παρθένου καὶ πᾶσαν τὴν ἐνανθρώπησιν τελείως εἰς ἑαυτὸν ἀναπλασάμενον. κἄν τε γὰρ εἴπῃ, «ὁ λόγος σὰρξ ἐγένετο», οὐχ ὅτι ἐτράπη ὁ λόγος εἰς σάρκα καὶ γέγονεν ὁ λόγος σὰρξ ἢ ἡ θεότης μετεβλήθη εἰς σάρκα, ἀλλὰ σὺν τῇ θεότητι ἔλαβε τὴν ἰδίαν αὐτοῦ ἐνανθρώπησιν ἐλθὼν ὁ θεὸς λόγος. 30. Καὶ «προέκοπτε», φησίν, «ἐν ἡλικίᾳ Ἰησοῦς καὶ σοφίᾳ».
PG 42:685ὁ δὲ νοῦν μὴ ἔχων ἀνθρώπινον πῶς προέκοπτε; καθὼς ἤδη μοι εἴρηται· ὡς καὶ μαρτυρεῖ τούτῳ τῷ λόγῳ ὁ ἅγιος τοῦ θεοῦ προφήτης Ἠσαί̈ας φήσας «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ’ ᾧ εὐδόκησα». καὶ ὁρᾷς ὅτι τὸ συνήσει ἐπὶ τελείαν ἐνανθρώπησιν φέρεται; οὐ δύναται γάρ τις συνιέναι νοῦν μὴ ἔχων, οὔτε ἐπὶ τῇ θεότητι τοῦτο πληροῦται. οὐκ ἐπιδεὴς γὰρ συνέσεως ἡ οὖσα αὐτοσύνεσις, οὐδὲ ἐπιδέεται σοφίας ἡ οὖσα αὐτοσοφία, ἀλλὰ τὸ συνήσει ἐπὶ τῷ νῷ τῷ ἀνθρωπίνῳ λαμβάνεται. πόθεν δὲ ἐπείνα, λέγε μοι. εἰ μὲν γὰρ σὰρξ μόνον ἦν, πῶς ἠδύνατο μνησθῆναι πείνης; καὶ εἰ ἐκ ψυχῆς καὶ σώματος ἦν μόνης, ψυχῆς μὴ ἐχούσης τὸ λογικὸν τοῦ νοῦ, τὸν λογισμὸν τῆς ἐνανθρωπήσεως [οὐ τὸν φαῦλον λέγω, ἀλλὰ τὸν ἐπὶ τῇ εὐλόγῳ χρείᾳ τεταγμένον, συμπρεπόντως τῇ θεότητι], πῶς ἠδύνατο πεινάσαι ἢ διανοηθῆναι πεῖναν; πόθεν δὲ λελύπηται, λέγε μοι, ψυχῆς μὴ ἐχούσης νοῦν καὶ τὸ λογίζεσθαι; ἀλόγου [γὰρ] ψυχῆς οὔσης ἢ σαρκὸς ἀψύχου οὔσης οὔτε ὑπὸ λύπην ὑπέπιπτεν οὔτε εἰς ἀθυμίαν.
PG 42:687καὶ πολλά ἐστιν ἃ χρὴ ἡμᾶς διανοουμένους εἰδέναι, ὅτι τὰ σοφιστικὰ περιττὰ τυγχάνει καὶ πλήττει μᾶλλον τοὺς ὑπὲρ τὸ δέον βουλομένους διανοεῖσθαι καὶ μὴ μετρεῖν ἑαυτοὺς ἐν τῷ μέτρῳ τῷ ἡμῖν κατὰ παραίνεσιν εἰρημένῳ ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου τοῦ φήσαντος «μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν». 31. Φέρουσι δὲ ἡμῖν καὶ λέξεις τινὰς ὅτι, φησίν, «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». καί φασιν, ὁρᾷς ὅτι τοῦ Χριστοῦ ὁ νοῦς ἕτερος παρὰ τὸν ἡμέτερον; καὶ ὢ πολλὴ ἡ τῶν ἀνθρώπων ἀφελότης, ὅτι εἰς ὃ ἑκάτερος βούλεται κλίνει καὶ ἐν ᾧ δοκεῖ σοφίζεσθαι μᾶλλον ἰδιώτης εὑρίσκεται. ἡμῶν γὰρ ὄντων «ἰδιωτῶν τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει», κατὰ τὸ εἰρημένον, βραχέων δὲ σφόδρα ὄντων, θαυμαζόντων τε τῶν τοιούτων ἀνθρώπων καὶ ἀπὸ λόγων ὁρμωμένων τὸν νοῦν, ἀπορίας ἡμῖν κατάστασις περὶ τὴν διάνοιαν συμβαίνει, ὅτι τὸ ῥητὸν τοῦτο εἰς παράστασιν τῆς τοιαύτης αὐτῶν ἁπλῶς ἀργῆς φιλονεικίας λαμβάνουσιν, ὅλως τοῦ πράγματος μὴ ἔχοντος ἔμφασιν ἐπικοινωνοῦσαν τῇ τοιαύτῃ σχέσει. «ἡμεῖς», γάρ φησι, «νοῦν Χριστοῦ ἔχομεν». τί δὲ ἄρα εἴη ὁ Χριστὸς παρ’ αὐτοῖς ἐρωτητέον, ἢ ὁ νοῦς Χριστοῦ τί ἄρα εἴη.
ἐνταῦθα δὲ ὑποφαίνουσιν ἕτερον τὸν Χριστὸν εἶναι νενοηκότες καὶ ἑτέραν τὴν αὐτοῦ θεότητα. εἰ γὰρ ἀντὶ τοῦ νοῦ τὸν Χριστὸν ὑπολαμβάνουσι, Χριστὸν δὲ τὴν ἔνσαρκον μόνην Χριστοῦ παρουσίαν ὀνομάζουσιν, ἄρα πάλιν εἰς ἑτέραν ζήτησιν ἡμᾶς ἄγειν πειρῶνται. καὶ ὅτι μὲν οὖν [οὐκ] ἀπὸ τῆς ἐνσάρκου παρουσίας θεὸς λόγος καὶ υἱὸς τοῦ θεοῦ ἑρμηνεύεται δῆλον. εἰ [δὲ] καὶ προῆγον περὶ αὐτοῦ μαρτυρίαι τὸν Χριστὸν αὐτὸν καλοῦσαι καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας, ἐν τῇ παρουσίᾳ πεπλήρωνται, μήτε τῆς θεότητος ἐκτὸς Χριστοῦ ὑπαρχούσης ὀνόματος μήτε τῆς ἐνσάρκου παρουσίας καὶ [τῆς] αὐτοῦ ἐνανθρωπήσεως ἄνευ τῆς τοιαύτης ὀνομασίας ὀνομαζομένης, ὡς κατὰ τὸ εἰρημένον «μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἀναγαγεῖν ἐκ νεκρῶν», καὶ πάλιν ὁ αὐτὸς λέγει «ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»·
τὸ δὲ ἀπέστειλας ἄνωθεν [τυγχάνει] ἔχον τὴν θεωρίαν, ἀλλ’ οὐκ ἐκτὸς ὂν τῶν ὑπὸ Πέτρου εἰρημένων ὅτι «Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς τέρασι καὶ σημείοις, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ» καὶ τὰ τούτοις ὅμοια. 32. Εἶτα δὲ πάλιν οἱ γλυκύτατοι ἡμῶν ἀδελφοί, βουλόμενοι κατὰ πάντα φιλονείκους ἡμῖν εἰσφέρειν διανοίας, καὶ τὴν αὐτοῦ θεότητα πεπονθυῖαν οὐκ ἀτολμήτως κηρύττουσιν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν». τινὲς δὲ τῶν αὐτοῦ παίδων μὴ νοοῦντες τοῦτο, ὡς οἶμαι, μετὰ τῶν ἄλλων προβαλλόμενοι βούλονται ἐπισοφίζεσθαι. θαυμάζω γὰρ εἰ αὐτὸς οὕτως φάσκει. οὐ θαυμαστὸν γὰρ ἐὰν εἴπῃ ἡ θεία γραφὴ τὸν κύριον τῆς δόξης ἐσταυρῶσθαι. καὶ γὰρ καὶ κύριον δόξης ὁμολογοῦμεν καὶ αὐτὴν τὴν ἔνσαρκον παρουσίαν· οὐ γὰρ διῄρηται ἀπὸ τῆς θεότητος ἡ ἔνσαρκος παρουσία, τῆς ἑκάστης ὑποθέσεως εὐλόγως νοουμένης καὶ ἐπὶ τὸ αὐτὸ τῆς πάσης πραγματείας εἰς μίαν οἰκονομίαν καὶ μίαν τελειότητα ἡμῖν συνηνωμένης.
PG 42:689παθητὸς γὰρ ἡμῖν κηρύττεται Χριστὸς καὶ πιστεύεται, οὐ καθ’ ἑαυτὸν παθών, οὐδὲ ὅτι ἄλλος ἐστὶν ὁ πεπονθὼς καὶ ἄλλος ὁ κύριος, οὐδὲ ὅτι ἡ θεότης πέπονθεν, ἀλλὰ πέπονθε μὲν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τῆς θεότητος ἀτρέπτου μενούσης τε καὶ ἀπαθοῦς, πασχούσης δὲ ἐν τῇ σαρκὶ καὶ ἀπαθοῦς μενούσης. εἰ γὰρ ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν καὶ ὄντως ἀπέθανεν, οὐχ ἡ θεότης ἀπέθανεν, ἀλλὰ ἀπέθανεν ἐν σαρκί, κατὰ τὸ εἰρημένον «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ τῷ πνεύματι», καὶ πάλιν «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί». θαυμαστῶς ἡμῖν ὡμολόγηται πεπονθὼς ἐν ἀληθείᾳ καὶ ἀπαθὴς ἐν ἀληθείᾳ, τῆς θεότητος μὴ παθούσης διὰ τὸ ἄτρεπτον καὶ ἀπαθὲς καὶ ὁμοούσιον τῷ πατρί, παθούσης δὲ τῆς σαρκὸς καὶ οὐ μερισθείσης τῆς θεότητος ἀπὸ τῆς ἐνσάρκου παρουσίας ἐν τῷ πάθει. συνῆν γὰρ καὶ ἡ θεότης καὶ ἡ ἐνανθρώπησις, ὅτε ἐπὶ τῷ σταυρῷ ἔπασχε μὲν Χριστὸς σαρκί, ἀπαθὴς δὲ ἔμεινε θεότητι, ἵνα τὴν δικαίωσιν μηκέτι ἐν σαρκὶ μόνον ἔχωμεν, ἀλλὰ ἐν τῇ θεότητι, καὶ ἵνα ἐν τῇ θεότητι καὶ ἐν τῇ σαρκὶ κατ’ ἀμφοῖν ἡμῖν σωτηρία γένηται.
οὐ γὰρ ψιλὸς ἡμῖν ἄνθρωπος ὁ Χριστός, ἀλλὰ λόγος ἐνυπόστατος ἔνσαρκος [γενόμενος] καὶ θεὸς ἄνθρωπος γεγονὼς ἐν ἀληθείᾳ, ἡμῶν μὴ ἐχόντων τὴν ἐλπίδα ἐπ’ ἄνθρωπον, ἀλλ’ ἐν τῇ θεότητι, καὶ ἡμῶν μὴ ἐχόντων θεὸν πάσχοντα, ἀλλ’ ἀπαθῆ, ἐκτὸς δὲ πάθους τὴν σωτηρίαν ἡμῶν μὴ πεποιηκότα, ἀλλ’ ἐν τῷ ὑπὲρ ἡμῶν ἀποθανεῖν καὶ ἑαυτὸν προσενέγκαι τῷ πατρὶ θυσίαν ὑπὲρ τῶν ἡμετέρων ψυχῶν, «ἐν τῷ αἵματι αὐτοῦ καθαρίσας» ἡμᾶς, «σχίσας τὸ καθ’ ἡμῶν χειρόγραφον καὶ προσηλώσας αὐτὸ τῷ σταυρῷ», καθὼς πάντη ἡ γραφὴ διδάσκει ἡμᾶς. 33. Καὶ ἔσται μοι περὶ τούτων, εἰ χρεία γένοιτο, εἰς παράστασιν εἰπεῖν πολλά.
καὶ γὰρ ἐν ἄλλοις εἰρήκαμεν, τὴν θεωρίαν ταύτην σαφηνίζοντες περὶ τῆς ἡμῶν βεβαίας σωτηρίας, ὅτι ὡς, ἂν ἐκ ῥαντισμοῦ αἵματος τυγχάνῃ βαφὴ ἐν ἱματίῳ, τὸ μὲν σῶμα οὐκ ἔβαψε τοῦ φοροῦντος, ἡ δὲ βαφὴ τοῦ ἱματίου οὐκ εἰς τὸ ἱμάτιον λελόγισται, ἀλλ’ εἰς τὸν ἄνθρωπον τὸν φοροῦντα, οὕτω καὶ τὸ πάθος τῇ θεότητι μὲν οὐκ ἐνέσκηψεν, ἀλλ’ ἐν τῇ ἐνανθρωπήσει ἐγένετο, οὐκ ἐλογίσθη δὲ τῇ ἐνανθρωπήσει μόνῃ, [ἀλλ’] ἵνα μὴ πληρωθῇ ἐν τῇ οἰκονομίᾳ τῆς σωτηρίας τὸ «ἐπικατάρατος πᾶς ὃς ἔχει τὴν ἐλπίδα ἐπ’ ἄνθρωπον», ἀλλ’ ἐλογίσθη καὶ εἰς τὴν θεότητα, τῆς θεότητος μὴ πασχούσης, ἵνα ἐν τῇ θεότητι λογισθῇ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ τοῦ πάθους ἡ σωτηρία. ἀλλὰ πάλιν μὴ λεξίθηρ ὤν τις ἑαυτὸν θελήσῃ μᾶλλον συλλογίσασθαι ἤπερ τὸ αἴνιγμα τοῦ ὁμοιώματος. οὐ γὰρ πᾶσα παραβολὴ ἐν τῇ γραφῇ ὅλη λαμβάνεται, ὡς τὸ «σκύμνος λέοντος Ἰούδα», διὰ τὸ ἰσχυρότερον τοῦ ζῴου καὶ βασιλικώτατον, ἀλλ’ οὐχὶ διὰ τὸ ἄλογον καὶ ἁρπακτικόν.

Against the AntidicomarianitesAdversus Antidicomarianitas

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 42:691οὕτω καὶ ἐπὶ τοῦ ἱματίου, οὐκ ἐνδυομένου καὶ ἐκδυομένου, ἀλλ’ ἅπαξ κατὰ τὸ εἰρημένον «εὐπρέπειαν ἐνεδύσατο», τὸ δὲ δεύτερον «ἐνεδύσατο δύναμιν καὶ διεζώσατο», πληρουμένης ἐπὶ τούτῳ τοῦ ἁγιωτάτου ἀποστόλου τῆς φωνῆς, τὸ «οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». Τοίνυν τούτων οὕτως ἐχόντων βούλονται οἱ ἀδελφοὶ ἡμῶν εἰς παράστασιν ἡμῖν φέρειν τὸ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». κατὰ δὲ τὸν λόγον αὐτῶν τὸν ἐπὶ τῇ θεωρίᾳ ταύτῃ φραζόμενον εἰς ὑπόνοιαν ἡμᾶς φέρουσι, μὴ τάχα νενοήκασιν ὡς τοῦ νοῦ ἑτέρου ὄντος τοῦ Χριστοῦ. εἰ δὲ οὐ λογίζονται ἐκτὸς εἶναι τὴν θεότητα τῆς ἐνανθρωπήσεως, ἀλλὰ μίαν εἶναι τὴν οἰκονομίαν, τί ἄρα ἔσται περισσότερον νοῦς Χριστοῦ ὁ λεγόμενος; μὴ ἄρα καθ’ ἑαυτὸν ὁ θεὸς λόγος ἐστί, μὴ ἔχων νοῦν ἀνθρώπινον, ὥς φασιν, ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, νοῦν δὲ ἕτερον ἔχει Χριστὸς παρὰ τὴν αὐτοῦ ὑπόστασιν τῆς θεότητος; ἢ καταχρηστικῶς εἴωθε πᾶν ῥῆμα ὑπέρογκον λέγεσθαι ἡμῖν εἰς παράστασιν τῶν ἐν ἡμῖν πληρουμένων; 34.
Καὶ γὰρ τῷ μὲν ὄντι πᾶς θεοσεβὴς οὐ κατὰ τὸν νοῦν τὸν ἀνθρώπινον πολιτεύεται, ἀλλὰ κατὰ τὸν τοῦ Χριστοῦ, τὸν ὑπὸ Χριστοῦ πληρούμενον τῇ συνέσει, τὸν κατὰ τὸν Χριστὸν λογιζόμενον ἐν δικαιοσύνῃ, τὸν ἐν Χριστῷ πεπολιτευμένον τῇ ὁμολογίᾳ, τὸν διὰ Χριστὸν σῳζόμενον ἐν τῇ δικαιοπραγίᾳ. οὗτος γάρ ἐστιν ὁ νοῦς Χριστοῦ, ὁ ἐν ἡμῖν δυνάμενος εἶναι καὶ ἐν τόπῳ περιεκτικῷ τὸν Χριστὸν μὴ κατέχειν. πάντη γάρ ἐστιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ [τὸ] ἅγιον πνεῦμα, καὶ ἐν ἡμῖν ὑπάρχει πνευματικῶς, ἐὰν αὐτοῦ ἄξιοι γενώμεθα, οὔ τινος τόπου περικλείοντος αὐτὸν καὶ τὸν αὐτοῦ πατέρα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τῇ δὲ δυνάμει τῆς αὐτοῦ θεότητος ἐν ἅπασι τυγχάνων ἐστὶ καὶ ἀμιγὴς πάντων ἐστὶ διὰ τὴν αὐτοῦ ἀσυγκοινώνητόν τε καὶ ἀσύγκριτον οὐσίαν καὶ ἀκραιφνῆ καὶ ἀκατάληπτον θεότητα. ὅταν δὲ εἴπῃ ὁ ἀπόστολος «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», ἆρά γε τί λογισώμεθα; εἶχε τὸν ἴδιον ἀνθρώπινον [νοῦν] ἢ τοῦ Χριστοῦ ἐμφορούμενος νοῦν τὸν μὲν ἴδιον ἀπεβάλλετο, νοῦν δὲ Χριστοῦ εἶχεν ἀντὶ τοῦ ἰδίου; οὐ πάντως.
συνομολογήσειε γὰρ ἕκαστος τῶν ἀκουόντων ὅτι τὸν μὲν ἴδιον εἶχε, τοῦ τε Χριστοῦ ἐνεφορεῖτο, τοῦ κοσμήσαντος αὐτὸν κατὰ τὴν θεοσέβειαν καὶ γνῶσιν καὶ θεοῦ πολιτείαν ἐπουράνιον. εἰ τοίνυν τὸν ἴδιον ἔχων νοῦν Χριστοῦ ἐνεφορεῖτο νοῦν, ἄρα γε καὶ Χριστὸς αὐτὸς ὁ λόγος νοῦς ἦν, εἴ γε οὕτως δεῖ λέγειν, ἐπειδή τισι τοῦτο ἔδοξε νοῦν καλεῖν θεόν. ἐγὼ δὲ τὸν νοῦν τὸν ἡμέτερον οὐχ ὑπόστασιν ἡγοῦμαι, οὐδέ τις τῶν υἱῶν τῆς ἐκκλησίας, ἀλλ’ ἐνέργειάν τινα ἐκ θεοῦ ἐν ἡμῖν δεδομένην καὶ οὖσαν. τὸν δὲ Χριστὸν ὑπόστασιν λέγω, ὡς καὶ πάντες πιστοὶ ὁμολογοῦσι, καὶ θεὸν ὁμολογῶ καὶ ὄντα κύριον, ἐκ πατρὸς γεγεννημένον, τέλειον ἐκ τελείου καὶ φῶς ἐκ φωτὸς καὶ θεὸν ἐκ θεοῦ. ἀλλ’ ὅμως κατὰ τὸν αὐτὸν λόγον ὁ ὢν ἐν ἑαυτῷ νοῦς, ὥσπερ ὁ ἅγιος ἀπόστολος διδάσκει περὶ αὐτοῦ ὅτι «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», εἶχεν αὐτὸς καὶ οἱ ὑπ’ αὐτοῦ μαρτυρούμενοι τὸν ἴδιον ἑαυτῶν νοῦν καὶ πάλιν ἐνεφοροῦντο τοῦ Χριστοῦ νοῦ, οὕτως δυναμένης τῆς χάριτος αὐτοῦ ἐν ἑαυτοῖς τελειοῦσθαι. 35.
PG 42:693Ἄρα οὖν οὐδὲν διοίσει ἀπὸ τοῦ κατάντικρυς ὁμοιώματος [τὸ] καὶ ἐπὶ Χριστοῦ τοῦτο λαμβάνειν, ὅτι Χριστὸς ὢν ἐν ἑαυτῷ νοῦς, εἰ καὶ μετεῖχε νοῦ ἀνθρωπίνου, ὡς καὶ σαρκὸς μετέσχε καὶ αἵματος καὶ ψυχὴν εἶχε τὴν ἀνθρωπείαν, οὐ πάντως ἀπὸ τοῦ νοὸς ᾐχμαλωτεύετο. εἰ γὰρ ὁ κατὰ φύσιν ἴδιον νοῦν κεκτημένος ἀπόστολος τὸν ἀνθρώπινον καὶ τὸν ἐκ συμμετοχῆς δωρεᾶς καὶ χαρίσματος καὶ χάριτος, οὐκέτι κατὰ τὸν νοῦν τὸν ἴδιον ἐπολιτεύετο, ἀλλ’ ὑπερβαινούσῃ τινὶ φύσεως ἀγωγῇ τῷ Χριστοῦ νῷ κατεκοσμεῖτο, πόσῳ γε μᾶλλον ὁ θεὸς λόγος ἐν ἑαυτῷ ἔχων τὴν πᾶσαν τελειότητα, αὐτοτέλειος ὤν, αὐτόθεος ὤν, αὐτοδύναμις, αὐτόνους, αὐτόφως, καὶ τοῦ νοῦ καὶ παντὸς τοῦ σώματος πληρωτὴς ἐγένετο, μᾶλλον δὲ τελειωτής, καὶ ἐν ἅπασι διὰ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἡμῖν τὸ σωτήριον ἐξειργάσατο; παρενεκτέον τοίνυν τὸν τοιοῦτον λόγον, μὴ ἔχοντα ἔμφασιν περὶ τῆς τοιαύτης ὑποθέσεως, καὶ παρενεκτέον τὸ μὴ ὁμολογεῖν πάντα τέλεια ἐν Χριστῷ, ἄνευ ἁμαρτίας. πάντα γὰρ ἀληθινῶς ἐποίησεν ἐλθὼν ὁ λόγος, τὰ προγεγραμμένα περὶ αὐτοῦ τελειῶν κατὰ τὸ γεγραμμένον «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει» καὶ τὰ ἑξῆς·
ἐν ἀληθείᾳ ἐγκυμονηθεὶς καὶ οὐκ ἐν δοκήσει, συλλαμβανόμενος ἐν γαστρὶ ἐν ἀληθείᾳ, ἐνδημῶν σαρκὶ ἐν ἀληθείᾳ, σάρκα ἔχων καὶ ψυχὴν ἐν ἀληθείᾳ καὶ νοῦν ἐν ἀληθείᾳ, καὶ πάντα εἴ τί ἐστιν ἄνθρωπος ἐν ἀληθείᾳ χωρὶς ἁμαρτίας, καὶ γεγεννημένος ἐκ παρθενικῆς μήτρας καὶ ἁγίας παρθένου ἐν ἀληθείᾳ, οὐκ ἐκ σπέρματος ἀνδρός, ἐν ἀληθείᾳ δὲ σάρκα ἔχων καὶ ψυχὴν καὶ νοῦν, ὡς ἔφην, καὶ διὰ τῶν τοκετικῶν πόρων ἐν ἀληθείᾳ εὑρισκόμενος καὶ ἐν φάτνῃ ἐν ἀληθείᾳ σπαργανούμενος, ὑπὸ Μαρίας βασταζόμενος καὶ ἐν Αἰγύπτῳ κατερχόμενος καὶ ἀπ’ Αἰγύπτου μεταφερόμενος καὶ εἰς Ναζαρὲτ ἀναστρεφόμενος, καὶ ἐν Ἰορδάνῃ παραγενόμενος καὶ ὑπὸ Ἰωάννου βαπτιζόμενος, καὶ ὑπὸ διαβόλου πειραζόμενος, καὶ μαθητὰς ἐκλεγόμενος ἐν ἀληθείᾳ, καὶ βασιλείαν οὐρανῶν κηρύξας ὡς τὰ πάντα ἐν ἀληθείᾳ εὑρίσκεται, ὑπό τε Ἰούδα παραδιδόμενος, καὶ ὑπὸ Ἰουδαίων συλλαμβανόμενος, Ποντίῳ Πιλάτῳ προσφερόμενος καὶ ὑπ’ αὐτοῦ θανάτῳ κατακρινόμενος, σταυρῷ παραδιδόμενος, «διψῶ» λέγων «δότε μοι πιεῖν», ἐν ἀληθείᾳ λαμβάνων ὄξος μετὰ χολῆς, γευόμενος καὶ μηκέτι ποτὸν προσιέμενος, σταυρῷ προσπηγνύμενος ἐν ἀληθείᾳ κράζων «ἠλί ἠλί, λημᾶ σαβαχθανί», ἐν ἀληθείᾳ κλίνων τὴν κεφαλὴν καὶ ἐκπνέων, ἐν ἀληθείᾳ τὸ σῶμα καθαιρούμενον καὶ λαμβανόμενον, ἐν ἀληθείᾳ [καὶ] ἑλισσόμενον ὑπὸ τοῦ Ἰωσὴφ καὶ ἐν μνήματι τιθέμερον, ἐν ἀληθείᾳ λίθῳ ἠσφαλισμένον·
PG 42:695κατερχόμενος ἐν θεότητι σὺν ψυχῇ εἰς Ἅιδου καὶ λύων πεπεδημένους ἐν ἀνδρείᾳ καὶ ἐν δυνάμει, ἀνερχόμενος θεὸς λόγος σὺν ψυχῇ τῇ ἁγίᾳ, μεθ’ ἧς ἐρρύσατο αἰχμαλωσίας, τὸ τριήμερον ἐν ἀληθείᾳ, ἐγειρόμενος σὺν σώματι καὶ ψυχῇ καὶ παντὶ τῷ ὀργάνῳ ἐν ἀληθείᾳ, εὑρισκόμενος μετὰ τῶν μαθητῶν τὴν τεσσαρακονθήμερον, εὐλογῶν τε αὐτοὺς ἐν τῷ ὄρει τῶν ἐλαιῶν ἐν ἀληθείᾳ, ἀνερχόμενος εἰς οὐρανὸν ἐν ἀληθείᾳ, τῶν μαθητῶν αὐτὸν θεωρούντων ἕως τῶν νεφελῶν ἀναλαμβανόμενον ἐν ἀληθείᾳ, καθεσθέντα καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς ἐν ἀληθείᾳ, ἐν αὐτῷ τῷ σώματι καὶ τῇ θεότητι, ἐν αὐτῇ τῇ τελείᾳ ἐνανθρωπήσει, ᾗ συνήνωσε τὰ ὅλα εἰς ἓν καὶ μίαν πνευματικὴν τελείωσιν, θεὸς ὢν ἐν δόξῃ καθεζόμενος, κρῖναι ζῶντας καὶ νεκροὺς ἐρχόμενος ἐν ἀληθείᾳ. καὶ οὐδέν ἐστι παρηλλαγμένον, ἀλλὰ πάντα τέλεια τελείως ἐν αὐτῷ ἐν τελειότητι εἰργασμένα. 36. Καλῶς δὲ ἔχειν περὶ τούτων νομίσαντες ἕως τούτου περὶ τούτων εἰρῆσθαι ἐδικαιώσαμεν. περὶ δὲ ὧν ἐνηχήθημεν πάλιν περιττολογιῶν [ἀπὸ] τῶν τὰ τοιαῦτα λεγόντων ἀναγκαῖον καὶ αὐτὰ ὑποδεῖξαι. οὐ πάνυ δὲ πεπιστεύκαμεν ὅτι οὕτως παρ’ αὐτοῖς ᾄδεται·
ὅμως τὰ ἐνηχηθέντα οὐ σιωπήσομεν. Τινὲς γὰρ καὶ ἐτόλμησαν λέγειν ὅτι πάλιν τινὲς ἐξ αὐτῶν λέγουσι περὶ Μαρίας, μετὰ τὸ γεγεννηκέναι τὸν Χριστὸν ἐπισυνῆφθαι ἀνδρὶ τῷ Ἰωσήφ. θαυμάζω δὲ εἰ καὶ αὐτοὶ τοῦτο λέγουσιν. εἰσὶ δὲ οἱ τοῦτο λέγοντες, οὓς καὶ αὐτοὺς ἐν τοῖς σχίσμασιν ἠριθμήσαμεν, αἰτηθέντες καὶ γράψαντες ἐπιστολὴν ἐν τῇ Ἀραβίᾳ πρός τινας κατὰ τῶν τοῦτο λεγόντων. πολλὰ δὲ ἐκεῖσε περὶ τούτου εἰρήκαμεν ἐν τῇ κατ’ αὐτοὺς ὑποθέσει. καθεξῆς δὲ ἐν θεῷ καὶ αὐτὴν ἰδιάζουσαν καθυποτάξω. Ἄλλοι δὲ ἔφασαν τὸν γέροντα εἰρηκέναι ὅτι ἐν τῇ πρώτῃ ἀναστάσει χιλιονταετηρίδα τινὰ ἐπιτελοῦμεν, τοῖς αὐτοῖς ἐμπολιτευόμενοι ὁποίοις καὶ νῦν, ὡς καὶ νόμον καὶ ἄλλα φυλάττοντες καὶ πάντα τῆς χρήσεως τῆς ἐν τῷ κόσμῳ, γάμου τε καὶ περιτομῆς καὶ τῶν ἄλλων μετέχοντες· ὅπερ οὐ πάνυ περὶ αὐτοῦ πεπιστεύκαμεν. ὡς δέ τινες διεβεβαιώσαντο, τοῦτο ἔφησαν αὐτὸν εἰρηκέναι. Καὶ ὅτι μὲν γέγραπται περὶ τῆς χιλιονταετηρίδος ταύτης [ὅτι] ἐν τῇ Ἀποκαλύψει Ἰωάννου καὶ ὅτι παρὰ πλείστοις ἐστὶν ἡ βίβλος πεπιστευμένη καὶ παρὰ τοῖς θεοσεβέσι, δῆλον.
PG 42:697τὴν δὲ βίβλον ἀναγινώσκοντες οἱ πλεῖστοι καὶ εὐλαβεῖς, περὶ τῶν πνευματικῶν εἰδότες καὶ [τὰ] ἐν αὐτῇ πνευματικῶς ἔχοντα [πνευματικῶς] λαμβάνοντες ἀληθῆ μὲν ὄντα, ἐν βαθύτητι δὲ σαφηνιζόμενα πεπιστεύκασιν. οὐ μόνον γὰρ τοῦτο ἐκεῖ βαθέως εἴρηται, ἀλλὰ καὶ ἄλλα πολλά. 37. Ἐν δὲ τῷ παρόντι καιρῷ διὰ τὴν συντομίαν μόνον ἐν ὑπομνήσει γεγένημαι τῷ λόγῳ, ὅπως γνῶσιν οἱ θεοσεβεῖς ὅτι παντὶ βουλομένῳ ὑπερβαίνειν τοὺς ὅρους τῆς ἁγίας θεοῦ ἐκκλησίας καὶ παραδόσεως τῆς προφητικῆς καὶ ἀποστολικῆς πίστεώς τε καὶ διδασκαλίας τὴν ἐλπίδα, ἀπὸ τῆς μιᾶς ὑποθέσεως τοῦ μικροῦ καὶ βραχέος λόγου κατὰ τὸ ἀκαριαῖον καὶ τυχὸν ἐν παρεκβάσει γινομένου [τοῦ] φρονήματος, εἰς πολλὰς λοιπὸν κενοφωνίας καὶ σφαλερὰς ὑπονοίας ὁ λογισμὸς καὶ εἰς ἀναρμόστους καὶ ξένας ζητήσεις καὶ «ἀπεράντους γενεαλογίας», κατὰ τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα, τραπήσεται. εἶναι γὰρ τοῦτο εὔηθες πολὺ καὶ μηδὲ χρείαν ἔχον ἑρμηνείας παντὶ σαφές ἐστι τῷ σύνεσιν κεκτημένῳ· ὅτι οὐδὲ ἐπιδέεται ζητήσεως ἡ τοιαύτη σοφία καὶ ὑπόθεσις τοῦ λόγου. εἰ γὰρ ἐγειρόμεθα πάλιν περιτέμνεσθαι, τίνι τῷ λόγῳ οὐ προειλήφαμεν τὸ περιτέμνεσθαι;
ἄρα οὖν κατὰ τοῦτο ἀναγκαιότερον ἡμῶν [πράττοντες] τυγχάνουσιν οἱ ἀπεντεῦθεν τὸ τέλειον ἐπιγνόντες καὶ προειληφότες τελειοῦσθαι ἐν τῇ τότε μελλούσῃ τελειότητι. ποῦ οὖν τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει» καὶ «οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε», καὶ ποῦ τὸ παρὰ τῷ κυρίῳ εἰρημένον «ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλὰ ἰσάγγελοί εἰσι»; τὸ δὲ «καθήσεσθε ἐπὶ τῆς τραπέζης [τῆς βασιλείας] τοῦ πατρός μου ἐσθίοντες καὶ πίνοντες» καὶ «ὅταν αὐτὸ πίω καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» μετὰ προσθήκης τοῦ καινόν καὶ τοῦ «ἐπὶ τῆς τραπέζης τῆς βασιλείας» ἕτερον τὸν νοῦν σημαίνει. καὶ γὰρ καὶ αὐτοί φαμεν μεμαθηκότες ἀπὸ τῶν θείων λόγων μετάληψίν τινα πόματος καὶ βρώματος ἀμβροσίου· περὶ ὧν εἴρηται ὅτι «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». 38.
Ἀλλά φησιν ὅτι πρῶτον μὲν ἐν τῇ χιλιονταετηρίδι τῶν φυσικῶν μεταλαμβάνομεν ἡδέων ἄνευ καμάτου καὶ λύπης, μετὰ δὲ τὴν χιλιονταετηρίδα, τότε μεταλαμβάνομεν ὧν εἴρηται κατὰ τὸ εἰρημένον «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν». ἀντίθετος δέ ἐστιν ὁ λόγος πρὸς τὴν πᾶσαν τῆς γραφῆς θεωρίαν.
εἰ γὰρ «ὁ νόμος οὐδένα ἐτελείωσε», νόμον δὲ μετὰ ἀνάστασιν φυλάττειν προσταττόμεθα, καὶ εἰ ὁ «ἅγιος νόμος» ὁ διὰ Μωυσέως ὑπὸ κυρίου δοθεὶς «παιδαγωγὸς εἰς Χριστὸν ἡμῖν γέγονεν» ὡς ὑποδεέστερος τῶν τελειουμένων, τῷ μείζονι καὶ τελειοτάτῳ προςάγειν πεπιστευμένος, Χριστοῦ δὲ τοῦ τελείου ἐλθόντος καὶ δεσπότου καὶ παρειληφότος ἐκ χειρὸς τοῦ παιδαγωγήσαντος τῶν εἰσαγομένων τουτέστι τῶν πιστῶν τὴν ἁγίαν παρθένον καὶ ἐκκλησίαν καὶ ἡμῶν ἐπιγνόντων διὰ μὲν νόμου τοῦ παιδαγωγοῦ τὸν μείζονα καὶ «τελειωτὴν Ἰησοῦν» [καταργεῖται], πῶς οὐχὶ μᾶλλον βραχείας ἐννοίας καὶ εὐηθείας σημεῖον δειχθήσεται ὁ λόγος τῶν τὰ τοιαῦτα λεγόντων ὅτι μετὰ τὴν τοῦ Χριστοῦ τελείωσιν πάλιν παιδαγωγοῦ χρεία, ὅπως ἐπιστρέψωμεν ἐπὶ τὴν «ἀρχὴν τῶν στοιχείων» καὶ διδαχῆς καὶ «ἐπιθέσεως χειρῶν», κατὰ τὸ γεγραμμένον, σαφῶς ἡμῖν τοῦ ἀποστόλου λέγοντος ὅτι «πᾶν τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ γίνεται», ὡς περὶ παλαιᾶς διαθήκης καὶ νομοθεσίας [σημαίνων]. «μετατιθεμένης», γάρ φησι, «τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται».
PG 42:699εἰ δὲ μετετέθη ἡ παλαιὰ καὶ ἀνεκαινίσθη ἡ νέα, τίς ἡμῖν πάλιν τολμηρῶς παρεισάγοι παλαιὰν εἰς χρῆσιν, τὴν καινὴν εἰς παλαίωσιν μετατιθέμενος, «τῆς μὲν χάριτος ἀποπεσεῖν» παρασκευάζων καὶ ἀπὸ τῆς ὠφελείας Χριστοῦ ἡμᾶς ἐκτρέπειν πειρώμενος; Συντόμως δὲ ταῦτα τῷ λόγῳ διελόντες καὶ τοῦτο ἱκανὸν λογισάμενοι διὰ τὸ πλάτος τῆς συντάξεως, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί, θεὸν βοηθὸν συνήθως ἐπικαλούμενοι εἰς τὴν τῶν λοιπῶν ὑπόθεσίν τε καὶ ὑπόδειξιν καὶ τούτων ἀνατροπήν. Κατὰ Ἀντιδικομαριαμιτῶν νη, τῆς δὲ ἀκολουθίας οη. 1. Ἀπὸ ταύτης τῆς παρά τισι Διμοιριτῶν κεκλημένης ἢ χωρὶς νοῦ ἐνσάρκου Χριστοῦ παρουσίας ὀνομαζομένης, ἐφύη τινὰ ἕτερα πράγματα, μάλιστα ἐν τῇ Ἀραβίᾳ, ἀνηνέχθη δὲ τῇ ἡμῶν ταπεινότητι περὶ τούτων ὑπό τινων εὐλαβῶν. καὶ πρῶτον μὲν ἐπιστολὴν περὶ τῆς ὑποθέσεως ταύτης γεγραφήκαμεν. ὅμως δὲ διὰ τὴν ἀκολουθίαν τοῦ ἀριθμοῦ καὶ ἐνταῦθα αὐτὴν διόλου τὴν ἐπιστολὴν [παραθέμενοι] μετὰ καὶ τῶν εὐλόγως ταύτῃ προστεθειμένων ἢ ἀπὸ αὐτῆς ἐξαιρουμένων εἰς τὴν αἵρεσιν ἐροῦμεν.
Ἀντιδικομαριαμιτῶν γάρ τινες, ὥσπερ ἐχθρίαν πρὸς τὴν παρθένον ἔχοντες καὶ βουλόμενοι κατευτελίζειν ἐκείνης τὸ κλέος, φθόνῳ τινὶ ἀρθέντες ἢ σφάλματι καὶ χρᾶναι βουλόμενοι διανοίας ἀνθρώπων, ἐτόλμησαν λέγειν τὴν ἁγίαν Μαρίαν μετὰ τὴν τοῦ Χριστοῦ γέννησιν ἀνδρὶ συνῆφθαι, φημὶ δὲ αὐτῷ τῷ Ἰωσήφ. φασὶ δέ, ὡς ἄνω μοι εἴρηται, ὅτι ἀπ’ αὐτοῦ τοῦ πρεσβύτου Ἀπολιναρίου ἐξήχηται ὁ λόγος ἢ ἀπό τινων τῶν αὐτῷ μεμαθητευμένων· καὶ ἀμφιβάλλω περὶ δὲ τῶν ταῦτα λεγόντων ἀνάγκην ἔχω λέγειν. ἵνα δὲ μὴ εἰς δεύτερον κάματον ἑαυτὸν περιβάλλοιμι, καθεξῆς ἣν προεῖπον γραφεῖσαν ἐπιστολὴν εἰς τὴν Ἀράβων χώραν ὑποτάξω. καὶ ἔστιν ἥδε· 2. Κυρίοις μου τιμιωτάτοις καὶ ποθεινοτάτοις τέκνοις καὶ ἀδελφοῖς γνησίοις καὶ ὁμοπίστοις ὀρθοδόξοις ἀπὸ ἱερέως ἄχρι λαϊκοῦ καὶ κατηχουμένοις τοῖς κατὰ τὴν Ἀραβίαν, Ἐπιφάνιος ἐλάχιστος ἐπισκόπων ἐν κυρίῳ χαίρειν. Θαυμάζειν ἔστιν ἐν τῷ παρόντι καιρῷ καὶ μὴ θαυμάζειν· θαυμάζειν μέν, ὅτι ἐπὶ τῇ ἡμετέρᾳ γενεᾷ πάντα πληροῦται, καὶ μὴ θαυμάζειν· δεῖ γὰρ πληροῦσθαι.
PG 42:701ὁσημέραι γὰρ κατὰ πρό[ς]θεσιν νῦν γίνεται ἡμῖν ἐκ λογισμῶν ἀνθρωπίνων καὶ διανοημάτων σοφιστικὴ ὑπόνοια καὶ ἐπὶ τὸ χεῖρον προκόπτουσα, καταλιμπάνουσά τε τὴν ἀποστολικὴν διδασκαλίαν, καθὼς ὁ ἁγιώτατος ἀπόστολος προεῖπεν ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμονίων» καὶ τὰ ἑξῆς. εἴ τι γὰρ ἔνι ἀνερευνᾶν καὶ ἐπινοεῖν ὁδοὺς πονηράς, ταῦτα μᾶλλον σπουδάζουσιν οἱ ἄνθρωποι ἤπερ πληροῦντες τὴν ἐντολὴν τὴν λέγουσαν καλὰ καὶ εὐπρόσδεκτα ζητεῖν καὶ [τὸ] «ὁ λόγος ἅλατι ᾖ ἠρτυμένος, ὅπως δῷ χάριν τοῖς ἀκούουσι». καὶ εἰ ταῦτα διανοηθείημεν, ὅτι πόθεν συμβαίνει καθ’ ἑκάστην ἡμέραν ἀνακαινίζεσθαι ἡμῖν τὰ φαῦλα, ἐσόμεθα καὶ αὐτοὶ ὡς ἀπαίδευτοι καὶ μὴ προσέχοντες τοῖς θείοις καὶ προρρητικοῖς λόγοις. δεῖ γὰρ ταῦτα πληροῦσθαι. ἐν ἅπασι γὰρ μέρεσι τῆς πίστεως δεῖ τελει[οῦ]σθαι τὸ εἰρημένον «ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» ποῦ γὰρ ἔφθασεν «ἡ διάνοια τῶν ἀνθρώπων ἐγκειμένη ἐπὶ τὸ πονηρὸν ἐκ νεότητος»; ποῖα μέρη τῆς πίστεως οὐκ ἀπώλεσεν;
ἐν ποίοις δὲ λόγοις ἡ κακοβουλία τὸ χρήσιμον οὐκ ἐτάραξε τῶν τε πρεπωδεστάτων καὶ ἐν καταστάσει [ὄντων] λογικῆς φύσεως, ἧς τὸ πρέπον ἦν τὰ σεμνὰ μᾶλλον διανοεῖσθαι καὶ τούτοις προστιθέναι βιάζεσθαι [εἰ καὶ ἔδει παρὰ φύσιν], καὶ μὴ μᾶλλον τὰ ἀληθινὰ εἰς τὰ ἄσεμνα παρατρέπειν βιαζομένους ἐπὶ τὸ χεῖρον; 3. Λοιπὸν γάρ, ἐπειδὴ πάντα ἡμῶν πεπλήρωται τῇ γενεᾷ, τά τε βλάσφημα καὶ τὰ ἐκτὸς ἁγίου πνεύματος, ἐφ’ ἕτερα πάλιν καινὰ τρέπονται. οἱ μὲν γὰρ τὸν πατέρα βλασφημοῦσι, τὸν τῶν ὅλων θεὸν καὶ δημιουργόν, οἱ ἀμφὶ τὴν γνῶσιν λεγόμενοι, οἱ δ’ αὖ πάλιν Μαρκίωνες καὶ Ἀρχοντικοὶ καλούμενοι καὶ τούτοις οἱ συνεπόμενοι Μανιχαῖοι, οἱ τὴν ὀνομασίαν δικαιότατα εἰληφότες ἐκ δικαίας τινὸς οἰκονομίας θεοῦ, τὸ μανιῶδες [κεκτημένοι] ὄνομα· οὗτοι πάντες μετὰ πλειόνων αἱρέσεων, Καϊανῶν φημι Σηθιανῶν Μελχισεδεκιανῶν Κολορβασίων Κερδωνιανῶν καὶ τῶν ἄλλων, βλασφημεῖν εἰς τὸν τῶν ὅλων πατέρα [τολμῶσι] ἐν τῷ τοῦτον ἀρνεῖσθαι εἶναι [τὸν] θεὸν τὸν ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσαντα, δικαίως τε προσκυνούμενον ὑπὸ πάντων κτισμάτων ὡς κτίστην καὶ δημιουργόν·
PG 42:703οὗτοι μετὰ τοῦ σεβάσματος ἀναιρεῖν πειρῶνται καὶ τὴν δεσποτείαν, τὸν μὲν ὄντως ὄντα ἀρνούμενοι, ἕτερον δὲ τὸν μὴ ὄντα τῇ μυθώδει αὐτῶν ὑπονοίᾳ φανταζόμενοι, ἵνα ἐκ τοῦ ὄντος πέσωσι καὶ ὃν ὑπονοοῦσι μὴ εὕρωσιν. οὕτω γὰρ ἡ ληρωδία καὶ ἡ τοῦ διαβόλου σπορὰ τῶν λόγων τοιαύτην εἴωθε ταραχὴν ἐμποιεῖν καὶ θόλωσιν, διὰ λογισμῶν βλασφήμων ἐπεγείρουσα τὴν τῶν κεκτισμένων ἀνθρώπων διάνοιαν περὶ τοῦ [κατὰ τοῦ] αὐτῶν δεσπότου στρατεύεσθαι ταῖς κακαῖς ὑπονοίαις καὶ ἐπαρνησιθεί̈αις. ἀλλά γε πάλιν ἐκ τούτου ἐκτραπέντες τινὲς ἐφ’ ἕτερα βαδίζειν τετολμήκασι, τὸν μόνον ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, τὸν μονογενῆ παῖδα Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, τὸν ὄντως ὄντα, ἐκ πατρὸς γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως, τὸν ἀεὶ ὄντα ἐκ τοῦ πατρὸς καὶ σὺν πατρὶ ὄντα, γεγεννημένον δὲ ἀκαταλήπτως καὶ ἀχράντως, ὁμοούσιον τῷ πατρὶ ὄντα καὶ οὐκ ἀλλοῖον παρὰ τὸν πατέρα·
οἱ μὲν αὖθις μανέντες δίκην λυσσητήρων κυνῶν ἐπὶ τὸν ἴδιον αὐτῶν δεσπότην ὑλακτοῦσι, καθάπερ ἐξ ὑπαρχῆς Ἰουδαῖοι [οἱ] τοῦτον ἀγνοήσαντες κέκληνται «κύνες ἐνεοί», εἰκότως παρὰ τοῦ προφήτου ταυτησὶ τῆς ἐπωνυμίας κατηξιωμένοι [τοὔνομα] [ἕνεκεν] τῆς αὐτῶν περὶ τὸν κύριον καὶ τὴν αὐτοῦ παρουσίαν ἀναισχύντου ὀρμῆς, ὡς ἔστιν ἀληθὲς ἰδεῖν. φασὶ γὰρ τοὺς λυσσῶντας κύνας ἐνεοὺς καλεῖσθαι διὰ τὸ νωδοὺς ἀποτελεῖσθαι ἐκ τῆς καταλιμπανούσης αὐτοὺς διανοίας. 4. Οὕτω γὰρ τῶν κυνῶν ἡ φύσις, ἐπὰν εἰς λύσσαν ἐκτραπείη· οἵ ποτε δεσπότην γινώσκοντες καὶ τοὺς αὐτοῦ υἱεῖς, οἰκείους τε καὶ τοὺς ἄλλους πάντας τοῦ οἰκοδεσπότου γνησίους, ὅταν λάβῃ αὐτοὺς ἡ μανία, ἀλλοιοῦνται τὰ πρόσωπα ἐνώπιον τῆς αὐτῶν ὁράσεως καὶ ἐπ’ αὐτοὺς ἐγείρονται τοὺς γνησίους, οὕς ποτε τιμῶντες τῇ μὲν κέρκῳ ἔσαινον, τοῖς δὲ τρόποις ὑπετάσσοντο.
αὐτίκα οἱ προσδοκῶντες Χριστοῦ τὴν παρουσίαν, οἱ ἑτοιμαζόμενοι δέξασθαι τὸν νυμφίον, οἱ προφήτας εὐχόμενοι κατιδεῖν, οἱ πείθεσθαι θείοις λόγοις ὑποσχόμενοι, οἱ τῷ Μωυσῇ ἐν συνθήκῃ εἰσεληλυθότες, ὅτι «γενοῦ σὺ τὰ πρὸς κύριον», καὶ «πάντα ὅσα ἐὰν εἴποι σοι ὁ κύριος ἀκουσόμεθα καὶ ποιήσομεν», ὅτε εἶδον τὸν αὐτῶν δεσπότην παραγενόμενον, ἀγνοήσαντες τὴν μορφὴν καὶ τοὺς τύπους τῆς ἀληθείας, οὓς οἱ προφῆται πρὸ αὐτοῦ ἐν σαρκὶ γενομένου διετύπουν, διεχάραττον, κατήγγελλον, ἐσήμαινον· πρῶτον μὲν οὖν αὐτῷ ἔλεγον «τίς οὗτος ὃς λαλεῖ βλασφημίας;» ἄλλοτε δὲ δαιμόνιον αὐτὸν ἔχειν οὐκ αἰσχυνόμενοι τετολμήκασιν εἰπεῖν, ἔτι δὲ καὶ Σαμαρείτην αὐτὸν ἀποκαλεῖν οὐκ ἠρυθρίων. πέρας οὖν, καθάπερ μοι προδεδήλωται, ὡς μεμηνότες κύνες ἐπανέστησαν, καὶ τὰς μὲν χεῖρας προσέπηξαν , ὡς ἀεὶ μετὰ τῆς μανίας ὁ κύων ἀνακρεμάσας αὐτοῦ τὰς χεῖρας ἐπέρχεται καὶ τὰ πρόσωπα τῶν ἰδίων αὐτοῦ δεσποτῶν καταγλύφειν οὐκ αἰσχύνεται. παρέδωκαν ἐκεῖνοι τὸν αὐτῶν κύριον εἰς τὸ σταυρωθῆναι, προφήτας τε τοὺς οἰκειακοὺς τοῦ αὐτοῦ δεσπότου τὸν μὲν ἔπρισαν, τὸν δὲ λίθοις κατέλευσαν, ἄλλον δὲ φόνῳ μαχαίρας διεχρήσαντο.
PG 42:705μετὰ τούτους δὲ ὡσαύτως νῦν οἱ νέοι Ἰουδαῖοι ἀλλεπαλλήλως τῇ αὐτῇ κεχρημένοι ἀγωγῇ, οἱ μὲν φυσικοὶ Ἰουδαῖοι κατὰ σάρκα μὲν ἠρνήσαντο, οἱ δὲ νῦν ἀρνούμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ τελείαν πρὸς πατέρα γνησιότητα κτίσμα αὐτὸν καὶ ποίημα καὶ ἀλλότριον πατρός, παντάπασι μεμηνότες καὶ [ἐμ]βεβροντημένοι, ἀδιαλείπτως διισχυρίζονται. 5. Ἐκ τούτων δὲ πάλιν ἄλλοι ἀφέντες τὰς προειρημένας βλαςφήμους διδασκαλίας καὶ ὡς εἰπεῖν αὐτὴν τὴν ὑπὲρ φύσιν θεασάμενοι ἐπουράνιον θεωρίαν καὶ τὰ ἄνω ἐμβατεύσαντες καὶ πολυπραγμονήσαντες, ὡς ἄνωθεν ἥκοντες αὐθαδείᾳ ἀπαγγέλλουσι καὶ ἰσχυρῶς διισχυρίζονται, ἐκβάλλοντες ἐκ τῆς θεότητος τὸ ἅγιον πνεῦμα. καὶ τὸν μὲν πατέρα οὐκ ἤρνηνται οὔτε τὴν τοῦ υἱοῦ πρὸς αὐτὸν γνησιότητα, ἐφ’ ἑτέραν δὲ πάλιν ὁδὸν βαδίζουσιν, ἵνα πάντοθεν πληρωθῇ τὸ «ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν». τί γὰρ ἀλλ’ ἢ εἰς τὸ πνεῦμα τὸ ἅγιον λοιπόν, τὸ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, τὸ ἐκ τῆς αὐτῆς θεότητος ὂν καὶ μὴ ἐνδεχόμενον εἶναι ἀλλότριον τῆς θεότητος, βούλονται, ὡς αὐτοὶ ἐξουσίαν ἔχοντες, κελεύειν μᾶλλον θεῷ ἤπερ κελεύεσθαι;
οὐκ αἰσχυνόμενοι γὰρ ἀλλότριον τὸ πνεῦμα λέγουσι καὶ δοῦλον καὶ κτίσμα καὶ πρόσφατον καὶ ποιητὸν καὶ εἴ τι ἕτερον αἰσχρὸν πρὸς ὑπόνοιαν περὶ αὐτοῦ ἑαυτοῖς μᾶλλον ἐπινοοῦσι προσπορίσασθαι. ἐπεὶ οὖν ὁ κόσμος νυνὶ οὕτως μᾶλλον πληγεὶς πληγὴν ἀνίατον ἀπιστίας, ἵνα μηδέν τι παραλείψῃ ἡ ἀνομία ἡ τοὺς ἀνθρώπους ἀπόλλουσα τῇ κακονοίᾳ καὶ ἀπιστίᾳ καὶ ἀγνωσίᾳ, οἷα τοὺς ἀποδράσαντας τῆς περὶ τὴν ἁγίαν τριάδα βλασφημίας εἰς ἕτερα πάλιν ἡ ἀργὴ καὶ κακόβουλος ἔννοια περιέσπασεν, ἵνα μηδεὶς λάθοι ἁμαρτάνων. Καινὸν γάρ τι ἀκούω περὶ τῆς ἁγίας Μαρίας τῆς ἀειπαρθένου τινὰ διανοεῖσθαι καὶ τολμᾶν βλάσφημόν τινα ὑπόνοιαν ἐπ’ αὐτὴν ἐνσκήπτειν, εἰς τὸ ἐκ πανταχόθεν εἶναι τὸν χρόνον ἡμῶν δίκην κακοῦ ὄφεως καὶ θηρὸς ἰοβόλου ἐν σκότῳ ἐμφωλεύοντος καὶ τοῖς δήγμασι πάντας πειράζοντος, τὸν μὲν περὶ τὸ πρόσωπον, ἄλλον περὶ τὴν πτέρναν, ἕτερον περὶ τὴν χεῖρα, ἵνα μηδένα λάθοι τὸ δῆγμα τῆς ἀπιστίας, ἀλλὰ ὁ δοκῶν ἐν τούτῳ ἀποδρᾶναι ἑτέρως τὸν ἰὸν μὴ λάθῃ, ὁ δὲ ἐν ἄλλῳ ὑγιῆ ἔχων τὴν πίστιν ἄλλως πως βλάπτεσθαι ἑαυτὸν προξενήσειεν. 6. Πόθεν αὕτη ἡ κακόνοια; πόθεν ἡ τοσαύτη τόλμα;
PG 42:707αὐτὸ τὸ ὄνομα οὐ μαρτυρεῖ, οὐ πείθει σε, ὦ φιλόνεικε; τίς ποτε ἢ ἐν ποίᾳ γενεᾷ τετόλμηκε καλεῖν τὸ ὄνομα Μαρίας τῆς ἁγίας καὶ ἐρωτώμενος οὐκ εὐθὺς ἐπήνεγκε τὸ παρθένος; ἐξ αὐτῶν γὰρ τῶν ἐπιθέτων ὀνομάτων καὶ τῆς ἀρετῆς ὑποφαίνει τὰ τεκμήρια. ἀξιώματα μὲν γὰρ ὀνομασιῶν εἰλήφασιν οἱ δίκαιοι ἑκάστῳ πρεπόντως καὶ ὡς ἥρμοζε. καὶ τῷ μὲν Ἀβραὰμ προσετέθη τὸ «φίλος θεοῦ» καὶ οὐ διαλυθήσεται, τῷ δὲ Ἰακὼβ τὸ Ἰσραὴλ καλεῖσθαι καὶ οὐκ ἀλλοιωθήσεται, καὶ τοῖς ἀποστόλοις τὸ Βοανεργές, τουτέστιν υἱοὶ βροντῆς, καὶ οὐκ ἀποκαταλειφθήσεται, καὶ τῇ ἁγίᾳ Μαρίᾳ τὸ παρθένος καὶ οὐ τραπήσεται· ἄχραντος γὰρ διέμεινεν ἡ ἁγία. «αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς;» ὢ καινῆς μανίας, ὢ καινῶν πραγμάτων. πολλὰ δὲ ἔστιν ἕτερα ἃ ἐν τοῖς παλαιοῖς χρόνοις οὐκ ἐτολμήθη τοῖς πατράσι, νῦν δὲ ἄλλος μὲν βλασφημεῖ εἰς τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἕτερα λαλῶν εἰς αὐτὴν τὴν θεότητα, ἄλλος δὲ ἐλλιπῆ ποιεῖται ἐν ἑαυτῷ τὴν τῆς πάσης ἐνσάρκου παρουσίας πραγματείαν, ἕτερος δὲ ἐν τῇ ἀναστάσει ἀσχάλλει τῶν νεκρῶν, ἕτερος δὲ [κατ’ ἄλλο] μέρος.
καὶ ἁπαξαπλῶς, ὢ τῆς ἡμῶν τεθολωμένης γενεᾶς, ἧς ἡ ζωὴ ἐν κινδύνῳ διάκειται, ἐκ πανταχόθεν περιαντλουμένη κακαῖς ἀπὸ διαβόλου ἐπισποραῖς διανοημάτων τε καὶ λογισμῶν κακοπιστίας. πῶς τολμῶσι τὴν ἄχραντον παρθένον καὶ τὴν οἰκητήριον καταξιωθεῖσαν γενέσθαι τοῦ υἱοῦ, τὴν εἰς ταυτὸ τοῦτο ἐκλεχθεῖσαν ἐκ τῶν μυριάδων τοῦ Ἰσραήλ, ὅπως σκεῦος καὶ οἰκητήριον ἠξιωμένον εἰς σημεῖον μόνον ὑπάρξῃ τοκετῶν; 7. Ἤκουσα γὰρ παρά τινος ὥς τινες τολμῶσι περὶ ταύτης λέγειν ὅτι μετὰ τὸ γεγεννηκέναι τὸν σωτῆρα συνήφθη ἀνδρί. καὶ οὐ θαυμάζω. ἀεὶ γὰρ ἡ ἄγνοια τῶν μὴ τὰ ἀκριβῆ ἐγνωκότων τῶν θείων γραφῶν μηδὲ ἱστορίαις προσεγγισάντων, ἀφ’ ἑτέρων εἰς ἕτερα τρέπει καὶ περισπᾷ τὸν ἀπ’ ἰδίου νοὸς βουλόμενόν τι περὶ τῆς ἀληθείας ἰχνηλατεῖν. πρῶτον γὰρ ὅτε ἡ παρθένος παρεδίδοτο τῷ Ἰωσήφ, κλήρων εἰς τοῦτο ἀναγκασάντων αὐτὴν ἥκειν, οὐ παρεδόθη αὐτῷ εἰς συνάφειαν, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ἐπειδὴ χῆρος ἦν.
ἀλλὰ διὰ τὸν νόμον μὲν ἀνὴρ κέκληται τῆς αὐτῆς, κατὰ δὲ τὴν ἀκολουθίαν ἐκ τῆς τῶν Ἰουδαίων παραδόσεως δείκνυται ὡς οὐχ ἕνεκεν τοῦ ζευχθῆναι αὐτῷ παρεδίδοτο αὐτῷ ἡ παρθένος, ἀλλ’ ὅπως διαφυλαχθείη εἰς μαρτύριον τῶν ἐσομένων ὅτι οὐ νόθος ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία ἐπεδήμησεν, ἀλλὰ μεμαρτυρημένη ἐν ἀληθείᾳ, ἐκτὸς μὲν σπέρματος ἀνδρός, ἐν πνεύματι [δὲ] ἁγίῳ οἰκονομηθεῖσα ἐν ἀληθείᾳ. πῶς γὰρ ἠδύνατο ὁ τοσοῦτος γέρων παρθένον ἕξειν γυναῖκα, ὢν ἀπὸ πρώτης γυναικὸς χῆρος τοσαῦτα ἔτη; οὗτος μὲν γὰρ ὁ Ἰωσὴφ ἀδελφὸς γίνεται τοῦ Κλωπᾶ, ἦν δὲ υἱὸς τοῦ Ἰακώβ, ἐπίκλην δὲ Πάνθηρ καλουμένου· ἀμφότεροι οὗτοι ἀπὸ τοῦ Πάνθηρος ἐπίκλην γεννῶνται. ἔσχε δὲ οὗτος ὁ Ἰωσὴφ τὴν μὲν πρώτην αὐτοῦ γυναῖκα ἐκ τῆς φυλῆς Ἰούδα, καὶ κυί̈σκει αὐτῷ αὕτη παῖδας τὸν ἀριθμὸν ἕξ, τέσσαρας μὲν ἄρρενας, θηλείας δὲ δύο, καθάπερ τὸ εὐαγγέλιον τὸ κατὰ Μάρκον καὶ κατὰ Ἰωάννην ἐσαφήνισαν. ἔσχε μὲν οὖν πρωτότοκον τὸν Ἰάκωβον τὸν ἐπικληθέντα Ὠβλίαν, ἑρμηνευόμενον τεῖχος, καὶ δίκαιον ἐπικληθέντα, Ναζιραῖον δὲ ὄντα, ὅπερ ἑρμηνεύεται ἅγιος.
PG 42:709καὶ πρῶτος οὗτος εἴληφε τὴν καθέδραν τῆς ἐπισκοπῆς, ᾧ πεπίστευκε κύριος τὸν θρόνον αὐτοῦ ἐπὶ τῆς γῆς πρώτῳ· ὃς καὶ ἐκαλεῖτο ὁ ἀδελφὸς τοῦ κυρίου, καθάπερ καὶ ὁ ἀπόστολος συνᾴδει τούτοις, ὧδέ που λέγων «ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου» καὶ τὰ ἑξῆς. ἀδελφὸς δὲ τοῦ κυρίου οὗτος καλεῖται διὰ τὸ ὁμότροφον, οὐχὶ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν. Μαρία μὲν γὰρ ὁρμασθεῖσα τῷ Ἰωσὴφ ἐδόκει γυνὴ εἶναι τοῦ ἀνδρός, μὴ ἔχουσα πρὸς αὐτὸν σωμάτων συνάφειαν. ἐκ ταύτης δὲ τῆς ὑποθέσεως ἡ γειτνίασις ἀγχιστείας τῶν υἱῶν Ἰωσὴφ πρὸς τὸν σωτῆρα ἐν ἀδελφῶν τάξει κέκληται, μᾶλλον δὲ καὶ ἐλογίσθη· ὡς γὰρ καὶ αὐτὸς ὁ Ἰωσὴφ μὴ σχὼν κοινωνίαν πρὸς τὴν γέννησιν τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἐν τάξει πατρὸς λογίζεται κατ’ οἰκομονίαν, καθὼς λέγει Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τοῦ σωτῆρος ὅτι «ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ», ὡς καὶ αὐτὴ ἡ Μαριὰμ ἔφη πρὸς αὐτὸν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἰδού, ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε ὀδυνώμενοι».
τίς οὖν ἂν εἴποι τὸν Ἰωσὴφ πατέρα τοῦ κυρίου, ὃς οὐδὲν πρὸς αὐτὸν εἶχεν αἴτιον, μάλιστα τῆς ἐνσάρκου παρουσίας ἐκτὸς σπέρματος ἀνδρὸς ὑπαρχούσης; ἀλλὰ διὰ τῆς οἰκονομίας τοῦτον εἴληφε τὸν κλῆρον τὰ πράγματα. 8. Τίκτει μὲν τοῦτον τὸν Ἰάκωβον ἐγγύς που περὶ ἔτη γεγονὼς τεσσαράκοντα, πλείω ἐλάσσω. μετ’ αὐτὸν δὲ γίνεται παῖς Ἰωσῆ καλούμενος. εἶτα μετ’ αὐτὸν Συμεών, ἔπειτα Ἰούδας, καὶ δύο θυγατέρες, ἡ Μαρία καὶ ἡ Σαλώμη καλουμένη, καὶ τέθνηκεν αὐτοῦ ἡ γυνή. καὶ μετὰ ἔτη πολλὰ λαμβάνει τὴν Μαρίαν χῆρος, κατάγων ἡλικίαν περί που ὀγδοήκοντα ἐτῶν καὶ πρόσω ὁ ἀνήρ. καὶ μετὰ ταῦτα λαμβάνει τὴν Μαρίαν, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει· «μνηστευθείσης» γάρ φησι «τῆς Μαρίας», καὶ οὐκ εἶπε γαμηθείσης. καὶ πάλιν ἄλλοτε «οὐκ ᾔδει αὐτήν»· θαυμάσαι δὲ ἔστιν ἐπὶ πᾶσιν οἷς αἱ προφάσεις θηρῶνται αἱ πονηραί, καὶ ὧν οὐκ ἔστι χρεία ἐρευνᾶν τὰς αἰτίας καὶ ζητεῖν τὰ μὴ ζητούμενα, ἀπὸ δὲ τῶν ἀναγκαίων τρέπεσθαι ἐπὶ μωρὰς ζητήσεις, ἵνα πάντως που ἐκ πανταχόθεν συναφθῇ ἡμῖν ὄλεθρος ἀπιστίας καὶ βλασφημίας διὰ τὰς πρὸς τοὺς ἁγίους ἀτιμίας.
PG 42:711καὶ πρῶτον μὲν οὖν ἐλέγχει αὐτοὺς πανταχόθεν ἡ ἀκολουθία, ὅτι πρῶτον μὲν γέρων ὑπὲρ ὀγδοήκοντα ἔτη γεγονὼς οὐκ ἔλαβε παρθένον εἰς χρῆσιν, ἀλλὰ μᾶλλον ᾠκονομήθη αὐτῷ εἰς τὸ φυλάττειν. δεύτερον δὲ πάντως που καὶ αὐτὸς ὑπῆρχεν «δίκαιος», καὶ οὐκ ἐτόλμα ὁ ἀκούσας ὅτι «ἐκ πνεύματος ἁγίου» ἐστὶ τὸ ἐν αὐτῇ ἔτι ἐπιβάλλεσθαι μετὰ τοιαύτην οἰκονομίαν, χρῆσθαί [τε] τῷ σκεύει τῷ καταξιωθέντι χωρῆσαι ὃν οὐρανὸς καὶ γῆ οὐκ ἐχώρει δι’ ὑπερβολὴν τῆς αὐτοῦ δόξης. εἰ γὰρ καὶ νῦν [πολλοὶ πιστοὶ] εἰς ὄνομα αὐτοῦ παρθένοι διατελεῖν ἀγωνίζονται καὶ ἁγνεύειν καὶ ἐγκρατεύεσθαι, πῶς μᾶλλον οὐκ ἦν πιστότερος Ἰωσὴφ καὶ αὐτὴ ἡ Μαρία «πάντα συμβάλλουσα εἰς καρδίαν αὐτῆς», ὡς γέγραπται; ἀλλὰ μετὰ τοσαύτην καὶ τοιαύτην καὶ τηλικαύτην οἰκονομίαν συναφθῆναι πάλιν γέροντα παρθένῳ ἁγνῇ καὶ τετιμημένῃ καὶ σκεύει χωρήσαντι τὸν ἀχώρητον καὶ ὑποδεξαμένῳ τοιοῦτον μυστήριον σημείου ἐπουρανίου καὶ ζωῆς ἀνθρώπων; 9. Πόθεν γὰρ οὐ δείξομεν ὅτι ἁγνὴ διετέλεσεν ἡ παρθένος; δειξάτωσαν ἡμῖν εὐθὺς ὅτι μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν κύησιν τινὰς ἐγέννησεν ἡ Μαρία.
εἴπωσι τὰ ὀνόματα πλάττοντες οἱ πλαστουργοὶ καὶ ῥαψῳδοὶ τῆς ἀπάτης καὶ κακομηχανίας· καὶ οὐκ ἔχουσι δεῖξαι. οὐ γὰρ συνήφθη ἔτι παρθένος· μὴ γένοιτο. εἰ γὰρ ἐγέννησεν ἀεί ποτε σὺν αὐτῷ ὑπάρχουσα τῷ σωτῆρι, ἅμα ἐλέγοντο καὶ τὰ τέκνα αὐτῆς [αὐτῷ] συνεῖναι. πλανᾷ δὲ αὐτοὺς τὸ εἰρημένον «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἕστηκαν ζητοῦντές σε». καὶ οὐκ οἴδασιν ὃ πρὸ τούτου ἦν γεγραμμένον, ὅτι «οἱ ἀδελφοὶ αὐτοῦ [οὐκ] ἐπίστευον εἰς αὐτόν». προβαίνοντες γὰρ καὶ ἡμεῖς τῷ χρόνῳ καὶ θαυμάζοντες ἐπὶ τοῖς ἐν ταῖς θείαις γραφαῖς ὡς εὐτελῶς γεγραμμένοις, ἰδοὺ κατὰ πᾶν ἐν αἰσθήσει γινόμενοι εὐχαριστοῦμεν θεῷ τῷ προασφαλισαμένῳ διὰ τῶν δοκούντων βραχέων ῥημάτων ἐν τῇ θείᾳ γραφῇ παριστᾶν πάσης γραφῆς τὴν ἀλήθειαν. ἀεὶ γὰρ ἀκούοντες περὶ Ἰακώβου ὅτι οὗτος ἀδελφὸς ἐκαλεῖτο τοῦ κυρίου θαυμάζοντες ἐλέγομεν, τίς ἡ χρεία; νῦν δὲ ἔγνωμεν δι’ ἣν αἰτίαν οὕτως προεῖπεν ἡ θεία γραφή· ἀλλὰ πάντως ἵνα ὅταν ἀκούωμεν ὅτι «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι ζητοῦντές σε», μάθωμεν ὅτι περὶ Ἰακώβου λέγει καὶ τῶν ἄλλων υἱῶν Ἰωσὴφ καὶ οὐ περὶ υἱῶν Μαρίας τῶν μὴ γινομένων.
δῆλον γὰρ ἦν ὅτι μείζων ἦν ὁ Ἰάκωβος τῇ ἡλικίᾳ κατὰ τὴν ἔνσαρκον τοῦ κυρίου παρουσίαν· ἀδελφοὺς δὲ αὐτοὺς λέγει διελέγχουσα ἡ γραφὴ καὶ ὀνομαστὶ καλοῦσα Ἰάκωβον καὶ Ἰωσῆ καὶ Συμεῶνα καὶ Ἰούδαν καὶ Σαλώμην καὶ Μαρίαν, ἵνα μάθωσι τοίνυν τίνος υἱὸς τυγχάνει καὶ ἐκ ποίας μητρὸς ὁ Ἰάκωβος, νοήσωσι δὲ κατὰ τὴν ἡλικίαν τίς ἐστι μείζων. Ὁ γὰρ Ἰησοῦς σταυροῦται ἐν ἔτει τριακοστῷ τρίτῳ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας, τοῦ δὲ Ἡρῴδου ἦν κατ’ ἐκεῖνο καιροῦ, υἱοῦ δὲ Ἀρχελάου, ἔτος εἰκοστόν. 10. Ἐν γὰρ τῷ τριακοστῷ τρίτῳ ἔτει τοῦ πρώτου Ἡρῴδου, υἱοῦ Ἀντιπάτρου, γεννᾶται ὁ σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ὅπερ ἦν τεσσαρακοστὸν δεύτερον Αὐγούστου βασιλέως. καὶ ποιήσας ἔτη δύο λαμβάνεται ὑπὸ τοῦ Ἰωσὴφ εἰς Αἴγυπτον, διὰ τὰ ὑπὸ τῶν μάγων τῷ Ἡρῴδῃ εἰρημένα, τοῦ Ἡρῴδου ζητοῦντος τὸν παῖδα [ἀπολέσαι]. κάτεισι δὲ εἰς Αἴγυπτον καὶ [δια]- τελεῖ ἐκεῖσε ἄλλα δύο ἔτη. καὶ τελευτᾷ Ἡρῴδης ὁ βασιλεὺς ἔτει τριακοστῷ ἑβδόμῳ. διαδέχεται δὲ τοῦτον Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτεσιν ἐννέα.
PG 42:713καὶ οὕτως ἡ πραγματεία τελειοῦται, καὶ παραδίδοται σταυρῷ ὀκτωκαιδεκάτῳ μὲν ἔτει Τιβερίου Καίσαρος, τοῦ δὲ Ἀγρίππα ἐπικληθέντος μεγάλου, Ἡρῴδου δὲ νεωτέρου, υἱοῦ δὲ Ἀρχελάου, ἔτος ἦν εἰκοστόν. οὐδαμοῦ δὲ ἠκούσαμεν τὸν Ἰωσὴφ υἱοὺς πεποιηκότα. ἀλλ’ οὔτε μετὰ τὸ ἐλθεῖν ἀπὸ τῆς Αἰγύπτου ὁ αὐτὸς ἐβίωσεν ἐπὶ πολλοῖς ἔτεσι· τέταρτον γὰρ ἦν ἔτος τῷ σωτῆρι, τῷ δὲ Ἰωσὴφ ὑπὲρ ἔτος ὀγδοηκοστὸν τέταρτον, ὅτε ἐκ τῆς Αἰγύπτου χώρας παρεγένετο. καὶ διέμεινεν ἄλλα ἔτη ὀκτὼ ὁ Ἰωσὴφ περιών· καὶ ἐν τῷ [δω]δεκάτῳ ἔτει ἀνιόντων ἐπὶ Ἱερουσαλὴμ ἐζητήθη, ὅτε οὐχ εὑρίσκετο ἐν τῇ ὁδοιπορίᾳ ὡς ἔχει τὸ κατὰ Λουκᾶν εὐαγγέλιον. μέσον δὲ τούτων τῶν ἐτῶν τελευτᾷ Ἰωσὴφ καὶ ἀνετράφη οὐκέτι ὑπὸ τὸν Ἰωσήφ, ἀλλ’ εἰς τὸν οἶκον τοῦ Ἰωσήφ. ὅθεν οὐκέτι τὸ εὐαγγέλιον φάσκει λέγον ὅτι ἦλθεν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοί, ἀλλ’ «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν». ἀλλ’ οὐδὲ ὅτε ἔλεγον αὐτῷ ἐν τῇ Γαλιλαίᾳ, «οὐδεὶς ταῦτα ποιῶν θέλει ἐν κρυπτῷ εἶναι·
εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτόν», οὐκ εἶπεν ὅτι εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλ’ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς τοῦ Ἰωσὴφ μηκέτι ὑπάρχοντος κατὰ τὸ σῶμα. εἶτα δὲ ἐπ’ αὐτῇ τῇ τελειώσει, ὅτε ὁ σωτὴρ ἐν τῷ σταυρῷ ἕστηκεν, ὡς ἔχει τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, στραφείς, φησίν «εἶδε τὸν μαθητὴν ὃν ἠγάπα ὁ κύριος, καὶ εἶπεν αὐτῷ περὶ Μαρίας· ἰδού, ἡ μήτηρ σου» καὶ τῇ αὐτῇ λέγει «ἰδού, ὁ υἱός σου». εἰ ἦσαν δὲ τέκνα τῇ Μαρίᾳ καὶ εἰ ὑπῆρχεν αὐτῇ ἀνήρ, τίνι [τῷ] λόγῳ παρεδίδου τὴν Μαρίαν τῷ Ἰωάννῃ καὶ τὸν Ἰωάννην τῇ Μαρίᾳ; τίνι δὲ τῷ λόγῳ Πέτρῳ μᾶλλον οὐ παραδίδωσι; τίνι δὲ τῷ λόγῳ Ἀνδρέᾳ, Ματθαίῳ τε καὶ Βαρθολομαίῳ; ἀλλὰ δῆλον ὅτι Ἰωάννῃ διὰ τὴν παρθενίαν. «ἰδού, γάρ [φησιν], ἡ μήτηρ σου», καίτοι γε οὐκ ἦν μήτηρ αὐτοῦ τοῦ Ἰωάννου κατὰ σάρκα, ἀλλ’ ἵνα δείξῃ αὐτὴν μητέρα [ὡς] ἀρχηγὸν τῆς παρθενίας, ἐπειδὴ ἐξ αὐτῆς ἡ ζωὴ ἦν. καὶ τῷ Ἰωάννῃ, καίτοι γε ὄντι κατὰ σάρκα ἀλλοτρίῳ, ἔλεγεν, ἵνα διδάξῃ τιμᾶν τὴν ἰδίαν αὐτοῦ μητέρα, ὅτι τῷ μὲν ὄντι κατὰ σάρκα ἐξ αὐτῆς αὐτὸς ὁ κύριος γεγέννηται, ἵνα μή τις νομίσῃ δόκησιν εἶναι τὴν πραγματείαν καὶ οὐκ ἀλήθειαν.
PG 42:715εἰ μὴ γὰρ ἦν αὐτοῦ ἀληθῶς μήτηρ, κατὰ σάρκα κυήσασα αὐτόν, οὐκ ἂν περὶ αὐτῆς τὴν ἐπιμέλειαν ἐποιεῖτο παραδοῦναι τὴν ἀειπάρθενον, μητέρα γεγονυῖαν διὰ τὴν οἰκονομίαν, ἄχραντον δὲ διὰ τὴν πρὸς τὸν αὐτὸν τιμὴν καὶ τὸ σκεῦος τὸ θαυμαστόν. λέγει δὲ τὸ εὐαγγέλιον «καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης ἔλαβεν αὐτὴν πρὸς ἑαυτόν». εἰ δὲ εἶχεν ἄνδρα, εἰ εἶχεν οἶκον, εἰ εἶχε τέκνα, εἰς τὰ ἴδια ἀνεχώρει. καὶ οὐ πρὸς τὸν ἀλλότριον. 11. Ἀλλὰ μὴ τοῦτο στραφῇ εἰς βλάβην τισὶ καὶ δόξωσιν ἐν τούτῳ λαμβάνειν πρόφασιν, συνεισάκτους καὶ ἀγαπητὰς ἐπικαλουμένας ἑαυτοῖς ἐπινοεῖν διὰ κακομήχανον ὑπόνοιαν. ἐκεῖσε γὰρ τὰ πράγματα ἐτελεῖτο κατ’ οἰκονομίαν, [δὲ] διῃρημένων τῶν πραγμάτων ἀπὸ τῆς ἄλλης ἁπάσης κατὰ θεὸν ὀφειλούσης φυλάττεσθαι ἀκριβείας. καὶ γὰρ ὅτε τοῦτο γεγένητο καὶ παρείληφεν αὐτὴν πρὸς ἑαυτόν, οὐκέτι παρέμεινε παρ’ αὐτῷ. ἀλλὰ καὶ εἰ δοκοῦσί τινες [ἡμᾶς] ἐσφάλθαι, ζητήσωσι τὰ ἴχνη τῶν γραφῶν καὶ εὕρωσιν ἂν οὔτε θάνατον Μαρίας οὔτε εἰ τέθνηκεν οὔτε εἰ μὴ τέθνηκεν, οὔτε εἰ τέθαπται οὔτε εἰ μὴ τέθαπται, καίτοι γε τοῦ Ἰωάννου περὶ τὴν Ἀσίαν [ἐν]στειλαμένου τὴν πορείαν·
καὶ οὐδαμοῦ λέγει ὅτι ἐπηγάγετο μεθ’ ἑαυτοῦ τὴν ἁγίαν παρθένον, ἀλλ’ ἁπλῶς ἐσιώπησεν ἡ γραφὴ διὰ τὸ ὑπερβάλλον τοῦ θαύματος, ἵνα μὴ εἰς ἔκπληξιν ἀγάγῃ τὴν διάνοιαν τῶν ἀνθρώπων. ἐγὼ γὰρ οὐ τολμῶ λέγειν, ἀλλὰ διανοούμενος σιωπὴν ἀσκῶ. τάχα γάρ που καὶ ἴχνη εὕρομεν τῆς ἁγίας ἐκείνης καὶ μακαρίας, ὡς οὔτε εὑρεῖν ἔστι τὸν θάνατον αὐτῆς. πῆ μὲν γὰρ ὁ Συμεὼν φάσκει περὶ αὐτῆς «καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί», πῆ δὲ τῆς Ἀποκαλύψεως Ἰωάννου φασκούσης ὅτι «καὶ ἔσπευδεν ὁ δράκων ἐπὶ τὴν γυναῖκα τὴν γεννήσασαν τὸν ἄρρενα, καὶ ἐδόθησαν αὐτῇ πτέρυγες ἀετοῦ, καὶ ἐλήφθη εἰς τὴν ἔρημον, ὅπως ἂν μὴ λάβῃ αὐτὴν ὁ δράκων». τάχα δὲ δύναται ἐπ’ αὐτῇ πληροῦσθαι· οὐ πάντως δὲ ὁρίζομαι τοῦτο, καὶ οὐ λέγω ὅτι ἀθάνατος ἔμεινεν· ἀλλ’ οὔτε διαβεβαιοῦμαι εἰ τέθνηκεν. ὑπερέβαλε γὰρ ἡ γραφὴ τὸν νοῦν τὸν ἀνθρώπινον καὶ ἐν μετεώρῳ εἴασε διὰ τὸ σκεῦος τὸ τίμιον καὶ ἐξοχώτατον, ἵνα μή τις ἐν ὑπονοίᾳ γένηται περὶ αὐτῆς σαρκικῶν πραγμάτων. κἄν τε οὖν τέθνηκεν, οὐκ ἔγνωμεν, καὶ εἰ τέθαπται οὐ συνῆπται σαρκί· μὴ γένοιτο·
PG 42:717τίς δὲ φρενοβλάβειαν ἑαυτῷ συναγαγὼν θελήσει ἐνσκῆψαι βλάσφημόν τινα ὑπόνοιαν καὶ ἐπᾶραι στόμα, χαλάσαι τε γλῶτταν, διελεῖν τε χείλη ἐκ διανοίας κακῆς, μᾶλλον δὲ ἀντὶ ὕμνων καὶ δόξης ὕβρεις τινὰς ἐπινοεῖν καὶ ἐμπαροινεῖν εἰς τὴν ἁγίαν παρθένον καὶ μὴ τιμᾶν τὸ τετιμημένον σκεῦος; 12. Εἰ δὲ καὶ ἀπὸ ἄλλης τινὸς θεωρίας χρὴ λαβεῖν τὰ πράγματα, ψηλαφήσωμεν καὶ φυσιολογιῶν σχέσεις. φασὶ τὴν λέαιναν μὴ τίκτειν, πλὴν μιᾶς γαστρὸς μόνης, ἔχειν δὲ τὴν αἰτίαν τοιάνδε· τὸ ζῷον μέν ἐστι γοργότατον, χαροπὸν δὲ τῷ εἴδει, ἐμβριθέστατον τῇ ἀλκῇ, ὡς εἰπεῖν βασιλικώτατον γένος ἐπὶ τὰ ἄλλα ζῷα. ἔχειν δὲ τὴν σύλληψιν ἐξ ἑνὸς συζύγου, τελεῖν δὲ τὸ καταβαλλόμενον σπέρμα εἴκοσι ἓξ μῆνας ἐν τῇ νηδύϊ, ὥστε τὸν σκύμνον ἔνδον ἐπὶ τελειότητα φέρεσθαι διὰ τὸν χρόνον, εἰς τὸ καὶ τοὺς πάντας ὀδόντας ἔχειν ἤδη, πρὶν ἢ ἐκ τῆς γαστρὸς προέλθοι, καὶ τοὺς ὄνυχας ἐν ἡλικίᾳ στασίμῳ, τούς τε πασσαλίσκους καλουμένους καὶ κυνόδοντας, τάς τε μύλας καὶ τὰ ἄλλα ὅσα περιέστι τῷ ζῴῳ.
ἐν τῷ οὖν εἶναι αὐτὸν ἐν τῇ κοιλίᾳ ἐν ταῖς σκιρτήσεσι, κινήσεσί τε καὶ τοῖς ἄλλοις τρόποις διὰ τῶν ὀνύχων κατασπᾶν, ξέειν τε τὰς ἐγκυμονικὰς μήτρας τε καὶ ὑστέρας. ἐν τῷ οὖν ἐπὶ τῷ τίκτειν τὴν μητέρα ἥκειν κατ’ ἐκείνην τὴν ἡμέραν παντὸς ἀργαλέου κυοφορικῆς φύσεως ἀλλοτρίαν τὴν γαστέρα γίνεσθαι. μετὰ γὰρ τοῦ τοκετοῦ καὶ τὰς ὑστέρας καὶ τὰς μήτρας ἐκκρίνεσθαι ἅμα φασὶν οἱ φυσιολόγοι, ὥστε μηκέτι τὴν θήλειαν ὀρέγεσθαι, εἰ μή τις ἄρα βία γένοιτο, μήτε μήν, εἰ καὶ τύχοι συναφείᾳ τινὶ ἀναγκασθῆναι, ἔτι δύνασθαι κυί̈σκειν, μὴ οὐσῶν τῶν μητρῶν εἴτ’ οὖν ὑστερῶν. ἆρα γοῦν δέδωκεν ἡμῖν καὶ αὕτη ἡ ἀκολουθία πορίσασθαι εἰς τὴν ἐπιζητουμένην πραγματείαν ἔννοιάν τινα σχέσεως ἐπὶ τὸ συμφέρον μᾶλλον ἢ ἐπὶ τὸ βλάπτον.
εἰ γὰρ «σκύμνος λεόντος Ἰούδα» αἰνίττεται Ἰακὼβ λέγων τὸν Χριστὸν καί που ἐν τῇ Ἀποκαλύψει Ἰωάννου «ἰδού, ἐνίκησεν ὁ λέων» φησίν «ὁ ἐκ φυλῆς Ἰούδα καὶ ἐκ σπέρματος Δαυίδ» [λέοντι ἄρα παρεικασμένου τοῦ κυρίου, οὐχὶ κατὰ φύσιν, ἀλλὰ διὰ τὸ αἴνιγμα καὶ διὰ τὸ βασιλικὸν εἶναι τὸ ζῷον, [τὸ] πάντων ζῴων ἰταμώτατόν τε καὶ ἰσχυρότατον καὶ τἄλλα πάντα χαριέστατον], ἆρά γε καὶ τὴν γεννήσασαν λέαιναν εἴποιμ’ ἄν. πόθεν γὰρ λέων γεννᾶται πάντως, εἰ μὴ λέαινα ἡ μήτηρ κληθήσεται; λεαίνῃ δὲ δευτέρα οὐ γίνεται κύησις· ἄρα οὐκέτι κύησιν οἶδεν ἡ Μαρία, οὐκέτι συνάφειαν σωμάτων ἡ ἁγία παρθένος. 13. Ἀλλὰ καὶ ἑτέρας ἴδωμεν θεωρίας ἵν’ ἡ ἀκόλουθος τῷ Ἰησοῦ ἅμα αὐτῷ πάντοτε τυγχάνουσα. «ἐκλήθη Ἰησοῦς εἰς γάμους» καὶ «[ἦν] ἡ μήτηρ αὐτοῦ ἐκεῖ». καὶ [οὐδαμοῦ] οἱ ἀδελφοὶ καὶ οὐδαμοῦ Ἰωσήφ. [φησὶ γάρ] «τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου»· καὶ οὐκ εἶπε «τί ἐμοὶ καὶ ὑμῖν, ἄνθρωποι;» παρειστήκει Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ μήτηρ Ῥούφου καὶ Μαρία ἡ ἄλλη καὶ Σαλώμη καὶ ἄλλαι·
PG 42:719καὶ οὐκ εἶπεν, ἦν ὁ Ἰωσὴφ ἐκεῖ ἢ ὁ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, [ὃς] 42 [ὢν] ἐτῶν τελευτᾷ, παρθένος γεγονώς· ἐφ’ οὗ κεφαλῆς σίδηρος οὐκ ἀνῆλθεν, ὃς οὐκ ἐκέχρητο βαλανείῳ, ὃς ἐμψύχου οὐ μετέσχεν· ὃς χιτώνιον δεύτερον οὐκ ἐνεδύσατο· ὃς τριβωνίῳ ἐκέχρητο λινῷ μονωτάτῳ, καθάπερ ἐν τῷ εὐαγγελίῳ φησίν «ἔφυγεν ὁ νεανίας, καὶ ἀφῆκε τὴν σινδόνα, ἣν ἦν περιβεβλημένος». Ἰωάννης γὰρ καὶ Ἰάκωβος καὶ Ἰάκωβος, οἱ τρεῖς οὗτοι ταύτην τὴν πολιτείαν ἐσχήκασιν, οἱ δύο μὲν παῖδες τοῦ Ζεβεδαίου καὶ ὁ παῖς τοῦ Ἰωσὴφ Ἰάκωβος, ἀδελφὸς δὲ τοῦ κυρίου διὰ τὸ ὁμοδίαιτον, διὰ τὸ σύντροφον, διὰ τὸ ἐν τάξει ἀδελφοῦ αὐτὸν ἐσχηκέναι δι’ ἣν εἶχεν Ἰωσὴφ μόνον πρὸς τὴν Μαρίαν γνησιότητα ἀπὸ τοῦ ὁρμασθῆναι αὐτὴν αὐτῷ. μόνον τούτῳ τῷ Ἰακώβῳ ἐξῆν ἅπαξ εἰσιέναι τοῦ ἔτους εἰς τὰ ἅγια τῶν ἁγίων, διὰ τὸ Ναζιραῖον αὐτὸν εἶναι καὶ μεμίχθαι τῇ ἱερωσύνῃ.
PG 42:721ἔνθεν γὰρ ἡ Μαρία κατὰ δύο τρόπους συγγενὴς ἐτύγχανε τῆς Ἐλισάβετ, καὶ ὁ Ἰάκωβος διέφερε τῇ ἱερωσύνῃ, ἐπειδήπερ αἱ δύο φυλαὶ συνήπτοντο μόναι πρὸς ἀλλήλας, ἥ τε βασιλικὴ τῇ ἱερατικῇ καὶ ἡ ἱερατικὴ τῇ βασιλικῇ, ὡς καὶ ἄνω ἐν τῇ ἐξόδῳ Ναασσὼν ὁ ἀπὸ τοῦ Ἰούδα φύλαρχος λαμβάνει τὴν Ἐλισάβετ τὴν ἀρχαίαν, [τὴν] θυγατέρα Ἀαρών, ἑαυτῷ γυναῖκα. ὅθεν πολλαὶ τῶν αἱρέσεων [τὴν] κατὰ σάρκα γενεαλογίαν τοῦ σωτῆρος ἀγνοοῦσι καὶ διὰ τὸ ἀπορεῖν αὐτοὺς ἀπιστοῦσι καὶ δοκοῦσιν ἀντιλέγειν τῇ ἀληθείᾳ, λέγοντες· πῶς ἡ ἀπὸ φυλῆς Δαυὶδ καὶ Ἰούδα δύναται συγγενὴς εἶναι τῆς Ἐλισάβετ τῆς ἀπὸ τοῦ Λευί; 14. Οὗτος ὁ Ἰάκωβος καὶ πέταλον ἐπὶ τῆς κεφαλῆς ἐφόρεσε· καὶ ποτὲ ἀβροχίας γενομένης ἐπῆρε τὰς χεῖρας εἰς οὐρανὸν καὶ προςηύξατο, καὶ εὐθὺς ὁ οὐρανὸς ἔδωκεν ὑετόν. ἐρεοῦν δὲ ἱμάτιον οὐδέποτε ἐνεδύσατο. τὰ δὲ γόνατα αὐτοῦ ἐσκληρίασαν δίκην καμήλων, ἀπὸ τοῦ πάντοτε κάμπτειν αὐτὰ ἐνώπιον κυρίου δι’ ὑπερβολὴν εὐλαβείας. τοῦτον οὖν ὀνόματι οὐκέτι ἐκάλουν, ἀλλ’ ὁ δίκαιος ἦν αὐτῷ ὄνομα. οὗτος οὐδέποτε ἐν βαλανείῳ ἐλούσατο, οὗτος ἐμψύχου οὐ μετέσχε, καθὼς ἄνω μοι προδεδήλωται, οὗτος σανδάλιον οὐχ ὑπεδήσατο.
καὶ πολλὰ ἦν περὶ τοῦ ἀνδρὸς λέγειν καὶ τῆς ἐναρέτου αὐτοῦ πολιτείας. ὁρᾷς οὖν ὅτι ὁ οἶκος παντάπασιν ἀξιολογώτατος ἦν. εἰ γὰρ οἱ παῖδες τοῦ Ἰωσὴφ ᾔδεισαν παρθενίας τάξιν καὶ Ναζιραίων τὸ ἔργον, πόσῳ γε μᾶλλον ὁ πρεσβύτης καὶ τίμιος ἀνὴρ ᾔδει φυλάττειν παρθένον ἁγνὴν καὶ τιμᾶν τὸ σκεῦος, ἔνθα που ἐνεδήμησεν ἡ τῶν ἀνθρώπων σωτηρία; «οὔτε αὐτὴ ἡ φύσις διδάσκει ἡμᾶς» ὅτι ἀνὴρ μὲν ἦν πρεσβύτης, ὑπερβεβηκὼς πολὺ τῇ ἡλικίᾳ, μέγας γεγονὼς ἐν ἀνδράσι, πιστὸς τὸν τρόπον, εὐλαβὴς τὸ εἶδος; φάσκει γὰρ τὸ εὐαγγέλιον ὅτι «ἀνὴρ φοβούμενος τὸν θεὸν ἐζήτει λάθρα ἀπολῦσαι αὐτήν». τελευτᾷ δὲ οὗτος ὁ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου καὶ υἱὸς Ἰωσὴφ ἐν Ἱεροσολύμοις, βιώσας μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν ἔτεσιν εἴκοσι τέσσαρσι, πλείω ἐλάσσω, ὢν ἐτῶν 42 ὑπὸ τοῦ γναφέως τῷ ξύλῳ παισθεὶς τὴν κεφαλήν, ῥιφεὶς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ καὶ κατελθὼν καὶ μηδὲν ἀδικηθείς, κλίνας δὲ τὰ γόνατα καὶ προσευξάμενος ὑπὲρ τῶν αὐτὸν ῥιψάντων καὶ φάσκων· συγχώρησον αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν, ὡς καὶ Συμεὼν πόρρω ἑστώς, ὁ τούτου ἀνεψιός, υἱὸς δὲ τοῦ Κλωπᾶ, ἔλεγε «παύσασθε, τί λιθάζετε τὸν δίκαιον;
PG 42:723καὶ ἰδού, εὔχεται ὑπὲρ ὑμῶν τὰ κάλλιστα». καὶ οὕτως γέγονε τὸ αὐτοῦ μαρτύριον. 15. Εἰ τοίνυν ὁ τούτου παῖς τοσούτων ἐτῶν ὑπῆρχε, πῶς ἄρα ὁ τούτου πατὴρ βλέπων φρικώδη πράγματα, ἀγγέλους τὴν γέννησιν τοῦ υἱοῦ δορυφοροῦντας, ὑμνοῦντας ἀπ’ οὐρανῶν καὶ λέγοντας «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία», καὶ τῶν ποιμένων ἡκόντων εἰς τὸ σπήλαιον, ἔνθα ἐγεννήθη, καὶ ταῦτα ἀγγελλόντων καὶ τοῦ Ἰωσὴφ ἀκούοντος, τοῦ πρεσβύτου καὶ ὑπερβάντος τῷ χρόνῳ, τὰ τοσαῦτα σημεῖα καὶ θαύματα, πῶς ἐτόλμα ἐμπαροινεῖν καὶ ἐνυβρίζειν σῶμα ἅγιον, ἐν ᾧ κατῳκίσθη θεός; ἐξ οὗπερ σώματος συνελέγη ἡμῖν ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία, ὅθεν ἡ ἁγία ἄχραντος σὰρξ ἡμῖν ᾠκοδομήθη ἐν τῇ θεότητι τοῦ σωτῆρος, ὡς ὁ ἄγγελος ἐκεῖσε ὁ Γαβριήλ [φησιν] λέγων «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ». πῶς ἄρα ἐτόλμα συναφθῆναι τῇ τοσαύτῃ καὶ τοιαύτῃ ἁγίᾳ παρθένῳ Μαρίᾳ; τί δὲ ὠφέλησεν ἡμᾶς, εἰ καὶ συνήφθη [ὅπερ μὴ γένοιτο], περὶ τούτου ζητεῖν;
ποῖον δὲ μᾶλλόν ἐστιν αἱρετώτερον, τὸ παραδοῦναι τὰ πράγματα θεῷ ἢ [τὸ] βιάζεσθαι ἡμῖν τὰ χείρονα; ὅτι μὲν οὐκ ἐγράφη ἡμῖν ὅτι, ἐὰν μὴ πιστεύσωμεν ὅτι συνήφθη πάλιν ἡ Μαρία, οὐκ ἔχομεν ζωὴν αἰώνιον, ἀλλὰ εἰς κρίμα ἐρχόμεθα, δῆλον. ἐγράφη δὲ [ζητεῖν] τί καλά, ἀλλὰ τί δίκαια, τί σεμνά, «ἵνα δῶμεν χάριν καὶ τοῖς ἀκούουσιν». εἴασαν δὲ οἱ ἄνθρωποι τὰ ἀναγκαῖα, τὰ περὶ πίστεως ἀληθείας, τὰ ἐν δοξολογίᾳ θεοῦ, καὶ ὅθεν δ’ ἂν εὕρωσιν ἑαυτοῖς προσπορίζονται πρὸς βλάβην, [ἃ] φεῦ καὶ διανοεῖσθαι, μάλιστα τῆς γραφῆς μὴ λεγούσης. 16. Εἰ μὲν γὰρ ἔλεγεν ἡ γραφή, ἀπεδιδόαμεν ἂν τὴν ἀλήθειαν καὶ οὐδὲν διενοούμεθα. μὴ γὰρ ὁ γάμος ἄσεμνος; μὴ βέβηλος ἡ κοίτη; μὴ οὐκ ἔστιν «ἡ κοίτη ἀμίαντος»; μὴ παραχαράσσεται γάμος; ἀπὸ δὲ προφητῶν καὶ ἀρχιερέων ἐπέχεται διὰ τὴν πρὸς τὸ μεῖζον ὑπηρεσίαν. μετὰ γὰρ τὸ προφητεῦσαι Μωυσῆν οὐκέτι γυναικὶ συνῆπται, οὐκέτι τέκνα κυί̈σκει, οὐκέτι γεννᾷ ὁ τοιοῦτος. σχολ[ι]αίτερον γὰρ τὸν βίον ἔσχε πρὸς τὸν δεσπότην. πῶς γὰρ ἠδύνατο ἐν ὄρει Σινᾷ «τεσσαράκοντα νύκτας καὶ τεσσαράκοντα ἡμέρας» διατελεῖν γάμῳ προσανέχων;
PG 42:725ἢ πῶς ἠδύνατο τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ πρὸς οἰκονομίαν θεοῦ ἕτοιμος εἶναι, πρὸς ἱερωσύνην τε σχολάζειν; καὶ πῶς τὰ μυστήρια διηγεῖσθαι καὶ τὸ συνομιλεῖν θεῷ τῷ γάμῳ συνημμένος διατελεῖν; εἰ γὰρ περὶ ἡμῶν φάσκει ὁ ἅγιος ἀπόστολος διαρρήδην καὶ λέγει «πρὸς καιρόν, ἵνα σχολάσωσι τῇ προσευχῇ», πόσῳ γε μᾶλλον περὶ προφητῶν ἔσται οὗτος ἀληθὴς ὁ λόγος; προφῆτις τοίνυν καὶ ἡ Μαρία. «εἰσῆλθε» γάρ φησι «πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριος πρός με, κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον» καὶ τὰ ἑξῆς. σημαίνει δὲ ἐνταῦθα τὴν τοῦ Γαβριὴλ εἴσοδον πρὸς τὴν Μαρίαν, ὅτε ἐξῆλθεν εὐαγγελίσασθαι αὐτῇ ὅτι μέλλει γεννᾶν υἱὸν θεοῦ σωτῆρα τῷ κόσμῳ, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου. ἀλλὰ καὶ τῷ Φιλίππῳ τῷ εὐαγγελιστῇ «τέσσαρες ἦσαν θυγατέρες προφητεύουσαι»· ἐπροφήτευον δ’ ἄρα δι’ ἣν κατηξιοῦντο ἔχειν παρθενίαν. καὶ Θέκλα μὲν συναντᾷ Παύλῳ τῷ ἁγίῳ καὶ διαλύεται γάμον, ὁρμαστὸν ἔχουσα εὐειδέστατον, πρωτεύοντα δὲ πόλεως, πλούσιον ἄγαν, εὐγενέστατον δὲ [ἐν] τῷ βίῳ καὶ διαφανέστατον·
καὶ περιφρονεῖ τῶν ἐπιγείων ἡ ἁγία, ἵνα τῶν ἐπουρανίων ἐγκρατὴς γένηται. εἰ τοίνυν οὗτοι ταῦτα, πόσῳ γε μᾶλλον ἡ Μαρία, ἐφ’ ἣν ἡ θαυμασία πᾶσα οἰκονομία γεγένηται; πόθεν τοίνυν συνάξω διανοίας εἰς τὸ ἀγαθὸν καὶ ἐκτρέψω τὸν ζόφον τῶν τὰ δεινὰ ἐγκισσησάντων, καθάπερ γέγραπται «συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν»; οὗτοι γὰρ ἀληθῶς συλλαμβάνουσι πόνον διανοημάτων, τίκτουσι δὲ ἀνομίαν βλασφημιῶν. 17. Ἀλλὰ μή τις ἐκεῖνα ὑπονοείτω καὶ ἑτέρως αὐτὰ ὑποσπείρειν ἑαυτῷ πειρώμενος λεγέτω· πῶς οὖν εἶπε τὸ εὐαγγέλιον· ὅτι «εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου ἡ Μαρία, πρὶν ἢ συνελθεῖν αὐτούς»; ἆρα οὖν προσεδοκᾶτο ἡ συνέλευσις καὶ τούτου χάριν εἶπε «πρὸ τοῦ συνελθεῖν»; ἀλλὰ καὶ πάλιν ἐν ἄλλῳ τόπῳ τὸ αὐτὸ πάλιν εὐαγγέλιόν φησι [καὶ εὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν εἰσελθεῖν αὐτούς», ἢ καὶ «ἐγέννησε καὶ οὐκ ἔγνω αὐτήν», ἢ καὶ] «ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον» [καὶ «οὐκ ᾔδει αὐτήν»], καὶ «οὐκ ἔγνω αὐτὴν, ἕως ὅτου ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον».
PG 42:727καὶ οὐκ οἴδασιν οἱ τὰς θεωρίας τῶν γραφῶν διαιρεῖν ἐπαγγελλόμενοι καὶ τὰ μετέωρα καὶ βαθύτατα περιεργάζεσθαι ἐπιχειροῦντες ὅτι ἡ θεωρία τοιοῦτον ἔχει τὸν τρόπον. εἰ γὰρ πάλιν ἐγέννησεν ἡ Μαρία, ἔδει καὶ τῶν ἄλλων ἀδελφῶν εἰπεῖν τὰ ὀνόματα. εἰ δὲ [πρωτότοκος καλεῖται], ἐπειδὴ «πρωτότοκός ἐστι πάσης κτίσεως» ὁ μονογενής, μὴ θορυβοῦ. οὐ γὰρ εἶπεν ὅτι ἐγέννησε τὸν πρωτότοκον αὐτῆς, ἀλλ’ «οὐκ ἔγνω αὐτὴν ἕως ὅτου ἐγέννησε τὸν υἱὸν αὐτῆς», καὶ οὐκ εἶπε τὸν πρωτότοκον αὐτῆς, ἀλλὰ «τὸν πρωτότοκον». ἐπὶ μὲν γὰρ τῷ υἱῷ αὐτῆς ἐσήμανεν [τὸ] ἐξ αὐτῆς κατὰ σάρκα γεγεννῆσθαι, ἐπὶ δὲ τῇ τοῦ πρωτοτόκου ἐπωνυμίᾳ οὐκέτι τὸ αὐτῆς ἔθετο, ἀλλὰ πρωτότοκον μόνον. οὗτος γάρ ἐστιν ὁ παρὰ τῷ ἀποστόλῳ εἰρημένος «πρωτότοκος πάσης κτίσεως», μὴ συνημμένος τῇ κτίσει, ἀλλὰ πρὸ κτίσεως γεγεννημένος. οὐ γὰρ εἶπε πρωτόκτιστος, ἀλλὰ πρωτότοκος διαιρουμένης τῆς ἀναγνώσεως ἐπὶ τὸ βέλτιον καὶ ἀσφαλέστερον, τῷ πρῶτον μὲν λέγειν πρωτότοκος, ἔπειτα ὑποβεβηκυῖαν λέγειν τὴν κτίσιν. τὸ μὲν γὰρ πρωτότοκος ἐπὶ τοῦ υἱοῦ λαμβάνεται, ἡ δὲ κτίσις διὰ τοῦ υἱοῦ [γεγένηται].
«ἐγέννησε τοίνυν τὸν υἱὸν αὐτῆς, τὸν πρωτότοκον», οὐκ αὐτῆς δὲ τὸν πρωτότοκον, ὡς αὐτῆς μελλούσης ἄλλον κυί̈σκειν. «καὶ οὐκ ᾔδει αὐτήν»· πόθεν γὰρ ᾔδει ὅτι τοσαύτην χάριν λήψεται γυνή; ἢ πόθεν ᾔδει ὅτι τοιαύτην δόξαν δοξασθήσεται [ἡ] παρθένος; γυναῖκα μὲν ᾔδει αὐτὴν τῇ πλάσει καὶ θήλειαν τῇ φύσει καὶ ἐκ μητρὸς Ἄννης καὶ ἐκ πατρὸς Ἰωακείμ, συγγένισσαν δὲ τῆς Ἐλισάβετ, ἐξ οἴκου καὶ πατριᾶς τοῦ Δαυίδ, οὐκ ᾔδει δὲ ὅτι τοιαύτην δόξαν τιμηθήσεταί τις ἐπὶ τῆς γῆς, μάλιστα γυνή. οὐκ ᾔδει οὖν αὐτὴν ἕως οὗ εἶδε τὸ θαῦμα, οὐκ ᾔδει αὐτῆς τὸ θαῦμα ἕως ὅτου εἶδε «τὸ γεγεννημένον ἐξ αὐτῆς». ὅτε δὲ ἔτεκεν, ἔγνω καὶ τὴν τοῦ θεοῦ τιμήν, ὅτι αὐτὴ ἦν ἡ ἀκούσασα «χαῖρε κεχαριτωμένη· ὁ κύριος μετὰ σοῦ». 18. Αὕτη ἐστὶν ἡ παρὰ μὲν τῇ Εὔᾳ σημαινομένη, δι’ αἰνίγματος λαβοῦσα τὸ καλεῖσθαι «μήτηρ ζώντων». ἐκεῖ μὲν γὰρ μήτηρ ζώντων κέκληται, καὶ [τοῦτο] μετὰ τὸ ἀκοῦσαι «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», μετὰ τὴν παράβασιν. καὶ ἦν θαῦμα ὅτι μετὰ τὴν παράβασιν ταύτην τὴν μεγάλην ἔσχεν ἐπωνυμίαν. καὶ κατὰ μὲν τὸ αἰσθητὸν ἀπ’ ἐκείνης τῆς Εὔας πᾶσα τῶν ἀνθρώπων ἡ γέννησις ἐπὶ γῆς γεγένηται·
ὧδε δὲ ἀληθῶς ἀπὸ Μαρίας αὐτὴ ἡ ζωὴ τῷ κόσμῳ γεγέννηται, ἵνα ζῶντα γεννήσῃ καὶ γένηται ἡ Μαρία μήτηρ ζώντων. δι’ αἰνίγματος οὖν ἡ Μαρία μήτηρ ζώντων κέκληται. περὶ γὰρ τῶν δύο γυναικῶν ἐλέχθη «τίς δέδωκε γυναικὶ [ὑφάσματος] σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην;» ἐπειδὴ γὰρ ἡ πρώτη σοφὴ Εὔα ὑφαίνουσα [ἦν] ἱμάτια τὰ αἰσθητὰ διὰ τὸν Ἀδάμ, ὅνπερ ἐγύμνωσεν· αὐτῇ γὰρ ἐδόθη οὗτος ὁ κάματος. ἐπειδὴ γὰρ δι’ αὐτῆς ἡ γύμνωσις εὕρηται, αὐτῇ δέδοται τὸ ἀμφιεννύειν τὸ σῶμα τὸ αἰσθητὸν διὰ τὴν γύμνωσιν τὴν αἰσθητήν. τῇ δὲ Μαρίᾳ δέδοται ὑπὸ θεοῦ, ὅπως τέκῃ ἡμῖν ἀρνίον καὶ πρόβατον, καὶ ἐκ τῆς δόξης αὐτοῦ τοῦ ἀρνίου καὶ προβάτου γένηται ἡμῖν ὡς ἀπὸ πόκου ἐν σοφίᾳ δι’ ἀρετῆς αὐτοῦ ἔνδυμα ἀφθαρσίας. ἀλλὰ καὶ ἕτερον περὶ τούτων διανοεῖσθαι ἔστι θαυμαστόν, περί τε τῆς Εὔας καὶ τῆς Μαρίας. ἡ μὲν γὰρ Εὔα πρόφασις γεγένηται θανάτου τοῖς ἀνθρώποις· δι’ αὐτῆς γὰρ «εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον». ἡ δὲ Μαρία πρόφασις ζωῆς, δι’ ἧς ἐγεννήθη ἡμῖν ζωή. καὶ διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ παρεγένετο εἰς τὸν κόσμον. καὶ «οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις».
PG 42:729καὶ ὅθεν γέγονε θάνατος, ἐκεῖ προέλαβεν ἡ ζωή, ἵνα ζωὴ ἀντὶ θανάτου γένηται, ἐκκλείσασα τὸν θάνατον τὸν ἐκ γυναικός, πάλιν ὁ διὰ γυναικὸς ἡμῖν ζωὴ γεγενημένος. καὶ ἐπειδὴ ἐκεῖ μὲν ἔτι οὖσα παρθένος ἡ Εὔα ἐν παρεκβάσει παρακοῆς γέγονε, πάλιν διὰ τῆς παρθένου γέγονεν ἡ ὑπακοὴ τῆς χάριτος, εὐαγγελισθείσης τῆς ἀπ’ οὐρανοῦ καθόδου ἐνσάρκου παρουσίας καὶ ζωῆς αἰωνίου. ἐκεῖ γάρ φησι πρὸς τὸν ὄφιν «καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον αὐτῆς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς». οὐδαμοῦ δὲ σπέρμα εὑρίσκεται γυναικός, ἀλλ’ ἢ κατὰ τὸ αἴνιγμα ἐπὶ τῆς Εὔας λαμβάνεται ἡ ἔχθρα πρὸς τὰ ὑπ’ αὐτοῦ γεννώμενα τοῦ τε ὄφεως καὶ τοῦ ἐν τῷ ὄφει γενομένου διαβόλου καὶ φθόνου. 19. Ἀλλ’ οὖν γε κατὰ τὸ τελειότατον οὐ δύναται ἐν αὐτῇ τὸ πᾶν πληρωθῆναι. πληρωθήσεται δὲ ὡς ἀληθῶς ἐν τῷ σπέρματι τῷ ἁγίῳ, τῷ ἐξαιρέτῳ, τῷ μονωτάτῳ, τῷ ἀπὸ Μαρίας μόνον εὑρεθέντι καὶ οὐκ ἀπὸ συζυγίας ἀνδρός. οὗτος γὰρ ἦλθεν «ἀνελεῖν» τήν τε δύναμιν «τοῦ δράκοντος καὶ σκολιοῦ ὄφεως φεύγοντος» καὶ τὴν πᾶσαν οἰκουμένην κατειληφέναι λέγοντος.
διὰ τοῦτο παρεγένετο ἐκ γυναικὸς ὁ μονογενής, εἰς ἀναίρεσιν μὲν τοῦ ὄφεως, τουτέστι τῆς κακοδιδασκαλίας καὶ φθορᾶς καὶ ἀπάτης, πλάνης τε καὶ ἀνομίας. οὗτός ἐστιν ἀληθῶς «ἀνοίγων μήτραν μητρός». πάντες γὰρ ὅσοι ἐγεννήθησαν πρωτότοκοι, ἵνα καὶ σεμνότερον εἴπωμεν, οὐκ ἠδυνήθησαν τοῦτο πληροῦν ἀλλ’ ἢ μόνος ὁ μονογενής, «μήτραν παρθένου ἀνοίξας». ἐν τούτῳ γὰρ μόνῳ τετελείωται καὶ ἐν ἄλλῳ οὐδενί. ἀλλὰ καὶ ἀπ’ αὐτῆς τῆς ὑποθέσεως ἔστιν ἰδεῖν. ἐπὶ Μαρίας γὰρ λαμβάνεται ἡ λέξις, καὶ περὶ τῆς ἐκκλησίας ἔσται μοι τοῦτο λέγον «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». ὁ δὲ ἅγιος ἀπόστολός φησι «τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν». καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν· ὅτι ἐπὶ μὲν τῷ Ἀδὰμ «ἔπλασε» λέγων, ἐπὶ δὲ τῇ Εὔᾳ οὐκέτι πεπλάσθαι λέγων, ἀλλ’ «οἰκοδομεῖσθαι».

Against the CollyridiansAdversus Collyridianos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 42:731«ἔλαβε» γάρ φησι «μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ᾠκοδόμησεν αὐτῷ εἰς γυναῖκα», ἵνα δείξῃ τὸν μὲν κύριον ἀπὸ Μαρίας ἀναπλάσαντα ἑαυτῷ σῶμα, ἀπ’ αὐτῆς δὲ τῆς πλευρᾶς οἰκοδομηθῆναι ἐκκλησίαν, ἐν τῷ νυχθῆναι αὐτοῦ τὴν πλευρὰν καὶ τὰ μυστήρια τοῦ αἵματος καὶ ὕδατος ἐν ἡμῖν λύτρα γενέσθαι. 20. Ἀλλ’ ὅμως ἔγνω τὴν Μαρίαν ὁ Ἰωσήφ, οὐ κατὰ γνῶσίν τινα χρήσεως, οὐ κατὰ γνῶσιν κοινωνίας, ἀλλ’ ἔγνω αὐτήν, τιμῶν τὴν ἐκ θεοῦ τετιμημένην. οὐ γὰρ ᾔδει αὐτὴν τοιαύτης δόξης οὖσαν, ἕως ὅτε εἶδε κύριον ἐκ γυναικὸς γεγεννημένον. καὶ τὸ «πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα», ἵνα μή ποτε κρατήσῃ ὁ λόγος τῶν νομιζόντων ἐκ κοινωνίας ἀνδρὸς εἶναι τὸ [ἐκ] τοῦ θεοῦ οἰκονομηθὲν μυστήριον. ἔλεγε γάρ, πρὶν ἢ τοῦτο γενέσθαι ὅπερ προσεδοκᾶτο. οὐ γέγονε δὲ τοῦτο τὸ πρᾶγμα.
εἰ γὰρ καὶ προσεδοκᾶτο ἡ παρθένος τῷ Ἰωσὴφ εἰς συνάφειαν, ὡς οὐδὲ ἐπεδέχετο διὰ τὸ γηραλέον, ὅμως προλαμβάνει ἡ γραφὴ καὶ ἡμῖν ὑποτίθεται καὶ τὴν διάνοιαν ἐπασφαλίζεται, δυνατῆς οὔσης τῆς ὑποθέσεως κατὰ τὸν θεῖον τόκον, [τοῦ] πεῖσαι [ἡμᾶς] μηκέτι [ἐξεῖναι] ἐγγίζειν ἀνδρὶ πρὸς συνάφειαν τῇ παρθένῳ, ὡς καὶ ὁ ἄγγελος τὸν Ἰωσὴφ ἔπεισε μὴ εἶναι τὴν ὑπόνοιαν ἥνπερ αὐτὸς ἐνόμιζεν. ὅμοιον γὰρ τῷ προρρηθέντι «πρὶν ἢ συνελθεῖν αὐτούς», ὡς προσδοκωμένου, οὐ γενομένου δέ, τὸ «δίκαιος ὢν ἐζήτει μὴ παραδειγματίσαι αὐτήν, ἀλλὰ λάθρᾳ ἀπολῦσαι αὐτήν», ὡς φαύλου μὲν γινομένου ἀπὸ τοῦ παραδειγματίσαι αὐτήν, οὐ γενομένου δέ· ὡς ὁ ἄγγελος διδάσκει λέγων «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου», τὴν μηδέπω γενομένην, καὶ εἰ ἐν ὑπονοίᾳ σφάλματος παρὰ σοί ἐστιν, ἀλλ’ οὐδὲ οὕτως οὖσαν ὡς οἴει, καὶ τὰ ἑξῆς. εὐθὺς γὰρ ἀκολούθως λέγει «τὸ γὰρ γεννηθὲν ἐν αὐτῇ», ὡς ἤδη γεγεννημένου, πάλιν δὲ τὸ «τέξεται υἱόν» ὡς ἐπὶ μέλλοντος· οὕτως γὰρ ἦν. διὰ δὲ τὸ πεπιστῶσθαι ἡ προαναφώνησις, ὡς καὶ τὸ «πρὶν ἢ συνελθεῖν» ἀρκούμενοι ὅτι οὐδ’ ὅλως γεγένηται.
«ἕως ὅτου ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον» τοῖς αὐτοῖς ἐστιν ἑρμηνευόμενον, διὰ τὸ θαυμαστὸν τῆς περὶ τὴν παρθένον γνώσεως [τὴν] πρὸς θεὸν τετιμημένην. 21. Μὴ νομίσῃ δέ τις ἐκ τοῦ λέγειν «πρὸ τοῦ συνελθεῖν αὐτούς» ὅτι μετέπειτα συνῆλθον· οὐδὲ γὰρ ἔχει τις δεῖξαι ἢ σημᾶναι· ἀλλ’ ἵνα δείξῃ ἄχραντον τὴν κύησιν τοῦ σωτῆρος, τοῦτο ἡ γραφὴ ἐπεβεβαιώσατο. τὸ οὖν «οὐκ ἔγνω αὐτήν» διὰ τὴν δόξαν· τὸ δὲ πρωτότοκον, ἐπειδὴ πρωτότοκός ἐστι πρὶν ἢ τὰς κτίσεις εἶναι καὶ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς», κατὰ τὸν ἀπόστολον, οὐ κατὰ τὸν ἀπὸ Μαρίας [τοκετόν], ὡς ἄλλων υἱῶν ἀπ’ αὐτῆς ὄντων, ἀλλ’ ἐν τοῖς καταξιωθεῖσι λαβεῖν δι’ αὐτοῦ τὴν υἱοθεσίαν, ὅτε υἱὸς αὐτῆς γέγονεν ἀληθῶς κατὰ σάρκα, ἵνα μὴ δόκησις ὑποληφθείη. ἀλλὰ καὶ πρωτότοκος καὶ υἱὸς αὐτῆς τῆς παρθένου, οὐ διὰ τὸ αὐτὴν ἄλλους υἱούς, ὡς ἔφην, ἔχειν. ὅμοιον γάρ ἐστι τοῦτο τῷ πρώτῳ [τῷ] πρὸ τῆς ἐνδημίας. ὁ γὰρ πρωτότοκος ὢν ἀληθῶς πατρὸς ἄνω πρὸ πάσης κτίσεως οὐκ ἀπὸ τοῦ ἄλλους μετ’ αὐτὸν ἐκ πατρὸς γεγεννῆσθαι λέγεται πρωτότοκος. οὐ γάρ ἐστιν αὐτῷ ἀδελφὸς δεύτερος, διότι μονογενής.
PG 42:733οὕτω καὶ ἐπὶ τῆς ἐνσάρκου παρουσίας ἀεὶ [καὶ] πρωτότοκός ἐστι Μαρίας, ἀλλὰ μονογενὴς τῇ Μαρίᾳ πέφυκε, μὴ ἔχων δεύτερον ἀδελφὸν ἀπ’ αὐτῆς. καὶ παύσωνται οἱ καθ’ ἑαυτῶν μεμηχανημένοι τὰ βλαβερὰ μᾶλλον ἤπερ τὰ πρὸς ὠφέλειαν. μὴ μή, παρακαλῶ. ὁ τιμῶν κύριον τιμᾷ καὶ ἅγιον [σκεῦος], ὁ δὲ ἀτιμάζων ἅγιον [σκεῦος] ἀτιμάζει καὶ τὸν ἑαυτοῦ δεσπότην. ἔστω Μαρία παρ’ ἑαυτῇ ἡ ἁγία παρθένος, τὸ ἅγιον σκεῦος. ταῦτα γὰρ τὰ πρὸς βλάβην [ἐπινοηθέντα] ἡμᾶς οὐκ ὠφελεῖ· ἡμᾶς δὲ δεῖ σεμνότερον διανοεῖσθαι, ἵνα μὴ ὑψαυχενίαν κτησώμεθα ἢ διχόνοιαν ἢ περιττολογίαν. περὶ παντὸς γὰρ ἀργοῦ λόγου λόγον δώσομεν, κατὰ τὸ γεγραμμένον· [διὸ] ἑαυτοὺς μεριμνήσωμεν, τὰ ἑαυτῶν ἐπισκεψώμεθα, μὴ τὰ ἑαυτῶν εἰς τοὺς ἁγίους ῥίψωμεν, μὴ ἀφ’ ἑαυτῶν τὰ τῶν ἁγίων διασκεψώμεθα. 22. Πάντως γὰρ βιαζόμενοί τινες καὶ ἐπὶ τὸ λαγνίστερον τρεπόμενοι καὶ ἐν αὑτοῖς ἔχοντες φθοριμαίαν ὑπόνοιαν βούλονται καὶ τοὺς ἁγίους χραίνειν, εἰς εὔλογον ἀπολογίαν τῆς ἑαυτῶν κακῆς καὶ ἀσθενοῦς ὑπονοίας· πρὸς οὓς ὁ ἀπόστολός φησιν «ἤθελον μὲν πάντας εἶναι ὡς ἐμαυτόν». τὸ δὲ ἐμαυτὸν πῶς ἄρα λέγει ἀλλ’ ἢ διὰ τὸ ἁγνεύειν;
«διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω». ὑπεξῃρέθη δὲ ἡ ἀντωνυμία. ἐλεγκτικῶς γὰρ εἶπε καὶ ἐπιστρεφέστερον. εἶχε γὰρ εἰπεῖν, διὰ τὰς πορνείας ὑμῶν. τὸ ὑμῶν τοίνυν περιεῖλεν, ἵνα μὴ δόξῃ εἰς ὕβριν τινῶν τοῦτο εἰρηκέναι. ἐρρέθη δὲ εἰς κατάκρισίν τινων τῶν μὴ θελόντων θεῷ σχολάζειν μετὰ τὸ κατὰ τὸν νόμον βιοῦν καὶ εὐλόγως ἐπιγνῶναι τὸ αὐτῶν σκεῦος εἰς παιδοποιίαν, ὡς καὶ οἱ παλαιοὶ πατέρες ἡμῶν τούτῳ τῷ εἴδει κέχρηνται· ὡς καί που εὑρήκαμεν λέγουσαν τὴν γραφήν «Ῥεβέκκα δὲ ἐξ ἑνὸς κοίτην ἔχουσα». τὸ «δὲ ἐξ ἑνός» εἰπὼν σεμνότερον μὲν διηγήσατο, ἔδειξε δὲ τὴν σύλληψιν δικαίαν οὖσαν· μετὰ γὰρ τὸ ἐσχηκέναι τέκνα δείκνυσι μηκέτι τῇ γυναικὶ αὐτὸν συναφθέντα.
Ἀλλ’ ἐπειδήπερ ῥᾴδιον καὶ εὐχερές ἐστιν ἐπὶ τὰ φαῦλα μᾶλλον τρέπεσθαι τὴν διάνοιαν ἤπερ ἐπὶ τὰ ἀναγκαῖα, ὀλισθηροῦ ὄντος τοῦ ἡμετέρου ἀνθρωπίνου λογισμοῦ, καὶ οὐ τάχιον εὐθύνοντος αὐτοῦ τὴν ὁρμὴν ἐπὶ τὴν εὐθεῖαν ὁδὸν τοῦ κυρίου, ἀλλὰ κλίνοντος πῆ μὲν ἐπὶ τὰ δεξιά, πῆ δὲ ἐπὶ τὰ ἀριστερὰ καὶ βαρέως πληροῦντος τὸ παρὰ τῷ Σαλομῶντι εἰρημένον «μὴ κλίνῃς ἐπὶ τὰ δεξιά, μηδὲ ἐπὶ τὰ ἀριστερά», πάλιν ἄλλως ἡμῖν στρεφομένης τῆς κακίας περὶ τοὺς αὐτοὺς λογισμοὺς καὶ ὠθούσης ἡμῶν τὸ σῶφρον ἐφ’ ἑτέρας πάλιν ὁδοὺς βαδίζειν, ἀσφαλισώμεθα οὖν μή πως τὸ περισσοτέρως ἐγκωμιάσαι τὴν παρθένον γένηταί τινι εἰς ἄλλο πρόσκομμα φαντασίας. 23. Οἱ μὲν γὰρ εἰς τὸν υἱὸν βλασφημοῦντες, καθάπερ μοι ἄνω προδεδήλωται, φύσει ἀπαλλοτριοῦν αὐτὸν τῆς τοῦ πατρὸς θεότητος ἐφιλοτιμήσαντο· ἄλλοι δὲ πάλιν ἑτέρως φρονήσαντες, ὡς δῆθεν τιμῆσαι περισσοτέρως προαχθέντες, τὸν αὐτὸν εἶναι πατέρα εἶπον καὶ τὸν αὐτὸν υἱὸν καὶ τὸ αὐτὸ ἅγιον πνεῦμα· ἔστι δὲ τοῖς μέρεσιν ἀμφοτέροις ἀνίατος ἡ πληγή.
PG 42:735οὕτω περὶ τῆς ἁγίας ταύτης καὶ μακαρίτιδος ἀειπαρθένου οἱ μὲν ἐξυβρίσαι τετολμήκασιν, ὡς συναφθεῖσαν αὐτὴν σαρκὶ μετὰ τὴν μεγίστην ἐκείνην καὶ ἀκραιφνῆ οἰκονομίαν τοῦ κυρίου τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. καὶ ἔστι τοῦτο πάσης μοχθηρίας δυσσεβέστατον. ὡς δὲ τοῦτό φαμεν [τεθαυμακέναι] ἐνηχηθέντες τινὰς οὕτω τετολμηκέναι ῥᾴστως ἐπιδοῦναι ἑαυτοὺς τῇ ἁμαρτίᾳ, οὕτω καὶ τὸ ἕτερον τεθαυμάκαμεν πάλιν ἀκηκοότες· ἄλλους γὰρ πάλιν [ἀκηκόαμεν] ἀφραίνοντας εἰς τὴν ὑπὲρ τῆς αὐτῆς ἁγίας ἀειπαρθένου ὑπόθεσιν ἀντὶ θεοῦ ταύτην παρεισάγειν ἐσπουδακότας καὶ σπουδάζοντας, καὶ ἐν ἐμβροντήσει τινὶ καὶ φρενοβλαβείᾳ φερομένους. διηγοῦνται γὰρ ὥς τινες γυναῖκες ἐκεῖσε ἐν τῇ Ἀραβίᾳ ἀπὸ τῶν μερῶν τῆς Θρᾴκης τοῦτό γε τὸ κενοφώνημα ἐνηνόχασιν, ὡς εἰς ὄνομα τῆς ἀειπαρθένου κολλυρίδα τινὰ ἐπιτελεῖν καὶ συνάγεσθαι ἐπὶ τὸ αὐτὸ καὶ εἰς ὄνομα τῆς ἁγίας παρθένου ὑπὲρ τὸ μέτρον τι πειρᾶσθαι, ἀθεμίτῳ [τε] καὶ βλασφήμῳ ἐπιχειρεῖν πράγματι καὶ εἰς ὄνομα αὐτῆς ἱερουργεῖν διὰ γυναικῶν· ὅπερ τὸ πᾶν ἐστιν ἀσεβὲς καὶ ἀθέμιτον, ἠλλοιωμένον ἀπὸ τοῦ κηρύγματος τοῦ ἁγίου πνεύματος·
ὥστε εἶναι τὸ πᾶν διαβολικὸν ἐνέργημα καὶ πνεύματος ἀκαθάρτου διδασκαλίαν. πληροῦται γὰρ καὶ ἐπὶ τούτους τὸ «ἀποστήσονταί τινες τῆς ὑγιοῦς διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμονίων». ἔσονται γάρ φησι «νεκροῖς λατρεύοντες» ὡς καὶ ἐν τῷ Ἰσραὴλ ἐσεβάσθησαν. καὶ ἡ τῶν ἁγίων κατὰ καιρὸν εἰς θεὸν δόξα ἄλλοις γέγονε τοῖς μὴ ὁρῶσι τὴν ἀλήθειαν εἰς πλάνην. Ἐν γὰρ Σικίμοις, τουτέστιν ἐν τῇ νυνὶ Νεαπόλει, θυσίας οἱ ἐπιχώριοι τελοῦσιν εἰς ὄνομα τῆς Κόρης, δῆθεν ἐκ προφάσεως τῆς θυγατρὸς Ἰεφθάε, τῆς ποτὲ προσενεχθείσης τῷ θεῷ εἰς θυσίαν· καὶ τοῖς ἠπατημένοις τοῦτο γέγονεν εἰς βλάβην εἰδωλολατρείας καὶ κενολατρείας. ἀλλὰ καὶ τὴν θυγατέρα τοῦ Φαραώ, τιμήσασαν τὸν δοῦλον τοῦ θεοῦ Μωυσέα, ἀνελομένην τε καὶ ἀναθρέψασαν, διὰ τὸ περίφημον τότε τοῦ παιδίου ὑπὲρ τὸ δέον τιμήσαντες Αἰγύπτιοι ἀντὶ θεοῦ, καὶ τοῦτο εἰς κακὴν παράδοσιν τοῖς ἀνοήτοις παρέδωκαν εἰς θρησκείαν. καὶ προσκυνοῦσι τὴν Θέρμουτιν τὴν θυγατέρα τοῦ Ἀμενώφ, ἕως τότε Φαραώ, ἐπειδὴ ὡς προεῖπον ἀνέθρεψε τὸν Μωυσέα.
PG 42:737καὶ πολλὰ τοιαῦτα ὅμοια γέγονεν ἐν κόσμῳ εἰς πλάνην τῶν ἠπατημένων, οὐ τῶν ἁγίων αἰτίων ὄντων τισὶν εἰς πρόσκομμα, τῆς [δὲ] διανοίας τῶν ἀνθρώπων μὴ ἠρεμούσης, ἀλλ’ ἐπὶ τὰ πονηρὰ ἐκτρεπομένης. ἤτοι γὰρ ἀπέθανεν ἡ ἁγία παρθένος καὶ τέθαπταιἐν τιμῇ αὐτῆς ἡ κοίμησις καὶ ἐν ἁγνείᾳ ἡ τελευτὴ καὶ ἐν παρθενίᾳ ὁ στέφανος· ἤτοι ἀνῃρέθη, καθὼς γέγραπται «καὶ τὴν ψυχὴν αὐτῆς διελεύσεται ῥομφαία»ἐν μάρτυσιν αὐτῆς τὸ κλέος καὶ ἐν μακαρισμοῖς τὸ ἅγιον αὐτῆς σῶμα, δι’ ἧς φῶς ἀνέτειλε τῷ κόσμῳ· ἤτοι δὲ ἔμεινε· καὶ γὰρ οὐκ ἀδυνατεῖ τῷ θεῷ πάντα ποιεῖν ὅσαπερ βούλεται· τὸ τέλος γὰρ αὐτῆς οὐδεὶς ἔγνωπέρα τοῦ δέοντος οὐ χρὴ τιμᾶν τοὺς ἁγίους, ἀλλὰ τιμᾶν τὸν αὐτῶν δεσπότην. παυσάσθω τοίνυν ἡ πλάνη τῶν πεπλανημένων. οὔτε γὰρ θεὸς ἡ Μαρία οὔτε ἀπ’ οὐρανοῦ ἔχουσα τὸ σῶμα, ἀλλ’ ἐκ συλλήψεως ἀνδρὸς καὶ γυναικός, κατ’ ἐπαγγελίαν δέ, ὥσπερ ὁ Ἰσαάκ, οἰκονομηθεῖσα. καὶ μηδεὶς εἰς ὄνομα ταύτης προσφερέτω· ἑαυτοῦ γὰρ τὴν ψυχὴν ἀπόλλει, μήτε πάλιν ἐμπαροινείτω ἐξυβρίζων τὴν ἁγίαν παρθένον. μὴ γὰρ γένοιτο, οὐ συνήφθη σαρκὶ μετὰ τὴν κύησιν, οὐδὲ πρὸ τῆς κυήσεως τοῦ σωτῆρος. 24.
Καὶ ταῦτα μὲν τὰ ὀλίγα εἰς ἑαυτοὺς διασκοπήσαντες ἐγράψαμεν τοῖς βουλομένοις καταμαθεῖν τῆς γραφῆς τὴν ἀλήθειαν καὶ μὴ μάτην παροινεῖν τοῖς λόγοις καὶ βλάσφημόν τινα ἑαυτοῖς ἐξοπλίζεσθαι γλῶτταν. εἰ δὲ βούλονταί τινες ἀντέχεσθαι οὐδὲ καταδέχεσθαι τὰ ἐπωφελῆ, ἀλλὰ μᾶλλον τἀναντία, καὶ ἀφ’ ἡμῶν τῶν εὐτελῶν ἔσται ῥητέον τὸ «ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω», μή τις τοῖς ἀποστόλοις «κόπον παρεχέτω», μήτε ἡμῖν μηκέτι. ἃ γὰρ ᾔδειμεν σεμνότερα καὶ ἐπωφελῆ τῇ ἐκκλησίᾳ, ταῦτα περὶ τῆς ἁγίας παρθένου εἰρήκαμεν, συνηγοροῦντες τῇ κατὰ πάντα κεχαριτωμένῃ, ὡς εἶπεν ὁ Γαβριήλ «χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ». εἰ δὲ ὁ κύριος μετ’ αὐτῆς, πῶς ἔσται ἐν συζυγίᾳ ἑτέρᾳ; πῶς δὲ σαρκὶ πλησιάζουσα ἔσται, ὑπὸ κυρίου φυλαττομένη; οἱ ἅγιοι ἐν τιμῇ, ἡ ἀνάπαυσις αὐτῶν ἐν δόξῃ, ἡ ἀπεντεῦθεν αὐτῶν ἐκδημία ἐν τελειότητι, ὁ κλῆρος αὐτῶν ἐν μακαριότητι, ἐν μοναῖς ἁγίαις, ὁ χορὸς μετ’ ἀγγέλων, ἡ δίαιτα ἐν οὐρανῷ, τὸ πολίτευμα ἐν θείαις γραφαῖς, τὸ κλέος ἐν τιμῇ ἀσυνεικάστῳ καὶ διηνεκεῖ, τὰ βραβεῖα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας. ἀμήν.
PG 42:739Προσαγορεύουσιν ὑμᾶς πάντες οἱ ἀδελφοί, προσείπατε δὲ καὶ αὐτοὶ πάντας τοὺς παρ’ ὑμῖν ἀδελφοὺς πιστοὺς ὀρθοδόξους, στυγοῦντας ὑπερηφανίαν, μισοῦντας κοινωνίαν Ἀρειανῶν καὶ Σαβελλιανῶν ἐρεσχελίαν, τιμῶντας δὲ ὁμοουσίως τὴν τριάδα, πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν καὶ θεότητα μίαν καὶ ἁπαξαπλῶς μίαν δοξολογίαν, καὶ μὴ σφαλλομένους περὶ τὴν τοῦ σωτῆρος ἡμῶν σωτήριον οἰκονομίαν καὶ ἔνσαρκον παρουσίαν, ἀλλὰ πιστεύοντας τελείως τὴν Χριστοῦ ἐνανθρώπησιν, τέλειον θεόν, τέλειον τὸν αὐτὸν ἄνθρωπον χωρὶς ἁμαρτίας, λαβόντα αὐτὸ τὸ σῶμα ἀπὸ Μαρίας καὶ ψυχὴν λαβόντα καὶ νοῦν καὶ πάντα εἴ τί ἐστιν ἄνθρωπος χωρὶς ἁμαρτίας, οὐ δύο ὄντα, ἀλλ’ ἕνα κύριον, ἕνα θεόν, ἕνα βασιλέα, ἕνα ἀρχιερέα, θεὸν καὶ ἄνθρωπον, ἄνθρωπον καὶ θεόν, οὐ δύο, ἀλλ’ ἕνα, συνενωθέντα οὐκ εἰς σύγχυσιν, οὐδ’ εἰς ἀνυπαρξίαν, ἀλλ’ εἰς μεγάλην χάριτος οἰκονομίαν. ἔρρωσθε.
Τῷ δὲ τῆς ἐπιστολῆς ἀντιγράφῳ ἀρκεσθέντες καλῶς ἔχοντι, πρὸς τὴν τούτων ἀντίθεσιν ἕως ὧδε ἱκανῶς ἔχειν δοκιμάζοντες καὶ ταύτην ἐν θεῷ ὑπερβεβηκότες ὡς ἑρπετὸν ἀπὸ ὀπῆς προκῦψαν, διὰ συνετῆς θεοῦ διδασκαλίας τε καὶ δυνάμεως, τῆς ὡς στύρακος πνεούσης εὐοδμίαν ἐν κόσμῳ ἐπ’ ἀρετῇ καὶ ἁγίων παίδων τῆς παρθενίας, ἀπὸ Μαρίας ἀρξαμένης τῆς ἁγίας διὰ τοῦ ἐξ αὐτῆς φῶς τῷ κόσμῳ ἀνατείλαντος, διελέγξαντες καὶ τὸν κακὸν ἰὸν τῆς ἑρπετώδους μοχθηρίας αὐτῶν ἐπιδείξαντες, ἐπὶ τὰς ἑτέρας πάλιν βαδίσωμεν εἰς τελείωσιν τῆς πάσης ἐν θεῷ πραγματείας. Κατὰ Κολλυριδιανῶν τῶν τῇ Μαρίᾳ προσφερόντων νθ, τῆς δὲ ἀκολουθίας οθ. 1. Ἑξῆς δὲ ταύτῃ [ἄλλη] εἰς φήμην πέφηνεν αἵρεσις, περὶ ἧς ἤδη ὑπεμνήσαμεν ὀλίγα ἐν τῇ πρὸ ταύτης, διὰ τῆς εἰς Ἀραβίαν γραφείσης ἐπιστολῆς τῆς περὶ τῆς Μαρίας ἐχούσης. καὶ αὐτὴ δὲ ἡ αἵρεσις πάλιν ἐν τῇ Ἀραβίᾳ ἀπὸ τῆς Θρᾴκης καὶ τῶν ἄνω μερῶν τῆς Σκυθίας ἀνεδείχθη καὶ εἰς ἡμῶν ἀκοὰς ἀνηνέχθη· ἥτις ἐστὶ καὶ αὐτὴ γελοῖος καὶ χλεύης ἔμπλεως παρὰ τοῖς συνετοῖς εὑρισκομένη. ἀρξώμεθα [γοῦν] περὶ αὐτῆς φρᾶσαι καὶ τὰ κατ’ αὐτὴν διηγήσασθαι·
εὐηθείας γὰρ μᾶλλον κριθήσεται ἤπερ συνέσεως αὕτη, καθὼς καὶ ἄλλαι ὅμοιαι ταύτῃ ἦσαν. ὡς γὰρ ἄνω πολὺ διὰ τῆς πρὸς Μαρίαν ὕβρεως οἱ δόξαντες ταῦτα ὑπονοεῖν βλαβερὰς ὑπονοίας [ἐν]σπείρουσι λογισμοῖς ἀνθρώπων, οὕτω καὶ οὗτοι ἐπὶ τὸ ἕτερον μέρος κλίναντες ἐν ἀκρότητι βλάβης καταλαμβάνονται, ὅπως κἀκεῖνο τὸ παρά τισι τῶν ἔξωθεν φιλοσόφων ᾀδόμενον καὶ ἐν αὐτοῖς πληρωθήσεται ἐν τῷ λέγειν, αἱ ἀκρότητες ἰσότητες. ἴση γὰρ ἐπ’ ἀμφοτέραις ταύταις ταῖς αἱρέσεσιν ἡ βλάβη, τῶν μὲν κατευτελιζόντων τὴν ἁγίαν παρθένον, τῶν δὲ πάλιν ὑπὲρ τὸ δέον δοξαζόντων. οὗτοι γὰρ οἱ τοῦτο διδάσκοντες τίνες εἰσὶν ἀλλ’ ἢ γυναῖκες; γυναικῶν γὰρ τὸ γένος εὐόλισθον, σφαλερὸν δὲ καὶ ταπεινὸν τῷ φρονήματι. καὶ αὐτό[θι] γὰρ ἔδοξεν ἀπὸ γυναικῶν ὁ διάβολος ἐξεμεῖν, ὡς καὶ ἄνω παρὰ Κυϊντίλλῃ καὶ Μαξιμίλλῃ καὶ Πρισκίλλῃ περιγέλαστα [τὰ] διδάγματα, οὕτω καὶ ἐνταῦθα.
PG 42:741τινὲς γὰρ γυναῖκες κουρικόν τινα κοσμοῦσαι ἤτοι δίφρον τετράγωνον, ἁπλώσασαι ἐπ’ αὐτὸν ὀθόνην, ἐν ἡμέρᾳ τινὶ φανερᾷ τοῦ ἔτους [ἐν ἡμέραις τισὶν] ἄρτον προτιθέασι καὶ ἀναφέρουσιν εἰς ὄνομα τῆς Μαρίας, αἱ πᾶσαι δὲ ἀπὸ τοῦ ἄρτου μεταλαμβάνουσιν, ὡς ἐν αὐτῇ τῇ εἰς τὴν Ἀραβίαν ἐπιστολῇ γράφοντες ἐκ μέρους περὶ τούτου διελέχθημεν. νῦν δὲ σαφῶς τὰ περὶ αὐτῆς λέξομεν, καὶ τὰς κατ’ αὐτῆς ἀνατροπὰς θεὸν αἰτησάμενοι κατὰ τὸ δυνατὸν παραθησόμεθα, ὅπως τῆς εἰδωλοποιοῦ ταύτης αἱρέσεως τὰς ῥίζας ἐκτεμόντες ἀπό τινων τὴν τοιαύτην λύσσαν καταλῦσαι ἐν θεῷ δυνηθῶμεν. 2. Ἄγε τοίνυν, θεοῦ δοῦλοι, ἀνδρικὸν φρόνημα ἐνδυσώμεθα, γυναικῶν δὲ τούτων τὴν μανίαν διασκεδάσωμεν. τὸ πᾶν γὰρ θήλεος ἡ ὑπόνοια καὶ Εὔας πάλιν τῆς ἀπατωμένης τὸ νόσημα, μᾶλλον δ’ ἔτι τοῦ ὄφεως τοῦ ἐρεθιστικοῦ θηρὸς καὶ τοῦ λαλήσαντος ἐν αὐτῇ ἡ τῆς πλάνης ὑπόσχεσις, μηδὲν [ὑγιὲς] εἰς μέσον φέρουσα οὐδὲ τὰ ὑπισχνούμενα τελειοῦσα ἀλλ’ ἢ μόνον θάνατον ἀπεργαζομένη, τὰ μὴ ὄντα ὡς ὄντα καλοῦσα καὶ διὰ τῆς ὁράσεως τοῦ ξύλου παρακοὴν ἐργαζομένη καὶ ἀποστροφὴν ἀπ’ αὐτῆς τῆς ἀληθείας διὰ τοῦ ἐπὶ πολλὰ τρέπεσθαι.
νομίζειν δὲ ἔσται ὁποῖα ὁ ἀπατεὼν ἔσπειρε λέγων «ἔσεσθε ὡς θεοί», οὕτω καὶ τούτων τὸ φρόνημα κεπφούμενον τῇ τοῦ προειρημένου θηρὸς ἐπάρσει, ἐφ’ ᾗ φύσει πάλιν τὸν θάνατον ἐργάζεται, ὡς καὶ πολλάκις εἶπον. πρῶτον μὲν γὰρ εὐθὺς διασκοπεῖν [μέλλοντι] ἀπ’ αἰῶνος καὶ δεῦρο, τίνι οὐ σαφές ἐστιν ὅτι δαιμόνων ἐστὶ τὸ δίδαγμα καὶ σχῆμα καὶ ἠλλοιωμένον τὸ ἐπιχείρημα; θεῷ μὲν ἀπ’ αἰῶνος οὐδαμῶς γυνὴ ἱεράτευσεν, οὐκ αὐτὴ Εὔα, καίτοι γε ἐν παρεκβάσει γενομένη, ἀλλ’ οὐκ ἐτόλμησεν ἔτι ἀσεβὲς τοιοῦτον ἀποτελέσαι ἐπιχείρημα· οὐ μία τῶν ταύτης θυγατέρων, καίτοι γε τοῦ Ἄβελ εὐθὺς ἱερουργήσαντος θεῷ καὶ τοῦ Κάϊν θύσαντος ἐνώπιον κυρίου θυσίας, ἀλλ’ οὐ προσδεδεγμένας, Ἐνώχ τε εὐαρεστήσαντος καὶ μετατεθέντος, Νῶε δὲ προσενέγκαντος ἐκ τῶν τῆς κιβωτοῦ περισσευμάτων εὐχαριστηρίους προσφορὰς κυρίῳ, εὐγνώμονος διαθέσεως ὑποδεικνύοντος τεκμήριον, ὁμολογοῦντος τὴν χάριν τῷ σεσωκότι. Ἀβραὰμ δὲ ὁ δίκαιος ἱερουργεῖ θεῷ, καὶ Μελχισεδὲκ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ Ἰσαὰκ θεῷ εὐάρεστος εὑρίσκεται, καὶ Ἰακὼβ κατὰ δύναμιν προσήνεγκεν ἐπὶ τοῦ λίθου, ἀπὸ τοῦ φακοῦ ἐπιχέας ἔλαιον. οἱ τούτου δὲ υἱεῖς·
PG 42:743Λευὶς μὲν εὑρίσκεται καθεξῆς ἱερωσύνην ἀναδεδεγμένος· ἐξ αὐτοῦ δὲ τοῦ γένους οἱ τὸ ἱερατικὸν τάγμα ἀναδεδεγμένοι, φημὶ δὲ Μωυσῆς ὁ προφήτης καὶ ἱεροφάντωρ, Ἀαρών τε καὶ οἱ τούτου παῖδες, Ἐλεάζαρ τε καὶ Φινεὲς καὶ Ἰθάμαρ ὁ τούτου ἔκγονος. καὶ τί μοι τὰ πλήθη λέγειν τῶν ἱερουργησάντων θεῷ ἐν παλαιᾷ διαθήκῃ; ὡς Ἀχιτὼβ εὑρίσκεται ἱερουργῶν, οἵ τε Κορῖται καὶ οἱ Γερσωνῖται καὶ Μεραρῖται, τὴν Λευιτικὴν πεπιστευμένοι τάξιν, ὅ τε οἶκος Ἠλεὶ καὶ οἱ μετ’ αὐτὸν οἱ ἀπὸ τῆς συγγενείας αὐτοῦ ἐν τῷ οἴκῳ Ἀβιμέλεχ καὶ Ἀβιάθαρ, Χελκίας τε καὶ Βουζεί, ἄχρι Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, Ἔσδρα τε τοῦ ἱερέως καὶ τῶν ἄλλων. καὶ οὐδαμοῦ γυνὴ ἱεράτευσεν. 3. Ἐλεύσομαι δὲ καὶ εἰς τὴν καινὴν διαθήκην. εἰ ἱερατεύειν γυναῖκες θεῷ προσετάσσοντο ἢ κανονικόν τι ἐργάζεσθαι ἐν ἐκκλησίᾳ, ἔδει μᾶλλον αὐτὴν τὴν Μαρίαν ἱερατείαν ἐπιτελέσαι ἐν καινῇ διαθήκῃ, τὴν καταξιωθεῖσαν ἐν κόλποις ἰδίοις ὑποδέξασθαι τὸν παμβασιλέα, θεὸν ἐπουράνιον, υἱὸν τοῦ θεοῦ, ἧς ἡ μήτρα ναὸς γενομένη καὶ κατοικητήριον εἰς τὴν τοῦ κυρίου ἔνσαρκον οἰκονομίαν κατὰ φιλανθρωπίαν θεοῦ καὶ ἔκπληκτον μυστήριον ἡτοιμάσθη. ἀλλ’ οὐκ εὐδόκησεν.
ἀλλ’ οὐδὲ βάπτισμα διδόναι πεπίστευται, ἐπεὶ ἠδύνατο ὁ Χριστὸς μᾶλλον παρ’ αὐτῆς βαπτισθῆναι ἤπερ παρὰ Ἰωάννου. ἀλλὰ Ἰωάννης μὲν παῖς Ζαχαρίου ἐν τῇ ἐρήμῳ διετέλεσε βάπτισμα ἀφέσεως ἁμαρτιῶν πεπιστευμένος, ὁ δὲ τούτου πατὴρ θεῷ ἱεράτευσε καὶ τῇ ὥρᾳ τοῦ θυμιάματος ὀπτασίαν εἶδε. Πέτρος τε καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς, Θαδδαῖος, καὶ Ἰάκωβος Ἀλφαίου, καὶ Ἰούδας Ἰακώβου καὶ Σίμων ὁ Καναναῖος, καὶ Ματθίας ὁ εἰς πλήρωσιν τῶν δώδεκα ἐκλελεγμένος, οὗτοι πάντες ἐξελέγησαν ἀπόστολοι [κατὰ] τὴν γῆν «ἱερουργοῦντες τὸ εὐαγγέλιον» ἅμα Παύλῳ καὶ Βαρνάβᾳ καὶ λοιποῖς, καὶ μυστηρίων ἀρχηγέται σὺν Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου καὶ πρώτῳ ἐπισκόπῳ Ἱεροσολύμων. ἐξ οὗπερ ἐπισκόπου καὶ τῶν προειρημένων ἀποστόλων κατεστάθησαν διαδοχαὶ ἐπισκόπων καὶ πρεσβυτέρων ἐν οἴκῳ θεοῦ, καὶ οὐδαμοῦ γυνὴ ἐν τούτοις κατεστάθη. «ἦσαν δέ, φησί, τέσσαρες θυγατέρες Φιλίππῳ τῷ εὐαγγελιστῇ προφητεύουσαι», οὐ μὴν ἱερουργοῦσαι, καὶ «ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουήλ», ἀλλ’ οὐχ ἱερατείαν πεπιστευμένη.
ἔδει γὰρ πληροῦσθαι τὸ «προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται». καὶ ὅτι μὲν διακονισσῶν τάγμα ἐστὶν εἰς τὴν ἐκκλησίαν [δῆλον·] ἀλλ’ οὐχὶ εἰς τὸ ἱερατεύειν οὐδέ τι ἐπιχειρεῖν ἐπιτρέπεται, ἕνεκεν δὲ σεμνότητος τοῦ γυναικείου γένους ἢ δι’ ὥραν λουτροῦ ἢ ἐπισκέψεως πάθους ἢ πόνου καὶ ὅτε γυμνωθείη σῶμα γυναίου, ἵνα μὴ ὑπὸ ἀνδρῶν ἱερουργούντων θεαθείη, ἀλλ’ ὑπὸ τῆς διακονούσης, ἣ ἐπιτάσσεται ἀπὸ τοῦ ἱερέως ἐπιμελεῖσθαι πρὸς τὴν ὥραν τῆς ἐπιδεομένης γυναικὸς ἐν τῇ ὥρᾳ τῆς τοῦ σώματος αὐτῆς γυμνώσεως, τοῦ τάγματος τῆς εὐταξίας καὶ ἐκκλησιαστικῆς εὐνομίας ἐπιστημόνως ἐν μέτρῳ κανόνος σφόδρα ἠσφαλισμένου. διὸ οὔτε ἐπιτρέπει ὁ θεῖος λόγος γυναικὶ ἐν ἐκκλησίᾳ «λαλεῖν» οὔτε «αὐθεντεῖν ἀνδρός». καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν. 4. Παρατηρητέον δὲ ὅτι ἄχρι διακονισσῶν μόνον τὸ ἐκκλησιαστικὸν ἐπεδεήθη τάγμα, χήρας τε ὠνόμασε καὶ τούτων τὰς ἔτι γραοτέρας πρεςβύτιδας, οὐδαμοῦ δὲ πρεσβυτερίδας ἢ ἱερίσσας προσέταξε.
PG 42:745καὶ γὰρ οὔτε διάκονοι ἐν τῇ ἐκκλησιαστικῇ τάξει ἐπιστεύθησάν τι μυστήριον ἐπιτελεῖν, ἀλλὰ μόνον διακονεῖν τὰ ἐπιτελούμενα. πόθεν δὲ πάλιν ἡμῖν ὁ καινὸς μῦθος οὗτος ἐγήγερται; πόθεν γυναικῶν τῦφος καὶ μανία γυναικωνῖτις; πόθεν τρεφομένη ἡ κακία, διὰ τῆς πάλιν θήλεος ἡμῖν τὸ θῆλυ τῆς ὑπονοίας τοῖς φρονήμασιν ἐπιχέουσα τὸ σφέτερόν [τε] ἡδυπαθείας ἐργαζομένη, ἀπὸ τοῦ προκειμένου ἔξω βαίνειν τὴν τάλαιναν τῶν ἀνθρώπων φύσιν ἐπιχειρεῖ ἀναγκάζειν; ἀλλὰ μὴν τοῦ Ἰὼβ δεξώμεθα τὸ φρόνημα τὸ στερεὸν τοῦ ἀθλητοῦ, ἐξοπλισώμεθα τὴν δικαίαν ἀπόκρισιν ἐπὶ τοῖς χείλεσιν ἀναλαβόντες, εἴπωμεν καὶ αὐτοί «ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας». πόθεν γὰρ οὐκ ἐμβρόντητον τὸ τοιοῦτον φανήσεται παντὶ τῷ σύνεσιν ἔχοντι καὶ ἐν θεῷ κεκτημένῳ; πόθεν οὐκ εἰδωλοποιὸν τὸ ἐπιτήδευμα καὶ τὸ ἐγχείρημα διαβολικόν; προφάσει γὰρ δικαίου ἀεὶ ὑπεισδύνων τὴν διάνοιαν ὁ διάβολος τῶν ἀνθρώπων τὴν θνητὴν φύσιν θεοποιῶν εἰς ὀφθαλμοὺς ἀνθρώπων ἀνδροείκελα ἀγάλματα διὰ ποικιλίας τεχνῶν διέγραψε.

Against the MessaliansContra Massalianos

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
καὶ τεθνήκασι μὲν οἱ προσκυνούμενοι, τὰ δὲ τούτων ἀγάλματα μηδέποτε ζήσαντα [οὔτε γὰρ νεκρὰ δύναται λέγεσθαι τὰ μηδέποτε ζήσαντα] προσκυνητὰ παρεισάγουσι, διὰ μοιχευσάσης διανοίας ἀπὸ τοῦ ἑνὸς καὶ μόνου θεοῦ, ὡς ἡ πολύκοινος πόρνη ἐπὶ πολλὴν ἀτοπίαν πολυμιξίας ἐρεθισθεῖσα καὶ τὸ σῶφρον ἀποτριψαμένη τῆς τοῦ ἑνὸς ἀνδρὸς εὐνομίας. ναὶ μὴν ἅγιον ἦν τὸ σῶμα τῆς Μαρίας, οὐ μὴν θεός, ναὶ δὴ παρθένος ἦν ἡ παρθένος καὶ τετιμημένη, ἀλλ’ οὐκ εἰς προσκύνησιν ἡμῖν δοθεῖσα, ἀλλὰ προσκυνοῦσα τὸν ἐξ αὐτῆς σαρκὶ γεγεννημένον, ἀπὸ οὐρανῶν δὲ ἐκ κόλπων πατρῴων παραγενόμενον. καὶ διὰ τοῦτο τὸ εὐαγγέλιον ἐπασφαλίζεται ἡμᾶς λέγον, αὐτοῦ τοῦ κυρίου φήσαντος ὅτι «τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου»· ἵνα [γὰρ] ἀπὸ τοῦ «γύναι, τί ἐμοὶ καὶ σοί» μή τινες νομίσωσι περισσότερόν [τι] εἶναι τὴν ἁγίαν παρθένον, γυναῖκα ταύτην κέκληκεν, ὡς προφητεύων, τῶν μελλόντων ἔσεσθαι ἐπὶ τῆς γῆς σχισμάτων τε καὶ αἱρέσεων χάριν, ἵνα μή τινες ὑπερβολῇ θαυμάσαντες τὴν ἁγίαν εἰς τοῦτο ὑποπέσωσι τῆς αἱρέσεως τὸ ληρολόγημα. 5. Χλεύης γάρ ἐστι τὸ πᾶν καὶ γραῶν [ὁ] μῦθος ὡς εἰπεῖν τῆς αἱρέσεως τὸ διήγημα.
PG 42:747ποία δέ τις γραφὴ διηγήσατο περὶ τούτου; ποῖος προφητῶν ἐπέτρεψεν ἄνθρωπον προσκυνεῖσθαι, οὐ μὴν γυναῖκα λέγειν; ἐξαίρετον μὲν γάρ ἐστι τὸ σκεῦος, ἀλλὰ γυνή, καὶ οὐδὲν τὴν φύσιν παρηλλαγμένη, τὴν δὲ γνώμην καὶ τὴν αἴσθησιν ἐν τιμῇ τετιμημένη, ὥσπερ τὰ σώματα τῶν ἁγίων· καὶ εἴ τι περισσότερον πρὸς δοξολογίαν εἴποιμι, ὡς Ἠλίας ἐκ μητρὸς παρθένος καὶ οὕτω μένων εἰς τὸ διηνεκὲς καὶ ἀναλαμβανόμενος, θάνατον δὲ οὐχ ἑωρακώς· ὡς ὁ Ἰωάννης ὁ ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσών, «ὃν ἠγάπα ὁ Ἰησοῦς»· ὡς Θέκλα ἡ ἁγία, καὶ Μαρία ἡ ἔτι ταύτης τιμιωτέρα δι’ ἣν κατηξίωται οἰκονομίαν. ἀλλ’ οὔτε Ἠλίας προσκυνητός, καίπερ ἐν ζῶσιν ὤν, οὔτε Ἰωάννης προσκυνητός, καίτοι γε διὰ ἰδίας εὐχῆς τὴν κοίμησιν αὑτοῦ ἔκπληκτον ἀπεργασάμενος, μᾶλλον δὲ ἐκ θεοῦ λαβὼν τὴν χάριν, ἀλλ’ οὔτε ἡ Θέκλα οὔτε τις τῶν ἁγίων προςκυνεῖται. οὐ γὰρ κυριεύσει ἡμῶν ἡ ἀρχαία πλάνη [τοῦ] καταλιμπάνειν τὸν ζῶντα καὶ προσκυνεῖν τὰ ὑπ’ αὐτοῦ γεγονότα. «ἐλάτρευσαν γὰρ καὶ ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα» καὶ «ἐμωράνθησαν».
εἰ γὰρ ἀγγέλους προσκυνεῖσθαι οὐ θέλει, πόσῳ μᾶλλον τὴν ἀπὸ Ἄννης γεγεννημένην, τὴν ἐκ τοῦ Ἰωακεὶμ τῇ Ἄννᾳ δεδωρημένην, τὴν δι’ εὐχῆς καὶ πάσης ἐπιμελείας κατὰ ἐπαγγελίαν πατρὶ καὶ μητρὶ δοθεῖσαν, οὐ μὴν ἑτέρως γεγεννημένην παρὰ τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλὰ καθὼς πάντες ἐκ σπέρματος ἀνδρὸς καὶ μήτρας γυναικός; εἰ γὰρ καὶ ἡ τῆς Μαρίας ἱστορία καὶ παραδόσεις ἔχουσιν ὅτι ἐρρέθη τῷ πατρὶ αὐτῆς Ἰωακεὶμ ἐν τῇ ἐρήμῳ ὅτι ἡ γυνή σου συνειληφυῖα, [ἀλλ’] οὐχ ὅτι ἄνευ συζυγίας τοῦτο ἐγένετο, οὐδὲ ὅτι ἄνευ σπέρματος ἀνδρός, ἀλλὰ τὸ μέλλον ἔσεσθαι προεθέσπιζεν ὁ ἄγγελος ἀποσταλείς, ἵνα μή τις γένηται δισταγμὸς διὰ τὸ ἐν ἀληθείᾳ γεγενημένον καὶ τὸ ἐκ θεοῦ ἤδη τεταγμένον καὶ τῷ δικαίῳ ἐπηγγελμένον. 6. Καὶ πάντη τὰς γραφὰς ὁρῶμεν [ὡσαύτως] διηγουμένας. Ἠσαί̈ας γὰρ προκηρύττει περὶ τῶν μελλόντων εἰς τὸν υἱὸν τοῦ θεοῦ πληροῦσθαι, λέγων «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ».
καὶ ἐπειδὴ παρθένος ἦν ἡ γεννήσασα καὶ θεὸς [ὁ] μεθ’ ἡμῶν ἑρμηνευόμενος [ὁ] ἐν γυναικὶ κυϊσκόμενος, ἵνα μὴ ἐν δισταγμῷ ὑπονοίας τῷ προφήτῃ γένηται ἡ ἀλήθεια, ὁρᾷ ἐν ὁράσει καὶ διηγεῖται ἐκ πνεύματος ἁγίου ἀναγκαζόμενος ὁ προφήτης, καὶ φησί «καὶ εἰσῆλθε πρὸς τὴν προφῆτιν», διηγούμενος περὶ τῆς τοῦ Γαβριὴλ εὐαγγελικῆς εἰσόδου, ὃς ἀπεστάλη ὑπὸ θεοῦ διηγήσασθαι τὴν [τοῦ] μονογενοῦς υἱοῦ τοῦ θεοῦ εἴσοδον εἰς τὸν κόσμον καὶ γέννησιν ἀπὸ Μαρίας. «καὶ ἐν γαστρὶ ἔλαβε» φησί «καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριος πρός με· κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» καὶ τὰ ἑξῆς. καὶ πάντα ταῦτα οὔπω ἦν τετελεσμένα· ἤμελλε δὲ τοῦτο γίνεσθαι ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ πληροῦσθαι μετὰ χίλια ἔτη καὶ ἑξακόσια, πλείω ἐλάσσω. καὶ τὰ μετὰ τοσαύτας γενεὰς μέλλοντα [γίνεσθαι] ὡς ἤδη γενόμενα ἑώρα ὁ προφήτης. ἆρα ψεῦσμα ἦν; μὴ γένοιτο.
PG 42:749ἀλλὰ ἀσφαλῶς τὸ παρὰ τοῦ θεοῦ οἰκονομηθὲν ὡς ἤδη τετελειωμένον ἐκηρύττετο, ἵνα μὴ ἀπιστηθῇ ἡ ἀλήθεια, ἵνα μὴ εἰς δισταγμὸν ἔλθῃ ἐν ὑπονοίᾳ τοῦ προφήτου τὸ τοιοῦτον ἔκθαμβον καὶ ἔκπληκτον μυστήριον μέλλον ἔσεσθαι. ἢ οὐχ ὁρᾷς αὐτὸ τὸ κήρυγμα τὸ ἐπιφερόμενον, ὡς λέγει αὐτὸς ὁ ἅγιος Ἠσαί̈ας «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ» καὶ τὰ ἑξῆς. καὶ βλέπε πῶς τὰ πρῶτα ὕστερα διηγεῖται καὶ τὰ ὕστερα ὡς γεγονότα ἑρμηνεύει, φήσας «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη». παρῳχημένον γὰρ λέγεται εἶναι· οὐ γὰρ εἶπεν, ἄγεται, καὶ οὔπω ἦν ἀχθεὶς ὁ ὑπὸ Ἠσαί̈ου κηρυττόμενος. ἐλέγετο δὲ τῷ προφήτῃ ὡς ἤδη γεγενημένον τὸ ἔργον. ἀπαράβατος γὰρ ἦν ἡ θεοῦ μυσταγωγία. ἐξ αὐτῆς δὲ ὑποβαίνων οὐκέτι ὡς γενόμενα ἔλεγεν, ἵνα μὴ πλάνην πάλιν ἀπεργάσηται, ἀλλὰ φησίν «αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ».
ἐκ δὲ τῶν δύο προφάσεων δείκνυσι τὴν ἀλήθειαν, ὅτι τὸ «ἤχθη» ἤδη ἐτελειοῦτο καὶ τὸ «αἴρεται» μετέπειτα ἐπληροῦτο, ἵνα ἀπὸ τοῦ γεγονέναι νοήσῃς τὸ ἀληθὲς καὶ τὸ πάγιον τῆς τοῦ θεοῦ ἐπαγγελίας, ἀπὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι τὸν χρόνον ἀπεικάσῃς τῶν ἀποκαλυπτομένων μυστηρίων. 7. Οὕτω καὶ ἐπὶ τῇ Μαρίᾳ ὁ ἄγγελος προέλεγεν ὅπερ ἔμελλεν εἰσερχόμενος ὁ πατὴρ ταύτης εἰς τὸν οἶκον τὸν ἴδιον παρὰ θεοῦ κομίζεσθαι, τὸ δι’ εὐχῆς αἰτηθὲν διὰ τῆς τοῦ πατρὸς καὶ [τῆς] μητρὸς αἰτήσεως, ὅτι «ἰδού, ἡ γυνή σου συνειληφυῖα ἐν γαστρί», ἵνα βεβαίως περαιώσῃ τὴν διάνοιαν τοῦ πιστοῦ ἐν τῇ ἐπαγγελίᾳ. τοῦτο δὲ γέγονέ τισιν εἰς πλάνην. ἀδύνατον γάρ τινα παρὰ τὴν τῶν ἀνθρώπων φύσιν ἐπὶ τῆς γῆς γεννᾶσθαι. μόνος γὰρ διέπρεψεν αὐτῷ μόνῳ παρεχώρησεν ἡ φύσις. οὗτος ὡς πλάστης καὶ ἐξουσιαστὴς τοῦ πράγματος ἑαυτὸν ἀπὸ παρθένου ὥσπερ ἀπὸ τῆς γῆς ἀνεπλάσατο, θεὸς ἀπ’ οὐρανῶν ἐλθών, σάρκα ἐνδυσάμενος ὁ λόγος ἐξ ἁγίας παρθένου· οὐ μὴν δὲ προσκυνουμένης τῆς παρθένου, οὐδὲ ἵνα θεὸν ταύτην ἀπεργάσηται, οὐχ ἵνα εἰς ὄνομα αὐτῆς προσενέγκωμεν, οὐχ ἵνα γυναῖκας πάλιν ἱερείας μετὰ τοσαύτας γενεὰς ἀποδείξῃ.
PG 42:751οὐκ εὐδόκησεν ὁ θεὸς τοῦτο ἐν Σαλώμῃ γενέσθαι, οὐκ ἐν αὐτῇ τῇ Μαρίᾳ. οὐκ ἐπέτρεψεν αὐτῇ δοῦναι βάπτισμα, οὐκ εὐλογῆσαι μαθητάς, οὐ τὸ ἄρχειν ἐπὶ τῆς γῆς ἐκέλευσεν, ἢ μόνον ἁγίασμα αὐτὴν εἶναι καὶ καταξιωθῆναι τῆς αὐτοῦ βασιλείας. οὐ τὴν καλουμένην μητέρα Ῥούφου, οὐ τὰς ἀκολουθησάσας ἀπὸ Γαλιλαίας, οὐ τὴν Μάρθαν τὴν ἀδελφὴν Λαζάρου καὶ Μαρίαν, οὔτινα τῶν ἁγίων γυναικῶν [τῶν] καταξιωθεισῶν ὑπὸ τῆς αὐτοῦ παρουσίας σωθῆναι, ἐξυπηρετησαμένων [τε] αὐτῷ ἐκ τῶν ἰδίων ὑπαρχόντων, οὐ τὴν γυναῖκα τὴν Χανανῖτιν, οὐ τὴν αἱμορροοῦσαν καὶ σεσωσμένην, οὔτινα τῶν ἐπὶ τῆς γῆς γυναικῶν τοῦτο ποιεῖν προςέταξε τὸ ἀξίωμα. πόθεν τοίνυν πάλιν ἡμῖν κυκλοδράκων, πόθεν ἀνακαινίζεται τὰ σκολιὰ βουλεύματα; ἐν τιμῇ ἔστω Μαρία, ὁ δὲ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα προσκυνείσθω, τὴν Μαρίαν μηδεὶς προσκυνείτω. οὐ λέγω γυναικί, ἀλλ’ οὐδὲ ἀνδρὶ [ὡς] θεῷ προστέτακται [προσφέρειν] τὸ μυστήριον, οὐδὲ ἄγγελοι χωροῦσι δοξολογίαν τοιαύτην. ἐξαλειφέσθω τὰ κακῶς γραφέντα ἐν καρδίᾳ τῶν ἠπατημένων, ἀμαυρούσθω ἐξ ὀφθαλμῶν τὸ ἐγκίσσημα τοῦ ξύλου·
ἐπιστρέψῃ πάλιν τὸ πλάσμα πρὸς τὸν δεσπότην, ἐντρεπέσθω Εὔα μετὰ τοῦ Ἀδὰμ θεὸν τιμᾶν μόνον, μὴ ἀγέσθω τῇ τοῦ ὄφεως φωνῇ, ἀλλ’ ἐμμενέτω τῇ τοῦ θεοῦ προστάξει «μὴ φάγῃς ἀπὸ τοῦ ξύλου». καὶ ἦν τὸ ξύλον οὐ πλάνη, ἀλλὰ διὰ τοῦ ξύλου γέγονεν ἡ παρακοὴ τῆς πλάνης. μὴ φαγέτω τις ἀπὸ τῆς πλάνης τῆς διὰ Μαρίαν τὴν ἁγίαν· καὶ γὰρ εἰ καὶ «ὡραῖον τὸ ξύλον», ἀλλ’ οὐκ εἰς βρῶμα, καὶ εἰ καλλίστη ἡ Μαρία καὶ ἁγία καὶ τετιμημένη, ἀλλ’ οὐκ εἰς τὸ προσκυνεῖσθαι. 8. Αὗται δὲ πάλιν «ἀνακαινίζουσι τῇ Τύχῃ τὸ κέρασμα καὶ ἑτοιμάζουσι τῷ δαίμονι» καὶ οὐ θεῷ «τὴν τράπεζαν», κατὰ τὸ γεγραμμένον, καὶ σιτοῦνται σῖτα ἀσεβείας, ὥς φησιν ὁ θεῖος λόγος «καὶ αἱ γυναῖκες τρίβουσι σταῖς, καὶ οἱ υἱοὶ συλλέγουσι ξύλα ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ». φιμούσθωσαν ὑπὸ Ἰερεμίου αἱ τοιαῦται γυναῖκες, καὶ μὴ θροείτωσαν τὴν οἰκουμένην. μὴ λεγέτωσαν· «τιμῶμεν τὴν βασίλισσαν τοῦ οὐρανοῦ». οἶδε γὰρ Ταφνὰς ταύτας τιμωρεῖσθαι, οἴδασιν οἱ τόποι Μαγδούλων τούτων τὰ σώματα ὑποδέχεσθαι εἰς σῆψιν. μὴ πείθου, Ἰσραήλ, γυναικί, ἀνάκυπτε ἀπὸ κακῆς γυναικὸς συμβουλίας. «γυνὴ γὰρ τιμίας ψυχὰς ἀνδρῶν ἀγρεύει».
PG 42:753«ταύτης γὰρ οἱ πόδες τοὺς χρωμένους μετὰ τοῦ θανάτου ἄγουσιν εἰς τὸν Ἅιδην». «μὴ πρόσεχε φαύλῃ γυναικί. μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου». μὴ πείθου ταύτῃ τῇ γυναικὶ τῇ φαύλῃ. πᾶσα γὰρ αἵρεσις φαύλη γυνή, πλέον δὲ ἡ τῶν γυναικῶν αἵρεσις αὐτὴ καὶ ἡ τοῦ ἀπατήσαντος τὴν πρώτην γυναῖκα. τιμάσθω ἡ μήτηρ ἡμῶν Εὔα ὡς ἐκ θεοῦ πεπλασμένη, μὴ ἀκουέσθω δέ, ἵνα μὴ πείσῃ τὰ τέκνα φαγεῖν ἀπὸ τοῦ ξύλου καὶ ἐντολὴν παραβῆναι. μετανοείτω δὲ καὶ αὐτὴ ἀπὸ κενοφωνίας, ἐπιστρεφέτω αἰσχυνομένη καὶ φύλλα συκῆς ἐνδυομένη. κατανοείτω δὲ ἑαυτὸν καὶ ὁ Ἀδάμ, καὶ μηκέτι αὐτῇ πειθέσθω. ἡ γὰρ τῆς πλάνης πειθὼ καὶ γυναικὸς εἰς τὸ ἐναντίον συμβουλία θάνατον τῷ ἰδίῳ συζύγῳ ἐργάζεται, οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς τέκνοις. κατέστρεψε τὸ πλάσμα Εὔα διὰ τῆς παραβάσεως, ἐρεθισθεῖσα διὰ τῆς τοῦ ὄφεως φωνῆς καὶ ἐπαγγελίας, πλανηθεῖσα ἀπὸ τοῦ κηρύγματος καὶ ἐφ’ ἑτέραν βαδίσασα διάνοιαν. 9.
Διὰ τοῦτο ὁ πάντων δεσπότης καὶ σωτὴρ βουλόμενος θεραπεῦσαι τὸ ἄλγος καὶ οἰκοδομῆσαι τὸ κατεστραμμένον καὶ διορθώσασθαι τὸ ἠλαττωμένον, ἐπειδὴ ἀπὸ γυναικὸς «ὁ θάνατος εἰς τὸν κόσμον [εἰσῆλθεν]» κατελθὼν ἐκ γυναικὸς παρθένου αὐτὸς ἐγεννήθη, ἵνα τὸν θάνατον ἐκκλείσῃ καὶ τὸ ἐλλεῖπον πληρώσῃ καὶ τὸ ἠλαττωμένον τελειώσῃ. στρέφεται δὲ ἡμῖν πάλιν ἡ κακία, ἵνα τὸ ἐλάττωμα εἰς τὸν κόσμον προαγάγῃ. ἀλλ’ οὔτε νέοι οὔτε γέροντες πείθονται τῇ γυναικὶ διὰ τὴν ἄνωθεν σωφροσύνην. οὐ πείθει ἡ Αἰγυπτία τὸν σώφρονα Ἰωσὴφ οὐδὲ παρεκτρέπει, καίτοι γε διὰ πολλῆς μηχανίας ἐργασαμένη τὸ δεινὸν πρὸς τὸν παῖδα τῆς συμβουλίας. ἀλλ’ οὐ πείθεται ἄνθρωπος ἐκ πνεύματος ἁγίου λαβὼν τὴν φρόνησιν, οὐ τὸ σῶφρον ἀφανίζει, ἵνα μὴ τὴν εὐγένειαν κατευτελίσῃ. καταλιμπάνει τὰ ἱμάτια καὶ τὸ σῶμα οὐκ ἀπόλλυσιν. ἀποδιδράσκει τὸν τόπον, ἵνα μὴ πέσῃ τῇ παγίδι· πρὸς καιρὸν τιμωρεῖται, ἀλλ’ εἰς τὸν αἰῶνα βασιλεύει· ἐν δεσμωτηρίῳ βάλλεται, ἀλλ’ αἱρετὸν ἐν φυλακῇ καταμένειν «καὶ ἐν γωνίᾳ ὑπαίθρου», «ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους». καὶ πόσα ἔστι λέγειν;
ἤτοι γὰρ ὡς αὐτὴν προσκυνοῦντες τὴν Μαρίαν αὐτῇ προσφέρουσι τὴν κολλυρίδα αἱ ἀργαὶ αὗται γυναῖκες ἤτοι ὑπὲρ αὐτῆς προσφέρειν ἐπιχειροῦσι τὴν προειρημένην ταύτην σαθρὰν κάρπωσιν, τὸ πᾶν ἐστιν ἠλίθιον καὶ ἀλλότριον καὶ ἐκ δαιμόνων κινήσεως φρύαγμά τε καὶ ἀπάτη. Ἵνα δὲ μὴ παρεκτείνωμεν τὸν λόγον, ἀρκέσει τὰ εἰρημένα ἡμῖν. ἡ Μαρία ἐν τιμῇ, ὁ κύριος προσκυνείσθω. οὐδενὶ γὰρ ἐργάζονται οἱ δίκαιοι πλάνην. «ἀπείραστος γάρ ἐστιν ὁ θεὸς κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα», οὐδὲ οἱ αὐτοῦ δοῦλοι, πρὸς ἀπάτην. «ἕκαστος δὲ πειράζεται ἐκ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. εἶτα ἡ ἐπιθυμία τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκυεῖ θάνατον.» Ἱκανῶς δὲ ἔχειν περὶ πάντων τούτων νομίσαντες, ἀγαπητοί, καὶ ταύτην ὡς εἰπεῖν τὴν κανθαρίδα, τὴν τῷ εἴδει μὲν χρυσίζουσαν, πτερωτὴν δὲ ὡς εἰπεῖν καὶ πετομένην, ἰοβόλον οὖσαν καὶ δηλητήριον ἐν ἑαυτῇ κεκτημένην, τῷ λόγῳ τῆς ἀληθείας συντρίψαντες, ἐπὶ τὴν ἔτι μίαν περιλειφθεῖσαν ἴωμεν, πάλιν θεὸν ἐπικαλούμενοι παραστῆναι εἰς τὸ τὰ τῆς ἀληθείας ἰχνηλατεῖν μέρη καὶ κατὰ τῆς ἐναντιότητος τὴν ἀνατροπὴν τελείαν ἐργάσασθαι.
PG 42:755Κατὰ Μασσαλιανῶν, οἷς συνάπτονται Μαρτυριανοί, ἐξ Ἑλλήνων ὄντες, καὶ Εὐφημῖται καὶ Σατανιανοί, ξ, τῆς δὲ ἀκολουθίας π. 1. Κόρον οὐκ ἔχει ἡ ἀναισχυντία οὐδὲ πλησμονὴν ἡ ἀφροσύνη, ἀλλ’ ἐπὶ πάντα ἥπλωσεν ἑαυτῆς τὸν λογισμὸν καὶ κέχηνε τὸ στόμα, τοῦ λυμήνασθαι τὰ τοῦ Ἀδὰμ καὶ Νῶε σπέρματα, διαφόρως τὸ σῶφρον ἀποτριβομένη καὶ τὸ πορνικὸν φρόνημα πολυτρόπως τοῖς ἀδικουμένοις ὑποσπείρουσα. φύσει γὰρ μετὰ ταύτας πάλιν τὰς αἱρέσεις μωρά τις καὶ πάσης ἀφροσύνης ἔμπλεως ἐπανέστη ἡμῖν ἑτέρα τις, γελοῖος μὲν ὅλη, ἀσύστατον ἔχουσα τὸ φρόνημα, καὶ ἀνδρῶν καὶ γυναικῶν ἠπατημένων. Μασσαλιανοὶ δὲ οὗτοι καλοῦνται, ἑρμηνευόμενοι εὐχόμενοι. ἦσαν δὲ πρὸ χρόνου τινός, ὡς ἀπὸ τῶν καιρῶν Κωνσταντίου καὶ δεῦρο, ἄλλοι πάλιν Εὐφημῖται εἴτ’ οὖν Μασσαλιανοὶ καλούμενοι, ἐξ ἧς τάχα οἶμαι καὶ αὕτη τὸν μιμηλὸν ζῆλον ἔσχεν. ἀλλ’ ἐκεῖνοι μὲν ἐξ Ἑλλήνων ὡρμῶντο, οὔτε Ἰουδαϊσμῷ προσανέχοντες οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε ἀπὸ Σαμαρειτῶν, ἀλλὰ μόνον Ἕλληνες ὄντες δῆθεν καὶ θεοὺς μὲν λέγοντες, μηδενὶ δὲ [τούτων] προσκυνοῦντες, ἑνὶ δὲ μόνον δῆθεν τὸ σέβας νέμοντες καὶ καλοῦντες Παντοκράτορα.
PG 42:757τινὰς δὲ οἴκους ἑαυτοῖς κατασκευάσαντες ἢ τόπους πλατεῖς, φόρων δίκην, προσευχὰς ταύτας ἐκάλουν. καὶ ἦσαν μὲν τὸ παλαιὸν προσευχῶν τόποι ἔν τε τοῖς Ἰουδαίοις ἔξω πόλεως καὶ ἐν τοῖς Σαμαρείταις, ὡς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εὕρομεν, ἔνθα ἡ πορφυρόπωλις Λυδία τοῖς περὶ τὸν ἅγιον Παῦλον ἀπήντηκεν, ὡς καὶ οὕτως τὸ θεῖον γράμμα διηγεῖται, ὅτι, φησίν, «ἐδόκει τόπος προςευχῆς εἶναι»· καὶ προσῆλθον καὶ ἐδίδασκον οἱ ἀπόστολοι τὰς συνελθούσας κατ’ ἐκεῖνο καιροῦ γυναῖκας. ἀλλὰ καὶ προσευχῆς τόπος ἐν Σικίμοις, ἐν τῇ νυνὶ καλουμένῃ Νεαπόλει, ἔξω τῆς πόλεως ἐν τῇ πεδιάδι ὡς ἀπὸ σημείων δύο, θεατροειδὴς οὕτως ἐν ἀέρι καὶ αἰθρίῳ τόπῳ ἐστὶ κατασκευασθεὶς ὑπὸ τῶν Σαμαρειτῶν πάντα τὰ τῶν Ἰουδαίων μιμουμένων. 2.
PG 42:759Οὗτοι δὲ οἱ πρότερον Μασσαλιανοὶ ἐξ Ἑλλήνων ὁρμώμενοι, οἱ πρὸ τῶν νυνὶ τῶν δῆθεν ἀπὸ ὀνόματος Χριστοῦ ὁρμωμένων, καὶ αὐτοὶ πῆ μὲν ἔν τισι χώραις τοιαῦτα τοπάριά τινα κατασκευάσαντες, ὡς προσευχὰς καλούμενα καὶ εὐκτήρια, ἐν ἄλλοις δὲ τόποις φύσει καὶ ἐκκλησίας ὁμοίωμά τι ἑαυτοῖς ποιήσαντες, καθ’ ἑσπέραν καὶ κατὰ τὴν ἕω μετὰ πολλῆς λυχναψίας καὶ φώτων συναθροιζόμενοι, ἐπὶ πολύ τε καταλεγμάτιά τινα ὑπὸ τῶν παρ’ αὐτοῖς σπουδαίων καὶ εὐφημίας τινὰς δῆθεν εἰς τὸν θεὸν ποιούμενοι, ὡς [διὰ] καταλεγματίων καὶ εὐφημιῶν ὥσπερ θεὸν ἐξιλεούμενοι, ἑαυτοὺς ἀπατῶσιν. ἡ δὲ ἀγνωσία τυφλή τις οὖσα πάντα ταῦτα δοκήσει οἰήσεως τοῖς πεπλανημένοις παρασκευάζει. ἐκεραυνοβολήθη δὲ πρὸ χρόνου ἓν τῶν τοιούτων κατασκευασμάτων, οὐκ ἔχω δὲ λέγειν ἐν ποίῳ τόπῳ, τάχα δὲ ἐν τῇ Φοινίκῃ τοῦτο ἠκούσαμεν. ἀλλὰ καί τινες τῶν ἀρχόντων ζηλωταὶ πολλοὺς ἐκ τούτων ἀπέκτειναν, διὰ τὸ παραχαράττειν τὴν ἀλήθειαν καὶ ἀντιμιμεῖσθαι ἐκκλησίας τρόπον, μὴ ὄντας Χριστιανούς, μήτε ἐξ Ἰουδαίων ὁρμωμένους.
οἶμαι δὲ Λουππικιανὸς ὁ στρατηλάτης εἷς ἦν τῶν τοὺς αὐτοὺς Εὐφημίτας [τοὺς ἀπὸ] τῶν Ἑλλήνων [ὁρμωμένους] τιμωρησάμενος, ἐξ ἧς προφάσεως ἐφύη πάλιν αὐτοῖς δευτέρα πλάνη. λαβόντες γάρ τινες τὰ τῶν τότε ἀποκτανθέντων σώματα διὰ τὴν τοιαύτην Ἑλληνικὴν ἀνομίαν καὶ θάψαντες ἔν τισι τόποις, ἐκεῖ πάλιν τὰ αὐτὰ εὔφημά τε ἐπιτελοῦσι καὶ Μαρτυριανοὺς ἑαυτοὺς ἐπωνόμασαν, δῆθεν διὰ τοὺς ὑπὲρ τῶν εἰδώλων μαρτυρήσαντας. 3. Ἄλλοι δὲ πάλιν ἐκ τούτων ἔτι βαθύτερόν τι διανοούμενοι, ὡς κατὰ τὴν αὐτῶν εὐήθειαν συμβούλῳ τῇ διανοίᾳ χρώμενοι εἶπον· ὁ Σατανᾶς μέγας ἐστὶ καὶ ἰσχυρότερος καὶ πολλὰ ἐπιτελεῖ κακὰ τοῖς ἀνθρώποις. διὰ τί οὐ μᾶλλον πρὸς τοῦτον καταφεύγομεν καὶ αὐτῷ προσκυνοῦμεν, αὐτόν τε τιμῶμεν καὶ αὐτὸν εὐφημοῦμεν, ἵνα διὰ τῆς κολακευτικῆς θεραπείας μὴ ἐνεργήσῃ ἡμῖν τὰ πονηρά, ἀλλ’ ὡς δούλων αὐτοῦ ἡμῶν γεγονότων, φασί, φείδηται ἡμῶν; καὶ οὕτω καὶ οὗτοι Σατανιανοὺς ἑαυτοὺς ἐπωνόμασαν.
Ὁμοῦ δὲ τούτων τὴν αἵρεσιν ἐν ταὐτῷ συνεθήκαμεν καὶ τοὺς προειρημένους [τοὺς] μέλλοντας ὑφ’ ἡμῶν νυνὶ λέγεσθαι, ἐπειδὴ γὰρ τὰ ἴσα ἐν ὑπαίθρῳ ἐξαγόμενοι, ἔξω βεβηκότες τῆς ἀληθείας, ἐπὶ τὸ εὔχεσθαι καὶ ὑμνεῖν ἐσχολάκασιν. ἀλλὰ πάντα μὲν ταῦτα περιγέλαστα ὄντα ἀβλαβῆ ἐτύγχανε, μὴ δυνάμενα παρεκκλίνειν τὸν νοῦν ἀπὸ τῆς ἀληθείας· οὐ γὰρ εἰς ὄνομα Χριστοῦ ἐλέγοντο εἶναι, ἀλλὰ Ἕλληνες τὸ πᾶν. νῦν δὲ ἀπ’ ἐκείνων τῶν τρόπων οὗτοι νῦν καλούμενοι Μασσαλιανοί, ὧν οὔτε ἀρχὴ οὔτε τέλος οὔτε κεφαλὴ οὔτε ῥίζα, ἀλλὰ τὰ πάντα εἰσὶν ἀστήρικτοι καὶ ἄναρχοι καὶ ἠπατημένοι, μὴ ἔχοντες ὅλως στηριγμὸν ὀνόματος ἢ θεσμοῦ ἢ θέσεως ἢ νομοθεσίας. δοκοῦσι τοίνυν οὗτοι ἐπὶ τὸ αὐτὸ ἄνδρες τε καὶ γυναῖκες δῆθεν εἰς Χριστὸν πεπιστευκέναι λέγοντες, ὡς ἀποταξάμενοι τῷ κόσμῳ καὶ τῶν ἰδίων ἀνακεχωρηκότες, ὁμοῦ δὲ ἀναμὶξ ἄνδρες ἅμα γυναιξὶ καὶ γυναῖκες ἅμα ἀνδράσιν ἐπὶ τὸ αὐτὸ καθεύδοντες, ἐν ῥύμαις μὲν πλατείαις, ὁπηνίκα θέρους ὥρα εἴη, διὰ τὸ μὴ ἔχειν, φησί, κτῆμα ἐπὶ τῆς γῆς. ἀκώλυτοι δέ εἰσι καὶ ἐκτείνουσι χεῖρας μεταιτεῖν ὡς ἀβίωτοι καὶ ἀκτήμονες. οἱ δὲ λόγοι αὐτῶν ἀφρόνων ἐπέκεινα.
PG 42:761ὃν δ’ ἄν τινα ἐπερωτήσῃς ἐξ αὐτῶν ὁρμώμενον, ἐκεῖνον ἑαυτὸν φάσκει οἷον δ’ ἂν ἐθέλοις. ἤτοι γὰρ προφήτην εἴποις, λέξουσι ὅτι προφήτης εἰμί, ἤτοι Χριστὸν ἐὰν ὀνομάσῃς, φάσκει ὅτι Χριστός εἰμι, ἤτοι πατριάρχην, τὸ αὐτὸ ἑαυτὸν ὀνομάζει ἀναιδῶς, ἤτοι ἄγγελον, καὶ ἑαυτὸν λέγει, καὶ ἁπλῶς ὢ τῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. νηστείαν δὲ οὐδ’ ὅλως οἴδασιν, ἀλλὰ δῆθεν εἰς τὴν εὐχὴν ἐσχολακότες καὶ ἀπὸ ὥρας δευτέρας ἢ τρίτης ἢ καὶ τὴν νύκτα, ἐὰν φθάσωσι πεινᾶσαι, πάντα ἀδεῶς ἐργάζονται, ἐσθίοντες καὶ πίνοντες. περὶ δὲ αἰσχρότητος ἢ λαγνείας οὐ πάνυ τι δύναμαι εἰδέναι. πλὴν οὐδὲ τούτου εἰσὶν ἀποδέοντες, μάλιστα ἐπὶ τὸ αὐτὸ κοινῇ τὸ κοιτάζειν ἐσχηκότες ἅμα γυναιξὶ καὶ ἀνδράσιν. οὗτοι δὲ καὶ ἐν Ἀντιοχείᾳ εἰσὶν ἀπὸ τῆς Μέσης τῶν ποταμῶν ὁρμώμενοι. 4. Ἔσχον δὲ τὸ βλαβερὸν τοῦτο φρόνημα ἀπὸ τῆς ἀμετρίας τῆς τινων ἀδελφῶν ἀφελείας.
τινὲς γὰρ τῶν ἡμετέρων ἀδελφῶν καὶ ὀρθοδόξων, μὴ γινώσκοντες τὸ μέτρον τῆς ἐν Χριστῷ πολιτείας, τὸ κελεῦον ἀποτάσσεσθαι τῷ κόσμῳ, κτημάτων τε ἰδίων καὶ χρημάτων ἀποξενοῦσθαι, πωλεῖν τε τὰ ἴδια καὶ μεταδιδόναι πτωχοῖς, λαμβάνειν δὲ τὸν σταυρὸν καὶ ἀκολουθεῖν ἐν ἀληθείᾳ, μὴ [εἶναι] ἀργὸν μήτε ἄεργον καὶ ἀκαιροφάγον, μηδὲ [ἐοικέναι] τῷ κηφῆνι τῶν μελισσῶν, «ἐργάζεσθαι δὲ ταῖς ἰδίαις χερσίν», ὥσπερ καὶ ὁ ἅγιος ἀπόστολος Παῦλος ἀποταξάμενος τῷ κόσμῳ, κῆρυξ δὲ ὢν τῆς ἀληθείας, «οὗ αἱ χεῖρες οὐ μόνον ἑαυτῷ ἐπήρκουν, ἀλλὰ καὶ τοῖς συνοῦσιν αὐτῷ»· οὐκ οὖσι δὲ ἐκείνοις ἀργοῖς, ἀλλ’ ἅμα συμπαροῦσιν αὐτῷ ἐν τῇ ἐργασίᾳ· ὥς που καυχᾶται λέγων διδάσκει τε σαφέστατα «ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω»τινὲς δὲ τῶν προειρημένων ἀδελφῶν, ὡς ἀπὸ τοῦ Μάνη μεμαθηκότες τάχα, ἵν’ οὕτως εἴπω, τοῦ ἀπὸ Περσίδος ἀναβεβηκότος, ἅτινα οὐκ ἐχρῆν οὕτως εἶναι· σκοπεῖν δὲ μᾶλλον τοὺς τοιούτους παραγγέλλει ὁ θεῖος λόγος τοὺς μηδὲν ἐργαζομένους. πεπλάνηκε γάρ τινων τὴν οἴησιν ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι εἰρημένος «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον».
νομίζουσι δὲ τὴν ἀπολλυμένην εἶναι τὴν καλὴν ἐργασίαν, [δι’] ἧς εἰς δικαιοσύνην ἔχομεν τὸν κάματον· ἥτις ἐπληροῦτο ἐν Ἀβραὰμ διὰ τοῦ μόσχου καὶ ἐν τῇ καματουργίᾳ τῆς χήρας διὰ τοῦ Ἠλίου, καὶ ἐν τῇ ἐργασίᾳ τοῦ Ἰὼβ διὰ τῶν αὐτοῦ παίδων καὶ κτημάτων καὶ πάντων τῶν τοῦ θεοῦ δούλων τῶν εἰς δικαιοσύνην καμνόντων ταῖς ἰδίαις χερσίν, «εἰς τὸ ἐπαρκεῖν καὶ τοῖς ἐνδεομένοις», καθὼς καὶ ἐν ἑκάστῳ μοναστηρίῳ, ἔν τε τῇ τῶν Αἰγυπτίων χώρᾳ καὶ ἐν πάσαις χώραις οὕτω κάμνουσιν εἰς δικαιοσύνην·
PG 42:763ὡς ἡ μέλιττα, [ἐν] χερσὶ μὲν ἔχουσα τὸν κηρὸν τῆς ἐργασίας, τὴν δὲ ψεκάδα τοῦ μέλιτος ἐν τῷ στόματι, μετὰ τῆς ἰδίας ὑμνηγόρου φωνῆς τὸν τῶν πάντων δεσπότην κατὰ τὴν ἰδίαν αἴσθησιν ὑμνεῖ, ὡς καὶ Σαλομὼν μαρτυρεῖ ὅτι «τὴν σοφίαν τιμήσασα προήχθη», οὕτω καὶ οἱ τοῦ θεοῦ δοῦλοι οἱ ἀληθῶς ἐπὶ τῆς στερεᾶς πέτρας τῆς ἀληθείας τεθεμελιωμένοι καὶ τὸν οἶκον αὐτῶν ἀσφαλῶς οἰκοδομοῦντες ἰδίαις χερσὶ τὰς λεπτὰς αὐτῶν ἐργασίας ἐργάζονται κατὰ τὴν ἑκάστου τέχνην, ἐν στόματι δὲ σχεδὸν πᾶσαν θείαν γραφὴν ἀπαγγέλλουσιν, ἀκμητί τε καὶ ἀόκνως συχνὰς ποιοῦνται τὰς ἀγρυπνίας, τοῦτο μὲν ἐν εὐχαῖς, τοῦτο δὲ ἐν ψαλμῳδίαις, ἐνδελεχῶς δὲ τὰς συνελεύσεις τὰς ἐξ ἔθους ἐνθέσμως τεταγμένας, διημερεύουσί τε πάντοτε [κατὰ] τὰς ἀδιαλείπτους κατὰ διάστημα ὥρας τὰς εὐχὰς θεῷ ἀκαταγνώστως μετὰ ταπεινοφροσύνης πολλῆς καὶ οἰμωγῆς ἐπιπόνου ἀναπέμποντες, ταῖς τε ἰδίαις χερσίν, ὡς ἔφην, ἐργαζόμενοι μετὰ καὶ τῆς πνευματικῆς ἐργασίας, ἵνα μὴ ἐπιδεεῖς γένωνται καὶ εἰς ὑποκρίσεις ἀνθρωπίνας ἐμπέσωσι, [καὶ] οὐκέτι τῷ ἀσεβοῦντι δυνάμενοι τὰ ἀληθῆ λέγειν οὔτε ἐκτὸς ῥύπου εἶναι τῶν ἀπὸ ἀδικίας ἀνθρώπων πλουσίων καὶ πλεονεκτούντων τοὺς πένητας οὔτε ἐκτὸς σιτίων τ[οι]ούτων γίνεσθαι, μὴ δυνάμενοι ἐκ δικαίων πόνων τὴν ἐφήμερον ἔχειν τροφήν, ἀλλ’ ἀναγκαζόμενοι διὰ τὸ ἐνδεὲς τῆς ἀεργίας τραπέζης πλουσίων μετέχειν.
5. Διὸ παραγγέλλει ὁ θεῖος λόγος φάσκων «μὴ ἐπιθύμει βρωμάτων τῶν πλουσίων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς». καὶ πάλιν ἐν ἄλλῳ τόπῳ ὅτι «τοιαῦτά σε δεῖ παρασκευάζειν, εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν αὐτοῦ βρωμάτων»· ἐν τούτοις γὰρ ἐδοξάσθησαν οἱ παῖδες οἱ ἐν τῇ Βαβυλῶνι, ἀρνησάμενοι τράπεζαν βασιλέως καὶ αἱρησάμενοι σπέρμασιν ἀρκεῖσθαι ἢ τραπέζῃ καὶ βρώμασι, χρήμασι καὶ δόξῃ ἀποταξάμενοι, ὡς Μωυσῆς «μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἤπερ ἀπολαύειν» τῶν ἐν Αἰγύπτῳ θησαυρῶν, ἐργαζόμενος δὲ ἰδίαις χερσὶν ἔτυχε προφητείας. προβάτων γὰρ οὗτος ποιμὴν κατέστη ὁ εὐγενὴς καὶ υἱὸς θυγατρὸς βασιλέως, ἵνα μὴ ἀργὸν ἐσθίῃ ἄρτον, ὡς καὶ διδάσκει ὁ πατὴρ ἡμῶν Ἰακώβ, λέγων [τῷ] Λάβαν «δός μοι ἐργασίαν, ἵνα ἐργάζωμαι [καὶ ἀπολαύσω] τοῦ ἰδίου ἄρτου». καὶ αὐτὸς πάλιν ποιμαίνειν προστέτακται παρὰ τοῦ ἰδίου πενθεροῦ, ἵνα μὴ ἀργὸν ἄρτον ἐσθίωσιν οἱ δίκαιοι. τοῖς δὲ ἀποστόλοις εἴρηται ἀρκεῖσθαι τῷ λόγον κηρύττειν, ἵνα μὴ ἀσχολῶνται ἀπὸ πόλεως εἰς πόλιν καὶ ἀπὸ τόπου εἰς τόπον ἐπὶ τὸ κήρυγμα τὴν πορείαν ποιούμενοι.

Exposition of the Catholic and Apostolic FaithExpositio Fide Catholicæ et Apostolicæ Ecclesiæ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
«ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ» καὶ «ἀρκετὸν τῷ ἐργαζομένῳ ἡ τροφὴ αὐτοῦ». καὶ τοῖς δὲ ποιμέσιν ὡσαύτως διὰ τὴν τῶν λαῶν συχνὴν ἀσχολίαν καὶ τὴν ἐκκλησιαστικὴν διοίκησιν καὶ ἐνδελεχῆ λειτουργίαν φησὶν ὁ θεῖος λόγος «τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; ἢ τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐ μεταλαμβάνει;» καὶ φησί «τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν», ἵνα τὸν πρεσβύτερον ἢ τὸν ἐπίσκοπον μὴ ἐλαττούμενον τῆς ἐφημέρου τροφῆς καταστήσειε, προτρεπόμενος λαοὺς ἐκ δικαίων πόνων νέμειν τὰ πρὸς τροφὴν τοῖς ἱερεῦσι διὰ ἀπαρχῶν τε καὶ προσφορῶν καὶ τῶν ἄλλων· ὧν ἐξουσίαν ἔχοντες οἱ ἐκ θεοῦ τοὺς λαοὺς ὁδηγεῖν προστεταγμένοι οὐδὲ τούτοις κέχρηνται κατακόρως οἱ θεῷ τελείως εὐαρεστεῖν ἐπαγγελλόμενοι. 6.
PG 42:765Καὶ γὰρ ἐξ αὐτῶν [τῶν] τοῦ θεοῦ ἱερέων [τινὲς] καὶ αὐτοὶ μετὰ τοῦ κηρύγματος τοῦ λόγου μιμούμενοι τὸν ἅγιον αὐτῶν μετὰ τὸν θεὸν ἐν Χριστῷ πατέρα, φημὶ δὲ Παῦλον τὸν ἅγιον ἀπόστολον, καὶ αὐτοὶ κατὰ τὸ δυνατόν, εἰ καὶ μὴ πάντες, ἀλλ’ οἱ πλείους ταῖς ἰδίαις χερσὶν ἐργαζόμενοι, οἵαν δ’ ἂν ἀναλόγως συμπρέπουσαν τῷ ἀξιώματι καὶ [τῇ] τῆς ἐκκλησιαστικῆς φροντίδος ἐνδελεχείᾳ εὕροιεν [ἐργάζονται] τέχνην, ὅπως μετὰ τοῦ λόγου καὶ τοῦ κηρύγματος ἡ συνείδησις χαίρῃ, [καὶ] διὰ χειρῶν ἰδίων καρποφοροῦσα καὶ ἑαυτῇ ἐπαρκουμένη τοῖς τε ἀδελφοῖς καὶ ἐνδεομένοις τὴν μετὰ χεῖρας οἰκονομίαν, [τὴν ἐξ] ἀπαρχῶν δέ φημι καὶ προσφορῶν καὶ ἐξ αὐτῶν τῶν διὰ χειρῶν εἰργασμένων, δι’ ὑπερβολὴν διαθέσεως πρὸς θεὸν καὶ τοὺς πέλας ἑκουσίως μεταδιδοῦσα· καίτοι γε μὴ ἀναγκαζομένων αὐτῶν μήτε κατακρινομένων, ἀλλὰ δικαιοσύνης πόνους καὶ ἐργασίαν ἐκκλησιαστικὴν ἐχόντων καὶ κατὰ δικαιοσύνην σιτουμένων, δι’ ὑπερβολὴν δὲ προαιρέσεως τοῦτο αὐτῶν ποιούντων.
ἐπιποθεῖ γὰρ αὐτῶν ἡ ἔνθεος ψυχὴ καὶ ἐν φόβῳ θεοῦ ἐστηριγμένη καὶ ἐκ πνεύματος ἁγίου τὴν γνῶσιν κεκτημένη πλούτου ἐπουρανίου, τοῦ κατὰ δικαιοσύνην μετὰ ἐπαίνου καὶ κλέους καὶ ἀριστείας, τοῦ διὰ θείων δογμάτων καὶ θείας μελέτης ἁγίας γραφῆς καὶ λογίων θεοῦ, ψαλμῳδιῶν τε καὶ συνάξεων, ἁγίων νηστειῶν τε καὶ ἁγνείας καὶ πολιτείας καὶ τῆς διὰ χειρῶν ἕνεκεν δικαιοσύνης μετὰ προαιρέσεως ἐργασίας. Ἀλλὰ καὶ ἄλλῳ προελήφθησαν τύπῳ οἱ αὐτοὶ τίμιοι ἡμῶν ἀδελφοί, οἱ κατὰ Μεσοποταμίαν ἐν μοναστηρίοις ὑπάρχοντες εἴτουν μάνδραις καλουμέναις, κόμαις γυναικικαῖς [χρῆσθαι] προβαλλόμενοι καὶ σάκκῳ προφανεῖ ἐπερειδόμενοι. ἔδει δὲ τὰ τῆς ἁγίας παρθένου [τοῦ Χριστοῦ, τῆς] μητρὸς ἡμῶν τῆς ἐκκλησίας τέκνα ὑπάρχειν σεμνά, οἰκουρά, θεῷ λατρεύοντα κρυφίως τῷ εἰδότι τὰ κρύφια καὶ ἀποδιδόντι ἐν τοῖς φανεροῖς, κατὰ τὸ γεγραμμένον, καὶ εὐσχημόνως [περιπατεῖν] διὰ τοὺς ἔξω καὶ μὴ βούλεσθαι λαβεῖν ἀπὸ τῶν ὁρώντων τὸν μισθὸν καὶ τὴν χάριν. ἀλλότριον γάρ ἐστι τῆς καθολικῆς ἐκκλησίας σάκκος προφανὴς καὶ κόμη [μὴ] ἐκτεμνομένη ἀπὸ τοῦ κηρύγματος τῶν ἀποστόλων·
PG 42:767«ἀνήρ, γάρ φησιν, οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων». 7. Τὸ δὲ χεῖρον καὶ ἐναντίον οἱ μὲν τὸ γένειον, τὴν μορφὴν τοῦ ἀνδρός, ἀποτέμνουσι, τρίχας δὲ τῆς κεφαλῆς πολλάκις κομῶσι. καὶ περὶ μὲν οὖν τοῦ γενείου ἐν ταῖς διατάξεσι τῶν ἀποστόλων φάσκει ὁ θεῖος λόγος καὶ ἡ διδασκαλία μὴ φθείρειν τουτέστι μὴ τέμνειν τρίχας γενείου μηδὲ ἑταιρισμῷ κατακο[ς]μεῖσθαι μήτε ὑπερηφανίας ὑπόδειγμα δικαιοσύνης τὴν προσέλευσιν ἔχειν. ἔπρεπε γὰρ Ναζιραίοις τοῦτο μόνον διὰ τὸν τύπον. τύπῳ γὰρ ἤγοντο οἱ παλαιοὶ τοῦ μέλλοντος ἔσεσθαι, ἔχοντες κόμην ἐπὶ τῆς κεφαλῆς διὰ τὴν εὐχήν, ἕως ὅτου ἦλθεν ἡ εὐχὴ τοῦ κόσμου καὶ ἐτελειώθη· κεφαλὴ δὲ πέφηνεν ὁ Χριστός, ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ ἐγνώσθη τῷ κόσμῳ ὁ ὢν ἀεὶ καὶ μὴ γινωσκόμενος παρὰ τῇ πάσῃ ἀνθρωπότητι ἢ μόνον ἐνίοις τοῖς εἰς αὐτὸν πεπιστευκόσιν, ἵν’ ὅταν γνῶμεν τὴν κεφαλήν, μὴ «καταισχύνωμεν τὴν κεφαλήν».
οὐ γὰρ ἕνεκεν τῆς ἰδίας κεφαλῆς λέγει, ἀλλ’ ἀπὸ τῆς ἰδίας εἰς Χριστὸν ἐνσκήπτει τὸ τῆς χλεύης ἔργον, ᾗ φησιν ὁ ἀπόστολος «αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι;» αὕτη δὲ ἡ ἀτιμία οὐκ ἐπαινετὴ ὡς ἐκείνη, [περὶ ἧς φάσκει ἡ γραφὴ] λέγουσα ὅτι «αἰσχύνης καταφρονήσας». οὐ γὰρ διὰ θεὸν ἡ ἀρετή, κἄν τε διὰ θεὸν ὑποληφθείη, ἀλλὰ διὰ φιλονεικίαν ὁ τρόπος παρελθόντος τοῦ κατὰ νόμον τύπου καὶ ἐλθούσης τῆς ἀληθείας. λέγει δὲ «εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὔτε αἱ ἐκκλησίαι τοῦ θεοῦ». παρεξέβαλεν οὖν τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ ποιοῦντας, ἐν φιλονεικίᾳ δὲ ὄντας ἀπό τε τοῦ θεσμοῦ τῶν ἀποστόλων καὶ ἀπὸ τῆς τοῦ θεοῦ ἐκκλησίας. ἀλλὰ ταῦτα ἠναγκάσθημεν λέγειν διὰ τὴν πρόφασιν τῶν προειρημένων Μασσαλιανῶν, ὅτι καὶ αὐτοὶ λαβόντες ἐκεῖθεν τοῦ φρονήματος τὴν νόσον καὶ ἐκτραπέντες τὴν διάνοιαν ἐξώκειλαν τῇ ἀληθείᾳ, καὶ κατέστη αἵρεσις ἐν δεινότη[τι] ἀργίας καὶ τῶν ἄλλων κακῶν. 8.
Ταῦτά ἐστιν ἃ περὶ τούτων καὶ αὐτῶν ἀκηκόαμεν τῶν εἰς χλεύην τῷ κόσμῳ καταστάντων καὶ συρφετώδη νοῦν καὶ λόγους ἐξεμούντων, ἀσυστάτων δὲ ὄντων καὶ ἀνελπίστων καὶ τῆς τοῦ θεοῦ οἰκοδομῆς ἔξω βεβηκότων. ὅθεν καὶ περὶ τούτων ὀλίγα διαλαβόντες αὖθις εἰς ἀνατροπὴν αὐτῶν ἐργασόμεθα. καὶ πρῶτον μὲν ὅτι γυναῖκας μετὰ ἀνδρῶν ἐπὶ τὸ αὐτὸ εἶναι οὔτε ἀπὸ παλαιᾶς συνηθείας τῶν φύσει συζυγιῶν γεγενημένων ὁ δίκαιος ὁρίζει λόγος, ἀλλὰ ἄνδρα πρὸς γυναῖκα ἐπὶ τὸ αὐτὸ [εἶναι] ἕνα πρὸς τὴν μίαν, ὡς Ἀδὰμ πρὸς τὴν Εὔαν, ὡς Σάρρα πρὸς τὸν Ἀβραὰμ εἶχεν, ὡς Ῥεβέκκα τῷ Ἰσαὰκ συνῆπτο. εἰ γὰρ καί τινες τῶν πατέρων δύο καὶ τρεῖς γυναῖκας ἐσχήκασιν, οὐκ ἐν μιᾷ οἰκίᾳ αἱ γυναῖκες ἦσαν. χοίρων γὰρ τὸ τοιοῦτον εἶδος καὶ κτηνῶν ἡ τοιαύτη συνάφεια. οὗτοι δὲ μᾶλλον εἰς ἔκπληξιν ἡμᾶς ἀναγκάζουσι φέρεσθαι, ἐπαγγελλομένων αὐτῶν πρὸς γυναῖκας συνάφειαν μὴ ἔχειν, τοὐναντίον μᾶλλον τὴν χλεύην ἀπεργαζόμενοι καὶ τὴν τελείαν αὐτῶν ἐνδεικνύμενοι αἰσχύνην. εἰ γὰρ καὶ γαμετὰς εἶχον οἱ τοιοῦτοι, σποράδην, οὐκ ἀναμὶξ ταύτας ὤφειλον κεκτῆσθαι.
PG 42:769εἰ δὲ καί εἰσιν ἐν συζυγίᾳ, οὐκ ἔδει αὐτοὺς τὸ ἐκ θεοῦ καταδειχθέν, ἀνδρὸς πρὸς γυναῖκα συνάφειαν μετὰ εὐσχημοσύνης καὶ σεμνότητος καὶ ἐπιστήμης, [καὶ] ἐξ ἰδίας ἐλευθερίας ἐπὶ τὸ μέσον φέροντας φωρᾶς[θ]αι. εἰ δὲ καὶ ἀπέσχοντο γυναικῶν ἐν ἁγνείᾳ τινὲς ὄντες καὶ ἐν ἐγκρατείᾳ, ἐξύβρισαν τὸ δίκαιον διὰ τῆς ἀνοησίας καὶ τὸ τῆς ἀρετῆς πολίτευμα διὰ τῆς ἐν ἀφροσύνῃ ἀφειδοῦς ἐργασίας, οὐ τῶν ἀποστόλων τοῦτο πεπραχότων, οὐ τῶν πρὸ τῶν ἀποστόλων προφητῶν τοῦτο διαταξαμένων. 9. Μωυσῆς γοῦν ἐν τῇ ἐρήμῳ ἀναλαβὼν τὴν ὑμνηγορίαν ᾄδει τῷ θεῷ ᾆσμα, ἀνελθὼν ἀπὸ θαλάσσης, φάσκων «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν». ὁμοῦ δὲ ἐπεφώνουν αὐτῷ οἱ ἄνδρες καὶ οὐδαμοῦ γυναῖκες, ἵνα τὴν εὔτακτον δείξῃ διάθεσιν, ἵνα τὸ σεμνὸν τῆς εὐταξίας τοῦ νόμου τοῦ θεοῦ κηρύξῃ. εἶτα μετέπειτά φησι «καὶ λαβοῦσα Μαριὰμ τὸ τύμπανον ἦρχε τῶν γυναικῶν καὶ ἔλεγεν· ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται».
καὶ γυναῖκες ὁμοῦ ἐπεφώνουν τῇ ὁμοτρόπῳ καὶ ἀπὸ τοῦ αὐτοῦ γένους ὑπαρχούσῃ καὶ ἔν τινι προαγούσῃ, διὰ τὴν ἀνεπιστήμονα καὶ [τὴν] συρφετώδη διάνοιαν τῶν ἀναμὶξ ἐργαζομένων ἑτεροδιδασκαλίας. περὶ δὲ τῆς ἀναστάσεώς φησιν ὁ προφήτης «καὶ κόψονται κατὰ φυλήν, φυλὴ κατέναντι φυλῆς· φυλὴ τοῦ Νάθαν καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ τοῦ Ἰούδα καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς» καὶ τὰ ἑξῆς. οὕτω καὶ οἱ ἀπόστολοι διατάσσουσι τῇ ἐκκλησίᾳ, οὕτω καὶ ὁ κύριος διέταξεν ἐν τῷ εὐαγγελίῳ, ἀπὸ μιᾶς τὸ ὑπόδειγμα ἡμῖν κηρύττων, φήσας τῇ μητρὶ αὐτοῦ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα». οὕτως ὁ Γιεζεὶ προσέρχεται τῇ Σουμανίτιδι, ἀπωθούμενος ταύτην, ἵνα μὴ ἀφανίσῃ τὸ τάγμα, ἵνα μὴ ὑβρίσῃ τὸν θεσμὸν τῶν προφητῶν. ὁ δὲ προφήτης πνεύματι ἁγίῳ φερόμενος κατώδυνον ἑώρα τὴν Σουμανῖτιν, παραμυθίας δὲ χάριν ὑπερβέβηκε τὴν τάξιν καὶ ἀνεδέξατο πρὸς τὴν ὥραν παραμυθίας τῆς γυναικὸς χάριν, ἴσον ἡγησάμενος τὸ ἅπτεσθαι τῶν αὐτοῦ ποδῶν παρὰ συνήθειαν τὴν γυναῖκα [ἕνεκεν] τῆς αὐτῆς ἐν τῇ διανοίᾳ κακώσεώς τε καὶ λύπης.
PG 42:771καὶ τί μοι πολλὰ λέγειν περὶ τούτων τῶν τοὺς κύνας μιμουμένων καὶ τοὺς ὕας ζηλούντων; περὶ δὲ τοῦ εἰπεῖν ἑαυτὸν Χριστόν, τίνι μανίας ὂν οὐκ ὀφθείη τὸ δόγμα τῶν σύνεσιν κεκτημένων ἢ [τὸ] λέγειν ὅτι προφήτης ἐγώ; τί γὰρ προφητείας παρ’ αὐτοῖς εἶδος φαινόμενον ἢ ποῖον Χριστοῦ θαυμαστὸν ἔργον γίνεται; εἰ δὲ αὐτὸς Χριστός, εἰς ποῖον κύριον ἤλπικέ τε καὶ πεπίστευκε; τί τὰ τῆς πλάνης κενοφωνήματα; τί τῶν ἀνοήτων τὰ δόγματα; ἀλλὰ ἀρκέσει καὶ περὶ ταύτης τὰ εἰς αὐτὴν εἰρημένα. 10. Καὶ ἕως ὧδε ἐχέτω τὸ σφραγίσαι καὶ τελειῶσαι τὴν πᾶσαν ἡμῶν περὶ τούτων πραγματείαν, τοῦ θεοῦ ἡμῖν ἐπιφανέντος καὶ βοηθήσαντος, ὡς ὁμολογεῖν ἔστιν ἐκ πάσης ψυχῆς καὶ διανοίας εὐχαριστεῖν [τε] αὐτῷ τῷ κυρίῳ, ὅτι τὸ ἐπάγγελμα ὃ ἐπηγγειλάμεθα ἐν αὐτῷ τῷ κυρίῳ κατηξιώθημεν τελειῶσαι, κατὰ [π] αἱρέσεων δέ φημι τὴν διήγησιν καὶ ἀνατροπὴν ποιησάμενοι, ἅμα τε καὶ ἀποκαλύψαντες παρ’ ἑκάστῃ τι πράττεται, ὡς κατὰ τὴν ἡμετέραν ὑπόστασιν τῆς ἀσθενοῦς ἀνθρωπότητος.
ἕως γὰρ ἐνταῦθα ὀγδοήκοντα αἱρέσεων, ὧν ἐνηχήθημεν [ἐν] τῷ κόσμῳ καὶ ἔγνωμεν τὸν ἀριθμὸν καὶ τὰς ὀνομασίας καί τινων τὰς ῥήσεις, προφάσεις τε καὶ σχέσεις, τὰς ὁρμὰς καὶ τὰ αἴτια ἀπαραλείπτως ὑποδείξαντες, θαυμασμῷ φερόμενοι ἐκπεπλήγμεθα τὸ ἐν τῇ θείᾳ γραφῇ εἰρημένον ὅτι «ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, [καὶ] νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου».
ὡς οὖν περὶ τῶν παλλακῶν τούτων τῶν ὀγδοήκοντα εἰρηκότες ἀπ’ ἀρχῆς, Βαρβαρισμοῦ καὶ Ἑλληνισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ Σαμαρειτισμοῦ ὀνομασίας, τῶν οὐκ οὐσῶν ἐνθέσμων γυναικῶν οὐδὲ ἀπὸ τοῦ βασιλέως πεπροικισμένων οὐδὲ ἐν διαθήκαις τῶν τέκνων αὐτῶν κληρονομεῖν δυναμένων [φύσει μὲν γάρ εἰσιν ἑβδομήκοντα πέντε καὶ τούτων αἱ μητέρες πέντε, ὥσπερ Ἑλληνισμός, ἀφ’ οὗ Ἕλληνες, καὶ Ἰουδαϊσμός, ἀφ’ οὗ Ἰουδαῖοι, καὶ αἵρεσις Σαμαρειτική, ἀφ’ οὗ Σαμαρειτισμός, καὶ Χριστιανισμός, ἀφ’ οὗ ἐξεκλάσθησαν ὥσπερ κλάδοι αἱ ἀφορισθεῖσαι αἱρέσεις, εἰς ὄνομα Χριστοῦ κληθεῖσαι, μὴ οὖσαι δὲ αὐτοῦ, ἀλλ’ αἱ μὲν ἀπὸ μήκοθεν αὐτοῦ πολὺ διεστῶσαι, αἱ δὲ διά τι ἐλάχιστον ἀποκληρονόμους καὶ ξένας αὐτοῦ ἑαυτὰς καταστήσασαι καὶ τὰ αὐτῶν τέκνα τῶν οὐκ οὐσῶν ἐνθέσμων, ἔξω δὲ βεβηκυιῶν, μόνον δὲ τὸ ὄνομα ἐπικεκλημένων Χριστοῦ] περιλειφθήσεται ἡμῖν ἡ περὶ ἀληθείας ἀπόδειξις, αὐτῆς τε τῆς περιστερᾶς τῆς μονωτάτης ὑπὸ τοῦ νυμφίου ἐπαινουμένης. 11.
Καὶ ἐν σχολῇ ἡμῶν γενομένων καὶ σφόδρα ἱκετευσάντων θεὸν σύντομον μὲν τῇ διαλογῇ, ἀσφαλῆ δὲ τῇ παραδόσει [καὶ] ὑπὲρ ἀληθείας ἀπολογίαν ἐν τῷ ἑξῆς ποιησόμεθα, οὐκ αὐτῆς ὑστέρας οὔσης, ἀλλὰ πρώτης καὶ ἤδη δὲ [τῶν] πρὸ τῶν αἱρέσεων ἐν τῇ ἐνδημίᾳ Χριστοῦ ἀνωτάτω ἡμῖν ὑπομνησθείσης· νῦν δὲ πρώτην οὖσαν καὶ Χριστῷ συνημμένην ἁγίαν νύμφην ἀπὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας [καὶ τὸ τῆς αὐτοῦ παρουσίας], ἥτις ἐστὶ σὺν τῷ Ἀδὰμ πεπλασμένη καὶ ἐν τοῖς πρὸ τοῦ Ἀβραὰμ πατριάρχαις κεκηρυγμένη καὶ μετὰ τοῦ Ἀβραὰμ πεπιστευμένη καὶ διὰ Μωυσέως ἀποκαλυφθεῖσα καὶ ἐν Ἠσαί̈ᾳ προφητευομένη, ἐν Χριστῷ δὲ ἀναδειχθεῖσα καὶ σὺν Χριστῷ ὑπάρχουσα, ἐν ὑστέρῳ δὲ [καιρῷ] ὑφ’ ἡμῶν ἐγκωμιαζομένη. δεῖ γὰρ τὸν ἀγωνιζόμενον πρῶτον ἐνίστασθαι τῷ ἀγῶνι τῷ τε καμάτῳ καὶ τοῖς ἄλλοις τοῦ ἀγῶνος παλαίςμασιν, ἵνα ὕστερον τὸν στέφανον κομισάμενος μετὰ τοῦ στεφάνου ἐν ἀγαλλιάσει διατελοίη, οὐ τοῦ στεφάνου ὑστάτου ὄντος, ἀλλὰ προκειμένου μὲν τῆς πάλης, ὕστερον δὲ διδομένου εἰς χαρὰν καὶ εἰς ἀγαλλίασιν τῷ κεκμηκότι.
PG 42:773ταῦτα δὲ περὶ τούτων εἰρηκότες ἐπὶ τοὺς προειρημένους παρέλθωμεν λόγους, δεῖξαι [θέλοντες] πῶς ὀγδοήκοντα μέν εἰσι παλλακαί, ἑξήκοντα δὲ βασίλισσαι, πῶς μία ἡ παρθένος καὶ ἁγνὴ [καὶ] νύμφη ὁμοῦ καὶ περιστερὰ καὶ ἀμνάς, πόλις δὲ ἁγία θεοῦ καὶ «στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας» καὶ «πέτρα στερεά, ἐφ’ ἧς πύλαι Ἅιδου οὐ κατισχύσουσιν». ὁμοῦ γὰρ ἐν πᾶσι θεὸν ἐπικαλούμενοι καὶ ἐπικαλεσάμενοι ἐτύχομεν τῆς ἐπαγγελίας πληρῶσαι τὴν ὑπόσχεσιν, τὴν κατὰ αἱρέσεων πασῶν φημι, ᾗτινι ἐπαγγελίᾳ καὶ ἄχρι τῆς τῶν Μασσαλιανῶν ἐφθάσαμεν αἱρέσεως. καὶ αὐτὴν δὲ καταπεπατηκότες τῷ ὑποδήματι τοῦ εὐαγγελίου, ὥσπερ χαμαιλέοντα πολύπουν, ἀειδῆ, ἄμορφον, δυσοδμίαν πνέουσαν, ἐν πᾶσι θεῷ εὐχαριστήσωμεν, [δοξάζοντες] πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Σύντομος ἀληθὴς λόγος περὶ πίστεως καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. 1.
Τὰ μὲν πολυειδῆ καὶ πολύτροπα καὶ πολυσχιδῆ τῶν σκολιῶν βουλευμάτων τῶν ἐναντίων διαλαβόντες προπετῆ διδάγματα καὶ πρὸς εἶδος καὶ γένος διελόντες φροῦδα καὶ ἕωλα δυνάμει θεοῦ διηλέγξαμεν, τόν τε ἄπειρον τῶν ἀπὸ ἑκάστης αἱρέσεως βλασφημιῶν καὶ αἰσχρολογιῶν καὶ ἀηδεστάτων αὐτῶν μυστηρίων κλύδωνα διανηξάμενοι, μάλα μόλις τῶν ζητημάτων πάντη ἐπιλυσάμενοι καὶ τὴν τούτων μοχθηρίαν ὑπερβεβηκότες, τοῖς τῆς ἀληθείας γαληνίοις ἐπλησιάσαμεν χωρίοις, πάντα μὲν τόπον δυσθαλάττ[ι]ον διαπεράσαντες καὶ πᾶσαν ζάλην καὶ ἀφρισμὸν καὶ κυμάτων κύρτωσιν ὑπομεμενηκότες, σάλον δὲ ὡς εἰπεῖν καὶ ἴλιγγας, βράχη τε οὐ τὰ τυχόντα καὶ θηριοβόλους τόπους θεασάμενοι, ἐν πείρᾳ τε τούτων διὰ τῶν λόγων γεγενημένοι, τὸν τῆς εἰρήνης λιμένα νυνὶ θεώμενοι, εἰς ὃν κατᾶραι σπεύδοντες δι’ εὐχῆς πάλιν τὸν κύριον ἀξιοῦμεν·
PG 42:775ἤδη μὲν παντὸς φόβου καὶ θορύβου καὶ ναυτιάσεως ὑπολωφῶντες, [ἐν] ἕξει δὲ καλλίστῃ τὰς ἀπὸ τῆς στερεᾶς αὔρας ἐμπνεόμενοι καὶ ἀσφαλείας [τυχόντες] [καὶ] τοῦ τε εὐδίου λιμένος ἐνισχυόμενοι τῷ πνεύματι ἤδη γεγήθαμεν, πολλὰ μέν, εἰ δεῖ τἀληθῆ λέγειν, μοχθηρὰ ἐπὶ τούτοις καὶ ὕβρεις οὐ τὰς τυχούσας ὑποστάντες καὶ γῆν καὶ θάλατταν ὡς εἰπεῖν πεζεύσαντές τε καὶ ποντοπορήσαντες, τῆς μὲν γῆς τὰ τράχη καὶ τῆς ἐρήμου τὰς δυσχωρίας καὶ τῶν προειρημένων πελάγων τοὺς κινδύνους, ὁμοῦ τε πόλιν ὁρῶντες, ἐπ’ αὐτὴν σπεύσωμεν, τὴν ἁγίαν Ἱερουσαλήμ, καὶ τὴν παρθένον Χριστοῦ καὶ νύμφην, ἀσφαλῆ τε βάσιν καὶ πέτραν, σεμνήν τε μητέρα ἡμῶν, Χριστοῦ [δὲ] νύμφην, εὐκαιρότατα καὶ αὐτοὶ λέγοντες «δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ» καὶ τὰ ἑξῆς. 2.
Ἄγε τοίνυν, οἱ Χριστοῦ παῖδες υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας, οἱ τόδε τὸ σύνταγμα τῶν ὀγδοήκοντα αἱρέσεων ἢ μέρος αὐτῶν διερχόμενοι καὶ σὺν ἐμοὶ τὸν τοιοῦτον ὄγκον τῶν προειρημένων μοχθηρῶν διδασκαλιῶν διανηξάμενοι, διαπεζεύσαντές τε τὴν τοσαύτην ἔρημον, φοβεράν τε καὶ ἐν δίψει κατατεταγμένην, ἐπικαλεσώμεθα τὸν τῶν ὅλων κύριον, πάλαι μὲν ἐν ἐπιθυμίᾳ τούτου ὄντες καὶ καθ’ ἕκαστον τόπον τῶν αἱρέσεων τούτων, ὥσπερ ἐν Μερρᾷ τόπῳ καὶ ἐν δίψει τῆς φοβερᾶς ἀβάτου ἐρήμου, ἀεὶ συναντῶντες τοῖς σκολιοῖς αὐτῶν λόγοις, ἐπιφωνήσωμεν καὶ αὐτοί «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός», καὶ πάλιν «πότε ἔλθω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;» διὰ τοῦτο τάχιον καὶ αὐτοὶ ἐπικαλεσώμεθα, οὐχ ὡς ἐκεῖνος ἐκάλει τὴν νύμφην, νυμφίος αὐτῆς τυγχάνων καὶ κύριος καὶ δεσπότης καὶ βασιλεὺς καὶ θεὸς καὶ ὑπέρμαχος, ἀλλ’ ὡς δοῦλοι αὐτοῦ ἡμεῖς ἐπικαλεσώμεθα, συνῳδὰ [τῷ] αὐτῷ καὶ αὐτοὶ λέγοντες «δεῦρο ἀπὸ Λιβάνου νύμφη, ὅτι ὅλη καλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί»·
ὁ παράδεισος τοῦ μεγάλου τεχνίτου, ἡ πόλις τοῦ ἁγίου βασιλέως, ἡ νύμφη τοῦ ἀσπίλου Χριστοῦ, ἡ παρθένος ἡ ἁγνή, μόνῳ ἑνὶ ἀνδρὶ ἐν πίστει μεμνηστευμένη, ἡ διαφανὴς καὶ «ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ὡς ἥλιος ἐκλεκτή, θάμβος ὡς τεταγμέναι», ἡ μακαριζομένη ὑπὸ τῶν «βασιλίδων» καὶ ἐξυμνουμένη ὑπὸ τῶν «παλλακίδων», ἡ ὑπὸ τῶν θυγατέρων ἐπαινουμένη, καὶ «ἀπὸ τῆς ἐρήμου ἀνερχομένη», «λελευκανθισμένη καὶ ἐπὶ τὸν ἀδελφιδοῦν αὐτῆς ἐπιστηριζομένη», ἡ μῦρον πνέουσα, «ἡ ἀπὸ τῆς ἐρήμου ἀνερχομένη, ὡς στελέχη καπνοῦ τεθυμιαμένη, σμύρναν καὶ λίβανον ἀπὸ κονιορτῶν μυρεψοῦ» τοῦ δεδωκότος ἑαυτοῦ τὴν εὐοδμίαν, ὃν προορῶσα ἔλεγε «μύρον ἐκκενωθὲν ὄνομά σοι·
PG 42:777διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε», ἡ «ἑστηκυῖα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐνδεδυμένη κροσσωτά, διαχρύσοις πεποικιλμένη», ἡ μηδὲν σκοτεινὸν ἔχουσα, ποτὲ δὲ «μεμελανωμένη», νυνὶ δὲ «καλὴ» καὶ «λελευκανθισμένη», ἵνα ἐν σοὶ γενόμενοι λωφήσωμεν τῶν προδιελθόντων ἡμᾶς στυγερῶν τῶν αἱρέσεων πραγμάτων καὶ ἡσυχάσωμεν ἀπὸ [τῶν] σάλων τῆς τῶν αὐτῶν τρικυμίας καὶ ἀναψύξωμεν ἐν σοί, ἁγία μήτηρ ἡμῶν ἐκκλησία, καὶ ἐν τῇ ἁγίᾳ ἐν σοὶ διδασκαλίᾳ καὶ ἁγίᾳ καὶ μόνῃ πίστει θεοῦ ἐν ἀληθείᾳ. Ἀλλὰ ἄρξομαι περὶ ταύτης τῆς ἁγίας πόλεως θεοῦ τὰ θαυμαστὰ διηγεῖσθαι. τὰ γὰρ δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ὥς φησιν ὁ προφήτης «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», ἀνθρώποις μὲν πᾶσιν ἀνέφικτα, ἀπίστοις δὲ ἀλλότρια, πιστοῖς δὲ ἀνθρώποις καὶ ἀληθινοῖς ἐν μέρει κτητά, ἐν ὑποσχέσει δὲ τελειώσεως [ὡς] παρὰ τοῦ αὐτῶν δεσπότου παρασχεθησόμενα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅπου αὐτὴ ἡ ἁγία παρθένος καὶ κληρονόμος σὺν τῷ ἰδίῳ νυμφίῳ ἐν οὐρανῷ ἔσχε τὸν κλῆρον καὶ τὴν κληρονομίαν. 3. Καὶ πρῶτον μέν, ὅτι ὁ θεὸς ὁ ἐπὶ πάντων ἡμῖν θεὸς ὑπάρχει τοῖς ἐκ τῆς ἁγίας ταύτης ἐκκλησίας γεννηθεῖσιν.
ἀπόδειξις γὰρ αὕτη πρώτη περὶ ἀληθείας καὶ «ἑδραίωμα πίστεως» τῆς μόνης ταύτης παρθένου καὶ ἁγίας «περιστερᾶς» καὶ ἀκάκου, περὶ ἧς ὁ κύριος ἐν πνεύματι τῷ Σαλομῶντι ἀπεκάλυπτεν ἐν ᾄσματι τῶν ᾀσμάτων καὶ ἔλεγεν «ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου», μετὰ προσθήκης τοῦ μου καὶ μου. αὐτοῦ γὰρ περιστερὰ καὶ αὐτοῦ τελεία, ὡς τῶν ἄλλων λεγομένων καὶ μὴ οὐσῶν, αὐτῆς δὲ διττῶς ὀνομαζομένης. ἐπὶ γὰρ ταῖς ἄλλαις οὐκ εἶπεν, ὀγδοήκοντά εἰσι παλλακαί μου, ἀλλὰ ταῖς μὲν βασιλίσσαις διὰ τῆς ἐνδόξου ὀνομασίας τὴν συνάφειαν τῆς τιμῆς ἀπένειμεν, ἐπὶ δὲ ταῖς παλλακαῖς τὸ ἀλλότριον τέλεον ἀπεφήνατο. ὧν τοὺς ἀριθμοὺς εἰς νοῦν λαμβάνοντες κατὰ τὴν ἀναγωγὴν τῆς θεωρίας ἐπεργάσασθαι ἐν τῷ τόπῳ ἀναγκαζόμεθα διὰ τὸ μὴ ὑπερβαίνειν, οὐ ψυχρολογοῦντες, ἀλλ’ ἐν ἀληθείᾳ λόγους διὰ τῶν ἀληθινῶν γραφῶν ταῖς ἀληθιναῖς θεωρίαις ἀντεξετάζοντες. ὅτι μὲν γὰρ καὶ ὁ ἀριθμὸς γεγραμμένος ἀπαράβατός ἐστιν ἑκάστης ὑποθέσεως καὶ οὔτε δύναται τὸ ἐν ἀριθμῷ κατατεταγμένον ἕωλόν τι εἶναι οὔτε εἰς ἀργότητα ἐν τῇ γραφῇ ἐπιμετρεῖσθαι [δῆλον].
PG 42:779βασίλισσαι δέ εἰσιν αἱ ἤδη πρότερον εἰς γενεαλογίαν ὠνομαςμέναι ψυχαί. ὡς γὰρ βασιλεῖ συνέπονται πλήθη πολλά, τοῦ δὲ βασιλέως κεφαλῆς οὔσης, ὥσπερ ἐπὶ σώματος πολλῶν μελῶν ὄντων ἀπὸ τῆς κεφαλῆς ὁ εἷς ἄνθρωπος ἀριθμηθήσεται, οὕτως ἀπὸ τοῦ ἑνὸς βασιλέως τὸ πᾶν πλῆθος τὸ ὑπὸ τὸν βασιλέα εἰς ἕνα ἀναλογισθήσεται. 4. Βασίλισσα τοίνυν ἡ γενεὰ ἐν Χριστῷ κέκληται, οὐ τῆς πάσης γενεᾶς βασιλευσάσης, ἀλλὰ τῆς μιᾶς τῆς ἐπιγνούσης τὸν κύριον δι’ ὀνομασίας τοῦ ἀνδρὸς αὐτῆς [εἰς] τὸ βασιλικὸν ἀξίωμα καὶ τάξιν φερομένης, ὡς οἷον εἰπεῖν Ἀδὰμ καὶ πᾶσα αὐτοῦ γενεὰ βασίλισσα αὕτη ἀριθμηθήσεται, ἥ τε αὐτοῦ ἀρχὴ καὶ ἡ πατριαρχία, βασιλεύσασα[ι] [μετὰ τῶν] μετ’ αὐτοῦ, διὰ τὴν πρὸς τὸν θεὸν γνῶσιν καὶ ἣν κατηξίωται πρῶτος πλάσιν πλασθῆναι καὶ ὅτι μετάνοιαν πρῶτος ἐνεδείξατο, ὡς ἔχει ἡ ἀκολουθία. εἶτα μετὰ τοῦτον Σὴθ καὶ ἡ πᾶσα μετ’ αὐτοῦ ἀνθρωπότης, καὶ Ἐνὼς καὶ Καϊνὰν καὶ Μαλελεὴλ καὶ Ἰάρεδ καὶ Ἐνὼχ καὶ Μαθουσάλα καὶ Λάμεχ καὶ Νῶε· τούτων τῶν ἁγίων [τῶν] καταλογάδην ἐν ἀριθμῷ κατὰ γενεὰν καταριθμηθέντων, ὧν ὁ ἀριθμὸς παρὰ Ματθαίῳ δείκνυται.
ἑξήκοντα γὰρ καὶ δύο γενεαί τε καὶ πατριαρχίαι παρ’ αὐτῷ ἐμφέρονται διὰ τῶν ὀνομάτων τῶν ἐντελεστέρων ἀνδρῶν, πρὸς τὸν θεὸν τὴν γνῶσιν ἐσχηκότων ἢ δι’ ἑτέραν τινὰ ἀριστείαν τὴν βασιλικήν τε δόξαν καὶ ἐμβρίθειαν μετεσχηκότων, [ὧν] ὁ κατάλογος τοῦ ἀριθμοῦ ἐμφέρεται ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας. καὶ γὰρ γενεαὶ παρεληλύθασιν ἀπὸ Ἀδὰμ ἕως τοῦ Νῶε δέκα καὶ ἀπὸ τοῦ Νῶε ἄχρι τοῦ Ἀβραὰμ ἄλλαι δέκα, ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἄχρι Δαυὶδ γενεαὶ ιδ, ἀπὸ δὲ Δαυὶδ ἕως τῆς αἰχμαλωσίας γενεαὶ ιδ καὶ ἀπὸ τῆς αἰχμαλωσίας ἕως τοῦ Χριστοῦ γενεαὶ ιδ, ὡς εἶναι ἀπὸ τοῦ Ἀδὰμ ἄχρι Χριστοῦ ἑξήκοντα δύο γενεάς, αἵτινες ἑξήκοντα διὰ τὴν συντομίαν ἠρίθμηνται. καὶ γὰρ ἐν τῇ ἐρήμῳ ἑβδομήκοντα δύο στελεχῶν φοινίκων ὑπαρχόντων ἑβδομήκοντα ἡ γραφὴ ὠνόμασε. καὶ εἰς τὸ ὄρος προσκεκλημένων ἑβδομήκοντα ἑβδομήκοντα δύο εὑρίσκονται σὺν τῷ Ἐλδὰδ καὶ Μωδάδ. καὶ ἑβδομήκοντα δύο ἑρμηνεύσαντες ἐπὶ Πτολεμαίου, διὰ δὲ τὴν συντομίαν εἰώθαμεν λέγειν τῶν ἑβδομήκοντα τὴν ἑρμηνείαν.
οὕτω καὶ νῦν ἑξήκοντα βασίλισσαι οἶμαι εἴρηνται, ἐξαιρουμένου τοῦ τε ἄνωθεν ἀριθμοῦ καὶ τοῦ κάτωθεν, διὰ τὸ μεσαίτατον τῶν ἑξήκοντα πρὸς τύπους καὶ ἀναγωγὴν τῆς τελείας θεωρίας. ἐπειδὴ γὰρ δι’ ἓξ δεκάδων τὴν τῆς ἑξαημέρου πληροῦσθαι περίοδον συμβαίνει εἰς τὸ συνάπτεσθαι ἀπὸ ἑκάστης γενεᾶς ὁσίων ψυχῶν [πλῆθυν] ἐν θεῷ βασιλευουσῶν κατὰ τὴν πίστιν. ἔνθεν γὰρ καὶ ἓξ ὑδρίαι εὑρίσκονται ἐν Κανᾷ τῆς Γαλιλαίας λίθιναι, αἵτινες λείψασαι πάλιν ἐπληροῦντο, χωρήσασαι ἐν αὐταῖς ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, περὶ τοῦ μέτρου τῆς παλαιᾶς καὶ νέας διαθήκης καὶ τριάδος τοῦ πληρώματος· αἵτινες ἀπὸ τοῦ ὕδατος εἰς οἶνον ἄκρατον μεταβέβληνται, πληρωθεῖσαι εἰς εὐφρασίαν γάμων καὶ υἱῶν τῶν ἀνθρώπων. ἔνθεν γὰρ τὸ ἑξαγωνιαῖον καλεῖται παρὰ τοῖς ἔξωθεν λόγοις διὰ τριάδος καὶ ἑβδομάδος εἰς εἴκοσι ἕνα ἀριθμὸν γεωμετρούμενον, οὗ ἑξαγωνιαίου σημασία ἐστὶ πληρώσεως τοῦ παντὸς ὁρωμένου κύτους, διὰ τὸ τετραχῆ ἔχειν, ὡς εἰπεῖν, τὸ τετραγώνιον ὑποβάθραν τε καὶ τὴν ἄνωθεν τῆς ὀροφώσεως σκέπην ἕκτον ἀριθμὸν τελεῖν. 5.
PG 42:781Ἀλλ’ ἵνα μὴ εἰς πλάτος μηκύνω τὸν λόγον, πάλιν ἱκανῶς ἔχειν νομίζω περὶ τῶν ἑξήκοντα βασιλισσῶν ἕως τῆς τοῦ Χριστοῦ παρουσίας γενεῶν ἀριθμη[θει]σῶν τὰ εἰρημένα, μετὰ δὲ τὸν Χριστὸν καὶ δεῦρο τυγχανουσῶν λοιπὸν γενεῶν, καθὼς αὐτῷ τῷ κυρίῳ μόνῳ ἔγνωσται. οὐκέτι γὰρ κατὰ γενεὰν οἱ ἀριθμοὶ παρά τισιν ἀνηνέχθησαν ἢ κατετάχθησαν, διὰ τὸ ἐπεσφραγίσθαι τὸν ἀριθμὸν τῆς τοιαύτης ὑποθέσεως καὶ ἀποκεκλεῖσθαι διὰ τοῦ τῶν βασιλισσῶν ἀριθμοῦ ἕως αὐτῆς τῆς ἐνσάρκου παρουσίας ἠριθμημένου. λοιπὸν γὰρ οἱ μετέπειτα συγγραφεῖς ἢ λογογράφοι ἢ χρονογράφοι ἢ ἱστορ[ι]ογράφοι οὐκέτι γενεὰς ἀριθμοῦσιν, ἀλλ’ ἢ βασιλέων τὰς διαδοχὰς καὶ χρόνους κατὰ τὸν τῶν ἐτῶν ἀριθμὸν ἑκάστου βασιλέως, ὥστε ἐξ ἅπαντος εὖ μάλα τὸν συνετὸν γινώσκειν ὅτι καὶ ἀπὸ τούτου τοῦ ζητήματος τὸ πᾶν τοῦ χρόνου συνετμήθη εἰς τὸν τῶν ξβ γενεῶν ἕως Χριστοῦ ἀριθμόν, διὰ τὸ μηκέτι μετὰ Χριστὸν κατὰ τὴν ὑπόθεσιν ταύτην διὰ γενεαλογιῶν τοὺς τοῦ κόσμου χρόνους ἀριθμεῖσθαι, τελειουμένου [τοῦ ἀριθμοῦ] ἐν μιᾷ συνενώσει τῇ σημαινομένῃ κατὰ τὸ τῆς εὐδοκίας θεοῦ ἀμετάστατον ἔρεισμα·
ὡς ἀπὸ τῆς αὐτῆς τὴν τοῦ αἰῶνος συντέλειαν [φαίνεσθαι] συντεμνομένην καὶ ἐπὶ τὸ μεταβατικὸν τοῦ μέλλοντος αἰῶνος πληρουμένην. διὸ λέγει «μία ἐστὶ περιστερά μου, τελεία μου», ὡς ἕως αὐτῆς τῶν πάντων τελειουμένων, κἄν τε χρόνοι [ὦσιν] καὶ καιροί, ἐνιαυτοί τε καὶ διαστήματα γενεῶν κατά τε βασιλέας ἢ ὑπάτους ἢ ὀλυμπιάδας ἢ ἡγεμονίας ὁ αἰὼν ἑαυτὸν ἀριθμήσειεν. ὀγδοήκοντα δὲ παλλακαί, αἵτινες ἐν μέσῳ τῶν βασιλίδων καὶ πρὸ τῆς ἐνσάρκου βασιλείας τουτέστι τῆς πίστεως καὶ αὐτῆς ταύτης τῆς νύμφης καὶ παρθένου, καὶ ἀσπίλου τε καὶ «περιστερᾶς», τῆς «μόνης τῇ μητρὶ καὶ τῇ τεκούσῃ». 6. Ἐκκλησία γάρ ἐστιν ἀπὸ μιᾶς πίστεως γεγεννημένη, τεχθεῖσα δὲ διὰ πνεύματος ἁγίου, μία τῇ μόνῃ καὶ μία τῇ γεγεννηκυίᾳ. καὶ ὅσαι μετὰ ταύτην ἦλθον καὶ πρὸ αὐτῆς, παλλακίδες ὠνομασμέναι, αἵτινες τὸ πᾶν οὐκ ἀλλότριαι γεγένηνται διαθήκης καὶ κληρονομίας, μὴ πεπροικιςμέναι δὲ ὑπὸ τοῦ λόγου καὶ μὴ δεξάμεναι ὑποδοχὴν τοῦ ἁγίου πνεύματος, μόνον δὲ συνάφειαν ὑπὸ συνείδησιν πρὸς τὸν Λόγον ἐσχηκυῖαι. καλῶς γὰρ ὁ Ἑβραῖος τὴν παλλακίδα ἔφρασε, φήσας αὐτὴν φελεγέσθα·
PG 42:783φελέγ, ὃ ἑρμηνεύεται ἥμισυ, ἔσθα γυνή, ἵνα εἴπῃ ἥμισυ γυναικός. ὅσον μὲν γὰρ ἧκεν εἰς τὸν κύριον, πάντας κέκληκεν εἰς ἐλευθέριον φῶς, φήσας «ὡς ἔχετε τὸ φῶς μεθ’ ἑαυτῶν, ἐν φωτὶ περιπατεῖτε», καὶ ὁ ἅγιος ἀπόστολος λέγων «ὑμεῖς δὲ ἡμέρας ἐστὲ τέκνα καὶ τέκνα φωτός», καὶ πάλιν ἐν τῇ θείᾳ γραφῇ [λέγεται] «ὁ ποιῶν τὰ φαῦλα μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς». οὕτω καὶ παλλακίδες οὐκ ἐν τῷ προφανεῖ, οὐκ ἐν τῇ τελειώσει, οὐδὲ ἐν προικὶ ἄγονται τοῖς ἀνδράσιν, εἰ καὶ συνάφειαν σχοῖεν αἱ αὐταὶ πρὸς τὰ σώματα τῶν ἀνδρῶν, οὐ μέντοι γε τὴν τῆς ἐλευθέρας γυναικὸς τιμὴν καὶ ὀνομασίαν καὶ βεβαίωσιν καὶ φερνὴν καὶ ἕδνα καὶ προικισμὸν καὶ γνησιότητα ἔχειν δύνανται. παλλακίδες γοῦν αἱ καθεξῆς ἀριθμηθεῖσαι αἱρέσεις, ὡς ἄνω ἔφην, ὀγδοήκοντα. μὴ θαυμαζέτω δέ τις εἰ καὶ ἄλλοις ὀνόμασιν ἑκάστη τούτων κικλήσκεται ἐν ἑκάστῃ χώρᾳ. ἀλλὰ καὶ ἐκεῖνο παρατηρητέον, ὅτι πολλάκις καθ’ ἑαυτὴν πάλιν ἑκάστη αἵρεσις σχίσασα εἰς πολλὰ μέρη καὶ ὀνόματα διέστη· οὐ γάρ ἐστι θαῦμα· ἔστι γὰρ καὶ οὕτως.
ὀγδοήκοντα δὲ καὶ ἕνα ἀριθμὸν εὑρίσκομεν, ἕνα μὲν διὰ τὴν μίαν τῶν πασῶν διωρισμένην, μόνην δὲ τῷ νυμφίῳ κεκληρωμένην, ὑπ’ αὐτοῦ δὲ ὁμολογουμένην τῇ τοιᾷδε ὀνομασίᾳ, ὅτι «μία ἐστὶ περιστερά μου», καὶ πάλιν «τελεία μου», ὡς τῶν πασῶν παλλακίδων ἀγενῶν οὐσῶν καὶ οὐκ ἐν ἀκακίᾳ ἐπιμετρουμένων, οὐδὲ ἐν ἁγνείᾳ καὶ ἡμερότητι. εἰσὶ μὲν οὖν [αἱ] ἀπ’ ἀρχῆς συναπτόμεναι τῷ καλουμένῳ Βαρβαρισμῷ καὶ Σκυθισμῷ ἄχρι τῶν προειρημένων Μασσαλιανῶν οζ τὸν ἀριθμόν, καὶ Ἑλληνισμός, ἐξ οὗ αἱ Ἑλληνικαὶ αἱρέσεις, καὶ Ἰουδαϊσμός, ἐξ οὗ [αἱ] Ἰουδαϊκαί, καὶ Σαμαρειτική, ἐξ ἧς αἱ Σαμαρειτικαί·
τῶν τριῶν [τούτων] ἐπὶ τὸν ἑβδομηκοστὸν ἕβδομον ἀριθμὸν προστιθεμένων εἰς ὀγδοηκοντάδα ἀριθμὸν πληροῦνται καὶ ἡ μία περιλείπεται, τουτέστιν ἡ ἁγία καθολικὴ ἐκκλησία καὶ Χριστιανισμὸς ὄντως ὠνομασμένος ἀπ’ ἀρχῆς καὶ σὺν τῷ Ἀδὰμ καὶ πρὸ τοῦ Ἀδὰμ καὶ πρὸ πάντων τῶν αἰώνων σὺν Χριστῷ, θελήματι τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ μετὰ πάντων τῶν κατὰ γενεὰν θεῷ εὐαρεστησάντων πιστευόμενος καὶ ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν κόσμῳ σαφῶς ἀποκαλυφθεὶς καὶ νῦν μετὰ τὰς αἱρέσεις ταύτας πάσας τὰς δὴ παλλακίδας [καλουμένας] ὑφ’ ἡμῶν πάλιν ἐξυμνούμενος, ὡς κατὰ τὴν ἀκολουθίαν τοῦ λόγου. 7. Αὐτὸς γὰρ ὁ Λόγος ἐν τοῖς ᾄσμασιν οὕτως ἠρίθμησεν, «ἑξήκοντα βασιλίσσας» φήσας, καὶ «ὀγδοήκοντα παλλακίδας, καὶ νεάνιδας ὧν οὐκ ἔστιν ἀριθμός. μία δέ, φησίν, ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν».
PG 42:785καὶ ὕστερον δείκνυσι πῶς παρὰ πᾶσιν εὑρεθήσεται, ὡς ἐντιμοτέρα πασῶν οὖσα καὶ πάντων δεσπόζουσα καὶ αὐτῷ μόνη ἐκλελεγμένη, ἧς τὰ τέκνα κληρονόμα τοῦ βασιλέως καὶ τέκνα ἀληθινά, ὡς «τέκνα τῆς ἐπαγγελίας» καὶ οὐ «τέκνα τῆς παιδίσκης», οὔτε παλλακίδος, οὔτε τῶν ἄλλων τῶν ἀναρίθμως ἑρμηνευομένων. εἰ γὰρ καὶ ἀπὸ Χεττούρας τῆς παλλακίδος ἔσχεν ὁ Ἀβραὰμ τέκνα, οὐ συγκληρονόμα τυγχάνει τὰ τέκνα τῆς Χεττούρας τῷ Ἰσαάκ· δόματα δὲ ἔλαβεν, ὡς ληγάτου χάριν, ἵνα ὁ τύπος μένοι εἰς ἀναγωγὴν τοῦ λόγου, εἰς τὸ μὴ ἀπελπίσαι τινὰς τῆς τοῦ Χριστοῦ κλήσεως. καὶ γὰρ τὰ δόματα, ἃ ἔδωκε τῷ Ἰσμαὴλ καὶ τοῖς υἱοῖς Χεττούρας, τύπος ἦν τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν εἰς ἐπιστροφὴν ἐθνῶν πρὸς τὴν πίστιν καὶ τὴν ἀλήθειαν.
τῇ μὲν γὰρ Ἄγαρ παιδίσκῃ οὔσῃ καὶ ἀπὸ τοῦ Ἀβραὰμ ἐκβληθείσῃ [ὡς ἡ δουλεύσασα κάτω Ἱερουσαλὴμ μετὰ τῶν τέκνων αὐτῆς, περὶ ἧς εἴρηται «ἀπέρριψα τὴν μητέρα ὑμῶν», καὶ πάλιν «ἔδωκα βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς»] ταύτῃ γὰρ τῇ παιδίσκῃ, Ἄγαρ δέ φημι, συμβολικώτερον δι’ ἐλπίδα ἐπιστροφῆς ἀσκὸν δίδωσιν ὕδατος, ἵνα δείξῃ «τοῦ λουτροῦ τῆς παλιγγενεσίας» τὴν δύναμιν, εἰς δόμα ζωῆς τοῖς ἀπίστοις ἀποδοθεῖσαν καὶ εἰς ἐπιστροφὴν πάντων τῶν ἐθνῶν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. τοῖς δὲ υἱοῖς Χεττούρας τὰ δόματα ἦν χρημάτων ὕπαρξις, χρυσὸς καὶ ἄργυρος καὶ ἱματισμός, καὶ ἅτινα ἐν μυστηρίῳ Ἀβραὰμ ἀπέκλεισεν ἐν ταῖς πήραις, «λίβανον καὶ σμύρναν καὶ χρυσόν», τῶν μετὰ τῶν βασιλέων Σοδόμων καὶ Γομόρρας, τῶν [σκυλευθέντων ὑπὸ τῶν] περὶ Χοδολλογόμορ [καὶ Βαρσὰ καὶ λοιπῶν] τῶν τὴν αἰχμαλωσίαν ἀπὸ Σοδόμων καὶ Γομόρρων καὶ λοιπῶν λαβόντων καὶ σκυλευσάντων τὴν [τε] ἵππον καὶ αἰχμαλωτισάντων τὸ πλῆθος τῶν ἀνθρώπων καὶ ἀφαρπαξάντων τὰς ἀπὸ ἑκάστου περιουσίας τε καὶ χρημάτων καὶ τῶν ἄλλων πλῆθος·
ἃ αὐτὸς ἀπέστρεψεν «ἀπὸ τῆς κοπῆς τῶν βασιλέων» τότε [καὶ] οὔτε ἀποστρέψαι τὰ ἤδη κυρίῳ θεῷ ἀποταχθέντα τολμήσαντος αὐτοῦ, ἀλλὰ δεδωκότος αὐτὰ δόματα μετὰ τῶν ἄλλων τοῖς υἱοῖς αὐτοῦ τοῖς ἀπὸ Χεττούρας, ὡς εὕρομεν ἐν ταῖς παραδόσεσι τῶν Ἑβραίων. 8. Ἐν δὲ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τῶν αὐτῶν τέκνων τοῦ Ἀβραὰμ τῶν ἀπὸ Χεττούρας ἐκβληθέντων ἀπὸ τοῦ Ἀβραὰμ καὶ ἀπελθόντων καὶ κατοικησάντων εἰς τὰ μέρη τὰ Ἀραβικὰ τῆς Μαγωδίας χώρας, [διὰ] τῶν ἐλθόντων μάγων ἀπὸ τῆς διαδοχῆς τῶν σπερμάτων ἐκείνων προσενεγκάντων τε δόματά τε καὶ δῶρα εἰς συμμετοχὴν τῆς αὐτῆς ἐλπίδος [προσηνέχθησαν] τῷ Χριστῷ ἐν Βηθλεὲμ τὰ αὐτὰ δῶρα, ὅτε τὸν ἀστέρα θεασάμενοι ἦλθον· ὧν δώρων τὴν σαφῆ παράστασιν ὁ προφήτης παρίστησι λέγων ὅτι «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων». ταῦτα γὰρ ἀπὸ Δαμασκοῦ ἐν χρόνοις Ἀβραάμ, ὡς προεῖπον, ὑπὸ τῶν βασιλέων τῶν ἐλθόντων εἴληπται καὶ ἀπὸ Σαμαρείας.
PG 42:787πότε οὖν ἔλαβεν αὐτὰ «πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα», ἀλλ’ ὅτε ἦλθον οἱ μάγοι καὶ «ἤνοιξαν τὰς πήρας ἑαυτῶν» [ἢ τοὺς θησαυρούς, ὡς ἔχει ἔνια τῶν ἀντιγράφων] καὶ «προσήνεγκαν καὶ σμύρναν καὶ λίβανον καὶ χρυσόν»; καὶ ὁρᾷς πῶς ἔχουσιν αἱ τῆς ἀληθείας φράσεις καὶ ἀκολουθίαι; ὡς καὶ αὗται αἱ αἱρέσεις παλλακίδες ὑπάρχουσι καὶ τὰ αὐτῶν τέκνα ἔλαβε δόματα, τὸ ὄνομα μόνον λαβοῦσαι, ὀνόματι μόνον Χριστοῦ κληθεῖσαι καὶ τοὺς ὀλίγους ἀπὸ τῆς θείας γραφῆς λόγους ὑποδεξάμεναι, ἵνα δι’ αὐτῶν συνῶσι τὴν ἀλήθειαν, ἐὰν θέλωσιν· εἰ δὲ μὴ θέλοιεν, ἀλλὰ ἀνακάμψωσι πρὸς τὸν Ἡρῴδην [παραγγέλλονται γὰρ μὴ ἀνακάμπτειν πρὸς Ἡρῴδην, ἀλλὰ δι’ ἄλλης ὁδοῦ ἀφικνεῖσθαι εἰς τὴν ἑαυτῶν πατρίδα]ἐὰν δὲ μὴ ποιήσωσι τὰ προστεταγμένα, μάτην ἑαυτοῖς τὰ δόματα, ὡς ἐκείνοις ἡ ἔλευσις, εἰ ἀνέκαμψαν πρὸς τὸν Ἡρῴδην, διὰ τὸ ὁμοίως τὰς αὐτὰς αἱρέσεις παραχαράσσειν τῶν θείων λόγων τὰ διδάγματα. 9. Αὗται οὖν εἰσιν [αἱ] ὀγδοήκοντα παλλακίδες, ὧν ὁ ἀριθμὸς οὗτος ἐμφέρεται, κἀκεῖναι αἱ βασίλισσαι αἱ κατὰ τὰς γενεὰς ἀριθμηθεῖσαι ψυχαί, τουτέστιν ἄνδρες καὶ πατριάρχαι.
νεάνιδες δέ, ὧν οὐκ ἔστιν ἀριθμός, ἐν ταῖς λοιπὸν κατὰ πάντα κόσμον φιλοσοφίαις καὶ ἑκάστης ψυχῆς πολιτείαις, τῆς μὲν οὔσης ἐπαινετῆς, τῆς δὲ οὔ. τίς γὰρ ἀριθμήσειε τοῦ κόσμου τούτου τὴν διαφοράν; πόσαι γὰρ ἄλλαι παρ’ Ἕλλησι μετὰ τὰς προειρημένας τέτταρας φανερωτάτας οὐκ ἔφυσαν καὶ ἔτι μετὰ τὰς αἱρέσεις ἐκείνας καὶ τὰς μετέπειτα κατὰ τὴν ἑκάστου γνώμην ἐν δοκήσει νεανιότητος καθ’ ἑαυτὰς γινόμεναι ψυχαί τε καὶ γνῶμαι; ὡς Πυρρώνειοι καλοῦνταί τινες καὶ ἄλλοι πλείους, ὧν τὰ ὀνόματα καὶ τὰς δόξας καθ’ εἱρμὸν ὑποτάξω, πολλῶν μὲν ὄντων τῶν εἰς γνῶσιν ἡμῶν ἐληλυθότων, πολλοστημόριον δὲ [τοῦτο] τῶν ἐν κόσμῳ ὑπαρχόντων. καὶ εἰσὶ μὲν αἱ ἐξ Ἑλλήνων αἵδε, ὧν πρώτην τάξαιμι ἀπ’ ἀρχῆς τὴν Θαλοῦ τοῦ Μιλησίου γνώμην τε καὶ δόξαν. Αὐτὸς γὰρ Θαλῆς ὁ Μιλήσιος, εἷς ὢν τῶν ἑπτὰ σοφῶν, ἀρχέγονον πάντων ἀπεφήνατο τὸ ὕδωρ· ἐξ ὕδατος γάρ φησι τὰ πάντα εἶναι καὶ εἰς ὕδωρ πάλιν ἀναλύεσθαι. Ἀναξίμανδρος ὁ τοῦ Πραξιάδου καὶ αὐτὸς Μιλήσιος τὸ ἄπειρον ἀρχὴν ἁπάντων ἔφησεν εἶναι· ἐκ τούτου γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς αὐτὸ τὰ πάντα ἀναλύεσθαι.
PG 42:789Ἀναξιμένης ὁ τοῦ Εὐρυστάτου καὶ αὐτὸς Μιλήσιος τὸν ἀέρα τοῦ παντὸς ἀρχὴν εἶναι λέγει καὶ ἐκ τούτου τὰ πάντα. Ἀναξαγόρας ὁ τοῦ Ἡγησιβούλου ὁ Κλαζομένιος ἀρχὰς τῶν πάντων τὰς ὁμοιομερείας ἔφησεν εἶναι. Ἀρχέλαος ὁ Ἀπολλοδώρου, κατὰ δέ τινας Μίλτωνος, Ἀθηναῖος δὲ ἦν, [ὁ] φυσικός, ἐκ γῆς τὰ πάντα λέγει γεγενῆσθαι. αὕτη γὰρ ἀρχὴ τῶν ὅλων ἐστίν, ὥς φησι. Σωκράτης ὁ τοῦ Ἐλμάγλου ἢ Σωφρονίσκου καὶ Φαιναρέτης τῆς μαίας, ὁ ἠθικός, τὰ καθ’ ἑαυτὸν ἔλεγε μόνον δεῖ[ν] περιεργάζεσθαι τὸν ἄνθρωπον, πλείονα δὲ μή. Φερεκύδης καὶ αὐτὸς γῆν φησι πρὸ πάντων γεγενῆσθαι. Πυθαγόρας ὁ Σάμιος, Μνησάρχου υἱός, θεὸν ἔφη εἶναι τὴν μονάδα καὶ δίχα ταύτης μηδὲν γεγενῆσθαι. ἔλεγε δὲ μὴ δεῖν θύειν τοῖς θεοῖς ζῷα μηδὲ μὴν ἐσθίειν τι τῶν ἐμψύχων μήτε κυάμους μήτε οἶνον πίνειν τοὺς σοφούς. ἔλεγε δὲ τὰ ἀπὸ σελήνης κάτω παθητὰ εἶναι πάντα, τὰ δὲ ὑπεράνω τῆς σελήνης ἀπαθῆ εἶναι. ἔλεγε δὲ καὶ μεταβαίνειν τὴν ψυχὴν εἰς πολλὰ ζῷα. ἐκέλευσε δὲ καὶ τοῖς μαθηταῖς αὐτοῦ σιωπᾶν ἐπὶ πενταετῆ χρόνον καὶ τὸ τελευταῖον θεὸν ἑαυτὸν ἐπωνόμασε. Ξενοφάνης ὁ τοῦ Ὀρθομένους, Κολοφώνιος, ἐκ γῆς καὶ ὕδατος ἔφη τὰ πάντα γίνεσθαι.
PG 42:791εἶναι δὲ τὰ πάντα, ὡς ἔφη, οὐδὲν ἀληθές. οὕτως τὸ ἀτρεκὲς ἡμῖν ἄδηλον, δόκησις δὲ ἐπὶ πᾶσι τέτυκται, μάλιστα τῶν ἀφανέων. Παρμενίδης ὁ τοῦ Πύρητος, τὸ γένος Ἐλεάτης, καὶ αὐτὸς τὸ ἄπειρον ἔλεγεν ἀρχὴν τῶν πάντων. Ζήνων ὁ Ἐλεάτης, ὁ ἐριστικός, ἴσα τῷ ἑτέρῳ Ζήνωνι, καὶ τὴν γῆν ἀκίνητον λέγει καὶ μηδένα τόπον κενὸν εἶναι. καὶ λέγει οὕτως· τὸ κινούμενον ἤτοι ἐν ᾧ ἐστι τόπῳ κινεῖται ἢ ἐν ᾧ οὐκ ἔστι. καὶ οὔτε ἐν ᾧ ἐστι τόπῳ κινεῖται οὔτε ἐν ᾧ οὐκ ἔστιν· οὐκ ἄρα τι κινεῖται. Μέλισσος ὁ τοῦ Ἰθαγένους, Σάμιος τὸ γένος, ἓν τὸ πᾶν ἔφη εἶναι, μηδὲν δὲ βέβαιον ὑπάρχειν τῇ φύσει, ἀλλὰ πάντα εἶναι φθαρτὰ ἐν δυνάμει. Λεύκιππος ὁ Μιλήσιος, κατὰ δέ τινας Ἐλεάτης, καὶ οὗτος ἐριστικός· ἐν ἀπείρῳ καὶ οὗτος τὸ πᾶν ἔφη εἶναι, κατὰ φαντασίαν δὲ καὶ δόκησιν τὰ πάντα γίνεσθαι καὶ μηδὲν κατὰ ἀλήθειαν, ἀλλ’ οὕτω φαίνεσθαι κατὰ τὴν ἐν τῷ ὕδατι κώπην. Δημόκριτος ὁ τοῦ Δαμασίππου Ἀβδηρίτης τὸν κόσμον ἄπειρον ἔφη καὶ ὑπὲρ κενοῦ κεῖσθαι. ἔφη δὲ καὶ ἓν τέλος εἶναι τῶν πάντων, καὶ εὐθυμίαν τὸ κράτιστον εἶναι, τὰς δὲ λύπας ὅρους κακίας· καὶ τὸ δοκοῦν δίκαιον οὐκ εἶναι δίκαιον, ἄδικον δὲ τὸ ἐναντίον τῆς φύσεως.
ἐπίνοιαν γὰρ κακὴν τοὺς νόμους ἔλεγε, καὶ [ὅτι] οὐ χρὴ νόμοις πειθαρχεῖν τὸν σοφόν, ἀλλὰ ἐλευθερίως ζῆν. Μητρόδωρος ὁ Χῖος ἔφη μηδένα μηδὲν ἐπίστασθαι, ἀλλὰ ταῦτα ἃ δοκοῦμεν γινώσκειν ἀκριβῶς οὐκ ἐπιστάμεθα, οὐδὲ ταῖς αἰσθήσεσι δεῖ προσέχειν· δοκήσει γάρ ἐστι τὰ πάντα. Πρωταγόρας ὁ τοῦ Μενάνδρου Ἀβδηρίτης ἔφη μὴ θεοὺς εἶναι, μηδὲ ὅλως θεὸν ὑπάρχειν. Διογένης ὁ Σμυρναῖος, κατὰ δέ τινας Κυρηναῖος, τὰ αὐτὰ τῷ Πρωταγόρᾳ ἐδόξασε. Πύρρων ἀπὸ Ἤλιδος τῶν ἄλλων σοφῶν τὰ δόγματα συναγαγὼν πάντα ἀντιθέσεις αὐτοῖς ἔγραψεν, ἀνατρέπων τὰς δόξας αὐτῶν, καὶ οὐδενὶ δόγματι ἠρέσκετο. Ἐμπεδοκλῆς ὁ τοῦ Μέτωνος Ἀκραγαντῖνος πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα τέτταρα πρωτόγονα εἰσέφερε στοιχεῖα, καὶ ἔλεγεν ἔχθραν ὑπάρχειν πρῶτον τῶν στοιχείων. κεχώριστο, γάρ φησι, τὸ πρότερον, νῦν δὲ συνήνωται, ὡς λέγει, φιλωθέντα ἀλλήλοις. δύο οὖν εἰσι κατ’ αὐτὸν ἀρχαὶ καὶ δυνάμεις, ἔχθρα καὶ φιλία, ὧν ἡ μέν ἐστιν ἑνωτική, ἡ δὲ διαχωριστική. Ἡράκλειτος ὁ τοῦ Βλέσωνος Ἐφέσιος ἐκ πυρὸς ἔλεγε τὰ πάντα εἶναι καὶ εἰς πῦρ πάλιν ἀναλύεσθαι. Πρόδικος τὰ τέσσαρα στοιχεῖα θεοὺς καλεῖ, εἶτα ἥλιον καὶ σελήνην·
PG 42:793ἐκ γὰρ τούτων πᾶσι τὸ ζωτικὸν ἔλεγεν ὑπάρχειν. Πλάτων Ἀθηναῖος θεὸν ἔλεγε καὶ ὕλην εἶναι καὶ εἶδος, τὸν κόσμον δὲ γενητὸν καὶ φθαρτὸν ὑπάρχειν, τὴν ψυχὴν δὲ ἀγένητον καὶ ἀθάνατον καὶ θείαν λέγει. εἶναι δὲ αὐτῆς τρία μέρη, λογικὸν θυμικὸν καὶ ἐπιθυμητικόν. ἔλεγε δὲ τοὺς γάμους καὶ τὰς γυναῖκας δεῖν κοινὰς τοῖς πᾶσι γίνεσθαι καὶ μηδένα ἰδίᾳ μίαν ἔχειν γαμετήν, ἀλλὰ τοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι. Ἀρίστιππος ὁ Κυρηναῖος· οὗτος γαστρίμαργος ὢν καὶ φιλήδονος τέλος ἔφη τῆς ψυχῆς τὴν ἡδονήν, καὶ ὅστις ἥδεται, εὐδαίμων οὗτος, ὁ δὲ μηδ’ ὅλως ἡδόμενος τρισάθλιος καὶ κακοδαίμων, ὥς φησι. Θεόδωρος ὁ ἄθεος ἐπικληθεὶς ἔφη λῆρον εἶναι τοὺς περὶ τοῦ θεοῦ λόγους. ᾤετο γὰρ μὴ εἶναι θεῖον, καὶ τούτου ἕνεκεν προὐτρέπετο πάντας κλέπτειν, ἐπιορκεῖν, ἁρπάζειν καὶ μὴ ὑπεραποθνήσκειν πατρίδος. ἔλεγε γὰρ μίαν πατρίδα εἶναι τὸν κόσμον, καὶ ἀγαθὸν μόνον ἔλεγε τὸν εὐδαιμονοῦντα, φεύγειν δὲ [δεῖν] τὸν δυστυχοῦντα, κἂν ᾖ σοφός. καὶ αἱρετὸν εἶναι τὸν ἄφρονα πλούσιον ὄντα καὶ ἀπειθῆ. Ἡγησίας Κυρηναῖος· οὗτος ἔφη μήτε φιλίας μήτε χάριτας εἶναι.
μὴ ὑπάρχειν γὰρ αὐτὰς ἔλεγεν, ἀλλὰ χρῄζων τις ἔδωκε χάριν ἢ κρεῖττόν τι παθὼν εὐεργετεῖ. ἔλεγε δὲ καί· τῷ φαύλῳ ἀνδρὶ λυσιτελὲς τὸ ζῆν, τῷ δὲ σοφῷ τὸ ἀποθανεῖν, ὥς τινας ἐκ τούτου πεισιθάνατον αὐτὸν καλέσαι. Ἀντισθένης ὁ ἐκ Θρᾴττης μητρός, αὐτὸς δὲ Ἀθηναῖος, τὸ πρῶτον Σωκρατικός, ἔπειτα Κυνικός, ἔφησε μὴ χρῆναι τὰ καλὰ ζηλοτυπεῖν ἑτέρων ἢ τὰ παρ’ ἀλλήλοις αἰσχρά, τὰ δὲ τείχη τῶν πόλεων εἶναι σφαλερὰ πρὸς τὸν ἔσω προδότην, ἀσάλευτα δὲ τὰ τῆς ψυχῆς τείχη καὶ ἀρραγῆ. Διογένης ὁ Κυνικός, ἀπὸ Σινώπης τῆς κατὰ τὸν Πόντον πόλεως, τὰ πάντα Ἀντισθένει συνῆν. ἔφησε τὸ ἀγαθὸν οἰστὸν παντὶ σοφῷ εἶναι, τὰ δ’ ἄλλα πάντα οὐδὲν ἢ φλυαρίας ὑπάρχειν. Κράτης ἀπὸ Θηβῶν τῶν Βοιωτικῶν, καὶ αὐτὸς Κυνικός, ἔλεγεν ἐλευθερίαν εἶναι τὴν ἀκτημοσύνην. Ἀρκεσίλαος ἔφασκε τῷ θεῷ ἐφικτὸν εἶναι μόνῳ τὸ ἀληθές, ἀνθρώπῳ δὲ οὔ. Καρνεάδης τὰ αὐτὰ τῷ Ἀρκεσιλάῳ ἐδόξασεν. Ἀριστοτέλης ὁ Νικομάχου, κατὰ μέν τινας Μακεδὼν ἀπὸ Σταγείρων, ὡς δὲ ἔνιοι Θρᾲξ ἦν τὸ γένος.
PG 42:795ἔλεγε δὲ δύο ἀρχὰς εἶναι, θεὸν καὶ ὕλην, καὶ τὰ μὲν ὑπεράνω τῆς σελήνης θείας προνοίας τυγχάνειν, τὰ δὲ κάτωθεν τῆς σελήνης ἀπρονόητα ὑπάρχειν καὶ φορᾷ τινι ἀλόγῳ φέρεσθαι ὡς ἔτυχεν. εἶναι δὲ λέγει δύο κόσμους, τὸν ἄνω καὶ τὸν κάτω, καὶ τὸν μὲν ἄνω ἄφθαρτον, τὸν δὲ κάτω φθαρτόν. καὶ τὴν ψυχὴν ἐνδελέχειαν σώματος λέγει. Θεόφραστος Ἐρέσιος τὰ αὐτὰ Ἀριστοτέλει ἐδόξασε. Στράτων [ὢν] ἐκ Λαμψάκου τὴν θερμὴν οὐσίαν ἔλεγεν αἰτίαν πάντων ὑπάρχειν. ἄπειρα δὲ ἔλεγεν εἶναι τὰ μέρη τοῦ κόσμου, καὶ πᾶν ζῷον ἔλεγε νοῦ δεκτικὸν εἶναι. Πραξιφάνης Ῥόδιος τὰ αὐτὰ τῷ Θεοφράστῳ ἐδόξασε. Κριτόλαος ὁ Φασηλίτης τὰ αὐτὰ τῷ Ἀριστοτέλει ἐδόξασε. Ζήνων ὁ Κιτιεὺς ὁ Στωϊκὸς ἔφη μὴ δεῖν θεοῖς οἰκοδομεῖν ἱερά, ἀλλ’ ἔχειν τὸ θεῖον ἐν μόνῳ τῷ νῷ, μᾶλλον δὲ θεὸν ἡγεῖσθαι τὸν νοῦν· ἔστι γὰρ ἀθάνατος. τοὺς δὲ τελευτῶντας ζῴοις παραβάλλειν χρῆναι, ἢ πυρί. καὶ τοῖς παιδικοῖς χρῆσθαι ἀκωλύτως. ἔλεγε δὲ πάντα διήκειν τὸ θεῖον. τὰς δὲ αἰτίας τῶν πραγμάτων πῆ μὲν ἐφ’ ἡμῖν, πῆ δὲ οὐκ ἐφ’ ἡμῖν, τουτέστι τὰ μὲν τῶν πραγμάτων ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν.
PG 42:797ἔλεγε δὲ καὶ μετὰ χωρισμὸν τοῦ σώματος καὶ ἐκάλει τὴν ψυχὴν πολυχρόνιον πνεῦμα, οὐ μὴν δὲ ἄφθαρτον δι’ ὅλου ἔλεγεν αὐτὴν εἶναι· ἐκδαπανᾶται γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου εἰς τὸ ἀφανές, ὥς φησι. Κλεάνθης τὸ ἀγαθὸν καὶ καλὸν λέγει εἶναι τὰς ἡδονάς, καὶ ἄνθρωπον ἐκάλει μόνην τὴν ψυχήν, καὶ τοὺς θεοὺς μυστικὰ σχήματα ἔλεγεν εἶναι καὶ κλήσεις ἱερὰς καὶ δᾳδοῦχον ἔφασκεν εἶναι τὸν ἥλιον καὶ τὸν κόσμον μύστας καὶ τοὺς κατόχους τῶν θείων τελεστὰς ἔλεγε. Περσαῖος τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισε. Χρύσιππος ὁ Σολεὺς νόμους ἔγραψεν οὐ θεμιτούς. ἔλεγε γὰρ δεῖν μίγνυσθαι ταῖς μητράσι τοὺς παῖδας, τοῖς δὲ πατράσι τὰς θυγατέρας. εἰς δὲ τὰ ἄλλα συνεφώνησε Ζήνωνι τῷ Κιτιεῖ. πρὸς τούτοις δὲ ἔλεγε καὶ ἀνθρωποβορεῖν. ἔλεγε δὲ τὸ τέλος πάντων τὸ ἡδυπαθὲς εἶναι. Διογένης ὁ Βαβυλώνιος ἔλεγε τὰ σύμπαντα συνίστασθαι ἐξ ἡδονῆς. Παναίτιος ὁ Ῥόδιος τὸν κόσμον ἔλεγεν ἀθάνατον καὶ ἀγήρω, καὶ τῆς μαντείας κατ’ οὐδὲν ἐπεστρέφετο, καὶ τὰ περὶ θεῶν λεγόμενα ἀνῄρει. ἔλεγε γὰρ φλήναφον εἶναι τὸν περὶ θεοῦ λόγον. Ποσειδώνιος Ἀπαμεὺς ἔλεγε τὸ μέγιστον ἐν ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον καὶ ὑγείαν.
Ἀθηνόδωρος Ταρσεὺς τὰ αὐτὰ Χρυσίππῳ ἐδόξασε καὶ τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισεν. Ἐπίκουρος ὁ Νεοκλέους ἐν Ἀθήναις τραφείς, φιλήδονον βίον μετῆλθε, καὶ οὐκ ἠρυθρία γυναιξὶ συνὼν δημοσίᾳ ἀκολάστοις καθ’ ἃ πρῴην περὶ αὐτοῦ εἴπομεν. πάλιν ἔλεγε μὴ εἶναι θεοὺς ἀλλ’ ἢ μόνον τύχην διοικεῖν τὰ πάντα, καὶ μηδὲν εἶναι τῶν ἐν τῷ βίῳ ἑκούσιον, μήτε μάθησιν μήτε ἀπαιδευσίαν μήτε ἄλλο μηδέν, ἀλλὰ πάντα ἀκούσια γίνεσθαι πᾶσι. καὶ οὐ χρὴ ψέγειν τινά, ὥς φησιν, οὔτε ἐπαινεῖν· οὐ γὰρ ἑκόντες ταῦτα ὑφίστανται. ἔλεγε δὲ μὴ δεῖν φοβηθῆναι τὸν θάνατον. διεβεβαιοῦτο δέ, ὡς ἤδη ἔφην, καὶ ἐξ ἀτόμων τὸ πᾶν τὴν σύστασιν ἔχειν καὶ τὸν κόσμον ἐν ἀπείρῳ εἶναι. 10. Καὶ οὗτοι μὲν οἳ ἐξ Ἑλλήνων εἰς γνῶσιν ἡμῶν ἐληλύθασιν· ἄλλοι δὲ ὅσοι κατὰ τὴν βάρβαρον καὶ Ἑλλάδα Ῥωμα[ν]ίαν τε καὶ τὰ ἄλλα κλίματα τῆς οἰκουμένης· ἑβδομήκοντα δύο μὲν ἀηδεῖς φιλοσοφίαι ἐν τῇ τῶν Ἰνδῶν ἐμφέρονται φατρίᾳ, τῶν τε γυμνοσοφιστῶν, τῶν τε Βραχμάνων, ἐπαινετῶν τούτων μόνων, τῶν τε Ψευδοβραχμάνων, τῶν τε νεκυοφάγων, τῶν τε αἰσχροποιῶν, τῶν τε ἀπηλγημένων·
PG 42:799ὧν τὸ κατ’ εἶδος λέγειν καὶ τὰ παρ’ αὐτῶν μυσαρὰ γινόμενα περιττὸν ἡγησάμεθα καὶ οὐδὲ[ν] ἄξιον, διὰ τὴν πολλὴν ἐν τοῖς ἀνθρώποις φθοράν, κακίας τε καὶ ἐργασίαν. ἐν μὲν γὰρ τῇ Μηδίᾳ ἓξ αἱρέσεις πάλιν λέγονται εἶναι διάφοροι, ἐν δὲ τῇ Αἰθιοπίδι ὅσαι, παρὰ Πέρσαις τε ἢ ἐν τῇ Παρθίᾳ ἢ Ἐλαμίτιδι ἢ Κασπίᾳ ἢ Γερμανῶν χώρᾳ, ἢ Σαρματίᾳ ἢ ὁπόσοι ἐν τοῖς Δαύνισιν ἢ παρὰ Ζικχοῖς καὶ Ἀμαζόσι, Λαζοῖς τε καὶ Ἴβηρσι καὶ Βοςπορηνοῖς ἢ Γηλοῖς ἢ Σηροῖς ἢ τοῖς ἄλλοις ἔθνεσι, [πόσαι] νόμων τε διαφοραὶ καὶ φιλοσοφιῶν καὶ αἱρέσεων καὶ διαφορῶν ἄμετρον πλῆθος. ὡς Σηροὶ μὲν ἄνδρες ἐμπλέκονται, οἴκαδε καθεζόμενοι, μυριζόμενοί τε καὶ θηλευόμενοι, γυναιξὶν ἑτοιμαζόμενοι, αἱ δὲ γυναῖκες τὸ ἀνάπαλιν τὴν τρίχα τῆς κεφαλῆς κουρευόμεναι, ἀνδρείῳ ζώματι ζωννύμεναι καὶ τὰ κατὰ τὴν ἄρουραν πάντα ἔργα ἐκτελοῦσαι. παρὰ Γηλοῖς δὲ τοὐναντίον οἱ τὰ φαῦλα δρῶντες πρὸς τῶν νόμων αὐτῶν ἐπαινοῦνται. παρ’ Ἕλλησι δὲ πόσα μυστήρια καὶ τελεταί; ὡς αἱ μεγαρίζουσαι γυναῖκες καὶ θεσμοφορι[ά]ζουσαι ἀλλῆλαι πρὸς ἀλλήλας διαφέρονται·
ὅσα τε ἄλλα, τά τε ἐν Ἐλευσῖνι μυστήρια Δηοῦς καὶ Φερεφάττης καὶ τῶν ἐκεῖσε ἀδύτων τὰ αἰσχρουργήματα, γυναικῶν ἀπογυμνώσεις, ἵνα σεμνότερον εἴπω, τύμπανά τε καὶ πόπανα, ῥόμβος τε καὶ κάλαθος, ἐρέα ἐξειργασμένη καὶ κύμβαλον καὶ κυκεὼν ἐκπώματι κατεσκευασμένος, ὅσα τε ἄλλα, τὰ ἐν Πυθοῖ Ἀρχεμόρου [τὰ] μυστήρια, ἐν Ἰσθμοῖ[ς] δὲ ἕτερα, Ἀθάμαντός τε καὶ Μελικέρτου τοῦ Ἰνοῦς γόνου· καὶ ὅσοι τὸν φαλλὸν ἀναστρέφοντες, αἵ τε φαλλαρίζουσαι αἰσχρουργίας μελετήματα, οἵ τε τὴν Ῥέαν θεραπεύοντες ἄνδρες, παρακόψαντες [τε] τὸν παῖδα τὸν ἄρρενα, ἄνευ σχήματος μορίων διατελέοντες, οὔτε μὴν ἄνδρες δυνάμενοι ἔτι εἶναι οὔτε γυναῖκες γεγενημένοι· Διονύσιοί τε ἕτεροι, οἱ τοὺς Κούρητας καὶ τὴν κρεωνομίαν μυοῦντες, τοὺς ὄφεις ἀνεστεμμένοι, εὐάζοντες τὸ οὐὰ οὐά, ἐκείνην τὴν Εὔαν ἔτι τὴν διὰ τοῦ ὄφεως ἀπατηθεῖσαν ἐπικαλούμενοι ἢ διὰ τῆς δασείας φωνῆς τὸν ὄφιν ἀπὸ τῆς Ἑβραί̈δος εἰς ἑαυτῶν πλάνην κικλήσκοντες. Εὔα γὰρ κατὰ τὴν ψιλὴν ἀπόδοσιν τὴν γυναῖκα, κατὰ δὲ τὴν δασεῖαν εὑί̈α τὸν ὄφιν παῖδες Ἑβραίων ὀνομάζουσι. 11. Καὶ «τί ἐρῶ;
PG 42:801ἐπιλείψει γάρ μοι ὁ καιρὸς διηγουμένῳ» περὶ τῶν ἀμυθήτως ἐχόντων τῷ ἀριθμῷ ἐν ταῖς τῶν ἀνθρώπων διαφοραῖς πρὸς τῇ ἀρετῇ τε καὶ φαυλότητι· ὅσοι μὲν κατὰ τὴν Αἰγυπτίων χώραν τῷ μὲν Κρόνῳ ἕτεροι τελισκόμενοι, κλοιοῖς ἑαυτοὺς σιδηρέοις καθείρξαντες, χαίτῃ τε ὑπερτάτῃ, ἐσθῆτί τε ῥυπαρᾷ καὶ καταμεμωκημένῃ [χρώμενοι], ὡς κρίκοις μὲν τοὺς ἑαυτῶν μυκτῆρας ἐμπείραντες καθ’ ἑκάστην τῷ Κρόνῳ ἐν τῇ Ἀστῷ καλουμένῃ [πολίχνη δέ ἐστιν αὕτη μητροκωμία κατὰ τὸν Προσωπίτην καλούμενον νομόν] κατὰ τὰς ἐναγεῖς τῆς πανδήμου τῶν πεπλανημένων συνελεύσεως τελετὰς καὶ τῶν παταγιζόντων καὶ ὀργιώντων ἐμμανεῖς δῆθεν ἱεροφαντίας σχηματίζονται· ἐξώλεις δὲ οὗτοι. παρ’ ἄλλοις δὲ ὅσοι, ὡς οἱ μὲν παρὰ τὸν Βουτικὸν ἢ αὐτὴν τὴν Βουτὼ τὴν πολίχνην τὸν Ἁρποκράτην τιθηνοῦντες, οἳ γέροντες μὲν ἤδη εἰσὶ τὴν ἡλικίαν , οἱ πρὸς τῇ ἱερομηνίᾳ τὰς φαντασιώδεις τοῦ Ὤρου ἐνθουσιάσεις ἐπιτελεῖν ἐκ τοῦ δαίμονος ἀναγκαζόμενοι.
ἕκαστος δὲ τῶν πολιτῶν, καὶ πρεσβύτης ἤδη ὑπεράγαν ἅμα νεανίαις ὁμοτρόποις καὶ ἑτέραις ἡβηδὸν ἡλικίαις, ἱερεῖς τοῦ αὐτοῦ Ὤρου δῆθεν καὶ Ἁρποκράτους, ἐπὶ τῆς κάρας ἐξυρημένοι, [μᾶλλον ἕκαστος φέρει] ἀναιδῶς τὸ δουλικὸν ὁμοῦ καὶ ἐπικατάρατον καὶ παιδαριῶδες σῆμα φέροντες, ἀθύρμασί τε παρὰ τοῖς συνετοῖς τοῖς ἀπὸ τοῦ δαίμονος ἑαυτοὺς ἐκδεδωκότες, ἐμμανεῖς τε καὶ ἀφραίνοντες γελοιώμενοί τε ἀσχέτως φέρονται, ἀθήραις τε καὶ σεμιδάλεσιν, ἄλλαις τε βαναυσοποιίαις πρῶτον μὲν τὰς ὄψεις χρίσαντες, εἶτα λέβητι ἀνακοχλάζοντι τὸ πρόσωπον ἐνθέντες ἀπό τε τοῦ προσώπου δῆθεν ὑπὲρ θαύματος ἀπατηλῶς τὰ πλήθη ἐξοιστρήσαντες, μεταδιδόασι τῇ χειρὶ ἀπὸ τοῦ προσώπου ἀπομαξάμενοι ἑκάστῳ τῶν αἰτησάντων εἰς μετάληψιν ὑγείας τε καὶ ἄκους πόνων ἕνεκεν. 12.
PG 42:803Τὰς δὲ Μεμφίτιδας [καὶ] Ἡλιουπολίτιδας ὀργ[ι]ώσας, τυμπάνῳ τε καὶ αὐλῷ τὸ θέλγη[ς]τρον εἰς ἑαυτὰς λαμβανούσας εἰ διηγησαίμην, χορίτιδάς τε καὶ τριε[τη]ρίτιδας καὶ τὰς ἐπὶ τῆς Βαθείας καὶ ἐν Μενουθίτιδος ἔξω βεβηκυίας αἰδοῦς τε καὶ καταστάσεως γυναικείας, πόσοις ὄγκοις γλώττης, ἢ πόσῳ πλάτει συντάξεως ἑαυτὸν ἐπιδοὺς ἐπὶ τὸν προειρημένον ἀριθμὸν τὸν ἀμύθητον ἑαυτὸν ἐκδοῦναι δυνήσωμαι; εἰ γὰρ καὶ κάματον ὑπερβάλλοντα εἰς ἐμαυτὸν ἀναδεξαίμην, ἀτέλεστον καταλείψαιμι τὴν τούτων κατάληψιν, ἐπειδὴ γὰρ «νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός» εἴρηται. τά τε ἐν Σάϊ τά τε ἐν Πηλουσίῳ τά τε ἐν Βουβαστῷ τά τε ἐν Ἀβύδῃ τά τε τοῦ Ἀντινόου τεμένη, καὶ τὰ ἐκεῖσε μυστήρια, τὰ ἐν Φαρβήτῳ, τὰ κατὰ τὸν τράγον τοῦ Μενδησίου, ὅσα τε ἐν Βουσίρι, πόσα τε ἐν Σεβεννύτῳ, πόσα τε ἐν Διοσπόλει, ὡς πῆ μὲν τῷ ὄνῳ εἰς ὄνομα τοῦ Σήθ, δῆθεν τοῦ Τυφῶνος, τελετὰς ἐργάζονται, ἄλλοι δὲ τὴν Τιθραμβώ, Ἑκάτην ἑρμηνευομένην , ἕτεροι τῇ Σενέφθυ, ἄλλοι δὲ τῇ Θερμούθι τελίσκονται, ἄλλοι δὲ τῇ Ἴσιδι. καὶ πόσα ἔστι τοιαῦτα λέγειν, ὧν τὸ κατ’ εἶδος εἰπεῖν [ἐπιχειροῦντι] πολὺς χρόνος ἀναλωθήσεται.
διὸ περιλήψεται πάντη ὁ λόγος πληρούμενος διὰ τοῦ «νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός». ἑτέρων δὲ πάλιν μυστηρίων πολλῶν καὶ αἱρεσιαρχῶν καὶ σχισματοποιῶν ὧν μὲν ἀρχηγοὶ παρὰ Πέρσαις Μαγουσαῖοι, παρὰ δὲ Αἰγυπτίοις προφῆται καλούμενοι, τῶν ἀδύτων τε καὶ ἱερῶν ἀρχηγοί, καὶ μάγων Βαβυλωνίων δὲ οἵ τε καλούμενοι Γαζαρηνοί, σοφοί τε καὶ ἐπαοιδοί, Ἰνδῶν δὲ οἱ Εὐίλεοι καλούμενοι καὶ Βραχμᾶνες, Ἑλλήνων [δὲ] ἱεροφάνται τε καὶ νεωκόροι, Κυνικῶν πλῆθος καὶ ἄλλων ἀμυθήτων φιλοσόφων ἀρχηγοί. 13. Τοίνυν, ὡς προεῖπον, παρὰ Πέρσαις Μαγουσαῖοι καλούμενοι, οἱ εἴδωλα μὲν βδελυττόμενοι, εἰδώλοις δὲ προσκυνοῦντες πυρὶ καὶ σελήνῃ καὶ ἡλίῳ. ἄλλοι τε πάλιν ἐν τῇ Ἑλλάδι Μυσοὶ καλούμενοι Ἄβιοι, γάλακτι ἵππων χρώμενοι καὶ τὸ πᾶν ἀγρίαν χώραν κατοικοῦντες.
PG 42:805καὶ πόσα δυνήσεται ὁ νοῦς τῶν ἀνθρώπων συλλέγειν τῶν τοσούτων καὶ μεγάλων ὀνομαζομένων καὶ ἐν ταῖς ἐπαινουμέναις [ἀριθμουμένων], ὅσαι εἰσὶ διαφοραὶ «νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός», τῶν μὲν πρὸς ἔπαινον, ἄλλων δὲ μὴ ἐπαινουμένων, τῶν μὲν ἀπ’ ἰδίου νοὸς τὰ πρὸς πολιτείας ἄσκησιν καὶ θεσμὸν ἑαυτοῖς συλλεγόντων, ἐν κόμαις τε προόπτως προερχομένων, ἄλλων δὲ καὶ ἐν σάκκῳ προφανεῖ, ἄλλων δὲ ἁγίων ἀδελφῶν ἐν σάκκῳ καὶ σποδῷ οἴκαδε καθεζομένων, καὶ ἔτι ἄλλων ἐν πολιτείαις καὶ νηστείαις ὑπερβαλλούσαις καμάτῳ προστιθέντων ἐν νεανιότητι, [διὰ] τὴν πρὸς τὸν νυμφίον τελείαν συνείδησιν, ἑτέρων δέ, ὡς προεῖπον, οὐκ ὀρθῶς, ἀλλὰ κατά τινα πρόληψιν νοὸς τυραννικῶς παρὰ τὴν ἀλήθειαν νεανιευομένων, ὡς Ζακχαῖος μὲν πρὸ βραχέος τελευτήσας ἐν τῇ ὀρεινῇ τῇ περὶ τὰ Ἱεροσόλυμα, ὃς οὐδενὶ ὅλως συνευχόμενος διετέλεσεν, ἀλλὰ καὶ διὰ τὴν αὐτὴν ὑπόθεσιν τολμηρῶς ἁγίων μυστηρίων ψαύειν καὶ ἱερουργεῖν λαϊκὸς ὢν ἀφειδῶς ἐπεχείρει.
PG 42:807ἕτερος δέ τις, ὅστις ποτὲ ἦν ἀνὴρ ἐκεῖνος [καὶ] τῶν δοκούντων ἐν ἀκρότητι βίου πεπολιτεῦσθαι, πρὸς τὴν Αἴγυπτον ἐπὶ τὰ ἐρημικὰ κατοικήσας ἐν μοναστηρίῳ, καὶ ἄλλος πρὸς τῷ Σιναίῳ, οἳ ἀπὸ ὀνειράτων ἐνεανιεύσαντο, [ὡς] ἐπισκοπῆς δεξάμενοι χειροθεσίαν, καθῆσθαί τε καὶ τὰ ἐπισκόπων πράττειν καὶ αὐτοὶ ἐπεχείρουν. ἕτεροι δὲ καὶ οὐκ ὀλίγοι εὐνουχίζειν ἑαυτοὺς παρὰ τὰ προστεταγμένα δῆθεν νεανιεύματος χάριν ἐτόλμησαν. ἕτεροι δὲ δοκοῦντες νεανιεύεσθαι τολμῶσι παρὰ τοὺς κανόνας, ἀπὸ ὀρθοδόξων ὁρμώμενοι, σύλλογον ἑαυτοῖς ἐπισπάσασθαι, ἀλλὰ καὶ ἄνευ ἐπικρίσεως συνόδου οἰκουμενικῆς ἀναβαπτίζειν τοὺς ἐρχομένους πρὸς αὐτοὺς δῆθεν ἀπὸ Ἀρειανῶν, μηδέπω τοῦ πράγματος ἐξ ἐπικρίσεως ὡς ἔφην συνόδου τμηθέντος, διὰ τὸ ἀναμὶξ τοὺς λαοὺς ὑπάρχειν ἔτι δεῦρο καὶ πολλοὺς μὲν εἶναι ὀρθοδόξους, κατὰ δὲ ὑπόκρισιν πρὸς τοὺς ἀρειανίζοντας συνημμένους, ἕως ἂν ἀφορισμὸς γένηται τῆς τοιαύτης βλασφήμου αἱρέσεως καὶ τότε τὰ κατ’ αὐτῆς ὁρισθήσεται. ἐκ τούτων δὲ τῶν οὕτως ἀναβαπτιζόντων ἀπ’ ἰδίου κελεύσματος εἰς ἡμετέρας ἀκοὰς ἀφῖκται εἷς ὑπάρχων ἐν τῇ τῶν Λυκίων χώρᾳ πρεσβύτερος·
εἰσὶ δὲ καὶ ἄλλοι ὧν ἕκαστος καθ’ ἑαυτὸν εὔχεται καὶ οὐ μετά τινος τὸ παράπαν, ἕτεροι δὲ ἐν κλοιοῖς παρὰ τὸν θεσμὸν τῆς ἐκκλησίας. διόπερ ἐπὶ τέλει παντὸς τοῦ λόγου «νεάνιδας» ἔφην «μὴ ἐχούσας ἀριθμὸν» τάς γε κατὰ τὴν ἰδίαν ἔννοιαν ἑαυταῖς νεανιζούσας, οὐ μὴν εἰς τὸ ἀγαθόν, εἰς τὸ τελειοῦν τῆς σοφίας τὰ εἴδη, φρονήσεώς τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης· ἐξ ὧν ἄλλαι νεανίζουσαι ἐπὶ τὸ τυραννικώτερον καὶ ἀπὸ τῆς ἀληθείας [ἀλλότριον] ἑαυτὰς ἐκτρέπουσιν, ὥστε μὴ εἶναι ἀριθμὸν τούτων. 14.
PG 42:809Αὐτὴ δὲ ἡ μία περιστερὰ καὶ ἁγία παρθένος θεὸν ὁμολογεῖ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, πατέρα τέλειον, υἱὸν τέλειον, πνεῦμα ἅγιον τέλειον, ὁμοούσιον τὴν τριάδα, οὐ συναλοιφὴν τὴν τριάδα, ἀλλὰ τὸν υἱὸν ἐκ πατρὸς ἀληθινῶς γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, οὖσαν δὲ ἀεὶ τὴν τριάδα καὶ μηδέποτε προςθήκης ἐπιδεομένην, μὴ ἔχουσαν δέ τι ἐν ἑαυτῇ ὑποβεβηκός, εἰς μίαν δὲ ἑνότητα καὶ μίαν ἀρχὴν τοῦ θεοῦ καὶ πατρὸς ἀναγομένην, καὶ ἐκ ταύτης τῆς τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὰ πάντα κεκτίσθαι, οὐκ ὄντα ποτέ, οὔτε συνόντα τῷ θεῷ, οὔτε προϋπάρξαντα, γενόμενα δὲ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. καὶ τοῦτον τὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα τοῖς αὐτοῦ ἁγίοις καὶ ἀπ’ αἰῶνος καταξιώσαντα ἐν ὀπτασίαις φανῆναι, καθάπερ ἠδύνατο ἕκαστος χωρεῖν κατὰ τὸ χάρισμα αὐτῷ διὰ τῆς θεότητος [δοθέν], ὅπερ ἐχαρίζετο ἑκάστῳ τῶν καταξιουμένων, πῆ μὲν πατέρα θεάσασθαι, καθὼς ἠδύνατο ἕκαστος, [πῆ δὲ] ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, ὡς [ἐν]εχώρει·
ὡς ἐν στόματι τοῦ Ἠσαί̈ου ἔλεγεν «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός», τοῦτο φωνὴ πατρός· καὶ ὡς ὁ Δανιὴλ εἶδε «τὸν παλαιὸν τῶν ἡμερῶν», τοῦτο ὀπτασία πατρός· ὡς δὲ ἐν τῷ προφήτῃ πάλιν «ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην», τοῦτο φωνὴ υἱοῦ· ὡς δὲ ἐν Ἰεζεκιήλ «καὶ ἔλαβέ με πνεῦμα θεοῦ» καὶ «ἐξέβαλέ με εἰς τὸ πεδίον», τοῦτο περὶ ἁγίου πνεύματος. καὶ πολλὰ ἔστι τοιαῦτα λέγειν, ὧν ὀλίγων ἀπὸ μέρους ὑπομνησθέντες ἐν παραδρομῇ εἰς τὸ δεῖξαι τὸν χαρακτῆρα τῆς ἐκκλησίας τὰ δύο ῥήματα παρεθέμεθα, μυρίων ὄντων καὶ ἐπέκεινα τῶν ὁμοίων τούτοις ἐν ταῖς θείαις γραφαῖς παλαιᾶς τε καὶ καινῆς διαθήκης ἐμφερομένων.
καὶ ὅτι αὐτὸς ὁ κύριος ἔπλασε τὸ σῶμα τῷ Ἀδὰμ καὶ «ἐνέπνευσεν αὐτῷ πνοὴν ζωῆς», κτίσας αὐτῷ «ψυχὴν ζῶσαν», καὶ ὅτι αὐτὸς δέδωκε τὸν νόμον τῷ Μωυσῇ ὁ θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία θεότης, καὶ ὅτι οἱ προφῆται ὑπὸ τῆς αὐτῆς θεότητος ἀπεστάλησαν, καὶ ὅτι αὐτὸς ἡμῖν ὁ θεός, ὁ Ἰουδαίων τε καὶ Χριστιανῶν ὢν θεός, Ἰουδαίους τε καλέσας εἰς δικαίωσιν τοὺς μὴ ἀρνουμένους τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ παρουσίαν καὶ πάντας σῴζων τοὺς κατὰ τὴν ἀληθινὴν αὐτοῦ πίστιν βιοῦντας καὶ μὴ ἀρνουμένους τὴν ἀλήθειαν τοῦ κηρύγματος τῆς ἀληθινῆς καὶ εὐαγγελικῆς αὐτοῦ διδασκαλίας. ἦλθε γάρ, ἦλθεν ὁ μονογενής· καὶ οὕτως ἔχει ἡ μήτηρ ἡμῶν ἐκκλησία, ὁ λιμὴν ὁ εὔδιος τῆς εἰρήνης, ἡ εὐφρασία ἡ πνέουσα τὴν «κύπριν» τῆς ἀμπέλου καὶ «βότρυν» φέρουσα ἡμῖν «τῆς εὐλογίας» καὶ τὸ λυσίπονον ἡμῖν πόμα καθ’ ἑκάστην ἡμέραν, αἷμα Χριστοῦ, χαριζομένη ἄκρατον, ἀληθές. 15.
PG 42:811Ὅτι ἀληθινῶς ἐγεννήθη Χριστὸς ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ’ ἀπ’ αὐτῆς τῆς ἁγίας παρθένου λαβὼν τὸ σῶμα, ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει, σάρκα ἀληθινῶς, σῶμα ἀληθινῶς, σὺν ὀστέοις καὶ νεύροις καὶ πᾶσι τοῖς ἡμετέροις, μηδὲν ἀφ’ ἡμῶν διηλλαγμένος ἢ μόνον τὸ ἔνδοξον τῆς αὐτοῦ ἁγιότητος καὶ θεότητος καὶ σκεύους ἁγιωσύνης καὶ δικαιοσύνης, καὶ ἀναμαρτήτως τὰ πάντα τελείως ἔχων, καὶ ἐσχηκὼς ψυχὴν τὴν ἀνθρωπίνην ἐν ἀληθείᾳ, νοῦν τὸν ἀνθρώπινον ἐν ἀληθείᾳ, οὐχ ὡς ἡμῶν διαβεβαιουμένων τὸν νοῦν εἶναι ὑπόστασιν, καθὼς ἄλλοι λέγουσι· τὰ πάντα δὲ μὴ χρανθέντα ἐν ἁμαρτίᾳ, «στόμα» μὴ ψευσάμενον, «χείλη μὴ λαλήσαντα δόλον», καρδίαν μὴ ἐκκλίνασαν εἰς ἐρεθισμόν, νοῦν μὴ ἐκτραπέντα εἰς ἃ μὴ χρή, σάρκα μὴ τὰ σαρκὸς ἡδονῆς ἐργασαμένην·
τέλειος ἄνωθεν θεός, οὐκ ἐλθὼν κατοικῆσαι ἐν ἀνθρώπῳ, ἀλλ’ αὐτὸς ὅλος ἐνανθρωπήσας, οὐ τραπεὶς τὴν φύσιν, συμπεριειληφὼς δὲ ἅμα τῇ θεότητι τὴν ἰδίαν ἐνανθρώπησιν, ἐν μήτρᾳ παρθένου γεγονὼς ἐν ἀληθείᾳ, κυοφορηθεὶς τὸν χρόνον, γεννηθεὶς διὰ γεννητικῶν πόρων ἀνεπαισχύντως, ἀχράντως, ἀμολύντως, ἀνατραφεὶς καὶ ἐναγκαλισθεὶς ὑπό τε Συμεῶνος καὶ Ἄννης, βασταχθεὶς ὑπὸ Μαρίας, πεζεύσας, ὁδοιπορήσας, παιδίον γεγονὼς, ἁδρυνθεὶς τῇ ἡλικίᾳ, τὰ πάντα ἔχων ἐν ἑαυτῷ ἐν τελειότητι, ἐν ἀριθμῷ ἐτῶν λογισθείς, ἐν ἀριθμῷ μηνῶν ἐν κοιλίᾳ κυοφορηθείς, «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον», ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, βαπτισθεὶς ὑπὸ Ἰωάννου, οὐκ ἐπιδεόμενος λουτρῶν, διὰ δὲ τὸ ἀκόλουθον τῆς ἐν νόμῳ ἐνανθρωπήσεως μὴ ταράσσων τὸ δίκαιον, ὅπως «πληρωθῇ», ὡς αὐτὸς ἔφη, «πᾶσα δικαιοσύνη», ἵνα δείξῃ ὅτι ἀληθινὴν σάρκα ἐνεδύσατο, ἀληθινὴν ἐνανθρώπησιν, κατερχόμενος εἰς τὰ ὕδατα, διδοὺς ἤπερ λαμβάνων, παρεχόμενος ἤπερ ἐπιδεόμενος, φωτίζων αὐτά, ἐνδυναμῶν αὐτὰ εἰς τύπον τῶν μελλόντων ἐν αὐτῷ τελειοῦσθαι, ὅπως οἱ αὐτῷ πεπιστευκότες ἐν ἀληθείᾳ καὶ ἔχοντες τὴν πίστιν τῆς ἀληθείας μάθωσιν ὅτι ἀληθινῶς ἐνηνθρώπησεν, ἀληθινῶς ἐβαπτίσθη, καὶ οὕτως διὰ τῆς αὐτοῦ συγκαταθέσεως καὶ αὐτοὶ ἐρχόμενοι λάβωσι τῆς αὐτοῦ καταβάσεως τὴν δύναμιν, καὶ φωτισθῶσιν ὑπὸ τῆς αὐτοῦ φωταγωγίας, πληρουμένου τοῦ ἐν τῷ προφήτῃ ῥητοῦ, εἰς μεταλλαγὴν δυνάμεως, εἰς παροχὴν σωτηρίας τῆς δυνάμεως τοῦ ἄρτου ἀπὸ τῆς Ἱερουσαλὴμ λαμβανομένης καὶ τῆς ἰσχύος τοῦ ὕδατος·
PG 42:81316. ἐνταῦθα δὲ ἐν Χριστῷ ἰσχυροποιουμένων τῆς δυνάμεως τοῦ ἄρτου καὶ τῆς τοῦ ὕδατος ἰσχύος, ἵνα μὴ ἄρτος ἡμῖν γένηται δύναμις, ἀλλὰ δύναμις ἄρτου· καὶ βρῶσις μὲν ὁ ἄρτος, ἡ δὲ δύναμις ἐν αὐτῷ εἰς ζωογόνησιν· καὶ οὐχ ἵνα τὸ ὕδωρ ἡμᾶς καθαρίσῃ μόνον, ἀλλ’ ἵνα ἐν τῇ ἰσχύϊ τοῦ ὕδατος διὰ τῆς πίστεως καὶ ἐνεργείας καὶ ἐλπίδος καὶ μυστηρίων τελειώσεως καὶ ὀνομασίας [δύναμις] τῆς ἁγιαστείας γένηται ἡμῖν εἰς τελείωσιν σωτηρίας. ἀνελθὼν ἀπὸ τοῦ Ἰορδάνου, ἀκούων φωνὴν πατρός, εἰς ἀκοὴν παρόντων μαθητῶν εἰς τὸ ὑποδεῖξαι τίς ὁ μαρτυρούμενος καὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐν εἴδει περιστερᾶς κατερχομένου, καθάπερ ἐν πολλαῖς αἱρέσεσιν εἰρήκαμεν, ἵνα μὴ συναλοιφὴ ἡ τριὰς νομισθείη, σχηματοποιουμένου τοῦ πνεύματος ἐν ἰδίᾳ ὑποστάσει, ἐπικαθεζομένου δὲ τοῦ πνεύματος καὶ «ἐρχομένου ἐπ’ αὐτόν», ἵνα ὀφθῇ ὁ μαρτυρούμενος, ἵνα ἡ σὰρξ ἡ ἁγία φίλη οὖσα καὶ εὐδοκουμένη ὑπὸ τοῦ πατρὸς καὶ τοῦ πνεύματος μαρτυρηθείη, ἵνα ὁ πατὴρ εὐδοκητὴς κηρυχθείη τῆς τοῦ υἱοῦ ἐνσάρκου παρουσίας, ἵνα ὁ υἱὸς ἀληθινὸς ὀφθείη καὶ πληρωθῇ τὸ εἰρημένον «καὶ μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ μετὰ τῶν ἀνθρώπων συνανεστράφη»·
ἀνελθὼν ἀπὸ τοῦ Ἰορδάνου, καὶ σαφῶς καὶ ἀληθινῶς ὑπὸ τοῦ διαβόλου πειρασθεὶς ἐν τῇ ἐρήμῳ, καὶ πεινάσας ὕστερον διὰ τὴν ἀκολουθίαν καὶ ἀλήθειαν τῆς ἐνσάρκου παρουσίας καὶ ἐπιλεξάμενος μαθητὰς καὶ κηρύξας ἀλήθειαν καὶ ἰασάμενος τὰ πάθη, καθευδήσας, πεινάσας, ὁδοιπορήσας, θεοσημείας ἐργασάμενος, νεκροὺς ἐγείρας, τυφλοῖς τὸ βλέπειν παρασχόμενος, χωλοὺς καὶ παραλυτικοὺς ἰσχυροποιήσας· [ὡς] ἐκήρυξε τὸ εὐαγγέλιον, τὴν ἀλήθειαν, τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν αὐτοῦ φιλανθρωπίαν καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. 17.
Ὁ ὑπὲρ ἡμῶν τὸ πάθος ὑπομείνας ἐν ἀληθείᾳ ἐν τῇ σαρκὶ καὶ ἐν τῇ τελείᾳ ἐνανθρωπήσει, παθὼν ἐν ἀληθείᾳ ἐπὶ τοῦ σταυροῦ, συνούσης αὐτῷ τῆς θεότητος, ἀλλ’ οὐ τραπείσης εἰς τὸ πάσχειν, οὔσης δὲ ἀπαθοῦς καὶ ἀτρέπτου, τῶν δύο ἀκολουθιῶν σαφῶς κατανοουμένων, «Χριστοῦ πάσχοντος ὑπὲρ ἡμῶν σαρκί», ἀπαθοῦς δὲ μένοντος ἐν θεότητι, οὐ τοῦ ἀνθρώπου κατ’ ἰδίαν ὄντος καὶ τῆς θεότητος κατ’ ἰδίαν, ἀλλὰ συνούσης τῆς θεότητος, μὴ πασχούσης δὲ διὰ τὸ ἀκραιφνὲς καὶ ἀσύγκριτον τῆς οὐσίας, πάσχοντος δὲ [τοῦ Χριστοῦ] ἐν σαρκὶ καὶ θανατουμένου ἐν σαρκί, ζῶντος δὲ ἀεὶ ἐν θεότητι καὶ ἐγείροντος τοὺς νεκρούς·
PG 42:815τοῦ σώματος ταφέντος ἐν ἀληθείᾳ καὶ ἀψύχου μείναντος τὸ τριήμερον, ἄπνου τε καὶ ἀκινήτου, ἐνειληθέντος διὰ τῆς σινδόνος, κατατεθέντος ἐν τῷ μνήματι, συγκλεισθέντος διὰ τοῦ λίθου καὶ σφραγῖδος τῶν ἐπιτεθέντων, οὐχὶ τῆς θεότητος συγκλεισθείσης, οὐ τῆς θεότητος ταφείσης, συγκατελθούσης δὲ τῇ ψυχῇ τῇ ἁγίᾳ εἰς τὰ καταχθόνια, ἑλούσης ἐκεῖθεν τὴν τῶν ψυχῶν αἰχμαλωσίαν, κλασάσης «κέντρον θανάτου», «διαρρηξάσης» τὰ κλεῖθρα καὶ «τοὺς μοχλοὺς» τοὺς ἀδαμαντίνους, καὶ «λυσάσης ὠδῖνας Ἅιδου» ἐν ἰδίᾳ ἐξουσίᾳ, ἀνελθούσης σὺν τῇ ψυχῇ, «μὴ ἐαθείσης τῆς ψυχῆς εἰς Ἅιδην, μηδὲ τῆς σαρκὸς ἑωρακυίας διαφθοράν», ἀναστησάσης αὐτὴν τῆς θεότητος, ἢ ἀναστάντος αὐτοῦ τοῦ κυρίου θεοῦ λόγου καὶ υἱοῦ θεοῦ, σὺν ψυχῇ καὶ σώματι καὶ παντὶ τῷ σκεύει, συνενωθέντος λοιπὸν τοῦ σκεύους εἰς πνεῦμα, αὐτὸ τὸ σῶμα πνευματικὸν ὑπάρξαν, τὸ ποτὲ ἁφῇ ὑποκείμενον καὶ μάστιξι παραδοθὲν ἑκουσίῳ τῆς θεότητος θελήματι καὶ πειρασθῆναι ὑπὸ τοῦ Σατανᾶ συγχωρηθὲν καὶ πείνῃ προσπελάζειν καὶ ὕπνῳ καὶ καμάτῳ, λύπῃ τε καὶ ἀδημονίᾳ·
PG 42:817αὐτὸ τὸ σῶμα τὸ ἅγιον συνενωθὲν λοιπὸν τῇ θεότητι, ἀπαραλείπτως τῆς θεότητος συνούσης τῷ τὰ τοιαῦτα πεπονθότι ἁγίῳ σώματι. ἀνέστη γὰρ καὶ συνήνωσεν αὐτὸ εἰς ἑαυτόν, εἰς ἓν πνεῦμα, εἰς μίαν ἑνότητα, εἰς μίαν δοξολογίαν, εἰς μίαν ἑαυτοῦ θεότητα. πέφηνε μὲν γὰρ ἐν ἀληθείᾳ καὶ ἐψηλαφήθη ὑπὸ τοῦ Θωμᾶ, καὶ τοῖς ἀποστόλοις συνέφαγε καὶ συνέπιε, καὶ συνηυλίσθη μετ’ αὐτῶν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. ἀλλὰ «εἰσῆλθε θυρῶν κεκλεισμένων» καὶ μετὰ τὸ εἰσελθεῖν ἐδείκνυε νεῦρα καὶ ὀστᾶ, τύπον ἥλων καὶ τύπον λόγχης, ὅτι αὐτὸ ἦν ἀληθῶς τὸ σῶμα, ὅτι δὲ συνήφθη εἰς μίαν ἑνότητα καὶ μίαν θεότητα, μηκέτι προσδοκώμενον παθεῖν, μηκέτι ἀποθνῆσκον, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «ἀνέστη Χριστός, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει»· τὸ παθητὸν ἀπαθὲς ἀεὶ μένον, τὸ θεϊκόν, σὺν σώματι καὶ ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει·
αὐτόθεος ὤν, ἀνελθὼν δὲ εἰς οὐρανοὺς ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς ἐν δόξῃ, οὐκ ἀποθέμενος τὸ σῶμα, ἀλλὰ συνενώσας εἰς τὸ πνευματικὸν ἐν τελειότητι μιᾶς θεότητος, ὡς καὶ τὰ ἡμῶν σώματα μέλλει «τὰ νῦν σπειρόμενα ψυχικὰ ἐγείρεσθαι πνευματικά, τὰ νῦν σπειρόμενα ἐν φθορᾷ ἐγείρεσθαι ἐν ἀφθαρσίᾳ, τὰ νῦν σπειρόμενα ἐν θανάτῳ ἐγείρεσθαι ἐν ἀθανασίᾳ». εἰ τοίνυν τὰ ἡμέτερα οὕτως, πόσῳ γε μᾶλλον ἐκεῖνο τὸ ἅγιον καὶ ἀνεκδιήγητον καὶ ἀσύγκριτον καὶ ἀκραιφνὲς τῷ θεῷ συνηνωμένον, τὸ ἓν ὂν λοιπὸν μονοειδές; ὡς καὶ ἐν τούτῳ ἐπιμαρτυρεῖ ὁ ἀπόστολος λέγων «εἰ καὶ ἔγνωμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν». οὐχ ὅτι διεῖλε τὴν σάρκα ἀπὸ τῆς θεότητος, ἀλλ’ αὐτὴν μὲν οὖσαν καὶ τῷ θεῷ συνηνωμένην, μηκέτι δὲ οὖσαν κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα, ὥς φησι, «κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», ταύτην ὁμοῦ θεὸν ἔχουσαν, ἀπαθῆ καὶ παθόντα, καὶ ταφέντα καὶ ἀναστάντα καὶ ἀνελθόντα ἐν δόξῃ, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, ὥς φησιν ἐν ἀληθείᾳ, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος». 18.
Καὶ γὰρ πιστεύει ἡ μήτηρ ἡμῶν αὐτὴ ἡ ἁγία ἐκκλησία, ὡς καὶ αὐτῇ ἀληθῶς κεκήρυκται καὶ ἀληθῶς προστέτακται, ὅτι κοιμηθησόμεθα πάντες καὶ ἀναστησόμεθα σὺν σώματι τούτῳ, σὺν ψυχῇ ταύτῃ, σὺν παντὶ τῷ ἡμετέρῳ σκεύει, «ἵνα ἕκαστος ἀπολάβῃ πρὸς ἃ ἔπραξεν». ὅτι γὰρ ἀνάστασις νεκρῶν καὶ κρίσις αἰώνιος καὶ βασιλεία οὐρανῶν καὶ ἀνάπαυσις τοῖς δικαίοις [ἀνάκειται] καὶ κληρονομία πιστῶν καὶ χορὸς μετ’ ἀγγέλων τοῖς τετηρηκόσι τὴν πίστιν καὶ τὴν ἁγνείαν καὶ τὴν ἐλπίδα καὶ τὰς τοῦ κυρίου ἐντολάς, ἀληθές ἐστι καὶ κεκήρυκται καὶ ἠσφάλισται καὶ πεπίστευται ὅτι «οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον» κατὰ τὸ γεγραμμένον ἐν τοῖς εὐαγγελίοις. ὅσα γὰρ λέγει καὶ ὁ ἀπόστολος καὶ πᾶσαι αἱ ἅγιαι γραφαὶ ἀληθινὰ τυγχάνει, εἰ καὶ παρὰ τοῖς ἀπιστήσασι καὶ κακῶς νενοηκόσιν ἑτέρως ὑπολαμβάνεται.
ἡμῖν δὲ αὕτη ἡ πίστις καὶ αὕτη ἡ τιμὴ καὶ αὕτη ἡ μήτηρ ἡμῶν ἡ ἐκκλησία, διὰ πίστεως σῴζουσα καὶ δι’ ἐλπίδος κρατυνομένη καὶ ἀγάπῃ Χριστοῦ τελειουμένη, ἔν τε τῇ ὁμολογίᾳ ἔν τε τοῖς μυστηρίοις ἔν τε τῇ τοῦ λουτροῦ καθαρσίῳ δυνάμει, ὅτι [φησὶν] «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος», εἰς ὄνομα δὲ θεϊκῆς τριάδος, ὀνομασίας μηδεμίαν διαφορὰν ἐχούσης, ἀλλ’ ὁ θεὸς εἷς ἡμῖν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις καὶ ἐν ἀποστόλοις, ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ κεκήρυκται καὶ κατήγγελται καὶ πεπίστευται, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, μή τις συναλοιφὴ οὖσα ἡ θεότης, ἀλλὰ τριὰς οὖσα ὄντως τελεία, τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ πνεῦμα τὸ ἅγιον, μία θεότης, εἷς θεός, ᾧ ἡ δόξα, τιμὴ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 19. Αὕτη ἐστὶν ἡ πίστις ἡ τῆς ἡμετέρας ζωῆς πραγματεία, τοῦτο τὸ ἔρεισμα τῆς ἀληθείας, αὕτη ἡ παρθένος Χριστοῦ καὶ περιστερὰ ἄκακος· αὕτη ἐστὶν ἡ ζωὴ καὶ ἡ ἐλπὶς καὶ ἡ βεβαίωσις τῆς ἀφθαρσίας.
ἀλλὰ παρακαλῶ πάντας ὑμᾶς τοὺς ἐντυγχάνοντας συγγνῶναι τῇ ἐμῇ ταπεινότητι καὶ ἀσθενείᾳ τοῦ βραχυτάτου μου νοῦ, τοῦ ἀπὸ πολλοῦ τῶν αἱρέσεων ἰοῦ ἀποναρκήσαντος καὶ ἀποσικχαίνοντος, ὡς ἀποπτύοντος δίκην καὶ ναυτιῶντος, δι’ ὧν ἤτοι αὐστηρῶς πρός τινας φερόμενος ἠνέχθη[ν] [διὰ] ῥημάτων, ἢ καλέσας τινὰς ἀλιτηρίους ἢ ἀγύρτας, ἢ πεπλανημένους ἢ ἀπατεῶνας. διὰ γὰρ τὸν πολὺν πόνον τοῦ ἰοῦ, καίτοι γε μὴ ἔχοντες ἔθος προχείρως ἐπισκώπτειν τινάς, ἀνάγκην ἐσχήκαμεν [ἐν] τοιούτοις αὐτοὺς διαθέσθαι τοῖς ῥήμασιν, ἵνα ἀποστρέφωμεν τὴν διάνοιαν τινῶν, μή πη νομίσωσιν ἡμᾶς διὰ τὸ [ἀν]αφανδὸν μὲν δεδημοσιευκέναι ἀποκαλύψαντας τὰ παρ’ αὐτοῖς λεγόμενα ἢ γινόμενα, μέρος ἔχειν διανοίας συγκατατιθεμένης τῇ παρ’ ἑκάστῃ τῶν αἱρέσεων κακοδοξίᾳ. πεποίημαι δὲ καὶ προοίμιον ἐν ὀλίγῳ εἰς τὴν ἀρχὴν τοῦ συντάγματος, περὶ τούτων αὐτῶν προασφαλιζόμενος καὶ συγγνώμην αἰτῶν, ἵνα μή τις ἀ[η]δίαν τινὰ εἰς ἡμᾶς ἐνσκήψῃ, ὡς ἡττωμένους νομίζων καὶ ἐπὶ τὸ σκώπτειν ὁρμῶντας.
ἐδείξαμεν δὲ ἐν τῷ προοιμίῳ καὶ περὶ ποίων ἐμέλλομεν λέγειν αἱρέσεων, εἰς πόσας τε βίβλους διείλομεν τὴν πᾶσαν πραγματείαν, ἐν ἑκάστῳ δὲ βιβλίῳ περὶ πόσων καὶ ποίων εἰρήκαμεν, ὡς καὶ ἐνταῦθα πάλιν ἐπιμνημονεύσας ὁμοίως ὑποδείκνυμι εἰς ὠφέλειαν πανταχόθεν τῶν ἐντυγχανόντων. 20. Καὶ εἰσὶ μὲν βιβλία τρία, τόμοι ἑπτά. καὶ ἐν τῷ πρώτῳ βιβλίῳ αἱρέσεις μ, κατὰ ἀριθμὸν ὀνομάτων ἐγκείμεναι, [καὶ] κατὰ εἱρμὸν πρώτης καὶ δευτέρας ἕως τῆς τελευταίας τυχούσης [διὰ τῆς] βίβλου ἐγκειμένης, ὅτι ἡ μὲν πρώτη βίβλος ἔχει αἱρέσεις μ ἐν τόμοις τρισί, ἡ δὲ δευτέρα βίβλος αἱρέσεις κγ ἐν τόμοις δυσίν, ἡ δὲ τρίτη βίβλος αἱρέσεις ια ἐν τόμοις δυσίν. πάντες τοίνυν οἱ τῷ πονήματι ἡμῶν συμπονοῦντες καὶ σπουδάσματι ἐντυγχάνειν μακροθυμοῦντες διερχόμενοί τε, παρακλήθητε καὶ ἀξιώθητε τὴν ὠφέλειαν ἐπικερδῆσαι, τὰ δὲ ἀηδῆ τῶν αἱρέσεων ἀπὸ τοῦ νοὸς ἀποτρέψαι. οὐ γὰρ εἰς βλάβην ἀπεκαλύψαμεν, ἀλλ’ εἰς ὠφέλειαν καὶ παρατήρησιν τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγὴν τῶν προειρημένων.
διελθόντες δὲ τὸν πάντα κάματον ἢ καὶ μέρη, ὑπὲρ ἡμῶν εὔξασθε καὶ καταξιώσατε, ἵνα ὁ θεὸς δῴη μέρος ἡμῖν ἐν τῇ ἁγίᾳ καὶ μόνῃ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ καὶ ἀληθινῇ καὶ ζωτικῇ καὶ σωτηριώδει [πίστει] καὶ ῥύσηται ἡμᾶς ἀπὸ πάσης αἱρέσεως· καὶ εἴ τι ὡς ἄνθρωποι μὴ δυνάμενοι ἐπὶ τὸ πέρας ἀποτείνεσθαι τῆς ἀκαταλήπτου καὶ ἀνεκδιηγήτου θεότητος, ἀλλ’ ὡς στενοχωρούμενοι εἰς ἀπολογίαν ὑπέρ [τε] θεοῦ διηγήσασθαι ἀνθρωπίνως ἠναγκασμένοι τόλμῃ ἠνέχθημεν, συγγνωμονοῦντος τοῦ θεοῦ καὶ ὑμεῖς αὐτοὶ συγγνωμονήσατε. καὶ πάλιν ὑπερεύχεσθε ἵνα ὁ κύριος ἣν ᾐτησάμεθα μερίδα ἡμῖν δῴη ἐν τῇ ἁγίᾳ αὐτοῦ πίστει καὶ μόνῃ ἀπηλλαγμένῃ πάσης ἐναντιότητος καὶ τῶν ἰδίων ἁμαρτημάτων πολλῶν ὄντων συγχώρησιν ποιήσηται, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας. ἀμήν. 21.
Καὶ ἃ μὲν περὶ πίστεως ἔχει αὕτη ἡ μόνη καθολικὴ ἐκκλησία καὶ περιστερὰ ἄκακος, μία οὖσα τῷ ἀνδρὶ αὐτῆς, ὡς λέγει, «μία ἐστὶ περιστερά μου», καὶ ὁμοίως περὶ τῶν ἀμυθήτων «νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός» συντόμως ἔφημεν, περί τε πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοουσιότητος, καὶ περὶ τῆς ἐνσάρκου Χριστοῦ καὶ τελείας παρουσίας, καὶ ἄλλων μερῶν τῆς πίστεως. περὶ θεσμῶν δὲ τῆς αὐτῆς ἐν ὀλίγῳ μέν μοί ἐστι πάλιν ἀνάγκη τοῦ παραθέσθαι τῶν αὐτῶν θεσμῶν ἀπὸ μέρους τὸ εἶδος, ὅσαπερ φύσει πεφύλακται ἐν αὐτῇ καὶ φυλάσσεται, τὰ μὲν ἐκ προστάγματος, τὰ δὲ κατὰ ἀποδοχὴν προαιρέσεως, τοῦ θεοῦ χαίροντος ἐπὶ τῇ ἀρετῇ τῆς αὐτοῦ ἐκκλησίας. καὶ πρῶτον μὲν κρηπὶς καὶ ὡς εἰπεῖν βαθμὸς ἐν αὐτῇ ἡ παρθενία, ἀσκουμένη τε καὶ φυλαττομένη παρὰ πολλοῖς καὶ ἐνδοξαζομένη. συνέπεται δὲ τῇ αὐτῇ παρθενίᾳ ἡ μονότης παρὰ πλείοσι τῶν μοναζόντων καὶ μοναζουσῶν. μετὰ ταύτην ἐγκράτεια ἐπὶ τὸν αὐτὸν δρόμον ὁρμωμένη. ἔπειτα δὲ χηροσύνη μετὰ πάσης προσοχῆς καὶ ἀχράντου συναναστροφῆς. ταύταις δὲ ταῖς τάξεσιν ἀκόλουθος ὁ σεμνὸς γάμος ἐν μεγάλῃ τιμῇ, ὁ ἐν μονογαμίᾳ μάλιστα καὶ παραφυλακῇ ἐνταλμάτων.
εἰ δέ τις τελευτησάσης τῆς αὐτοῦ γυναικὸς ἢ ἀνδρὸς τελευτήσαντος τῆς τινὸς γυναικὸς [ὀρέγεται], ἐφίεται δευτέρᾳ συναφθῆναι ἢ δευτέρῳ μετὰ θάνατον τοῦ πρώτου ἢ τῆς πρώτης. στεφάνη δὲ τούτων πάντων ἢ μήτηρ ὡς εἰπεῖν καὶ γεννήτρια ἡ ἁγία ἱερωσύνη, ἐκ μὲν παρθένων τὸ πλεῖστον ὁρμωμένη, εἰ δὲ οὐκ ἐκ παρθένων, ἐκ μοναζόντων. εἰ δὲ μὴ εἶεν ἱκανοὶ εἰς ὑπηρεσίαν ἀπὸ μοναζόντων, ἐξ ἐγκρατευομένων τῶν ἰδίων γυναικῶν ἢ χηρευσάντων ἀπὸ μονογαμίας. δευτερόγαμον δὲ οὐκ ἔξεστι δέχεσθαι ἐν αὐτῇ εἰς ἱερωσύνην, κἄν τε ἐγκρατευόμενος εἴη [ἢ] χῆρος, ἀπ’ ἀρχῆς τάξεως ἐπισκόπου καὶ πρεσβυτέρου καὶ διακόνου καὶ ὑποδιακόνου. μετὰ ταύτην τὴν ἱερωσύνην λοιπὸν ἀναγνωστῶν τάγμα ἐξ ὅλων τῶν ταγμάτων, τουτέστι παρθένων καὶ μοναζόντων καὶ ἐγκρατευομένων καὶ χηρευσάντων καὶ τῶν ἔτι ἐν σεμνῷ γάμῳ· εἰ δὲ εἴη ἀνάγκη καὶ ἀπὸ τῶν μετὰ θάνατον τῆς πρώτης γυναικὸς δευτέρᾳ συναφθέντων. καὶ γὰρ οὐκ ἔστιν ἱερεὺς ὁ ἀναγνώστης, ἀλλ’ ὡς γραμματεὺς τοῦ λόγου. καὶ διακόνισσαι δὲ καθίστανται εἰς ὑπηρεσίαν γυναικῶν μόνον διὰ τὴν σεμνότητα, ἂν χρεία κατασταίη λουτροῦ ἕνεκα ἢ ἐπισκέψεως σωμάτων.
καὶ αὗται δὲ μονόγαμοι ἐγκρατευσάμεναι ἢ χηρεύσασαι ἀπὸ μονογαμίας ἢ ἀειπάρθενοι οὖσαι. εἶθ’ ἑξῆς τούτων ἐπορκισταὶ καὶ ἑρμηνευταὶ [ἀπὸ] γλώσσης εἰς γλῶσσαν ἢ ἐν ταῖς ἀναγνώσεσιν ἢ ἐν ταῖς προσομιλίαις. λοιπὸν δὲ καὶ κοπιαταὶ οἱ τὰ σώματα περιστέλλοντες τῶν κοιμωμένων καὶ θυρωροὶ καὶ ἡ πᾶσα εὐταξία. 22. Συνάξεις δὲ ἐπιτελούμεναι ταχθεῖσαί εἰσιν ἀπὸ τῶν ἀποστόλων τετράδι καὶ προσαββάτῳ καὶ κυριακῇ· τετράδι δὲ καὶ [ἐν] προσαββάτῳ ἐν νηστείᾳ ἕως ὥρας ἐνάτης, ἐπειδήπερ ἐπιφωσκούσῃ τετράδι συνελήφθη ὁ κύριος καὶ τῷ προσαββάτῳ ἐσταυρώθη. καὶ παρέδωκαν οἱ ἀπόστολοι ἐν ταύταις νηστείας ἐπιτελεῖσθαι πληρουμένου τοῦ ῥητοῦ ὅτι «ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις»· καὶ οὐχ ἵνα χάριν ποιήσωμεν τῷ ὑπὲρ ἡμῶν πεπονθότι, ἡ νηστεία ἡμῖν προςτέτακται, ἀλλ’ ὅπως ὁμολογήσωμεν εἰς ἡμῶν σωτηρίαν [γενόμενον] τὸ τοῦ κυρίου πάθος, ὃ ὑπὲρ ἡμῶν αὐτὸς ἀνεδέξατο, καὶ ὅπως ὑπὲρ τῶν ἡμῶν ἁμαρτιῶν αἱ νηστεῖαι ἡμῖν εὐλόγιστοι θεῷ γένωνται.
καὶ δι’ ὅλου μὲν τοῦ ἔτους [οὕτως] ἡ νηστεία φυλάττεται ἐν τῇ αὐτῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ, φημὶ δὲ τετράδι καὶ προσαββάτῳ ἕως ὥρας ἐνάτης, δίχα μόνης τῆς Πεντηκοστῆς ὅλης τῶν πεντήκοντα ἡμερῶν, ἐν αἷς οὔτε γονυκλισίαι γίνονται οὔτε νηστεία προστέτακται, ἀντὶ δὲ τῶν πρὸς τὴν ἐνάτην συνάξεων τετράδι καὶ προσαββάτῳ, ὡς ἐν ἡμέρᾳ κυριακῇ, κατὰ τὰς πρωϊνὰς αἱ συνάξεις ἐπιτελοῦνται· ἔτι δὲ ἐν ταῖς ν ἡμέραις ὡς προεῖπον τῆς Πεντηκοστῆς οὐκ ἔστιν οὔτε νηστεία [οὔτε γονυκλισία] οὔτε ἐν τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων, ὅτε ἐγεννήθη ἐν σαρκὶ ὁ κύριος, ἔξεστι νηστεῦσαι, κἄν τε περιτύχῃ τετρὰς ἢ προσάββατον. προαιρέσει δὲ ἀγαθῇ οἱ αὐτῆς ἀσκηταὶ διὰ παντός, χωρὶς κυριακῆς καὶ Πεντηκοστῆς, νηστεύουσι καὶ ἀγρυπνίας διὰ παντὸς ἐπιτελοῦσι. τὰς δὲ κυριακὰς ἁπάσας τρυφερὰς ἡγεῖται ἡ ἁγία αὕτη καθολικὴ ἐκκλησία καὶ συνάξεις ἀφ’ ἕωθεν ἐπιτελεῖ, οὐ νηστεύει [δέ]· ἀνακόλουθον γάρ ἐστιν ἐν κυριακῇ νηστεύειν. τὴν δὲ τεσσαρακοστὴν τὴν πρὸ τῶν ἑπτὰ ἡμερῶν τοῦ ἁγίου Πάσχα ὡσαύτως φυλάττειν εἴωθεν ἡ αὐτὴ ἐκκλησία ἐν νηστείαις διατελοῦσα, τὰς δὲ κυριακὰς οὐδ’ ὅλως, οὔτε ἐν αὐτῇ τῇ τεσσαρακοστῇ·
τὰς δὲ ἓξ ἡμέρας τοῦ Πάσχα ἐν ξηροφαγίᾳ διατελοῦσι πάντες οἱ λαοί, φημὶ δὲ ἄρτῳ καὶ ἁλὶ καὶ ὕδατι μόνον χρώμενοι πρὸς ἑσπέραν. ἀλλὰ καὶ οἱ σπουδαῖοι διπλᾶς καὶ τριπλᾶς καὶ τετραπλᾶς ὑπερτίθενται καὶ ὅλην τὴν ἑβδομάδα τινὲς ἄχρι ἀλεκτρυόνων κλαγγῆς τῆς κυριακῆς ἐπιφωσκούσης, ἀγρυπνίαις δὲ διατελοῦσι τὰς ἕξ. πάλιν δὲ συνάξεις ἐπιτελοῦσι τὰς αὐτὰς ἓξ καὶ ὅλην τὴν τεσσαρακοστὴν ἀπὸ ἐνάτης ἕως ἑσπέρας. ἔν τισι δὲ τόποις τὴν μετὰ τὴν πέμπτην ἀγρυπνοῦσιν ἐπιφώσκουσαν εἰς τὸ προσάββατον καὶ τὴν κυριακὴν μόνας. ἔν τισι δὲ τόποις λατρεία οἰκονομίας ἐν τῇ πέμπτῃ γίνεται ὥρᾳ ἐνάτῃ καὶ οὕτως ἀπολύει, μενόντων ἐν τῇ αὐτῇ ξηροφαγίᾳ. ἐν ἄλλοις δὲ τόποις οὐ γίνεται λατρεία τῆς οἰκονομίας ἢ μόνον ἐπιφωσκούσης τῆς κυριακῆς, ὅτε ἀπολύει περὶ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ, καὶ πανηγύρει μεγάλῃ ἡμέρᾳ τοῦ Πάσχα, ὡς προστέτακται. τὰ δ’ ἄλλα μυστήρια περὶ λουτροῦ καὶ τῶν ἔνδοθεν μυστηρίων, ὡς ἔχει ἡ παράδοσις τοῦ τε εὐαγγελίου καὶ τῶν ἀποστόλων, οὕτως ἐπιτελεῖται. 23. Ἐπὶ δὲ τῶν τελευτησάντων ἐξ ὀνόματος τὰς μνήμας ποιοῦνται, προσευχὰς τελοῦντες καὶ λατρείαν οἰκονομίας.
ἑωθινοί τε ὕμνοι ἐν αὐτῇ τῇ ἁγίᾳ ἐκκλησίᾳ διηνεκεῖς γίνονται καὶ προσευχαὶ ἑωθιναί, λυχνικοί τε ἅμα ψαλμοὶ καὶ προσευχαί. τινὲς δὲ τῶν μοναζόντων αὐτῆς κατοικοῦσι τὰς πόλεις, τινὲς δὲ καὶ ἐν μοναστηρίοις καθέζονται καὶ ἀπὸ μήκοθεν ἀναχωροῦσιν. ἤρεσε δέ τισι καὶ κόμας ἔχειν τριχῶν ἕνεκεν δῆθεν πολιτείας ἀπ’ ἰδίου νοός, οὐ τοῦ εὐαγγελίου προστάξαντος, οὐ τῶν ἀποστόλων δεξαμένων· ὁ γὰρ ἅγιος ἀπόστολος Παῦλος ἀπέκοψε τοῦτο τὸ σχῆμα. εἰσὶ δὲ πολιτεῖαι ἄλλαι ἐξαίρετοι ἐν τῇ αὐτῇ καθολικῇ ἐκκλησίᾳ φυλαττόμεναι, φημὶ δὲ τοῦ ἀπέχεσθαι κρεῶν πάντων, τετραπόδων τε καὶ ὀρνέων καὶ ἰχθύων, ὠοῦ τε καὶ τυροῦ, καὶ ἕτεραι διάφοροι πολιτεῖαι, ὅτι «ἕκαστος κατὰ τὸν ἴδιον κάματον μισθὸν λήψεται». καὶ οἱ μὲν ἀπέχονται πάντων τούτων, οἱ δὲ τετραπόδων μόνων, λαμβάνουσι δὲ ὀρνέων καὶ τῶν μετέπειτα· ἕτεροι δὲ καὶ ὀρνέων ἀπέχονται, λαμβάνουσι δὲ ὠῶν καὶ ἰχθύων· ἕτεροι δὲ οὐδὲ ὠῶν λαμβάνουσιν, ἄλλοι δὲ ἰχθύων μόνων· ἕτεροι δὲ καὶ ἰχθύων ἀπέχονται, τυροῦ δὲ λαμβάνουσιν, ἕτεροι δὲ οὐδὲ τυροῦ λαμβάνουσιν. ἤδη δὲ καὶ ἄλλοι ἄρτου ἀπέχονται, ἕτεροι δὲ καὶ ἀκροδρύων καὶ ἑψεμάτων.
πολλοὶ δὲ καὶ χαμευνοῦσιν, ἄλλοι δὲ οὐδὲ ὑποδέννυνται. ἄλλοι δὲ σάκκον φοροῦσι κεκρυμμένον, οἱ καλῶς φοροῦντες δι’ ἀρετὴν καὶ μετάνοιαν· ἀπρεπὲς γάρ ἐστιν ἐν προφανεῖ σάκκῳ προϊέναι, ὥς τινες οὕτω πράττουσιν, ἀπρεπὲς δὲ ὡς ἔφημεν καὶ τὸ κλοιοῖς προϊέναι, ὥς τισιν ἔδοξεν. οἱ πλείους δὲ βαλανείου ἀπέχονται. καὶ τινὲς ἀπετάξαντο τῷ βίῳ, τέχνας λεπτὰς καὶ ἀπράγμονας ἑαυτοῖς ἐπινοήσαντες, ἵνα μὴ ἀργὸν βίον διατελῶσι μηδὲ τὸν ἄρτον βεβαρημένον ἐσθίωσιν. ἐν ψαλμῳδίαις δὲ οἱ πλείους καὶ εὐχαῖς διηνεκέσιν, ἀναγνώσεσί τε γραφῶν ἁγίων καὶ ἀποστηθισμοῖς ἀσκοῦνται. 24. Περὶ δὲ ξενοδοχίας καὶ φιλανθρωπίας ἐλεημοσύνης τε εἰς πάντας πᾶσιν ὁ τῆς ἁγίας ταύτης καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας θεσμὸς κεκήρυκται. τὸ δὲ λουτρὸν ἔχει ἀντὶ τῆς παλαιωθείσης περιτομῆς ἐν Χριστῷ, διαναπαύεταί [τε] ἐν τῷ μεγάλῳ σαββάτῳ ἀντὶ τοῦ μικροῦ σαββάτου. ἀπέχεται κοινωνίας ἁπάντων αἱρέσεων· ἀποκηρύττει πορνείαν καὶ μοιχείαν καὶ ἀσέλγειαν καὶ εἰδωλολατρείαν καὶ φόνον καὶ πᾶσαν παρανομίαν καὶ μαγείαν καὶ φαρμακείαν ἀστρονομίαν κληδονισμοὺς παλμῶν παρατηρήσεις ἐπαοιδὰς περίαπτα, τὰ δὴ καλούμενα φυλακτήρια.
ἀποκηρύσσει θέατρα καὶ κυνήγια καὶ ἱππικοὺς [ἀγῶνας], μουσικούς τε καὶ πᾶσαν κακολογίαν καὶ καταλαλιὰν καὶ πᾶσαν μάχην καὶ βλασφημίαν, ἀδικίαν τε καὶ πλεονεξίαν καὶ τοκοληψίαν. πραγματευτὰς οὐκ ἀποδέχεται, ἀλλὰ ὑποδεεστέρους πάντων ἡγεῖται. προσφορὰς λαμβάνει παρὰ τῶν οὐκ ἀδικούντων οὐδὲ παρανομούντων, ἀλλὰ δικαίως βιούντων. εὐχὰς δὲ ἐνδελεχῶς προστάσσεται μετὰ πάσης πυκνότητος καὶ ἐκτενείας καὶ γονυκλισίας ἐν ταῖς [τε]ταγμέναις ὥραις νύκτωρ καὶ μεθ’ ἡμέραν ἀναπέμπειν θεῷ. ἔν τισι δὲ τόποις καὶ ἐν τοῖς σάββασι συνάξεις ἐπιτελοῦσιν, οὐ πάντη δέ· ἀλλὰ παρὰ τοῖς ἀκρέμοσι φυλάσσεται τὸ μὴ ὀμνύναι ὅλως μηδὲ λοιδορήσασθαι μηδὲ καταρᾶσθαι, ἐκ προστάγματος αὐτοῦ τοῦ σωτῆρος, μήτε μὴν ψεύσασθαι ὅσον κατὰ τὸ δυνατόν. οἱ πλείους δὲ πιπράσκουσι τὰ ὑπάρχοντα καὶ διδόασι πτωχοῖς. 25. Οὗτος ὁ χαρακτὴρ ταύτης τῆς ἁγίας [μητρὸς ἡμῶν] μετὰ τῆς προδηλωθείσης πίστεως καὶ οὗτοι οἱ θεσμοὶ ἐν αὐτῇ ἀναφέρονται.
οὗτος γάρ ἐστιν ὁ χαρακτὴρ τῆς ἐκκλησίας, ἀπὸ νόμου καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν συνηγμένος, ὥσπερ ἐκ πολλῶν μύρων ἀντίδοτος ἀγαθὴ τοῖς χρωμένοις εἰς σωτηρίαν κατεσκευασμένη, ἐκ θελήματος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. οὗτοι οἱ χαρακτῆρες τῆς σεμνῆς ταύτης νύμφης Χριστοῦ, αὕτη ἡ προὶξ καὶ διαθήκη κληρονομίας καὶ βούλημα τοῦ αὐτῆς νυμφίου καὶ ἐπουρανίου [βασιλέως] Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ δόξα τιμὴ κράτος σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας αἰώνων. ἀμήν. Πάντες οἱ παρ’ ἡμῖν ἀδελφοὶ προσαγορεύουσιν ὑμῶν τὴν τιμιότητα, μάλιστα Ἀνατόλιος, ὁ διά τε σημείων καὶ σχεδαρίων τὰ κατὰ τῶν αἱρέσεων τούτων, τῶν ὀγδοήκοντά φημι, μετὰ πολλοῦ καμάτου καὶ προαιρέσεως καλλίστης γράψαι καὶ διορθώσασθαι καταξιωθείς, ἅμα τε καὶ Ὑπάτιος ὁ τιμιώτατος συνδιάκονος, ὁ τὴν μεταγραφὴν ἀπὸ τῶν σχεδαρίων ἐν τετράσι ποιησάμενος, ὑπὲρ ὧν καὶ εὔχεσθαι καταξιώσατε, τιμιώτατοι καὶ ποθεινότατοι ἀδελφοὶ ὡς ἀληθῶς. ἡ εἰρήνη τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ χάρις, καὶ ἡ ἀλήθεια κατὰ τὸ αὐτοῦ πρόσταγμα μετὰ πάντων ὑμῶν, φιλοκαλώτατοι ἀγαπητοὶ ἀδελφοί. ἀμήν.

S. P. N. EPIPHANII CONSTANTLÆ QUÆ IN CYPRO EST EPISCOPI ADVERSUS OCTOGINTA HÆRESES OPUS QUOD INSCRIBITUR PANARIUM SIVE ARCULA. Dionysio Petavio Societatis Jesu interprete. INDICULUS HÆRESEON QUÆ IN TOMO II LIBRI II CONTINENTUR, Qui est eo, quem supra posuimus, ordine V; in quo hæreses V continentur hoc modo. PATROL. GR. XLII. 605 1. Pauli Samosateni. Hic propemodum non exsistere Christum affirmat, atque ejusmodi verbum esse fingit, quod in prolatione consistit; eumdem porro esse a Maria cœpisse. Ac quæ sacris in Litteris de eo pronuntiata sunt, prædicentis esse more dicta, cum ipse nondum exsisteret, sed a Maria, uti diximus, et ab eo duntaxat tempore quo carne præditus advenit, esse cœperit. II. Manichæi, quos et Acuanitas vocant, Manis Persæ discipuli. Christum figuram quamdam esse defendunt, solem lunamque venerantur. Stellis ac virtutibus et dæmonibus supplicant. Sempiterna

ADVERSUS HÆRESES LIB. III. TOM. I. HÆRES. LXX. vescentur, vos epulamini. Caeterum nonnunquant accidit, ut Dominica die azymis utantur. Adveniente quippe Dominicæ vespera, pascha suum immolare possunt. Nam post vesperam præterito Sabbato opus istud ipsis exercere non licet. Posteaquam igitur sacrificaverint, si ad epulas consurgunt, nos Dominicam diem quonam pacto luctu ac jejunio traducemus, cum apostolos in illa constitutione ita præcipientes audianus: Qui affixerit animam suam Dominica die, maledictus est Deo. Videsne quam exacta sit ista ratio, quæ illorum sententiæ opponitur, cum ex apostolici decreti sententia negotium confici nequeat? Sed in sensu intelligentiaque tota quod in iisalem Constitut. prescribitur. Nimirum אכילת מצה בשביעי שאינה חובה מכאן אתה למד uod in una sanctione jubent, quodie Judaei primunף - לששת ימים שהרי שביעי בכלל היה ויצא מן הכלל an wap. Hoc est: Docet de manducatione azymorum in die vu; quemadmodum non debita cc n°cessaria sit. Inde igitur disce, quod ad vi dies attinet; quoniam ecce septimus dies cum in summa comprehenderetur, ab ea exceptus est, ut ostenderet, azymorum in illo die manducationem permissum duntaxat fuisse. Neque vero ut de hoc solo die doceret istud, ideo exceptus est; sed ut idem de tota dierum summa intelligendum relinqueret: nimirum uti septimo cie permissum est solum azymis vesci, ita reliquis omnibus permissum est (non imperatum) excepta nocle prima, quam Scriptura azymorum usu obliguri voluit. Hæc ille. Quod ex eodem R. Salomone Glossa cap. 7 Tractatus Kiddusch hachodesch evidentius bis verbis affirmat VEN SON? NOW. Quoniam ecce a media nocte prima Paschali usque ad xxi diem manducatio azymorum permissa; ea lege duntaxat, ut fermentato non tescantur. Ex iis liquet, cur Paschalis cœna luctus et sollicitudinis argumentum habuisse, reliqui dies azymorum bilares ac læti ab Epiphanio fuisse dicantur. Negalionem expungendam esse censueram. ut ita scripserit Epiphanius, Nam illud ex superiori genitivo repetitum videtur. Et vero causam ejus, quod proxime dixerat, posteriore hoc membro reddi˚statueram: nimirum cum appetente Dominica vespera immolare Pascha liceat; quoniam jam Sabbatum præterierit, quo evoluto jam ad opus fas sit aggredi. Atqui hæc sententia falsam et absurdam rationem continet; quasi Sabbato sacrificare vetitum fuerit. Fateor. Sed eam tamen Epiphanii verba ipsa præ se ferunt. Cujus erroris suspicionem ab eo removere ita poterimus, si recepta negationis particula sensum hunc eliciamus Dominicæ appetente vespera, Pascha immolari licuisse. Nam post vesperaui, desito jam Sabbato, opus istud, nempe iactationem agni, non licebat exsequi: propterea quod immolandus agnus fuit #777777", inter duas vesperas; id est ab hora ix ad xt, ut Josephus exponit, lib. YA.., cap. 45, vel 17. Postridie scilicet, ac post epulum paschale. Jam horum verborum paulo ante declarata sententia est. Vult enim in apostolicis illis Constitutionibus lexidlatoris mentem potius, quam verba ipsa spectari. Quod ut ostenderet, ¿vatiopavé; quiddam attulit, PATROL. GR. XLII. azymis vescuntur, et lugent, epulari Christianos cum autem epulantur illi, vicissim jejunare istos, ac lugere. Altera vero lege præcipitur, ut ne Dominica čie jejunetur unquam. Quæ duo invicem repugnant, si ad verta duntaxat respicias. Interpretatione igitur adjuvanda sunt. Eadem itaque ratione prius illud decretum, de celebrando cum Judæis Paschate, si in verbis ipsis hæreas, absurdum et ab ecclesiastico ritu prorsus abhorrens videtur. Ideo mens ejus ac sententia magis, quam voces attendendæ sunt. Sententiam ergo deinceps explicat. Quam priusquam attingimus, observabis priorem illam avtopiav, et contrariarum legum conflictum, quem in exemplum allatum e se diximus minimė hoc loco dissolvi. Non enim explicat, quomodo ab generali illa de jejunio constitutione Dominica dies excipienda sit. S. d eximi Christiano more significavit. De quo nemo dubitabat. Quocirca quæ sequuntur ad ávtivoµlav alteram ac quæstionis caput ipsum attinent; atque illud explamant, quo sensu apostolicum illud decretum accipiendum sit, cum Jud·eis Pascha esse celebrandum. Non enim perpetuo cum illis peragendum est, sed tum videlicet, cum post æquinoctiumitli suum Fascha celebrant. Alioqui, si, uti sæpenumero faciunt, æquinočtium antevertant, imitandi non erunt. Est ig tur legis ista sententia, ut æquinoctio commisso cum Judæis Pascha celebretur. His, quæ bactenus dieta sunt, subductis omnibus, ea de apostolico illo decreto Epiphanii sententia colligitur: Primis Ecclesiæ temporibus, præsertim quandiu episcopi cir. cumcisione Hierosolymis præfuerunt, statutum esse uti Pascha cum Judæis obiretur, hoc est luna xiv, quamcunque in diem inciderit, dummodo confecto jam æquinoctio contingat Ita enim illud, quod eædem Constitutiones jubent, accidet, ut lugentibus Judæis, hoc est, quo die azyma cum lactucis agrestibus comedunt, epulentur Christiani. Alterum autem, ut illis vicissim epulantibus, lugeant isti, obtineri non potest, nisi postridie Paschatis Chri stiani, sive primo die Azymorum Judaicorum, jejunatum per illud tempus in Ecclesia fuisse velinius. Quod est falsissimum. Certum enim est totis illis quinquaginta diebus, qui ad Pentecosten intercedunt a Paschate, jejunium ab Ecclesia esse sublatum. Tunc igitur solum evenire illud potuit, ut epulantibus Judæis, Christiani jejunarent. quoties ante vernum æquinoctium a Judæis Pascl a perageretur: quia nondum Christiani jejunium solvebant. Verum nulla tam enucleata hujus, et supe rioris numeri declaratio potest excogitari, quan plurimum adhuc difficultatis supersit. Quis enim pseudodiataxes istas inter se conciliare possit, cum alias Pascha Judaice celebrandum esse definiunt, quamvis aberrent Judæi: alias Judæis Azyma peragentibus, jejuniis ac vigiliis operari Christianos? ac reliqua ad eum modum, quæ nulla interpreta.io ab errore mutuaque contentione vindicare potest.

ADVERSUS HÆRESES LIB. III. TOM. I. HÆRES. LXX. a x xerophagiæ ac Paschatis, hebdomadem, quæ sancta dicitur, inchoare possumus; sed a x ad illucescentem usque xv, qua est duos inter cursus lucis ac noctis interjecta. 825 Ita xiv lunae dierum ille ipse numerus observatur; tametsi illucescentem quoque xv una comprehendat: propter et exactam solaris cursus ab æquinoctio rationem, et lunaris perinde cursus, ob ejus xiv, ac plenæ insuper hebdomadis, Dominicæ diei gratia: tum vero ut a x lunæ die numerandi ducamus initium, quæ est agni delectus, et nominis Jesu littera prior, quoniam quidem ipsius nomine, qui ejus similitudinem referret agnus, capi solebat, a x lunæ die hoc modo præscriptus. At neque illucescente xvi, neque ab ix luna die, aut initium repetere possumus, destinantur. Nam neque a xvi lunæ die, neque Multum implicatus ac salebrosus hic locus est; quinetiam superiori doctrinæ consentaneus videtur: qua definitum est, si in aliquam e sex hebdomadæ feriis XIV luna ceciderit, hebdomadem Xerophagiæ inire ab secunda feria. Fingamus itaque lunam xiv in Sabbatum incurrere incipiet Xerophagia, sive PaschaLis hebdomas ab anteriore feria i, ut dictum est. Atqui hæc ipsa 1x est luna, non x. Quodsi ut Scaligero, Calvisio, aliisque visum est, diffundendum sit Xerophagia initium in feriam n alterius hebdo- c madis, itidemque Pascha a luna xv in xxII transferendum, Xerophagia a xvi luna inchoanda fuerit, quod legitimum esse negat Epiphanius. Quare vix est ut expedire nos ex his laqueis possimus. Sive enim Xerophagia prima dies in illa hypothesi sit feria secunda, ab luna ix hebdomadein sanctam auspicabimur; sive in sequentem feriam secundam differatur illius initium, in lunam xvi incidet. Hæsimus hic aliquandiu, donec certam viam ac rationem invenimus, qua conciliari hæc inter se explicarique possent. Hoc igitur ad eum nodum dissolvendum occurrit: Epiphanius lunam uspivy and VUXTEρivis discernere solet, ut in hær. 51, n. 26. Nam illic quæ vux:eptvn, exempli causa evdexáτn fuerat, sequenti luce huapivh owoexán dicitur et que dicitur, post vesperam nominari incipit. Nam a vespera diem exorsi sunt Judæi: ideo prius nocturna, quam diurna luna censetur. Quamobrem etsi vuxtepivñs atque vocabula non expresserit, usus videtur Genvns vocabulo. Nam cum negat a I luna Xerophagia principium deduci, sed a decima, ne sibi contrarius ipse sit, de vuxceptv interpreLandus est. Nunquam enim Paschalis hebdomas a feria secunda inchoari potest, quæ sit várn vUXTSρινή Contra vero eum a XVI luna ejusdem hebdomadis initium repeti negat posse, lunam intelligit, quae sit xvu. Nam in superiore illa hypothesi, in qua funa XIV in Sabbatum convenit, Xerophagiæ hebdomas init a feria 11 anteriore, quæ est uepivý váτn. Quodsi xiv luna Dominicke conveniat, sequenti die, quæ est luna xv uspivý, el vuxtapivý XVI, initium erit hebdomadis sanctæ. Vides igitur necessario in luna Ix vuxtapivv, in accipiendam esse. In quo illud anim madvertendum: licet in hæresi 51 ita voxtepivñs vocabula sumpserit, ut a aut finem statuere. Etenim anni solis, ac lunæ, cum ob dissidentes mutuo cursus vicissim sese superent, inæqualitatem illam afferunt: non quod aliquid a Deo, quod offensionem habeat, constitutum fuerit, sed quod ab eo potius accurata ista rasemper ordiatur; ac tametsi luna a sequente yuxteptv nunquam appelletur, hoc in loco tamen Epiphanium sive errore, sive de industria évárny iliam vocare, quæ sit octava et in vuxtepiny desinat. Ad summam, hebdomadis sanciæ prima dies a luna ix diurna, ad xv diurnam inchoari potest; aut, quod idem est, a luna x nocturna, ad nocturnam xvi. Quæ causa fortasse fuit, cur ita conciperet, Ubi non jam simpliciter accipio, pro ineunte, appetente, aut ut ad lunæ lucem, quæ sub vesperam oritur, pertineat, sed pro Nam cum dicit nec adjecit, significat non illam diurnam, sed nocturnam intelligendam. Ac merito videtur Epiphanius primam Xerophagiæ diem fecisse; quod functio ipsa Xerophagia, id est aridorum esus, exeunte jam die ac sub vesperam usurparetur, commodum illucescente x luna. Mira est horum verborum obscuritas. Nam hoc prima specie sonant, quod ne intelligi quidem potest: xv lunam, vel cum ea decimam, inter duo noctis ac diei curricula interceptam esse; aut certe to vuxenuepov inter duos, solis videlicet ac lunæ, cursus interjici. Quæ nullus OEdipus divinare possit. Nos pro eo ac superiora interpretati sumus, usσačoúans hoc loco non interjectum quiddam, sed labentem noctem ac diem accipimus. Constitutum enim est ex Epiphanii sententia, hebdomadem Xerophagiæ a luna x vuxteρινῇ ordiendam esse, ita ut citimus ejus terminus sit dies illa, cujus in nocte x lunæ principium est remotissimus vero terminus sit luna xv Itaque spatium illud, quod hebdomadis caput percurrit, a nocte incipit, hoc est a luna x nocturna, et die terminatur, nempe luna diurna xv. Proinde nox et dies impenduntur, et usaáčova quæ quidem utriusque sideris propria sunt. Nox enim canviακω, dies tribuitur. Cullectis superioribus numeris summa fit dierum xiv. Sed ad eam xv dies accensetur, ob causarum concursum, quæ sunt solemnitatis illius avotaTixal, præsertim ob Dominicam diem, qua Christianum Pascha celebratur. Hic est xv dies, sive diurna luna xv, quemadmodu paulo post luna diurna XVI, ut ex superioribus necessario colligitur.

ADVERSUS HERESES LIB. 111. TOM. 1.. HERES. LXXIII. dam affectione, produvioque Filii pater intelligaμένον tur; et Filium nullo semine propagatum concipiaμένοις mus animo; neque ejusmodi, ut corporeis naturæ viribus adolescat, et ad incrementum, corruptio nemque vicissim transeat, quæ sunt propriæ rerum corporearum nota: his, inquam, circumscriptis omnibus, nihil præter similis notionem habebitur, Ut enim cum a creatura (nam id denuo repeten dum est) exclusimus omnia, unum illud sumpsiπάντων, mus: in creatore quidem statum quemdam passioοὐσίαν nis expertem; in creatura vero perfectam, et lem conditor voluit, ac solidam naturæ qualitatem sic in Patrem et Filium, corporeis omnibus putatis, unica similis, quod ad essentiam attinet, animalis generatio transfertur. Pater enim sui milis substantiæ pater a nobis intelligitur. Quod si una cum cæteris omnibus notionibus, quæ ex patris et filii nominibus corporearum rerum propriis cogitatione prædicuntur, naturæ quoque animalis cum Patre similitudo tollatur, e qua intelligendi rationem omnem ducimus, Patrem amplius nullum, aut Filium esse credemus: sed creatorem, ac creaturam, et supervacanea quædam nomina, quæ nihil per seipsa conferant. G Ita fiet ut Deus creator sit, nec ulla tamen tione sit Pater. Quod enim Pater non ipsius actioὁ nis, sed naturæ cujusdam similis, quæ per illam actionem exsistit, Pater appelletur, naturales ipare rationes evidenter ostendunt. Nam cum multa penes Deum actionum genera sint, alia est actio, qua creatorem intelligimus, quatenus coeli terræτῶν que, et quæ his continentur omnium, necnon et eorum quæ videri nequeunt, creator est. Eumdem vero unici Filii parentem non tanquam creatorem, sed tanquam patrem, qui genuit, esse cognosciγεννῶν mus. Verum si propter illam, quam mente conciνον, pimus, corporeis in patribus ac filiis conditioτε nem passionibus obnoxiam, vereatur aliquis, ne si corporis expers Deus generare dicatur, quædam ei tribuatur aflectio, aut ipsum, quod gignitur, perfectum censeatur, ac catera id genus, quæ corporeo patri filioque conveniunt, si id, inquam, metuens, germanam Patris ac Filii notionem ferat, eo demum relabetur, talem ut Filium asse rat, qualia sunt opificia reliqua, nec illum omnino Filium appellet. Etenim sive magnitudine superare dixerit, quemadmodum coelum monte quo, vel colle majus est, ad operum nihilominus conditionem, quantumvis magnitudine antecellere velit, eumdem illum abjiciet. Sive usu et obsequio præstare cæteris velit, quod reliqua omnia serit, et ad eorum productionem operam suam contulerit, nihilo tamen magis ab opificiorum tione vindicabit. Ut enim nihil interest, si forcipe, non manu ipsa, carbo de altari capiatur, quo illius beneficio fabrilis ars ferream laminam inducat; propterea quod tam forceps, quam ferrum, quod per illam ducitur, inter opera censentur: ita nihil a productis operibus, ille, per quem facta sunt omnia differet, nisi Filius sit, quemadmodum naturalis ratio persuadet. Quin factus ipse primum erit omnium opus, ac velut conditoris instrumentum, per quod universa moliatur. F.

ADVERSUS HÆRESES LIB. II. TOM. I.· HÆRES. LXXIII. Patre Filium vere ortum esse prædicans, anathena neque esse, definit. Sed Gov propterea repudiari a se professi sunt Semiariani, quia per verbi hujus enuntiationem substantia prior intelligeretur, quam duo inter se partiti essent, ait Hilarius. Tuin quod Patres illi, qui Paulum Samosatenum hæreticum pronuntiarunt, etiam homousion rejecerant, quia per hanc unius essentiæ nuncupationem, solitarium atque unicum sibi esse Patrem et Filium prædicabal. Postremo quia novum, nec in Scripturis usurpatum hoc vocabulum erat. Quibus omnibus erudite Hilarius occurrit. Verum cum de re ipsa cum Catholicis consentire viderentur, de voce duntaxat dissidere, plurimum a sanctis Patribus commendati, ac pro Orthodoxis propemodum agniti sunt, ut ex eodem Hilario constat. Quin et Athanasius lib. De synodis Arim, et Seleuc. de illis ita loquitur: Пpòç de toùs àmodsyoμένους etc. Quanquam superior anathematismus Arianain perfidiam redolet, cum asserit, Patrem non ¿Ęousią solum, sed ovalą, Filii Patrem esse: quod omnino falsum est et hæreticum). Neque enim Pater in Filium, quatenus Deus est et ab ejus oùoiq procedit, ¿čovoíav ullam, aut potestatem obtinet. Non mediocrem Epiphanio fraudem attulit omissa in hoc loco a librariis interpunctio; nam post synodicam Ancyrani conciliabuli, quæ ab hoc numero deinceps sequuntur, prout vulgo concepta lectio est, Epiphanii esse videntur: nec aliter ex Græcis codicibus, tam typis excusis, quam scriptis, adeoque ex Cornarii interpretatione suspicari possis: quod nos ipsi cum Latina dictaremus expressimus. Quid enim tum aliud possemus, cum ad Græcum contextum Latina, quoad fieri potest, accommodanda sint, et, si quid illic paulo vehementius depravatum occurrerit, id in Notas conjiciendum potius videatur, quam sine Veterum auctoritate communis in contextu ipso sollicitanda lectio? Cum hoc igitur in Latina nostra interpretatione retinendum pulaverimus, bic lectorem gravissimi et a nullo animadversi hactenus erroris admonebimus, simulque Epiphanium nostrum ab invidia omni ac culpe suspicione liberabimus: neque eniin profecto dubitandum est, quin si ista scripserit Epiphanius, Semiariauoruin, quos hac in hæresi vel acerrime impugnat, fautor ac patronus exstiterit, minimeque CatholiCus. Etenim nihil aliud tota hac narratione usque ad num. 23 pugnat, quam õpolov xata the oùsiav, id est substantia similem esse Patris Filium: de óμo (a) Vich: males a. 357, n. 22. PATROL. GR. XLII sit. Si quis Patrem, potestate simul et substantia Filii Patrem asserens, consubstantialem 859 vel ejusdem cum Patre substantiæ Filium esse dicat anathema sit. Subscripsere Basilius, Eustathius, Hyperechius, Letoius, Heorticus, Gymnasius, Memnonius, Eutyches, Severinus, Eutychius, Alcimedes, Alexander. Ita credo, ut supra scriptum est, et per subscriptionem profiteor Basilii ac Georgii et sociorum professio. XII. Substantiæ nomen minime quidem ipsum in ovsių vero altum ubique silentium. Præterea hoc ipso numero, sub finem ait, Filium dxqúety Tou auscultare, hoc est obedire, et ministrare Patri. Itemque num. 18 Pater dicitur Filius Quod nemo nisi Arianus dixerit. Tum ubique adversus Anounceos solos disputal, quam vocal, nuper exortam hæresim, ut num. 13 auctores ipsos Item num. 15 Constantium magnopere collaudat, quod Filium Patri per omnia similem esse pronuntiaverit, ut nos, inquiunt, Catholici credimus. Itane aut Catholicus ab Epiphanio habitus est Constantius, aut catholicum illud-est dogma, sine ulla consubstantialis mentione Filium Patri duntaxat similem esse substantia? Nunquam id Epiphanius scriberet (a). Quare frustra hactenus omnes arbitrati sunt, hæc Epiphanii esse, qua sunt Basilii ac Semiarianorum. Quod quidem tam certo a nobis demonstrabitur, nemo ut refragari possit, nisi qui meridie lucere neget. Igitur numero 1, sub finem, duas se epistolas subjicere proftetur; unam Basilii, alteram Basilii ac Georgii Laodiceni, ceterorumque Semiarianorum. Harum prior a num. 2 ad 12 usque subtexitur; secunda nulla alia est, nisi quæ ab hoc ipso n. 12 deinceps sequitur. Quod sane citra ambagem omnem Epiphanius ipse significat, qui num. 23, post longam illam disputationem a 12 numero propositam, ita loquitur etc. Ha porro Epistolæ a nobis hic attextæ sunt, etc. Ergo plures antecesserunt epistolæ. Quænam autein altera est, nisi illa, quam diximus, quæ a num. 12 ad 23 exclusive continetur? Ita profecto sese res habet. Librariorum ea culpa fuit, qui priori epistolæ synodicæ subscribenda hæc putarunt omnia pations. Quod esse falsum, unum illud argumento est; quod non a Georgio synodica illa scripta est, sed eo absente, ejusque litterarum occasione a Basilio, ac reliquis Ancyræ congregatis est edita ut initio testantur. Quamobrem ita distinguendum est: 'Exanpwon. (lloc est: Hactenas epistola synodica). Tuin quod reliquum est lemma est sequentis dissertationis: Twy repl • Basilii ac Georgii commentarius. Non enim tam est epistola, quam fidei uberior expositio, cum eorum narratione quæ in nova Sirmii componenda formula inter Ursacium, Valentem, et Basilium, Georgium, ac Semiarianos reliquos acciderunt. Quanquam potuit hic ipse commentariolus epistolæ instar ab Orientalibus Semiarianis ad Ariminense concilium, et Occidentales episcopos mitti: nam sub iden tempus perscriptus videtur, quo Valens ei for14

ADVERSUS HAERESES LIB. III. TOM. 1.— HERES. LXXIII. time genitus. Illud enim est absurdum, Filium Dei, qui sæculis omnibus anterior est, et naturaliter Deus a Deo Patre processit, cum præter naturam suam homo est ex Maria Virgine factus, in eo ipso, quod praeter naturam habebat, naturalium num similem exstitisse: præter naturam autem erat illi, qui Deus esset, ut homo fieret; at in co quod ipsi naturale est, non esse Patris, qui se nuerit, similem. Si enim in eo, quod præter natuτοῦ ram habet, eorum similis est, quibus illud ipsum naturaliter convenit, multo magis in eo quod natu rale et insitum habet, Patris illius similis erit, a quo naturaliter est et legitime genitus. Hinc itaτῶν que colligimus illud, quod diximus, similem in omnibus esse Patris Filium, ex sacrorum Librorum auctoritate pronuntiari insuper oportere, quemadκατὰ modum similis notionem iis quæ proxime moravimus, nobis Apostolus tradidit. Etenim simiκαὶ lis est, quatenus vila ex vita, lumen e lumine, veτῷ rus ex vero, et sapientia a sapiente procedit. Atque, ut uno verbo dicam, iisdem e Scripturis constat, non actione ac voluntate solum illius, sed secundum 866 hoc ipsum quod est, et subsistit, atque exsistit, similem in omnibus esse Patri, qui illum genuit, quemadmodum patri filius similis est. XIX. Quod si novi illi hæretici nobiscum dispuἡμῖν, tantes ingenitum genitumque dixerint, sic illis curremus: Quoniam substantiæ nomen, quo Patres usi sunt, eo quod in Scriptura non exstat, mala fide repudiatis, neque nos ingeniti vocabulum, tanquam scripto non expressum, admittimus. Nam incorru G plum quidem et non aspectabilem et immortalem vocat Apostolus ingenitum vero nusquam ptura nominavit. Accedit quod ingenitus, uti dixiτὸν mus, nondum ipsam Patris notionem significat, neque genitum proprie Filium exprimit, sed ad omnia producta communiter pertinet. Nam qui ge nitum dicit, productum quiddam aliquid esse monstrat, minime tamen Filium, qui ab æterno productus concipiatur, ostendit. Quamobrem cum Dei Filium ab æterno intelligamus exsistere, illud ipsum nomen præterea nequaquam admittimus, quoniam Patris Filiique nomen ad aliud quiddam habitudinem significat. Unde licet Patrem solum nominemus, Filii quoque notionem Patris appellaρου, p tione comprehensam una complectimur. Pater enim Filii pater dicitur. Ac licet solum nominemus lium, Patris quoque notionem una comprehendiτῆς mus, eo quod filius Patris esse Filius dicatur. Alterum quippe cum altero connexum est, neque mutuus ad sese invicem respectus dirimitur. Quare tametsi vel alterum pronuntietur, una et alterum intelligentiæ nostræ subjicit, nec illius modo men, verum etiam una cum nomine naturæ ipsius allinitatem demonstrat. Etenim cum Patrem animo concipimus Deum, Dei Patrem concipimus. Et Filium cum intelligimus Dei, Deum intelligimus, qui Dei Filius appellatur, quique illius natura similis est, cujus intelligitur esse Filius. At ingenitum geniti nequaquam ingenitum dicitur, neque genitum ingeniti genitum. XX. Quocirca cum ingeniti genitique vocabula neque ad sese mutuo referantur, neque naturæ significationem involvant; ac praeterea Filii pro

GLO esse velit: quo illius viribus ac potestate freti, & quod tenuitas mediocritasque nostra suscepit ad exitum perducere possimus. INDICULUS EORUM QUÆ IN LIBRI III TOMO Ù CONTINENTUR Qui est ex instituta hactenus tomorum distributione VII, idemque totius operis ultimus; in quo hæreses sunt IV. 1. Dimæritæ, qui perfectain Christi incarnationem minime confitentur: quorum alii consubstantiale divinitati corpus asserere ausi sunt; alii vero assumptam esse ab eodem animam negarunt; quidam his Evangelii verbis, Verbum caro factum est ', freti,'ex creata carne, hoc est Maria, carnem ab illo susceptam esse voluerunt, sed solum Verbum carnem esse factum pertinaciter defenderunt: postea vero, quam ob causam nescio, mentem illum non assumpsisse dixerunt. II. Antidicomarianitæ, beatam, semperque Virginem Mariam post editum Salvatorem cum Josepho consuevisse putant. III. Collyridiani, qui in ejusdem Mariæ nomen stalo anni die collyridem offerunt: quos idcirco Col lyridianos nominavimus. 994 IV. Massaliani, quos interpretari possumus precantes. His adjunguntur e gentiliumn sectis, quos Euphemitas, et Martyrianos, et Satanianos appellant. Summa hæc est tomi septimi, ac trium librorum finis. Colliguntur hæreses Lxxx. Sub finem tertii libri, septimique tomi, formula fidei, quam Ecclesia catholica profitetur, subjecta est, ac veritatis defensio, et Evangelii Christi prædicatio, ac denique catholicæ apostolicæque Ecclesiæ forma, quæ cum ab alerno fuerit, successione temporum post incarnationem Christi evidentissime patefacta est. Joan. Reg.

quies ac fidelium læreditas communisque cum angelis chorus iis constitutus, qui fidem et castimo niam et spem ac Domini præcepta servarint, veris simum est; idque et prædicatum et certissime com probatum et creditum, quoniam hi resurgent in vitam æternam'; ut in Evangelio scriptum est. Nam quæcunque vel Apostolus vel sacra omnis Scriptura testatur, vera sunt, licet infideles ac per peram intelligentes aliter existiment. Nobis vero ea demum fides est, is honor ac dignitas: hæc est nostra mater Ecclesia, quæ per fidem servat et spem, corroboratur Christi charitate, necnon et ejusmodi professione ac mysteriis baptismique vi ac purgatione perficitur. Euntes, inquit, baptizate in nomine Patris et Filii et Spiritus sancti'; in no mine divinæ Trinitatis, cujus appellatio diversum nihil continet. Si quidem unus ac singularis Deus in lege et in prophetis et in Evangeliis et in aposto lis, in Vetere Novoque Testamento prædicatus ac nuntiatus est, Pater et Filius et Spiritus sanctus. Neque vero confusum quiddam ipsa Divinitas est, sed perfecta revera Trinitas est; perfectus Pater, perfectus Filius, perfectus Spiritus sanctus; una divinitas, unus Deus, cui gloria, honor et imperium in sæcula sæculorum. Amen. XIX. Ejusmodi catholica fides, ac vitæ nostræ opus est hoc veritatis munimentum: hæc est Chri sti virgo et innocens columba: hæc vita, spes et firmamentum immortalitatis est. Verum id a vobis omnibus, qui hæc nostra lecturi estis, magnopere precor, ut mentis meæ tenuitati imbecillitatique condonare velitis; quæ ob ingens illud hæreseon virus velut stuporem quemdam ac tædium et mole stiam, respuentis ac nauseantis instar, contraxit id, inquam, condonetis velit, si forte acerbius in quempiam invecti sumus, ut nonnullos exsecran dos, aut circulatores, 1102 aut aberrantes, aut impostores dixerimus. Nam præ veneni illius mole stia (cum alioqui facile in quemquam dicta jacere non soleamus) necesse habuimus istiusmodi illos appellare verbis, ut ab ea suspicione quorumdam revocaremus animos, quod in illorum dictis factis. que divulgandis apertam nullam animi nostri si gnificationem dedissemus, nos ab impia cujusque læresis opinione non abhorrere. Qua de re paucis peris hujus initio præfati sumus ac præmuniendum Jectorem putavimus, non sine præfatione veniæ, ne quis injuriarum nos reos ageret, quasi causæ boni tate victi ad dicteria probraque confugeremus. In eodem vero proœn:io significavimus, quænam a no 1 Joan. v, 29. * Matth. xxvi, 19. • F. Diversa interpunctione hæc distincta legun tur in Pelaviana editione, etc. Εt in Latina interpre tatione, perturbata Epiphanii mente dicitur, quæ per fidem servat; spe corroboratur, Christi charitate, nec non, etc. Quæ a Thomasio bene restituta vides. F. F. Petavius reddit apud Apostolos; sed melius dicitur in Apostolis. Veteres enim Apostolos vocabant libros Epistolarum cano nicarum Novi Testamenti. sed veram lectionem ex Regio restituimus.

ADVERSUS HERESES LIB. III. TOM. bis tractande essent hæreses, tum quot in libros totum opus esset distributum, deinde quot et cu jusmodi in unumquemque librum conjecta sint. Quæ memoriæ causa ad lectorum utilitatem libet hoc loco repetere. XX. Tres itaque libri sunt septem in tomos par titi. Primus liber hæreses sex et quadraginta com plectitur quarum nomina singillatim percensen tur, servato prioris et posterioris ac reliquarum deinceps ad postremam usque libri totius ordine. Ergo primus liber tomis tribus XLVI hæreses conti net; secundus tomis duobus hæreses XXI; ter tius denique duobus tomis hæreses xi. Vos igitur omnes, qui communem hunc mecum laborem ca pessitis, et hanc nostram lucubrationen patienter evolvere studetis, rogo plurimum et exhortor, et uti digni sitis postulo fructuin istinc aliquem et utilitatem capere, atque hæreseon molestiam ae perniciem ab animis vestris longissime removere. Non enim illas cujusquam ad fraudem exitiumque patefecimus, sed ad utilitatem atque cautionem, ne add commemoratas illas hæreses illecebris ullis quisquam pertrahatur. Porro ubi totum istud opus, ejusve partem aliquam legendo percurreritis, Deum pro nobis obsecratote, et illud impetrare studetote, nobis ut ille locum aliquem in saneta solaque ca tholica et apostolica Ecclesia, eademque vera, vi vifica, salutarique tribuat, tum ut nos ab hæresis omnis contagione liberet. Quod si quidpiam, ute pote homines, qui incomprehensibilem et inexpli cabilem illam divinitatem penitus assequi, et ad extremum usque penetrare 1103 non possumus, sed in angustias eas conjecti, ut divini numinis propugnandi gratia quaedam pro humano captu disserere coacti simus; si quid, inquam, paulo au dacius fecimus, condonante Deo, vos et istud mihi condonare velitis. Ac rursum illud mea causa petite, uti Dominus, quam ab eo sortem conditionem que precati sumus, in sanctissima sua religione, quæ sola ab omni contradictione libera est, conce dere non gravetur, ac peccatorum meorum, quæ bene multa sunt, gratiam facere, in Christo Jesu Domino nostro: per quem et cum quo gloria Patri cum Spiritu sancto in sæcula. Amen. 1 Cant. vi, 8. Egregia dein ceps ac singularis disputatio sequitur de præcipuis Ecclesiæ ritibus; quem velut characterem ac notam adhibet, quo ab adulterinis conventiculis catholica Ecclesia dignoscitur. Quibus nos argumentis ac signis perinde hoc tempore veram ac Romanam Ecclesiam a fæce novissimarum hæreseon secerni juns. Nam plerique omnes illi veteris Ecclesiæ mo res in Romanæ usu ac consuetudine resedcrunt. Quocirca pauci illi, qui supersunt, numeri magno ca XXI. Hactenus igitur quænam esset unius et ca tholicæ Ecclesiæ fides, simplicis, inquam, illius et innocentis columbæ, quæ unica est viro suo, uti scriptum est: Una est columba mea', nec non et de infinitis adolescentulis, quarumn iniri numnerus non potest, qua potuimus brevitate disputavimus inprimisque de eadem Patris et Filii ac Spiri tus sancti substantia, deque perfecta Christi Do mini incarnatione, ac reliquis fidei capitibus. Nunc tholicis omnibus usui esse possunt, ut adversus novo rum hominum insaniam atque inscitiam opponantur. Ac si de singulis illis ritibus paulo accuratius verba facere vellem, ingentibus commentariis opus esset. Ne nihil vero dicam, præcipua quædam ex iis libare placuit, quæ in adversariis nostris, promde ut auctorem quemque in manus ceperam, promiscue adnotata reperi. (Vide in Appendice dis sertationem De veteribus quibusdam Ecclesiæ riti bus.)

cujus praesidio totum mare nando trajicere ac sa lutem comparare sibi possit; qui si aliquo fortasse casu exciderit, neque ex illo vaso, quem sperabat exitum consequi potuerit, tum vero fluctibus hau stus totum hoc negotium cum salute pessundabit sic Aetius ejusque sectatores Anomœi quod in Evangelio dictum a Domino legitur afferentes in medium, verbis quidem ipsis utuntur, sed eorum vim cum recte non intelligant, utrique vehementer ‹ aberrant. Cum enim occurrens iis aliquis divino ruin praceptorum mentionem injicit, ex illius 917 auctoritate dicti subjiciunt: «Nihil aliud a nobis flagitare Deum, quam ut cognoscamus ipsum, quem admodum Christus declaravit bis verbis: Da ipsis, Pater, habere in seipsis vilam. Hæc est autem vita, ut cognoscant te solum verum Deum, et quem misisti Jesum Christum. Nam et nonnullos referentes .audivimus, quod de illo se palam audisse testifi. carentur, cum quidam ob stuprum leuinæ illatum accusarentur, et ab aliis damnarentur, nihil illum commotum, sed factum illud risu ac ludibrio pro sequentem dixisse, nullius hoc esse momenti. Cor poris enim hanc esse necessitatem ac functio nem, quemadmodum aurem nonnunquam scalpimus (quanquam ea recensere non sine rubore possumus quæ impurus ille jactabat), sed ut, inquiebat, pin nula, vel festuca aurem scalpimus, atque hoc modo pruritus desinit, sic et id naturaliter nobis evenit, neque quisquam ea re facienda peccat. in V. Hæc et alia tum ejusmodi narrabat, ac disso lute et nequiter docebat, ut vel ex ipsis factis, cujus- " modi fuerit ille, constet, nosque ipsi Domini verbis, velut luce quadam, collustremur, qui sic admonet Attendite a falsis prophetis, qui veniunt ad vos in vestimentis ovium, intrinsecus autem sunt lupi rapa ces. fructibus eorum cognoscelis eos. Nunquid colligunt de spinis uvas, aut de tribulis ficus ¹? Sic igitur stolidissima illius in omnibus audacia hinc et illinc redarguitur: utpote qui contra Dominum ipsum effrenatum os attollere non dubitavit, eumque sine ullo pudore maledicta conjecit, ut ex ipsis petulantiæ ac dissolute libidinis fructibus pru dentiores quique periculum illius facientes ab iis dem illis colligendis abstineant. Neque enim e spi nis uva demeti potest, ut ex depravata doctrina sanctitas oriatur. Verum hæc de homine illo ab aliis accepta didicimus: in illius porro dogmnatibus cum multa sint furiosæ adversus Dominum ejus insolentiæ consentanea, pauca hoc loco de multis proferam, unaque ad ea refutanda dicam, quæ Do minus dicenda concesserit. Sane quidem ejusmodi est Anomæi illius in stabiliendo dogmate calumnia, nihil ut aliud præter sententiarum umbras 918 ac similitudines consectetur, quæ tametsi ex Scri pturis ipsis afferantur, longe tamen alium sensum continent, ut cum aliam omnino vim et potestatem habeant, ab illo tamen contrariam ad mentem detorqueantur. * Joan. xvii, 3. * Matth. vi, 15 16. 3 F.

ADVERSUS HÆRESES LIB. III. TOM. II. diaconi gradu rejicitur. Secundum hos gradus le ctorum ordo ex omnibus ordinibus eligi potest, hoc est, e virginibus, monachis, continentibus, viduis et iis, qui honestis matrimoniis illigantur. Imo, si necessitas tulerit, ex illis etiam asciscuntur, qui post prioris uxoris obitum cum altera sese copula rint: quippe lector non sacerdos est, sed tanquam divini verbi scriba. At diaconissæ ad hunc unum usum adhibentur, ut mulierum decoris et honesta tis causa sint administræ, si id forte necesse fuerit, sive dum baptismo initiandæ sunt, sive dum earum corpora perscrutanda. Illæ quidem univiræ et continentes esse debent, vel post unas nuptias viduæ, vel perpetuæ virgines. Post illos omnes ordines deinceps exorcistæ sequuntur, et interpretes ex una lingua in aliam vel in lectionibus vel in concionibus. Sequuntur laborantes, qui mortuorum corpora curant. Tum ostiarii ac reliqui¸ disciplinæ causa ordines instituti. xal adhibuit ad sextum usque sæculum Ecclesia, munus et officium paucis hic delibat Epiphanius. Plura de iisdem scripsit in hæresi 79, numeris 3 et 4, ubi inter cætera hæc invenies, quæ ad characterem et officium illarum spectant. Quanquam vero dia conissarum in Ecclesiu ordo sit, non tamen ad sa cerdotii functionem, aut ullam ejusmodi admini strationem institutus est, d'oùyi els tò lepateúsiv, OŮDÉ TI ¿TIXEɩpelv, sed ul muliebris sexus hone stati consulatur; sive at baptismi tempore adsil; sive at inspiciat si quid passa sit, aut molestiæ pertulerit; sive ut cum nudandum est mulieris corpus, interveniat; ne virorum, qui sacris operan tur, aspectui sit exposita; sed a sola diaconissa vi dealur: quæ sacerdotis mandato mulieris curam gerit, quo tempore vestibus exuitur. Qua in re cum ordinis illius modestia, tum ecclesiastica disciplinæ prudenter admodum ex canonis præscripto est ac regula consultum. Evolve, si lubeat, Thomasinun memorato superius lib. it partis 1, capitibus 50 et 51. proprie fidelium conventus dice bantur a Græcis, quibus sacra persolvebantur offi cia, divinæ legebantur Scripturæ, martyrum acta, Ecclesiarum epistolæ præclariores; sacri habe bantur sermonės, psalmodiæ opera impendebatur; divina celebrabantur, quoties opus erat, mysteria. Ita vocem illam interpretatus est Fronto Ducæus ad S. Joan. Chrysostomi orationem 11 in Judæos. Fron tonem sequitur ad locum Epiphanii præsentem Pe tavius, quem consule multa de synaxibus sacris perdocte disserentem. Constat Latinos Patres Sta tiones appellavisse, quæ Græcis dicebantur synaxes. Plura de his dat Petavius loco mox laudato. etc. Quod Epiphanius admonet, triplicem illam synaxin dierum totidem ab apostolis esse traditam, haud scio an satis certo constare queat. Nam primis Ecclesiæ temporibus unus duntaxat Dominicus dies ad eam rem observa tus videtur, ut ex Apostole, 1 ad Cor., cap. xvi, col ligitur. Quin etiam Justinus Martyr Apol. 11, cum de Christianorum conventibus agit, solius Dominica meminit, Quare magis id ex privato Ec clesiæ cujusque ritu, quam ex communi apostolorum præscriplo derivatum existimo, ut quarta sextave XXII. Sacri porro conventus et synaxes ab apostolis instituti sunt his potissimum diebus, quarta et sexta feria et Dominica; at quarta et sexta feria in jejunio ad horam usque nonam propterea quod quarta feria comprehensus est Dominus et vi feria crucifixus. Ideo per illos dies jejunandum esse decreverunt apostoli, ut impleatur illud quod scriptum est: Cum ablatus fuerit ab feria, aut etiam sabbato synaxes conventusque fie rent. Quam in rem egregius est Augustini locus Epist. 118 (in novis vero editionibus Epistola illa est in ordme 54, et locus de ea allegatus legitur in cap. 11), qui mihi hic ascribendus videtur: «Alia vero, inquit, quæ per loca terrarum regionesque variantur; sicuti est quod alii jejunant sabbato, alii vero non: alii quotidie communicant corpori et sanguini Dominico; alii certis diebus accipiunt: alibi nullus dies intermil titur quo non offeratur; alibi sabbato tantum et Do minico, alibi tantum Dominico; et si quid aliud hujus modi animadverti potest, totum hoc genus rerum libe ras habel observationes. › Innocentius porro Epist. 1, cap. 1v (ea Innocentii 1 Epistola ad Eugubinum epi scopum Decentium data, in conciliorum editionibus prima quidem in ordine est; sed in Petri Coustantii recensione est xxv), ſeria vi, et sabbato sacramenta minime celebrari scribit, his verbis: «Quod utique non dubium est, in tantum eos jejunasse (de apo stolis loquitur) biduo memorato, ut traditio Ecclesiæ kabeat, illo biduo sacramenta penitus non celebrari.» In Mediolanensi Ecclesia quotidie sacrificium obla tum ex Ambrosio constat, qui serm. 34 ita loqui tur (Sermo ille in Romana Ambrosii editione 34, in recentiori 25 censetur de sermonibus S. Am. brosio ascriptis, et in Appendice rejectis): «Moneo etiam, ut qui juxta Ecclesiam est, et sine gravi im pedimento potest, quotidie audiat missam; et qui potest, omni nocte ad matutinum veniat. › Et paulo post: In Quadragesima vero moneo, ut die omni, aut saltem, ut dixi, omni Dominica, offeralis, ut communicetis. Varia igitur admodum per Ecclesias consuetudo fuit. Hæc Petavius inter illa bene multa, quæ ad nostrum Epiphanii locum adnotavit. igitur statis quibusdam diebus cum jejunio conjungebantur, in aliis vero minime. Id est, decreta est Christi comprehensio a concilio Judæorum, Juda paciscente cum illis de mercede proditionis. Vide canonem 15 S. Petri episcopi Alexandrini et martyris. [llujusce Patrolo gia tom. XVIII.] Quartæ et sexta feriæ jejunium fuisse antiquitus servatum asseruere et Patres Epiphanio antiquiores, Clemens Alexandrinus præsertim et Tertullianus. Fuisse vero ab apostolis institutum non constat.

illis sponsus, tunc jejunabunt in illis diebus '. Ne que vero ut ei gratificemur qui nostra causa pas sus est, instituta sunt jejunia, sed ut salutis no stræ causa passionem illam profiteamur, quam pro nobis Dominus ipse suscepit, atque ut hæc a Deo jejunia expiandis nostris sceleribus impu tentur. Porro istiusmodi jejunium toto anno in Ecclesia catholica diligenter observatur, quarta, uti dixi, sextaque feria ad horam usque nonam ' exceptis quinquaginta Pentecostes die bus, quibus neque genua lectuntur, neque jeju nium indicitur, pro illis vero conventibus qui ad horam nonam quartis sextisve feriis celebrari con sueverunt, per illos dies perinde ac Dominica die matutinis boris synaxes obeuntur. Neque vero totis illis duntaxat quinquaginta Pentecostes die bus ulla, uti dixi, jejunia sunt, sed neque Epipla niorum die, quo Dominus secundum carnem natus est, jejunare licet, tametsi in quartam feriam vel sextam inciderit. At qui pietati student, egregia quadam ac laudabili voluntate, perpetuo (solis Do minicis ac Pentecostes diebus exceptis) jejunia sibi ac vigilias imponunt. Nam Dominicas omines festas esse hilaresque catholica sanxit Ecclesia, ac so lemnes synaxes matutinis horis indicit, nec ulla jejunia celebrat; absurdum enim est jejunare Do minico die. Cæterum ante septem Paschatis dies Quadragesimam observare atque in jejuniis per severare eadem consuevit Ecclesia; Dominicis vero nullis omnino, adeoque nec ipsius quidem Quadragesimæ jejunare solet. Præterea sex illos Paschatis dies xerophagia, hoc est arido victu transigunt populi omnes, hoc est panem duntaxat cum sale et aqua sub vesperam adhibent. Imo vero nonnulli ad biduum vel triduum vel quatri duum usque jejunia prorogant. Alii totam hebdo madem usque ad sequentis Dominica gallicinium sine cibo transmittunt. Pervigilia vero sex obeunt itemque synaxes his sex diebus et in tota Quadra gesima ab hora nona usque ad vesperam celebrant. At quibusdam in locis in ea solum nocte, quæ quintam feriam sequitur et in feriam sextam de sinit atque in ea quæ Dominicam antecedit, per vigilant. Aliis in locis quinta feria divini mysterii cultus hora nona celebratur, atque ita missio po puli fit, ut in aridorum usu persistant. Alibi vero divini mysterii cultus non prius indicitur, quam Dominicus dies illuxerit, cum sub gallorum can tum dimittitur populus in ipso Resurrectionis festo, ac solenini celeberrimoque Paschatis die, quemadmodum præscriptum est. Quod ad alia mysteria pertinet, ut baptismi 1106 et quæ interiora sunt, ea ritibus illis ac cæremoniis obeuntur, quæ es Evangelio et apostolorum auctoritate ac traditione profectæ sunt. ' Luc. v, 35. Que sine jejunio cele brabantur Stationes, ut Dominicis diebus, in Pentecoste et in Epiphania, matutinis fiebant boris. Hora autem absolvebantur nona, quæ jeju nium habebant adjunctum. clc. Paschales illic denotare vult dies septem, qui, a solemni Paschatis die nu‐ p merati, insequens desinunt in Sabbatum. Ante dies illos Quadragesima servatur. Duplex animadverte jejunii genus, aliud, quod solvebatur hora nona, ut illud y et vi feriæ: aliud vero, ut Quadragesimale, quod ad vesperas usque producebatur. In Cana Domini missa.

venefcia, astronomiam, auguria, sortitiones, in cantationes, amuleta, quæ phylacteria vocantur. Ad hæc, theatra et equestres ludos et venationes ac musicos damnat, et maledicentiam omnem, de tractionem, pugnam atque rixam, blasphemiam, injuriam, avaritiam et usuram. Negotiatores non admodum probat, sed in omnium infimo loco con stituit. Oblationes ab his, qui injuria neminem affecerint, neque scelus aliquod perpetrarint, sed juste vitam instituant, admittit. Preces ad Deum assidue easdemque frequentissimas ac sedulas et cum genuflexione in constitutis diebus, noctu et interdiu fundere præcipit. Porro quibusdam in locis sacri conventus et synaxes etiam sabbatis in dicuntur. Illud vero non ab omnibus, sed a pra stantioribus observatur, ut ne dejerent omnino, neque convicium cuiquam faciant, aut imprecen tur, pro eo ac Salvator jussit: adeoque quoad in ipsis situm est, nunquam omnino mentiantur. Plerique vero bona sua vendunt et in pauperes distribuunt. XXV. Forma quidem ac nota Ecclesiæ catholicæ est ejusmodi, cum ea fidei formula quam supra proposuimus; et hæ leges ac decreta in ea cele brantur. Haec est, inquam, Ecclesiæ forma ex lege, prophetis, apostolis et evangelistis conflata: quæ exquisiti cujusdam antidoti instar est, ex multis nnguentis ad eorum salutem qui uti voluerint, confecti de voluntate Patris et Filii ac Spiritus sancti. Hæc est venerandæ Christi sponsæ nota peculiaris ac descriptio, hæc illius dos et hære ditatis testamentum, hæc coelestis ipsius sponsi Jesu Christi Domini 1108 voluntas. Per quem et cum quo Patri gloria, honor et imperium cum sancto Spiritu in sæcula sæculorum. Amen. c Omnes qui hic sunt fratres plurimum vos salu tant: sed in primis Anatolius, qui has contra octo ginta hæreses disputationes notarum compendiis cum ingenti labore ac prolixa voluntate in schedis excipere atque emendare meruit: necnon et Hy patius venerabilis diaconus, qui idem illud opus e schedis in quaternionibus descripsit. Pro quibus Deum obsecrare dignemini, reverendi ac charis simi fratres. Pax Domini nostri Jesu Christi, gratia et veritas secundum ejus mandatum, cum omnibus vobis perpetuo sit, honestissimi ac cha rissimi fratres. Amen.

PG 42:819
PG 42:821
PG 42:827
PG 42:831
Second witness · khazarzar edition

τοῦ πονηροῦ καὶ εἰς τὰς ἐμπαθεῖς ἐξέλκοντα πολλάκις φαντασίας τὴν ψυχήν, ὃν ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοὸς ἔφη, καὶ ἕτερον τὸν κατὰ τὴν ἁμαρτίαν ἐκ τῆς ἐπιθυμίας ἐνσκιρρώσαντα ἐν τῇ σαρκί, ὃν ἁμαρτίας νόμον οἰκοῦντα ἐν τοῖς μέλεσιν ἐκάλεσεν· ᾧ ἐπιβαίνων ὁ πονηρὸς καὶ ἐποχούμενος πολλάκις καθ' ἡμῶν ἐγκελεύεται, πρὸς ἀδικίαν ἡμᾶς καὶ πράξεις συνελαύνων κακάς. ὁ γὰρ ἔξωθεν εἰσπνεόμενος ἀπὸ τοῦ πονηροῦ νόμος καὶ διὰ τῶν αἰσθήσεων καθάπερ ἀσφαλτῶδες ῥεῦμα ἔνδον εἰς αὐτὴν ἐκχεό.497 μενος τὴν ψυχὴν ὑπὸ τοῦ ἐν τῇ σαρκὶ κατὰ τὴν ἐπιθυμίαν ὑπάρχοντος κραταιοῦται νόμου. φαίνεται γὰρ ὡς ἐν αὐτοῖς ἡμῖν τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον ὄν, καὶ ὅταν μὲν τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατέστερον γενηθῇ, φέρεται ὅλος πρὸς τὸ ἀγαθὸν ὁ νοῦς· ὅταν δὲ τὸ χεῖρον ἐπιβρίσῃ πλεονάσαν, ὃ ἀντιστρατεύεσθαι τῷ ἐν ἡμῖν λέγεται ἀγαθῷ, ἄγεται πάλιν ἀντιστρόφως πρὸς φαντασίας παντοδαπὰς ὁ ἄνθρωπος καὶ λογισμοὺς χείρονας. 62. Οὗ δὴ καὶ χάριν ὁ ἀπόστολος εὔχεται ῥυσθῆναι, θάνατον αὐτὸ καὶ ὄλεθρον εἶναι ἡγούμενος, ὥσπερ δὴ καὶ ὁ προφήτης «ἀπὸ τῶν κρυφίων μου» λέγων «καθάρισόν με». αὐτὰ γοῦν τὰ ῥήματα τοῦτο παρίστησιν «συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω» λέγοντος «ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου»; οὐ τὸ σῶμα θάνατον ἀποφηνάμενος, ἀλλὰ τὸν νόμον τῆς ἁμαρτίας τὸν ἐν τοῖς μέλεσι τοῦ σώματος διὰ τῆς παραβάσεως ἐν ἡμῖν ἐμφωλεύοντα καὶ πρὸς θάνατον ἀεὶ τὸν τῆς ἀδικίας τὴν ψυχὴν ἐμφαντάζοντα. ἐπιφέρει γοῦν εὐθέως, ἀμέλει διαλυόμενος ἀπὸ ποίου θανάτου ἐγλίχετο ῥυσθῆναι καὶ τίς αὐτὸν ὁ ῥυόμενος ἦν· «χάρις τῷ 2.498 θεῷ διὰ Ἱησοῦ Χριστοῦ». προσεκτέον γὰρ ὅτι, εἰ τὸ σῶμα θάνατον τοῦτο, ὦ Ἀγλαοφῶν, ὡς ὑπειλήφατε, ἔλεγεν, οὐκ ἂν τὸν Χριστὸν ὡς ῥυόμενον αὐτὸν ὕστερον ἐκ τοῦ τοιούτου κακοῦ παρελάμβανεν· ἐπεὶ τί παραδοξότερον ἢ πλέον ἀπὸ τοῦ Χριστοῦ τῆς παρουσίας ἐσχήκαμεν; τί δὲ καὶ ὁ ἀπόστολος ὅλως, ὡς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυνάμενος ἐκ τοῦ θανάτου ὑπὸ θεοῦ ἐλευθερωθῆναι τούτου ἐφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον συνέβαινε θνῄσκειν; ἐρρύοντο γὰρ χωριζόμενοι πάντες τῶν σωμάτων κατὰ τὴν ἀπὸ τοῦ βίου τούτου ἔξοδον, ἀλλὰ καὶ ὡσαύτως δὲ πᾶσαι αἱ ψυχαί, καὶ αἱ τῶν ἀπίστων καὶ πιστῶν καὶ τῶν ἀδίκων καὶ δικαίων, ἐχωρίζοντο τῶν σωμάτων κατὰ τὴν ἡμέραν τῆς τελευτῆς. τί οὖν ὁ ἀπόστολος πλέον παρὰ τοὺς ἄλλους λαβεῖν τοὺς ἐν ἀπιστίᾳ διατρίψαντας ἐσπούδαζεν; ἢ διὰ τί ῥυσθῆναι ἀπὸ τοῦ σώματος ηὔχετο, ὃ καὶ εἰ μὴ ἤθελε, πάντως ἂν συνέβαινεν αὐτῷ, καθάπερ δὴ καὶ πᾶσι κεῖται τὸ τελευτῆσαι καὶ χωρισθῆναι τὰς ψυχὰς αὐτῶν ἀπὸ τῶν σωμάτων, εἴ γε θάνατον τὸ σῶμα τῆς ψυχῆς ὑπετίθετο; ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαοφῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν ἔνδον διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἧς ὁ θεὸς αὐτὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐρρύσατο. «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», ὅπως «ὁ ἐγείρας Ἰησοῦν ἐκ νεκρῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν ζωοποιήσῃ καὶ τὰ θνητὰ σώματα ἡμῶν», «τῆς ἁμαρτίας τῆς ἐν τῷ σώματι κατακριθείσης» πρὸς ἀναίρεσιν, «ἵνα τὸ δικαίωμα τοῦ» 2.499 κατὰ τὴν ἐντολὴν πρὸς τὸ ἀγαθὸν ἡμᾶς ἐφελκομένου φυσικοῦ «νόμου» φανερωθῇ ἐξαφθέν, ὃ ἀσθενῆσαν, τῆς σαρκὸς κεκρατημένης τῇ ἁμαρτίᾳ, πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ ταῖς ὑλικαῖς φροντίσιν ἐπεχώννυτο. «τὸ γὰρ ἀδύνατον τοῦ ἐν ἡμῖν φυσικοῦ νόμου, ἐν ᾧ ἠσθένει» ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενον τῆς ἐγκειμένης ἐν τῷ σώματι, ὁ θεὸς ἀνερρώσατο, πέμψας τὸν υἱὸν ἑαυτοῦ, τὴν ὁμοίαν τῇ σαρκὶ τῆς ἁμαρτίας σάρκα ἀνειληφότα ἀληθείᾳ γὰρ καὶ

332

οὐ δοκήσει ἦν ὃ ἐφάνη, ἵνα τῆς ἁμαρτίας κατακεκριμένης πρὸς ἀναίρεσιν «εἰς τὸ» μηκέτι «καρποφορῆσαι» ἐν τῇ σαρκὶ τὸ δικαίωμα τοῦ φυσικοῦ νόμου πληρωθῇ, πλεονάσαν τῇ ὑπακοῇ τοῖς μὴ κατὰ τὴν ἐπιθυμίαν τῆς σαρκὸς περιπατοῦσιν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν τοῦ πνεύματος καὶ τὴν ὑφήγησιν. «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς», ὃ δή ἐστι τὸ εὐαγγέλιον, ἕτερος ὢν τῶν προειρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ὑπακοὴν τεθεὶς καὶ ἄφεσιν ἁμαρτημάτων, «ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», νικήσας ἐκ παντὸς τὴν ἁμαρτίαν βασιλεύουσαν τῆς σαρκός. Ἃ μὲν οὖν δὴ προβάλλονται καὶ ἐκ τῶν τοῦ ἀποστόλου ῥητῶν, οὐκ ὀρθῶς αὐτὰ ἐξηγούμενοι, σαφηνίσας ἔφην, ὦ Θεόφιλε· τρέψομαι δὲ καὶ πρὸς τὰ ἕτερα, ἐάνπερ τὸν βοηθήσοντα ἡμῖν πρὸς τὴν διέξοδον εὕρωμεν τοῦ λόγου. ἄπορα γὰρ καὶ οὐ πάνυ ῥᾴδια πρὸς καθαίρεσιν τὰ ἑξῆς. διὸ καὶ ὀκνηρότερον αὐτῶν ἅπτομαι, μακρὰν καὶ χαλεπὴν αὐτῶν ὁρῶν τὴν ἀπόδειξιν ἐσομένην, ἐὰν μή τις ἡμᾶς αὔρα συνέσεως ἄφνω ἐξ οὐρανοῦ καταπνεύσασα καθάπερ ἐν μέσῳ νηχομένους πελάγει εἰς ὅρμον τινὰ ἀκύμονα καὶ ἀπόδειξιν ἀποκαταστήσῃ ἀσφαλεστέραν. ΕΩΣ ΩΔΕ ΤΟ ΜΕΡΟΣ ΤΩΝ ΜΕΘΟΔΙΟΥ. 2.500 63. Ταῦτα μέν ἐστιν ἃ ἀπὸ μέρους καθ' εἱρμὸν ἐκ τῶν ὑπὸ τοῦ μακαρίτου Μεθοδίου, τοῦ καὶ Εὐβουλίου, περὶ τοῦ προειρημένου Ὠριγένους καὶ τῆς αὐτοῦ διὰ σοφιστικῆς πλάνης κακοπιστίας ἐν τῷ αὐτῷ περὶ ἀναστάσεως λόγῳ *, ἃ ἐνταῦθα παραθέμενοι ἱκανῶς ἔχειν ἐνομίσαμεν πρὸς τὰς ἐκείνου φλυαρίας καὶ τὴν αὐτοῦ ἀνατροπὴν * τῆς τῶν ἀνθρώπων ζωῆς δι' ἐπιπλάστου ἐξ Ἑλληνικῆς δεισιδαιμονίας κακοηθείας. πολλὰ γὰρ καὶ ἕτερα ἐν τῇ περὶ τῆς ὑποθέσεως ἀκολουθίᾳ τῷ προειρημένῳ Μεθοδίῳ, ἀνδρὶ λογίῳ ὄντι καὶ σφόδρα περὶ τῆς ἀληθείας ἀγωνισαμένῳ, εἴρηται, πάντως που καὶ ἐπὶ τοσαῦτα ἕτερα. ἀλλ' ἐπειδὴ ἐπηγγειλάμεθα καθ' ἑκάστην αἵρεσιν ὀλίγα πρὸς τὴν αὐτῆς ἀνατροπὴν λέγειν οὐ γάρ εἰσιν ὀλίγαι, ἕως ὧδε ἐκ τῆς αὐτοῦ πραγματείας παραθέμενοι ἠρκέσθημεν. ὀλίγα δὲ καὶ αὐτοὶ ἐκ τῆς ἡμῶν πτωχείας εἰς τὴν αὐτὴν τοῦ ἀνδρὸς φλυαρίαν ἔτι προσθέμενοι καταπαύσομεν τὸν κατ' αὐτοῦ ἀγῶνα, τῷ θεῷ ἀποδεδωκότες τὸ βραβεῖον τῷ νικοποιῷ καὶ τὴν αὐτοῦ ἐκκλησίαν τῇ ἰδίᾳ αὐτοῦ φιλανθρωπίᾳ πάντοτε στέμμασιν ἀμαραντίνοις κατακοσμοῦντι τοῖς τῆς ἀληθείας κηρύγμασιν. λέξομεν τοίνυν καὶ αὐτοὶ πρὸς αὐτὸν κατὰ δύναμιν. Φάσκεις, ὦ οὗτος, ὡς καὶ ἄνω μοι προδεδήλωται ἐπισκώπτων· μὴ ἄρα βυρσοδέψης ἦν ὁ θεός, ἵνα χιτῶνας δερματίνους τοῖς περὶ τὸν Ἀδὰμ ποιήσῃ, μηδέπω ζῴων τεθυμένων; εἰ δὲ καὶ ἐτύθη ζῷα, * οὐκ ἦσαν, φησί, χιτῶνες δερμάτινοι, ἀλλὰ τὸ γήϊνον ὃ περικείμεθα 2.501 σῶμα. καὶ πανταχόθεν ἐλέγχῃ τῇ τοῦ διαβόλου ἐπιπνοίᾳ καὶ τῇ τοῦ ὄφεως δολιότητι παρακολουθῶν, φθορὰν ἀπιστίας τῇ ἀνθρωπότητι ἐργαζομένου καὶ τὴν Εὔαν ἐξαπατήσαντος καὶ ἀεὶ τὰς διανοίας τῶν ἀκεραίων ψυχῶν τῇ πανουργίᾳ † ἐν ταῖς αὐτῶν διανοίαις παραφθείροντος. ἴδωμεν τοίνυν εἰ δύναται τὰ ὑπὸ σοῦ εἰρημένα ἔχειν στάσιν, ὦ τοσαῦτα μοχθήσας καὶ εἰς μάτην ἐλάσας τὸν περὶ τῆς τοσούτων βίβλων συγγραφῆς ἀγῶνα. εἰ γάρ ἐστιν ἀληθές, ὃ περὶ σοῦ ᾄδεται, ὅτι ἑξακισχιλίους βίβλους συνεγράψω, ὦ ματαιόπονε, καὶ τὸν πάντα κάματον εἰς ψόγους καὶ δόλους ματαιότητος ἀναλώσας φρούδως καὶ κενὴν τὴν σὴν ἐργασίαν καταστήσας, διὰ τῶν ἀναγκαίων πταίσας δι' ὧν παρεχάραξας τὴν ἀνάστασιν, ἀνέλπιστον 2.502 τὴν τῆς ἐμπορίας σου καματουργίαν περιεποιήσω. εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, οὐδὲ ἡ ψυχή τι κληρονομήσει. μία γὰρ καὶ ἡ αὐτὴ κοινωνία τοῦ τε σώματος καὶ τῆς ψυχῆς καὶ μία ἐργασία. κάμνουσι δὲ πιστοὶ ἐν σώματι καὶ ψυχῇ διὰ τὴν μετὰ ἀνάστασιν τῆς κληρονομίας ἐλπίδα, ἥτις κατὰ σὲ οὐ γενήσεται. ἄρα ἡ πίστις ἡμῶν κενή, κενὴ δὲ καὶ ἡ ἐλπὶς ἡμῶν κατὰ τὸν ἐκ πνεύματος ἁγίου ἀποστολικὸν καὶ ἀληθῆ λόγον. ἀνάστασιν δὲ

333

παλιμβόλως καὶ αὐτὸς ὁμολογῶν, πεφαντασιασμένην δόκησιν καὶ οὐκ ἀληθινῶς ἔχων ἀναγκάζῃ μόνον τὸ ὄνομα λέγειν. ἀνάστασις γὰρ ποία ψυχῆς δύναται λέγεσθαι τῆς μὴ πιπτούσης μηδὲ θαπτομένης; ἀλλὰ δήλη ἐστὶν ἐκ τοῦ ὀνόματος ὅτι τοῦ πεσόντος σώματος καὶ ταφέντος ἡ ἀνάστασις πανταχοῦ τε καὶ ἐν πάσῃ γραφῇ ἐστιν κηρυττομένη ὑπὸ τῶν υἱῶν τῆς ἀληθείας. εἰ δὲ οὐκ ἀνίσταται, οὐκ ἔνι ἡ διὰ πασῶν γραφῶν κηρυττομένη ἀνάστασις. εἰ δὲ ἀνάστασις οὐχ ὑπάρχει, ματαία ἡ τῆς τῶν νεκρῶν ἀναστάσεως προσδοκία. οὐ γὰρ ψυχῶν ἀνάστασίς ἐστι τῶν μὴ πεσουσῶν, ἀλλὰ σωμάτων τῶν τεθαμμένων. εἰ δὲ καὶ μέρος τοῦ σώματος ἐγείρεται, μέρος δὲ ἀποτίθεται, ἄρα τοῦτο τὸ μέρος πῶς ἔσται; οὐ γὰρ δύναται ἐν σώματι εἶναι μέρη ἐγειρόμενα καὶ μέρη ἀποτιθέμενα καὶ καταλιμπανόμενα. Ὅτι δὲ ἔστι σῶμα ψυχικὸν καὶ ἔστι σῶμα πνευματικόν, οὐκ ἄλλο σῶμα πνευματικὸν καὶ ἄλλο ψυχικόν, ἀλλ' αὐτὸ ψυχικὸν αὐτὸ πνευματικόν, *. ὅτε μὲν γάρ ἐσμεν ἐν τῷ κόσμῳ καὶ τὰ σαρκὸς πράττομεν φθαρτὰ ἔργα, σώματα ἔχομεν ψυχικά· δουλεύομεν γὰρ τῇ ψυχῇ ἐν τῷ κόσμῳ ἐν ἀτοπίαις, ὡς καὶ σὺ ἔφης ἀπὸ μέρους. ὅτε δὲ ἐγειρόμεθα, οὐκέτι τῆς ψυχῆς ἡ δουλεία, ἀλλὰ πνεύματος ἡ ἀκολουθία, ἀπ' ἐντεῦθεν ἤδη ἔχουσα τὸν ἀρραβῶνα διὰ τοῦ εἰρημένου «εἰ ζῶμεν πνεύματι, πνεύ.503 ματι καὶ στοιχῶμεν· εἰ δὲ καὶ πνεύματι στοιχῶμεν, τὰς πράξεις τοῦ σώματος θανατοῦντες ζήσομεν». οὐκέτι γὰρ γάμοι, οὐκέτι ἐπιθυμίαι, οὐκέτι ἀγῶνες τοῖς ἐγκράτειαν ἐπαγγελλομένοις, οὐκέτι παραπτώματα ἁγνείας ἀντίπαλα, οὐκέτι ἐνέργειαι αἱ ἐνταῦθα πραττόμεναι, ἀλλ', ὥς φησιν ὁ κύριος, οἱ καταξιωθέντες ἐκείνης τῆς ἀναστάσεως οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' ὡς ἄγγελοί εἰσιν. 64. Ὡς καὶ μετετέθη Ἐνὼχ τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο. οὐ μετετέθη δὲ καὶ κατέλιπε τὸ σῶμα ἢ μέρος τοῦ σώματος. εἰ γὰρ κατέλιπε τὸ σῶμα, εἶδεν ἄρα θάνατον· ὁ δὲ σὺν σώματι μετατεθεὶς οὐκ εἶδε θάνατον. ἐν σώματι γὰρ ζῶντι ὑπάρχει, πνευματικῶς φερόμενος καὶ οὐ ψυχικῶς διὰ τὴν μετάθεσιν, καίτοι γε ἐν σώματι ὢν πνευματικῷ. ἀλλὰ καὶ περὶ τοῦ Ἠλία ὡσαύτως *, ὅτι ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, καὶ ἔστιν ἔτι ἐν σαρκί, σαρκὶ δὲ πνευματικῇ καὶ οὐκ ἐπιδεομένῃ τοῦ ἀεί, ὡς ὅτε ἐν τῷ κόσμῳ τούτῳ ὑπῆρχε, διὰ κοράκων τρέφεσθαι καὶ ἀπὸ τοῦ Χορρὰτ χειμάρρου πίνειν μηλωτήν τε ἐνδύεσθαι, ἀλλὰ τρέφεται ἑτέρᾳ τινὶ τροφῇ πνευματικῇ, ἧς ἐστι χορηγὸς ὁ τὰ κρύφια γινώσκων καὶ ἀόρατα κτίσας θεός, ἀμβροσίαν τινὰ καὶ ἀκήρατον ἔχων τὴν ἐδωδήν. Καὶ ὁρᾷς ὅτι αὐτὸ τὸ σῶμα τὸ ψυχικὸν αὐτὸ πνευματικόν, ὡς καὶ ὁ κύριος ἡμῶν ἀνέστη ἐκ τῶν νεκρῶν, οὐκ ἄλλο σῶμα ἐγείρας, ἀλλ' αὐτὸ τὸ ὄν, καὶ οὐχ ἕτερον παρὰ τὸ ὄν, αὐτὸ δὲ τὸ ὂν εἰς λεπτότητα μεταβαλὼν πνευματικὴν καὶ πνευματικὸν ὅλον συνενώσας, εἰσερχόμενος θυρῶν κεκλεισμένων, ὅπερ οὐκ ἐνδέχεται κατὰ τὰ ἡμέτερα σώματα ἐνταῦθα ὑπάρχειν τοῦτο διὰ τὸ παχυμερὲς καὶ οὔπω εἰς λεπτότητα συνενωθὲν πνευματικήν. τί οὖν ἦν τὸ εἰσελθὸν θυρῶν κεκλεισμένων; ἄλλο παρὰ τὸ ἐσταυρωμένον ἢ αὐτὸ τὸ ἐσταυ.504 ρωμένον; πάντως που οὐ δυνήσῃ, Ὠρίγενες, μὴ ὁμολογῆσαι αὐτὸ τὸ ἐσταυρωμένον. ἐλέγχει σε γὰρ διὰ τῆς τοῦ Θωμᾶ ἀκριβολογίας, ἐπειπὼν αὐτῷ «μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός». ἔδειξε γὰρ τύπον ἥλων καὶ τύπον λόγχης, καὶ αὐτὰς τὰς οὐλὰς ἀφῆκεν ἐπὶ τοῦ σώματος, καίπερ συνενώσας τὸ σῶμα εἰς μίαν ἑνότητα πνευματικήν. ἠδύνατο οὖν καὶ τὰς οὐλὰς ἀπαλεῖψαι, ἀλλ' οὐκ ἀπαλείφει, ἵνα ἐλέγξῃ σέ, ὦ θεήλατε. ἄρα οὖν ἦν τὸ σῶμα τὸ ἐν τῷ μνημείῳ ταφὲν τὸ τριήμερον καὶ σὺν αὐτῷ ἀναστὰν ἐν τῇ ἀναστάσει. ἔδειξε γὰρ καὶ ὀστᾶ καὶ δέρμα καὶ σάρκας, ὡς εἴρηκεν ὅτι «ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστᾶ οὐκ ἔχει, ὡς ὁρᾶτέ με ἔχοντα». πῶς οὖν εἰσῆλθε θυρῶν κεκλεισμένων; ἀλλ' ἵνα δείξῃ ὅτι σῶμα μέν ἐστι καὶ οὐ πνεῦμα τὸ ὁρώμενον, ἀλλὰ σῶμα πνευματικὸν καὶ οὐχ ὑλικόν, καίτοι γε σὺν ψυχῇ καὶ θεότητι καὶ ὅλῃ τῇ

334

ἐνανθρωπήσει, αὐτὸ ὂν ἀλλὰ πνευματικόν, αὐτὸ τὸ ποτὲ παχυμερὲς λεπτομερές, αὐτὸ τὸ ἐσταυρωμένον * καὶ αὐτὸ τὸ κεκρατημένον ἀκράτητον, συνενωθὲν καὶ συγκραθὲν τῇ θεότητι καὶ μηκέτι λυόμενον, ἀλλ' εἰς ἀεὶ διαμένον, μηκέτι ἀποθνῇσκον. «ἀνέστη γὰρ Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων»· ἀναστὰς δὲ «οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». 65. Ἵνα δὲ γνῷς καὶ τοῦτο, δι' ἣν αἰτίαν «ἀπαρχὴ τῶν κεκοιμημένων» λέγεται ὁ Χριστός–καίτοι γε οὐκ αὐτοῦ ἀρξαμένου ἀνίστασθαι· πρὸ αὐτοῦ γὰρ ἀνέστησαν δι' αὐτοῦ Λάζαρος καὶ ὁ υἱὸς τῆς χήρας, καὶ ἄλλοι καὶ διὰ Ἠλία καὶ διὰ Ἐλισσαίου. ἀλλ' ἐπειδὴ ἐκεῖνοι πάντες ἀναστάντες πάλιν τεθνήκασιν, οὕτω καὶ ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων. ἀναστὰς γὰρ «οὐκέτι ἀποθνῄσκει», ὡς † ἡ μέλλουσα ἀνάστασις εἶναι διὰ τῆς αὐτοῦ ζωῆς καὶ φιλανθρωπίας. εἰ δέ ἐστιν ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ἀνέστη ὅλον τὸ αὐτοῦ σῶμα σὺν τῇ θεότητι, φαίνεται ὅλη ἡ αὐτοῦ ἐνανθρώπησις ἀναστᾶσα, 2.505 καὶ μηδενὸς ἐξ αὐτῆς καταλειφθέντος, οὔτε σώματος οὔτε ἑτέρου τινός· «οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». καὶ τὸ μὲν περὶ ψυχῆς ἐν τῷ Ἅιδῃ σημαίνει τὸ μὴ καταλελεῖφθαι, τὸ δέ «τὸν ὅσιον», ἵνα δείξῃ τὸ ὅσιον σῶμα τὸ μὴ ἑωρακὸς διαφθοράν, ἀλλὰ ἀναστὰν ἄφθορον τὸ τριήμερον καὶ τῇ ἀφθαρσίᾳ συνηνωμένον εἰς τὸν αἰῶνα. Σὺ δὲ φάσκεις, ὦ οὗτος, ταῦτα τὰ σώματα εἶναι τοὺς δερματίνους χιτῶνας, οὐδαμοῦ τῆς ἀκολουθίας τοῦτο ἐχούσης, ἀλλὰ διὰ τὰ ἐν σοὶ ἀπ' ἀρχῆς σπέρματα καταβληθέντα τῆς ἀπὸ τῶν Ἑλλήνων ἐθνομύθου διδασκαλίας καὶ διὰ τὸν ἐκεῖθεν παροξυνθέντα σοὶ κακότροπον λογισμὸν τῆς περὶ τῆς ἀναστάσεως ἀπιστίας, φημὶ δὲ τῶν Ἑλλήνων σε εἰς τοῦτο ἀγαγόντον καὶ διδαξάντων. «ὁ γὰρ ψυχικὸς ἄνθρωπος» φησίν «οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν, ὅτι πνευματικῶς ἀνακρίνεται». εἰ μὲν γὰρ πρὸ τῆς παρακοῆς οἱ χιτῶνες τοῖς περὶ τὸν Ἀδὰμ ἐγένοντο, πιθανὸν ἂν ἦν σου τὸ ψεῦσμα καὶ δυνάμενον ἐξαπατῆσαι· ὅτε δὲ φαίνεται κατὰ τὸ τὴν Εὔαν πλασθῆναι *. πόθεν δὴ ἄρα ἐπλάσσετο; ἀλλὰ ἀπὸ σώματος δῆλον· «ἐπέβαλε» γάρ φησιν «ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν ἐκ τῶν πλευρῶν αὐτοῦ». πλευρὰ δὲ οὐδὲν ἕτερον τυγχάνει ἀλλὰ ὀστέον. ᾠκοδόμησε γὰρ «σάρκα ἀντ' αὐτῆς». σαρκὸς δὲ ὀνομαζομένης πῶς ἔτι προσδοκᾶται ἡ ταύτης ποίησις; καὶ ἀνωτέρω φησί «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν». «καὶ ἔλαβε» φησί «χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον». ὁ δὲ χοῦς καὶ σὰρξ οὐδὲν ἕτερόν ἐστιν ἀλλὰ σῶμα. εἶτα μετέπειτα «καὶ ἀναστὰς Ἀδὰμ ἀπὸ τοῦ ὕπνου εἶπε, τοῦτο ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου». οὔπω δὲ χιτῶνες δερμάτινοι, 2.506 οὔπω τὸ παρὰ σοῦ ψεῦσμα ἀλληγορούμενον ὑπῆρχεν. ὀστοῦν τοίνυν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, δῆλον ὅτι σώματα ἦσαν καὶ οὐκ ἦν ἀσώματος ὁ Ἀδὰμ καὶ ἡ Εὔα. «καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου καὶ ἔφαγεν», ὡς ὑπενοθεύθη ὑπὸ τοῦ ὄφεως καὶ γέγονεν ἐν παρακοῇ, «καὶ ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβη ὁ Ἀδὰμ καὶ ἡ Εὔα ἐν τῷ ξύλῳ». καὶ ὁ θεός φησι τῷ Ἀδάμ «ποῦ εἶ»; ὁ δὲ ἐλεγχόμενος ἀποκρίνεται «τὴν φωνήν σου ἤκουσα καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι». γυμνὸν δὲ ἄρα ποῖον ἔλεγε; τὴν ψυχὴν ἔλεγεν ἢ τὸ σῶμα; τὰ δὲ φύλλα τῆς συκῆς τίνα ἔσκεπε, τὴν ψυχὴν ἢ τὸ σῶμα; «καὶ τίς σοι εἶπε» φησίν «ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοὶ τούτου μόνου μὴ φαγεῖν ἀπ' αὐτοῦ, ἔφαγες»; καί φησιν «ἡ γυνὴ ἣν ἔδωκάς μοι ἔδωκέν μοι, καὶ ἔφαγον». πόθεν δὲ ἐδόθη ἡ γυνὴ ἀλλὰ ἀπὸ τῆς πλευρᾶς τουτέστιν ἀπὸ τοῦ σώματος, πρὶν ἢ τοὺς χιτῶνας αὐτοῖς δοθῆναι; καὶ τῇ γυναικί φησι «τί ὅτι τοῦτο ἐποίησας»; ἡ δὲ εἶπεν «ὁ ὄφις ἠπάτησέ με καὶ ἔφαγον καὶ ἔδωκα καὶ τῷ ἀνδρί μου». ὁ δὲ θεὸς τῷ ὄφει ἐπιφέρει τὴν κατάραν καὶ τῇ γυναικὶ τὴν

335

ὀδύνην καὶ τῷ ἀνθρώπῳ τὸ ἐν ἱδρῶτι φαγεῖν τὸν ἄρτον. καὶ μετὰ ταῦτα λέγει «ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα». καὶ μὴ ὑπολάβῃς δέ, ἀκροατά, ὅτι ἀποφαντικῶς εἶπεν ὁ κύριος ὅτι «ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν»· ἐλεγκτικῶς γάρ, τὴν οἴησιν τοῦ Ἀδὰμ πεισθέντος τῇ πλάνῃ τοῦ ὄφεως μεμφόμενος λέγει· μὴ ὃ ἐνόμισε γενέσθαι ἐγένετο, τουτέστιν μὴ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· ἐπιθυμήσας γὰρ Ἀδὰμ ὑψηλότερος γενέσθαι εἰς τὸ ἧττον ἐξέπεσε. τὸ δέ «ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα εἰς τὸ ξύλον τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα» οὐ φθονῶν ὁ θεὸς λέγει, ἀλλὰ ἐπεμέλετο τοῦ ἐλαττωθέντος σκεύους δι' ἑαυτοῦ, ἵνα μὴ μείνῃ ἠλαττωμένον εἰς τὸ διηνεκές· ἀλλ' ὡς ἄριστος 2.507 κεραμεὺς τὸ βλαβὲν δι' ἑαυτοῦ ἀγγεῖον ἐπιστρέψας εἰς τὸ ἴδιον φύραμα τὴν γῆν, ἐν τῇ ἀναστάσει ἀναπλάσῃ ἐν μηδενὶ ἠλαττωμένον τὸν δίκαιον, ἐν δόξῃ ἀθάνατον καὶ δυνάμενον ἀπολαύειν τῆς βασιλείας, καὶ τὸν ἄδικον ἐν τῇ τελείᾳ ἀναστάσει δυνάμενον ὑποφέρειν τῆς κρίσεως τὴν τιμωρίαν. οὐ γὰρ πονηρόν τι ἐφύτευσεν ὁ θεός· μὴ γένοιτο, ἀλλὰ καὶ αὐτὸ τὸ ξύλον ἐφύτευσε, καιρῷ δεκτῷ δέοντι διὰ τοῦ ἰδίου προστάγματος ἐπιτρέπων αὐτῷ λαβεῖν ἀπ' αὐτοῦ. ἀλλ' ἐρεῖς δι' ἐναντίας· πῶς οὖν πληροῦται τό «ἐν ᾗ δ' ἂν ἡμέρᾳ φάγησθε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», εἴπερ εἶχε φαγεῖν ἐξ αὐτοῦ; πάντως γὰρ φαγὼν οἵῳ δή ποτε καιρῷ ἐπλήρου τό «θανάτῳ ἀποθανεῖσθε». πρὸς δὲ τὸν τοῦτο λέγοντα πάλιν φημί «ὁ θεὸς ὁ εἰδὼς τὰ μέλλοντα πρὶν γενέσθαι, γινώσκων πρὸ τοῦ αὐτοῦ προστάγματος ὅτι ἀπατηθεὶς ἤσθιεν ἀπ' αὐτοῦ, ὥρισε τὸν θάνατον διὰ τὴν μέλλουσαν ὑπ' αὐτοῦ παράβασιν γενέσθαι.» ἐν τούτῳ γὰρ πλανώμεναι αἱ αἱρέσεις βλασφημοῦσι τὸν θεὸν λέγουσαι «καλὸς ὁ θεὸς τοῦ νόμου ὅτι ἐφθόνησε τῷ Ἀδὰμ καὶ ἐξέβαλεν αὐτὸν λέγων· ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ ζήσεται εἰς τὸν αἰῶνα». ἐλέγχεται δὲ αὐτῶν ἡ ἄνοια συκοφαντοῦσα. καὶ γὰρ οὐ μόνον οὐκ ἐκώλυσε φαγεῖν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς ἀπ' ἀρχῆς, ἀλλὰ καὶ προετρέψατο φήσας «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ». ἦν δὲ καὶ τὸ ξύλον τῆς ζωῆς ἓν ἀπὸ πάντων τῶν ξύλων τοῦ παραδείσου τῶν πρὸ ὀφθαλμῶν τοῦ Ἀδάμ. μόνου δὲ τοῦ ξύλου τοῦ εἰδέναι γνωστὸν ἀγαθοῦ τε καὶ κακοῦ εἶπε μὴ φαγεῖν. ἡ δὲ τοῦ Ἀδὰμ ἄπληστος διάνοια ἀκέραιος οὖσα καὶ * τῆς γυναικὸς αὐτοῦ Εὔας ἀπὸ τοῦ διαβόλου ἀπατηθείσης μᾶλλον ἐναντίον τῆς ἐντολῆς εἰργάσατο. ἐπειδὴ οὖν ἐν ἐλαττώματι γέγονεν δι' ἑαυτοῦ ὁ Ἀδάμ, οὐκ ἠθέλησεν αὐτὸν ὁ θεὸς ζῆν εἰς τὸν αἰῶνα ἐν ἐλαττώματι, ἀλλ' ὡς ἄριστος κεραμεὺς εἰς τὸ ἴδιον φύραμα τὸ ἀφανισθὲν σκεῦος δι' ἑαυτοῦ ηὐδόκησε μεταβαλεῖν, ἵνα ἐν τῇ παλιγγενεσίᾳ ἐκ τοῦ ἰδίου φυράματος πάλιν ὡς ἐπὶ τὸν 2.508 τροχὸν μεταβάλλοι, ἀνασκευάσας καὶ ἀνακαινίσας τὸ σκεῦος ἄνευ ἐλαττώματος εἰς τὸ δύνασθαι διηνεκῶς ζῆν. ἔνθεν τὸ πρῶτον μὲν ἀπειλεῖ θάνατον, τὸ δὲ δεύτερον οὐκέτι θάνατον λέγει, ἀλλὰ «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», μὴ παραδεδωκὼς θανάτῳ τὸν ἄνθρωπον. * * καὶ μεθ' ἕτερα «καὶ ἐποίησεν ὁ θεὸς χιτῶνας δερματίνους καὶ ἐνέδυσε τοὺς περὶ τὸν Ἀδὰμ καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ παραδείσου». καὶ ὁρᾷς ὅτι μάταιος ἡ παρὰ σοῦ καινοτομουμένη κενοφωνία, Ὠρίγενες. πρὸ πόσου γὰρ χρόνου ἦσαν σώματα τοῖς περὶ τὸν Ἀδάμ. 66. Εἰ δὲ τοῦτό σε ἀνακρίνει καὶ οὐ δύνασαι, ψυχικῶς διανοούμενος, τοῦ πνεύματος δέξασθαι τὴν χάριν, ἄπιστε καὶ ἐπέκεινα τῶν ἀπίστων τυγχάνων, λέγε μοι ἑκάστην ὑπόθεσιν ἐκ θεοῦ γεγονυῖαν, πόσην ἔχει τὴν θαυματουργίαν καὶ ἔκπληξιν; πόθεν ἐξ οὐκ ὄντων οὐρανὸς τέταται ἐν μετεώρῳ ἀναπεπετασμένος; πόθεν ἐστιλβώθη ἥλιος καὶ ἐκτίσθη ἡ σελήνη καὶ τὰ ἄστρα; ἐκ ποίου πρωτοτύπου ὕλης ἐλήφθη ἡ γῆ, ἐξ οὐκ ὄντων γινομένη; ἀπὸ ποίων φύσεων ἐτμήθη τὰ ὄρη; πόθεν ἡ σύστασις ὅλου τοῦ κόσμου, ἡ ἐξ οὐκ ὄντων

336

θεῷ πορισθεῖσα; πόθεν τῶν νεφελῶν ἡ σύστασις, ἣ ὑπὸ θῆξιν σκέπει τὸν οὐρανόν; πόθεν τοῦ κώνωπος καὶ τῆς σκνιφὸς διὰ προστάγματος θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ ὁ πορισμός; πῶς τὴν ξυλίνην ῥάβδον εἰς ὄφιν μετέβαλεν ἐψυχωμένον καὶ ἕρποντα; πόθεν τῇ χειρὶ τοῦ Μωυσέως τὸ εἰς χιόνα μεταβάλλεσθαι; οὕτω καὶ τότε ἠθέλησεν ὁ θεός, ὦ ἄπιστε, καὶ δερματίνους φύσει χιτῶνας ἄνευ ζῴων ἄνευ τέχνης τινὸς ἀνθρωπίνης καὶ πολυμόρφου ἐργασίας, ἅμα τε θέλων ἐποίησε τοῖς περὶ τὸν Ἀδάμ, ὡς ἀπ' ἀρχῆς ἅμα ἠθέλησε καὶ οὐρανὸς καὶ τὰ πάντα γεγένηται. καὶ περὶ τούτων πολλάκις ἔφημεν καὶ ἐν ἄλλοις τόποις καὶ ἀνωτέρω. καὶ τοῖς μὲν βουλομένοις * τὸ ζῆν σύντομος ἡ σωτηρία καὶ εὐθυέλεγκτος ἡ κακοπιστία, τοῖς 2.509 δὲ μὴ θέλουσι τὸ τῆς σωτηρίας καταδέξασθα. διδασκαλεῖον οὐδὲ ὁ πᾶς αἰὼν πρὸς διαλογὴν ἐξαρκέσειε, «κωφευούσης ἀεὶ τῆς ἀκοῆς δίκην ἀσπίδος κωφῆς καὶ τὰ ὦτα βυούσης, τοῦ μὴ καταδέξασθαι φωνὴν ἐπᾴδοντος φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ» κατὰ τὸν θεῖον λόγον· τοῖς δὲ υἱοῖς τῆς ἀληθείας, οἶμαι, ὠφέλιμος οὐκ ὀλίγως, κἄν τε οὐ διὰ πλάτους ὁ λόγος εἰρημένος ἐνταῦθά μοι κεῖται. 67. Ἐλεύσομαι δὲ εἰς τὸν περὶ ἀναστάσεώς σου ἐκ τοῦ πρώτου ψαλμοῦ λόγον. ὅταν γὰρ ἐξαπατήσῃς τοὺς ἀγνοοῦντας, τὸ σὸν φρόνημα ὑποβαλλόμενος, ὦ ματαιοπόνε, καὶ εἴπῃς, ὅτι τινὲς τῶν ἁπλουστέρων νομίζουσι τοὺς ἀσεβεῖς μὴ τεύξεσθαι ἀναστάσεως, καὶ ὕστερον δείξῃς τοὺς αὐτοὺς ἁπλουστέρους πάλιν ἐρωτωμένους ὑπὸ σοῦ ὅτι ποίου σώματος ἔσται ἡ ἀνάστασις καὶ ὡς ἀντεπαπορήσεις διὰ σεαυτοῦ ἐκ προσώπου τῶν ἁπλουστέρων κατὰ σὲ λεγομένων * καὶ γὰρ τοῦτο ἀνάγκη σαφῶς λέγειν, ἀγαθοὺς ἀποκαλεῖν τοὺς ἁπλουστέρους παρὰ σοὶ λεγομένους· οὐ γὰρ διὰ σεαυτοῦ ὁ λόγος οὐδὲ τῷ λόγῳ σου ἡ χάρις, ἀλλὰ τῇ ἀληθείᾳ τῇ ἀναγκαζούσῃ σε λέγειν τῶν δούλων τοῦ θεοῦ βελτιότητός τε καὶ ἀγαθότητος τεκμήρια. καὶ γὰρ καὶ ὁ ἐκτὸς λόγος λέγει «ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας». ἁπλοῦς δὲ εἰώθαμεν τοὺς ἀκάκους λέγειν, οἷς ἔπαινος παρὰ τῷ σωτῆρι ἐμφέρεται ἐν πολλοῖς τόποις, ὡς τῷ «γίνεσθε ἀκέραιοι ὡς περιστεραί» καὶ τῷ «ἄφετε τὰ παιδία ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν», τουτέστι τῶν ἁπλουστάτων. ἀπεκρίθησαν δέ σοι οἱ ἁπλούστεροι, ὡς λέγεις, τούτου τοῦ σώματος οὗ περικείμεθα εἶναι τὴν ἀνάστασιν. ἀνταπορούμενοι δὲ ὑπὸ σοῦ καὶ ἐρωτώμενοι· ὅλου ἢ μέρους; αὐτοὶ ἀνταποκρίνονται λέγοντες ὅτι ὅλου τοῦ σώματος. σοῦ δὲ κατὰ τὴν μέθοδον τῆς σου πολλῆς φλυαρίας φάσκοντος, μηδὲν τοῦτο δύνασθαι διὰ τὰ ἐκ τῶν σωμάτων ἐκρεύσαντα αἵματά τε καὶ σάρκας καὶ τρίχας καὶ τὰ ἄλλα τὰ διὰ πτυέλων ἐξ ἡμῶν ῥέοντα καὶ μυκτήρων καὶ σκυβάλων, πολλή σου 2.510 τῆς ἰατροσοφιστικῆς κακοπίστου γνώμης μαγγανεία, ὡς καὶ ἤδη διὰ πολλῶν ἐξήλεγξέν σου τὴν μυθοποιίαν ὁ καλλίων ἡμῶν πρεσβύτης καὶ μακαριστὸς ἀνὴρ Μεθόδιος. ἀλλὰ καὶ ἀφ' ἡμῶν τῶν σμικρῶν ὀλίγα ἀκούσῃ. πᾶν γὰρ ἀεὶ τὸ ζητούμενον καθαρώτατον ζητεῖται, τὰ δὲ περιττὰ ἐκ τοῦ καθαροῦ ἀποβαλλόμενα ἀκαταζήτητά ἐστιν. τὸ γὰρ ἱμάτιόν ἐστιν ὅλον, ἐξότε τῆς ὑφῆς ἔσχεν τὴν ἱστουργίαν, καὶ αὐτὸ μέν ἐστι τὸ ἀπὸ τοῦ ἱστοῦ τεμνόμενον, οὔτε τινὸς αὐτῷ προστιθεμένου οὔτε ἀφαιρουμένου. κναφεῖ δὲ διδόμενον οὐχ ἡσσόνως παρὰ τοῦ κναφέως ἀπαιτηθήσεται, ἀλλὰ παρ' αὐτοῦ τοῦ κναφέως τελειότατόν ἐστι κομιζόμενον· ὡς δῆλον πᾶσι καθέστηκεν ὡς αὐτὸ μέν ἐστιν ἐν τελειότητι, οὐδὲν δὲ μεῖον σῶμα γεγένηται πλὴν τῆς τῶν ῥύπων ἀποβολῆς καὶ τῆς ἀκαθαρσίας· καὶ οὐ πάντως που ἐπειδὴ τὸν ῥύπον ἀπέβαλεν, τούτου ἕνεκα μετὰ τοῦ ῥύπου ἀπαιτηθήσεται παρ' ἡμῶν ὁ τεχνίτης, ἀλλὰ αὐτὸ τὸ ἱμάτιον σῷον καὶ ὑγιὲς καὶ καθαρώτατον. ἕτερον δὲ πάλιν ὑπόδειγμα· παρὰ σοὶ μὲν γὰρ περὶ τῶν ἐκκρινομένων διὰ φλεβοτομιῶν καὶ νοσημάτων καὶ σκυβάλων καὶ ἐκκρίσεως πτυέλων τε καὶ μυκτήρων τὸ ζήτημα παρηνέχθη, ἀπ' αὐτῶν δὲ ὧν ἔφης

337

ἀνατραπήσῃ. οὐ μόνον γὰρ τοῦτό ἐστιν ἐν σώματι, ἀλλὰ καὶ κνώδαλα ἐξ ἡμῶν φύεται ὡς εἰπεῖν, φθεῖρες καὶ κόνεις, οὔτε ἐκτὸς τοῦ σώματος ὄντα οὔτε ἀπὸ τοῦ σώματος λογιζόμενα. καὶ οὐδείς ποτε ἐπεζήτησε κόνιν τὴν ἐκ τοῦ σώματος ἐκκριθεῖσαν εἰς περιποίησιν, ἀλλὰ μᾶλλον εἰς ἀναίρεσιν οὐδὲ φθεῖρα τὴν ἐξ αὐτῆς τῆς σαρκὸς γεγενημένην, οὐδὲ ζημίαν τὴν ταύτης ἀπώλειαν ἡγήσαιτό τις. οὕτως καὶ τὰ ἀφ' ἡμῶν ῥυέντα, εἰ καὶ † οὕτως ὑπάρχει κατὰ τὸν σοῦ λόγον, οὐ μωρῶς παρ' ἡμῶν ζητηθήσεται οὐδὲ θεὸς ταῦτα εἰς ἡμῶν σύστασιν ἀγάγοι, ἀλλὰ δίκην ῥύπου ἐξ αὐτοῦ τοῦ ἱματίου ὑπάρχοντος, ἀπ' αὐτοῦ δὲ δι' εὐκοσμίαν ἀποβληθέντος ἐν δευτέρῳ καταλείψειεν, ἐκεῖνο δὲ σαφῶς τὸ ἐντελὲς ἱμάτιον μήτε λεῖπον μήτε περιττὸν τῇ αὐτοῦ ἀγαθότητι τῆς τέχνης ὁ δημιουργὸς ἀγάγοι· πάντα γὰρ αὐτῷ δυνατά. εἰ δὲ οὐχ οὕτως ἦν, ὦ τὰς 2.511 φρένας ἀδικηθεὶς ἐκ τῆς πολυλόγου σου ἐπινοίας, εἶχεν ἄρα ὁ σωτὴρ ἡμῶν καὶ κύριος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἐλθὼν διὰ τὸ πᾶσαν ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς ποιήσασθαι, τὴν ἡμῶν ἐλπίδα ἐν ἑαυτῷ τε πλεῖστα ἀνατυπωσάμενος εἰς τὴν τῆς ἀληθείας αὐτοῦ πρὸς ἡμᾶς σύστασιν, μέρος αὐτοῦ εἶχεν ἀποθέσθαι, μέρος δὲ ἐξεγεῖραι κατὰ τὴν μυθώδη σου ἀνασκευὴν καὶ πλήθους λογισμῶν ματαίων συλλογήν, ὦ φιλόνεικε. αὐτὸς γὰρ εὐθὺς διελέγχων σου τὸν τρόπον φάσκει λέγων ὅτι «ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, μόνος μένει· ἐὰν δὲ πέσῃ καὶ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει». καὶ τίνα ἄρα ἔλεγε κόκκον; παντί τῳ σαφές ἐστι καὶ ὡμολόγηται παντὶ τῷ κόσμῳ ὅτι περὶ ἑαυτοῦ ἔλεγε, τουτέστιν περὶ τοῦ σώματος τῆς σαρκὸς τῆς ἁγίας ἧς ἀπὸ Μαρίας εἴληφε καὶ ὅλης αὐτοῦ τῆς ἐνανθρωπήσεως. τὸ δὲ πεσεῖν καὶ ἀποθανεῖν, ὡς λέγει «ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί», περὶ τῆς αὐτοῦ τριημέρου τοῦ σώματος κοιμήσεως ἔλεγεν, ὡς καὶ αὐτὸς ὁμολογήσεις· ἡ γὰρ θεότης αὐτοῦ ἀκοίμητος ἄπτωτος ἀκράτητος ἄτρεπτος. ἀπέθανε τοίνυν ὁ κόκκος τοῦ σίτου καὶ ἀνέστη. ὅλος οὖν ὁ κόκκος ἀνέστη ἢ λεῖμμα αὐτοῦ; ἀνέστη ἄλλος κόκκος παρὰ τὸν ὄντα ἢ αὐτὸς ὁ ὢν εἰς τὸ εἶναι; * τὸ διὰ τοῦ Ἰωσὴφ κεκηδευμένον ἐν σινδόνι καὶ ἐν μνήματι καινῷ τεθὲν ἀνέστη, πάντως ὅτι οὐκ ἀρνήσῃ. τίνα τοίνυν εὐηγγελίζοντο ἐγηγέρθαι οἱ ἄγγελοι ταῖς γυναιξίν; ὥς φασι «τίνα ζητεῖτε; Ἰησοῦν τὸν Ναζωραῖον; ἀνέστη, οὐκ ἔστιν ὧδε. δεῦτε, ἴδετε τὸν τόπον». ὡσεὶ ἔλεγε· δεῦτε, ἴδετε τὸν τόπον καὶ συνετίσατε τὸν Ὠριγένην, ὅτι οὐκ ἔνι λεῖμμα κείμενον ἐνταῦθα, ἀλλὰ ὅλον ἀνέστη. καὶ ὅπως γνῷς ὅτι ὅλον ἀνέστη, φησίν «ἀνέστη, οὐκ ἔστιν ὧδε», ἵνα ἀποκρούσῃ σου τὴν φλυαρίαν, ὅτι λεῖμμα αὐτοῦ οὐκ ἐγκατελείφθη, ἀλλ' αὐτὸ τὸ ἡλωθέν, αὐτὸ τὸ νυχθὲν τῇ λόγχῃ, αὐτὸ τὸ κρατηθὲν ὑπὸ τῶν Φαρισαίων, αὐτὸ τὸ ἐμπτυσθὲν ἀνέστη. 68. Καὶ τί μοι τὰ πλήθη λέγειν πρὸς ἔλεγχον τούτου τοῦ ἐλεεινοῦ τῆς τε ἐν αὐτῷ γενηθείσης φλυαρίας; ἄρα οὖν ὡς ἀνέστη καὶ ἑαυτοῦ τὸ σῶμα ἤγειρεν, οὕτως καὶ ἡμᾶς ἐγερεῖ. ἀπὸ τούτου γὰρ 2.512 ἔδειξεν ὁ ἅγιος ἀπόστολος τὴν ἡμῶν ἐλπίδα, φήσας ὅτι «πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστι, οὐδὲ Χριστὸς ἐγήγερται. εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, ματαία καὶ ἡ πίστις ἡμῶν, εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι εἴπαμεν ὅτι ἤγειρε τὸν Χριστὸν ὃν οὐκ ἤγειρε» καὶ τὰ ἑξῆς. καὶ ὕστερον ἐπιφέρει λέγων «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν»· καὶ οὐκ εἶπε τὸ θνητὸν μόνον οὐδὲ τὸ φθαρτὸν μόνον οὐδὲ τὴν ἀθάνατον ψυχήν, ἀλλὰ τὸ φθαρτὸν τοῦτο μετὰ προσθήκης τοῦ τοῦτο καὶ τὸ θνητὸν τοῦτο μετὰ προσθήκης τοῦ τοῦτο. αὐτὸς οὖν ὅλος ὁ κόκκος αὐτοῦ ἀνέστη καὶ οὐ μέρος ἀνέστη ἀλλὰ ὅλος ἀνέστη καὶ οὐκ ἄλλος κόκκος παρὰ τὸν ὄντα ἀνέστη ἀλλὰ αὐτὸς ὁ πεσὼν ἐν τῷ μνήματι ὅλος ἀνέστη. καὶ πῶς ἰσχύει σου ἡ κενοφωνία; δύο γὰρ κόκκους οἶδεν ἡ θεία γραφὴ εἰρημένους, ἕνα ἐν τῷ εὐαγγελίῳ καὶ ἕνα παρὰ τῷ

338

ἀποστόλῳ. καὶ ὁ μὲν εἷς τὴν πᾶσαν σαφήνειαν δηλοῖ κατὰ τὰ τελείως ἐν αὐτῷ ἐνεργηθέντα, ὅπερ ἐστὶ πρωτότυπον τῆς ἡμῶν ἀναστάσεως. τοῦτο γὰρ καὶ διδάσκων καὶ ποιῶν ὁ σωτὴρ τὰ πάντα ἡμῖν εἰς παράστασιν βεβαίως εἰργάσατο. εὐθὺς γὰρ ἔλεγε περὶ τοῦ κόκκου καὶ ἤγειρε τὸν κόκκον, ἵνα ἡμῖν τὴν πίστιν τῆς ἐλπίδος βεβαιώσῃ τῆς ἡμῶν ἀναστάσεως ἐν ἀληθείᾳ. ἀπὸ τούτου διαδεξάμενος ὁ ἀπόστολος, πνεύματι ἁγίῳ φερόμενος, τὴν μετὰ τὴν ἀνάστασιν ἐσομένην δόξαν τῶν ἁγίων διηγούμενος ἡμῖν καὶ τὴν ἐλπίδα τῆς ἀπολαύσεως τῶν ἀγαθῶν δείκνυσι πάλιν διὰ τοῦ κόκκου τοῦ σίτου, κατὰ τῶν ἀπίστων ἐπικηρυκευόμενος· «ἀλλὰ ἐρεῖς μοι, πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται»; καί φησι πρὸς τὸν τὰ τοιαῦτα λέγοντα «ἄφρων». ὁ γὰρ ὅλως περὶ ἀναστάσεως ἀμφιβάλλων ἄφρων ἐστὶ καὶ 2.513 ἀσύνετος. εἶτά φησιν «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις, οὐ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἢ τῶν ἄλλων σπερμάτων, καὶ οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ. ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα». καὶ ὁρᾷς ὅτι οὐκ ἀλλάσσεται τὸ σῶμα. οὐδεὶς γὰρ σπείρας κριθὰς ζητεῖ σῖτον οὐδὲ μελάνθιόν τις ἔσπειρε καὶ εὗρε κριθήν. ἀλλὰ τὸ σπειρόμενον αὐτό ἐστι τὸ ἐγειρόμενον. ἐὰν δὲ καὶ καταλειφθῇ τι ἐξ αὐτοῦ κάτω ἐν τῇ γῇ καὶ ἀναστῇ ἐξ αὐτοῦ τὸ βλάστημα. ὧδε μὲν ἐν τούτῳ τῷ φθαρτῷ σίτῳ καὶ μὴ εἰς κρίσιν ἐρχομένῳ τὸ μὲν καταλειφθὲν ἄχρηστον, τὸ δὲ ἐξ αὐτοῦ ἐγειρόμενον κάλλιον. ἠθέλησε δὲ δεῖξαι τὴν φαιδρότητα διὰ τὴν ἀπιστίαν τῶν μὴ τὴν ἐλπίδα τοῦ θεοῦ καραδοκούντων. τἀληθῆ μὲν γὰρ ὁ κόκκος τοῦ σίτου λεπτότατος. ποῦ δὲ ἐν τῷ τοιούτῳ κόκκῳ τῷ σμικροτάτῳ καὶ ῥίζαι καὶ βάσεις καὶ κάλαμοι καὶ αἱ γονατίδες καὶ αἱ τοσαῦται σύριγγες καὶ κεφαλίδες καὶ θῆκαι καὶ ἀνθέρικες καὶ κόκκοι πολυπλασιάζοντες; 69. Ἵνα δὲ καὶ σαφέστερον εἴπωμεν τὰ ὅμοια τούτοις διηγούμενοι· πόθεν τῷ Μωυσῇ, υἱῷ τῆς Ἰωχαβέθ, υἱῷ τοῦ Ἀμράμ, τὸ νύξαι πέτραν ἐν ῥάβδῳ καὶ προσενεγκεῖν ὕδωρ ἐξ ἀπόρου ὕλης, τὸ ξηρὸν εἰς ὑγρὸν μεταβαλεῖν; τὸ πατάξαι θάλασσαν καὶ διαιρεῖν εἰς δώδεκα ὁδοὺς ὁδοιπορίας ἐν θαλάσσῃ τῷ κελεύσματι θεοῦ; τὸ ποταμὸν εἰς αἷμα μεταβαλεῖν; τὸ βάτραχον ὑπὸ θῆξιν συναγαγεῖν τοσοῦτον; τὸ τὴν σκνίφα ἐπιπέμψαι Αἰγυπτίοις; τὸ χάλαζαν μῖξαι μετὰ τοῦ πυρός; τὸ νύκτα μέλαιναν καὶ σκοτομήνην Αἰγυπτίοις ἐπικεράσαι ζοφώδη; τὸ τὰ πρωτοτόκια κτεῖναι τῶν Αἰγυπτίων ἐν θανάτῳ; τὸ στύλῳ πυρὸς καθοδηγεῖν λαὸν δι' αὐτοῦ ποιμαινόμενον; τὸ ἄρτον ἀγγέλων ἐπενέγκαι εὐχῇ καὶ ἱκεσίᾳ; τὸ ὀρτυγομήτραν ἀνιέναι καὶ κορεννύειν τοσαύτας μυριάδας ἀνδρῶν διὰ προστάγματος θεοῦ; τὸ 2.514 ἀκοῦσαι φωνὴν θεοῦ; τὸ καταξιωθῆναι ἀνὰ μέσον τοσούτων μυριάδων θεοῦ φωνῆς ἀκούειν καὶ συνομιλεῖν θεῷ; τὸ διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν μὴ ἐπιζητῆσαι τὰ χρειώδη τῶν κατὰ τὴν φύσιν τῆς ἡμετέρας πλάσεως; τὸ μεταβληθῆναι τὴν σάρκα εἰς φαιδρότητα ἡλίου καὶ ἀκτῖνα φωτεινήν, στροβοῦσαν λαὸν πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον αὐτοῦ; τὸ τὴν χεῖρα σαρκίνην οὖσαν μεταβληθῆναι εἰς χιόνα; τὸ κελεῦσαι τῇ γῇ χᾶναι τὸ στόμα πρὸς ὑποδοχὴν τῶν περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν καὶ Αὐνᾶν; τὸ ἐπὶ τέλους ἀκοῦσαι «ἀνάβηθι εἰς τὸ ὄρος, κἀκεῖ τελεύτα»; τὸ μὴ γινώσκειν ἄνθρωπον τὴν αὐτοῦ ταφήν; σημαίνοντος τοῦ θείου γράμματος ὡς ὑπὸ ἀνθρώπων τὸ σῶμα Μωυσέως μὴ κεκηδεῦσθαι, ἀλλά, καθὼς ὑποτίθεται ἡ διάνοια, ὑπὸ ἁγίων ἀγγέλων· καὶ πάντα ταῦτα ἔτι ὄντος αὐτοῦ ἐν τούτῳ τῷ κόσμῳ, ἔτι ἐν τῷ ψυχικῷ τούτῳ σώματι καὶ πνευματικῷ ἅμα τελείως γενομένῳ. λαβόντες δὲ ἀπ' ἐντεῦθεν τὸν ἀρραβῶνα * εἰς ὑπόδειγμα τῆς τελείας τότε βλαστήσεως, ὅτε πληροῦται τὸ εἰρημένον «σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει». πῶς γὰρ οὐκ

339

ἀσθενὲς τὸ σπειρόμενον καὶ μὴ γινῶσκον ποῦ σπείρεται; πῶς οὐκ ἄτιμον τὸ ἐν μνήματι βαλλόμενον καὶ κόνιν ἐπαμώμενον, λακιζόμενόν τε καὶ θρυπτόμενον καὶ ἀναισθητοῦν; πῶς οὐκ ἔντιμον τὸ ἐγειρόμενον καὶ εἰς αἰῶνα διαμένον καὶ ἐν ἐλπίδι τῆς τοῦ θεοῦ φιλανθρωπίας ἐν οὐρανῷ βασιλείαν κτώμενον, ὅπου λάμψουσιν «οἱ δίκαιοι ὡς ὁ ἥλιος», ὅπου ἔσονται «ἰσάγγελοι», ὅπου μετὰ τοῦ νυμφίου χορεύσουσιν, ὅπου οἱ περὶ Πέτρον «καθέζονται ἐπὶ δώδεκα θρόνων, τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ», ὅπου λήψονται οἱ δίκαιοι «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν 2.515 ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν»; ἡμῶν τοίνυν ἡ ἀνάστασις ἐν θεῷ καὶ παντὸς ἀνθρώπου, δικαίου τε καὶ ἀδίκου, ἀπίστου τε καὶ πιστοῦ, τῶν μὲν ἐγειρομένων εἰς ζωὴν αἰώνιον, τῶν δὲ εἰς κρίσιν αἰώνιον. 70. Καὶ σιώπα Βαβυλών, ἡ ἀρχαία πάλιν ἡμῖν ἀνακαινιζομένη σύγχυσις· πεφίμωσο Σόδομα καὶ ἡ τῆς πολλῆς σου δεινότητος πρὸς θεὸν κραυγὴ ἀνερχομένη· «ἥξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ» καὶ «σαλπίσει, καὶ οἱ νεκροὶ ἀναστήσονται» καὶ «ἡμεῖς ἁρπαγησόμεθα εἰς συνάντησιν αὐτῷ εἰς ἀέρα»· ὡς καὶ ὁ καλλίων ἡμῶν πρεσβύτης καὶ μακάριος εἶπε Μεθόδιος, τοῖς δὲ αὐτοῖς καὶ αὐτοὶ ἐποικοδομοῦντες προσεθήκαμεν. ἀπὸ γὰρ τῶν συνεζευγμένων ἑκάστης λέξεως ἔστιν ἰδεῖν τὰ ἐπίχειρα. διαιρῶν γὰρ ὁ ἅγιος ἀπόστολος τῶν δύο τρόπων τὸ εἶδος εἰς μίαν ἐλπίδα συνήγαγεν ἀπὸ τοῦ «ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς συνάντησιν αὐτοῦ», ἵνα δείξῃ ὄντως τοῦτο τὸ σῶμα καὶ οὐχ ἕτερον παρὰ τοῦτο ἀνιστάμενον· ὁ γὰρ ἁρπαγεὶς οὔπω τέθνηκε. δεικνὺς δὲ ὅτι «οὐ φθάσομεν τὴν τῶν νεκρῶν ἀνάστασιν», ἵνα τὸ παρὰ ἀνθρώποις ἄπορον θεῷ εὐπόριστον καὶ δυνατὸν ἀποδείξῃ «ἡμεῖς γὰρ οἱ ζῶντες οὐ μὴ φθάσωμεν τοὺς κεκοιμημένους καὶ τὴν αὐτῶν ἀνάστασιν», ἔδειξε τοὺς ζῶντας καὶ ἁρπαζομένους, ἵνα ἀπὸ τῶν ζώντων δείξῃ τὰ ἐκείνων σώματα ὁλοσχερῆ ἐγειρόμενα καὶ ἀπὸ τοῦ ἐκείνους πρωτεύειν τῶν περιλειπομένων ζώντων τὸ δυνατὸν τοῦ θεοῦ ἀποδείξῃ. «Ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις», φησὶν ὁ προφήτης. ἵνα δὲ καὶ τὰ ὑπὸ τοῦ Ἰεζεκιὴλ τοῦ προφήτου ἐν τῷ ἰδίῳ ἀποκρύφῳ ῥηθέντα περὶ ἀναστάσεως μὴ παρασιωπήσω, καὶ αὐτὰ ἐνταῦθα παραθήσομαι. αἰνιγματωδῶς γὰρ 2.516 διηγούμενος λέγει περὶ τῆς δικαίας κρίσεως ᾗ κοινωνεῖ ψυχὴ καὶ σῶμα, ὅτι βασιλεύς τις ἐν τῇ αὐτοῦ βασιλείᾳ πάντας εἶχεν ἐστρατευμένους, παγανὸν δὲ οὐκ εἶχεν ἀλλ' ἢ μόνον δύο, ἕνα χωλὸν καὶ ἕνα τυφλόν, καὶ ἕκαστος αὐτῶν κατ' ἰδίαν ἐκαθέζετο καὶ κατ' ἰδίαν ᾤκει. γάμους δὲ ποιήσας ὁ βασιλεὺς τῷ ἰδίῳ υἱῷ ἐκάλεσε πάντας τοὺς ἐν τῇ αὐτοῦ βασιλείᾳ, περιεφρόνησε δὲ τῶν δύο παγανῶν, τοῦ τε χωλοῦ καὶ τοῦ τυφλοῦ· οἱ δὲ ἠγανάκτησαν ἐν ἑαυτοῖς καὶ ἐπιβουλὴν ἐργάσασθαι τῷ βασιλεῖ ἐπενόουν. παράδεισον δὲ εἶχεν ὁ βασιλεύς, καὶ ἀπὸ μήκοθεν ὁ τυφλὸς ἐλάλει τῷ χωλῷ λέγων «πόσον ἦν ἡμῶν τὸ κλάσμα τοῦ ἄρτου μετὰ τῶν ὄχλων τῶν κληθέντων εἰς τὴν εὐφρασίαν; δεῦρο τοίνυν, καθὼς ἐποίησεν ἡμῖν, ἀμυνώμεθα αὐτόν». ὁ δὲ ἕτερος ἠρώτα «ποίῳ τρόπῳ»; ὁ δὲ εἶπεν «ἀπέλθωμεν εἰς τὸν παράδεισον αὐτοῦ καὶ ἀφανίσωμεν ἐκεῖ τὰ τοῦ παραδείσου». ὁ δὲ εἶπεν «καὶ πῶς δύναμαι, χωλὸς ὢν καὶ μὴ δυνάμενος ἐπισαίνειν»; ὁ δὲ τυφλὸς ἔφη «αὐτὸς ἐγὼ δύναμαί τι πράττειν μὴ ὁρῶν ποῦ ἀπέρχομαι; ἀλλὰ τεχνασώμεθα». τίλας χόρτον τὸν πλησίον καὶ πλέξας σχοινίον ἠκόντισε τῷ τυφλῷ καὶ εἶπεν «κράτει, καὶ δεῦρο πρὸς τὸ σχοινίον πρός με». ὡς δὲ ἐποίησεν ὃ προετράπη, ὅτε ἔφθασε λέγει «δεῦρό μοι γενοῦ πόδες καὶ βάστασόν με, καὶ γίνομαί σοι ὀφθαλμοί, ἄνωθεν ὁδηγῶν σε δεξιὰ καὶ εὐώνυμα». τοῦτο δὲ ποιήσαντες κατέβησαν εἰς τὸν παράδεισον· εἶτα λοιπὸν εἴτε ἠδίκησαν εἴτε καὶ οὐκ ἠδίκησαν, ὅμως τὰ ἴχνη πέφηνεν ἐν τῷ παραδείσῳ. καταλύσαντες δὲ ἐκ τῶν γάμων οἱ εὐφρανθέντες καταβάντες εἰς τὸν παράδεισον

340

ἐξεπλάγησαν τὰ ἴχνη εὑρόντες ἐν τῷ παραδείσῳ καὶ ταῦτα ἀνήγγειλαν τῷ βασιλεῖ, λέγοντες «ἅπαντες στρατιῶται ἐν τῇ βασιλείᾳ σου καὶ οὐδείς ἐστι παγανός. πόθεν τοίνυν ἴχνη παγανῶν ἐν τῷ παραδείσῳ»; ὁ δὲ ἐθαύμασε, καὶ ὡς μὲν ἡ παραβολὴ δηλονότι τοῦ ἀποκρύφου λέγει ὡς πρὸς τὸν ἄνθρωπον αἰνιττομένη, ὁ θεὸς δὲ οὐδὲν ἀγνοεῖ. ἡ δὲ διήγησις λέγει ὡς μετεστείλατο τὸν χωλὸν καὶ τὸν τυφλὸν καὶ ἠρώτησε τὸν τυφλόν «μὴ σὺ κατῆλθες εἰς τὸν παράδεισον»; ὁ δὲ ἔφη «οἴμοι, κύριε· ὁρᾷς ἡμῶν τὴν ἀδυναμίαν, οἶδας ὅτι 2.517 οὐχ ὁρῶ ποῦ βαδίζω». εἶτα ἐλθὼν ἐπὶ τὸν χωλὸν καὶ αὐτὸν ἠρώτα «σὺ κατῆλθες εἰς τὸν παράδεισόν μου»; ὁ δὲ ἀποκριθεὶς εἶπεν «ὦ κύριε, πικρᾶναί μου τὴν ψυχὴν ἐν τῷ μέρει τῆς ἀδυναμίας βούλει». καὶ λοιπὸν ἡ κρίσις ἀργεῖ. τί οὖν ποιεῖ ὁ κριτὴς ὁ δίκαιος; ἀναγνοὺς ποίῳ τρόπῳ ἀμφότεροι ἐζεύχθησαν ἐπιτίθησι τὸν χωλὸν τῷ πηρῷ καὶ τοὺς ἀμφοτέρους ἐτάζει μάστιξι, καὶ οὐ δύνανται ἀρνήσασθαι. ἑκάτεροι ἀλλήλους ἐλέγχουσιν, ὁ μὲν χωλὸς λέγων τῷ τυφλῷ «οὐ σύ με ἐβάστασας καὶ ἀπήνεγκας»; καὶ ὁ τυφλὸς τῷ χωλῷ «οὐκ αὐτὸς ὀφθαλμοί μου γέγονας»; οὕτως τὸ σῶμα τῇ ψυχῇ καὶ ἡ ψυχὴ τῷ σώματι εἰς ἔλεγχον τῆς κοινῆς ἐργασίας συνάπτεται, καὶ ἡ κρίσις τελεία γίνεται περὶ ἀμφοτέρων, σώματός τε καὶ ψυχῆς, * τῶν ἔργων τῶν γεγενημένων εἴτε ἀγαθῶν εἴτε φαύλων. Καὶ ὁρᾶτε οἱ τῆς ἑαυτῶν ζωῆς ἐπιμελόμενοι ὅτι πάντες οἱ κατὰ τῆς ἀληθείας ἐνεχθέντες ἑαυτοῖς τὴν ἀδικίαν προσεπορίσαντο, ὡς καὶ ὁ ἅγιος προφήτης Δαυὶδ λέγει «συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν». πᾶς γὰρ ὁ ἑαυτῷ συνάγων τὸν πόνον τῶν ἀλλοτρίων διανοημάτων ἑαυτῷ τίκτει τὴν ἀδικίαν καὶ τοῖς πειθομένοις· «λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο». ἀλλὰ πρὸς ταῦτα πάντα εἴ τις ἔχει ἀντιλέγειν, ἡκέτω· εἴ τις θέλει θεῷ ἀντιπράττειν, τολμάτω. θεὸς γὰρ ἰσχυρὸς «οὐ κοπιάσει οὐδὲ πεινάσει οὐδὲ διψήσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ», ἐν ᾗ τὰ λελυμένα σώματα ἐγείρει, ἐν ᾗ τὸ ἀπολλύμενον σῴζει, ἐν ᾗ τὸ τεθνηκὸς ζωογονεῖ, ἐν ᾗ τὸ φθαρτὸν ἀφθαρσίαν ἀμφιέννυσιν, ἐν ᾗ τὸν κόκκον τὸν πεσόντα εἰς ἀνάστασιν φέρει, ἐν ᾗ τὸν σπαρέντα καὶ ἀποθανόντα εἰς περισσοτέραν φαιδρότητα ἄγει ἀνακαινίζων· ὡς ἐν πολλαῖς γραφαῖς ἐμφέρεται, αἰνιττομένης τῆς ἡμῶν ἀναστάσεως. 71. Ἐν δὲ τῷ τοῦ Δαυὶδ περὶ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου Δαυὶδ ψαλμῷ ὡς καραδοκῶν ὁ προφήτης καὶ πνεύματι ἁγίῳ σκοπῶν τὸ μέλλον εὐλόγως περὶ ἀναστάσεως ἔφη· «ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με, ἀνακαινίζων μου τὸν οἶκον», τουτέστιν τὸ σῶμα τὸ πεσόν, 2.518 «καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ». καὶ ὁ Σολομῶν ἐν παροιμίαις ὡσαύτως εἰς τὴν ἐκεῖσε ἑτοιμασίαν τὰ πάντα τῆς ἐλπίδος παρασκευάζων προὔτρεπε φάσκων «ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου» ἔξοδον λέγων τὴν ἀπ' ἐντεῦθεν ἀπαλλαγήν «καὶ ἑτοιμάζου» φησίν «εἰς τὸν ἀγρόν», ὁμοῦ πᾶσι τὴν νουθεσίαν ἐπεκτεινόμενος τοῖς κατὰ ἀγρόν τε καὶ κατὰ ἄστυ, λογίοις τε καὶ τοῖς τὰς βαναύσους τέχνας ἐπιχειροῦσιν, οἷς οὐδεμία ἐργασία κατὰ ἀγρὸν ἐπιζητουμένη· πόθεν γὰρ λινουργοῖς καὶ ἀργυροχόοις, ποιηταῖς τε καὶ λογογράφοις ἡ κατὰ τὴν ἄρουραν ἑτοιμασία; συλλήβδην γὰρ ὁμοῦ ἡ φωνὴ ἀδιακρίτως τοὺς πάντας κέκληκεν ἐπειποῦσα «ἑτοιμάζου εἰς τὸν ἀγρόν», τί ἀλλ' ἢ τοῦτο αἰνιττομένη, ὅτι παντὶ ἀνθρώπῳ πολίτῃ τε καὶ ἀγροίκῳ ἀπόθεσις τοῦ σώματος ἀγρός, τὸ διὰ τὴν ταφὴν τέλος; εἶτα μετέπειτα τὴν αὐτὴν τῆς ἀναστάσεως σημαίνων ἐλπίδα φάσκει «καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου». οὐκ εἶπεν «οἰκοδομήσεις τὸν οἶκον»· ἅπαξ γὰρ ᾠκοδομήθη ἐν τῇ πλάσει τῇ κατὰ τὴν γαστέρα, ὅτε αἱ μητέρες ἐκύϊσκον ἕκαστον ἡμῶν ἐν τῇ πλάσει· ἀπὸ δὲ τῆς γῆς ἡ ἀνάστασις ἢ ἀπὸ ἀγροῦ, οὐκέτι οἰκοδομουμένῃ ἀλλὰ ἀνοικοδομουμένῃ, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῇ καθαίρεσιν ἐν τῷ τῆς ταφῆς πτώματι· ὡς καὶ ὁ σωτὴρ ἔφη «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω

341

αὐτόν» ἢ οἰκοδομῶ αὐτόν, σοφία ὢν καὶ ἐν τοιαύτῃ «φρονήσει» *, ἧς «οὐκ ἔστιν» ὑπὸ ἀνθρώπων «ἐξεύρεσις», ἐν ᾗ ἐξ ἀπόρων τόπων διαχυθέντων ἡμῶν τῶν σωμάτων, τῶν μὲν εἰς τέφραν τῶν δὲ ἐν θαλάσσῃ τῶν δὲ ὑπὸ σαρκοβόρων οἰωνῶν τῶν δὲ ὑπὸ θηρίων τῶν δὲ ὑπὸ σκωλήκων φθαρέντων, * φέρει. 2.519 Εἰ γὰρ τὰ ὄντα ἐξ οὐκ ὄντων ἐποίησεν εἰς τὸ εἶναι, πόσῳ δὴ μᾶλλον τὸ ὂν εἰς τὴν ἰδίαν κατάστασιν εὐχερῶς ἀποκαταστήσει; ἵνα δικαίαν ὁρίσῃ κρίσιν, ἵνα μὴ ἕτερον ἀνθ' ἑτέρου κρίνῃ, ἵνα μὴ ἀποστερήσῃ τὸ καμόν. εἰ γὰρ ψυχῆς ἡ ἀπόλαυσις καὶ οὐρανῶν βασιλείας κληρονομία, μετασχέτω τὸ σῶμα ὧν βούλεται· τρυφάτωσαν οἱ περὶ τὸν Γεδεὼν καὶ μὴ κακουχείσθωσαν «ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασι», μὴ μάτην καμνέτω Ἰωάννης ἐκ καμήλων ἔχων τὸ ἔνδυμα, μὴ ἐν ἀναχωρήσει τὴν σάρκα ὑπωπιάσωμεν, μὴ τὰ σώματα ἡμῶν δαμάσωμεν ἐν ἁγνείᾳ. εἰ δὲ ἄρα κοινωνεῖ σῶμα ψυχῇ ἐν πολιτείαις ἐν ἁγνείᾳ ἐν νηστείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς, «οὐκ ἄδικος ὁ θεὸς» ἀποστερεῖν τὸν κάματον τοῦ κεκμηκότος καὶ μὴ ἀποτῖσαι τὴν μισθαποδοσίαν τῷ ἅμα τῇ ψυχῇ κεκμηκότι σώματι. εὐθὺς γὰρ εὑρεθήσεται ἀργὴ ἡ κρίσις· εἰ γὰρ ἡ ψυχὴ μονωτάτη εὑρεθήσεται, ἀντιλέξειεν κρινομένη ὅτι οὐκ ἀπ' ἐμοῦ τὸ αἴτιον τῆς ἁμαρτίας, ἀλλὰ ἀπ' ἐκείνου τοῦ φθαρτοῦ καὶ γηΐνου σώματος τὸ πορνεύειν τὸ μοιχεύειν τὸ ἀσελγαίνειν· ἐξότε γὰρ ἀπ' ἐμοῦ ἀπέστη, οὐδέν μοι τούτων πέπρακται, καὶ ἔσται εὐαπολόγητος καὶ παραλύουσα τὴν τοῦ θεοῦ κρίσιν. εἰ δὲ καὶ τὸ σῶμα καθ' ἑαυτὸ ἀγάγοι ὁ θεός–δύναται γάρ, ὡς καὶ ἄνω μοι διὰ τοῦ Ἰεζεκιὴλ δεδήλωται· εἰ καὶ διὰ παραβολῆς τὸ ἔργον γεγένηται, ἀλλὰ τὸ εἶδος εἰς ἀλληγορίαν τῆς τότε παραβολευθείσης ἀληθείας ἐτελειώθη, ὡς συνήχθη ὀστέον πρὸς ὀστέον καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ ξηρῶν ὄντων τῶν ὀστέων καὶ οὐδέπω ψυχῆς οὐδὲ πνεύματος τοῦ κινοῦντος ἐν αὐτοῖς ὄντος, καὶ εὐθὺς τὰ σώματα συνήχθη καὶ κατὰ τὸν τοῦ προφήτου λόγον ἐστερεώθη. καὶ εἰ θέλει ὁ θεός, δυνατός ἐστι τοῦτο ποιῆσαι ἄνευ ψυχῆς παρεῖναί τε καὶ κινεῖσθαι, ὡς καὶ τὸ τοῦ Ἄβελ αἷμα σῶμα ὂν 2.520 μετὰ θάνατον ἐφθέγγετο καὶ οὐ ψυχή· οὐ γὰρ ψυχή ἐστι τὸ αἷμα, ἀλλὰ σῶμά ἐστι τὸ φαινόμενον. ἀλλ' οὐ δυνήσεται σῶμα ἄνευ ψυχῆς κριθῆναι. ἀντιλέξειε γὰρ καὶ αὐτό, λέγον ὅτι οὐκ ἐγὼ ἥμαρτον, ἀλλὰ ἡ ψυχή· μή, ἐξότε ἀπεκρίθη ἀπ' ἐμοῦ, μὴ ἐμοίχευσα, μὴ ἐπόρνευσα, μὴ εἰδωλολάτρησα; καὶ ἔσται ἀντιλέγον τὸ σῶμα τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ εὐλόγως ἀντιλέγον. τούτου ἕνεκα τοίνυν καὶ δι' ἄλλα πολλὰ καὶ ἀναγκαῖα ὁ θεὸς ἐν τῇ αὐτοῦ σοφίᾳ τὰ τεθνεῶτα ἡμῶν σώματα καὶ τὰς ψυχὰς εἰς παλιγγενεσίαν φέρει ἐν τῇ αὐτοῦ ὑποσχέσει τῆς φιλανθρωπίας, εἰς τὸ τὸν κεκμηκότα ἐν ὁσιότητι ἀπολαβεῖν τὴν πᾶσαν ἀπὸ θεοῦ καλὴν ἀνταπόδοσιν καὶ τοὺς τὰ μάταια πεποιηκότας ὡσαύτως κριθῆναι, σῶμα ἅμα ψυχῇ καὶ ψυχὴν ἅμα σώματι. Καὶ εἰς περισσοτέραν πληροφορίαν τῆς ἡμετέρας ζωῆς παραγενόμενος ἐν σαρκὶ καὶ ἐνανθρωπήσας τελειότατα * εἰς τὸ στηρίξαι τὴν αὐτοῦ πίστιν ἐν ἡμῖν, προγινώσκων τὴν μέλλουσαν ἐν σοί, Ὠρίγενες, ἀπιστίαν γίνεσθαι * τὸ ἀμφιβαλλόμενον μᾶλλον παρὰ σοὶ καὶ ἐν πολλαῖς αἱρέσεσι, ταῖς τῆς ἀπιστίας σου ὁμοίαις Μανιχαίων καὶ Μαρκιωνιστῶν, καὶ λοιπὸν τὰ πάντα ἐν ἑαυτῷ τελειώσας εἰς βεβαίωσιν καὶ στερέμνιον τῆς πίστεως αὐτοῦ καὶ ἀληθείας ἐναργῶς ἐποίησεν. ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἤγειρε σὺν αὐτῷ πολλὰ σώματα τῶν ἁγίων καὶ εἰσῆλθον μετ' αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν, ὡς καὶ ἐν ἄλλοις τόποις διηγησάμην. καὶ οὐκ εἶπεν· ἀνέστησαν ἅγιοι, ἵνα μὴ δῶ πρόφασιν τῇ μεθόδῳ τῆς κακοτροπίας, ἀλλὰ φύσει αὐτὸ τὸ παρὰ τοῖς ἀπίστοις ἀμφιβαλλόμενον ἐκεῖνο ἐσπούδασεν * εἰς βεβαίωσιν τῆς ἡμῶν περὶ ζωῆς γνώσεως, σώματα εἰπὼν τῶν ἁγίων. καὶ οὐ μόνον ὅτι ἤγειρεν, ἀλλὰ καὶ ὅτι ἐνεφάνισαν ἑαυτοὺς πολλοῖς ἐν τῇ πόλει, ἐφ' οἷς ἐπληροῦτο διὰ τῆς αὐτοῦ δυνά.521 μεως τό «ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ», ἵνα εἴπῃ τὰς ψυχὰς τῶν ἐγηγερμένων σωμάτων.

342

οὗτοι γὰρ ἦσαν οἱ δέσμιοι τῆς παρεμβολῆς, οἱ ἐν Ἅιδῃ πεπεδημένοι· καί φησιν «ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις», ἵνα εἴπῃ τὰ σώματα τῶν ἀναστάντων, καὶ οὐκ εἶπεν· τοὺς παραπικρανθέντας ἢ παραπικραινομένους, ἀλλὰ τοὺς παραπικραίνοντας. ὀφθέντες γὰρ ἐν τῇ πόλει πολλοῖς οἱ πρόσφατον τελευτήσαντες μετὰ τῶν παλαιοτάτων–νομίζω γὰρ ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἤρξατο τὴν ἀνάστασιν ποιεῖσθαι, οἱ δὲ πρόσφατοι * τῶν αὐτῶν σωμάτων, * τεθαμμένους αὐτοὺς ἐν τῷ Γολγοθᾷ τόπῳ ἐπ' αὐτὸν * σταυρωθεὶς καὶ πληρῶν τὸ γεγραμμένον «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός», ὁ ἐπάνω σου ἐσταυρωμένος, –καὶ ἄλλων μετ' αὐτῶν ἐκ τῶν ἰδίων αὐτοὺς ἐπιγινωσκόντων πρῶτον μὲν ἐξέπληττον τοὺς ὁρῶντας. εἰ γάρ τις συνέτυχε πατὴρ τέκνῳ ἀναστάντι ἢ ἀδελφὸς ἀδελφῷ ἢ συγγενὴς συγγενεῖ πρὸ ἐτῶν εἴκοσι ἢ δέκα τελευτήσαντι, καὶ ἐκ τοῦ θαύματος ἐρωτῶντες· οὐκ εἶ σὺ ὁ δεῖνα ὁ ἐν τῷδε τῷ τόπῳ ταφεὶς ὑφ' ἡμῶν; πῶς ἀνέστης καὶ ἦλθες; ἀντερωτώμενοι δὲ ὑπὸ τοῦ ἀναστάντος πάλιν ὅτι· τί ἐπράχθη ἐνταῦθα πρὸ τριῶν ἡμερῶν παρ' ὑμῖν, ὅτε ἡ γῆ ἐκλονεῖτο, καὶ λέγοντες ὅτι πλάνον τινὰ ἀπατῶντα τὸν λαὸν Ἰησοῦν ὀνόματι κρατήσαντες ἐσταυρώσαμεν καὶ ἐπαύσατο ἡ πλάνη, ἐκείνου δὲ λοιπὸν ὁμολογοῦντος τὴν χάριν τοῦ κυρίου καὶ τὴν ἀλήθειαν καὶ λέγοντος «οὐαὶ ὑμῖν ὅτι τὸν ἀρχηγὸν τοῦ κόσμου τῆς σωτηρίας ἠρνήσασθε καὶ ἐσταυρώσατε· ἐκεῖνος γὰρ ἤγειρεν ἡμᾶς ἐν τῇ αὐτοῦ ἰσχυρᾷ δυνάμει τῆς θεότητος καὶ ἐνανθρωπήσεως», ἐκεῖ λοιπὸν ἐπληροῦτο ἡ θεία γραφή, τό «ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις». ἀκούοντες γὰρ παρὰ τῶν ἐγηγερμένων ὅτι διὰ τοῦ κυρίου Ἰησοῦ ἀνέστησαν παρεπικραίνοντο, ἕως θανάτου ἐπιχειρήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνήσασθαί τε καὶ 2.522 σταυρῶσαι. τάχα δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν θεασαμένων τοὺς ἐγηγερμένους εἰργάσατο ὁ φιλάνθρωπος κύριος. νομίζομεν γὰρ ὅτι θεασάμενοι τοὺς ἐγηγερμένους καὶ κατανυγέντες ὠφελήθησάν τε καὶ ἐπίστευσαν πολλοί. διὸ καὶ ὑμεῖς, Ὠριγενιασταί, πείσθητε καὶ πιστεύσατε καὶ μὴ πολλοὺς ἀπολέσητε τῇ ὑμῶν πλάνῃ. 72. Ἀλλὰ ἀρκέσει μοι ταῦτα πρὸς τὸν ἐθελόσοφον Ὠριγένην, τὸν ματαίως ἑαυτῷ ἐπιθέμενον ὄνομα Ἀδαμαντίου καὶ πρὸς τὴν αὐτοῦ ἀτοπίαν κατὰ τῆς ἀληθείας ἐν πολλοῖς μέρεσι τῆς πίστεως κακῶς ἐπινενοημένον ὀλεθρίαν διδασκαλίαν. παρελθὼν δὲ καὶ τούτου τὴν αἵρεσιν καθεξῆς τὰς ἄλλας διασκέψομαι, ἐπιπόθητοι, θεὸν συνήθως ἐπικαλούμενος ἀρωγὸν τῆς ἡμῶν ἰδιωτείας, πρὸς τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς πᾶσαν κατὰ τῆς ἀληθείας ἐπεγειρομένην φωνὴν μάταιον καὶ ἡττῆσαι κατὰ τὰ ὑπὸ τοῦ ἁγίου Ἠσαΐου ῥηθέντα ὅτι «πᾶσα φωνὴ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοι ἔσονται ἐν αὐτῇ», ἵν' οὕτως ἐν θεῷ τὸ ἐπάγγελμα περαιωσάμενοι τοῖς βουλομένοις νουνεχῶς ἐντυγχάνειν εἰς γυμνάσιον ἀληθείας καὶ φάρμακον ἰάσεως περὶ ἑκάστου θηρὸς καὶ ἰοβόλου ἑρπετοῦ, τῶν προσώπων τῶν αἱρέσεών φημι, δίκην ἀντιδότου καὶ ταυτησὶ τῆς τῶν Ὠριγενιαστῶν, φρύνου δίκην μεμορφωμένης ἐκ νοτίδος πολλῆς κυκῶντος καὶ φωνῇ μείζονι ἐπικραυγάζοντος, λαβόμενοι τὴν τοῦ κυρίου ἀνάστασιν προπότιον ὡς εἰπεῖν, ἀποβλύσωμεν τὸ γλισχρῶδες 2.523 τοῦ ἰοῦ τοῦ φρύνου καὶ ἑρπετώδους μοχθηροῦ τὴν ἀδικίαν. συμβέβηκε γὰρ αὐτῷ καὶ τοῦτο μετὰ πάντων τῶν πειθομένων αὐτῷ πάσχειν, δι' ὃ καὶ στενάζω ὑπὲρ αὐτοῦ, ὅτι οἴμοι πῶς ἐβλάβης, πόσους δὲ ἄλλους ἔβλαψας, ὡς ὑπὸ δεινῆς ἐχίδνης δηχθείς, ὑπὸ τῆς κοσμικῆς προπαιδείας φημί, καὶ ἄλλοις δηλητήριον γέγονας. Φασὶ γὰρ οἱ φυσιολόγοι τὸν μυωξὸν ἐμφωλεύειν καὶ τὰ γεννήματα αὐτοῦ ἐπὶ τὸ αὐτὸ πολλὰ τίκτειν, ἕως πέντε καὶ ἔτι, τὰς δὲ ἐχίδνας τούτους θηρᾶσθαι. καὶ ἐὰν εὕρῃ ὅλον τὸν φωλεὸν ἡ ἔχιδνα, μὴ δυναμένη τοὺς ὅλους καταφαγεῖν, ὑπὸ ἓν ἐσθίει εἰς κόρον ἕνα ἢ δύο, τῶν δὲ λοιπῶν κατακεντήσασα τοὺς

343

ὀφθαλμοὺς σιτία φέρει καὶ ἀνατρέφει τυφλὰ γεγονότα, ἕως ὅτε βούλεται ἕκαστον αὐτῶν προφέρειν καὶ τοῦτον ἐσθίειν. ἐὰν δὲ συμβῇ τινὰς ἀπείρους περιτυχεῖν τοῖς τοιούτοις καὶ λάβωσιν αὐτὰ εἰς ἐδωδήν, δηλητήριον ἑαυτοῖς λαμβάνουσιν τὰ ἀπὸ τοῦ ἰοῦ τῆς ἐχίδνης ἀνατεθραμμένα. οὕτω καὶ σύ, ὦ Ὠρίγενες, ἀπὸ τῆς προειρημένης Ἑλληνικῆς παιδείας τυφλωθεὶς τὸν νοῦν ἐξήμεσας ἰὸν τοῖς πεισθεῖσί σοι καὶ γέγονας αὐτοῖς εἰς βρῶμα δηλητηρίου, δι' ὧν αὐτὸς ἠδίκησαι ἀδικήσας τοὺς πλείους. 3. Κατὰ Παύλου τοῦ Σαμοσατέως ˉμˉε, τῆς δὲ ἀκολουθίας ˉξˉε. 1. Παῦλος ὁ Σαμοσατεὺς καλούμενος τούτους διαδέχεται, γεγονὼς μετὰ Ναυᾶτον καὶ Ὠριγένην, τὸν λοιπὸν ἐν αἱρέσει ἀριθμούμενον, δι' ἣν ἠθέλησεν ὑψαυχενίαν ἑαυτῷ ἐπισπάσασθαι καὶ ἐπαρθῆναι κατὰ τῆς ἀληθείας διὰ τῆς κομπώδους αὐτοῦ φλυαρίας καὶ ἐκ διαβόλου ἐπισεσεισμένης ἐννοίας, ὃν πενθεῖν δεῖ ὡς ἀληθῶς «φθόνῳ διαβόλου» ἐξοκείλαντα καὶ ἀπὸ ὕψους παραπεπτωκότα· ἐπ' αὐτῷ γὰρ πληροῦται τὸ εἰρημένον «βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον». 3.3 Οὗτος δὴ οὖν ὁ ἡμῖν εἰς διήγησιν ἐπιμνημονευόμενος Παῦλος ὁ Σαμοσατεύς, οὗ τοῦ ὀνόματος ἐν ἀρχῇ ἐμνήσθημεν καὶ τῆς αἱρέσεως αὐτοῦ νῦν ποιούμεθα τὴν διήγησιν, ἀπὸ Σαμοσάτων ἦν, τῆς ἐπὶ τὰ μέρη τῆς Μεσοποταμίας καὶ Εὐφράτου· ὃς ἐν τούτῳ τῷ χρόνῳ ἐν ἡμέραις Αὐρηλιανοῦ καὶ Πρόβου τῶν βασιλέων ἐπὶ τῆς Ἀντιοχέων καθίσταται ἐπίσκοπος τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ἀρθεὶς δὲ τῇ διανοίᾳ ἐξέπεσε τῆς ἀληθείας καὶ ἀνεκαίνισε τὴν αἵρεσιν τοῦ Ἀρτέμωνος, τοῦ ποτε ὄντος ἐν ἀρχῇ πρὸ ἐτῶν πολλῶν καὶ ἐσβεσμένου. Φάσκει δὲ οὗτος θεὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἕνα θεόν, ἐν θεῷ δὲ ἀεὶ ὄντα τὸν αὐτοῦ Λόγον καὶ τὸ πνεῦμα αὐτοῦ, ὥσπερ ἐν ἀνθρώπου καρδίᾳ ὁ ἴδιος λόγος. μὴ εἶναι δὲ τὸν υἱὸν τοῦ θεοῦ ἐνυπόστατον, ἀλλὰ ἐν αὐτῷ τῷ θεῷ, ὥσπερ ἀμέλει καὶ ὁ Σαβέλλιος καὶ ὁ Ναυᾶτος καὶ ὁ Νόητος καὶ ἄλλοι· οὐκ ἴσως δὲ ἐκείνοις οὗτος, ἀλλὰ ἄλλως 3.4 παρ' ἐκείνους. ἐλθόντα δὲ τὸν λόγον καὶ ἐνοικήσαντα ἐν Ἰησοῦ ἀνθρώπῳ ὄντι. * καὶ οὕτως, φησίν, εἷς ἐστιν ὁ θεός, καὶ οὐχὶ πατὴρ ὁ πατὴρ καὶ υἱὸς ὁ υἱὸς καὶ ἅγιον πνεῦμα τὸ ἅγιον πνεῦμα, ἀλλὰ εἷς θεὸς ὁ πατὴρ καὶ ὁ υἱὸς αὐτοῦ ἐν αὐτῷ, ὡς λόγος ἐν ἀνθρώπῳ· δῆθεν ἀπὸ τῶν μαρτυριῶν τούτων ἑαυτοῦ τὴν αἵρεσιν προβαλλόμενος, ἀπὸ τοῦ εἰρηκέναι τὸν Μωυσέα «κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν». οὐ φάσκει δὲ οὗτος κατὰ τὸν Νόητον τὸν πατέρα πεπονθέναι, ἀλλά φησιν· ἐλθὼν ὁ Λόγος ἐνήργησε μόνον καὶ ἀνῆλθε πρὸς τὸν πατέρα. καὶ πολλὴ παρὰ τούτῳ ἡ ἀτοπία. 2. Ἴδωμεν δὲ εἰ οἱ λόγοι αὐτοῦ συσταθήσονται τοῦ ἠπατημένου. φάσκει γὰρ ὅτι εἶπεν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». καὶ αὐτοὶ δέ φαμεν ἐκ πατρὸς θεὸν Λόγον καὶ μετ' αὐτοῦ ἀεὶ ὄντα ἐξ αὐτοῦ γεγεννημένον, ἀλλ' οὐχὶ τὸν πατέρα λέγομεν ἄνευ Λόγου ἐνυποστάτου. ἀλλ' ὁ λόγος τοῦ πατρός, ὁ μονογενὴς υἱὸς θεὸς λόγος, ὥς φησι «πᾶς ὁ ὁμολογῶν ἐν ἐμοὶ ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου»· τῷ δὲ «ἐν ἐμοὶ ἔμπροσθεν τοῦ πατρός μου», ἔδειξε φύσει ἐνυπόστατον τὸν πατέρα *. οὗτοι δὲ τὸν Ἰουδαϊσμὸν παρεισφέροντες, οὐδὲν περισσότερον τῶν Ἰουδαίων κεκτημένοι, δεύτεροι Ἰουδαῖοι κληθήσονται καὶ Σαμο.5 σατῖται, μηδὲν ἕτερον ὄντες ἢ τῷ ὀνόματι μόνον οἰήσει προϊσχόμενοι. τὸν γὰρ ἐκ θεοῦ θεόν, υἱὸν μονογενῆ καὶ Λόγον, ἀρνούμενοι ἐκεῖνοί εἰσιν ὁποῖοι καὶ οἱ αὐτὸν ἐν τῇ παρουσίᾳ ἀρνησάμενοι, θεοκτόνοι τε καὶ κυριοκτόνοι καὶ ἐπαρνησίθεοι γεγονότες. τἀληθῆ δέ, ὅτι οὔτε περιτομὴν ἔχουσιν οὔτε σάββατον φυλάσσουσι, τὰ δὲ ἄλλα πάντα καθάπερ Ἰουδαῖοι *. 3. Καὶ γὰρ τῷ ὄντι καὶ αὐτοὶ οὐ δύο φαμὲν εἶναι θεοὺς οὐδὲ θεότητας, ἀλλὰ μίαν θεότητα· ἐπειδὴ γὰρ οὔτε δύο λέγομεν πατέρας οὔτε δύο υἱοὺς οὔτε δύο πνεύματα ἅγια, ἀλλὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μίαν θεότητα, * μίαν δοξολογίαν. οὗτος δὲ οὐ λέγει μόνον θεὸν διὰ τὸ

344

πηγὴν εἶναι τὸν πατέρα, ἀλλὰ μόνον θεὸν αὐτὸν λέγων ἀναιρεῖ ὅσον τὸ κατ' αὐτὸν τὴν τοῦ υἱοῦ θεότητα καὶ ὑπόστασιν καὶ τοῦ ἁγίου πνεύματος· ἔχων δὲ αὐτὸν τὸν πατέρα ἕνα θεὸν * ἄγονον υἱοῦ, ὡς εἶναι τὰ δύο ἀτελῆ, πατέρα καὶ υἱὸν, τὸν μὲν πατέρα ἄγονον υἱοῦ καὶ ἄκαρπον τὸν Λόγον θεοῦ ζῶντος καὶ σοφίας ἀληθινῆς. Λόγον γὰρ οἷον τὸν ἐν καρδίᾳ εἶναι νομίζουσι καὶ σοφίαν, οἵαν ἐν ψυχῇ ἀνθρώπου ἕκαστος ἔχει τὴν ἐκ θεοῦ φρόνησιν ἐκ θεοῦ κεκτημένος. διὰ τοῦτο πρόσωπον ἓν τὸν θεὸν ἅμα τῷ λόγῳ φασίν, ὡς ἄνθρωπον ἕνα καὶ τὸν αὐτοῦ λόγον, οὐδὲν πλέον τῶν Ἰουδαίων ὡς ἔφην δοξάζοντες, τυφλώττοντες ἀπὸ τῆς ἀληθείας καὶ κεκωφωμένοι ἀπὸ τοῦ θείου λόγου καὶ κηρύγματος τῆς ζωῆς τῆς αἰωνίου. οὔτε γὰρ αἰδοῦνται τὸν ἀληθῆ τοῦ εὐαγγελίου λόγον τὸν λέγοντα «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν». εἰ γὰρ ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, τὸ εἶναι αὐτοῦ οὐ κατὰ τὴν προφορὰν μόνον ἐστίν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν. καὶ εἰ ὁ λόγος ἦν πρὸς τὸν θεόν, οὐχ ὁ Λόγος ἐστὶ πρὸς ὃν ἦν· οὐδὲ γὰρ ὁ πρὸς ὃν ἦν ἔστι λόγος. εἰ γὰρ ἐν καρδίᾳ λόγον θεὸς ἔχει, * καὶ οὐ γεγεννημένον, πῶς πληροῦται τὸ ἦν καὶ ὅτι θεὸς ἦν ὁ Λόγος; οὐ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος ἄνθρωπος πρὸς τὸν ἄνθρωπον· οὔτε γὰρ ζῇ οὔτε ὑπέστη, 3. καρδίας δὲ ζώσης καὶ ὑφεστώσης κίνημά ἐστι μόνον καὶ οὐχ ὑπόστασις. λέγεται γὰρ ἅμα καὶ παραχρῆμα οὐκέτι ἐστίν, ἀλλὰ λαλούμενος * διαμένει. τοῦ δὲ θεοῦ ὁ Λόγος *, ὥς φησι τὸ ἅγιον πνεῦμα ἐν στόματι τοῦ προφήτου «ὁ λόγος σου εἰς τὸν αἰῶνα διαμένει». συμφώνως δὲ τούτῳ ὁ εὐαγγελιστὴς λέγει, θεὸν ὁμολογῶν φανερωθέντα καὶ παραγενόμενον, οὐ συμπαραλαμβάνων τῇ τοῦ λόγου σαρκώσει τὸν πατέρα· «ὁ Λόγος» γάρ φησι «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ οὐκ εἶπεν, ὁ Λόγος καὶ ὁ πατὴρ σὰρξ ἐγένετο· καὶ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος», καὶ οὐκ εἶπεν· ἐν θεῷ ἦν ὁ λόγος. 4. Καὶ ἵνα μή τινες νομίσωσι, κακοβούλως τὰ φωτεινὰ καὶ ζωτικὰ ῥήματα μεταβάλλοντες εἰς κακίαν ἑαυτῶν καὶ εἰς βλάβην ἄλλως γὰρ καὶ ἄλλως «ἔγκειται ἡ καρδία τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος» καὶ ἄρξωνται λέγειν· «οὐκ εἶπεν· ἐν θεῷ ἦν ὁ Λόγος, ἀλλὰ ὡς καὶ σὺ φῄς, πρὸς θεὸν ἦν ὁ Λόγος· ἄρα γοῦν οὐκ ἔστιν ἐκ τῆς ὑποστάσεως τοῦ πατρὸς ὁ Λόγος, ἀλλὰ ἐκτὸς θεοῦ ὁ Λόγος», πάλιν ἐπιστρέφει διορθουμένη τοὺς ἑαυτῆς υἱοὺς ἡ ἀλήθεια. ἐξελέγχουσα τὰς διανοίας τὰς κατ' αὐτῆς πορνευούσας, καί φησιν αὐτὸς ὁ μονογενὴς «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ πάλιν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». ὁ δὲ ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ λαλῶν, οὐχ ὡς σωματικοὺς ἔχων ὄγκους, νοηματικοὺς δὲ παρέχων λόγους, ὑποκαταβαίνων τὴν ἀσθένειαν τῆς ἀνθρωπότητος εἰς αἴσθησιν παραστάσεως διὰ τῶν ἐν ἡμῖν γινομένων ποιούμενος τὴν παράστασιν τοῦ υἱοῦ, ὅτι ἐξ αὐτοῦ ἀληθῶς γεγέννηται, θεὸς ἐκ θεοῦ, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐκ ἔξωθεν ὤν, ἀλλὰ ἐκ τῆς αὐτοῦ οὐσίας, φάσκει ἐν τῷ Δαυὶδ λέγων «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὡς οἱ ἑβδομήκοντα ἡρμήνευσαν· ὡς δὲ οἱ ἄλλοι ἐκδόται, Ἀκύλας μέν· ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου, Σύμμαχος δέ· ὡς κατ' ὄρθρον δρόσου ἡ νεότης σου, Θεοδοτίων δέ· ἐκ μήτρας ἀπὸ πρωῒ νεότητός σου, πέμπτη δὲ ἔκδοσις· ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος ἐν νεότητί σου, ἡ δὲ ἕκτη ἔκδοσις· ἐκ γαστρὸς ζητήσουσί σε, δρόσος νεανικότητός σου, ἐν δὲ τῷ Ἑβραϊκῷ· μηρὲμ μεσσαὰρ λακτὰλ ἰελεδεχέθ, ὅπερ ἐστὶ σαφῶς καὶ ἀναμφιβόλως· 3. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. τὸ γὰρ μηρὲμ ἐκ γαστρός ἐστι, μεσσαὰρ δὲ τὸ ὀρθριαίτερον πάντων, ὅπερ ἐστὶ πρὸ ἑωσφόρου, λακτάλ, καὶ πρὸ τῆς δρόσου, ἰελεδεχὲθ παιδίον, τουτέστι τὸ ἐγέννησά σε. ὅπως ἐκ τοῦ λόγου γνῴης ὅτι ὁ ἐνυπόστατος θεὸς λόγος ἐκ πατρὸς φύσει ἐστὶ γεγεννημένος, ἀνάρχως καὶ

345

ἀχρόνως πρὸ τοῦ τι εἶναι. οὐ γὰρ τὸν ἑωσφόρον μόνον ἔλεγε τὸν ἀστέρα, καίτοι γε πολλῶν ὄντων τῶν ἄστρων καὶ ἡλίου καὶ σελήνης, ἐν τῇ τετάρτῃ ἡμέρᾳ γενομένων, προγενομένων δὲ θαλάσσης καὶ ξύλων καὶ καρπῶν, στερεώματός τε γῆς καὶ οὐρανοῦ, καὶ ἀγγέλων ἅμα σὺν τούτοις γεγονότων· εἰ μὴ γὰρ ἅμα οὐρανῷ καὶ γῇ καὶ ἄγγελοι ἐκτίσθησαν, οὐκ ἂν ἔλεγε τῷ Ἰὼβ ὅτι «ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου φωνῇ». τὸ οὖν πρὸ ἑωσφόρου *, ἵνα εἴπῃ πρὸ τοῦ εἶναί τι καὶ κτισθῆναι. ἦν γὰρ ἀεὶ ὁ Λόγος σὺν πατρί· «δι' αὐτοῦ γὰρ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» 5. Λέξειε δ' ἄν τις· «ἔδειξας εἶναι πρὸ ἄστρων τοὺς ἀγγέλους, ἅμα δὲ οὐρανῷ καὶ γῇ τούτους ἔφης γεγονέναι. πόθεν πεποίησαι τὴν ἀπόδειξιν, λέγε ἡμῖν· οὐχὶ ἄρα πρὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάντως γεγόνασιν; οὐδαμοῦ γὰρ τηλαυγῶς σημαίνει τὸν χρόνον τῆς τῶν ἀγγέλων ποιήσεως. καὶ ὅτι μὲν καλῶς αὐτοὺς ἔδειξας εἶναι πρὸ ἄστρων εὔδηλον· εἰ μὴ γὰρ ἦσαν, πῶς ὕμνουν θεὸν ἐπὶ τῇ τῶν ἄστρων ποιήσει;» ἡμεῖς δὲ ἑκάστην ζητήματος εὕρεσιν οὐκ ἀπὸ ἰδίων λογισμῶν δυνάμεθα λέγειν, ἀλλὰ ἀπὸ τῆς τῶν γραφῶν ἀκολουθίας. τηλαυγῶς γὰρ σημαίνει ὁ τοῦ θεοῦ λόγος ὅτι οὔτε μετὰ τὰ ἄστρα γεγόνασιν ἄγγελοι οὔτε πρὸ οὐρανοῦ καὶ γῆς, σαφῶς ἀμεταθέτου ὄντος τοῦ ῥητοῦ, τοῦ ὅτι πρὸ οὐρανοῦ καὶ γῆς οὐδὲν ἦν τῶν ἐκτισμένων, ὅτι «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ὡς ἀρχῆς οὔσης τῆς κτίσεως καὶ οὐδενὸς πρὸ αὐτῆς τῶν κεκτισμένων ὑπάρχοντος. Οὐ δύναται οὖν, ὡς προεῖπον, ὁ ἐν ἀνθρώπῳ λόγος ἄνθρωπος καλεῖσθαι, ἀλλὰ λόγος ἀνθρώπου. εἰ δὲ ὁ Λόγος τοῦ θεοῦ θεός ἐστιν, οὐκ ἔστιν ἀνυπόστατος λόγος, ἀλλὰ ἐνυπόστατος θεὸς Λόγος, ἐκ τοῦ θεοῦ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως· «ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέ. κραγε λέγων· «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» «οὗτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.» «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω». ὁρᾷς μονογενῆ Λόγον; ὁρᾷς ἐν κόσμῳ παραγενόμενον ἐν ἀνθρώποις καὶ πλήρη ἔχοντα «δόξαν μονογενοῦς παρὰ πατρός»; οὐχ ὡς τοῦ πατρὸς ὄντος Λόγου, οὐ πατρὸς ἅμα Λόγῳ συναλοιφῇ πεφηνότος, ὡς ἄνθρωπος ἅμα τῷ ἑαυτοῦ λόγῳ φαινόμενος ὅπου καὶ ὁ λόγος αὐτοῦ οὐ δύναται φανῆναι, ἐὰν μὴ παρῇ ὁ φθεγγόμενος τὸν λόγον. τίνι τοίνυν πιστεύσω; τίνι συνθῶμαι; παρὰ τίνων λάβω ζωὴν ἐν μαθήμασι; παρὰ τῶν ἁγίων εὐαγγελιστῶν καὶ πνευματοφόρων, τῶν τὸν Λόγον παρὰ πατρὸς ἀπεσταλμένον φησάντων, ἢ παρὰ τούτων τῶν ἀπὸ Παύλου τοῦ Σαμοσατέως, τῶν σὺν τῷ Λόγῳ θεὸν καὶ Λόγον σὺν τῷ θεῷ φασκόντων, τῶν ἓν πρόσωπον πατρὸς πρὸς τὸν λόγον καὶ τοῦ Λόγου πρὸς τὸν πατέρα ὁριζόντων; εἰ δὲ ἓν τὸ πρόσωπον, πῶς ὁ μὲν ἀποστέλλει, ὁ δὲ ἀποστέλλεται; «ἀποστελεῖ» γάρ φησιν ὁ προφήτης «τὸν λόγον, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα», καὶ πάλιν «ἐγὼ ἐξῆλθον ἐκ τοῦ πατρός μου καὶ ἥκω» καὶ «ζῶ ἐγώ, καὶ ζῇ ἐν ἐμοὶ ὁ ἀποστείλας με πατήρ». πῶς οὖν ἀποστέλλεται ὁ ἀποσταλεὶς καὶ διὰ σαρκὸς φαίνεται; «θεὸν γὰρ οὐδεὶς πώποτε ἑώρακεν· ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». καί φησιν «ὁ μονογενὴς θεός»· ὁ μὲν γὰρ Λόγος ἐστὶν ἐκ πατρὸς γεννηθείς, ὁ πατὴρ δὲ οὐκ ἐγεννήθη· διὰ τοῦτο μονογενὴς θεός. 6. Προὔλαβε γὰρ ἡ θεία γνῶσις κηρύττουσα ἑαυτῆς τὴν ἀλήθειαν διὰ τὴν αὐτῆς πρόγνωσιν εἰς ἀσφάλειαν τῶν ἡμετέρων ψυχῶν, ἐπειδήπερ ᾔδει τοῦ Σαμοσατέως τὴν ἄνοιαν καὶ τῶν Ἀρειανῶν τὴν κακοδοξίαν καὶ τῶν Ἀνομοίων τὴν κακουργίαν καὶ τῶν Μανιχαίων τὴν πτῶσιν καὶ λοιπῶν αἱρέσεων τὴν κακομηχανίαν. καὶ διὰ τοῦτο περὶ ἑκάστης λέξεως ἀσφαλίζεται ἡμᾶς ὁ θεῖος λόγος· τὸν

346

μὲν γὰρ πατέρα οὐ λέγει μονογενῆ. πῶς γὰρ μονογενὴς ὁ μὴ γεγεννημένος; τὸν δὲ υἱὸν μονογενῆ, ἵνα μὴ ὁ υἱὸς νομισθείη πατήρ, καὶ ἵνα μὴ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου ἀπεικασθῇ ὁ θεὸς λόγος. εἰ γὰρ λόγος λέγεται, διὰ τὴν τοιαύτην χρῆσιν λέγεται, ἵνα μὴ νομίσῃ τις ἀλλότριον εἶναι τῆς τοῦ θεοῦ πατρὸς 3. οὐσίας· καὶ οὐκέτι λόγος ἀνυπόστατος, ἀλλὰ ἐνυπόστατος, διὰ τὸ «μονογενής, πλήρης χάριτος καὶ ἀληθείας»· καὶ ὁρᾷς πόσα ἐστὶ πρὸς ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς· τὸ γοῦν «θεὸν οὐδεὶς πώποτε ἑώρακεν», ἵνα τὸ ἀόρατον τοῦ πατρὸς σημάνῃ καὶ τῆς αὐτοῦ θεότητος τὸ δὲ «μονογενὴς θεός», ἵνα τὴν ἰδίαν θεότητα διὰ τῆς σαρκὸς φαινομένην ἐπιβεβαιώσῃ. Πόσα δὲ ἄλλα καὶ ἐπέκεινα τούτων εἰς παράστασιν ἡμῖν ἀναλέξειέ τις καὶ παραστήσειε πρὸς τὴν τοῦ Σαμοσατέως ἄνοιαν; εἰ γὰρ ἦν ἐν τῷ πατρί, ὡς ὁ λόγος ἐν καρδίᾳ ἀνθρώπου, πῶς παραγέγονε διὰ ἰδίας θεωρίας φαινόμενος; ἐν τῷ γὰρ αὐτὸν διηγεῖσθαι τοῖς αὐτοῦ μαθηταῖς φάσκει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». καὶ οὐκ εἶπεν· ἐγώ εἰμι ὁ πατήρ. ἀλλὰ τὸ ἐμὲ * ἐν τῷ πατρὶ σημαίνει. καὶ οὐκ εἶπεν, ἐγώ εἰμι ἐκεῖνος, ἀλλ' «ἐγὼ ἦλθον ἐπὶ τῷ ὀνόματι τοῦ πατρός μου καὶ ἐκεῖνός ἐστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ». καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου ὅτι «ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον ὑμῖν ἀποστελεῖ»· ὅρα πῶς τὸ ἀποστελεῖ καὶ τὸ ἄλλον καὶ τὸ ἐγώ *, ἵνα δείξῃ πατέρα ἐνυπόστατον, υἱὸν ἐνυπόστατον, πνεῦμα ἅγιον ἐνυπόστατον. «ἐκεῖνός με γὰρ δοξάσει», περὶ τοῦ ἁγίου πνεύματος λέγων φησί «ὅτι τοῦ ἐμοῦ λήψεται»· καὶ ποῖόν φησι; τὸ ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον. ἀλλὰ καί φησι «δύο μαρτυρίαι ἀνθρώπων σταθήσονται, καὶ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ ἀποστείλας με πατήρ». πόσα δὲ ἄλλα τοσαῦτα καὶ ἐπέκεινα τούτων *· ἰδοὺ γάρ φησιν «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. ναὶ ὁ πατήρ, ὅτι οὕτως γέγονεν εὐδοκία ἔμπροσθέν σου. πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ τὸν πατέρα οὐδεὶς ἔγνω εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ». τὸ «ἀπεκάλυψας γὰρ νηπίοις», καὶ τὸ «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου», ἵνα ἐκκόψῃ τὴν τούτων ἐπινενοημένην ξενολεξίαν. 3.10 7. Ἀλλ' ὅρα τὸν ἀεὶ ἀντιπολεμοῦντα τῇ τῶν ἀνθρώπων φύσει διάβολον, τί ἐν αὐτοῖς ἐνεκίσσησεν ὥσπερ ἀπὸ διαβολικῆς ἐνεργείας τοῦ λέγειν. δῆθεν γὰρ ἀπολογοῦνται πρὸς ταῦτα οἱ τῆς τῶν Ἰουδαίων αἱρέσεως ὑπηρέται, ὑπὲρ τούτου αἰσχυνόμενοι διὰ τὴν τῶν θείων εὐαγγελίων σαφῆ ὑφηγήσεως διδασκαλίαν, ἵνα μὴ ὀφθῶσι τελειότατα ἀντιπράττοντες τῇ τοῦ εὐαγγελίου ἀληθινῇ γνώσει. φάσκουσι γὰρ ὅτι «ἄνθρωπος ἦν ὁ Ἰησοῦς καὶ ἐν αὐτῷ ἐνέπνευσεν ἄνωθεν ὁ λόγος· καὶ ταῦτα περὶ ἑαυτοῦ ὁ ἄνθρωπος λέγει. ὁ πατὴρ γὰρ ἅμα τῷ υἱῷ εἷς θεός, ὁ δὲ ἄνθρωπος κάτωθεν τὸ ἴδιον πρόσωπον ὑποφαίνει· καὶ οὕτως τὰ δύο πρόσωπα πληροῦνται». πῶς οὖν ἄνθρωπος θεὸς δύναται εἶναι, ὦ πάντων ἀνθρώπων ἀβέλτερε καὶ ἀπὸ τοῦ ἐπουρανίου φρονήματος τὸν νοῦν ἀπεστραμμένε; πῶς δύναται ἄνθρωπος εἶναι ψιλὸς κατὰ σὲ ὁ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»; εἰ γὰρ ὁ ἄνθρωπος ὡς ὁ πατήρ. οὐδὲν διαλλάττει ὁ πατὴρ τοῦ ἀνθρώπου· εἰ δὲ ὁ θεὸς λόγος, ὁ ἐνανθρωπήσας ἐν τελειότητι τέλειος ὢν ἔστι θεὸς ἄνωθεν ἀπὸ πατρὸς γεγεννημένος, δικαίως καὶ σαφῶς φθέγγεται περὶ ἑαυτοῦ λέγων ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα,» ὡς καὶ οἱ Ἰουδαῖοί φασι περὶ αὐτοῦ· «οὐ μόνον» γάρ φησιν «ἐζήτουν ἀποκτεῖναι αὐτόν, ὅτι ταῦτα ἐποίει, ἀλλ' ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον θεῷ ἑαυτὸν φάσκων». τῷ γὰρ εἰπεῖν πάλιν «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» τὸν πατέρα θεὸν ἴσον ἑαυτοῦ φάσκει. οὐκ ἄνθρωπος δέ ἐστιν ἴσος θεῷ, οὐδὲ ὡς θεός, ἀλλὰ ὁ ἐν ἀληθείᾳ γεγεννημένος ἐκ θεοῦ πατρὸς θεὸς υἱὸς μονογενής. φησὶ γὰρ περὶ

347

αὐτοῦ Παῦλος «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»· τὸ μὲν περὶ θεοῦ * ἦν ἐν μορφῇ, περὶ δὲ τῆς τοῦ δούλου μορφῆς προσληπτὴν ἀπέφηνε καὶ οὐκ εἶπεν αὐτοῦ ἰδίαν οὖσάν ποτε. πολλάκις δὲ καὶ ἀνθρωπίνως διαλέγεται ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστός, ὁ θεὸς λόγος, καὶ πολλάκις ἀνθρωποπαθῶς φθέγγεται, ἀλλ' οὐχ ὅτε λέγει «ἐκ τοῦ πατρός μου 3.11 ἐξῆλθον καὶ ἥκω»· τοῦτο γὰρ οὐ δύναται ἀπὸ ἀνθρωπότητος λέγεσθαι· ἀλλ' ὅτε δικαίως ἐπιμαρτυρεῖ λέγων «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής», ἵνα δείξῃ τὴν ἑαυτοῦ ἐνανθρώπησιν· καὶ τὸ ἀνάπαλιν περὶ θεότητος λέγων «κἄν τε ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν», ἵνα δείξῃ ἀληθινὴν θεότητα καὶ ἀληθινὴν ἐνανθρώπησιν. 8. Οὐ δύο τοίνυν θεοί, ὅτι οὔτε δύο πατέρες· οὐδὲ ἀνῄρηται ἡ ὑπόστασις τοῦ λόγου, ὅτι οὐ μία συναλοιφὴ θεότητος υἱοῦ πρὸς πατέρα. οὐ γάρ ἐστιν ἑτεροούσιος ὁ υἱὸς τοῦ πατρός, ἀλλὰ ὁμοούσιος τῷ πατρί· οὐ δύναται δὲ εἶναι ἑτεροούσιος τῷ γεγεννηκότι οὐδὲ ταυτοούσιος, ἀλλὰ ὁμοούσιος. οὐδὲ πάλιν λέγομεν αὐτὸν μὴ εἶναι ταὐτὸν τῇ οὐσίᾳ τῷ πατρί· ἔστι γὰρ ταὐτὸν τῇ θεότητι καὶ τῇ οὐσίᾳ ὁ υἱὸς πρὸς τὸν πατέρα, καὶ οὐκ ἀλλοῖος παρὰ τὸν πατέρα οὐδὲ ἀπὸ ἄλλης ὑποστάσεως, ἀλλὰ ὡς ἀληθῶς υἱὸς πατρὸς τῇ τε οὐσίᾳ καὶ τῇ ὑποστάσει καὶ τῇ ἀληθείᾳ. ἀλλ' οὐχ ὁ πατήρ ἐστιν ὁ υἱός, οὐδὲ ὁ υἱός ἐστιν ὁ πατήρ, ἀλλὰ υἱὸς ἀληθῶς ἐκ πατρὸς γεγεννημένος. διὸ οὔτε δύο θεοὶ οὔτε δύο υἱοὶ οὔτε δύο ἅγια πνεύματα, ἀλλὰ μία θεότης ἡ τριάς, πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα, ὁμοούσιος οὖσα. ὅταν γὰρ εἴπῃς ὁμοούσιον, οὐ συναλοιφὴν σημαίνεις. τὸ γὰρ ὁμοούσιον οὐχ ἑνός ἐστι σημαντικόν, οὐδὲ τοῦ ὄντος υἱοῦ πρὸς πατέρα γνησίου τὴν οὐσίαν διίστησι καὶ τὴν ὑπόστασιν ἀπαλλοτριοῖ διὰ τὸ ὁμοούσιον. οὐ γὰρ ἀρχὰς δύο κηρύττει ὁ θεῖος λόγος, ἀλλὰ μίαν ἀρχήν· «συνελεύσεται, γάρ φησιν, ὁ οἶκος Ἰούδα καὶ ὁ οἶκος Ἰσραήλ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν». ὁ τοίνυν ἀρχὰς δύο κηρύττων δύο θεοὺς κηρύττει, καὶ ὁ ἀναιρῶν τὸν Λόγον καὶ τὴν αὐτοῦ ὑπόστασιν Ἰουδαϊσμὸν ὑποφαίνει. Μαρκίων γὰρ δύο ἀρχὰς ὑποφαίνει, μᾶλλον δὲ τρεῖς ἑαυταῖς ἐναντίας· οἱ δὲ νέοι Ἰουδαῖοι, Σαμοσατῖται οὗτοι, ἀναιροῦσι τὴν ὑπόστασιν τοῦ Λόγου, ἵνα κυριοκτόνοι καὶ αὐτοὶ ἀποφανθῶσι καὶ ἐπαρνησίθεοι τῆς τοῦ κυρίου ἡμῶν σωτηρίας. Μία γοῦν ἡ ἀρχὴ καὶ ἐξ αὐτῆς ὁ υἱός, εἰκὼν ἀκριβής, φύσει ἐκτυποῦσα τὸν ἴδιον πατέρα καὶ ὁμοία κατὰ πάντα τρόπον, ὅτι θεὸς ἐκ θεοῦ καὶ υἱὸς ἐκ πατρός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ καὶ φῶς ἐκ φωτός, μία οὖσα θεότης καὶ ἓν ἀξίωμα. διό φησι «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν»· οὔτε κατ' εἰκόνα σήν, ἵνα μὴ διέλῃ, οὔτε κατ' εἰκόνα ἐμήν, ἵνα μὴ ἀνόμοιον καὶ ἄνισον ἀποφάνῃ, κατ' 3.12 εἰκόνα δὲ ἡμετέραν. καὶ τὸ ποιήσωμεν, ἵνα μὴ ἀλλότριος ᾖ ὁ πατὴρ τῶν γενομένων ὑπ' αὐτοῦ, μηδὲ ὁ μονογενὴς ἀλλότριος τῆς δημιουργίας. ἀλλὰ ὁ πατὴρ σὺν τῷ υἱῷ δημιουργεῖ καὶ ὁ υἱός. δι' οὗ τὰ πάντα γέγονε, συνδημιουργὸς τῷ πατρί· καὶ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν υἱὸν εἷς υἱὸς τέλειος ἐκ τελείου πατρὸς καὶ πατὴρ τέλειος τελείου υἱοῦ, τῆς πατρικῆς τελειότητος ἔχοντος τὴν εἰκόνα, «εἰκὼν θεοῦ τοῦ ἀοράτου», οὐ παράδειγμα εἰκόνος, οὐκ εἰκὼν εἰκόνος, οὐκ ἀνόμοιος, ἀλλ' εἰκὼν τοῦ πατρός, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς ἀπὸ τοῦ ἀνάρχου καὶ ἀχρόνου γεννήσεως ἐν ἀληθείᾳ. Εἰκὼν τοίνυν ὁ υἱὸς τοῦ πατρός· καὶ γὰρ καὶ οἱ βασιλεῖς οὐ διὰ τὸ ἔχειν εἰκόνα δύο εἰσὶ βασιλεῖς, ἀλλὰ βασιλεὺς εἷς σὺν τῇ εἰκόνι· εἷς θεός, οὐχὶ ἕν τι ἐκ δύο μερῶν ἀτελὲς ὑπάρχον, ἀλλὰ τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα. «ἐγώ, γάρ φησιν, ἐν τῷ πατρί» οὐχ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου, ἀλλὰ πατέρα οἴδαμεν νοητὸν σὺν υἱῷ καὶ υἱὸν ἀπὸ πατρὸς γεγεννημένον. καὶ οὐχ ὡς ἐν ἀνθρώπῳ ἐλθόντα, εἰς οἰκητήριον * ὁ θεῖος λόγος καὶ μετὰ τὸ γεγεννῆσθαι ὀφθέντα ἐν αὐτῷ τὸν Λόγον καὶ

348

πάλιν ἐν θεῷ ὑπάρχοντα ἄνω, ὡς ἐν καρδίᾳ ἀνθρώπου λόγος. ταῦτα γὰρ τῆς τοῦ δαίμονος ἐμβροντήσεώς ἐστι καὶ ἐπαρνησιθεΐας πάσης ἔχοντα τοὺς χαρακτῆρας. 9. Ταῦτα δὲ τὰ ὀλίγα πρὸς τὴν τούτου αἵρεσιν καλῶς ἔχειν δοκιμάσαντες *. οὐ δυσχερὴς γὰρ ἡ τούτων δύναμις οὔτε μὴ δυναμένη ὑπὸ πάντων συνετῶν ἀνατρέπεσθαι. διὸ καὶ τούτου τὰς ῥίζας τῶν ἀκανθῶν ἐκτεμόντες τῷ τῆς ἀληθείας κηρύγματι καὶ φρονήματι καὶ τὸν ἰὸν ὡς εἰπεῖν ἀποσβέσαντες καὶ τὸ δηλητήριον τούτου ὑποδείξαντες, τὸν ἀρωγὸν 3.13 ἐπικεκλημένοι σὺν υἱῷ πατέρα, τὸν ὄντως ὄντα καὶ υἱὸν ὄντως ἐνυπόστατον γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα ὂν ἐνυπόστατον, καὶ * σωτήριον τῆς οἰκονομίας τῆς ἐνσάρκου πραγματείας, διὰ τοῦ τροπαίου τοῦ κατὰ θανάτου, τοῦ σταυροῦ φημι, τὴν κεφαλὴν τούτου ῥήξαντες τοῦ ζητήματος τῶν νέων Ἰουδαίων, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί. Δρυΐνας γάρ τις ἔχις οὕτω καλουμένη τούτῳ ἔοικε τῷ αἱρεσιάρχῃ· ὡς δρυΐνας λέγεται μὲν εἶναι ἔχις, παρὰ δὲ τὰς πόας ἢ καὶ δρύας ἐμφωλεύει συνεχέστατα· διὸ καὶ δρυΐνας καλεῖται, ἀπὸ τοῦ φιλόδενδρον αὐτὸ εἶναι καὶ ἑαυτὸ παρεικάζειν ἀνὰ μέσον τῶν ἐκ τῶν δένδρων ῥιπτομένων φύλλων τῇ ἑκάστου χλωρότητι. οὐ τοσοῦτον δὲ εἶναι ὀδυνηρὸν τὸ ζῷον, ἐὰν δὲ ἐπιμείνῃ, θάνατον ἐμποιεῖν. οὕτως γὰρ καὶ οὗτος καὶ ἡ ἀπ' αὐτοῦ αἵρεσις πιστῶν ἀριθμῷ ἑαυτὸν ἀπεικάζεται, Χριστοῦ μὲν ὄνομα ἐνδεδυμένος, Ἰουδαίων δὲ τὸ φρόνημα ἐπανῃρημένος, Λόγον Χριστὸν ὁμολογῶν, οὐκ ὄντα δὲ τοῦτον διανοούμενος, καὶ ἐν πολλοῖς ἑαυτὸν θριαμβεύων οὐκ αἰσχύνεται· οὗ καὶ τὴν δοκοῦσαν διδασκαλίαν, πλάνην δὲ οὖσαν, ἐν τῷ ὑποδήματι τοῦ Χριστοῦ καταπεπατηκότες καὶ τῇ σμίλῃ τῇ ἰατρικῇ τοῦ εὐαγγελίου τοὺς δεδηγμένους ἀμύξαντες τόν τε ἰὸν ἀπ' αὐτῶν ἐκκρίναντες, ἐπὶ τὴν τῶν ἑξῆς διήγησιν, ὡς προεῖπον, ἐλευσόμεθα. – – – Κατὰ Μανιχαίων ˉμˉ , τῆς δὲ ἀκολουθίας ˉξˉ . 1. Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται λεγόμενοι, διά τινα οὐέτρανον ἀπὸ τῆς μέσης τῶν ποταμῶν ἐλθόντα, Ἀκούαν οὕτω καλούμενον, ἐν τῇ Ἐλευθεροπόλει ἐνέγκαντα ταύτην τὴν τοῦ δηλητηρίου τούτου πραγ.14 ματείαν, οὗτοι κατὰ τὸν καιρὸν ἐκεῖνον τῷ βίῳ αὐτῶν ἐκήρυξαν, μέγα τῷ κόσμῳ κακὸν μετὰ τὴν Σαβελλίου ἐπαναστάντες αἵρεσιν· ἐν χρόνοις γὰρ οὗτοι Αὐρηλιανοῦ τοῦ βασιλέως γεγόνασι, περὶ ἔτος τέταρτον τῆς αὐτοῦ βασιλείας. ἔστι δὲ ἡ αἵρεσις αὕτη πολυθρύλητος καὶ ἐν πολλοῖς μέρεσι τῆς γῆς φημιζομένη, ἐκ Μάνη τινός, ὡς ἔφην, λαβοῦσα τὸ πλατυνθῆναι ἐν μέρεσι τῆς γῆς. Μάνης δὲ οὗτος ἀπὸ τῆς τῶν Περσῶν ὡρμᾶτο γῆς. Κούβρικος μὲν τὸ πρῶτον καλούμενος, ἐπονομάσας δὲ ἑαυτῷ τοῦ Μάνη ὄνομα, 3.15 τάχα οἶμαι ἐκ τῆς τοῦ θεοῦ οἰκονομίας τὸ μανιῶδες ἑαυτῷ ἐπισπασάμενος ὄνομα. καὶ ὡς μὲν αὐτὸς ᾤετο, κατὰ τὴν τῶν Βαβυλωνίων γλῶτταν δῆθεν σκεῦος ἑαυτῷ τὸ ὄνομα ἐπέθετο· τὸ γὰρ Μάνη ἀπὸ τῆς Βαβυλωνίας εἰς τὴν Ἑλληνίδα μεταφερόμενον σκεῦος ὑποφαίνει τοὔνομα· ὡς δὲ ἡ ἀλήθεια ὑποφαίνει, τῆς μανίας τὸ ἐπώνυμον κέκτηται, δι' ἣν ἐνεβροντήθη ὁ ἐλεεινὸς τῷ κόσμῳ ὑποσπεῖραι κακοδιδασκαλίαν. ἦν δὲ οὗτος ὁ Κούβρικος χήρας τινὸς δοῦλος, ἥτις ἄπαις τελευτήσασα κατέλειψεν αὐτῷ χρημάτων ἀσυνείκαστον πλῆθος, χρυσοῦ τε καὶ ἀργύρου καὶ ἀρωμάτων καὶ ἄλλων. καὶ αὐτὴ δὲ τῆς κληρονομίας τὴν διαδοχὴν 3.16 ἔσχεν ἐκ Τερβίνθου τινός, δούλου καὶ αὐτοῦ ὑπάρξαντος, μετονομασθέντος δὲ Βουδδᾶ κατὰ τὴν τῶν Ἀσσυρίων γλῶτταν, ὃς καὶ αὐτὸς δοῦλος ὑπῆρχε Σκυθιανοῦ τινος. ἀπὸ τῆς Σαρακηνίας ὁρμωμένου, κατὰ δὲ τὰ τέρματα τῆς Παλαιστίνης τουτέστιν ἐν τῇ Ἀραβίᾳ, ἀνατραφέντος. οὗτος ὁ Σκυθιανὸς ἐν τοῖς προειρημένοις τόποις παιδευθεὶς τὴν Ἑλλήνων γλῶσσαν καὶ τὴν τῶν γραμμάτων αὐτῶν παιδείαν δεινός τε γέγονε περὶ τὰ μάταια τοῦ κόσμου φρονήματα. ἀεὶ δὲ στελλόμενος τὴν πορείαν ἐπὶ τὴν τῶν Ἰνδῶν χώραν πραγματείας χάριν πολλὴν ἐμπορίαν ἐποιεῖτο. ὅθεν πολλὰ κτησάμενος ἐν τῷ

349

κόσμῳ καὶ διὰ τῆς Θηβαΐδος διιών, ὅρμοι γὰρ τῆς ἐρυθρᾶς θαλάσσης διάφοροι, ἐπὶ τὰ στόμια τῆς Ῥωμανίας διακεκριμένοι, ὁ μὲν εἷς ἐπὶ τὴν Αἰλᾶν, ἥτις ἐστὶν ἐν τῇ θείᾳ γραφῇ Αἰλῶν· ἔνθα που ἡ ναῦς Σολομῶντος διὰ τριῶν ἐτῶν ἐρχομένη ἔφερε 3.17 χρυσὸν καὶ ὀδόντας ἐλεφαντίνους, ἀρώματά τε καὶ ταῶνας καὶ τὰ ἄλλα, ὁ δὲ ἕτερος ὅρμος ἐπὶ τὸ Κάστρον τοῦ Κλύσματος, ἄλλος δὲ ἀνωτάτω ἐπὶ τὴν Βερνίκην καλουμένην, δι' ἧς Βερνίκης καλουμένης ἐπὶ τὴν Θηβαΐδα φέρονται, καὶ τὰ ἀπὸ τῆς Ἰνδικῆς ἐρχόμενα εἴδη ἐκεῖσε τῇ Θηβαΐδι διαχύνεται ἢ ἐπὶ τὴν Ἀλεξανδρέων διὰ τοῦ Χρυσορρόᾳ ποταμοῦ, Νείλου δέ φημι, τοῦ καὶ Γεὼν ἐν ταῖς γραφαῖς λεγομένου, καὶ ἐπὶ πᾶσαν τῶν Αἰγυπτίων γῆν καὶ ἐπὶ τὸ Πηλούσιον φέρεται· καὶ οὕτως εἰς τὰς ἄλλας πατρίδας διὰ θαλάσσης διερχόμενοι οἱ ἀπὸ τῆς Ἰνδικῆς ἐπὶ τὴν Ῥωμανίαν ἐμπορεύονται. 2. Ταῦτα δέ μοι κατὰ λεπτὸν ἐσπουδάσθη ἱστορίας χάριν παραδοῦναι, ὅπως καὶ τῶν ῥιζῶν ἑκάστης ὑποθέσεως οἱ ἐντυγχάνειν ἐθέλοντες μὴ ἀμοιρήσωσι. δεῖ γὰρ τὸν ἐπιβαλλόμενον διηγήσει τινὶ κατὰ δύναμιν ἐπιβάλλεσθαι καὶ ἐκ τῆς ῥίζης ποιεῖσθαι τὴν εἰσαγωγήν· ἔνθεν εὑρίσκεται καὶ τὰ τῆς ἀληθείας, κἄν τε ἀπορῇ ὁ λέγων εὐκοσμίας λόγου καὶ εὐεπείας φθογγῆς, ὅμως ἀπὸ τῆς ἀληθινῆς ἱστορίας τὸ ζητούμενον τοῖς συνετοῖς ἀποδειχθήσεται. ἐν ἀρχῇ τοίνυν οὗτος ὁ Σκυθιανὸς πλούτῳ πολλῷ ἐπαρθεὶς καὶ κτήμασιν ἡδυσμάτων καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς Ἰνδίας καὶ ἐλθὼν περὶ τὴν Θηβαΐδα εἰς Ὑψηλὴν πόλιν οὕτω καλουμένην, εὑρὼν ἐκεῖ γύναιον ἐξωλέστατον καὶ κάλλει σώματος πρόοπτον ἐκπλῆξάν τε αὐτοῦ τὴν ἀσυνεσίαν, ἀνελόμενός τε τοῦτο ἀπὸ τοῦ στέγους ἕστηκε γὰρ ἡ τοιαύτη ἐν τῇ πολυκοίνῳ ἀσεμνότητι ἐπεκαθέσθη τῷ γυναίῳ καὶ ἐλευθερώσας αὐτὸ συνήφθη αὐτῷ πρὸς γάμον. χρόνου δὲ πολλοῦ προκόπτοντος διὰ τὴν ὑπερβολὴν ἧς εἶχε τρυφῆς οὐκ ἤνεγκεν ὁ ἀλιτήριος, ἀλλὰ ὡς ἀργὸς καὶ ἐθὰς κακῶν ἐκ τοῦ περισσοῦ τῆς τρυφῆς στρήνου ἐπενόει λοιπὸν κατὰ τὸν νοῦν τι καινότερον τῷ βίῳ προσοῖσαι καὶ ἀφ' ἑαυτοῦ διανοηθεὶς ἐπλάσατο ῥήματα τοιαῦτα, οὐκ ἀπὸ τῆς θείας γραφῆς εὑράμενος καὶ πνεύματος ἁγίου φθογγῆς, ἀλλὰ ἀπὸ λογισμῶν ἀνθρωπείας φύσεως τῶν δειλαίων φάσκων· τίνι τῷ λόγῳ ἄνισα κεῖται τὰ ἐν 3.18 παντὶ τῷ ὁρωμένῳ τῆς κτίσεως κύτει, μέλαν καὶ λευκόν, πυρρὸν καὶ χλωρόν, ὑγρὸν καὶ ξηρόν, οὐρανὸς καὶ γῆ, νὺξ καὶ ἡμέρα, ψυχὴ καὶ σῶμα, ἀγαθόν τε καὶ φαῦλον, δίκαιόν τε καὶ ἄδικον, ἀλλ' ὅτι πάντως ταῦτα ἐκ δύο τινῶν ἀρχῶν συνέστηκεν; ἐνεκίσσα δὲ ἐν τῇ αὐτοῦ διανοίᾳ ὁ διάβολος, ἐπὶ πλεῖον στρατεύσας αὐτὸν κατὰ τῆς ἀνθρωπείας φύσεως, τὸ δεινὸν φρόνημα, ὡς ὑπονοεῖν τὸ μὴ ὂν καὶ τὸ ὂν μὴ ἐπιγινώσκειν, ἵνα πόλεμόν τινα ἐν ταῖς διανοίαις τῶν ἠπατημένων ἐνστήσηται τοῖς νομίζουσιν εἶναί τι μετὰ τὸν ὄντα καὶ ὡς εἰπεῖν ἐκ δύο ῥιζῶν ἢ δύο ἀρχῶν ἐνεργεῖσθαι τὰ πάντα· ὅπερ ἐστὶ πάντων δυσσεβέστατον καὶ μοχθηρότατον. ἀλλὰ περὶ τούτου αὖθις ἐρῶ. ἐν τούτοις γὰρ ὁ προειρημένος Σκυθιανὸς τυφλωθεὶς τὴν διάνοιαν, λαβὼν παρὰ Πυθαγόρου τὰς προφάσεις οὕτως ἐφρόνησε καὶ βίβλους τέσσαρας ἑαυτῷ πλάσσεται, τῇ μιᾷ ὄνομα θέμενος Μυστηρίων, τῇ δὲ δευτέρᾳ Κεφαλαίων, τῇ τρίτῃ Εὐαγγέλιον, τῇ τετάρτῃ Θησαυρόν· ἐν αἷς τὰ ἰσόζυγα καὶ τὰ ἰσόρροπα τῶν δύο ἀρχῶν συζεύξας πρόσωπα καθ' ἑκάστην ὑπόθεσιν *, οὕτως ὑπολαβὼν ὁ τάλας καὶ οὕτως κατὰ τοῦτο τὸ μέρος ἐφαντάζετο, ὥς τι μέγα εὑρὼν τῷ βίῳ. καὶ τῷ ὄντι μέγα κακὸν εὕρατο τῷ βίῳ καθ' ἑαυτοῦ καὶ τῶν ὑπ' αὐτοῦ πλανωμένων. 3.19 3. Ἐπειδὴ δὲ ὁ ἀνὴρ ἐν τούτοις ἦν, ἀκηκόει δὲ πῶς οἱ προφῆται καὶ ὁ νόμος προεφήτευον περὶ τῆς τοῦ κόσμου συστάσεως καὶ περὶ τοῦ ἑνὸς καὶ μονάρχου τοῦ ἀεὶ ὄντος καὶ μὴ διαλείποντος τοῦ εἶναι πατρὸς καὶ τοῦ αὐτοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἠθέλησε, περιττοτέρᾳ τινὶ φερόμενος ἡδυπαθείᾳ καὶ κατὰ τὸν ἰδιωτικὸν αὐτοῦ νοῦν ἐπιτωθάζων καὶ βαρεῖ στρήνῳ ἐν ἑαυτῷ ἀγόμενος,

350

στέλλεσθαι τὴν πορείαν ἐπὶ τὰ Ἱεροσόλυμα περὶ τοὺς χρόνους τῶν ἀποστόλων, ὡς δῆθεν ἐκεῖσε ποιούμενος τὸν λόγον πρὸς τοὺς τὰ περὶ μοναρχίας θεοῦ κηρύττοντας καὶ τῶν τοῦ θεοῦ κτισμάτων. ὁ δὲ τάλας ἀνελθὼν ἀντιβάλλειν ἤρξατο πρὸς τοὺς ἐκεῖσε πρεσβυτέρους, τοὺς κατὰ τὴν νομοθεσίαν θεοῦ τὴν τῷ Μωυσῇ δοθεῖσαν καὶ προφητικῇ ἑκάστου προφήτου διδασκαλίᾳ * βιοῦντας, ὅτι· πῶς φατε ἕνα θεόν, τὸν ποιήσαντα νύκτα τε καὶ ἡμέραν, σάρκα τε καὶ ψυχήν, ξηρόν τε καὶ ὑγρόν, οὐρανόν τε καὶ γῆν, σκότος τε καὶ φῶς; οἱ δὲ σαφῶς ἐδείκνυον οὐ γὰρ ἡ ἀλήθεια παρακέκρυπται, ὁ δὲ ἀντιλέγων οὐκ ᾐσχύνετο. μηδὲν δὲ δυνάμενος περαιῶσαι, ὅμως τῇ ἀναισχυντίᾳ τῆς χαλεπότητος ἐφέρετο. ὡς δὲ οὐκ ἴσχυσέ τι ἀνύσαι, ἀλλὰ τὸ ἧττον μᾶλλον ἀπηνέγκατο, ἐπετήδευσε δι' ὧν εἶχε μαγικῶν βιβλίων–καὶ γὰρ καὶ γόης ἦν, ἀπὸ τῆς τῶν Ἰνδῶν καὶ Αἰγυπτίων καὶ ἐθνομύθου σοφίας ἐμπορευσάμενος τὰ δεινὰ καὶ ὀλετήρια τῆς γοητείας– φαντασίαν τινά· ἐπὶ δώματος γὰρ ἀνελθὼν καὶ ἐπιτηδεύσας, ὅμως οὐδὲν ἰσχύσας, ἀλλὰ καταπεσὼν ἐκ τοῦ δώματος, τέλει τοῦ βίου ἐχρήσατο. ἦν δὲ διατρίψας ἐκεῖ ἱκανὰ ἔτη. μαθητὴν δὲ ἔχων ἕνα 3.20 μόνον μεθ' ἑαυτοῦ, τὸν προειρημένον Τέρβινθον, ᾧ καὶ τὰ ἴδια ἐπίστευσεν ὡς πιστικωτάτῳ καὶ κατ' εὔνοιαν αὐτῷ ἐξυπηρετουμένῳ· ὃς τελευτήσαντος τοῦ Σκυθιανοῦ κηδεύει μὲν αὐτὸν φιλοφρονέστατα καὶ θάψας σκέπτεται μὴ πρὸς τὸ γύναιον ἀνακάμψαι, τὸ ἤδη ἀπὸ πορνείας ἤτοι αἰχμαλωσίας τῷ Σκυθιανῷ συνημμένον, ἀλλὰ ἀποδιδράσκει, λαβὼν πάντα ὅσαπερ εἶχε, χρυσόν τε καὶ ἄργυρον καὶ τὰ ἄλλα, εἰς τὴν τῶν Περσῶν χώραν, ἀλλάξας ἑαυτοῦ τὸ ὄνομα, ἵνα μὴ κατάφωρος γένηται, ἀντὶ Τερβίνθου, ὡς ἄνω μοι προδεδήλωται, Βουδδᾶ ἑαυτῷ ἐπιθέμενος ὄνομα. οὗτος δὲ πάλιν ἔσχε κακὴν διαδοχὴν κληρονομίας τὰ τέσσαρα βιβλία τοῦ Σκυθιανοῦ καὶ τὰ τῆς μαγείας καὶ τῆς μογγανείας ἐπιτηδεύματα· ἦν γὰρ καὶ οὗτος ἐν γράμμασιν ἐπιμελέστατα πεπαιδευμένος. ὡς δὲ καὶ αὐτὸς διαλεγόμενος ἐν τῇ Περσῶν χώρᾳ, καταχθεὶς πρὸς γραῦν τινα χήραν, καὶ τοῖς τοῦ Μίθρα νεωκόροις τε καὶ ἱερεῦσι τοῦ εἰδώλου, προ.21 φήτῃ τινὶ Πάρκῳ καὶ Λαβδάκῳ συζητήσας περὶ τῶν δύο ἀρχῶν, * καὶ μὴ δυνηθεὶς μήτε κἂν πρὸς τοὺς τῆς εἰδωλολατρείας πρυτάνεις διαλεχθῆναι, ἀλλ' ἐν ἐλέγχῳ καταστὰς παρ' αὐτῶν καὶ τὸ αἶσχος ἀπενεγκάμενος, ὡσαύτως τῷ προειρημένῳ Σκυθιανῷ τὰ ὅμοια φρονήσας, ἐπὶ τὸ δωμάτιον ἀνελθών, μαγεύειν τι δῆθεν πρὸς τὸ μή τινα αὐτῷ ἀντιλέγειν ἐπιτηδεύσας, ὑπὸ ἀγγέλου καταχθεὶς κατέπεσε, καὶ οὕτως τέθνηκε δι' ἣν ἠβούλετο ἐπιχειρῆσαι μαγικὴν ἐνέργειαν. ἡ δὲ γραῦς περιστείλασα τούτου τὸ σῶμα τῶν χρημάτων αὐτοῦ ἐν καθέξει γεγένηται, καὶ μὴ ἔχουσα παῖδα μηδέ τινα τῶν διαφερόντων ἔμεινε πολλῷ τῷ χρόνῳ οὕτως. ὕστερον δὲ προσελάβετο πριαμένη τὸν Κούβρικον, τὸν καὶ Μάνην, ἑαυτῇ πρὸς ὑπηρεσίαν. καὶ τελευτῶσα κατέλιπεν αὐτῷ τὰ τῆς κακῆς κληρονομίας, ὡς ἰὸν ἀπὸ ἀσπίδος καταλειφθέντα, εἰς πολλῶν φθορὰν καὶ ἀπώλειαν. 4. Πάλιν οὖν Κούβρικος ὁ ἑαυτὸν ἐπονομάσας Μάνην ἐν αὐτοῖς διῆγε καὶ ἐν αὐτοῖς διελέγετο. καὶ ὡς οὐδεὶς αὐτῷ ἐπείθετο, ἀλλὰ ἀκούοντες 3.22 Μανιχαίου διδασκαλίαν ἐδυσφόρουν μὲν καὶ ἐξενολεκτοῦντο πάντες ἐπὶ τῇ καινοτομίᾳ καὶ δεινῇ μυθοποιίᾳ καὶ κενῇ ἀπάτῃ, ὁ δὲ ὁρῶν τὰ ἴδια τῆς κακομηχανίας ἀνατρεπόμενα τῶν λόγων συνθήματα τὴν διάνοιαν κεπφωθεὶς ἐπενόει ἑαυτῷ πρόφασίν τινα, δι' ἧς τὸ ἴδιον πλάσμα τῆς δεινοποιήσεως ταύτης συστήσειε. καὶ φήμης διαδοθείσης ὡς ὁ υἱὸς τοῦ τῶν Περσῶν βασιλέως ἀλγήματί τινι περιπέπτωκε καὶ κατέκειτο, ἐν τῇ βασιλευούσῃ Περσίδος πόλει–οὐ γὰρ ἐκεῖσε ὁ Μάνης διέτριβεν, ἀλλὰ ἄλλῃ που ἀπὸ πόρρωθεν τῆς τοῦ βασιλέως–ὑπὸ τῆς ἰδίας κακίας τυφλώττων καὶ νομίσας μή πως ἀφ' ὧν εὗρε βιβλίων τοῦ ἑαυτοῦ δεσπότου Τερβίνθου, τοῦ καὶ Βουδδᾶ, διαδόχου δὲ τοῦ Σκυθιανοῦ, δύναται τινὰ ἰάματα ἐνεργῆσα, εἰς τὸν τοῦ βασιλέως υἱόν, ἀπαίρει ἐκ τοῦ ἰδίου τόπου καὶ ὁρμᾷ

351

καὶ τολμήσας μηνύει τὰ περὶ ἑαυτοῦ, ὠφελεῖν ἐπαγγελλόμενος. ἀλλ' οὐ προεχώρησε τῷ γόητι ἡ τῆς ἐλπίδος φαντασία. ἤμβροτε γὰρ ἀπὸ τῆς καραδοκίας, τινὰ εἴδη φαρμακευτικῆς προσενέγκας τῷ νοση.23 λευομένῳ παιδὶ τοῦ βασιλέως. τέλος γοῦν εἰς τὰς χεῖρας αὐτοῦ θνήσκει τὸ μειράκιον, ἵνα πάντα τὰ μετὰ τοῦ ψεύδους διελέγχηται μάταια ἐπαγγέλματα. ὡς δὲ τοῦτο οὕτως ἀπέβη, προστάγματι βασιλικῷ ἐμβάλλεται εἰς τὸ δεσμωτήριον. οὐ γὰρ εὐθὺς οἱ τῶν Περσῶν βασιλεῖς τὰς τιμωρίας κατὰ τῶν τὰς μείζους αἰτίας τῶν ἀποπημάτων δρώντων ἐπιφέρουσιν, ἀλλὰ περιττοτέραν τινὰ ἐπινοοῦσι θανατικὴν ψῆφον μετὰ βασάνων τοὺς ἐπαπειλουμένους διατίθεσθαι. καὶ ταῦτα μὲν οὕτως. 5. Ἐπέμενε δὲ ἐν τῇ εἱρκτῇ διατελῶν ὁ Μάνης, ὁ καὶ Κούβρικος, καὶ ὑπὸ τῶν ἰδίων μαθητῶν ἐπισκεπτόμενος. ἤδη γὰρ ὁ ἀγύρτης συνα.24 γήοχεν ἑαυτῷ στρατὸν ὡς εἰπεῖν, οὓς δὴ μαθητὰς ἐκάλει, τὸν ἀριθμὸν ἤδη περὶ δύο καὶ εἴκοσιν. ἐξ ὧν τινας τρεῖς ἐκλεξάμενος, Θωμᾶν τινα οὕτω καλούμενον καὶ Ἑρμείαν καὶ Ἀδδᾶν, διενοήθη *, ἀκηκοὼς περὶ τῶν κατὰ τὴν Ἰουδαίαν καὶ ἐν ὅλῳ τῷ κόσμῳ ἱερῶν βιβλίων, φημὶ δὲ τῶν Χριστιανικῶν, νόμου τε καὶ προφητῶν, εὐαγγελίων καὶ ἀποστόλων. δοὺς τοίνυν χρυσίον τοῖς προειρημένοις ἐπὶ τὰ μέρη τῶν Ἱεροσολύμων ἀπέστειλε. τοῦτο δὲ ἐποίησε πρὶν ἢ καθειρχθῆναι ἐν τῇ φυλακῇ, ὅτε διαλεγόμενος πολλοῖς τὸ ἴδιον δόγμα οὐκ ἴσχυσε συστῆσαι· ἀκηκοὼς δὲ περὶ ὀνόματος Χριστοῦ καὶ τῶν αὐτοῦ δούλων, Χριστιανῶν δέ φημι, διεγνώκει διὰ τοῦ ὀνόματος τῆς ὑποθέσεως Χριστοῦ ἀπατῆσαι τοὺς πεπλανημένους. οἱ δὲ ἀπελθόντες ὠνήσαντο. οὐ γὰρ ἀνεβάλλοντο. παλινδρομήσαντες δέ, ὡς οὐ καταλαμβάνουσιν αὐτὸν οὐκέτι ἐν ἐλευθέρῳ ἀέρι, ἀλλὰ ἐν τῷ δεσμωτηρίῳ, κἀκεῖσε εἰσελθόντες, ἐπεδείκνυον αὐτῷ τὰς βίβλους. ὁ δὲ λαβὼν καὶ ἀνερευνήσας ἐρρᾳδιούργησε προσπλέξας τῇ ἀληθείᾳ τὸ ἴδιον ψεῦδος, ἔνθα που εὗρε πρόσωπον λόγου ἢ κλῆσιν δυναμένην ἀποτελεῖν ὁμοίωμα τοῦ αὐτοῦ φρονήματος καὶ ἐντεῦθεν λοιπὸν ἐκράτυνε τὸ ἐπίπλαστον τοῦ αὐτοῦ βοσκήματος. ἀλλὰ καὶ μεταξὺ ἄργυρον προσλιπαρήσας τὸν ἐπὶ τοῦ δεσμωτηρίου δίδωσι πολὺν καὶ φυ.25 γὰς ἀπαλλάττεται, καταλείψας τὴν τῶν Περσῶν χώραν, καὶ τῇ Ῥωμανίᾳ προσέβαλε. μέσον δὲ ἤδη τυγχάνων τῆς Μέσης τῶν ποταμῶν καὶ τῆς Περσίδος, περὶ τὰς ἐρημίας ἔτι ὑπάρχων, ἀκούσας τε περὶ μεγάλου τινὸς ἀνδρὸς ἐν θεοσεβείᾳ ἀκροτάτῃ διαπρέποντος, Μαρκέλλου τοὔνομα, κατοικοῦντος ἐν Κασχάρῃ πόλει τῆς Μεσοποταμίας, ὃς ἦν ἀνὴρ κατὰ πάντα Χριστιανὸς καὶ ἐν ἔργοις δικαιοσύνης θαυμασιώτατος, χήραις μὲν ἐπαρκῶν καὶ πένησιν, ὀρφανοῖς τε καὶ τοῖς ἐνδεομένοις, διανοεῖται προσπλέξαι πρὸς τὸν ἄνδρα, ἵν' ὑποχείριον τοῦτον κτησάμενος δυνηθείη δι' αὐτοῦ κατάρξαι οὐ μόνον τῆς Μεσοποταμίας, ἀλλὰ καὶ τοῦ κλίματος παντὸς τοῦ πρὸς τὴν Συρίαν τε καὶ Ῥωμανίαν. γράφει δὲ αὐτῷ ἐπιστολὴν διὰ Τύρβωνος τινὸς τῶν αὐτοῦ μαθητῶν ἀπὸ τοῦ πέρατος τοῦ Στράγγα ποταμοῦ, ἀπὸ καστέλλου Ἀραβίωνος οὕτω καλουμένου, ἥτις ἐπιστολὴ περιεῖχε τάδε. καί μοι λαβὼν ἀνάγνωθι τὸ ἐπιτήδευμα τῆς τοῦ ἀπατεῶνος μοχθηρίας. 6. «Μανιχαῖος ἀπόστολος Ἰησοῦ Χριστοῦ καὶ οἱ σὺν ἐμοὶ πάντες 3.26 ἅγιοι καὶ παρθένοι Μαρκέλλῳ τέκνῳ ἀγαπητῷ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ δεξιὰ τοῦ φωτὸς διατηρήσῃ σε ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ καὶ τῶν συμπτωμάτων αὐτοῦ καὶ παγίδων τοῦ πονηροῦ, ἀμήν. Τὴν μὲν περὶ σὲ ἀγάπην μεγίστην οὖσαν αἰσθηθεὶς λίαν ἐχάρην, τὴν δὲ πίστιν οὐκ οὖσαν κατὰ τὸν ὀρθὸν λόγον ἠχθέσθην. ὅθεν πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων γένους ἀποσταλείς, φειδόμενός τε τῶν ἀπάτῃ καὶ πλάνῃ ἑαυτοὺς ἐκδεδωκότων, ταῦτα τὰ γράμματα πρὸς σὲ ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι· πρῶτον μὲν πρὸς σωτηρίαν τῆς σεαυτοῦ ψυχῆς, ἔπειτα δὲ καὶ τῶν ἅμα σοὶ τυγχανόντων, πρὸς τὸ μὴ ἀδιάκριτόν σε ἔχειν τὸν λογισμόν, ὡς οἱ τῶν

352

ἁπλουστέρων καθηγεμόνες διδάσκουσι, λέγοντες τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀπὸ τοῦ αὐτοῦ φέρεσθαι καὶ μίαν ἀρχὴν εἰσηγούμενοι, οὔτι διακρίνοντες οὐδὲ διαιροῦντες ἀπὸ τοῦ φωτὸς τὸ σκότος καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ καὶ φαύλου καὶ τὸν ἔξωθεν ἄνθρωπον ἀπὸ τοῦ ἔνδον, ὡς προείπομεν, ἀλλὰ κιρνῶντες καὶ ἐγκαταμιγνύντες θάτερον θατέρῳ οὐ παύονται. σὺ δέ, ὦ τέκνον, μὴ ἴσα τοῖς πολλοῖς τῶν ἀνθρώπων ἀλογίστως καὶ ἁπλῶς ἀμφότερα, ὡς ἂν τύχοι, ἑνώσῃς, μηδὲ τῷ τῆς ἀγαθωσύνης θεῷ ἀνατίθεσο. ἀρχὴν γὰρ καὶ τέλος καὶ τὸν τούτων 3.27 πατέρα τῶν κακῶν ἐπὶ τὸν θεὸν ἀναφέρουσιν «ὧν τὸ τέλος κατάρας ἐγγύς». οὔτε γὰρ τοῖς εἰρημένοις ἐν εὐαγγελίοις παρ' αὐτοῦ τοῦ σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ πιστεύουσιν, ὅτι «οὐ δύναται δένδρον καλὸν καρποὺς κακοὺς ποιῆσαι, οὐδὲ μὴν δένδρον κακὸν καλοὺς καρποὺς ποιῆσαι». καὶ πῶς τὸν θεὸν τοῦ σατανᾶ καὶ τῶν κακῶν αὐτοῦ πραγμάτων λέγειν τολμῶσι ποιητὴν καὶ δημιουργόν, θαυμάζειν μοι ἐπέρχεται. καὶ εἴθε μὲν ἄχρι τούτων ἔφθασεν αὐτῶν ἡ ματαιοπονία, καὶ μὴ τὸν Μονογενῆ, τὸν ἐκ τῶν κόλπων τοῦ πατρὸς καταβάντα Χριστόν, Μαρίας τινὸς γυναικὸς ἔλεγον εἶναι υἱόν, ἐξ αἵματος καὶ σαρκὸς καὶ τῆς ἄλλης δυσωδίας τῶν γυναικῶν γεγεννημένον. καὶ ἵνα μὴ τὰ πολλὰ διὰ τῆσδε τῆς ἐπιστολῆς γράφων εἰς μῆκος χρόνου διασύρω σου τὴν ἐπιείκειαν, οὐκ ἔχων τὰς φυσικὰς φράσεις, ἐπὶ τούτοις ἀρκεσθήσομαι. τὸ δ' ὅλον γνώσῃ παρόντος μου πρὸς σέ, εἴ γε τῆς σεαυτοῦ σωτηρίας ἔτι φείδῃ. οὐδὲ γὰρ βρόχον τινὶ ἐπιβάλλω, ὡς οἱ τῶν πολλῶν ἀφρονέστεροι ποιοῦσιν. νόει ἃ λέγω, τέκνον τιμιώτατε». 7. Ταύτην ἀναγνοὺς τὴν ἐπιστολὴν ὁ ἀξιολογώτατος Μάρκελλος καὶ θεοσεβέστατος ἀνὴρ καὶ διαφανὴς ἐθαύμαζε καὶ ἐξεπλήττετο. συμ.28 βέβηκε γὰρ Ἀρχέλαον τὸν τῆς πόλεως ἐπίσκοπον οἴκαδε ἅμα αὐτῷ συνεῖναι κατ' ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τὴν ἐπιστολὴν τοῦ Μανιχαίου μετὰ χεῖρας εἴληφεν ὁ τοῦ θεοῦ δοῦλος. ὁ δὲ Ἀρχέλαος γνοὺς τὴν αἰτίαν καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς ἔβρυχε τοὺς ὀδόντας, ὥσπερ λέων ὠρυόμενος, καὶ ζῆλον θεοῦ ἀναλαβὼν ἐπειρᾶτο ὁρμῆσαι μᾶλλον ἕως αὐτοῦ καὶ χειρώσασθαι τὸν τοιοῦτον, ὡς ἐπήλυτον ἐκ βαρβάρων, ὅθεν καὶ ὡρμᾶτο πρὸς ἀφανισμὸν τῶν υἱῶν τῶν ἀνθρώπων, ἐπαναστάντα. ὁ δὲ συνετὸς Μάρκελλος τὸν μὲν ἐπίσκοπον ἀξιώσας κατεπράϋνε, Τύρβωνι δὲ παρεκελεύετο διανύειν τὴν ὁδοιπορίαν πρὸς τὸν Μάνην ἐν τῷ καστέλλῳ Ἀραβίωνος, ἔνθα που ἐξεδέχετο τὸν Τύρβωνα ἔστι δὲ τοῦτο τὸ φρούριον ἀνὰ μέσον τῶν Περσῶν καὶ ἀνὰ μέσον τῆς Μεσοποταμίας· ὁ δὲ παρῃτήσατο τὴν πρὸς τὸν Μανιχαῖον ἄφιξιν, καὶ μὴ καταναγκάσας τὸν Τύρβωνα ἀποστέλλει τινὰ ταχυδρόμον τῶν ἰδίων, γράψας αὐτῷ ἐπιστολὴν τοιάνδε· Ἐπιστολὴ Μαρκέλλου πρὸς Μανιχαῖον. «Μάρκελλος ἀνὴρ ἐπίσημος Μανιχαίῳ τῷ διὰ τῆς ἐπιστολῆς δηλουμένῳ χαίρειν. Τὴν μὲν ὑπὸ σοῦ γραφεῖσαν ἐπιστολὴν προσηκάμην, τόν τε Τύρβωνα προσεδεξάμην κατὰ φιλοφροσύνην ἐμήν, τῶν δὲ γραμμάτων τὸν νοῦν οὐδαμῶς ἔγνων, εἰ μὴ σὺ παραγενόμενος φράσῃς ἡμῖν καταλογάδην ἕκαστον, ὡς ὑπέσχου διὰ τῆς ἐπιστολῆς. ἔρρωσο». 8. Ταῦτα γνοὺς ὁ Μάνης ἐσκέπτετο οὐκ ἀγαθὴν εἶναι τὴν τοῦ Τύρβωνος ἐν καθέξει γενομένου ἀπουσίαν, πολλάκις δὲ καὶ ἑαυτὸν ἠπάτα, ἄλλα παρὰ τὰ ὄντα λογιζόμενος, πληροφορίας τῆς ἑαυτοῦ διανοίας χάριν· ὅμως διὰ τῆς ἐπιστολῆς λαβόμενος τὴν πρόφασιν δρομαίως ἧκε πρὸς τὸν Μάρκελλον. ὁ δὲ ἐπίσκοπος Ἀρχέλαος. ἔχων ἐν ἑαυτῷ μετὰ τοῦ λόγου καὶ τὸ ζηλωτικὸν τῆς πίστεως, ἐβουλεύετο εἰ ἦν δυνατὸν ἐξ αὐτῆς τὸν ἄνδρα, ὥσπερ πάρδαλιν ἢ λύκον ἤ τι ἕτερον τῶν θηρίων ἀγρεύσας, θανάτῳ παραδοῦναι, ἵνα μὴ λυμανθῇ τὰ θρέμματα τοιούτου θηρὸς ἐφόδῳ τὴν εἴσοδον κατανοῶν. ὁ δὲ Μάρκελλος τῇ μακροθυμίᾳ μᾶλλον προσανέχειν 3.29 ἠξίου καὶ ἀνεξικάκως τὸν πρὸς αὐτὸν διάλογον ἀπ' αὐτοῦ γενέσθαι. ὁ δὲ ἤδη μεμαθηκὼς ἦν τῆς τοῦ Μάνη γνώμης τὴν πᾶσαν ὑπόθεσιν·

353

διηγήσατο γὰρ αὐτοῖς ὁ Τύρβων, αὐτῷ τε καὶ Μαρκέλλῳ, τὴν τῆς αἱρέσεως πᾶσαν κενοφωνίαν· ὡς ὁ μὲν Μάνης δύο ἀρχὰς εἰσηγεῖται ἀνάρχους, ἀεὶ οὔσας καὶ μηδέποτε διαλειπούσας τοῦ εἶναι, ἀντικειμένας πρὸς ἀλλήλας, καὶ τῇ μὲν μιᾷ ὄνομα τίθησι τὸ φῶς καὶ ἀγαθόν, τῇ δὲ ἑτέρᾳ σκότος καὶ κακίαν, ὡς εἶναι θεὸν καὶ διάβολον. ποτὲ δὲ καὶ θεοὺς τοὺς ἀμφοτέρους καλεῖ, θεὸν ἀγαθὸν καὶ θεὸν πονηρόν. εἶναι δὲ ἐκ τῶν δύο ἀρχῶν τὰ πάντα καὶ συνεστάναι. καὶ τὴν μὲν μίαν ἀρχὴν τὰ ἀγαθὰ πάντα ποιεῖν, τὴν δὲ ἑτέραν ὁμοίως τὰ φαῦλα. μεμῖχθαι δὲ ἐν τῷ κόσμῳ τῶν δύο τούτων ἀρχῶν τὰς ὑποστάσεις, καὶ τὴν μὲν μίαν ἀρχὴν πεποιηκέναι τὸ σῶμα, τὴν δὲ ψυχὴν εἶναι τῆς ἑτέρας· αὐτὴν δὲ εἶναι τὴν ψυχὴν τὴν ἐν ἀνθρώποις καὶ ἐν παντὶ ζῴῳ καὶ πετεινῷ καὶ ἑρπετῷ καὶ κνωδάλῳ· οὐ μόνον ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς τὴν τῆς ζωῆς ἰκμάδα κίνησιν εἶναι ψυχῆς φάσκων, ἣν καὶ ἐν τοῖς ἀνθρώποις ὑπάρχουσαν λέγει. 9. Ἄλλα δὲ ὅσα μυθοποιῶν καὶ διδάσκων φάσκει· τὸν ἐσθίοντα σάρκας ψυχήν φησιν ἐσθίειν τὸν τοιοῦτον, καὶ εἶναι αὐτὸν ἔνοχον τοῦ καὶ αὐτὸν τοιοῦτόν τι γενέσθαι, ὡς εἰ ἔφαγε χοῖρον, χοῖρον αὖθις γενέσθαι ἢ ταῦρον ἢ ὄρνεον ἤ τι τῶν ἐδωδίμων κτισμάτων. διὸ ἐμψύχων οὐ μετέχουσιν οἱ τοιοῦτοι. καὶ ἐάν, φησί, τις φυτεύσῃ ἢ συκῆν ἢ ἐλαίαν ἢ ἄμπελον ἢ συκομορέαν ἢ περσέαν, καὶ αὐτοῦ τελευτήσαντος αὖθις δεσμεῖσθαι αὐτοῦ τὴν ψυχὴν ἐν τοῖς κλάδοις ὧν ἐφύτευσε δένδρων, καὶ μὴ δύνασθαι ὑπερβαίνειν. καὶ εἴ τις, φησί, γήμῃ γυναῖκα, αὖθις αὐτὸν μετὰ 3.30 τὴν ἐντεῦθεν ἀπαλλαγὴν μετενσωματοῦσθαι καὶ γίνεσθαι αὐτὸν γυναῖκα, ὅπως καὶ αὐτὸς γαμηθείη. καὶ εἴ τις, φησίν, ἐφόνευσεν ἄνθρωπον, μετὰ τὴν σώματος ἀπαλλαγὴν αὖθις καταστρέφεσθαι τὴν αὐτοῦ ψυχὴν εἰς κελεφοῦ σῶμα ἢ εἰς μῦν ἢ εἰς ὄφιν ἤ τι τοιοῦτον αὖθις ἔσεσθαι, ὁποίους καὶ ἐφόνευσεν. ἔφασκε δὲ πάλιν ὅτι ἡ σοφία ἡ ἄνωθεν τοῦ ἀγαθοῦ θεοῦ βουλευομένη τὴν ψυχὴν τὴν ἐν ἅπασι διαχυθεῖσαν *–εἶναι γάρ φησιν αὐτὸς καὶ οἱ ἀπ' αὐτοῦ Μανιχαῖοι τὴν ψυχὴν μέρος θεοῦ καὶ ἀπ' αὐτοῦ ἀποσπασθεῖσαν ἐν αἰχμαλωσίᾳ ἀρχόντων τῆς ἀντικειμένης ἀρχῆς τε καὶ ῥίζης κατασχεθῆναι καταβεβλῆσθαί τε ἐν τοῖς σώμασι κατὰ τοῦτον τὸν τρόπον, φησί, διὰ τὸ αὐτὴν βρῶμα ὑπάρχειν τῶν αὐτὴν ἁρπαξάντων ἀρχόντων, καὶ * ἰσχύος παρεκτικὴν τοῖς αὐτοῖς καὶ ἐν σώμασι καταμερισάντων–τούτου ἕνεκα, φησίν, ἡ προειρημένη σοφία τοὺς φωστῆρας τούτους κατέθετο ἐν οὐρανῷ, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα, μηχανήν τινα ἐργασαμένη διὰ τῶν δώδεκα στοιχείων ὧν οἱ Ἕλληνες φάσκουσι. καὶ ταῦτα τὰ στοιχεῖα διισχυρίζεται ἀνιμᾶσθαι τὰς ψυχὰς τῶν τελευτώντων ἀνθρώπων τε καὶ τῶν ἄλλων ζῴων, φαεινὰς οὔσας. φέρεσθαι δὲ ἐπὶ τὸ σκάφος· πλοῖα γὰρ θέλει λέγειν ἥλιόν τε καὶ σελήνην· καὶ τὸ μὲν μικρὸν πλοῖον φορτοῦσθαι ἕως ἡμερῶν δεκαπέντε, κατὰ τὴν πλήρωσιν τῆς σελήνης, καὶ οὕτω διαίρειν τε καὶ ἀποτίθεσθαι ἀπὸ πεντεκαιδεκάτης εἰς τὸ μέγα πλοῖον τουτέστι τὸν ἥλιον. τὸν δὲ ἥλιον τὴν μεγάλην ναῦν διαπορθμεύειν εἰς τὸν τῆς ζωῆς αἰῶνα καὶ μακάρων χῶρον. καὶ οὕτως τὰς ψυχὰς τὰς διὰ τοῦ ἡλίου καὶ τῆς σελήνης διαπορθμευθείσας *. ἐπὶ γὰρ τῶν ἐν γνώσει λέγει γενομένων τῆς αὐτοῦ χυδαιολογίας ταύτας καθαρθείσας καταξιοῦσθαι τῆς διαπορθμεύσεως ταύτης τῆς παρ' αὐτῷ μυθοποιηθείσης. πάλιν δὲ ψυχὴν οὐκέτι σῴζεσθαι, εἰ μή τι ἂν τῆς γνώσεως τῆς αὐτῆς μετάσχοι. καὶ πολλή τις ἐστὶν ἡ τῆς ποιήσεως ταύτης τραγῳδία. 10. Ὡς δὲ ταῦτα ἦν οὕτως καὶ ἐν καταλήψει γεγένηται ὑπὸ τοῦ Τύρβωνος τούτων ὁ Ἀρχέλαος, εἰς τὴν ἀντιβολὴν τοῦ ζητήματος ἑτοι.31 μότατος ὑπάρχων διὰ τὴν περὶ θεοῦ πολυποίκιλον γνῶσιν τοῦ ἀνδρὸς καὶ δι' ἣν προεκέκτητο εἴδησιν, παρὰ τοῦ Τύρβωνος ἀκριβῶς μεμαθηκὼς τῆς περὶ τὸν ἄνδρα γοητείας τὰ πάντα, ἰδοὺ ὁ Μάνης παρεγένετο μεθ' ὧν εἶχε μεθ' ἑαυτοῦ ἀνδρῶν. ἐξ αὐτῆς οὖν καὶ εὐθὺς παρέρχονται εἰς συζήτησιν δημοσίᾳ ἐν

354

αὐτῇ τῇ Κασχάρῃ, Μάρκελλός τε καὶ Ἀρχέλαος, πρότερον εἰς τὴν αὐτῶν ἀντιβολὴν τοῦ ζητήματος αἱρησάμενοι ὁμοῦ κριτάς, Μάρσιπόν τινα ὀνόματι καὶ Κλαύδιον καὶ Αἰγιαλέα καὶ Κλεόβουλον, τὸν μὲν τῶν ἐκτὸς λόγων φιλόσοφον, τὸν δὲ ἰατροσοφιστήν, τὸν δὲ φύσει γραμματικὸν καὶ τὸν ἄλλον σοφιστήν. καὶ πολλῶν ῥημάτων εἰρημένων ἐξ ἑκατέρων τῶν μερῶν, τοῦ τε Μάνη τὰ τῆς μυθώδους διδασκαλίας προβαλλομένου καὶ τοῦ Ἀρχελάου ὥσπερ ἀριστεύοντος ὁπλίτου καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει καθαιροῦντος τὰ βέλη τῶν δι' ἐναντίας, τὸ πέρας τὸ ἧττον ἀπενεγκαμένου τοῦ Μάνη καὶ κρινάντων τῶν κριτῶν τὸ βραβεῖον εἶναι τῇ ἀληθείᾳ–ὅπερ οὐκ ἦν θαῦμα, αὐτοσυστάτου οὔσης τῆς ἀληθείας καὶ μὴ δυναμένης καθαιρεῖσθαι, κἄν τε ἀντιπράττοι ἡ ἀνομία ἀναισχυντίᾳ φερομένη τῷ τῆς ἀληθείας θεσμῷ, τοῦ ψεύδους μὴ ἔχοντος ὑπόστασιν μηδὲ βάσιν, ὡς καὶ ἡ σκιὰ τοῦ σκότους καὶ τοῦ ὄφεως τὸ σφαλερὸν τῆς ἐπιβάσεως καὶ ἀνέρειστον τῆς τῶν ποδῶν στερήσεως–11. ἐντεῦθεν ὁ Μάνης ἀποδράσας, βουλομένων τῶν δήμων αὐτὸν λιθοβολῆσαι, εἰ μὴ ὅτι παρῆλθεν εἰς μέσον Μάρκελλος καὶ τῷ αἰδε.32 σίμῳ αὐτοῦ προσώπῳ κατεδυσώπησε τοὺς δήμους, ἐπεὶ ἂν ὁ τάλας νεκρὸς μένων πάλαι ἐτεθνήκει, ἀναχωρήσας τε ἔρχεται εἰς κώμην τινὰ τῆς Καλχάρων εἰς † Διοδωρίδα καλουμένην, ἐν ᾗ Τρύφων τις ἐπιεικέστατος κατ' ἐκεῖνο καιροῦ ἐτύγχανε τῶν αὐτόθι πρεσβύτερος. παρ' ᾧ ὁ Μάνης γενόμενος πάλιν ἐκύκα καυχώμενος. καταλαβὼν τὸν ἄνδρα, ἀγαθὸν μὲν τἄλλα καὶ θαυμαστὸν τῇ θεοσεβείᾳ, πενιχρὸν δὲ τῷ λόγῳ. ἀλλὰ καὶ ἐν τούτοις οὐχ ὡς ὑπείληφεν ἴσχυσεν ἐπιτωθάζειν τῷ τοῦ Χριστοῦ δούλῳ. ὁ θεὸς γὰρ ἀεὶ τοῖς ἐπ' αὐτὸν ἐλπίζουσιν ἑτοιμάζει τὰς ἐκ πνεύματος ἁγίου δωρεὰς ἐπιχορηγούμενος, ὡς καὶ ἐπηγγείλατο ἀψευδὴς ὢν ὅτι «μὴ μεριμνήσητε τί εἴπητε. οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν». ἐντεῦθεν πάλιν βουληθέντος διαλέξασθαι πρὸς Τρύφωνα τὸν πρεσβύτερον καὶ αὐτοῦ ἐν πολλοῖς ἀντειπόντος, γράψαντός τε τῷ Ἀρχελάῳ περὶ τῆς ὑποθέσεως ταύτης ὅτι «ἀνήρ τις ἦλθεν ἐνταῦθα οἷα δὴ λύκος βαρὺς καὶ διολέσαι τὴν μάνδραν ἐπιχειρεῖ· ἀλλὰ παρακαλῶ ἀπόστειλόν μοι τί ἂν πρὸς τοῦτον ποιήσωμαι ἢ ποίοις λόγοις ἀντείπω τῇ αὐτοῦ κακοδιδασκαλίᾳ. καὶ εἰ μὲν αὐτὸς καταξιοῖς παραγενέσθαι. ἀμέριμνον ποιήσειας τὴν τοῦ Χριστοῦ μάνδραν καὶ τὰ θρέμματα αὐτοῦ», ὁ δὲ ἀπέστειλεν αὐτῷ δύο λόγους ὡς ἐν προχείρῳ καταλαβέσθαι τὸν Μάνη, ἐκδέξασθαι δὲ τὴν αὐτοῦ παρουσίαν αὐτῷ ἐσήμανεν. ὁ Μάνης δὲ ἐν τῇ μέσῃ κώμῃ προῆλθεν ὀρθριαίτερον, προσποιούμενος ἐν τῷ συνάρξασθαι προκαλεῖσθαι τὸν Τρύφωνα εἰς λόγους ἥκειν. καὶ τοῦ Τρύφωνος ἰνδαλλομένου, ἀποκριθέντος τε αὐτῷ πρὸς ἔπος ὧν ᾔτησε κατὰ τὴν ἐκ θεοῦ δοθεῖσαν αὐτῷ σύνεσιν καὶ στροβήσαντος τὸν ἀπατεῶνα, ἠρέμα πως ἐν ᾧ ἑαυτῷ ἐνεδοίαζεν, ἀνακύπτει ὁ Ἀρχέλαος ὥσπερ ἰσχυρὸς οἰκοδεσπότης τῶν ἰδίων ἐπιμελούμενος καὶ μετὰ παρρησίας ἐπελθὼν τῷ συλᾶν ἐπιχειροῦντι ἐνεβριμεῖτο. εὐθὺς δὲ ὡς εἶδεν ὁ Μάνης 3.33 τὸν Ἀρχέλαον, ὑποκοριστικῶς καθ' ὑπόκρισιν ἔφη «ἔα με πρὸς Τρύφωνα διαλέγεσθαι· ὑπερβαίνει γάρ με τὸ σὸν ἀξίωμα διὰ τὸ ἐπίσκοπόν σε εἶναι». ὁ δὲ καὶ μετὰ ἐλέγχου τοῦ λόγου μείζονα αὐτὸν ὑποκριτὴν ὑποδείξας ἀπεφίμωσεν, τῶν δὲ ὑπ' ἐκείνου προτεθέντων λόγων τὰς ἐπιλύσεις ποιησάμενος αὖθις εἰς αἰσχύνην αὐτὸν κατέστησε, μηκέτι δυνάμενον διαίρειν στόμα. οἱ δὲ λαοὶ ζῆλον πάλιν ἀνειληφότες ἐπειρῶντο τὸν ἀλιτήριον διαχειρίσασθαι. ὁ δὲ ἀποδρὰς τοὺς δήμους καὶ * εἰς τὸ προειρημένον κάστελλον Ἀραβίωνος πάλιν ἀφικνεῖται. 12. Ἐκεῖθεν δὲ ὁ τῶν Περσῶν βασιλεύς, γνοὺς τὴν τοῦ Μάνη καταφυγήν, ἀποστείλας καὶ χειρωσάμενος αὐτὸν ἐν τῷ προειρημένῳ καστέλλῳ, εἰς τὴν Περσίδα ἀτίμως καθείλκυσε καὶ τὸ δέρμα αὐτοῦ καλάμῳ κελεύσας ἐκδαρῆναι οὕτω τὴν τιμωρίαν αὐτῷ ἀπέδωκεν· ὅθεν καὶ ἐκδαρέντα καλάμῳ καὶ τὸν

355

ἀσκὸν αὐτοῦ ἐμπλησθέντα ἀχύρων ἔτι καὶ δεῦρο ἐν Περσίδι ἔχουσι· καὶ οὕτω τὸν βίον κατέστρεψε· διὸ αὐτοὶ οἱ Μανιχαῖοι ἐπὶ καλάμοις τὰς κοίτας αὐτῶν ποιοῦνται. οὕτω δὲ αὐτοῦ ἀποθανόντος καὶ καταλείψαντος τοὺς ἑαυτοῦ μαθητὰς οὓς εἴπομεν, Ἀδδᾶν καὶ Θωμᾶν καὶ Ἑρμείαν, οἳ πρὶν ἢ αὐτὸν τὴν δίκην ἀπολαβεῖν κατὰ τὸν δεδηλωμένον τρόπον ἦσαν ἀποσταλέντες ὑπ' αὐτοῦ, ὁ μὲν Ἑρμείας ἦλθεν εἰς τὴν Αἴγυπτον, ᾧ καὶ συνέτυχον πολλοὶ * οὐκ ἔστι γὰρ ἀρχαΐζουσα ἡ αἵρεσις, καὶ οἱ συντετυχηκότες τῷ προειρημένῳ Ἑρμείᾳ, μαθητῇ ὄντι τοῦ Μάνη, ἡμῖν τὰ κατ' αὐτὸν διηγήσαντο· Ἀδδᾶς δὲ ἐπὶ τὰ ἀνωτερικὰ 3.34 μέρη, Θωμᾶς δὲ ἐπὶ τὴν Ἰουδαίαν, ἐξ ὧν ἐκρατύνθη τὸ δόγμα εἰσέτι δεῦρο. ἔλεγε δὲ ἑαυτὸν ὁ Μάνης εἶναι τὸ πνεῦμα τὸ παράκλητον, καὶ ποτὲ μὲν ἀπόστολον φάσκει ἑαυτὸν Χριστοῦ, ποτὲ δὲ πνεῦμα παράκλητον καὶ πολλὴ τῆς τυφλώσεως τούτου κακόδοξος ἀλλοιοτροπία. 13. Ἐντεῦθεν λοιπόν, ἀγαπητοί, χρεία ἡμῖν γίνεταί τινα εἰς τὴν αἵρεσιν εἰπεῖν καὶ εἰς τὴν αὐτῆς ματαιοφροσύνην· τὰ γὰρ παρελθόντα πάντα κατὰ ἱστορίαν ὑφηγησάμην. ὅθεν δὴ ἄρχεται διδάσκειν τε καὶ γράφειν καὶ λέγειν ὁ χαλεπώτατος Μάνης ἐν τῷ περὶ πίστεως αὐτοῦ λόγῳ. βίβλους γὰρ οὗτος διαφόρους ἐξέθετο, μίαν μὲν ἰσάριθμον τῶν 3.35 εἴκοσι δύο στοιχείων τῶν κατὰ τὴν τῶν Σύρων στοιχείωσιν † δι' ἀλφαβήτων συγκειμένην· –χρῶνται γὰρ οἱ πλεῖστοι τῶν Περσῶν μετὰ τὰ Περσικὰ στοιχεῖα καὶ τοῖς Σύρων γράμμασι, ὥσπερ παρ' ἡμῖν πολλὰ ἔθνη τοῖς Ἑλληνικοῖς κέχρηνται, καίτοι γε ὄντων σχεδὸν κατὰ ἔθνος ἰδίων γραμμάτων. ἄλλοι δὲ δῆθεν τὴν βαθυτάτην τῶν Σύρων διάλεκτον σεμνύνονται τήν τε κατὰ τὴν Πάλμυραν διάλεκτον, αὐτήν τε καὶ τὰ αὐτῶν στοιχεῖα. εἴκοσι δύο δὲ ταῦτα ὑπάρχει· διόπερ καὶ ἡ αὐτὴ βίβλος εἰς εἴκοσι δύο τμήματα λόγων τέτμηται. –ταύτῃ δὲ ἐπιτίθησιν ὄνομα Μανιχαίου Μυστήρια, ἑτέρᾳ δὲ Θησαυρός. καὶ ἄλλας δὴ βίβλους καττύσας φαντάζεται, τὸν μικρὸν δὴ Θησαυρὸν οὕτω καλούμενον, ἄλλην δὲ τὴν περὶ ἀστρολογίας. οὐ γὰρ ἀποδέουσι τῆς τοιαύτης περιεργίας, ἀλλὰ μᾶλλον αὐτοῖς ἐν προχείρῳ καυχήματος πρόκειται ἀστρονομία καὶ 3.36 φυλακτήρια, φημὶ δὲ τὰ περίαπτα, καὶ ἄλλαι τινὲς ἐπῳδαὶ καὶ μαγγανεῖαι· ἄρχεται γοῦν ἐν τῇ αὐτοῦ βίβλῳ λέγειν ὁ αὐτὸς Μάνης· 14. «Ἦν θεὸς καὶ ὕλη, φῶς καὶ σκότος, ἀγαθὸν καὶ κακόν, τοῖς πᾶσιν ἄκρως ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ.» καὶ οὗτος μέν ἐστιν ὁ πρόλογος τοῦ ἀγύρτου. ἐντεῦθεν ἄρχεται τῆς αὐτοῦ κακομηχανίας. καὶ ἡ μὲν βίβλος ἐν πλάτει κεῖται, τοιαῦτά τινα φαῦλα ἄττα περιέχουσα, ὧν τὴν δυσκολίαν καὶ τὴν ἐναντιότητα τῶν λόγων καὶ ἀπ' αὐτῆς τῆς ἀρχῆς τοῦ σκοποῦ ἐστι περιληπτέον. εἰ γὰρ καὶ πολλὴ ἡ λοιπὴ φλυαρία καὶ μυθώδης ὑπόθεσις, ἐκ τῆς εἰσαγωγῆς τὸ πᾶν δειχθήσεται τῆς αὐτοῦ πονηρίας. τὸ γὰρ «ἦν θεὸς καὶ ὕλη» οὐδὲν ἀποδέον τῆς τῶν Ἑλλήνων ματαίας ὑπονοίας ὑφηγήσατο. εὐάλωτον δὲ καὶ ῥᾴδιον καὶ εὐκατάλυτον τῆς συκοφαντίας τοῦτο τὸ κενοφρόνημα. δύο γὰρ ἐπὶ τὸ αὐτὸ εἶναι σύγχρονά τε καὶ ἀίδια ἐξ εὐλόγων λογισμῶν καὶ συνετῆς εὐνοίας ἀδύνατον εἶναι * παρὰ τῷ κρίνειν εὐλόγως γινώσκοντι. καὶ γνωστέον τοῦτο ἔσται παντὶ τῷ σύνεσιν κεκτημένῳ. εἰ γὰρ τὰ δύο σύγχρονα, οὐδὲ κἂν τῷ ὀνόματι διήλλακται. πᾶν γὰρ τὸ σύγχρονον καὶ συναΐδιον, τὸ δὲ συναΐδιον καὶ ἀεὶ ὑπάρχον τοῦτο θεός, μάλιστα ἀπό τινος αἰτίου ἀρχὴν μὴ εἰληφός. οὐδὲν γὰρ ἀίδιον ἢ μόνον θεός. διαφόροις δὲ ὀνόμασι ταύτας τὰς ἀρχὰς ἐξέθου, ὦ βάρβαρε τὴν φρένα καὶ πολέμιε τῆς ἀνθρωπείας φύσεως. τὸ μὲν γὰρ ἐξέθου φῶς, τὸ δὲ σκότος, τὸ δ' αὖ ἀγαθὸν καὶ τὸ ἕτερον κακόν. φάσκεις δὲ ὅτι τοῖς πᾶσιν ἄκρως ἐστὶ ταῦτα ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ. οὐκοῦν χωρίζεις ταῦτα ἀπ' ἀλλήλων· δῆλον γὰρ ὅτι ἐναντία, ὡς ἔφης. εἰ 3.37 δὲ συνόντα πέφυκε, φίλα καὶ σύμφωνα τὰ ἀλλήλοις συνόντα εὑρεθήσεται, συνδιατρίβοντά τε καὶ συγκοινωνοῦντα καὶ μηδ' ὅλως ἀπ'

356

ἀλλήλων ἀπαλλαττόμενα δι' ὑπερβολὴν φιλίας. εἰ δὲ χωρὶς ἀλλήλων ἐστί, πάντως ἕκαστον τούτων πεπέρασται. πᾶν δὲ τὸ πεπερασμένον οὐ τέλειον. ὁρίζεται γὰρ διὰ τοῦ πεπεράσθαι. ἄλλως δὲ καὶ ζητηθήσεται ὅριον εἰς διαπερασμὸν ἀμφοτέρων, ἵνα μὴ κατὰ τὰ τέρματα ἀλλήλων ἐφαπτόμενα ἀμφότερα τὰ ἴδια διὰ τῶν τερμάτων ἀλλήλοις συνάπτηται καὶ ἐπικοινωνήσειε θάτερον θατέρῳ καὶ τὸν τῆς ἐναντιότητος ἀφανίσῃ ὅρον· καὶ εἰ δῴης τι διεῖργον ἀνὰ μέσον τῶν ἀμφοτέρων, οὐκέτι τὸ διεῖργον ὅμοιον ἔσται τούτοις, ἀλλ' οὐθ' ἕτερον ἔσται τῶν ἀμφοτέρων. εἰ γὰρ ἀπὸ ἑνὸς μέρους ἀφομοιωθήσεται τὸ διεῖργον ἑνὶ τῶν δύο τῶν πρότερον εἰρημένων ἀιδίων, ἀπὸ τοῦ ἀφομοιουμένου οὐκέτι ἀλλότριον εἴη τὸ διεῖργον, ἀλλὰ συναπτόμενον τῷ ἀφομοιουμένῳ, καὶ διὰ τοῦ ἐξισουμένου μέρους ἔσται ἡ συνάφεια καὶ οὐκέτι τερματισθήσεται ἐν τῇ τῶν δύο φύσεων ἀπ' ἀλλήλων διαστάσει. εἰ δὲ καὶ ἔστιν οὔτε ὅμοιον τῶν δύο οὔτε μέτοχον ἀπὸ 3.38 μέρους θατέρου, οὐκέτι δύο ἐστὶ τὰ ἀίδια καὶ ἀεὶ ὄντα, ἀλλὰ λοιπόν ἐστι τρία, καὶ οὐκέτι δύο ἀρχαὶ καὶ δύο ἀλλήλοις ἐναντία τὰ πρῶτα, ἀλλὰ τρίτον ἄλλο, καὶ ἐναντίον τῶν ἀμφοτέρων καὶ ἀνόμοιον τοῖς ἀμφοτέροις καὶ διεῖργον ἀνὰ μέσον τοῖν δυοῖν καὶ μὴ θατέρῳ ἐπικοινωνοῦν διὰ τὸ ἀλλόκοτον καὶ οὐδὲν ἀμφοτέρων λαμβάνον τὴν ὁμοίωσιν. καὶ λοιπὸν ἔσται οὐκέτι δύο, ἀλλὰ τρία ταῦτα. ἄλλως δὲ καὶ ζητηθήσεται ἄλλος ὁ μεσιτεύσας καὶ τὸν ὅρον τοῦτον ἐμβαλὼν τέταρτος. οὐ γὰρ ἠδύναντο οἱ δύο ἐκθέσθαι τὸν ὅρον ἢ τὸ τεῖχος, εἰ μὴ ἕτερος εἴη ὁ ὁροθέτης, ὁ τὸ διεῖργον ἀνὰ μέσον τῶν ἀμφοτέρων ἐμβαλών, ἀλλὰ καὶ εἰδήμων τὴν ἐπιστήμην καὶ συνετὸς τὸν τρόπον καὶ ἐπιεικὴς καὶ ἐνδοξότερος, ὥστε δύνασθαι πεῖσαι ἀμφοτέρους εἰς συμβιβασμὸν εἰρήνης. ἔσται οὖν εἷς ὁ ὁροθετῶν καὶ ἓν τὸ διεῖργον καὶ δύο τὰ τερματιζόμενα, καὶ οὐκέτι δύο ἀρχαὶ μόνον, ἀλλὰ καὶ τρεῖς καὶ τέσσαρες. καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπὶ πολλὰς ἀρχὰς τὴν διάνοιαν τρέπειν ἔνεστι καὶ ἐᾶν τὰ ὄντα καὶ φαντάζεσθαι τὰ μὴ ὄντα. 15. Ἐν δὲ τῷ ζητεῖν τὸν ἀλιτήριον κακίαν δῆθεν μὴ προσμῖξαι θεῷ–καὶ γὰρ καὶ ἄτοπόν ἐστι κακίαν θεῷ προσάψαι. ὡμολόγηται γὰρ ἐν τῷ χαρακτῆρι τῆς ἐκκλησιαστικῆς διδασκαλίας ἀλλότριον παντάπασι τὸ θεῖον καὶ ἀμιγὲς κακίας ὑπάρχειν. θεὸς γὰρ οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ «πάντα καλὰ λίαν», ἀγαθὸς ὢν τὴν φύσιν, ἀκατάληπτος τὴν οὐσίαν, πάντα περιέχων, αὐτὸς δὲ ὑπ' οὐδενὸς περιεχόμενος. οὔτε τοίνυν τὸ κακὸν ἦν ἀεὶ οὔτε ἐκ θεοῦ τὸ κακὸν γεγένηται. μήτε οὖν ὄντος τοῦ κακοῦ μήτε ὄντος ἀεὶ μήτε ἐκ θεοῦ γεγενημένου, λοιπὸν ζητεῖν ἔστι, ποῖον τρόπον 3.39 τὸ μὴ ὂν ἀεί, ἀρχὴν δὲ ἐσχηκὸς τοῦ εἶναι, λῆγον τε καὶ ἀπολλύμενον καὶ εἰς τέλος μὴ παραμένον, πόθεν τε ἔσχε τὴν ἀρχήν. καὶ ὅταν τοῦτο ζητήσωμεν, πρῶτον διανοητέον ἐστὶν ὅτι ὁποῖόν ἐστι τὸ κακὸν καὶ ἐν ποίῳ γίνεται τὸ κακόν, καὶ εἰ ἔστιν ἐμπερίγραφόν τι ἢ σῶμα ὡς εἰπεῖν ἢ ὑπόστασιν ἔχει ἢ καὶ ῥίζαν δύναται κεκτῆσθαι. καὶ ὅταν ταῦτα ἐν ἑαυτοῖς διασκοπήσωμεν, ἀνυπόστατον εὑρεθήσεται τὸ κακὸν καὶ μηδεμίαν ῥίζαν ἔχον, ἀλλὰ ἕως ἔργων μόνον ἐστὶ πρακτικῆς ἀνθρωπίνης ἐνεργείας ἀποτελεστικόν. ἐν τῷ γὰρ ποιεῖν ἡμᾶς τὸ κακὸν ἔστιν, ἐν δὲ τῷ μὴ ποιεῖν οὐχ ὑπάρχει, τῆς ἐννοίας ἐφευρισκούσης τὸ τί ποτέ ἐστι τὸ πονηρὸν ἐργάσασθαι, οὐκ ἀρέσκον θεῷ καὶ οὔτε δυνάμενον ἀντιλέγειν θεῷ οὐδὲ ἀντιμάχεσθαι πρὸς τὸ θεῖον. πᾶν γὰρ τὸ ὑπὸ ἀνθρώπων δυνάμενον ἐκκόπτεσθαι καὶ ἀναιρεῖσθαι πολλῷ μᾶλλον πρὸς θεὸν ἀντέχειν ἀδύνατον. 16. Ἅμα δὲ καὶ περὶ διαβόλου οὕτως διαληπτέον, οὐκ ἀπὸ κτίσεως φυσικῶς κακοῦ κεκτισμένου, ἀλλὰ ἑαυτῷ μετὰ χρόνον τὸ ποιεῖν κακὸν ἐφευραμένου, οὐκ ἀγνοουμένου δὲ ὁποῖος ἔμελλεν ἔσεσθαι, ἀλλὰ κτισθέντος μὲν ἅμα πᾶσι καλῶς διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης χρησιμώτατα. τῷ τὸν θεόν, δι' ὑπερβολὴν ἀγαθότητος πάντας καὶ πάντα καλὰ θελήσαντα εἶναι καὶ τὰ αὐτοῦ ἀγαθὰ πᾶσι προθέμενον, κατὰ

357

3.40 συγχώρησιν δὲ αὐτεξουσιότητος συγχωρεῖν τοῖς ἅπασιν ἰδίᾳ βουλήσει χρῆσθαι ἐφ' ᾧ θελήσειαν ἐπιχειρήματι ἕκαστος, ἵνα αὐτὸς μὲν ἀναίτιος τῶν φαύλων εἴη, διάκρισις δὲ ἔσται τῶν εἰς ἀρετὴν προκοπτόντων καὶ πάλιν τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀγαθότητος τὰ βραβεῖα εἰσκομιζομένων. ὁ δὲ μανιώδης οὗτος Μάνης, βουλόμενος κακίας ὑπεξαιρεῖν τὸν θεόν, μᾶλλον αὐτῷ κακίαν πρὸς ἴσον ἀντεκατέστησεν. ὁμοῦ δὲ κακίζων τὴν πᾶσαν κτίσιν οὐκ αἰσχύνεται, ἐκ τῶν ἐν ἡμῖν σφαλμάτων γινομένων τὰς προφάσεις ἀπεμπολήσας καὶ εἰς τὴν πᾶσαν δημιουργίαν * τῶν ἰσορρόπων συνυφήνας, ὑπέρμαχος μᾶλλον γεγένηται καὶ ὑπερασπιστὴς ἧς φάσκει ἀπαγορεύειν κακίας καὶ ἀντὶ τοῦ πρὸς αὐτὴν μίσους φιλίαν τινὰ καὶ κοινωνίαν πρὸς αὐτὴν ἀσπάζεται, ὁπότε σύστασιν αὐτῇ δίδωσι καὶ ἀιδιάζουσαν αὐτὴν καταγγέλλει, σὺν θεῷ τε ἀεὶ οὖσαν καὶ μηδέποτε λήγουσαν τοῦ εἶναι. ὀνόμασι δέ τισιν αὐτὴν ἀποκαλῶν διὰ πασῶν τῶν ὑποθέσεων ἐκπεσὼν τῆς ἀληθείας φωραθήσεται, τῆς πάσης κτίσεως ἐκ θεοῦ καλῶς ἐκτισμένης, ἐξ ὧν αὐτὸς παρατίθεται μαρτυριῶν. 17. Καὶ πρῶτον μὲν ὅτι ὕλην ταύτην κέκληκε, κατὰ δὲ τὸν αὐτὸν νοῦν λογίζεται ταύτην εἶναι φθοράν. καὶ πρῶτον μέν· εἰ ἔστι φθορά, τινὸς ἄρα εἴη φθορά; καὶ εἰ μὲν ἄλλων φθορὰ ὑπάρχει, αὐτὴ δὲ ἐμπαράμονός ἐστιν, ἄρα ἔκπαλαι ἔφθειρε τὰ ὄντα καὶ μόνη αὕτη συνέστηκεν, ἐν χρόνῳ τοσούτῳ τὸ τῆς αὐτῆς δυνάμεως ἐνεργητικὸν ἐργαζομένη καὶ μὴ ἐκκοπτομένη. εἰ δὲ ἑαυτῆς ἐστι φθορά, φθείρουσά τε καὶ δαμάζουσα καὶ ἀναλίσκουσα καὶ ἀπόλλουσα, ἀπολλυμένη ἐστὶ καὶ οὐ σταθήσεται, ἑαυτῆς ἀναλωτική τις οὖσα καὶ φθαρτική. πῶς οὖν ἕστηκε τοσοῦτον χρόνον ὑπάρχουσα κατὰ τὸν τοῦ ἀγύρτου λόγον ἅμα δὲ οὐ συγκοινωνήσει ὅλως τῇ ζωῇ, οὐδὲ ἅμα ζωῆς μέτοχος εὑρεθήσεται οὐδὲ ἀγαθότητος; ὁπότε δὲ ἐν ἑκάστῳ τῶν ὑπ' αὐτοῦ κακιζομένων κτισμάτων καὶ ἀγαθότης ἔνεστι, διέπεσε παν.41 ταχόθεν ὁ περὶ κακίας αὐτοῦ λόγος, διὰ τὸ ἐπικοινωνεῖν θάτερον τῶν ὑπ' αὐτοῦ λεγομένων θατέρῳ, ὡς εἰπεῖν περὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἰοβόλων. ὅσα γάρ ἐστιν ἐπὶ τὸ χρήσιμον κατεσκευασμένα, παρ' αὐτῷ δὲ τῷ ὀνόματι κακιζόμενα, ἐν αὐτοῖς καὶ τὸ ἀντίθετον τῆς κακίας εὑρίσκεται, ὡς εἰπεῖν ἐπὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἰοβόλων. ἐξ ὧν γὰρ ἰὸς εἰς θάνατον, ἐν αὐτοῖς καὶ ἀντίδοτος πρὸς ἀφανισμὸν θανάτου καὶ κακώσεως † κακιζομένων. καὶ ἡμέρα μὲν εἰς ἐργασίαν ἀνθρώποις, ὡς καὶ εἰς τὸ φωτίζεσθαί τε καὶ ὁρᾶν· ἀλλὰ καὶ ἡ νὺξ ἡ παρ' αὐτῷ ὀνόματι κακιζομένη ἀνάπαυσίς τις εὑρίσκεται ἐκ θεοῦ ἀνθρώποις γεγονυῖα· καὶ οὕτως τὸ καθ' ἓν ἀγαθὸν ὑπάρχον εὑρίσκεται καὶ μὴ δυνάμενον ἀπὸ τῶν ἐν ἡμῖν ἁμαρτημάτων τὸ ὄνομα ἔχειν ἢ εἰς τὸ ἴσον τοῦ κακοῦ τὴν ὁμωνυμίαν φέρειν. 18. Πάντα γὰρ καλὰ καὶ ἡδέα, καὶ οὐδὲν ἀπόβλητον, τῷ λέγοντι «καὶ ἰδού, φησί, πάντα καλὰ λίαν». καὶ οὐδαμοῦ κακίας ἐστὶ ῥίζα. τούτου γὰρ χάριν καὶ ὁ θεὸς ἐξ ὑπαρχῆς, κτίζων τὸν πάντα κόσμον τῇ αὐτοῦ ἀγαθότητι, καθ' ἕκαστον τῶν κτισμάτων τὸ καλὸν ἐπέφερε, λέγων «καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν», ὅπως τῷ καλῷ μαρτυρήσῃ καὶ ἀνέλοι τὴν τῶν ἐπιβούλων τῆς ἀνθρωπείας φύσεως δεινότητα, τῶν διὰ μύθων πονηρῶν ἐπινοησάντων ἀφανίσαι ἐκ τῶν ἀνθρώπων τὴν ἀλήθειαν. ἐποίησε γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸ φῶς καὶ τὰ ἐν τῇ γῇ ἐν τῇ πρώτῃ ἡμέρᾳ «καὶ εἶδε, καὶ ἰδοὺ καλόν», φησὶν ἡ γραφή. ἆρα γὰρ οὐκ ᾔδει ὅτι καλὸν ἤμελλεν ἐργάζεσθαι, ὅτι μετὰ τὸ γενέσθαι λέγει «ἰδοὺ καλόν»; καὶ οὕτω καθεξῆς ἐπὶ τῶν ὑδάτων, ἐπὶ τῆς θαλάσσης, ἐπὶ τῶν βλαστημάτων, ἐπὶ τῶν ξύλων, ἐπὶ τῶν φωστήρων ἐν οὐρανῷ, ἐπὶ τῶν κτηνῶν, ἐπὶ τῶν πτηνῶν καὶ ἑρπετῶν καὶ ἰχθύων. καθ' ἕκαστον γὰρ ἔλεγε «καὶ εἶδεν ὁ θεός, καὶ ἰδοὺ καλόν», οὐ τὸ πρότερον ἀγνοῶν οὐδὲ μετὰ τὸ γενέσθαι μαθών, ὡς διὰ πείρας ἐσχηκὼς τὸ εἰδέναι ὅτι καλόν, ἀλλὰ ἀπὸ τοῦ 3.42 εἶναι πάντα καλὰ καὶ οὐδαμοῦ εἶναι κακὸν προεθέσπιζε διὰ τὴν τῶν κακοβούλων

358

δόξαν· τῶν πάντων ἀγαθῶν ὄντων καὶ καλῶν μαρτυρουμένων κατὰ τὴν τοῦ καλοῦ ἀληθεστάτην μαρτυρίαν τὸ «ἰδοὺ καλὸν» ἔλεγε, ὁ στέρησις ὢν παντὸς κακοῦ καὶ πάσης κακίας, καὶ ἵνα ἀπὸ τοῦ καλὸν εἶναι τὸ πᾶν ἀναιρῆται ὁ περὶ κακίας ἐν ἀνθρώποις ἐπινενοημένος λόγος, ἵνα τὴν πᾶσαν ὑπόληψιν τῶν τὴν κακότροπον διδασκαλίαν παρεισφερόντων παντάπασιν ἀνέλοι. εἶτα ἐλθὼν ἐπὶ τὸν ἄνθρωπον οὐκ εἶπεν ὅτι καλόν, οὐχ ὅτι κακὸν ὁ ἄνθρωπος, τὸ ἐξοχώτατον παρὰ πάντα τὰ ἐπὶ τῆς γῆς ἐκτισμένα, τὸ ἐπὶ τῷ ἄρχειν ἐκ θεοῦ ἐκτισμένον σοφίᾳ ἀρρήτῳ, ᾧ ἔμελλε παραδιδόναι θεὸς τὴν δεσποτείαν τῶν ὑπ' αὐτοῦ πάντων ἐκτισμένων, ὥς φησι «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἑρπετῶν τῆς γῆς καὶ κτηνῶν καὶ θηρίων καὶ πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς». ἀλλ' ἐπειδὴ κατ' εἰκόνα θεοῦ ἐκτίσθη, ἠρκέσθη τὸ θεῖον γράμμα τῷ τοσούτῳ ἀξιώματι, μὴ χρείαν ἔχοντι προσθήκης ἔτι. εἰ γὰρ αὐτῆς τῆς ἀγαθότητος εἶχε κεκτημένος τὴν εἰκόνα, φημὶ δὲ τοῦ κυρίου θεοῦ, πάσης κτίσεως δημιουργοῦ καὶ ἀγαθοῦ, ἐξ οὗ πᾶσα πηγὴ ἀγαθωσύνης, ἐξ οὗ τὸ ἀγαθὸν ἐν πᾶσιν ὑπάρχει, πῶς ἔτι χρείαν εἶχε μαρτυρίας τοῦ ἀκοῦσαι ὅτι ἰδοὺ καλόν, ὁπότε τὴν εἰκόνα αὐτοῦ τοῦ καλοῦ εἶχε κεκτημένος; ἐς ὕστερον δὲ ἐπὶ τέλει τῶν ὅλων, μετὰ τὸ ποιῆσαι πᾶσαν δημιουργίαν, ἐπισφραγισάμενος ὁ θεῖος λόγος τοῖς πᾶσι τὴν αὐτὴν μαρτυρίαν προὔθετο φάσκων «καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν», μετὰ προσθήκης τοῦ λίαν εἰπών–αὕτη δὲ ἐτύγχανεν ἕκτη ἡμέρα καὶ ἑβδόμη καταπαύσεως–, ἵνα τὴν ῥίζαν τῆς περὶ τοῦ κακοῦ δόξης ἀνελὼν μηκέτι εὕροι πρόφασίν τις τοῦτο τολμῆσαι, ἀιδιάζουσαν τὴν κακίαν διανοεῖσθαι. ἀνῄρηται γὰρ ὁ αὐτὸς περὶ ταύτης λόγος. οὐδαμοῦ γὰρ ἦν τὸ κακὸν, πάντων καλῶν ὄντων λίαν καὶ ἐκ θεοῦ ἀγαθοῦ γεγενημένων καὶ μεμαρτυρημένων. 19. Ὕλης δὲ διττὴ ἡ ὀνομασία. τὸ μὲν γάρ, ὡς ἔφην, κατὰ τὸν νοῦν τοῦ ἀλιτηρίου ἐστὶν ἐνεργείας καὶ φθορᾶς ἀναλωτικῆς ὄνομα. ὕλην 3.43 δὲ εἰώθαμεν λέγειν τὴν εἰς κόσμησιν ἑκάστου πράγματος τοῖς τὰς τέχνας ἐργαζομένοις *, ὡς εἰπεῖν ὕλη ξύλων, ὕλη πηλουργίας, ὕλη χρυσοῦ, ὕλη ἀργύρου. λέγεται δὲ ὕλη καὶ τῆς ἐργασίας ἐν τοῖς σώμασιν ἡ ἀπὸ φθαρμάτων † κακώσεως συναγομένη. λεγέτω τοίνυν ὁ πρόσφατος ἥκων μάντις καὶ τὰ πρὸ αἰώνων ἐπαγγελλόμενος * ἐτόλμησε γὰρ ὁ τοιοῦτος καὶ πνεῦμα παράκλητον ἑαυτὸν λέγειν· ἄλλοτε δὲ ἀπόστολον Ἰησοῦ Χριστοῦ ἑαυτόν, ὡς ἔφην, ἐπιφημίζει, οὔτε εἶδος περιστερᾶς ποτε ἐνδυσάμενος οὐδὲ τὸ ἀπ' οὐρανοῦ εἰς ἔνδυμα ἀφθαρσίας δύναμιν * τοῖς ἀποστόλοις πεμφθὲν πνεῦμα παράκλητον, ὃ ἐπηγγείλατο πέμπειν ὁ μονογενής, «οὐ μετὰ πολλὰς ἡμέρας» ἐκεῖνο ὁρισάμενος, ἀλλὰ εὐθὺς αὐτοῦ ἀνελθόντος, ὡς ἔλεγεν «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἐλεύσεται». καὶ εὐθὺς ἐν τῷ ὑπερῴῳ «ἐπλήσθησαν πνεύματος ἁγίου», ἐν τῷ ἀνακάμψαι αὐτοὺς ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν, κατὰ τὸ γεγραμμένον «καὶ ὤφθησαν αὐτοῖς γλῶσσαι πυρὸς διαμεριζόμεναι», καὶ ὁ οἶκος ἐνεπλήσθη ὥσπερ πνοῆς βιαίας, καὶ ἐπεκάθισε τὸ πνεῦμα ἐφ' ἕκαστον αὐτῶν, καὶ ἐλάλουν γλώσσαις τὰ θαυμάσια τοῦ θεοῦ, καὶ ἕκαστος ἤκουσε τῇ ἰδίᾳ γλώσσῃ. ἦσαν δὲ ἀπὸ παντὸς γένους τῶν ὑπὸ τὸν οὐρανόν, καὶ ἕκαστος διὰ τοῦ πνεύματος παρεκαλοῦντο», οἵ τε ἀπόστολοι διὰ τῆς δωρεᾶς καὶ πάντα τὰ ἔθνη διὰ τῆς ἐνηχήσεως τῆς τοῦ θεοῦ θαυμαστῆς διδασκαλίας. εἰ γὰρ τὸ πνεῦμα τὸ παράκλητον, ὅπερ ἐπηγγείλατο τοῖς μαθηταῖς ὁ κύριος, ὁ ἀγύρτης οὗτος ἐτύγχανεν, ὁ ἐμμανὴς ἀληθῶς καὶ φερώνυμος τῆς ἑαυτοῦ ἐπωνυμίας, παρῆλθον οἱ ἀπόστολοι στερηθέντες τῆς ἐπαγγελίας, οἱ 3.44 ἀκούσαντες παρὰ τοῦ ἀψευδοῦς κυρίου «λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου 3.44 πνεύματος, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας». καὶ εὑρεθήσεται ὁ ἀπατεὼν τοῦ Χριστοῦ καταψευδόμενος, ὡς μὴ πληρώσαντος τὰ αὐτῷ εἰρημένα.

359

παρῆλθε γὰρ ἡ γενεὰ τῶν ἀποστόλων, φημὶ δὲ ἀπὸ Πέτρου ἄχρι Παύλου καὶ ἄχρι Ἰωάννου, τοῦ καὶ χρονίσαντος ἐν κόσμῳ ἄχρι τῶν Τραϊανοῦ χρόνων, καὶ παρῆλθεν Ἰάκωβος ὁ πρῶτος ἐπισκοπεύσας ἐν Ἱεροσολύμοις, ὁ ἀδελφὸς ἐπικληθεὶς τοῦ κυρίου, παῖς δὲ τοῦ Ἰωσήφ, ἀπὸ τῆς ἰδίας αὐτοῦ γυναικὸς γεννηθεὶς σὺν τοῖς λοιποῖς αὐτοῦ ἀδελφοῖς, οἷς συνανατραφεὶς ὁ κύριος Ἰησοῦς Χριστὸς ὁ ἀπὸ Μαρίας τῆς ἀειπαρθένου κατὰ σάρκα γεννηθείς, ἐν τάξει ἀδελφῶν αὐτοὺς ἔσχε τοῦ καλεῖσθαι αὐτῶν ἀδελφός, καὶ οἱ σύνθρονοι αὐτοῦ πάντες οἱ ἅγιοι καὶ μετ' αὐτῶν Συμεών, ὁ υἱὸς τοῦ πατραδέλφου αὐτοῦ, υἱὸς τοῦ Κλωπᾶ, τοῦ ἀδελφοῦ Ἰωσήφ. ὧν τοὺς χρόνους καθεξῆς καὶ καθ' εἱρμὸν ἀπὸ τοῦ Ἰακώβου τοῦ ἐπισκόπου, φημὶ δὲ τοὺς κατὰ διαδοχὴν ἐπισκόπους ἐν Ἱεροσολύμοις καὶ τοὺς καθ' ἕκαστον βασιλέα γενομένους, ὑπέταξα, ἕως τοῦ χρόνου τοῦ προδηλωθέντος Αὐρηλιανοῦ τε καὶ Πρόβου, ἐν ᾧ οὗτος ὁ Μάνης ἐγνωρίζετο, ἄνθρωπός τις ὢν Πέρσης, ἐγγεννήσας τῷ βίῳ ταυτηνὶ τὴν ἀλλόκοτον διδασκαλίαν. καὶ ἔστιν οὕτως· 20. ˉα. Ἰάκωβος, ὃς ξύλῳ πληγεὶς ἐν Ἱεροσολύμοις ἐμαρτύρησε, μέχρι Νέρωνος. 3.45 ˉβ. Συμεὼν ἐπὶ Τραϊανοῦ ἐσταυρώθη. ˉγ. Ἰούδας. ˉδ. Ζαχαρίας. ˉε. Τωβίας. ˉ . Βενιαμίν. ˉζ. Ἰωάννης ἕως † δέκα ἐννέα ἔτους Τραϊανοῦ. ˉη. Ματθίας. ˉθ. Φίλιππος. ˉι. Σενέκας. ˉιˉα. Ἰοῦστος ἕως Ἀδριανοῦ. ˉιˉβ. Λευίς. ˉιˉγ. Οὐάφρης. ˉιˉδ. Ἰωσής. ˉιˉε. Ἰούδας † μέχρι ἑνδεκάτου Ἀντωνίου. 3.46 Οὗτοι δὲ ἀπὸ περιτομῆς ἐπεσκόπευσαν τῆς Ἱερουσαλήμ. ἐξ ἐθνῶν δὲ οὗτοι· ˉιˉ . Μάρκος. ˉιˉζ. Κασσιανός. ˉιˉη. Πούπλιος. ˉιˉθ. Μάξιμος. ˉκ. Ἰουλιανός. Οὗτοι πάντες μέχρις δεκάτου ἔτους Ἀντωνίνου εὐσεβοῦς. ˉκˉα. Γαϊανός. ˉκˉβ. Σύμμαχος. ˉκˉγ. Γάϊος ἕως ἡμερῶν Οὐήρου, ὀγδόου ἔτους αὐτοῦ. ˉκˉδ. Ἰουλιανός. ˉκˉε. Καπίτων. ˉκˉ . Μάξιμος ἕως ˉιˉ Οὐήρου. ˉκˉζ. Ἀντωνῖνος. ˉκˉη. Οὐάλης. ˉκˉθ. Δολιχιανός μέχρι Κομόδου. ˉλ. Νάρκισσος. ˉλˉα. Δῖος ἕως Σευήρου. ˉλˉβ. Γερμανίων. ˉλˉγ. Γόρδιος ἕως Ἀντωνίνου. 3.47 ˉλˉδ. Νάρκισσος, ὁ αὐτός, ἕως Ἀλεξάνδρου υἱοῦ Μαμαίας, οὐ τοῦ Μακέδονος, ἀλλὰ ἄλλου. ˉλˉε. Ἀλέξανδρος ἕως Ἀλεξάνδρου τοῦ αὐτοῦ. ˉλˉ . Μαζαβάνος ἕως Γάλλου καὶ Οὐολουσιανοῦ. ˉλˉζ. Ὑμέναιος ἕως Αὐρηλιανοῦ. Ὁμοῦ ἀπὸ ἀναλήψεως Χριστοῦ ἕως τοῦ Μάνη καὶ Αὐρηλιανοῦ καὶ Πρόβου βασιλέων ἔτη ˉσˉοˉ κατά τινας χρονογράφους, κατὰ δὲ ἄλλους ˉσˉμˉ · καὶ ἀπὸ τότε καὶ ἕως δεῦρο ἄλλοι ἐπίσκοποι ˉη· Βάζας, Ἕρμων, Μάκαρις, Μάξιμος, Κύριλλος, Ἑρέννις, Κύριλλος αὖθις, Ἱλαρίων, ὁ νῦνκατέχων τὴν ἐκκλησίαν, προσεγκληθεὶς τῇ τῶν Ἀρειανῶν κοινωνίᾳ. 3.48 Βασιλεῖς δὲ οἱ καθεξῆς, ὧν καὶ οἱ χρόνοι συνημμένοι· Αὐρηλιανοῦ περιλειφθέντος ἔτος ˉα· Τάκιτος μῆνας ἕξ, Πρόβος ἔτη ἕξ, Κᾶρος καὶ Καρῖνος καὶ Νουμεριανὸς ἔτη δύο. Διοκλητιανὸς ἔτη εἴκοσι. Μαξιμιανὸς Λικίνιος Κωνσταντῖνος Κωνστάντιος Ἰουλιανὸς Ἰοβιανὸς Οὐαλεντινιανὸς Οὐάλης Γρατιανὸς ὁμοῦ ἔτη ˉοˉγ, ὡς εἶναι ἀπὸ τοῦ εἰρημένου Μάνη ἕως τοῦ παρόντος, τουτέστιν Οὐάλεντος μὲν ἔτους ˉιˉγ, Γρατιανοῦ δὲ ἔτους ˉθ, Οὐαλεντινιανοῦ δὲ νεωτέρου ἔτους ˉα, Διοκλητιανοῦ δὲ ἔτους ˉ ˉγ, ἔτη ˉρˉα * ἵνα ἐν τετάρτῳ ἔτει Αὐρηλιανοῦ καὶ ἐν χρόνοις Ὑμεναίου ἐπισκόπου Ἱεροσολύμων ἐπίπεμπτος ἐξαποσταλῇ τῷ κόσμῳ, ὅπως τῇ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ διαβόλου ἐνεργείᾳ πλάνης καὶ φαντασίας ἀποστήσῃ ἀπὸ τῆς ἀληθείας τοὺς αὐτῷ πεισθέντας ἀπατήσας. 21. Ἐξελήλεγκται οὖν ἡ αὐτοῦ πανταχόθεν κυβεία, ὥς γε ὁ νοῦς τῶν συνετῶν πάντα ἀκριβῶς γνοὺς καταγνώσεται τῆς αὐτοῦ παραπεποιημένης ἐπινοίας. τὰ δὲ ἄλλα πάντα τὰ νομιζόμενα αὐτοῦ σοφίσματα ληρῳδίας ἔμπλεα, λοξά τε καὶ ἄστατα, παρὰ πᾶσι συνετοῖς γελοιαζόμενα· ἅτινα κατὰ λέξιν διελεῖν καὶ τὰ πρὸς ἀντίθεσιν πάντων αὐτῶν γράψαι βουλόμενος εἰς πολὺν ὄγκον ἐλάσω τῆς κατ' αὐτοῦ πραγματείας τὸν ἔλεγχον. ἤδη δὲ ἀνδράσι μεγάλοις θαυμαστῶς κατ' αὐτοῦ ἀντιρρήσεις τοῦ ἐλέγχου πεποίηνται, Ἀρχελάῳ

360

μὲν τῷ ἐπισκόπῳ, ὡς προείρηται, 3.49 Ὠριγένει δέ, ὡς ἀκήκοα, Εὐσεβίῳ δὲ τῷ Καισαρείας καὶ Εὐσεβίῳ τῷ Ἐμέσης, Σεραπίωνι Θμούεως, Ἀθανασίῳ τῷ Ἀλεξανδρείας, Γεωργίῳτῷ Λαοδικείας, Ἀπολλιναρίῳ τῷ Λαοδικείας, Τίτῳ, καὶ πολλοῖς τῶν κατ' αὐτοῦ εἰρηκότων. Οὐδὲν δὲ λυπήσει καὶ ἀπὸ τῆς ἡμῶν πτωχείας ὀλίγα εἰς αἰσχύνην τοῦ ἐλεεινοῦ ἀνθρώπου εἰπεῖν πρὸς ἀνατροπὴν τῆς αὐτοῦ κατὰ πάντα τρόπον πεπλανημένης διανοίας, ὡς καὶ ἤδη προείπομεν. ἠβουλόμην δὲ μὴ αὐστηροῖς ῥήμασι τὸν κατ' αὐτοῦ ποιήσασθαι ἔλεγχον, ἀλλὰ κατὰ δύναμιν ἐπιεικῶς, εἰ μὴ ὅτι τὸν τῶν πάντων δεσπότην ἀθυρογλώττως βλασφημεῖν οὐκ αἰσχύνεται, εὐθὺς αὐτὸν τὸν ποιητὴν ἀρνούμενος, τὸν τόδε τὸ πᾶν κύτος οὐρανοῦ τε καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς καὶ τὰ ἐν τῷ κόσμῳ πάντα δημιουργήσαντα, ἕτερον δέ τινα φανταζόμενος θεὸν τὸν μὴ ὄντα, τὸν δὲ ὄντα καταλιπών. ἐξέπεσε γὰρ τῆς ἀληθείας καὶ συνέβη αὐτῷ τὸ τῆς γελοίου παροιμίας ἐνέργημα, ὡς ὁ κόραξ, βρῶμα ἔχων περὶ τὸ στόμα καὶ σκιὰν ἐν ὕδατι τοῦ βρώματος θεασάμενος, βουλόμενος ἑτέρας τροφῆς περιγενέσθαι τὴν οὖσαν ἀπώλεσε καὶ τὴν μὴ οὖσαν οὐκ ἐκτήσατο. τίς δὲ ἀνέξεται τοῦ βλασφήμου; εἰ γὰρ πατέρας ἔχομεν κατὰ σάρκα καὶ οὐ φέρομεν ἀκούειν τὸν τούτων ὑπό τινων ψόγον, πόσῳ γε μᾶλλον, τὸν κύριον θεὸν πάντων ὑπὸ τοῦ χαλεπωτάτου Μάνεντος βλασφημούμενον ἐὰν ἀκούσωμεν; ὅταν οὖν ἐν τῷ ἐλέει τοῦ θεοῦ ὄμβροι ἀποστέλλωνται κατὰ τὴν αὐτοῦ ἀγαθότητα, αὐτὸς βλασφημῶν οὐκ αἰσχύνεται φάσκειν μὴ ἐκ θεοῦ τοὺς 3.50 ὄμβρους εἶναι, ἀλλὰ ἀπὸ ἀπορροίας ἀρχόντων. 22. Τὰ δὲ ἄλλα εἰπεῖν τίς οὐκ ἐκγελάσειεν. ὡς τάχα τὰ τοῦ Φιλιστίωνος εἶναι ἀναγκαιότερα ἢ τὰ τῆς τούτου μιμολογίας; Ὠμοφόρον γὰρ μυθοποιῶν διδάσκει βαστάζοντα τὴν γῆν πᾶσαν, καὶ διὰ ἐτῶν φησὶ τριάκοντα κάμνοντος τοῦ ὤμου μεταφέρειν εἰς τὸν ἕτερον ὦμον, καὶ οὕτω τοὺς σεισμοὺς γίνεσθαι. εἰ δὲ ἦν τοῦτο, κατὰ φύσιν ἦν τὸ πρᾶγμα καὶ οὐκέτι ἦν θεσπέσιον. ἐλέγχουσι δὲ τὸν γόητα οἱ τοῦ σωτῆρος λόγοι, ὃς ἔφη «γίνεσθε ἀγαθοὶ ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει αὐτοῦ τὸν ὑετὸν ἐπὶ πονηροὺς καὶ ἀγαθούς», καὶ τὸ «ἔσονται σεισμοὶ κατὰ τόπον καὶ λιμοὶ καὶ λοιμοί». εἰ δὲ ἐκ φύσεως ἢ κατὰ συνήθειαν οἱ σεισμοὶ ἐγίνοντο, πολλάκις δ' ἔσθ' ὅτε σεισμοὶ κατὰ χώραν γίνονται. συνέβη δὲ καὶ ἐπ' ἐνιαυτὸν ὁλοτελῆ καθ' ἑκάστην νύκτα πολλάκις σαλεύεσθαι τὴν γῆν, ἆρά γ' οὖν τραυματωθέντων τῶν τοῦ Ὠμοφόρου ὤμων ἀφερεπόνως ἄγεται. ἐνδελεχῆ ποιούμενος τὸν σάλον; καὶ τίς ἀνέξεται τῆς τοιαύτης μωρολογίας; τί δὲ ἄλλο ἀπίθανον οὐκ ἐτόλμησεν εἰπεῖν; φάσκει γὰρ ὁ τοιοῦτος ὅτι, φησί, αἱ ἐν γνώσει τῆς αὐτοῦ πλάνης ψυχαὶ γενόμεναι ἀναλαμβάνονται εἰς τὴν σελήνην, φωτεινῆς οὐσίας τῆς ψυχῆς ὑπαρχούσης. διό, φησί, πλήθει ἡ σελήνη καὶ φθίνει, πληρουμένη ἀπὸ τῶν ψυχῶν τῶν τελευτουσῶν ἐν γνώσει τῆς ἀπιστίας αὐτοῦ. εἶτα φησὶν ἀπογομοῦσθαι ἀπὸ τῆς σελήνης, τοῦ μικροτέρου ὥς φησι σκάφους, εἰς τὸν ἥλιον, τὸν ἥλιον δὲ παραλαμβάνειν καὶ ἀποτίθεσθαι εἰς τὸν τῶν μακάρων αἰῶνα φησίν. ἀεὶ δὲ τυφλὴ τυγχάνουσα ἡ κακία τὴν ἑαυτῆς αἰσχύνην ἀγνοεῖ, ὡς ἀπὸ τῶν λόγων αὐτῆς ἐλέγχεται, μὴ δυναμένη τελειῶσαι τῶν ψευσμάτων τὴν τελείωσιν. 23. Πρῶτον μὲν γὰρ ὅτι εἷς ἄνθρωπος πέπλασται ὁ Ἀδάμ, ἐξ οὗπερ γεγένηνται υἱοί τε καὶ θυγατέρες· ἐν τῇ ἀρχῇ δὲ τῆς κοσμοποιίας, 3.51 περὶ τὸ ἑκατοστὸν ἔτος τοῦ Ἀδὰμ πλείω ἐλάσσω, ἀποκτείνεται Ἄβελ, ὡς ἐτῶν ὑπάρξας ˉλ πλείω ἐλάσσω. μετὰ τοῦτον τὸν πρῶτον ἀποκτανθέντα τελευτᾷ ἐπὶ τῆς γῆς ὁ Ἀδὰμ ὁ πρωτόπλαστος δι' ἐτῶν ˉϠˉλ, τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄστρων ἀπὸ τετάρτης ἡμέρας ἐν οὐρανῷ πηχθέντων καὶ κτισθέντων. τί οὖν εἴπωμεν, ὦ οὗτος; ὁμολογήσωμεν τὸν τῆς ἀνοίας σου ἔλεγχον; πῶς γὰρ ἠδύνατο ἐνακόσια τριάκοντα ἔτη γενέσθαι ἄνευ τοῦ φθίνειν σελήνην καὶ πλήθειν;

361

ποίων τοίνυν ψυχῶν τελευτησασῶν ἐνεπίμπλατο ἡ σελήνη καὶ ἐπληροῦτο; λέγε. ἀλλ' ἠγνόει Μανιχαῖος ὅτι εἰσὶ συνετοί, οὐ λόγοις ψευδέσι πειθόμενοι, ἀλλὰ ἀληθεστάταις ἀποδείξεσιν. εἰ δὲ δῶμεν ὅτι οὕτως ἐστὶν ὅπερ οὐκ ἔστι· μὴ γένοιτο καὶ ἀπὸ τῶν ψυχῶν τῶν Μανιχαίων γεμίζεται πληρουμένη ἡ σελήνη, πῶς ἔτι συσταθήσεται ἡ τοιαύτη ὑπόθεσις; εἰ γὰρ οὐδεὶς μετὰ τὴν πεντεκαιδεκάτην ἡμέραν τῆς σελήνης Μανιχαίων ἐτελεύτα, ἀλλὰ προθεσμία ἦν ὡρισμένη ἕως πεντεκαιδεκάτης τῆς σελήνης τοὺς Μανιχαίους ἀποθνῄσκειν, μετὰ δὲ πεντεκαιδεκάτην μηκέτι τελευτᾶν, ἕως ἀποτεθῇ ὁ τῆς σελήνης φόρτος, ἵνα ἄρξηται πάλιν ἀπὸ νεομηνίας γομοῦν, πιθανὸν ἄρα ἦν τὸ ψεῦσμα τῶν αὐτῶν, νῦν δὲ καὶ ἀπίθανον. καθ' ἡμέραν γὰρ τελευτῶσι καὶ τὰ ὡρισμένα στοιχεῖα ἐκ θεοῦ τὸν ἴδιον ἐπίστανται δρόμον. καὶ πάλιν οὐ σταθήσεται ὁ περὶ τῶν ψυχῶν ἐν τῇ σελήνῃ γενόμενος γόμος. 24. Καὶ τινὲς μὲν αὐτῶν πάλιν βούλονται κατὰ ἐπίνοιαν πανουργίας * φησί, τὴν μητέρα τῶν ὅλων συγχωρῆσαι δύναμιν ἰδίαν ἐξ οὐρανοῦ κατελθεῖν εἰς τὸ κλέψαι ἀπὸ τῶν ἀρχόντων καὶ ἀποσυλῆσαι ἀπ' αὐτῶν ἣν εἴληφαν ἄνωθεν δύναμιν. βούλεται γὰρ λέγειν ὅτι πολεμήσασαι αἱ 3.52 ἀρχαὶ καὶ ἐξουσίαι τὸν θεὸν τὸν ζῶντα καὶ τὴν μεγάλην καὶ ἀκατάληπτον * ἥρπασαν παρ' αὐτοῦ δύναμιν, ἣν καὶ ψυχὴν ὀνομάζει. καὶ ὦ τῆς πολλῆς τούτου ἀτοπίας. πᾶς γὰρ ἁρπαζόμενος καὶ βιοφορούμενος ὑποβέβηκεν. εἰ τοίνυν αἱ ἀρχαὶ ἀπὸ τῆς πανοπλίας καταδυναστεύσασαι τὸν ἀγαθὸν θεὸν δύναμιν παρ' αὐτοῦ ἀπέσπασαν, ἰσχυρότεραι αὗται ὑπὲρ ἐκεῖνον ἔσονται· ἐκεῖνος δὲ τούτοις τὸ πρῶτον ὑποχωρήσας εἰσαῦθις οὐ δύναται παρ' αὐτῶν ἀφελέσθαι τὴν ἀπ' αὐτοῦ ἀφηρπασμένην δύναμιν εἴτ' οὖν πανοπλίαν, ὁ ἐξ ἀρχῆς ἀντισχεῖν πρὸς τοὺς πολεμίους μὴ δεδυνημένος. καὶ ἄλλως· εἰ δὲ καὶ ποτὲ πάλιν ἐν νίκῃ γενόμενος ἀφέληται ἰσχύσας κατὰ τῶν δι' ἐναντίας τὴν ἀπ' αὐτοῦ ἀφηρπασμένην δύναμιν, τῆς τοῦ κακοῦ ῥίζης τε καὶ ἀρχῆς ἀνάρχου ἔτι ἐπιμενούσης καὶ παντελῶς μὴ δυναμένης ἀναιρεθῆναι, αὖθις πάλιν κατισχύσει ἐπιστρατεύσασα ἑαυτῇ περισσοτέραν δύναμιν καὶ τὴν πάλιν αὐτοῦ ληφθεῖσαν ἐκ τοῦ ἀγαθοῦ θεοῦ δύναμιν κατά τινα δυναστείαν ἐξισχύσασα πάλιν ἀφαιρήσειε· καὶ ἔσται ἀεὶ κατ' αὐτὸν τὸ κακὸν ἀνθιστάμενον καὶ μηδέποτε ἔχον τὴν κατάληψιν, εἰς τὸ διηνεκὲς ἁρπάζον τε καὶ ἁρπαζόμενον. εἰ δὲ καὶ λέξειαν οἱ τὰς φρένας βεβλαμμένοι ἀπατηθέντες τε κατὰ πάντα τρόπον ὅτι, ἐὰν τῆς πανοπλίας ὁ ἀγαθὸς θεὸς τὸ μέρος τὸ ἀπ' αὐτοῦ ἀφαρπαγὲν καιρῷ ἐλευθερώσῃ, τότε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τῆς ἐναντίας δυνάμεως ἀφανίσειε καὶ ἐξολοθρεύσειε, καὶ εἰ ἔτι ἔσται τοῦτο καὶ εἰ ὅλως ἀφανίσει ὁ ἀγαθὸς θεὸς καὶ ἐξολοθρεύσει, ἐξέπεσεν ὁ τοῦ ἀγύρτου λόγος, ὁ φάσκων μὴ εἶναι δίκαιον τὸν ἀγαθόν, μηδὲ ἐν κρίσει κατακρίνειν 3.53 τὸν ἁμαρτάνοντα μήτε βασάνοις τινὰ παραδιδόντα μήτε κτείνοντα. εἰ γὰρ ὅλως τὸν διάβολον εἴτ' οὖν τὴν ἀντικειμένην ἐνέργειαν ἀφανίσαι τε καὶ ἐξολοθρεῦσαι πειρᾶται, ἢ κατ' αὐτὸν οὐκέτι ἔσται ἀγαθός, ὡς ὁ περὶ αὐτοῦ περιέχει λόγος, ἢ εἰ ἀγαθὸς ὢν τὸ πονηρὸν ἀναλίσκει, καὶ ἔσται οὗτος ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν κύριος, ὡς καὶ ἔστιν ἐν ἀληθείᾳ, δίκαιος. «ὁ ἑκάστῳ ἀποδιδοὺς κατὰ τὰ ἔργα αὐτοῦ,» ὁ δι' ὑπερβολὴν ἀγαθότητος τῷ ἀγαθῷ καὶ κεκμηκότι ἐν ἀγαθότητι παρέχων τὸ ἀγαθὸν καὶ τῷ τὰ φαῦλα δεδρακότι τὸ δίκαιον ἀπονέμων. καὶ πανταχόθεν ἐξελήλεγκται αὐτοῦ ὁ λόγος, ὑποφθείρων καρδίας ἀνθρώπων εἰς τὰ ἐναντία. 25. Κατὰ λέξιν δὲ καθεξῆς ὑποτάξω ἁρμοττόντως τὸ αὐτοῦ φρόνημα ἀπὸ τῶν Ἀρχελάῳ πρὸς αὐτὸν πεπραγματευμένων ἐν τῇ πρὸς αὐτὸν ἀντιλογίᾳ, ὡς αὐτὸς ἀπεκάλυψε Τύρβων, εἷς τῶν αὐτοῦ μαθητῶν, περὶ οὗ ἄνω ἐπεμνήσθην. ἐπερωτησάντων τοίνυν τῶν περὶ Ἀρχέλαον τὸν ἐπίσκοπον καὶ Μάρκελλον Τύρβωνα περὶ τῆς τοῦ Μάνη διδασκαλίας, ὁ Τύρβων ἀπεκρίνατο λέγων ἅτινα ἐκ τοῦ βιβλίου παρεθέμην. καὶ ἔστιν

362

τάδε· Ἀρχὴ τῶν τοῦ Μάνεντος ἀθέων δογμάτων. Εἰ τὴν τοῦ Μάνη πίστιν θέλετε μαθεῖν, παρ' ἐμοῦ ἀκούσατε συντόμως. οὗτος δύο σέβει θεοὺς ἀγεννήτους, αὐτοφυεῖς, ἀιδίους, ἕνα 3.54 τῷ ἑνὶ ἀντικείμενον· καὶ τὸν μὲν ἀγαθόν, τὸν δὲ πονηρὸν εἰσηγεῖται, φῶς τῷ ἑνὶ ὄνομα θέμενος καὶ τῷ ἑτέρῳ σκότος· καὶ τοῦ μὲν φωτὸς εἶναι μέρος τὴν ἐν ἀνθρώποις ψυχήν, τοῦ δὲ σκότους τὸ σῶμα καὶ τὸ τῆς ὕλης δημιούργημα. μῖξιν δὲ ἤτοι σύγκρασιν τούτων τοῦτον λέγει γεγονέναι τὸν τρόπον, ἀπεικάζων τοὺς δύο θεοὺς τῷδε τῷ παραδείγματι· καθάπερ δύο βασιλεῖς ἀντιμαχόμενοι πρὸς ἀλλήλους, ὄντες ἀπ' ἀρχῆς ἐχθροὶ καὶ ἀνὰ μέρος ἑκάστου τὰ ἴδια ἔχοντος, κατὰ δὲ σύμβασιν τὸ σκότος ἐπελθὸν ἐκ τῶν ὁρίων αὐτοῦ προσεμαχήσατο τῷ φωτί. γνόντα δὲ τὸν ἀγαθὸν πατέρα τὸ σκότος ἐν τῇ γῇ αὐτοῦ ἐπιδεδημηκὸς προβάλλειν ἐξ αὐτοῦ δύναμιν, λεγομένην 3.55 μητέρα τῆς ζωῆς, καὶ αὐτὴν προβεβληκέναι τὸν πρῶτον ἄνθρωπον * τὰ πέντε στοιχεῖα· εἰσὶ δὲ ἄνεμος, φῶς, ὕδωρ, πῦρ καὶ † ὕλη. καὶ ταῦτα ἐνδυσάμενον ὡς πρὸς κατασκευὴν πολέμου κατελθεῖν κάτω καὶ πολεμῆσαι τῷ σκότει. οἱ δὲ τοῦ σκότους ἄρχοντες ἀντιπολεμοῦντες αὐτῷ ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ, ὅ ἐστιν ἡ ψυχή. τότε δεινῶς 3.56 ἐθλίβη ἐκεῖ κάτω ὁ πρῶτος ἄνθρωπος ὑπὸ τοῦ σκότους. καὶ εἰ μὴ εὐξαμένου εἰσήκουσεν ὁ πατὴρ καὶ ἀπέστειλεν ἑτέραν δύναμιν προβληθεῖσαν ὑπ' αὐτοῦ, λεγομένην ζῶν πνεῦμα, καὶ εἰ μὴ κατελθὼν δέδωκεν αὐτῷ δεξιὰν καὶ ἀνήνεγκεν ἐκ τοῦ σκότους, πάλαι ἂν ὁ πρῶτος ἄνθρωπος κατεχόμενος ἐκινδύνευσεν. ἔκτοτε οὖν κατέλειψε κάτω τὴν ψυχήν. καὶ διὰ τοῦτο Μανιχαῖοι ἐὰν συναντήσωσιν ἀλλήλοις, δεξιὰς διδόασιν ἑαυτοῖς σημείου χάριν ὡς ἀπὸ σκότους σωθέντες. ἐν γὰρ τῷ σκότει πάσας τὰς αἱρέσεις εἶναι λέγει. τότε ζῶν πνεῦμα ἔκτισε τὸν κόσμον, καὶ αὐτὸ φορέσαν ἑτέρας τρεῖς δυνάμεις κατελθὸν ἀνήνεγκε τοὺς ἄρχοντας καὶ ἐσταύρωσεν ἐν τῷ στερεώματι, ὅ ἐστιν αὐτῶν σῶμα, ἡ σφαῖρα. 3.57 26. Τότε πάλιν τὸ ζῶν πνεῦμα ἔκτισε τοὺς φωστῆρας, ἅ ἐστι τῆς ψυχῆς λείψανα, καὶ αὐτοὺς ἐποίησε τὸ στερέωμα κυκλεῦσαι. καὶ πάλιν ἔκτισε τὴν γῆν εἰς εἴδη ὀκτώ. ὁ δὲ Ὠμοφόρος κάτω * βαστάζει 3.58 καὶ ἐπὰν κάμῃ βαστάζων, τρέμει καὶ σεισμοῦ αἴτιος γίνεται παρὰ τὸν ὡρισμένον καιρόν. τούτου ἕνεκα τὸν υἱὸν αὐτοῦ ἀπέστειλεν ὁ ἀγαθὸς πατὴρ ἐκ τῶν κόλπων αὐτοῦ εἰς τὴν καρδίαν τῆς γῆς καὶ εἰς τὰ ταύτης κατώτατα μέρη, ὅπως αὐτῷ τὴν προσήκουσαν ἐπιτιμίαν δῷ. ὁσάκις γὰρ ἂν σεισμὸς γένηται, ἢ τρέμει κάμνων ἢ ἀντιφέρει εἰς τὸν ἕτερον ὦμον. τότε τοίνυν καὶ ἡ ὕλη ἀφ' ἑαυτῆς ἔκτισε τὰ φυτὰ καὶ συλωμένων αὐτῶν ἀπό τινων ἀρχόντων ἐκάλεσε πάντας τοὺς τῶν ἀρχόντων πρωτίστους καὶ ἔλαβεν ἀπ' αὐτῶν ἀνὰ μίαν δύναμιν καὶ κατεσκεύασε τὸν ἄνθρωπον τοῦτον κατὰ τὴν ἰδέαν τοῦ πρώτου 3.59 ἀνθρώπου ἐκείνου, καὶ ἔδησε τὴν ψυχὴν ἐν αὐτῷ. αὕτη ἐστὶ τῆς συγκράσεως ἡ ὑπόθεσις. ὅτε δὲ εἶδεν ὁ πατὴρ ὁ ζῶν θλιβομένην τὴν ψυχὴν ἐν τῷ σώματι, εὔσπλαγχνος ὢν καὶ ἐλεήμων ἔπεμψε τὸν υἱὸν αὐτοῦ τὸν ἠγαπημένον εἰς σωτηρίαν τῆς ψυχῆς· διὰ γὰρ ταύτην τὴν πρόφασιν καὶ τὴν τοῦ Ὠμοφόρου ἀπέστειλεν αὐτόν. καὶ ἐλθὼν ὁ υἱὸς μετεσχημάτισεν ἑαυτὸν εἰς ἀνθρώπου εἶδος, καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, μὴ ὢν ἄνθρωπος, καὶ οἱ ἄνθρωποι ὑπελάμβανον αὐτὸν γεγεννῆσθαι. ἐλθὼν οὖν ποιεῖται τὴν δημιουργίαν πρὸς σωτηρίαν τῶν ψυχῶν, καὶ μηχανὴν συνεστήσατο ἔχουσαν δώδεκα κάδους, ἥτις ὑπὸ τῆς σφαίρας στρεφομένη ἀνιμᾶται τῶν θνῃσκόντων τὰς ψυχάς. καὶ ταύτας ὁ μέγας φωστὴρ ταῖς ἀκτῖσι 3.60 λαβὼν καθαρίζει καὶ μεταδίδωσι τῇ σελήνῃ, καὶ οὕτως πληροῦται τῆς σελήνης ὁ δίσκος ὁ παρ' ἡμῖν προσαγορευόμενος πλοῖα γὰρ ἤτοι πορθμεῖα εἶναι λέγει τοὺς δύο φωστῆρας· εἶτα ἐὰν γεμισθῇ ἡ σελήνη, μεταπορθμεύει εἰς ἀπηλιώτην καὶ οὕτως ἀπόκρουσιν ποιεῖται τοῦ γόμου ἐλαφρυνομένη· καὶ αὖθις πληροῖ τὸ πορθμεῖον καὶ πάλιν ἀπογομοῖ ἀνιμωμένων

363

ὑπὸ τῶν κάδων τῶν ψυχῶν, ἄχρις οὗ τὸ ἴδιον αὐτοῦ μέρος σώσῃ τῆς ψυχῆς. τῆς γὰρ τοῦ ἀγαθοῦ πατρὸς οὐσίας πᾶσαν ψυχὴν καὶ πᾶν κινούμενον ζῷον μετέχειν λέγει. τῆς οὖν σελήνης μεταδιδούσης τὸν γόμον τῶν ψυχῶν τοῖς αἰῶσι τοῦ πατρός, παραμένουσιν ἐν τῷ στύλῳ τῆς δόξης, ὃς καλεῖται ἀὴρ ὁ τέλειος. ὁ δὲ ἀὴρ οὗτος στῦλός ἐστι φωτός, ἐπειδὴ γέμει ψυχῶν τῶν καθαριζομένων. αὕτη ἐστὶν ἡ αἰτία δι' ἧς αἱ ψυχαὶ σῴζονται. 27. Ἡ δὲ τοῦ ἀποθανεῖν τοὺς ἀνθρώπους ἔστι πάλιν αὕτη· παρθένος τις ὡραία κεκοσμημένη, πιθανὴ πάνυ, συλᾶν ἐπιχειρεῖ τοὺς 3.61 ἄρχοντας τοὺς ἐν τῷ στερεώματι ὑπὸ τοῦ ζῶντος πνεύματος ἀνενεχθέντας καὶ σταυρωθέντας, φαινομένη δὲ τοῖς ἄρρεσι θήλεια εὔμορφος, ταῖς δὲ θηλείαις νεανίας εὐειδὴς καὶ ἐπιθυμητός. καὶ οἱ μὲν ἄρχοντες ὁπόταν ἴδωσιν αὐτὴν κεκαλλωπισμένην, οἰστροῦνται τῷ φίλτρῳ καὶ μὴ δυνάμενοι αὐτὴν καταλαβεῖν δεινῶς φλέγονται, τῷ ἐρωτικῷ πόθῳ 3.62 τὸν νοῦν ἐξαρπασθέντες. ὅταν οὖν τρεχόντων αὐτῶν ἡ παρθένος ἄφαντος γένηται, τότε ὁ ἄρχων ὁ μέγας προβάλλει τὰς νεφέλας ἐξ αὐτοῦ, ὅπως σκοτίσῃ τῇ ὀργῇ αὐτοῦ τὸν κόσμον καὶ οὗτος ἐὰν θλιβῇ πάνυ, καθάπερ ἄνθρωπος ἱδρῶν ἀποκοποῦται. ὁ δὲ ἱδρὼς αὐτοῦ ἐστιν ἡ βροχή. ὁμοῦ καὶ ὁ θερισμὸς ἄρχων ἐὰν συληθῇ ὑπὸ τῆς παρθένου, καταχέει λοιμὸν ἐφ' ὅλης τῆς γῆς, ὅπως θανατώσῃ τοὺς ἀνθρώπους. τὸ γὰρ σῶμα τοῦτο * κόσμος καλεῖται πρὸς τὸν μέγαν τοῦτον κόσμον καὶ οἱ ἄνθρωποι πάντες ῥίζας ἔχουσι κάτω συνδεθείσας τοῖς ἄνω. ὁπόταν οὖν συληθῇ ὑπὸ τῆς παρθένου, τότε ἄρχεται κόπτειν τὰς ῥίζας τῶν ἀνθρώπων. καὶ ὅταν κοπῶσιν αἱ ῥίζαι αὐτῶν, τότε ἄρχεται λοιμὸς γίνεσθαι καὶ οὕτως ἀποθνῄσκουσιν. ἐὰν δὲ τὰ ἄνω τῆς ῥίζης τόνῳ σαλεύσῃ, σεισμὸς γίνεταί τε καὶ ἐπακολουθεῖ, συγκινουμένου μὲν τοῦ Ὠμοφόρου. αὕτη ἡ αἰτία τοῦ θανάτου. 28. Ἐρῶ δὲ ὑμῖν καὶ τοῦτο, πῶς μεταγγίζεται ἡ ψυχὴ εἰς ἕτερα σώματα. πρῶτον καθαρίζεται μικρόν τι ἀπ' αὐτῆς, εἶτα μεταγγίζεται 3.63 εἰς κυνὸς ἢ εἰς καμήλου ἢ εἰς ἑτέρου ζῴου σῶμα. ἐὰν δὲ ᾖ πεφονευκυῖα ψυχή, εἰς κελεφῶν σώματα μεταφέρεται· ἐὰν δὲ θερίσασα εὑρεθῇ, εἰς μογγιλάλους. τῆς δὲ ψυχῆς ἐστι τὰ ὀνόματα ταῦτα· νοῦς, ἔννοια, φρόνησις, ἐνθύμησις, λογισμός. οἱ δὲ θερισταί, ὅσοι θερίζουσιν, ἐοίκασι τοῖς ἄρχουσι τοῖς ἀπ' ἀρχῆς οὖσιν εἰς τὸ σκότος, ὅτε ἔφαγον 3.64 ἐκ τῆς τοῦ πρώτου ἀνθρώπου πανοπλίας. διὸ ἀνάγκη αὐτοὺς μεταγγισθῆναι εἰς χόρτον ἢ εἰς φασήλια ἢ εἰς κριθὴν ἢ εἰς στάχυν ἢ εἰς λάχανα, ἵνα καὶ αὐτοὶ θερισθῶσι καὶ κοπῶσι. καὶ εἴ τις πάλιν ἐσθίει ἄρτον, ἀνάγκη καὶ αὐτὸν βρωθῆναι ἄρτον γενόμενον. εἴ τις φονεύσει ὀρνίθιον, καὶ αὐτὸς ὀρνίθιον ἔσται· εἴ τις φονεύσει μῦν, καὶ αὐτὸς μῦς ἔσται. εἴ τις πάλιν ἐστὶ πλούσιος ἐν τούτῳ τῷ κόσμῳ, καὶ ἐὰν ἐξέλθῃ ἐκ τοῦ σκηνώματος αὐτοῦ, ἀνάγκη αὐτὸν εἰς πτωχοῦ σῶμα μεταγγισθῆναι, ὥστε περιπατοῦντα αὐτὸν ἐπαιτῆσαι, καὶ μετὰ ταῦτα ἀπελθεῖν αὐτὸν εἰς κόλασιν αἰώνιον. τοῦ δὲ σώματος τούτου ὄντος τῶν ἀρχόντων καὶ τῆς ὕλης ἀνάγκη τὸν φυτεύοντα περσέαν διελθεῖν πολλὰ σώματα, ἕως ἂν καταβληθῇ ἡ περσέα ἐκείνη. εἰ δέ τις οἰκοδομεῖ ἑαυτῷ οἰκίαν, διασπαραχθήσεται εἰς τὰ ὅλα σώματα. εἴ τις λούεται, εἰς τὸ ὕδωρ τὴν ἑαυτοῦ ψυχὴν πήσσει. καὶ εἴ τις οὐ 3.65 δίδωσι τοῖς ἐκλεκτοῖς αὐτοῦ εὐσέβειαν, κολασθήσεται εἰς τὰς γεέννας καὶ μετενσωματοῦται εἰς κατηχουμένων σώματα, ἕως οὗ δῷ εὐσεβείας πολλάς. καὶ διὰ τοῦτο εἴ τι κάλλιστον ἐν βρώμασι τοῖς ἐκλεκτοῖς προσφέρουσι. καὶ ὅταν μέλλωσιν ἐσθίειν ἄρτον, προσεύχονται πρῶτον, οὕτω λέγοντες πρὸς τὸν ἄρτον· «οὔτε σε ἐγὼ ἐθέρισα οὔτε ἤλεσα οὔτε ἔθλιψά σε οὔτε εἰς κλίβανον ἔβαλον, ἀλλὰ ἄλλος ἐποίησε ταῦτα, καὶ ἤνεγκέ μοι· ἐγὼ ἀναιτίως ἔφαγον.» καὶ ὅταν καθ' ἑαυτὸν εἴπῃ ταῦτα, λέγει τῷ κατηχουμένῳ «ηὐξάμην ὑπὲρ σοῦ», καὶ οὕτως ἀφίσταται ἐκεῖνος. ὡς γὰρ εἶπον ὑμῖν πρὸ ὀλίγου, εἴ τις θερίζει, θερισθήσεται, οὕτως ἐὰν εἰς μηχανὴν σῖτον βάλλῃ, βληθήσεται καὶ αὐτός, ἢ φυράσας φυραθήσεται ἢ

364

ὀπτήσας ἄρτον ὀπτηθήσεται. καὶ διὰ τοῦτο ἀπείρηται αὐτοῖς ἔργον ποιῆσαι. καὶ πάλιν φασίν, ὅτι εἰσὶν ἕτεροι κόσμοι τινές, τῶν φωστήρων δυνάντων ἀπὸ τούτου τοῦ κόσμου † ἐξ ὧν ἀνατέλλουσι. καὶ εἴ τις περιπατεῖ χαμαί, βλάπτει τὴν γῆν 3.66 καὶ ὁ κινῶν τὴν χεῖρα βλάπτει τὸν ἀέρα, ἐπειδὴ ὁ ἀὴρ ψυχή ἐστι τῶν ἀνθρώπων καὶ τῶν ζῴων καὶ τῶν πετεινῶν καὶ τῶν ἰχθύων καὶ τῶν ἑρπετῶν καὶ εἴ τι ἐν κόσμῳ ἐστίν· εἶπον γὰρ ὑμῖν ὅτι τὸ σῶμα τοῦτο οὐκ ἔστι τοῦ θεοῦ, ἀλλὰ τῆς ὕλης ἐστὶ καὶ σκότος ἐστὶ καὶ αὐτὸ σκοτωθῆναι δεῖ. 29. Περὶ δὲ τοῦ παραδείσου, ὃς καλεῖται κόσμος· ἔστι δὲ τὰ φυτὰ τὰ ἐν αὐτῷ ἐπιθυμίαι καὶ ἄλλαι ἀπάται διαφθείρουσαι τοὺς λογισμοὺς τῶν ἀνθρώπων. ἐκεῖνο δὲ τὸ ἐν παραδείσῳ φυτόν, ἐξ οὗ γνωρίζουσι τὸ καλόν, αὐτό ἐστιν ὁ Ἰησοῦς καὶ ἡ γνῶσις αὐτοῦ ἡ ἐν τῷ κόσμῳ. ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ πονηρόν. ὁ μέντοι κόσμος οὐδ' αὐτός ἐστι τοῦ θεοῦ, ἀλλ' ἢ ἀπὸ μέρους τῆς ὕλης ἐπλάσθη καὶ διὰ τοῦτο πάντα ἀφανίζεται. ὃ δὲ ἐσύλησαν οἱ ἄρχοντες ἀπὸ τοῦ πρώτου ἀνθρώπου, αὐτό ἐστι τὸ γεμίζον τὴν σελήνην, τὸ καθαριζόμενον καθημερινὸν ἀπὸ τοῦ κόσμου. καὶ ἐὰν ἐξέλθῃ ἡ ψυχὴ μὴ γνοῦσα τὴν ἀλήθειαν, παραδίδοται τοῖς δαίμοσιν ὅπως δαμάσωσιν 3.67 αὐτὴν ἐν ταῖς γεένναις τοῦ πυρός, καὶ μετὰ τὴν παίδευσιν μεταγγίζεται εἰς ἕτερα σώματα, ἵνα δαμασθῇ, καὶ οὕτω βάλλεται εἰς τὸ μέγα πῦρ ἄχρι τῆς συντελείας. 30. Περὶ δὲ τῶν παρ' ὑμῖν προφητῶν οὕτως λέγει· πνεύματα εἶναι ἀσεβείας ἤτοι ἀνομίας τοῦ σκότους τοῦ ἀπ' ἀρχῆς ἀνελθόντος, καὶ διὰ τούτων πλανηθέντες ἐν ἀληθείᾳ οὐκ ἐλάλησαν. ἐτύφλωσεν γὰρ αὐτῶν ὁ ἄρχων ἐκεῖνος τὴν διάνοιαν. καὶ εἴ τις ἀκολουθεῖ τοῖς λόγοις αὐτῶν, ἀποθνήσκει εἰς τοὺς αἰῶνας, δεδεμένος εἰς τὴν βῶλον, ὅτι οὐκ ἔμαθε τὴν γνῶσιν τοῦ παρακλήτου. ἐνετείλατο δὲ τοῖς ἐκλεκτοῖς αὐτοῦ μόνοις, οὐ πλέον ἑπτὰ οὖσι τὸν ἀριθμόν· ἐὰν παύσησθε ἐσθίοντες, εὔχεσθε καὶ βάλλετε ἐπὶ τῆς κεφαλῆς ἔλαιον ἐξωρκισμένον ὀνόμασι πολλοῖς, πρὸς στηριγμὸν τῆς πίστεως ταύτης. τὰ δὲ ὀνόματά μοι οὐκ ἐφανε.68 ρώθη· μόνοι γὰρ οἱ ἑπτὰ τούτοις χρῶνται. καὶ πάλιν τὸ παρ' ὑμῖν τίμιον καὶ μέγα ὄνομα Σαβαώθ, αὐτὸ εἶναι τὴν φύσιν φησὶν τοῦ ἀνθρώπου καὶ πατέρα τῆς ἐπιθυμίας. καὶ διὰ τοῦτο φησὶν, ἁπλάριοι προσκυνοῦσι τὴν ἐπιθυμίαν, θεὸν αὐτὴν ἡγούμενοι. Περὶ δὲ τοῦ Ἀδὰμ πῶς ἐκτίσθη λέγει οὕτως· ὅτι ὁ εἰπών «δεῦτε, καὶ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», ἢ καθ' ἣν εἴδομεν μορφήν, ἄρχων ἐστὶν ὁ εἰπὼν τοῖς ἑτέροις ἄρχουσιν ὅτι δεῦτε, δότε μοι ἐκ τοῦ φωτὸς οὗ ἐλάβομεν, καὶ ποιήσωμεν ἄνθρωπον κατὰ τὴν ἡμῶν τῶν ἀρχόντων μορφὴν καὶ καθ' ἣν εἴδομεν, ὅ ἐστι ὁ πρῶτος ἄνθρωπος. καὶ οὕτως ἔκτισαν τὸν ἄνθρωπον. τὴν δὲ Εὔαν ὁμοίως ἔκτισαν, δόντες αὐτῇ ἐκ τῆς ἐπιθυμίας αὐτῶν πρὸς τὸ ἐξαπατῆσαι τὸν Ἀδάμ. καὶ διὰ τούτων γέγονεν ἡ πλάσις τοῦ κόσμου ἐκ τῆς τοῦ ἄρχοντος δημιουργίας. 31. Τὸν δὲ θεὸν μὴ ἔχειν μέρος μετ' αὐτοῦ τοῦ κόσμου μηδὲ χαίρειν ἐπ' αὐτῷ, διὰ τὸ ἐξ ἀρχῆς σεσυλῆσθαι αὐτὸν ὑπὸ τῶν ἀρχόντων 3.69 καὶ γενέσθαι αὐτῷ θλίψιν. τούτου χάριν πέμπει καὶ συλᾷ ἀπ' αὐτῶν τὴν ψυχὴν αὐτοῦ καθ' ἡμέραν διὰ τῶν φωστήρων τούτων, ἡλίου καὶ σελήνης, ὑφ' ὧν ὅλος ὁ κόσμος καὶ πᾶσα ἡ κτίσις ἁρπάζεται. τὸν δὲ λαλήσαντα μετὰ Μωυσέως καὶ τῶν Ἰουδαίων καὶ τῶν ἱερέων τὸν ἄρχοντα λέγει εἶναι τοῦ σκότους· ὥστε ἕν εἰσι καὶ τὸ αὐτὸ οἵ τε Χριστιανοὶ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἐθνικοί, τὸν αὐτὸν θεὸν σέβοντες. ἐν γὰρ ταῖς ἐπιθυμίαις αὐτοῦ ἐξαπατᾷ αὐτούς, οὐκ ὢν ἀληθείας θεός. διὰ τοῦτο οὖν ὅσοι ἐπ' ἐκεῖνον ἐλπίζουσι τὸν θεὸν τὸν μετὰ Μωυσέως λαλήσαντα καὶ τῶν προφητῶν, μετ' αὐτοῦ ἔχουσι δεθῆναι, ὅτι οὐκ ἤλπισαν ἐπὶ τὸν θεὸν τῆς ἀληθείας. ἐκεῖνος γὰρ κατὰ τὰς ἐπιθυμίας αὐτῶν ἐλάλησε μετ' αὐτῶν. μετὰ δὲ πάντα ταῦτα ἐπὶ τέλει λέγει καθὼς αὐτὸς ἔγραψεν· ὁ † πρεσβύτης ὅταν προφάνῃ αὐτοῦ τὴν εἰκόνα, τότε ὁ Ὠμοφόρος 3.70 ἀφίησιν ἔξω τὴν γῆν, καὶ οὕτως ἀπολύεται τὸ μέγα

365

πῦρ καὶ ὅλον ἀναλίσκει τὸν κόσμον. εἶτα πάλιν ἀφίησι τὸν βῶλον * μεταξὺ τοῦ νέου αἰῶνος, ὅπως πᾶσαι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν δεθῶσιν εἰς τὸν αἰῶνα. τότε δὲ ταῦτα γενήσεται, ὅταν ὁ ἀνδριὰς ἔλθῃ. αἱ δὲ 3.71 προβολαὶ πᾶσαι, ὁ Ἰησοῦς ὁ ἐν τῷ μικρῷ πλοίῳ καὶ ἡ μήτηρ τῆς ζωῆς καὶ οἱ δώδεκα κυβερνῆται καὶ ἡ παρθένος τοῦ φωτὸς καὶ ὁ † πρεσβύτης ὁ τρίτος ὁ ἐν τῷ μεγάλῳ πλοίῳ καὶ τὸ ζῶν πνεῦμα καὶ τὸ τεῖχος τοῦ μεγάλου πυρὸς καὶ τὸ τεῖχος τοῦ ἀνέμου καὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος καὶ τοῦ ἔσωθεν πυρὸς τοῦ ζῶντος * πρὸς τὸν μικρὸν φωστῆρα οἰκοῦσιν, ἄχρις ἂν τὸ πῦρ καταναλώσῃ τὸν κόσμον ὅλον ἐν ποσοῖς ποτε ἔτεσιν, ὧν οὐκ ἔμαθον τὴν ποσότητα. καὶ μετὰ 3.72 ταῦτα ἀποκατάστασις ἔσται τῶν δύο φύσεων καὶ οἱ ἄρχοντες οἰκήσουσι τὰ κατώτερα μέρη ἑαυτῶν, ὁ δὲ πατὴρ τὰ ἀνώτερα, τὸ ἴδιον ἀπολαβών. ταύτην δὲ πᾶσαν τὴν διδασκαλίαν παρέδωκε τοῖς τρισὶν αὐτοῦ μαθηταῖς, κελεύσας ἕκαστον εἰς κλίματα ὁδεύειν· καὶ ὁ μὲν Ἀδδᾶς τὰ τῆς ἀνατολῆς μέρη ἔλαχεν, ὁ δὲ Θωμᾶς τὴν Σύρων γῆν κεκλήρωται, Ἑρμείας δὲ ἄλλος τὴν εἰς Αἴγυπτον πορείαν ἐποιήσατο. καὶ μέχρι σήμερον ἐκεῖσε διατρίβουσι, τὴν τοῦ δόγματος ὑπόθεσιν στῆσαι θέλοντες. 32. Ταῦτά ἐστιν ἃ παρεθέμην ἀπὸ τοῦ Ἀρχελάου βιβλίου τοῦ προειρημένου. καὶ οὕτω συνέστησε τὸ αὐτοῦ διδασκαλεῖον ζιζανιώδους ἐν κόσμῳ σπορᾶς, καὶ τὰ ζιζανιώδη τῆς αὐτοῦ διδασκαλίας ἐξεμέσας. πόσα δέ τις ὑπενέγκοι πρὸς τὴν τοσαύτην διαβολὴν τοῦ μιμολόγου τούτου, ὡς παντί που δῆλον εἴη. κἄν τε μὴ ἐπιξεσθῶσιν αἱ λέξεις πρὸς ἀνατροπήν, ἀρκέσει εἰς αἰσχύνην μόνον τὸ εἰδέναι ὅτι ταῦτα παρ' αὐτοῖς νομιτεύεται, ἀσύστατα ὄντα καὶ μηδεμίαν δύναμιν ἔχοντα. τὰ μὲν γὰρ πρῶτα ἐν τοῖς δευτέροις καταλύει, τὰ δὲ δεύτερα ἕτερα παρὰ τὰ πρῶτα φθέγγεται. ὁτὲ μὲν γὰρ τὸν κόσμον ἐκ θεοῦ θέλει γεγενῆσθαι, ὁτὲ δὲ ἐκ τῶν ἀρχόντων καὶ τὸν θεὸν μὴ ἔχειν εἰς τὸν κόσμον τι αἴτιον, ἀλλὰ ἀπολλύμενον τὸν κόσμον, ποτὲ δὲ τὸ στερέωμα δέρματα εἶναι τῶν ἀρχόντων φάσκει, ποτὲ δὲ σταυροῦσθαι αὐτὰ ἄνω ἐν τῷ πόλῳ, κατατρέχειν τε καὶ συννεφεῖν καὶ ὀργᾶν καὶ ἐξοιστροῦσθαι πρὸς τὴν τῆς παρθένου θέαν καὶ πρὸς τὴν ὡραιότητα τοῦ νεανία. 33. Καὶ ὢ πολλῆς αἰσχύνης. τί γὰρ τούτου μοχθηρότερον, ἀηδέστερόν τε καὶ αἰσχρότερον, τοῦ θήλειαν ἑαυτὸ ἀνατυποῦν τὸ πνεῦμα τῆς ἀληθείας, ὁτὲ δὲ ἀρρενοειδῶς ὀπτάνεσθαι τοῖς ἄρχουσιν; αἰσχρὸν μὲν γὰρ παροινεῖν τὸ ἄνδρα θηλιεύεσθαι καὶ ἐν θηλείας μορφῇ ὑπάρχειν· αἰσχρότατον δὲ πάλιν τὸ τὰ γύναια ἀνδρίζεσθαι καὶ τοῦ ἀνδρὸς φέρειν 3.73 τὸ σχῆμα. καὶ πῶς οὐχί, ἀρετῆς ὂν πνεῦμα καὶ θεῖον, ὑβριζόμενον μᾶλλον εὑρεθήσεται παρὰ τοῦ πλαστουργοῦ τούτου Μάνη; πῶς δὲ οἱ ἐκδαρέντες οἰστροῦνται; λέγε μοι, ὦ οὗτος. πῶς δὲ μετὰ τὸ σταυρωθῆναι ἐξεδάρησαν; εἰ δὲ καὶ ἐσταύρωνται, πῶς ἐπιτρέχουσι τῇ ἀφαντουμένῃ δυνάμει; τίς δὲ ἀνέξεται τοῦ βλασφήμου, τοῦ ἀπὸ ἱδρώτων ἀρχόντων ἡμᾶς τρέφεσθαι ὁριζομένου καὶ ἀπὸ ἐκκρίσεως αἰσχρότητος τὸν ὑετὸν ἡμῖν καταπέμπεσθαι; πόθεν δὲ αὐτὸς πόμα πίνει, ἐξ ὑετῶν ἀρυόμενος μετὰ τῶν ἰδίων αὐτοῦ μαθητῶν; πῶς δὲ οὐ καταγέλαστος εἴη, ἡττώμενος τῇ τῶν σωματικῶν χρείᾳ ἱδρῶτας πίνων; καὶ γὰρ ἁμαρτία διάφορος μὲν ὑπάρχει, οὐ τοσαύτη δὲ ἔσται ἡ τιμωρία τῷ ἀκουσίως ἁμαρτάνοντι ὡς τῷ μετὰ ἑκουσίας γνώμης τὸ ἁμάρτημα ἐπιτελοῦντι. οἱ μὲν γὰρ ἄλλοι ἄνθρωποι, εἰ καὶ οὕτως ἦν ὅπερ μὴ γένοιτο· φαντάζεται γὰρ ὁ ἐμμανής, πλὴν ὅτι ἀγνοοῦντες ἱδρῶτας καὶ ἐκκρίσεις αἰσχρὰσ, ὅτι ὑδρεύονται καὶ πίνουσιν, σύγγνωστοι ὄντες μᾶλλον ἐλέους τυγχάνουσιν ἤπερ ὁ μετὰ τοῦ συνειδότος, νενυγμένος μάτην, διὰ τὴν ἧτταν τῆς ἀσθενείας αὐτοῦ ἐκ τῶν αὐτῶν πομάτων ἀρυόμενος καὶ ἐκ τῶν ἄλλων τῶν ἐκ τῆς σαρκὸς χρήσεων. 34. Καὶ πολλὰ ἔστιν ἐν οἷς οὗτος στόματι ψευδηγορίας τοὺς αὐτῷ πεισθέντας ἠπάτησε. ποῖον γὰρ παρ' αὐτῷ οὐ καταγέλαστον; τὸ ἡγεῖσθαι μὲν τὰ σπέρματα βοτανῶν τε καὶ γενημάτων καὶ ὀσπρίων ψυχὰς εἶναι· ὡς καὶ

366

γελοῖόν τι ἐπιχειρήσομεν λέγοντες κατὰ τὴν αὐτοῦ μυθοποιίαν πρὸς ἔλεγχον αὐτοῦ, ὅτι εἰ ψυχαὶ τυγχάνουσαι κόκκοι φακοῦ καὶ φασηλίου καὶ ἐρεβίνθου καὶ τῶν ἄλλων, ψυχὴ δὲ καὶ ταύρου ἡ αὐτή, ἐπαινετοὶ μᾶλλον οἱ κρεωφαγοῦντες κατὰ τὸν αὐτοῦ λόγον ἤπερ οἱ τὰς πολιτείας ἐξασκοῦντες. δέδιε γὰρ κατὰ τὴν αὐτοῦ ῥαψῳδοποιίαν, μή πως μεταλαβὼν ἐμψύχων, ζῴων τε καὶ τῶν ἄλλων, καὶ αὐτὸς ὅμοιος γένηται. τοὐναντίον δὲ μᾶλλον· συνελθόντες γὰρ ἄνδρες πεντήκοντα ἢ καὶ ἑκατὸν ἐξ ἑνὸς ταύρου οἱ πάντες τραφήσονται, ὡς κατὰ τὴν αὐτοῦ ματαίαν συκοφαντίαν *· ὅμως πρὸς ἔλεγχον λεκτέον ὅτι οἱ πεντήκοντα ἢ οἱ ἑκατὸν ἔνοχοι γίνονται 3.74 μιᾶς ψυχῆς, ὁ δὲ τοὺς κόκκους τῶν σπερμάτων ἐσθίων μᾶλλον ἐν ἑνὶ βροχισμῷ μεταλήψεως τριάκοντα καὶ τεσσαράκοντα ψυχῶν ἔσται αἴτιος. καὶ πάντα αὐτοῦ μάταια καὶ γελοιώδη. 35. Παντὶ γὰρ τῷ νοῦν ἔχοντι ἐν κυρίῳ * τὰ τῆς ἀληθείας τεκμήρια εὔδηλα δήπουθέν ἐστιν ἐξ αὐτῆς τῆς ἀληθινῆς διδασκαλίας· καὶ γὰρ τοῦ σωτῆρος οὐδὲν ἀληθέστερον πρὸς ἀποκάλυψιν ζωῆς ἀνθρώπων. φάσκει γὰρ οὗτος ὁ βάρβαρος ἡμῖν παρελθὼν Πέρσης καὶ δοῦλος τὴν γνώμην– οὐδὲν γὰρ ἐλύπει τὸ δοῦλον αὐτὸν εἶναι κατὰ τὸ σῶμα–φησὶν οὖν ὅτι πᾶσαι αἱ ψυχαὶ ἴσαι εἰσὶν καὶ ἡ μία ἐν ἅπασι τυγχάνει, ἔν τε ἀνθρώποις καὶ κτήνεσι καὶ θηρσὶ καὶ πετεινοῖς καὶ ἑρπετοῖς καὶ ζῴοις πτηνοῖς τε καὶ ἐναλίοις, κνωδάλοις τε καὶ ἐν σπέρμασι γενημάτων, ἐν ξύλοις τε καὶ ἐν τοῖς ἄλλοις πᾶσιν ὁρατοῖς. καὶ οὐχ οὕτως ὑπέδειξεν ὁ κύριος ἡμῶν. ἦ γάρ, ἐλθὼν σῶσαι τὴν ἀνθρωπότητα, καὶ τὴν τῶν κτηνῶν ἐποιεῖτο τὴν τῆς ἰάσεως ἐπιμέλειάν τε καὶ θεραπείαν καὶ ἀνάστασιν τῶν πεπτωκότων ζῴων συνάγων *; ἀλλ' οὐχ οὕτως διηγεῖται οὐδὲ οὕτως διδάσκει· μὴ γένοιτο, ἀλλ' οἶδε μὲν αὐτὸς τὰς ψυχὰς τῶν ἀνθρώπων σῴζειν, ὡς συλλήβδην συνειληφὼς διὰ τοῦ αἰνίγματος ἔφη «οὐκ ἦλθον, εἰ μὴ διὰ τὸ πρόβατον τὸ ἀπολωλός», ἵνα εἴπῃ πᾶσαν φύσιν ἀνθρωπείαν. καὶ τί φησίν; «ἐθεράπευε πάντας, οὓς ἔφερον αὐτῷ, σεληνιαζομένους καὶ κατεχομένους ἐν ποικίλαις νόσοις»· προσέφερον αὐτῷ τυφλούς, κωφούς, κυλλούς, παραλυτικούς, ἀναπήρους, καὶ ἐπὶ πάντας ἥπλου τὴν αὐτοῦ εὐεργεσίαν τε καὶ ἰατρείαν, οὐδαμοῦ δὲ γέγραπται ὅτι προσήνεγκαν αὐτῷ ζῷα. εἶτα πάλιν «ἐλθὼν εἰς τὰ μέρη τῆς Γεργεσθᾶν», ὡς ὁ Μάρκος λέγει, ἢ «ἐν τοῖς ὁρίοις τῶν Γεργεσηνῶν», ὡς ὁ Λουκᾶς φησιν, ἢ «Γαδαρηνῶν», ὡς ὁ Ματθαῖος, ἢ Γεργεσηνῶν, ὡς ἀντίγραφά τινα ἔχει τῶν γὰρ τριῶν κλήρων ὁ τόπος ἀνὰ μέσον ἦν «καὶ ἰδοὺ δύο δαιμονιζόμενοι, χαλεποὶ λίαν, ἐκ τῶν μνημείων ἐξερχόμενοι· καὶ ἔκραζον λέγοντες· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ, ὅτι πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. ἦν δὲ ἀγέλη χοίρων ἐκεῖ βοσκομένη καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς ἐκ τῶν ἀνθρώπων, ἀπόστειλον ἡμᾶς εἰς τοὺς χοίρους. καὶ ὥρμησαν εἰς τὴν θάλασσαν καὶ ἀπώλοντο ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν». καὶ ἐν μὲν τῷ Ματθαίῳ περὶ δύο λέγεται δαιμονιζομένων, χοίρους δὲ σημαίνει 3.75 ἁπλῶς καὶ οὐ τὸν ἀριθμὸν δηλοῖ. ὁ δὲ Μάρκος καὶ τὴν ἀκρίβειαν τοῦ ἀριθμοῦ τῶν χοίρων διηγήσατο, εἰπὼν ὅτι «ἦλθε δὲ εἰς τὰ μέρη τῆς Γεργεσθᾶν, καὶ ἀπήντησεν αὐτῷ δαιμονιζόμενος, ὃς ἐδεσμεῖτο ἁλύσεσι σιδηραῖς καὶ διέσπα τὰ δεσμά, καὶ ἐν τοῖς μνημείοις διῆγε, καὶ ἔκραζεν· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. καὶ ἠρώτησεν αὐτὸν ὁ Ἰησοῦς· τί σοι ὄνομά ἐστι; καὶ εἶπεν ὅτι λεγεών, ὅτι πολλὰ δαιμόνια εἰσῆλθεν εἰς αὐτόν. καὶ παρεκάλουν αὐτὸν μὴ ἀποσταλῆναι ἔξω τῆς χώρας, ἀλλὰ εἰσελθεῖν εἰς τοὺς χοίρους· ἦν γὰρ ἐκεῖ ἀγέλη χοίρων βοσκομένη, καὶ ἐπέτρεψεν αὐτοῖς εἰσελθεῖν εἰς τοὺς χοίρους. καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ἦσαν γὰρ ὡς δισχίλιοι καὶ ἐπνίγησαν ἐν τῇ θαλάσσῃ. καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον, καὶ ἀνήγγειλαν ἐν τῇ πόλει». ἆρα οὖν δι' ἄγνοιαν ἠρώτα ὁ θεὸς Λόγος ὁ

367

δι' ἡμᾶς ἄνθρωπος γεγονώς, καὶ οὐκ ᾔδει τὸ ὄνομα τοῦ δαιμονίου πρὶν ἐρωτῆσαι; ἀλλὰ εἴωθε τὸ θεῖον ἐκ στόματος τῶν ἐρωτωμένων τὰς προφάσεις ἑκάστης ὑποθέσεως ἐκδήλους παρασκευάζειν. οὕτω καὶ ἐνταῦθα, ἵνα δείξῃ τὸ φοβερὸν καὶ τὸ πλῆθος τῶν δαιμόνων, τὸ ἐρώτημα ποιεῖται, ἵνα ἐκ στόματος ἐκείνων τὸ θαυμαστὸν ἔργον ὑποδειχθήσεται. «καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· μὴ πέμψῃς ἡμᾶς εἰς τὴν ἄβυσσον, ἀλλ' ἐπίτρεψον ἡμῖν ἵνα εἰσέλθωμεν εἰς τοὺς χοίρους. καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξῆλθον οἱ δαίμονες καὶ εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπώλοντο ἐν τοῖς ὕδασιν». 36. Ὦ μεγάλης θεοῦ φιλανθρωπίας. πῶς τὸ μὲν ψεῦδος ἐλέγχει, τοῖς δὲ δούλοις αὐτοῦ τὴν ἀλήθειαν ὑποδεικνύει δι' ἔργων καὶ διὰ λόγων καὶ διὰ πάσης αὐτοῦ τῆς ἐπιμελείας. ἔργῳ γὰρ ἔδειξεν οὐχὶ τὴν αὐτὴν ψυχὴν εἶναι ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς κτήνεσι καὶ ἐν τοῖς ζῴοις. εἰ γὰρ ἡ αὐτὴ ψυχὴ ὑπῆρχε, τίνι τῷ λόγῳ ἕνα μὲν βουλόμενος καθαρίσαι ἢ μίαν ψυχὴν σῶσαι, τὴν τοῦ ἀνθρώπου τοῦ δαιμονῶντος, δισχιλίας ὁμοῦ ψυχὰς ἀπολέσαι οὐκ ἐφείσατο; εἰ ἡ αὐτὴ ἦν, πῶς τὸν ἕνα καθαρίζει ἢ τὴν μίαν ψυχὴν σῴζει, εἰς δὲ τὰ ἄλλα σώματα εἴτ' οὖν ψυχὰς ἐπιτρέπει τοὺς δαίμονας εἰσέρχεσθαι; οὐκ ἔστι δῆλα τὰ τοῦ φωτὸς ἔργα; οὐκ «ἐν φωτί» εἰσιν οὗτοι οἱ λόγοι «εἰργασμένοι»; οὐ τῆς ἀληθείας τὸ πρόσωπον φαιδρόν; οὐχὶ «πάντα λεῖα τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν;» τίς ταῦτα ἀκούσας καὶ συγκρίνας οὐκ ἐλέγχῃ τὸν Μάνην καττύοντα ἃ μὴ δεῖ 3.76 εἰς τὸ τὴν διάνοιαν τῶν ἀνθρώπων ἐκ τοῦ ὄντος διαστρέφειν; ἀλλὰ πάλιν οἱ ἀλιτήριοι *. ἀκήκοα γὰρ καί τινος οὕτω διαλεγομένου· ὡς παρ' ἡμῶν ἤκουσε ταυτηνὶ τὴν πραγματείαν, στραφεὶς ὁ κτηνώδης ἐνόμισε μή πῃ ἄρα τι δύναται κατὰ τῆς τοῦ θεοῦ ἀληθείας καὶ χλεύης ἔμπλεα ῥήματα ἑαυτῷ προβαλλόμενος † ἐνόμισε τὰ ἀληθινὰ τῷ ψεύδει * μηχανᾶσθαι, καὶ φησίν· ἀλλὰ διενήνοχε τοῖς χοίροις τὸ τεθνάναι· ἀπηλλάγησαν γὰρ αἱ ψυχαὶ ἀπὸ τῶν σωμάτων καὶ ἐσώθησαν. 37. Καὶ πολλὴ ἄνοια τῶν μὴ βλεπόντων καὶ τὴν διάνοιαν τυφλωττόντων μηδὲ εἰς αἴσθησιν ἀκοῆς τὰ ὑπ' αὐτῶν λεγόμενα λαμβανόντων. εἰ γὰρ ὅλως τὸ ἀπὸ τοῦ σώματος ἀπαλλαγῆναι τὰς ψυχὰς σωτηρίαν ἡγεῖται, ἔδει μᾶλλον τὸν σωτῆρα ἀποκτεῖναι τὸν δαιμονῶντα ἄνθρωπον, ἵνα σωθῇ ἡ ψυχὴ ἀπὸ σώματος ἀνθρώπου ἀπαλλαγεῖσα. οὐκοῦν ἠγάπα μᾶλλον τὰς ψυχὰς τὰς ἐν τοῖς χοίροις ὑπὲρ τὴν ψυχὴν τὴν τοῦ ἀνθρώπου. τίνι γὰρ τῷ λόγῳ οὐχὶ καὶ τὸν ἄνθρωπον μετὰ τῶν χοίρων ἐπέτρεψεν ἐμβληθῆναι εἰς θάλασσαν καὶ ἀποθανεῖν, εἰς τὸ τὰς ψυχὰς ὅλας τοῦ τε ἀνθρώπου καὶ τῶν χοίρων καθαρίσαι καὶ σῶσαι; ἀλλ' οὐχ οὕτως εἴδομεν, ἀλλὰ Λάζαρον μὲν ἀπὸ μνημείου τεταρταῖον καλεῖ καὶ ἐγείρει καὶ εἰς κόσμον ἐπιστρέφει, οὐ πονηρίαν αὐτῷ προξενῶν οὐδέ τι ἀβέλτερον αὐτῷ ἐργαζόμενος. «ἠγάπα γὰρ τὸν Λάζαρον» φησὶν ἡ γραφή. ὃν ἠγάπα τοίνυν, πῶς ἐν τῇ σαρκὶ ἀνακάμψαι ἐποίει, εἴπερ πονηρὰ ἡ σάρξ; πῶς δὲ οὐκ εἴασε μᾶλλον τὸν ἅπαξ ἀποθανόντα καὶ ἀπὸ σώματος σωθέντα; καὶ μή τις νομίσῃ τὸν Λάζαρον εὐθὺς πάλιν τετελευτηκέναι. δείκνυσι γὰρ σαφῶς τὸ ἅγιον εὐαγγέλιον ὅτι ἀνέκειτο ὁ Ἰησοῦς καὶ ὁ Λάζαρος ἀνέκειτο μετ' αὐτοῦ· ἀλλὰ καὶ ἐν παραδόσεσιν εὕρομεν ὅτι τριάκοντα ἐτῶν ἦν τότε ὁ Λάζαρος, ὅτε ἐγήγερται. μετὰ δὲ τὸ ἀναστῆσαι αὐτὸν τὸν κύριον ἄλλα τριάκοντα ἔτη ἔζησε, καὶ οὕτω πρὸς κύριον ἐξεδήμησε. κοιμηθεὶς δὲ ἐκλίθη μετὰ σεμνοῦ ὀνόματος * καθάπερ πάντες ἕως τῆς ὥρας τῆς ἀναστάσεως, ὅτε μέλλει ὁ μονογενὴς ὡς ὑπέσχετο ἀποκαθιστᾶν τὸ σῶμα τῇ ψυχῇ καὶ τὴν ψυχὴν τῷ σώματι, καὶ ἀποδιδόναι «ἑκάστῳ καθὰ ἔπραξεν, ἤτοι ἀγαθὸν ἤτοι φαῦλον.» 3.77 38–39. Εἰ μὴ γὰρ σωμάτων ἀνάστασις ἦν, πόθεν «βρυγμὸς ὀδόντων»; ἀλλὰ μὴ πάλιν τὰ τῆς φρενοβλαβείας τινὲς εἴπωσιν ὅτι· «ὀδόντες ἐπὶ τὸ μασᾶσθαι ἡμῖν εἰσι κατεσκευασμένοι, ποίαν τοίνυν ἐδωδὴν μέλλομεν

368

ἐσθίειν μετὰ τὴν τῶν νεκρῶν ἀνάστασιν;» εἰ γὰρ μετὰ ἀνάστασιν δεύτερον βέβρωκεν ὁ Ἰησοῦς καὶ «ἐξ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίον», καὶ συνηυλίσθη τοῖς μαθηταῖς δι' ἡμερῶν τεσσαράκοντα, ἆρα οὐκ ἔσται βρῶσις; καὶ περὶ μὲν βρώσεως σαφές ἐστιν ὅτι «μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» καὶ αὐτοῦ τοῦ κυρίου ἡ ὑπόσχεσις ὅτι «ἔσεσθε καθήμενοι ἐπὶ τῆς τραπέζης τοῦ πατρός μου ἐσθίοντες καὶ πίνοντες». καὶ τὸ μὲν ἐσθίειν καὶ πίνειν αὐτῷ μόνῳ ἔγνωσται, ἐπειδὴ «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». ἀλλ' ἐπειδὴ ἐφθάσαμεν ἐπὶ τῷ τόπῳ τούτῳ, τὰς διαφορὰς τῶν ψυχῶν ὑφηγούμενοι, * καὶ ταῦτα ἐξ αὐτῆς τῆς ἀληθείας καὶ τοῦ ὑποδείγματος ἐντελοῦς ὄντος, ὅτι ἄλλη μὲν ψυχὴ ἀνθρώπου, ἄλλη δὲ κτήνους, καὶ οὐκ ἦλθε σῶσαι τὴν ψυχὴν τοῦ κτήνους, ἀλλὰ τοῦ ἀνθρώπου, διότι τὰ κτήνη οὐ κρίνεται. ἄνθρωποι μὲν γὰρ κληρονομοῦσι βασιλείαν οὐρανῶν καὶ ἄνθρωποι κρίνονται. «ἀπελεύσονται γὰρ οὗτοι εἰς κρίσιν αἰώνιον καὶ οὗτοι εἰς ζωὴν αἰώνιον,» φησὶν ὁ μονογενής. 40. Τί δὲ οἱ τὰ ζητήματα κατοπτεύοντες; ἐπὰν φθάσωσι καὶ μὴ καταλάβωσι τοῦ ῥητοῦ τὴν σαφήνειαν, ἀσχάλλουσιν μᾶλλον ἀντίθετα ἑαυτοῖς διανοούμενοι ἤπερ χρήσιμα ἑαυτοῖς θηρώμενοι, ἐπειδὴ γὰρ ὁ Ματθαῖός φησι δύο δαιμονιζόμενοι, ὁ δὲ Λουκᾶς περὶ ἑνὸς διηγεῖται. καὶ γὰρ καὶ εἷς τῶν εὐαγγελιστῶν λέγει ὅτι οἱ λῃσταὶ οἱ συνεσταυρωμένοι ἐβλασφήμουν αὐτόν, ὁ δὲ ἄλλος οὐχί, ὅτι οὐ μόνον οὐκ ἐβλασφήμουν οἱ ἀμφότεροι, ἀλλὰ καὶ ἀπολογίαν τοῦ ἑνὸς σημαίνει. καὶ γὰρ «ἐπετίμα τῷ ἑτέρῳ, καὶ ἔλεγεν ὅτι οὐ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι ἐσμέν, οὗτος δὲ ὁ ἅγιος οὐδὲν ἄτοπον ἐποίησε». καὶ πρὸς ἐπὶ τούτοις ἐπεφώνει λέγων «μνήσθητί μου, Ἰησοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», καὶ τοῦ σωτῆρος πρὸς αὐτὸν εἰπόντος ὅτι «ἀμὴν λέγω σοι, σήμερον 3.78 μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». ἔοικε δὲ ταῦτα ὡς διαφωνίαν ἔχοντα ἐν τῇ γραφῇ. ἀλλὰ πάντα λεῖα ὑπάρχει. κἄν τε γὰρ ἐν τῷ Ματθαίῳ δύο εἰσὶ δαιμονιζόμενοι, παρὰ τῷ Λουκᾷ οἱ αὐτοὶ ὑπάρχουσιν. ἀλλ' ἐπειδὴ εἴωθεν ἡ γραφὴ προφάσεις διδόναι τῶν εἰργασμένων, τούτου ἕνεκα οὐ μνημονεύει Λουκᾶς τῶν δύο, ἀλλὰ τοῦ ἑνός. δύο μὲν γὰρ ἦσαν οἱ ἀπὸ τῶν δαιμονίων τεθεραπευμένοι, εἷς δὲ παρέμεινε τῇ πίστει, ὁ δὲ ἕτερος ἐξώκειλε. διὰ τοίνυν τὴν παραμονὴν τῆς πίστεως ἠκολούθει τῷ Ἰησοῦ, ὡς ἔχει τὸ εὐαγγέλιον, «εἰς οἷον ἀπήρχετο τόπον». τούτου ἕνεκα τὸν ἕνα παρέλιπε καὶ τοῦ ἑνὸς τοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐπεμνήσθη. καὶ οὐδὲν ἐναντιοῦται πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν. 41. Ἤδη δὲ καὶ ἑτέραν πρόφασιν ὁμοίαν ταύτης τῆς ὑποθέσεως τὸ εὐαγγέλιον διηγεῖται ὡς περὶ ἑνός. ὁ κύριος δέκα λεπροὺς ἐκαθάρισε καὶ οἱ ἐννέα ἀπελθόντες οὐκ ἔδωκαν δόξαν τῷ θεῷ, ὁ δὲ εἷς ὑποστρέψας ἔμεινεν, ὁ καὶ ὑπὸ κυρίου ἐγκωμιαζόμενος, καθὸ ἔφη «δέκα λεπροὶ ἐκαθαρίσθησαν. διὰ τί οὐδὲ εἷς ἐξ αὐτῶν ὑπέστρεψε δοῦναι δόξαν τῷ θεῷ, ἀλλὰ μόνος οὗτος ὁ ἀλλογενής;» καὶ ὁρᾷς ὅτι διὰ τὸ εὐαίσθητον καὶ τὸ τῆς εὐγνωμοσύνης ἔργον τοῦ ἑνὸς ἀντὶ τῶν δέκα μνημονεύει. ὡσαύτως δὲ ἐπειδὴ ὁ εἷς εὐαγγελιστὴς περὶ λῃστῶν ἐμνημόνευσεν. εἰώθαμεν γὰρ τὰ ἑνικὰ πληθυντικὰ λέγειν καὶ τὰ πληθυντικὰ ἑνικά. φάσκομεν γὰρ ὅτι «διηγησάμεθα ὑμῖν» καὶ «ἑωράκαμεν ὑμᾶς» καὶ «ἥκαμεν πρὸς ὑμᾶς», καὶ οὐ δύο οἱ λέγοντες, ἀλλὰ εἷς ὁ παρών, ὁ δὲ εἷς κατὰ τὴν συνήθειαν τῆς χρήσεως ἐκ προσώπου πολλῶν πληθυντικῶς διηγεῖται. οὕτω πληθυντικῶς περιείληφεν ἡ τοῦ εὐαγγελίου ὑπόθεσις, ὁ δὲ ἕτερος διηγεῖται ὅτι εἷς μὲν ἦν ὁ βλάσφημος, ὁ δὲ εἷς ἐξωμολογεῖτο καὶ ἔτυχε σωτηρίας. καὶ ὁρᾷς ὡς πάντα τὰ τῆς ἀληθείας σαφῆ ὑπάρχει καὶ οὐδὲν ἐναντίον ἐν τῇ γραφῇ. ἀλλὰ πάντα ταῦτα κατὰ τὴν γραφὴν διεξιόντες εἰς πλάτος ἠλάσαμεν ὡς οἶμαι τοῦ λόγου τὸ διήγημα. καὶ γένοιτο μὲν ἡμᾶς κάμνειν τῷ πλάτει τοῦ λόγου, ἐλέγχειν δὲ τοὺς κατὰ τῆς ἀληθείας *, εὐφραίνειν δὲ τοὺς υἱοὺς ταύτης διὰ τῶν

369

τῆς ἀληθείας ἰατικῶν φαρμάκων. 42. Εἶτα πάλιν ἴδωμεν τὰ ἕτερα τοῦ ἀγύρτου. φάσκει γὰρ τὰς δύο διαθήκας ἐναντίας πρὸς ἀλλήλας καὶ τὸν θεὸν τὸν λαλήσαντα ἐν τῷ νόμῳ ἕτερον ὄντα παρὰ τὸν θεὸν τοῦ εὐαγγελίου. κἀκείνῳ μὲν ὄνομα ἄρχοντος τίθησιν, ὧδε δὲ τὸν υἱὸν καὶ τὸν πατέρα * ἀγαθὸν θεὸν ἑαυτοῦ λέγει. 3.79 καὶ εἴθε ἠλήθευε καὶ οὐ σφαλλόμενος καθ' ἑαυτοῦ ἐβλασφήμει. τῷ δὲ αὐτῷ λόγῳ καὶ αὐτοὶ συμφωνοῦμεν, ὅτι ἀγαθοῦ πατρὸς τὸ ἀγαθὸν γέννημα, φῶς ἐκ φωτός, θεὸς ἐκ θεοῦ, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ ἦλθε πρὸς ἡμᾶς, ἵνα ἡμᾶς σώσῃ· «εἰς τὰ ἴδια ἦλθε», καὶ οὐκ εἰς τὰ ἀλλότρια· «οἱ ἴδιοι δὲ αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἵματος οὐδὲ ἐκ σαρκός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν». καίτοι γε οὐδεὶς ἐν τῷ κόσμῳ ἄνευ σαρκὸς ἐγεννήθη καὶ αἵματος, ἀλλὰ πάντες μέτοχοι σαρκὸς καὶ αἵματος γεγόνασι· τί γὰρ ἦσαν πρὶν ἢ ἐν σαρκὶ γεννηθῶσιν ἢ τί δυνάμεθα εἶναι ἄνευ σαρκός; ἐπειδὴ δὲ ὁ κόσμος ἐκ θεοῦ γέγονε καὶ ἡμεῖς κτισθέντες ἐκ σαρκὸς μὲν ἐσμὲν γεγεννημένοι πατέρων καὶ μητέρων, ἦλθεν ὁ κύριος γεννῆσαι ἡμᾶς ἐκ «πνεύματος καὶ πυρός». ἐγεννήθημεν γάρ, καὶ ἔστιν ἀληθές, καὶ οὐ δύναταί τις ἀρνήσασθαι τὴν πρώτην γέννησιν οὐδὲ τὸ ἐκ σαρκὸς εἶναι. τὴν δὲ δευτέραν γέννησιν οὐκ ἐκ σαρκὸς γεγεννήμεθα οὐδὲ ἐξ αἵματος, τουτέστιν οὐ τῇ ἀποχρήσει τῆς σαρκὸς κεχρημένοι καὶ τοῦ αἵματος, ἀλλὰ σάρκα καὶ ψυχὴν ἐν πνεύματι κεκτημένοι μηκέτι σαρκικὴν οὖσαν, ἀλλὰ αἷμα καὶ σάρκα καὶ ψυχὴν πνευματικῶς συνηνωμένα· τουτέστιν «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι», τοῖς μεταβάλλουσι τὴν γνώμην καὶ διὰ σαρκὸς καὶ αἵματος καὶ ψυχῆς θεῷ εὐαρεστήσασιν. ὁ γοῦν εἰς τὰ ἴδια ἐλθὼν οὐκ ἀλλότριός ἐστιν, ἀλλὰ δεσπότης πάντων. καὶ διὰ τοῦτο λέγει «ὁ λαλῶν ἐν τοῖς προφήταις, ἰδοὺ πάρειμι,» καὶ τοῖς Ἰουδαίοις ἔφη «εἰ Μωυσῇ ἐπιστεύετε, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε,» καὶ «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη,» καὶ «οὕτως οἱ πατέρες ὑμῶν ἐποίουν τοῖς προφήταις,» καὶ «μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ εἴπωσι καθ' ὑμῶν πᾶν πονηρὸν ψευδόμενοι. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωκον τοὺς προφήτας τοὺς πρὸ ὑμῶν», καὶ ἄλλοτε «Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου;» τὸ δὲ ποσάκις δεικνύει διὰ προφητῶν αὐτοῦ συνάξαι αὐτὴν ἐπιμελησάμενον. εἰ γὰρ «ἀποκτένουσα τοὺς προφή.80 τας» λέγει ἐλεγκτικῶς, ἄρα τῶν προφητῶν ποιεῖται τὴν ἐπιμέλειαν. 3.80 ὁ δὲ τῶν προφητῶν ἐπιμελούμενος οὐκ ἀλλοτρίων ἐπεμελεῖτο, ἀλλὰ τῶν ἰδίων. «καὶ ζητηθήσεται» φησί «τὸ αἷμα τὸ ἐκχυνόμενον ἀπὸ αἵματος Ἄβελ ἄχρι Ζαχαρίου τοῦ δικαίου. τοῦ ἐκκενωθέντος ἀνὰ μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.» * «καὶ ἄρας πάντα καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ εἶπε, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου», καὶ πρὸς τοὺς περὶ Μαριὰμ καὶ Ἰωσὴφ ἔλεγε «τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;» καὶ εὐθὺς ἐπιφέρει τὸ εὐαγγέλιον λέγον ὅτι εἶπε «μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου,» ὡς λέγει «καὶ ἐμνήσθησαν οἱ μαθηταὶ ὅτι ἦν γεγραμμένον· ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με». 43. Καὶ πόσα ἔστιν εἰπεῖν διὰ τοιούτων * εὐαγγελίων καὶ τῶν ἀποστόλων εἰς ἔλεγχον τῆς τοῦ Μάνη μανίας καὶ ἀνατροπήν, ὡς βούλεται διαιρεῖν καὶ ἀπαλλοτριοῦν τὴν παλαιὰν διαθήκην ἀπὸ τῆς καινῆς, τῆς παλαιᾶς μαρτυρούσης περὶ τοῦ σωτῆρος καὶ τοῦ σωτῆρος ὁμολογοῦντος τὴν παλαιὰν διαθήκην, οὐ μόνον, ἀλλὰ καὶ † αὐτοὶ οἱ ἀπόστολοι, ὡς λέγει Δαυίδ «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου. εἰ οὖν κύριον αὐτὸν λέγει, πῶς υἱὸς αὐτοῦ ἐστι;» καὶ πάλιν ἐν ἑτέρῳ λέγει τῶν παίδων κραζόντων ὡσαννὰ τῷ υἱῷ Δαυίδ, «καὶ οὐκ ἐπετίμα αὐτοῖς» καὶ ὡς

370

λέγουσιν οἱ Φαρισαῖοι· οὐκ ἀκούεις τί οὗτοι λέγουσι; κώλυσον αὐτά, ὁ δὲ πρὸς αὐτούς «ἂν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται». υἱὸς μὲν γὰρ Δαυίδ ἐστι κατὰ σάρκα, κύριος δὲ τοῦ Δαυὶδ κατὰ πνεῦμα, τῶν ἀμφοτέρων λέξεων δυνατῶν οὐσῶν καὶ ἀληθευουσῶν. οὐδὲν γὰρ ἔστι παραπεποιημένον ἐν τῇ ἀληθείᾳ. Ἀλλὰ ἵνα μὴ μηκύνω τὴν ὑπόθεσιν ταύτην, ἀρκεσθήσομαι ταύταις ταῖς μαρτυρίαις, ἐλεύσομαι δὲ εἰς τὰ ἕτερα, ἐξελέγχων τὸν ἀγύρτην. 3.81 εἰ τὸ σῶμα ἑτέρου θεοῦ, ὦ οὗτος, καὶ ἡ ψυχὴ ἄλλου θεοῦ, τίς κοινωνία τῶν ἀμφοτέρων; καὶ δέδια ὡς εἰς πόσον ὄγκον βυθοῦ διανοημάτων ἐγκύπτειν πειρᾶται ὁ τῆς ἡμῶν βραχύτητος μικρὸς νοῦς. διὸ χαλιναγωγήσω ἐμαυτόν, ἵνα μὴ πολὺν κάματον ποιήσωμαι ἀναγνώσεως τοῖς δυναμένοις καὶ ἀπὸ μιᾶς μαρτυρίας ἐξελέγξαι τὸν γόητα. τὸ μὲν γὰρ ἐπὶ τὸ αὐτὸ κοινωνεῖν οὐκ ἔστι διαφερομένων πρὸς ἀλλήλους. ἀλλὰ ἑνὸς τὸ ἔργον ἢ δύο φίλων ἡ ἐργασία. τοῦ σώματος τοίνυν καὶ τῆς ψυχῆς ἐπὶ τὸ αὐτὸ ὄντων ἑνὸς θεοῦ τὸ ἔργον. οὐ γάρ ἐστι διαίρεσις, διὰ τὸ ἀμφότερα συνεργεῖν πρεπόντως καὶ συνδοξάζειν. εἰ δὲ κατὰ τὸν τούτου λόγον καταφαγόντες οἱ ἄρχοντες τὴν ψυχὴν ἐποίησαν αὐτῇ δεσμὸν τουτοῒ τὸ σῶμα, πῶς τὴν βεβρωμένην αὖθις ἐγκλείουσιν εἰς σῶμα; πᾶν γὰρ τὸ βιβρωσκόμενον ἀναλίσκεται, τὸ δὲ ἀναλισκόμενον καὶ εἰς τὸ ἀνύπαρκτον χωρεῖ. τὸ δὲ χωροῦν εἰς τὸ ἀνύπαρκτον καὶ μηκέτι ὂν οὔτε ἔν τινι τόπῳ περικέκλεισται οὔτε ἔστιν οὔτε γενήσεται αὐτῷ τόπος δεσμωτηρίου τῷ μὴ ὑπάρχοντι. 44. Πολλάκις δὲ τῆς ἑαυτοῦ διανοίας ἐπιλαθόμενος περὶ ὧν δ' ἂν εἴποι ἐπιλανθάνεται, καὶ ἅ ποτε κατασκευάζει, τὰ αὐτὰ πάλιν ἀνασκευάζει ἀγνοῶν. ὁτὲ μὲν γὰρ τὴν ψυχὴν φάσκει τὴν βεβρωμένην * ἐγκατάκλειστον ὁριζόμενος ἐν σώμασι τοῖς οὖσιν, ὁτὲ δὲ ἀφηρπάσθαι ἀπὸ τῶν ἀρχόντων ἄνωθεν ἐκ τῆς πανοπλίας τοῦ ἀγαθοῦ θεοῦ τὴν αὐτὴν ὁρίζεται, ὡς μηκέτι βεβρῶσθαι, ἀλλὰ ᾐχμαλωτεῦσθαι. ποτὲ δὲ τὴν αὐτὴν αἰχμάλωτον ληφθεῖσαν οὐκέτι συνᾳδόντως * λέγει, ἀλλ' ἕτερον τρόπον τὴν κατ' αὐτὴν ὑπόθεσιν διηγεῖται, φάσκων ὡς δέλεαρ αὐτὴν ἑκουσίᾳ γνώμῃ παραβεβλῆσθαι ὑπὸ τῆς ἄνωθεν δυνάμεως, δίκην ἐρίφου ἐν βόθρῳ βληθέντος εἰς τὸ τὸν θῆρα ἀγρεῦσαι, ἐρεθισθέντα τε καὶ κατελθόντα τὸν ἔριφον λαβεῖν, καὶ οὕτως αὐτὸν τὸν θῆρα θηρευθῆναι. καὶ εἰ μὲν ἀπὸ τῆς ἰδίας δυνάμεως τὸν ἔριφον ἀπέστειλεν ἡ ἄνω δύναμις, ὅ ἐστιν ὁ ἀγαθὸς θεὸς ἢ τὸ φῶς, ὡς αὐτὸς ὀνομάζει, κἄν τε θηρεύσῃ τὸν θῆρα, τέως πρῶτον ὁ ἔριφος καταβρωθήσεται καὶ μᾶλλον ἑαυτὴν βλάψει ἡ ἄνω δύναμις, μέρος αὐτῆς ὑποβάλλουσα εἰς βρῶμα τῷ θηρί, 3.82 ἵνα δι' οὗ μέρους αὐτὴ ζημιουμένη δόξῃ, τὸν θῆρα θηρεύσῃ, καὶ οὐκέτι ὡς ἰσχύουσα καὶ ὑπερτάτη καὶ δυνατὴ λόγῳ ἢ θελήματι τὸν θῆρα χειρώσεται, ἀλλὰ μηχανᾶται πολυτρόπως καὶ πανουργεύεται, ἵνα δυνηθῇ τοῦ θηρὸς περιγενέσθαι. καὶ εἰ ὅλως θηρευθείη ὁ θήρ, ἤδη ἀπὸ τοῦ ἰδίου μέρους ἀπεβάλετο τὸν ἔριφον τὸν βεβρωμένον, κἄν τε ὅλως δυνηθείη θηρεῦσαι. εἰ γὰρ τὴν ψυχὴν ἀπέστειλεν ἐνταῦθα ἡ ἄνω δύναμις, ἵνα διὰ τῆς ψυχῆς πεδήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θηρεύουσα, οὐκ ἀπέβη ὁ σκοπὸς τῇ οὕτω βουλευσαμένῃ. κἄν τε γὰρ ἀπέστειλε τὴν ψυχὴν θηρεῦσαι, τεθήρευται, ἢ παγιδεῦσαι, πεπαγίδευται, ἐλθοῦσα ἀπὸ καθαρᾶς φύσεως καὶ ὑποπεσοῦσα πρῶτον μὲν δεσμῷ σώματος τῆς ὕλης, εἶτα δὲ καὶ πολλαῖς τῶν ἁμαρτημάτων ἀτοπίαις, καὶ πανταχόθεν διαπίπτει ὁ τοῦ πλάνου λόγος καὶ ἡ τοῦ ἀλιτηρίου διδασκαλία. 45. Φέρε δὴ ἴδωμεν καὶ περὶ τῆς μητρὸς τῆς ζωῆς, ἣν φάσκει ἐκ τῆς ἄνω δυνάμεως προβεβλῆσθαι καὶ αὐτὴν δὲ τὴν μητέρα τῆς ζωῆς προβεβληκέναι τόν τε πρῶτον ἄνθρωπον καὶ τὰ πέντε στοιχεῖα, ἅτινά ἐστιν, ὡς ἐκεῖνος. λέγει· ἄνεμος, φῶς, ὕδωρ, πῦρ καὶ † ὕλη. ταῦτα δὲ ἐνδυσάμενον αὐτὸν ὡς πρὸς κατασκευὴν πολέμου κατελθεῖν κάτω καὶ πολεμῆσαι τῷ σκότει. οἱ δὲ τοῦ σκότους ἄρχοντες πολεμοῦντες αὐτῷ ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ, ὅ ἐστιν ἡ ψυχή. ὦ ἀγύρτου μιμολογίας, ὦ χλεύης

371

ἀσυνεικάστου καὶ γελοιώδους ὑποθέσεως † τὰ ἐπίχειρα· πανταχόθεν ἀδυναμίαν προσάπτει τῷ θεῷ, πανταχόθεν ἄγνοιαν ὁρίζεται τῷ πάντα γινώσκοντι θεῷ. ὁ γὰρ προβαλὼν τὴν μητέρα τῆς ζωῆς, κατὰ τὸν αὐτοῦ λόγον, ἢ ὅτι ἀγνωσίαν εἶχε, τίνα τὰ ἀπὸ τῆς μητρὸς τῆς ζωῆς ἐπιτελούμενα, ἢ ὅτι ἀποτελεσθέντα παρὰ τὴν προσδοκίαν τῆς διανοίας τὰ συμβεβηκότα ἄλλως * εὑρεθέντα, ὄνειδος φέρει. ἄγνοιαν γὰρ ὀφλήσειε ὁ ἕτερα μὲν διανοηθεὶς ἀποβήσεσθαι, ἕτερα δὲ εὑρὼν ἐς ὕστερον γενόμενα οὐ κατὰ τὴν αὐτοῦ θέλησιν. ἡ γὰρ μήτηρ τῆς ζωῆς ἡ παρ' αὐτῷ δύναμις καλουμένη, * ἐξ αὐτοῦ προβληθεῖσα, ὡς «αἰσχρόν ἐστι καὶ τὸ λέγειν» μητέρα ζωῆς. οὐ γὰρ ὑποδέχεται τοῖς τὸν σώφρονα λογισμὸν κεκτημένοις τι θῆλυ ἐν τῇ θεότητι διανοεῖσθαι. καὶ αὕτη δέ, φησίν, ἡ θήλεια προεβάλετο τὸν πρῶτον ἄν.83 θρωπον *, καὶ ὅλως εἰπεῖν τὸν πρῶτον ἄνθρωπον † τὴν φύσιν καὶ τὴν μητέρα τῆς ζωῆς ἐκ τῶν ἐν ἡμῖν γιγνομένων φαντάζεται. ἄνθρωπος γὰρ κέκληται ἐπὶ τῆς γῆς καὶ μήτηρ † ἐκ τῆς γῆς ἡμᾶς γεννήσασα, ἡ ἐκ θεοῦ τῷ Ἀδὰμ κεκτισμένη. φαντάζεται δὲ ἀπὸ τῶν ἰδίων λογισμῶν ὁ κτηνώδης ἐν οὐρανῷ τοιαῦτα εἶναι ὁποῖα καὶ ἐπὶ τῆς γῆς ὑπάρχει, ἅτινα οὐκ ἐπιδέχεται, ὡς ὁ θεῖος λόγος πάντη διδάσκει. λέγει γὰρ «σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων,» καὶ οὔπω ὅλως τὰ ὑπεράνω τῶν οὐρανῶν ὁ ἀπόστολος διηγήσατο, ἀλλὰ περὶ τῶν φαινομένων τούτων τῶν σῶμα ὑπαρχόντων, ἡλίου λέγω ἢ σελήνης ἔλεγεν ἢ περὶ τῶν ἐπὶ γῆς ὄντων καὶ τῶν σωμάτων τῶν ἁγίων, ὥς γε διανοούμεθα ταπεινοὶ ὄντες. εἰ δὲ καὶ περὶ τῶν ὑπὲρ οὐρανὸν ἔσται λόγος διὰ τὸ ἐν αὐτῷ τῷ ἀποστόλῳ τῆς γνώσεως βαθύτατον χώρημα, οὐ πάντως ὁριζόμεθα. ὅμως πολλὰ τὰ ἐπουράνια διαφέρειν τῶν ἐπιγείων λέλεκται, πόσῳ μᾶλλον τὰ ὑπεράνω τῶν οὐρανῶν; πόθεν οὖν δύναται τοῖς ἐπιγείοις ἀπεικάζεσθαι, ὦ οὗτος; 46. Τὸν δὲ πρῶτον ἄνθρωπον ὃν φάσκεις πάλιν κατεσκευακέναι ἑαυτῷ πανοπλίας χάριν τὸν ἄνεμον, τὸ φῶς, τὸ πῦρ, τὸ ὕδωρ, τὴν ὕλην, ἵνα * εἰ μὲν ἄνωθέν ἐστιν ὁ πρῶτος ἄνθρωπος καὶ ὧδε ἦλθεν ἑαυτῷ κατασκευάσαι τὴν πανοπλίαν καὶ προβάλλειν ἑαυτῷ ταύτην εἰς θωρακισμὸν ἑαυτοῦ καὶ ἐνδυναμίαν, ἄρα δυνατώτερα τὰ ἐν τῷ κόσμῳ τούτῳ ὑπὲρ τὸν ἄνωθεν ἐλθόντα ἀπὸ τῶν ἐπουρανίων. ὕδωρ γάρ ἐστι τὸ ὁρατὸν καὶ φῶς τὸ φαινόμενον καὶ ὕλη ἡ κατὰ σὲ φθειρομένη καὶ ἄνεμος ὁ ἐν ἡμῖν ἐνηχούμενος καὶ τὸ πῦρ τοῦτο ᾧ ἀκωλύτως οἱ πάντες κεχρήμεθα ἐν ταῖς χρείαις. καὶ εἰ διὰ τοιούτων τοὺς ἄρχοντας πολεμεῖ, τίς ἡ ἐνέργεια τοῦ πολέμου, λέγε· τίς ἡμῖν σαλπίσειεν, ἀρχηγὸς πολέμου γινόμενος· διατέμωμεν τὰς φάλαγγας, ἐπισυστήσωμεν τὰ πτερὰ τοῦ πολέμου; τίς βάλοι πρῶτον βέλος κατὰ τὸν τοῦ χαλεπῶς μανέντος 3.84 λόγον κατὰ τῆς ἀρχῶν καὶ ἐξουσιῶν ὑποστάσεως; ἄνεμος πολεμεῖ, ὦ οὗτος; ἀλλὰ ὕλη ἡ κατὰ σὲ φθειρομένη; ἀλλὰ τὸ πῦρ τὸ εἰς χρῆσιν ἡμετέραν κατασκευασθὲν ὑπὸ τοῦ κυρίου; ἀλλὰ τὸ φῶς τὸ ὑποχωροῦν τῷ σκότει ἀνὰ μέρος διαστημάτων τῶν χρόνων ἐκ θεοῦ τεταγμένων; ἀλλὰ τὸ ὕδωρ; ποίῳ τρόπῳ; διήγησαι τὰ παρὰ σοὶ κενοφωνούμενα. καὶ γὰρ ὁρῶμεν διὰ τούτων μᾶλλον καὶ ἀγαθὰ καὶ φαῦλα γινόμενα. ἐν τῷ γὰρ πυρὶ θυσίαι γίνονται εἰδώλοις, καὶ οὐ παραιτεῖται τὸ πῦρ οὐδὲ κωλύει τὴν ἁμαρτίαν. τῷ ὕδατι τῆς θαλάσσης σπένδουσιν οἱ τοῖς δαιμονίοις προσκυνοῦντες, καὶ οὐ κεκώλυταί ποτε ἐν ὕδατι ὁ πειρώμενος ἄνοιαν ἐπιτελέσαι. πόσοι δὲ πειραταὶ φόνους εἰργάσαντο ἐν ὕδασι θαλάσσης; καὶ μᾶλλον οὐκ ἐναντίον τὸ ὕδωρ τοῖς ἄρχουσι τῆς πονηρίας, ὡς σὺ λέγεις, ἀλλὰ συνεργητικὸν μᾶλλον τὸ ὕδωρ, οὐκ ὄντος αἰτίου τοῦ ὕδατος, ἀλλὰ αἰτίου ἑκάστου ἀνθρώπου τῆς ἑαυτοῦ ἁμαρτίας. καὶ ὦ τῆς πολλῆς σου φλυαρίας. τί δὲ ὠφέλησεν ἡ κατασκευὴ τῶν ὅπλων καὶ ὁ θωρακισμὸς τῶν στοιχείων τὸν πρῶτον κατὰ σὲ ἄνθρωπον, τὸν κατελθόντα πολεμῆσαι καὶ ὑπὸ τοῦ σκότους καταπονηθέντα; φάσκεις γὰρ ὅτι

372

ἐθλίβη ἐκεῖ κάτω ὁ ἄνθρωπος· εὐξαμένου δὲ αὐτοῦ ἤκουσεν ὁ πατήρ, ὡς ἔφης, καὶ ἀπέστειλεν ἑτέραν δύναμιν προβληθεῖσαν ὑπ' αὐτοῦ, λεγομένην πνεῦμα ζῶν. ἔπαρόν σου τὸ προσωπεῖον, ὦ κωμῳδοποιὲ Μένανδρε. ἐκεῖνος γὰρ ὢν σεαυτὸν σκεπάζεις, μοιχῶν ἔργα διηγούμενος καὶ μέθης· οὐδὲν γὰρ ἐν σοὶ καθέστηκε. τῶν γὰρ Ἑλλήνων τὰ ποιήματα ἀντὶ τῆς ἀληθείας παρεισφέρων πλανᾷς τοὺς ὑπὸ σοῦ ἠπατημένους. τάχα γὰρ ὑπὲρ σὲ Ἡσίοδος ἐφρόνησε τὰ περὶ τῆς θεογονίας ποιητεύματα διηγησάμενος, τάχα Ὀρφεύς, τάχα Εὐριπίδης. ἐκεῖνοι γὰρ κἂν καταγέλαστα διηγήσαντο, δῆλοί εἰσιν ὅτι ποιηταὶ ὑπάρχοντες ἐποιητεύσαντο τὰ οὐκ ὄντα· σὺ δὲ ὡς ὄντα διηγῇ, ἵνα τὴν πλάνην περισσοτέραν ἐργάσῃ. 47. Τοῦτο φάσκεις τὸ πνεῦμα τὸ ζῶν κατελθὸν κάτω δεδωκέναι δεξιὰν καὶ ἀνενηνοχέναι ἀπὸ τοῦ σκότους τὸν πρῶτον λεγόμενον παρὰ σοὶ ἄνθρωπον, τὸν κάτω ἐν τοῖς κατωτέροις κινδυνεύσαντα, τὸν κατελθόντα σῶσαι τὴν βεβρωμένην ψυχὴν καὶ μὴ δυνηθέντα σῶσαι, ἀλλὰ αὐτὸν κεκινδυνευκότα· εἰς σωτηρίαν ἀπεσταλμένος ἐκινδύνευσε καὶ ἐπεδεήθη ἑτέρου πάλιν ἀπεσταλμένου πρὸς τὴν τούτου σωτηρίαν. πόσῳ γε μᾶλλον ἡ ψυχὴ κινδυνεύσειε, δι' ἣν ὁ ἀπεσταλμένος πρῶτος 3.85 ἄνθρωπος ἐλθὼν ἐκινδύνευσεν; ἀλλὰ καὶ δεύτερον ἀπεσταλμένον εἰς τὸ σῶσαι. ὅπερ φάσκεις εἶναι αὐτὸ πνεῦμα ζῶν. κατὰ μετάμελον ἄρα ὁ πατὴρ ἀπέστειλε τὸν ἔτι ἰσχυρότερον, ἵνα τοῦ πρώτου ἀνθρώπου σωτὴρ γένηται, ἢ ἠγνόει μὲν ἐκεῖνον ἀδυνατοῦντα τὸν πρῶτον, καὶ ὑπολαμβάνων ὅτι σώσει, κινδυνεύσαντος δὲ αὐτοῦ ὕστερον διὰ τῆς πείρας ἐγνωκὼς προβάλλεται καὶ ἀποστέλλει; καὶ πολλή τίς ἐστιν ἡ ἀτοπία, ὦ Μανιχαῖε, καὶ ἀσύστατον τὸ παρὰ σοῦ ληρολόγημα τῆς πάσης διδασκαλίας. φάσκει δὲ πάλιν ὅτι κατελθὸν τὸ πνεῦμα ἔδωκε δεξιὰν καὶ ἀνήνεγκε τὸν πρῶτον κινδυνεύσαντα ἄνθρωπον. διὰ τοῦτο μυστήριον τοῖς ἑαυτοῦ μαθηταῖς παραδέδωκεν εἰς τὸ ἐπιδιδόναι δεξιάν, ὅταν ἀλλήλοις συναντήσωσι, σημείου χάριν, ὡς ἀπὸ σκότους σωθέντες. ἐν γὰρ τῷ σκότει πάντα φάσκει εἶναι, πλὴν αὐτοῦ μόνου. καὶ γὰρ οἱ τυφλοὶ χλεύης ἕνεκα μᾶλλον παρὰ τῶν ὁρώντων τὸ κακόφημον ἐκκλίνοντες πολὺ βλέποντες ἀκούουσι. 48. Εἶτα φάσκει πάλιν, ἑτέρας τινὰς κατασκευὰς ἡμῖν καὶ ἀρχιτεκτονίας ἐργαζόμενος, ὡς παρὼν ἐκεῖσε καὶ φανταζόμενος τὰ μὴ ὄντα, ὅτι τότε τοῦτο τὸ ζῶν πνεῦμα ἔκτισε, φησί, τὸν κόσμον. καὶ αὐτὸ τρεῖς ἑτέρας δυνάμεις φορέσαν καὶ κατελθὸν ἀνήνεγκε τοὺς ἄρχοντας καὶ ἐσταύρωσεν ἐν τῷ στερεώματι, ὅ ἐστιν αὐτῶν σῶμα ἡ σφαῖρα. καὶ τῷ μὲν «ἀνήνεγκεν» οὔτε νοεῖ ὁ κτηνώδης πῶς ἑαυτῷ ἀντιμάχεται καὶ τὰ παρ' αὐτῷ ἐπαινετὰ ψέγει καὶ τὰ ψογιζόμενα εἰς ἔπαινον φέρει, δίκην μεθύοντος καὶ παραφερομένου καὶ ἕτερα ἀνθ' ἑτέρων παραλαλοῦντος. φάσκει γὰρ τοὺς ἄρχοντας κάτω ὑπάρχοντας ἐν τῷ σκότει πονηρᾶς εἶναι ὑποστάσεως καὶ * φθορᾶς τὸ χωρίον. καὶ εἰ ἐκ ταύτης τῆς φθορᾶς καὶ εἰ ἐκ τοῦ μέρους τοῦ σκότους τὸ πνεῦμα βιασάμενον τοὺς ἄρχοντας εἰς τὰ ἄνω ἀνήνεγκεν, ἐπὶ τιμωρίᾳ δῆθεν, φαύλων τε χωρίων τὴν μετάστασιν ποιούμενον ἐπὶ τιμωρίᾳ μετέσπασεν εἰς τὰ ἄνω, οὐκέτι ἔσται τὰ ἄνω ἀγαθὰ καὶ ὑποστάσεως ζωτικῆς, ἀλλὰ μᾶλλον θανάτου καὶ τὰ κάτω οὐκέτι τιμωρία, ἀλλὰ ἀγαθῆς τινος οὐσίας· ἐξ οὗ τόπου βουληθὲν τὸ πνεῦμα εἰς τιμωρίαν μεταβαλεῖν τοὺς ἄρχοντας ἀπὸ τῶν ἡδέων καὶ ἀναγκαίων ἐπὶ τὸν τιμωρὸν τόπον μετήγαγεν, ἵν' οὕτως αὐτοὺς 3.86 τιμωρήσοιτο. καὶ ἄλλως· εἰ τὸ πνεῦμα τὸν κόσμον πεποίηκε, πῶς πάλιν λέγεις τὸν κόσμον μὴ ὑπὸ θεοῦ γεγενῆσθαι; καὶ εἰ τῶν ἀρχόντων τυγχάνει σῶμα τὸ στερέωμα, ἐν ποίῳ ἄρα σταυρῷ προσέπηξε τοὺς ἄρχοντας; ποτὲ μὲν γὰρ λέγεις αὐτοὺς ἐν τῷ στερεώματι πεπῆχθαι, ποτὲ δὲ αὐτὸ τὸ στερέωμα σῶμα τῶν αὐτῶν ὁρίζῃ. καὶ πολλή σου ἡ ἀσυναρτησία τῶν λόγων, ἥτις οὐδεμίαν ἀκολουθίαν πρὸς τὴν ἀλήθειαν ἔχει· * ὡς ἐν πᾶσιν ἡμῖν ἐπιφοιτήσας πολέμιος, μᾶλλον δὲ ἑαυτῷ καὶ τοῖς σου τὴν γνώμην

373

δεχομένοις. 49. Εἶτα πάλιν φάσκει ὁ αὐτὸς ὅτι μετὰ τὸ ἐσταυρωκέναι τοὺς ἄρχοντας ἐν τῇ σφαίρᾳ ἔκτισε τοὺς φωστῆρας, ἅ ἐστι τῆς ψυχῆς λείψανα. καὶ οὐ λέγει τὴν ψυχήν, ἀλλὰ τῆς ψυχῆς λείψανα. ὦ ἀσυστάτου δόγματος καὶ λόγων ψευδῶν καὶ ἀσυναρτήτων. πᾶν γὰρ τὸ λείψανον μέρος τυγχάνει τοῦ πληρώματος, τὸ δὲ πλήρωμα μεῖζον τυγχάνει τοῦ λειψάνου. εἰ τοίνυν τὰ λείψανά εἰσιν οἱ φωστῆρες, δειξάτω ἡμῖν τι μειζότερον τῶν φωστήρων, ἵνα ἴδωμεν τὴν ψυχήν. εἰ δὲ τὸ μὲν πλήρωμα βέβρωται καὶ ἀνάλωται, λείψανον δὲ οἱ φωστῆρες, ἄρα καὶ αὐτοὶ ὑποκάτω τῶν ἐσταυρωμένων ἀρχόντων ὄντες βρωθήσονται, τῶν ἀρχόντων τὴν ἐπανότητα κεκτημένων. εἰ δὲ διὰ τὸ ἐσταυρῶσθαι μηκέτι δύνανται ἐν καθέξει τῆς ψυχῆς καὶ τῶν φωστήρων εἶναι, διέπεσεν ὁ σοῦ ληρώδης λόγος, ὦ Μανιχαῖε. Εἶτα πάλιν ὁ αὐτὸς διδάσκων ὅτι μετὰ τὸ ἐπιτιμῆσαι τῷ Ὠμοφόρῳ ἔκτισε, φησίν, ἑαυτῇ καὶ ἡ ὕλη πάντα τὰ φυτά, καὶ συλωμένων τῶν αὐτῶν ὑπὸ τῶν ἀρχόντων ἐκάλεσεν ὁ μέγας ἄρχων πάντας τοὺς ἄρχοντας καὶ πρωτίστους, καὶ ἔλαβεν ἀπ' αὐτῶν ἀνὰ μίαν δύναμιν καὶ κατεσκεύασεν ἄνθρωπον κατὰ τὴν ἰδέαν τοῦ πρώτου ἀνθρώπου ἐκείνου καὶ ἐδέσμευσε τὴν ψυχὴν ἐν αὐτῷ. αὕτη ἐστὶν ἡ τῆς συγκράσεως ὑπόθεσις. ὅτε δὲ εἶδε, φησίν, ὁ πατὴρ ὁ ζῶν θλιβομένην τὴν ψυχὴν ἐν τῷ σώματι, εὔσπλαγχνος ὢν καὶ ἐλεήμων, ἔπεμψε τὸν υἱὸν αὐτοῦ τὸν ἠγαπημένον εἰς σωτηρίαν τῆς ψυχῆς. διὰ γὰρ ταύτην τὴν πρόφασιν καὶ τὴν τοῦ Ὠμοφόρου ἀπεστάλθαι αὐτὸν φάσκει. καὶ ἐλθὼν ὁ υἱὸς μετεσχημάτισεν 3.87 ἑαυτὸν εἰς ἀνθρώπου εἶδος καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, καὶ οἱ ἄνθρωποι ὑπέλαβον αὐτὸν γεγεννῆσθαι. ἐλθὼν οὖν καὶ ποιήσας τὴν δημιουργίαν πρὸς σωτηρίαν τῶν ἀνθρώπων μηχανὴν συνεστήσατο ἔχουσαν δώδεκα κάδους, ἥτις ὑπὸ τῆς σφαίρας στρεφομένη ἀνιμᾶται τῶν θνησκόντων τὰς ψυχάς. καὶ ταύτας ὁ μέγας φωστὴρ ταῖς ἀκτῖσι λαβὼν καθαρίζει καὶ μεταδίδωσι τῇ σελήνῃ· καὶ οὕτω πληροῦται τῆς σελήνης ὁ δίσκος ὁ παρ' ἡμῖν προσαγορευόμενος. 50. Καὶ ὁρᾷς πόση τούτου τοῦ γόητος ἡ ληρῴδης φλυαρία καὶ μέθης λήθη; τὰ γὰρ ὑπ' αὐτοῦ λεγόμενα εἰς λήθην μεταδίδωσι καὶ ὅσα δοκεῖ λέγειν μετασκευάζει καὶ ἀνασκευάζει, τὰ ἴδια καταλύων δόγματα, ἄλλοτε μὲν ἄλλως καὶ ἄλλως διηγούμενος, καὶ τὰ ὕστερα τὰ πρῶτα καταλύει καὶ ἃ ἐν πρώτοις κατέλυσεν αὖθις πάλιν οἰκοδομεῖ, ὡς ἵνα δείξῃ ὅτι ἀφ' ἑαυτοῦ οὐ καθέστηκεν, ἀλλὰ ὑπὸ πνεύματος ἀκαθάρτου ἐλαυνόμενος ἄλλα ἀντ' ἄλλων διηγεῖται, καθάπερ οἱ φρενιτιῶντες. ἤτοι γὰρ τὴν παρουσίαν λέγει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ * μετὰ πολλὰ ἔτη τοῦ γενέσθαι τοὺς φωστῆρας ἦλθεν ἡ παρουσία καὶ μετὰ τὴν παρ' αὐτῷ μηχανὴν καλουμένην τῶν δώδεκα κάδων. ἀεὶ γὰρ ἐν οὐρανῷ ἐξότου γέγονε τυγχάνει τὰ ἄστρα· ἤτοι στοιχεῖα αὐτὰ καλεῖν βούλονται ἤτοι διαστήματα τοῦ οὐρανοῦ καὶ μέτρα, ὅμως ἀπὸ τετάρτης ἡμέρας τῆς κοσμοποιίας τὰ πάντα καλῶς τέτακται, οὐκ εἰς βλάβην τῶν ὑπὸ θεοῦ κυριευομένων. ἡ δὲ τοῦ Χριστοῦ παρουσία ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος * ἤρξατο τοῦ κηρύγματος, μετὰ τριακοστὸν ἔτος τῆς αὐτοῦ γεννήσεως, ὅπερ κατήντα εἰς πεντακισχιλιοστὸν πεντακοσιοστὸν ἔνατον ἔτος τῆς κοσμοποιίας καὶ τριακοστὸν τῆς αὐτοῦ ἡλικίας, τριακοστὸν δὲ τρίτον ἕως τοῦ σταυροῦ. πῶς οὖν ἀπὸ πρώτης ταῦτα ἐν οὐρανῷ ὑπῆρχε, 3.88 φωστῆρές τε καὶ ἄστρα; εἰ δὲ λέγει, πρὸ τούτου ἐλθὼν ἐποίησε ταῦτα, ἀσύστατος αὐτοῦ ἡ φλυαρία· πρὶν γὰρ τοῦ εἶναι ἄνθρωπον ἐπὶ τῆς γῆς, ἐγένοντο τὰ κατ' αὐτὸν καλούμενα στοιχεῖα καὶ οἱ δώδεκα μάτην καλούμενοι κάδοι καὶ ἡ μηχανή, † ἣν βούλεται χαριστικοῖς ὀνόμασι φαντάζειν τοὺς ὑπ' αὐτοῦ πεπλανημένους. 51. Παντὶ γὰρ τῷ σύνεσιν κεκτημένῳ φανερόν ἐστιν ἀπ' αὐτῆς τῆς γραφῆς καὶ ἀκολουθίας ὅτι πρὶν τοῦ πλασθῆναι τὸν Ἀδὰμ τὸν πρωτόπλαστον ἄνθρωπον γεγόνασιν ἐν τῇ τετάρτῃ ἡμέρᾳ πάντες οἱ ἀστέρες καὶ οἱ φωστῆρες. οὗτος δὲ λέγει ὅτι «ἦλθε, φησί,

374

ποιῆσαι τοὺς δώδεκα κάδους, ἐν ἰδέᾳ ἀνθρώπου καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ὡς ἄνθρωπος», καὶ ἀγνοῶν κἂν τὴν ἐξ ὑπαρχῆς γεγενημένην οἰκονομίαν νομίζει τι λέγειν καὶ ὡς τυφλὸς ἑαυτὸν ὁδηγῶν τοῖς ὑπ' αὐτοῦ τυφλωθεῖσι τὰ προχωροῦντα εἰς ψεύσματα ὑφηγεῖται. παρούσης δὲ τῆς ἀληθείας καὶ ἀνοιγούσης τὰ ὄμματα διαφανῶς τῶν συνετῶν εἰς γέλωτα φέρει τὴν αὐτοῦ ληρῳδίαν. ποίοις γὰρ ἀνθρώποις ἐφαίνετο τοῖς μὴ ὑπάρχουσι; πῶς δὲ ἐν ἀνθρώπου ἐφαίνετο ἰδέᾳ ὁ μὴ λαβὼν σῶμα; καὶ εἰ μὲν ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ ἐπλήρου, τοῦτο φαινόμενος καὶ μὴ ὤν, δόκησις ἄρα ἦν τὰ πράγματα. ἄρα οὖν οὐ πέφηνεν οὐδὲ ἦλθεν. εἰ γὰρ ἐλθὼν οὐκ ἦν, οὐδὲ ἦλθεν ἀπ' ἀρχῆς. εἰ δὲ ἐνομίζετο μὲν ἄνθρωπος, οὐκ ἦν δὲ ἄνθρωπος, τί τὸ ἐπεῖξαν τὸν τοῦ θεοῦ Λόγον ἄνθρωπον φανῆναι μὴ ὄντα; εἰ μή τι ἀπὸ δανειστῶν ἑλκόμενος ἠβούλετο ἑαυτῷ σχηματοποιῆσαι ἰδέαν, ἵνα δυνηθῇ λαθεῖν τοὺς αὐτὸν ἐπιζητοῦντας. εἰ δὲ καὶ ἐφαίνετο καὶ οὐκ ἦν, ποία τις ἦν αὕτη ἡ ἀλήθεια; ἐν ἀληθείᾳ γὰρ οὐκ ἔνι ψεῦσμα, ὡς λέγει περὶ αὐτοῦ ὁ μονογενὴς ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή». ἡ δὲ ζωὴ θάνατον οὐκ ἔχει καὶ ἡ ἀλήθεια οὐκ ἂν ἀλλοίωσιν ὑπομένοι, ἵνα μὴ τὴν ἀλήθειαν ταράξασα μηκέτι ἀλήθεια γένηται. καὶ διέπεσεν ἐκ παντὸς λόγου ἡ αὐτοῦ τραγῳδοποιὸς ὑπόθεσις. οὔτε γὰρ μετὰ τὴν παρουσίαν τὰ ἄστρα κέκτισται οὐδὲ πρὸ τοῦ γενέσθαι ἄστρα ἄνθρωποι ἦσαν. καὶ ἐντεῦθεν καὶ ἐκεῖθεν ἐξελήλεγκται ὁ πλάνος Μανιχαῖος, ὡς ἤδη μοι ἄνω δεδήλωται. 52. Περὶ δὲ τῆς ὑποθέσεως τῆς σελήνης φάσκει ὅτι ἐκ τῶν ψυχῶν ὁ δίσκος ἐμπίπλαται. πρὶν δὲ τοῦ ἀποθανεῖν ἄνθρωπον ἐπὶ τῆς γῆς, πόθεν ἐνεπίμπλατο ὁ δίσκος; μετὰ γὰρ ἐνακοσιοστὸν καὶ τριακοστὸν ἔτος τῆς τοῦ Ἀδὰμ ζωῆς πρῶτος ἀποθανὼν ἐπὶ τῆς γῆς, ἡ μία ψυχὴ πῶς ἐπλήρου 3.89 τὸν δίσκον; ἢ πῶς τὰ ἐνακόσια τριάκοντα ἔτη ἐκλήθη καὶ οἱ χρόνοι, εἰ μὴ ἡ σελήνη ἐπληροῦτο καὶ ἔφθινε καὶ τὸν αὐτῇ τεταγμένον δρόμον ἐτέλει, οὐκ ἀπὸ ψυχῶν λαμβάνουσα τὴν πλήμμυραν, ἀλλὰ ἀπὸ θεοῦ ἔχουσα τὸ πρόσταγμα τῆς αὐτοῦ σοφίας; πάντα δὲ τὰ ζῷα, φησί, γεμίζει τῆς αὐτῆς ψυχῆς, ἵνα ἐξισώσῃ ψυχὴν ἀνθρώπου καὶ μυὸς καὶ σκώληκος καὶ τῶν ἄλλων δυσγενῶν τῇ πλάσει σωμάτων. Τὰ δὲ ἄλλα λοιπὸν τῆς φλυαρίας, ὡς ἡ παρθένος φαίνεται τοῖς ἄρχουσι, ποτὲ μὲν εἰς ἀνδρὸς σχῆμα, ποτὲ δὲ εἰς θηλείας, τάχα τὸν ἑρμαφρόδιτον τοῦ αὐτοῦ δαίμονος ἰνδαλλόμενος τὰ ἑαυτοῦ πάθη εἰσηγεῖται τῆς ἐπιθυμίας. εἶτά φησιν, ὅταν ὁ ἄρχων ὁ μέγας συληθῇ ὑπὸ τῆς λεγομένης παρθένου, προβάλλει αὐτοῦ τὰς νεφέλας καὶ ποιεῖ λοιμὸν καὶ ἄρχεται τέμνειν τὰς ῥίζας καὶ οὕτω θάνατος γίνεται. καὶ οὐκ εἶδεν ὁ κτηνώδης ὅτι ὃν φάσκει θάνατον ψογίζων, μᾶλλον ζωὴν ὤφειλε καλεῖν, διὰ τὸ ἀπὸ σωμάτων ἀπαλλάττεσθαι τὰς ψυχάς. εἰ δὲ ὅλως τὸ εἶναι ἐν σώματι τὴν ψυχὴν φυλακὴν ἡγοῦνται οἱ ἄρχοντες, τοῦτο οὐδέποτε ἐπιτελεῖ ὁ ἄρχων, ἵνα ἀπαλλάξῃ ἀπὸ δεσμωτηρίου τὴν ὑπ' αὐτοῦ κατεχομένην ψυχὴν κατὰ τὸν αὐτοῦ λόγον. καὶ πόση τις ἀτοπία ἐν ταύτῃ τῇ κυβευτικῇ διδασκαλίᾳ; 53. Τὰ δὲ ἄλλα χλεύης ἔμπλεα, ὡς οἱ ἐκλεκτοὶ αὐτῶν καλούμενοι. καὶ τῷ μὲν ὄντι ἐξελέγησαν ὑπὸ τοῦ διαβόλου εἰς κατάκριμα, ὅπως πληρωθῇ τὸ εἰρημένον «καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά». ἐκεῖνοι γὰρ καθεζόμενοι κηφῆνες καὶ «μηδὲν ἐργαζόμενοι, ἀλλὰ περιεργαζόμενοι» καὶ μηδὲ γινώσκοντες * οἷς ἐπικηρυκεύεται ὁ ἅγιος ἀπόστολος, λέγων ὡς κατὰ προφητείαν γινώσκων ὅτι οὐκ ἐκ τῆς τοῦ θεοῦ διδασκαλίας ἐπιφοιτῶσιν, ἀλλὰ ἐκ τοῦ διαβόλου ἐμβεβροντημένοι τινὲς ἀργοὶ καὶ αὐθάδεις κακῶν· φάσκει γὰρ λέγων «ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω», ἵνα παραχαράξῃ τὴν τῶν παρέργων τούτων ὑπόθεσιν. παρακελεύονται οὖν τοῖς αὐτῶν κατηχουμένοις τρέφειν αὐτοὺς δαψιλῶς. οἱ δὲ πᾶν ὁτιοῦν ἀναγκαῖον προσφέρουσι τοῖς ἐκλεκτοῖς ἑαυτῶν, ἵνα δῆθεν εὐσεβὴς ὀφθείη ὁ τρέφων τὰς ψυχὰς τὰς ἐκλελεγμένας. οἱ δὲ λαβόντες, ὡς γέλοιόν ἐστιν εἰπεῖν, προφάσει τοῦ εὔξασθαι ὑπὲρ τῶν ἐνηνοχότων,

375

μᾶλλον 3.90 δὲ σχεδὸν κατάραν αὐτοῖς ἐπιτιθέασιν, ἐπιμαρτυρήσαντες αὐτοῖς κακίαν μᾶλλον ἢ ἀγαθωσύνην. φάσκουσι γὰρ οὕτως· ὅτι ἐγὼ οὐκ ἔσπειρά σε, οὐκ ἐθέρισά σε, οὐκ ἤλεσα, εἰς κλίβανον οὐκ ἔβαλον. ἄλλος ἤνεγκε, καὶ ἔφαγον. ἀναίτιός εἰμι. καὶ μᾶλλον πονηροποιοὺς ὑπέδειξαν τοὺς ἑαυτῶν τροφεῖς. καὶ γὰρ ἀληθές. ἔδει γὰρ τὸν ἀρνούμενον τὸν θεὸν τὸν ποιήσαντα τὰ πάντα μηδὲ ἀπὸ τῶν τοῦ θεοῦ τρέφεσθαι ἤπερ κατ' εἰρωνείαν. αὐτοὶ δὲ οὐ τέμνουσι τὸν βότρυν, ἀλλὰ ἐσθίουσι τὸν βότρυν, ἵνα ἐλεγχθῶσι παντάπασι μέθην μᾶλλον ἔχοντες ἤπερ ἀληθείας κατάληψιν. ποῖον γάρ ἐστι τὸ δεινότερον; ὁ μὲν γὰρ τρυγῶν ἅπαξ ἔτεμε τὸν βότρυν, ὁ δὲ ἐσθίων διὰ τῶν μασητήρων καὶ διὰ τοῦ καταδαμάζειν ἕκαστον κόκκον μᾶλλον πολυπλασίως ἐβασάνισε καὶ ἔτεμε, καὶ οὐχ ὅμοιος οὐκέτι ἔσται τῷ τέμνοντι ἅπαξ ὁ μασησάμενος καὶ καταδαπανήσας. ἀλλ' ἵνα μόνον δόξωσι * δοξοποιεῖν ὅσον τῆς ἀληθείας ἔχει τεκμήριον. 54. Εἶτα πάλιν ἀθυρογλωττεῖ περὶ τοῦ παραδείσου, ὃν καλεῖ κόσμον. ἔστι δέ, φησί, τὰ φυτὰ τὰ ἐν αὐτῷ *, ἃ γὰρ ἡμῖν ἐπαινετά, ταῦτα αὐτὸς ἀρνεῖται, ἵνα δειχθῇ ἀληθῶς ὑπὸ τοῦ ὄφεως ἠπατημένος· καθὼς ἐκείνης παρέφθειρε τὴν ἀκοὴν τῆς ἀκάκου Εὔας, οὕτως ὁ δεινὸς ὄφις καὶ αὐτοῦ παραφθείρει ἀκοάς. τὰ γάρ φησιν ἐν τῷ παραδείσῳ λεγόμενα φυτὰ ἐπιθυμιῶν εἰσιν ἀπάται, αἳ διαφθείρουσι τὸν λογισμὸν τῶν ἀνθρώπων. τὸ δὲ ἐν τῷ παραδείσῳ φυτόν, ἐξ οὗ γνωρίζουσι τὸ καλόν, αὐτός ἐστιν ὁ Ἰησοῦς, ἡ γνῶσις ἡ ἐν τῷ κόσμῳ. ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ κακόν. καὶ ὁρᾷς πῶς πάντα τὰ ὀρθὰ διαστρέφει τοῦ ἀποστόλου διαρρήδην βοῶντος καὶ διδάσκοντος ὅτι «φοβοῦμαι μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁγνότητος καὶ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν». καὶ ὅρα πῶς ἀπεφήνατο αὐτὸν πλάνον καὶ πανοῦργον καὶ ἠπατηκότα τὴν Εὔαν. καὶ πάλιν ἐν ἄλλῳ τόπῳ 3.91 ὁ αὐτὸς ἀπόστολος «ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». καὶ ὁρᾷς ὡς δόξαν θεοῦ ἔφη τὴν κόμην, ἐπὶ σώματος φερομένην καὶ οὐκ ἐν ψυχῇ; καὶ μετὰ ταῦτά φησιν «Ἀδὰμ οὐκ ἐξηπατήθη, ἀλλ' ἡ γυνὴ ἐν παραβάσει γενομένη ἡμάρτηκε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν ἐμμείνωσιν ἐν τῇ πίστει». καὶ ὅρα πῶς φύσει τὰ ἀληθινὰ κεκήρυκται ἐν τῇ θείᾳ γραφῇ. καὶ μάτην οὗτος κομποποιεῖ, μᾶλλον δὲ χλεύην ὑφίσταται παρὰ τοῖς τὴν τελείαν φρόνησιν κεκτημένοις. εἶτα πάλιν ἐνταῦθα διηγεῖται μὴ εἶναι τὸν κόσμον τοῦ θεοῦ ἀλλ' ἢ ἀπὸ μέρους τῆς ὕλης πεπλάσθαι. ἐν τῷ δὲ μὴ ἑαυτῷ στοιχεῖν, ἀλλὰ κατὰ τῶν αὐτῶν φέρεσθαι, ἀνασκευὰς καὶ κατασκευὰς ἐπιπλαττόμενον, παντί τῳ σαφές ἐστι ληροῦντος εἶναι τὸ τοιοῦτον φρόνημα. 55. Μεταγγισμοὺς δὲ ψυχῶν διηγεῖται ἀπὸ σωμάτων εἰς σώματα, ἅτινα τάχα ἢ παρὰ Πλάτωνος ἢ Ζήνωνος τοῦ Στωϊκοῦ ἢ παρά τινος τῶν πεφαντασμένων ἐρανισάμενος τουτὶ τὸ ψεῦσμα εὑρίσκεται. πῶς γὰρ οἷόν τέ ἐστιν ἀπὸ σώματος εἰς σῶμα εἰσκρίνεσθαι τὴν ψυχήν; εἰ μὲν γὰρ σώματα πεπλασμένα καὶ ἕτοιμα ἦν καὶ οὕτω τὰς ψυχὰς ὑπεδέχετο, πιθανή τις ἦν ἡ τῆς τραγῳδίας μυθοποιία· εἰ δὲ τὸ σπειρόμενόν ἐστιν ἐκ σταγόνος βραχείας, πῶς ἡ ψυχὴ ἐν τῷ τοσούτῳ μικρῷ σώματι εὗρε τοιαύτην εὔροιαν; οὕτω γὰρ τὰ πλασσόμενα πλάσσεται· καὶ οὐκέτι συσταθήσεται αὐτοῦ ὁ λόγος. οὔτε γὰρ ἀπὸ σώματος εἰς σῶμα μεταγγίζονται αἱ ψυχαί· δίχα γὰρ μίξεως θηλείας πρὸς ἄρρενα καὶ ἄρρενος πρὸς θήλειαν ἐν ἑκάστῳ τῶν ζῴων οὐδέν τι τῶν πλασσομένων γίνεται. ἆρα γοῦν οὕτως ἕστηκεν ἡ ψυχή, ἵνα τῇ συναφείᾳ τῶν δύο σωμάτων τὸ τραγῴδημα τοῦτο τοῦ ἀγύρτου ἐπιτελεσθῇ; καὶ πολλή τίς ἐστιν ἡ ἀτοπία ἐν τοῖς τὰ τοιαῦτα κἂν διανοουμένοις. ἡμεῖς δὲ ἵνα μὴ τὰ σεμνὰ μεταβάλλωμεν, ἀρκετῶς ἔσχομεν μόνον ὡς ἀπὸ πόρρωθεν δοῦναι τῆς ὑποθέσεως τὸ εἶδος. παρελεύσομαι τοίνυν ἀπὸ τῆς τοιαύτης φθοροποιοῦ ὑπονοίας· καὶ γὰρ πάντα ἄτοπα τὰ τοιαῦτα διανοήματα. εἰ γὰρ ἐκ σώματος εἰς σῶμα ἡ μεταβολὴ τῶν ψυχῶν καὶ ὁ

376

ποτὲ ἄνθρωπος ὕστερον κύων γίνεται, διὰ τί μὴ ἀπὸ ἀνθρώπου κύων γεννᾶται ἢ ἀπὸ βοός; διὰ τί ὄρνις οὐ τίκτεται; ἀλλ' εἰ ἄρα συμβαίη χρόνῳ τινὶ ἐν τῷ ἀπλέτῳ αἰῶνι τεράστιόν τι γενέσθαι, σημείου ἕνεκα γίνεται. καὶ ἡ φύσις μὲν ἑαυτῆς τοὺς ὅρους ἐπίσταται καὶ οὐ μεταλλάσσει φύσιν ἀνθρώπου, ἑτέρως πλασ.92 σομένη παρὰ τὴν φύσιν, οὐδὲ ἑκάστου κτήνους, ἀλλ' ἐν ἑκάστῃ ποιότητι ἡ αὐτὴ ποιότης γίνεται. καὶ εἰ ὅλως σῶμα ἕτερον ἀνθ' ἑτέρου ἀπὸ σώματος οὐ γίνεται, πόσῳ γε μᾶλλον ψυχὴ ἀνθρώπου εἰς ἕτερον σῶμα οὐ μεταβήσεται; καὶ ἵνα τί, φησί, μεταβάλλεται; ἀλλ' ἵνα εἴ ποτε ἐν ἀνθρώπῳ μὴ συνεῖσα τὴν τῆς ἀληθείας γνῶσιν, ἐν κυνὶ ἢ ἐν ἵππῳ γενομένη καὶ δαμασθεῖσα καὶ συνεῖσα ἀνακάμψῃ πάλιν εἰς ἀνθρώπου σῶμα, καὶ οὕτως γνοῦσα τὴν γνῶσιν ἀναληφθήσεται εἰς τὸν δίσκον τῆς σελήνης. καὶ ἔστι θαυμαστὸν ἰδεῖν ὅτι ἐν μὲν ἀνθρώπῳ γενομένη, παρ' ᾧ παιδευτήρια γραμματικοὶ σοφισταί τε καὶ τεχνῶν ἀμύθητα πλήθη καὶ λαλιὰ καὶ ἀκοὴ καὶ λογιότης, ἐν ἀγνωσίᾳ ὑπῆρχεν ἡ ψυχή, ἐν δὲ χοίρῳ γενομένη μᾶλλον ἐπέγνω· ἵνα δείξῃ μᾶλλον τὴν αὐτοῦ ἐπαγγελίαν τῆς γνώσεως χοίρων οὖσαν, διὰ τὴν αὐτοῦ πλάνην καὶ ἀσέβειαν. 56. Περὶ δὲ τῆς τοῦ Ἀδὰμ πλάσεως ὁ αὐτὸς διηγούμενος ἕτερα ἀνθ' ἑτέρων τῇ πλάνῃ συνυφαίνει, ὅτι, φησίν, ὁ εἰπών «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν,» * καὶ προστίθησι λέγων τὸ «δεῦτε ποιήσωμεν», ὅπερ οὐ γέγραπται, ἀλλὰ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν». ἐλέγχει δὲ τοῦτον ὁ ἅγιος ἀπόστολος λέγων, * καὶ αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ, ὅτε οἱ Φαρισαῖοι πρὸς αὐτὸν ἔφησαν ὅτι οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μονώτατον καὶ Μωυσῆς εἶπε διδόναι βιβλίον ἀποστασίου καὶ ἐκβάλλειν τὴν γυναῖκα, καὶ ὁ κύριος πρὸς τοὺς Φαρισαίους τὸν ἔλεγχον ἐπιφέρων ἔλεγε «Μωυσῆς κατὰ τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν· ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως, ἀλλ' ὁ ποιήσας ἄρσεν καὶ θῆλυ ἐποίησε» καὶ εἶπεν· «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». καὶ εὐθὺς ἐπιφέρει λέγων «εἰ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω», ὁμολογῶν θεόν, τουτέστι τὸν ἴδιον αὐτοῦ πατέρα, τὸν Ἀδὰμ πεποιηκέναι καὶ τὴν Εὔαν, καὶ τὸν γάμον τὸν σεμνὸν ἐξ αὐτοῦ κεκτίσθαι. τῇ δὲ αὐτῇ ἀκολουθίᾳ καὶ ὁ ἅγιος ἀπόστολος, κῆρυξ ὢν τῆς ἀληθείας, λέγει «τὸ μυστήριον τοῦτο μέγα ἐστίν. ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλη.93 σίαν», ἵνα ἀπὸ τοῦ ὁμοιώματος * τοῦ ὑπὸ τοῦ θεοῦ κεκτισμένου Ἀδάμ τε καὶ τῆς Εὔας· * ὅτι ὁ θεὸς ἔκτισε καὶ εἶπεν ὁ Ἀδὰμ· «τοῦτο ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, καὶ ἀντὶ τούτου καταλείψει ἄνθρωπος» καὶ τὰ ἑξῆς καὶ ὅτι ᾠκοδόμησεν αὐτῷ τὴν πλευρὰν εἰς γυναῖκα. καὶ οὐκέτι ἕτερον † αὐτῷ φάσκει, ἀλλὰ «μυστήριον μέγα.» καὶ εἰ μὲν ἐν ἀνθρώπῳ καὶ γυναικὶ τὴν πλάσιν * κατὰ δὲ τὴν ἀναγωγὴν δι' ἀλληγορίας φέρεται, πῶς οὖν οὗτος βδελυκτὰ ἡγεῖται καὶ ἀλλότρια τῆς τοῦ θεοῦ ἀληθείας καὶ ὑπὸ ἄρχοντος * τὰ ὑπὸ θεοῦ κεκτισμένα, βλασφημῶν καὶ παραφέρων τὴν διάνοιαν ἀπὸ τῆς ἀληθείας; εἶτα φησίν, ἐπειδὴ ἀπ' ἀρχῆς ἡ ψυχὴ ἀποσπασθεῖσα ἄνωθεν θλίψιν ἐμποιεῖ τῇ ἄνω δυνάμει, διὰ τοῦτο καθάπαξ ἀποστέλλει καὶ συλᾷ ἀπὸ τῶν ἀρχόντων τὸ λείψανον τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἡ ψυχή, διὰ τουτωνὶ τῶν φωστήρων. μεγάλαι ἡμῶν αἱ ἐλπίδες καὶ μεγάλη ἡμῶν ἡ καραδοκία, ὅτι οὐκ ἰσχύει ὁ θεὸς ὁ ἀγαθὸς καὶ ζῶν καὶ δυνατὸς σῶσαι, οὐ λέγω τὴν ἑαυτοῦ δύναμιν τὴν ἐξ αὐτοῦ ἐσπασμένην, ἀλλὰ τὰ ὑπ' αὐτοῦ γεγενημένα καὶ πεπλασμένα ἐὰν μὴ δι' ἄλλου τινὸς τρόπου ἢ διὰ λῃστείας, κρυφῇ συλήσας τὴν ἀπ' αὐτοῦ ἀπεσπασμένην δύναμιν ἀπὸ τῶν ἐπουρανίων, ὡς ὁ ἀγύρτης οὗτος λέγει, οὐ δύναται ἡμᾶς σῶσαι. 57. Καὶ τί ἔτι κατατρίβομαι κατὰ λέξιν τῆς αὐτοῦ ἀτοπίας

377

χρονοτριβούμενος; ὡς καὶ βλασφημῶν οὐκ αἰσχύνεται ὁ τάλας τὸν λαλήσαντα ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις ἄρχοντα λέγειν τοῦ σκότους. μακάριαι ἡμῶν αἱ ἐλπίδες, ὅτι ἄρχοντι τοῦ σκότους ὁ Χριστὸς ἐλθὼν προσφέρειν ἠνάγκαζε. καθαρίσας γὰρ τὸν λεπρὸν τὸ ἐν τῷ νόμῳ γραφέν, ὑπ' αὐτοῦ τοῦ λαλήσαντος τὸ ἐν τῷ νόμῳ ἐπιτελεῖσθαι δῶρον κελεύει· «ἀπελθὼν προσένεγκε τὸ δῶρόν σου,» τῷ καθαρισθέντι ὑπ' αὐτοῦ λεπρῷ λέγων «καθὼς προσέταξε Μωυσῆς». δῶρον δὲ ἦν ἐπὶ τῆς λέπρας ὄρνις εἰς θυσίαν καὶ σεμίδαλις εἰς ὁλοκαύτωσιν. εἰ δὲ ἄρχων ἦν τοῦ σκότους *, οὐκ ἂν ὁ ἐλθὼν ἄνωθεν Λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἐλθὼν ἐπιστρέψαι τὸν ἄνθρωπον ἀπὸ πλάνης τῶν ἀρχόντων κατὰ τὸν Μανιχαίου λόγον, οὐκ ἂν 3.94 ὑποχείριον τὸν ὑπ' αὐτοῦ ἰαθέντα λεπρὸν παρεσκεύαζε γενέσθαι, ἀλλὰ μᾶλλον παρεσκεύαζεν ἀποδρᾶναι αὐτόν, τοῦτο μὴ ἐπιτελεῖν διδάσκων. ἀλλ' ἐπειδὴ οὐκ ἦλθε καταλῦσαι τὸν νόμον αὐτὸς γὰρ δέδωκε τὸν νόμον οὔτε τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, ἵνα πλήρωσιν τοῦ νόμου καὶ τῶν προφητῶν αὐτὸς δείξῃ τὸ ἀπερίσπαστον τοῦ εὐαγγελίου, ὅτι τῷ μὲν αὐτῷ θεῷ οἱ προφῆται προσεκύνησαν καὶ νόμος ὑπ' αὐτοῦ ἐδόθη, νῦν δὲ οὐ διὰ τῶν αὐτῶν δώρων τῷ αὐτῷ θεῷ προσκύνησις τελεῖται, ἀλλὰ δι' εὐχῶν καὶ εὐχαριστιῶν καὶ τῆς ἄλλης πραγματείας. ἐκείνοις μὲν γὰρ ὡς δούλοις προσέταττε τὰ βαρέα, διότι οὕτως ἠδύναντο πεισθῆναι, τοῖς δὲ ἐν τῷ εὐαγγελίῳ ἐλαφρότερα, ὡς ἐλευθέριος, διὰ τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρωπίας. ἑνὸς δὲ ὁμοστοίχου ὑπάρχοντος θεοῦ τοῦ τε νόμου καὶ τοῦ εὐαγγελίου, μὴ παραλελυμένης μηδ' ὁποτέρας χρόνων ὑπηρεσίας, ὁ αὐτὸς εἷς θεός ἐστιν, ὁ βασιλεύων τοῦ σύμπαντος αἰῶνος, θεραπευόμενος ἀπὸ τῶν δούλων, καθ' ἑκάστην δὲ γενεὰν ὡς προσήκει τῇ αὐτοῦ φιλανθρωπίᾳ. καὶ ἐλήλεγκται πανταχόθεν ἡ τούτου πλάνη, τοῦ σωτῆρος ἐπιτρέποντος τὰ τοῦ νόμου τελεῖσθαι καὶ μετὰ τὸ ἐπιτρέψαι τὰ τοῦ νόμου τελεῖσθαι λύοντος τὰ τοῦ νόμου, οὐ καταργοῦντος, ἀλλὰ πληροῦντος, προσφορὰς ἑτέρας ὑπὲρ τῶν ἐν τῷ νόμῳ προσενέγκαι τῷ θεῷ ἐπιτρέποντος, τουτέστιν εὐσεβείας καὶ ἀγαθότητος, ἁγνείας τε καὶ πολιτείας. 58. Φάσκει δὲ πάλιν ὅτι ἐλεύσεται ὁ πρεσβύτης καὶ δείξει αὐτοῦ τὴν εἰκόνα ἐπ' ἐσχάτων τῶν ἡμερῶν, καὶ τότε ὁ Ὠμοφόρος ἰδὼν αὐτοῦ τὸ πρόσωπον ἀφίησι τὴν γῆν, καὶ οὕτως τὸ πῦρ τὸ αἰώνιον καταδαπανᾷ τὴν γῆν. καὶ ἐπελάθετο ὁ κτηνώδης πάλιν ὑλώδη αὐτὴν ὑποφαίνων, τὴν πρὸ ὥρας αὐτῷ λεγομένην ἀπὸ τοῦ πνεύματος τοῦ ζῶντος κεκτίσθαι. ὁμοῦ γὰρ τὸν πάντα κόσμον πάλιν ὑπὸ τοῦ πυρὸς ἀναλίσκεσθαι ὑποτίθεται. καὶ τότε, φησί, μετὰ ταῦτα ἡ ἀποκατάστασις τῶν δύο φύσεων ἐπὶ τὸ αὐτὸ εἰς τὸ ἀρχέτυπον παρελεύσεται. ὦ πολλοῦ καμάτου καὶ μετὰ τὸν κάματον οὐδενὸς ἐπὶ διορθώσει φερομένου. εἰ γὰρ μετὰ τὸ κτισθῆναι καὶ γενέσθαι δαπανηθήσεται καὶ ἀφανισθήσεται, ἵνα τὰ ἀρχέτυπα μείνῃ πάλιν ἐν ταυτότητι τῶν δύο φύσεων, ἀγαθοῦ τε καὶ κακοῦ, ἔσται πάλιν ἐπιτριβὴ τοῦ πονηροῦ πρὸς τὸ ἐπιστρέψαι πάλιν καὶ πόλεμον ἐνστήσασθαι καὶ ἁρπάξαι πάλιν ἄλλην δύναμιν, ἵνα πάλιν ἄλλος κόσμος γένηται. εἰ δὲ 3.95 οὐκέτι τοῦτο γίνεται, ἄρα σωφρονήσει ἡ κακία τοῦ μηκέτι ἐπιτρίβεσθαι πρὸς τὴν ἀγαθότητα, καὶ ὁ πονηρὸς θεός, πρὸς τὸν ἀγαθὸν μηκέτι πόλεμον ἐγείρων. εἰ δὲ καὶ σωφρονισθήσεταί ποτε, οὐκ ἔσται κακός, ὁπότε ἀπὸ τῆς ἀρχαίας αὐτοῦ φύσεως τῆς κακίας μετήλλακται μετατραπείς. εἰ δὲ καὶ τρεπτὴ τυγχάνει ἡ φύσις τοῦ κακοῦ πάντως ὅτι ἀπὸ κακοῦ εἰς ἀγαθὸν μεταβάλλεται, καὶ οὐκέτι ἔσται κακὸν ἡ ἔχουσα τροπὴν ἀγαθότητος φύσις. δύναται γὰρ καὶ σήμερον τραπῆναι καὶ ἔτι περιόντος τοῦ κόσμου εἰς ἀγαθὸν μεταβληθῆναι τὸ πονηρόν. καὶ τίνι τῷ λόγῳ ὁ μέλλων τρέπεσθαι ἤδη οὐ τρέπεται; καὶ εἰ μὲν διὰ τῆς τοῦ θεοῦ μηχανήσεως ὁ πονηρὸς τρέπεται, τοῦ μηκέτι δύνασθαι τὸ πονηρὸν ἐργάζεσθαι, οὐκέτι παραίτιος ὁ πονηρὸς ἑαυτοῦ τυγχάνει, ἀλλ' ὁ ἀγαθὸς ὁ δυνάμενος ἀναστεῖλαι αὐτοῦ τὴν κακίαν καὶ μὴ

378

βουληθεὶς πρὸ χρόνου τὰ τοῦ χρόνου ποιῆσαι. εἰ δὲ ἄτρεπτον παντάπασι τὸ κακόν, οὐδέποτε διαλείψειε πολεμοῦν καὶ πολεμούμενον, καὶ οὐδ' ὅλως ποτὲ ἔσται κατάστασις τῶν δύο φύσεων, ἀτρέπτου μένοντος τοῦ κακοῦ καὶ ἐπιτριβομένου τοῦ κακοῦ ἐνδείκνυσθαι τῷ ἀγαθῷ κακίαν καὶ πόλεμον ἐγείρειν κατὰ τῆς ἀγαθότητος. καὶ εἰ ὅλως ἐπιθυμίᾳ τοῦ ἀγαθοῦ τὸ κακὸν ἀεὶ ἐπεντριβήσεται, ἄρα οὐκέτι κακὸν ἔσται, ἐπειδὴ τοῦ ἀγαθοῦ γλιχόμενος βούλεται ἑαυτῷ τὸ ἀγαθὸν ἐπισπᾶσθαι, ἵνα διὰ τῆς φύσεως τοῦ ἀγαθοῦ καὶ τῆς αὐτοῦ πανοπλίας ἐπισπάσας ἑαυτῷ δύναμιν, ἐν ταύτῃ δοκῇ ἑαυτὸν τιμᾶν μὲν καὶ λαμπρύνειν, παραθαρσύνειν τε καὶ ἐνδυναμοῦν. παντὶ γὰρ τῷ βουλομένῳ τὸ ἀγαθὸν πάντως ὅτι ἐξ ἀγαθοῦ † ὑπονοίας ἔγκειται διάνοια, καὶ οὐκέτι παντάπασι πονηρὸν ἔσται τὸ πονηρόν, ὁπότε τοῦ ἀγαθοῦ γλιχόμενον εὑρίσκεται. πᾶν γὰρ τὸ πονηρὸν ἀπέχθειαν ἔχει πρὸς τὸ ἀγαθόν, ὡς καὶ τὸ ἀγαθὸν οὐ βούλεται τὸ πονηρόν. εἰ δὲ ἀναμὶξ ὑπάρχει τῶν ἀμφοτέρων ἡ δύναμις, καὶ ὁ ἀγαθὸς μὲν οἶδε συλᾶν τὸ ἴδιον πολεμεῖν τε καὶ ἐκδέρειν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ποτὲ δὲ ἀναιρεῖν 3.96 καὶ ἀφανίζειν τὴν ὑπὸ τοῦ πονηροῦ γεγενημένην ὕλην, ποτὲ δὲ ἐξ αὐτῆς πλάσσειν, ποτὲ δὲ ἀφανίζειν, * πονηρία καὶ ἀσύστατος εὑρεθήσεται ἡ διήγησις τῆς ὑπὸ τοῦ ἀλιτηρίου τούτου ἡμῖν ἐπεισενεχθείσης ἀδολεσχίας. 59. Φέρε δὴ εἰπεῖν καὶ περὶ τῆς τοῦ κακοῦ φύσεως πάλιν ἀναλαβόντες τὸν λόγον, λέγε ἡμῖν, ὦ οὗτος, ἀπὸ χρόνου Αὐρηλιανοῦ τοῦ βασιλέως καὶ δεῦρο ἐλθὼν καὶ τὰ πρὸ πάντων αἰώνων διηγούμενος, οὔτε που τοῦτο προφητῶν θεσπισάντων οὔτε αὐτοῦ τοῦ σωτῆρος τοῦτο δεδιδαχότος οὔτε ἀποστόλων τινός, εἰ μή τι ἂν φλυαρήσῃς ἐπίπλαστά τινα ἐξ ὀνόματος ἁγίων βιβλία ἑαυτῷ τιθέμενος καὶ προβαλλόμενος, πόθεν οὖν ἥκεις, ὦ οὗτος, τὴν κακοῦ ἀρχαΐζουσαν ἀρχὴν φέρων; ἐρωτώμενος δὲ ὑφ' ἡμῶν εἰ ταύτην τρεπτήν τινα φάσκει ἢ ἄτρεπτον, * ἤδη δὲ ἐνηχήθη ἡμῖν ὡς ἄτρεπτον αὐτὴν εἰσηγεῖται καὶ ποτὲ μὲν τρεπτήν, ποτὲ δὲ ἄτρεπτον, εἰς μὲν τὸ πονηρὸν ἄτρεπτον, εἰς δὲ τὸ ἀγαθὸν τρεπομένην, ἵνα ἐκ τῶν δύο ὅρων αἰσχύνην τῷ βίῳ ὀφλήσῃ. εἰ γὰρ ἐν πολλοῖς καὶ ἀπλέτοις αἰῶσιν ἄτρεπτος ἦν ἡ κακία, αὐτὸ τοῦτο μόνον ἔχουσα τὸ ὄνομα καὶ οὐδὲν ἕτερον πλὴν τοῦ κακοῦ, τίς ἔστρεψε μετὰ πολλοὺς αἰῶνας τὴν ἄτρεπτον φύσιν κακίας τραπῆναι ἐπὶ τὰ μὴ προσήκοντα; εἰ γὰρ οὔπω ἦν ἁρπάξασα δύναμιν καὶ καταπολεμήσασα μηδὲ λαβοῦσα πανοπλίαν εἰς αὐτῆς δύναμιν καὶ εἰς ἐδωδήν, ἔμενε δὲ ἐν πολλοῖς αἰῶσιν ἄτροφος μηδὲ τροφῆς ἐπιδεομένη, τίς ἔστρεψε τὴν ποτὲ μὴ ἐπιδεομένην τροφῆς εἰς τροφὴν ἥκειν καὶ ἐπιζητεῖν ὅπερ ποτὲ οὐκ ἐπεζήτει καὶ ἐπιδέεσθαι οὗπερ ποτὲ οὐκ ἐπεδέετο; ἀλλ' εἰ ἄρα ἐτράπη τὴν φύσιν, καὶ πῶς ἡ παρὰ σοὶ ἀτρεψία περὶ τοῦ κακοῦ συσταθήσεται; εἰ δὲ καὶ πάλιν εἰς ἰδίαν κατάστασιν ἔλθοι, μηκέτι εὐπορῶν ὃ φάγοι, πῶς ὁ ἅπαξ ἐν συνηθείᾳ γεγονὼς κακὸς ἢ πονηρὸς τοῦ βιβρώσκειν καὶ ἐδωδῇ χρῆσθαι δύναται ὑπομένειν εἰς τὸν ἐπιόντα χρόνον ἄνευ ἐδωδῆς διατελῶν; εἰ γὰρ ἐν συνηθείᾳ βρωμάτων μὴ γεγονὼς οὐκ ἠδυνήθη ὑποστῆναι, ἀλλὰ ἐτράπη εἰς ἐδωδὴν ἔρχεσθαι καὶ συλήσας τὴν ψυχὴν βρῶμα ἑαυτῷ περιεποιήσατο μᾶλλον ἐν συνηθείᾳ βρώματος γεγονὼς ἄσχετος ἔσται τὴν φύσιν, καὶ οὐδὲν ἂν τοῦτον παραπείσειε, λίχνον γεγονότα καὶ ἐν πείρᾳ ἐδωδῆς, ἄνευ τούτων διατελεῖν, ὡς ὁ σὸς λόγος ἀσύστατος ὑπάρχων τοῦτο βούλεται. 3.97 60. Ἀλλὰ παρελεύσομαι τοῦτον τὸν τόπον, ἐφ' ἕτερα δὲ πάλιν τῆς αὐτοῦ ληρῳδίας ἐπεκτείνομαι τὴν διήγησιν. πάλιν γὰρ φάσκει ὅτι οἱ ἄρχοντες ἐν τοῖς ἰδίοις μέρεσι τότε ἔσονται καὶ ὁ πατὴρ τὰ ἴδια ἀπολήψεται μέρη. τίς ἄρα ὁ ἐπιεικὴς οὗτος, ἵνα τὸν ὅρον διχόθεν ἑκάστου μέρους γεωμετρήσῃ; πῶς δὲ πεισθήσεται ὁ ἀπ' ἀρχῆς τῇ ἀληθείᾳ καὶ τῷ ἀγαθῷ μὴ πειθόμενος; εἰ δὲ μετ' ἀνάγκης παραπείσειεν ὁ ἀγαθὸς τὸν παράνομον ἰδίοις στοιχεῖν καὶ μὴ ἐπεμβαίνειν τῇ τοῦ ἀγαθοῦ μερίδι, διὰ τί μὴ ἀπ' ἀρχῆς τοῦτο ἠδυνήθη ποιῆσαι, πρὶν ἢ

379

ὅλως ἀπ' αὐτῆς συληθῆναι τὰ μέρη; πῶς δὲ ἔσονται οἱ δύο ἐπὶ τὸ αὐτό, ἀνὰ μέρος ἕκαστος κεκτημένος; εἰ γὰρ ὅλως μέρη ἔχει καὶ τὰ ἕτερα μέρη οὐκ αὐτοῦ, οὐκέτι παντοκράτωρ ὁ παντοκράτωρ κληθήσεται, οὐκέτι θεὸς τῶν ἁπάντων, οὐκέτι ὑποχείριος ὁ κακὸς τοῦ ἀγαθοῦ γενήσεται, ἀλλὰ ἕκαστος αὐτῶν ἔχει τὴν ἰδίαν δεσποτείαν. τίνος δὲ ἄρα ὁ πονηρὸς δεσπότης ἔσται, μηκέτι ὄντος τοῦ κόσμου μήτε τῶν ὑπ' αὐτοῦ ζῴων τε καὶ ἀνθρώπων κυριευομένων; εἰ δὲ ὅλως κακός ἐστι καὶ ὕλη καὶ φθορά, πῶς μᾶλλον οὐκ ἐφθάρη; εἰ γὰρ ἔκτοτε οὖσα ἡ κακία φθορὰ ὑπῆρχε καὶ φθείρει μὲν τὰ ἄλλα, αὐτὴ δὲ ἑαυτὴν οὐ φθείρει, οὐκέτι φθειρομένη ὑπάρχει ἡ ἄλλα μὲν φθείρουσα, αὐτὴ μένουσα ἀέναος καὶ μὴ ἀφανιζομένη. αὐτῆς δὲ μενούσης ἐν στερεᾷ ὑποστάσει, φθειρούσης δὲ τὰ ἄλλα καὶ οὐχ ἑαυτήν, οὐδὲν ἔχει ἐᾶσαι, ἀλλὰ πάντως ἡ φθορὰ τῶν ἑτέρων τὰ ἕτερα φθείρει· ἐπιμένουσα δὲ ἡ αὐτῆς ὑπόστασις * καὶ οὐκέτι ἐάσει τι τῶν ὄντων, ἀλλὰ αὐτὴ μόνη μενεῖ, τὰ δὲ φθειρόμενα δι' αὐτῆς ἀφανίζεται. εἰ δὲ καὶ ἑαυτῇ ἐστι κακὴ καὶ ἑαυτῇ φθορά, οὐκέτι ἡ ὑπόστασις αὐτῆς σταθήσεται· οὐ μόνον ἐν τῷ μέλλοντι εἴποιμι, ἀλλὰ καὶ ἔκτοτε ἀφανισθεῖσα ἐξότου ἂν ὑπῆρχεν, ἤδη δὲ ἐν ἑαυτῇ ἑαυτὴν φθείρασά τε καὶ ἀφανίσασα. Ἀλλὰ ταῦτα πάντα ἐστὶ τὰ διηγήματα τῆς τοῦ ἄφρονος ματαιολογίας, ἃ κατανοήσαντες, οἱ συνετοὶ υἱοὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας πίστεώς τε τοῦ κυρίου. διακρίνατε τὸν ἀγύρτην καὶ καταγελάσατε τῆς αὐτοῦ ληρῳδίας. ἐπανελεύσεται δὲ εἰς τὰς κακῶς ἑαυτῷ ἐπινενοημένας 3.98 προφάσεις καὶ ἀπὸ τῶν θείων γραφῶν ὁμοιώσεις. * καὶ οὐχ οὕτως ἐχούσας, ἀλλὰ οὕτως ὑπ' αὐτοῦ κακῶς νοουμένας. φέρε οὖν ἐκθώμεθα αὐτὰ δὴ κατὰ λέξιν, ἃ ὑποκλέπτων ἐκ τῶν θείων γραφῶν, ὡς ἔφην. κατὰ τὸν νοῦν αὐτοῦ διηγεῖται, εἰ καὶ μάλιστα πολλάκις τὰ αὐτὰ διαλαμβάνοντες ἀκρότατα ἤδη διηλέγξαμεν. 61. Πρῶτον μὲν οὖν ὅτι εὑρὼν ἐν ταῖς θείαις γραφαῖς περὶ παρακλήτου ὀνόματος καὶ ἀγνοήσας τὴν τοῦ ἁγίου πνεύματος δύναμιν, ἑαυτὸν ὑπεισήνεγκε, νομίσας εἶναι τοῦτο. καὶ φάσκει μὲν αὐτῷ τὰ ὑπὸ τοῦ ἁγίου Παύλου εἰρημένα παρακεχωρηκέναι, ὡς τοῦ ἁγίου ἀποστόλου φήσαντος «ἀπὸ μέρους γινώσκομεν καὶ ἀπὸ μέρους προφητεύομεν· ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἀπὸ μέρους καταργηθήσεται». τοῦτο δὲ περὶ παρακλήτου οὐδ' ὅλως ἐκτίθεται ὁ ἅγιος ἀπόστολος, ὁ καταξιωθεὶς αὐτοῦ τοῦ ἁγίου πνεύματος μετὰ τῶν ὁμοίων αὐτοῦ ἀποστόλων, ἀλλὰ περὶ τῶν δύο κόσμων διηγεῖτο, περὶ τοῦ ἐνεστῶτος καὶ μέλλοντος, ὡς ἔφη τοῖς βουλομένοις περὶ καιρῶν προκαταλαμβάνειν ὅτι «μηδὲν ὑμᾶς πτυρέτω ἐν λόγῳ ἢ ἐν ἐπιστολῇ, ὡς ὅτι ἡ ἡμέρα ἐνέστηκε τοῦ κυρίου. ἐὰν γὰρ μὴ ἀποκαλυφθῇ ὁ υἱὸς τῆς ἀνομίας, ὁ ἄνθρωπος τῆς ἀδικίας» καὶ τὰ ἑξῆς. * καὶ πάλιν συνελθόντων τῶν μαθητῶν πρὸς τὸν σωτῆρα ἠρώτων αὐτὸν περὶ τῆς συντελείας καὶ ἔλεγεν αὐτοῖς «οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους καὶ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς». καὶ πάλιν ἔλεγεν «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθε, ἀπεκδεχόμενοι τὴν ἐπαγγελίαν τοῦ πνεύματος ἣν ἠκούσατε,» τουτέστι τὸ πνεῦμα 3.99 τὸ παράκλητον, ὡς ἔφη «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἐλεύσεται, καὶ ἀναγγελεῖ ὑμῖν τὰ πάντα». τὸ δὲ «ἀναγγελεῖ ὑμῖν τὰ πάντα,» δι' ἣν ἔμελλον καταξιοῦσθαι δωρεάν, * ἐνοικήσειν ἐν αὐτοῖς τὸ ἅγιον πνεῦμα, ὅπως τὰ πάντα αὐτοῖς σαφῶς διηγήσηται, ὅσα ἠδύναντο ἐν τῷ αἰῶνι τούτῳ χωρῆσαι. καὶ ὧδε μὲν ἐν τῷ αἰῶνι τούτῳ χωρήσαντες τὸ πνεῦμα τὸ παράκλητον ἐπροφήτευσαν, ὡς λέγει ὅτι Ἄγαβος ἐπροφήτευσε περὶ λιμοῦ ἐσομένου, καὶ ὅτι «προφῆται ἀπὸ Ἱεροσολύμων κατέβησαν,» καὶ ὅτι «ἦσαν τέσσαρες θυγατέρες τῷ Φιλίππῳ προφητεύουσαι». ὅταν δὲ προφητεύωσιν, ἀπὸ μέρους προφητεύουσι καὶ ἀπὸ μέρους γινώσκουσι, τὸ δὲ τέλειον ἐν τοῖς μέλλουσιν αἰῶσιν ἐλπίζοντες προσδοκῶσιν, «ὅταν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβληθῇ καὶ τὸ θνητὸν εἰς

380

ἀθανασίαν» † ὅταν «τότε πρόσωπον πρὸς πρόσωπον». ἄρτι γὰρ «δι' αἰνίγματος» δείκνυται τὰ πράγματα, ἐκεῖ δὲ «ἑτοιμάζεται ἃ ὀφθαλμὸς ὧδε οὐκ εἶδεν»· ἐκεῖ ἀποκαλύπτεται ἡ τελειότης, ἃ «οὖς ἐνταῦθα οὐκ ἤκουσεν»· ἐκεῖ τὸ μέγα χάρισμα τοῖς ἁγίοις, ὃ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» ἐνταῦθα. καὶ ὁρᾷς ὅτι οὐχὶ τῷ Μάνῃ ἐταμιεύετο τὸ εἰδέναι τὰ περιττά. πῶς γὰρ ᾔδει Μάνης, ὁ τοῦ σκοποῦ τοῦ ἰδίου ἐκπεσών; ἐπεβάλετο γὰρ ἵνα τὸν Μάρκελλον χειρώσηται· ἤρχετο πρὸς τὸν Ἀρχέλαον, ἵνα αὐτὸν ἡττήσῃ, καὶ οὐ δεδύνηται. πῶς οὖν ἀγνοῶν τὸ πρόσφατον δύναται εἰδέναι περὶ τῶν μειζόνων; πῶς δὲ οὐκ ἔλαθε τὰς χεῖρας τοῦ βασιλέως τῶν Περσῶν, ὡς ὅτε ἁλοὺς ἔδωκε δίκην, ἀλλ' ἵνα καταφανῇ τοῖς σύνεσιν κεκτημένοις κατὰ πάντα ψευδόμενος. 62. Πάλιν δὲ βούλεται φέρειν μαρτυρίαν, ἵνα παραστήσῃ τὴν παρ' αὐτῷ λεγομένην δυάδα καὶ διέλῃ ἀνὰ μέσον τῶν δύο ἀρχῶν, κενῶς ἐν τῷ εἰπεῖν τὸν σωτῆρα «οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς κακοὺς ποιῆσαι, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιῆσαι· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται». καὶ ὅρα μοι τὴν ἐλαφρὰν διάνοιαν καὶ μηδὲν ἐν βάθει τὰ τῆς θείας γραφῆς κατανοοῦσαν. εἰ μὲν γὰρ δένδρα εἰσίν, ἄρα καὶ γεωργὸν ἔχουσι, καὶ φυτὰ τυγχάνοντα καὶ πάντως ὑπό 3.100 τινός εἰσι πεφυτευμένα. πᾶν δὲ τὸ πεφυτευμένον οὐκ ἔστιν ἄναρχον, ἀλλὰ ἀρχὴν ἔχει. ἀρχὴν δὲ ἔχον καὶ τέλος ὑφέξει. τοίνυν τὸ σαπρὸν δένδρον οὐκ ἦν ἀεί, ἀλλὰ πεφύτευται, καὶ τὸ ἀγαθὸν δένδρον τοῦτο οὐ περὶ πάσης τῆς ἄνωθεν ἀγαθότητος διηγεῖται–ἐκεῖ γὰρ ἄψευστος ἀγαθότης, μεταβολὴν μὴ ἔχουσα καὶ ἐν τιμῇ ἀνεκλαλήτῳ *–* τοῦ ὄντος ἁγίου θεοῦ τὸ διανόημα. εἰς δὲ τὴν περὶ φυτῶν ἐνέργειαν ἴδωμεν εἰ οὕτως ἔχει καὶ λάβωμεν λέγειν. εἰ μὲν γὰρ περὶ τοῦ διαβόλου ἐστὶν ὁ λόγος, ἤδη πολλάκις ἐδείξαμεν ὅτι οὐ πονηρὸς γεγένηται· οὐδὲν γὰρ φαῦλον ὁ θεὸς ἐποίησε καὶ τοῦτο τοῖς συνετοῖς ἐστι κατάδηλον. εἰ γὰρ κατὰ τῶν αὐτῶν φερόμεθα, οὐδὲν λυπήσει ἀποδεῖξαι καὶ ἐν τῷ παρόντι τὸν περὶ τῆς ἀληθείας λόγον. ἐν τῇ ἀρχῇ τοίνυν φαῦλος οὐκ ἦν, ἀπέβη δὲ φαῦλος. ἰδοὺ οὐ συσταθήσεται ἐν τῷ μέρει τούτῳ ὁ περὶ τοῦ φυτοῦ λόγος. ὁρῶμεν γὰρ καὶ Σαῦλον διώκτην γενόμενον, ὕστερον δὲ διωκόμενον ὑπὲρ τοῦ ὀνόματος οὗ ποτε ἐδίωκεν. ὁρῶμεν τὸν Ἰούδαν ἐκλελεγμένον σὺν τοῖς δώδεκα ἀποστόλοις καὶ ὕστερον ἀποβάντα φαῦλον καὶ ἐν μερίδι πονηρᾷ τεταγμένον. ὁρῶμεν Ῥαὰβ τὴν πόρνην ἀλλοτρίαν οὖσαν τοῦ γένους Ἰσραήλ, ὕστερον δὲ μετανοήσασαν καὶ λαβοῦσαν θεοῦ τὸν ἔλεον. ὁρῶμεν τὸν λῃστὴν ἐπὶ κακουργίᾳ ἁλόντα καὶ κρεμασθέντα ἐπὶ τοῦ ξύλου καὶ ἐξομολογησάμενον καὶ ἅμα τῷ κυρίῳ ἐν τῷ παραδείσῳ εἰσεληλυθότα. ὁρῶμεν Νικόλαον καλὸν ὄντα καὶ ἐκλελεγμένον, ὕστερον δὲ ἀποβάντα πονηρὸν καὶ ἐν τοῖς αἱρεσιάρχαις ταχθέντα. καὶ τί μοι τὰ πλήθη λέγειν; τί οὖν ἐστι τὸ φυτὸν τοῦτο τὸ πονηρὸν ἀφ' οὗ ἀγαθὸν οὐ γίνεται; ἀλλὰ † πάλιν πράξεις εἰσὶν ἀνθρώπων. οὐ δύναται γὰρ ἐκ πορνείας ἀγαθότης εἶναι· οὐ δύναται ἐκ φθόνου πονηρίας δικαιοσύνη, οὐ δύναται ἐκ μοιχείας ἔπαινος γενέσθαι. αὐτὸ γὰρ τὸ τῆς ἁμαρτίας δένδρον οὐ δύναται δι' ἀγαθότητος γενέσθαι, τουτέστιν οὐ ποιεῖ δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς, οὐδὲ ἀγαθοῦ δένδρου καρποὺς πονηροὺς γενέσθαι οἷόν τέ ἐστιν· τὸ ἀγαθὸν δένδρον τὸ μὴ ποιοῦν καρποὺς 3.101 πονηροὺς * ξενοδοχία * γινομένη κἄν τε ὅσα κακὰ ἀποβῇ ἀπὸ τῆς ξενοδοχίας, οὐχ ἕνεκεν τούτου φαυλότητος ἔχει τὴν δύναμιν ἐλεημοσύνη, ἁγνεία διὰ θεόν, ἐγκράτεια διὰ τὸν δεσπότην, δικαιοσύνη διὰ τὸν νόμον. Ταῦτα τὰ δύο δένδρα περὶ δικαιοσύνης καὶ περὶ ἁμαρτίας τοῦτον ἔχει τὸν τρόπον· ὡς δὲ οὗτος ὁ βάρβαρος Μάνης διανοεῖται, περὶ θεοῦ βούλεται λέγειν καὶ περὶ τοῦ διαβόλου. καὶ ὅτι περὶ θεοῦ οὐδεὶς δύναται τολμῆσαι καὶ εἰπεῖν ὅτι κακὸν ποιήσει ποτέ μὴ γένοιτο, καὶ οὔτε περὶ τοῦ διαβόλου, ὅτι ἀγαθὸν ἐργάζεται, τοῦτο δῆλον. ἀλλὰ διὰ θεοῦ πάντα γίνεται τὰ ἀγαθά.

381

καὶ φαῦλον ἐξ αὐτοῦ οὐδὲν κέκτισται οὐδὲ γίνεται. εἰ δὲ ἐκ διαβόλου ἐνεργεῖται πονηρά τινα, ἰδοὺ εὑρήκαμεν καὶ * δι' αὐτοῦ στέφανον πλεκόμενον ἁγίοις καὶ βραβεῖον διδόμενον τοῖς νενικηκόσι. καὶ διέπεσεν ὁ αὐτοῦ λόγος. τὸ γὰρ σαπρὸν δένδρον καὶ ἀγαθὸν δένδρον περὶ ἀγαθῶν ἔργων τυγχάνει καὶ περὶ φαύλων καὶ οὐκ ἔστι περὶ παλαιᾶς διαθήκης καὶ καινῆς, καθὼς βούλεται ὁ τοῦ Μάνης, λόγος. 63. Ἔτι δὲ ὁ αὐτὸς βουλόμενος παριστᾶν τὰς περὶ τῶν δύο ἀρχῶν προφάσεις θηρώμενος μεθοδεύεται τὰς αὐτῷ δοκούσας λέξεις οὐχ οὕτως ἐχούσας, ὅτι, φησί, τοῖς Ἰουδαίοις ἔλεγεν «ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ· ἐκεῖνος ἀνθρωποκτόνος ἦν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». βούλεται δὲ βλασφημεῖν καὶ λέγειν τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς πατέρα εἶναι τοῦ διαβόλου, μηδαμῶς δυνάμενον ὅλως ἐπὶ τοῦτο τὸ ῥητὸν φέρεσθαι. εἰ γὰρ ὅλως τοῦ διαβόλου υἱοί εἰσι, διέπεσεν ὁ κατ' αὐτὸν λόγος καὶ 3.102 ἑαυτῷ ἀντιμάχεται ὁ Μάνης ἀγνοῶν. ἀφωρίσθησαν γὰρ λοιπὸν αἱ αὐτῶν ψυχαὶ ἐκ διαβόλου γεγενημέναι, καὶ οὐκέτι εἰσὶν ἀπὸ τῆς ἄνωθεν δυνάμεως κατὰ τὸν αὐτοῦ μῦθον ἢ οὔκ εἰσι μέρος τοῦ φωτὸς ἢ πανοπλίας τοῦ αὐτοῦ ἢ τοῦ στύλου τοῦ φωτὸς ἢ μητρὸς τῆς ζωῆς. εἰ δὲ ὅλως αὐτοὶ τοῦ διαβόλου εἰσίν, ἄρα καὶ ὁ Ἀβραὰμ ὁ τούτων πατήρ, οὗ σπέρμα τυγχάνουσιν αὐτοὶ οἱ Ἰουδαῖοι, καὶ αὐτὸς τοῦ διαβόλου ἐστὶ κατὰ τὸν τοῦ Μάνη λόγον. πῶς οὖν ὁ σωτὴρ ἐλεγκτικῶς λέγει αὐτοῖς «ὑμεῖς οὐκ ἐστὲ τέκνα τοῦ Ἀβραάμ, ἀλλὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου. εἰ γὰρ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα αὐτοῦ ἐποιεῖτε. ὑμεῖς γὰρ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν λελάληκα ὑμῖν. τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε». καὶ ὁρᾷς ὅτι καταχρηστικός ἐστιν ὁ λόγος, αὐτῶν γὰρ ὄντων υἱῶν τοῦ Ἀβραὰμ καὶ τοῦ κυρίου ἀπαλλοτριούντων ἑαυτοὺς διὰ τῶν ἔργων, οὐχὶ διὰ τοῦ πλάσματος, ἢ διὰ τῆς ποιήσεως ἤδη δὲ καὶ ἄνω διηγησάμεθα περὶ τούτου· πῶς οὖν τὸ μέρος τοῦ αὐτοῦ σπέρματος ἔσται ποτὲ μὲν ἀλλότριον καὶ τοῦ διαβόλου, ποτὲ δὲ μέρος θεοῦ; ἀλλὰ τοῦτο ἐγκληματικῶς διηγεῖται. ᾧ γάρ τις ἑαυτὸν ὑποτάσσει, τούτου δοῦλος τυγχάνει κατὰ τὴν ἐνέργειάν τε καὶ διδασκαλίαν, ὡς καὶ ὁ Παῦλός φησι «εἰ γὰρ καὶ πολλοὺς διδασκάλους ἔχετε, ἀλλ' οὐ πολλοὺς πατέρας. ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα». καὶ ὁρᾷς ὅτι τὴν διδασκαλίαν λέγει; καὶ εἰ μὲν ὁ Μάνης ἐδέχετο τὸν Ἀβραάμ, ἐλέγομεν ἂν τὸν μὲν Ἀβραὰμ τοῦ θεοῦ τοῦ φωτός, τοὺς δὲ ὑπ' αὐτοῦ γεγεννημένους ἄλλου. ἡ δὲ ὑπόθεσις τοῦτον ἔχει τὸν τρόπον. ἐμιμοῦντο τὸν φονέα, ἐμιμοῦντο τὴν παράδοσιν τοῦ Ἰούδα, κατεδέξαντο τὴν διαβολὴν τοῦ προδότου, υἱοὶ γεγόνασι τῆς αὐτοῦ ἐπαρνησιθεΐας, αὐτὸς ψεύστης ἐγένετο, «τὸ γλωσσόκομον κατέχων καὶ κλέπτων», καὶ λέγων αὐτῷ «χαῖρε Ῥαββί», καὶ ἐλεγχόμενος καὶ ἀκούων, «ἑταῖρε, ἐφ' ᾧ πάρει;» οὗτος ὁ Ἰούδας ἐμιμήσατο τὸν Κάϊν, ἐπειδὴ ἀνθρωποκτόνος ἐγένετο, ψευδόμενον ἐναντίον τοῦ κυρίου καὶ λέγοντα «μὴ φύλαξ εἰμὶ 3.103 τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστι». καὶ αὐτὸς κατὰ μίμησιν υἱὸς τοῦ διαβόλου γεγένηται καὶ κατὰ θεωρίαν τῆς ἐν τῷ ὄφει λαλησάσης ψευδηγόρου φωνῆς τῆς λεγούσης «ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν». τοῦτ' ἔστι τὸ ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ σωτῆρος εἰρημένον «ὑμεῖς υἱοί ἐστε τοῦ διαβόλου»· λέγει γάρ «οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην; εἷς ἐξ ὑμῶν ἐστι διάβολος», ἐπειδὴ «ἀπ' ἀρχῆς ψεύστης ἐστὶ καὶ ἀνθρωποκτόνος, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». καὶ λέλυται ἡ περὶ τούτου ζήτησις. οὐ γὰρ τοῦ διαβόλου ἦσαν τέκνα οἱ Ἰουδαῖοι, μὴ γένοιτο. λέγει γὰρ ἡ Σαμαρεῖτις πρὸς τὸν σωτῆρα ὅτι «ὧδε ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν οἱ πατέρες ἡμῶν, καὶ ὑμεῖς δὲ λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν». εἶτα μετὰ πολλὰ ὁ σωτὴρ πρὸς αὐτὴν ἔφη ὅτι «ἃ οἴδαμεν λαλοῦμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί». καὶ πάλιν ὁ ἀπόστολος «δῆλον ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος». καὶ πολλὰ ἔστι περὶ τούτου

382

λέγειν καὶ ἐλέγχειν τὴν πλάνην τούτου. 64. Πάλιν δὲ ἐπιλαμβάνεται τῆς λέξεως ταύτης ὅτι «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν,» ὅτι, φησίν, ἐδίωκε τὸ σκότος τὸ φῶς, ὡς τῶν πονηρῶν ἀρχόντων διωκόντων καὶ πολεμούντων τὴν θεότητα. εἰ δὲ πολεμούμενον τὸ φῶς διώκεται ὑπὸ τοῦ σκότους, ἄρα δυνατώτερόν ἐστι τοῦ φωτὸς τὸ σκότος, ἐπειδὴ ἀποδιδράσκει ἀπὸ προσώπου τοῦ σκότους καὶ οὐχ ὑφίσταται στῆναι ἰνδαλλόμενον διὰ τὸ δυνατώτερον σκότος. ἀλλ' οὐχ οὕτως ἔχει. οὐδὲ γὰρ τὸ φῶς φεύγει ἀπ' ἔμπροσθεν τοῦ σκότους, ἀλλὰ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν». εἰ δὲ σκοτία οὐ κατέλαβε τὸ φῶς, πολὺ τοῦτο διαλλάττει παρὰ τὸν νοῦν τοῦ Μάνη, τοῦ λέγοντος ὅτι οὐ μόνον κατείληφεν, ἀλλὰ καὶ πανοπλίαν παρ' αὐτοῦ ἀφήρπασε. πῶς τοίνυν τὸ παρ' αὐτῷ καταγγελλόμενον ἡρπακέναι πανοπλίαν οὐδ' ὅλως κατέλαβε τὸ φῶς; πῶς δὲ τὸ φῶς διωκόμενον αὐτοπροαιρέσει φαίνει ἐν τῷ σκότει; ἀλλ' ἐπειδὴ ἐσκοτισμέναι ἦσαν αἱ διάνοιαι τῶν ἀνθρώπων διὰ τὴν θόλωσιν τῆς ἁμαρτίας, ἀπέστειλεν ὁ θεὸς πρῶτον 3.104 τὸν νόμον, φωτίζων ὡς ἐν λύχνῳ παραφαίνοντι, ὥς φησιν Πέτρος ἐν τῇ ἐπιστολῇ «προσέχοντες τῷ προφητικῷ λόγῳ ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως φωσφόρος ἀνατείλῃ καὶ ἡμέρα καταυγάσῃ ἐν ταῖς καρδίαις ὑμῶν». ἐκεῖθεν γὰρ τὸ φῶς ἐν τῷ σκότει φαίνει, ὁ νόμος δοθεὶς «ἐν χειρὶ μεσίτου» διὰ τοῦ πιστοῦ θεράποντος τοῦ θεοῦ Μωυσέως. διὰ τοῦτο ἐπειδὴ ἀπὸ τῶν ἀνέκαθεν πρῶτον ἦν τὸ φῶς φαῖνον ὥσπερ σπινθὴρ ἐν τῷ νόμῳ τῷ κατὰ φύσιν, ὃ θεασάμενος Ἐνὼχ εὐηρέστησε τῷ κυρίῳ, δι' οὗ καθοδηγούμενος ὁ Ἄβελ εὐηρέστησε τῷ κυρίῳ, δι' οὗ εὗρε Νῶε χάριν ἐνώπιον τοῦ θεοῦ κατανοήσας τὴν ὁδόν, δι' οὗ Ἀβραὰμ ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἶτα παρελθὸν τὸ φῶς ἀπὸ σπινθηροειδοῦς τρόπου προσέθετο φαιδρότητι «λύχνου φανέντος ἐν αὐχμηρῷ τόπῳ»· τουτέστι «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει», ἡ ἐντολὴ τοῦ θεοῦ καὶ ἡ κατὰ τὴν ἀγαθότητα διάνοια, φωτίζουσα ἐν καρδίᾳ πιστῶν, ἀνὰ μέσον τῆς τεθολωμένης διανοίας διὰ τῶν ἐν τοῖς ἀνθρώποις γεγονότων φαύλων καὶ κακῶν πραγμάτων, εἰδωλολατρείας τε καὶ ἐπαρνησιθεΐας, φόνων τε καὶ μοιχείας καὶ τῶν ἄλλων. ὅτε δὲ ἦλθεν ὁ μέγας φωστήρ, «τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· ὁ εἰς τὰ ἴδια ἐλθών, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». καὶ ὁρᾷς τοῦτο τὸ φῶς ἐν ποίᾳ σκοτίᾳ φαίνει καὶ ποία σκοτία αὐτὸ οὐ κατέλαβεν; ὅτι τὸ ἀγαθόν, ἀεὶ παρὰ θεοῦ πεμπόμενον τῇ διανοίᾳ τῶν ἀνθρώπων καὶ φωτίζον ἐν τῷ κόσμῳ, ὑπὸ τῆς ἁμαρτίας οὐχ ἥττηται. 65. Τὸ ὅμοιον δὲ πάλιν ἐπιλαμβάνεται ὁ αὐτὸς Μάνης ἀπὸ τοῦ τὸν σωτῆρα εἰρηκέναι «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς ἔσπειρε εἰς τὸν ἀγρὸν αὐτοῦ καλὸν σπέρμα. καὶ καθευδόντων τῶν ἀνθρώπων ἐχθρὸς ἄνθρωπος ἦλθε καὶ ἔσπειρε ζιζάνια. εἶτα λέγουσιν αὐτῷ οἱ δοῦλοι αὐτοῦ· οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ; ὁ δὲ ἔφη, ναί. πόθεν οὖν τὰ ζιζάνια; ὁ δὲ ἀποκρινάμενος εἶπεν, ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι πρὸς αὐτὸν εἶπον· θέλεις οὖν ἀπελθόντες ἐκριζώσωμεν τὰ ζιζάνια; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· οὔ, μή 3.105 πως ἐκριζοῦντες τὰ ζιζάνια ἐκριζώσητε καὶ τὸν σῖτον. ἀλλ' ἄφετε ἕως καιροῦ τοῦ θερισμοῦ, καὶ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε τὰ ζιζάνια καὶ δήσατε δεσμάς, τὸν δὲ σῖτον ἀπόθεσθε ἐν τῇ ἀποθήκῃ, καὶ ἑτοιμάσατε τὰ ζιζάνια εἰς τὸ κατακαῆναι πυρὶ ἀσβέστῳ». τῶν δὲ μαθητῶν αὐτοῦ ἐπὶ τῆς οἰκίας λεγόντων· «εἰπὲ ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων», ὁ δὲ ἐπιλύει καὶ οὐ κρύπτει, ἵνα μὴ συγχωρήσῃ τῷ ἀπατεῶνι κατὰ τῆς ἀληθείας λαβὴν ἔχειν. ἀποκρίνεται οὖν σαφῶς ὁ κύριος καὶ λέγει «ὁ τὸ καλὸν σπέρμα σπείρας ἐστὶν ὁ θεός. ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος, τὰ ζιζάνιά εἰσιν οἱ

383

πονηροὶ ἄνθρωποι, ὁ ἐχθρὸς ἄνθρωπός ἐστιν ὁ διάβολος, οἱ θερισταί εἰσιν οἱ ἄγγελοι, ὁ θερισμός ἐστιν ἡ συντέλεια τοῦ αἰῶνος, ὁ σῖτός ἐστιν οἱ καλοὶ ἄνθρωποι. * ὅτε ἀποστέλλει ὁ κύριος τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάγουσι τοὺς ἁμαρτωλοὺς ἀπὸ τῆς αὐτοῦ βασιλείας καὶ παραδιδόασιν αὐτοὺς εἰς τὸ καῆναι». καὶ θεωρεῖτε, υἱοὶ τῆς ἀληθείας, ὅτι αὐτὰ ἃ βούλεται λέγειν καθ' ἑαυτοῦ προβάλλεται οὗτος ὁ ἀνακαινισθεὶς ἡμῖν ἀντὶ τῶν περὶ Ἰαννῆν καὶ Ἰαμβρῆν. αὐτὸς μὲν γὰρ ἀρνεῖται τὸν κόσμον τοῦ θεοῦ εἶναι· ὧδε δὲ ὁ σωτὴρ τὸν κόσμον ἔφη εἶναι τὸν ἀγρόν, τὸν δὲ οἰκοδεσπότην καὶ κύριον τοῦ ἀγροῦ τὸν θεόν, τουτέστι τὸν αὐτοῦ πατέρα, καὶ αὐτὸν ἐσπαρκέναι τὸ καλὸν αὐτοῦ σπέρμα. καὶ οὐδὲ διεῖλε ψυχὰς ἀπὸ σωμάτων ἢ σώματα ἀπὸ ψυχῶν, ἀλλὰ τὸν μὲν ἐχθρὸν ἄνθρωπον ἔφη ἐσπαρκέναι τὰ ζιζάνια, ἅ εἰσιν οἱ πονηροὶ ἄνθρωποι, ἀνθρώπους δὲ οὐ λέγει σώματα κατ' ἰδίαν οὐδὲ ψυχὰς κατ' ἰδίαν, ἀλλὰ ὁμοῦ εἶπε πονηροὺς ἀνθρώπους. πάλιν δὲ ὡσαύτως τὸ ἀγαθὸν σπέρμα ὃ ὁ οἰκοδεσπότης ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ, τοὺς ἀγαθούς φησιν ἀνθρώπους. καὶ οὐκ εἶπε τὰς τούτων ψυχάς, ἀλλ' ἀγαθοὺς ἀνθρώπους σὺν σώματι καὶ ψυχῇ. ἆρα γοῦν διὰ τῆς διδασκαλίας ὁ θεὸς σπείρει τὸ ἀγαθὸν ἐν τοῖς ἀνθρώποις καὶ διὰ τῆς κακομηχανίας ὁ διάβολος ὑποσπείρει τὰ πονηρὰ ἔργα ἐν τοῖς ἀνθρώποις. ἔνθεν δὲ καὶ ἔνθεν οὐ ῥίζαν εὑρήσομεν κακίας, ἀλλ' ἔργα δι' ἡμῶν ἐπιτελούμενα· καὶ οὐδὲ ὅλως ὁ θεὸς αἴτιός ἐστι τῶν ἐσπαρμένων ζιζανίων. εὐθὺς γὰρ φράζει λέγων «ἐν τῷ καθεύδειν τοὺς ἀνθρώπους», καὶ οὐκ εἶπεν "ἐν τῷ καθεύδειν τὸν οἰκοδεσπότην"3. ὅταν γὰρ ἡμεῖς ἀποκοιμηθῶμεν ἀπὸ ἀγαθῶν ἔργων, ὅταν ἀμελήσωμεν τῆς δικαιοσύνης, ὅταν τὸν νοῦν μὴ ἐγρήγορον ποιήσωμεν 3.106 πρὸς τὴν τοῦ θεοῦ ἐντολήν, τότε σπείρονται ἐν ἡμῖν τὰ ἁμαρτήματα. ὁρᾷς ὅτι οἱ θερισταὶ ἑτοιμάζουσι τὰς δεσμὰς εἰς τὸ πῦρ τὸ αἰώνιον; λέγε μοι, ὦ Μάνη, ψυχὰς ἐκεῖ δεσμεύουσιν ἢ σώματα ἄνευ ψυχῶν καίουσιν ἢ καὶ τὰς ψυχάς; οὐκέτι γὰρ σταθήσεται ὁ περὶ καθαρισμοῦ σου τῶν ψυχῶν λόγος, ὁπότε εἰς τιμωρίαν καὶ κρίσιν παραδοθήσονται. ἀλλὰ ἀρκέσει περὶ τούτων ἕως τῶν ἐνταῦθα. τοῖς γὰρ συνετοῖς φαίνεται τὰ ῥητὰ τῆς ἀληθείας. 66. Ἐπιλαμβάνεται πάλιν ἑτέρου ῥητοῦ, εἰς μέσον φέρων καὶ μὴ νοῶν τὰ ἐν αὐτῷ ἐγκείμενα, ἑτέρως δὲ παρερμηνεύων τῆς σωτηριώδους διδασκαλίας τὴν δύναμιν τὸ δὴ εἰρηκέναι τὸν σωτῆρα ὅτι «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐδὲν τῶν αὐτοῦ εὑρίσκει», καὶ πάλιν· «ὁ ἄρχων τοῦ κόσμου βληθήσεται κάτω» καὶ πάλιν παρὰ τῷ ἀποστόλῳ ὅτι «ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, πρὸς τὸ μὴ καταυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης». ἴδωμεν τοίνυν τὸν ἄρχοντα τοῦ κόσμου τούτου, περὶ οὗ ὁ κύριος λέγει, εἰ βληθήσεται κάτω· ἐπιφέρει γάρ «ἐὰν δὲ ἐγὼ ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν»· τίνα οὖν λέγει ἄρχοντα τοῦ κόσμου τούτου; καὶ εἰ μὲν τὸν διάβολον λέγει, πῶς ὁ Ἰωάννης ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ σωτῆρος λέγει ὅτι «εἰς τὰ ἴδια ἦλθεν»; ὁρῶμεν γὰρ τὰς δύο λέξεις ταύτας ἀντιθέτους πρὸς ἀλλήλας· ὁ ἀπόστολος γάρ φησιν «ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται» καὶ «ἐν τῷ κόσμῳ ἦν» ὁ σωτήρ. πῶς ἄρα οἱ ἀμφότεροι χωρηθήσονται; εἰ ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, ποῦ τόπος τῷ σωτῆρι ἐν τῷ κόσμῳ ἐστὶν τοῦ εἶναι αὐτὸν «ἐν τῷ κόσμῳ»; καὶ εἰ «ἴδια» τυγχάνει τοῦ υἱοῦ τοῦ θεοῦ τὰ τοῦ κόσμου, ποῖος ἄρχων κυριεύει τῶν τοῦ θεοῦ ἰδίων; εἰ δὲ οὐκ ἔστιν ἴδια τοῦ υἱοῦ τοῦ θεοῦ τὰ ἐν τῷ κόσμῳ, ποῖος ἄρχων τοῦ κόσμου συνεχώρει ἴδια εἶναι τοῦ σωτῆρος τὰ ἐν τῷ κόσμῳ; καὶ εἰ τοῦ υἱοῦ τοῦ θεοῦ τυγχάνει ὁ κόσμος, πῶς συνεχώρει 3.107 ἄρχοντι τὸν ἴδιον κόσμον κατέχειν; εἰσὶ δὲ πάντες οἱ λόγοι τῆς θείας γραφῆς ἐν σοφίᾳ εἰρημένοι, καθὼς αὐτὸς ὁ κύριος λέγει «ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης μὴ ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδού, ἄνθρωπος

384

φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν· καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς». πῶς δὲ ἡ σοφία ἐδικαιώθη ἀπὸ τῶν τέκνων αὐτῆς; ἀλλὰ τῶν συνιέντων τὰ τῆς σοφίας ῥήματα, ὡς λέγει καὶ ἐν τῷ προφήτῃ «τίς συνετὸς καὶ συνήσει ταῦτα; ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, καὶ ᾧ λόγος σοφίας, καὶ γνώσεται ταῦτα, ἀσεβεῖς δὲ ἀσθενήσουσιν ἐν αὐταῖς». 67. Ἠσθένησε γὰρ καὶ ἠσέβησεν ὡς ἀληθῶς ὁ Μάνης μετὰ τῶν ἀσεβῶν ἐν τοῖς θείοις καὶ ἐπουρανίοις λόγοις. ὁ σωτὴρ γὰρ ἔλεγε πρὸ μικροῦ «ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ», καὶ ὧδε πάλιν «ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται κάτω». καὶ εἰ περὶ τοῦ σατανᾶ ἦν ὁ λόγος τοῦ ἤδη πεπτωκότος, τίς ἦν χρεία πάλιν βάλλεσθαι κάτω; ἀλλὰ πάντως ἐρεῖς εἰς τὴν ἄβυσσον. ποῦ οὖν ἔμελλεν ὑψοῦσθαι ὁ κύριος; εἰ μὲν γὰρ ἀπὸ τῆς ἀβύσσου ἔμελλεν ὑψοῦσθαι, * τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ παρεκτεινόμενον τὰ ἰσόρροπα τῆς φράσεως ἀπεργάζεται. πότε δὲ ἐν τῇ γῇ ὑψώθη; ἔλεγε γὰρ περὶ τοῦ ὑψώματος τοῦ σταυροῦ καὶ περὶ τοῦ εἰς οὐρανὸν ἀνιέναι, ἵνα πάντας ἀνελκύσῃ πρὸς ἑαυτόν. καὶ τίνι λόγῳ ἄνω τυγχάνων οὐκ ἀνείλκυσεν, ἀλλ' ἐπὶ τῆς γῆς ἐλήλυθεν; ἔδει γὰρ αὐτὸν ἐλθεῖν καὶ τὸ εἶδος τῶν ἀνθρώπων εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα πρῶτον αὐτὸ τὸ σκεῦος τὸ ἅγιον, ὃ ἀπὸ Μαρίας εἴληφεν ὑψώσῃ ἐν ἑαυτῷ ἀναπλάσας ἑαυτῷ τὸ ἅγιον σῶμα, θεὸς ἄνωθεν Λόγος ἐλθὼν ἐκ κόλπων πατρῴων, ἵνα ἐν τῷ ἰδίῳ σώματι ὑψῶσαι ἐν αὐτῷ ὑψωθεὶς τοὺς ὁμοίους ἑλκύσῃ πρὸς ἑαυτόν. τίς δέ ἐστιν ὁ ἄρχων τοῦ κόσμου τούτου; ἀλλὰ ὡς λέγει «πᾶς ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται», οὐκ οὐρανὸν λέγων, οὐ τὴν γῆν, οὐχ ἥλιον, οὐ σελήνην, οὐ φυτά, οὐ θάλασσαν, οὐκ ὄρη, οὐκ ἀέρα, οὐ νέφη, οὐκ ἄνεμον, οὐκ ἄστρα, οὐ πτηνά, οὐδέν τι τῶν ἐκτισμένων, μὴ γένοιτο, ἀλλ' ὁ κόσμος * τῶν 3.108 ἀνθρώπων, ἡ ὑπερηφανία τῆς ἐννοίας, τὸ θράσος τοῦ τύφου, ἡ ἀλαζονεία τῆς τῶν ἀνθρώπων ἐπάρσεως· οὗτος ἦν ὁ ἄρχων τοῦ κόσμου τούτου ὃς ἐξέπεσε κάτω, ἡ ὑπερηφανία. «ὑμεῖς» γάρ φησι «δόξαν παρὰ ἀλλήλων λαμβάνετε, ἐγὼ δὲ οὐ ζητῶ τὴν ἐμαυτοῦ δόξαν». πῶς γὰρ οὐκ ἔπεσεν ἡ ὑπερηφανία, πῶς οὐκ ἐθραύσθη ὁ ἄρχων τοῦ κόσμου, Ἡρῴδου μὲν φυλάττοντος καὶ κρίνοντος τὸν κριτὴν ζώντων καὶ νεκρῶν καὶ κύριον, Πιλάτου δὲ προκαθεζομένου, ὑπηρέτου ῥαπίζοντος τὴν σιαγόνα, Ἰούδα παραδιδόντος, Καϊάφα δικάζοντος, Ἰουδαίων κατεμπτυόντων, στρατιωτῶν κολαφιζόντων κεφαλὴν τοῦ δυναμένου νεύματι εἰλῆσαι οὐρανὸν καὶ γῆν; αὕτη ἡ ὑπερηφανία καὶ τὸ θράσος καὶ ἡ δόξα τῶν ἀνθρώπων τοῦ κόσμου, οὗτος ἦν ὁ ἄρχων τοῦ κόσμου, ὁ πεσὼν χαμαί. πάντες γὰρ οἱ τῶν ἀξιωμάτων ἐν τῷ κόσμῳ τούτῳ ἐν ὑπεροχῇ τυγχάνοντες τὴν ἀρχὴν ἔχουσι διὰ τῶν φρυαγμάτων, διὰ τοῦ θράσους καὶ κύδους καὶ ὑπερηφανίας, ὧν οὐδὲν ἐν τῷ σωτῆρι εὕρηται. «λίνον γὰρ τυφόμενον οὐ σβέσει καὶ κάλαμον τεθραυσμένον οὐ κατεάξει.» 68. Καὶ πολλά μοι ἔστι περὶ τούτου λέγειν. πάλιν δέ φησιν ὁ αὐτὸς Μάνης ὅτι «ὁ θεός» φησί «τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, τοῦ μὴ καταυγάσαι εἰς τὸν φωτισμὸν τοῦ εὐαγγελίου». εἰ ἔνι ὁ θεὸς τοῦ κόσμου τούτου, τί ἄρα ἐλθὼν ὁ σωτὴρ ἐποίει εἰς τὰ ἀλλότρια; καὶ εἰ μὲν τῶν ἀλλοτρίων ἐφίετο, οὐκ ἔστι τοῦτο ἀγαθοῦ οὔτε δικαίου· εἰ δὲ ἕνεκεν τοῦ σῶσαι ἦλθεν οὐκ ἴδια, ἀλλ' ἀλλότρια, τοῦτο καὶ κόλακος τυγχάνει τινὸς βουλομένου προσεπαίρειν τοὺς τοῦ πέλας. καὶ εἰ ὅλως τὰ τοῦ θεοῦ τοῦ αἰῶνος τούτου ἦλθε σῶσαι, ἄρα αὐτῷ τῷ θεῷ τοῦ κόσμου τὴν χάριν κατατίθεται, ἴδια αὐτοῦ σκεύη πειρώμενος σῴζειν. καὶ εἰ ὅλως συγκατατίθεται ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐπὶ τοῖς αὐτοῦ διὰ τοῦ σωτῆρος σῳζομένοις, ἄρα ἀγαθός ἐστιν, εἰ καὶ μὴ δύναται σῴζειν, χαίρων ἐπὶ τῇ τῶν ἰδίων σωτηρίᾳ. καὶ ἔσται λοιπὸν μία κοινωνία τῆς ἀγαθότητος, ὅτι ὁ μὲν δυνάμενος σῴζει, ὁ δὲ μὴ δυνάμενος τὰ ἴδια σῴζειν χαίρει ἐπὶ τοῖς σῳζομένοις, κέρδος τὰ ἴδια ἡγούμενος παρὰ τοῦ καλῶς σῴζοντος σῳζόμενα ἔχειν.

385

καὶ εἰ ὅλως οὐκ ἐναντιοῦται τῷ βουλομένῳ τὰ ἴδια σῴζειν, καὶ χάριν ὁμολογήσει. εἰ δὲ χάριν ὁμολογεῖ, πρῶτον ὁ σωτὴρ αὐτὸν σῴσει οὗ οἱ σῳζόμενοι, ἵνα δείξῃ ἐπ' αὐτῷ 3.109 σῳζομένῳ τὴν αὐτοῦ ἀγαθότητα καὶ ὅτι οὐ τοὺς μικροὺς μᾶλλον βούλεται σῴζειν καὶ ἐᾶν τὸν ἀναγκαῖον, ἐξ οὗπερ οἱ σῳζόμενοι γεγόνασιν. ἢ ἄλλως πάλιν· εἰ μὲν βούλεται αὐτὸν μὴ σῴζειν, τοὺς δὲ ὑπ' αὐτοῦ γεγενημένους σῴζει, ἄρα οὐ τέλειον ἀπεργάζεται, οὐδὲ δύναται τὸ ἀγαθὸν ἐργάσασθαι ἐν τελειότητι. εἰ δὲ διὰ τὸ εἶναι αὐτὸν φύσεως μὴ σῳζομένης αὐτὸν μὲν ἀδυνάτως ἔχει σῴζειν, τοὺς δὲ ὑπ' αὐτοῦ γεγενημένους σῴζει, πολλῷ μᾶλλον οἱ ἐξ αὐτοῦ γεγενημένοι σαθρότεροι αὐτοῦ ὑπάρχουσι καὶ ἀδυνάτως ἔχουσι πρὸς σωτηρίαν. καὶ ἄλλως δέ· εἰ μὲν ἴδιά τινα μὴ ἔχων σῴζειν εἰς τὰ ἀλλότρια ἦλθεν ἐπιδείξεως χάριν, τοῦ τὴν αὐτοῦ βοήθειαν δεῖξαι, πολλὴ ἡ ἀπορία ἡ μὴ δυναμένη ἴδια σῴζειν καὶ εἰς τὰ ἀλλότρια ἐπιδημοῦσα, ὅπως ἐνδείξηται τὸ ἔργον, ὃ ἐν τοῖς ἰδίοις ἀδυνάτως ἔσχεν ἐπιδείξασθαι. καὶ ἤδη διέπεσεν ὁ περὶ τοῦ σωτῆρος καὶ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ὑπὸ τοῦ Μάνη εἰρημένος λόγος, καὶ ἔσται τῷ ὄντι ὁ θεὸς τοῦ αἰῶνος τούτου οὐ θεὸς παρηλλαγμένος παρὰ τὸν ὄντα ἄλλος, οὐδὲ ἐνυπόστατος θεὸς ἄλλος, μὴ γένοιτο· θεὸς γὰρ ὁ πάντων δεσπότης, ὁ τὸν κόσμον ποιήσας, εἷς ἐστι θεός, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ οὐδέποτε διαλείπει. 69. Περὶ οὗ δὲ ὁ ἀπόστολος λέγει, ὃν ᾑρέτισαν τὸν θεὸν ἑαυτῶν εἶναι οἱ ἄπιστοι, οὐ μόνον λέγω ἕνα θεὸν εἶναι τοῦ αἰῶνος τούτου, μὴ γένοιτο, ἀλλὰ καὶ πολλούς, οἷς ἑαυτοὺς ὑπέταξαν οἱ ἄπιστοι καὶ ἐτυφλώθησαν τὴν διάνοιαν, ὡς καὶ ἐν ἄλλῳ τόπῳ λέγει «ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν» καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν» φησίν, εἶτα μετὰ πολλά, ἵνα δείξῃ τίνες εἰσὶν οἱ δύο κύριοι, φησίν «οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». ἄρα οὖν ὁ θεὸς θεὸς καὶ μαμωνᾶς θεὸς τοῦ κόσμου. διὰ γὰρ τοῦ μαμωνᾶ καὶ τῆς κοιλίας, τῶν δύο τούτων, ἡ πλείστη φύσις τῶν ἀνθρώπων τυφλώττει δελεαζομένη, οὐχ ὑπὸ θεοῦ λαβοῦσα τὴν πρόφασιν, ἀλλὰ διὰ τῆς ἰδίας κακομηχανίας, ὡς ἕκαστος ὀρεγόμενος ἐπὶ τῇ ἀπιστίᾳ ἑαυτὸν παραδίδωσιν ὑποχείριον πάντων. ὅθεν καὶ ὁ ἀπόστολος λέγει «ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία». καὶ διὰ τοῦτο ἐπαρᾶται κακῇ προλήψει θεοποιίας λέγων «τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει», ἐπαρώμενος γαστρὸς ἐπιθυμίαις. ὁ θεὸς τοίνυν τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα 3.110 τῶν ἀπίστων, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ εὑρίσκεται ὁ γραμματεὺς † πρῶτος καὶ δεύτερος λέγων «τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ ἔφη· τίμα τὸν πατέρα καὶ τὴν μητέρα κατὰ τὸ γεγραμμένον». οὐ γὰρ ἦν ἀλλότρια τὰ τοῦ νόμου· ὡς αὐτὸς ὁ κύριος διδάσκει ζωῆς κληρονομίαν εἶναι τὴν παραφυλακὴν τοῦ νόμου. εἶτά φησι «ταῦτα πάντα ἐποίησα ἐκ νεότητός μου». καὶ ἀκούσας «ἐχάρη», ἵνα δείξῃ τὰς ἐντολὰς τοῦ νόμου οὐκ ἀλλοτρίας τῆς αὐτοῦ θεότητος ὑπαρχούσας· διὰ γὰρ τοῦ εἰπεῖν ὅτι ἐχάρη συγκατάθεσιν ἐποιήσατο παλαιᾶς διαθήκης πρὸς νέαν διαθήκην. ἀλλά φησι «τί ἔτι ὑστερῶ»; καί φησι πρὸς αὐτὸν «εἰ θέλεις τέλειος γενέσθαι, πώλησον τὰ ὑπάρχοντά σοι καὶ δὸς πτωχοῖς, καὶ λάβε τὸν σταυρόν σου καὶ ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. ὁ δὲ ἀπῆλθε λυπούμενος. ἦν γὰρ πλούσιος σφόδρα». εἶτα ὁ κύριος ἔφη «εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». οὐ δύνανται γὰρ οἱ πλούσιοι εἰσελθεῖν, ὅτι ἐτυφλώθησαν ὑπὸ τοῦ θεοῦ τοῦ αἰῶνος, ἡγησάμενοι τὸν μαμωνᾶν ἑαυτῶν θεὸν καὶ ἑαυτοὺς ὑποχειρίους πεποιηκότες τῷ θεῷ τοῦ αἰῶνος τούτου τουτέστι τῇ φιλαργυρίᾳ. ὡς λέγει «προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις,» καὶ ἐν ἄλλῳ τόπῳ «ἥτις ἐστὶ φιλαργυρία». καὶ ἵνα δείξῃ ταύτης τὸ ἀποτέλεσμα καὶ τὸ ἔργον, λέγει «ὁδηγοί εἰσι

386

τυφλοὶ τυφλῶν. τυφλὸς δὲ τυφλὸν ὁδηγῶν, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται». ἐπειδὴ γὰρ ἐτύφλωσεν αὐτοὺς ἡ φιλαργυρία, ὁ θεὸς τοῦ αἰῶνος τούτου, καὶ οὐ «κατηύγασεν ὁ φωτισμὸς τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν,» διὰ τὸ τετυφλῶσθαι περὶ τὴν φιλαργυρίαν. αὕτη γὰρ καὶ τὸν Ἰούδαν ἐτύφλωσεν, αὕτη καὶ τοὺς περὶ Ἀνανίαν ἀπέκτεινεν, αὕτη πολλοὺς ἠφάνισεν. οὗτός ἐστιν ὁ θεὸς τοῦ αἰῶνος τούτου, ὃν αἱρησάμενοι θεὸν οἱ ἄνθρωποι ἐπελάβοντο τῆς πρὸς αὐτὸν τιμῆς καὶ κατεφρόνησαν τοῦ κυρίου, ὡς λέγει «τοῦ μὲν ἑνὸς ἀνθέξεται, τοῦ δὲ ἑτέρου καταφρονήσει· οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». καὶ ὁρᾷς ῥητῶς καὶ σαφῶς τὸ πρᾶγμα ἑρμηνευόμενον· οὐδεὶς γὰρ ἔνι ἕτερος θεός, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῇ γῇ, οὐκ ἐν πᾶσι χωρίοις, ἀλλὰ «εἷς πατὴρ ἐξ οὗ τὰ πάντα καὶ εἷς κύριος Ἰησοῦς 3.111 Χριστός, δι' οὗ τὰ πάντα», καὶ ἓν πνεῦμα τὸ ἅγιον, ἐν ᾧ τὰ πάντα, ἀεὶ οὖσα ἡ τριάς, μία ἡ θεότης καὶ μηδέποτε προσθήκην λαμβάνουσα, οὐδὲ ἀφαίρεσιν ἐνδεχομένη. 70. Ἴωμεν δὲ ἐφ' ἕτερα πάλιν καὶ τὰ δίκτυα τούτου τοῦ θηρὸς καὶ ἐχθροῦ καὶ ἐκδικητοῦ διασπασώμεθα, ἀγαπητοί, ἐπὶ τὴν φράσιν τῆς ἀληθείας τὰ ὑπ' αὐτοῦ ξενολεκτούμενα φέροντες τοῖς βουλομένοις τὰ τῆς ἀληθείας καταμαθεῖν καὶ ἀποτρέπεσθαι τὸν νοῦν ἀπὸ κακοδιδασκαλίας πάσης αἱρέσεως. ἐπιλαμβάνεται γὰρ τοῦ νόμου πάλιν καὶ τῶν προφητῶν, ἐχθρὸς ὢν τῆς ἀληθείας καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἐν νόμῳ καὶ ἐν προφήταις λελαληκότος καὶ φησι φύσει χαλάσας γλῶσσαν ὡς καὶ ἀεὶ κατὰ τοῦ θεοῦ τοῦ ποιήσαντος τὰ πάντα, λαλήσαντός τε ἐν νόμῳ καὶ ἐν προφήταις, «πατρὸς ὄντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», καί φησιν· «ἐξ αὐτοῦ ἐπιθυμία καὶ ἐξ αὐτοῦ φόνοι καὶ τὰ ἄλλα πάντα. παρεκελεύετο γὰρ καὶ ἱμάτια ἀφαρπάξαι τῶν Αἰγυπτίων, θυσίας δὲ αὐτῷ προσφέρεσθαι καὶ τὰ ἄλλα πάντα ὅσα παρέχει νόμος, φονεύειν δὲ τὸν φονεύοντα, ὡς μηκέτι ἀρκεῖσθαι τῷ πρώτῳ φόνῳ, ἀλλὰ καὶ δεύτερον ἐργάζεσθαι, δῆθεν ἐκδικοῦντος αὐτοῦ τὸν πρῶτον φόνον· ἐμβάλλει τε ἐπιθυμίας εἰς τὰς διανοίας τῶν ἀνθρώπων, καὶ διηγούμενος περὶ γυναικῶν καὶ τῶν ἄλλων πραγμάτων. ἐχεθύμως δέ, φησιν, ὀλίγα περὶ τοῦ Χριστοῦ προεφήτευσεν, ἵνα διὰ τῶν ὀλίγων πιστοποιήσῃ πιθανολογήσας.» καὶ ταῦτα ἦν τὰ ῥήματα τοῦ τολμηροῦ Μάνη, ἃ κατὰ τοῦ ἰδίου δεσπότου ἀθυρογλώττως φθέγγεται. κατανοήσας δέ τις ἴδοι μηδὲν ἕτερον ἐν τούτῳ φαινόμενον 3.112 ἀλλ' ἢ φρενιτιῶντος ἔργα. ὡς γὰρ ὁ τὴν φρενῖτιν ἔχων μάχαιραν καθ' ἑαυτοῦ ὁπλίζεται καὶ διὰ τὴν ἐπιληψίαν τὰς ἑαυτοῦ σάρκας τέμνων νομίζει ἐχθροὺς ἀμύνασθαι καὶ οὐκ οἶδεν, οὕτω καὶ οὗτος καθ' ἑαυτοῦ διοπλίζεται, μὴ νοῶν τὰς λέξεις ἃς καθ' ἑαυτοῦ ἐφέλκεται. εἰ γὰρ ἐξ αὐτοῦ ἡ ἐπιθυμία, καὶ ἐπιθυμίας ἐνεργεῖ, πῶς ἄνω καὶ κάτω κατὰ ἐπιθυμίας γράφει ὁ τὴν ἐπιθυμίαν ἐμβάλλων; ὁ λέγων «μὴ ἐπιθυμήσῃς τὰ τοῦ πλησίον, μηδὲ τὸν βοῦν αὐτοῦ μηδὲ τὸ ὑποζύγιον αὐτοῦ μηδὲ τὴν παιδίσκην αὐτοῦ μηδὲ τὸν ἀγρὸν αὐτοῦ μηδὲ τὴν γυναῖκα αὐτοῦ μηδὲ ὅσα ἐστὶ τῷ πλησίον σου»· εἰ ἀναιρεῖ τὴν ἐπιθυμίαν, οὐκ αὐτὸς τῆς ἐπιθυμίας ἐστὶ χορηγός. 71. Πῶς οὖν, φησίν, ἐνετείλατο σκυλεῦσαι τοὺς Αἰγυπτίους ἐν τῷ ἐξιέναι αὐτοὺς ἐκ γῆς Αἰγύπτου; ναί· δίκαιος γάρ ἐστι κριτής, ὡς καὶ ἤδη πολλάκις εἴρηκα περὶ τούτου. καὶ ἵνα δείξῃ ὅτι οὐκ αὐτὸς ἐνδέεται θυσιῶν, φησὶν ἐν τῷ προφήτῃ «μὴ θυσίας προσηνέγκατέ μοι, οἶκος Ἰσραήλ, τεσσαράκοντα ἔτη; λέγει κύριος». τίνι οὖν ἦσαν αἱ θυσίαι προσφερόμεναι; αὐτῷ μὲν κατὰ τὴν διάνοιαν τῶν προσφερόντων, αὐτὸς δὲ οὐχ ἕνεκεν τοῦ ἐνδέεσθαι προστέταχεν, ἀλλ' ἵνα συνεθίσῃ ἀπὸ πολυθεΐας ἕνα θεὸν ἐπιγινώσκειν· ἐπειδὴ γὰρ ἑώρων θυσίας ἐπιτελουμένας τοῖς θεοῖς τῶν Αἰγυπτίων, ἵνα μὴ διὰ πολυθεΐαν τραπέντα αὐτῶν τὰ νοήματα καταλείψωσι τὸν μόνον ἕνα θεόν. ὅτε δὲ συναγήοχεν αὐτῶν τὴν διάνοιαν ἀπὸ πολυθεΐας διὰ πολλοῦ χρόνου, ἀποσυνεθίσας αὐτοὺς τῆς τοιαύτης

387

ὑποθέσεως, ἄρχεται παρακόπτειν ἃ μὴ ἤθελε καὶ ἔλεγεν «ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρετε, καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν»; «μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» «ταῦτα γὰρ οὐκ ἐξεζήτησα ἐκ τῶν χειρῶν ὑμῶν», ἀλλὰ «ποιεῖν πρὸς τὸν πλησίον δικαιοσύνην καὶ ἀλήθειαν ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ». καὶ ὁρᾷς ὅτι προϊόντων τῶν χρόνων ἡ ὑπόστασις τῆς δυνάμεως τῶν θείων λόγων ἀποκαλύπτεται, ὡς αὐτὸς πάλιν λέγει τῷ Σαμουήλ «χρῖσον τὸν Σαοὺλ εἰς βασιλέα», ὕστερον δὲ αὐτοὺς ἐλέγχει λέγων «ἐχρίσατε βασιλέα οὐ δι' ἐμοῦ καὶ ἄρχοντας καὶ ἐγὼ οὐκ ἐνετειλάμην ὑμῖν». ἀλλ' ἐπειδὴ ἐζήτησαν τοῦτο αἱ διάνοιαι αὐτῶν, παραμυ.113 θούμενος ὁ θεὸς Σαμουὴλ τὸν προφήτην ἔλεγεν «οὐ σὲ ἀπεβάλοντο, ἀλλ' ἐμέ, λέγει κύριος. πλὴν χρῖσον αὐτοῖς τὸν Σαούλ, υἱὸν Κῖς»· ὥσπερ παιδίοις μικροῖς προσφερόμενον τὸ θεῖον, ἵνα βαστάσῃ τὴν ἀσθένειαν τῶν ἀσθενούντων καὶ ἀναθωπεύσῃ τὸ βρέφος ἀπὸ τῆς αὐτοῦ ἀσθενείας. εἶτα λέγει τὸ τελειότατον «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει», καὶ «θύσατε τῷ θεῷ θυσίαν αἰνέσεως»· καὶ ὅσα ἔστι περὶ τούτου λέγειν. 72. Εἶτά φησιν ὁ αὐτὸς Μάνης, ἠθέλησε * περὶ Χριστοῦ λόγον ἐκθέσθαι. * ὁ λαλήσας γὰρ ἐν τῷ νόμῳ μέγας ἀληθῶς, ὁ ἐκθέμενος καὶ περὶ τῶν μελλόντων γινώσκων. εἰ γὰρ οἶδε τὰ μέλλοντα, οὐκ ἄμοιρός ἐστι προγνώσεως, ἀλλὰ θεός ἐστι τὰ μέλλοντα εἰδώς· ἔγραψε δὲ αὐτά, ἵνα γένηται. εἰ δὲ ἐναντία αὐτῷ ὑπῆρχεν, ἔγραφε μὲν περὶ αὐτῶν, ἔλυσε δὲ αὐτά, ἵνα μὴ αὐτοῖς πεισθῶμεν. ὁπότε δὲ συνίστησι τὰ μέλλοντα εἰς Χριστὸν τελειοῦσθαι, αὐτὸ ἄρα ἐστὶ τὸ πνεῦμα τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίῳ. μία γάρ ἐστιν ἡ συμφωνία, ὡς διὰ Μωυσέως λέγει «προφήτην ὡς ἐμὲ ὑμῖν ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ κύριος», καὶ πάλιν ὁ κύριος λέγει «Μωυσῆς περὶ ἐμοῦ ἔγραψεν», ὁ δὲ Μωυσῆς φησι «πᾶσα ψυχὴ ἥτις οὐκ ἀκούσεται τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται», καὶ πάλιν ὁ κύριος «εἰ τοῖς Μωυσέως γράμμασιν οὐ πιστεύετε, πῶς ἂν τοὺς ἐμοὺς λόγους ἀκούσητε;» καὶ πανταχόθεν φαίνεται ἡ ἀλήθεια φωτεινή τις οὖσα καὶ «μὴ ἔχουσα ῥυτίδα». 73. Θανάτου δὲ πάλιν ὁρίζεται τὴν διαθήκην τοῦ νόμου, διὰ τὸ εἰρηκέναι τὸν ἀπόστολον «εἰ δὲ διαθήκη τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ.» καὶ οὐ μόνον τοῦτο εἶπεν ἡ θεία γραφή, ἀλλ' ὅτι «ὁ νόμος δικαίῳ οὐ κεῖται, ἀλλὰ πατραλοίαις καὶ μητραλοίαις καὶ ἐπιόρκοις, καὶ εἴ τι ἀντίκειται τῇ ὑγιαινούσῃ διδασκαλίᾳ». ἐπεὶ οὖν ὁ νόμος δικαίῳ οὐ κεῖται, παράνομος ἄρα ἐστὶν ὁ δίκαιος; μὴ 3.114 γένοιτο. ἀλλ' ἐπειδὴ προέλαβεν ὁ δίκαιος τὰ τοῦ νόμου τελέσαι, οὐκ ἔστι νόμος κατὰ δικαίου τοῦ πεποιηκότος τὸν νόμον· κεῖται δὲ κατὰ τῶν ἠνομηκότων, δικάζων τοὺς παρανομήσαντας. οὕτως οὖν ἡ διαθήκη θανάτου διαθήκη. ἔλεγε γὰρ τὸν φονέα φονεύεσθαι καὶ τὸν μοιχὸν ἀποκτένεσθαι καὶ τὸν παρανομήσαντα λιθοβολεῖσθαι. «ἐγένετο δὲ ἐν δόξῃ»· μεγάλη γὰρ ἐγένετο ἡ ταύτης δόξα. περιεκράτησε γὰρ τῆς δόξης τῶν ἀνθρώπων τῆς ἀπὸ τῆς πρὸς ἀλλήλους ἀδικίας, ἐν φωτὶ στύλου πυρὸς τυπουμένη, ἐν σάλπιγξι φοβεραῖς ἠχούσαις μέγα, καὶ ἐν σκηνῇ τοῦ μαρτυρίου * καὶ ἐν μεγάλῃ τότε γενομένη δόξῃ. ἔδει γὰρ προάγειν τὴν διαθήκην τοῦ θανάτου, ἵνα πρῶτον «θανόντες τῇ ἁμαρτίᾳ ζήσωμεν τῇ δικαιοσύνῃ, ὡς Χριστὸς» «τὰς ἀσθενείας ἡμῶν ἐβάστασε καὶ τὰς νόσους ἀνέλαβεν», «ἀνενέγκας πάντα ἐπὶ τῷ σώματι ἐν τῷ σταυρῷ», ἵνα πρῶτον τὰ τοῦ θανάτου, ἔπειτα τὸ τῆς ζωῆς ἐν αὐτῷ δι' ἡμᾶς πληρωθήσεται. καὶ διὰ τοῦτο πρῶτον ἀποθνῄσκει, ἵνα συστήσῃ τὴν τοῦ θανάτου διαθήκην. ἔπειτα ἐκ νεκρῶν ἐγήγερται, ἵνα «μεταμορφωθῶμεν ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος». ἐν γὰρ τῷ σταυρῷ «ἐθριάμβευσεν ἀρχὰς καὶ ἐξουσίας», ἐν τῷ θανάτῳ «κατέκρινε τὴν ἁμαρτίαν», ἐν τῷ ταφῆναι ἔθαψε τὴν ἀνομίαν, ἐν τῷ γεύσασθαι θανάτου κατέκλασε «τὸ κέντρον

388

τοῦ θανάτου», ἐν τῷ κατελθεῖν εἰς τὸν Ἅιδην ἐσκύλευσε τὸν Ἅιδην, ἔλυσε τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ, ἔλαβε τὸ τρόπαιον τοῦ σταυροῦ κατὰ τοῦ διαβόλου. καὶ ὅρα πῶς ἡ δόξα αὕτη ἀπὸ Μωυσέως ἄχρι τοῦ κυρίου. πόσῳ γε μᾶλλον ἡ διαθήκη τῆς ζωῆς ἔσται ἐν δόξῃ, λίθου ἀποκεκυλισμένου, πετρῶν ῥηγνυμένων, μνημάτων ἀνοιχθέντων, ἀγγέλων ἐξαστραπτόντων, γυναικῶν εὐαγγελιζομένων, εἰρήνης διδομένης, πνεύματος παρ' αὐτοῦ τοῖς ἀποστόλοις διδομένου, οὐρανῶν βασιλείας καταγγελλομένης, εὐαγγελίου φωτίσαντος τὴν οἰκουμένην; «ὁ καταβὰς αὐτὸς καὶ ὁ ἀναβὰς ἐπάνω πάντων τῶν οὐρανῶν» καὶ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός. οὐκ ἦν θανατοποιὸς ἡ διαθήκη, ἀλλὰ κατὰ τοῦ θανάτου ἡ διαθήκη. ἐν δόξῃ δὲ ἡ τοῦ θανάτου, ἵνα ἡ ὑπερβάλλουσα δόξα κατὰ τοῦ θανάτου γένηται. 74. Εἶτα πάλιν λέγει ὁ αὐτὸς Μάνης· «οὐ δύναται ἑνὸς διδασκάλου εἶναι παλαιὰ καὶ καινὴ διαθήκη. ἡ μὲν γὰρ παλαιοῦται ἡμέραν ἐξ ἡμέρας, 3.115 ἡ δὲ ἀνακαινίζεται ἡμέραν καθ' ἡμέραν· πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ γίνεται· ἀλλὰ ἐκείνη ἄλλου θεοῦ καὶ ἄλλου διδασκάλου, καὶ αὕτη ἑτέρου θεοῦ καὶ ἑτέρου διδασκάλου». καὶ εἰ μὲν εἶχε δεῖξαι δύο διαθήκας παλαιάς, ἠδύνατο παρ' αὐτῷ πιθανὸν εἶναι τὸ λεγόμενον, ὡς δύο ὄντων τῶν τότε διαθεμένων. ὡσαύτως δὲ εἰ δύο καινὰς διαθήκας εἶχε δεῖξαι, ἦν εἰς τὴν διάνοιαν λαβεῖν τὸ προειρημένον. εἰ δὲ ἡ μὲν παλαιὰ ἑνὸς καὶ ἡ καινὴ τοῦ ἄλλου, τοῦ τε καλοῦ θεοῦ εἰ ἐστιν ἡ καινὴ διαθήκη, πονηροῦ δὲ ἡ παλαιά, ἄρα εἰ μὴ εἶδεν ὁ ἀγαθὸς θεὸς τὸν πονηρὸν διαθέμενον, οὐκ ᾔδει ὅτι χρὴ διαθέσθαι διαθήκην, καὶ ἔσται μᾶλλον παρ' αὐτοῦ λαμβάνων τὴν πρόφασιν τῆς διδασκαλίας, καὶ ἄπειρος ὢν ἐν τοῖς πράγμασιν· εἰ γὰρ μὴ ἑώρακεν, οὐκ ἂν ἐμιμήσατο. καὶ ἔδει μᾶλλον τὴν παλαιὰν διαθήκην εἶναι τοῦ ἀγαθοῦ, ἵνα κἂν ὁ πονηρὸς μιμηλὸς ἀκούσῃ, ἤπερ ὁ ὢν ἀληθινὸς θεός. λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «ὃ ἐὰν βλέπῃ ὁ υἱὸς πρὸς τὸν πατέρα ποιοῦντα, οὕτω καὶ αὐτὸς ὁμοίως ποιεῖ». καὶ ἵνα μὴ εἴξῃ τῷ συμβουλεύοντι, εἰς τὸ μὴ καυχᾶσθαι τὸν διάβολον καὶ λέγειν διὰ τῆς συμβουλίας αὐτοῦ τι τὸν σωτῆρα πεποιηκέναι, ὥς φησι πρὸς αὐτόν· «εἰπὲ ἵνα οἱ λίθοι ἄρτοι γένωνται», ὁ δὲ οὐκ ἀνέχεται, ἵνα μὴ μαθὼν ὑποληφθείη παρὰ τοῦ διαβόλου λαμβάνων τὴν συμβουλίαν. καὶ ὁρᾷς ὅτι τὰς δύο διαθήκας ἑνὸς λέγει θεοῦ; φησὶ γὰρ ὁ ἀπόστολος «ἡ πρώτη διαθήκη ἐκ τοῦ ὄρους Σινᾶ ἐδόθη, εἰς δουλείαν γεννῶσα. τὸ γὰρ ὄρος Σινᾶ ἐστιν ἐν τῇ Ἀραβίᾳ· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν.» εἰ γὰρ δύο εἰσὶ γυναῖκες, ἀλλὰ εἷς ὁ ἀνήρ· οὕτως εἰ καὶ δύο εἰσὶ διαθῆκαι, ἀλλὰ εἷς ὁ θεός, ὁ τὰς δύο θέμενος. καὶ διὰ τοῦτο οὐ δύο κέκληκε καινάς, οὐδὲ δύο παλαιάς, ἀλλὰ μίαν παλαιὰν καὶ μίαν καινήν. καί φησι «διαθήκη δὲ ἐπὶ νεκροῖς βεβαία ἐστί, διὸ καὶ ἡ 3.116 πρώτη ἄνευ αἵματος οὐκ ἐγένετο». «ἔλαβε γὰρ Μωυσῆς τὸ αἷμα τῶν τράγων καὶ ἐρράντισεν αὐτὸ τὸ βιβλίον καὶ τὸν λαόν». διὰ τοῦτο καὶ ἡ δευτέρα ἐπὶ τῷ θανάτῳ τοῦ σωτῆρος ἐδόθη διαθήκη· ὁπότε μάλιστα αἱ ἀμφότεραι ἀλλήλαις συνᾴδουσιν, ἡ μὲν λέγουσα «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται», ἡ δὲ δευτέρα ὅτι «θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα». καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν, διὰ δὲ τὴν συντομίαν ὑπερβήσομαι. 75. Δένδρεσι δὲ ἐξηραμμένοις καὶ γεγηρακόσιν ἀπεικάζει πάλιν νόμον καὶ προφήτας, δῆθεν ἀπὸ τοῦ ῥητοῦ οὗ εἴρηκεν «ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου». καὶ οὐδὲν τούτου ἠλιθιώτερον. τίνι γὰρ οὐ σαφὲς ὑπάρχει ὅτι πληρωθέντος τοῦ ὑπὸ τῶν προφητῶν καταγγελλομένου νόμου ἐτελέσθησαν οἱ προφῆται; εἰ γὰρ ἔτι προφῆται ἤρχοντο καταγγέλλοντες Χριστὸν ἐρχόμενον ἀπὸ Μαρίας, οὔπω Χριστὸς ἐπεδήμησεν. ἔοικε γὰρ ἡ ὑπόθεσις αὕτη τοιούτῳ τινὶ πράγματι· ὡς βασιλεὺς μέλλων ἐπιδημεῖν εἰς χώραν προπέμπει ἐνώπιον αὐτοῦ

389

ἐφίππους προετοιμαστὰς προκαταγγέλτορας καὶ ὅσον ἡ παρουσία φθάνει τοῦ βασιλέως, τοσούτῳ πλείους οἱ τῆς παρουσίας κήρυκες, προλαμβάνοντες καὶ ἐν ταῖς πόλεσι τὰ τῆς παρουσίας διαγγέλλοντες· ἐπὰν δὲ φθάσῃ ὁ βασιλεὺς εἰσελθεῖν εἰς τὴν πόλιν, τίς ἔτι χρεία κηρύκων, τίς ἔτι χρεία ἐφίππων ἢ τῶν ἄλλων τῶν προκαταγγελλόντων τὴν τοῦ βασιλέως παρουσίαν, ὁπότε αὐτὸς ὁ βασιλεὺς ἔνδον ὑπάρχει; οὕτω καὶ «ὁ νόμος καὶ οἱ προφῆται ἄχρις Ἰωάννου»· Ἰωάννου δὲ κηρύξαντος φωνὴν ἐν τῇ ἐρήμῳ καὶ δείξαντος ὅτι «οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», οὐκέτι προφητῶν ἐστι χρεία, ὅπως ἔλθωσι καὶ κηρύξωσιν ἡμῖν τὴν τοῦ Χριστοῦ ἀπὸ παρθένου παρουσίαν. χρεία δὲ τῶν προκαταγγειλάντων αὐτοῦ τὴν παρουσίαν, πρὸς βεβαίωσιν τῆς αὐτοῦ παρουσίας, ὅτι προκατήγγελτο. 3.117 ὡς γὰρ εἴ τις παιδαγωγὸν ἔχοι, καθάπερ καὶ ὁ ἀπόστολος λέγει ὅτι «παιδαγωγὸς ἡμῶν γέγονεν ὁ νόμος εἰς τὴν τοῦ κυρίου παρουσίαν», ἐπὰν δὲ φθάσῃ ἐφ' ἡλικίας γενέσθαι καὶ καταλάβοι τὸν διδάσκαλον, οὐ πάντως ἀποβάλλεται τὸν παιδαγωγὸν ὡς ἐχθρὸν ὑπάρχοντα. οὕτω καὶ ἡμεῖς καθωδηγήθημεν ἐν νόμῳ καὶ ἐν προφήταις ἕως τῆς παρουσίας τοῦ διδασκάλου· εὑρόντες δὲ τὸν διδάσκαλον οὐκ ἀτιμάζομεν τὸν παιδαγωγόν, ἀλλὰ καὶ χάριν αὐτῷ ὁμολογοῦμεν, ὅτι τὴν ἡμῶν νηπιότητα καθοδηγήσας εἰς τὰ ἐντελέστερα ἡμᾶς μαθήματα προεπέμψατο. ἢ καθὼς ἐάν τις μέλλων πλεῖν ἐν θαλάσσῃ ἔχοι μεγάλην τὴν ναῦν, ἐν ἀκατίῳ δὲ μικρῷ ἐπέλθοι τὸ σάλος τὸ παρὰ τὴν ὄχθην τῆς θαλάσσης καὶ διενέγκῃ τὸ ἀκάτιον εἰς τὴν μεγάλην ναῦν τὸν ἄνθρωπον, οὐ πάντως ὁ ἄνθρωπος βυθίζει τὸ ἀκάτιον, ἐπειδὴ εὗρε τὴν μεγάλην ναῦν, ἀλλὰ μετὰ τοῦ χάριν ἔχειν τῷ ἀκατίῳ καταλαμβάνει τὸ μειζότερον τῆς αὐτοῦ σωτηρίας πλοῖον. ἢ καὶ ἑτέρως ἵνα εἴπωμεν, ὡς ἐάν τις ἐκβληθῇ ὑπὸ μητρὸς γεννησάσης, ληφθεὶς δὲ ὑπό τινος τοῦ τυχόντος καὶ ἀνατραφεὶς χρόνῳ, εἰσύστερον ἀνδρωθέντος αὐτοῦ ἐπιγνῷ τὸν ἴδιον αὐτοῦ πατέρα τὸν κατὰ φύσιν, ἔχοι δὲ ὁ τοιοῦτος σύνεσιν, μὴ ἐπειδὴ ἐπέγνω τὸν ἑαυτοῦ πατέρα καὶ ἐπιλαμβάνεται τῆς ἰδίας κληρονομίας, παρὰ τοῦτο ἀτιμάζει τὸν ἀναθρέψαντα; οὐ πολλῷ μᾶλλον χάριν ἕξει τῷ ἀναθρέψαντι, ὅτι οὐκ εἴασεν αὐτὸν εἰς θάνατον παραδοθῆναι; οὕτω καὶ ἡμεῖς χάριν ἔχομεν θεῷ τῷ δεδωκότι νόμον καὶ προφήτας, καὶ χάριν ἔχομεν αὐτῷ τῷ καταξιώσαντι ἡμᾶς τῆς τοῦ υἱοῦ αὐτοῦ καινῆς διαθήκης. 76. Φησὶ δὲ ὁ αὐτὸς Μάνης εἶναι ἡμᾶς μορφὰς ἀρχόντων, καὶ ὑπὸ τῶν ἀρχόντων γεγονότας, αὐτοῖς δὲ εἰς κατάβρωμα καταβεβλημένους. πολλὴ δὲ ἀγνωσία ἐν τοῖς τοιούτοις λόγοις. ὁρῶμεν γὰρ οὐχ οὕτως τὰ πράγματα συμβαίνοντα. πᾶν γὰρ ὁτιοῦν ἐπὶ τῆς γῆς, κἄν τε τῶν φαυλοτέρων καὶ ἀγριωτέρων θηρίων ὑπάρχοι, οὐ τῇ ἰδίᾳ μορφῇ ἐπέρχεται, ἀλλὰ ταῖς ἄλλαις, ὡς οἷον εἰπεῖν, λέοντες λέοντας οὐκ ἐσθίουσι, διὰ τὸ 3.118 ἴδιον ἐκτύπωμα καὶ ὁμόστοιχον, ἀλλὰ λιμοῦ μεγάλης πιεζούσης ἐν τοῖς ὄρεσι τοὺς θῆρας καὶ ἐπὶ πολλῷ χρόνῳ αὐτῶν μὴ εὑρισκόντων τροφὴν ἤτοι διὰ χιόνα ἢ δι' ἑτέραν ἔνδειαν, ἀναστρέφουσιν ἐν τοῖς φωλεοῖς καὶ χηραμοῖς αὐτῶν *, λέοντες ἅμα σκύμνοις ὑπάρχοντες καὶ ἅμα λεαίναις. καὶ οὐκ ἐπέρχεται θὴρ θηρίῳ, οὐ λύκος λύκῳ, εἰ μή τι ἂν εἰς μανίαν ἔλθοι τὸ ζῷον καὶ λυσσῆσαν ἀγνοεῖ ὃ πράττει. εἰ τοίνυν λύκος λύκον οὐκ ἐσθίει διὰ τὴν ὁμόστοιχον μορφήν, πῶς δύνανται οἱ ἄρχοντες ἡμᾶς ἐσθίειν, εἰ τῆς αὐτῆς ὑπάρχομεν μορφῆς, καὶ οὐ μᾶλλον θωπεύουσιν, ἵνα δόξωσι τὰς ἰδίας αὐτῶν μορφὰς περιποιεῖσθαι; καὶ πανταχόθεν ἐλέγχονται τοῦ ἀγύρτου οἱ λόγοι. 77. Εἶτα πάλιν ἀπὸ τοῦ εὐαγγελίου ἐπιλαμβάνεται, ὅτι «οὐ πάντες χωροῦσι τὴν αὐτοῦ διδασκαλίαν, ἀλλ' οἷς δέδοται». καὶ οὐκ ἦν ὁ λόγος περὶ διδασκαλίας ἐνταῦθα τῷ σωτῆρι, ἀλλὰ περὶ εὐνούχων. εἰ δὲ περὶ τῆς αὐτοῦ διδασκαλίας πληροῦται τὸ «οὐ πάντες χωροῦσιν» ἐνταῦθα τῷ σωτῆρι, ἄρα ἐὰν οὐ χωρήσωσι, κατὰ τὴν ἰδίαν γνώμην οὐ χωροῦσιν.

390

ἐπαινετοὶ οὖν ἤτοι ψεκτοὶ οὗτοι ἐπὶ τῷ αὐτεξουσίῳ κληθήσονται, καὶ οὐκέτι κατὰ φύσιν ἔσται τὸ χώρημα· ἐπεὶ τί ἂν ὠφελήσειε τὴν αὐτοῦ καταγγέλλων διδασκαλίαν; ἐξέπεσε δὲ πανταχόθεν αὐτοῦ ὁ λόγος· οὔτε γὰρ διὰ διδασκαλίαν ὁ σωτὴρ τὸν λόγον ἀπεφήνατο, ἀλλὰ δι' εὐνουχισμόν· κἄν τε διὰ διδασκαλίαν εἴποι, οὐκέτι σταθήσεται τοῦ Μάνη ὁ λόγος. φησὶ δὲ ὁ αὐτὸς Μάνης· ᾔδειν τοὺς ἡμετέρους· «καὶ γὰρ τὰ ἐμὰ πρόβατα γινώσκει με καὶ γινώσκω τὰ ἐμὰ πρόβατα». ἐν ἅπασι δὲ ψεύδεται· βουλόμενος γὰρ θωπείᾳ ἁρπάσαι ψυχὰς κατὰ τῶν τότε παρόντων ἐν τῇ συζητήσει τοῦτον ἐξεῖπε τὸν λόγον, ὑποσπείρων δέλεαρ ὡς εἰπεῖν, ἵνα διὰ τῆς κολακείας δόξωσιν αὐτῷ συνάπτεσθαι· ἵνα ὅταν συναφθῶσιν ἄρξηται κομπάζειν καὶ λέγειν εἰδέναι αὐτοὺς πρὶν ἢ τὴν ἄφιξιν πρὸς αὐτὸν ποιήσονται. γέγονε δὲ αὐτῷ ὡς ὁ τῶν Ἑλλήνων μῦθος κατὰ τὸν Ἀπόλλωνα τὸν μάντιν, μαντευόμενον τοῖς ἄλλοις, ἑαυτῷ δὲ μὴ δυνάμενον μαντεύεσθαι, ἀλλὰ ἐκπεπτωκότα αὐτὸν τοῦ μαντείου, 3.119 ἐρῶντα τῆς Δάφνης καὶ ἐκπεπτωκότα αὐτῆς διὰ σωφροσύνην· οὕτω καὶ οὗτος ὁ Μάνης ἐμαντεύετο μὲν εἰδέναι τοὺς ἰδίους, φύσει δὲ διὰ Μάρκελλον ἧκεν ὑποχείριον αὐτὸν ληψόμενος. διέπεσε δὲ τὸ αὐτοῦ μαντεῖον. οὔτε γὰρ αὐτῷ Μάρκελλος ἐπείσθη οὐδέ τις ἕτερος κατ' ἐκεῖνο καιροῦ τῶν τότε ἀνθρώπων. 78. Εἶτα ἔφη ὅτι τὰ παλαιὰ ἔτη οὐδεὶς ἐσώθη, ἀλλὰ ἀπὸ τοῦ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος ἄχρι τῶν αὐτοῦ χρόνων· Πρόβος δὲ ἦν ὁ κατ' ἐκεῖνο καιροῦ βασιλεὺς καὶ Αὐρηλιανὸς ὁ πρὸ αὐτοῦ, ὅτε οὗτος ὁ Μάνης ἐνεδήμει. καὶ ἐν τούτῳ πάλιν ἐλέγχεται πάντῃ, τοῦ εὐαγγελίου λέγοντος καὶ τῶν ἀποστολικῶν ῥημάτων περὶ τῶν ἤδη πρότερον σεσωσμένων. ὡσαύτως ὁ κύριος λέγει «ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δικαίου ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ αἵματος Ἄβελ τοῦ δικαίου μέχρις αἵματος Ζαχαρίου τοῦ ἐκκεχυμένου ἀνὰ μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου». πόθεν οὖν δίκαιος Ἄβελ, πόθεν Ζαχαρίας, εἰ μὴ ὅτι ἦν ἤδη ἡ σωτηρία καὶ ὅτι ἐσώθησαν ἤδη διὰ νόμου καὶ προφητῶν; * φησιν «ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως», ὅπως γνῷς ὅτι ἐν Μωυσῇ ἀνεκόπη ὁ θάνατος, οὐ παντάπασιν ἀφανισθείς. ἀπεξεδέχετο γὰρ τὸν «τελειωτὴν» πάντων «Ἰησοῦν», ἵνα ὅταν ἑαυτὸν παραδῴη ὑπὲρ τῆς ἀνθρωπότητος, ὁ ἀθάνατος θανών, ὁ ἀκράτητος κρατητὸς γενόμενος, ἡ ζωὴ ἐν σαρκὶ τὸ παθεῖν ὑπομένων, καὶ κλάσῃ διὰ τοῦ θανάτου τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸ κέντρον τῆς ἁμαρτίας καὶ τὸν θάνατον· ὅτε λοιπὸν ἐπληροῦτο τὸ «ποῦ σου θάνατος τὸ κέντρον; ποῦ σου Ἅιδῃ τὸ νῖκος»; ἐκεῖ μὲν γὰρ ἐν Μωυσῇ ἀνετράπη ἐπισχεθεὶς ὁ θάνατος, βασιλεύσας ἄχρι Μωυσέως. καὶ πρῶτον μὲν δίκαιοι ἦσαν οἱ περὶ Ἄβελ καὶ Ἐνώχ, «ὁ μετατεθεὶς τοῦ μὴ ἰδεῖν θάνατον, 3.120 καὶ οὐχ ηὑρίσκετο». ἀλλὰ οὔπω ἦν ὁ ἔγγραπτος νόμος, ἀλλὰ ὁ κατὰ φύσιν ἐκ διανοίας καὶ ἐκ παραδόσεως, κατὰ διαδοχὴν πατέρων πρὸς τοὺς υἱούς. ὅτε δὲ τηλαυγῶς ἐξετέθη ὁ νόμος, ἐγένετο ὡς εἰπεῖν μάχαιρα διχάζουσα τὴν δύναμιν τῆς ἁμαρτίας· ὅτε δὲ ὁ σωτὴρ παρεγένετο, συνετρίβη τὸ κέντρον τοῦ θανάτου. καὶ πάλιν καταποθήσεται ὁ θάνατος εἰς νῖκος τότε *. καὶ ὅρα πῶς ἔσῳζεν ὁ θεὸς διὰ πολλῶν τρόπων, τὸ δὲ τέλειον τῆς σωτηρίας ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν γεγένηται καὶ γενήσεται, ὡς καὶ τὸ εὐαγγέλιον φάσκει ὅτι «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». καὶ ποῖον, φησί, τὸ πλήρωμα; ἀλλ' «ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ ἐγένετο». ἐκεῖ μὲν ἐδόθη, ὧδε ἐγένετο. εἰ ἐκ πληρώματος αὐτοῦ ὁ νόμος, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ τοῦ Ἰησοῦ, παλαιὰ καὶ καινὴ διαθήκη * ἐν τῷ νόμῳ καὶ χάριτι καὶ ἀληθείᾳ. 79. Ἑτέρᾳ δὲ πάλιν λέξει κέχρηται ὁ αὐτὸς Μάνης φάσκων ὅτι «ὁ Χριστὸς ἐξηγόρασεν ἡμᾶς ἀπὸ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». λεγέτω τοίνυν ποίοις ἀργυρίοις ἡ ἀγορασία γεγένηται, ποῖον τὸ τίμημα ὃ δέδοται, ἵνα ἡμᾶς ἀγοράσῃ. οὐ γὰρ εἶπεν ὅτι

391

«ἠγόρασεν», ἀλλ' «ἐξηγόρασεν». ἀλλὰ τὴν μὲν ἀγορασίαν ἐπίσταται, τὸ δὲ τίμημα ἀγνοεῖ· ἡ δὲ ἀλήθεια τὰ ἀμφότερα ὁμολογεῖ. ἐξηγόρασε γὰρ ἡμᾶς καὶ ἠγόρασεν ἀληθῶς «ἀπὸ κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». καὶ πῶς ἠγόρασεν ἡμᾶς, εὐθὺς ἐπιφέρει ὁ διδάσκαλος τῆς ἐκκλησίας φάσκων ὅτι «τιμῆς ἠγοράσθητε», «τιμίῳ αἵματι ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ». εἰ τοίνυν τῷ αἵματι ἠγοράσθημεν, οὐχ 3.121 ὑπάρχεις τῶν ἠγορασμένων, ὦ Μάνη, ἐπειδὴ τὸ αἷμα ἀρνῆσαι. πόθεν δὲ ἡμᾶς ἠγόρασε; λέγε. ἀλλοτρίους ὄντας ὠνήσατο; ἄρα ἠπόρησεν ὁ πρότερον ἡμῶν δεσπότης καὶ ἐπιδεόμενος τοῦ ἡμῶν τιμήματος, λαβὼν ἀπέδοτο ἡμᾶς Χριστῷ; καὶ εἰ ἀπεδόθημεν Χριστῷ οὐκέτι ἐσμὲν τοῦ προτέρου. εἰ τοίνυν ὁ πρότερος οὐκέτι ἡμᾶς κέκτηται, ἄρα τῆς αὐτοῦ περιουσίας ἔξω ἐγένετο καὶ ἐν τοῖς ἰδίοις τόποις οὐκ ἔχει ἐξουσίαν. πῶς οὖν «ἐνεργεῖται ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», κατὰ τὸ γεγραμμένον; ἀλλ' οὔτε πῶς ἠγόρασεν οὔτε πῶς ἠγοράσθημεν οὔτε πῶς κατάρα ὑπὲρ ἡμῶν γέγονε, νοεῖ ὁ κατὰ πάντα μανείς, ἀνοίξας αὐτοῦ τὸ στόμα καὶ μὴ δυνάμενος «περὶ ὧν λέγει διαβεβαιοῦσθαι». ἰδοὺ γὰρ αὐτοὺς ὁρῶμεν λέγοντας ἐν τῇ παλιγγενεσίᾳ τῆς αὐτοῦ παρουσίας καὶ κράζοντας, «ἐν τῷ σῷ ὀνόματι ἐφάγομεν καὶ ἐν τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν». «καὶ ἐρεῖ πρὸς αὐτούς· ἀπέλθετε ἀπ' ἐμοῦ κεκατηραμένοι, οὔπω ἔγνων ὑμᾶς». πῶς οὖν αὐτὸν ὁμολογοῦσι, καὶ αὐτὸς αὐτοὺς καταρᾶται; τί δὲ ἦν ἡ κατάρα τοῦ νόμου; ἀλλὰ κατάρα τοῦ νόμου σταυρὸς διὰ τὰς ἁμαρτίας. ἐὰν γάρ τις καταληφθῇ ἐν παραπτώματι, ἔλεγεν ὁ νόμος «καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου· οὐ μὴ δύνῃ ὁ ἥλιος ἐπ' αὐτῷ ἐπὶ τῷ θνησιμαίῳ αὐτοῦ, ἀλλὰ καθελόντες καθελεῖτέ τε αὐτὸν καὶ θάψαντες θάψατε αὐτὸν πρὸ δύσεως τοῦ ἡλίου, ὅτι ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ τοῦ ξύλου». ἐπεὶ οὖν διὰ τὴν σταύρωσιν ἡ κατάρα προσετέτακτο, ἐλθὼν δὲ αὐτὸς «τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ ξύλου», «ὑπὲρ ἡμῶν ἑαυτὸν δεδωκώς», τὸ αἷμα αὐτοῦ ἡμᾶς ἠγόρασε, τὸ σῶμα αὐτοῦ ἡμῶν τὰς κατάρας ἔλυσε, τουτέστι λύσας τὰς ἁμαρτίας διὰ τῆς τοῦ σταυροῦ μετανοίας καὶ τῆς αὐτοῦ παρουσίας. οὔτε οὖν ὁ νόμος κατάρα μὴ γένοιτο, οὔτε τὸ εὐαγγέλιον ἔλαβε τὴν κατάραν οὔτε ὁ κύριος, ἀλλὰ διὰ τῆς προφάσεως τοῦ αὐτοῦ θανάτου λέλυται ὁ θάνατος ὁ κατὰ τῆς ἁμαρτίας. 80. Εἶτά φησιν ὅτι ὁ νόμος «διακονία ἦν τοῦ θανάτου». ἤδη δὲ περὶ τούτου πολλὰ εἴπομεν, ὅτι οὐκ αὐτὸς ἦν διάκονος θανάτου. οὔτε γὰρ ἔλεγε φονεύειν, ἀλλ' ἐκέλευσε λέγων «μὴ φονεύσῃς». ἐπειδὴ δὲ ἐφόνευσε τὸν φονεύοντα, ἵνα ἀναιρεθῇ διὰ τοῦ ἑνὸς τοῦ φονευθέντος ἡ τοῦ φόνου ἐνέργεια καὶ δι' ἕνα φοβηθέντες πολλοὶ κατάσχωσι τὴν ἀδικίαν τοῦ μηκέτι φονεύειν, ἡ διακονία ἦν θανάτου, οὐχ ἵνα θάνατον διακονήσῃ, ἀλλ' ἵνα θάνατον τῷ φονευτῇ ἐργάσηται, ἵνα μηκέτι φονευταὶ 3.122 πολλοὶ γίνωνται. ἐλθὼν δὲ ὁ σωτήρ, ἐπειδὴ λοιπὸν ἐσωφρόνισεν ὁ παιδαγωγὸς τὸ πλεῖστον τοῦ χρόνου, τὰ ἐντελέστερα μαθήματα δεικνὺς μετὰ τῆς συμφωνίας τοῦ νόμου, τοῦ μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, ἔφη ὅτι «τῷ ῥαπίζοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην», ἵνα ζωῆς γένηται ἡ διακονία, ἀναιρουμένου παντάπασι τοῦ φόνου. ὁ γὰρ τυπτόμενος τὴν σιαγόνα παροξυσμὸν οὐκ ἐργάζεται φόνου, ἀλλὰ λύει τὴν χεῖρα τοῦ φονευτοῦ, τῇ ταπεινοφροσύνῃ θωπεύων τὴν ἐν αὐτῷ κακίαν. καὶ οὕτως πάντα συμφωνεῖ παλαιὰ καὶ καινὴ διαθήκη. 81. Εἶτα πάλιν ἐπιλαμβάνεται, ἵνα παρεισενέγκῃ δύο προσώπων ἀγωγὴν πρὸς σύστασιν τῆς παρ' αὐτῷ λεγομένης δυάδος, τῶν τε δύο φύσεων ἀρχῶν τε ἀνάρχων καὶ ῥιζῶν περὶ ὧν ἤδη πρότερον εἰρήκαμεν, τὰ ὅμοια βουλόμενος λέγειν ἐπὶ διαιρέσει τῶν πραγμάτων, διαιρεῖν οὕτως τολμῶν οὐκ αἰδεῖται λέγων ὅτι ἡ παλαιὰ εἶπεν «ἐμὸν τὸ χρυσίον καὶ ἐμὸν τὸ ἀργύριον»· ἡ δὲ καινὴ διαθήκη λέγει «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». ἀλλ' οὐκ οἶδεν ὅτι καὶ ἡ παλαιὰ πάλιν λέγει

392

«πλούσιος καὶ πένης συνήντησαν ἀλλήλοις, ὁ δὲ κύριος τοὺς ἀμφοτέρους ἐποίησε». καὶ ἡ καινὴ διαθήκη ἐπὶ τὸ αὐτὸ συμφωνεῖ, μακαρίζουσα μὲν τοὺς πτωχοὺς φύσει πτωχούς, ἄλλοτε δὲ τοὺς πτωχοὺς τῷ πνεύματι, ἵνα τὰ ἀμφότερα ἐξισχύσῃ· ἵνα καὶ καυχώμενοι οἱ περὶ Πέτρον δείξωσι τὴν ἀληθινὴν πτωχείαν, ὅτι «ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἀνάστα καὶ περιπάτει»· ἵνα φύσει τὸν μακαρισμὸν τῶν πτωχῶν σημάνῃ μὴ ἀντίθετον ὑπάρχοντα πρὸς τὸν μακαρισμὸν τῶν πτωχῶν κατὰ πνεῦμα, οἵτινες μέν εἰσι κεκτημένοι τινὰ μετὰ δικαιοσύνης, πτωχοὶ δέ εἰσι ταπεινοφρονοῦντες· περὶ ὧν ἔλεγεν «ἐπείνασα καὶ ἐδώ.123 κατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» καὶ τὰ ἑξῆς. εἶτα φράζει λέγων ὅτι «οὗτοι ἐποίησαν ἐκ τῶν ὑπαρχόντων αὐτοῖς»· καὶ θεωρεῖς ἓν καὶ τὸ αὐτὸ πνεῦμα, ἐν παλαιᾷ πτωχὸν δεικνύον καὶ πλούσιον, ἅμα καὶ ἐν καινῇ διαθήκῃ τὸ αὐτό, ὡς καὶ ὁ σωτὴρ ἐπαινεῖ τὰ ἀμφότερα προσέχων γὰρ τῷ γαζοφυλακίῳ εἶδε τοὺς βάλλοντας εἰς τὸν κορβωνᾶν, καὶ οὐκ ἀπηγόρευσε πλουσίων τὰ δόματα, ἐπῄνεσε δὲ καὶ τὴν τὰ δύο λεπτὰ βεβληκυῖαν χήραν, διὰ τὴν προειρημένην πτωχείαν, ἵνα πληρωθῇ τὸ γεγραμμένον «πλούσιος καὶ πένης συνήντησαν ἀλλήλοις, ὁ δὲ κύριος τοὺς ἀμφοτέρους ἐποίησε». καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει, καὶ ὅτι τὸ αὐτό ἐστι πνεῦμα παλαιᾶς τε καὶ καινῆς διαθήκης, ὅρα τὸν ἀπόστολον λέγοντα περὶ ἀρχαίων προφητῶν «ἐπιλείψει μοι ὁ χρόνος διηγουμένῳ περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυὶδ καὶ λοιπῶν προφητῶν», «οἵτινες περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, κακουχούμενοι στενοχωρούμενοι θλιβόμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος». εὑρήκαμεν γὰρ καὶ Ἠσαΐαν ἐνδεδυμένον σάκκον καὶ Ἠλίαν ὡσαύτως. καὶ ὁρᾷς πῶς μακαρίζονται ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ οἱ πτωχοὶ δι' εὐσέβειαν καὶ μακαρίζονται πλούσιοι διὰ δικαιοσύνην; 82. Εἶτα πάλιν λέγει ὁ αὐτὸς Μάνης· ἡ παλαιὰ διαθήκη, φησί, κελεύει σαββατίζειν, καὶ εἴ τις οὐκ ἐσαββάτισε, λίθοις κατελιθοβολεῖτο, ὡς καὶ φορτίον ξύλων τις συλλέξας θανάτῳ παρεδόθη. ἡ δὲ καινὴ διαθήκη, τουτέστιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ἔφη ὅτι «ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται», καὶ ἐν τῷ σαββάτῳ ἔτιλλον στάχυας οἱ μαθηταὶ καὶ ἐν τῷ σαββάτῳ ἐθεράπευσε. καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ «ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου, ἔλεγε». καὶ 3.124 ὦ πολλῆς ἀγνωσίας. οὐδὲν γὰρ χειρότερον τῆς ἀπειρίας· πολλοὺς γὰρ ἐτύφλωσεν ἡ ἀγνωσία. πότε γὰρ τὸ σάββατον ἐπὶ ἀγαθῇ προφάσει οὐ λέλυται; πότε δὲ οὐκ ἐδεσμεύθη ἀπὸ πονηρίας οὐ μόνον τὸ σάββατον, ἀλλὰ πᾶσα ἡμέρα; Ἰησοῦς γὰρ ὁ τοῦ Ναυῆ, ὁ διάδοχος Μωυσέως, ὁ ἐν προφήταις κατηριθμημένος, ὁ ἐκλεκτὸς παρὰ θεῷ, ὁ δι' εὐχῆς κατασχὼν τὸν ἥλιον καὶ τὴν σελήνην, ὡς ἔφη «στήτω ὁ ἥλιος κατὰ Γαβαών, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰαλών», εὐθὺς εὑρίσκεται τὸ σάββατον λύων ἐπὶ ἀγαθοεργίᾳ. ἐπὶ ἑπτὰ ἡμέραις γὰρ κυκλοῖ τὰ τείχη Ἱεριχῶ ὁ Ἰησοῦς· ὁπότε οὐκ ἐξῆν βαδίζειν ἐν σάββασιν ὑπὲρ τὸ μέτρον τῶν ἓξ σταδίων τῶν ὡρισμένων. τὸ δὲ περίμετρον τῆς Ἱεριχῶ ὑπὲρ σταδίους εἴκοσι τυγχάνει. ἐπὶ ἑπτὰ δὲ ἡμέραις κυκλωσάντων αὐτῶν πάντως ὅτι ὑπέπιπτε τὸ σάββατον ἐν μιᾷ τῶν ἡμερῶν. ἦν δὲ τοῦτο πρόσταγμα θεοῦ, ἵνα δείξῃ αὐτοῦ τὸ θέλημα τῆς θαυματουργίας. οὔτε γὰρ μηχαναὶ οὔτε μάγγανα ἦν, οὐ κριοί, οὐχ ἑλεπόλεις, ἀλλὰ μόνῃ φωνῇ σάλπιγγος κερατίνης καὶ εὐχῇ δικαίου ἐκλίθησαν καταπεσόντα τὰ τείχη τῶν ὑπεναντίων. ἔδει γὰρ αὐτοὺς τιμωρηθῆναι, ἐπειδὴ ἐπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμορραίων. 83. Δικαστὴς γὰρ ἦν ὁ νόμος κατὰ τῆς ἀδικίας καὶ ἑκάστῳ ἀπεδίδου κατὰ τὰ ἴδια ἔργα· καὶ ἐπειδὴ ἐν ἁμαρτίαις ἐτύγχανον οἱ Ἀμορραῖοι, ἐν παραβάσει γεγονότες καὶ ἀρνησάμενοι τὸν ὅρκον ὃν ὤμοσαν, ὡς καὶ ἤδη ἄλλῃ πού μοι εἴρηται, οὐδὲν δὲ λυπήσει καὶ ἐνταῦθα τὰ αὐτὰ παραθέσθαι. ταῦτα γάρ ἐστι τὰ πρόχειρα τῆς τοῦ Μάνη δεινότητος,

393

ὅτι «καλὸς ὁ θεὸς τοῦ νόμου, ὃς ἐσκύλευσε μὲν τοὺς Αἰγυπτίους, ἐξέβαλε δὲ Ἀμορραίους καὶ Γεργεσαίους καὶ τὰ ἄλλα ἔθνη, καὶ ἔδωκε τὴν γῆν αὐτῶν τοῖς υἱοῖς Ἰσραήλ· ὁ λέγων "μὴ ἐπιθυμήσῃς"3 πῶς ἔδωκεν αὐτοῖς τὰ ἀλλότρια». καὶ οὐκ οἶδεν ὁ ἰδιώτης ὅτι τὴν ἰδίαν γῆν ἀπείληφαν διηρπασμένην ἀπ' αὐτῶν καὶ ἐξεδικήθη τὰ μεταξὺ ἀλλήλων γινόμενα ἐν ὅρῳ ἀληθείας καὶ ὅρκῳ. Νῶε γάρ, σωθεὶς ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἡ αὐτοῦ σύμβιος σὺν τοῖς τρισὶν υἱοῖς αὐτοῦ καὶ τρισὶ νύμφαις, μόνος διαιρῶν τὸν πάντα κόσμον, τοῖς τρισὶν υἱοῖς αὐτοῦ, τῷ Σὴμ καὶ Χὰμ 3.125 καὶ Ἰάφεθ, διεῖλε βαλὼν τοὺς κλήρους ἐν Ῥινοκορούροις, ὡς καὶ ἡ ἀκολουθία ἔχει, καὶ οὐδὲν κενόφωνον οὐδὲ παραπεποιημένον. Ῥινοκόρουρα γὰρ ἑρμηνεύεται Νέελ, καὶ οὕτω φύσει οἱ ἐπιχώριοι αὐτὴν καλοῦσιν· ἀπὸ δὲ τῆς Ἑβραΐδος ἑρμηνεύεται κλῆροι, ἐπειδήπερ ὁ Νῶε ἐκεῖ ἔβαλε τοὺς κλήρους τοῖς τρισὶν υἱοῖς αὐτοῦ. καὶ τῷ μὲν Χὰμ ὑπέπεσεν ὁ κλῆρος ἀπὸ Ῥινοκορούρων ἄχρι Γαδείρων, Αἴγυπτον ἔχων καὶ Μάρειαν λίμνην καὶ Ἄμμωνα, Λιβύην τε καὶ Μαρμαρίδα, Πεντάπολιν, Μακάτην Μακρόνην τε καὶ Λεπτιμάγνην Σύρτιν Μαυριτανίαν, ἄχρι τῶν Ἡρακλεωτικῶν στηλῶν λεγομένων καὶ τῆς ἔσω Γαδείρων. ταῦτα τὰ πρὸς νότον. ἀπὸ δὲ Ῥινοκορούρων τὰ πρὸς ἀνατολήν, τήν τε Ἰδουμαίαν καὶ Μαδιανῖτιν, τήν τε Ἀλαβαστρῖτιν καὶ Ὁμηρῖτιν καὶ Ἀξωμῖτιν καὶ Βουγαίαν 3.126 καὶ Δίβαν, ἄχρι τῆς τῶν Βάκτρων χώρας. ὁ δὲ αὐτὸς κλῆρος διορίζει ἀνὰ μέσον τοῦ Σὴμ τὰ πρὸς ἀνατολήν. τῷ δὲ Σὴμ ὑπέπεσεν ὁ κλῆρος πρὸς πλάτος, ἡ Παλαιστίνη καὶ Φοινίκη καὶ Κοίλη, Κομμαγηνή, Κιλικία, Καππαδοκία, Γαλατία, Παφλαγονία, Θρᾴκη, Εὐρώπη, Ῥοδόπη, Λαζία, Ἰβηρία, Κασπία, Καρδυαία ἄχρι τῆς Μηδίας πρὸς βορρᾶν. ἐντεῦθεν οὗτος ὁ κλῆρος διορίζει τὸν Ἰάφεθ τὰ πρὸς βορρᾶν. πρὸς δὲ τὴν δύσιν ὑπέπεσεν τῷ Ἰάφεθ ὁ κλῆρος ἀπὸ τῆς Εὐρώπης ἄχρι τῆς Ἱσπανίας καὶ Βρεττανίας, Θρᾴκη, Εὐρώπη, Ῥοδόπη ἐκεῖθέν τε τὰ παρακείμενα ἔθνη. Ἔνητες καὶ ΔαύνειςἸάπυγες Καλαβροὶ Λατῖνοι Ὀππικοὶ Μάγαρδες ἕως διακατοχῆς τῆς Σπανίας καὶ τῆς Γαλλίας, τῆς τε τῶν Σκόττων καὶ Φράγγων ἄνω χώρας. 84. Ὅτε οὖν οὕτως διῃρέθησαν οἱ κλῆροι, συγκαλεσάμενος Νῶε τοὺς τρεῖς υἱοὺς ὥρισεν αὐτοῖς ὅρκῳ, ἵνα μηδεὶς ἐπιβῇ τῷ κλήρῳ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πλεονεκτήσῃ τὸν ἀδελφὸν αὐτοῦ. Χαναὰν δὲ πλεονέκτης ὤν, ὁ υἱὸς τοῦ Χάμ, ἐπῆλθε τῇ Παλαιστινῶν γῇ καὶ κατέσχεν αὐτὴν καὶ ἐπεκλήθη ἡ γῆ Χαναάν, διότι ἐν αὐτῇ κατῴκησε, καταλείψας τὸν ἴδιον κλῆρον διὰ τὸ δοκεῖν εἶναι καυματινόν. καὶ καθίσας ἐν τῇ γῇ τοῦ Σήμ, τῇ νῦν καλουμένῃ Ἰουδαίᾳ, ἐγέννησε τοὺς υἱοὺς τούτους, τόν τε Ἀμορραῖον καὶ Γεργεσαῖον καὶ Φερεζαῖον καὶ Ἰεβουσαῖον καὶ Εὐαῖον καὶ Ἀρουκαῖον καὶ Χετταῖον καὶ Ἀσεναῖον καὶ Σαμαραῖον καὶ Σιδώνιον καὶ Φιλιστιαῖον. διὰ τοῦτο καὶ ὁ κύριος λέγει ἐν τῷ νόμῳ, δεικνὺς ὅτι αἱ ἁμαρτίαι αὐτῶν ἐν τῷ ὅρκῳ ἐπληροῦντο, ὡς λέγει «οὔπω ἐπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμορραίων». διὰ τοῦτο παρέμειναν ἐν τῷ ὄρει 3.127 χρονοτριβούμενοι ἐν τῇ ἐρήμῳ, ἕως ἂν αὐτοκατακρίτους ἑαυτοὺς ποιήσωσι καὶ ἐπέλθωσι πρὸς πόλεμον τοῖς υἱοῖς τοῦ Σὴμ τοῖς ἠδικημένοις, Σὴμ γὰρ γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σαλᾶ, Σαλᾶ τὸν Ἔβερ, Ἔβερ τὸν Φαλέκ, Φαλὲκ τὸν Ῥαγαῦ, Ῥαγαῦ το Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρ τὸν Θάρρα, Θάρρα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰούδαν, Ἰουτὸν Φαρές, Φαρὲς τὸν Ἐσρώμ, Ἐσρὼμ τὸν Ἀράμ, Ἀρὰμ τὸν Ἀμιδάβ, Ἀμιναδὰβ τὸν Ναασσών. ἐν χρόνοις Ναασσὼν τοῦ φυλάρχου τοῦ Ἰούδα καὶ ἐν χρόνοις Ἰησοῦ τοῦ Ναυῆ ἔλαβον οἱ υἱοὶ τοῦ Σὴμ τὴν ἰδίαν γῆν, μηδεμιᾶς ἀδικίας ἐν μέσῳ ὑπαρχούσης, ἀλλὰ δικαιοκρισίας. ἔπεσεν οὖν τὰ τείχη Ἰεριχῶ αὐτόματα· ἡ γὰρ δικαιοσύνη ἐκδικεῖ τὴν ἀδικίαν. ἐν ἑπτὰ ἡμέραις περιεκύκλουν τὰ τείχη καὶ ἐλύετο τὸ σάββατον, ἵνα πληρωθῇ ἡ δικαιοσύνη. 85. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ ἑπτὰ λύχνους ἔσχεν ἡ λυχνία τοῦ ἁγιάσματος ἐν τῇ σκηνῇ τοῦ

394

μαρτυρίου, καὶ καθ' ἑκάστην ἡμέραν οἱ ἑπτὰ λύχνοι ἥπτοντο ἴσως καὶ οὐδ' ὅλως ἐν μιᾷ ἡμέρᾳ ἤργει εἷς αὐτῶν, ἀλλὰ καθ' ἑκάστην ἡμέραν τὸ αὐτὸ φῶς ἦν. οὐ γέγονε γὰρ τὸ σάββατον εἰς ἀπόκλεισιν, ἀλλὰ εἰς ἔργον ἀγαθόν. μηδενὸς δὲ ὅλως ἐργαζομένου ἐν ταῖς δώδεκα φυλαῖς μόνον τὸ θυσιαστήριον οὐκ ἤργει, καθὼς λέγει ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «οἱ ἱερεῖς ὑμῶν βεβηλοῦσι τὸ σάββατον ἐν τῷ ναῷ καὶ εἰσὶν ἀναίτιοι». τὸ δὲ «βεβηλοῦσι τὸ σάββατον» τουτέστι λύουσι. λύουσι δὲ πῶς ἀλλ' ἢ θυσίαν προσφέροντες τῷ θεῷ, ἵνα μὴ ἀργήσῃ τὸ θυσιαστήριον; οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἥλιος ἀνατέλλει καὶ δύνει, καὶ σελήνη αὔξει καὶ φθίνει, καὶ ἄνεμοι πνέουσι καὶ καρποὶ βλαστάνουσι καὶ μητέρες γεννῶσι, καὶ πάντα γίνεται ἐν σαββάτῳ. διὰ τοῦτο καὶ ὁ κύριος ἐλθὼν οὐκ ἐτεκτόνευσεν ἐν σαββάτῳ, οὐκ ἐχάλκευσεν, οὔ τι 3.128 ἕτερον ἐποίησεν, ἀλλὰ θεὸς ὢν θεοῦ ἔργον εἰργάσατο. καί φησιν «ἆρον τὸν κράββατόν σου καὶ περιπάτει», ἵνα ἀπὸ τοῦ βαστάζοντος φανῇ τὸ ἔργον τὸ γινόμενον, ἵνα πάντες ἐπιγνώσονται τὸν ἀπ' οὐρανοῦ ἐλθόντα πρὸς βοήθειαν υἱοῖς τῶν ἀνθρώπων. καὶ γὰρ τῷ μὲν ὄντι ἦλθε λῦσαι τὸ σάββατον, οὐκ ἠδύνατο δὲ λῦσαι αὐτό, εἰ ἀλλότριον αὐτοῦ ὑπῆρχεν. οὐδεὶς γὰρ ἀλλότριον λύει ἔργον, εἰ μή τι ἂν ἐκλήπτωρ ἀλλοτρίων ὁ τοιοῦτος γένηται καὶ ἀλλοτριοεπίσκοπος, δίκας ἑαυτῷ ἐξαγοραζόμενος. ἐπειδὴ δὲ ἴδιον αὐτοῦ ὑπάρχει τὸ σάββατον, διὰ τοῦτο λέγει ὅτι «κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου», καί φησιν «οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον γεγένηται, ἀλλὰ τὸ σάββατον διὰ τὸν ἄνθρωπον». εἰ τοίνυν ἐποίησεν ὁ θεὸς τὸ σάββατον διὰ τὸν ἄνθρωπον καὶ προετίμησε τὸν ἄνθρωπον παρὰ τὸ σάββατον, * ἵνα ὁ ἄνθρωπος γινώσκῃ τὴν * ἀνάπαυσιν καὶ τῶν μελλόντων τὴν ἀνάπαυλαν· ἀντίτυπα γάρ ἐστι ταῦτα τῶν ἐπουρανίων. ἐνταῦθα γὰρ ἀπὸ μέρους, ἐκεῖνα δὲ ἡ πᾶσα τελειότης. τὸ σάββατον οὖν τὸ ἐν νόμῳ ἕως τῆς αὐτοῦ παρουσίας· ἔλυσε δὲ ἐκεῖνο τὸ σάββατον καὶ ἔδωκεν ἡμῖν τὸ μέγα σάββατον, ὅπερ ἐστὶν αὐτὸς ὁ κύριος, ἡ ἀνάπαυσις ἡμῶν καὶ ὁ σαββατισμός. Οὐδὲν οὖν διοίσει παλαιὰ ἀπὸ καινῆς διαθήκης οὔτε καινὴ ἀπὸ παλαιᾶς· μία γάρ ἐστι καὶ ἡ αὐτὴ συμφωνία. ὁ δὲ ἀμαθὴς καὶ ἄπειρος, ἐὰν ἴδῃ δύο ἀντλητῆρας ἀπὸ μιᾶς πηγῆς ἀντλοῦντας, νομίσῃ δὲ διὰ τὴν διαφορὰν τῶν ἀντλητήρων διάφορα εἶναι καὶ τὰ ὕδατα, ἀκούσει δὲ παρὰ τῶν συνετῶν τὴν ἀλήθειαν, «ὅτι γεῦσαι τῶν δύο ἀντλητήρων καὶ ἴδε ὅτι δύο μὲν οἱ ἀντλητῆρες, μία δὲ ἡ πηγὴ ὑπάρχει». οὕτως εἷς κύριος, εἷς θεός, ἓν πνεῦμα λαλῆσαν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίῳ. διὰ τοῦτο γὰρ οὐ δύο παλαιαὶ διαθῆκαι καὶ οὔτε δύο καιναὶ διαθῆκαι, ἐπειδὴ οὐκ εἰσὶ δύο οἱ διαθέμενοι, ἀλλ' εἷς ὁ τὴν παλαιὰν τῶν παλαιῶν καὶ τὴν καινὴν ἀνακαινίζων, οὐ τὴν παλαιὰν καταργῶν εἰς ἀφανισμόν, ἀλλὰ τὴν παλαιὰν καταπαύων καὶ τῇ δευτέρᾳ προστιθέμενος περιουσίας κληρονομίαν. 3.129 86. Ἄλλην δὲ πάλιν λέξιν ὁ αὐτὸς Μάνης παρεισφέρει λέγων ὅτι «οἶδα πνεῦμα σῳζόμενον ἄνευ σώματος. τοῦτο γάρ, φησί, διδάσκει ὁ ἀπόστολος λέγων ὅτι· "ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας. ἐγὼ μὲν ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα τὸν τὸ ἔργον τοῦτο κατεργασάμενον, συνελθόντων ὑμῶν καὶ τοῦ κυρίου μετὰ τοῦ ἐμοῦ πνεύματος, παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου."3 ὄλεθρος δὲ ἐπὶ σαρκὸς ὁ παντάπασίν ἐστιν ἀφανισμός. πῶς οὖν ἀφανιζομένης τῆς σαρκὸς ἐν χειρὶ τοῦ διαβόλου καὶ σῳζομένου τοῦ πνεύματος, ἔτι ἔσται ἀνάστασις σωμάτων ἢ σαρκός;» καὶ οὐκ οἶδεν ὁ ἄπειρος κατὰ πάντα ὅτι «τὰ ἔργα τῆς σαρκὸς πορνεία μοιχεία ἀσέλγεια» καὶ τὰ τούτοις ὅμοια καὶ ὅτι οὐ περὶ αὐτῆς τῆς σαρκὸς λέγει, ἀλλὰ τῶν ἔργων τῆς σαρκός. ὅτε μὲν

395

ἐργάσεται πορνείαν, ἡ σὰρξ ἐργάζεται· ἐὰν δὲ κτήσηται ἐγκράτειαν, οὐκέτι ἡ σὰρξ σάρξ ἐστιν, ἀλλὰ ἡ σὰρξ μεταβέβληται εἰς πνεῦμα, ὡς καὶ ὁ ἀπόστολος λέγει ὅτι «ὁ ἀπ' ἀρχῆς συζεύξας τὰ ἀμφότερα» εἶπεν, «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὡς ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι καὶ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». ἄρα οὖν ὁ τὴν πορνείαν ἐργαζόμενος σὰρξ γεγένηται· οὐ μόνον αὐτὴ ἡ σάρξ, ἀλλὰ καὶ πάντα, καὶ ψυχὴ καὶ τὰ ἄλλα, σὰρξ γίνεται. κολληθεὶς γὰρ τῇ πόρνῃ σὰρξ ἐγένετο, καὶ ὢν σαρκικὸς σὰρξ ὅλως καλεῖται. «ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι», τουτέστι σῶμα καὶ ψυχὴ καὶ πάντα εἴ τι ἔστιν ἐν τῷ ἀνθρώπῳ, ἓν πνεῦμα ἐν τῷ κυρίῳ. καὶ περὶ τούτου νομοθετῶν ὁ αὐτὸς ἀπόστολός φησιν «ὁ θεὸς ἔθετο ἐν σώματι πάντα τὰ μέλη, ἕκαστον καθὼς ἠθέλησε». καὶ ὅρα πῶς ὁμολογεῖ τὸν θεὸν ποιητὴν τοῦ σώματος καὶ θέτην τῶν ἐν ἡμῖν μελῶν, καὶ καθὼς ἠθέλησε τῇ ἰδίᾳ σοφίᾳ καὶ ἀγαθότητι. εἶτα πάλιν ἀντὶ τοῦ παραδείγματος τοῦ ἡμετέρου σώματος * τοῦ Χριστοῦ λέγων «ὡς καὶ ἡμεῖς σῶμα Χριστοῦ ἐσμεν καὶ μέλη ἐκ μέλους», καὶ «ἡ ἐκκλησία τοῦ θεοῦ, ἥτις ἐστὶ σῶμα Χριστοῦ». εἰ σῶμα τοίνυν θεοῦ ἡ ἐκκλησία, κεκολλη.130 μένη δὲ τῷ πνεύματι τουτέστι τῷ κυρίῳ, ἓν πνεῦμά ἐστιν, ὁ ἀπ' αὐτῆς τοίνυν ἁμαρτάνων πνεύματος ἐκπεσὼν σὰρξ γεγένηται ὅλως, ψυχῇ καὶ σώματι καὶ εἴ τι ἔστιν ἐν αὐτῷ. ἐπεὶ πῶς ἐδύνατο μέρος παραδοθῆναι τῷ σατανᾷ καὶ μέρος μὴ παραδοθῆναι; οὐ γὰρ εἶπε παραδοθῆναι τὴν σάρκα τῷ σατανᾷ, ἀλλὰ παραδοῦναι «τὸν τοιοῦτον». ὁ δὲ λέγων «τὸν τοιοῦτον», ὁλοσχερῆ ἄνθρωπον σὺν ψυχῇ καὶ παντὶ τῷ ἀνθρώπῳ παραδέδωκεν. εἰ δὲ ὅλον παραδέδωκεν, ὅλον σάρκα ἀπεφήνατο· τὸ πνεῦμα δὲ ἐδήλου σῴζεσθαι εἰς τὴν ἡμέραν κυρίου, ἵνα μὴ ὑπὸ αἰτίαν γένηται ἡ ἐκκλησία τοῦ σφάλματος τοῦ σφαλέντος ἀνθρώπου καὶ μολυνθῇ ὅλη ἡ ἐκκλησία τῷ παραπτώματι τοῦ ἑνός· διὸ λέγει «παράδοτε τὸν σφαλέντα. ἵνα τὸ πνεῦμα, τουτέστιν ὅλη ἡ ἐκκλησία, σωθῇ.» 87. Ἀλλά, φησί, γέγραπται, «σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι», καὶ νομίζει ἐν τούτῳ λέγειν τι. καὶ γὰρ τῷ ὄντι οὐ δύναται πορνεία κληρονομεῖν βασιλείαν οὐρανῶν, οὐδὲ μοιχεία οὐδὲ ἀσέλγεια οὐδὲ εἰδωλολατρεία, τουτέστι σὰρξ καὶ αἷμα. εἰ δὲ περὶ σαρκὸς καὶ αἵματος τοῦτο νομίζεις, εἶναι αὐτὴν τὴν σάρκα, πῶς ἔτι πληροῦται τὸ εἰρημένον «καὶ ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ σαρκὸς ἐγεννήθησαν, ἀλλ' ἐκ θεοῦ»; τίς ἐν κόσμῳ γεγέννηται ἄνευ σαρκός; ἀλλ' ἐπειδὴ μετεβλήθησαν αἱ γνῶμαι, οὐ γὰρ αἱ φύσεις τῶν γεννωμένων ἀπὸ μητέρων καὶ πατέρων σαρκὸς καὶ αἵματος καὶ ἐγεννήθησαν τὴν δευτέραν γέννησιν τὴν τῆς ἀπὸ τοῦ κυρίου γεννήσεως διὰ πνεύματος καὶ πυρός, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. ὡς οὖν ἐνταῦθα ἐκ σαρκὸς ἐγεννήθησαν καὶ ἐξ αἵματος, * καὶ οὐκέτι λογίζεται ἐκ σαρκὸς καὶ αἵματος ἡ γέννησις διὰ τὴν μεταβολὴν τῆς δικαιοσύνης, καίτοι γε ἐν σαρκὶ καὶ αἵματι * ὡς λέγει «ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα»· ἄρα οὖν ἔνι 3.131 σὰρξ οὐ κατὰ σάρκα στρατευομένη· καὶ διὰ τοῦτο λέγει σάρκα καὶ αἷμα μὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, οὐ περὶ τῆς σαρκὸς ταύτης λέγων τῆς καμούσης, τῆς ἁγιασθείσης, τῆς τῷ θεῷ εὐαρεστησάσης, ἀλλὰ περὶ τῆς ἐν ἁμαρτίαις ἐξετασθείσης· ἐπεὶ πῶς ἂν πληροῦται τὸ εἰρημένον «δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν»; τηλαυγέστερον δὲ περὶ τούτου ὁ αὐτὸς ἀπόστολος σημαίνων. ἵνα μή τινες πλανηθῶσι καὶ ἀντὶ τῶν φαύλων ἔργων τὴν τοῦ σώματος πλάσιν ἀπελπίσωσιν ἐκ τῆς ἀναστάσεως, λέγει «νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, ἅτινά ἐστι πορνεία μοιχεία ἀσέλγεια» καὶ τὰ ἑξῆς * ἀλλ' ἄκουε καὶ τοὺς ὀφθέντας τοῖς Γαλιλαίοις καὶ λέγοντας ὅτι «τοῦτον τὸν Ἰησοῦν ὃν ἑωράκατε ἀφ' ὑμῶν

396

ἀναλαμβανόμενον, οὕτως ἐλεύσεται ὃν τρόπον εἴδετε αὐτὸν ἀναλαμβανόμενον.» 88. Ἀπὸ δὲ τῶν εἰρημένων πάντων δύνανται οἱ νουνεχεῖς τὸν νοῦν ἐπιστῆσαι ἐπὶ πᾶσι τοῖς τῆς ἀληθείας λόγοις καὶ τοῖς ἀπὸ τοῦ ψεύσματος τοῦ προειρημένου λεγομένου Μανιχαίου, ἵνα, εἰ καί που οὐκ ἐπεμνήσθην τινὸς μαρτυρίας, ἀπὸ τῶν δύο ἢ τριῶν μαρτυριῶν ὧν εἴπομεν τὰ πάντα αὐτοῦ φωραθῇ ψευδῆ. ἡμεῖς δὲ πολλὴν ἐπιβεβηκότες ὁδὸν τραχεῖαν καὶ κινδυνώδεις τόπους μόλις ταυτησὶ τῆς ἀμφισβαίνης καὶ θηρὸς ὀλετηρίου τῆς κεγχρίτιδος, ἀπὸ πολλῶν ὁμοιωμάτων πεποικιλμένης πρὸς ἀπάτην τῶν ὁρώντων, ἐχούσης δὲ κεκρυμμένην κάτω τὴν κεντρώδη καὶ ἰοβόλον πηγὴν τῆς ἐκ πάντων ὁρμωμένης * ἐπειδὴ γὰρ μετὰ Ἑλλήνων Ἕλλην ἐστίν, ἥλιον προσκυνῶν καὶ σελήνην καὶ τὰ ἄστρα καὶ δαίμονας, * ὁ ἀνήρ, ἀγαπητοί, τυγχάνει καὶ ἡ αὐτοῦ αἵρεσις τὰ τῶν Ἑλλήνων ὑφηγεῖται, * τὰ μάγων ἐπίσταται καὶ ἐν αὐτοῖς ἐγκυλινδεῖται, ἀστρονόμους ἐπαινεῖ, τὰ αὐτῶν περιεργαζόμενος, μόνον Χριστοῦ σεμνύνεται ὄνομα 3.132 λόγῳ, ὡς καὶ αὐτὴ ἡ κεγχρῖτις κρύπτει μὲν τὸν ἰόν, ἀπατᾷ δὲ διὰ τῆς ποικιλίας, ἐν μέσῳ ὑλῶν πολλῶν γενομένη καὶ ἀφομοιουμένη μετὰ τῶν ὄντων· ἐν δὲ τῇ τοῦ θεοῦ δυνάμει τῷ ξύλῳ τῆς ἀληθείας καὶ αἵματι Χριστοῦ καὶ σώματι τῷ ἀπὸ Μαρίας, τῷ ἀληθινῶς γεγεννημένῳ, καὶ τῇ τῶν νεκρῶν ἀναστάσει καὶ τῇ ὁμολογίᾳ τῆς μιᾶς ἑνότητος συντρίψαντες τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῖς ὕδασι, τὴν πολυκέφαλον ταύτην αἵρεσιν εἰς τοὐπίσω τε στρέψαντες καὶ τὴν κεφαλὴν καταθλάσαντες, εὐχάριστοι μὲν θεῷ διατελέσωμεν, ἐπὶ δὲ τὰς ἑξῆς αἱρέσεις προελθεῖν σπεύσωμεν, θεὸν ἐπικαλούμενοι βοηθὸν τῆς ἡμῶν ἀσθενείας, ὅπως τὰ ἐπηγγελμένα ἐν θεῷ περαιώσαντες τελείως θεῷ εὐχαριστήσωμεν. – – – Κατὰ Ἱερακιτῶν ˉμˉζ, τῆς δὲ ἀκολουθίας ˉξˉζ. 1. Μετὰ τὴν μοχθηρὰν ταύτην καὶ ἰοβόλον ὑπὲρ πᾶσαν αἵρεσιν καὶ ἑρπετώδη τοῦ Μάνη βαρβαρικὴν θηριοβολίαν τῆς διδασκαλίας ἀνέστη τις 3.133 Ἱερακᾶς ὀνόματι, ἀφ' οὗπερ Ἱερακῖται. οὗτος ἐν τῇ Λεοντῷ τῇ κατ' Αἴγυπτον ὑπῆρχεν, ἐν προπαιδείᾳ οὐ μικρᾷ ὑπάρξας, Ἑλληνικῶν τε πάντων λόγων ἐπιτηδεύμασιν ἀσκηθείς, ἰατροσοφιστικῇ τε καὶ τοῖς ἄλλοις τοῖς τῶν Αἰγυπτίων καὶ Ἑλλήνων μαθήμασιν ἀκριβῶς ἐπιστάς· τάχα δὲ καὶ ἀστρονομίας καὶ μαγείας ὁ ἀνὴρ παρήψατο. ἐμπειρότατος γὰρ ὑπῆρχε πολλῶν λόγων καὶ ἐν ἐξηγήσει, ὡς ὑποφαίνουσιν οἱ αὐτοῦ λόγοι *, πάνυ δὲ τὴν τῶν Αἰγυπτίων ἐπιστάμενος γλῶσσαν Αἰγύπτιος γὰρ ὁ ἀνὴρ ἦν, ἀλλὰ καὶ τῇ τῶν Ἑλλήνων τετρανωμένος οὐ μικρῶς, ὀξὺς κατὰ πάντα τρόπον. ὑπῆρχε δῆθεν Χριστιανός, ἀλλ' οὐκ ἐνέμεινε τῇ τοῦ Χριστοῦ πολιτείᾳ· παρέπεσε γὰρ καὶ ὀλισθήσας ἐξώκειλεν. οὗτος μὲν γὰρ παλαιὰν καὶ καινὴν διαθήκην σαφῶς εἰπεῖν ἀποστηθίζων καὶ εἰς αὐτὰ ἐξηγησάμενος, ἐδογμάτισε παρ' ἑαυτῷ ἀπὸ κενοφωνίας ἑαυτοῦ, ὅπερ αὐτῷ ἔδοξε καὶ ὃ ὑπεισῆλθεν αὐτῷ. Βούλεται γὰρ καὶ οὗτος τὴν σάρκα μὴ ἀνίστασθαι τὸ παράπαν, ἀλλὰ τὴν ψυχὴν μονωτάτην. πνευματικὴν δὲ τὴν ἀνάστασιν φάσκει. καὶ ὅσα ἔστιν εὑρεῖν ἀπὸ τῶν θείων γραφῶν εἰς ἑαυτοῦ νοῦν ἀναλεξάμενος, οὕτως ἑαυτῷ ἐπεσώρευσεν, ἀτόπως πλάσματα ἄττα φαῦλα ἑαυτῷ μηχανησάμενος πρὸς σύστασιν τῆς αὐτοῦ αἱρέσεως. ἦν δὲ ὁ ἀνὴρ ἔκπληκτος τῇ αὐτοῦ ἀσκήσει καὶ δυνάμενος πεῖσαι ψυχάς· αὐτίκα πολλοὶ τῶν ἀσκητῶν τῶν Αἰγυπτίων αὐτῷ συναπήχθησαν. οἶμαι γὰρ ὅτι περὶ ἀναστάσεως νεκρῶν ὡς ἠρνήσατο τὴν τῆς σαρκὸς ἀνάστασιν, ἀπὸ Ὠριγένους τὰς προφάσεις εἰληφὼς ἢ ἀφ' ἑαυτοῦ τῆς διανοίας τοῦτο ἐξεμέσας. οὐ παραδέχεται οὗτος γάμον, φάσκων εἶναι τοῦτο παλαιᾶς διαθήκης. τοὺς μὲν γὰρ περὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωυσέα καὶἈαρὼν καὶ πάντας τοὺς ἁγίους, Ἠσαΐαν καὶ Ἰερεμίαν, ὁμοίως δέχεταικαὶ προφήτας ἡγεῖται, καὶ συγκεχωρῆσθαί φησιν ἐν τῇ παλαιᾷ διαθήκῃ 3.134 τῷ γάμῳ συνάπτεσθαι, ἀπὸ δὲ τῆς ἐνδημίας τοῦ Χριστοῦ μηκέτι δεῖν τὸν γάμον παραδέχεσθαι, μήτε δύνασθαι

397

αὐτὸν κληρονομεῖν βασιλείαν οὐρανῶν. τί γάρ, φησίν, ἦλθε ποιεῖν καινὸν ὁ λόγος; ἢ τί καινὸν ἦλθε κηρῦξαι ὁ μονογενὴς καὶ κατορθῶσαι; εἰ μὲν γὰρ περὶ φόβου θεοῦ, τοῦτο εἶχεν ὁ νόμος· εἰ δὲ περὶ τοῦ γάμου, κεκηρύχασιν αἱ γραφαί· εἰ δὲ περὶ φθόνου καὶ πλεονεξίας καὶ ἀδικίας, ταῦτα πάντα περιεῖχεν ἡ παλαιὰ διαθήκη. ἓν δὲ μόνον τοῦτο κατορθῶσαι ἦλθε, τὸ τὴν ἐγκράτειαν κηρῦξαι ἐν τῷ κόσμῳ καὶ ἑαυτῷ ἀναλέξασθαι ἁγνείαν καὶ ἐγκράτειαν· ἄνευ δὲ τούτου μὴ δύνασθαί τινα ζῆν. 2. Τὰς δὲ προφάσεις τούτων πανταχόθεν ἀναλέγεται, ὡς ὅταν εἴπῃ ὅτι «καὶ τὸν ἁγιασμὸν ὑμῶν, οὗ χωρὶς τὸν θεὸν οὐδεὶς ὄψεται». ἐὰν δὲ εἴπωσιν αὐτῷ· πῶς ὁ ἀπόστολος ἔφη «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός», * καὶ εὐθὺς ἐπιφέρει αὖθις λέγων *, ὑπερβὰς δὲ ὀλίγον λέγει ὅτι «ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσει τῷ κυρίῳ καὶ ἡ παρθένος· ἡ δὲ γαμήσασα μεριμνᾷ πῶς ἀρέσει τῷ ἀνδρί, καὶ μεμέρισται». εἰ τοίνυν ἔστι μερισμός, πῶς δύναται ὅπου μερισμὸς ἐπὶ τὸ αὐτὸ κοινωνῆσαι; καὶ εἰ θεῷ οὐκ ἀρέσκει, ἀλλὰ τῷ ἀνδρί, πῶς δύναται παρὰ θεῷ κεκτῆσθαι τὴν κληρονομίαν; «διὰ γὰρ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω», φησὶν ὁ ἀπόστολος οὐκ ἐπαινῶν, φησί, γάμον μετὰ τὴν παρουσίαν, ἀλλὰ συμβαστάζων, ἵνα μὴ εἰς περιττὸν ὄλεθρον ἐμπέσωσιν. «εἰσὶ γὰρ εὐνοῦχοι οἱ ἑαυτοὺς εὐνουχίσαντες διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ «θέλω, φησί, πάντας εἶναι ὡς ἐμαυτόν», καὶ «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, πέντε μωραῖς καὶ πέντε φρονίμοις»· φρόνιμοι παρθένοι, μωραὶ παρθένοι, πλὴν παρθένοι, βασιλείᾳ οὐρανῶν ἀπεικάζονται, καὶ οὐκ εἶπεν ἔγγαμοι. πολλὰ δὲ τοιαῦτα ἑαυτῷ ἐπισωρεύει, ἵνα δῆθεν παρεκβάλῃ γάμον. Οὐ δέχεται δὲ τοὺς παῖδας τοὺς τελευτῶντας πρὸ γνώσεως, ἀλλ' ἀποβάλλει αὐτοὺς τῆς νομιζομένης ἐλπίδος. φάσκει γὰρ τούτους μὴ κλη.135 ρονομεῖν βασιλείαν οὐρανῶν, ἐπειδή, φησίν, οὐκ ἠγωνίσαντο. «ἐὰν γὰρ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ·» εἰ γὰρ καὶ ὁ ἀθλῶν οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως, πόσῳ γε μᾶλλον οἱ μηδέπω εἰς ἀγῶνα κεκλημένοι; οὐ πιστεύει δὲ πάλιν οὗτος παράδεισον εἶναι αἰσθητόν, ὥσπερ ἀμέλει καὶ Ὠριγένης, οὐδέ, ὡς ἔφην, νεκρῶν ἀνάστασιν τὴν διὰ σαρκός, ἀλλ' ἀνάστασιν μὲν νεκρῶν λέγει, ἀνάστασιν δὲ τὴν τῶν ψυχῶν καὶ πνευματικήν τινα φάσκων μυθολογίαν. οὐδεὶς δὲ μετ' αὐτῶν συνάγεται, ἀλλὰ εἰ εἴη παρθένος ἢ μονάζων ἢ ἐγκρατὴς ἢ χήρα. περὶ δὲ τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οὐ φάσκει κατὰ τὸν Ὠριγένην, ἀλλὰ πιστεύει ὄντως τὸν υἱὸν ἐκ πατρὸς γεγεννημένον, 3. καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐκ πατρὸς εἶναι δέχεται. φάσκει δὲ οὗτος, ὡς ἄνω μοι ἐν τῇ τῶν Μελχισεδεκιανῶν αἱρέσει δεδήλωται, περὶ τοῦ ἁγίου πνεύματος ὅτι αὐτός ἐστιν ὁ Μελχισεδέκ, διὰ τό, φησίν, εἰρηκέναι τὸν ἀπόστολον ὅτι «ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις ὑπὲρ ἡμῶν». καὶ τίς ἐστιν οὗτος, ἀλλὰ ὁ «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ, ὃς μένει ἱερεὺς εἰς τὸ διηνεκές»; τὸ δὲ «ἱερεὺς εἰς τὸ διηνεκές» διὰ τὸ ὑπερεντυγχάνειν. τοῦτο δὲ τὸ πνεῦμα συνηντηκέναι τῷ Ἀβραὰμ κατ' ἐκεῖνο καιροῦ, ἐπειδὴ γὰρ ὅμοιόν ἐστι τῷ υἱῷ. καὶ διὰ τοῦτο, φησίν, λέγει ὁ ἀπόστολος «ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος»· ἀμήτωρ, φησίν, ὅτι οὐκ ἔχει μητέρα· ἀπάτωρ, φησίν, ὅτι ἐπὶ γῆς οὐκ ἔσχε πατέρα, «ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». καὶ πολλὰ φλυαρῶν περὶ τοῦ ἁγίου πνεύματος διεξῆλθε περὶ τούτου πολλὴν πραγματείαν. βούλεται δὲ τὴν τελείαν αὐτοῦ σύστασιν ποιεῖσθαι ἀπὸ τοῦ Ἀναβατικοῦ Ἠσαΐου, δῆθεν ὡς ἐν τῷ Ἀναβατικῷ λεγομένῳ ἔλεγεν ἐκεῖσε ὅτι «ἔδειξέ μοι ὁ ἄγγελος περιπατῶν ἔμπροσθέν μου, καὶ ἔδειξέ μοι καὶ 3.136 εἶπε· τίς ἐστιν ὁ ἐν δεξιᾷ τοῦ θεοῦ; καὶ εἶπα· σὺ οἶδας, κύριε· λέγει· οὗτός ἐστιν ὁ ἀγαπητός. καὶ τίς ἐστιν ὁ ἄλλος ὁ ὅμοιος αὐτῷ ἐξ ἀριστερῶν ἐλθών; καὶ εἶπα· σὺ γινώσκεις. λέγει· τοῦτό ἐστιν τὸ ἅγιον πνεῦμα τὸ λαλοῦν ἐν σοὶ καὶ ἐν τοῖς

398

προφήταις. καὶ ἦν, φησίν, ὅμοιον τῷ ἀγαπητῷ.» ἐκ τούτου βούλεται συνιστᾶν τὸ εἰρημένον «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». Πόσα τοίνυν δυνήσεται ὁ ἡμέτερος νοῦς καὶ περὶ τούτου διαλαμβάνειν πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πολλῆς παραπεποιημένης διανοίας; οὗτος δὲ γηραλέος ἐτελεύτα. συνεγράψατο δὲ Ἑλληνικῶς τε καὶ Αἰγυπτιακῶς, ἐξηγησάμενος καὶ συντάξας περὶ τῆς ἑξαημέρου, μύθους τινὰς πλασάμενος καὶ κομπώδεις ἀλληγορίας. εἰς ἄλλα δὲ πόσα ἀπὸ τῆς γραφῆς συνέταξε, ψαλμούς τε πολλοὺς νεωτερικοὺς ἐπλάσατο. ἐμψύχων τε πολλοὶ ἐξ αὐτῶν οὐ μετέχουσι † τῶν ἀληθινῶν αὐτῶν τοῦ δόγματος. ὁ δὲ Ἱερακᾶς αὐτὸς τῷ μὲν ὄντι πολλὴν εἶχε τὴν ἄσκησιν, οἱ δὲ μετ' αὐτὸν αὐτοῦ μαθηταὶ καθ' ὑπόκρισιν· ἐκεῖνος μὲν ἀπείχετο πάντων βρωμάτων καὶ ἠσκεῖτο καὶ ἀπὸ οἴνου· φασὶ δέ τινες περὶ αὐτοῦ ὅτι ὑπὲρ ἐνενήκοντα ἔτη βιώσας ἕως τῆς ἡμέρας ἧς ἐτελεύτα ἐκαλλιγράφει καλλιγράφος γὰρ ἦν· ἔμενε γὰρ αὐτοῦ συνεστὼς ὁ ὀφθαλμός. 4. Φέρε δὲ διασκοπήσωμεν καὶ τὰ τούτου ζιζάνια· ποίᾳ διανοίᾳ λόγου θεϊκοῦ συνάψωμεν καὶ ἐξαφανίσωμεν τὸ ἰοβόλον τοῦτο ἑρπετόν, σκορπίου δίκην ἔμπροσθεν καὶ κατόπιν παῖον, ἀπὸ δύο διαθηκῶν ἑαυτῷ ἐπισωρεῦον τὰ πρὸς βλάβην, οὐχ ὡς ἔχουσιν οἱ θεῖοι λόγοι, ἀλλ' ὡς ἡ παραπεποιημένη αὐτοῦ ἔννοια τὰ φωτεινὰ σκοτεινῶς διενοεῖτο; οὐ μεμπτὸν γὰρ τὸ μέλι οὔτε πικρότατον, οὐδὲ αἱ ἐδωδαὶ ἐκ θεοῦ ἐκτισμέναι αἱ καλλίους, διδόμεναι δέ τινι πυρέττοντι πικραὶ ἐν τῷ στόματι αὐτοῦ φαίνονται, οὐ τῶν ἡδέων πεπικραμμένων, ἀλλὰ τοῦ γεύματος τοῦ πυρέττοντος πικράναντος τὰ αὐτῷ διδόμενα. οὕτω καὶ πᾶς τις ἀπὸ τῆς ἀληθείας πεσὼν οὐκ ἀπὸ τῆς ἀληθείας ἠπάτηται, ἀλλὰ τὴν ἀλήθειαν πικροῖς διανοήμασιν ἐγεύσατο, καὶ εἰς πικρίαν αὐτῷ μετεβλήθη. ἴδωμεν δέ, περὶ τῶν παίδων, τί εἴπωμεν, περὶ τῶν ἀποκτανθέντων εὐθὺς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας διὰ Χριστόν; ἆρα βασιλείας οὐρανῶν εἰσιν ἀμέτοχοι οἱ τοιοῦτοι ἢ μετέχουσι; μετέχουσι μὲν οὖν ὄντες ἄμεμπτοι. εἰ γὰρ οὐκ εἰσὶ μέτοχοι, ἄρα παραίτιος αὐτῶν ὁ κύριος γεγένηται· δι' αὐτὸν γὰρ ἀπεκτάνθησαν. 3.137 εἰ δὲ ἀπεκτάνθησαν δι' αὐτόν, μὴ φθάσαντες ἀγωνίσασθαι μήτε λαβεῖν τὸ βραβεῖον, ἄρα ἡ αὐτοῦ παρουσία γενομένη εἰς σωτηρίαν, μᾶλλον εἰς βλάβην τῷ κόσμῳ γέγονεν, ἐπειδὴ γὰρ αἰτία γέγονε τοῦ ἄωρα τὸν βίον τὰ βρέφη μεταλλάττειν, τιμωρηθέντα καὶ βασιλικῇ ἀπειλῇ ὑποπεσόντα, τοῦ μὴ φθάσαι εἰς ἀγῶνα, ὅπως κομίσωνται τὰ βραβεῖα. Ἴδωμεν δὲ καὶ ἄλλας θεωρίας. κάλει μοι Σαλομῶντα τὸν μακάριον καὶ σοφώτατον πρὸς ἔλεγχον τοῦ Ἱερακᾶ τούτου. δεῦρο, προφητῶν μακαριέστατε, «ὁ λαβὼν παρὰ κυρίου χύμα καρδίας καὶ σοφίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης», τί ἂν περὶ τῶν παίδων φρονοίης; καὶ φησί «γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὔτε ἀριθμῷ ἐτῶν μεμέτρηται. πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος, γενόμενος ἄμεμπτος θεῷ ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. ἡρπάγη, μὴ ἡ κακία αὐτοῦ ἀλλάξῃ σύνεσιν, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» καὶ ὅτι μὲν οὖν περὶ παίδων λέγει ἑξῆς ἐπιφέρει λέγων «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν χρόνους μακρούς», ἵνα εἴπῃ, τελευτήσας νέος ἐπλήρωσε χρόνους μακρούς. «ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας.» καὶ τῷ Ἰερεμίᾳ φησὶν ὁ κύριος «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν σε ἐκ μήτρας, ἡγίακά σε». 5. Ἴδωμεν δὲ αὐτὸν τὸν σωτῆρα, τὸ ἀψευδὲς στόμα, τὸ γινῶσκον τὰ πάντα· δεῦρο, κύριε, βοήθει τῇ διανοίᾳ ἡμῶν, ἔλεγξον δὲ τὸν Ἱερακᾶν καὶ τὴν αὐτοῦ προπέτειαν. «προσῆλθον αὐτῷ» φησι «τὰ παιδία, ἵνα θῇ χεῖρας ἐπ' αὐτὰ καὶ εὐλογήσῃ. οἱ δὲ μαθηταὶ ἀπωθοῦντο αὐτὰ καὶ ἐκώλυον. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με·

399

τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» καὶ ἵνα μὴ μόνον παιδαρίων νοηθῇ ἡ βασιλεία τῶν οὐρανῶν καὶ οὐχὶ ἐπὶ πᾶσαν ἡλικίαν *, ἀπ' αὐτῶν μὲν τὴν ἀρχὴν ποιεῖται, τοῖς δὲ ὁμοίοις αὐτῶν δεδώρηται μετ' αὐτῶν ἔχειν τὴν κληρονομίαν. εἰ γὰρ οἱ κατ' αὐτοὺς βασιλεύειν ἔχουσι, πόσῳ γε μᾶλλον οἱ ἀρχέτυποι τῶν κατ' αὐτοὺς ὑπαρχόντων; καὶ πέπτωκεν αὐτοῦ ὁ μυθώδης λόγος. πάντας γὰρ ἐλεᾷ ὁ κύριος. «φυλάσσων γὰρ τὰ νήπια ὁ κύριος», καὶ «αἰνεῖτε, παῖδες, κύριον», 3.138 καὶ τὰ παιδία ἐκήρυξαν «ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», καὶ «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον». καὶ πόσα ἐστὶ τὰ τοιαῦτα. 6. Περὶ δὲ σαρκὸς ἀναστάσεως, πῶς οὐχὶ σαρκὸς ἔσται ἀνάστασις, ὦ ἐθελόσοφε Ἱερακᾶ; αὐτὴ γὰρ ἡ ὀνομασία τῆς φράσεως δείκνυσι τὴν δύναμιν. ἀνάστασις γὰρ οὐ καλεῖται τοῦ μὴ πεπτωκότος. ποῖον δέ ἐστι τὸ πεσόν; ποῖον τὸ ταφέν; ποῖον τὸ λυθὲν ἀλλ' ἢ τὸ σῶμα, καὶ οὐχ ἡ ψυχή; ψυχὴ τοίνυν οὐ πίπτει, οὔτε θάπτεται. καὶ πόσα ἔστι περὶ τούτου λέγειν; ψυχῆς γὰρ οὐ καλεῖται ἀνάστασις, ἀλλὰ σῶμά ἐστι τὸ ἐγειρόμενον. περὶ δὲ τῆς ἀναλογῆς, ἧς ἦλθεν ὁ σωτὴρ ἀναλέξασθαι παρθενίαν καὶ ἐγκράτειαν καὶ ἁγνείαν, τίνι οὐκ ἔστι δῆλον ὅτι ἔστιν ἐκλογὴ καὶ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καύχημα * καὶ τοὺς ἐν σεμνῷ γάμῳ· «ἕκαστον γὰρ κατὰ τὸ ἴδιον τάγμα» σῴζειν εἴωθε. πῶς γὰρ οὐκ ἔσται «τίμιος ὁ γάμος» καὶ ἐν θεῷ ἔχων τὴν τῶν οὐρανῶν βασιλείαν, ὁπότε κέκληται ὁ σωτὴρ εἰς γάμους, ἵνα εὐλογήσῃ γάμον; εἰ μὲν γὰρ παρῃτήσατο εἰς γάμον εἰσιέναι, ἄρα γάμου ἦν καταλύτης καὶ οὐκ ἀποδεχόμενος ἕκαστον κατὰ συγγνώμην τῆς αὐτοῦ ἀσθενείας. τίμιος τοίνυν ὁ γάμος, ὅτι αὐτὸς αὐτὸν ὥρισε. διὸ παραγίνεται εἰς γάμον, ἵνα φράξῃ τὰ στόματα τῶν λεγόντων κατὰ τῆς ἀληθείας. ἐκεῖ γὰρ πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας τὸ ὕδωρ οἶνον ποιήσας. ὡς γὰρ ἀνέτειλεν ἀπὸ παρθένου, ἵνα δείξῃ τὸ φῶς ἀπὸ παρθένου ἀνατεῖλαν τῇ οἰκουμένῃ, οὕτω καὶ τὸ πρῶτον σημεῖον εἰς γάμους πεποίηκεν ἐν Κανᾷ τῆς Γαλιλαίας, ἵνα τὴν μὲν παρθενίαν τιμήσῃ διὰ τῆς ἀποκυήσεως καὶ φωτὸς βολῆς τῆς δι' αὐτῆς ἀνατειλάσης, τὸν δὲ σεμνὸν γάμον τιμήσῃ διὰ τῶν θεοσημείων, ἐν τοῖς γάμοις πρῶτον ἐπιτελέσας, τὸ ὕδωρ εἰς ἄκρατον μεταβαλών. ὡσαύτως δὲ εἰ ἀλλότριος ἦν ὁ γάμος, πῶς παραγγέλλει ὁ τῶν ἐθνῶν διδάσκαλος, ὡς λέγει «νεωτέρας χήρας παραιτοῦ. μετὰ γὰρ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ γαμεῖν ἐθέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». τί οὖν φησιν; «ἀλλὰ γαμείτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν». εἰ τοίνυν ταῦτα παραδέχεται, πῶς παρὰ σοί, 3.139 Ἱερακᾶ, ὁ γάμος ἐστὶν ἐκβαλλόμενος μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν; 7. Περὶ δὲ τοῦ Μελχισεδὲκ ὅτι φάσκεις ὅτι αὐτός ἐστι τὸ πνεῦμα· τοίνυν ἦλθε τὸ πνεῦμα καὶ ἔλαβε σάρκα. οὐκέτι οὖν ὁ μονογενὴς μόνος γεγέννηται κατὰ σάρκα, ἀλλὰ καὶ τὸ πνεῦμα. εἰ δὲ γεγέννηται κατὰ σάρκα τὸ πνεῦμα, ἰδού, ἡ Μαρία ἡ γεννήσασα τὸν σωτῆρα· λεγέτω Ἱερακᾶς ποῦ ἐστιν ἡ γεννήσασα τὸ πνεῦμα. καὶ τῷ εἰπεῖν «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές» οὐκέτι περὶ πνεύματος ἁγίου ὁ λόγος. οὐ γὰρ εἶπεν ὅμοιον τῷ υἱῷ τοῦ θεοῦ, ἀλλ' ἀφωμοιωμένον. τὸ δὲ ἀφωμοιωμένον μετέπειτα ἔχει τὴν ἀγωγήν. εἰ δὲ μετὰ τὸν χρόνον τοῦ Ἀβραὰμ τὸ πνεῦμα ἀφομοιοῦται τῷ Χριστῷ, ἄρα οὐκ ἦν ποτε καὶ διὰ τοῦτο ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ. καὶ ἀπάτωρ πῶς δύναται εἶναι; εἰ μὲν γὰρ αὐτουπάρχον ἐστὶ τὸ πνεῦμα καὶ οὐκ ἔστιν ἐκ τῆς οἰκείας οὐσίας τῆς θεότητος, εἰκότως ἀπάτωρ δειχθείη. καὶ γὰρ τῷ μὲν ὄντι μονογενὴς ὁ υἱὸς καὶ ἀδελφὸν οὐκ ἔχει, υἱὸς δὲ θεοῦ· ἀλλὰ κἄν τε οὐ λέγομεν τὸ πνεῦμα γεννητόν, ἐπειδὴ μονογενὴς ὁ υἱός, ἀλλὰ πνεῦμα «τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον», φησὶν ὁ Χριστός. τὸ γοῦν ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον, ἀπάτωρ οὐ δύναται εἶναι. κἄν τε εἴπῃ·

400

ἀμήτωρ ἐν οὐρανῷ καὶ ἀπάτωρ ἐπὶ τῆς γῆς–δύναται γὰρ τοῦτο καὶ ἐπὶ τοῦ σωτῆρος λέγεσθαι–πῶς οὖν ἐπὶ τέλει ὁ ἀπόστολος φράζει λέγων «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραὰμ τὸν πατριάρχην». τὸ γὰρ «ἐξ αὐτῶν» ἀκριβείας ἐστὶ δηλωτικόν· ὁπότε γάρ, ἐκ τῶν υἱῶν Ἰσραὴλ μὴ γενεαλογούμενος, ἐξ ἄλλων πάντως ἐθνῶν εἶχε τὴν γενεαλογίαν. διὰ δὲ τὸ μὴ γεγράφθαι τὴν αὐτοῦ μητέρα ἢ πατέρα, ἄλλα ἀντὶ ἄλλων φαντάζονται οἱ συκοφάνται τῆς ἀληθείας. ἡμεῖς δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐν παραδόσεσιν εὕρομεν καὶ τὸν πατέρα. ἦν γὰρ οὗτος τῶν γενῶν Σιδῶνος καὶ τῶν Χαναναίων. διέπεσε τοίνυν ὁ μυθώδης αὐτοῦ λόγος· καὶ μάτην αὐτοῦ καὶ ἡ πολιτεία· οὐ γὰρ τὸ ἀψύχοις ἀρκεῖσθαι μετὰ κακοπιστίας, τοῦτο ζωῆς ἐστι καὶ ἐλπίδος διδασκαλεῖον σωτηρίας. «πάντα», γάρ φησιν, «εἰς δόξαν θεοῦ γινέσθω.» 3.140 8. Ἀλλὰ περὶ τούτων καὶ αὐτόθι ἀρκεῖσθαι ἡγοῦμαι. συνετρίψαμεν γὰρ τοῦ σκορπίου τὰς πτέρυγας, καὶ κατεσπάσαμεν αὐτοῦ τὰς δυνάμεις. ὄφις γὰρ πτερωτὸς οὗτος καὶ σκορπίος, πτέρυγας ἔχων κατὰ πολλοὺς τρόπους καὶ πετόμενος, καὶ μιμούμενος μὲν τῆς ἐκκλησίας τὴν παρθενίαν, οὐκ ἔχων δὲ καθαρὰν τὴν συνείδησιν. ἐπὶ γὰρ τούτῳ καὶ τοῖς ὁμοίοις αὐτοῦ πληροῦται τὸ «κεκαυτηριασμένων τὴν συνείδησιν, καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς εἰς μετάληψιν ἐποίησεν· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ ζῶντος καὶ ἐντεύξεως, ὅτι πάντα καλὰ καὶ ἡδέα, καὶ οὐδὲν ἀπόβλητον παρὰ θεῷ». χλευάζονται δὲ τελειότατα δι' ἃς κέκτηνται ἕκαστος συνεισάκτους γυναῖκας, δι' ἃς εἴωθαν φιλοτιμεῖσθαι ἔχειν εἰς ὑπηρεσίαν. ἀλλὰ καὶ τούτου, ὡς ἔφην, τὰς πτέρυγας κατασπάσαντες καὶ τὴν κεφαλὴν καταθλάσαντες τῷ ξύλῳ τῆς ζωῆς, τουτέστι τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἐπικαλούμενοι αὐτὸν τὸν θεὸν βοηθόν, πρὸς τὴν τῶν λοιπῶν αἱρέσεων ἀντίρρησίν τε καὶ ἀνατροπὴν τῶν παρ' αὐτοῖς ματαίως τῷ κόσμῳ ὑποβαλλομένων. – – – Κατὰ τοῦ Μελιτίου σχίσματος τοῦ Αἰγυπτίου ˉμˉη, τῆς δὲ ἀκολουθίας ˉξˉη. 1. Μελιτιανῶν τι τάγμα ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ὑπάρχει, ἀπὸ Μελιτίου τινὸς ἐπισκόπου ἐν τῇ Θηβαΐδι, γενομένου τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθῆς πίστεως· οὐ γάρ τι μετήλλαττεν ἡ πίστις αὐτοῦ ἐν καιρῷ τινι τῆς ἁγίας καθολικῆς ἐκκλησίας. οὗτος ὁ Μελίτιος σύγχρονος ἦν καὶ συνακμαστὴς τοῦ προειρημένου Ἱερακᾶ τε καὶ καθεξῆς διαδεξάμενος, ὃς ἦν καὶ τοῦ ἁγίου Πέτρου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου 3.141 σύγχρονος. καὶ οὗτοι πάντες ἐπὶ τοῦ διωγμοῦ ἦσαν τοῦ γενομένου ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ. ἡ δὲ κατὰ τὸν Μελίτιον ὑπόθεσις τοῦτον ἔσχε τὸν τρόπον. Σχίσμα ἐποίησεν, οὐ μὴν μετηλλαγμένως τὴν πίστιν γεγένηται. οὗτος ἐν καιρῷ τοῦ διωγμοῦ ἅμα Πέτρῳ τῷ ἁγίῳ ἐπισκόπῳ καὶ μάρτυρι καὶ τοῖς ἄλλοις μάρτυσι συλληφθεὶς ὑπὸ τῶν ἐπὶ τούτῳ ὑπὸ τοῦ βασιλέως ἐπιτεταγμένων, τῶν κατ' ἐκεῖνο καιροῦ ἡγεμόνων τῆς Ἀλεξανδρείας καὶ Αἰγύπτου Κουλκιανὸς μὲν ἦν ἔπαρχος τῆς Θηβαΐδος, Ἀλεξανδρείας δὲ Ἱεροκλῆς· καὶ ὁ μὲν Μελίτιος ἐν τῷ δεσμωτηρίῳ καθειργμένος ἦν, αὐτός τε καὶ οἱ προειρημένοι μάρτυρες ἅμα τῷ προειρημένῳ Πέτρῳ τῷ τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπῳ. ἐδόκει δὲ καὶ ὁ Μελίτιος τῶν τὴν κατὰ τὴν Αἴγυπτον * προήκων καὶ δευτερεύων τῷ Πέτρῳ κατὰ τὴν ἀρχιεπισκοπήν, ὡς δι' ἀντιλήψεως αὐτοῦ χάριν, ὑπ' αὐτὸν δὲ ὢν καὶ ἐπ' αὐτὸν τὰ ἐκκλησιαστικὰ ἀναφέρων. τοῦτο γὰρ ἔθος ἐστί, τὸν ἐν τῇ Ἀλεξανδρείᾳ ἀρχιεπίσκοπον πάσης τε Αἰγύπτου καὶ Θηβαΐδος, Μαρεώτου τε καὶ Λιβύης, Ἀμμωνιακῆς, Μαρμαρίδος τε καὶ Πενταπόλεως ἔχειν τὴν ἐκκλησιαστικὴν διοίκησιν. ἐπεὶ οὖν συλληφθέντες οὗτοι πάντες μαρτυρίου χάριν ἐν τῇ φυλακῇ ἔπραττον, χρόνῳ δὲ ἱκανῷ ἐπέμειναν καθειργμένοι–ἄλλοι δὲ πρὸ αὐτῶν παραδοθέντες ἐμαρτύρησαν καὶ τὸ τέλος τοῦ βραβείου ἀπείληφαν καὶ ἐκοιμήθησαν· οὗτοι δὲ ὡς ἀκραίμονες καὶ μείζους ἐς ὕστερον ἐτηροῦντο–2. καὶ ἐπειδὴ

401

τινῶν μὲν μαρτυρησάντων, ἄλλων δὲ τοῦ μαρτυρίου ἐκπεσόντων, καὶ τὴν ἀθεμιτουργίαν τῆς τῶν εἰδώλων θρῃσκείας πραξάντων, οἳ κατ' ἀνάγκην καὶ θυσιῶν ἐφήψαντο, παραπεσόντες οὖν καὶ θύσαντες καὶ παραβάντες προσῆλθον τοῖς ὁμολογηταῖς τε καὶ μάρτυσιν, ὅπως τύχωσιν ἐλέους διὰ μετανοίας, οἱ μὲν ἀπὸ στρατιωτῶν ὄντες, οἱ δὲ ἀπὸ κληρικῶν ὑπάρχοντες διαφόρου κλήρου, πρεσβυτερίου τε καὶ διακονίας καὶ ἄλλων, κίνησις ἐγένετο ἀνὰ μέσον τῶν μαρτύρων καὶ τάραχος οὐχ ὁ τυχών, 3.142 τῶν μὲν λεγόντων τοὺς ἅπαξ παραπεσόντας καὶ ἀρνησαμένους καὶ ἐν ἀνδρειότητι μὴ παραμείναντας μηδὲ ἀγωνισαμένους μὴ δεῖν ἀξιοῦσθαι εἰς μετάνοιαν, ἵνα μὴ καὶ οἱ ἔτι περιλειφθέντες ἔλαττον φροντίσαντες τῆς ἐπιτιμίας διὰ τὴν τοιαύτην θᾶττον γενομένην αὐτοῖς συγχώρησιν ἐκτραπῶσι, καὶ εἰς ἐπαρνησιθεΐαν καὶ ἀθεμιτουργίαν Ἑλληνισμοῦ ἔλθωσι. καὶ ἦν εὔλογον τὸ παρ' αὐτῶν τῶν ὁμολογητῶν λεγόμενον. ἦσαν δὲ οἱ τοῦτο λέγοντες Μελίτιος καὶ Πηλεὺς καί τινες ἄλλοι πλείους τῶν μαρτύρων καὶ ὁμολογητῶν ἅμα αὐτοῖς. ζῆλον τοίνυν τὸν ὑπὲρ θεοῦ ἀναδεδειγμένοι δῆλον ὅτι † ἔπασχον ταῦτα λέγοντες. ἔφασκον δέ, εἰ ἄρα μετὰ τὸ παύσασθαι τὸν διωγμὸν μετὰ χρόνον ἱκανὸν δίδοσθαι τοῖς προειρημένοις μετάνοιαν ἐν καιρῷ γενομένης εἰρήνης, ἐὰν ἐπ' ἀληθείας μετανοήσωσι καὶ καρπὸν τῆς μετανοίας αὐτῶν ἐπιδείξωνται, οὐ μὴν ἵνα ἕκαστος δεξιωθῇ ἐν τῷ ἰδίῳ κλήρῳ, ἀλλὰ μετὰ χρόνου διάστημα συνάγεσθαι ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν τῇ κοινωνίᾳ, ἐν τῷ τάγματι δὲ τῶν λαϊκῶν καὶ οὐκ ἐν κλήροις. καὶ ἦν φιλάληθες καὶ ζήλου πλῆρες τοῦτο. 3. Ὁ δὲ ἁγιώτατος Πέτρος, εὔσπλαγχνος ὢν καὶ ὡς πατὴρ πάντων ὑπάρχων, ἐδέετο καὶ καθικέτευε λέγων· δεξώμεθα αὐτοὺς μετανοοῦντας καὶ τάξωμεν αὐτοῖς μετάνοιαν εἰς τὸ παρακαθέζεσθαι τῇ ἐκκλησίᾳ, καὶ μὴ ἀποστρέψωμεν αὐτοὺς μήτε τῶν κλήρων ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος περιέχει, μή ποτε εἰς αἰσχύνην αὐτοῖς γένηται καὶ διὰ παρολκὴν τοῦ χρόνου οἱ ἅπαξ ἀπὸ ἀνανδρίας καὶ ἀσθενείας ὑπὸ διαβόλου ἐπισεισθέντες καὶ παρασαλευόμενοι τελείως ἐκτραπῶσι καὶ μὴ ἰαθῶσιν, ὡς κατὰ τὸ γεγραμμένον «μὴ ἐκτραπῆναι τὸ χωλόν, ἰαθῆναι δὲ μᾶλλον». καὶ ἦν μὲν τοῦ Πέτρου ὁ λόγος ὑπὲρ ἐλέους καὶ φιλανθρωπίας καὶ τοῦ Μελιτίου καὶ τῶν ἅμα αὐτῷ ὑπὲρ ἀληθείας καὶ ζήλου. ἐντεῦθεν διὰ τοῦ προσώπου τῆς ἀπὸ ἀμφοτέρων δοκούσης εὐσεβοῦς ὑποθέσεως τὸ σχίσμα γεγένηται, τῶν μὲν τοῦτο φασκόντων, τῶν δὲ τοῦτο. ὅτε γὰρ εἶδεν ὁ 3.143 ἀρχιεπίσκοπος Πέτρος, ὅτι ἀντέστησαν τῇ βουλῇ τῆς αὐτοῦ φιλανθρωπίας οἱ περὶ τὸν Μελίτιον, ζήλῳ θεϊκῷ περισσοτέρως φερόμενοι, καταπέτασμα αὐτὸς ὁ Πέτρος ἐποίησε μέσον τῆς φυλακῆς, ἱμάτιον ἐκπετάσας τουτέστι λωδίκιον εἶτ' οὖν παλλίον καὶ κηρύξας διὰ διακόνου ὅτι οἵτινές εἰσι τῆς ἐμῆς γνώμης παρελθέτωσαν πρός με καὶ οἵτινες τῆς Μελιτίου γνώμης τυγχάνουσι πρὸς Μελίτιον. καὶ διῃρέθη τὸ μὲν πλῆθος ἅμα Μελιτίῳ, ἐπισκόπων τε καὶ μοναχῶν καὶ πρεσβυτέρων καὶ ἄλλων ταγμάτων· ὀλίγοι δὲ παντελῶς ἅμα Πέτρῳ τῷ ἀρχιεπισκόπῳ ἐγίνοντο, ἐπίσκοποί τε καὶ ἄλλοι ὀλίγοι. καὶ λοιπὸν οὗτοι κατ' ἰδίαν ηὔχοντο καὶ οὗτοι κατ' ἰδίαν, καὶ τὰς ἄλλας ἱερουργίας ὡσαύτως ἕκαστος ἰδίᾳ ἐπετέλει. Γίνεται δὲ Πέτρον μαρτυρῆσαι, καὶ ἐτελειώθη ὁ μακάριος, διάδοχον καταλείψας Ἀλέξανδρον ἐν τῇ Ἀλεξανδρείᾳ. αὐτὸς γὰρ διαδέχεται τὸν θρόνον μετὰ τὸν προειρημένον Πέτρον. Μελίτιος δὲ καὶ ἄλλοι πολλοὶ ἐξορισμῷ ὑπέπεσον, ὑπερορισθέντες ἐν τοῖς Φαινησίοις μετάλλοις. καὶ τότε λοιπὸν οἱ συρόμενοι ὄντες ὁμολογηταὶ * ἅμα Μελιτίῳ, καὶ αὐτὸς Μελίτιος ἐν τῇ εἱρκτῇ κατά τε τὴν ὁδοιπορίαν, καθ' ἑκάστην χώραν καὶ καθ' ἕκαστον τόπον διερχόμενος καθίστα κληρικούς, ἐπισκόπους τε καὶ πρεσβυτέρους καὶ διακόνους, καὶ ᾠκοδόμει ἐκκλησίας ἰδίας, καὶ οὔτε οὗτοι τούτοις ἐκοινώνουν οὔτε ἐκεῖνοι τούτοις. ἐπέγραφον δὲ ἕκαστος ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ οἱ μὲν ἀπὸ τοῦ Πέτρου διαδεξάμενοι ἔχοντες

402

τὰς οὔσας ἀρχαίας ἐκκλησίας, ὅτι «ἐκκλησία καθολική», οἱ δὲ ἀπὸ Μελιτίου «ἐκκλησία μαρτύρων». ὅθεν καὶ ἐν Ἐλευθεροπόλει καὶ ἐν Γάζῃ καὶ ἐν Αἰλίᾳ παρελθὼν ὁ αὐτὸς Μελίτιος πολλοὺς οὕτως ἐχειροτόνησε. καὶ γέγονεν αὐτὸν χρονοτριβῆσαι ἐν τοῖς προειρημένοις μετάλλοις· ἀλλὰ μεταξὺ ἀπολύονται τῶν μετάλλων οἱ ὁμολογηταί, οἵ τε τοῦ μέρους Πέτρου ἦσαν γὰρ ἔτι πολλοί καὶ οἱ τοῦ Μελιτίου. οὔτε γὰρ ἐν τοῖς μετάλλοις ἀλλήλοις ἐκοινώνουν ἢ συνηύχοντο. γίνεται δὲ τὸν Μελίτιον ἔτι διατρῖψαι ἐν κόσμῳ χρόνον, ὥστε συνακμάσαι καὶ Ἀλεξάνδρῳ τῷ τοῦ Πέτρου διαδόχῳ, τὰ φίλα τε ἔχειν πρὸς αὐτόν· ἐμερίμνα τε τὰ περὶ τῆς ἐκκλησίας καὶ πίστεως. ἔφην γὰρ πολλάκις ὅτι οὐδὲν εἶχεν παρηλλαγμένον. 3.144 4. Αὐτὸς γὰρ οὗτος ὁ Μελίτιος ἐν Ἀλεξανδρείᾳ γενόμενος κἀκεῖσε διατρίβων χρόνον, ἔχων ἰδίαν τὴν σύναξιν σὺν τοῖς ἰδίοις, τὸν Ἄρειον ἐφώρασεν, ἀνενέγκας ἐπὶ τὸν Ἀλέξανδρον, ὡς ἐνηχήθη δὲ τὸν Ἄρειον ἐν ταῖς αὐτοῦ ἐξηγήσεσιν ἔξω τοῦ προκειμένου τῆς πίστεως βεβηκότα. ἦν γὰρ οὗτος ἐν Βαυκάλει τῇ ἐκκλησίᾳ οὕτω καλουμένῃ Ἀλεξανδρείας πρεσβύτερος. καθ' ἑκάστην γὰρ εἷς πρεσβύτερός ἐστιν ἀποτεταγμένος ἦσαν γὰρ πολλαὶ ἐκκλησίαι, νῦν δὲ πλείους καὶ αὐτῷ ἡ ἐκκλησία ἐγκεχείριστο, κἄν τε ἄλλος σὺν αὐτῷ ἦν· ὧν ἕνεκα γενόμενοι ἐν τῷ τόπῳ λέξομεν κατὰ λεπτότητα, ὅτε χρεία περὶ τούτου ἔσται. ἐπεὶ οὖν ἐφώρασε τὸν Ἄρειον σπουδαίως Ἀλέξανδρος, συγκαλέσας ἐπισκόπους καὶ ποιήσας σύνοδον ἐζήτει ἀξιῶν περὶ πίστεως καὶ ἀπαιτῶν τὸν Ἄρειον λόγον περὶ τῆς ἐν αὐτῷ ἐγκισσηθείσης λύμης τῆς κακοδοξίας. ὁ δὲ Ἄρειος οὐ μὴν ἠρνήσατο, ἀλλὰ καὶ μετὰ τετριμμένου προσώπου ὡς εἶχεν οὕτως ἀπεκρίνατο· καὶ ἐξεοῖ μὲν Ἀλέξανδρος αὐτὸν τῆς ἐκκλησίας, ἐξεοῦται δὲ ἅμα αὐτῷ πλῆθος πολύ, οἱ ἀπ' αὐτοῦ κεχραμμένοι παρθενευουσῶν καὶ ἄλλων κληρικῶν. ὁ δὲ Ἄρειος ἀποδράσας ἐπὶ τὴν Παλαιστινῶν στέλλεται τὴν πορείαν, ἐν Νικομηδείᾳ τε ἀνελθὼν κἀκεῖθεν γράψας ἐπιστολὰς Ἀλεξάνδρῳ, οὐχ ὑπερέβαινε τῆς αὐτοῦ κακοδοξίας τὴν μανιώδη διάνοιαν. ἀλλὰ μεταξὺ ὀλίγου τοῦ χρόνου, τοῦ αὐτοῦ Ἀλεξάνδρου τοῦ ἁγίου ἐπισκόπου Ἀλεξανδρείας ἐπιμελησαμένου καὶ κινήσαντος τὸν μακάριον Κωνσταντῖνον, συνεκρότησε σύνοδον ἐν τῇ Νικαίᾳ τῇ πόλει. καὶ ἀναθεματίζεται μὲν ἡ Ἀρείου αἵρεσις· μετὰ δὲ τὸ ἀποθανεῖν αὐτὸν *. τὸ πρῶτον μὲν γὰρ ἠρνεῖτο εἰς πρόσωπον τοῦ μακαρίου βασιλέως Κωνσταντίνου καὶ δι' ὅρκων προσεποιεῖτο εἰρωνείᾳ τὰ τῆς ὀρθοδοξίας ῥήματα. φήσαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὅτι εἰ μὲν 3.145 δικαιότατα ἀπόμνυσαι, πιστωθείη ὁ σὸς ὅρκος, καὶ ἀθῷος ἔσῃ· εἰ δὲ δολίως, ὁ θεός, καθ' οὗ ὤμοσας, ποιήσαι τὴν κατὰ σοῦ ἐκδικίαν. ὅπερ οὐκ εἰς μακρὰν αὐτῷ γέγονεν, ὡς ὕστερον ἐροῦμεν. συμπράττων τοίνυν οὗτος ὁ Ἄρειος Εὐσεβίῳ τῷ ἐπισκόπῳ Νικομηδείας τὰ αὐτὰ αὐτῷ φρονοῦντι προσηνέχθη τῷ αὐτῷ βασιλεῖ ὡς δῆθεν ἀρνούμενος καὶ ἀναθεματίζων τὴν αὐτοῦ αἵρεσιν. ὅθεν κελεύει καὶ ἐπιτρέπει Εὐσεβίῳ τὸν αὐτὸν συνάξαι ἐν Κωνσταντινουπόλει ἐπὶ Ἀλεξάνδρου ἐπισκόπου, ὁμωνύμου τοῦ ἐν Ἀλεξανδρείᾳ ἐπισκόπου, ὄντος δὲ ἐπισκόπου Κωνσταντινουπόλεως. 5. Ἤδη δὲ ὁ μακαρίτης Ἀλέξανδρος ὁ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴντελευτὴν Μελιτίου τοῦ προειρημένου ὁμολογητοῦ ζῆλον ἀνειληφὼς κατὰ τοῦ σχίσματος τῆς ἐκκλησίας πάντῃ τοὺς ἰδίᾳ συνάγοντας ὑπὸ δὲ Μελιτίου καταλειφθέντας ἐδόκει ταράσσειν τε καὶ συνέχειν βιάζεσθαί τε ὅπως μὴ ἀφηνιάσωσι τῆς μιᾶς ἐκκλησίας. οἱ δὲ μὴ βουλόμενοι ἐτάραττον καὶ ταραχὰς ἐνήργουν. ἐκ τούτου πιεζόμενοι καὶ συνεχόμενοι ὑπὸ τοῦ μακαρίου Ἀλεξάνδρου ἐπιχειροῦσί τινες ἐξ αὐτῶν ἀκραίμονες καὶ τὰ πρωτεῖα ἀποφερόμενοι ἔν τε εὐσεβείᾳ καὶ ἐν βίῳ καὶ στέλλονται ἐπὶ τὸ κομητάτον ἐντυχίας ἕνεκα, τοῦ ἐντυχεῖν καὶ ἀνεθῆναι τοῦ συνάγειν ἰδίᾳ καὶ μὴ κωλύεσθαι. ἦν δὲ Παφνούτιός τις μέγας ἀνὴρ ἀναχωρητὴς καὶ αὐτὸς υἱὸς ὁμολογητρίας τυγχάνων παραψάμενός τε καὶ αὐτὸς ποσῶς

403

τῆς ὁμολογίας, Ἰωάννης τε ἐπίσκοπος τῶν αὐτῶν, ἀνὴρ καὶ αὐτὸς τιμιώτατος, Καλλίνικός τε ὁ ἐν Πηλουσίῳ ἐπίσκοπος καὶ ἄλλοι τινὲς οἱ τοῦτο ποιησάμενοι· οἵτινες ἀπελθόντες καὶ ἐντυχόντες τῷ βασιλεῖ ἀπετρέποντο καὶ ἐξεβάλοντο. οἱ γὰρ ἐν τῷ παλατίῳ ἀκούσαντες Μελιτιανῶν ὄνομα, καὶ ἀγνοοῦντες τί ἂν εἴη τὸ τοιοῦτον, οὐ συνεχώρουν αὐτοῖς ἐντυχεῖν τῷ βασιλεῖ. 6. Καὶ ἐν τούτῳ συμβέβηκε χρονοτριβῆσαι τοὺς περὶ Παφνούτιον καὶ Ἰωάννην καὶ τοὺς λοιποὺς ἐπὶ τὰ μέρη τῆς Κωνσταντινουπόλεως καὶ Νικομηδείας. τότε δὲ φιλιοῦνται ἐπισκόπῳ Νικομηδείας τῷ Εὐσεβίῳ καὶ ἀναφέρουσιν αὐτῷ τὰ κατὰ τὴν αὐτὴν ὑπόθεσιν ᾔδεισαν γὰρ αὐτὸν 3.146 πρὸς τὸν βασιλέα Κωνσταντῖνον παρρησίαν ἔχειν ἀξιοῦσί τε αὐτὸν δι' αὐτοῦ τῷ βασιλεῖ γνωρισθῆναι. ὁ δὲ μετὰ τὸ ὑποσχέσθαι αὐτοὺς ἀνοίσειν τῷ βασιλεῖ καὶ ποιῆσαι αὐτοῖς τὸ πρᾶγμα τῆς δεήσεως, αἰτεῖται παρ' αὐτῶν τὸ αἴτημα τοῦτο, ὅπως δέξωνται Ἄρειον μετ' αὐτῶν εἰς κοινωνίαν, δῆθεν προσποιητῶς αὐτὸν καὶ εἰρωνείᾳ μετανοοῦντα. οἱ δὲ ὑπισχνοῦνται αὐτῷ· καὶ ἐντεῦθεν προσφέρει αὐτοὺς τῷ βασιλεῖ, καὶ τὰ κατ' αὐτοὺς Εὐσέβιος ἀναδιδάσκει καὶ συγχωρεῖται τοῖς Μελιτιανοῖς ἔκτοτε καθ' ἑαυτοὺς συνάγειν καὶ μὴ ὑπό τινων ὀχλεῖσθαι. ὡς εἴθε μᾶλλον οἱ αὐτοὶ οἱ τὴν ἀκροδικαιοσύνην τῆς ἀληθείας ἀναδεδεγμένοι Μελιτιανοὶ μετὰ τῶν παραπεσόντων μετὰ μετάνοιαν ἐκοινώνησαν ἤπερ Ἀρείῳ καὶ τοῖς ἀπ' αὐτοῦ. γέγονε γὰρ αὐτοῖς τοῦτο κατὰ τὴν παροιμίαν ὅτι φεύγοντες τὸν καπνὸν εἰς πῦρ ἐνέπεσον. οὔτε γὰρ Ἄρειος ἠδύνατο ἔχειν στάσιν καὶ παρρησίαν, εἰ μὴ διὰ τῆς τοιαύτης ὑποθέσεως, ἥτις γέγονεν αὐτοῖς καὶ εἰς δεῦρο κακὴ συνάφεια. συνεμίγησαν γὰρ οἱ καθαρεύοντές ποτε καὶ ἀκροδίκαιοι τῇ πίστει Μελιτιανοὶ μετὰ τῶν τοῦ Ἀρείου μαθητῶν. καὶ οἱ πλείους μὲν ἤδη ἐχράνθησαν τῇ τοῦ Ἀρείου κακοπιστίᾳ, ἀπὸ τῆς πίστεως ἐκτραπέντες ἐν τούτοις τοῖς χρόνοις· τινὲς δὲ εἰ καὶ ἔμειναν ἔχοντες τὴν ἀληθινὴν πίστιν, ἔχουσι μέν, οὐ μὴν δέ εἰσιν ἀπηλλαγμένοι τῆς βορβορώδους ῥυπαρίας διὰ τὴν πρὸς τὸν Ἄρειον καὶ Ἀρειανοὺς κοινωνίαν. ἀπὸ δὲ τῆς προειρημένης ὑποθέσεως ἔσχεν ἡ πρὸς τούτους συνάφεια Μελιτίου τε καὶ Μελιτιανῶν προφάσεις. Ἀλλὰ μεταξὺ ὀλίγου χρόνου καθὼς γὰρ ὑπεσχόμην εἰπεῖν τὴν ὑπόθεσιν ἐνταῦθα διηγήσομαι ἀναγκαζομένου Ἀλεξάνδρου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου συνάξαι τὸν Ἄρειον καὶ αὐτοῦ εὐχομένου καὶ στενάξαντος καὶ κλίναντος τὰ γόνατα περὶ ὥραν ἐνάτην τῷ σαββάτῳ ἐνώπιον τοῦ θυσιαστηρίου, τοῦ Εὐσεβίου λέγοντος ὅτι εἰ μὴ βουληθείης ἑκὼν τοῦτον αὐτὸς συνάξαι, ἄκοντός σου σὺν ἐμοὶ εἰσελεύσεται τῇ αὔριον ἡμέρᾳ, κυριακὴ δὲ ἐπέφωσκεν–ὡς δὲ ἔφην εὐξαμένου τοῦ Ἀλεξάνδρου καὶ δεηθέντος τοῦ κυρίου ἡμῶν ἢ αὐτὸν ἐπᾶραι, ἵνα μὴ συμμολυνθῇ τῷ Ἀρείῳ τῷ κατὰ τοῦ κυρίου βλασφημήσαντι, ἢ ποιῆσαι παράδοξόν τι, ὡς εἴωθεν ἐν γενεᾷ καὶ γενεᾷ παραδοξοποιεῖν, οὐκ εἰς μακρὰν ἡ εὐχὴ τοῦ ἁγίου ἐπληροῦτο. κατὰ τὰς νύκτας εἰσελθὼν ὁ Ἄρειος εἰς θᾶκον πρὸς τὸ 3.147 τὰς αὐτοῦ χρείας παρασκευασθῆναι, ἐλάκησε, καθάπερ καὶ Ἰούδας ποτέ. καὶ οὕτως τὸ τέλος αὐτοῦ γέγονεν ἐν τόπῳ δυσώδει τῆς ἀκαθαρσίας. 7. Μετὰ δὲ τοῦτον τὸν χρόνον λοιπὸν ἐκαττύετο παρὰ τῶν τούτου μαθητῶν τὰ κατὰ τὴν συσκευὴν τῆς ἐκκλησίας. ἐτελεύτα δὲ Ἀλέξανδρος ὁ Ἀλεξανδρείας μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον. οὐ παρῆν δὲ Ἀθανάσιος μετὰ τὸν θάνατον Ἀλεξάνδρου· διάκονος γὰρ ἦν κατ' ἐκεῖνο καιροῦ ὑπὸ Ἀλέξανδρον καὶ ἀπεστάλη ὑπ' αὐτοῦ εἰς τὸ κομητάτον. Ἀλεξάνδρου δὲ ἐντειλαμένου μηδένα κατασταθῆναι, εἰ μὴ Ἀθανάσιον, ὡς αὐτός τε καὶ οἱ τοῦ κανόνος ἐμαρτύρουν καὶ πᾶσα ἡ ἐκκλησία, λαβόμενοι καιροῦ οἱ κατὰ Μελίτιον ἐπίσκοπον τῆς Αἰγύπτου, ἐπισκόπου μὴ παρόντος τῆς Ἀλεξανδρείας οὐ γάρ ποτε ἡ Ἀλεξάνδρεια δύο ἐπισκόπους ἔσχεν, ὡς αἱ ἄλλαι πόλεις, καθιστῶσι τοίνυν ἀντὶ Ἀλεξάνδρου Θεωνᾶν τινα ὀνόματι, ὃς μῆνας τρεῖς

404

ποιήσας ἐτελεύτα. καὶ παρεγένετο Ἀθανάσιος μετ' οὐ πολὺ μετὰ τὴν τελευτὴν Θεωνᾶ. καὶ ἐκ πανταχόθεν συνεκροτήθη ὀρθοδόξων σύνοδος. καὶ οὕτως κατάστασις γέγονεν αὐτοῦ καὶ ἀπεδόθη αὐτῷ ὁ θρόνος τῷ ἀξίῳ καὶ ᾧ ἦν ἡτοιμασμένος κατὰ τὴν θεοῦ βούλησιν καὶ κατὰ τὴν τοῦ μακαρίου Ἀλεξάνδρου μαρτυρίαν τε καὶ ἐντολήν. Ἐντεῦθεν ἄρχεται Ἀθανάσιος βιοφορεῖσθαί τε καὶ λυπεῖσθαι διὰ τὸν μερισμὸν τῆς ἐκκλησίας, τῶν τε Μελιτιανῶν καὶ τῆς καθολικῆς ἐκκλησίας. ἔπειθε, παρεκάλει, καὶ οὐκ ἠνείχοντο· ἠνάγκαζεν, ἐβιάζετο *. ἐπισκεπτόμενος δὲ πολλάκις ἐγίνετο τὰς σύνεγγυς ἐκκλησίας, μάλιστα τὰς κατὰ τὸν Μαρεώτην. καὶ ποτὲ Μελιτιανῶν συναγόντων γέγονεν ἐκ τοῦ πλήθους τοῦ μετὰ Ἀθανασίου διάκονόν τινα ἐπεισελθόντα, μετὰ καί τινων τῶν ἀπὸ τοῦ λαοῦ, κατεᾶξαι κανδήλαν ὡς ἔχει ὁ λόγος καὶ μάχην γενέσθαι. ἐντεῦθεν ἡ κατὰ Ἀθανασίου συσκευὴ γέγονε, τῶν Μελιτιανῶν κατηγορησάντων καὶ συκοφαντησάντων αὐτόν, ἕτερα ἀνθ' ἑτέρων 3.148 λέγοντες, Ἀρειανῶν δὲ συσκευαζομένων καὶ συνεπιδόντων ἑαυτοὺς διὰ τὸν πρὸς τὴν ἁγίαν θεοῦ πίστιν καὶ ὀρθοδοξίαν φθόνον. καὶ ἀνακοινοῦνται τῷ βασιλεῖ Κωνσταντίνῳ. Εὐσέβιος δὲ ἦν, ὁ προειρημένος τῆς Νικομηδείας, ὁ ὑπουργὸς τοῦ παντὸς αὐτῶν συστήματος καὶ συσκευαστὴς τῆς κατὰ τὴν ἐκκλησίαν τε καὶ τὸν πάπαν Ἀθανάσιον βλάβης. οἱ κατήγοροι οὖν προσῆλθον τῷ βασιλεῖ, σκεῦός τι μυστηρίων λέγοντες εἶναι, ὅπερ κανδήλαν τινὲς ἔφασαν ὡς προεῖπον. ἄλλα τέ τινα κατηγόρουν, φάσκοντες πρεσβύτερόν τινα τοῦ Μαρεώτου Ἀρσένιον τετυπτῆσθαι, τούτου τε τὴν χεῖρα μαχαίρᾳ ὑπὸ τῶν τοῦ Ἀθανασίου λαῶν εἴτ' οὖν αὐτοῦ Ἀθανασίου τετμῆσθαι. ἐπεφέροντο γὰρ καὶ χεῖρα ἐν τῷ κομητάτῳ καὶ ἐπεδείκνυον, ἥτις ἦν ἐν γλωσσοκόμῳ. 8. Ταῦτα ὁ βασιλεὺς ἀκούσας αἴρεται μὲν θυμῷ. εἶχε γὰρ ζῆλον θεϊκὸν ὁ μακαρίτης· οὐ μὴν ᾔδει ὅτι συκοφάνται ἦσαν, δι' ὃν προεῖπον ζῆλον τῶν Ἀρειανῶν κατὰ τῆς ὀρθοδοξίας. κελεύει δὲ συγκροτηθῆναι σύνοδον κατὰ τὴν Φοινίκην ἐν Τύρῳ τῇ πόλει. ἐκέλευσε δὲ δικάζειν Εὐσέβιον τὸν Καισαρείας καὶ ἄλλους τινάς· ἦσαν δὲ προσκεκλιμένοι οὗτοι ποσῶς μᾶλλον τῇ τῶν Ἀρειανῶν χυδαιολογίᾳ· καὶ ἐκλήθησαν ἐπίσκοποι τῆς Αἰγύπτου τῆς καθολικῆς καὶ ὑπὸ Ἀθανάσιον ὄντες, ἀκραίμονές τινες ἄνδρες καὶ μείζους καὶ ἐν θεῷ ἔχοντες διαφανῆ τὸν βίον, ἐν οἷς ἦν ὁ μακαρίτης Ποτάμων ὁ μέγας, ὁ τῆς Ἡρακλέους ἐπίσκοπος καὶ ὁμολογητής· ἀλλὰ καὶ οἱ τῶν Μελιτιανῶν, μάλιστα οἱ τοῦ Ἀθανασίου κατηγοροῦντες. ζηλωτὴς δὲ ὢν ὑπὲρ ἀληθείας καὶ ὀρθοδοξίας ὁ προειρημένος Ποτάμων ὁ μακαρίτης, ἐλευθεροστομῶν, ὃς οὐδέποτε εἴληφε πρόσωπόν τινος τὸν ὀφθαλμὸν γὰρ ἐν τῷ διωγμῷ διὰ τὴν ἀλήθειαν ἐτυφλώθη, ἑωρακὼς τὸν Εὐσέβιον καθεζόμενον καὶ δικάζοντα καὶ Ἀθανάσιον ἑστῶτα, καταπονηθεὶς τῇ λύπῃ καὶ δακρύσας, οἷα γίνεται παρὰ τοῖς ἀληθέσιν, ἀπετεί.149 νατο φωνῇ μεγάλῃ Εὐσεβίῳ λέγων «σὺ καθέζῃ, Εὐσέβιε, καὶ Ἀθανάσιος ἀθῷος ὢν παρὰ σοῦ κρίνεται; τίς ἐνέγκοι τὰ τοιαῦτα; λέγε δέ μοι σύ· οὐ σὺν ἐμοὶ ἦσθα ἐν τῇ φυλακῇ ἐπὶ τοῦ διωγμοῦ; κἀγὼ μὲν ὀφθαλμὸν ἀπεβαλόμην ὑπὲρ ἀληθείας, σὺ δὲ οὔτε φαίνῃ λελωβημένον τι ἔχων ἐν τῷ σώματι οὔτε ἐμαρτύρησας, ἀλλὰ ἕστηκας ζῶν μηδὲν ἠκρωτηριασμένος. πῶς ἀνεχώρησας ἀπὸ τῆς φυλακῆς, εἰ μὴ ὅτι ὑπέσχου τοῖς τὴν ἀνάγκην τοῦ διωγμοῦ ἡμῖν ἐπενέγκασι τὸ ἀθέμιτον πρᾶξαι ἢ ἔπραξας;» ταῦτα ἀκούσας Εὐσέβιος αἴρεται μὲν εἰς ἀγανάκτησιν καὶ ἀναστὰς διέλυσε τὸ δικαστήριον λέγων ὅτι «εἰ ἐνταῦθα ἤλθετε καὶ πρὸς ἡμᾶς τὰ τοιαῦτα ἀντιλέγετε, ἄρα οὖν ἀληθεύουσιν οἱ κατήγοροι ὑμῶν. εἰ γὰρ ὧδε τυραννεῖτε, πολλῷ μᾶλλον ἐν τῇ ὑμῶν πατρίδι». 9. Εἶτα ἐπεχείρησεν Εὐσέβιος καὶ οἱ μετ' αὐτοῦ, καὶ ἀποστέλλουσι δύο τινὰς τῶν ἀπὸ Παννωνίων ἐπισκόπων τὰ Ἀρείου φρονοῦντας, Οὐρσάκιόν τε καὶ Οὐάλεντα, εἴς τε τὴν Ἀλεξάνδρειαν καὶ Μαρεώτην, ἔνθα ἔλεγον γεγενῆσθαι τὰ προειρημένα, τοῦ τε σκεύους

405

καὶ τῶν ἄλλων πραγμάτων τῆς μάχης. οἱ δὲ ἀπελθόντες οὐκ ἐκεῖνα ἀνήνεγκαν ὅσα ἦν ἀληθῆ, ἀλλ' ἕτερα ἀνθ' ἑτέρων † παραχωρήσαντες ἐψεύσαντο καὶ ἐσυκοφάντησαν τὸν μακαρίτην πάπαν Ἀθανάσιον. κἀκεῖνα δὲ ὡς ἀληθῆ ὄντα πλασάμενοι ἐγγράφως ἐνέγκαντες ἀνέφερον ἐπὶ τὴν σύνοδον τῶν περὶ Εὐσέβιον καὶ τοὺς ἄλλους, ὡς εἰσύστερον ἔδειξαν μετανοοῦντες Οὐρσάκιος καὶ Οὐάλης μετὰ λιβέλλων προσελθόντες τῷ μακαρίτῃ Ἰουλίῳ τῷ ἐπισκόπῳ Ῥώμης, ὑπεραπολογούμενοι τοῦ αὐτῶν σφάλματος· ὅτι ἐσυκοφαντήσαμεν τὸν πάπαν Ἀθανάσιον, ἀλλὰ δέξαι ἡμᾶς εἰς κοινωνίαν καὶ εἰς μετάνοιαν. καὶ πρὸς αὐτὸν δὲ τὸν Ἀθανάσιον ταῖς αὐτῶν ἐχρήσαντο ἐγγράφοις διὰ μετανοίας συστάσεσιν. ὁρῶντος δὲ τοῦ πάπα Ἀθανασίου ὄντος ἐν τῇ Τύρῳ βαρεῖαν τὴν τότε συσκευὴν ἐκ πανταχόθεν, πρὶν ἢ εἰσελθεῖν εἰς τὸ δικαστήριον ἢ εἰς πρόσωπον τὰ συκοφαντούμενα ἐξ ἀντικαταστάσεως γένηται, νύκτωρ ἀναχωρήσας ἀνέρχεται πρὸς Κωνσταντῖνον εἰς τὸ κομητάτον καὶ προσφέρει αὐτῷ τὰ κατ' αὐτὸν ἀναδιδάσκων. ὁ δὲ ἔτι 3.150 λύπῃ φερόμενος καὶ νομίζων μή πη ἄρα ἀληθεύουσιν οἱ κατηγορήσαντες, ψεύδεται δὲ ὁ ἀπολογούμενος, ἔτι ἐχαλέπαινε. χαλεπαίνοντος δὲ αὐτοῦ ὁ πάπας Ἀθανάσιος λόγον βαρὺν τῷ βασιλεῖ ἐπετείνετο· ὡς ὅτι δικάσει κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὁποῖα καὶ αὐτὸς συμφωνεῖς τοῖς συκοφαντοῦσι τὴν ἡμετέραν μετριότητα. ἐντεῦθεν συμβαίνει αὐτὸν ἐξορίᾳ ὑποπεσεῖν, ἀπό τε τῶν γραφέντων ἀπὸ τῆς συνόδου τῷ βασιλεῖ ἀπόντος γὰρ αὐτοῦ καθαίρεσιν ποιοῦνται αὐτοῦ, καὶ ἐξ ὧν ὁ βασιλεὺς παροξυνθεὶς πρὸς αὐτὸν ἐλυπεῖτο, καὶ μένει ἐν τοῖς μέρεσι τῆς Ἰταλίας ἐπὶ ἔτεσι πλείω δώδεκα ἢ δεκατέσσαρα. 10. Πολὺς δὲ μετέπειτα ᾄδεται λόγος ὡς Ἀρσένιος, ὁ πάλαι ἐν τεθνεῶσι παρὰ τῶν συκοφαντῶν καταγγελλόμενος καὶ τὴν χεῖρα τετμῆσθαι λεγόμενος, εὕρηται ἐν τοῖς μέρεσι τῆς Ἀραβίας, καὶ ὡς ἀνήγγειλεν ἑαυτὸν ὅλως ὁ Ἀρσένιος τῷ πάπᾳ Ἀθανασίῳ ὄντι ἐν τῇ ἐξορίᾳ· καὶ τοῦ πάπα Ἀθανασίου λεληθότως αὐτὸν μεταστειλαμένου, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα φήμη περιέχει, καὶ αὐτοῦ Ἀρσενίου πρὸς τὸν αὐτὸν μακαρίτην Ἀθανάσιον γενομένου, ὁμοῦ τε ἐπὶ τοῖς περὶ Κώνσταν καὶ Κωνστάντιον τοὺς υἱοὺς Κωνσταντίνου γενομένοις ἅμα ἐλθόντων αὐτῶν. ὁ μὲν Ἀθανάσιος τὸν Ἀρσένιον ἐδείκνυε ζῶντά τε καὶ δύο χεῖρας ἔχοντα, συκοφαντίας τε λοιπὸν οἱ κατήγοροι αἴτιοι οὐ μόνον ηὑρίσκοντο, ἀλλὰ καὶ τυμβωρυχίας, διὰ τήν ποτε περιφερομένην νεκρὰν χεῖρα. ἐντεῦθεν τὸ μὲν πᾶν γελοῖον ἦν καὶ ἔκπληξις τοῦ τοιούτου καὶ τοσούτου δραματουργήματος καὶ ἀπορία τὸ τί ἄν τις εἴποι περί τε τῶν κατηγορησάντων περί τε τοῦ κατηγορουμένου καὶ περὶ τε τῶν ἄλλων πάντων, ἃ κατὰ μέρος βουλόμενος εἰπεῖν πολὺν ἀναλώσω χρόνον. τελευτήσαντος δὲ Κωνσταντίνου, τοῦ πάπα Ἀθανασίου ἐν πολλῇ παρρησίᾳ γενομένου καὶ εὐδοκιμήσει καὶ δεξιώσει ἐπὶ Ῥώμης τε καὶ πάσης Ἰταλίας καὶ πρὸς αὐτὸν τὸν βασιλέα καὶ τοὺς αὐτοῦ παῖδας Κωνστάντιον καὶ Κώνσταν, ἀποστέλλεται ἐκ τῶν δύο βασιλέων, μετὰ τὴν τοῦ μεγάλου Κωνσταντίνου τελευτήν, Κωνσταντίου ὄντος ἐπὶ τῆς Ἀντιοχείας καὶ συνευδοκοῦντος δι' ἰδίων τε καὶ ἐγγράφων ἐπιστολῶν, * παρὰ τῶν τριῶν βασιλέων ἔγνωμεν γρα.151 φεισῶν τοῖς Ἀλεξανδρεῦσι καὶ αὐτῷ τῷ πάπᾳ Ἀθανασίῳ· καὶ καθέζεται πάλιν εἰς τὸν θρόνον μετὰ τὸν διαδεξάμενον αὐτὸν τὸν ὑπὸ τῶν Ἀρειανῶν πεμφθέντα Γρηγόριον, ὅτε ἦν ἐν τῇ ἐξορίᾳ Ἀθανάσιος. 11. Πάλιν δὲ συνεσκευάσθη πρὸς Κωνστάντιον ἀπὸ τῶν περὶ Στέφανον καὶ ἐξεώθη. καὶ μετέπειτα πάλιν συνεσκευάσθη ἀπὸ τῶν περὶ Λεόντιον τὸν ἀπόκοπον καὶ τῶν ἅμα αὐτοῖς. ἔνθεν ἐγίνετο αὐτὸν ἐκβάλλεσθαι καὶ πάλιν εἰσφέρεσθαι· Γεώργιος γὰρ ὑπὸ Κωνσταντίου ἀποστέλλεται καὶ ὑποχωρεῖ Ἀθανάσιος, κρυβεὶς χρόνον τινά, ἕως ὅτε ὁ Γεώργιος ἀνῃρέθη, ἐν ᾧ χρόνῳ ἐβασίλευσεν Ἰουλιανὸς καὶ εἰς Ἑλληνισμὸν ἐτράπη μετὰ τὴν τελευτὴν Κωνσταντίου. Ἀλεξανδρέων γὰρ μῆνιν

406

τηρησάντων τῷ Γεωργίῳ τοῦτον ἀπέκτειναν, καὶ καύσαντες καὶ τέφραν ποιήσαντες εἰς ἀνέμους ἐσκόρπισαν. ἀποθανόντος δὲ τοῦ Ἰουλιανοῦ ἐν τῇ Περσίδι καὶ διαδεξαμένου τὸ βασίλειον Ἰοβιανοῦ τοῦ μακαρίτου, μετὰ πολλῆς τιμῆς καὶ ἀξιοπίστων γραμμάτων γράψαντος τῷ ἐπισκόπῳ Ἀθανασίῳ καὶ μεταστειλαμένου περιπτυξαμένου τε αὐτὸν καὶ ἀποστείλαντος εἰς τὸν ἴδιον θρόνον, πάλιν ἀπολαβούσης τῆς ἁγίας ἐκκλησίας τὸν ἐπίσκοπον καὶ πρὸς ὀλίγον παρακληθείσης, τελευτήσαντος τοῦ Ἰοβιανοῦ, ἐν τοῖς αὐτοῖς πάλιν ὁ μακάριος Ἀθανάσιος διωγμοῖς καὶ φήμαις καὶ ταραχαῖς ἐφέρετο. οὐ μὴν ἀπὸ τῆς ἐκκλησίας καὶ τοῦ θρόνου μετεκινήθη, Ἀλεξανδρέων δὲ πρεσβευσαμένων ὑπὲρ αὐτοῦ καὶ πάσης τῆς πόλεως ἀξιωσάσης, μετὰ τὸ Λούκιον τὸν καὶ νῦν ὄντα, τὸν Ἀρειανὸν κατασταθῆναι ἐπίσκοπον Ἀλεξανδρείας ἐπὶ ξένης, τάχα δὲ ἐν Ἀντιοχείᾳ καὶ πολλάκις παρακαλέσαντα τὸν βασιλέα Οὐάλεντα ἀποσταλῆναι εἰς τὸν τῆς Ἀλεξανδρείας θρόνον * καὶ αὐτοῦ διὰ τὴν τῶν λαῶν ταραχὴν μὴ βουληθέντος αὐτὸν ἐξεῶσαι. πέρας γ' οὖν ὅτε ἐτελεύτα ὁ πάπας Ἀθανάσιος, ἀπεστάλη Λούκιος, πολλὰ κακὰ ἐνδειξάμενος τῇ τε ἐκκλησίᾳ τῇ τε πόλει τοῖς λαοῖς τοῖς ἐπισκόποις τοῖς κληρικοῖς, τοῖς ὑπὸ Ἀθανάσιον οὖσι καὶ αὐτὸν ἐν ἑκάστῃ ἐκκλησίᾳ ἀποδεξαμένοις, καὶ Πέτρῳ τῷ μετὰ Ἀθανάσιον κατασταθέντι διαδόχῳ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ. 3.152 Ταῦτα ἕως τῆς δεῦρο πέπρακται, τῶν μὲν ἐξορισθέντων, ἐπισκόπων τε καὶ πρεσβυτέρων καὶ διακόνων, ἄλλων δὲ κεφαλικὴν τιμωρίαν ὑποστάντων ἐπὶ τῆς Ἀλεξανδρείας, ἑτέρων δὲ θηριομαχησάντων, παρθενευουσῶν δὲ ἀποκτανθεισῶν καὶ πολλῶν ἄλλων ἀπολομένων. ἐν τούτοις ἔτι δεῦρο φέρεται ἡ ἐκκλησία τοῦ θεοῦ, ἀπὸ τῆς προειρημένης ὑποθέσεως τῶν Μελιτιανῶν καὶ τῶν Ἀρειανῶν, τῶν διὰ τοιούτων τρόπων ἐσχηκότων τὴν στάσιν καὶ τὴν πρόφασιν τοῦ ἐνισχῦσαι τὸ αὐτὸ σύστημα τῆς κακοδοξίας, φημὶ δὲ Ἀρειανῶν. ἐν δὲ τῷ κατὰ Ἀρείου ἐλέγχῳ κατὰ λεπτὸν περὶ πάντων διηγησόμεθα. ὑπερβήσομαι δὲ καὶ ταύτην τὴν ὑπόθεσιν, ἐπὶ δὲ αὐτὴν τὴν τῶν Ἀρειανῶν αἵρεσιν παρελεύσομαι, θεὸν ἐπικαλούμενος βοηθὸν τῷ φοβερῷ τούτῳ καὶ πολυκεφάλῳ ἑρπετῷ πρὸς μάχην πελάζειν παρερχόμενος. Κατὰ τῶν Ἀρειομανιτῶν ˉμˉθ, τῆς δὲ ἀκολουθίας ˉξˉθ. 1. Τούτους τοὺς τῶν περὶ τὸν Μελίτιον καὶ τοῦ ἁγίου Πέτρου Ἀλεξανδρείας ἐπισκόπου χρόνους καθεξῆς διαδέχεται Ἄρειος καὶ οἱ ἀπ' αὐτοῦ Ἀρειανοί, ἐν χρόνοις ἀκμάσας Ἀλεξάνδρου τοῦ ἁγίου ἐπισκόπου, τοῦ διαδόχου Πέτρου, τοῦ καθελόντος τὸν αὐτὸν Ἄρειον διὰ πολλῆς κινήσεως καὶ μεγάλης συνόδου. ἀπεκίνησε γὰρ αὐτὸν καὶ ἐξέβαλε τῆς ἐκκλησίας τε καὶ τῆς πόλεως, ὡς μέγα κακὸν φοιτῆσαν τῷ βίῳ. φασὶν δὲ αὐτὸν Λίβυν τῷ γένει, ἐν Ἀλεξανδρείᾳ δὲ πρεσβύτερον γεγονότα, ὃς προΐστατο τῆς ἐκκλησίας τῆς Βαυκάλεως οὕτω καλουμένης. ὅσαι γὰρ ἐκκλησίαι τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀλεξανδρείᾳ ὑπὸ ἕνα ἀρχιεπίσκοπον τυγχάνουσιν οὖσαι καὶ κατ' ἰδίαν ταύταις ἐπιτεταγμένοι εἰσὶ πρεσβύτεροι, διὰ τὰς ἐκκλησιαστικὰς χρείας τῶν οἰκητόρων πλησίον ἑκάστης ἐκκλησίας * αὐτῶν, τῶν καὶ ἀμφόδων ἤτοι λαυρῶν ἐπιχωρίως καλουμένων ὑπὸ τῶν τὴν 3.153 Ἀλεξανδρέων κατοικούντων πόλιν. ἐγένετο δὲ οὗτος ὁ Ἄρειος ἐν χρόνοις Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαρίτου βασιλέως, υἱοῦ Κωνσταντίου γέροντος, γενομένου υἱοῦ Οὐαλεριανοῦ βασιλέως, τοῦ καὶ αὐτοῦ συμβασιλεύσαντος Διοκλητιανῷ καὶ Μαξιμιανῷ καὶ τοῖς ἄλλοις. πάντες δὲ τὸν Κωνσταντῖνον, τὸν πατέρα τῶν περὶ Κωνστάντιον καὶ Κώνσταν καὶ Κρίσπον, ἴσασιν ἐκθειαζόμενον ἐν Χριστιανισμῷ καὶ πίστει τῇ τῶν πατέρων ἀποστολικῇ τε καὶ προφητικῇ, ἐν ταῖς ἐκκλησίαις ἕως αὐτοῦ τοῦ Ἀρείου μὴ νοθευθείσῃ. συμβέβηκε δὲ τοῦτον ἀποσχίσαι πλῆθος. 2. Τὸν δὲ Ἄρειον τοῦτον πρεσβύτερον ὄντα Ἀλεξάνδρου τοῦ προειρημένου ὑπεισῆλθε πνεῦμα σατᾶν, κατὰ τὸ γεγραμμένον, καὶ ἐπέσεισεν αὐτὸν κατὰ τῆς ἐκκλησίας κονιορτὸν ἐγεῖραι, ὡς

407

καὶ ἐξαφθῆναι ἐξ αὐτοῦ πῦρ οὐ τὸ τυχόν, ὃ κατείληφε πᾶσαν τὴν Ῥωμανίαν σχεδόν, μάλιστα τῆς ἀνατολῆς τὰ μέρη, ὡς ἔτι καὶ δεῦρο πολεμοῦσα ἡ αὐτοῦ αἵρεσις τὴν ἀληθινὴν πίστιν καὶ τὴν ἐκκλησίαν οὐ διέλιπε. κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον ἐδόκει πρεσβύτερος εἶναι ὁ Ἄρειος καὶ γεγόνασι πολλοὶ αὐτοῦ συμπρεσβύτεροι καθ' ἑκάστην ἐκκλησίαν· εἰσὶ τοίνυν πλείους τὸν ἀριθμὸν ἐν τῇ Ἀλεξανδρείᾳ σὺν τῇ νῦν κτισθείσῃ τῇ Καισαρίῳ καλουμένῃ, ὃ πρότερον Ἀδριανὸν ἐτύγχανεν, ὕστερον Λικινιανὸν γέγονε γυμνάσιον εἴτ' οὖν βασίλειον. μετέπειτα δὲ ἐν χρόνοις Κωνσταντίου ἔδοξεν αὐτὸ οἰκοδομηθῆναι ἐκκλησίαν, Γρηγορίου τοῦ Μελιτιανοῦ καὶ Ἀρειανοῦ ἀρξαμένου, τελειώσαντος δὲ Ἀθανασίου τοῦ μακαρίου καὶ πατρὸς τῆς ὀρθοδοξίας, καυθείσης δὲ ἐπὶ Ἰουλιανοῦ καὶ αὖθις ἀνακτισθείσης ὑπ' αὐτοῦ τοῦ μακαρίτου Ἀθανασίου τοῦ ἐπισκόπου. ἄλλαι δέ εἰσι πλείους, ὡς ἔφην, Διονυσίου καλουμένη ἐκκλησία καὶ ἡ τοῦ Θεωνᾶ καὶ ἡ Πιερίου καὶ Σεραπίωνος καὶ ἡ τῆς Περσαίας καὶ ἡ τοῦ Διζύας καὶ ἡ τοῦ Μενδιδίου καὶ ἡ Ἀννιανοῦ καὶ ἡ τῆς Βαυκάλεως καὶ ἄλλαι. ἐν μιᾷ δὲ τούτων Κόλλουθός τις ὑπῆρχεν, ἐν ἑτέρᾳ 3.154 δὲ Καρπώνης, ἐν ἄλλῃ δὲ Σαρματᾶς, καὶ Ἄρειος οὗτος ὁ προειρημένος, μίαν τῶν προειρημένων κατέχων ἐκκλησίαν. ἕκαστος δὲ τούτων δῆλον κατὰ τὴν εἰθισμένην σύναξιν τὸν αὐτῷ πεπιστευμένον λαὸν διδάσκων, ἐν ταῖς ἐξηγήσεσιν ἔριν τινὰ ἐνέβαλον ἐν τῷ λαῷ. καὶ οἱ μὲν προσεκλίθησαν Ἀρείῳ, ἕτεροι δὲ Κολλούθῳ, ἄλλοι δὲ Καρπώνῃ, ἕτεροι δὲ Σαρματᾷ. ὡς οὖν ἐξηγεῖτο ἕκαστος ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ ἄλλος ἄλλο τι καὶ ἄλλος ἄλλο, ἐκ τῆς προσκλίσεως καὶ ἐπαίνου δὲ τοῦ παρ' αὐτῶν οἱ μὲν Κολλουθιανοὺς ἑαυτοὺς ὠνόμασαν, ἄλλοι δὲ Ἀρειανούς. καὶ γὰρ καὶ ὁ Κόλλουθός τινα παρατετραμμένα ἐδίδαξεν, ἀλλ' οὐκ ἐνέμεινεν ἡ τούτου αἵρεσις, ἀλλ' εὐθὺς διεσκορπίσθη· ὡς εἴθε καὶ ἡ τοῦ Ἀρείου ἐμβεβροντημένη πίστις, μᾶλλον δὲ ἀπιστία, ἔτι δὲ μᾶλλον κακοπιστία. 3. Ἐπάρματι γὰρ ἀρθεὶς ὁ γέρων τοῦ προκειμένου ἐξέστη. ἦν δὲ τὴν ἡλικίαν ὑπερμήκης, κατηφὴς τὸ εἶδος, ἐσχηματισμένος ὡς δόλιος ὄφις, ὑποκλέψαι δυνάμενος πᾶσαν ἄκακον καρδίαν διὰ τοῦ αὐτοῦ πανούργου προσχήματος. ἡμιφόριον γὰρ ὁ τοιοῦτος ἀεὶ καὶ κολοβίωνα ἐνδιδυσκόμενος, γλυκὺς ἦν τῇ προσηγορίᾳ, πείθων ἀεὶ ψυχὰς καὶ θωπεύων. διόπερ αὐτίκα μάλα, τί γὰρ ἀλλ' ἢ ἑπτακοσίας παρθενευούσας τὸν ἀριθμὸν τῆς ἐκκλησίας ὑπὸ ἓν παρείλκυσε καὶ ἀποσπάσαι τὸν αὐτὸν ἔχει λόγος πρεσβυτέρους τε ἑπτὰ καὶ διακόνους δώδεκα. ἄχρι δὲ καὶ ἐπισκόπων εὐθὺς ἔφθασε τὸ αὐτοῦ δηλητήριον· Σεκοῦνδον γὰρ τὸν Πενταπόλεως καὶ ἄλλους ἔπεισεν ἅμα αὐτῷ συναπαχθῆναι. ἐγίνετο δὲ ταῦτα ἐν τῇ ἐκκλησίᾳ ἀγνοοῦντος τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ἕως ὅτε Μελίτιος ὁ τῆς Αἰγύπτου ἀπὸ Θηβαΐδος, δοκῶν εἶναι καὶ αὐτὸς ἀρχιεπίσκοπος, ὁ ἤδη μοι προειρημένος οὔπω γὰρ τὰ κατὰ τὸν Μελίτιον εἰς ἔχθραν ἀτοπίας ἐλήλακε–ζήλῳ τοίνυν ἐνεχθεὶς ὁ Μελίτιος οὐδὲν γὰρ ἦν διηλλαγμένος τῇ πίστει ἢ μό.155 νον προσχήματι ἐθελοδικαιοσύνης, δι' ὅπερ καὶ αὐτὸς δεινόν τι ἐπειργάσατο τῷ βίῳ, ὡς ἤδη καὶ περὶ αὐτοῦ εἴπομεν–ἀνήνεγκε τοίνυν εἰς τὰ ὦτα τοῦ ἀρχιεπισκόπου Ἀλεξάνδρου ὁ ἀρχιεπίσκοπος Μελίτιος ὁ κατὰ τὴν Αἴγυπτον, ὑπὸ δὲ χεῖρα Ἀλεξάνδρου δοκῶν εἶναι· σύγχρονος δὲ οὗτος ὁ Μελίτιος γέγονε Πέτρου τοῦ μακαρίτου ἐπισκόπου καὶ μάρτυρος, ὡς ἔφην. ὡς οὖν ἐσήμανε τὰ κατὰ τὸν Ἄρειον πάντα, ὡς ἐκτὸς βέβηκε τῆς ἀληθείας καὶ ὡς πολλοὺς ἔχρανε καὶ ἠφάνισεν, ὑποφθείρας ἀπὸ τῆς ὀρθῆς πίστεως τοὺς αὐτῷ πεισθέντας, τότε μεταστειλάμενος ὁ ἐπίσκοπος αὐτὸν τὸν Ἄρειον, ἠρώτα περὶ τῶν ἐνηχηθέντων εἰ ταῦτα οὕτως ἔχει. ὁ δὲ οὔτε ἐδίστασεν οὔτε ἐδειλίασεν, ἀλλ' ἐξ ὑπαρχῆς παρατρίψας τὸ μέτωπον τὴν πᾶσαν αὐτοῦ ἐξήμεσε κακοδοξίαν, ὡς αἱ αὐτοῦ ἐπιστολαὶ δεικνύουσι καὶ ἡ κατ' αὐτὸν γενομένη τότε ἐξέτασις. συγκαλεῖται τοίνυν τὸ πρεσβυτέριον ὁ Ἀλέξανδρος καὶ ἄλλους τινὰς ἐπισκόπους

408

παρόντας, καὶ ἀνέτασιν τούτου ποιεῖται καὶ ἀνάκρισιν. ὡς δὲ οὐκ ἐπείσθη τῇ ἀληθείᾳ, ἐξεοῖ αὐτὸν τῆς ἐκκλησίας καὶ ἐκκήρυκτον ποιεῖ ἐν τῇ πόλει. σὺν αὐτῷ δὲ ἀπεσπάσθησαν αἱ προειρημέναι παρθενεύουσαι καὶ κληρικοὶ οἱ προειρημένοι καὶ ὄχλος ἄλλος πολύς. 4. Διατρίβοντος δὲ Ἀρείου πολὺν χρόνον ἐν τῇ πόλει, εὐθὺς τελευτᾷ ὁ ὁμολογητὴς Μελίτιος καὶ μάρτυς. σχίσματα οὖν ποιῶν ὁ αὐτὸς Ἄρειος καὶ ἕκαστον ὑποκλέπτων πολλοὺς ἠφάνισεν. ἐς ὕστερον δέ, ἐπειδὴ ἐφωράθη καὶ εἰς ἔλεγχον ἦλθεν ἐν τῇ πόλει καὶ ἐκκήρυκτος γεγένηται, ἀποδιδράσκει ἀπὸ τῆς Ἀλεξανδρέων καὶ ἐπὶ τὴν Παλαιστίνην στέλλεται τὴν πορείαν. ὃς ἐλθὼν προσεπέλαζεν ἑκάστῳ τῶν ἐπισκόπων μετὰ θωπείας τε καὶ κολακείας, ἵνα ἑαυτῷ πολλοὺς ποιήσῃ συνεργούς. καὶ δέχονται μὲν αὐτόν τινες, ἄλλοι δὲ αὐτὸν ἀπώσαντο. μετέπειτα δὲ εἰς ὦτα ἔρχεται τοῦ ἐπισκόπου Ἀλεξάνδρου καὶ γράφει ἐπιστολὰς ἐγκυκλίους, αἵτινες παρὰ φιλοκάλοις ἔτι σῴζονται, ὡς τὸν ἀριθμὸν ἑβδομήκοντα, τῶν ἐπισκόπων ἑκάστῳ, Εὐσεβίῳ εὐθὺς τῷ ἐν Καισαρείᾳ περιῆν γάρ, καὶ Μακαρίῳ Ἱεροσολύμων, Ἀσκληπιῷ ἐν Γάζῃ, Λογγίνῳ ἐν Ἀσκάλωνι, Μακρίνῳ τῷ ἐν Ἰαμνίᾳ καὶ ἄλλοις, ἔν τε τῇ Φοινίκῃ Ζήνωνί τινι ἀρχαίῳ ἐν Τύρῳ καὶ ἄλλοις, ἅμα καὶ τοῖς ἐν τῇ Κοίλῃ Συρίᾳ. ὡς οὖν ἀπεστάλησαν αἱ ἐπιστολαί, μεμφόμεναι τοὺς αὐτὸν ὑποδεξαμένους, ἕκαστος ἀντέγραψε τῷ μακαρίῳ Ἀλεξάνδρῳ ἀπολογούμενος. καὶ οἱ μὲν εἰρωνείᾳ γεγράφασιν, ἄλλοι δὲ ἐν ἀληθείᾳ, οἱ μὲν λέγοντες μὴ ὑποδέχεσθαι τοῦτον, ἄλλοι δὲ κατὰ ἄγνοιαν ὑποδέχεσθαι, ἕτεροι δὲ φάσ.156 κοντες, ὡς διὰ τῆς ὑποδοχῆς κερδῆσαι αὐτόν, ἀπολογούμενοι. καὶ πολλή τίς ἐστιν ἡ περὶ τούτων ὑπόθεσις. 5. Μετέπειτα δὲ ὡς ἔγνω ὁ Ἄρειος ὅτι ἐπιστολαὶ ἠνέχθησαν τοῖς ἐπισκόποις πάντη καὶ λοιπὸν πανταχόθεν ἀπηλαύνετο καὶ οὐκέτι τις αὐτὸν προσελαμβάνετο ἢ οἱ αὐτοῦ συνεργοί Εὐσέβιος γὰρ ὁ παλαιὸς γέρων Νικομηδεὺς † ὁ λόγος αὐτῷ ὑπῆρχεν, ἅμα Λουκιανῷ ἐν Νικομηδείᾳ συμβεβιωκώς, ἀλλὰ καὶ Λεόντιος ὁ ἀπόκοπος ἐν Ἀντιοχείᾳ, οὔπω τὴν ἐπισκοπὴν πεπιστευμένος, καὶ ἄλλοι τινές· ἐπεὶ οὖν ἐκ τῆς αὐτῆς τοῦ δηλητηρίου φρατρίας οὗτοι πάντες ἦσαν, ὑποδέχεται μὲν αὐτὸν Εὐσέβιος χρόνῳ ἱκανῷ–ὅθεν δὴ ἐπιστολὰς πάσης φλυαρίας ἐμπεπλησμένας, περιεχούσας πᾶσαν αὐτοῦ τὴν κακόδοξον πίστιν, γράψας ὁ αὐτὸς Ἄρειος Εὐσεβίῳ τῷ ἐν Νικομηδείᾳ, μηδέπω φθάσας πρὸς αὐτὸν ἐν Νικομηδείᾳ, οὐδὲν πλέον ἀλλ' ἢ τὰ αὐτὰ ὁποῖα καὶ ἐφρόνει ἐν αὐταῖς ἐντάξας, κατ' ἐκεῖνον τὸν καιρὸν ἐπραγματεύσατο, ἐξ ὧν μίαν ἐλθοῦσαν εἰς τὰς ἡμετέρας χεῖρας ἐνταῦθα ἀναγκαῖον ἡγησάμην παραθέσθαι, ὅπως ἴδοιεν οἱ ἐντυγχάνοντες ὅτι οὔ τι κατά τινος σεσυκοφαντημένως εἰρήκαμεν ἢ λέγομεν. καὶ ἔστιν ἥδε· 6. Κυρίῳ ποθεινοτάτῳ ἀνθρώπῳ θεοῦ πιστῷ ὀρθοδόξῳ Εὐσεβίῳ, Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου πάπα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἧς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν. Τοῦ πατρός μου Ἀμμωνίου εἰς τὴν Νικομήδειαν ἀφικομένου εὔλογον καὶ ὀφειλόμενον ἐφάνη μοι προσαγορεῦσαί σε δι' αὐτοῦ, ὁμοῦ τε καὶ ὑπομνῆσαι τὴν ἔμφυτόν σου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις πρὸς τοὺς ἀδελφοὺς διὰ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, ὅτι μεγάλως ἡμᾶς ἐκπορθεῖ καὶ διώκει καὶ πᾶν κακὸν κινεῖ καθ' ἡμῶν ὁ ἐπίσκοπος, ὥστε ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους, ἐπειδὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι· ἀεὶ θεὸς ἀεὶ υἱός, ἅμα πατὴρ ἅμα υἱός, συνυπάρχει ὁ υἱὸς ἀγεννήτως τῷ θεῷ, ἀειγενής, ἀγενη.157 τογενής, οὔτ' ἐπινοίᾳ οὔτ' ἀτόμῳ τινὶ προάγει ὁ θεὸς τοῦ υἱοῦ, ἀεὶ θεός, ἀεὶ υἱός, ἐξ αὐτοῦ τοῦ θεοῦ ὁ υἱός. καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ἐν Καισαρείᾳ καὶ Θεόδοτος καὶ Παυλῖνος καὶ Ἀθανάσιος καὶ Γρηγόριος καὶ Ἀέτιος καὶ πάντες οἱ κατὰ τὴν ἀνατολὴν λέγουσιν ὅτι προϋπάρχει ὁ θεὸς τοῦ υἱοῦ ἀνάρχως, ἀνάθεμα ἐγένοντο, δίχα Φιλογονίου καὶ Ἑλλανικοῦ καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατηχήτων, τὸν υἱὸν λεγόντων οἱ μὲν ἐρυγήν, οἱ δὲ

409

προβολὴν ἀγένητον. καὶ τούτων τῶν ἀσεβειῶν οὐδὲ ἀκοῦσαι δυνάμεθα, ἐὰν μυρίους θανάτους ἡμῖν ἐπαπειλῶσιν οἱ αἱρετικοί. ἡμεῖς δὲ τί λέγομεν καὶ φρονοῦμεν καὶ ἐδιδάξαμεν καὶ διδάσκομεν; ὅτι ὁ υἱὸς οὐκ ἔστιν ἀγένητος οὐδὲ μέρος ἀγενήτου κατ' οὐδένα τρόπον, ἀλλ' οὔτε ἐξ ὑποκειμένου τινός, ἀλλ' ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ πρὸ αἰώνων, πλήρης θεὸς μονογενής, ἀναλλοίωτος, καὶ πρὶν γεννηθῇ ἤτοι κτισθῇ ἤτοι ὁρισθῇ ἢ θεμελιωθῇ, οὐκ ἦν. ἀγένητος γὰρ οὐκ ἦν. διωκόμεθα δέ, ὅτι εἴπομεν· ἀρχὴν ἔχει ὁ υἱός, ὁ δὲ θεὸς ἄναρχός ἐστι. διὰ τοῦτο διωκόμεθα καὶ ὅτι εἴπομεν· ἐξ οὐκ ὄντων ἐστίν. οὕτως δὲ εἴπομεν, καθότι οὐδὲ μέρος θεοῦ ἐστιν οὐδὲ ἐξ ὑποκειμένου τινός· διὰ τοῦτο διωκόμεθα. λοιπὸν σὺ οἶδας. ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι, μεμνημένον τῶν θλίψεων ἡμῶν, συλλουκιανιστὰ ἀληθῶς Εὐσέβιε. 7. Ἀλλὰ καὶ ἄλλην, ἀπὸ Νικομηδείας τῷ ἁγιωτάτῳ πάπᾳ Ἀλεξάνδρῳ ἀπολογίας χάριν δῆθεν γραφεῖσαν καὶ χείρω πάλιν τῆς αὐτοῦ ἰοβολίας ἀπαραλείπτως βλασφήμων ῥημάτων ἐμπεπλησμένην καὶ ὑπ' αὐτοῦ ἐν Ἀλεξανδρείᾳ ἀπεσταλμένην, ὑπετάξαμεν. καὶ ἔστιν ἥδε· Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἐν κυρίῳ χαίρειν. 3.158 Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη· οἴδαμεν ἕνα θεόν, μόνον ἀγέννητον, μόνον ἀΐδιον, μόνον ἄναρχον, μόνον ἀληθινόν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην, μόνον κριτὴν πάντων διοικητὴν οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν, νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης * τοῦτον θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι' οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ λοιπὰ πεποίηκε, γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλ' ἀληθείᾳ, ὑποστήσαντα δὲ ἰδίῳ θελήματι, ἄτρεπτον καὶ ἀναλλοίωτον, κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων, οὐδ' ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ πατρὸς ἐδογμάτισεν, οὐδ' ὡς ὁ Μανιχαῖος μέρος ὁμοούσιον τοῦ πατρὸς τὸ γέννημα εἰσηγήσατο, οὐδ' ὡς Σαβέλλιος ὁ τὴν μονάδα διαιρῶν υἱοπάτορα εἶπεν, οὐδ' ὡς Ἱερακᾶς λύχνον ἀπὸ λύχνου ἢ ὡς λαμπάδα εἰς δύο, οὐδὲ τὸν ὄντα πρότερον, ὕστερον γεννηθέντα ἢ ἐπικτισθέντα εἰς υἱόν, ὡς καὶ σὺ αὐτός, μακάριε πάπα, ἐν μέσῃ τε ἐκκλησίᾳ καὶ συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσηγησαμένους ἀπηγόρευσας, ἀλλ' ὥς φαμεν, θελήματι τοῦ θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ πατρὸς εἰληφότα καὶ τὰς δόξας, συνυποστήσαντος αὐτῷ τοῦ πατρός· οὐ γὰρ ὁ πατὴρ δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν ἐστέρησεν ἑαυτὸν τοῦ τὸ ἀγένητον ἔχειν ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων. 8. Ὥστε τρεῖς εἰσιν ὑποστάσεις, πατὴρ υἱὸς καὶ ἅγιον πνεῦμα. καὶ ὁ μὲν θεός, αἴτιος τῶν πάντων τυγχάνων, ἐστὶν ἄναρχος μονώτατος, ὁ δὲ υἱὸς ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ πατρὸς καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθείς, οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλὰ ἀχρόνως πρὸ πάντων γεννηθεὶς μόνος ὑπὸ μόνου τοῦ πατρὸς ὑπέστη. οὐδὲ γάρ ἐστιν ἀΐδιος ἢ συναΐδιος ἢ συναγένητος τῷ πατρί· οὐδὲ ἅμα τῷ πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι, δύο ἀγενήτους ἀρχὰς εἰσηγούμενοι, ἀλλὰ ὡς μονὰς καὶ ἀρχὴ τῶν πάντων, οὕτως 3.159 ὁ θεὸς πρὸ πάντων ἐστί. διὸ καὶ πρὸ τοῦ Χριστοῦ ἐστιν, ὡς παρὰ σοῦ μεμαθήκαμεν, ἐν μέσῃ τῇ ἐκκλησίᾳ κηρύξαντος. καθὸ οὖν παρὰ τοῦ θεοῦ τὸ εἶναι ἔχει τοῦ καὶ τὸ ζῆν καὶ τὰς δόξας καὶ πάντα αὐτῷ παρασχόντος κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ θεός. ἄρχει γὰρ αὐτοῦ, ὡς θεὸς αὐτοῦ καὶ πρὸ αὐτοῦ ἔχων τὸ εἶναι διὰ τὸ ἐξ αὐτοῦ. καὶ εἰ τὸ «ἐκ γαστρός» καὶ τὸ «ἐκ πατρὸς ἐξῆλθον καὶ ἥκω», ὡς μέρος τοῦ ὁμοουσίου καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύνθετος ἔσται ὁ πατὴρ καὶ διαιρετὸς καὶ τρεπτὸς, καὶ σῶμα κατ' αὐτοὺς καὶ τὸ ὅσον ἐπ' αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων, ὁ ἀσώματος θεός. ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι,

410

μακάριε πάπα. Ἄρειος, Ἀειθάλης, Ἀχιλλᾶς, Καρπώνης, Σαρματᾶς, Ἄρειος, πρεσβύτεροι· διάκονοι Εὐζώϊος, Λούκιος, Ἰούλιος, Μηνᾶς, Ἑλλάδιος, Γάϊος· ἐπίσκοποι Σεκοῦνδος Πενταπόλεως, Θεωνᾶς Λίβυς, Πιστός· ὃν κατέστησαν εἰς Ἀλεξάνδρειαν οἱ Ἀρειανοί. 9. Ὡς οὖν οὕτω παρεκινεῖτο τὰ πράγματα, Ἀλέξανδρος Κωνσταντίνῳ τῷ βασιλεῖ γράφει. ὁ δὲ μακαρίτης βασιλεὺς συγκαλεσάμενος τὸν Ἄρειον καί τινας ἐπισκόπους ἀνέκρινεν. ὁ δὲ τοὺς συμμύστας συνεργοὺς ἔχων τὸ μὲν πρῶτον ἠρνεῖτο εἰς πρόσωπον τοῦ βασιλέως, ἔσωθεν δὲ εἰργάζετο τὴν συσκευὴν τῆς ἐκκλησίας. ὡς οὖν συνεκαλέσατο αὐτὸν ὁ μακάριος Κωνσταντῖνος, ὡς καὶ ἐκ μέρους ἀπὸ πνεύματος ἁγίου ἐνεπνεύσθη, λόγον αὐτῷ προσεφθέγξατο λέγων ὅτι πεπίστευκα τῷ θεῷ, εἰ δολίως ἔχεις τι κεκρυμμένον καὶ ἀρνῆσαι, τάχιον ὁ πάντων δεσπότης ἐλέγξαι σε ἔχει, μάλιστα καθ' οὗ ὤμοσας. ὅθεν καὶ ἐφωράθη τὰ αὐτὰ φρονῶν, καὶ εἰς πρόσωπον τοῦ βασιλέως ἠλέγχθη. πάλιν δὲ ὡσαύτως ἠρνεῖτο, καὶ πολλοὶ αὐτοῦ ὑπερασπισταὶ ὑπερεδέοντο διὰ Εὐσεβίου τοῦ Νικομηδείας. ὁμοῦ δὲ ζήλῳ ἐπαρθεὶς ὁ βασιλεὺς καὶ ἐπιστολὴν μεγάλην ἐγκύκλιον ὅλῃ τῇ Ῥωμανίᾳ γέγραφε κατὰ Ἀρείου καὶ τῆς αὐτοῦ πίστεως, πάσης σοφίας ἔμπλεων καὶ ἀληθινῶν ῥημάτων· ὡς καὶ αὕτη εἰς ἔτι δεῦρο παρὰ φιλοκάλοις σῴζεται, περιέχουσα τὴν ἀρχήν· «Κωνσταντῖνος σεβαστὸς μέγιστος Ἀρείῳ καὶ Ἀρειανοῖς. Κακὸς ἑρ.160 μηνεὺς αὐτόχρημα εἰκών τε καὶ ἀνδριάς ἐστι τοῦ διαβόλου.» εἶτα μεθ' ἕτερα καὶ μετὰ τὸ πολλὴν πρὸς αὐτὸν ἐκθέσθαι ἐκ θείων λογίων ἀντιλογίαν, καὶ ἔπος ἀπὸ τῶν Ὁμήρου πρὸς αὐτὸν σχετλιασμοῦ ἕνεκα ἀποτεινόμενος παρέθετο, ὅπερ καὶ αὐτὸ ἀναγκαῖον ἐνταῦθα παραθέσθαι ἡγησάμην· καὶ ἔστιν· «ἄγε δή, Ἄρες Ἄρειε, ἀσπίδων χρεία, μή γε σὺ τοῦτο ποιήσῃς, ἱκετεύομεν· ἐπισχέτω δέ σε γοῦν ἡ τῆς Ἀφροδίτης ὁμιλία.» 10. Βουλομένου τοίνυν τοῦ Ἀρείου ἐν τῇ Κωνσταντινουπόλει ὁμοῦ συναχθῆναι, Εὐσεβίου ἀναγκάζοντος καὶ τὰ μεγάλα παρὰ βασιλεῖ ἰσχύοντος καὶ παρενοχλοῦντος τῷ ἐν Κωνσταντινουπόλει ἐπισκόπῳ κατ' ἐκεῖνο καιροῦ, κἀκείνου μὴ βουλομένου μετ' αὐτοῦ συναχθῆναι μηδὲ εἰς κοινωνίαν αὐτοῦ ἐλθεῖν καὶ βιοφορουμένου καὶ στένοντος, τοῦ δὲ Εὐσεβίου λέγοντος· εἰ μὴ βούλει ἰδίᾳ τῇ προαιρέσει, τῇ αὔριον ἡμέρᾳ κυριακῆς ἐπιφωσκούσης σὺν ἐμοὶ εἰσελεύσεται, καὶ τί δύνασαι ποιῆσαι; ὁ δὲ εὐλαβέστατος ἐπίσκοπος καὶ θεὸν φοβούμενος Ἀλέξανδρος, ὁ τῆς αὐτῆς ἀρίστης πόλεως ἐπίσκοπος ὁμώνυμος γὰρ ἦν καὶ οὗτος τῷ ἐν Ἀλεξανδρείᾳ δι' ὅλης τῆς ἡμέρας ἐξότου ἤκουσε καὶ τῆς νυκτὸς στενάζων καὶ στυγνάζων διετέλεσεν εὐχόμενος καὶ παρακαλῶν τὸν θεὸν ἢ αὐτοῦ τὴν ψυχὴν παραλαβεῖν, ἵνα μὴ συμμιανθῇ τῇ τοῦ Ἀρείου κοινωνίᾳ, ἢ ποιῆσαί τι παράδοξον· ὅπερ καὶ ἐγένετο τούτῳ. τοῦ γὰρ Ἀρείου προελθεῖν κατὰ τὰς νύκτας ἐπειχθέντος ἐπὶ τὸ τὰς χρείας παρασκευασθῆναι, διέρχεται μέχρι τοῦ ἀφεδρῶνος καὶ ἔνδον ἐν τοῖς ἀβάτοις καθεζόμενος εὑρέθη λακήσας καὶ ἔκπνους γεγονώς. ὃς δὲ οὕτω κατείληπται ἐν τῷ δυσώδει τόπῳ ἀποδοὺς αὐτοῦ τὰ τέλη, καθάπερ καὶ ἐξήμεσεν ἀκάθαρτον κακοπιστίαν. 11. Ὡς οὖν ταῦτα ἐτελέσθη, ὁ βασιλεὺς μέριμναν συνενεγκάμενος τῇ ἐκκλησίᾳ, διὰ τὸ ἤδη πολλάκις πολλοὺς εἰς ἀλλήλους διαφέρεσθαί τε καὶ σχίσματα πολλὰ εἶναι, συνεκρότησεν οἰκουμενικὴν σύνοδον ὧν καὶ τὰ ὀνόματα εἰς ἔτι δεῦρο σῴζεται τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων· καὶ ἀναθεματίζουσι τὴν Ἀρείου πίστιν ἐν τῇ Νικαέων πόλει καὶ ὁμολογοῦσι τὴν τῶν πατέρων ὀρθόδοξον πίστιν καὶ ἀκλινῆ καὶ ἀπὸ τῶν ἀποστόλων καὶ προφητῶν παραδοθεῖσαν. ὑπογραψάντων δὲ τῶν ἐπισκόπων εἰς ταύτην καὶ ἀναθεματισάντων τὴν Ἀρειομανίτιδα αἵρεσιν, οὕτω * γεγένηται. ἅμα δὲ καὶ ἐν τῷ αὐτῷ κανόνας τινὰς ἔθηκαν ἐν τῇ 3.161 συνόδῳ ἐκκλησιαστικούς· ὁμοῦ δὲ καὶ περὶ τοῦ πάσχα ὥρισαν μίαν ἕνωσιν καὶ ὁμόνοιαν κατὰ τὴν ἁγίαν θεοῦ πανάρετον ἡμέραν γίνεσθαι, ἐπειδὴ διαφόρως παρά τισιν ἐφυλάττετο· οἱ

411

μὲν γὰρ προελάμβανον, οἱ δὲ ἐμέσαζον, οἱ δὲ μετέπειτα ἐπετέλουν. καὶ ἁπλῶς πολλὴ στάσις ἦν κατ' ἐκεῖνο καιροῦ. τούτων δὲ ὁ θεὸς τὸ κατόρθωμα διὰ τοῦ μακαρίτου Κωνσταντίνου ἐβράβευσεν εἰρήνης χάριν. ὡς οὖν ἀνεθεματίσθη ὁ Ἄρειος καὶ ταῦτα οὕτως ἐπράχθη, ἐν τῷ αὐτῷ ἔτει παύεται Ἀλέξανδρος τοῦ βίου καὶ διαδέχεται αὐτὸν Ἀχιλλᾶς. ἦν δὲ καὶ Θεωνᾶς κατασταθεὶς ὑπὸ τῶν Μελιτιανῶν. τότε διαδέχεται Ἀχιλλᾶν τὸν ἐπίσκοπον ποιήσαντα μῆνας τρεῖς Ἀθανάσιος ὁ μακαρίτης, ὢν τότε διάκονος Ἀλεξάνδρου καὶ ὑπ' αὐτοῦ ἀπεσταλμένος ἐπὶ τὸ κομητάτον, ᾧ ὁ Ἀλέξανδρος μέλλων τελευτᾶν παρήγγειλεν ἀποδοθῆναι τὴν ἐπισκοπήν. ἔθος δὲ ἐν Ἀλεξανδρείᾳ μὴ χρονίζειν μετὰ τελευτὴν ἐπισκόπου τοὺς καθισταμένους, ἀλλ' ἅμα * γίνεσθαι εἰρήνης ἕνεκα, τοῦ μὴ παρατριβὰς γενέσθαι ἐν τοῖς λαοῖς, τῶν μὲν τόνδε θελόντων, τῶν δὲ τόνδε. κατέστησαν δὲ δι' ἀνάγκην μὴ παρόντος Ἀθανασίου Ἀχιλλᾶν. ὁ δὲ θρόνος ἦν καὶ ἡ ἱερωσύνη ἑτοιμαζομένη τῷ ἐκ θεοῦ κεκλημένῳ καὶ ἀπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου ὡρισμένῳ. ἐπεὶ οὖν ἐλθόντος Ἀθανασίου καὶ κατασταθέντος, ὄντος περὶ τὴν πίστιν ζηλωτοῦ σφόδρα καὶ τῆς ἐκκλησίας ὑπερασπίζοντος, ἤδη συνάξεων πάντῃ καὶ ἀποσπάσματος τῶν λαῶν γινομένων ὑπὸ τῶν Μελιτιανῶν καλουμένων, δι' ἣν ἐν τῇ περὶ Μελιτίου ὑποθέσει αἰτίαν προδεδήλωκα, καὶ βουλομένου τὴν συνένωσιν τῆς ἐκκλησίας ποιήσασθαι, ἐνεκάλει καὶ ἠπείλει ἐνουθέτει τε καὶ οὐδεὶς ἠνείχετο. ὅθεν πάντα τὰ κατ' αὐτοῦ κινηθέντα ἐκ τοῦ ὑπερβάλλοντος ἐν αὐτῷ θεόθεν ζήλου ἐπράχθη τε καὶ συνεσκευάσθη· ὥστε καὶ ἐξορίας αὐτὸν ὑπομεῖναι 3.162 διὰ τῆς τῶν Ἀρειανῶν μετὰ δυναστείας ἀδικωτάτης ἀκοινωνησίας. ἀλλὰ περὶ τοῦ μακαρίτου Ἀθανασίου ἕως ἐνταῦθα ἐχέτω. ἐρρήθη γὰρ τὰ κατ' αὐτὸν κατὰ λεπτότατον ἄνω ἐν τῇ Μελιτίου ὑποθέσει. 12. Ἄρειος τοίνυν οὗτος ἐνεπνεύσθη ὑπὸ διαβολικῆς ἐνεργείας καὶ ἀθυρογλώττως ἀναισχυντὶ φερόμενος ἐπῆρεν αὐτοῦ τὴν γλῶτταν κατὰ τοῦ ἰδίου δεσπότου, ἐξ ἀρχῆς δῆθεν τὴν παρὰ τῷ Σολομῶνι ἐν ταῖς αὐτοῦ παροιμίαις λέξιν ἑρμηνεῦσαι βουλόμενος, τό «ὁ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ἔνθεν αὐτῷ ἡ εἰσαγωγὴ τῆς πλάνης γεγένηται, καὶ οὐκ ᾐδέσθη αὐτὸς καὶ οἱ αὐτοῦ μαθηταὶ κτίσμα ἀποκαλεῖν τὸν τὰ πάντα κτίσαντα, τὸν ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννημένον λόγον. λοιπὸν δὲ ἀπὸ τοῦ ἑνὸς τούτου λόγου εἰς πολλὰς καὶ κακὰς τρίβους ἐλάσας τὴν ἑαυτοῦ κακότροπον γνώμην, αὐτὸς καὶ οἱ ἀπ' αὐτοῦ διάδοχοι, μυρία καὶ ἐπέκεινα εἰς τὸν υἱὸν τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα βλασφημῆσαι ἐπεχείρησαν. παρέλυσαν δὲ ὡς εἰπεῖν τὸ στῖφος καὶ τὴν ὁμόνοιαν τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως καὶ ἐκκλησίας· οὐ διὰ τῆς αὐτῶν δυνάμεως ἢ σοφίας· ὀλίγοι γὰρ οἱ προσκλιθέντες ἠπατημένοι, πολλοὶ δὲ οἱ ὑποκρίσει ὑπεισδύνοντες, πολλοὶ δὲ καὶ κατὰ βίαν μὴ ἔχοντες * οὕτως κοινωνοὶ τοῖς αὐτοῖς τυγχάνουσιν. οὐδεὶς δὲ * τούτων πρόξενος, ἀλλὰ πρῶτον μὲν ἀδοκιμασία πιστῶν, βασιλέων δὲ ὑπερασπισμός. ἀρχὴ μὲν ἀπὸ Κωνσταντίου τοῦ βασιλέως, τὰ μὲν ἄλλα πάντα πρᾴου καὶ ἀγαθοῦ, ὡς υἱοῦ τοῦ μεγάλου καὶ τελείου Κωνσταντίνου τοῦ θεοσεβοῦς καὶ πίστιν ὀρθὴν ἀκλινῶς πεφυλαχότος, καὶ αὐτοῦ δὲ τοῦ Κωνσταντίου θεοσεβοῦς ὄντος καὶ ἀγαθοῦ κατὰ πολλοὺς τρόπους· ἐν τούτῳ δὲ μόνον, ἐν τῷ μὴ κατὰ τὴν πίστιν τοῦ πατρὸς αὐτοῦ ὡδευκέναι ἐσφάλη, οὐκ ἀφ' ἑαυτοῦ αἰτίας, ἀλλὰ ἀπὸ τῶν μελλόντων δοῦναι λόγον εἰς ἡμέραν κρίσεως, τῶν δοκήσει ἐπισκόπων λεγομένων, παραφθειράντων δὲ τὴν 3.163 θεοῦ ἀληθινὴν πίστιν· οἵτινες ἔχουσι δοῦναι λόγον καὶ ὑπὲρ τῆς πίστεως καὶ ὑπὲρ τῶν διωγμῶν τῆς ἐκκλησίας καὶ τοσούτων κακῶν καὶ φόνων τῶν ἐν ταῖς ἐκκλησίαις ἕνεκεν

412

αὐτῶν γεγενημένων καὶ τῶν λαῶν τῶν ἐν ὑπαίθρῳ ἔτι δεῦρο τοσούτων μυριάδων θλῖψιν ὑπομενουσῶν καὶ ὑπὲρ αὐτοῦ τοῦ μακαρίτου Κωνσταντίου τοῦ ὑπ' αὐτῶν πεπλανημένου καὶ ἀγνοήσαντος τὴν πίστιν τῆς ὀρθοδοξίας καὶ ὑπείξαντος αὐτοῖς ὡς ἱερεῦσι κατὰ ἄγνοιαν, ἀγνοήσαντος τὴν ἐν αὐτοῖς πλάνην τῆς τυφλώσεως καὶ κακοπιστίας γενομένην ἐκ διαβόλου παρασκευῆς. 13. Δεύτερον ἔτι ἐνίσχυσε τὸ τούτων ἑρπετῶδες ἐργαστήριον δι' Εὐδοξίου τοῦ ὑπεισδύντος καὶ παραφθείραντος τὴν ἀκοὴν πάλιν Οὐάλεντος τοῦ θεοσεβοῦς βασιλέως καὶ εὐλαβεστάτου καὶ θεοφιλοῦς. ἐπειδὴ γὰρ παρ' αὐτοῦ τὸ λουτρὸν ἐκομίσατο, διὰ τοιαύτης ὑποθέσεως ἠδυνήθησαν οὗτοι στῆναι. ἐπεὶ ἂν ἔκπαλαι καὶ ὑπὸ γυναικῶν καὶ παιδαρίων, οὐ λέγω περὶ τῶν ἐντελεστέρων τῶν τὴν πᾶσαν ἀκρίβειαν τῆς θεοσεβείας καὶ πίστεως τῆς ὀρθῆς ἐπιγινωσκόντων, ἀλλὰ καὶ ὑπὸ τῶν τι ἀπὸ μέρους κἂν τὸ τυχὸν τῆς ἀληθείας ἐπισταμένων ἐλέγχοντο καὶ ἐλεγχόμενοι ἀπὸ τῶν παλαιῶν ἐδιώκοντο, ὡς βλάσφημοι δεσπότου καὶ δεύτεροι κυριοκτόνοι τινὲς καὶ ἀθετηταὶ τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐνθέου τελειότητος· διὰ δὲ τῆς τοῦ βασιλέως προστασίας, ὅπερ ἐστὶν ὑπερασπισμὸς αὐτῶν, * εἰς τὸ ἐπιχειρεῖν πάντα τὰ κακὰ ὅσα γέγονε καὶ ἔτι δι' αὐτῶν γίνεται ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Νικομηδείᾳ, ἐν Μεσοποταμίᾳ, ἐν Παλαιστίνῃ τῇ τοῦ αὐτοῦ παρόντος βασιλέως προστασίᾳ. 14. Ἐκ ταύτης οὖν τῆς λέξεως τῆς ἐν τῷ παροιμιαστῇ γεγραμμένης ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», λοιπὸν τὰ πάντα αὐτοῖς ἐπινοεῖται· ὅσα τε δύναται σύμφωνα τῷ λόγῳ εἶναι καὶ ἰσορροπῆ καὶ δύναται συνᾴδειν ἐκ τῶν γραφῶν συνάγουσιν, οὔτε αὐτοῦ τοῦ λόγου οὔτε τῶν ἄλλων ῥημάτων περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτόν τι φασκόντων. ἀλλὰ λοιπὸν ὅσα ἐστὶ τούτοις ὅμοια, τὸ ἐν τῷ ἀποστόλῳ γεγραμμένον τὸ «δέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, 3.164 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», καὶ τὸ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ γεγραμμένον ὅτι «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὅτι ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε», καὶ τὸ ἐν ταῖς Πράξεσι γεγραμμένον ὅτι «γνωστὸν ὑμῖν ἔστω πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε, καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε» καὶ ἄλλα τούτοις ὅμοια, † ὅπου γὰρ εἰς παρατήρησιν, εἰς ἐχθρῶν ἄμυναν. ἐχθροὶ γάρ εἰσιν ὡς ἀληθῶς καὶ ἐπίβουλοι. τάχα γὰρ περὶ αὐτῶν γέγραπται καὶ τῶν αὐτοῖς ὁμοίων ὅτι «ἀναστήτω ὁ θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ». δοκοῦσι δὲ καὶ οἰκειακοὶ εἶναι οὐδεὶς δὲ χείρων οἰκειακῶν ἐχθρῶν «ἐχθροὶ γὰρ τοῦ ἀνθρώπου ἅπαντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ». καὶ τοῦτο τάχα καὶ περὶ τούτων πληροῦται. 15. Ἀναπηδῶσι γὰρ ὡς λυσσητῆρες κύνες εἰς ἐχθρῶν ἄμυναν καί φησι· «πῶς λέγεις περὶ τοῦ υἱοῦ τοῦ θεοῦ;» ταῦτα γὰρ αὐτῶν ἐστι τὰ τεχνάσματα τῆς εἰσαγωγῆς τοῦ δηλητηρίου αὐτῶν πρὸς τοὺς ἀφελεῖς. καὶ «τί ἔνι μετὰ ταῦτα, μετὰ τὸ λέγειν υἱὸν θεοῦ;» ὦ «συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐπιγνώμονες ἐνώπιον αὐτῶν» καὶ ἐπιστήμονες δοκοῦντες εἶναι. τί ἔτι προσθείη τις τῷ ὀνόματι Ἰησοῦ, εἰ μὴ ὅτι υἱὸν γνήσιον λέγοι, ἐκ πατρὸς ὄντα καὶ οὐκ ἠλλοιωμένον; εἶτα εὐθὺς χλευαστικῶς ἀναπηδῶσι λέγοντες· «πῶς δύναται εἶναι ἐκ θεοῦ;» ἐρωτώμενοι δὲ ὅτι· «οὐκ ἔστιν υἱός;» τὸ μὲν υἱὸς ὀνόματι ὁμολογοῦσι, τῇ δὲ δυνάμει καὶ διανοίᾳ ἀρνοῦνται, νόθον αὐτὸν παντάπασι βουλόμενοι λέγειν καὶ οὐκ ἀληθινόν. εἰ γάρ, φησίν, ἐκ θεοῦ ἐστι καὶ ἐγέννησεν ἐξ αὐτοῦ ὁ θεὸς υἱόν, ὡς εἰπεῖν, ἐξ ἰδίας ὑποστάσεως φύσει ἢ ἐκ ἰδίας οὐσίας, οὐκοῦν ὠγκώθη ἢ τομὴν ἐδέξατο ἢ ἐν τῷ γεννᾶν ἐπλατύνθη ἢ συνεστάλη ἤ τι τῶν κατὰ τὰ πάθη τὰ σωματικὰ ὑπέστη. καὶ τὸ πᾶν εἰσὶ χλευαζόμενοι, τὰ ἑαυτῶν εἰς τὸν θεὸν ἀναλογοῦντες καὶ ἀφ' ἑαυτῶν εἰκάσαι τὸν θεὸν βουλόμενοι. ἐν γὰρ θεῷ οὐδὲν ἔνι τῶν τοιούτων· «πνεῦμα γὰρ ὁ θεός», καὶ ἀφ' ἑαυτοῦ ἐγέννησε τὸν μονογενῆ 3.165 ἀρρήτως καὶ ἀκαταλήπτως καὶ ἀχράντως. πῶς οὖν, φησίν, εἰ ἐκ τῆς

413

οὐσίας αὐτοῦ ἐστιν, οὐκ οἶδε τὴν ἡμέραν, ὡς λέγει, καὶ τὴν ὥραν, «περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος;» «πῶς δὲ εἰς σάρκα ἦλθεν, εἰ ἔστιν ἐκ τοῦ πατρός; πῶς δὲ ἐδύνατο ἡ ἀχώρητος ἐκείνη φύσις σάρκα ἐνδύσασθαι, εἰ ἦν ἐκ τοῦ πατρὸς κατὰ φύσιν;» 16. Καὶ οὐκ οἴδασι πῶς εἰς ἑαυτῶν αἰσχύνην τοὺς λογισμοὺς τούτους ἐπισυνάγουσιν. εἰ γὰρ διὰ τὸ ἠλλοιῶσθαι αὐτὸν παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἐνεδύσατο σάρκα καὶ ἐν αὐτῇ πέπονθε καὶ ἐσταυρώθη, δειξάτωσαν ἡμῖν, τί τῶν ἄλλων πνευματικῶν, κτισμάτων καίτοι γε ὄντων, ἐνεδύσατο σάρκα. οὐ γὰρ δύνανται μὴ οὐχ ὁμολογεῖν τὸν υἱὸν ὑπὲρ πάντα. κἄν τε κτίσμα αὐτὸν λέγοιεν, ὁμολογοῦσιν αὐτὸν ὑπὲρ ὅλα τὰ κτίσματα αὐτοῦ. ἀλλὰ καὶ ὡς χαριζόμενοι αὐτῷ βούλονται αὐτὸν θεραπεύειν λόγῳ, ὥσπερ χειρὶ μιᾷ μὲν παίοντες, τῇ δὲ ἄλλῃ ἀλείφοντες. τοῦτο γὰρ θέλουσιν ὥσπερ ἐξ ἰδίας προαιρέσεως αὐτῷ προσχαρίσασθαι καὶ λέγουσι· «κτίσμα μὲν λέγομεν, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων, καὶ ποίημα, καὶ οὐχ ὡς ἓν τῶν ποιημάτων, καὶ γέννημα, καὶ οὐχ ὡς ἓν τῶν γεννημάτων», ἵνα ἐν τῷ εἰπεῖν, «οὐχ ὡς ἓν τῶν γεννημάτων», ἀποστερήσωσιν αὐτὸν τῆς κατὰ φύσιν γεννήσεως, καὶ ἐν τῷ εἰπεῖν, «οὐχ ὡς ἓν τῶν κτισμάτων», ἵνα ἀληθινὸν κτίσμα αὐτὸν ἀποφάνωσιν. οἷον γὰρ ἐὰν ᾖ κτίσμα, κτίσμα ὑπάρχει, κἄν τε μυριονταπλάσιον ἐπάνω εἴη ὄνομα ἔχον, τὸ αὐτό ἐστι τοῖς πᾶσι κτίσμασιν ἐξισαζόμενον. οὐ γὰρ ὅτι ἥλιος φαιδρότερος τῶν ἄλλων ἐστί, δύναται μὴ εἶναι κτίσμα, ὥσπερ καὶ ὁ λίθος· οὐδὲ ὅτι ἡ σελήνη ὑπερπαίει τὰ ἄστρα, παρὰ τοῦτο οὐκ ἔστι τῶν κτισμάτων. «ἰδοὺ γὰρ τὰ σύμπαντα δοῦλα σά». ὅσα γὰρ ἔστιν, ἐξ αὐτοῦ ἐστιν ἐκτισμένα καὶ δοῦλα. ὁ δὲ μονογενὴς ἀλήθειά ἐστι καὶ ὁ λόγος αὐτοῦ ἀληθινὸς ὑπάρχει, ὡς ἔφη· «ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς 3.166 μαθηταὶ μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» εἰ δὲ ὁ λόγος αὐτοῦ ἀλήθεια ὑπάρχει καὶ ἐλευθεροῖ τοὺς ἐλευθερουμένους, πόσῳ γε μᾶλλον αὐτὸς ἐλεύθερος ὑπάρχει, ἀλήθεια ὢν καὶ ἐλευθερῶν τοὺς αὐτῷ πειθομένους ὄντας δούλους; διὰ τὸ σύμπαντα δοῦλα εἶναι αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ ἁγίου πνεύματος αὐτοῦ. 17. Εἶτα πάλιν λέγουσι· «πῶς ἐνεδήμησεν εἰς σάρκα, εἰ ἦν ἐκ τῆς τοῦ πατρὸς οὐσίας;» εἴπωσι τοίνυν ἡμῖν, πῶς ἄγγελοι σάρκα οὐκ ἔλαβον ὄντες δοῦλοι αὐτοῦ; πῶς ἀρχάγγελοι; πῶς στρατιαί; πῶς τὰ ἄλλα πάντα τὰ πνευματικά; ἀλλὰ καὶ ὑποδεέστερόν φασιν εἶναι οἱ τοιοῦτοι τὸ πνεῦμα καὶ κτίσμα κτίσματος, ὡς αὐτοῦ τοῦ λόγου ποίημα. πῶς οὖν τὸ πνεῦμα οὐκ ἔλαβε σάρκα, δυνάμενον ἔχειν πρόσωπον τρεπτὸν ὑπὲρ τὸν υἱὸν κατὰ τὸν αὐτῶν λόγον; ἀλλ' ἐπειδὴ σοφία ἦν τοῦ πατρός, ηὐδόκησε δι' ἑαυτοῦ τῆς τελειότητος τὸ ἡμέτερον ἀσθενὲς ἀναλαβεῖν, ἵνα δι' ἑαυτοῦ πᾶσα σωτηρία τῷ κόσμῳ γένηται. τὰ δὲ ἀγαθὰ εἰς κακὰ μετατρέποντες ἀχαριστοῦσιν, ἀχάριστοι καὶ ἀγνώμονες καὶ δεσπότου ἰδίου ὑβρισταὶ καὶ βλάσφημοι. τὰ δὲ ἄλλα λοιπὸν ὅσα λέγουσιν ἠλαττωμένως φρονοῦσι· «πῶς δὲ ἐπείνασεν, εἰ ἦν τῆς τοῦ πατρὸς οὐσίας;» περὶ γὰρ τοῦ θεοῦ γέγραπται «οὐ πεινάσει, οὐδὲ διψήσει, οὔτε ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ». οὗτος δὲ καὶ ἐπείνασε καὶ ἐδίψησε. πῶς κέκμηκεν ἐκ τῆς ὁδοιπορίας καὶ ἐκάθισε ὅπου γέγραπται καὶ ὅτι ὁ θεὸς «οὐ κοπιάσει». πῶς δέ, φησιν, εἶπεν· «ὁ ἀποστείλας με πατήρ μου μείζων μου ἐστίν; ἄλλος γὰρ ὁ ἀποστέλλων, ἄλλος δὲ ὁ ἀποστελλόμενος.» καὶ δῆλον ὅτι ὁ πατὴρ οὐκ ἔστιν ὁ υἱὸς καὶ ὁ υἱὸς οὐκ ἔστιν ὁ πατήρ. οὐ γὰρ κατὰ τὸν Σαβέλλιον ἡμεῖς λέγομεν, τὸν λέγοντα υἱοπάτορα εἶναι. εἰ μὴ γὰρ εἶπεν ὅτι «ἄλλος ἐστὶν ὁ ἀποστείλας με» καὶ «ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν, πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν» * εἶπε, * καὶ οὐκ ἐκ τῆς τοῦ θεοῦ οὐσίας οἱ μαθηταὶ κατὰ φύσιν ἐγεννήθησαν. διὸ καὶ ἔλεγεν αὐτοῖς· «πατέρα ὑμῶν.» Πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων. εἰ

414

γὰρ ὀνόματι μόνον υἱὸς καλεῖται καὶ οὐκ ἔστι κατὰ φύσιν, οὐδὲν διαφέρει 3.167 τῶν ἄλλων πάντων κτισμάτων, κἄν τε ἐν ὑπεροχῇ ἀξιώματος ὑπάρχει. οὐ γὰρ ὅτι ὁ βασιλεὺς ὑπερέχει τῶν ἐπάρχων καὶ στρατηλατῶν, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ὁμοιοπαθὴς τῶν ἄλλων καὶ σύνδουλος τῆς αὐτῆς κτίσεως, θνητός τις ὤν, ὥσπερ καὶ οἱ ὑπ' αὐτοῦ ἀρχόμενοι. καὶ οὐχ ὅτι ὁ ἥλιος ὑπερέχει τῶν ἄλλων ἄστρων καὶ ἡ σελήνη ἐν μέρει, οὐ παρὰ τοῦτο οὐκ εἰσὶν ὑποτεταγμένα στοιχεῖα καὶ τῇ τοῦ ἑνὸς διατάξει δημιουργοῦ τε καὶ κτιστοῦ, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὑπείκοντα. καὶ οὐχ ὅτι ἄγγελοι ὑπερέχουσι τῶν ὁρατῶν καὶ ἐν τάξει τῶν ἄλλων μείζους πάντων εἰσίν, οἷα δὴ ἀόρατοι κτισθέντες καὶ τὸ πρῶτον γέρας τῆς τοῦ θεοῦ θεραπείας ἀποκαρπούμενοι ἐν ὕμνοις διηνεκέσι, καὶ ἀθάνατοι κατὰ χάριν ὑπ' αὐτοῦ κτισθέντες καὶ οὐ κατὰ φύσιν, ἀθάνατοι δὲ φύσει ἐξ αὐτοῦ τοῦ ἀθανάτου καὶ ὄντος ἐν ἑαυτῷ ζωὴ καὶ ἀθανασία καταξιωθέντες γενέσθαι, οὐ παρὰ τοῦτο οὐκ εἰσὶ φόβῳ καὶ τρόμῳ καὶ ὑπὸ ἀπολογίαν καὶ ἐξέτασιν καὶ κέλευσιν καὶ προσταγὴν τῆς ἁγίας θεότητος δεδουλωμένοι. 18. Ἔνθεν γάρ ἐστι * τὸ ζητούμενον τῆς ἀληθείας ἀκρίβασμα, τὸ υἱὸν μὲν λέγειν, λέγειν δὲ καὶ ἔχειν οὐχ ἁπλῶς ὀνόματι, ἀλλὰ υἱὸν κατὰ φύσιν υἱόν. καὶ ἐν ἡμῖν γὰρ πολλοὶ καλοῦνται υἱοί, μὴ ὄντες ἡμῶν υἱοὶ κατὰ φύσιν. οἱ δὲ ἀληθινοὶ υἱοὶ οἱ γνήσιοι καλοῦνται, οἱ κατὰ φύσιν ὑφ' ἡμῶν γεγεννημένοι. καὶ εἰ μὲν οὖν υἱὸς μόνον ἐκαλεῖτο, ὡς καὶ πάντες ἐκλήθησαν υἱοὶ θεοῦ, ἄρα οὐδὲν διαλλάττει τῶν ἄλλων. καὶ πῶς ὡς θεὸς προσκυνεῖται; ἔδει οὖν καὶ τὰ ἄλλα πάντα, ἐφ' οὓς τὸ ὄνομα τῆς υἱοθεσίας ἐπικέκληται, κατ' αὐτὸν προσκυνεῖσθαι, ἐπειδὴ υἱοὶ θεοῦ προσαγορεύονται. ἀλλὰ ἡ ἀλήθεια οὐκ ἔχει οὕτως, ἀλλ' οἶδεν ἀεὶ ἕνα μονογενῆ υἱὸν θεοῦ, ᾧ πάντα λατρεύει καὶ προσκυνεῖ, «καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». ἀλλ' οὔτε τὸ ἅγιον πνεῦμα ἐξισοῦται τοῖς ἄλλοις πνεύμασιν, ἐπειδὴ ἕν ἐστι τὸ πνεῦμα τοῦ θεοῦ, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. οὗτοι δὲ βούλονται αὐτὸ εἶναι κτίσμα κτίσματος. φασὶ γὰρ ὅτι «πάντα δι' αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἄρα, φασί, καὶ τὸ πνεῦμα ἐκ τῶν ποιημάτων ὑπάρχει, ἐπειδὴ «πάντα δι' αὐτοῦ γέγονε». καὶ ἀγνοοῦσιν οἱ μάτην ἑαυτῶν τὴν ψυχὴν ἀπολέσαντες ὅτι ἄλλα ἐστὶ τὰ κτίσματα καὶ ἄλλα τὰ ἄκτιστα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον 3.168 πνεῦμα, εἷς θεός, τριὰς ἐν ἀληθείᾳ καὶ μονὰς ἐν ἑνότητι. διὰ τοῦτο γὰρ ὅτι εἷς θεός, ὅτι οὐ δύο πατέρες οὔτε δύο υἱοὶ οὔτε δύο πνεύματα ἅγια καὶ ἐπειδὴ οὐκ ἀλλότριος ὁ υἱὸς τοῦ πατρός, ἀλλ' ἐξ αὐτοῦ γεγεννημένος καὶ οὐκ ἀλλότριον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ὁ μὲν υἱὸς μονογενὴς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, τὸ δὲ ἅγιον πνεῦμα, ὡς οἶδεν αὐτὸς ὁ πατὴρ καὶ ὁ μονογενής, οὔτε γεννητὸν οὔτε κτιστὸν οὔτε ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλ' ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. «τὸ πνεῦμά μου» γάρ φησιν, «ἐφέστηκεν ἐν μέσῳ ὑμῶν», καὶ «ἔχρισε τὸν Χριστὸν ἐν πνεύματι ἁγίῳ.» εἰ αὐτὸς ὁ μονογενὴς χρίεται ἐν πνεύματι, τίς ἐγκαλέσει τῇ ἁγίᾳ τριάδι; 19. Εἶτα πάλιν φησὶν ὁ μανιώδης Ἄρειος· «πῶς εἶπεν ὁ κύριος, «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθὸς ὁ θεός», ὡς αὐτοῦ ἀρνουμένου τὴν ἀγαθότητα· καὶ τίς ἄλλος οὕτως ἀγαθὸς ὡς ὁ μονογενής, ὃς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον τῶν ἡμετέρων ψυχῶν; καὶ οὐκ οἴδασι θεοῦ τὴν δύναμιν καὶ τὴν ἀγαθότητα οὔτε τὴν οἰκονομίαν τῆς τοῦ θεοῦ σοφίας, ψυχικοὶ ὄντες καὶ σαρκικοί, ἀνακρινόμενοι ἀπὸ ἁγίου πνεύματος, κοῦφοι ὄντες ἀπ' αὐτοῦ, μὴ ἔχοντες τὴν τοῦ ἁγίου πνεύματος δωρεάν, τὴν σοφίζουσαν πάντα ἄνθρωπον. πάλιν δὲ αἰτοῦνται αὐτόν, φησίν, οἱ υἱοὶ Ζεβεδαίου διὰ τῆς αὐτῶν μητρὸς τὸ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἕνα καθίσαι ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων, καὶ ἔφη αὐτοῖς· «οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ

415

ποτήριον ὃ μέλλω πίνειν; αὐτῶν δὲ φησάντων, ναί, ἔφη πρὸς αὐτούς, τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἀριστερῶν οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ πατρός». εἶτά φησιν ὁ ἀπόστολος «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν», ὡς αὐτοῦ χρείαν ἔχοντος τοῦ ἐγείραντος αὐτόν. καὶ ὅτι, φησίν, «ἐφάνη ἄγγελος κυρίου ἐνισχύων αὐτόν, ὅτε ἐν ἀγωνίᾳ γέγονε, καὶ ἵδρωσε καὶ ὁ ἱδρὼς αὐτοῦ γέγονεν αὐτῷ ὡς θρόμβοι αἵματος, ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ὅτε ἀπελθὼν ηὔχετο μέλλων παραδίδοσθαι». «καὶ πάλιν ἐν τῷ σταυρῷ, φησίν, ἔλεγεν· Ἠλί, Ἠλί, λημᾶ σαβαχθανί, τουτέστι, Θεέ μου, Θεέ μου ἵνα τί με ἐγκατέλιπες; καὶ ὁρᾷς, 3.169 φησίν, ὡς ἐπιδέεται βοηθείας;» ἀλλὰ περὶ τοῦ λέγειν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί» * καὶ τὸ «οἱ δύο ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἓν ὦσιν», * ὥστε οὖν τὸ ἓν εἶναι πάντως οὐ κατὰ φύσιν λέγει, ἀλλὰ κατὰ ὁμόνοιαν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἀρνοῦνται ψυχὴν αὐτὸν ἀνθρωπείαν εἰληφέναι, αὐτὸ τοῦτο προκατασκευάζοντες. σάρκα γὰρ ὁμολογοῦσιν ἀληθινὴν ἀπὸ Μαρίας αὐτὸν ἐσχηκότα καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ ἀνθρώπῳ χωρὶς ψυχῆς, ἵνα ὅταν ἀκούσῃς περὶ πείνης ἢ δίψης ἢ καμάτου ἢ ὁδοιπορίας, ἢ ἱδρῶτος, ἢ ὕπνου ἢ ἐμβριμήσεως καὶ εἴπῃς ὅτι διὰ τὴν ἐνανθρώπησιν τούτων ἐπεδέετο, λέξουσί σοι ὕστερον ὅτι σὰρξ καθ' ἑαυτὴν ταῦτα οὐκ ἐνεργεῖ, ἐὰν μὴ ἔχῃ τὴν ψυχήν. καὶ γὰρ τῷ μὲν ὄντι οὕτως ἐστί. τί οὖν ἐστι, φησίν, ἀλλ' ὅτι ἡ θεότης αὐτοῦ ἐπεδέετο, ἵνα ὅταν εἴπωσι τὴν θεότητα αὐτοῦ ἐπιδεομένην, ξένον ἀποφάνωσιν αὐτὸν καὶ ἀλλότριον τῆς τοῦ πατρὸς οὐσίας τε καὶ φύσεως ἀληθινῆς. νομίζω δὲ παντὶ τῷ σύνεσιν κεκτημένῳ ἀπὸ μιᾶς ἢ δύο μαρτυριῶν ἢ πέντε τῶν κακῶς παρ' αὐτοῖς ἐπινενοημένων καὶ ἐλεγχομένων καὶ ἀνατρεπομένων, * τῆς πάσης ἀληθείας κηρυττομένης καὶ σαφῶς ἐν τῇ πίστει τῆς ὀρθοδοξίας βεβαιουμένης, ἐλεγχθήσονται παρὰ τοῖς προειρημένοις νοῦν θεϊκὸν κεκτημένοις, κἄν τε μετὰ ταύτας τὰς ἐπιλύσεις ἐπινενοημένας λέξεις μυρίας ἄλλας ἐνέγκωσιν. ἀπὸ γὰρ τῶν ὀλίγων αἱ πλεῖσται λυθήσονται τὴν ἴσην δύναμιν φέρουσαι. 20. Καὶ ἄρξομαι πρῶτον τοῦ λέγειν, ὅθεν διέλαβον κακῶς φυτεύειν τῆς πικρίας αὐτῶν ῥίζαν, ἀπὸ τοῦ λόγου τοῦ ὑπὸ Σολομῶντος εἰρημένου, ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ οὐ πάντως που ἐβεβαίωσε γραφὴ οὐδὲ ἐμνήσθη τις τῶν ἀποστόλων τῆς λέξεως ταύτης, ἵνα παραγάγῃ αὐτὴν εἰς ὄνομα Χριστοῦ. ὥστε οὖν οὐ πάντως περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγει, κἄν τε εἴπῃ ὅτι «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην». πόσαι γάρ εἰσι καταχρηστικῶς λεγόμεναι θεοῦ σοφίαι; μία δὲ ὁ μονογενής, οὐχὶ καταχρηστικῶς 3.170 λεγόμενος, ἀλλ' ἐν ἀληθείᾳ. τὰ πάντα γὰρ θεοῦ σοφία, καὶ ὅσα ἐστὶν ἀπὸ τοῦ θεοῦ, σοφία ἐστίν. ἄλλη δὲ ἰδιάζουσα καὶ ὑπὲρ πάντα οὖσα, τουτέστιν ὁ μονογενής, ὁ μὴ καταχρηστικῶς ὢν σοφία, ἀλλ' ἀληθείᾳ, ὁ σὺν πατρὶ ἀεὶ ὤν, ὁ «δύναμις ὢν θεοῦ καὶ σοφία» κατὰ τὸ γεγραμμένον «ἡμῖν δὲ Χριστὸς δύναμις θεοῦ καὶ θεοῦ σοφία», «ἔστι δὲ σοφία πένητος ἐξουθενημένη», καὶ «ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος τὸν θεόν, ηὐδόκησε διὰ τῆς μωρίας τοῦ εὐαγγελίου σῶσαι τοὺς πιστεύοντας», καὶ «ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου», καὶ «ἔδωκεν ὁ θεὸς καρδίαν τῷ Σολομῶντι ὡς τὸ χύμα τῆς θαλάσσης, καὶ ἐσοφίσατο ὑπὲρ τοὺς υἱοὺς Ἐνάκ», καὶ «ἔδωκεν ὁ θεὸς τῷ Βεσελεὴλ σοφίαν καὶ ἐνέπλησεν ὁ θεὸς σοφίας τὸν Οὐρί». Καὶ πολλά ἐστι περὶ σοφίας λέγειν, καὶ «ποῖος ἐστὶ τόπος φρονήσεως, καὶ ἡ σοφία πόθεν εὑρέθη;» κἄν τε οὖν αὕτη ἡ ᾀδομένη σοφία λέγῃ «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ δυνάσται γράφουσι δικαιοσύνην, καὶ τύραννοι κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, καὶ οἱ ἐμὲ ζητοῦντες εὑρήσουσί με πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ

416

κτῆσις πολλῶν καὶ δικαιοσύνη. ἐν ὁδῷ δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἀγαπῶσί με ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» καὶ τὰ ἑξῆς, δηλονότι βουλομένων τινῶν ἀντιλέγειν τῇ λέξει ἀνθυποφορᾷ χρῶνται οἱ δι' ἐναντίας διὰ τοῦ ὀνόματος τῆς σοφίας καὶ τῆς ἀκολουθίας τοῦ λόγου τοῦ λέγοντος «κύριος ἔκτισε με», σὺν τῷ εἰπεῖν «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν»· ὅτι «ἰδού, φησίν, ἡ σοφία ἀπ' ἀρχῆς ἑαυτὴν ὀνομάσασα καὶ προβαίνουσα καθ' ἑξῆς ἑαυτὴν σημαίνει λέγουσα· κύριος ἔκτισέ με. ἰδοὺ γὰρ λέγει ἄνω· ἐγὼ ἡ σοφία, καὶ κάτω λέγει· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. καὶ τί φησι· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ;» 3.171 21. Ἔφημεν δὲ ὅτι πολλαί τινες αἱ καταχρηστικῶς λεγόμεναι κατὰ καιρὸν ἐκ θεοῦ δοθεῖσαι σοφίαι, ὅτι πάντα ὁ θεὸς ἐν σοφίᾳ ἐπιτελεῖ. μία δέ ἐστιν ἡ οὖσα σοφία τοῦ πατρὸς ὁ ἐνυπόστατος θεὸς λόγος. αὐτὸ γὰρ τὸ ῥῆμα οὐ πάντως ἀναγκάζει με περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγειν· οὐ γὰρ γραφὴ ἐδήλωσεν οὐδέ τις τῶν ἀποστόλων ἐμνημόνευσεν, ἀλλ' οὔτε τὸ εὐαγγέλιον. εἰ δὲ ἄρα περὶ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦτο ἐλαμβάνετο, οὐκ ἔστι ταὐτὸν τὸ ῥῆμα οὔτε πρὸς εὐθεῖαν κρίσιν κείμενον. ὅλη γὰρ ἡ βίβλος παροιμίαι εἰσί. πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταὐτόν ἐστι τῇ δυνάμει, ἀλλὰ ἄλλῃ μὲν ῥήσει διηγεῖται, ἄλλῃ δὲ δυνάμει ἀλληγορεῖται. εἰ τοίνυν τοῦτο λέγει καὶ τολμῶσι τινὲς ἐπὶ τὸν υἱὸν τοῦ θεοῦ τοῦτο φέρειν, –μὴ γένοιτο· ἐπὶ τῇ θεότητι αὐτοῦ τοῦτο οὐ φέρεται τὸ ῥῆμα. εἰ δὲ δύναται ἐν τῇ ἐνσάρκῳ αὐτοῦ πληροῦσθαι παρουσίᾳ ἐπειδὴ γὰρ αὐτὴ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ τὸν οἶκον» καὶ εἰ ἄρα ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως εὐσεβῶς λεχθείη, ὡς ἡ ἔνσαρκος αὐτοῦ παρουσία περὶ τῆς αὐτοῦ θεότητος φάσκει ὅτι «κύριος ἔκτισέ με» τουτέστιν ᾠκοδόμησέ με ἐν γαστρὶ Μαρίας «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» ἀρχὴ γὰρ ὁδῶν τῆς καθόδου Χριστοῦ εἰς τὸν κόσμον τὸ σῶμα τὸ ἐκ Μαρίας ληφθὲν ἐν τῷ ἔργῳ αὐτοῦ τῆς δικαιοσύνης καὶ σωτηρίας, ἀλλὰ πάντως προπηδήσειεν ὁ τὴν καρδίαν βεβλαμμένος καὶ τὴν δεινὴν ταύτην πληγὴν πεπληγμένος, περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ἔχων τὴν ἔχθραν ἐν τῇ διανοίᾳ, «ὅτι, φησίν, εἶπεν· "ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι"3, καὶ ὁρᾷς ὅτι ἐξ αἰῶνος λέγει, ἡ δὲ ἔνσαρκος θεοῦ παρουσία μετὰ ἑξήκοντα δύο γενεὰς κατὰ τὸν Ματθαῖον ἦλθε· πῶς οὖν δύναται τὰ ἐξ ἀρχῆς αἰῶνος τούτῳ λέγεσθαι;» 22. Καὶ οὐκ οἴδασιν οἱ τὴν πᾶσαν ὁδὸν τῆς ἀληθείας πεπλανημένοι, ὅτι ἀεὶ ἡ θεία γραφὴ πάντα ὅσα βούλεται διδάσκειν, εἰ ἄρχεται διηγεῖσθαι, οὐκ εὐθὺς εἰς τὸ ἀρχαΐζον καὶ ὡς εἰπεῖν εἰς τὸ κεφάλαιον ἐπιβάλλεται, ἀλλ' ἀπὸ τῶν ἐγγυτάτων ἄρχεται, ἵνα τὸ προὸν ἔσχατον σημάνῃ. διὰ τοῦτο γὰρ καὶ εἶπεν «ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα», ἀπὸ τούτων δὲ «μνημονεύσω καὶ τὰ ἐξ αἰῶνος»· ὡς καὶ τῷ Μωυσῇ ἐσήμανεν ὁ θεὸς πρῶτον τὸ πῦρ καιόμενον καὶ ἐν πυρὶ βάτου γέγονεν ἡ ὀπτασία τὸ ἔναγχος· ἄγγελος δὲ αὐτῷ λελάληκεν εὐθέως, μετέπειτα δὲ 3.172 κύριος ἀπὸ τῆς βάτου. ὁ δὲ πρὸς αὐτοῦ εὐθὺς οὐ τὰ ὁρώμενα ζητεῖ, ἀλλὰ τὰ ἀπ' ἀρχῆς ἐρωτᾷ· «δεῦρο γάρ, φησίν, ἀποστείλω σε πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς, ὅτι ὁ θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με. ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», πρὸ γενεῶντοῦ Μωυσέως πέντε ἢ ἓξ ὀνομάσας τοὺς περὶ Ἀβραάμ, καὶ ἐπειδὴ εἶπεν «θεὸς τῶν πατέρων», τὸ ἀρχαῖον ἀπεφήνατο· ὁ δὲ Μωυσῆς συνέσει ἐκ θεοῦ κεχαριτωμένος ἠρώτα οὐ ταῦτα, ἀλλὰ καὶ τὸ

417

ἔτι ἀνώτατον, ὅτι «ἐὰν ἀπέλθω πρὸς αὐτοὺς καὶ εἴπωσι πρός με· τί αὐτῷ ὄνομα; τί ἐρῶ πρὸς αὐτούς;» ὁ δὲ λοιπὸν ἀποκαλύπτει· «ἐγώ εἰμι ὁ ὤν». καὶ τὰ μὲν πρῶτα ἀπὸ τῶν ἐγγυτάτων ἤρξατο, εἰς ἔσχατον δὲ τὸ ἀνώτατον ἐδήλου. ἀλλὰ καὶ ὁ Λουκᾶς ἄρχεται ἀπὸ τῶν κάτω καὶ ἐγγυτάτω, ὅτι «ἦν αὐτὸς ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ, τοῦ Ἠλί, τοῦ Ματθᾶν, τοῦ Νάθαν, τοῦ Δαυίδ, τοῦ Ἰούδα, τοῦ Ἰακώβ, τοῦἈβραάμ, τοῦ Ναχώρ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Ἐνώχ, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ». καὶ ὁρᾷς πῶς τὴν ἔνσαρκον παρουσίαν πρῶτον ἔδειξεν, ἔπειτα τὸ ἔσχατον. διὸ καὶ Ματθαῖος κατὰ τὴν ἔνσαρκον γενεαλογίαν βουλόμενος καταγαγεῖν τὴν Χριστοῦ παρουσίαν εἰς τὴν τῶν ἀνθρώπων διάνοιαν, οὐκ εὐθὺς εἶπεν ὅτι γένεσις Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ, ἀλλὰ υἱοῦ Δαυὶδ πρῶτον, εἶτα υἱοῦ Ἀβραάμ, ἵνα τὸ πρόσφατον ὁρώμενον καὶ τὸ ἔγγιστα συγκροτούμενον καὶ τὸ ἔτι ἀνώτερον ὑποδεικνύων, τὸ ἔτι ὑπὲρ πᾶσαν κτίσιν σημάνῃ ἀναφαίρετον. 23. Διὸ καὶ ὁ Ἰωάννης ἐλθὼν ὁ μακάριος καὶ εὑρὼν τοὺς ἀνθρώπους ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν, καὶ τῶν μὲν Ἐβιωναίων πλανηθέντων διὰ τὴν ἔνσαρκον Χριστοῦ γενεαλογίαν ἀπὸ Ἀβραὰμ ὑπὸ Ματθαίου καταγομένην καὶ Λουκᾶ ἀναγομένην ἄχρι τοῦ Ἀδάμ, εὑρών τε τοὺς Κηρινθιανοὺς καὶ Μηρινθιανοὺς ἐκ παρατριβῆς αὐτὸν λέγοντας εἶναι ψιλὸν ἄνθρωπον καὶ τοὺς Ναζωραίους καὶ ἄλλας πολλὰς αἱρέσεις, ὡς κατόπιν ἐλθὼν τέταρτος γὰρ οὗτος εὐαγγελίζεται ἄρχεται ἀνακαλεῖσθαι ὡς εἰπεῖν τοὺς πλανηθέντας καὶ ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν καὶ λέγειν αὐτοῖς ὡς κατόπιν βαίνων καὶ ὁρῶν τινας εἰς τραχείας ὁδοὺς κεκλικότας καὶ ἀφέντας τὴν εὐθεῖαν καὶ ἀληθινήν, ὡς εἰπεῖν· ποῖ φέρεσθε; ποῖ βαδίζετε οἱ τὴν τραχεῖαν ὁδὸν καὶ σκανδαλώδη καὶ εἰς χάσμα φέρουσαν βαδίζοντες; ἀνακάμψατε. οὐκ 3.173 ἔστιν οὕτως, οὐκ ἔστιν ἀπὸ Μαρίας μόνον ὁ θεὸς λόγος, ὁ ἐκ πατρὸς ἄνωθεν γεγεννημένος, οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Ἰωσὴφ τοῦ ταύτης ὁρμαστοῦ, οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Σαλαθιὴλ καὶ Ζοροβάβελ καὶ Δαυὶδ καὶ Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Νῶε καὶ Ἀδάμ, ἀλλὰ «ἐν ἀρχῆἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος». τὸ δὲ ἦν καὶ ἦν καὶ ἦν οὐχ ὑποδέχεται τὸ μὴ εἶναί ποτε. καὶ ὁρᾷς πῶς εὐθὺς τὰ ἐγγυτάτω πρῶτον σημαίνει, πῶς Ματθαῖος μὲν τὴν ὁδὸν ἔδειξε διὰ τῆς γενεαλογίας καὶ οὐδὲ αὐτὸς πάντα ἠκρίβωσεν, ἀλλ' ἐπὶ τὰ ἄνωθεν ἔφερε καίτοι γε τὴν γενεαλογίαν, πῶς τε ὁ Μάρκος περὶ τῶν ἐν τῷ κόσμῳ πεπραγματευμένων διηγήσατο καὶ φωνῆς βοώσης ἐν τῇ ἐρήμῳ, περί τε τοῦ κυρίου τοῦ διὰ προφητῶν πεπροφητευμένου καὶ νόμου, πῶς τε ὁ Λουκᾶς ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἀνῆγεν, ἐς ὕστερον δὲ ἐλθὼν τέταρτος ὁ Ἰωάννης τὴν κορωνίδα καὶ τὸ ἀκραιφνὲς τῆς ἄνω τάξεως καὶ ἀεὶ οὔσης θεότητος τὸ ὕστερον ἐδήλωσεν, οὕτως καὶ ὁ Σολομῶν παροιμιωδῶς λέγων τὴν ἀρχὴν τῶν ὁδῶν *, εἴ γε κἂν εὐσεβῶς θελήσαιέν τινες λέγειν περὶ τῆς ἐνσάρκου οἰκονομίας, ὡς αὐτῆς φασκούσης περὶ τῆς τοῦ Χριστοῦ θεότητος ὅτι «αὐτὴ ἡ θεότης ἔκτισε τὸν οἶκον», ὅτι αὐτὴ ἡ θεότης τὴν σάρκα καὶ τὴν ἐνανθρώπησιν εἰργάσατο, «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ ἀγαθότητος, εἶτα εὐθὺς μετέπειτα, ἔτι προκοπτόντων τῶν πραγμάτων λέγει «ἐθεμελίωσέ με ἐν ἀρχῇ». ἆρα γοῦν ὁ υἱὸς τοῦ θεοῦ κατὰ τὴν θεότητα κτισθεὶς ὕστερον ἐθεμελιώθη; λεγέτωσαν ἡμῖν οἱ μηχανικοί, οἱ τῶν ἄνω κατοπτευταί, ποίᾳ τέχνῃ ἐκτίσθη ἡ σοφία, ποίῳ ἐργαλείῳ ἐθεμελιώθη. ἀλλὰ εἰ ὅλως διανοεῖσθαι χρή, φεύγωμεν ἀπὸ τοσούτου βυθοῦ τῆς βλασφημίας, τοῦ μὴ προσψαύειν τῇ θεότητι τοῦ μονογενοῦς, τῇ ἀεὶ σὺν πατρὶ ὑπαρχούσῃ καὶ γεγεννημένῃ ἐξ αὐτοῦ. ἀεὶ γὰρ ἦν ὁ λόγος σὺν πατρί, ἀεὶ ἡ σοφία, ἀεὶ θεὸς ἐκ θεοῦ ὁ κύριος, ἀεὶ φῶς ἀληθινὸν καὶ οὐ νόθον, ἀεὶ τὸ εἶναι ἐξ αὐτοῦ ἔχων καὶ ἀλήθεια ὢν καὶ ζωὴ ὑπάρχων. 24. Καὶ τί μοι τὰ πολλὰ λέγειν

418

περὶ τούτου; εἶτά φησιν «ἐθεμελίωσέ με ἐν ἀρχῇ». ἄρα ἔστιν ἰδεῖν εὐσεβέσι, ὅτι τὴν ψυχὴν τὴν ἀνθρωπείαν ἐνταῦθα σημαίνει. τὸ μὲν γὰρ «κύριος ἔκτισέ με» ἡ ἐνανθρώπησις 3.174 λέγει ἡ ἔνσαρκος, ἐάν γε καὶ οὕτω νοοῖτο. τὸ δὲ «ἐθεμελίωσεν», ὡς ἐν τῇ ψυχῇ ἐθεμελιώθη. τὸ δὲ «πρὸ πάντων βουνῶν γεννᾷ με», ἵνα δείξῃ τὴν γέννησιν ἄνωθεν. καὶ ταῦτα εἴπομεν, οὐχ οὕτως πάντως ὁριζόμενοι, εὐσεβῶς δὲ μᾶλλον εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες. εἰ καὶ χρὴ οὕτω λέγειν, ὅμως οὐδεὶς ἡμᾶς ἀναγκάσειε πάντως περὶ τοῦ Χριστοῦ λέγειν τὸ ῥῆμα τοῦτο. εἰ δὲ περὶ τοῦ Χριστοῦ ῥηθήσεται, ἔχει καὶ τὴν αὐτοῦ δύναμιν, οὐ κατὰ μαντείαν λεγομένην, ἀλλὰ κατὰ τὸ εὐσεβὲς τοῦ λογισμοῦ, τοῦ μὴ λογίζεσθαι εἰς υἱόν τι ἐλαττώματος μήτε ὑποβεβηκυῖαν νομίζειν αὐτὸν θεότητα παρὰ τὴν τοῦ πατρὸς ἔχειν οὐσίαν. καὶ γάρ τινες τῶν πατέρων ἡμῶν καὶ ὀρθοδόξων ἀπέδωκαν τοῦτο εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες, εἰ καὶ χρὴ οὕτω λέγειν τὸ περὶ τοῦ «κύριος ἔκτισέ με, καὶ ἐθεμελίωσέ με». καὶ ὅτι οὗτός ἐστιν εὐσεβὴς λογισμός, μεγάλοι πατέρες τοῦτο ὑφηγήσαντο. καὶ εἰ μή τις βουληθείη τῶν ὀρθοδόξων καταδέξασθαι, οὐ καταναγκασθήσεται, πρὸς δὲ τοὺς ξένους τῆς πίστεως καὶ ἀλλοτρίους εἰς οὐδέν ἐστιν ἡ βλάβη. οὔτε γὰρ τοῦτο ἡμῖν ἐνσκήψει εἰς υἱόν τι ἐλαττώματος *, τῆς θεότητος ἐλευθέρας οὔσης καὶ ἀεὶ οὔσης σὺν τῷ πατρί. καὶ ὅ τι μὲν πέπονθεν ὁ Χριστός, πέπονθεν, ἀλλ' οὐκ ἐτράπη τὴν φύσιν, ἔμεινε δὲ ἐν τῇ αὐτοῦ ἀπαθείᾳ ἡ αὐτοῦ θεότης. διὸ θελήσας παθεῖν ἰδίᾳ εὐδοκίᾳ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, ἐπειδὴ οὐκ ἐδύνατο ἡ θεότης παθεῖν, καθ' ἑαυτὴν ἀπαθὴς οὖσα ἔλαβε τὸ ἡμέτερον παθητὸν σῶμα, σοφία ὤν, ἵνα ἐν αὐτῷ συνευδοκήσῃ τοῦ παθεῖν καὶ ἀναδέξηται τὰ ἡμέτερα πάθη ἐν σαρκί, συνούσης τῆς θεότητος. καὶ γὰρ ἡ θεότης οὐ πάσχει. πῶς γὰρ ὁ λέγων «ἐγώ εἰμι ἡ ζωή», ἀποθανεῖν δυνήσεται; ἀλλὰ ἀπαθὴς διαμένει ὁ θεός, συμπάσχει δὲ τῇ σαρκί, ἵνα τὸ πάθος εἰς τὴν θεότητα λογισθῇ, μὴ πασχούσης τῆς θεότητος, εἰς τὸ εἶναι ἡμῖν ἐν θεῷ τὴν σωτηρίαν. ἐν σαρκὶ δὲ τὸ πάθος, ἵνα μὴ παθητὸν θεὸν ἔχωμεν, ἀλλὰ ἀπαθῆ, ἐλλογοῦντα εἰς ἑαυτὸν τὸ πάθος, κατὰ προαίρεσιν καὶ οὐ κατὰ ἀνάγκην. 25. Ὅμως δὲ καὶ οὗτοι τὰς λέξεις τὰς Ἑβραϊκὰς οὔτε ψηλαφήσαντες οὔτε γνόντες οὔτε νοοῦντες πῶς ἔχει ἡ τούτων δύναμις, προαλῶς καὶ προπετῶς ἀνέκυψαν δεινοὶ ἐχθροί, ζητοῦντες πρόφασιν πόθεν τὴν πίστιν λωβήσουσι, μᾶλλον δὲ ἑαυτούς· οὐ γὰρ τὴν ἀλήθειαν. καὶ ἐπειδὴ εὗρον, 3.175 τὸ «ὁ κύριος ἔκτισέ με», ῥιψοκινδύνως ὥσπερ φανταζόμενοι ὀνειροπολοῦσι, τὰ μηδὲν χρήσιμα ἐπεισενέγκαντες τῷ βίῳ καὶ ταράξαντες τὴν οἰκουμένην. τὸ δὲ Ἑβραϊκὸν οὐχ οὕτως ἔχει· ὅθεν Ἀκύλας λέγει «κύριος ἐκτήσατό με». ἀεὶ δὲ οἱ γεννῶντες παῖδας λέγουσιν· ἐκτησάμην υἱόν. ἀλλ' οὔτε Ἀκύλας τὴν δύναμιν ἡρμήνευσε· καὶ γὰρ τὸ «ἐκτησάμην υἱόν» ὡς πρόσφατόν ἐστιν ἐν θεῷ δὲ οὐδὲν ἔνι πρόσφατον. κἄν τε ὁμολογῇ τις ὅτι γεγέννηται ὁ υἱὸς ἐκ τοῦ πατρὸς καὶ οὐκ ἔκτισται, γεγέννηται δὲ ἀχρόνως καὶ ἀνάρχως. οὔτε γὰρ ἔνι χρόνος ἀνὰ μέσον υἱοῦ καὶ πατρός, ἵνα μὴ χρόνος τις † ὑπὲρ πλείω γένηται τοῦ υἱοῦ. εἰ γὰρ δι' αὐτοῦ τὰ πάντα, ἄρα καὶ οἱ χρόνοι. χρόνου δὲ ὑπάρχοντος πρὸ τοῦ πρὸ πάντων ὄντος, πῶς ἔσται τοῦτο; ἀλλὰ εἰ ἄρα, ζητηθήσεται ἄλλος υἱός, δι' οὗ πρὸ τοῦ υἱοῦ γέγονε χρόνος. καὶ πολλά ἐστιν ἃ εἰς ἄπειρον ἀπορίαν ἄγει τὰ τῶν «περιεργαζομένων καὶ μηδὲν ἀγαθὸν ἐργαζομένων» ἀνθρώπων φρονήματα. ἐν δὲ τῷ Ἑβραϊκῷ λέγει· «ἀδωναΐ,» ὃ λέγεται κύριος, «κανανί,» ὃ δύναται λέγεσθαι καὶ «ἐνόσσευσέ με» καὶ «ἐκτήσατό με». τὸ δὲ ἀκριβέστατον λέγεται· «ἐνόσσευσέ με». ποῖος δὲ νοσσὸς οὐκ ἀπὸ φύσεως τοῦ γεγεννηκότος γεννᾶται; καὶ ὧδε μὲν ἐν τοῖς σωματικοῖς πλαστίοις διὰ συνδυασμῶν ἄρρενός τε καὶ θηλείας τὰ νοσσευόμενα γίνεται ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πετεινῶν καὶ τῶν ἄλλων. διόπερ ὁ μονογενής, τὰ πάντα σοφία ὢν τοῦ πατρὸς καὶ βουλόμενος ἐπὶ διορθώσει τὰ πάντα

419

ἐργάσασθαι, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ἃ μὴ ἔστι καὶ ἐκπέσῃ τῆς ἀληθείας, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει καὶ φύσει ἀπὸ γυναικὸς γεννηθεὶς, καὶ ἐν μήτρᾳ παρθένου ἀνακλιθεὶς τὸν τῶν κυοφοριῶν χρόνον, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς συνελήφθη, ἵνα μὴ συνδυασμὸς καὶ παραπλοκὴ καὶ ἐν τῇ ἐνσάρκῳ γεννήσει γένηται, ἀλλ' ἐκ μητρὸς μονοειδῶς ἔλαβε τὴν σάρκα καὶ εἰς ἑαυτὸν ἐπλήρωσε τελείαν τὴν ἑαυτοῦ ἐνανθρώπησιν, οὐκ ἐλλιπῆ οὖσαν, ἀλλὰ ἀληθινήν. καὶ οὐχ ὅτι ἀπὸ σπέρματος ἀνδρὸς οὐκ ἦν, εἶχέ τι ἐλλιπές· πάντα γὰρ τελείως ἔσχε τὰ πάντα ἔχων, σάρκα καὶ νεῦρα καὶ φλέβας καὶ τὰ ἄλλα πάντα ὅσα ἐστί, ψυχὴν δὲ ἀληθινῶς, καὶ οὐ δοκήσει, νοῦν δὲ καὶ τὰ πάντα ὅσα ἐστὶν ἐν τῇ ἀνθρωπότητι, χωρὶς ἁμαρτίας, ὡς γέγραπται «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας,» ἵνα ἐν τῷ μονοειδῶς ἐνταῦθα ἀπὸ μητρὸς κατὰ σάρκα γεγεν.176 νῆσθαι τελείως καὶ οὐκ ἐλλιπῶς δείξῃ τοῖς βουλομένοις ὁρᾶν τὴν ἀλήθειαν καὶ μὴ τυφλώττειν τὸν ἴδιον νοῦν, ὅτι καὶ ἄνω ἐκ πατρὸς τελείως γεγέννηται ἀχρόνως καὶ ἀνάρχως καὶ κάτω ἐκ μητρὸς μόνης γεγέννηται ἀχράντως καὶ ἀμολύντως. 26. Ἵνα δὲ καὶ ἑρμηνεύσωμεν τὴν τοῦ «ἀδωναῒ καννανὶ» λέξιν, ὅπερ ἐστὶ «κύριος ἐνόσσευσέ με». πᾶν γὰρ τὸ γεννῶν ὅμοιόν τι γεννήσει. ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ θεὸς θεόν, καὶ ὁ μὲν ἄνθρωπος γεννᾷ κατὰ σάρκα, θεὸς δὲ κατὰ πνεῦμα. καὶ οἷος ὁ γεννῶν ἄνθρωπος, τοιοῦτος καὶ ὁ ὑπ' αὐτοῦ γεννώμενος. εἴσω παθῶν περιεχόμενος ὁ γεννήσας ἄνθρωπος γεννᾷ τὸν ἴδιον υἱὸν καὶ ὁ ἀπαθὴς θεὸς τὸν ὑπ' αὐτοῦ γεγεννημένον υἱὸν ἀπαθῶς ἐγέννησεν, ἀληθινῶς καὶ οὐ δοκήσει, ἀπὸ ἑαυτοῦ καὶ οὐκ ἔξωθεν ἑαυτοῦ, πνεῦμα ὢν ἀπαθὲς καὶ γεννῶν πνεῦμα ἀπαθῶς, θεὸς ὢν ἀπαθὴς θεὸν ἀληθινὸν γεννήσας ἀπαθῶς. εἰ γὰρ αὐτὸς ἔκτισε τὰ πάντα καὶ ὁμολογεῖς, ὦ Ἄρειε, ὅτι κέκτικεν ὁ θεὸς τὰ πάντα, αὐτὸς καὶ τὸν υἱὸν ἐγέννησεν. εἰ δὲ λέγεις· ἐὰν ἐγέννησεν, ἔπαθε γεννήσας, καὶ ἡμεῖς πρὸς σὲ ἐροῦμεν ὅτι εἰ γεννῶν ἔπαθε, κέκμηκε κτίσας. ἀλλ' ἅμα πάντα ἃ βούλεται, πάντα ἔχει ἐν ἑαυτῷ ἐν τελειότητι, καὶ οὔτε ἐν τῷ κτίζειν εἰς τὸν υἱὸν πάθος ἐνσκήψει οὔτε πάθει συνέχεσθαι τὸ θεῖον διὰ τὴν ἄχραντον τοῦ υἱοῦ γέννησιν νοηθήσεται. ἄτρεπτος γὰρ ὁ πατήρ, ἄτρεπτος ὁ υἱός, ἄτρεπτον τὸ πνεῦμα τὸ ἅγιον, μία οὐσία, μία θεότης. Ἀλλὰ πάντως ἐρεῖς μοι· θέλων ἐγέννησεν ἢ μὴ θέλων; καὶ οὐκ εἰμὶ κατὰ σέ, ὦ φιλόνεικε, ἵνα ἕν τι τοιοῦτον εἰς θεὸν διανοηθῶ. εἰ μὲν γὰρ μὴ βουλόμενος ἐγέννησεν, ἄκων ἐγέννησε. καὶ εἰ βουλόμενος ἐγέννησεν, ἄρα ἦν τὸ βούλημα πρὸ τοῦ υἱοῦ, καὶ ἔσται κἂν ῥοπὴ χρόνου μεταξὺ υἱοῦ διὰ τοῦ βουλήματος. ἐν θεῷ δὲ οὐ χρόνος εἰς βουλὴν οὐ βούλησις εἰς διανόησιν. οὔτε οὖν θέλων ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει. φύσις γὰρ αὐτῷ ἐστι θεότητος οὔτε βουλῆς ἐπιδεομένη οὔτε ἄνευ βουλῆς τι πράττουσα, ἀλλ' ἅμα ἐξ αὐτῆς τὰ πάντα ἔχουσα καὶ οὐδὲν λείπουσα τῶν ὄντων. 27. Ἔτι δὲ πάλιν ὁ αὐτὸς Ἄρειος θηρᾶται λέξεις, περινοστῶν ἀεὶ τὰ πάντα καὶ περιεργαζόμενος ἑαυτῷ τὰ μοχθηρά, οὐχ ὡς ἔχει τὸ θεῖον γράμμα, ἀλλ' ὡς αὐτὸς νοσῶν περὶ τὰς ζητήσεις καὶ λογομαχίας εἰς οὐδὲν χρήσιμον, ἀλλ' ἐπὶ καταστροφῇ ἑαυτοῦ καὶ τῶν ὑπ' αὐτοῦ πεπλανημένων *, ἐπιλαμβάνεταί τε τοῦ ῥητοῦ, οὗ ὁ κύριος εὐλογῶν τοὺς μαθητὰς ἔφη «πάτερ, 3.177 δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». ἀλλ' ἤδη μοι πεπραγμάτευται περὶ τούτων πάντων ἐν τῷ μεγάλῳ περὶ πίστεως λόγῳ, ᾧ πάλιν κατὰ τὴν ἡμῶν μετριότητα καὶ ἀσθένειαν ἀναγκασθέντες ὑπὸ τῆς τῶν ἀδελφῶν προτρεπτικῆς παρακλήσεως γεγράφαμεν περὶ πίστεως, ᾧ λόγῳ ἐπεθέμεθα ὄνομα Ἀγκυρωτόν. καὶ γὰρ καθάπερ ὁ ἡμέτερος ἐξίσχυσε πτωχὸς νοῦς διὰ τῆς τοῦ θεοῦ βοηθείας ἐκ πάσης γραφῆς συνάγοντες τὰ ἀληθινὰ τῆς τοῦ θεοῦ διδασκαλίας, ἄγκυραν

420

ὥσπερ τοῖς βουλομένοις κατέχειν τὴν ἁγίαν πατέρων πίστιν ἀποστολικήν τε καὶ προφητικὴν καὶ ἀπ' ἀρχῆς ἄχρι τοῦ δεῦρο ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ κεκηρυγμένην, σαφῶς παρεθέμεθα, εἰς τὸ κατέχεσθαι τὴν διάνοιαν καὶ ἀσφαλίζεσθαι, τοῦ μὴ ταῖς ἐπινοίαις τοῦ διαβόλου ῥιπίζεσθαι μηδὲ κλυδωνισμῷ παραβλάπτεσθαι τῷ ἀπὸ τῶν αἱρέσεων ἐν κόσμῳ πολυβλύστως κεκινημένῳ. οὕτω γὰρ καὶ ὁ κύριος ἐδίδαξε τοὺς ἑαυτοῦ μαθητὰς λέγων, ὅτι «ἐὰν ὅπερ ἀπ' ἀρχῆς ἠκούσατε, μείνῃ ἐν ὑμῖν καὶ ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἠκούσατε † ἀπ' ἀρχῆς, ὑμεῖς ἐν ἐμοὶ μενεῖτε καὶ ἐγὼ ἐν ὑμῖν, κἀγὼ ἐν τῷ πατρὶ καὶ ὑμεῖς ἐν ἐμοί». ὥστε οὖν τὰ ἀπ' ἀρχῆς ἀκουσθέντα ἀπὸ τοῦ κυρίου ἀληθινὰ τῆς πίστεως μένει ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ διὰ τοῦτο μένει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία καὶ ὀρθόδοξος πίστις ἐν κυρίῳ καὶ ὁ κύριος ὁ μονογενὴς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ καὶ ἡμεῖς ἐν αὐτῷ διὰ τοῦ ἁγίου πνεύματος, ἐὰν γενώμεθα ναοὶ χωροῦντες τὸ ἅγιον αὐτοῦ πνεῦμα· καθὼς εἶπεν ὁ ἅγιος τοῦ θεοῦ ἀπόστολος ὅτι «ὑμεῖς ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν». ἄρα γοῦν θεὸς ἐκ θεοῦ τὸ πνεῦμα, δι' οὗ πνεύματος ἁγίου ναοὶ καλούμεθα, ἐὰν κατοικίσωμεν τὸ αὐτοῦ πνεῦμα ἐν ἡμῖν. πνεῦμα γὰρ Χριστοῦ τὸ πνεῦμα, ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, ὡς αὐτὸς ὁ μονογενὴς ὁμολογεῖ. 28. Ταῦτα οὖν πάντα ἐν τῷ περὶ πίστεως λόγῳ προειρημένῳ ὑφηγησάμεθα ἐν τῷ, ὡς εἶπον, γραφέντι εἰς τὰ μέρη τῆς Παμφυλίας καὶ Πισιδίας. ἐνταῦθα δέ, ἐπειδὴ ἐφθάσαμεν εἰς τὰς ἑξῆς ζητουμένας λέξεις, ἀναγκαίως πάλιν ἐπιμνημονεῦσαι ἐσπουδάσαμεν τὰ αὐτά, ὡς εἰπεῖν, διὰ τὸν προ.178 κείμενον αἱρεσιάρχην Ἄρειον καὶ τοὺς ἀπ' αὐτοῦ Ἀρειανοὺς, ἵνα ἐκλύσωμεν τὰς αὐτῶν κακίας τὰς «τὸ γλυκὺ εἰς πικρὸν» μεταβαλλούσας καὶ «τὸ ἀγαθὸν εἰς φαῦλον καὶ τὸ φῶς εἰς σκότος». τοῖς γὰρ τοιούτοις τελείως ὑπὸ τοῦ κυρίου διὰ τοῦ ἁγίου Ἠσαΐου τὸ οὐαὶ ὁρίζεται, «τοῖς τὰ ἀγαθὰ εἰς κακὰ μεταβάλλουσι». καὶ θεὸς οὐδαμοῦ αἴτιος τῶν τοιούτων, ἀλλ' ἕκαστος τούτων ἢ κατὰ κενοδοξίαν ἢ κατὰ πρόληψιν ἢ κατὰ ἐθελοσοφίαν ἢ κατὰ οἴησιν δαιμονιώδη ἐξέπεσε τῆς ἀληθείας καὶ τῷ κόσμῳ παρεισήγαγε θλῖψιν, τὴν αὐτοῦ μοχθηρίαν. Φέρε γοῦν διὰ ταύτης τῆς λέξεως διαλάβωμεν, ἵνα γνῶμεν τὰ ὑπὸ κυρίου λελαλημένα, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «καὶ ἡμεῖς πνεῦμα θεοῦ ἔχομεν, ἵνα γνῶμεν τὰ ὑπὸ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν» καὶ τὰ ἑξῆς. φησὶ γοῦν ὁ κύριος «δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». 29. Ἀναπηδᾷ δὲ κυκῶν οὗτος ὁ Ἄρειος καὶ οἱ ἀπ' αὐτοῦ καὶ λέγουσι· τῷ ὅλως εὔξασθαι τῷ θεῷ καὶ λέγειν «πάτερ δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς», οὐκ ἔστιν ἴσος τῷ παρέχοντι τὴν ζωήν. εἰ γὰρ ἦν ἐκ τῆς τοῦ πατρὸς οὐσίας, αὐτὸς ἂν ἐχαρίζετο τὴν ζωὴν καὶ οὐκ ἂν ᾐτεῖτο τὸν πατέρα δοῦναι τοῖς λαμβάνουσι τὰ ὑπ' αὐτοῦ διδόμενα δι' αἰτήσεων. καὶ οὐκ ἴσασιν οἱ καθ' ἑαυτῶν τὴν διάνοιαν διαστρέψαντες ὅτι τὰ πάντα ὁ μονογενὴς ἦλθεν, ἵνα γένηται ἡμῖν ὑπογραμμὸς καὶ σωτηρία, μέσος ἑστὼς τοῦ κόσμου ὡς ἐπὶ θεάτρου ἀθλητοῦ δίκην διαλύων πάντα τὰ κατὰ τῆς ἀληθείας ἐπαναστάντα ἔκ τε τῆς ἀπιστίας καὶ συκοφαντίας καὶ πλάνης διαβόλου, πῆ μὲν διὰ εἰδωλολατρείας πῆ δὲ διὰ Ἰουδαϊκῆς οἰήσεως πῆ δὲ δι' ἀπιστίας πῆ δὲ διὰ τῆς ἐπάρσεως τῆς τῶν ἀνθρώπων ὑπολήψεως, ἵνα διδάξῃ τοὺς ἀνθρώπους ταπεινοφρονεῖν, τοῦ μή τινα ἑαυτὸν ἡγήσασθαί τι ἄνθρωπος ὤν, ἀλλ' εἰς τὸν πατέρα τῶν ὅλων ἀναφέρειν τὸ πᾶν. καὶ διὰ τοῦτο καίπερ ὢν ζωή, ὡς λέγει «ἐγώ εἰμι ἡ ζωή», δυνάμενος παρέχειν τὴν ζωὴν οὐ βούλεται ταράξαι τὸ δίκαιον, ἀλλὰ ὡς ἦλθεν εἰς μίαν ἀρχήν, εἰς μίαν θεότητα, εἰς μίαν ἀλήθειαν, εἰς μίαν ὁμόνοιαν, εἰς μίαν δοξολογίαν, συναγαγεῖν τῶν ἀνθρώπων σωτηρίαν τε καὶ διάνοιαν, καὶ ἐνώπιον τῶν μαθητῶν τὸν πατέρα αἰτεῖται. τίς γὰρ υἱὸς

421

παρὰ πατρὸς οὐκ αἰτεῖται; τίς δὲ πατὴρ υἱῷ οὐ δίδωσι; 3.179 ποῖος δὲ υἱὸς ἀλλοῖος τυγχάνει παρὰ τὴν τοῦ πατρὸς φύσιν; καὶ διὰ τοῦτο ὁ υἱὸς «μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας» οὐκ ἐπεδέετο τοῦ πληρώματος, οὐκ ἐλλιπὴς ὢν τῆς ἀληθείας, ἀλλὰ πλήρης χάριτος καὶ ἀληθείας. ὁ δὲ πλήρης ὢν καὶ δίδωσι καὶ δύναται δοῦναι· βούλεται δὲ πάντα ἀνάγειν ἐπὶ τὸν πατέρα. δοξάζει γὰρ υἱὸς τὸν πατέρα, δοξάζει ὁ πατὴρ τὸν μονογενῆ· «ἐγὼ γάρ σε ἐδόξασα ἐπὶ τῆς γῆς», ἔλεγεν ὁ υἱὸς τῷ πατρί, καὶ ὁ πατὴρ ἔλεγε τῷ υἱῷ «ἐδόξασά σε, καὶ πάλιν δοξάσω». οὐκ ἔνι γὰρ διάστασις, οὐκ ἔνι φθόνος θεότητος. «δὸς οὖν αὐτοῖς ἔχειν ζωὴν ἐν ἑαυτοῖς». ὁ ζωὴ ὢν ζωὴν θέλει παρὰ πατρὸς λαμβάνειν καὶ διδόναι τοῖς μαθηταῖς, αὐτὸς ὢν ζωή, ἵνα μὴ διέλῃ τὴν μονάδα, ἵνα μὴ σκῶλος γένηται τοῖς Ἰουδαίοις, ἵνα ἀκούσωσιν οἱ Ἰουδαῖοι παρὰ τοῦ πατρὸς αἰτοῦντα καὶ διδόντα τοῖς αὐτοῦ μαθηταῖς. 30. Πῶς οὖν αἰτεῖ τὸν πατέρα ὁ υἱός; ὡς μὴ ἔχων καὶ αἰτῶν; οὐχί, ἀλλὰ τὴν μονάδα τῆς τριάδος σημαίνων, τελείως παρέχουσαν τῷ λαμβάνοντι τὰ δῶρα ἀξίως. ἵνα δὲ σημάνῃ ὅτι μία ἐστὶν ἡ θεότης, πάλιν ἐν ἄλλῳ τόπῳ οὐκέτι αἰτούμενος δίδωσιν, ἀλλ' αὐθεντίᾳ τὰ ἴδια, ὡς πηγὴ ὢν ἀπὸ πηγῆς καὶ θεὸς ὢν ἐκ θεοῦ· «ἐνεφύσησεν γὰρ εἰς τὸ πρόσωπον αὐτῶν καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον», καὶ ἄλλοτε «ἐπῇρε τὰς χεῖρας καὶ εἶπε λάβετε πνεῦμα ἅγιον»· καὶ ἔχει ἐν ἑαυτῷ ζωήν, ἵνα ᾧ βούλεται δοῦναι δῷ. «ὡς γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ ὁ υἱὸς ἔχει ζωὴν ἐν ἑαυτῷ». καὶ ὁρᾷς ὅτι ἕνεκεν τιμῆς πρὸς τὸν πατέρα καὶ ἕνεκεν μιᾶς ἑνότητος καὶ μιᾶς δοξολογίας καὶ τοῦ μὴ τοὺς μαθητὰς νομίσαι, μὴ ἀπὸ τοῦ θεοῦ τοῦ νόμου καὶ τῶν προφητῶν παρεκκλίνειν ὁ μονογενὴς ἦλθε τὰς διανοίας τῶν πιστευόντων, τούτου ἕνεκα, θεὸς ὢν καὶ προγινώσκων τὴν τῶν ἀνθρώπων κακοήθειαν, τὸν λόγον ὡς πρὸς τὸν πατέρα πέμπει καὶ τὴν δόξαν ἀναφαίρετον τῷ πατρὶ δίδωσιν, ἵνα Μανιχαῖος καταισχυνθῇ ἀρνούμενος τὸν πατέρα, ἵνα οἱ μαθηταὶ μάθωσιν, ὅτι αὐτή ἐστιν ἡ θεότης ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἵνα οἱ Ἰουδαῖοι ἐντραπῶσιν ὅτι οὐκ ἦλθεν ὁ μονογενὴς διδάξαι ἄλλον θεόν, ἀλλὰ ἀποκαλύψαι αὐτοῦ τὴν θεότητα καὶ πατρὸς αὐτοῦ τοῦ ἐπουρανίου. «δὸς οὖν αὐτοῖς ἔχειν ζωὴν ἐν ἑαυτοῖς,» καίτοι γε αὐτὸς ἐκήρυττε ταύτην τὴν ζωήν. πῶς οὖν τὸν πατέρα ᾔτει, ἵνα δῷ αὐτοῖς ὃ αὐτὸς ἐδίδασκε καὶ ἐδίδου; τὴν γὰρ ζωὴν ὕστερον ἀπεφήνατο λέγων «αὕτη, φησίν, ἐστὶν ἡ ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν». 3.180 31. Εἶτα ὁ Ἄρειος καὶ οἱ ἀπ' αὐτοῦ ἀναπηδῶσι διὰ τῆς λέξεως, ὥς τι κατὰ τῆς ἀληθείας εὑράμενοι, ὅτι εἶπε «τὸν μόνον», φησί, «ἀληθινὸν θεόν». ὁρᾷς τοίνυν ὅτι μόνος ἐστὶν ὁ πατὴρ ὁ ἀληθινός. ἐρωτῶμεν δὲ ὑμᾶς καὶ αὐτοί, τί οὖν φατέ; μόνος ἐστὶν ὁ πατὴρ ὁ ἀληθινός, ὁ δὲ υἱὸς τί ἄρα ἔσται; οὐκ ἔστιν ἀληθινὸς ὁ υἱός; εἰ οὐκ ἔστιν ἀληθινὸς ὁ υἱός, «ματαία ἡ πίστις ἡμῶν, μάταιον τὸ ἐν ἡμῖν κήρυγμα», εὑρεθήσεσθε ἀπεικάζοντες τὸν υἱὸν τοῦ θεοῦ, βλασφημοῦντες καθ' ἑαυτῶν, τοῖς ἀνωνύμοις καὶ ἀθεμίτοις εἰδώλοις, οἷς εἴρηκαν οἱ προφῆται * ἐκ προσώπου τῶν ἠπατημένων, ὡς ἕκαστος τῶν προφητῶν τῆς λέξεως ταύτης ἐπεμνήσθη * λέγων καὶ ὅτι «ψευδεῖς ἐποίησαν ἑαυτοῖς θεοὺς οἱ πατέρες ἡμῶν καὶ ψευδεῖς ἐγένοντο οἱ βουνοί». ἄρα οὖν καὶ ὁ μονογενὴς παρ' ὑμῖν οὕτως κρίνεται, καὶ οὕτως αἰσχρῶς περὶ τοῦ «ἐξαγοράσαντος ὑμᾶς», εἴ γε ἐξηγόρασε, διανοεῖσθε. οὐκέτι δὲ τῆς αὐτοῦ ἐπαύλεώς ἐστε, ἀρνούμενοι τὸν ὑμῶν σωτῆρα καὶ τὸν ἀγοράσαντα ὑμᾶς. εἰ γὰρ οὐκ ἔστιν ἀληθινὸς ὁ θεός, οὔτε προσκυνητός ἐστι, καὶ εἰ ἔστι κτιστός, οὐ θεός. καὶ εἰ οὐκ ἔστι προσκυνητός, πῶς ἄρα θεολογεῖται; παύσασθε οἱ πάλιν τὴν φύσιν * ἐργαζόμενοι τὴν Βαβυλωνίαν, οἱ τὴν εἰκόνα καὶ τὸν τύπον ἐγείραντες τοῦ Ναβουχοδονόσορ, οἱ τὴν πολυθρύλητον ταύτην σάλπιγγα εἰς ἕνωσιν τῶν πολεμούντων * σαλπίζοντες, οἱ ἐν μουσικοῖς καὶ ἐν κυμβάλοις καὶ ἐν ψαλτηρίῳ διὰ τῶν πεπλανημένων ὑμῶν ῥημάτων εἰς πτῶσιν τοὺς

422

λαοὺς φέροντες, εἰκόνι μᾶλλον δουλεῦσαι παρασκευάζοντες ἤπερ θεῷ καὶ ἀληθείᾳ. καὶ τίς ἀληθινὸς ἕτερος ὡς ὁ υἱὸς τοῦ θεοῦ; «τίς γὰρ ἐξισωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ,» φησιν ἡ γραφὴ καὶ «ἕτερος πρὸς αὐτὸν οὐ λογισθήσεται». καὶ τίνα φησίν; ἵνα ἴδῃς ὅτι περὶ τοῦ υἱοῦ λέγει, καθεξῆς διηγούμενός φησι «ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. καὶ μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανε.181 στράφη.» πῶς οὖν οὐκ ἀληθινῶς πρὸς αὐτὸν ταῦτα εἴρητοι; * ὁ καὶ λέγων «ἐγώ εἰμι ἡ ἀλήθεια». 32. Ἀλλ' ἐρεῖς μοι· πῶς εἶπεν ὁ μονογενὴς ἀληθινὸς θεὸς «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», ἵνα μὴ πολυθεΐα νομισθείη, ἵνα μὴ διαίρεσις γένηται τῆς ζωτικῆς γνώσεως; εἰ γὰρ μόνος ἀληθινὸς θεὸς ὁ πατήρ, ἀληθινὸς ὁ υἱός, ἐκ πατρὸς ἀληθινῶς γεγεννημένος. «τιμῶν γὰρ τὸν ποτέρα» καὶ μόνον αὐτὸν θεὸν ἀληθινὸν ἀποκαλύπτων ἑαυτὸν ἔδειξεν ἐκ πατρὸς ἀληθινῶς γεγεννημένον. διὰ τοῦτο ἀληθινὸς θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱὸς ὁ μονογενής. καὶ πόθεν τοῦτο δεικτέον; ἀλλ' ὅρα μοι τὰς λέξεις ἐνταῦθα, ὡς μόνον ἀληθινὸν θεὸν φάσκει ἐνταῦθα τὸν πατέρα· ἐν δὲ τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὅτι, φησίν, «ἦν τὸ φῶς τὸ ἀληθινόν». καὶ ποῖον φῶς ἀληθινὸν ἀλλ' ἢ ὁ μονογενής; καὶ πάλιν, αἱ γραφαί φασι περὶ τοῦ θεοῦ ὅτι «φῶς ὁ θεός», καὶ οὐκ εἶπε φῶς ἀληθινὸν ὁ θεός· περὶ δὲ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ὅτι φῶς ἀληθινὸν ὁ μονογενής. περὶ δὲ τοῦ πατρὸς θεὸς ἀληθινός, καὶ οὐκ εἶπεν ὅτι φῶς ἀληθινὸν ὁ θεός· περὶ δὲ τοῦ υἱοῦ ὅτι θεός, καὶ ἐπὶ τοῦ θεὸς ὁ υἱός, οὐ προσέθετο τὸ ἀληθινόν. καὶ ὅπου φῶς ὁ θεός, οὐ προσέθετο φῶς ἀληθινόν. τί οὖν λέγωμεν περὶ τοῦ πατρός; ὅτι μὲν γὰρ φῶς ἀληθινὸν ὁ θεός, * καὶ οὐκ ἄρα ἐλλιπὲς ποιήσομεν τὸ θεῖον. καὶ ἐπειδὴ οὐκ ἔστι γεγραμμένον τὸ φῶς τὸ ἀληθινόν, καὶ εἴποιμεν ἁμαρτάνοντες, ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καὶ ἐπειδὴ ὁ υἱὸς γέγραπται ὅτι θεός ἐστι καὶ ἦν ὁ θεὸς πρὸς τὸν ὄντα πατέρα καὶ γὰρ «ἦν θεὸς ὁ λόγος», καὶ οὐκ εἶπεν ὅτι θεὸς ἐγένετο ὁ λόγος, ἀλλὰ θεὸς ἦν, ἐκ δὲ τῶν δύο τὰ ἰσόρροπα δειχθήσεται· ἐκ τοῦ μὲν θεὸς ἀληθινὸς ὁ πατὴρ καὶ φῶς ἀληθινὸν ὁ υἱὸς τὰ ἰσόζυγα φανεῖται τῆς ἀξίας καὶ ἐκ τοῦ θεὸς ὁ υἱὸς καὶ φῶς ὁ θεὸς τὰ ἰσόρροπα τῆς δοξολογίας εὑρεθήσεται. καὶ οὐδὲν διοίσει οὐδὲ ἀντιλέξειέ τις τῇ ἀληθείᾳ, ἀλλὰ ἀληθινὸς θεὸς ὁ πατὴρ καὶ ἀληθινὸς θεὸς ὁ μονογενής. 33. Ἔτι δὲ καὶ περὶ τοῦ ἁγίου πνεύματος ἀναγκάζομαι τοῦ λέγειν ἐνταῦθα, ἵνα μὴ παραλείψας τι δῶ τοῖς βουλομένοις ἀντιλέγειν ἐχθροῖς 3.182 τὰς αὐτῶν ἔχειν * πρόφασιν. οὕτω γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς αὐτὸς ὁ κύριος μαρτυρεῖ λέγων «τὸ πνεῦμα τῆς ἀληθείας», «τὸ πνεῦμα τοῦ πατρός», ὁ δὲ ἀπόστολος «πνεῦμα Χριστοῦ». ἄρα γοῦν τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα ἀληθείας, πνεῦμα θεοῦ, ὡς θεὸς ἀληθινός, ὡς φῶς ἀληθινόν, ὡς πνεῦμα πατρός, ὡς πνεῦμα υἱοῦ. μία γάρ ἐστιν ἡ τριάς, μία ἡ δοξολογία, μία ἡ θεότης, μία ἡ κυριότης. πατὴρ πατήρ, υἱὸς υἱός. ἅγιον πνεῦμα ἅγιον πνεῦμα, οὐ συναλοιφὴ ἡ τριάς, οὐ διεστῶσα τῆς ἰδίας αὐτῆς μονάδος, οὐκ ἐλλιπὴς τῆς τελειότητος, οὐκ ἀλλοία τῆς ἰδίας ἰδιότητος, ἀλλὰ πάντα τελειότης, τρία τέλεια, μία θεότης. καὶ πέπτωκεν ἡ τῶν δι' ἐναντίας μάχαιρα. καὶ γὰρ οὕτω γέγραπται ὅτι «βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν». καὶ γὰρ τὰ νήπια, κἄν τε θέλῃ λαμβάνειν βέλη, ἀνίσχυρα τυγχάνει, μὴ δυνάμενα ἐν χερσὶν αὐτῶν τι πράττειν. ἐὰν δὲ καὶ παραταραχθῇ τὰ νήπια, μᾶλλον ἑαυτὰ σφάζει καὶ ἑαυτὰ ἀδικεῖ, μὴ δυνάμενα ἄλλοις ἐπιχειρεῖν τοῦ βέλους τὸ ἐπιχείρημα, ὡς καὶ οὗτοι καθ' ἑαυτῶν ἐπεστράτευσαν τὴν πλάνην, οὐδὲν δὲ ἐνσκήψουσιν εἰς τοὺς υἱοὺς τῆς ἀληθείας. 34. Παρελεύσομαι δὲ καὶ εἰς ἑτέρας λέξεις πάλιν τὰς ὑπ' αὐτῶν ἐπινοουμένας. καὶ πρῶτον μὲν ἐκπλήξεώς ἐστι τὸ ἔργον, ὡς εἰρωνείᾳ κέχρηνται πρὸς ἀπάτην τῶν ἀφελῶν καὶ ἀκεραίων φύσει· ὡς ὁ ὄφις ἠπάτησε τὴν Εὔαν ἀκεραίαν οὖσαν, τῷ αὐτῷ τρόπῳ καὶ

423

οὗτοι, ἐὰν θέλωσι περιποιήσασθαι, τὸ πρῶτον μὲν κολακείαις πολλαῖς καὶ δαψιλείᾳ καὶ προσοχῇ, ὑποσχέσει τε ἅμα καὶ φοβερισμοῖς, ὅτι «τοῖς βασιλικοῖς προστάγμασι καὶ τῷ τοῦ βασιλέως Οὐάλεντος θυμῷ ἐναντιοῦσθε», τοῖς μὴ βουλομένοις κατὰ τὴν αὐτῶν πίστιν φέρεσθαι *. καὶ τί φασι; «τί γάρ ἐστιν ὃ λέγομεν; αὐτή ἐστιν ἡ πίστις, μόνον δὲ ὅτι κενοδοξεῖτε.» ἴδωμεν οὖν, εἰ ἡ αὐτή ἐστι πίστις. φησὶν οὖν· ὁμολογοῦμεν τὸν γεγεννημένον υἱὸν ἐκ πατρὸς καὶ οὐκ ἀρνούμεθα. ἀλλὰ δεῖ ἡμᾶς, φησι, καὶ τὸ κτίσμα ὁμολογεῖν καὶ τὸ ποίημα. οὐδὲν δὲ ἠλιθιώτερον. πᾶν γὰρ τὸ κτιζόμενον οὐχ ὅμοιον τυγχάνει τῷ γεγεννημένῳ οὔτε τὸ γεννώμενον ὅμοιον τῷ κτιζομένῳ, μάλιστα πρὸς ἐκείνην τὴν μίαν ἀκραιφνῆ καὶ τελείαν οὐσίαν. πάντα γὰρ ὑπὸ θεοῦ κέκτισται, μόνος δὲ ὁ υἱὸς τοῦ θεοῦ γεγέννηται καὶ μόνον τὸ ἅγιον πνεῦμα ἐκ πατρὸς προῆλθε καὶ τοῦ υἱοῦ ἔλαβε. τὰ δὲ ἄλλα πάντα κτιστὰ καὶ οὔτε προελθόντα ἐκ πατρὸς προῆλθεν οὔτε 3.183 τοῦ υἱοῦ λαμβάνοντα, ἀλλὰ ἐκ τοῦ πληρώματος τοῦ υἱοῦ, καθὼς γέγραπται· «τῷ γὰρ λόγῳ τοῦ θεοῦ τὰ πάντα ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» ἀλλά, φησι, δεῖ ὁμολογεῖν καὶ τὸ κτίσμα, ἐπειδὴ εἶπεν ἡ γραφὴ τροπικώτερον λεγόμενον τὸ κτίσμα καὶ τροπικῶς λεγόμενον τὸ γέννημα. κἄν τε γὰρ εἴπωμεν γέννημα, οὐχ ὡς ἓν τῶν γεννημάτων ἐροῦμεν. ἄρα οὖν ἐν ᾧ ἐροῦσι τὸ γέννημα καὶ οὐκ ἀληθινὸν τὸ γέννημα, τοὺς ἀκεραιοτέρους ἀπατῶσι. καὶ τὸ κτίσμα δὲ ὁμολογοῦμεν, φασίν· ἐπειδὴ γὰρ καὶ θύρα κέκληται ὁ Χριστὸς καὶ ὁδὸς καὶ στύλος καὶ νεφέλη καὶ πέτρα καὶ ἀρνίον καὶ ἀμνὸς καὶ χείμαρρος καὶ μόσχος καὶ λέων καὶ πηγὴ καὶ σοφία καὶ λόγος καὶ υἱὸς καὶ ἄγγελος καὶ Χριστὸς καὶ σωτὴρ καὶ κύριος καὶ ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου καὶ λίθος ἀκρογωνιαῖος καὶ ἥλιος καὶ προφήτης καὶ ἄρτος καὶ βασιλεὺς καὶ οἰκοδόμος καὶ γεωργὸς καὶ ποιμὴν καὶ ἄμπελος καὶ ὅσα τοιαῦτα. οὕτω, φασί, καὶ τὸ κτίσμα λέγομεν καταχρηστικῶς. δεῖ γὰρ ἡμᾶς ὁμολογεῖν. 35. Φεῦ γε τῆς τοιαύτης κακῆς ὑπονοίας καὶ πανουργίας. μὴ δῴη κύριός τινι τῶν τῆς ἀληθείας υἱῶν ὑπαχθῆναι τῇ τοιαύτῃ εἰρωνείᾳ, ἵνα διὰ τῶν τοιούτων ὑποθέσεων καὶ τὸ τοῦ κτίσματος ὄνομα εἰς τὸν υἱὸν τοῦ θεοῦ εἰσδεξάμενος πεισθῇ καὶ οὕτως ὁμολογεῖν. δότωσαν γὰρ ἡμῖν τούτου τὴν χρῆσιν καὶ * τὴν τῶν λογισμῶν ἀπόδοσιν. πάντα γὰρ ἐκεῖνα καταχρηστικῶς εἴρηται, οὐδὲν εἰς τὴν θεότητα τοῦ υἱοῦ ἐνσκήπτοντα, οὔτε ἐλλιπῆ ποιούμενα πρὸς τὸν πατέρα * τῆς αὐτοῦ οὐσιότητος. κἄν τε θύρα λεχθείη, ἐπειδὴ δι' αὐτοῦ εἰσερχόμεθα, κἄν τε ὁδός, ἐπειδὴ δι' αὐτοῦ βαδίζομεν, κἄν τε στύλος, ἐπειδὴ αὐτός ἐστιν ἑδραίωμα τῆς ἀληθείας, κἄν τε νεφέλη, ἐπειδὴ ἐσκέπασε τοὺς υἱοὺς Ἰσραήλ, κἄν τε στύλος, διὰ τὸ φωτεινὸν τοῦ πυρός, ὃ ἐφώτισεν ἐν τῇ ἐρήμῳ, κἄν τε μάννα, ἐπειδὴ ἠρνήσαντο αὐτὸν ἄρτον ἐπουράνιον, κἄν τε ἄρτος, ἐπειδὴ δι' αὐτοῦ ἰσχυροποιούμεθα, κἄν τε ἄγγελος, ἐπειδὴ μεγάλης βουλῆς ἄγγελος, ὁμώνυμον γάρ ἐστι τὸ τοῦ ἀγγέλου ὄνομα· ἐδέξατο γὰρ ἡ Ῥαὰβ τοὺς ἀγγέλους καὶ οὐκ ἦσαν ἄγγελοι οἱ ἀπεσταλμένοι ἀλλ' ἢ οἱ ἀναγγείλαντες περὶ τοῦ τόπου· οὕτω καὶ ὁ μονογενής, ἐπειδὴ ἀνήγγειλε τὸ θέλημα τοῦ πατρὸς 3.184 τοῖς ἀνθρώποις, μεγάλης βουλῆς ἄγγελος, ἐν τῷ κόσμῳ ἀναγγέλλων τὴν μεγάλην βουλήν καὶ λίθος, οὐκ ἀναίσθητος ὁ λίθος, ἀλλὰ καταχρηστικῶς, διὰ τὸ πρόσκομμα γεγονέναι Ἰουδαίοις, ἡμῖν δὲ θεμέλιον σωτηρίας, καὶ ἀκρογωνιαῖος λίθος, διὰ τὸ ἐπισφίγξαι παλαιὰν καὶ νέαν διαθήκην, περιτομήν τε καὶ ἀκροβυστίαν εἰς μίαν ἕνωσιν· ἀμνὸς δὲ διὰ τὸ ἄκακον καὶ τὸ δι' αὐτοῦ τὴν ἁμαρτίαν ἀπὸ τῶν ἀνθρώπων ἠφανίσθαι ἐν τῷ αὐτὸν τῷ πατρὶ προσενηνέχθαι πρόβατον εἰς σφαγήν, ἐπειδὴ ἦλθεν ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθής, ἵνα ἡμεῖς σωθῶμεν, καὶ εἴ τί ἐστιν ἕτερον ταῖς αὐταῖς χρήσεσι συμβαλλόμενον εἰς σωτηρίαν υἱῶν τῶν ἀνθρώπων, καταχρηστικῶς ἀπὸ τῆς θείας γραφῆς εἰς αὐτὸν ἀναφέρεται. 36. Τί οὖν τὸ κτίσμα ὠφελήσειεν ἢ ποίαν

424

χρῆσιν ποιεῖται πρὸς τὴν ἡμῶν σωτηρίαν καὶ πρὸς τὴν τοῦ θεοῦ λόγου ἔνσαρκον δοξολογίαν καὶ τελείαν θεότητα; τί ὠφελεῖ ἡμᾶς τὸ λέγειν αὐτὸν κτίσμα; τί κτίσμα ταῖς κτίσεσιν ἐργάζεται; τί κτίσμα ὠφελεῖ τὰς κτίσεις; πῶς δὲ ἔκτισεν ὁ θεὸς υἱόν, θεὸν εἰς προσκύνησιν αὐτὸν διδούς, ὁπότε λέγει «μὴ ποιήσῃς σεαυτῷ πᾶν ὁμοίωμα μήτε ἐπὶ γῆς μήτε ἐν οὐρανῷ καὶ μὴ προσκυνήσεις αὐτῷ;» πῶς οὖν ἔκτισεν ἑαυτῷ υἱὸν καὶ ἐπέταξε προσκυνεῖσθαι; μάλιστα τοῦ ἀποστόλου λέγοντος «καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν». μωρὸν γὰρ τὸ κτίσιν θεολογεῖν, ἀθετεῖν δὲ πρώτην ἐντολὴν τὴν λέγουσαν «κύριον τὸν θέον σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις». διὸ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία οὐ κτίσμα προσκυνεῖ, ἀλλὰ υἱὸν γεννητόν, πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι. ἀλλὰ ναί, φησιν· ἐὰν γὰρ μὴ εἴπω ὅτι κτίσμα, φησίν, ἐλάττωσιν προσφέρω τῷ πατρί. τὸ γὰρ κτιστὸν οὐκ ἐλαττοῖ τὸν κτίσαντα, τὸ δὲ γεγεννημένον ἐκ φύσεως ἢ συστολὴν ἐργάζεται ἢ πλατυσμὸν ἢ μείωσιν ἢ τομὴν ἤ τι τῶν τοιούτων παθῶν προσάπτει τῷ γεγεννηκότι. πολλὴ δὲ μωρία τῶν τοιαῦτα λογιζομένων, ὡς ἀφ' ἑαυτῶν τὸ θεῖον εἰκάζειν καὶ τὰ εἰς αὐτοὺς πάθη τῷ θεῷ προσάπτειν βουλομένων, τοῦ θεοῦ ἀπαθοῦς ὄντος παντελῶς καὶ ἐν τῷ γεννᾶν καὶ ἐν τῷ κτίζειν. ὡς γὰρ ἡμεῖς πάσχομεν γεννῶντες, ἐπειδὴ κτιστοί ἐσμεν, οὕτω καὶ κάμνομεν κτίζοντες. καὶ εἰ πάσχει ὁ πατὴρ γεννῶν, ἄρα καὶ κτίζων κάμνει. πῶς δὲ περὶ θεοῦ πάθος ἐστὶν εἰπεῖν καὶ τὸ κάμνειν, εἴπερ κτίζει; ἀλλ' οὐ κάμνει, μὴ γένοιτο. 3.185 «οὐ κοπιάσει» γάρ φησιν ἡ γραφή. «πνεῦμα οὖν ὁ θεὸς» καὶ κατὰ πνεῦμα ἀνάρχως καὶ ἀρχόνως τὸν υἱὸν ἐγέννησεν, «θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ κτισθέντα». 37. Παρελεύσομαι δὲ καὶ τοῦτο τὸ ῥητόν, ἐφ' ἕτερα δὲ πάλιν ἑαυτοὺς ἐπιδῶμεν τῶν ὑπ' αὐτῶν ἐν κακαῖς ὑπονοίαις λεγομένων τε καὶ ᾀδομένων, ἄνω δέ μοι προτεταγμένων. καὶ γὰρ πάλιν χυδαίως φασὶ τοῦτο τὸ ῥητὸν παρερμηνεύοντες τὸ «δέξασθε τὸν ἀρχιερέα ὑμῶν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν». καὶ πρῶτον μὲν τὴν ἐπιστολὴν ταύτην, τὴν πρὸς Ἑβραίους φημί, ἀπωθοῦνται, φύσει αὐτὴν ἀναιροῦντες ἀπὸ τοῦ ἀποστόλου καὶ λέγοντες μὴ εἶναι τοῦ αὐτοῦ. τὸ δὲ ῥητὸν διὰ τὴν ἰδίαν νόσον εἰς ἑαυτούς, ὡς προεῖπον, * κακῶς ἐκδέχονται, δῆθεν ἀπὸ τοῦ εἰρημένου ὅτι «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» τὸ κτίσμα παρεισφέροντες. ἐρωτήσειε δ' ἄν τις αὐτοὺς σύνεσιν κεκτημένος, καὶ ἀπορήσουσι, μὴ ἔχοντες τί ἀποκριθήσονται, ὅτι τὸ «ἀρχιερέα» πότε προσελάβετο ὁ κύριος ἡμῶν ὄνομα αὐτῷ καλεῖσθαι; οὐδαμοῦ γὰρ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ταῦτα ἔσχε τὰ ὀνόματα, τὸ λίθον καλεῖσθαι, τὸ πρόβατον εἰς σφαγὴν φερόμενον, τὸ ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου, τὸ ἀετὸν καὶ ἀρνίον καὶ τὰ ἄλλα πάντα, ὅσαπερ εἰς αὐτὸν μετὰ τὴν ἔνσαρκον παρουσίαν ἀναφέρεται, ὡς καὶ τὸ ἀρχιερέα αὐτὸν καλεῖσθαι, δι' ἣν ὁ νόμος ἐκήρυττε περὶ αὐτοῦ ὑπόθεσιν, ὅτι «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ κύριος ὁ θεὸς ὑμῖν». ἄρα γοῦν τὸ «προφήτην» καὶ «ἀρχιερέα» καὶ «τὸ ἐξ αὐτῶν» μετὰ τὴν ἐνταῦθα κατακωχὴν ἑρμηνεύει σαφῶς ὁ λόγος, ὡς καὶ ἀραρότως ἔστιν ἰδεῖν, πῶς πάλιν ἡ ἀνίκητος τοῦ θεοῦ δύναμις καὶ προγνωσία «εἰς τὸ φράξαι πᾶν στόμα» ἐπεγειρόμενον κατὰ τῆς ἀληθείας πάντα μετὰ θαυμαστῆς φωτα.186 γωγίας προεθέσπισε καὶ ἠσφαλίσατο. φάσκει γὰρ οὕτως ἐν τῇ αὐτῇ ἀκολουθίᾳ ὅτι «πᾶς ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας, δυνάμενος μετριοπαθεῖν. ἀνάγκην γὰρ ἔχει καὶ περὶ τῶν ἰδίων ἁμαρτιῶν προσφέρειν, ὁ δὲ μὴ ἔχων ἁμαρτίαν ἑαυτὸν προσήνεγκε τῷ πατρί». καὶ τὸ μὲν «ἐκ τῶν ἀνθρώπων» διὰ τὴν ἐνδημίαν, τὸ δὲ «οὐκ ἐξ ἀνθρώπων» καὶ τὸ «μὴ ἔχων ἁμαρτίαν» διὰ τὴν θεότητα. καὶ περὶ τῆς αὐτοῦ θεότητός φησι «καίπερ ὢν υἱός», περὶ δὲ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας «ἔμαθεν ἐξ ὧν ἔπαθε»,

425

φησί. 38. Καὶ ὁρᾷς ὅτι πάντα τοῦ Χριστοῦ λεῖα καὶ οὐδὲν ἐν αὐτοῖς στραγγαλιῶδες. τὸ γὰρ «ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» οὐδὲ τὴν αὐτὴν πλάσιν ἐνταῦθα διηγεῖται τοῦ σώματος οὐδὲ τῆς αὐτοῦ ἐνανθρωπήσεως, οὐ περὶ κτίσεως ὅλως φάσκει, ἀλλὰ μετὰ τὴν ἐνδημίαν τοῦ ἀξιώματος τὸ χάρισμα· ὡς καὶ τὸ εἰρημένον «ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». καὶ οὐ πρώην τοῦτο ἐπληροῦτο ἐν τῇ θεότητι, ἀλλὰ ἐν τῇ νῦν παρουσίᾳ, ἐπειδήπερ ἡ αὐτοῦ ἐνανθρώπησις ἡ ἐ. Τί οὖν ἐποίησεν αὐτόν; οἱ φιλονεικοῦντες μάθωσιν ἀπὸ τῶν προειρημένων πάντων ὅτι οὐδὲν εἰς τὴν θεότητα ἐν τῷ ῥητῷ τούτῳ ἀναλογεῖται, ἀλλὰ εἰς τὴν ἔνσαρκον παρουσίαν καὶ οὐδὲ ὡς περὶ ποιήσεως ἢ κτίσματος, ἀλλ' ὡς περὶ ἀξιώματος μετὰ τὴν παρουσίαν τὸ «ἐποίησεν αὐτόν». ἐρωτήσας γάρ τις τινὰ βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ, ὅτι «τί σοι πέφυκεν οὗτος», καὶ ἀκούσει παρ' αὐτοῦ ὅτι «υἱός μου ἐστί». «γνήσιος οὖν 3.187 σοι ὑπάρχει ἢ νόθος;» ὁ δέ φησι· «γνήσιος ἐξ ἐμοῦ ὑπάρχει.» «τί οὖν αὐτὸν ἐποίησας»; «βασιλέα αὐτὸν ἐποίησα.» δῆλον μηδὲν παρηλλαγμένον τῆς τοῦ πατρὸς αὐτοῦ ἀξίας. καὶ οὐχὶ πάντως διὰ τὸ εἰρηκέναι, ἐποίησα αὐτὸν βασιλέα, παρὰ τοῦτο ἔκτισα αὐτόν, λέγει ὁ βασιλεύς. οὐ γὰρ τὴν γέννησιν ἠρνήσατο, ἣν ὡμολόγησεν φάσκων γεγεννηκέναι, ἐν τῷ εἰπεῖν ἐποίησα, ἀλλ' ἐκείνην μὲν σαφῶς ἀπεφήνατο, τὸ δὲ ἐποίησα περὶ ἀξίας ἐδήλωσεν. οὕτω καὶ ὁ υἱὸς υἱὸς τοῦ πατρὸς ἀναμφιβόλως τοῖς ζωὴν ἐθέλουσι περιποιήσασθαι πιστεύεταί τε καὶ προσκυνεῖται. τὸ δὲ ἀρχιερέα γενέσθαι, διότι ἐν τῷ σώματι αὐτοῦ τῷ πατρὶ ἑαυτὸν προσήνεγκεν ὑπὲρ τῆς ἀνθρωπότητος, αὐτὸς ἱερεύς, αὐτὸς ἱερεῖον· ἑαυτὸν μὲν προσήνεγκεν, ὑπὲρ πάσης δὲ κτίσεως ἀρχιερατεύων, ἀναβὰς δὲ πνευματικῶς καὶ ἐνδόξως ἐν αὐτῷ τῷ σώματι «ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός», «γεγονὼς ἀρχιερεὺς εἰς τὸ διηνεκὲς» καὶ «διεληλυθὼς τοὺς οὐρανοὺς» ἐφ' ἅπαξ, ὡς μαρτυρεῖ περὶ αὐτοῦ ἐν ταῖς καθεξῆς λέξεσιν ὁ αὐτὸς ἅγιος ἀπόστολος. καὶ ἐξέπεσε πάλιν τούτων ἡ προφασιστικὴ διαλογὴ τῆς θείας γραφῆς, ζωτικῆς οὔσης καὶ μηδὲν ἐχούσης εἰς πρόσκομμα πιστοῖς ἢ εἰς ἐλάττωμα βλασφημίας πρὸς τὸν λόγον. 40. Εἶτα μέμνηνται πάλιν ἑτέρου ῥητοῦ ὡς Ἰωάννης ἑστὼς ἐν τῇ ἐρήμῳ καὶ θεασάμενος αὐτὸν ἐρχόμενον ἔλεγεν «οὗτός ἐστιν, ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν». καὶ πρῶτον μὲν αὐτὰς τὰς λέξεις ὡς καρηβαροῦντες ἀλλάσσουσι τῇ διανοίᾳ καὶ λέγουσι· πῶς τοῦτο πληροῦται ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὅτι οὐκ ἦν πρὸ Ἰωάννου ἐν γαστρὶ Μαρίας συνειλημμένος; ἀλλά, ὥς φησιν ὁ εὐαγγελιστής· «ἐν δὲ τῷ ἕκτῳ μηνὶ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ εἰς πόλιν τῆς Γαλιλαίας, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ. καὶ εἰσελθὼν πρὸς αὐτὴν ἔφη· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ,» καὶ τὰ λοιπὰ τῆς ἀκολουθίας. ὡς οὖν ἡ παρθένος ἐπὶ τῷ ἀσπασμῷ ἐταράσσετο, ἔφη πρὸς αὐτήν· «ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» «καὶ ἰδοὺ ἡ συγγενής σου Ἐλισάβετ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ». καὶ ὁρᾷς, φησιν, ὅτι πρὸ ἓξ μηνῶν τοῦ εὐαγγελισθῆναι Μαρίαν ἤδη προυπῆρχεν ὁ Ἰωάννης. πῶς οὖν τὸ 3.188 «πρὸ ἐμοῦ ἐγένετο» ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ Χριστοῦ πληρωθήσεται; τίς δὲ τῶν ἀκεραίων καὶ μὴ ἐν διανοίᾳ ἐναργῶς ἑδραιωμένων ἀκούσας τὸ ῥητὸν οὐ ταραχθήσεται; † λέγει γὰρ τὰ ἀναγκαῖα καὶ ἀκέραια καὶ ζωτικὰ τὰ τῆς θείας γραφῆς τοῖς τὰ πονηρὰ ἑαυτοῖς ἐπισπωμένοις μᾶλλον βλαβερώτερα φαίνεται, τῶν ῥητῶν πάντῃ ἐν πνεύματι ἁγίῳ κατηυγασμένων. τί γὰρ παραλέλειπται τῷ ῥητῷ πρὸς ἀσφάλειαν; ἰδοὺ γὰρ λέγει ὅτι «οὗτός ἐστι», τὸ ὁρατὸν σημαίνων καὶ ὑποδεικνύων τοῖς ὁρῶσιν, «ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται». καὶ τίς ἔρχεται ἀλλ' ἢ «ἀνήρ»; οὐδεὶς δὲ τῶν σύνεσιν κεκτημένων ἄνδρα ψιλὸν νομίσειε τὸν κύριον ἡμῶν, ἀλλὰ αἱ ἄνω αἱρέσεις αἱ ἤδη σημανθεῖσαι, οἱ

426

περὶ Κήρινθον καὶ Μήρινθον καὶ Ἐβίωνα. ἀλλὰ μετὰ τοῦ «ἀνὴρ» πάντως ὅτι ἠσφαλισμένως καὶ κύριον αὐτὸν ἴσασιν οἱ ἀληθινοὶ πιστοί, ὡς καὶ Ἰωάννης μαρτυρεῖ «ὃ ἀκηκόαμεν ἀπ' ἀρχῆς», ἵνα εἴπῃ τὸν ἀπ' ἀρχῆς ὄντα, τὸν ἀόρατον θεὸν λόγον, ὃν ἠκούσαμεν ἐν θείαις γραφαῖς, ἐν προφήταις καταγγελλόμενον, ἐν οὐρανῷ ἐξυμνούμενον. καὶ διὰ τοῦτο τὸ «ὃ ἐν ἀρχῇ ἠκούσαμεν καὶ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς», ἵνα ἄνω τὸ ἀκηκοέναι θεὸν ὁμολογήσῃ ἐξ ὑπαρχῆς, τὸ δὲ ἑωρακέναι ἄνθρωπον σημάνῃ, ὃν καὶ ὁ βαπτιστὴς Ἰωάννης ἔφη ὅτι «ὀπίσω μου ἔρχεται ἀνήρ»· καὶ τὸ «αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν», ἵνα θεὸν ἄνωθεν σημάνῃ καὶ ἄνθρωπον ὁρατὸν ὑποδείξῃ ἀπὸ Μαρίας γεγεννημένον καὶ ἐκ νεκρῶν ἀναστάντα τέλειον, μὴ ἀποβαλλόμενον τὸ ἅγιον σκεῦος ὃ εἴληφε καὶ τὴν τελείαν αὐτοῦ ἐνανθρώπησιν, ἀλλὰ διὰ τοῦ ἐψηλαφηκέναι τὴν πλευρὰν τόν τε τύπον τῶν ἥλων τὰ τρία ὁμολογήσῃ ἀπαρασαλεύτως. οὕτω μοι καὶ ἐνταῦθα νόει τὸ ὅτι «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ», ἵνα τὴν ἔνσαρκον σημάνῃ παρουσίαν, καὶ τὸ ὅτι «πρῶτός μου ἦν,» ἵνα τὴν θεότητα ὑποδείξῃ, «ὅτι πρὸ ἐμοῦ ἐγένετο». «ἐν τῷ κόσμῳ γὰρ ἦν», φησι τὸ ἅγιον εὐαγγέλιον, «καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» 41. Εἰ δὲ ἐν κόσμῳ ἦν πρὸ τοῦ Ἰωάννην γεννηθῆναι καὶ συλληφθῆναι, πρὸ αὐτοῦ γέγονεν ἐν κόσμῳ, οὐ περὶ κτίσεως, οὐ περὶ ποιήσεως σημαίνων, ἀλλὰ κατὰ τὴν χρῆσιν, καθ' ἣν ὁμωνύμως εἰώθασιν οἱ ἄνθρωποι λέγειν· ἐγενόμην ἐν Ἱεροσολύμοις, ἐγενόμην ἐν Βαβυλῶνι, ἐγενόμην ἐν Αἰθιοπίᾳ, ἐγενόμην ἐν Ἀλεξανδρείᾳ, οὐ κτίσιν σημαίνων ἐνταῦθα, ἀλλὰ ἐπίβασίν 3.189 τε καὶ παρουσίαν. τί γὰρ ἐγενόμην ἐν Βαβυλῶνι ἢ ἐν ἑτέρῳ τόπῳ σημαίνει, ὅτι ἦλθον. «πρὸ ἐμοῦ οὖν ἐγένετο», ἵνα δείξῃ ἐπὶ τῆς γῆς τὴν τοῦ λόγου ἀεὶ ἐπίβασιν, καὶ τὸ «πρῶτός μου ἦν,» ἵνα δείξῃ τὴν θεότητα ἀεὶ οὖσαν. τὸ δὲ «ὀπίσω μου ἐρχόμενον», ἵνα δείξῃ τὴν σύλληψιν μετὰ τὸν Ἰωάννην. καὶ διὰ τοῦτο «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», ἑτοιμαστικὴ φωνὴ τῆς τῶν ἀνθρώπων ἀκοῆς. πρῶτον γὰρ ἀδιάρθρωτον εἰώθασιν οἱ φωνοῦντες ἀποδιδόναι φωνὴν ἐχήεσσαν, ἀπὸ μήκοθεν καλοῦντες τούς τι ἔχοντας παρ' αὐτῶν ἀκούειν, καὶ ἐπὰν ἐκεῖνοι τῆς φωνῆς ἀκούσωσι μόνης καὶ δώσωσι τὸν νοῦν τοῦ ἀκούειν καὶ ἑτοιμάσωσι τὴν ἀκοήν, τότε ὁ τὴν ἠχήεσσαν φωνὴν ἀποδοὺς λοιπὸν διαστέλλει τὸν λόγον, ὅνπερ ἠβουλήθη εἰπεῖν. οὕτω καὶ Ἰωάννης φωνὴ ἐγένετο ἑτοιμάζουσα τὴν ἀκοὴν τῶν ἀνθρώπων. οὐ γὰρ ἦν αὐτὸς ὁ λόγος, ἀλλὰ μετ' αὐτὸν ἦλθεν ὁ λόγος, δι' ὃν ἡ ἑτοιμαστικὴ φωνὴ γέγονε. καὶ διὰ τοῦτο λέγει «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὰς ὁδοὺς κυρίου». ἡ γὰρ φωνὴ ἑτοιμάζει, ὁ δὲ κύριος ἐπιβαίνει ταῖς ὁδοῖς ταῖς ἡτοιμασμέναις. καὶ ἡ φωνὴ λαλεῖ εἰς τὴν ἀκοήν· ὅταν δὲ ἡ ἀκοὴ σχολάσῃ, τότε ὁ λόγος ἐν τῇ ἀκοῇ καταβάλλεται τῶν δεχομένων. οὐδαμοῦ τοίνυν ἐπιλήψεται Ἄρειος καὶ οἱ ἀπ' αὐτοῦ τῆς τοῦ θεοῦ ἀληθείας, ἀεὶ καταυγαζούσης καρδίας πιστῶν εἰς τὸ μὴ ἐκτραπῆναι ἀπὸ τῆς ἐν τῷ λόγῳ υἱῷ θεοῦ ἐν ἀληθείᾳ ἀκτίστῳ καὶ ἀγενήτῳ σωτηρίας. 42. Προκοπτόντων δὲ πάλιν ἡμῶν καὶ ἐπὶ τὰς ἑξῆς βαινόντων, οὐδὲν παραλείψομεν τῶν ἄνω προτεταγμένων εἰς ἐπίλυσιν, ἀλλ' αὖθις πάλιν ἐπιληψόμεθα τῆς ἀκολουθίας. προφασίζονται γὰρ πάλιν ἑτέραν πρόφασιν, τὴν ὑπὸ τοῦ ἁγίου Πέτρου ἐν ταῖς Πράξεσιν εἰρημένην ὅτι «φανερὸν ἔστω ὑμῖν πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε». καὶ λέγουσι πάλιν ὅτι ἐνταῦθα τὸ «ἐποίησε» γέγραπται, καὶ οὐχ ὁρῶσι τὸ ῥητόν αὐτὸ γὰρ ἑαυτὸ τὸ ῥητὸν ἑρμηνεύει «τοῦτον γὰρ τὸν Ἰησοῦν», ἵνα σημάνῃ τὴν ἐνανθρώπησιν κυρίου. ἀπὸ τοῦ γὰρ «τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε» φανερόν τί ἐστιν * ὅτι ἣν ἐσταύρωσαν σάρκα· σάρκα γὰρ ἐσταύρωσαν. καὶ διὰ τοῦτο ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα,

427

ἣν ἤκουσα παρὰ τοῦ πατρός μου» *, ἀλλ' 3.190 οὐ τῆς ἐνανθρωπήσεως διορίζων τὴν θεότητα. οὔτε γὰρ ἐκτὸς τῆς ἐνανθρωπήσεως ὑπῆρχεν ἡ θεότης, ὁπηνίκα ἔμελλε πάσχειν, οὔτε ἐν τῷ πάσχειν ἐγκατελείφθη ὑπὸ τοῦ λόγου ἡ ἔνσαρκος παρουσία. ἀλλ' οὔτε ὁ ἀπαθὴς λόγος πέπονθε τὸ πρότερον ἀλλ' ἢ ἐν σαρκὶ ὢν τῇ πασχούσῃ. ἀληθὲς γάρ ἐστιν ἐπ' ἀμφοτέρων τὸ ἓν ὄνομα, ἔν τε τῇ θεότητι καὶ ἐν τῇ ἐνανθρωπήσει. Χριστὸς γὰρ ἡ ἐνανθρώπησις αὐτοῦ τοῦ λόγου καὶ Χριστὸς κύριος ἐν αὐτῇ τῇ ἐνσάρκῳ παρουσίᾳ. ἀλλὰ τὸ μὲν παθεῖν ἐν σαρκί, καθὼς εἶπε Πέτρος ὅτι «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί», ἵνα δείξῃ τὴν ἀπάθειαν τῆς θεότητος, καὶ πάλιν «ἀποθανὼν ἐν σαρκί, ζωογονηθεὶς δὲ τῷ πνεύματι». «τοῦτον οὖν τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε», ἵνα μὴ παραλειφθῇ ἡ ἁγία ἔνσαρκος οἰκονομία ἀπὸ τοῦ ἀπαθοῦς καὶ ἀκτίστου λόγου, ἀλλὰ συνενωθῇ ἄνω τῷ ἀκτίστῳ λόγῳ διὰ τοῦτο καὶ «κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησε» τὸ ἐκ Μαρίας συλληφθέν, τὸ ἐν θεότητι συνενωθέν· οὐ γὰρ ἡ Μαρία θεὸς κατὰ φύσιν, διὰ τοῦτο ἑξῆς τὸ «ἐποίησεν» ἐπιφέρει, ὡς καὶ ὁ ἄγγελος Γαβριήλ φησιν, ἐρωτησάσης αὐτῆς ὅτι «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω» φησί, «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». ὅταν δὲ εἴπῃ «καὶ τὸ γεννώμενον», ἔδειξεν ἀκαταζητήτως περὶ θεοῦ λόγου, ὅτι υἱός ἐστιν ἀναμφιβόλως, οὐ κτισθείς, οὐ ποιηθείς. περὶ δὲ τῆς ἀπὸ Μαρίας ἐνσάρκου οἰκονομίας, μετὰ προσθήκης τοῦ «καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ» ἔδειξεν ὅτι καὶ τὸ γεννώμενον τὸν Χριστὸν καὶ κύριον ἐποίησεν· ὡς ἐπὶ τοῖς ἄλλαις ῥήσεσι πάντα σαφῶς ἐπληρώθη καὶ οὐδὲν καμάτου περιέχουσιν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται καὶ οὐδεμία ἔστι παρεκτροπὴ τοῖς τῆς ἰδίας ζωῆς ἐπιμελουμένοις. ζῶν γὰρ ὁ λόγος ἀπὸ ζῶντος πατρός, υἱὸς τοῦ πατρός, καὶ οὐ κτιστός. πάντα δὲ ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται, ἵνα μήτε φάντασμα νομισθείη μήτε ὁμοούσιος ἡ σὰρξ τῇ ἄνω θεότητι, ἀλλὰ συνηνωμένη ἡ ἐνανθρώπησις αὐτοῦ εἰς μίαν ἀπάθειαν, μάλιστα μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. «οὐκέτι γὰρ ἀποθνήσκει, φησί, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.» ἔστι γὰρ εἷς κύριος, εἷς Χριστός, εἷς βασιλεύς, ἐν δεξιᾷ πατρὸς καθήμενος, τὸ σωματικὸν καὶ πνευματικὸν μία ἕνωσις, μία θεότης πνευματική, τὰ ἀμφότερα φω.191 τεινὰ καὶ ἔνδοξα. ἔτι δὲ ὑπερβήσομαι τὸ ῥητὸν ἱκανῶς ἑρμηνευόμενον νομίζων καὶ ἐπὶ τὰ ἕτερα τῆς αὐτῶν * εἰς ἀνατροπὴν τῶν ἀκουόντων ἐπινενοημένης * τοῦ λέγειν ἐπιλάβοιμι. 43. Φασὶ γὰρ πάλιν· εἰ ἔστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, πῶς οὐκ οἶδε τὴν ὥραν καὶ τὴν ἡμέραν, ἀλλὰ ἰδίῳ λόγῳ ὁμολογεῖ τοῖς μαθηταῖς μὴ εἰδέναι ἃ ὁ πατὴρ ἐπίσταται, φήσας ὅτι «περὶ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι ἐν οὐρανῷ οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος;» εἰ τοίνυν, φασίν, ὁ πατὴρ οἶδε καὶ αὐτὸς οὐκ οἶδε, πῶς δύναται ἡ αὐτὴ θεότης πατρὸς καὶ υἱοῦ ὑπάρχειν, ὁπότε ἃ οἶδεν ὁ πατὴρ ὁ υἱὸς ἀγνοεῖ; ὅσα δὲ μυστικῶς καὶ ἐν τῇ ἐνθέῳ αὐτοῦ σοφίᾳ πρὸς ἀσφάλειαν γνώσεως ἀληθεστάτης ὁ μονογενὴς διδάσκων ὑφηγεῖτο, οὗτοι ἀγνοοῦντες τὰ ἀνθρωποπαθῆ, πάντα εἰς ἑαυτῶν βλάβην, ὥσπερ δεινὰ ἑρπετὰ καὶ εἰς ἑαυτῶν λύμην τὰ ὑπὸ τοῦ πανούργου θηρευτοῦ δεδελεασμένα ἀφαρπάζουσιν, οὐκ εἰδότες ὅτι τὸ ψεῦδος οὐδαμοῦ σταθήσεται, ἡ δὲ ἀλήθεια πάντη τοὺς ἰδίους αὐτῆς υἱοὺς διορθοῦται καὶ ἐξελέγχει τὸ ψεῦδος. εἴπωσι γὰρ ἡμῖν οἱ τὴν κακὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ κεκτημένοι ἀπ' ἀρχῆς, τί μεῖζον ἐστὶ κατὰ φύσιν καὶ πρὸς τὴν εἴδησιν, ὁ θεὸς ὁ πάντων δεσπότης καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἢ ἡ ἡμέρα ὑπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀγομένη τε καὶ γινομένη καὶ ἡ ὥρα ἐκείνη; πάντως δὲ ἐρωτώμενοι ἀναγκασθήσονται ἀπ' αὐτῆς τῆς ἀληθείας τὸν πατέρα μείζονα λέγειν, ὡς καὶ ἔστιν. εἰ τοίνυν φάσκει ὁ υἱὸς λέγων «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν

428

υἱόν, εἰ μὴ ὁ πατήρ», ὁ τὸ μεῖζον γινώσκων τουτέστι τὸν πατέρα, πῶς τὸ ἧσσον ἀγνοεῖ; ἀλλὰ ἔστι θεῖα τὰ ῥήματα, πνεύματι ἁγίῳ λεγόμενα, ἄγνωστα δὲ τοῖς μὴ εἰληφόσι πνεύματος ἁγίου δωρεὰν καὶ χάριν. τοιοῦτοι γὰρ ὄντες οἱ προειρημένοι, ἄστατον ἔχοντες καὶ τὸ φρόνημα ἠλίθιόν τε τὴν διάνοιαν, εἰς ἐπιβλαβεῖς καὶ εἰς ἥσσονας παρεκτροπὰς ὀλισθαίνουσαν. 44. Προϋπαντήσεται γὰρ αὐτοῖς τὸ ὑπ' αὐτοῦ τοῦ κυρίου εἰρημένον ὅτι «γίνεσθε ἕτοιμοι, ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ αἱ λαμπάδες ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔσεσθε ὡς καλοὶ δοῦλοι, προσδοκῶντες τὸν ἴδιον δεσπότην. ὡς γὰρ λῃστὴς ἐν νυκτί, οὕτως παραγίνεται ἡ ἡμέρα». καὶ ὁ ἅγιος ἀπόστολός φησιν «οὐκ ἐστὲ σκότους 3.192 τέκνα, ἀλλὰ ἡμέρας, ἵνα ἡ ἡμέρα ὑμᾶς μὴ ὡς κλέπτης καταλάβῃ». εἰ τοίνυν οἱ υἱοὶ τῆς ἡμέρας οὐχ ὑπὸ σκότους καλύπτονται, ἀλλὰ ἕτοιμοι γίνονται, ὅτι «ᾗ οὐκ οἴδασιν ἡμέρᾳ καὶ ᾗ οὐ προσδοκῶσιν ὥρᾳ ὁ δεσπότης αὐτῶν παραγίνεται,» ἄρα οὐ διαλλάξει παρὰ τοὺς αὐτοῦ δούλους καὶ υἱοὺς τῆς ἡμέρας ὁ διὰ τὴν αὐτοῦ φωτεινὴν ὑπόστασίν τε καὶ θεότητα αὐτὸς αἴτιος αὐτοῖς τούτων τυγχάνων; ἢ ὅτι ὡς οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ μὴ ἑτοιμασθέντες καταληφθήσεται ἀγνοῶν καὶ ὑπ' ἐλαττώσει τυγχάνων; τίς δὲ μὴ μεμηνὼς ταῦτα περὶ κυρίου λογίσαιτο, ὅτι αὐτὸς ἔσται ὡς οἱ ὑπ' αὐτοῦ δεσποζόμενοι ἄνθρωποι καὶ μεμαθητευμένοι ἢ ὡς οἱ χείρους διὰ τὴν αὐτῶν ἀνετοιμασίαν καὶ ἄγνοιαν; καὶ τὸ ὅλον ἐστὶν ἠλίθιον. εἰ τοίνυν ταῦτα οὐ δύναται πληροῦσθαι, ὁ δὲ λόγος παρεκτεινόμενος ἀντίθετος τῇ χρήσει εὑρεθήσεται, ἄρα ζητητέον ἐστι, τίνα τὸν λόγον εὕρωμεν, ἵνα ἀναντιθέτως τῶν ἀμφοτέρων σῳζομένων μὴ ἐκτραπῶμεν τῆς ἀληθείας. ἀδύνατον γὰρ τὸν κύριον ψεύδεσθαι καὶ ἀδύνατον αὐτὸν μάτην τὰς ἐξηγήσεις εἰς ἡμετέραν ζωὴν ποιεῖσθαι. γινώσκει τοίνυν ὁ πατήρ, γινώσκει ὁ υἱός, γινώσκει τὸ ἅγιον πνεῦμα. οὐδὲν γὰρ ἐν πατρὶ διηλλαγμένον παρὰ τὸν υἱόν, οὐδὲ ἐν υἱῷ παρηλλαγμένον παρὰ τὸ πνεῦμα, ὡς ἐν ἑκάστῃ τῶν προειρημένων αἱρέσεων ἐν χρείᾳ καταστάντες ἀπεδείξαμεν ἐξ ἀληθινῶν συστάσεων τὴν τριάδα εἶναι μίαν θεότητα καὶ μηδὲν ἔχειν ἐν ἑαυτῇ παρηλλαγμένον, ἀλλὰ τὸ πᾶν τελειότης, τρία τέλεια, μία δοξολογία καὶ μία κυριότης. 45. Ἀλλ' ἐρεῖς μοι· τίνι τοίνυν τῷ λόγῳ εἴρηκε τοῦτο; καὶ ἤδη μὲν ἄλλῃ μοι περὶ τοῦ λόγου τούτου πέφρασται. οὐδὲν δὲ κωλύσει τοῖς αὐτοῖς προσθεῖναι καὶ τὰ αὐτὰ ἀληθινὰ ῥήματα λέγειν· «ἐμοὶ μὲν οὐκ ὀκνηρόν,» τοῖς δὲ ἐντυγχάνουσιν «ἀσφαλὲς ἔσται», τοῖς δὲ δι' ἐναντίας εἰς ἔλεγχον. ἡ γὰρ ὑπόθεσις τοῦτον ἔχει τὸν τρόπον. τρία γὰρ τάγματα ἐν ταὐτῷ ὑπεισήνεγκεν ἐν μέσῳ, πατέρα καὶ ἑαυτὸν καὶ πάντας ἀγγέλους ἐν οὐρανῷ. καὶ τῷ μὲν πατρὶ ἀπέδωκε τὸ εἰδέναι, οὐ μόνον εἴδησιν ὑποδεικνύων καὶ γνῶσιν, ἀλλὰ καὶ τὰ ἀεὶ παρὰ πατρὶ καὶ παρὰ υἱῷ ἀναμφιβόλως κεκρατυμμένα τε καὶ γεγενημένα καὶ εἰργασμένα. καὶ ὁ μὲν πατὴρ οἶδε τὴν ἡμέραν, ἅμα οἶδεν αὐτὴν καὶ εἰργάσατο καὶ πέπραχε καὶ ἔκρινεν, ὡς ἔφη ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὅτι «ὁ πατὴρ οὐδένα κρινεῖ, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ». ἐν γὰρ τῷ δεδωκέναι κέκρικεν· κρίνας τοίνυν ἔγνω· γνοὺς οἶδε πότε ἔρχεται. 3.193 «ὁ γὰρ μὴ πιστεύων εἰς τὸν υἱὸν ἤδη κέκριται», οὐ τῆς κρίσεως παρελθούσης, ἀλλὰ τῶν τότε μελλόντων ἔσεσθαι ἤδη ἀποδεικνυμένων, ὡς καὶ ἐπὶ τούτῳ τὸ τοιοῦτον πληροῦται. οἶδε γὰρ ἡ γραφὴ εἴδησιν καὶ εἴδησιν, ὡς καὶ πολλάκις εἰς τὸ συνεκτικὸν κατερχόμενοι ἀπὸ ὁμοιωμάτων καὶ παραδειγμάτων τῶν ἤδη πεπραγματευμένων τὴν σαφήνειαν καὶ τὴν φράσιν ἑκάστης ὑποθέσεως παριστῶντες οὐ διελείψαμεν. 46. Ἀναλάβωμεν τοίνυν ἐξ ὑπαρχῆς αὖθις καὶ περὶ τούτων εἴπωμεν. τί φατέ, ὦ οὗτοι; ᾔδει Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ πρὸ τῆς παρακοῆς καὶ παραβάσεως ἢ οὐκ ᾔδει; καὶ οὐ δύνασθε ἀντειπεῖν τῇ ἀληθείᾳ. ἐὰν γὰρ μὴ θελήσητε ὀρθοποδῆσαι πρὸς τὸν τοιοῦτον νοῦν ἐλεγχθήσεσθε. «ἦσαν γάρ» φησι

429

«γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο». γυμνῶν δὲ αὐτῶν ὄντων καὶ οὐ τυφλωττόντων *. οὔτε γὰρ τοῦτο ἀρνήσασθαι δύνασθε, μὴ βλέποντας αὐτοὺς ὁμολογῆσαι. «εἶδε» γάρ, φησιν, «Εὔα τὸ ξύλον ὅτι καλὸν εἰς βρῶσιν καὶ ὡραῖον τοῦ κατανοῆσαι.» ἄρα γοῦν εἶδον καὶ ᾔδεισαν. εἰδότες δὲ καὶ ὁρῶντες ἀλλήλους ἐπεγίνωσκον. ἦν δὲ μετὰ πολὺν χρόνον ὅτε φησὶν ἡ γραφή, «καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ». ἀλλὰ τὴν μὲν πρώτην εἴδησιν καὶ βλέψιν περὶ εἰδήσεως δι' ὁράσεως συνισταμένης λέγει καὶ διὰ ἐννοίας, περὶ δὲ τῆς δευτέρας γνώσεως περὶ εἰδήσεως διὰ χρήσεως ἀπαγγέλλει· ὡς καὶ περὶ Δαυὶδ γηράσαντος λέγει ἡ θεία γραφή· «καὶ ἐγήρασε Δαυὶδ καὶ οὐκ ἐθερμαίνετο, καὶ εἶπον αὐτοῦ οἱ παῖδες αὐτῷ· ζητηθήτω τῷ βασιλεῖ παρθένος, καὶ εὑρέθη Ἀβισὰκ ἡ Σωμανῖτις.» καί φησιν «ἔθαλπεν αὐτὸν, καὶ συνεκοιμᾶτο αὐτῷ, καὶ οὐκ ἔγνω αὐτὴν Δαυίδ». τὴν σύσσωμον καὶ σύμπλευρον πῶς οὐκ ᾔδει; ἀλλ' ἐνταῦθα εἴδησιν οὐ τὴν δι' ἐννοίας διηγεῖται, ἀλλὰ τὴν διὰ χρήσεως. καὶ γὰρ καὶ ἐπὶ τοῦ Ἰακώβ· ὅτι μὲν γὰρ ἑπτὰ ἔτη ἐτύγχανε ποιμαίνων μετὰ Ῥαχὴλ καὶ Λείας, καὶ ᾔδει αὐτάς. ὅτε δὲ περὶ τῆς συναφείας τῆς τοῦ σεμνοῦ αὐτῶν γάμου διηγεῖται, φησίν «ἔγνω Λείαν τὴν γυναῖκα αὐτοῦ». ὅτι ἡ μὲν πρώτη εἴδησις δι' ἐννοίας ἦν καὶ δι' ὁράσεως, ἡ δὲ δευτέρα γνῶσις καὶ εἴδησις διὰ χρήσεως καὶ 3.194 ἐνεργείας. οὕτω καὶ ἐν τῇ θείᾳ γραφῇ «ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ», οὐχ ὡς ἀγνοοῦντος τοὺς μὴ ὄντας, ἀλλὰ τὸ ἐνεργὲς τῆς τοῦ κυρίου ἀντιλήψεως σημαίνει. καὶ «ἀπόστητε ἀπ' ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας, οὔπω ἔγνων ὑμᾶς». ἆρα οὐκ ᾔδει αὐτοὺς κατὰ εἴδησιν; ἀλλ' ἐπειδὴ οὐκ ἦσαν ἄξιοι αὐτοῦ, τὸ πρακτικὸν ἀπ' αὐτῶν ἀναιρεῖ. καὶ ἐν ἄλλῳ τόπῳ «ὑμᾶς ἔγνων ἐκ πάντων ἐθνῶν». ἆρα γὰρ τὰ ἔθνη πάντα καὶ ὁ ἀριθμὸς πάσης ἀνθρωπότητος ἀπὸ τῆς αὐτοῦ γνώσεως παραλέλειπται, καὶ οὐχὶ μᾶλλον αἱ τρίχες ἑκάστης κεφαλῆς ἀνθρώπου, τῶν τε αὐτῷ δουλευόντων καὶ τῶν αὐτῷ ἀπειθούντων, ὑπ' αὐτοῦ γινώσκονται; καὶ «ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός». ἆρα γὰρ ἀγνοεῖ τὰς ἐξ ἀριστερῶν; καὶ πόσα ἐστὶ τοιαῦτα εἰπεῖν περὶ εἰδήσεως καὶ εἰδήσεως; 47. Οὕτω καὶ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. ἐπειδὴ γάρ φησιν «ὁ πατὴρ τὴν κρίσιν δέδωκε τῷ υἱῷ», τὴν τῆς γνώσεως καὶ χρήσεως γνῶσιν ἀπέδωκεν ἤδη τῷ πατρί. ὅτι «οὐδεὶς οἶδε τὴν ἡμέραν εἰ μὴ ὁ πατήρ» κατὰ δύο τρόπους· ὅτι οἶδε, πότε ἔρχεται καὶ γὰρ ἐπὶ τῇ αὐτοῦ ἐξουσίᾳ ἡ ἡμέρα καὶ ὥρα ἔρχεται, καὶ οἶδεν αὐτὴν κατὰ πρᾶξιν· ἤδη γὰρ πέπρακται αὐτῷ, παραδεδομένη ἡ κρίσις τῷ μονογενεῖ. οὕτω καὶ ἐν τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ, θεῷ ὄντι καὶ μηδὲν ἀπὸ πατρὸς παρηλλαγμένῳ, ἡ αὐτὴ εἴδησις. αὐτὸς γὰρ οἶδεν αὐτήν, καὶ αὐτὸς ἄγει αὐτὴν καὶ φέρει καὶ τελεῖ καὶ κρίνει καὶ ἄνευ αὐτοῦ οὐκ ἔρχεται. οὔπω δὲ ἔγνω αὐτὴν κατὰ πρᾶξιν, τουτέστιν οὔπω ἔκρινεν. ἔτι γὰρ ἀσεβεῖς ἀσεβοῦσι καὶ ἄδικοι πλεονεκτοῦσι καὶ πόρνοι καὶ μοιχοὶ καὶ εἰδωλολάτραι ἀνομοῦσι καὶ ὁ διάβολος ἐνεργεῖ καὶ αἱρέσεις ἐπανίστανται καὶ ἡ πλάνη ἐργάζεται, ἕως ἐνέγκῃ αὐτὴν τὴν ἡμέραν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ καὶ τὸ δίκαιον ἑκάστῳ ἀπονείμῃ· καὶ * γνώσεται αὐτήν, τουτέστι πράξει αὐτὴν δυνάμει. καὶ ἐν μὲν πατρὶ κατὰ δύο τρόπους πεπλήρωται, ἐν δὲ τῷ υἱῷ κατὰ εἴδησίν ἐστι καὶ οὐκ ἀγνοεῖται, κατὰ δὲ πρᾶξιν οὔπω ἐτελέσθη, ἐπειδὴ οὔπω κέκρικεν. ἀπὸ δὲ τῶν ἁγίων ἀγγέλων κατὰ δύο τρόπους παραλέλυται, * καὶ ἐν τῷ μηδέπω κατὰ πρᾶξιν ἐγνωκέναι αὐτούς, τουτέστιν ἐπιτελέσαι. οὔπω γὰρ προσετάχθησαν ἐξελθεῖν καὶ συναγαγεῖν τοὺς ἀσεβεῖς, ὡς τὰ ζιζάνια, δεσμὰς δεσμάς, καὶ ἑτοιμάσαι εἰς τὸ πῦρ κατακαῆναι. καὶ ὁρᾶτε, ὦ ἀγαπητοὶ καὶ τοῦ θεοῦ δοῦλοι, ὅτι 3.195 μάτην ἕκαστος τῶν κατά τινα πρόληψιν ἑαυτοῖς τὰ δεινὰ ἐπισπωμένων ἐστρατεύσατο, διαφόρως ἕκαστος καθ' ἑαυτοῦ εἰς τὸν υἱὸν τοῦ θεοῦ τὰ ἥσσονα καὶ ἠλαττωμένα βλασφημεῖν ἐπιχειροῦντες. 48. Ἀλλὰ καὶ ταύτης ἱκανῶς τὴν φράσιν πεποιημένοι ἐπ' ἄλλας πάλιν αὐτῶν λέξεις δῶμεν τὸν νοῦν σὺν τῇ τοῦ θεοῦ δυνάμει. οἱ

430

γὰρ γεννάδαι καὶ εἰς πάντα εὔτολμοι, καίτοι γε ὁμολογοῦντες οὐχὶ κατὰ τοὺς Μανιχαίους οὐδὲ κατὰ ἄλλας πολλὰς αἱρέσεις, ἀλλὰ κἂν τὸ κατὰ σάρκα ἀληθὲς κατέχοντες, καὶ αὐτὸ δὲ ἐλλιπῶς καὶ οὐ πληρέστατα· ὁμολογοῦσι γὰρ τὸν σωτῆρα σάρκα ἀληθινῶς ἐσχηκέναι, ἀκούοντες δὲ ἀπ' αὐτοῦ τοῦ εὐαγγελίου ὅτι κέκμηκεν ἐκ τῆς ὁδοιπορίας, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοιμήθη, καὶ ἀνέστη, ταῦτα πάντα συνάξαντες εἰς τὴν θεότητα ἀναφέρουσι τὴν αὐτοῦ, βουλόμενοι τὴν θεότητα αὐτοῦ ὡς ἐκ τῶν τοιούτων ὑποθέσεων ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας. ὅτι «εἰ ἔστι» φησίν «ἐκ τοῦ πατρός, τοῦ πατρὸς μὴ κοπιῶντος μηδὲ διψῶντος μήτε πεινῶντος, καθὼς ἡ θεία γραφὴ λέγει, "οὐ κοπιάσει οὐδὲ πεινάσει οὐδὲ διψήσει οὔτε ὑπνώσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ"· τούτων δὲ οὕτως εἰς τὸν υἱὸν τελειωθέντων, ἀλλότριος ἄρα,» φησίν, «ὑπάρχει τῆς τοῦ πατρὸς οὐσίας τε καὶ φύσεως.» καὶ ὅτι μὲν ταῦτα εἰς τὸν μονογενῆ οὐκ ἐπληροῦτο πρὸ τῆς ἐνσάρκου παρουσίας, καὶ αὐτοὶ ὁμολογήσουσιν· ὅταν δὲ ὁμολογήσωσιν ἀναγκαζόμενοι, ἔλθωσι δὲ εἰς τὰ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ τετελειωμένα καὶ ἀκούσωσι διόπερ ἔλαβε σῶμα, διὰ τοῦτο ταῦτα εὐλόγως ἐπετέλει, ἐνδιδοὺς ὥσπερ ἡνίοχος τῷ ἅρματι εἰς τὰς εὐλόγους χρείας, ὅτι κατὰ ἀλήθειαν σάρκα ἐνεδύσατο καὶ οὐ κατὰ δόκησιν, τότε φάσκουσι μὴ ἐκ σαρκὸς εἶναι ταῦτα μόνης. 49. Καὶ γὰρ τῷ μὲν ὄντι καθ' ἑαυτὴν οὔτε διψήσει οὔτε κοπιάσει. οὐκ ἴσασι δὲ οἱ τὴν ὁδὸν καταλελοιπότες καὶ ἐπὶ τὰς ἐναντίας τρίβους ἐκτραπέντες ὅτι οὐ μόνον σάρκα ὁ υἱὸς τοῦ θεοῦ ἔλαβεν ἐλθών, ἀλλὰ καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου διὰ πνεύματος ἁγίου ἀληθῶς γεννηθείς. οὐ βούλονται καταδέξασθαι ψυχὴν αὐτὸν εἰληφέναι * διὰ τὸν τοιοῦτον πρὸς αὐτοὺς ἔλεγχον, ὅπερ 3.196 ἐστὶν εὐχερέστερον ἁπάντων πρὸς ἀντίθεσιν τῆς αὐτῶν ματαιολογίας. αὐτὸς γὰρ ὁμολογεῖ ἀληθὴς θεὸς ὁ λέγων περὶ αὐτοῦ, ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια» ὅτι «ἡ ψυχή μου τετάρακται» καὶ «περίλυπός ἐστιν ἡ ψυχή μου» καὶ «ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ λαβεῖν αὐτήν», καὶ ἵνα δείξῃ ἑαυτὸν θεὸν μὲν εἶναι ἔχοντα τὴν ἐξουσίαν *. ἀνθρώπου γὰρ οὐκ ἔστιν οὗτος ὁ λόγος· οὐδεὶς γὰρ ἔχει ἐξουσίαν τοῦ θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ λαβεῖν αὐτήν. ὅταν δὲ περὶ ψυχῆς διηγεῖται, δείκνυσιν ἑαυτὸν ἀληθινῶς ἐνανθρωπήσαντα καὶ μὴ δοκήσει. καὶ πάλιν «ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων»· καὶ ἵνα δείξῃ ἀληθινὰ ταῦτα ὄντα, ἐπὶ τοῦ σταυροῦ ἔλεγε τῷ πατρὶ «εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου» καὶ «ἐλθόντων, φησί, τῶν στρατιωτῶν, εὗρον αὐτὸν ἤδη ἐκπεπνευκότα». καὶ πάλιν «καὶ κράξας φωνῇ μεγάλῃ» εἶπεν «ἠλὶ ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» ὡς ἤδη καὶ ταύτην τὴν δύναμιν τοῦ λόγου ἐφράσαμεν καὶ «ἐξέπνευσε» φησὶ τὸ εὐαγγέλιον. τὸ δὲ «ἐξέπνευσε» καὶ «εἰς χεῖράς σου» καὶ τὸ «ἡ ψυχή μου τετάρακται» καὶ τὰ ἄλλα πάντα τῆς ἀληθείας λεγούσης, τίς οὕτως ἠλίθιος εἴη πεισθῆναι μὲν τοιούτῳ ἐργαστηρίῳ ἀνθρώπων μυωπαζόντων καὶ ὀνειροπολουμένων καὶ καταλεῖψαι αὐτὰς τὰς τοῦ θεοῦ λόγου εὐλόγους ῥήσεις τῆς ἀληθείας; 50. Ἀλλὰ λοιπὸν λεξιθηροῦντες τὰ καλῶς καὶ ὀρθῶς εἰρημένα ἀπὸ ἑκάστης γραφῆς, δίκην πειρατῶν ἀνδρῶν σώματα ὑγιῆ ἀκρωτηριαζόντων, μαρτυρίᾳ τινὶ κέχρηνται, ᾗ τροπικώτερον πολλάκις ἡ γραφὴ κεχρημένη διηγεῖται. καὶ τὸ μὲν τροπικῶς εἰρημένον ἀληθείᾳ φέρειν εἴωθαν, τὸ δὲ ἀληθῶς καὶ ἀπαρεμφάτως κεκηρυγμένον εἰς ἕτερον πρόσωπον ἀλληγοροῦσιν. εὐθὺς γὰρ ἀναπηδῶσιν ἀπὸ τοῦ ἁγίου Ἠσαΐου φέροντες ῥῆσιν ὅτι ἐκ προσώπου τοῦ πατρὸς εἴρηται, ὅτι «ἰδοὺ συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ' ὃν εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου», ὡς τοῦ πατρὸς εἶναι ταύτην τὴν λέξιν. καὶ γὰρ ἀληθές. «πῶς οὖν; καὶ ὁ πατήρ,

431

φησί, ψυχὴν εἴληφεν;» ἐὰν δὲ εἴπωμεν ὅτι «μὴ γένοιτο», τί οὖν, φησίν, ἀλλ' ὅτι τροπικώτερον εἴρηται; ἄρα οὖν, φασίν, καὶ τὸ ἀπὸ τοῦ υἱοῦ εἰρημένον τροπικώτερον εἴρηται. καὶ νομίζουσιν ἐν τούτῳ κατὰ τῆς ἀληθείας 3.197 εὑρίσκειν θηρᾶσθαι πρόφασιν, ὅπερ αὐτοῖς οὐ δοθήσεται. ἀκαλλώπιστος γὰρ οὖσα ἡ ἀλήθεια καθ' ἑαυτὴν ἕστηκε, μήτε ἡττωμένη μήτε καλλωπισμοῦ ἐπιδεομένη. ἴδωμεν γὰρ τῶν ἀμφοτέρων τὴν δύναμιν. εἰ μὲν γὰρ ὁ πατὴρ ἦλθεν εἰς σῶμα καὶ σάρκα ἐνεδύσατο καὶ εἴρηκε τὸν λόγον τοῦτον, ἀληθινῶς ψυχὴν ἔσχεν. εἰ δὲ σάρκα ὁ πατὴρ οὐκ ἐνεδύσατο, εἴρηκε δὲ ὅτι «ἡ ψυχή μου», τροπικῶς τοῦτο περὶ τοῦ θεοῦ ᾄδεται, ἵνα ἐνασφαλίσηται τὸ γνήσιον καὶ δείξῃ τὴν πρὸς τὸν υἱὸν γνησιότητα. ἀλλ' οὐκέτι περὶ τοῦ υἱοῦ τὰ αὐτά ἐστιν ἐν τούτῳ λέγειν. ὁ μὲν γὰρ πατὴρ οὐκ ἔλαβε σάρκα, ὁ δὲ υἱὸς ἐνεδύσατο σάρκα. ὁ πατὴρ ἄνθρωπος οὐ γέγονεν, ὁ δὲ υἱὸς γέγονεν ἄνθρωπος. τὸ ὅμοιον γὰρ ἐπὶ τῷ πατρὶ ῥητέον. ὡς γὰρ ἐνταῦθα λέγει «ἠγάπησεν αὐτὸν ἡ ψυχή μου». οὕτως λέγει «εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου», καὶ «ἡ καρδία μου πόρρω ἀπέχει ἀπ' αὐτῶν». εἰ τοίνυν διὰ τὸ τροπικώτερον εἰρῆσθαι, ὅτι ἠγάπησεν ἡ ψυχή μου, δεχόμεθα τὸ περὶ ψυχῆς, ἄρα γοῦν καὶ τὸ περὶ καρδίας τροπικώτερον εἴρηται. καὶ δῆλον ὅτι καὶ παντὶ τῷ σύνεσιν κεκτημένῳ σαφὲς εἴη. εἰ τοίνυν τροπικῶς λέγει περὶ ψυχῆς ὁ πατὴρ καὶ περὶ καρδίας ἧς οὐκ ἔλαβεν οὐ γὰρ ἐφόρεσε σάρκα, τροπικώτερον εἰς τὸν πατέρα τὰ τοιαῦτα ἀναλογεῖται. οὐκέτι δὲ ταὐτὸν περὶ τοῦ υἱοῦ ἡγητέον· ὁ υἱὸς γὰρ ἔλαβε σάρκα καὶ πᾶσαν τὴν ἀνθρωπείαν θέσιν. 51. Ἔσται γὰρ τοῦτο ἐναντίον τῷ περὶ υἱοῦ τροπικώτερον λέγοντι περὶ τῆς ἐκ προσώπου τῆς ἐνανθρωπήσεως, * κἂν ἔν τινι μέρει λόγου * γενομένης ὑποθέσεως διὰ τὸ ἀληθινῶς ἐνανθρωπῆσαι. εἰ γὰρ ἀλληγορεῖται τὸ περὶ ψυχῆς υἱοῦ καὶ τροπικώτερον περὶ αὐτῆς ὑποληπτέον, ἄρα καὶ περὶ καρδίας τοιαῦτα λελέχθω. καὶ δώσομεν λοιπὸν τὰ πάντα δόκησιν εἶναι καὶ οὐκ ἀλήθειαν. τροπικῶς ἄρα εἴρηται καὶ περὶ σαρκὸς κατὰ τὸν φιλόνεικον Ἀρείου λόγον καὶ οὐκέτι καρδίαν ἔσχεν ἐλθὼν ὁ λόγος οὔτε ἧπαρ οὔτε σάρκα οὔτε ἔγκατα οὔτε ὀστέα οὔτε τι τῶν τοιούτων, ἀλλὰ πάντα λοιπὸν ἀλληγορεῖται καὶ τροπικώτερον λέγεται· ἢ ὅτι ὅλως φυρτὸν ἔλαβε σῶμα, μηδὲν τῶν ἐντοσθίων ἔχον. πῶς οὖν ἤσθιε καὶ ἔπινεν; ἀλλὰ ἄπαγε. εἰ δὲ ὁ πατὴρ λέγει καρδίαν καὶ ψυχήν, δύναται δὲ εἰς 3.198 αὐτὸν ἀλληγορεῖσθαι καὶ τροπικῶς λέγεσθαι, * καὶ εἰς τὸν υἱὸν τροπικῶς, διὰ τὸ ἀρνεῖσθαι αὐτὸν εἰληφέναι ψυχήν. εἰ δὲ τὸ περὶ καρδίας πιεζόμενοι οὐ δύνανται ἀρνήσασθαι, διὰ τὸ ὁμολογεῖσθαι παρ' αὐτῶν πᾶσαν τὴν θέσιν τοῦ σώματος τὸν κύριον εἰληφέναι, ἀπὸ τοῦ ὁμολογεῖσθαι καρδίαν καὶ καρδίαν, τὴν μὲν ἀληθινῶς ὁμολογουμένην, τὴν δὲ ἀλληγορουμένην, οὕτω καὶ περὶ ψυχῆς ὁ λόγος ἀληθὴς ὑπάρχει καὶ οὐκ ἀλληγορεῖται οὔτε τροπικῶς λέγεται. οὔσης δὲ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως ἐν παντὶ τετελειωμένης, σώματι καὶ ψυχῇ καὶ νῷ καὶ καρδίᾳ καὶ εἰς πάντα ὅσα ἐστὶν ἄνθρωπος χωρὶς ἁμαρτίας, γέγονε δὲ αὐτῷ τὰ ἀνθρώπινα εὐλόγως πράττεσθαι καὶ ἐν θεότητι τελείως † ἐν σωτηρίᾳ ἐπιτελεῖσθαι· οὐκέτι ἡ αὐτοῦ θεότης ἀδοξήσει παρὰ τὴν τοῦ πατρὸς τελειότητα, ἀλλὰ διὰ τὴν ἔνσαρκον ἐνανθρώπησιν καὶ τὸ διψῆσαι καὶ τὸ πεινᾶσαι καὶ τὸ πιεῖν καὶ ἐσθίειν καὶ τὸ ὑπνοῦν καὶ ἀδημονεῖν πληρωθήσεται, ἀπαθοῦς οὔσης τῆς αὐτοῦ θεότητος. καὶ διέπεσεν αὐτῶν πάλιν ὁ περὶ τούτου λόγος, ἐπειδὴ ἦλθεν εἰς σάρκα θεὸς ὤν. 52. Λεγόντων αὐτῶν ὅτι εἰ ἦν ἐκ τοῦ πατρός, πῶς εἰς σάρκα ἦλθεν; φήσειεν ἄν τις πρὸς αὐτούς, περὶ τῶν ἀγγέλων τί φατε; παντί τῳ δῆλόν ἐστιν ὅτι ὁμολογοῦσι τοὺς ἀγγέλους ὑπὸ τοῦ υἱοῦ γεγονέναι. καὶ γὰρ καὶ περὶ τοῦ πνεύματος βλασφημοῦσι καὶ τολμῶσι λέγειν κεκτίσθαι ὑπὸ τοῦ υἱοῦ, ὅπερ ἐστὶν ἄκτιστον ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. εἰ οὖν εἰς τὸ πνεῦμα τὸ ἅγιον τολμῶσι τοῦτο λέγειν, πόσῳ γε μᾶλλον περὶ τῶν ἀγγέλων

432

οὐ δυνήσονται ἀρνήσασθαι ὅτι ἐκ τοῦ μονογενοῦς ἐσχήκασι τὸ εἶναι κεκτισμένοι γεγονότες; εἰ τοίνυν οἱ ὑπ' αὐτοῦ γεγονότες ἄγγελοι πνευματικοὶ μὲν γεγονότες, πλὴν κτίσματα αὐτοῦ ὄντες καὶ ὑποβεβηκότες πολὺ ἀπείρως τῆς αὐτοῦ οὐσίας, ὡς ἔργον αὐτοῦ ὄντες, ὅμως σάρκα μὴ εἰλήφασι, τί ἐροῦμεν; ἆρα μείζους εἰσὶ τοῦ υἱοῦ ὑπ' αὐτοῦ κτισθέντες; ἢ καὶ τὸ πνεῦμα τὸ ἅγιον; διὰ τί μὴ εἰς σάρκα ἦλθε καὶ σάρκα ἐφόρεσε καὶ ἐνηνθρώπησεν, ἢ τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἤ τις τῶν ἀγγέλων; οὐ γὰρ πάντως διὰ τὸ ἠλαττῶσθαι τὸν υἱὸν παρὰ τὸν πατέρα, τούτου ἕνεκα σάρκα ἐνεδύσατο, ἐπεὶ ἂν ὤφειλον καὶ 3.199 οἱ ἄγγελοι πάντως σάρκα ἐνδύσασθαι ἢ καὶ τὸ πνεῦμα, ἀλλ' ἐπειδὴ ἡ σοφία ὢν τοῦ πατρὸς καὶ δύναμις καὶ λόγος αὐτὸς τὰ πάντα ἐδημιούργησε σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι, ἵνα δείξῃ ὅτι τὸ αἴτιον ὁ Ἀδὰμ τῆς παραβάσεως οὐκ ἀπὸ τοῦ πεπλακέναι οὐδὲ ἀπὸ τοῦ πεποιηκέναι τὸ ἁμαρτὲς ἢ τὸ τῆς παρακοῆς ἔσχεν, ἀλλ' ἀπὸ ἰδίας προαιρέσεως, ἵνα τὴν δικαίαν κρίσιν εἰς τέλος διεξαγάγοι, ὡς εἶπεν ὁ Ἠσαΐας «κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἐξαγάγοι τὴν κρίσιν εἰς νῖκος, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι», καθάπερ καὶ Δαυὶδ περὶ αὐτοῦ εἴρηκε τὸ «καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε». ἐκρίθη γάρ, ἵνα κρίνων δικαίως φράξῃ τὰ στόματα τῶν μελλόντων ἀντιλέγειν. οὐ γὰρ δυνήσεταί τις ἀντιλέγειν τῇ αὐτοῦ δικαίᾳ κρίσει. ἐφόρεσε γὰρ τὸ σῶμα, ἄχραντον αὐτὸ συντηρήσας. οὐ γὰρ ὃ γέγονεν ἐν τῷ ἀνθρώπῳ ἀπ' ἀρχῆς τουτέστιν ἐν τῷ Ἀδάμ, πάντως εἰς τοῦτο ἐκ τοῦ δημιουργοῦ, τοῦ ἀναιτίου τῆς τοῦ Ἀδὰμ ἁμαρτίας, τὸ ἁμαρτεῖν γέγονε καὶ διὰ τοῦτο ἥμαρτεν, ἀλλὰ τὸ αὐτεξούσιον αὐτῷ ἀπέδωκεν καὶ αἴτιος ἑαυτῷ ἕκαστος γίνεται ἁμαρτίας. διά τοι τοῦτο ἀναίτιος ὢν ὁ δημιουργὸς θεὸς λόγος, ὁ σὺν πατρὶ κτίσας τὸν ἄνθρωπον καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἀθάνατος καὶ ἄχραντος, ἰδίᾳ δοκήσει ἀρρήτῳ τινὶ σοφίας μυστηρίῳ ἐνηνθρώπησε, τελείως τὰ πάντα ἀναδεξάμενος ὑπὲρ τοῦ ἰδίου πλάσματος δι' ὑπερβολὴν φιλανθρωπίας, οὐ μετὰ ἀνάγκης, ἀλλ' ἑκουσίᾳ γνώμῃ, ἵνα «ἐν τῇ σαρκὶ κατακρίνῃ τὴν ἁμαρτίαν» καὶ ἐπὶ τῷ σταυρῷ διαλύσῃ τὴν κατάραν καὶ ἐν τῷ μνήματι καταφαίρετον ποιήσῃ τὴν φθορὰν καὶ ἐν τῷ Ἅιδῃ σὺν τῇ ψυχῇ κατελθὼν ἐν τῇ θεότητι κλάσῃ «τὸ κέντρον τοῦ θανάτου» καὶ διαλύσῃ τὴν πρὸς τὸν Ἅιδην διαθήκην. οἱ δὲ ἀχάριστοι παντάπασι τὰ ἀγαθὰ εἰς κακὰ μετατρέποντες, ἀνθ' ὧν εὐχαριστῆσαι ἔδει τῷ φιλανθρώπῳ καὶ τελείῳ καὶ ἀγαθῷ ἐξ ἀγαθοῦ πατρὸς ὑπάρχοντι οὐκέτι εὐχαριστοῦσιν, ἀλλ' ἀχαριστοῦσι μᾶλλον, πάθη τῇ αὐτοῦ θεότητι προσάπτοντες, ἃ μὴ δύνανται συνιστᾶν, τῆς ἀληθείας φανερᾶς πᾶσιν ὑπαρχούσης. 53. Καὶ τούτων οὕτως ἑρμηνευομένων πάλιν ἐπ' ἄλλας λέξεις ἐφεξῆς ἐλεύσομαι. λέγουσι γὰρ τὸ ῥητὸν τοῦ εὐαγγελίου κακῶς ἑρμηνεύοντες ὅτι «ὁ ἀποστείλας με πατὴρ μείζων μού ἐστι». καὶ πρῶτον μὲν «ὁ ἀποστείλας 3.200 με πατήρ» φάσκει, καὶ οὐχ «ὁ κτίσας με». πᾶσαι γὰρ αἱ θεῖαι γραφαὶ τὴν αὐτοῦ πρὸς πατέρα γνησιότητα σημαίνουσιν. «ἐγέννησάς με» φησὶ «πάτερ», καὶ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ὁ ἀποστείλας με πατήρ»· καὶ οὐδαμοῦ ὁ κτίσας, οὐδαμοῦ ὁ ποιήσας εἴρηκε. καὶ πῶς οὗτοι τὰ μὴ ὄντα ἑαυτοῖς ἐπισωρεύουσιν; «ὁ» δὲ «ἀποστείλας με πατὴρ μείζων μου ἐστί.» τί τούτου κυριώτερον; καὶ τί τούτου ἀναγκαιότερον; καὶ τί τούτου γνησιώτερον; καὶ τί τούτου πρεπωδέστερον; τίνι γὰρ πρέπει δοξάζειν πατέρα, ἀλλὰ υἱῷ ἀληθινῷ, τῷ ἐξ αὐτοῦ γεγεννημένῳ; ὁ πατὴρ γὰρ δοξάζει τὸν υἱὸν καὶ ὁ υἱὸς δοξάζει τὸν πατέρα, καὶ τούτου ἕνεκα εἰς ἡμῶν ὑπογραμμὸν καὶ ἕνεκεν τῆς πρὸς τὸν πατέρα δόξης ὑπ' αὐτοῦ ἀναφερομένης εἰς μίαν ἑνότητα καὶ εἰς μίαν δόξαν, δοξάζει ὁ υἱὸς τὸν πατέρα, ἵνα ἡμᾶς διδάξῃ τὴν αὐτοῦ τιμὴν τοῦ πατρὸς εἶναι, καθὼς εἴρηκεν ὅτι «ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ ἐπ' αὐτὸν μένει». «μείζων» δὲ κατὰ

433

ποῖον τρόπον οὗτοι λογίζονται; κατὰ ὄγκον; ἀλλὰ κατὰ χρόνον; ἀλλὰ κατὰ ὕψωμα; ἀλλὰ κατὰ ἡλικίαν; ἀλλὰ κατὰ ἀξίαν; τί τούτων ἐστὶν ἐν θεῷ, ἵνα τοῦτο διανοηθῶσιν; οὔτε γὰρ χρόνῳ ὑποπίπτει τὸ θεῖον, ἵνα ὑποδεέστερος νοηθῇ ὁ ἀχρόνως ἐκ πατρὸς γεγεννημένος· οὔτε προκοπῆς ἔχεται τὸ θεῖον, ἵνα ὁ μὲν υἱὸς προκόψας μὴ φθάσῃ τὴν τοῦ πατρὸς μεγαλειότητα. εἰ γὰρ κατὰ προκοπὴν ὁ υἱὸς τοῦ θεοῦ υἱὸς θεοῦ καλεῖται, ἄρα πολλοὶ ἦσαν ἴσοι αὐτῷ, καὶ τούτου ἕνεκεν αὐτὸς προέκοψε μείζων μὲν τῷ ἀξιώματι κληθείς, ἐλάττων δὲ τοῦ πρὸ αὐτοῦ ἐν ἀξιώματι ὄντος. ἀλλὰ φησὶν ἡ γραφή «τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;» ὡς τῶν πάντων καταχρηστικῶς λεγομένων, τούτου δὲ μόνου ὄντος υἱοῦ κατὰ φύσιν, καὶ οὐ κατὰ χάριν, ἐπειδήπερ «ἐφεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ οὐδεὶς αὐτῷ ἐξισωθήσεται». ἀλλὰ τί φασιν; ἐν ὑψώματι ὑπερέχει ὁ πατὴρ τοῦ υἱοῦ. ἐν ποίῳ τοίνυν μέρει τάττεται τὸ θεῖον; ἢ τοπικῶς περιορίζεται; ἵνα τῇ περιγραφῇ τὸ μεῖζον σημανθῇ. * «πνεῦμα γὰρ ὁ θεός». καὶ ἐκ πανταχόθεν διαπίπτει ἡ αὐτῶν ἐπινενοημένη ξενολογία. καὶ τοῦτο δὲ παρελθόντες ἐπὶ τὰς ἑξῆς αὐτῶν λέξεις ἴωμεν, ὦ ἀγαπητοί. 54. Φασὶ γὰρ ὅτι οὐκ ἔστιν ὁ ἀποστέλλων ὅμοιος τῷ ἀποστελλομένῳ, ἀλλὰ ἄλλος ἐστὶν ὁ ἀποστέλλων τῇ δυνάμει καὶ ἄλλος ἐστὶν ὁ ἀποστελλό.201 μενος, ὅτι ὁ μὲν πέμπει, ὁ δὲ πέμπεται. καὶ εἰ κατ' αὐτοὺς ἦν ἡ τῆς ἀληθείας διάνοια, οὐκέτι ἐπὶ μίαν ἑνότητα ἀληθείας καὶ δυνάμεως καὶ θεότητος ἀνεφέρετο ἡ πᾶσα τῆς γνώσεως ὑπόθεσις. δύο γὰρ ἀπαντώντων ἢ δύο πεμπόντων οὐκέτι υἱὸς ὁ υἱὸς ἦν, ἀλλ' ἀδελφός, συναδέλφου συνόντος, οὐκέτι πατρός· ἀλλὰ ἢ κατὰ συναλοιφὴν ἢ κατὰ υἱοθεσίαν, ἢ αὐτὸς ἑαυτὸν ἦν ἀποστέλλων, ἢ οἱ δύο ἅμα ἀποστέλλοντες ἢ παραγινόμενοι, δύο θεότητας ἐσήμαναν καὶ οὐχὶ μίαν ἑνότητα. ἐνταῦθα οὖν ὁ ἀποστείλας καὶ ὁ ἀποστελλόμενος, ἵνα δείξῃ τῶν πάντων ἀγαθῶν μίαν εἶναι τὴν πηγήν, τουτέστι τὸν πατέρα, καθεξῆς δὲ τῆς πηγῆς οὐχ ἑτερωνύμως, ἀλλὰ κατὰ τὸ τοῦ υἱοῦ ὄνομα καὶ τοῦ λόγου ὢν μία πηγὴ ἐκ πηγῆς, ὁ υἱὸς προελθὼν, ἀεὶ ὢν παρὰ τῷ πατρί, γεγεννημένος * «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς»· καὶ ἵνα δείξῃ καὶ περὶ τοῦ ἁγίου πνεύματος, ἐπιφέρει «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς», ἵνα δείξῃ φῶς τὸν πατέρα καὶ φῶς τοῦ πατρὸς εἶναι τὸν υἱὸν καὶ φῶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ πηγὴν ἐκ πηγῆς, ἐκ τοῦ πατρὸς καὶ τοῦ μονογενοῦς, τὸ πνεῦμα τὸ ἅγιον· «ποταμοὶ γὰρ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον»· «ἔλεγε δὲ τοῦτο περὶ τοῦ ἁγίου πνεύματος», φησὶ τὸ εὐαγγέλιον. καὶ πάλιν φησί, δεικνύων τοῖς αὐτοῦ μαθηταῖς περὶ τῆς πρὸς τὸν πατέρα αὐτοῦ ὁμοουσιότητος, λέγων· «ἐάν τις ἀνοίξῃ μοι, εἰσελθὼν ἐγὼ καὶ ὁ πατήρ μου μονὴν παρ' αὐτῷ ποιήσομεν». καὶ οὐκέτι εἶπεν ἀποσταλήσομαι ὑπὸ τοῦ πατρός μου· ἀλλ' «ἐγὼ καὶ ὁ πατὴρ μονὴν ποιήσομεν παρ' αὐτῷ», ὡς κρούοντος τοῦ υἱοῦ καὶ τοῦ πατρὸς σὺν αὐτῷ εἰσερχομένου, ὡς ἀεὶ εἶναι καὶ μηδέποτε διαλιπεῖν πατέρα ἀπὸ υἱοῦ καὶ υἱὸν ἀπὸ τοῦ ἰδίου πατρός. διὸ καὶ ἐν ἑτέρῳ τόπῳ λέγει «ἐγώ εἰμι ἡ ὁδὸς καὶ δι' ἐμοῦ εἰσελεύσονται πρὸς τὸν πατέρα». καὶ ἵνα μή τινες ἥσσονα αὐτὸν πρὸς τὸν πατέρα νομίσωσι διὰ τὸ δι' αὐτοῦ πρὸς τὸν πατέρα εἰσιέναι, φησίν, «οὐδεὶς ἐλεύσεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν». ὁ πατὴρ οὖν φέρει πρὸς τὸν υἱὸν καὶ ὁ υἱὸς φέρει πρὸς τὸν πατέρα, εἰσφέρει δὲ ἐν πνεύματι ἁγίῳ. ἀεὶ γὰρ πάντοτε ἡ τριὰς ἐν μιᾷ ἑνότητι θεότητος, τρία τέλεια, μία θεότης. καὶ διέπεσεν ὁ τούτων λόγος. 55. Πάλιν δὲ φάσκουσι, τίνι τοίνυν τῷ λόγῳ εἴρηκεν ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ὅτι «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν 3.202 καὶ θεόν μου καὶ θεὸν ὑμῶν;» εἰ τοίνυν θεὸν αὐτοῦ ὁμολογεῖ, πῶς ἔτι ἔσται ἴσος αὐτῷ ἢ ὑπ' αὐτοῦ γνησίως γεγεννημένος; ἵνα δείξωσιν ἐν πᾶσιν ἀγνωσίαν θεοῦ αὐτοὺς ἔχειν καὶ ἐν μηδενὶ εἶναι «φωτισμῷ τοῦ εὐαγγελίου κατηυγασμένους». ψηλαφήσας γάρ τις καὶ

434

ἀνερευνήσας ἀπὸ τοῦ αἰῶνος καὶ κατὰ γενεὰν εἴσεται τῆς ἀληθείας τῆς τοῦ σωτῆρος ἡμῶν τελείας γνώσεως καὶ πρὸς τὸν πατέρα ἰσότητος τὴν δύναμιν. κνίζονται δὲ οὗτοι Ἰουδαϊκῷ φρονήματι περιβεβλημένοι καὶ ἀγανακτοῦσι τῷ υἱῷ τοῦ θεοῦ, καθάπερ ἐκεῖνοι ἔλεγον· ὅτι «δι' οὐδὲν πονηρόν σε λιθάζομεν, ἀλλ' ὅτι ἄνθρωπος ὢν υἱὸν θεοῦ σεαυτὸν ὀνομάζεις, ἴσον τῷ θεῷ ποιῶν σεαυτόν.» οὕτω καὶ οὗτοι τῷ αὐτῷ πάθει τῶν Φαρισαίων καὶ Ἰουδαίων περιπεσόντες ἀγανακτοῦσι, μὴ θέλοντες λέγειν τὸν υἱὸν ἴσον τῷ γεγεννηκότι. ὅρα γάρ μοι τὴν τῶν γραφῶν ἀκρίβειαν, ὅτι οὐδαμοῦ εἴρηκεν ἡ θεία γραφὴ τὸν λόγον τοῦτον πρὸ τῆς ἐνσάρκου παρουσίας, ἀλλ' ὁ πατὴρ τῷ υἱῷ «ποιήσωμεν ἄνθρωπον» λέγει, συνδημιουργὸν καλῶν τὸν υἱὸν καὶ γνήσιον δεικνὺς κατ' ἰσότητα. καὶ οὐδαμοῦ εἴρηκεν ὁ υἱὸς «θεόν μου καὶ θεὸν ὑμῶν» * «καὶ ἤκουσεν Ἀδὰμ τῆς φωνῆς τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ», καὶ «ἐλάλησεν ὁ θεὸς τῷ Νῶε· ποίησον σεαυτῷ κιβωτὸν ἐκ ξύλων ἀσήπτων», καὶ «ἔβρεξε κύριος παρὰ κυρίου», καὶ «εἶπε κύριος πρὸς Μωυσῆν· ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», καὶ Δαυὶδ λέγει «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου»· καὶ οὐδαμοῦ εἶπεν ὁ κύριος «θεόν μου καὶ θεὸν ὑμῶν». ὅτε δὲ ἔλαβε τὸ ἡμέτερον σῶμα «καὶ ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» καὶ ἐν ἡμῖν κατελογίσθη, τότε πρὸς τοὺς αὐτοῦ μαθητάς, πρὸς οὓς ὤφειλε κατὰ πάντα ὁμοιωθῆναι χωρὶς ἁμαρτίας, θεόν μου ἔλεγε καὶ θεὸν ὑμῶν, καὶ πατέρα μου καὶ πατέρα ὑμῶν· πατέρα μου μὲν κατὰ φύσιν ἐν τῇ θεότητι καὶ πατέρα ὑμῶν διὰ χάριν δι' ἐμὲ ἐν τῇ υἱοθεσίᾳ, θεόν μου δέ, ὅτι τὸ ὑμέτερον σαρκίον εἴληφα, καὶ θεὸν ὑμῶν κατὰ φύσιν καὶ ἀλήθειαν. καὶ οὕτω πάντα ἐστὶ σαφῆ καὶ διαυγῆ καὶ οὐδὲν ἐναντίον οὐδὲ θανάτου παραπλοκῆς ἔχον εἶδος ἐν τῇ θείᾳ γραφῇ, ὡς οὗτοι προφασίζονται, πονηρὰ ἑαυτοῖς ἐπινοοῦντες. νομίζω δὲ πάλιν καὶ πρὸς τοῦτο ἱκανῶς ἔχειν τὴν φράσιν, ἐπὶ δὲ τὰ ἄλλα λοιπὸν ἐπελεύσομαι. 3.203 56. Τὸ ἅγιον γὰρ πνεῦμα κτίσμα πάλιν κτίσματός φασιν εἶναι διὰ τὸ «διὰ τοῦ υἱοῦ τὰ πάντα γεγενῆσθαι», ὡς εἶπεν ἡ γραφή, ἀσυνέτως τινὰς διαρπάζοντες, οὐ καθὼς εἴρηται τὸ ῥητὸν ἔχοντες, ἀλλὰ κακῶς ὑπονοοῦντες καὶ ἀπὸ ῥητοῦ τὸ καλῶς εἰρημένον κατὰ τὴν κακὴν αὐτῶν ὑπόνοιαν παρερμηνεύοντες. οὐ γὰρ τὸ θεῖον εὐαγγέλιον περὶ τοῦ πνεύματος ἔφη, ἀλλὰ περὶ πάντων τῶν κεκτισμένων, ὅτι εἴ τι κτιστόν, διὰ τοῦ λόγου γεγένηται καὶ ὑπὸ τοῦ λόγου. τὸ γὰρ «πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· παρεκτεινομένης τῆς ἀναγνώσεως ἔχει «ὃ γέγονεν», ἵνα οὕτω γνωσθῇ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. εἶτα πάλιν «ἐν αὐτῷ ζωὴ ἦν»· ἔδει γὰρ καὶ ἐν τούτῳ πληρωθῆναι τὴν τοῦ ἁγίου Ἰωάννου ἀκολουθίαν, ἐν τῷ ὄντι τὰ μὴ ὄντα † πεπληρωμένος ἀεὶ ὁμολογοῦντος. «ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος». ἐπειδὴ ἦν καὶ ἦν καὶ ἦν, καὶ τὸ «ἐν αὐτῷ ζωὴ ἦν» καὶ τὸ «ἦν τὸ φῶς τὸ ἀληθινὸν» καὶ τὸ «ἐν τῷ κόσμῳ ἦν» καὶ ὅσα *, διὰ τούτου «ἦν» ἐκ πνεύματος ἁγίου σαφηνίζει ὁ μακάριος Ἰωάννης τὸ «πάντα δι' αὐτοῦ ἐγένετο τὰ γενόμενα»· ἀνωτέρω δὲ τῶν γενομένων αὐτὸς ὁ τὰ πάντα ποιήσας. λέγει δὲ ἡ γραφὴ δι' αὐτοῦ πάντα γεγονέναι, οὐκ ὠνόμασε δὲ ποῖα ἔστι τὰ γεγονότα. ὑπόνοια γὰρ οὐδαμοῦ ἦν πονηρίας, ἵνα μή τινες ὑπονοήσωσι τὰ μὴ ὄντα καὶ βλασφημήσωσι τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον ἅγιον θεοῦ πνεῦμα. δι' αὐτοὺς γάρ φησι ὁ κύριος ὅτι «ἐάν τις εἴπῃ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ἐὰν δέ τι εἴποι εἰς τὸ ἅγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ὧδε οὐδὲ ἐν τῷ μέλλοντι αἰῶνι». ἠλίθιον γάρ ἐστι τὸ πᾶν τοῦ αὐτῶν λόγου. κατὰ δὲ τὴν βλάσφημον αὐτῶν ὑπόνοιαν ἀντιλέξειέν τις αὐτοῖς καὶ εἴποι· ὦ γενναῖοι σοφισταὶ καὶ τῶν λόγων διαστροφεῖς, οἱ βουλόμενοι σὺν τοῖς γεγονόσιν ἀριθμεῖν τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, διὰ τὸ ῥητὸν τὸ «δι' αὐτοῦ τὰ πάντα ἐγένετο», ἀπὸ

435

τοῦ εἰπεῖν ὅτι «πάντα», μηδαμοῦ ὄντος σὺν πᾶσιν ἀριθμουμένου τοῦ ἁγίου πνεύματος. ἄρα γοῦν καὶ διανοηθῆναι ὀφείλετε, ἢ καὶ ἄλλος τις χείρων ὑμῶν ἕτερος, καὶ τὸν πατέρα διὰ τοῦ υἱοῦ γεγονέναι κατὰ τὴν βλάσφημον ὑμῶν ὑπόνοιαν. ὁμοῦ γὰρ συμπεριληπτικός ἐστιν ὁ λόγος φάσκων τὰ πάντα δι' αὐτοῦ γεγονέναι. εἰ δὲ βλάσφημον περὶ 3.204 τοῦ πατρὸς λογίζεσθαι τὸ τοιοῦτον καὶ μωρόν, τὸ ὅμοιον καὶ ἐπὶ τοῖς διανοουμένοις περὶ τοῦ ἁγίου πνεύματος τοῦ σὺν πατρὶ ἀριθμουμένου καὶ υἱῷ. εἰ γὰρ ἦν τῶν γεγονότων, οὐκ ἂν τῷ ἀκτίστῳ πατρὶ καὶ υἱῷ ἀκτίστῳ συνηριθμεῖτο, ἀλλ' ὅτι ἄκτιστόν ἐστιν συναριθμεῖται· εἶπε γὰρ «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». πῶς δὲ κτιστὸν εἴη τὸ πνεῦμα τὸ μαρτυρούμενον ὅτι «ἐκ τοῦ πατρὸς ἐκπορεύεται» καὶ «ἐκ τοῦ ἐμοῦ λαμβάνει», δι' οὗ καὶ ἡ τελεία τῶν ἀνθρώπων σωτηρία καὶ ἔνσαρκος οἰκονομία εἰς πᾶσαν δικαίωσιν ἐπληρώθη. «ἔχρισε γὰρ αὐτὸν πνεύματι ἁγίῳ» φησὶν ἡ γραφὴ περὶ τοῦ κυρίου. οὐκ ἂν δὲ τὴν ἔνσαρκον οἰκονομίαν σὺν τῷ θεῷ λόγῳ ἡνωμένην εἰς μίαν θεότητα ἔχρισεν ὁ πατὴρ κτίσματι, ἀλλ' ἐπειδὴ μία ἐστὶν ἡ τριάς, τρία τέλεια, μία θεότης, ἔδει ἐν τῷ υἱῷ οἰκονομικῶς τοῦτο γενέσθαι, ἵνα παντάπασι δοξαζομένη ἐν ἅπασι μία νοηθῇ ἡ τρίας, καθάπερ κατὰ πασῶν τῶν αἱρέσεων περὶ πνεύματος διηγούμενοι οὐ μίαν, οὐ δύο μαρτυρίας εἰσενέγκαμεν, ὅτι θεοῦ ἐστι πνεῦμα σὺν πατρὶ καὶ υἱῷ δοξαζόμενον, ἄκτιστον καὶ ἄτρεπτον καὶ τέλειον ὄν. ἐξέπεσε δὲ καὶ ὁ περὶ τούτου τῶν φιλονεικούντων λόγος ὁ καθ' ἑαυτῶν ἐπινενοημένος. 57. Πάλιν δὲ εἰς τὰς ἄλλας αὐτῶν λέξεις ἑαυτοὺς ἐπιδῶμεν. φασὶ γὰρ πάλιν, τὸ ῥητὸν οὐκ εὐλόγως κατέχοντες, ὅτι αὐτὸς ἔφη ὁ σωτὴρ «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός, ὁ θεός,» καὶ ἀφώρισεν ἑαυτὸν ἐντεῦθεν ἀπὸ τῆς τοῦ πατρὸς οὐσίας τε καὶ ὑποστάσεως. τὸ δὲ πᾶν ἐστι γελοιῶδες. εἰ γὰρ ὁ τοσαῦτα ἡμῖν ἀγαθὰ πεποιηκὼς οὐκ ἀγαθὸς παρ' αὐτοῖς κρίνεται, καὶ τίς ἔτι ἀγαθός; τί δὲ τούτου μοχθηρότερον εἴη, ὅτι ὁ δεδωκὼς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, ὁ τῇ ἑκουσίᾳ γνώμῃ ἐλθὼν εἰς τὸ παθεῖν, ὁ ἀπαθὴς θεὸς ὤν, ὅτι ὁ τὴν δωρεὰν ἡμῖν ποιησάμενος τῶν ἁμαρτημάτων, ὅτι ὁ τὰς ἰάσεις ἐπιτελέσας ἐν παντὶ Ἰσραήλ, ὁ ἐκ τῆς αὐτοῦ ἀγαθότητος τοσοῦτον γένος τῶν ἀνθρώπων πατρὶ συναγαγὼν ἐν ἀγαθότητι, ὁ τῆς ἀγαθότητος πρύτανις καὶ τῆς εἰρήνης δεσπόζων, ὁ ἄνω ἐκ πατρὸς ἀγαθὸς λόγος ἐκ τοῦ ἀγαθοῦ πατρὸς γεγεννημένος, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὁ ἐνεργήσας ἀνθρώποις καὶ πᾶσι τοῖς ὑπ' αὐτοῦ γεγενημένοις πᾶσαν ἀγαθότητα, οὐκ ἀγαθὸς παρ' αὐτοῖς κρίνεται. καὶ οὐκ ἴσασιν οἱ λήθην ἑαυτοῖς περιποιούμενοι, ὅτι πρὸς τὸν 3.205 ἐρωτήσαντα ἀνθυπήνεγκε τὸν λόγον, ὅπως καθέλῃ τῆς ἐν αὐτῷ ἐπάρσεως τὸ φρύαγμα. αὐχῶν γὰρ ἦν ἀπὸ γραμματέων ὁρμώμενος, ὡς τὰ δικαιώματα τοῦ νόμου ἀκριβῶς φυλάξας, δικαιοσύνην τε καὶ ἀγαθότητα περὶ ἑαυτοῦ σεμνυνόμενος καὶ ἔλεγε «διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;» καὶ ἐπειδὴ εἶχε περὶ ἑαυτοῦ ὡς περὶ * τηλικαύτης δικαιοσύνης, ὁ κύριος βουλόμενος θεῷ ἀναφέρειν τὴν πᾶσαν ἀγαθότητα, ὅτι οὐδεὶς ἀγαθὸς πλὴν αὐτοῦ, ἵνα μηδεὶς σάρκα φορῶν τῦφόν τινα ἑαυτῷ ἐπισπάσηται, τούτου ἕνεκεν ἔλεγε «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», ἵνα ὁ τοιοῦτος καὶ τοσοῦτος τὸν τοιοῦτον λόγον εἰπὼν καθέλῃ τὴν ἐν τῷ εἰπόντι φυσίωσιν, περὶ δικαιοσύνης τὴν οἴησιν κεκτημένῳ, καὶ ἵνα ἐλέγξῃ αὐτοῦ τὴν καρδίαν, ἀγαθὸν μὲν διδάσκαλον χείλεσιν αὐτὸν λέγοντα, μὴ ἐμμένοντα δὲ ἐν τῇ ἀγαθῇ αὐτοῦ διδασκαλίᾳ. καὶ ὅτι μὲν ἀγαθὸς τυγχάνει, αὐτὸς διδάσκει λέγων «πολλὰ καλὰ ἐποίησα ἐν ὑμῖν, περὶ ποίου οὖν αὐτῶν ἔργου λιθάζετέ με;» τίνι γὰρ τοῦτο οὐκ ἔστι σαφὲς καὶ φανερώτατον, μάλιστα πολλῶν ἀγαθῶν τῶν αὐτοῦ κτισμάτων ὄντων καὶ καλουμένων, ὥς φησιν ἡ θεία γραφή. ἰδοὺ γὰρ περὶ πολλῶν ἀγαθῶν διηγεῖται τὸ θεῖον γράμμα· «ἦν ἀγαθός» φησὶ «Σαούλ, υἱὸς Κίς, ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος δὲ παντὸς

436

τοῦ λαοῦ, ὑπὲρ ὠμίαν καὶ ἐπάνω», καὶ ἦν «ἀγαθὸς Σαμουὴλ μετὰ τοῦ θεοῦ καὶ ἀνθρώπων», καὶ «ἀγαθὴ ἐσχάτη λόγου ὑπὲρ τὴν ἀρχήν», καὶ «ἄνοιξόν σου τὸν θησαυρὸν τὸν ἀγαθόν, τὸν οὐράνιον». τούτων δὲ κτισμάτων ὄντων καὶ ἀγαθῶν δηλουμένων, δι' αὐτοῦ τε καὶ ὑπ' αὐτοῦ γεγονότων, πῶς οὐκ ἀναμφιβόλως ἔστιν ἀγαθὸν εἶναι ὁμολογεῖν τὸν τούτων γενεσιάρχην; ἀλλ' ἵνα μὴ μηκύνω τὸν περὶ τούτου λόγον πάντη γὰρ διὰ πλάτους περὶ τούτου εἰρήκαμεν, αὖθις πάλιν εἰς τὰ ἑξῆς παρελεύσομαι, τὴν ἐπίλυσιν ἑκάστης λέξεως ποιούμενος. 58. Ἐπιφέρουσι δὲ πάλιν τινὰ ῥητὰ οἱ πάντολμοι, ἐλαττωμάτων ὑπονοίας ὑποσπείροντες εἰς τὸν αὐτοὺς ἀγοράσαντα, εἴπερ ἠγοράσθησαν. ἐν γὰρ τῷ προσελθεῖν τὴν μητέρα τῶν υἱῶν Ζεβεδαίου καὶ παρακαλέσαι τὸν ἕνα καθίσαι υἱὸν ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, ὅταν ἔλθῃ ἐν τῇ 3.206 βασιλείᾳ αὐτοῦ, ἔφη πρὸς αὐτούς· «οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν; οἱ δὲ εἶπον; ναί, δυνάμεθα. εἶπε δὲ αὐτοῖς· τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου». ὁρᾷς, φησί, πῶς οὐκ ἔχει ἐξουσίαν πάρεξ τοῦ πατρός, τοῦ ἔχοντος τὴν ἐξουσίαν παρέχειν ᾧ βούλεται; καὶ τίς οὕτως τῶν εὖ φρονούντων νοήσειεν; εἰ γὰρ ὁ υἱὸς οὐκ ἔχει ἐξουσίαν, καὶ τίς ἔχει ἐξουσίαν; «ὁ γὰρ πατήρ» φησί «ζωογονεῖ τοὺς νεκρούς, καὶ οὕτως ἔδωκε καὶ τῷ υἱῷ, ἵνα ὃν θέλει ζωογονῇ», καὶ «τὰ τοῦ πατρὸς ἐμά ἐστι», καὶ «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου». τίς οὖν ἔτι ἀμφιβάλλοι; τοῦτο δὲ βούλεται παριστᾶν ὁ θεῖος αὐτοῦ καὶ σοφὸς λόγος, ὅτι οὐ κατὰ προσωποληψίαν γίνεται πρᾶγμα, ἀλλὰ κατὰ ἀξίαν. κυρίου μὲν γάρ ἐστι τὸ παρέχειν, παρέχει δὲ ἑκάστῳ κατ' ἀξίαν. ἕκαστος δὲ ἐργασάμενος τὸ δίκαιον λαμβάνει κατὰ τὸν ἴδιον κόπον παρὰ τοῦ κυρίου καὶ οὐκέτι αὐτῷ μόνῳ ἐστὶ τὸ δοῦναι, ἀλλὰ τῷ ἑαυτὸν ἄξιον πεποιηκότι. τολμῶ γὰρ λέγειν ὅτι οὔτε αὐτοῦ ἐστι, καίπερ δυναμένου δοῦναι, μὴ βουλομένου δέ, οὔτε τοῦ ἁγίου πνεύματος, καίπερ δυναμένου τοῦ ἁγίου πνεύματος δοῦναι κατὰ τὸ εἰρημένον ὅτι «ᾧ μὲν δίδοται σοφία διὰ τοῦ πνεύματος, τῷ δὲ γένη γλωσσῶν ἐν τῷ αὐτῷ πνεύματι, τῷ δὲ ἑρμηνεία γλωσσῶν, τῷ δὲ δύναμις, τῷ δὲ διδασκαλία, ἓν δέ ἐστι τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται». καὶ οὐκ εἶπε καθὼς προστάσσεται, ἀλλὰ καθὼς βούλεται. καὶ «ὁ υἱὸς ὃν θέλει ζωογονεῖ» καὶ ὁ πατὴρ «καλεῖ ὃν θέλει πρὸς τὸν υἱόν». καὶ πάλιν οὔτε ὁ πατὴρ καὶ ὁ υἱὸς οὔτε ἅγιον πνεῦμα κατὰ προσωποληψίαν καλεῖ ἢ δίδωσιν ἢ παρέχει ἢ ἀξίαν δίδωσιν, ἀλλὰ καθὼς ἑαυτὸν ἄξιον ἕκαστος εὐτρεπίζει· τουτέστιν οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' ἐὰν κάμητε, ἔσται ὑμῖν ἡτοιμασμένον παρὰ τοῦ πατρός μου. τὸ δὲ τέλειον * ὅτι «ἐγώ εἰμι ἡ ζωή». καὶ ἔτι ὑπερβήσομαι εἰς τὰ ἕτερα. 59. Φασὶ δέ· «πῶς λέγετε αὐτὸν ἐκ τῆς τελείας τοῦ θεοῦ θεότητος; ἰδοὺ γὰρ λέγει περὶ αὐτοῦ ὁ ἀπόστολος ὅτι "ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν"3. ὁ δὲ ἐπιδεηθεὶς βοηθείας τοῦ θεοῦ τοῦ ἐγεῖραι αὐτὸν ἐκ νε.207 κρῶν, ἄρα ἕτερός ἐστιν ὁ ἐγείρων τῇ δυνάμει, ἕτερος δὲ ὑποβεβηκὼς ὁ ἐγειρόμενος διὰ τῆς τοῦ δυνατοῦ δυνάμεως». καὶ ἕως πότε κατατρίβομαι περὶ τὰ ληρώδη νοήματα τῶν κακῶς παρατριψάντων ἑαυτῶν τὸ μέτωπον; τίς οὖν ἤγειρε τὸν Λάζαρον; τίς ἤγειρε τὸν υἱὸν τῆς χήρας τῆς ἐν Ναΐν; τίς εἶπε τῇ θυγατρὶ τοῦ ἀρχισυναγώγου «κοῦμι ταλιθά», τουτέστιν ἀνάστηθι ἡ παῖς; τίνος τὸ ὄνομα ἐπεκαλοῦντο οἱ ἀπόστολοι καὶ οἱ νεκροὶ ἠγείροντο; νομίζω δέ, ἐπειδὴ οἱ ἀπόστολοι Ἰουδαίοις προσδιελέγοντο, διὰ τὸ νομίζειν ἀποστασίαν κηρύσσειν τοὺς ἀποστόλους ἀπὸ τοῦ θεοῦ τοῦ νόμου καὶ διὰ τὸ † πρὸς τὸ γνωστὸν τοῦ ἁγίου πνεύματος, τοῦ γινώσκοντος ὅτι ἤμελλον αἱρέσεις ἀφηνιάζειν τὸν Χριστὸν ἀπὸ τοῦ πατρῴου θελήματος, τούτου ἕνεκα εἰς τὴν μίαν θεότητα τὰ πάντα ἀναφέροντες οἱ αὐτοὶ ἀπόστολοι *, ὅτι εὐδοκίᾳ παρὰ πατρὸς ἐγένοντο τὰ πάντα,

437

βουλήσει τοῦ υἱοῦ σὺν εὐδοκίᾳ πνεύματος ἁγίου· μὴ ἄρα κατὰ ἐλάττωσιν ἢ κατὰ ἀσθένειαν ἢ ἀλλοτρίωσιν τῆς τοῦ θεοῦ λόγου παρὰ τὴν τοῦ πατρὸς οὐσίαν τοῦτο εἴρηται. καὶ οὐχ οὕτως. ὅρα γὰρ τὰ πρωτότυπα, πῶς διηγεῖται ὁ ἄγγελος φάσκων ταῖς περὶ Μαρίαν «τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» ὁρᾷς, ὁ ζῶν ἐν ἰδίᾳ θεότητι καὶ σαρκὶ ἀνέστη, οὐκ ἦν δὲ μετὰ τῶν νεκρῶν. καὶ τί φησιν αὐταῖς «ἀνέστη, οὐκ ἔστιν ὧδε;» καὶ οὐκ εἶπεν· ἤγειρεν αὐτὸν ὁ θεὸς, καὶ οὐκ ἔστιν ὧδε; ἀλλ' ἵνα δείξῃ τὸ δυνατόν, ὅτι καὶ ζῶν ἀνέστη. καὶ αὐτὸς πάλιν ἔλεγε πρὸ τοῦ παθεῖν αὐτὸν τοῖς αὐτοῦ μαθηταῖς «ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ παραδοθήσεται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὸ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται». καὶ οὐκ εἶπεν, ἀναστήσει αὐτὸν ὁ θεός. σαφῶς δὲ περὶ τούτου τὸ ἐξουσιαστικὸν τῆς αὐτοῦ δυνάμεως προεδείκνυε λέγων «ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ λαβεῖν αὐτήν». ὁ δὲ ἐξουσίαν ἔχων, πῶς ἑαυτὸν ἐγείρειν οὐκ ἠδύνατο; ὁ ἀπόστολος δὲ γράφων, ἵνα δείξῃ μηδὲν ἄνευ θελήματος πατρὸς ἐν τῇ τῆς σωτηρίας οἰκονομίᾳ γεγενῆσθαι, ἔφη «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν». καὶ γὰρ καὶ ἐν ἄλλῳ τόπῳ λέγει αὐτὸς ὁ ἀπόστολος ὅτι «εἰ καὶ ἀπέθανεν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως». ἤθελον δὲ πυθέσθαι τὸν νοῦν τῶν 3.208 τὰ ἀκριβῆ τῶν γραφῶν γινωσκόντων, ποίαν ἀσθένειαν εἶχεν ὁ μονογενής, δι' οὗ ὁ οὐρανὸς ἥπλωται ἢ παρ' οὗ ὁ οὐρανὸς κέκτισται, δι' οὗ ὁ ἥλιος ἐστιλβώθη, δι' οὗ ἔλαμψαν τὰ ἄστρα, δι' οὗ ἐξ οὐκ ὄντων τὰ πάντα γεγένηται. ἄρα τὴν ἀσθένειαν ποίαν λέγει; ἆρ' οὐχ ἣν ἀνεδέξατο ἐλθὼν ὁ λόγος ἐν τῇ ἡμετέρᾳ σαρκί, ἐνδυσάμενος ταύτην, ἵνα τὴν ἡμῶν ἀσθένειαν βαστάσῃ; ὡς καὶ ᾄδει περὶ αὐτοῦ ὁ προφήτης λέγων «τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν». ἀπέθανεν οὖν διὰ τὴν ἡμῶν ἀσθένειαν ὁ ζωὴ ὢν καὶ ἀπαθὴς θεὸς ἐν τῇ ἐξ ἡμῶν ἀσθενεστέρᾳ σαρκί, ζῇ δὲ ἐκ δυνάμεως. «ζῶν γάρ ἐστιν ὁ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον». ἀπέθανεν οὖν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως τῆς αὐτοῦ θεότητος, ζῇ δὲ ἐν τῇ ἡμετέρᾳ σαρκί, ἐν ᾗ τὸ πάθος ἀνεδέξατο. καὶ διὰ τὴν τοιαύτην οἰκονομίαν τὴν εὐδοκίαν πατρὸς σημαίνων ὁ ἀπόστολος ἔφη ὅτι «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν». 60. Ἐπιφέρουσι δὲ καὶ ἄλλο ῥητὸν ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ὅπερ ἐστὶ θεσπέσιον καὶ ἐξαίρετον καὶ εἰς πάντα χρησιμώτατον. ποῖον δέ ἐστι τὸ ῥητόν; ἀλλ' ἢ ὁπηνίκα γὰρ ἔμελλεν ὁ κύριος ἰδίᾳ βουλήσει ἐπὶ τὸ πάθος ἥκειν, παραλαβὼν τοὺς μαθητὰς ἐν τῷ ὄρει κατὰ τὴν ὥραν ἐκείνην, «διέστη ἀπ' αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ ἀπελθὼν ηὔχετο καὶ ἔλεγε· πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ, ἵνα μὴ αὐτὸ πίω· πλὴν οὐχ ὃ ἐγὼ θέλω, ἀλλ' ὃ σύ». καὶ πρῶτον μὲν πάλιν προφασίζονται οἱ αὐτοὶ λέγοντες ὅτι, ὁρᾷς πῶς ὑποκοριστικῶς λέγει καὶ βούλημα διηλλαγμένον ὑποφαίνει λέγων, οὐχ ὃ ἐγὼ θέλω, ἀλλ' ὃ σύ; πῶς οὖν ἡ αὐτὴ οὐσία τυγχάνει, φασίν, ὁπότε ἐν αὐτῷ ἕτερόν ἐστι βούλημα, ἐν δὲ τῷ πατρὶ ἕτερον; καὶ ἀγνοοῦσι τὴν πᾶσαν δύναμιν. διὰ τοῦτο γὰρ καὶ ὁ ἀπόστολος ἔφη «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ». πῶς γὰρ ἴδιον βούλημα ἔφη παρὰ τὸ τοῦ πατρὸς βούλημα, ὁπότε αὐτὸς σημαίνει πρὸς τοὺς μαθητὰς ὅτι «τετάρακται ἡ ψυχή μου· καί, τί εἴπω; πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης»· ὡς προκατασκευαστικῶς τὸ ῥητὸν διηγούμενος καὶ ἐπαμφιβόλως τῇ λέξει κεχρημένος «ὅτι τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης». τοῦτο, φησίν, εἴπω; «ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην». ἦλθε δὲ οὐκ ἄκων, ἀλλ' ἑκών. ἀνωτέρω γὰρ λέγει ὅτι «ποτήριον ἔχω πιεῖν, καὶ τί σπεύδω ἕως οὗ πίω αὐτό; καὶ βάπτισμα ἔχω βαπτισθῆναι, καὶ τί θέλω εἰ ἤδη ἐβαπτί.209 σθην»; εἰ τοίνυν θέλει καὶ σπεύδει καὶ λέγει εἰς τοῦτο ἥκειν, πῶς ἄλλο βούλημα τὸ αὐτοῦ ὑποφαίνει καὶ ἄλλο τὸ τοῦ πατρός; ἀλλ' ἐπειδὴ ἤμελλε διὰ τοῦ Ἰσραὴλ παραδίδοσθαι, φιλάνθρωπος ὢν καὶ φειδόμενος τοῦ σπέρματος Ἀβραάμ,

438

ἐποιεῖτο ὑπὲρ τοῦ λαοῦ λόγον. τὸ δὲ βούλημα ἦν τοῦ πατρός, τὸ τὴν οἰκονομίαν οὕτω πληρωθῆναι διὰ τῶν υἱῶν Ἰσραήλ, παραιτίων ἑαυτοῖς ὄντων τῆς τοῦ υἱοῦ προδοσίας καὶ οὐχ ὑπὸ θεοῦ ἀναγκαζομένων· καὶ οὐχ ἕτερον βούλημα ἦν τὸ τοῦ υἱοῦ παρὰ τὸν πατέρα. ἀλλ' ἔδει αὐτὸν καὶ ἐν τούτῳ ταῦτα δεικνύειν, ἵνα τὸ πᾶν τῆς μονότητος ἐπὶ τὸν πατέρα ἀναγάγοι, πρὸς τὸ μὴ μερισθῆναί τι τῆς μιᾶς ἑνώσεως καὶ οἰκονομίας. 61. Καὶ καθεξῆς δὲ ἐπιφέρει λέγων, ἐν τῷ εὔχεσθαι αὐτόν, ὅτι γενόμενος ἐν ἀγωνίᾳ, ὡς ἐμφέρεται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἵδρωσέ» φησι «καὶ ἐγένετο αὐτοῦ ὁ ἱδρὼς ὡσεὶ θρόμβοι αἵματος κατερχόμενοι ἐπὶ τῆς γῆς. καὶ ἐφάνη ἄγγελος κυρίου ἐνισχύων αὐτόν». προπηδήσαντες τοίνυν οἱ λεξίθηρες εὐθύς, ὡς πρόφασιν κατὰ ἐχθροῦ εὑράμενοι, ἐπιφέρουσι λέγοντες· ὁρᾷς ὅτι ἐπεδέετο καὶ ἰσχύος ἀγγέλων; ἐνίσχυσε γὰρ αὐτὸν ἄγγελος· ἐν ἀγωνίᾳ γὰρ αὐτὸς ἐγένετο. καὶ οὐκ ἴσασιν ὅτι ἐὰν μὴ ἔχῃ πάντα ταῦτα καὶ τὸ «μὴ τὸ ἐμὸν βούλημα, ἀλλὰ τὸ σὸν» καὶ ἐὰν μὴ ἀγωνιάσῃ καὶ ἐὰν μὴ ἱδρὼς αὐτῷ γένηται ἐκ σώματος προχεόμενος, ἄρα δόκησις ἦν ἡ ἔνσαρκος Χριστοῦ παρουσία, καὶ εὐλόγως παρὰ Μανιχαίων καὶ Μαρκιωνιστῶν ἡ περὶ φαντασίας δόκησις τῆς ἐνσάρκου παρουσίας ὑπόθεσις ᾄδεται, ὅτι δόκησις ἦν καὶ οὐκ ἀληθεστάτη. ταῦτα δὲ πάντα ἐποίει, ἐπασφαλιζόμενος ἡμῶν τὴν ζωήν, ὅτι τὰ ἡμέτερα ὅλα ἀνεδέξατο, οἰκονομικῶς ἀνθρωποπαθῆ τινα διηγήματα ἔχων, οὐκ εἰρωνείᾳ, ἀλλ' ἀληθείᾳ, ὡς τὸ «οὐκ ἐμὸν θέλημα», ἵνα δείξῃ σαρκὸς ὑπόστασιν ἀληθινήν, καὶ ἵνα ἐλέγξῃ τοὺς 3.210 λέγοντας νοῦν μὴ ἐσχηκέναι αὐτὸν ἀνθρώπινον καὶ ἐλέγξῃ τοὺς μὴ λέγοντας σάρκα αὐτὸν ἐσχηκέναι. πᾶς γὰρ θεῖος λόγος ἀνὰ μέσον τῶν υἱῶν τοῦ σκότους ἑστὼς ἐλέγχει μὲν τὸ σκότος, φωτίζει δὲ τοὺς υἱοὺς τῆς ἀληθείας. ὅρα γὰρ πόσα χρήσιμα ἐν τῷ λόγῳ τούτῳ. ἀπὸ ἀσωμάτων οὐ προέρχεται ἱδρώς. ἐν δὲ τῷ τοῦτο γενέσθαι ἔδειξεν ἀληθινὴν σάρκα καὶ οὐ δόκησιν. ἀπὸ σαρκὸς δὲ ἐν θεότητι συνηνωμένης χωρὶς ψυχῆς καὶ νοὸς οὐ γίνεται ἀγωνία. ἀγωνιάσαντος δὲ αὐτοῦ ἔδειξε ψυχὴν καὶ σῶμα καὶ νοῦν ἐπὶ τὸ αὐτὸ πεφορηκέναι, ὅθεν ἡ ἀγωνία φαίνεται. καὶ πάλιν ἐν τῷ εἰπεῖν «μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν» ἔδειξεν ἀληθῶς νοῦν ἀνθρώπινον, ἀλλ' ἀναμάρτητον. ἡ γὰρ θεότης αὐτοῦ πάντοτε ἐν πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ καὶ ὁ υἱὸς ἐν ἁγίῳ πνεύματι, τὰ πάντα τετελειωμένως ἔχων, καὶ οὐδὲν διαλλάττει φρόνημα υἱοῦ πρὸς πατέρα οὐδὲ πατρὸς πρὸς υἱὸν οὐδὲ τοῦ ἁγίου πνεύματος πρὸς πατέρα καὶ υἱόν. εἰ γὰρ ἃ μὴ θέλει πατὴρ βούλεται υἱός, ἄρα καὶ αὐτὸς ἔσται καθ' ἡμᾶς ψιλὸς ἄνθρωπος θελήματι πατρὸς κατὰ ἐλάττωσιν ὑποτασσόμενος. ἀλλ' οὐχ οὕτως ἐστί, μὴ γένοιτο. τῷ δὲ ἀνθρωποπαθῆ διηγεῖσθαι τὸ ἀληθινὸν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας καὶ τὸ τέλειον τῆς αὐτοῦ ἐνανθρωπήσεως δείκνυσιν, ἵνα εἰς πάντα ἡμῶν σωτηρία γένηται, εἰς τὸ μὴ ἕτερα ἀνθ' ἑτέρων νοεῖν καὶ ἐκπίπτειν τῆς ἀληθείας. 62. Περὶ δὲ τοῦ ὑπὸ ἀγγέλων αὐτὸν θεωρηθῆναι ἐνισχυόμενον, καὶ τί τούτου κυριώτερον; τί δὲ τούτου ἀναγκαιότερον; ἰδοὺ γὰρ εὑρήκαμεν πληρούμενον τὸ ῥητὸν τῆς μεγάλης ᾠδῆς τῆς παρὰ Μωυσῇ γεγραμμένης, ὅπου λέγει «προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου»· καὶ μετ' οὐ πολλὰ εἰπὼν πάλιν φησί· «προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ»· οὐχ ἵνα δῶσιν αὐτῷ ἰσχὺν οἱ ἄγγελοι· οὐ γὰρ ἐπεδέετο τῆς τῶν ἀγγέλων ἐνισχύσεως· ἀλλ' ἐνισχύσωσιν αὐτῷ, τουτέστιν ἀποδόντες αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος αὐτοῦ ὁμολογήσωσιν. καὶ γὰρ καὶ ἡμεῖς ἀσθενεῖς ὄντες πολλάκις θεὸν ηὐλογήσαμεν, πολλάκις θεὸν ἐνισχύσαμεν, οὐχ ὅτι θεὸς ἐπιδέεται τῆς 3.211 ἡμῶν εὐλογίας, ἀλλ' ὁμολογοῦντες αὐτοῦ τὸ τῆς εὐλογίας κράτος· καὶ διὰ λεπτολογίας ἐροῦμεν «σή ἐστιν ἡ δύναμις, σὸν τὸ κράτος, σή ἐστιν ἡ τιμή, σή ἐστιν ἡ δόξα, σή ἐστιν ἡ εὐλογία, σή ἐστιν ἡ ἰσχύς, σή ἐστιν ἡ δύναμις». μὴ ἡμεῖς ἰσχὺν

439

παρέχομεν τῷ θεῷ, ἐὰν εἴπωμεν· σή ἐστιν ἡ ἰσχύς, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ εὐλογία, μὴ ἡμεῖς δύναμιν αὐτῷ δεδώκαμεν, μὴ ἡμεῖς τὸν θεὸν ηὐλογήσαμεν· ἀλλ' ἐνισχύσαντες καὶ ἐνδυναμώσαντες θεοῦ τὴν δύναμιν ὡμολογήσαμεν καὶ θεῷ τὴν ἰσχὺν ἀποδεδώκαμεν. οὕτω καὶ ὁ ἄγγελος κατ' ἐκείνην τὴν ὥραν θαυμάσας καὶ ἐκπληττόμενος τὴν ὑπερβολὴν τῆς τοῦ ἰδίου δεσπότου φιλανθρωπίας, ὅτι θεὸς ὢν καὶ σὺν πατρὶ προσκυνούμενος ἐν οὐρανῷ, καὶ θεραπευόμενος ὑπὸ ἰδίων ἀγγέλων αὐτοῦ, εἰς τοσοῦτον * ὑπέμεινεν ἰδίᾳ βουλήσει ἑκουσίως ἐλθεῖν καὶ ἐνδύσασθαι σάρκα· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἄχρι τοῦ παθεῖν ὑπὲρ τοῦ ἰδίου πλάσματος, τῆς ἀνθρωπείας φύσεως * ὑπομένει καὶ ἄχρι σταυροῦ παραδοθῆναι, γευσάμενός τε «θανάτου, θανάτου δὲ σταυροῦ», ὅπως δι' αὐτοῦ τρόπαιον μὲν κατὰ τοῦ θανάτου ἡ ἀνθρωπότης λάβοι, «καταργήσῃ δὲ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τουτέστι τὸν διάβολον» καὶ «θριαμβεύσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν». διὸ καὶ θαυμάζων καὶ ἐκπληττόμενος ὁ ἄγγελος ἔλεγεν αὐτῷ, δοξολογῶν καὶ εὐφημῶν τὸν ἴδιον δεσπότην ἐπὶ τῷ τοιούτῳ σκάμματι καὶ παραδοξοποιίᾳ ἑστῶτα· ὅτι σή ἐστιν ἡ προσκύνησις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ ἰσχύς, ἵνα πληρώσῃ τὸ παρὰ Μωυσῇ γεγραμμένον ὅτι «ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ». καὶ ὁρᾶτε, Χριστοῦ θεράποντες καὶ υἱοὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως, ὅτι οὐδὲν ἐν τῇ θείᾳ γραφῇ σκολιὸν οὐδὲ στραγγαλιῶδες, ἀλλὰ τὰ πάντα θαυμασίως εἰς τὴν ἡμετέραν σωτηρίαν γέγραπται καὶ τετελείωται. οἱ δὲ προειρημένοι, ἐν ἔχθρᾳ ὄντες πρὸς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ πρὸς τὸ ἅγιον πνεῦμα, πάντα ὡς ἐχθροὶ διανοοῦνταί τε καὶ σοφίζονται. ἡμῖν δὲ μὴ γένοιτο ἀνθρωπίνοις σοφίσμασι προσανέχειν, ἀλλ' ἔχειν τὸν ἑαυτῶν νοῦν ἐρρωμένον, ὅπως τὸν μὲν ἡμῶν δεσπότην δοξάσωμεν, μηδὲν δέ τι ἠλαττωμένον ἐν αὐτῷ διανοηθῶμεν. εἰ γὰρ ὁ τὰ πάντα ἐλθὼν σῶσαι ἔχει ἐλαττώματός τι ἐν ἑαυτῷ, πῶς σωθήσεται ἡ κτίσις ἀπὸ τῶν ἰδίων ἐλαττωμάτων; 63. Πάλιν δὲ ἐπιλαμβάνονται ὥσπερ ἀντίδικοι καὶ γάρ εἰσιν Ἰουδαϊκῷ φρονήματι ἐγκείμενοι καὶ μηδὲν ἐκείνων διαλλάττοντες, πλὴν 3.212 τοῦ ὀνόματος μόνον οἱ πάλιν ἡμῖν ἐπιφύοντες νέοι Ἰουδαῖοι, ζητοῦντες κατὰ τοῦ σωτῆρος λέξεις τινάς, «ὅπως παγιδεύσωσιν αὐτὸν ἐν λόγῳ», καθὼς ἔφη τὸ ἅγιον εὐαγγέλιον, καί φασιν· ἔλεγεν ἐν τῷ σταυρῷ «ἠλί, ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ ὁρᾷς, φασίν, οἰκτρῶς αὐτὸν παρακαλοῦντα καὶ ἀποδυρόμενον καὶ λέγοντα· «ἵνα τί με ἐγκατέλιπες;» καὶ οὐκ ἴσασιν οἱ ἀπὸ τοῦ δηλητηρίου τούτου τῆς τοῦ Ἀρείου μανίας καρηβαροῦντες τῇ διανοίᾳ καὶ τῆς τοῦ θεοῦ γνώσεως λειπόμενοι, ὅτι δεῖ τὰ ἀνθρωποπαθῆ πάντα ἐν τῷ κυρίῳ ὁμολογεῖσθαι ἐν τῇ ἐνσάρκῳ αὐτοῦ ἀληθινῇ παρουσίᾳ. καὶ πρῶτον μὲν τὰ περὶ αὐτοῦ ὡς φρονοῦσιν ἀπὸ ἑτέρων εἰς ἕτερα μεταπηδῶντες ἐπιλανθάνονται, μίαν μὴ ἔχοντες κατάστασιν. πῶς γὰρ δύνανται οἱ τῇ διανοίᾳ μὴ σωφρονοῦντες; ποτὲ μὲν γὰρ λέγειν σωτῆρα βούλονται αὐτὸν καὶ κύριον καὶ Χριστὸν καὶ πρὸ πάντων αἰώνων ὄντα καὶ δεσπότην ἀγγέλων καὶ ἀρχαγγέλων, δι' οὗ τὰ ὅλα γεγένηται, ἀρχαί τε καὶ ἐξουσίαι, ἄγγελοί τε καὶ ἀρχάγγελοι, οὐρανοὶ καὶ τὰ πάντα, γῆ τε καὶ πάντες ἄνθρωποι καὶ πάντα τὰ ἐπὶ γῆς, θάλασσά τε καὶ τὰ ἐν αὐτῇ. καὶ ὦ πολλῆς ἠλιθιότητος τῶν τὰ τοιαῦτα περὶ αὐτοῦ δοξαζόντων καὶ ἐνταῦθα μὴ νοούντων ὅτι οὐ δύναται ὁ πρὸ τῶν αἰώνων ὢν κατὰ τὴν αὐτοῦ θεότητα, δι' οὗ ὁ οὐρανὸς καὶ γῆ γεγένηται, ἄγγελοί τε καὶ ἀρχάγγελοι καὶ ἁπαξαπλῶς τὰ σύμπαντα, ὁρατά τε καὶ ἀόρατα, ταύτην τὴν φωνὴν ἐκ προσώπου τῆς αὐτοῦ θεότητος λέγειν «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» πότε γὰρ ἐγκατελείφθη υἱὸς ἀπὸ πατρός, πότε δὲ οὐχ ὁ υἱὸς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ; ἐπὶ γῆς μὲν γὰρ ὁ υἱὸς καὶ ὁ θεὸς λόγος βεβήκει, οὐρανοῦ δὲ ἥπτετο καὶ πάντες ἐχθροὶ

440

ἐπληροῦντο τῆς αὐτοῦ δόξης. καὶ ἐν Μαρίᾳ ἐτύγχανε καὶ ἄνθρωπος ἐγένετο, ἀλλὰ τῇ δυνάμει αὐτοῦ ἐπλήρου τὰ σύμπαντα. πῶς οὖν ὁ τοιοῦτος καὶ τηλικοῦτος κατὰ τὴν αὐτοῦ θεότητα οἰκτρῶς ἔλεγεν «ἠλί, ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου, θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» καίτοι αὐτοῦ λέγοντος «πάλιν ἀπέρχομαι, καὶ οὐκ ἀφίω ὑμᾶς ὀρφανούς, ἀλλ' ἔρχομαι πρὸς ὑμᾶς», καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει «ἀμὴν λέγω ὑμῖν, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ ἐν ἐμοὶ καὶ καταλείψετέ με πάντες μόνον, ἀλλ' οὐκ εἰμὶ μόνος, ἀλλ' ἔστι μετ' ἐμοῦ ὁ γεννήσας με πατήρ» καὶ πάλιν «ἀπέρχομαι, καὶ ἀποστελῶ ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον, τὸ παρά.213 κλητον, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον», καὶ πάλιν ἐν ἄλλῳ τόπῳ «ἐγὼ κρούω, καὶ ἐάν τίς μοι ἀνοίξῃ, εἰσελευσόμεθα πρὸς αὐτόν, ἐγὼ καὶ ὁ πατήρ μου, καὶ μονὴν ποιήσομεν παρ' αὐτῷ», ὡς αὐτοῦ ἐκ τοῦ πατρὸς μὴ ἐγκαταλιμπανομένου, ἀλλ' ὄντος καὶ τοῦ πατρὸς ἀεὶ σὺν τῷ υἱῷ, ὡς τοῦ ἁγίου πνεύματος σὺν πατρὶ καὶ υἱῷ. 64. Τί οὖν, φασίν, ἔστιν ὁ λόγος οὗτος ὃν εἶπεν, ὅτι «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» τίνι δὲ οὐ σαφὲς εἴη ὅτι ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως ἀνθρωποπαθῶς προβάλλεται τὸ ῥῆμα; ἡ γὰρ αὐτοῦ ἐνανθρώπησις, οὐ κατ' ἰδίαν τις οὖσα οὐ γὰρ ἀπὸ κεχωρισμένης τῆς θεότητος καὶ χωρὶς οὔσης τῆς ἐνανθρωπήσεως ἔλεγεν ὡς ἄλλου καὶ ἄλλου ὄντος, ἀλλὰ συνηνωμένης τῆς ἐνανθρωπήσεως τῇ θεότητι, μιᾶς οὔσης ἁγιαστείας καὶ ἤδη ἐν αὐτῇ τὰ τελειότατα ἐπισταμένης, οἷα δὴ ἐν θεῷ συνηνωμένη καὶ εἰς μίαν θεότητα συνημμένη, ὁρῶσα ἤδη τὴν θεότητα σὺν τῇ ψυχῇ κινουμένην ἐπὶ τὸ καταλεῖψαι τὸ ἅγιον σῶμα ἀπὸ προσώπου αὐτοῦ τοῦ κυριακοῦ ἀνθρώπου, τουτέστι τῆς αὐτοῦ ἐνανθρωπήσεως προεβάλετο. ἤμελλε γὰρ ἡ θεότης τελειοῦν τὰ πάντα τὰ κατὰ τὸ μυστήριον τοῦ πάθους καὶ σὺν τῇ ψυχῇ κατελθεῖν ἐπὶ τὰ καταχθόνια ἐπὶ τὸ ἐργάσασθαι τὴν ἐκεῖ τῶν προκεκοιμημένων σωτηρίαν, φημὶ δὲ ἁγίων πατριαρχῶν. ὡς οὖν ἡ κίνησις οὕτως ἐγένετο, ἀπὸ προσώπου τῆς ἐνανθρωπήσεως ἡ φωνὴ ἔλεγεν αὐτῇ τῇ ἰδίᾳ θεότητι «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» ἀλλ' ἔδει τοῦτο γενέσθαι, ἵνα πληρωθῶσι δι' αὐτοῦ αἱ θεῖαι γραφαὶ διὰ τῶν ἰδίων αὐτοῦ προφητῶν περὶ αὐτοῦ προκεκηρυγμέναι· ἵνα πληρώσῃ καὶ τὰ κατὰ τοῦ Ἅιδου ἐν τῇ ἰδέᾳ τοῦ ἀνθρώπου πρὸς τὸν Ἅιδην, ἵνα ὁ ἄρχων, ὁ Ἅιδης καὶ ὁ θάνατος, χειρώσασθαι ἄνθρωπον θελήσας, κατὰ ἄγνοιαν ἀγνοῶν τὴν ἐν τῇ ψυχῇ κεκρυμμένην καταλάβῃ ἁγίαν θεότητα καὶ μᾶλλον γένηται αὐτὸν τὸν Ἅιδην χειρωθῆναι καὶ τὸν θάνατον καταλυθῆναι καὶ πληρωθῆναι τὸ εἰρημένον «οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». οὔτε γὰρ κατέλιπεν ὁ ἅγιος θεὸς λόγος τὴν ψυχὴν οὔτε ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ ἐν Ἅιδῃ. πάντα γὰρ οἰκονομεῖ τὰ τῆς τοιαύτης μεγάλης μυσταγωγίας ἡ τριὰς ἀπαραλείπτως, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τοῦ μὲν υἱοῦ ἐνσάρκου γενομένου, 3.214 τοῦ γὲ πατρὸς ἀσωμάτου ὑπάρχοντος, εὐδοκίᾳ δὲ ἰδίᾳ καὶ βουλήσει πνεύματος ἁγίου τοῦ ἀσωμάτου τοῦ υἱοῦ δὲ ἐνσωμάτου γενομένου, ἀλλὰ ἀτρέπτου. τὰ δὲ ὅλα ἀπὸ τῆς τριάδος ᾠκονομεῖτο σωτήρια τοῖς ἀνθρώποις. 66. Διὰ τοῦτο πάλιν ἐν ἑτέρῳ φησίν, ἐπειδὴ εἶπεν «ἵνα τί ἐγκατέλιπές με;» ὧδε λέγων «οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω». ἔδει γὰρ γενέσθαι τὸ τριήμερον τὸ σῶμα ἐν τῷ μνήματι, ἵνα πληρωθῇ τὸ εἰρημένον «καὶ ἐγενόμην ἐν νεκροῖς ἐλεύθερος» καὶ τὸ «ἀπέρριψάν με τὸν ἀγαπητόν, ὡσεὶ νεκρὸν ἐβδελυγμένον», καὶ ἵνα πληρωθῇ τὸ «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν», ἵνα δείξῃ τὸ ὅσιον διὰ τοῦ σώματος καὶ τὸ «οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην», ἵνα δείξῃ μήτε ψυχὴν ἐγκαταλειφθεῖσαν ἐν Ἅιδῃ· ἐν αὐτῇ γὰρ διὰ τῆς κατακωχῆς ἐν τῷ Ἅιδῃ ἦν ὁ θεὸς λόγος, ἵνα πληρώσῃ τὸ εἰρημένον παρὰ τῶν ἀποστόλων «ἀδύνατον γὰρ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ Ἅιδου». καὶ τίνος ἕνεκα τὸ

441

ἀδύνατον λέγει, ἀλλ' ὅτι ἔσπευδε μὲν ὁ θάνατος καὶ ὁ Ἅιδης κατασχεῖν ψυχήν, ἀδύνατον δὲ ἦν τὴν ψυχὴν αὐτοῦ κατασχεθῆναι διὰ τὴν θεότητα; εἰ δὲ ἀδύνατον ἦν κατασχεθῆναι διὰ τὴν θεότητα, πῶς ἄρα ἐκ προσώπου τῆς αὐτοῦ θεότητος ἠδύνατο ῥηθῆναι τὸ «θεέ μου, θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» ἀλλ' οὗτος ἐκ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως ἀνθρωποπαθῶς ἐδείκνυτο ὁ λόγος, ἵνα μάθωμεν ἀληθινῶς εἶναι τὴν ἔνσαρκον παρουσίαν καὶ οὐ δοκήσει ἢ φαντασίᾳ παρ' αὐτοῦ οἰκονομηθεῖσαν. ἀνέστη δὲ ἀπὸ τῆς γῆς ποῖον ἀλλ' ἢ τὸ κοιμηθέν; «ἀνέστη», γάρ φησιν, «οὐκ ἔστιν ὧδε». τί δὲ τὸ ἀναστὰν ἀλλ' ἢ τὸ σῶμα; σῶμα δὲ ἄρα τὸ ἐν τῷ μνήματι, καὶ ἡ ψυχὴ δὲ συναπῆλθε τῷ θεῷ λόγῳ. καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἐπλήρου τὴν τελείαν ἀνάστασιν ἐν τῇ αὐτῇ θεότητι, ἐν τῇ αὐτῇ ψυχῇ, ἐν τῷ αὐτῷ ἁγίῳ σώματι, συνενώσας λοιπὸν τὴν πᾶσαν οἰκονομίαν εἰς μίαν ἕνωσιν πνευματικήν, εἰς μίαν ἕνωσιν θεότητος, εἰς μίαν οἰκονομίαν, εἰς μίαν τελειότητα, ὡς λέγει ἐν τῷ ˉ ˉβ ψαλμῷ «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο», ἵνα δείξῃ τὴν εἴσοδον τοῦ θεοῦ λόγου ἀπὸ τῶν ἐπουρανίων εἰς τὸν κόσμον, ἐνδυομένου εὐπρέπειαν, τουτέστι τὴν σάρκα, τὴν ἀπὸ παρθένου γεγεννημένην· ἐπειδὴ γὰρ ἐδόκει εὐτελής τις τοῖς ὁρῶσιν ἀπίστοις, 3.215 αὐτῷ δὲ ἦν εὐπρέπεια λογιζομένη, ἵνα δείξῃ τὸ αὐτοῦ ἰσχυρὸν διὰ τῆς δοκούσης ἀσθενείας τῆς σαρκὸς καταργοῦν τὸν τὸ κράτος ἔχοντα * τῆς ἁμαρτίας λύσας, τουτέστι τὸν θάνατον, τὴν πᾶσαν οἰκονομίαν τῆς σωτηρίας ἡμῶν εὐπρεπῶς ποιήσας καὶ τὴν φθορὰν ἀφανίσας καὶ τὴν κατάραν, ἐξαλείψας καὶ τὸ καθ' ἡμῶν χειρόγραφον καὶ τὴν πρὸς τὸν Ἅιδην διαθήκην λύσας καὶ πάντα οἰκονομήσας ἀνθρώποις εἰς σωτηρίαν. εὐθὺς γὰρ μετὰ τὸ εἰπεῖν «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο» προστίθησι πάλιν καὶ δευτεροῖ λέγων «ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο», ἵνα δείξῃ τὸ πρῶτον ἔνδυμα ἀπὸ Μαρίας, τὴν δὲ ἐπιδευτερουμένην πάλιν ἔνδυσιν ἀπὸ τῆς ἀναστάσεως τῶν νεκρῶν. καὶ γὰρ «πρωτότοκός ἐστιν ἐκ τῶν νεκρῶν», ὡς εἶπεν ἡ θεία γραφή. διὰ τοῦτο προστίθησι ταύτῃ τῇ δευτέρᾳ ἐνδύσει περισσοτέραν τινὰ ἀσφάλειαν, λέγων «ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο». 67. Ὥσπερ γὰρ ὁ ἐπὶ τῇ ὀσφύϊ διαζωννύμενος ἐπισφίγγει τὸ ἔνδυμα ἐπὶ τὴν ὀσφύν, περισσότερον στερεῶν τὸ εἶδος καὶ συνενῶν τῷ χρωτὶ τῷ ἰδίῳ, οὕτω τὸ πρῶτον εὐπρέπειαν διὰ τὴν ἔνσαρκον ἐνταῦθα ἐνδημίαν. τὸ δὲ δεύτερον, φησί, δύναμιν ἐνεδύσατο, ἀναστὰς ἐκ τῶν νεκρῶν· οὐκέτι εἰς πάθος ἡ ἐνανθρώπησις αὐτοῦ ἔρχεται, οὐκέτι εἰς μάστιγας, οὐκέτι σταυροῦται, ὡς εἶπε περὶ αὐτοῦ ὁ ἀπόστολος «ἀνέστη, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». διὰ τοῦτό φησι τὸ «διεζώσατο», συνενώσας τὴν αὐτοῦ σάρκα εἰς μίαν θεότητα, εἰς μίαν ἑνότητα, εἰς ἓν πνεῦμα, τὸ θεϊκὸν καὶ σωματικὸν εἰς ἓν πνευματικὸν τελούμενον, καὶ μὴ ἔχον διάλυσιν, ὡς εἰσῆλθε λοιπὸν θυρῶν κεκλεισμένων, τὸ παχυμερὲς λεπτομερές, τὸ παθητὸν ἀπαθὲς ἀποδείξας, ἐν σαρκὶ πεπονθώς, μένων δὲ ἐν ἀπαθείᾳ· καίπερ μετὰ τὸ εἰσελθεῖν δεικνύων ὀστέα καὶ σάρκα, τύπον λόγχης καὶ τύπον ἥλων, ψηλαφώμενος ὑπὸ τοῦ Θωμᾶ, ὁρώμενος ὑπὸ τῶν μαθητῶν, εἰσερχόμενος δὲ θυρῶν κεκλεισμένων, ἵνα δείξῃ ὅτι εἰς μίαν ἕνωσιν πνευματικὴν τὸ πᾶν ᾠκονόμησε τῆς αὐτοῦ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους σωτηρίας. καὶ τί μοι περὶ τὸν τοσοῦτον λόγον κατατρίβεσθαι; πολλάκις γὰρ «τὰ αὐτὰ» λέγειν «ἡμῖν μὲν οὐκ ὀκνηρόν», τοῖς δὲ ἐντυγχάνουσιν * ἀσφαλείας χάριν φροντίσαντες πολλάκις διηγησάμεθα, ἵν' οὕτως διαπεράσαντες τὴν τοῦ Ἀρείου θηριοβολίαν τῶν φρονημάτων τε καὶ λόγων καὶ διανοημάτων, 3.216 68. Ἱκανῶς τε περὶ ταύτης τῆς λέξεως ὡσαύτως διαλαβόντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἵνα πανταχόθεν τὰ πλεῖστα τὰ τῇ διανοίᾳ ἡμῶν ἀπὸ τῆς ἐκείνων ἐρεσχελίας ὑποπίπτοντα σαφηνίσαντες δείξωμεν ἀπὸ τῶν ὀλίγων ἢ καὶ πλειόνων ὅτι πάντα ἐν τῇ θείᾳ γραφῇ τῷ κεκτημένῳ

442

πνεῦμα ἅγιον καὶ νοῦν ἐγρήγορον παρὰ κυρίου εἰληφότι οὐδέν ἐστι σκολιὸν ὑπονοῆσαι ἢ πάθους εἶδος εἰς τὸν πατέρα ἢ εἰς τὸν υἱὸν οὐδὲ εἰς τὸ ἅγιον πνεῦμα, ἀλλὰ πάντα τελειότατα, οἰκονομικῶς δὲ εἰς ἑκάστην χρείαν καὶ ἐν ἑκάστῳ τόπῳ πρὸς τὸ ὑποκείμενον ἐν ἀληθείᾳ ἐν ταῖς θείαις γραφαῖς εἴρηται ὑπ' αὐτοῦ τοῦ κυρίου καὶ τῶν αὐτοῦ ἀποστόλων καὶ τῶν ἁγίων προφητῶν τῶν ὑπ' αὐτοῦ ἀπεσταλμένων. καὶ γὰρ περὶ τούτου προεφήτευσε φήσας κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον «ἠλί, ἠλί, λημᾶ † σαβαχθανί»· ὃ κατὰ ἀκολουθίαν ἐπλήρου ὁ κύριος ἐπὶ τοῦ σταυροῦ, τὰ εἰς αὐτὸν πεπροφητευμένα λέγων «ἠλί, ἠλί» Ἑβραϊκῇ τῇ λέξει, ὡς ἦν προγεγραμμένον, καὶ οὐκέτι Ἑβραϊκῇ, ἀλλὰ Συριακῇ διαλέκτῳ τὸ συζυγοῦν ῥῆμα ἀποτελῶν ἔλεγε «λημᾶ σαβαχθανί», ἵνα τῇ ἀρχῇ μὲν χρήσηται, ὡς ἦν περὶ αὐτοῦ γεγραμμένον, εἰς ἑτέραν δὲ γλῶσσαν τὸ λεῖπον τῷ ῥητῷ κατὰ τὴν διήγησιν μεταβάλλοι· καὶ αὐτὸ ποιῶν δι' ἀγαθὴν οἰκονομίαν, εἰς τὸ ὁμολογεῖν τὸ ῥητὸν περὶ αὐτοῦ εἰρῆσθαι ὑπὸ τοῦ προφήτου διὰ τοῦ «ἠλί, ἠλί» λέγειν, τὸ δὲ ὑπόλοιπον οὐκέτι Ἑβραϊκῇ λέξει, ἀλλὰ Συριακῇ, ὅπως καθέλοι τὸν τῦφον τῶν αὐχούντων τὴν Ἑβραΐδα καὶ καταξιώσῃ καὶ ἑτέρας γλώσσας εἰς πλήρωσιν τῶν περὶ αὐτοῦ ῥητῶν· ἔμελλε γὰρ ἤδη ἁπλοῦν τὴν αὐτοῦ γνῶσιν ἐπὶ πάντα τὰ ἔθνη καὶ οὐκ ἐπὶ τοὺς Ἑβραίους μόνον, ὡς ἔχει ἡ πᾶσα αὕτη ἀκολουθία ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ, ἀπὸ προσώπου τῆς ἐνσάρκου αὐτοῦ παρουσίας τὰ ἀνθρωποπαθῆ πάντα αὐτοῦ δηλοῦσα. αὐτὸς δὲ ἐλθὼν ἐπλήρου, ὡς καὶ πάντα ἔστιν ἀκόλουθα ἐν ὅλῳ τῷ ψαλμῷ εἰς τὴν τῆς ὑφηγήσεως ταύτης ἔνσαρκον παρουσίαν Χριστοῦ, τελειότατα τὸ διήγημα, ὥς φησι «καὶ ἐμερίσαντο τὰ ἱμάτιά μου», καὶ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με». καὶ ὅσα ἐστὶ τοιαῦτα λεγόμενα, ἃ οὐκ ἐνδέχεται πληροῦσθαι εἰς τὴν θεότητα, ἀλλ' ἐν σαρκί, τῆς θεότητος οἰκονομούσης τὰ πάντα ἐν ἀπαθείᾳ καὶ ἐν ἀληθείᾳ. 69. Ἀναπηδῶσι δὲ πάλιν, ὡς οἱ ἐμμανεῖς κύνες λύσσῃ τινὶ κατεχόμενοι, τὸν αὐτῶν δεσπότην διὰ τὴν λύσσαν ἀγνοοῦντες καὶ αὐτῷ πρῶτον 3.217 ἐπερχόμενοι, καὶ λέγουσι πάλιν, ὅταν ἀκούσωσι παρ' ἡμῶν, ὡς ἔστιν ἀληθές, ὡς τοῦ κυρίου λέγοντος ἐν τῷ εὐαγγελίῳ περὶ τῶν αὐτοῦ μαθητῶν «οὓς δέδωκάς μοι, πάτερ, ἐφύλαξα αὐτοὺς ἐν τῷ κόσμῳ», καὶ πάλιν «ποίησον αὐτοὺς ἵνα ὦσιν ἐν ἐμοί, ὡς κἀγὼ καὶ σὺ ἕν ἐσμεν», καὶ λέγουσιν «ὁρᾷς τὸ ὑπ' αὐτοῦ λεγόμενον, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ καὶ οἱ δύο ἕν ἐσμεν», ὅτι οὐ περὶ ἰσότητος λέγει, ἀλλὰ περὶ ὁμονοίας; πῶς γὰρ ἠδύναντο οἱ μαθηταὶ ἐν αὐτῷ εἶναι κατὰ ἰσότητα, ἀλλὰ κατὰ τὴν ὁμόνοιαν, καὶ εὐθὺς πάντη ἐλέγχει αὐτοὺς ἡ τοῦ θεοῦ ἀλήθεια, ὡς οὔτε οἱ μαθηταὶ ἠδύναντο τοῦτο πληροῦν οὔτε περὶ αὐτῶν τοῦτο ῥηθῆναι, εἰ μὴ ἐκοινώνησε τῆς αὐτῶν σαρκὸς ἐλθὼν ὁ λόγος καὶ συνάψας αὐτοὺς ἐν αὐτῷ εἰς υἱοθεσίαν. διὰ τοῦτο γὰρ καὶ πάντη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν «πλησίον» καλεῖ, προσφωνῶν αὐτῇ διὰ τῆς ἁγίας αὐτοῦ φωνῆς τῆς ἀνεγερτικῆς καὶ προτρεπτικῆς λέγων ὅτι «ἀνάστα, ἐλθέ, πλησίον μου, καλή μου, περιστερά μου». καὶ ὁρᾷς ὡς «πλησίον» αὐτὴν καλεῖ; οὐκ ἠδύνατο δὲ ἡ ἐκκλησία «πλησίον Χριστοῦ» καλεῖσθαι, εἰ μὴ ἄνωθεν ἦλθε καὶ ἐπλησίασεν αὐτῇ, δι' ἧς ἔλαβε σαρκὸς ὁμοιοπαθοῦς, ἵνα τὴν πλησιάσασαν αὐτῷ ἀνθρωπότητα, συναγαγὼν τοὺς ἐν ὑπακοῇ γενομένους πλησίον ἑαυτῷ, καλέσῃ τὴν ἁγίαν καὶ ἄσπιλον νύμφην. καὶ διὰ τοῦτο ἐνταῦθα τὸν πατέρα αἰτεῖ ὁ λόγος, ὁ κύριος ἡμῶν ὁ μονογενής, περὶ τῶν μαθητῶν, ἵνα ὦσιν ἐν ἑαυτῷ, ἵνα τὴν συγγένειαν τὴν εἰς αὐτὸν διὰ τῆς σαρκὸς γενομένην εὐδοκίᾳ πατρὸς ἁγιασθέντων τῶν μαθητῶν εἰς ἑνότητα εὐδοκίας καὶ υἱοθεσίας συνάψῃ, ἵνα ἔχωσιν ἐν τῷ πρωτοτόκῳ τοῦ πατρὸς «τὴν ἀπογραφὴν τῶν πρωτοτόκων ἐν οὐρανῷ». καὶ ἵνα μή τινες νομίσωσι τὸν υἱὸν ἀπαλλοτριοῦσθαι τῆς τοῦ πατρὸς δόξης διὰ τὸ πεφορηκέναι σάρκα, ἐπασφαλιζόμενος

443

τὴν πίστιν καὶ τὴν τῆς ἀληθείας αὐτοῦ γνῶσιν, ὅπως μὴ ἐν ὑπονοίᾳ τινὶ γένηταί τις τῶν αὐτοῦ δούλων καὶ τῆς ἐλπίδος ἐκπέσοι ὁ τοιοῦτος, φησίν, «ἵνα ὦσιν ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἓν ὦσιν. ἐγὼ μὲν γὰρ καὶ σὺ ἕν ἐσμεν», διὰ τὸ θεὸν ἐκ θεοῦ καὶ ὁμοούσιον ἐν θεότητι αὐτὸν εἶναι. καὶ τὸ «ἕν ἐσμεν» οὐχ ἑνικὸν σημαίνει. οὐκ εἶπε γὰρ ὅτι ἐγὼ εἷς εἰμι, ἀλλ' ἐγὼ καὶ σύ· καὶ τὸ «ἕν ἐσμεν», ἵνα ἐλέγξῃ Σαβέλλιον καὶ τὴν αὐτοῦ σχολήν, τὸν νομίζοντα τὸν υἱὸν καὶ τὸν πατέρα συναλοιφὴν εἶναι καὶ τὸν πατέρα 3.218 πρὸς τὸ ἅγιον πνεῦμα ὡσαύτως. διὰ τοῦτο γὰρ λέγει, ἕν ἐσμεν, καὶ οὐκ εἶπεν, εἷς εἰμι. δύο μὲν γὰρ τέλεια, πατὴρ καὶ υἱός, ἓν δὲ διὰ τὴν ἰσότητα, διὰ τὴν μίαν θεότητα καὶ μίαν δύναμιν καὶ μίαν ὁμοιότητα. ἐν τῇ οὖν θεότητι πατὴρ καὶ υἱὸς ἕν, ἐν τῇ ἀνθρωπήσει υἱὸς καὶ οἱ μαθηταὶ ἕν, προσαγομένων τῶν διὰ τὴν καταξίωσιν τῆς κλήσεως τῶν μαθητῶν ἐπὶ τὸ ἀνεκδιήγητον τῆς αὐτοῦ φιλανθρωπίας, εἰς μίαν ἑνότητα υἱοθεσίας, διὰ τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εὐδοκίαν. καὶ πάλιν ἐλήλεγκται ἡ πλάνη τῶν ματαίως περὶ τοῦ ἰδίου αὐτῶν δεσπότου κακῶς φρονούντων. 70. Παρελθὼν δὲ καὶ ταύτην τὴν λέξιν τὰς ἑξῆς διασκοπήσω. προπηδῶσι δέ τινας λέξεις ἑαυτοῖς ἐφευρίσκοντες οἱ σοφισταί, περὶ συλλογισμοὺς ἐσχολακότες καὶ λογισμοὺς ματαιοφροσύνης, ἄνθρωποι ὄντες τὸν θεὸν συλλογίσασθαι πειρώμενοι, ὡς καὶ ὁ προφήτης αὐτοὺς ἐλέγχει φάσκων «εἰ πτερνιεῖ τις θεόν, ὅτι ὑμεῖς πτερνίζετέ με;» τί γὰρ πάλιν φασὶν οἱ γεννάδαι; ὡς καὶ τὴν ἄλλην λέξιν ἄνω ἑρμηνευθεῖσαν ἐτάξαμεν, ὑπ' αὐτῶν δὲ ἡμῖν πρὸς πεῦσιν ἐκτεινομένην, τὸ «θέλων ἐγέννησε τὸν υἱὸν ἢ μὴ θέλων», ὡς ἐν θεῷ ἐδείξαμεν ὅτι οὐδέν τι μελλητικὸν τυγχάνει αὐτῷ, ἀλλ' ἅμα πάντα ἐν αὐτῷ ἐστι τέλεια καὶ οὐ πρῶτον βούλεται πρὶν ἢ ποιῆσαι οὐδὲ ποιεῖ ἄνευ βουλεύματος καὶ οὐ βουλεύεται, ἵνα τι ἑτοιμάσῃ, οὐδὲ ἡ ἑτοιμασία αὐτοῦ βουλῆς ἐπιδέεται· ὥστε παρ' αὐτῷ τὸ γέννημα ἀεὶ γεγέννηται καὶ μὴ ἐν χρόνῳ ἀρξάμενον, ἀλλ' ἀεὶ σὺν πατρὶ γεγεννημένον ὑπάρχει καὶ οὐδέποτε διαλείπει, ὡς καὶ ἐνταῦθα πάλιν δευτερώσας τὴν λέξιν πάλιν τίθημι, ὅτι οὔτε θέλων ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει· φύσεως γάρ ἐστιν γέννημα ὁ υἱὸς ὑπὲρ βουλὴν καὶ πᾶσαν ἔννοιαν καὶ ὑπόνοιαν. 71. Ὁμοίαν δὲ ταύτῃ λέξει, ὡς ἔφην, ἄλλην ἡμῖν ἐφευρίσκουσιν οἱ νέοι Ἀριστοτελικοί. ἐκείνου γὰρ ἀπεμάξαντο τὴν ἰοβολίαν καὶ κατέλιπον τοῦ ἁγίου πνεύματος τὸ ἄκακον καὶ τὸ πρᾶον, ὡς λέγει ὁ κύριος «μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ταῖς ψυχαῖς ὑμῶν ἀνάπαυσιν». οὗτοι δὲ τὴν πραότητα καταλελοιπότες δεινότητι μᾶλλον ἑαυτοὺς ἐκδεδώκασιν, ἐνδυσάμενοι Ἀριστοτέλην τε καὶ τοὺς ἄλλους τοῦ κόσμου διαλεκτικούς, ὧν καὶ τοὺς καρποὺς μετίασι, μηδένα καρπὸν δικαιοσύνης εἰδότες μηδὲ πνεύματος καταξιωθέντες 3.219 δωρεὰν ἔχειν ἐν ἑαυτοῖς, οἱ φιλόνεικοι. λέγουσι γοῦν πρὸς ἡμᾶς, ὅταν εἴπωμεν αὐτοῖς ὅτι ὁ ὢν υἱὸς πρὸς τὸν ὄντα πατέρα ἦν ἐπειδὴ γὰρ τῷ Μωυσῇ εἶπεν ὁ πατὴρ ὅτι «ἐρεῖς πρὸς αὐτούς· ὁ ὢν ἀπέσταλκέ με», καὶ πάλιν τὸ εὐαγγέλιον περὶ τοῦ υἱοῦ φάσκει ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἐὰν εἴπωμεν ὅτι ὁ ὢν ἦν πρὸς τὸν ὄντα, λέγουσι πρὸς ἡμᾶς· τὸ ὂν τοίνυν ἐγεννήθη ἢ τὸ μὴ ὂν ἐγεννήθη; εἰ γὰρ ἦν, πῶς ἐγεννήθη; εἰ δὲ ἐγεννήθη, πῶς ἦν; καὶ ἔστι τοῦτο τῆς αὐτῆς ματαιοφροσύνης τῆς περὶ ζητήσεις ἀσχολουμένης καὶ τὰ μετέωρα ἐμβατευούσης καὶ τὰ ἄνω «περιεργαζομένης καὶ μηδὲν ἀγαθὸν ἐργαζομένης». ἐροῦμεν γὰρ πρὸς αὐτούς· πόθεν ὑμῖν ἡ ὑπόνοια αὕτη τοῦ ταῦτα διανοηθῆναι; ἐὰν δὲ εἴπωσιν ὅτι οὕτως ἀπαιτεῖ τὸ φρόνημα ἐξετάζειν, λέγομεν καὶ αὐτοί· οὐκοῦν λέγετε ἡμῖν, ὦ οὗτοι, τὰ ἑαυτῶν λογίζεσθε ἢ τὰ τοῦ θεοῦ; εἶτά φασιν· ἀφ' ἑαυτῶν, ὡς λογικοί, τὰ τοῦ θεοῦ λογιζόμεθα. οὐδὲν οὖν διαλλάττει θεὸς τῆς ὑμῶν ἕξεως, φύσεώς τε καὶ οὐσίας; ναί, φασίν. εἰ τοίνυν διαλλάττει φύσις θεοῦ παρὰ τὴν

444

ὑμῶν φύσιν, πρῶτα μὲν οὐ δύναται ἡ ὑμῶν φύσις περὶ θεοῦ καταλαμβάνειν τὰ ἀκατάληπτα· δεύτερον δὲ ὅτι ἀσεβές ἐστι θεὸν ἀφ' ὑμῶν ἀπεικάζεσθαι κατὰ τὴν ὑμῶν οὐσίαν. ἐν ἡμῖν γὰρ τὸ μὴ ὂν γεννᾶται, ἐπειδὴ αὐτοὶ οὐκ ἦμέν ποτε, γεγεννήμεθα δὲ ἀπὸ τῶν ἡμῶν πατέρων, τῶν καὶ αὐτῶν ποτε μὴ ὑπαρχόντων, καὶ ἐξ ὑπαρχῆς ἄχρι τοῦ Ἀδὰμ διαληπτέον. Ἀδὰμ δὲ ἀπὸ τῆς γῆς ἐγένετο, οὐκ ὢν ποτέ, ἡ δὲ γῆ ἐγένετο ἐξ οὐκ ὄντων, ὅτι οὐκ ἦν ἀεί· θεὸς δὲ πατὴρ ἦν ἀεί. καὶ ὁποῖος ἦν τῇ φύσει, τοιοῦτον ἐγέννησε τὸν υἱόν. ἐγέννησε δὲ αὐτὸν ἀεὶ ὄντα, οὐ συνάδελφον, ἀλλ' ἐξ αὐτοῦ γεγεννημένον, ὅμοιον αὐτῷ κατὰ φύσιν, κύριον ἐκ κυρίου, θεὸν ἐκ θεοῦ, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ. καὶ ὁποῖα λογίζεταί τις περὶ πατρός, οὕτω καὶ περὶ υἱοῦ λογιστέον· ὁποῖα πιστεύει περὶ τοῦ υἱοῦ, οὕτω καὶ εἰς τὸν πατέρα ἡγητέον. οὕτω γάρ φησιν «ὁ μὴ πιστεύων εἰς τὸν υἱὸν ὡς πιστεύει εἰς τὸν πατέρα, καὶ τιμᾷ τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μενεῖ ἐπ' αὐτόν», ὡς ἔχει τὸ θεῖον εὐαγγέλιον. καὶ διέπεσε πάλιν ἡ αὐτῶν συλλογιστικὴ διάνοια. θεὸς γὰρ ἀκατάληπτος ὢν θεὸν ἀκατάληπτον ἐγέννησε πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ χρόνων, καὶ οὐκ ἔστι διάστημα ἀνὰ μέσον υἱοῦ καὶ πατρός, ἀλλ' ἅμα νοεῖς πατέρα, ἅμα νοεῖς υἱόν, ἅμα ὀνομάζεις υἱόν, ἅμα δεικνύεις πατέρα. ἀπὸ γὰρ τοῦ πατρὸς υἱὸς νοεῖται καὶ ἀπὸ υἱοῦ πατὴρ γινώσκεται. πόθεν γὰρ υἱός, εἰ μὴ πατέρα ἔχει; καὶ πόθεν πατήρ, 3.220 εἰ μὴ ἐγέννησε τὸν μονογενῆ; πότε γὰρ δύναται μὴ καλεῖσθαι πατὴρ πατὴρ ἢ υἱὸς υἱός, ἵνα τινὲς νοήσωσι πατέρα ἄνευ υἱοῦ καὶ ὕστερον ὡς εἰς προκοπὴν ἐληλυθότα καὶ γεγεννηκότα τὸν υἱόν, ἵνα μετὰ τὸ γέννημα κληθῇ πατὴρ υἱοῦ ὁ πατήρ, προκόπτων ἐν τῇ θεότητι ὁ τέλειος καὶ μηδέποτε ἐπιδεόμενος τελειώσεως; 72. Πάλιν δὲ προφασίζονται τὸ ἰατικὸν τοῦτο φάρμακον καὶ σωτηριῶδες ἀντίδοτον ἀφ' ἑαυτῶν ἀποβάλλεσθαι βουλόμενοι, τὸ στερέμνιον τῆς πίστεως τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, λέγοντες· πόθεν τὸ τῆς οὐσίας ὄνομα ἡμῖν φέρεται; διὰ τί ὁμοούσιος ὁ υἱὸς τῷ πατρὶ λέγεται; ποία γραφὴ εἶπε περὶ ὁμοουσιότητος; ποῖος τῶν ἀποστόλων οὐσίαν εἶπε θεοῦ; οὐκ ἴσασι δὲ ὅτι καὶ ὑπόστασις καὶ οὐσία ταὐτόν ἐστι τῷ λόγῳ. * ἔστι γὰρ κύριος ἐν τῇ ὑποστάσει αὐτοῦ, καὶ τὸ «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». οὐσία οὖν ἐστιν· οὐχὶ περιουσία, ἀλλὰ αὐτὸ τοῦτο ὄν, ὥς φησι Μωυσῆς «ὁ ὢν ἀπέσταλκέ με» εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ. ὁ ὢν οὖν ἐστι τὸ ὄν, τὸ δὲ ὂν ἡ οὖσα οὐσία τυγχάνει. τὸ δὲ ὁμοούσιον οὐχ ἕνα πάλιν σημαίνει, ἀλλ' ἀπὸ τοῦ ὁμο δύο σημαίνει τέλεια· ἀλλ' οὐκ ἀλλοῖα ἀλλήλων ἐστὶν οὐδὲ ἀλλότρια τῆς αὐτῶν ἑνότητος. εἰ δὲ ἐχρησάμεθα εὐσεβείας χάριν τινὶ λέξει μὴ γεγραμμένῃ διὰ τὸν σύνδεσμον τῆς ἀληθείας ἄνευ γὰρ τοῦ ὁμολογεῖν ὁμοούσιον πάντως αἱρέσεων οὐ δύναται εἶναι ἔλεγχος. ὥσπερ γὰρ μισεῖ ὁ ὄφις τὴν ὀσμὴν τῆς ἀσφάλτου καὶ τὴν πνοὴν τῆς ἐλάφου καὶ τὸ θυμίαμα τοῦ γαγάτου λίθου καὶ τὸ κάπνισμα τοῦ στύρακος, οὕτω καὶ Ἄρειος καὶ Σαβέλλιος μισεῖ τὸν λόγον τῆς ἐν ἀληθείᾳ ὁμολογίας τοῦ ὁμοουσίου, ἀλλὰ καὶ αὐτοῖς ἐροῦμεν· εἰ καὶ μὴ ἦν ἡ λέξις ἐν ταῖς θείαις γραφαῖς, ἔστι δὲ καὶ σαφῶς ἔγκειται ἐν νόμῳ καὶ παρὰ ἀποστόλοις καὶ τοῖς προφήταις· «ἐκ γὰρ δύο μαρτύρων ἢ τριῶν σταθήσεται πᾶν ῥῆμα», ὅμως ἐξὸν ἦν ἡμῖν δι' εὐσέβειαν χρήσασθαι λέξει χρησίμῃ, ἐπασφαλιζομένοις τὴν ἁγίαν πίστιν. ὑμεῖς δὲ τί φατε; λέγετε γὰρ ἡμῖν, ὦ οὗτοι· τί λέγετε περὶ τοῦ πατρός; ἄκτιστος ὁ πατήρ; πάντως ὅτι ναί. τίς γὰρ οὕτως ἠλίθιος ἵνα ἀμφιβάλλοι περὶ τούτου; ποῖος δὲ ἐμβρόντητος λογίσασθαι μὴ εἶναι ἄκτιστον τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; πάντως γὰρ καὶ αὐτοὶ ὁμολογεῖτε 3.221 ὅτι ἀγέννητος καὶ ἄκτιστος καὶ ἀγένητος. οὐ γὰρ ἔχει πρὸ αὐτοῦ πατέρα, οὐδὲ ὁρισμὸν ἐτῶν οὐδὲ «ἀρχὴν ἡμερῶν» κατὰ τὸ γεγραμμένον. εἰ τοίνυν οὔτε ἀρχὴ χρόνου αὐτῷ οὔτε τέλος, ὡμολόγηται ὅτι ἄκτιστος καὶ ἀναμφίβολόν ἐστιν· οὐδαμοῦ δὲ περὶ αὐτοῦ τοῦτο γέγραπται. εὐσεβείας δὲ χάριν

445

ἀναγκαζόμεθα ταῦτα εὐσεβῶς περὶ αὐτοῦ φρονεῖν τε καὶ λέγειν, κἄν τε μὴ ᾖ γεγραμμένον. οὕτως τὸ περὶ τοῦ ὁμοουσίου ἀναγκαζόμεθα λέγειν, εἰ καὶ μὴ ἦν γεγραμμένον, κατὰ τὴν ἰδίαν γλῶσσαν μετὰ στενωπῆς τῶν λόγων, εἰ καὶ δόξειεν τοῦτο εἶναι ὑπὲρ ἡμᾶς καὶ ὑπὲρ τὴν ἡμῶν φύσιν τὸ περὶ θεοῦ διαλέγεσθαι. ἀλλ' ὅμως αὐτὸς ὁ κύριος συγγνωμονήσειεν ἡμῖν, βουλομένοις οὐχ ὑπὲρ θεότητος ἀπολογεῖσθαι, τῆς ἀνενδεοῦς οὔσης τῆς ἡμῶν συστάσεως· ἀλλὰ δεῖ εὐσεβῶς λέγειν καὶ εὐσεβῶς νοεῖν, ἵνα μὴ ἀπολώμεθα. 73. Τοίνυν ἀποκρίθητε ἡμῖν οἱ τοῦ Ἀρείου μαθηταί· ἀγέννητον λέγομεν πάντες ὁμοῦ τὸν πατέρα καὶ ἄκτιστον, καὶ θαυμαστὴ ἡ λέξις δηλονότι· ποῦ τοίνυν γέγραπται τοῦτο; δείξατε τὸν τόπον. οὔτε γὰρ νόμος εἴρηκεν οὔτε προφῆται οὔτε εὐαγγέλιον οὔτε ἀπόστολοι. εἰ τοίνυν εὐσεβῶς λέγομεν λέξιν μὴ γεγραμμένην καὶ ἐστὶν ἀποδεκτὴ ὑπὲρ δόξης θεοῦ λεγομένη, τίς ἡμῖν ἐγκαλέσειεν, εἰ μὴν καὶ μὴ ἦν τὸ ὁμοούσιον γεγραμμένον· εὑρόντων ἡμῶν λόγον, δι' οὗ λόγου δυνησόμεθα τὸ ἀσφαλὲς ὁμολογῆσαι τῆς ἡμῶν σωτηρίας; ἀλλ' εἰσὶ μαρτυρίαι μετὰ καὶ τοῦ εὐσεβοῦς λογισμοῦ, αἵ τε προτεταγμέναι καὶ ἄλλαι πλείους. παρελεύσομαι δὲ καὶ ταύτην τὴν λέξιν, καὶ τὰς ἄλλας αὐτῶν τοῦ δελεασμοῦ κατὰ τῶν ἀκεραίων λεγομένας ἐν θεῷ ἀναξανῶ ῥήσεις τε καὶ ἐπινοίας. 74. Λέγουσι γὰρ πάλιν οἱ αὐτοὶ μετὰ πασῶν, ὧν ἀπὸ τοῦ ἀποστόλου καὶ τῶν εὐαγγελίων κατὰ τὸν νοῦν αὐτῶν παραφθείρουσι κακῶς ὑπονοοῦντες λέξεις, καὶ ταύτην εἰς μέσον φέροντες ἀπὸ τοῦ ἀποστόλου, ὡς εἴρηται ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ, ἐν τῷ περὶ νεκρῶν ἀναστάσεως κεφαλαίῳ, ὡς καθεξῆς φησιν «εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». 3.222 ἐπιλαμβάνονται τοίνυν τοῦ ῥητοῦ καὶ τῷ ἔθει τῆς αὐτῶν ἔχθρας πρὸς τὸν μονογενῆ ἀνασκευάζοντες τὴν αὐτοῦ ἄφραστον καὶ ἔνδοξον θεότητα, ὡς καὶ πολλάκις εἶπον, ἀνοίᾳ φερόμενοι, καὶ φασίν· ὁρᾷς ὅτι λέγει «εἶτα τὸ τέλος ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. τὸ δὲ δεῖ καὶ ἄχρι καὶ ὅταν παραδιδῷ τὴν βασιλείαν χρόνου ἐστὶν ὁρισμός.» καὶ βλασφημοῦντές φασι, παύσεως καὶ καταλύσεως τοῦ βασιλεύοντός ἐστι ταῦτα δηλωτικά, * ἕως οὗ παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί. καὶ οὐκ ἴσασιν ἐξ ὑπαρχῆς τὸν νοῦν τῆς ἀληθείας, ὅτι διὰ τὸ μετεσχηκέναι τὸν μονογενῆ σαρκὸς καὶ αἵματος τὰ ἀνθρωποπαθῆ περὶ αὐτοῦ καὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας προσληπτικὰ τῆς δόξης ᾄδεται καὶ λέγεται, ἀλλ' οὐκ ἐκτὸς τῆς τελείας ἀεὶ καὶ ἐνδόξου αὐτοῦ θεότητος τῆς μηδὲν ἐνδεομένης προσλαβέσθαι δόξαν, ἐχούσης δὲ τὸ αὐτοδεδοξασμένον καὶ τὸ αὐτοτέλειον· ὡς αὐτὸς περὶ τῶν δύο ἀπολογεῖται μερῶν, φάσκων περὶ μὲν τοῦ προσφάτου «δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι». ὁ δὲ πατὴρ τῶν δύο σχέσεων ἀπαγγέλλων τὴν δόξαν, περὶ μὲν τῆς πρώτης κατὰ τὸ πνεῦμα, «ὅτι ἐδόξασα», ἵνα δείξῃ τὸ ἀόριστον, περὶ δὲ τοῦ προσφάτου διὰ τὴν ἔνσαρκον παρουσίαν, ὅτι «καὶ πάλιν δοξάσω»· 75. ἵνα καὶ ἐνταῦθα τὸ σαφὲς ἀποδειχθείη περὶ ὧν καὶ ὁ ἀπόστολος εἴρηκε, περὶ αὐτοῦ διττῶς τὴν ἀλήθειαν ὑποτιθέμενος *, καὶ τὸ «ἄχρις οὗ παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», διὰ τὴν ἀπὸ χρόνου ἀρχὴν γενομένην ἐνσάρκου παρουσίας. ἡ γὰρ θεότης τοῦ μονογενοῦς ἦν ἀεὶ σὺν πατρί, ὅπερ ἐστὶ μονογενὴς θεὸς λόγος ἐκ πατρὸς προελθὼν ἀνάρχως καὶ ἀχρόνως.

446

ἐπεὶ πῶς πληρωθήσεται τὸ ῥηθὲν ὑπὸ τοῦ ἀγγέλου τὸ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;» ἐπειδήπερ ἔλεγεν αὐτῇ «τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν», ἵνα δείξῃ ἄνωθεν τὸν θεὸν λόγον κατεληλυθότα καὶ ἐν μήτρᾳ τῆς αὐτῆς παρθένου σαρκωθέντα καὶ τελείως ἐνανθρωπήσαντα καὶ ἵνα μὴ διορίσῃ 3.223 τὴν ἔνσαρκον τελείωσιν ἀπὸ τῆς ἐνθέου τελειώσεως, μετὰ προσθήκης τοῦ «καὶ» ἔλεγεν αὐτῇ «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». εἶτα «δώσει αὐτῷ, φησίν, ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». ἀντιδιαστελλομένων τοίνυν τούτων θατέρου πρὸς θάτερον, ὅτι «δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ» καὶ «βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας», καὶ οὐκ εἶπεν εἰς τὸν αἰῶνα μόνον, ἀλλ' εἰς τοὺς αἰῶνας, καὶ πάλιν τοῦ «ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», ἀντιπαρατιθεμένου τῷ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος», ἀμφοτέρων δὲ τὰ τοιαῦτα περὶ κυρίου καὶ Χριστοῦ φησάντων ἀξιοπίστων τε ἁπάντων ὄντων, τοῦ μὲν ἀγγέλου Γαβριὴλ ἁγίου ὄντος, τοῦ δὲ ἁγίου ἀποστόλου πνευματοφόρου ὄντος, τί ἂν φαίησαν οἱ τῆς ζωτικῆς πραγματείας ἄγνωστοι; μὴ ἄρα ἀντίζετος εἴη ἡ γραφὴ πρὸς ἑαυτὴν τὰ πάντα ἀεὶ ἀληθεύουσα; μὴ γένοιτο. ἀλλ' ὡς ἀπ' ἀρχῆς εἴπομεν, διὰ τὸ προσληπτικὸν τῆς ἐνανθρωπήσεως τὰ πάντα ἔχει τῆς εὐλόγου ἀκολουθίας. εἰ γὰρ παραδίδωσι τὸ βασίλειον χρόνῳ, ἄρα νῦν οὐδὲ βασιλεύει· εἰ δὲ οὔπω βασιλεύει, πῶς εὑρίσκεται προσκυνούμενος ἀεὶ ὑπὸ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων πρὸ τῆς ἐνσάρκου παρουσίας καὶ ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὡς ἡ γραφὴ λέγει περὶ αὐτοῦ ὅτι «ὅταν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγουσα, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ πάλιν «ἐκάθισεν ἐν δεξιᾷ τοῦ παρτός», καὶ πάλιν «αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων». ἄρα οὖν βασιλεύει ἀεὶ ὁ ὑπὸ πάντων προσκυνούμενος. τί οὖν εἴπωμεν, τοῦ υἱοῦ ἀεὶ βασιλεύοντος ἀπὸ τῶν ἀνέκαθεν καὶ νῦν καὶ εἰς τὸ ἑξῆς, ἐπεὶ μηδέπω παρέδωκε τὴν βασιλείαν τῷ πατρί; ἆρα ἐκτός ἐστι τοῦ βασιλεύειν ὁ πατήρ; μὴ γένοιτο. ἔστι γὰρ ἅμα πατρὶ βασιλεύων, καὶ πατὴρ ἅμα υἱῷ καὶ ἁγίῳ πνεύματι. ἀλλὰ τί λέγουσιν; «ὅταν παραδῷ τὸ βασίλειον τῷ θεῷ καὶ πατρὶ» παύεται αὐτὸς τοῦ βασιλεύειν; μὴ γένοιτο. ἐπεὶ πῶς πληροῦται τὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος;» ἀλλ' ἵνα δείξῃ ὅτι οὐδὲν ἐν τῷ υἱῷ πεπλήρωται οὔτε πληροῦται ἀφηνιάζον καὶ ἰδιάζον τῆς τοῦ πατρὸς ἑνώσεως, καὶ τοῦ ἑνὸς θελήματος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ὁρῶμεν γὰρ καὶ ἐνταῦθα ὡς περὶ αὐτοῦ 3.224 τοῦ υἱοῦ εἴρηται ὅτι «ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν», ὡς αὐτοῦ τοῦ υἱοῦ παραδιδόντος τὴν βασιλείαν καὶ καταργοῦντος πᾶσαν ἀρχὴν καὶ τὰ ἑξῆς, καὶ τὸ «δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ», ὡς τοῦ υἱοῦ τὰ πάντα ποιοῦντος καὶ αὐθεντοῦντος καὶ ἐξουσιάζοντος καὶ τῷ πατρὶ παραδιδόντος σὺν τῇ βασιλείᾳ τοὺς ὑποτασσομένους. 76. Εἶτα λοιπὸν μεταβαίνει εἰς πρόσωπον ἕτερον πάλιν τοῦ πατρός, ὑποτάσσοντος πάντα τῷ υἱῷ, καί φησι «πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». οὐκέτι δὲ ἀπὸ προσώπου πατρὸς μόνον, οὐδὲ ἀπὸ προσώπου υἱοῦ μόνον, ἀλλὰ μεσαίτατα τῶν προσώπων πατρὸς καὶ υἱοῦ φησιν «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ ὑποτέτακται» καὶ τὰ ἑξῆς. ἤθελον οὖν ἐρωτῆσαι τοὺς αὐτούς, ἀπὸ προσώπου τίνος τὸ «εἴπῃ» λέγει. τὸ γὰρ βάθος τῶν μυστηρίων τοῦ θεοῦ πνευματικῶς τοὺς σαρκικοὺς κρίνει. «ὁ γὰρ σαρκικὸς οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν». ἐνταῦθα γὰρ τὸ «ὅταν εἴπῃ ὅτι πάντα αὐτῷ ὑποτέτακται», εἰ μὲν ὁ πατὴρ λέγει πρὸς τὸν υἱόν, ἐλλιπὴς ἡ πραγματεία· ὑπέταξε

447

γὰρ ὁ υἱὸς τὰ πάντα τῷ πατρί· εἰ δὲ ἀπὸ προσώπου υἱοῦ τὸ «ὅταν εἴπῃ ὅτι τὰ πάντα αὐτῷ ὑποτέτακται» λέγεται, ἐλλιπὲς τὸ φρόνημα, ὅτι μελλητικά τινα ἐν θεῷ, ἢ ἐν πατρὶ ἢ ἐν υἱῷ λογίζεται. τίς δέ ἐστιν ὁ λέγων ὅτι πάντα ὑποτέτακται; οὐ γὰρ εἶπεν, ὅταν εἴπωσιν· εἰ γὰρ ἦν τοῦτο τοῦ υἱοῦ τὸ ὅταν εἴπωσι λεγόμενον, ἠδύνατο πληροῦσθαι ἢ ἐπὶ τοὺς ἀγγέλους ἢ ἐπὶ τοὺς ὑποταγέντας. ἐπειδὴ δὲ ἄνω ἐσήμανε τὸν υἱὸν ὑποτάσσοντα τῷ πατρὶ καὶ παραδιδόντα, καὶ τὸν πατέρα ὑποτάσσοντα τῷ υἱῷ τὰ πάντα, περιελείπετο δὲ τοῖς λεξιθήρεσι τὸ τοῦ πνεύματος ἁγίου πρόσωπον· τούτου ἕνεκα ἀπαρεμφάτως μετὰ τὸ πρόσωπον τοῦ υἱοῦ καὶ τὸ πρόσωπον τοῦ πατρὸς τὸ πρόσωπον ὑπέφαινε τοῦ ἁγίου πνεύματος, τοῦ ἀναγγέλλοντος ἀεὶ τὰ πατρὸς καὶ υἱοῦ καὶ διδάσκοντος, ἵνα μὴ ἐλλιπῆ ποιήσῃ τὴν τελείαν γνῶσιν τῆς περὶ τριάδος καὶ τῆς ἐνσάρκου προσληπτικῆς δόξης παρουσίας. εἶτά φησιν· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». ὁ δὲ καταργηθεὶς πεπέδηται, οὐκέτι ἐνεργῶν ὃ ἐνεργεῖ οὐδὲ ἔτι ὑπάρχων· καὶ γὰρ κατήργηται. 3.225 77. Τί οὖν οἱ τὸ συνιέναι τὰς γραφὰς ἀγνοοῦντες ἔχουσι περὶ τούτου λέγειν; δεῖ ἡμᾶς ἄρα λογίσασθαι περὶ τοῦ υἱοῦ ὅτι ἀργήσει τοῦ βασιλεύειν, εἰ οὕτως ἄρα εἶχεν ἡ λέξις, ἀλλὰ ἀσεβήσομεν καὶ τολμήσομεν αὐτὸν μετὰ τῶν ὑποτασσομένων ἐναριθμῆσαι, μάλιστα μετὰ τὸ ἐνεργεῖν οὗ ἐνήργει παυόμενον. ἀλλὰ μὴ γένοιτο· οὐδεὶς γὰρ τῶν εἰς Χριστὸν πιστευόντων καὶ ἐλπιζόντων ἐν ἀληθείᾳ διανοηθήσεται ἀπρεπῶς τῇ αὐτοῦ δόξῃ λέγειν ἢ ἀκούειν, ὡς οὗτοι ματαίως φρονοῦσι. πάντα δὲ ἡ θεία γραφὴ διδάσκει, λέγουσα «ὅταν εἴπῃ πάντα αὐτῷ ὑποτέτακται, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα», ὅπως τὸ ἀπ' ἀρχῆς ὑπὸ τοῦ ἀγγέλου σημανθὲν καὶ ἐνταῦθα διὰ τοῦ ὁμοιώματος τοῦ λόγου συζευχθὲν τὴν φράσιν πᾶσαν τῆς δυνάμεως τοῦ λόγου ἀποφάνῃ ἀκολούθως τε καὶ τηλαυγῶς, ὡς καὶ ὁ ἄγγελος τὸ ὅμοιον ἔλεγεν, ἄνωθεν μὲν σημάνας τὸν υἱόν, εἶτα μετὰ προσθήκης περὶ τῆς ἐνσάρκου παρουσίας τὴν συνένωσιν δηλῶν, ὅτι «διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ μετὰ προσθήκης τοῦ καί ἅγιον κληθήσεται υἱὸς θεοῦ». διά τοι τοῦτο καὶ τὰ τοιαῦτα, ἐπειδὴ καὶ τὸ «διὸ καὶ τὸ γεννώμενον κληθήσεται υἱὸς θεοῦ», τούτου ἕνεκα «αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα», ἵνα μηκέτι τὸ σαρκικὸν σαρκικὸν εἴη τῇ δυνάμει, ἀλλὰ συνηνωμένον τῇ θεότητι, τὸ σαρκικὸν εἰς μίαν ἕνωσιν συνηνωμένον, σὺν πατρὶ βασιλεῦον καὶ ἁγίῳ πνεύματι, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος». καὶ ἐξότε μὲν ἀνέστη, ἀρχὴν ἔλαβεν τὸ «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι». συνήνωται γὰρ ὁμοῦ εἰς μίαν τὴν αὐτοῦ θεότητα πνευματικῶς τὸ σαρκικόν. ἐπειδὴ δὲ λέγει «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, ἕως τῆς παρουσίας τοῦ υἱοῦ τοῦ ἀνθρώπου», καὶ «οὕτως ὄψεσθε αὐτόν, ὃν τρόπον εἴδετε αὐτὸν ἀναλαμβανόμενον», τότε λοιπὸν πάντων τελειωθέντων καὶ μηδενὸς ἔτι πρὸς πλήρωσιν ὑπολειπομένου τῶν ἐπὶ τὴν αὐτοῦ θεότητα † ἀναφέρειν * τὸ «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». * ἔστι σημαινόμενον, ἵνα μὴ εἴη διαίρεσις· οὐ γὰρ ἔστιν, ἵνα μὴ νομισθῇ πολυθεΐα· μία γάρ ἐστιν ἡ δοξολογία. οὔτε γὰρ νῦν ὡς τυραννῶν ὁ υἱὸς οὐχ ὑποτέτακται τῷ πατρὶ οὔτε ὑποτέτακται ὡς δοῦλος καὶ ἐξουσίαν μὴ ἔχων, ὁ ἐκ 3.226 πατρὸς γεγεννημένος, τῆς αὐτῆς φύσεως καὶ τῆς αὐτῆς θεότητος, οὔτε τότε κατὰ ἔλλειψιν οὔτε κατὰ ὑπόβασιν οὔτε κατὰ ἀνάγκην ἢ κατὰ λῆξιν ὑποτάσσεται τῷ πατρί, ἀλλ' ὡς υἱὸς γνήσιος μονογενής, σὺν πατρὶ βασιλεύων ἀεί, εἰς μίαν ἑνότητα καὶ εἰς ἓν γέρας τιμῆς ἀνάγων τὴν πᾶσαν κτίσιν καὶ διδάσκων αὐτοῦ τὴν ἐκκλησίαν, «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν», ἐπειδὴ μία ἐστὶν ἡ θεότης, μία ἡ κυριότης, μία δοξολογία πατρὸς υἱοῦ καὶ ἁγίου πνεύματος, πρεπόντως τιμωμένου τοῦ πατρὸς ὑπὸ τοῦ υἱοῦ ὡς γνησίου υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς οὐκ ἀλλοτρίου ὄντος πατρὸς καὶ υἱοῦ. καὶ ἀποκλειέσθωσαν τῶν

448

κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου πνεύματος βλασφημούντων αὐτοὶ οἱ λόγοι καὶ τὰ ἐπινοήματα τῆς πρὸς τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἔχθρας. καὶ ἔτι πάλιν τὰ κακῶς ὑπ' αὐτῶν ἐπινοούμενα φωράσαντες ἀνετρέψαμεν. 78. Πάλιν ἀναλέγουσι τῶν ἐκ τοῦ εὐαγγελίου λέξεις τινὰς καί φασιν· διὰ τί «οὐ δύναται ποιεῖν οὐδὲν ὁ υἱὸς ἀφ' ἑαυτοῦ, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα;» καὶ οὐ νοοῦσιν ἀπ' ἀρχῆς τὰ λεγόμενα, ὅτι καίτοι γε ὁ πατὴρ οὐ πρότερον ἐποίησε καὶ ὕστερον ὁ υἱὸς ἐτεχνάσατο. ποῖον γὰρ οὐρανὸν ἐποίησε καθ' ἑαυτὸν ὁ πατήρ, ἵνα ἀπὸ τοῦ τύπου τοῦ πρώτου οὐρανοῦ λαβὼν τὸ ὁμοίωμα ὁ υἱὸς οὕτως ἐργάσηται; ἀλλ' οὐδεὶς τοῦτο δύναται δεῖξαι τῶν τὴν κακίαν ἐπινοούντων. «ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». ἀλλ' ἅμα ἐν ἀρχῇ ἐν τῇ κοσμοποιίᾳ φάσκει «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», καὶ οὐκ εἶπε, δεῦρο ποιήσω καὶ ὑποδείξω πῶς ἐργάσῃ. ἔπειτα δὲ «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον», καὶ οὐκ εἶπεν, ἐποίησε καὶ ἔδειξε τῷ υἱῷ πῶς δεῖ ποιεῖν τὸν ἄνθρωπον. οὔτε γὰρ ἐν ἀγνοίᾳ ἦν ὁ υἱός, ἵνα μετὰ τὸ μαθεῖν τέχνην τότε τὰ ἐξ αὐτῆς ἐργάσηται. ἀλλ' ἐπειδὴ πάλιν ἐλθὼν ὁ κύριος ἡμῶν τὴν σάρκα ἐνεδύσατο καὶ ἄνθρωπος ἐγένετο καὶ ἐν ἡμῖν συνανεστράφη, εἶχε δὲ πρὸς τοὺς Ἰουδαίους τὸν λόγον, οἵτινες ἐνόμιζον αὐτὸν τὰ τοῦ πατρὸς καταλύειν, βουλόμενος ἀναγαγεῖν αὐτῶν τὴν διάνοιαν, τοῦ μὴ προσέχειν τῇ αὐτοῦ ἐνανθρωπήσει μόνον, ἔλεγεν «οὐδὲν ποιεῖ ὁ υἱός, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα», ἵνα δείξῃ τὸ ἔργον τοῦ υἱοῦ εἶναι ἔργον τοῦ πατρὸς καὶ τὸν πατέρα εὐδοκοῦντα ἐπὶ τῇ αὐτοῦ τῆς πάσης ἐργασίας οἰκονομίᾳ. οὕτω καὶ κατὰ ἀκολουθίαν καὶ περὶ τὰς ἄλλας λέξεις προσκόπτοντες ὡς θῆρες καὶ ἐλεγχόμενοι ἀπὸ προσώπου τῆς τοῦ λόγου ἀστραπῆς, τῆς ἀληθείας, διωχθήσονται. «ἄστραψον ἀστρα.227 πὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.» 79. Πρόσκειται γὰρ ταύτῃ τῇ λέξει, ἃ ἀναλέγουσι καθ' εἱρμὸν καὶ λέγουσιν ἀπὸ τοῦ εὐαγγελίου «ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε», καὶ πάλιν «ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ. ὁμοίως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ», καὶ πάλιν «οὐδένα γὰρ ὁ πατὴρ κρινεῖ, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα». ὅρα δέ μοι λοιπόν, Ἄρειε, τὸ πέρας τῆς πρὸς σὲ διαλογῆς, ποῦ ἀπετέλεσεν ὁ λόγος. οὐκ εἶπε τινὰς ναὶ καὶ τινὰς οὔ, ἀλλ' «ἵνα πάντες τιμῶσι τὸν υἱόν, ὡς τιμῶσι τὸν πατέρα». μὴ ἀτίμαζε τοίνυν τὸν υἱόν, ἵνα μὴ ἀτιμάσῃς τὸν πατέρα. εἰ γάρ τι εἰς τὸν υἱὸν λογίζῃ ὑποβεβηκὸς ἢ ἐλάττωμα διανοεῖσθαι, οὐκοῦν καὶ ἐπὶ τὸν πατέρα ἀναβαίνει σου ἡ διάνοια; τῆς γὰρ αὐτῆς σοι τολμηρίας ἐστὶ τὸ εἰς τὸν υἱὸν ἐλαττόνως διανοεῖσθαι καὶ μὴ τιμᾶν αὐτόν, καθάπερ τιμᾷς τὸν πατέρα. ἵνα τί γὰρ καὶ δίδωσιν αὐτῷ ὁ πατήρ, λέγε μοι, ὦ γεννάδα, τί λέγει; «ἵνα ὃν θέλῃ ὁ υἱὸς ζωογονήσῃ»· οὐκ εἶπεν ὃν κελεύεται. ἔδει δὲ ταῦτα πάντα τὸν υἱὸν δέξασθαι παρὰ πατρός, ἀλλ' οὐκ ἐλάττονα εἶναι παρὰ τὸν πατέρα, μάλιστα κατὰ δύο τρόπους· πρῶτον μὲν διὰ τὸ ἀναγαγεῖν ἡμῶν τὴν διάνοιαν εἰς μίαν ἕνωσιν θεότητος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ μὴ εἰς μερισμοὺς καὶ πολυθεΐαν καταγαγεῖν τὸν τῶν ἀνθρώπων λογισμόν, ἀλλ' ἀναφέρειν εἰς μίαν ἑνότητα· δεύτερον δὲ καὶ εἰς τὴν τῆς ἐνσάρκου παρουσίας μεταβολὴν δόξης καὶ συνένωσιν τῆς αὐτοῦ θεότητος. ἐπειδὴ γὰρ ἦλθε τοὺς μαθητὰς αὐτοῦ εὐφρᾶναι διὰ τῆς ὑποσχέσεως ἧς εἶπεν ὅτι «εἰσὶ τῶν αὐτοῦ ἑστώτων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ», «καὶ τῇ ὀγδόῃ ἡμέρᾳ», ὡς λέγει τὸ εὐαγγέλιον, ἢ ὡς τὸ ἕτερον λέγει «μετὰ ἓξ ἡμέρας», –οὐ τῶν εὐαγγελιστῶν ἕτερα ἀνθ' ἑτέρων λεγόντων, ἀλλὰ μιᾶς οὔσης τῆς ἀκριβείας, ἀεί ποτε δὲ ἀσφαλιζομένης, ἵνα μὴ πρόφασις γένηται τὸ τοὺς ἀνθρώπους προσκόπτειν ἐν τοῖς ἀναγκαίοις, ἐπειδήπερ

449

«ἔγκειται ἡ ἔννοια τοῦ ἀνθρώπου ἐπὶ τὰ 3.228 πονηρὰ ἐκ νεότητος ἐπιμελῶς». διὰ τοῦτο εἷς εὐαγγελιστὴς τῇ ὀγδόῃ ἡμέρᾳ εἶπεν. ἦν γὰρ μέρος τι τῆς ἡμέρας ὑπολειπόμενον, ὅτε τὸν λόγον ἔφη, καὶ συνηρίθμησεν ἀπ' ἐκείνης τῆς ἡμέρας καὶ τῆς ὥρας, εἰ ἦν ἡ ἡμέρα κεκλικυῖα περὶ ἐνάτην ὥραν ἢ δεκάτην· καὶ πάλιν ἐν τῇ ὀγδόῃ ἡμέρᾳ περὶ τὴν τρίτην ἢ τετάρτην ὥραν τοῦ πράγματος γεγονότος, ὀγδόη αὕτη ἐκαλεῖτο. ὁ δὲ ἄλλος εὐαγγελιστὴς ἀσφαλίζεται καὶ λέγει μετὰ ἓξ ἡμέρας. οὐκ ἠρίθμησε γὰρ ἐν ᾗ τὸν λόγον ἔφη τοῖς μαθηταῖς οὐδὲ ἐν ᾗ τὸ ἔργον ἐπετέλεσεν, ἀλλὰ τὰς μέσον ἓξ πληρεστάτας ἡμέρας. 80. Ὧδε δὲ περὶ τὸν λόγον γενόμενος τὴν φράσιν ὑποδείξω, ὅπως «παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνήνεγκεν αὐτοὺς εἰς τὸ ὄρος καὶ μετεμορφώθη καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος», τὸ ἐν σαρκὶ πρόσωπον συνὸν ἐν τῇ θεότητι, «καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς χιών», δηλονότι ἡ σὰρξ ἡ ἀπὸ Μαρίας οὖσα καὶ ἐκ τοῦ ἡμετέρου γένους τυγχάνουσα· καὶ μετεμορφοῦτο εἰς δόξαν, δόξαν ἐπικτωμένη τῆς θεότητος, τὴν τιμήν τε καὶ τελειότητα καὶ δόξαν τὴν ἐπουράνιον, ἣν μὴ εἶχεν ἡ σὰρξ ἀπ' ἀρχῆς, ἐνταῦθα δὲ ἦν λαβοῦσα ἐν τῇ συνενώσει τοῦ θεοῦ λόγου. οὕτω καὶ τὰ προειρημένα νόει, ὅτι «τὴν πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ» ὅτι ἔδωκεν αὐτῷ ἐξουσίαν, «ἵνα ὃν θέλει ζωογονήσῃ», ἵνα τὴν μὲν πρώτην ἀρχὴν δείξῃ τὴν ἕνωσιν τῆς μιᾶς θεότητος καὶ τὸ ἓν θέλημα, ἐπὶ τὸν πατέρα φέρων τὰ ὅλα τῆς ἀγαθωσύνης καὶ ἐπὶ τὴν μίαν ἀρχὴν καὶ θεότητα, τῶν τριῶν οὐσῶν τελείων ὑποστάσεων, μιᾶς δὲ θεότητος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ τῆς ἐνσάρκου πάλιν παρουσίας προσλαμβανούσης μετὰ τῆς θεότητος τὴν ἀπὸ πατρὸς καὶ υἱοῦ κεχαρισμένην αὐτῇ τοῦ ἀξιώματος δωρεάν τε καὶ ἐξουσίαν καὶ τελειότητα, καὶ εἰς μίαν θεότητος πνευματικὴν συνένωσιν συνηνωμένης. 81. Καὶ μάλα μόλις διεδράσαμεν τὸ δυσθαλάττιον τοῦτο χωρίον καὶ τὴν πᾶσαν ταύτην θηριοβολίαν, ἄγριά τε κυμάτων κυρτώματα, ἀφρισμοὺς δὲ καὶ σάλους δεινούς, βέλη τε ἐναντίων καὶ θυρεοὺς κατακαύσαντες κατὰ τὸν ὀρθὸν λογισμὸν ἐν διανοίᾳ, τόξα τε τῶν δι' ἐναντίας κατακλάσαντες, * ἐπὶ τὸ ἑρπετὸν τοῦτο τὸ πολυκέφαλον ὕδρας ἄμορφον κατάστημα, λαβόντες ἐκ θεοῦ τὴν δύναμιν καὶ τὴν χάριν οἱ ἀνίκανοι, ὥστε ἐν θεῷ ἰσχύσαντας τὴν ἐπινίκιον ᾄδειν φωνὴν 3.229 τὴν λέγουσαν· «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», καὶ συντρίψαντες τὴν κεφαλὴν τοῦ δράκοντος ἐπάνω τοῦ ὕδατος τοῦ «ἡσύχως πορευομένου», οὗ οὐκ ἠθέλησαν τὴν μετοχὴν ἔχειν οἱ νέοι μετὰ Ἰουδαίων κληρονομίαν κεκτημένοι, πρὸς οὓς ἀποτεινόμενος ὁ προφήτης ἔλεγε «διὰ τὸ μὴ θέλειν ὑμᾶς ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν ὑμᾶς τὸν Ῥαασσὼν τὸν βασιλέα καὶ τὸν Ταβεὴλ υἱὸν Ῥομελίου, ἰδοὺ ἐπάγει κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρόν, τὸν βασιλέα τῶν Ἀσσυρίων» καὶ τὰ ἑξῆς. ἡμεῖς δὲ λαβόντες ἐν κυρίῳ τὴν βοήθειαν καὶ τὸ ἀπὸ ἀληθινῆς σαρκὸς «πτύσμα ἐπὶ τῆς γῆς βεβλημένον» καὶ τὸ μετὰ τοῦ πτύσματος «φύραμα τοῦ πηλοῦ ἐν τοῖς ὀφθαλμοῖς» ἡμῶν κεχαραγμένον, ἵνα οἵ ποτε ἐν ἀγνοίᾳ νῦν τὴν ἀλήθειαν γνῶμεν, ἀπελθόντες καὶ νιψάμενοι ἐν τῷ Σιλωάμ, τῷ ἀπεσταλμένῳ ἑρμηνευομένῳ, τουτέστιν ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ καὶ ἐν θεότητι τελειότητος, καὶ λοιπὸν ἑωρακότες οὐκέτι ἀρνούμεθα τὸν κύριον, εἰ καὶ ἀποσυναγώγους ἡμᾶς ποιήσωσιν οἱ τῆς Ἀρείου φατρίας καὶ Ἰουδαίων διάδοχοι· ἔθεντο γὰρ καὶ οὗτοι, καθάπερ κἀκεῖνοι, πάντα τὸν ὁμολογοῦντα τὸν κύριον «ἀποσυνάγωγον αὐτῶν γενέσθαι», ἵνα δείξωσι τὸν ἀναβλέψαντα ἔλεγχον γεγονότα τῶν ἀβλεπτούντων. εἰ μὴ γὰρ ἦν ἡ συναγωγὴ αὐτῶν τυφλὴ ὅλη, οὐκ ἂν οὗ ἠνοίχθησαν οἱ ὀφθαλμοὶ ἀποσύνακτον ἐποίουν. εὐχαριστήσωμεν τοίνυν τῷ κυρίῳ, ὅτι καὶ ἀνεβλέψαμεν καὶ ὁμολογοῦμεν τὸν κύριον καὶ ἐθεραπεύσαμεν τὰ σίνη, ἐὰν καὶ τὸ ἔργον

450

τῶν ἐντολῶν αὐτοῦ πράξωμεν, καὶ κατεπατήσαμεν τὸν ὄφιν καὶ συνετρίψαμεν τὴν κεφαλὴν τοῦ δράκοντος ἐν τῇ τοῦ θεοῦ δυνάμει· ᾧ ἡ δόξα, τιμή, κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρί, σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Καταλείψαντες δὲ τὴν νενεκρωμένην ταύτην ὕδραν, τὴν ἑπτακέφαλον καὶ πολύσχιδον, ἐπὶ τὰς ἑξῆς συνήθως προέλθωμεν, ἀγαπητοί, θεὸν τὸν ἀεὶ βοηθὸν ἐπικαλούμενοι τὴν αὐτὴν ἡμῶν ποιήσασθαι ἐπιμέλειαν καὶ τῶν βουλομένων τούτῳ τῷ πονήματι ἐντυγχάνειν, εἰς ἴασιν τῶν δεδηγμένων καὶ εἰς διόρθωσιν τῶν μὴ ἐν κακοῖς ἤδη ἐξετασθέντων. 3.232 Περὶ τοῦ σχίσματος τῶν Αὐδιανῶν ˉν, τῆς δὲ ἀκολουθίας ˉο. 1. Αὐδιανοὶ εἴτ' οὖν Ὠδιανοὶ τάγμα εἰσίν *. οὗτοι δὲ ἐν μοναστηρίοις τὴν κατοίκησιν κέκτηνται ἀναχωροῦντες, τάγμα ὄντες ἐν ἐρημίαις τε καὶ πλησιαίτερον πόλεων ἐν προαστείοις τε καὶ ὅπου τὰς ἑαυτῶν μονὰς 3.233 ἤτοι μάνδρας ἔχουσιν. οὗτος ὁ Αὔδιος τούτων ἀρχηγὸς γεγένηται ἐν χρόνοις Ἀρείου, ὁπηνίκα συνεκροτήθη κατὰ Ἀρείου ἡ σύνοδος τῶν αὐτὸν καθελόντων. ἦν δὲ ὁ ἀνὴρ ἀπὸ τῆς Μέσης τῶν ποταμῶν ὁρμώμενος, διαφανής τις κατὰ τὴν ἑαυτοῦ πατρίδα διὰ τὸ ἀκραιφνὲς τοῦ βίου καὶ κατὰ θεὸν ζήλου καὶ πίστεως· ὃς πολλάκις θεώμενος τὰ ἐν ταῖς ἐκκλησίαις γενόμενα εἰς πρόσωπον ἐπισκόπων τε καὶ πρεσβυτέρων ἐλεγκτικῶς ἀντετίθει τοῖς τοιούτοις λέγων· οὐ χρὴ ταῦτα οὕτως γενέσθαι, οὐκ ὀφείλει ταῦτα οὕτως πράττεσθαι, ὡς ἀνὴρ ἀληθεύων καὶ ὁποῖα φιλεῖ ὑπὸ τῶν φιλαλήθως ἐλευθεροστομούντων ἀνδρῶν γενέσθαι, μάλιστα τῶν τὸν βίον ἀκρότατα βιούντων. διὸ τοιαῦτα ὁρῶν ὡς προεῖπον ἐν ταῖς ἐκκλησίαις λαλεῖν ἠναγκάζετο πρὸς ἔλεγχον, καὶ οὐκ ἐσιώπα. εἴ τινα γὰρ εἶδε τῶν φιλοχρηματούντων τοῦ κλήρου, ἢ ἐπίσκοπον ἢ πρεσβύτερον ἢ ἕτερόν τινα τοῦ κανόνος, πάντως ἐφθέγγετο. καὶ εἰ ἑώρα τινὰ ἐν τρυφῇ καὶ σπατάλῃ βιοῦντα ἤ τινα παραχαράττοντα τὰ ἐν τῷ ἐκκλησιαστικῷ κηρύγματι καὶ θεσμῷ τῆς ἐκκλησίας, μὴ φέρων ὁ ἀνὴρ προεβάλλετο ὡς ἔφην τὸν λόγον. καὶ ἦν τοῦτο τοῖς μὴ τὸν βίον δεδοκιμασμένον ἔχουσιν ἐπαχθές. ὑβρίζετο δὲ ἕνεκεν τούτου καὶ ἀντελέγετο, ἐμισεῖτο, ἔφερε κλυδωνιζόμενός τε καὶ ὠθούμενος καὶ ἀτιμαζόμενος, ἕως χρόνου ἱκανοῦ ἐν ταῖς ἐκκλησίαις συναγόμενος, ἕως ὅτε δεινῶς ἐνέγκαντές τινες ἐξεοῦσι τὸν ἄνδρα διὰ τὴν τοιαύτην αἰτίαν. ὁ δὲ οὐκ ἠνείχετο, ἀλλ' ἐβιάζετο μᾶλλον ἀλήθειαν μὲν λέγειν, μὴ ἀναχωρεῖν δὲ τοῦ συνδέσμου τῆς μιᾶς ἑνώσεως τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ὡς δὲ ἐτύπτετο αὐτός τε καὶ οἱ ἅμα αὐτῷ πολλάκις τὰ δεινά τε ἔπασχε, βαρυστονήσας σύμβουλον λαμβάνει ἑαυτοῦ τὴν ἀνάγκην τῶν ὕβρεων. ἑαυτὸν γὰρ ἀφορίζει τῆς ἐκκλησίας, πολλοί τε ἅμα αὐτῷ ἀφηνιάζουσι, καὶ οὕτως τὴν διαίρεσιν εἰργάσατο, οὔ τι ἔχων παρηλλαγμένον τῆς πίστεως, ἀλλ' ὀρθότατα μὲν πιστεύων αὐτός τε καὶ οἱ ἅμα αὐτῷ· εἰ καὶ χρὴ τὰ μάλιστα λέγειν ἐν μικρῷ τινι αὐτὸν φιλονείκως φέρεσθαί τε καὶ τοὺς ἅμα αὐτῷ. 2. Μετὰ γὰρ τοῦ ὁμολογεῖν περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος θαυμαστῶς ὡς ἔχει ἡ καθολικὴ ἐκκλησία ὀρθοδοξότατά τε φυλάττειν τά τε ἄλλα πάντα τοῦ βίου εἶχε θαυμαστά· ταῖς γὰρ ἰδίαις χερσὶν 3.234 ἐργαζόμενος αὐτός τε καὶ οἱ ὑπ' αὐτὸν ἐπίσκοποί τε καὶ οἱ πρεσβύτεροι καὶ οἱ λοιποὶ πάντες διατρέφονται· ὕστερον δὲ μετὰ τὸ ἐξεωθῆναι τῆς ἐκκλησίας, ἀπὸ ἄλλου ἐπισκόπου τὰ αὐτὰ συζητοῦντος καὶ ἀναχωρήσαντος τῆς ἐκκλησίας χειροτονεῖται οὗτος ἐπίσκοπος. περὶ δὲ οὗ ἐπελαβόμην λέγειν ἐπειδήπερ ἐν παρεκβάσει γεγένημαι, αὖθις ἐπαναλαβὼν διέξειμι τὴν ὑφήγησιν, φημὶ δὲ περὶ τῆς ὡς ἐπὶ τὸ σκληρότατον καὶ ἰδιωτικὸν καὶ φιλόνεικον τῆς παρ' αὐτῷ ᾀδομένης λέξεως ἀπὸ τῆς θείας γραφῆς. τὸ γὰρ κατ' εἰκόνα οὗτος καὶ οἱ μετ' αὐτοῦ, ὅπερ ὁ θεὸς δεδώρηται τῷ Ἀδάμ, ἀποκρότως βούλεται ὁρίζειν, εἶναι τοῦτο πληρούμενον κατὰ τὸ σῶμα, ἀπὸ τοῦ δῆθεν λεγομένου ῥητοῦ τοῦ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν». καὶ εἶτα ἐπιφέρει

451

λέγων ὁ θεῖος λόγος ὅτι «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς». ἐπειδή, φησίν, εἶπεν ὅτι ἐποίησεν ἄνθρωπον ἀπὸ τῆς γῆς, ὅρα ὅτι ἀληθέστατα ὅλον τὸ χοϊκὸν εἶπεν ἄνθρωπον· ἄρα γε αὐτὸ τὸ χοϊκὸν προέλεγεν ἔσεσθαι κατ' εἰκόνα θεοῦ. καὶ ἔστι τοῦτο ἀπόκροτον, ὡς ἔφην, καὶ ἰδιωτικόν, τὸ ὁρίζεσθαι κατ' ἄνθρωπον ἐν ποίῳ μέρει τέτακται τοῦ ἀνθρώπου τὸ κατ' εἰκόνα εἰ χρὴ ὅλως μέρος λέγειν, διὰ τὰ πολλὰ τὰ ἀντιπίπτοντα τῇ τῶν ἀνθρώπων ἐννοίᾳ κατὰ τὸ ῥῆμα τοῦτο καὶ ἔχοντα ζητημάτων πληθύν. ἢ γὰρ ποιήσομεν τὸν θεὸν ὁρατόν τε καὶ σωματικόν, εἴπερ ἐν τῷ σώματι τὸ κατ' εἰκόνα πληροῦται σωματικῶς καὶ οὐκ ἐσχηματισμένως, ἢ ἄνθρωπον τῷ θεῷ ἐξισοῦμεν τοῦτο φάσκοντες. διὸ οὐ χρὴ πάντως ὁρίζειν ἢ διισχυρίζεσθαι ἐν ποίῳ μέρει τὸ κατ' εἰκόνα πληροῦται, ἀλλ' ὁμολογεῖν μὲν τὸ κατ' εἰκόνα εἶναι ἐν τῷ ἀνθρώπῳ, ἵνα μὴ τὴν χάριν τοῦ θεοῦ ἀθετήσωμεν καὶ ἀπιστήσωμεν θεῷ. ὅσα μὲν γὰρ λέγει ὁ θεός, ταῦτα ἀληθῆ τυγχάνει, εἰ καὶ ἐξέφυγε τὴν ἡμῶν ἔννοιαν ἐν ὀλίγοις λόγοις. ἀρνήσασθαι οὖν τοῦτο τὸ κατ' εἰκόνα οὐ πιστὸν οὔτε τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας. ἔστι γὰρ πᾶς ἄνθρωπος σαφῶς κατ' εἰκόνα, καὶ οὐδεὶς τῶν ἐχόντων εἰς θεὸν τὴν ἐλπίδα ἀρνήσεται, εἰ μὴ ἄν τινες ἑαυτοῖς μύθους πλάσσουσιν ἐκβαλλόμενοι τῆς ἐκκλησίας καὶ τῆς τῶν πατέρων ἐκ προφητῶν τε καὶ νόμου καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν παραδόσεως. 3.235 3. Ὥστε οὖν ἐκεῖνοι φιλονεικότερον ἐν τούτῳ διακείμενοι ἐκτὸς καὶ αὐτοὶ βαίνουσι τῆς κατὰ τὴν ἐκκλησιαστικὴν ὑπόθεσιν παραδόσεως, τῆς πιστευούσης κατ' εἰκόνα μὲν εἶναι πάντα ἄνθρωπον, μὴ ὁρίζειν δὲ ἐπιχειρούσης ἐν ποίῳ τέτακται τὸ κατ' εἰκόνα, μήτε ἐχόντων τῶν μυθωδῶς περὶ τούτων διαλαμβανόντων εἴτ' οὖν ἀρνουμένων δεῖξαι. οἱ μὲν γὰρ λέγουσιν ἐν τῇ ψυχῇ πληροῦσθαι τὸ κατ' εἰκόνα, νομίζοντες τὸ κατὰ τὴν σάρκα μόνον συλλογίσασθαι δύνασθαι, καὶ οὐκ ἴσασιν οἱ τοιοῦτοι ὅτι τὸ κατὰ ψυχὴν συλλογίζεται, εἰ χρὴ συλλογισμοῖς προσέχειν καὶ μὴ ἁπλῶς ἁπλῇ τῇ διανοίᾳ θεῷ προσιέναι καὶ πιστεύειν, ὅτι τὰ ὑπὸ θεοῦ εἰρημένα ἐστὶν ἀλήθεια, αὐτῷ δὲ μόνῳ ἐγνωσμένα τῷ τὴν πᾶσαν ἀλήθειαν εἰδότι. ἄλλοι δὲ λέγουσιν οὔτε ἐν ψυχῇ οὔτε ἐν σώματι, ἀλλὰ ἀρετὴν εἶναι τὸ κατ' εἰκόνα. ἕτεροι δὲ φάσκουσι μὴ εἶναι τὴν ἀρετήν, ἀλλὰ τὸ βάπτισμα καὶ τὸ χάρισμα τὸ ἐν τῷ βαπτίσματι, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». ἄλλοι δὲ πάλιν τοῦτο οὐ βούλονται, ἀλλὰ θέλουσι λέγειν τότε μὲν εἶναι τὸ κατ' εἰκόνα ἐν τῷ Ἀδάμ, ἕως ὅτε ἐν παρακοῇ γέγονε καὶ βέβρωκεν ἀπὸ τοῦ ξύλου καὶ ἐξεώθη. ἀφ' οὗ δὲ ἐξεώθη, ἀπώλεσε τὸ κατ' εἰκόνα. καὶ πολλή τίς ἐστι τῶν ἀνθρώπων μυθοποιία, οἷς οὐ χρὴ «οὐδὲ πρὸς ὥραν εἶξαι», οὔτε τούτοις οὔτε ἐκείνοις, τοῖς οὕτω ἢ οὕτω λέγουσιν, ἀλλ' εἶναι μὲν πιστεύειν ἐν τῷ ἀνθρώπῳ τὸ κατ' εἰκόνα, ἐν παντὶ δὲ μάλιστα καὶ οὐχ ἁπλῶς ἔν τινι μέρει. ποῦ δέ ἐστιν ἢ ποῦ πεπλήρωται τὸ κατ' εἰκόνα, αὐτῷ μόνῳ ἔγνωσται τῷ θεῷ, τῷ κατὰ χάριν τῷ ἀνθρώπῳ δωρησαμένῳ τὸ κατ' εἰκόνα. οὔτε γὰρ ἀπώλεσεν ὁ ἄνθρωπος τὸ κατ' εἰκόνα, ἀλλ' εἰ ἄρα ἐχυδαίωσε τὸ κατ' εἰκόνα, μολύνας ἑαυτὸν ἐν ἀδιαφόροις πράγμασι καὶ ἀνηκέστοις ἁμαρτίαις. ἰδοὺ γὰρ μετὰ τὸν Ἀδὰμ τῷ Νῶε λέγει «ἰδοὺ δέδωκά σοι πάντα ὡς λάχανα ἀγροῦ, θῦσον καὶ φάγε, μὴ φάγε σάρκα ἐν αἵματι ψυχῆς, ὅτι ἐγὼ ἐκζητήσω τὰς ψυχὰς ὑμῶν. πᾶς ὁ ἐκχέων αἷμα ἀνθρώπου ἐπὶ τῆς γῆς, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται τὸ αἷμα αὐτοῦ, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον, καὶ ἐγὼ ἐκζητήσω τὸ αἷμα ὑμῶν ἐκ παντὸς τοῦ ἐκχέοντος αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς». καὶ ὁρᾷς ὅτι ἐν τῷ ἀνθρώπῳ λέγεται τὸ κατ' εἰκόνα μετὰ δεκάτην γενεὰν τοῦ τὸν Ἀδὰμ πλασθῆναι; ἅμα δὲ καὶ Δαυὶδ μετὰ πολὺν χρόνον λέγει 3.236 ἐν πνεύματι ἁγίῳ· «τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος», ἀλλὰ καὶ καθεξῆς μετὰ τοῦτον ὁ

452

ἀπόστολός φησιν «ἀνὴρ οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων», ἀλλὰ καὶ μετὰ τοῦτον Ἰάκωβος φάσκει λέγων περὶ τῆς γλώσσης ὅτι «ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου· ἐν αὐτῇ εὐλογοῦμεν τὸν θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς κατ' εἰκόνα θεοῦ γεγονότας· οὐ χρὴ ταῦτα οὕτως γίνεσθαι, ἀδελφοί μου». καὶ ὅρα ὅτι ἐξέπεσεν ὁ λόγος τῶν λεγόντων τὸν Ἀδὰμ τὸ κατ' εἰκόνα ἀπολωλεκέναι. 4. Τῶν δὲ πάλιν λεγόντων τὴν ψυχὴν εἶναι τὸ κατ' εἰκόνα ὁ λόγος ἐστὶ τοιόσδε καὶ ἡ ἀπολογία· ὅτι, φησίν, ἔστιν ἀόρατος ὡς ὁ θεός ἐστιν ἀόρατος, ἐνεργητική ἐστι, κινητική ἐστι, διανοητική ἐστι, λογιστική ἐστι, καὶ τούτου ἕνεκα αὐτή ἐστι τὸ κατ' εἰκόνα, ἐπειδὴ θεὸν ἐπὶ γῆς μιμεῖται, κινοῦσά τε καὶ πράττουσα καὶ τἄλλα ποιοῦσα ὅσαπερ κατὰ τὸ λογιστικὸν πράττει ὁ ἄνθρωπος. εὑρίσκονται δὲ καὶ οὗτοι συλλογιζόμενοι. καὶ γὰρ εἰ διὰ ταῦτα καλεῖται κατ' εἰκόνα ψυχή, οὐκέτι δύναται εἶναι κατ' εἰκόνα. ὁ γὰρ θεὸς ἐπέκεινα μυριονταπλάσιον παρὰ τὴν ψυχὴν καὶ ἔτι περιττότερόν ἐστιν ἀκατάληπτος καὶ ἀπερινόητος, πάντα εἰδώς, τὰ προόντα καὶ τὰ παρόντα, καὶ τὰ ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα, πέρατα γῆς καὶ πυθμένας ἀβύσσου, ἄκρα οὐρανῶν καὶ πάντα τὰ ὄντα, αὐτὸς περιέχων τὰ πάντα, ὑπ' οὐδενὸς δὲ περιεχόμενος. ἡ δὲ ψυχὴ περιέχεται μὲν ἐν σώματι, ἀγνοεῖ δὲ ἀβύσσου τοὺς πυθμένας, οὐκ ἐπίσταται τὸ εὖρος τῆς γῆς τέρματα τῆς οἰκουμένης ἀγνοεῖ, ἄκρα οὐρανῶν οὐ κατείληφε, * πόσα μέλλει ἔσεσθαι ἢ πότε γίνεται πόσα τε πρὸ αὐτῆς γεγένηται. καὶ πολλά ἐστι περὶ αὐτῆς καὶ τῶν τοιούτων λέγειν. ἅμα δὲ καὶ μερισμοὺς ἔχει, θεὸς δὲ ἀμέριστός ἐστι. φησὶ γὰρ ὁ ἀπόστολος «ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν. καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνάπιον αὐτοῦ» καὶ τὰ ἑξῆς. καὶ ὁρᾷς ὅτι διέπεσε καὶ τούτων ὁ λόγος. 5. Καὶ πάλιν τῶν λεγόντων τὸ σῶμα εἶναι κατ' εἰκόνα διαπίπτει πάλιν ὁ λόγος. πῶς γὰρ δυνατὸν εἶναι τὸ ὁρατὸν τῷ ἀοράτῳ παραπλήσιον; πῶς τὸ σωματικὸν τῷ ἀσωμάτῳ; πῶς τὸ ἁφὴν ἔχον τῷ ἀκαταλήπτῳ; ὁρῶμεν γὰρ ἡμεῖς ἀπὸ τῶν ἔμπροσθεν οἷς ἔχομεν ὀφθαλμοῖς, τὰ κατόπιν 3.237 δὲ ἀγνοοῦμεν, ἐν θεῷ δὲ οὐ πάθος, οὐκ ἐλάττωμα, μὴ γένοιτο, ἀλλὰ πανταχόθεν ἐστὶ φῶς, πανταχόθεν ὀφθαλμός, πανταχόθεν δόξα, πνεῦμα ὢν ὁ θεὸς καὶ πνεῦμα ὑπὲρ πνεῦμα καὶ φῶς ὑπὲρ πᾶν φῶς. πάντα γὰρ τὰ ὑπ' αὐτοῦ γενόμενα ὑποβέβηκε τὴν αὐτοῦ δόξαν· μόνη δὲ ἡ τριὰς ἐν ἀκαταληψίᾳ καὶ ἐν δόξῃ ἀνεικάστῳ καὶ ἀκαταλήπτῳ. τῶν δὲ πάλιν λεγόντων τὴν ἀρετὴν εἶναι τὸ κατ' εἰκόνα, ἀρετὴ δὲ ἄνευ φυλακῆς ἐνταλμάτων οὐ δύναται εἶναι, πολλοὶ δὲ ἐν ἀρετῇ διαφερέστεροι ἀλλήλων. ἀρετῆς γάρ ἐστιν εἴδη πολλά. οἴδαμεν γὰρ αὐτοὶ καί τινας ἀπὸ ὁμολογητῶν ὑπάρχοντας, οἵτινες ἑαυτῶν τὸ σῶμα δεδώκασι καὶ τὴν ψυχὴν ὑπὲρ τοῦ ἑαυτῶν δεσπότου ἐν ὁμολογίᾳ, ἐν ἁγνείᾳ διατελέσαντες πίστιν τε ἀληθεστάτην ἐκτήσαντο, εὐσεβείᾳ διενηνόχασι, φιλανθρωπίᾳ καὶ εὐλαβείᾳ, ἐν νηστείαις τε διῆξαν καὶ ἐν πάσῃ ἀγαθότητι καὶ ἐν ἀρετῆς τεκμηρίοις. συμβέβηκε δὲ αὐτοὺς ἔχειν ἐλάττωμα, ἤτοι λοιδόρους εἶναι ἤτοι ὀμνύντας ἐν ὀνόματι θεοῦ ἢ εἶναι μυθώδεις ἢ ἀγανακτικοὺς ἢ βίον κεκτῆσθαι * χρυσοῦ καὶ ἀργύρου καὶ ἄλλων, ἅτινα ἐλλιπῆ ποιεῖται τῆς ἀρετῆς τὰ μέτρα. τί οὖν εἴπωμεν; τὸ μὲν κατ' εἰκόνα διὰ τὴν ἀρετὴν ἐκτήσαντο, διὰ δὲ τὰ ὀλίγα ἀνθρώπινα τῶν ἐλαττωμάτων παραχρῆμα * εἶναι τὴν εἰκόνα καὶ οὐκέτι τελείαν τὴν ἐν αὐτοῖς εἰκόνα; καὶ πάλιν διέπεσεν ὁ τούτων λόγος. τῶν δὲ πάλιν λεγόντων τὸ βάπτισμα εἶναι τὸ κατ' εἰκόνα πολύ τι διαπίπτει ὁ λόγος. οὔτε γὰρ Ἀβραὰμ ἔσχε τὸ βάπτισμα οὔτε Ἰσαὰκ οὔτε Ἰακὼβ οὔτε Ἠλίας οὔτ Μωυσῆς οὔτε οἱ πρότερον οἱ περὶ Νῶε καὶ Ἐνὼχ οὔτε οἱ περὶ τοὺς προφήτας, Ἠσαΐαν καὶ τοὺς καθεξῆς. τί οὖν; ἆρα ἐκεῖνοι οὐκ ἔχουσι τὸ κατ' εἰκόνα; καὶ πολλή τίς ἐστι πρὸς

453

τούτους ἡ ἀντιλογία, ὥσπερ πρὸς τοὺς περὶ Αὔδιον, φιλονείκως ὁρίζοντας εἶναι ἐν τῷ σώματι τὸ κατ' εἰκόνα. 6. Φέρουσι δὲ καὶ ἄλλας τινὰς μαρτυρίας οἱ αὐτοὶ Αὐδιανοὶ ἀπὸ τῆς θείας γραφῆς, λέγοντες ὅτι «ὀφθαλμοὶ κυρίου ἐπὶ τὸν πένητα ἀποβλέπουσι καὶ τὰ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν», καὶ «χεὶρ κυρίου ἐποίησε ταῦτα πάντα», καὶ «οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα, σκληροτράχηλοι»; καὶ «ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου», καὶ ὅσα τοιαῦτα περὶ θεοῦ γέγραπται· καὶ ὅτι «εἶδον τὸν κύριον Σαβαὼθ καθή.238 μενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου», καὶ «ἦν ἡ κεφαλὴ αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καὶ τὸ περιβόλαιον αὐτοῦ ὡσεὶ χιών». καὶ ὁρᾷς, φησί, πῶς ἐστι τὸ σῶμα κατ' εἰκόνα θεοῦ; καί εἰσι κἀν τούτῳ ἀντιπίπτοντες καὶ βιαζόμενοι ὑπὲρ δύναμιν ἀνθρωπείαν καὶ τὸ «ὤφθη κύριος τοῖς προφήταις». καὶ ὤφθη μέντοι ὡς ἠθέλησε, δυνατὸς ὢν ἐν ἅπασι, καὶ οὐκ ἀρνούμεθα ὅτι εἶδον οἱ προφῆται θεόν, οὐ μόνον δὲ οἱ προφῆται, ἀλλὰ καὶ οἱ ἀπόστολοι. φησὶ γὰρ ὁ ἅγιος Στέφανος ὁ πρωτομάρτυς «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ καὶ πατρός». ἀλλὰ τῇ ἰδίᾳ δυνάμει θεὸς ὁ πανάγαθος, φιλανθρωπευόμενος τὸ ἴδιον πλάσμα, ἵνα μή τινες τῶν ἀπίστων νομίσωσι τὰ περὶ θεοῦ λεχθέντα εἶναι ἁπλῶς λόγῳ καὶ οὐκ ἀληθείᾳ, καὶ ἕως λόγου ἵστασθαι τὰ κατὰ τὸν θεὸν καὶ μὴ πληροῦσθαι τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον, ὅτι «δεῖ τὸν προσερχόμενον θεῷ πιστεύειν ὅτι ἔστι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν μισθαποδότης γίνεται»–ἵνα οὖν παραθαρσύνῃ τὸν ὑπ' αὐτοῦ πεπλασμένον ἄνθρωπον, τοῖς ἁγίοις αὐτοῦ καὶ ἀξίοις ἑαυτὸν ἀποκαλύπτει θεός, ἵνα ἴδωσι φύσει θεὸν καὶ θεμελιωθῶσι τὴν διάνοιαν καὶ ἐλπίσωσιν ἐν ἀληθείᾳ καὶ κηρύξωσιν αὐτὸν ἀληθῶς καὶ πιστοποιήσωσι τὸν πιστὸν ἄνθρωπον, ὡς ἀμέλει καὶ οἱ Ἑλλήνων παῖδες ἔχουσι περὶ θεοῦ ἕως λόγου τε καὶ φαντασίας, ἡμεῖς δὲ ἀληθῶς θεὸν ἐπιστάμεθα, ἀληθῆ καὶ ὄντα ἀληθῶς ἐνυπόστατον βασιλέα, ἀκατάληπτον, ποιητὴν τῶν ὅλων, ἕνα θεόν, καὶ ἐξ αὐτοῦ τὸν μονογενῆ θεόν, ἐν οὐδενὶ διαλλάττοντα τοῦ πατρός, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μηδὲν ἀπὸ πατρὸς καὶ υἱοῦ διαλλάττον, ὡς καὶ ἐν πάσῃ αἱρέσει περὶ τῆς κατὰ θεὸν πίστεως διὰ πολλοῦ ἐποιησάμεθα τὸν λόγον. 7. Καὶ ὅτι μὲν ὤφθη θεὸς ἀνθρώποις πολλάκις εἴπομεν, καὶ οὐκ ἀρνούμεθα. ἐὰν γὰρ ἀρνησώμεθα τὰς θείας γραφάς, ἀληθεῖς οὐκ ἐσμὲν καὶ εὑρισκόμεθα ἐκπίπτοντες τῆς ἀληθείας· ἢ τὴν παλαιὰν διαθήκην ἐκβάλλοντες οὐκέτι ἐσμὲν τῆς καθολικῆς ἐκκλησίας. τὸ δὲ εὐαγγέλιον ἔφη «θεὸν οὐδεὶς πώποτε ἑώρακεν, ὁ μονογενὴς θεὸς αὐτὸς ἐξηγήσατο», καὶ πάλιν ἡ αὐτὴ θεία γραφή φησιν ὅτι «ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ», καὶ αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «οἱ ἄγγελοι τούτων ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανῷ». ἀλλὰ πάντως ἐρεῖ τις εἰρηκέναι τὴν θείαν γραφήν, τοὺς προφήτας ἑωρακέναι 3.239 τὸν θεὸν ἐν τῷ νῷ, ἀπὸ τοῦ ῥητοῦ τοῦ «καὶ οἱ ἄγγελοι τούτων ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανῷ», καὶ πάλιν ἀπὸ τοῦ «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». νοήσας δὲ τοῦτο καὶ παραζεύξας κατὰ τὴν αὐτοῦ ἔννοιαν τὰς λέξεις εἴποι τις ἂν ὅτι ἐν τῷ νῷ ἕκαστος ὁρᾷ τὸν θεόν, οὐ γὰρ ὀφθαλμοῖς. ἀντιπίπτει δὲ τούτῳ ὁ θεῖος λόγος φάσκων διὰ Ἠσαΐου τοῦ προφήτου «τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ κατοικῶ, καὶ τὸν κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου»· καὶ οὐκ εἶπε τῷ νῷ, οὐδὲ ἐν τῇ ἐννοίᾳ, ἀλλὰ τοῖς ὀφθαλμοῖς, τὰ ἀληθῆ καὶ στερεὰ τῆς πίστεως βεβαιούμενος. τί οὖν εἴπωμεν, τοῦ εὐαγγελίου λέγοντος θεὸν μὴ ἑωρακέναι τινὰ πώποτε, τῶν δὲ προφητῶν καὶ ἀποστόλων φασκόντων καὶ αὐτοῦ τοῦ κυρίου; ἆρα ἀντίθετον ἐν τῇ θείᾳ γραφῇ πρὸς ἑαυτήν τι; μὴ γένοιτο. ἀλλὰ εἶδον προφῆται καὶ ἀπόστολοι, καὶ ἀληθὲς ὑπάρχει. εἶδον

454

δὲ καθὸ ἠδύναντο αὐτοὶ καὶ καθὸ ἐνεχώρει, καὶ ὤφθη αὐτοῖς ὁ θεὸς ὡς ἠθέλησεν· «πάντα γὰρ αὐτῷ δυνατά». καὶ ὅτι μὲν ἀόρατος ὁ θεὸς καὶ ἀκατάληπτος, τοῦτο δῆλόν ἐστι καὶ ὡμολόγηται. ἀλλὰ πάλιν δυνατός ἐστι ποιεῖν ὃ βούλεται. «οὐ γάρ τις ἀντιτίθησιν αὐτοῦ τῷ βουλήματι». ἀόρατος οὖν ἐστι τὴν φύσιν καὶ ἀκατάληπτος τὴν δόξαν. βουλομένου δὲ τῷ ὑπ' αὐτοῦ γεγονότι ἀνθρώπῳ ὀπτάνεσθαι οὐδὲν ἐναντιοῦται τῷ αὐτοῦ βουλήματι. οὐ γὰρ πάθει συνέχεται τὸ θεῖον, ἵνα ὃ βούλεται μὴ πράττῃ ἢ πράττῃ ὃ μὴ βούλεται· δυνατὸς γάρ ἐστι ποιεῖν ὃ βούλεται. ἀλλὰ πράττει ἅπερ αὐτοῦ πρέπει τῇ θεότητι, μηδενὸς ὅλως τῷ θελήματι αὐτοῦ ἀντιπίπτοντος, ὥστε μὴ δύνασθαι πράττειν ὃ βούλεται πρεπόντως τῇ αὐτοῦ θεότητι. καὶ ἀδύνατόν ἐστιν ἰδεῖν θεὸν μάλιστα ἀνθρωπίνην φύσιν, καὶ οὐκ ἐγχωρεῖ τὸ ὁρατὸν ὁρᾶν τὸ ἀόρατον, ἀλλ' ὁ ἀόρατος θεὸς ἐν φιλανθρωπίᾳ καὶ δυνάμει ἐνισχύσας τὸ ἀδύνατον κατηξίωσε τῇ ἑαυτοῦ δυνάμει, ὅπως ἴδῃ τὸ ἀόρατον· καὶ ὁ ἰδὼν εἶδε τὸ ἀόρατόν τε καὶ ἄπειρον, οὐ καθὼς ἔσχε τὸ ἄπειρον, ἀλλ' ὡς ἠδύνατο χωρεῖν ἡ φύσις ἐνδυναμωθεῖσα τοῦ ἀδυνάτως ἔχοντος πρὸς ἐπέκτασιν τοῦ δυνατοῦ. καὶ οὐδὲν διοίσει ἐν τῇ θείᾳ γραφῇ οὔτε ἀντίθετος λέξις πρὸς λέξιν εὑρεθήσεται. 3.240 8. Ἔστι δέ, ὡς πολλάκις τὸ ὑπόδειγμα διηγησάμην, τὸ πρᾶγμα οὕτως ὡς εἴ τις θεάσοιτο δι' ὀπῆς μικροτάτης τὸν οὐρανὸν καὶ εἴποι· ὁρῶ τὸν οὐρανόν, καὶ οὐκ ἂν ψεύσοιτο ὁ τοιοῦτος· ὁρᾷ γὰρ οὐρανὸν τῷ ὄντι· εἴποι δέ τις αὐτῷ συνετῶς ὅτι οὐχ ἑώρακας τὸν οὐρανόν, καὶ οὐκ ἂν ψεύσοιτο ὁ τοιοῦτος. ὁ μὲν γὰρ λέγων ἑωρακέναι οὐ ψεύδεται, καὶ ὁ φήσας πρὸς αὐτὸν μὴ ἑωρακέναι καὶ αὐτὸς ἀληθεύει. οὔτε γὰρ εἶδε τὴν ἐπέκτασιν οὔτε τὸ πλάτος. καὶ ὁ μὲν ἑωρακὼς ἠλήθευσεν, ὁ δὲ ἀντειπὼν μὴ ἑωρακέναι οὐκ ἐψεύσατο, ἀλλὰ καὶ αὐτὸς ἠλήθευσε. πολλάκις γὰρ καὶ ἐπὶ ἀκρωρείᾳ ὄρους ἑστῶτες θεώμεθα καὶ τὴν θάλασσαν, καὶ ἐὰν εἴπωμεν ἑωρακέναι θάλασσαν, οὐκ ἐψευσάμεθα· εἰ δέ τις ἀντείποι λέγων ὅτι οὐχ ἑώρακας, καὶ αὐτὸς οὐ ψεύδεται. ποῦ γὰρ διικνεῖται τὸ πλάτος, ποῦ τὸ μῆκος, ποῦ τὸ βάθος, ποῦ οἱ μυχοὶ τοῦ βυθοῦ καὶ τὰ ἀποτελέσματα, οὐ δύναταί τις εἰδέναι ἄνθρωπος ὤν. εἰ τοίνυν τὰ περὶ τῶν κτισμάτων οὕτως ἐν ἡμῖν πληροῦται, πόσῳ γε μᾶλλον ἐν τῇ χάριτι ᾗ ἐχαρίσατο ὁ θεὸς προφήταις καὶ ἀποστόλοις; ἐθεάσαντο οὖν τὸν θεὸν τῷ ὄντι, καὶ οὐκ ἐθεάσαντο, ἀλλ' ἐθεάσαντο ὡς ἠδύνατο ἡ φύσις φέρειν, καὶ αὐτὸ κατὰ χάριν δυνάμεως, ἧς ἐνεδυνάμωσεν ὁ δυνατὸς ἐν ἅπασι, διὰ φιλίαν τοῦ αὐτοῦ ἀνθρώπου, τοὺς δουλεύοντας αὐτῷ ἐν ἀληθείᾳ. ἐὰν οὖν οἱ τοιοῦτοι νομίσωσι χεῖρας οὕτω τὸν θεὸν ἔχειν ἢ ὀφθαλμοὺς ἢ τὰ ἄλλα διὰ τὸ οὕτως ὀφθῆναι τοῖς προφήταις καὶ ἀποστόλοις, φιλονείκως φέρονται, ἐλεγχόμενοι ἀπὸ τῆς ἀληθείας. ἀλλὰ ὅσα μὲν λέγει ἐν τῇ θείᾳ γραφῇ πιστεύειν χρὴ ὅτι ἔστι, πῶς δὲ ἔστιν αὐτῷ μόνῳ ἔγνωσται. καὶ ὅτι ὤφθη τῷ μὲν ὄντι, ναί, ὤφθη δὲ ὡς ἠθέλησε καὶ ἀληθῶς ὤφθη ὡς ὤφθη. πάντα γὰρ δύναται θεὸς καὶ οὐδὲν αὐτῷ ἀδύνατον. ἔστι δὲ ἀκατάληπτος, πνεῦμα ὢν ἀπερινόητον, πάντα περιέχων, αὐτὸς ὑπ' οὐδενὸς περιεχόμενος. καὶ ὁποῖος ὁ πατήρ, τοιοῦτος καὶ ὁ υἱός, οὕτω καὶ τὸ πνεῦμα ἐν τῇ θεότητι. μόνος δὲ ὁ μονογενὴς ἐνεδύσατο ἐλθὼν σάρκα, ἐν ᾗ καὶ ἀνέστη, ἣν καὶ συνήνωσε τῇ θεότητι, εἰς πνεῦμα συνενώσας ἐκάθισέν τε ἐν δόξῃ ἐν δεξιᾷ τοῦ πατρός, κατὰ τὸ γεγραμμένον. ὡς οὖν ἐστιν ἀκατάληπτος καὶ ἀπερινόητος, οὕτω πάντα τὰ περὶ αὐτοῦ λεγόμενα ἀληθινά ἐστιν ὄντως. ὡς δὲ θεός ἐστιν ἀκατάληπτος, οὕτως πᾶν τὸ περὶ αὐτοῦ λεγόμενον ἀληθινόν ἐστι μέν, ἀλλὰ ἀκατάληπτον 3.241 ὁποῖα θεοῦ καὶ ὡς ἔστιν ἐν δόξῃ ἀκαταλήπτῳ. καὶ ταῦτα μὲν καθὼς ἐχωροῦμεν εἰς δοξολογίαν θεοῦ στόματι ἀνθρωπίνῳ εἰρήκαμεν. οὐ γὰρ ἔχομεν ἑτέρας φθογγῆς χρῆσιν ὑπὲρ τὴν ἐκ θεοῦ ἡμῖν ἐν μέτρῳ δοθεῖσαν, εἰ καὶ τῷ νῷ περισσότερον περὶ θεοῦ ὑπολαμβάνομεν. ἀλλ' οὐχ ὁπόσα ὁ νοῦς ἔχει, τοσαῦτα δύναται τὸ στόμα λέγειν, μέτρῳ ἀποκεκλεισμένον καὶ

455

συνεχόμενον τοῖς σωματικοῖς ὀργάνοις. διὸ καὶ συγγνωμονεῖ θεός, παρ' ἡμῶν ἀποδεχόμενος τὴν περὶ αὐτοῦ εἴδησιν καὶ δοξολογίαν ὑπὲρ τὴν ἡμῶν δύναμιν ἐπεκτεινομένην, οὐχὶ θεῷ χαρίσασθαί τι βουλομένων ἡμῶν, ἀλλὰ δοξολογεῖν τὸ θεῖον κατὰ δύναμιν εἰς τὸ εὐσεβῶς φρονῆσαι καὶ μὴ ἐκπεσεῖν τῆς αὐτοῦ χάριτος καὶ ἀληθείας. ταῦτα δὲ περὶ τοῦ αὐτοῦ Αὐδίου καὶ τῶν Αὐδιανῶν διαλαμβάνοντες ἐξείπομεν τὰ ὑπ' αὐτῶν λεγόμενα, οἷς κατὰ τὸ ἰδιωτικὸν καὶ αὐτοὶ διηγούμενοι καὶ κατὰ τὸ φιλόνεικον ἐν τούτοις ἀντεχόμενοι ἀπρεπῶς διισχυρίζονται. 9. Ἔχουσι δὲ καὶ ἄλλα τινά, δι' ἅπερ μάλιστα ἵστανται περισσότερον τὴν διαίρεσιν ποιησάμενοι τῆς ἐκκλησίας, δι' ὧν καὶ ἄλλους πτύραντες πολλάκις ἀνθέλκουσιν ἀπὸ τῆς ἐκκλησίας, παρελκύσαντες ἄνδρας τε καὶ γυναῖκας. μετὰ γὰρ Ἰουδαίων βούλονται τὸ Πάσχα ἐπιτελεῖν, τουτέστιν ᾧ καιρῷ οἱ Ἰουδαῖοι ποιοῦσι τὰ παρ' αὐτοῖς Ἄζυμα, τότε αὐτοὶ φιλονεικοῦσι τὸ Πάσχα ἄγειν. καὶ δῆθεν ἔστιν ἀληθές ὅτι οὕτως ἦν ἡ ἐκκλησία φερομένη, εἴ γε καὶ λόγον σεσυκοφαντημένον δεικνύουσι τοῖς ἐκκλησιαστικοῖς κατὰ τοῦτο τὸ μέρος, φάσκοντες· ἀπὸ Κωνσταντίνου διὰ τὴν πρὸς τὸν βασιλέα, φησί, προσωποληψίαν καταλελοίπατε τὴν τῶν πατέρων περὶ τῆς τοῦ Πάσχα ἑορτῆς ἀκολουθίαν καὶ τὴν ἡμέραν μετηλλάξατε εἰς τὸ καθῆκον τοῦ βασιλέως. τινὲς δὲ πάλιν κατὰ τὸ ἴδιον φιλόνεικον ὁρίζονται ὅτι ὅτε τὰ γενέθλια τοῦ Κωνσταντίνου, τότε μετεποιήσασθε, φησί, τὸ Πάσχα. καὶ εἰ μὲν τῇ αὐτῇ ἡμέρᾳ τὸ Πάσχα ἤγετο κατ' ἔτος καὶ τῇ αὐτῇ ὡρίσθη τοῦτο ποιεῖν ἐπὶ τῆς ὑπὸ Κωνσταντίνου συναχθείσης συνόδου, πιθανὸν ἦν τὸ παρ' αὐτοῖς λεγόμενον· ὁπότε δὲ καθ' ἕκαστον ἐνιαυτὸν οὐ δύναται ἔχεσθαι τῆς αὐτῆς ψήφου ἡ ἀκολουθία, διέπεσεν ὁ αὐτῶν λόγος. οὐ 3.242 γὰρ διὰ τὸ γενέθλιον ὁ βασιλεὺς ἐπεμελήσατο, ἀλλὰ διὰ τὴν ἕνωσιν τῆς ἐκκλησίας. τῷ γὰρ ὄντι δύο μέγιστα ἡμῖν κατώρθωσεν ὁ θεὸς διὰ τοῦ προειρημένου Κωνσταντίνου τοῦ θεοφιλεστάτου καὶ ἀειμακαρίστου, τὸ συνάξαι οἰκουμενικὴν σύνοδον καὶ ἐκθέσθαι τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν καὶ ὁμολογηθεῖσαν μεθ' ὑπογραφῆς ὑπὸ τῶν συνελθόντων ἐπισκόπων, καθαιρεθῆναι μὲν Ἄρειον, τὸ δὲ καθαρὸν τῆς πίστεως κηρυχθῆναι πᾶσι, καὶ τὸ περὶ τοῦ Πάσχα εἰς ἕνωσιν ἡμῶν ὑπ' αὐτῶν διορθωθῆναι. ἔκπαλαι γὰρ καὶ ἀπὸ τῶν πρώην χρόνων διέστη ἐν τῇ ἐκκλησίᾳ διαφόρως ἀγόμενον, χλεύην ἐμποιοῦν καθ' ἕκαστον ἔτος, τῶν μὲν πρὸ ἑβδομάδος ποιούντων καὶ φιλονεικούντων πρὸς ἀλλήλους, τῶν δὲ μετὰ ἐβδομάδα, καὶ τῶν μὲν προλαμβανόντων, τῶν δὲ μεσαζόντων, ἄλλων δὲ μετέπειτα ἐπιτελούντων. καὶ ἦν ἁπλῶς φύρσις πολλὴ καὶ κάματος, ὡς πολλοῖς φιλολόγοις οὐκ ἄγνωστον, ἐν πόσοις καιροῖς θόρυβος ἐκινεῖτο ἐν τῷ ἐκκλησιαστικῷ κηρύγματι περὶ τοῦ τῆς ἑορτῆς ταύτης ζητήματος, ἔν τε χρόνοις Πολυκάρπου καὶ Βίκτωρος, ὡς ἡ ἀνατολὴ πρὸς τὴν δύσιν διαφερομένη εἰρηνικὰ παρ' ἀλλήλων οὐκ ἐδέχοντο, ἐν ἄλλοις δὲ ὅσοις καιροῖς, ἔν τε χρόνοις Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας καὶ Κρισκεντίου, ὡς πρὸς ἀλλήλους εὑρίσκονται ἕκαστος αὐτῶν γράφοντες καὶ διαμαχόμενοι, ἕως τῶν ἡμετέρων χρόνων· ἐξότου ἐταράχθη ἡ ἐκκλησία μετὰ τὸν χρόνον τῶν ἐμπεριτόμων ἐπισκόπων, οὕτως ἐφέρετο. διὸ συνελθόντες οἱ πανταχόθεν ἐπίσκοποι τότε καὶ ἀκριβώσαντες ὥρισαν μεθ' ὁμονοίας γίνεσθαι κατὰ τὸ πρέπον τῆς ψήφου καὶ τῆς ἀκολουθίας. 10. Εἰς τοῦτο δὲ οἱ αὐτοὶ Αὐδιανοὶ παραφέρουσι τὴν τῶν ἀποστόλων διάταξιν, οὖσαν μὲν τοῖς πολλοῖς ἐν ἀμφιλέκτῳ, ἀλλ' οὐκ ἀδόκιμον. πᾶσα γὰρ ἐν αὐτῇ κανονικὴ τάξις ἐμφέρεται, καὶ οὐδὲν παρακεχαραγμένον τῆς πίστεως ἐκεῖ εὑρίσκεται οὔτε τῆς ὁμολογίας οὔτε τῆς ἐκκλησιαστικῆς διοικήσεως καὶ κανόνος καὶ πίστεως. τὸ δὲ ῥητόν, ἀφ' οὗ λαμβάνοντες πρόφασιν περὶ τοῦ Πάσχα κακῶς παρερμηνεύουσιν οἱ προειρημένοι 3.243 καὶ ἀγνοοῦντες ἑτέρως ὑπολαμβάνουσιν, ἐστὶ τοῦτο· ὁρίζουσι γὰρ ἐν τῇ αὐτῇ Διατάξει οἱ

456

ἀπόστολοι ὅτι «ὑμεῖς μὴ ψηφίζητε, ἀλλὰ ποιεῖτε ὅταν οἱ ἀδελφοὶ ὑμῶν οἱ ἐκ περιτομῆς, μετ' αὐτῶν ἅμα ποιεῖτε». καὶ οὐκ εἶπαν ὅταν οἱ ἀδελφοὶ ὑμῶν οἱ ἐν περιτομῇ, ἀλλὰ οἱ ἐκ περιτομῆς, ἵνα δείξωσι τοὺς ἀπὸ τῆς περιτομῆς εἰς τὴν ἐκκλησίαν μετελθόντας ἀρχηγοὺς εἶναι μετ' ἐκεῖνον τὸν χρόνον καὶ εἰς τὸ συμπείθεσθαι αὐτοῖς τοὺς ἄλλους, εἰς τὸ μὴ ἄλλον ποιεῖν ἄλλως καὶ ἄλλον ἄλλοτε. τοῦτο γὰρ τὸ πᾶν συνήγαγον φρόντισμα διὰ τὴν ἕνωσιν τὴν μίαν, ἵνα μὴ ᾖ σχίσματα μηδὲ διαιρέσεις. οὗτοι δὲ μὴ νοήσαντες τὸν νοῦν τῶν ἀποστόλων καὶ τοῦ λόγου τοῦ ἐμφερομένου τοῦ ἐν τῇ Διατάξει, ἐνόμισαν μή που ἄρα μετὰ τῶν Ἰουδαίων χρὴ τὸ Πάσχα ἐπιτελεῖν· ἅμα δὲ καὶ πεντεκαίδεκα ἐπίσκοποι γεγόνασιν ἐκ περιτομῆς, καὶ ἐχρῆν τότε τῶν ἐπισκόπων τῶν ἐκ περιτομῆς ὄντων ἐν Ἱερουσαλὴμ κατασταθέντων τὸν πάντα κόσμον τούτοις συνέπεσθαι καὶ μετ' αὐτῶν ἐπιτελεῖν, ἵνα μία τις γένηται συμφωνία καὶ μία ὁμολογία, μία ἑορτὴ ἐπιτελουμένη· διὸ ἐκείνων ἡ ἐπιμέλεια τὸν νοῦν τῶν ἀνθρώπων συνάγουσα εἰς ἕνωσιν τῆς ἐκκλησίας. μὴ δυνηθείσης * τὸν τοσοῦτον χρόνον ἐπιτελεσθῆναι, εὐδοκήσει θεοῦ ἐπὶ Κωνσταντίνου διόρθωσις ἐγένετο ὁμονοίας ἕνεκα. παρὰ τοῖς ἀποστόλοις δὲ τὸ ῥητὸν δι' ὁμόνοιαν ἐμφέρεται, ὡς ἐπιμαρτυροῦσι λέγοντες ὅτι «κἄν τε πλανηθῶσι, μηδὲν ὑμῖν μελέτω». ἐξ αὐτῶν δὲ τῶν ἐκεῖσε εἰρημένων ῥητῶν ἡ ἀντίθεσις ὀφθήσεται. φάσκουσι γὰρ τὴν ἀγρυπνίαν φέρειν μεσαζόντων τῶν Ἀζύμων. οὐ δύναται δὲ τοῦτο πάντοτε γενέσθαι ἐν τῇ ψήφῳ τῇ ἐκκλησιαστικῇ. 11. Ἐκ τριῶν γὰρ συνέστηκεν ὁ τοῦ Πάσχα σύνδεσμος, ἔκ τε τοῦ ἡλιακοῦ δρόμου διὰ τὴν κυριακὴν καὶ τὸν μῆνα ἔκ τε τοῦ σεληνιακοῦ δρόμου διὰ τὸ κατὰ τὸν νόμον, ὅπως ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης 3.244 τυθῇ τὸ Πάσχα, ὡς εἶπεν ὁ νόμος. οὔτε οὖν δύναται ἀχθῆναι, ἐὰν μὴ ὑπερβῇ ἰσημερία, ὅπερ παρὰ τοῖς Ἰουδαίοις οὐ φυλάσσεται, οὐδὲ ἀκριβῆ θέλουσι τοιαύτην ἐπιτελεῖν πραγματείαν· διέπεσε γὰρ παρ' αὐτοῖς καὶ ἠπάτηται τὰ πάντα. πλὴν εἰ καὶ τοσαύτης ζητήσεως ὑπάρχει ἡ τοιαύτη ἀκρίβεια, οὐ διὰ τὴν ζήτησιν ταύτην καὶ τὴν ἀκρίβειαν τοῖς ἀποστόλοις εἴρηται, ἀλλὰ δι' ὁμόνοιαν, καὶ εἰ μετὰ τῶν ἐχθρῶν τοῦ Χριστοῦ ἐπιτελεῖν οἱ ἀπόστολοι προσέταξαν, ὡς οὗτοι διισχυρίζονται, πόσῳ γε μᾶλλον δι' ὁμόνοιαν μετὰ τῆς ἐκκλησίας χρὴ ἐπιτελεῖν, ἵνα μὴ τὴν ὁμόνοιαν χαράξωμεν τῆς ἐκκλησίας; πῶς οὖν δύναται τελεῖσθαι τοῦτο; λέγουσι γὰρ οἱ αὐτοὶ ἀπόστολοι ὅτι, «ὅταν ἐκεῖνοι εὐωχῶνται, ὑμεῖς νηστεύοντες ὑπὲρ αὐτῶν πενθεῖτε, ὅτι ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς τὸν Χριστὸν ἐσταύρωσαν, καὶ ὅταν αὐτοὶ πενθῶσι τὰ Ἄζυμα ἐσθίοντες ἐν πικρίσιν, ὑμεῖς εὐωχεῖσθε». συμβαίνει δὲ αὐτοὺς ἐν κυριακῇ ἡμέρᾳ Ἄζυμα λαμβάνειν. ἐπιφωσκούσης γὰρ τῆς κυριακῆς ἑσπέρας δύνανται θύειν τὸ Πάσχα. μετὰ γὰρ ἑσπέραν παρελθόντος τοῦ σαββάτου, οὐ δύνανται ἔργον ἐπιτελεῖν. ἆρα γοῦν αὐτῶν θυσάντων, εἰ ἐγείρονται εὐωχούμενοι, πῶς ἡμεῖς ἐν κυριακῇ πενθήσωμεν καὶ νηστεύσωμεν, αὖθις αὐτῶν ἀκούοντες ἐν τῇ Διατάξει ὅτι «ὁ κακῶν ἑαυτοῦ τὴν ψυχὴν ἐν κυριακῇ ἐπικατάρατός ἐστι τῷ θεῷ»; καὶ ὁρᾷς πόση ἐστὶν ἀκρίβεια καὶ ἀντίθεσις, μὴ δυναμένης τῆς πραγματείας κατὰ τὸ ῥητὸν ἐπιτελεῖσθαι; νοήματι δὲ ἡ πᾶσα ἕστηκεν ἀλήθεια τοῦ κηρύγματος καὶ ἀπ' αὐτῆς τῆς Διατάξεως τῶν ἀποστόλων δῆλον ὅτι δι' ὁμόνοιάν πως συνῆκται τοῦ λόγου ὁ σύνδεσμος· ἐὰν γὰρ ἀεὶ ἐπιτελέσωμεν, ὅταν ἐκεῖνοι ἐπιτελῶσι, ποτὲ μὲν ἐπιτελέσομεν μετὰ ἰσημερίαν καθὼς κἀκεῖνοι ἄγουσι πολλάκις τε καὶ ἡμεῖς, πάλιν τε πρὸ τοῦ τελεσθῆναι τὴν ἰσημερίαν, ὡς ἐκεῖνοι ἄγουσιν, ὅτε μόνοι ἄγουσιν. ἐὰν οὖν καὶ ἡμεῖς ἐπιτελέσωμεν, συμβέβηκεν ἡμῖν ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ἐπιτελέσαι, μετὰ ἰσημερίαν καὶ πρὸ ἰσημερίας, τῷ δὲ ἄλλῳ ἑξῆς 3.245 ἐνιαυτῷ οὐδὲ ὅλως ἐπιτελέσομεν Πάσχα, καὶ εὑρεθήσεται τὸ πᾶν πλάνης εἶναι ἔργον ἤπερ ἀλήθεια. πρὸ γὰρ ἰσημερίας οὐ πληρωθήσεται τὸ ἔτος οὔτε πληροῦται τοῦ κύκλου τοῦ δρόμου ἐκ θεοῦ

457

τοῖς ἀνθρώποις τεταγμένου † ὁ ἐνιαυτός, ἐὰν μὴ παρέλθῃ ἰσημερία. 12. Καὶ ἦν μὲν περὶ τούτου πολλὰ λέγειν, ὡς καλῶς ποιήσαντες οἱ πατέρες, μᾶλλον δὲ δι' αὐτῶν ὁ θεὸς κατώρθωσε τῇ ἐκκλησίᾳ τὸ πᾶν ἀκρίβασμα τῆς ἀληθείας τῆς πανσεβασμίου ταύτης ἑορτῆς καὶ παναγίας, μετὰ ἰσημερίαν μὲν ποιεῖσθαι, ὅτε ὑποπίπτει ἡ τῆς τεσσαρεσκαιδεκάτης κατὰ τὴν σελήνην ἡμέρας ψῆφος. οὐχ ἵνα ἐν αὐτῇ τῇ τεσσαρεσκαιδεκάτῃ ἐπιτελέσωμεν· μία γὰρ ἡμέρα παρ' ἐκείνοις ζητεῖται, παρ' ἡμῖν δὲ οὐ μία, ἀλλὰ ἕξ, ἑβδομὰς πληρεστάτη. διὸ καὶ αὐτὸς ὁ νόμος λέγει ἐπιπλατύνων τό «λήψεσθε ἑαυτοῖς πρόβατον ἐνιαύσιον, ἄμωμον, τέλειον, ἀπὸ δεκάτου τοῦ μηνός, καὶ ἔσται ὑμῖν διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης, καὶ θύσεσθε αὐτὸ πρὸς ἑσπέραν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός», τουτέστι τῆς σελήνης. παρατηρεῖται δὲ ἡ ἐκκλησία ἄγειν τὴν ἑορτὴν τοῦ Πάσχα, τουτέστι τὴν ἑβδομάδα τὴν ὡρισμένην καὶ ἀπ' αὐτῶν τῶν ἀποστόλων ἐν τῇ Διατάξει, ἀπὸ δευτέρας σαββάτων, ὅπερ ἐστὶν ἀγορασμὸς τοῦ προβάτου. καὶ ἐὰν μὲν ᾖ τεσσαρεσκαιδεκάτη τῆς σελήνης τῇ δευτέρᾳ τῶν σαββάτων, εἰς μέσον ἄγεται τὸ θῦμα τοῦ προβάτου, ἐάν τε τρίτῃ σαββάτων, ἐάν τε τετάρτῃ σαββάτων, ἐάν τε πέμπτῃ σαββάτων, ἐάν τε προσαββάτῳ, ἐάν τε σαββάτῳ, τῶν ἓξ ἡμερῶν πρὸς τὴν τοιαύτην ὑπόθεσιν ἐχουσῶν τὴν διοίκησιν. οὔτε γὰρ ἐπιφωσκούσης ἓξ καὶ δεκάτης σελήνης δυνάμεθα τελεῖν οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα ἄρξασθαι τῆς ἑβδομάδος τῆς ξηροφαγίας καὶ Πάσχα καλουμένης ἁγίας, ἀλλὰ ἀπὸ δεκάτης ἕως ἐπιφωσκούσης πεντεκαιδεκάτης, μεσαζούσης τῶν δύο δρόμων, νυκτός τε καὶ ἡμέρας. καὶ συναναλαμβανομένου τοῦ αὐτῶν ἀριθμοῦ, τῶν δεκατεσσάρων ἡμερῶν τῆς σελήνης, κἄν τε παράπτηται εἰς ἐπίφαυσιν τῆς πεντεκαιδεκάτης, διὰ τὴν ἐξ ἀνάγκης ἀκρίβειαν, τοῦ τε ἡλιακοῦ δρόμου μετὰ τὴν ἰσημερίαν καὶ τοῦ σεληνιακοῦ δρόμου διὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ τῆς ἑβδομάδος πλήρης διὰ τὴν κυριακήν, * καὶ τὸν ἀπὸ δεκάτης ἡμέρας σελήνης ἀριθμόν, ἥτις ἐστὶ σύλληψις τοῦ προβάτου καὶ ἀκροστιχὶς τοῦ ὀνόματος τοῦ Ἰησοῦ, 3.246 ἐπειδὴ τῷ ὀνόματι αὐτοῦ τὸ ἀντίτυπον αὐτοῦ πρόβατον ἐλαμβάνετο, ἀπὸ δεκάτης οὕτως ὁριζόμενον· οὐκέτι δὲ ἐπιφωσκούσης ἓξ καὶ δεκάτης οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα τὴν ἀρχὴν ἔχειν ἢ τὸ τέλος. οἱ γὰρ ἐνιαυτοὶ ἀνθυπερβάτως ὑστεροῦντες διὰ τοὺς διηλλαγμένους πρὸς ἀλλήλους δρόμους ἡλίου τε καὶ σελήνης ταύτην τὴν ἀνισότητα ἐκτελοῦσιν, οὐ σκάνδαλον παρὰ θεοῦ ὡρισμένον, ἀλλὰ τῆς ἀκριβείας ταύτης ἐκ θεοῦ τεταγμένης κατὰ τὴν πάνσοφον αὐτοῦ διοίκησιν, ἣν ἐχαρίσατο τῷ ἰδίῳ αἰῶνι τοὺς ὁρισμοὺς τάξας φωστήρων τε καὶ καιρῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν καὶ τροπῶν διὰ προνοητικῆς ἀνθρώπων ἐκ τῆς αὐτοῦ φιλανθρωπίας ἐπιμελείας. 13. Τοῦ γὰρ ἐνιαυτοῦ κατὰ τὸν ἡλιακὸν δρόμον πληρουμένου ἐν τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις καὶ ὥραις τρισὶ συμβαίνει διὰ τὸ τὴν σελήνην ποιεῖν τὸν ἐνιαυτὸν ἡμέραις ˉτ πεντήκοντα τέσσαρσι λείπεσθαι τῷ μὲν κατὰ τὴν σελήνην δρόμῳ ἕνδεκα ἡμέρας καὶ ὥρας ˉγ. καὶ τῷ μὲν πρώτῳ ἐνιαυτῷ γίνονται αἱ καλούμεναι ἐπακταὶ ἕνδεκα καὶ ὧραι τρεῖς, δευτέρῳ ἔτει ἡμέραι εἴκοσι δύο ὧραι ἕξ, τρίτῳ ἐνιαυτῷ ἡμέραι τριακοντατρεῖς καὶ ὧραι ˉθ, καὶ τέμνεται ὁ εἷς μὴν ἐμβόλιμος καλούμενος. ἐμβολιμεύονται γὰρ αἱ τριάκοντα ἡμέραι, ὑπολείπονται δὲ ἡμέραι τρεῖς ὧραι ˉθ, αἵτινες προστιθέμεναι ταῖς ἕνδεκα ταῖς ἀπὸ τετάρτου ἔτους καὶ ὥραις τρισὶ γίνονται ἡμέραι ˉιˉδ ὧραι ˉιˉβ. ἄλλων ἕνδεκα προστιθεμένων καὶ ὡρῶν τριῶν γίνονται ˉκˉε ἐπακταὶ καὶ ὧραι ˉιˉε. καὶ τῷ ἕκτῳ ἐνιαυτῷ προστιθεμένων ἄλλων ˉιˉα τοῦ ἔτους καὶ ὡρῶν ˉγ γίνονται ἡμέραι ˉλˉ καὶ ὧραι ˉιˉη, αἳ ποιοῦσιν ἐμβόλιμον μῆνα ἕνα, καὶ ἐνεβολιμεύθησαν καὶ κατὰ τρία ἔτη μῆνες δύο. τοῖς πρώτοις τρισὶν ἔτεσι μὴν εἷς καὶ ἐν τοῖς ἄλλοις τρισὶν ἔτεσι μὴν ἕτερος.

458

καὶ περιλείπονται ἀπὸ τῶν ἐπακτῶν ἡμέραι ἓξ καὶ ὧραι ˉιˉη. προστιθεμένων δὲ τούτων τῷ ἑβδόμῳ ἔτει ταῖς ˉιˉα ταῖς ἀπὸ τοῦ ἔτους καὶ ὥραις τρισὶ γίνονται ἐπακταὶ ˉιˉζ ὧραι ˉκˉα. τῷ δὲ ὀγδόῳ ἔτει προστιθεμένων πάλιν τῶν ˉιˉα ἡμερῶν καὶ ὡρῶν ˉγ γίνονται ἡμέραι ˉκˉη ἐπακταὶ καὶ ὧραι ˉκˉδ, αἳ ποιοῦσιν ἡμέρας ˉβ. ἐκ τούτων τῶν ὡρῶν προστιθεμένων ταῖς ˉκˉη ἡμέραις γίνονται ὁμοῦ ˉλ, καὶ συμβαίνει κατὰ τὸν ὄγδοον ἐνιαυτὸν ἐμβολιμεύεσθαι τὰς ˉλ ἡμέρας, τὸν ἕνα μῆνα εἰς τὰ δύο ἔτη. καὶ οὕτως κατὰ περίοδον ὀκταετηρίδος ἐνενήκοντα ἡμέραι ἐμβολιμεύονται, αἵτινές εἰσι πληρέστατοι ἐμβόλιμοι μῆνες τρεῖς, οἳ γίνονται κατὰ τρία ἔτη μὴν εἷς καὶ κατὰ δύο τὰ ὕστερα ἔτη μὴν εἷς. ἐν τούτοις 3.247 τοῖς τρισὶν ἐμβολίμοις τῶν τριῶν συστάσεων διαφωνεῖ τὸ Πάσχα παρὰ Ἰουδαίοις τε καὶ Χριστιανοῖς καὶ τοῖς ἄλλοις. 14. Ἐν τούτοις ἡ διαλλαγὴ παρὰ τοῖς προειρημένοις Αὐδιανοῖς γίνεται, καὶ πλανῶσιν ἄνδρας καὶ γυναῖκας ἐν τούτῳ τῷ μέρει σεμνυνόμενοι κατὰ τὴν παράδοσιν τὴν ἀπ' ἀρχῆς ἐπιτελουμένην καὶ κατὰ τὴν Διάταξιν τῶν ἀποστόλων, μηδεμιᾷ ἀκριβείᾳ προσέχοντες μηδὲ ἐπιστάμενοι τὸ σαφὲς τῆς ἐν Διατάξει τῶν ἀποστόλων ἐπιμελείας ἧς ἐποιήσαντο, οὐ διὰ τὸ πάντως ἄγειν κατὰ τοὺς Ἰουδαίους μετὰ ἀκριβείας, ἀλλὰ διὰ τὸ ἐκτεμεῖν τὴν φιλονεικίαν τῶν βουλομένων καθ' ἑαυτοὺς ἕκαστον ἐπιτελεῖν καὶ μὴ ἐν ὁμονοίᾳ. ἓν γὰρ Πάσχα Χριστὸς βούλεται καὶ τοῦτο λογίζεται καὶ προσδέχεται τὸν ἀφιλονείκως ἐπιτελοῦντα, μέντοι γε μετὰ τῶν μετὰ ἀκριβείας ποιούντων, μετὰ πάσης τῆς ἁγίας ἐκκλησίας, τῆς κατὰ πολλοὺς τόπους τὴν ἑορτὴν ἀγούσης. καὶ εἰ μὲν ἀπὸ Κωνσταντίνου ἐσχίσθη τὸ Πάσχα, πιθανὸν ἦν τοῖς τοῦτο συκοφαντοῦσιν· ἐπειδὴ δὲ πρὸ τοῦ Κωνσταντίνου τὰ σχίσματα ἦν καὶ ἦν χλεύη, Ἑλλήνων λεγόντων καὶ χλευαζόντων τὴν ἐν τῇ ἐκκλησίᾳ διαφωνίαν, ἐπὶ Κωνσταντίνου δὲ διὰ τῆς τῶν ἐπισκόπων σπουδῆς συνηνώθη μᾶλλον τὸ σχίσμα εἰς μίαν ὁμόνοιαν, τί οὖν τούτου ἐστὶ προὐργιαίτερον καὶ χαριέστατον, ἀπὸ γῆς περάτων ἐν μιᾷ ἡμέρᾳ ἀπαλλάττειν λαὸν θεῷ, συμφωνεῖν τε καὶ ἀγρυπνεῖν καὶ τὰς αὐτὰς ἡμέρας ἴσως φέρειν, ἔν τε ἀγρυπνίαις καὶ δεήσεσι καὶ ὁμονοίᾳ καὶ λατρείᾳ, νηστείᾳ τε καὶ ξηροφαγίᾳ καὶ ἁγνείᾳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ τὴν πανσεβάσμιον ταύτην ἡμέραν ἀγαθαῖς θεῷ * εὐαρεστήσεσιν; ἱκανῶς δὲ ἔχειν νομίζω τῆς κατὰ τοῦτο τὸ πρᾶγμα τῶν Αὐδιανῶν διαφωνίας. Ὑπέστη δὲ καὶ ἐξορίαν αὐτὸς ὁ γέρων Αὔδιος, εἰς τὰ μέρη τῆς Σκυθίας ὑπὸ τοῦ βασιλέως ἐξορισθείς· διὰ γὰρ τὸ ἀφηνιάζειν λαοὺς καὶ ὑπὸ τῶν ἐπισκόπων τῷ βασιλεῖ ἀνηνέχθη. ἐκεῖ δὲ μάλιστα διατρίβων χρόνον ἐτῶν οὐκ ἔχω λέγειν καὶ εἰς τὰ πρόσω βαίνων καὶ εἰς τὰ ἐσώτατα τῆς Γοτθίας, πολλοὺς τῶν Γότθων κατήχησεν, ἀφ' οὗπερ καὶ μοναστήρια ἐν τῇ αὐτῇ Γοτθίᾳ ἐγένετο καὶ πολιτεία καὶ παρθενία τε καὶ ἄσκησις οὐχ ἡ τυχοῦσα. ἔστι γὰρ τῷ ὄντι τοῦτο τὸ τάγμα πάνυ * ἐν ἀναστροφῇ θαυμαστῇ καὶ τὰ πάντα αὐτῶν ἐν τοῖς αὐτῶν μοναστηρίοις καλῶς φέρεται, πλὴν τῶν φιλονεικιῶν τούτων, τῆς τε παραλλαγῆς τοῦ Πάσχα τῆς τε κατὰ τὸ ἰδιωτικὸν ἐγκειμένης τοῦ κατ' εἰκόνα ὁμολογίας. 3.248 15. Τὸ δὲ δεινότερον πάντων καὶ φοβερώτερον, ὅτι οὐκ εὔχονται μετά τινος, κἄν τε τῶν δοκίμων φανῇ καὶ μηδὲν εἰς κατηγόρησιν ἔχωσιν, μηδὲ μέμψιν πορνείας ἢ μοιχείας ἢ πλεονεξίας, ἀλλ' ὅτι ὁ τοιοῦτος ἐν τῇ ἐκκλησίᾳ συνάγεται. καὶ τοῦτό ἐστι τὸ φοβερόν, τὸ παραλλάξαι ὄνομα Χριστιανῶν, τῆς ἁγίας ἐκκλησίας, τῆς μὴ ἐχούσης ἐπίθετον ὄνομα, ἀλλὰ μόνον ὄνομα Χριστοῦ καὶ Χριστιανῶν, καὶ εἰς ὄνομα Αὐδίου καλεῖσθαι, συνθέσθαι τε καὶ ἀπαιτεῖσθαι σύνθημα κατὰ τῆς ἀνθρωπίνης φύσεως, εἰ καὶ ἐπὶ τὸ ἀκραιφνὲς εἴη τῷ βίῳ καὶ πάσῃ δικαιοσύνῃ τὸ τάγμα † σεμνυνόμενον. πολλοὶ δὲ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν γεγόνασι σὺν αὐτοῖς τε καὶ μετ' αὐτὸν τοῦ τάγματος αὐτοῦ ἐπίσκοποι, Οὐράνιός τις τῆς Μέσης τῶν ποταμῶν· καὶ ἀπὸ τῆς Γοτθίας δὲ ἔσχε τινὰς καὶ κατέστησεν αὐτοὺς

459

ἐπισκόπους, * ἀλλὰ καὶ Σιλουανός τις καὶ ἄλλοι τινὲς, ὧν συμβέβηκέ τινας τοῦ βίου παύσασθαι, μάλιστα Οὐράνιον. ηὔχει γὰρ οὗτος ἀνὰ μέσον τοῦ τοιούτου τάγματος. μετὰ δὲ τὴν τῶν ἐπισκόπων αὐτῶν τούτων, Οὐρανίου καὶ Σιλουανοῦ τοῦ ἐκ Γοτθίας, τελευτὴν πολλοὶ διελύθησαν καὶ εἰς ὀλίγον ἦλθε τὸ τούτων σύστημα, ἔν τε τοῖς μέρεσι Χαλκίδος τῆς πρὸς Ἀντιοχείας καὶ ἐν τοῖς μέρεσι τοῦ Εὐφράτου. καὶ γὰρ ἀπὸ τῆς Γοτθίας ἐδιώχθησαν οἱ πλείους, οὐ μόνον, ἀλλὰ καὶ οἱ ἡμέτεροι ἐκεῖ Χριστιανοί, διωγμοῦ μεγάλου ἐνστάντος ὑπὸ βασιλέως Ἕλληνος, δεινοῦ τε γενομένου καὶ πρὸς ζῆλον τῶν Ῥωμαίων, διὰ τὸ τοὺς βασιλεῖς τῶν Ῥωμαίων εἶναι Χριστιανούς, τὸ πᾶν γένος τῶν Χριστιανῶν ἀπ' ἐκείνων * ἀπελάσαντος. οὐ λείπει δὲ ῥίζα σοφίας οὐδὲ φύτευμα πίστεως, ἀλλὰ καὶ εἰ δοκοῦσι πάντες ἀπηλάσθαι, πάντως εἰσὶν ἐκεῖθεν πιστοὶ ἄνθρωποι· οὐκ ἐγχωρεῖ γὰρ λεῖψαι τὴν πηγὴν τῆς πίστεως. πολλοὶ οὖν ἀναχωρήσαντες τῶν αὐτῶν Αὐδιανῶν τῆς Γοτθίας καὶ ἕως τῶν ἡμετέρων μερῶν ἐνταῦθα ἐλθόντες παροικοῦσιν ἀπὸ τοῦ χρόνου τούτου ἐτῶν τεσσάρων, ἀλλὰ καὶ ἐπὶ τοῦ Ταύρου ὄρους ἀνεχώρησαν πάλιν εἰς τὰ τῶν αὐτῶν Αὐδιανῶν μοναστήρια, ἐπί τε τῆς Παλαιστίνης καὶ τῆς Ἀραβίας· ἤδη γάρ εἰσι πεπλατυσμένοι, λοιπὸν δὲ ὀλίγοι καὶ ὀλίγα μοναστήρια, τάχα δὲ καὶ ἐν δυσὶ κώμαις ἐν τοῖς προειρημένοις μέρεσι κατὰ τὸ ἐξώτερον μέρος τῆς Χαλκίδος καὶ ἐπέκεινα 3.249 Δαμασκοῦ καὶ τῶν μερῶν τῆς Μεσοποταμίας ἐστὶν ἄχρι δεῦρο τὸ τάγμα, εἰς ὀλίγον περιστάν, ὡς ἔφην. Ἀλλ' ἕως ὧδε ἱκανῶς καὶ περὶ τούτων ἔχειν ἡγοῦμαι· οὓς παρελθὼν πάλιν τὰ ἑξῆς διασκοπήσω, ἵνα μή τι παραλείψω τῶν εἰς διαιρέσεις τε καὶ τομὰς καὶ εἰς διαστάσεις καὶ εἰς σχίσματα ἐν τῷ κόσμῳ συμβεβηκότων. εἰ γὰρ καὶ τῇ πίστει οὐκ ἂν μεταλλάττοιεν καὶ τῷ τρόπῳ τοσοῦτον, * ἀλλ' ὅμως πᾶν τὸ διαιρεθὲν καὶ ἐν βίῳ ὀνομαζόμενον ὑφ' ἡμῶν κατὰ τὸ δυνατὸν οὐ παραλειφθήσεται. – – – Κατὰ Φωτεινιανῶν ˉνˉα, τῆς δὲ ἀκολουθίας ˉοˉα. 1. Φωτεινός, ἐξ οὗπερ Φωτεινιανοί, ἐν τούτῳ τῷ χρόνῳ ἤκμασεν, ἐπίσκοπος γεγονὼς τῆς ἁγίας καθολικῆς ἐκκλησίας, μανίᾳ ἀρθεὶς οὐ μικροτάτῃ, ἀλλ' ἐμβρόντητος γεγονὼς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ, ὅμοια καὶ ἐπέκεινα τῶν Παύλου τοῦ Σαμοσάτεως διανενοημένος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἐξεμέσας λόγους ἀσυστάτους βλασφημίας. οὗτος δὲ ὡρμᾶτο ἀπὸ Σιρμίου καὶ ὅτε μὲν τοῦτο τὸ ζιζάνιον τῷ κόσμῳ εἰσηγήσατο, τότε κατ' ἐκεῖνο καιροῦ ἐπὶ Κωνσταντίου τοῦ βασιλέως ἐπίσκοπος ἦν, εἰς ἔτι δὲ δεῦρο περιῆν τῷ βίῳ, ἀπὸ τῆς ἐν τῇ Σαρδικῇ συναχθείσης δυτικῆς συνόδου καθαιρεθεὶς δι' ἣν ἐξήμεσε βλασφημίαν. Φάσκει δὲ οὗτος ἀπ' ἀρχῆς τὸν Χριστὸν μὴ εἶναι, ἀπὸ δὲ Μαρίας καὶ δεῦρο αὐτὸν ὑπάρχειν, ἐξότε, φησί, τὸ πνεῦμα τὸ ἅγιον ἐπῆλθεν 3.250 ἐπ' αὐτὴν καὶ ἐγεννήθη ἐκ πνεύματος ἁγίου. τὸ δὲ πνεῦμα τὸ ἅγιόν φησιν, ὡς τολμηρὸς ἀρχιτέκτων, μεῖζον εἶναι τοῦ Χριστοῦ, καὶ ὡς οὐρανομέτρης τῶν ἀνεκδιηγήτων. γέγονε δὲ οὗτος ὁ Φωτεινὸς λάλος τὸν τρόπον καὶ ὠξυμμένος τὴν γλῶτταν, πολλοὺς δὲ δυνάμενος ἀπατᾶν τῇ τοῦ λόγου προφορᾷ καὶ ἑτοιμολογίᾳ. πολλάκις γὰρ ὑπὸ πολλῶν ἐλεγχόμενος * καὶ μετὰ τὴν τότε γενομένην ἐν τῇ Σαρδικῇ αὐτοῦ ἀπολογίαν ὅτε ἀπὸ τῶν ἐπισκόπων ἐκλήθη δοῦναι λόγον περὶ τῆς ὑπ' αὐτοῦ προβληθείσης κακοπιστίας. καὶ γὰρ οὗτος ἠξίωσε Κωνστάντιον τὸν βασιλέα ὡς μάτην καθῃρημένος, ὅπως ἀκροατὰς λάβοι αὖθις, τοῦ ἀποδεῖξαι ἑαυτὸν μάτην καθῃρημένον. ὅθεν ὁ μὲν βασιλεὺς κατ' ἐκεῖνο καιροῦ ἐξέπεμψε κριτὰς καὶ ἀκροατὰς τῆς αὐτοῦ μελλούσης ἔσεσθαι ἀπολογίας Θαλάσσιον καὶ Δατιανὸν καὶ Κερεάλιον καὶ Ταῦρον καὶ Μαρκελλῖνον καὶ Εὐάνθιον καὶ Ὀλύμπιον καὶ Λεόντιον, Βασιλείου τοῦ Ἀγκυριανοῦ τὰς αὐτοῦ πεύσεις ἐρωτῶντος καὶ ἀντιλέγοντος τοῖς ὑπ' αὐτοῦ μέλλουσιν ἀπολογεῖσθαι ἢ καὶ καταδεχομένου. οὐ μικρὰν δὲ διάλεξιν πρὸς τὸν αὐτὸν Βασίλειον ἐποιήσατο, ἀλλ' ὥσπερ παρατετριμμένης φαύλης γυναικὸς τὸ χρῶμα διὰ τῶν λόγων αὐτοῦ παρέφερεν

460

ἐν τῇ διαλέξει ῥητὰ ἀσύστατα * πρὸς τὴν διάνοιαν τῆς ἀληθείας, ὄντα δὲ αὐτοῦ τῇ ἐννοίᾳ παραπεποιημένως νοούμενα. διὰ δὲ τῆς ἀπατηλῆς αὐτοῦ φθογγῆς καὶ ἑτοιμολογίας εἰς κατασκευὴν αὐτοῦ τε καὶ τῶν ἀκουόντων * διὰ τῆς γλώσσης αὐτοῦ, ἡτοιμασμένος καὶ μετὰ καυχήσεως περὶ τῆς ὑποθέσεως ἑκατὸν μαρτυρίας φέρειν ὁ γεννάδας ἐπηγγείλατο. καὶ γὰρ τῶν ἀκροατῶν ἀεὶ πολλάκις πρὸς αὐτὸν ἀντιβαλλόντων *, ὡς καὶ ἐν τῇ πρὸς Βασίλειον διαλέξει ηὕρομεν, ἐν οἷς ἐκέλευσαν ταχυγράφοις γράφειν, Ἀνυσίῳ διακόνῳ τοῦ Βασιλείου καὶ Καλλικράτῃ ἐκσκέπτορι Ῥουφίνου τοῦ ἐπάρχου καὶ Ὀλυμπίῳ καὶ Νικήτῃ καὶ Βασιλείῳ μεμοραδίοις καὶ Εὐτυχεῖ καὶ Θεοδούλῳ νοταρίοις τοῦ βασιλέως· καὶ ἀπεστάλη ἐσφραγισμένος τόμος εἷς τῷ βασιλεῖ Κωνσταντίῳ, εἷς δὲ ἔμεινεν ἐν τῇ κατὰ τὸν Βασίλειον συνόδῳ, καὶ ἄλλος 3.251 τόμος ἐγένετο μετὰ τῶν κομήτων, ὡσαύτως ἐσφραγισμένος, ὡς τὰ τῆς αὐτοῦ ὑπονοίας † ὑποβεβλημένα. 2. Εἴ ποτε γὰρ ὁ Βασίλειος ἠρώτησεν ὅτι πῶς αἱ θεῖαι γραφαὶ διδάσκουσι περὶ τοῦ κυρίου, τοῦ θεοῦ λόγου, πρὸ αἰώνων εἶναι τὸν μονογενῆ καὶ σὺν πατρί, ὁ Φωτεινὸς μὲν τὸν λόγον ἐδέχετο, τὰ μὲν εἰς Χριστὸν τὴν διαίρεσιν προσάπτων, τὰ δὲ εἰς τὸν λόγον ἀνωτάτω τὰ τοῦ ἀνθρώπου ἀναλογῶν. τὸ γάρ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν» τῷ λόγῳ ἑαυτοῦ, φησίν, ὁ πατὴρ εἴρηκε· τί οὖν; ὁ λόγος ἐν τῷ πατρί, φησίν, ἦν, ἀλλ' οὐκ ἦν υἱός, καὶ «ἔβρεξε κύριος παρὰ κυρίου», ἐν πατρὶ ὢν ὁ λόγος· καὶ «εἶδον» φησὶ «κατερχόμενον ἐπάνω τῶν νεφελῶν ὡς υἱὸν ἀνθρώπου» τοῦτο, φησί, προκαταγγελτικῶς ἔλεγεν, οὐχ ὡς τοῦ υἱοῦ ὑπάρχοντος, ἀλλὰ δι' ὃ ἔμελλεν υἱὸς καλεῖσθαι μετὰ τὴν Μαρίαν καὶ μετὰ τῆς σαρκὸς ἀνιέναι γεννηθεὶς ὁ Χριστὸς ἐκ πνεύματος ἁγίου καὶ ἀπὸ Μαρίας, προχρηστικῶς, φησί, τὰ πάντα ἀναφέρεται εἰς αὐτὸν ἀπ' ἀρχῆς. οὔπω δὲ ἦν υἱός, λόγος δὲ ἦν, καθάπερ ἐν ἐμοὶ ὁ λόγος. ἤδη δὲ εἶπον ὅτι ἀπὸ μέρους Παύλου τοῦ Σαμοσατέως ἔχων τὰ ὅμοια τῆς ἐννοίας *, ἕτερα δὲ ἔτι παρ' ἐκεῖνον ὑπερβεβηκὼς τῇ ἐννοίᾳ. 3. Καὶ αὐτὸς δὲ οὗτος ἀνατραπήσεται εἰς ἐσχάτην ἐλθὼν ἀρνησιθεΐαν καὶ ἀλλοτρίαν ὑπόνοιαν ζωῆς αἰωνίου ἐν ἅπασιν. εἰ γὰρ πρόσφατος ὁ υἱὸς τοῦ θεοῦ κατὰ τὴν θεότητα, ἄρα ὁ Δαυὶδ πρωτεύει, μᾶλλον δὲ καὶ ἐν προκριτέοις ὑπάρχει τοῦ αὐτὸν πεποιηκότος. οὕτω γὰρ καὶ αὐτὸς διενοεῖτο, * μᾶλλον καὶ παρελθὼν τὴν θείαν γραφὴν κατὰ τὴν αὐτοῦ 3.252 πεπλανημένην ἔννοιαν, καὶ φάσκων ὅτι καὶ ὁ ἀπόστολος εἴρηκεν «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, καὶ ὁ δεύτερος ἀπ' οὐρανοῦ». εὐθὺς δὲ ἀντιπίπτει αὐτῷ ὁ λόγος τῆς ἀληθείας καὶ ἐλέγχει αὐτοῦ τὴν ἐσκοτωμένην διάνοιαν. ἄνθρωπον γὰρ καὶ ἄνθρωπον ἔφη ὁ ἅγιος ἀπόστολος, καὶ τὸν μὲν πρῶτον ἄνθρωπον τὸν Ἀδὰμ ἐκ γῆς εἶναι χοϊκόν, τὸν δὲ δεύτερον ἀπ' οὐρανοῦ. καίτοι γε ἄνθρωπον λέγων· οὐκ ἐξ οὐρανοῦ δὲ ἡ σὰρξ καταβέβηκεν, ἀλλ' ὡμολόγηται καὶ ἀπὸ τούτου ἀπὸ Μαρίας οὖσα. ἀπ' οὐρανοῦ δὲ καταχρηστικῶς οὐ λέγει σάρκα, ἀλλὰ τὸν δεύτερον ἄνθρωπον, ἐξότε ἄνωθεν ἦλθεν ὁ λόγος καὶ «ἐσκήνωσεν ἐν ἡμῖν», κατὰ τὸ γεγραμμένον. εἰ οὖν * προϋπῆρχεν ὁ κύριος. καὶ * πάρεστιν, «ὃς ἐφηῦρε πᾶσαν ὁδὸν συνέσεως», εἶναι δὲ αὐτόν, ** ὡς οὐκ ἀμφιβάλλει ἡ θεία γραφή, * τὰ γὰρ μετὰ ταῦτα σημαίνει προόντα καὶ τὸ ηὑρηκέναι πᾶσαν ὁδὸν συνέσεως, εἶτα «ἐπὶ γῆς ὠφθῆναι», τὴν μέλλουσαν ἔνσαρκον παρουσίαν δηλοῖ. καὶ ὅτι ἀπ' οὐρανοῦ φασι τὸν ἄνθρωπον ἐνηνοχέναι, οὐ λέγει τοῦτο ὁ ἀπόστολος, ἀλλὰ διὰ τὴν συνένωσιν τῆς ἐνσάρκου παρουσίας ἄνθρωπον μὲν αὐτὸν λέγει, δεύτερον δὲ διὰ τὸν χρόνον τὸν μεταξὺ Ἀδὰμ καὶ τῆς ἐνσάρκου παρουσίας· ἀπ' οὐρανοῦ δὲ αὐτὸν λέγει διὰ τὸ ἄνωθεν ἡκέναι τὸν θεὸν λόγον καὶ σάρκα ἐνδύσασθαι, ὥς φησιν, «ὁ λόγος σὰρξ ἐγένετο», οὐχ ὡς αὐτὸς ὑπονοεῖ λόγον ἐκ πατρὸς προελθόντα καὶ εἰς σάρκα μεταβεβλημένον· οὕτω γὰρ κατὰ τὴν ἠπατημένην αὐτοῦ ἔννοιαν διηγήσατο περὶ τοῦ τόπου. εἰ δὲ ἔστιν Ἀδὰμ πρὸ τοῦ εἶναι

461

τὸν λόγον, ἆρα διὰ τίνος ὁ αὐτὸς Ἀδὰμ κέκτισται καὶ πάντα τὰ πρὸ αὐτοῦ κτίσματα τοῦ θεοῦ ἢ πρὸς τίνα ὁ πατὴρ εἴρηκε «ποιήσωμεν ἄνθρωπον»; οὐ γὰρ τίς ποτε πρὸς τὸν ἐνδιάθετον αὐτοῦ λόγον ἢ τὸν προφορικὸν ἐπιτείνεται τὴν συμβουλίαν, ἀλλὰ πρὸς τὸν ἔμφυτον καὶ ἅγιον αὐτοῦ λόγον 3.253 περὶ τῆς μελλούσης τοῦ ἀνθρώπου δημιουργίας ποιεῖται τὴν μετὰ πάσης σοφίας ἐξήγησιν, ἵνα μάθωμεν ἐξ ἀρχῆς εἶναι τὸν παῖδα πρὸς τὸν αὐτοῦ πατέρα, ἵνα μὴ τὸν ἡμέτερον κτίστην πρόσφατον νομίσωμεν, ἀλλὰ σὺν πατρὶ ἀεὶ ὑπάρχοντα πρὸ τῶν αἰώνων, ὡς καὶ Ἰωάννης μαρτυρεῖ λέγων «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν». 4. Ὥς φησιν αὐτὸς ὁ ἀγύρτης, καὶ αὐτός φημι εἶναι τὸν λόγον ἀπ' ἀρχῆς, ἀλλ' ὡς υἱὸν ἐκ θεοῦ γεγεννημένον. καὶ εἰ μή ἐστιν υἱὸς θεοῦ, μάταιος αὐτοῦ ὁ πόνος, ματαία αὐτοῦ καὶ ἡ προαίρεσις καὶ ἡ ἐλπὶς καὶ ἡ διάνοια. οὐδὲν γὰρ περισσότερον τῶν ἀρνησαμένων αὐτὸν Ἰουδαίων οὗτος λέγει. οὐ γὰρ λέγει περὶ αὐτοῦ τὸ εὐαγγέλιον ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ», ἀλλ' «ὁ λόγος ἦν πρὸς τὸν θεόν». καὶ οὐ λέγει ὅτι ἐν τῷ θεῷ ἦν μόνον, ἀλλὰ «θεὸς ἦν ὁ λόγος». ἀλλ' ἐν τῷ ἀνθρώπῳ μὲν λόγος ἐνδιάθετος ἀεὶ καὶ προφορικὸς ὑπάρχων οὐ δύναται λέγεσθαι ἄνθρωπος, ἀλλὰ ἀνθρώπου λόγος. εἰ δὲ οὐκ ἦν οὔπω τὸ γέννημα, ὡς αὐτὸς λέγει, καὶ εἰ οὔπω ἦν υἱὸς τοῦ θεοῦ θεὸς λόγος, διὰ τίνος τὰ πάντα γεγένηται; ἐπειδή φησι τὸ εὐαγγέλιον «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἀλλά φησιν· ὥσπερ διὰ λόγου ὁ ἄνθρωπος πράττει ὃ βούλεται, οὕτως διὰ τοῦ ἰδίου λόγου ὁ πατὴρ διὰ τοῦ ὄντος ἐν αὐτῷ λόγου ἐποίησε τὰ πάντα. πῶς οὖν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ λέγει ὅτι «ἕως ἄρτι ὁ πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι»; τὸ δὲ «ὁ πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι» οὐ τοῦ πατρὸς μὴ ἐργαζομένου ἐν τῇ τοῦ υἱοῦ ἐργασίᾳ, οὐδὲ τοῦ υἱοῦ ἀλλοτρίου ὄντος καὶ μὴ ἐργασαμένου ἐν τῇ τοῦ πατρὸς δημιουργίᾳ. πάντα γὰρ τὰ ἔργα ὅσα ἔστιν ἅμα ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γεγένηται. δι' αὐτοῦ γὰρ τὰ πάντα γέγονεν ἀπὸ πατρός, καὶ αὐτὸς τὰ πάντα εἰργάσατο σὺν πατρὶ καὶ σὺν ἁγίῳ πνεύματι. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτοῦ.» διὸ καὶ μετὰ ἀσφαλείας ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ἔλεγε, γινώσκων τὰς ὑπονοίας τῶν πεπλανημένων, προγνώστης ὢν ὡς θεὸς καὶ εἰδὼς ὡς ἤμελλεν ἕκαστος ἀπὸ τῆς ἀληθείας ἑαυτὸν ἐκβάλλειν· ἔλεγε γὰρ πρὸς τοὺς Ἰουδαίους «οὐδὲν ἀφ' ἑαυτοῦ ποιεῖ ὁ υἱός, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα». καὶ 3.254 οὐχ ὅτι πρῶτον ὁρᾷ, ἔπειτα πράττει, ἀλλὰ πάντα ἐν ἑαυτῷ ἔχει καὶ πράττει ἃ βούλεται. 5. Πῶς οὖν ταῦτα ἔσται, ὦ Φωτεινέ; ἢ τίς ὁ ἐν σοὶ πάλιν ἡμῖν προβαλλόμενος τοῦτο τὸ ζιζάνιον; τίς ὁ τὸ δηλητήριον τοῦτο κατασκευάσας τῷ βίῳ; πόθεν τὸ πονηρόν σοι ἐνθυμεῖσθαι κατὰ τοῦ κυρίου σου βλάσφημον λαβεῖν ὑπόνοιαν; οὐκ ἔπεισέ σε Ἀβραάμ, φάσκων πρὸς αὐτὸν καὶ λέγων «ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν»; ἐλέγχθητι γάρ, ὡς παρ' αὐτῷ ὁ υἱὸς ἐπεδήμησε, καὶ οὐ προφορά τις ὤν, ἀλλ' ἐνυπόστατος θεὸς λόγος. καὶ ὅπως γνῴης, ὦ ἐθελόσοφε, τὸ πέρας τῶν ἐν ταύτῃ τῇ ὑποθέσει πεπραγματευμένων, ἄκουε ὡς ἐν τῇ θείᾳ γραφῇ ἐπισφραγισάμενος τὸ τέλειον ἡμῖν ἀπεφήνατο φάσκων ὅτι «ἔβρεξε κύριος ἀπ' οὐρανοῦ πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου»· καὶ οὐκ εἶπεν ὁ λόγος τοῦ κυρίου, ἀλλὰ κύριος παρὰ κυρίου, ὡς καὶ Δαυὶδ λέγει «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου»· καὶ ἵνα δείξῃ ὅτι οὐ μετὰ τὴν ἔνσαρκον παρουσίαν ὁ υἱὸς μόνον εὑρίσκεται, διηγεῖται καὶ περὶ τῆς ἀπ' ἀρχῆς, ὅτι «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε». καὶ περὶ τοῦ ἁγίου πνεύματος, ὦ περιττολόγε καὶ ἐν ἀργοῖς καὶ περιέργοις ταττόμενε, οὐδεὶς δέξεταί σου τὸν λόγον. οὔτε γὰρ μειζότερον τὸ πνεῦμα οὔτε μικρότερον· «τίς γὰρ ταῦτα ἐξεζήτησε» φησίν «ἐκ τῶν χειρῶν ὑμῶν»; ἐλέγχει σε δὲ ὁ αὐτὸς ἅγιος λόγος, ὡς φάσκει κύριος περὶ τοῦ πνεύματος τοῦ ἁγίου·

462

ὁμολογῶν γὰρ τὸ γνήσιον τῆς αὐτοῦ θεότητός φησι «τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον». 6. Καὶ πόσαι ἄλλαι τυγχάνουσι μαρτυρίαι; ἐπειδὴ δὲ πᾶσιν ἡ σὴ ἐρεσχελία δῆλός ἐστι, πλάνης οὖσα καὶ οὐκ ἀληθείας, φωραθήσεται τε οὐ μόνον ὑπὸ συνετῶν, ἀλλὰ καὶ ὑπὸ τῶν ὀλίγον τι τῆς θείας γραφῆς τὴν ἀκολουθίαν ἐπιγινωσκόντων, δι' ἣν οὐκ ἐπιδεηθήσομαι πολλῶν μαρτυριῶν ἢ πολλῆς ἀνατροπῆς εὐάλωτον γάρ σου τὸ διήγημα καὶ ἡ κακοπιστία, διὸ ἀρκετῶς ἔχειν ἡγούμενος τὰ πρὸς σὲ εἰρημένα, 3.255 ὡς ἀπὸ γῆς ἀναφύσαντος κνωδάλου ἀτόνου τε καὶ ἀδυνάμου εἶδος τῷ ποδὶ τοῦ λόγου συντρίψας καὶ τῇ τοῦ θεοῦ λόγου ἀληθείᾳ, ἢ ὡς ἕλμιγγα ἤτοι γῆς ἐντεριώνην, καταλείψω. ἤδη γὰρ καὶ διεσκεδάσθη εἰς ὀλίγον † χρόνον ἡ τούτου τοῦ ἠπατημένου αἵρεσις. ἐπὶ δὲ τὰς ἑξῆς συνήθως θεὸν ἐπικαλούμενος προελεύσομαι. – – – Κατὰ Μαρκελλιανῶν ˉνˉβ, τῆς δὲ ἀκολουθίας ˉοˉβ. 1. Τῷ δὲ αὐτῷ πάλιν χρόνῳ ὑπὸ ἓν γὰρ πάντες οὗτοι ἦσαν Μάρκελλος γέγονεν ἐν Ἀγκύρῃ. ἔτι γὰρ καὶ δεῦρο περιὼν ἀπὸ τοῦ ἔτους τούτου ὡς ἀπὸ δύο ἐτῶν ἐτελεύτα ἢ πλείω ἢ ἐλάσσω. ἐποίησε δὲ καὶ αὐτός τινα διαίρεσιν ἐν τῇ ἐκκλησίᾳ ἀπ' ἀρχῆς τοῦ αὐτοῦ χρόνου, ὀλίγην δέ τινα ὑπόνοιαν ὑπέφαινεν οὗτος, ἀπεικαζόμενος Σαβελλίῳ τε καὶ Ναυάτῳ ἀπὸ τοῦ τῶν Ἀρειανῶν πρὸς αὐτὸν παροξυσμοῦ, δῆθεν διὰ † τοῦ λογισμοῦ τῆς πρὸς τοὺς Ἀρειανοὺς ἀντιθέσεως. ὅθεν καὶ παρά τινων ὀρθοδόξων βλασφημεῖται, ὡς ἀπὸ μέρους, ὡς ἔφην, Σαβελλιανῶν ἐσχηκὼς τὴν ἐρεσχελίαν. τινὲς δὲ ὑπὲρ αὐτοῦ ἀπελογήσαντο μὴ οὕτως ἔχειν, ἀλλ' ὀρθῶς αὐτὸν βεβιωκέναι καὶ τῷ φρονήματι αὐτὸν ὀρθῶς ἔχειν διισχυριζόμενοι. διὸ πολλὴ περὶ τούτου ζήτησις γέγονε. καὶ τὰ μὲν κρύφια τῆς ἐννοίας θεῷ ἔγνωσται, οἱ δὲ ἀπ' αὐτοῦ γεγονότες καὶ κατηχηθέντες, ἢ τὴν ἐκείνου ἔννοιαν ἀγνοοῦντες ἢ μὴ τὰ ἐκείνου ἀληθῆ διηγούμενοι, οὔτε τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν ἤθελον, ὡς ἔχει ἡ ἀλήθεια, ὅτι μία ἐστὶν ἡ θεότης, μία δοξολογία, ὁμοούσιος οὖσα ἡ τριὰς καὶ οὐδὲν διαλλάττουσα τῆς ἰδίας δόξης, τριὰς τελεία οὖσα καὶ μία θεότης, μία δύναμις, μία οὐσία, οὔτε συναλοιφή τις οὖσα οὔτε ὑποβεβηκυῖα. 3.256 οὗτος δὲ ἐπὶ πλεῖστον βουλόμενός τινα λέγειν παρά τισιν, ὅμοιον τοῦ Σαβελλίου τῷ φρονήματι ἔδειξεν ἑαυτὸν εἶναι. διὸ καὶ αὕτη ἐν αἱρέσει ἐλέγχθη καὶ ἠριθμήθη. παραθήσομαι δὲ αὖθις καὶ τὴν ἔκθεσιν τοῦ λόγου οὗ πεποίηται Ἰουλίῳ τῷ μακαρίτῃ τῷ Ῥωμαίων ἐπισκόπῳ ὁ αὐτὸς Μάρκελλος, ὑπεραπολογούμενος δῆθεν ἑαυτοῦ. ἐκ δὲ τῆς ἀπολογίας καὶ τοῦ λιβέλλου φανήσεται ἕτερα παρὰ τὴν πίστιν τῆς ἀληθείας πεφρονηκώς. εἰ μὴ γὰρ ἕτερα ἐφρόνησεν, ὑπὲρ ποίων εἰς ἀπολογίαν ἤρχετο, εἰ μὴ ἄρα λόγοι ἐξ αὐτοῦ τεθέντες οὐκ ὀρθοὶ καί τινας ταράξαντες εἰς ταύτην αὐτὸν κατήγαγον τὴν ἀπολογίαν; τοίνυν τὸ ἀντίγραφόν ἐστι τοῦτο· Ἀντίγραφον ἐπιστολῆς Μαρκέλλου, ὃν καθεῖλεν ἡ σύνοδος χάριν ἑτεροδοξίας. 2. «Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν Χριστῷ χαίρειν. Ἐπειδή τινες τῶν καταγνωσθέντων πρότερον ἐπὶ τῷ μὴ ὀρθῶς πιστεύειν, οὓς ἐγὼ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διήλεγξα, κατ' ἐμοῦ γράψαι τῇ θεοσεβείᾳ σου ἐτόλμησαν, ὡς ἂν ἐμοῦ μὴ ὀρθῶς μήτε ἐκκλησιαστικῶς φρονοῦντος, τὸ ἑαυτῶν ἔγκλημα εἰς ἐμὲ μετατεθῆναι σπουδάζοντες, τούτου ἕνεκεν ἀναγκαῖον ἡγησάμην ἀπαντήσας εἰς τὴν Ῥώμην ὑπομνῆσαί σε, ἵνα τοὺς κατ' ἐμοῦ γράψαντας μεταστείλῃ ὑπὲρ τοῦ ἀπαντήσαντας αὐτοὺς ἐπ' ἀμφοτέροις ἐλεγχθῆναι ὑπ' ἐμοῦ, ὅτι τε καὶ ἃ γεγράφασι κατ' ἐμοῦ ψευδῆ ὄντα τυγχάνει καὶ ὅτι ἔτι καὶ νῦν ἐπιμένουσι τῇ ἑαυτῶν προτέρᾳ πλάνῃ καὶ 3.257 δεινὰ κατά τε τῶν τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἡμῶν τῶν προεστώτων αὐτῶν τετολμήκασιν. ἐπεὶ τοίνυν ἀπαντῆσαι οὐκ ἠβουλήθησαν, ἀποστείλαντός σου πρεσβυτέρους πρὸς αὐτοὺς καὶ ταῦτα ἐμοῦ ἐνιαυτὸν καὶ τρεῖς ὅλους μῆνας ἐν τῇ Ῥώμῃ πεποιηκότος, ἀναγκαῖον ἡγησάμην, μέλλων ἐντεῦθεν ἐξιέναι, ἔγγραφόν σοι τὴν ἐμαυτοῦ πίστιν μετὰ πάσης

463

ἀληθείας τῇ ἐμαυτοῦ χειρὶ γράψας ἐπιδοῦναι, ἣν ἔμαθον ἔκ τε τῶν θείων γραφῶν ἐδιδάχθην, καὶ τῶν κακῶς ὑπ' αὐτῶν λεγομένων ὑπομνῆσαί σε, ἵνα γνῷς οἷς χρώμενοι πρὸς ἀπάτην τῶν ἀκουόντων λόγοις τὴν ἀλήθειαν κρύπτειν βούλονται. φασὶ γὰρ μὴ ἴδιον καὶ ἀληθινὸν λόγον εἶναι τοῦ παντοκράτορος θεοῦ τὸν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλ' ἕτερον αὐτοῦ λόγον εἶναι καὶ ἑτέραν σοφίαν καὶ δύναμιν. τοῦτον γενόμενον ὑπ' αὐτοῦ ὠνομάσθαι λόγον καὶ σοφίαν καὶ δύναμιν, καὶ διὰ τὸ οὕτως αὐτοὺς φρονεῖν ἄλλην ὑπόστασιν διεστῶσαν τοῦ πατρὸς εἶναί φασιν. ἔτι μέντοι καὶ προϋπάρχειν τοῦ υἱοῦ τὸν πατέρα δι' ὧν γράφουσιν ἀποφαίνονται καὶ μὴ εἶναι αὐτὸν ἀληθῶς υἱὸν ἐκ τοῦ θεοῦ· ἀλλὰ κἂν λέγωσιν ἐκ τοῦ θεοῦ, οὕτως λέγουσιν ὡς καὶ τὰ πάντα. ἔτι μὴν καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν λέγειν τολμῶσι καὶ κτίσμα αὐτὸν καὶ ποίημα εἶναι, διορίζοντες αὐτὸν ἀπὸ τοῦ πατρός. τοὺς οὖν ταῦτα λέγοντας ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας εἶναι πεπίστευμαι. πιστεύω δέ, ἑπόμενος ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεὸς καὶ ὁ τούτου μονογενὴς υἱὸς λόγος, ὁ ἀεὶ συνυπάρχων τῷ πατρὶ καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκώς, ἀληθῶς ἐκ τοῦ θεοῦ ὑπάρχων, οὐ κτισθείς, οὐ ποιηθείς, ἀλλὰ ἀεὶ ὤν, ἀεὶ συμβασιλεύων τῷ θεῷ καὶ πατρί, «οὗ τῆς βασιλείας», κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν, «οὐκ ἔσται τέλος». οὗτος υἱός, οὗτος δύναμις, οὗτος σοφία, οὗτος ἴδιος καὶ ἀληθὴς τοῦ θεοῦ λόγος, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀδιαίρετος δύναμις τοῦ θεοῦ, δι' οὗ τὰ πάντα τὰ γενόμενα γέγονε, καθὼς τὸ εὐαγγέλιον μαρτυρεῖ λέγον «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». οὗτός ἐστιν ὁ λόγος, περὶ οὗ καὶ Λουκᾶς ὁ εὐαγγελιστὴς μαρτυρεῖ λέγων «καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ 3.258 λόγου»· περὶ τούτου καὶ Δαυὶδ ἔφη «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμᾶς διδάσκει διὰ τοῦ εὐαγγελίου, λέγων «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω»· οὗτος ἐπ' ἐσχάτων τῶν ἡμερῶν κατελθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ ἐκ τῆς παρθένου Μαρίας γεννηθεὶς τὸν ἄνθρωπον ἔλαβε. 3. «Πιστεύω οὖν εἰς θεὸν παντοκράτορα καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν, τὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντα καὶ ταφέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν, ἀναβάντα εἰς τοὺς οὐρανοὺς καὶ καθήμενον ἐν δεξιᾷ τοῦ πατρός, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἁγίαν ἐκκλησίαν, ἄφεσιν ἁμαρτιῶν, σαρκὸς ἀνάστασιν, ζωὴν αἰώνιον.» Ἀδιαίρετον εἶναι τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ παρὰ τῶν θείων μεμαθήκαμεν γραφῶν. εἰ γάρ τις χωρίζει τὸν υἱὸν τουτέστι τὸν λόγον τοῦ παντοκράτορος θεοῦ, ἀνάγκη αὐτὸν ἢ δύο θεοὺς εἶναι νομίζειν, ὅπερ ἀλλότριον τῆς θείας διδασκαλίας εἶναι νενόμισται, ἢ τὸν λόγον μὴ εἶναι θεὸν ὁμολογεῖν, ὅπερ καὶ αὐτὸ ἀλλότριον τῆς ὀρθῆς πίστεως εἶναι φαίνεται, τοῦ εὐαγγελιστοῦ λέγοντος «καὶ θεὸς ἦν ὁ λόγος». ἐγὼ δὲ ἀκριβῶς μεμάθηκα ὅτι ἀδιαίρετος καὶ ἀχώριστός ἐστιν ἡ δύναμις τοῦ πατρός, ὁ υἱός. αὐτὸς γὰρ ὁ σωτὴρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός φησιν «ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί», καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα». ταύτην καὶ παρὰ τῶν θείων γραφῶν εἰληφὼς τὴν πίστιν καὶ παρὰ τῶν κατὰ θεὸν προγόνων διδαχθεὶς ἔν τε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κηρύττω καὶ πρὸς σὲ νῦν γέγραφα, τὸ ἀντίγραφον τούτου παρ' ἐμαυτῷ κα.259 τασχών. καὶ ἀξιῶ τὸ ἀντίτυπόν σε τούτου τῇ πρὸς τοὺς ἐπισκόπους ἐπιστολῇ ἐγγράψαι, ἵνα μή τινες τῶν ἀκριβῶς μὴ εἰδότων ἡμᾶς κἀκείνους τοῖς ὑπ' αὐτῶν γραφεῖσι προσέχοντες ἀπατηθῶσιν. ἔρρωσθε.» πεπλήρωται. 4. Εἰ τοίνυν ὁ λίβελλος οὗτος καλῶς ἔχει, οἱ δυνάμενοι ἀναγνῶναι λεγέτωσαν καὶ οἱ

464

δυνάμενοι ἀκριβῶσαι τὰ ἐν αὐτῷ εἰρημένα· καὶ εἰ μὲν κακῶς ἔχει, αὐτοὶ διακρινέτωσαν. οὐ γὰρ βουλόμεθα πέρα ὧν ἐπιστάμεθα καὶ τῶν εἰς ἡμᾶς ἐλθόντων λέγειν. εἰ γὰρ καὶ καλῶς ἔχει ὁ λίβελλος περὶ τῆς ὑποθέσεως, πάλιν διανοηθήσονται οἱ ἐντυγχάνοντές τε καὶ ἀκούοντες ὅτι οὐκ εἰς μάτην οὔτε εἰς ἀργότητα οὔτε κατ' ἔχθραν ἐκείνου ἐγίνετο αὐτῷ ἀνάγκη ἀπολογίας, εἰ μὴ ἄρα ἐξήμεσε λόγους τινὰς ταράσσοντας καὶ ἀναγκάσαντας αὐτὸν εἰς ἀπολογίαν ἥκειν περὶ τῶν ὑπ' αὐτοῦ εἰρημένων. συμβαίνει γὰρ καὶ μετὰ τὸ ἐσφάλθαι αὐτὸν διὰ τοῦ λιβέλλου ὑπεραπολογήσασθαι καὶ ἑαυτὸν διορθώσασθαι ἢ ὅτι μὲν τῷ λιβέλλῳ ἐκόσμησεν αὐτοῦ τοὺς λόγους, ἵνα παρακρύψῃ τὰ ὑπ' αὐτοῦ ῥηθέντα, ἵνα μὴ ἐκπέσῃ διὰ τῆς καθαιρέσεως τοῦ κοινοῦ τῶν ἐπισκόπων συλλόγου τε καὶ τοῦ κανόνος. ὅμως τὰ περὶ Μαρκέλλου εἰς ἡμᾶς ἐλθόντα ταῦτα. ἠρόμην δὲ αὐτὸς ἐγὼ χρόνῳ τινὶ τὸν μακαρίτην πάπαν Ἀθανάσιον περὶ τούτου τοῦ Μαρκέλλου, πῶς ἂν ἔχοι περὶ αὐτοῦ. ὁ δὲ οὔτε ὑπεραπελογήσατο οὔτε πάλιν πρὸς αὐτὸν ἀπεχθῶς ἠνέχθη, μόνον δὲ διὰ τοῦ προσώπου μειδιάσας ὑπέφηνε μοχθηρίας μὴ μακρὰν αὐτὸν εἶναι, ἀλλ' ὡς ἀπολογησάμενον ἔχειν. 5. Παραθήσομαι δὲ ἅτινα τινὲς εὑρόντες ἐν τοῖς αὐτοῦ Μαρκέλλου συντάγμασιν, ἃ ἐδόκει ἐπιλήψιμα αὐτοῖς φαίνεσθαι, πρὸς αὐτὸν ἀποτεινόμενοι καὶ αὐτοὶ ἀντισυνέταξαν. ὑπὸ δὲ ἄλλων πάλιν διὰ τὸ τοὺς ἀντισυντάξαντας, ὕστερον εἰς ἄλλο τραπέντας * ἐλέγχου χάριν τὰ ἀντισυνταχθέντα ὑπ' αὐτῶν * προβαλλόμενοι οὖν ἐδείκνυον καὶ ἐν τοῖς σφῶν αὐτῶν συντάγμασι κατὰ τὰς γενομένας διαιρέσεις ἀνὰ μέσον τῶν περὶ Ἀκάκιον καὶ Βασίλειον τὸν Γαλάτην καὶ Γεώργιον τὸν Λαοδικείας ἐποιήσαντο πρὸς ἔλεγχον τοῦ αὐτοῦ Ἀκακίου. οὗτος γὰρ ἦν ὁ ἀπὸ τῶν Μαρκέλλου συνταγμάτων κατὰ Μαρκέλλου εἰπών, ἅτινα παραθήσομαι, 3.260 ἵνα ἐν πᾶσιν ἡμεῖς τῆς ἀληθείας μηδὲν παραλείψαντες δείξωμεν ὅτι οὔτε ἀπευχόμεθα τὰ πρὸς διόρθωσιν οὔτε συναινεῖν βουλόμεθα τοῖς τι παρὰ τὸ ἀληθινὸν ἐπιχειροῦσι. καὶ ἔστι τὰ ἐκ τῆς Ἀκακίου πρὸς Μάρκελλον ἀντιλογίας τάδε· Ταῦτα διὰ Μάρκελλον. 6. «Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα μετὰ τὴν παρεξήγησιν τῶν εἰς τὰς παροιμίας ῥητῶν γέγραφεν ὁ Μάρκελλος, λαλῶν τε κατὰ τοῦ θεοῦ ἀδικίαν, ἐπαίρων δὲ εἰς ὕψος τὸ κέρας αὐτοῦ. γενόμενος οὖν ὑπὲρ τὰ μέσα τοῦ βιβλίου καὶ πάλιν θεὶς Ἀστερίου τὰ λέγοντα ῥήματα· «ἄλλος μὲν γάρ ἐστιν ὁ πατὴρ ὁ γεννήσας ἐξ ἑαυτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα»–θεὶς οὖν ταῦτα καὶ δυσχεραίνων πρὸς τὴν εἰκόνα τὴν ἀπαράλλακτον, τουτέστι τὸ ἔκτυπον καὶ τρανὲς ἐκμαγεῖον τοῦ θεοῦ τῆς οὐσίας καὶ τῶν ἑξῆς, φαύλην καλῶν τὴν ὑπόληψιν ταύτην ἐπισυνάπτει τὴν δυσαρέστησιν αὐτοῦ, γράφων ὧδε· «ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. πῶς γὰρ ὁ κύριος καὶ θεὸς γεννηθείς, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται ἔτι εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ θεοῦ εἰκὼν καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ' εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεὸς ὄντως, οὐκέτι ὁ κύριος καὶ θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται.» καὶ ἑξῆς· «οὐδὲν οὖν 3.261 αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται· πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι, καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται, καὶ εἰ δυνάμεως εἰκών, οὐκέτι δύναμις, καὶ εἰ δόξης εἰκών, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ' ἑτέρου τινὸς εἰκών ἐστι.» 7. «Ταῦτα δὲ σύ, Μάρκελλε, τὰ ῥήματα τὰ πρότερον ἐπαινέσας ἐν ἀρχῇ τοῦ βιβλίου, νῦν δὲ ἀρνησάμενος τὸν θεὸν ἐκ θεοῦ λόγον ὄντα τὸν υἱὸν καὶ μόνον ἐκ μόνου καὶ τέλειον ἐκ τελείου, σαφῶς τὴν φαύλην σου περὶ θεότητος ἤλεγξας δόξαν. τοῦ γὰρ βασιλέως τοῦ μεγάλου

465

τὴν εἰκόνα λαβὼν ἐν ἀζωΐᾳ καὶ ἀθεότητι, ἀβουλίᾳ τε καὶ ἀδυναμίᾳ καὶ ἀδοξίᾳ καὶ τῷ ἀνουσίῳ, ἐκτετμῆσθαι τὴν ἀνοσίαν ὤφειλες γλῶτταν, εἰπὼν ῥῆμα εἰς κύριον καὶ τελευτήσας εἰς ψυχὴν οὕτως ἀσεβήσασαν. τὴν γὰρ εἰκόνα τοῦ θεοῦ ἀζωΐᾳ περιγράψας οὔτε κύριον οὔτε θεὸν οὐκ οὐσίαν οὐ βουλὴν οὐ δύναμιν οὐ δόξαν λέγεις εἶναι ταύτην. τούτων δὲ ἀκίνητον εἰκόνα εἶναι θέλεις αὐτήν, οἱονεὶ ἄψυχον καὶ ἄζωον, ἔξω ἐκτεθεῖσαν αὐτὴν ποιῶν, καὶ ὡσαύτως ἄψυχον ὡς καὶ ἀνθρωπίνῃ τέχνῃ μόνῃ συνεστῶσαν· ζῶντος δὲ ζῶσαν οὐ θέλεις εἶναι τὴν εἰκόνα τοῦ θεοῦ, οὐδὲ οὐσίας οὐσίαν εἰκόνα, οὐδὲ βουλῆς καὶ δυνάμεως καὶ δόξης βουλὴν καὶ δύναμιν καὶ δόξαν ἀπαραλλάκτως εἰκόνα. τὸ δὲ ἀπαραλλάκτως εἰπεῖν οὐχ οἷόν τε καὶ ἀγεννήτως, ἀλλ' ὅτι ἐκτυπῶς καὶ ἀκριβῶς ὡμοιωμένην πρὸς πατρικὴν ἔχει καὶ θεότητα καὶ πᾶσαν ἐνέργειαν.» καὶ μεθ' ἕτερα. «ἔδει δέ σοι ἄλαλα γενηθῆναι τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ θεοῦ ἀδικίαν ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει.» καὶ γὰρ «μόνος μόνον» ἐγέννησεν ὁ πατὴρ τὸν μονογενῆ, κἂν σὺ μὴ θέλῃς, νῦν ἄλλο τι θέλων, οὐκ ἐξ αἰτίας τῶν αἰώνων Οὐαλεντίνου τὴν πάροδον λαβόντος τοῦ υἱοῦ, ἀλλ' ἐκ μόνου πατρὸς τὴν γέννησιν ἔχοντος, καὶ «τέλειος τέλειον»· ἀτελὲς γὰρ οὐδὲν ἐν πατρί, διὸ οὐδὲ ἐν υἱῷ, ἀλλὰ τῆς ἐκείνου τελει.262 ότητος καὶ ὑπερτελειότητος γέννημα γνήσιον τοῦ υἱοῦ τελειότης· καὶ «βασιλεὺς βασιλέα». εὐσεβὲς γὰρ τὸν θεὸν βασιλεύειν, πρὸ τοῦ πρὸ τῶν αἰώνων γεννηθέντος τοῦ υἱοῦ καὶ βασιλευομένου βασιλέως, δι' οὗ καὶ τὰ λοιπὰ βασιλεύεται, εὐχαρίστως ὁμολογοῦντος τὴν ὑποταγήν. οὐκ ἰδιώτην γάρ, ἀλλὰ βασιλέα γεγέννηκεν ὁ πατήρ, τῆς βασιλείας αὐτοῦ οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος ἐχούσης. οὐ γὰρ ἔξωθεν τὸ ἀξίωμα, εἰς οὐσίαν δὲ αὐτῷ συντελεῖ, ὁμοίως πατρὶ γεννήσαντι. διὸ καὶ γέγραπται τὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» οὕτως δὲ καὶ «κύριος κύριον» καὶ «θεὸς θεὸν» γεννᾶν παρ' ἡμῶν ὡμολόγηται. καὶ ἁπλῶς εἰπεῖν, οὐσίας καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης εἰκόνα λέγομεν, οὐκ ἄψυχον καὶ νεκράν, ἀλλ' οὐσιώδη καὶ βουλητικὴν καὶ δυνατὴν καὶ ἔνδοξον. δύναμις γὰρ οὐκ ἀδυναμίαν γεννᾷ, ἀλλὰ αὐτοδύναμιν, καὶ δόξα οὐκ ἀδοξίαν γεννᾷ, ἀλλὰ αὐτοδόξαν, καὶ βουλὴ οὐκ ἀβουλίαν γεννᾷ, ἀλλὰ αὐτοβουλήν, καὶ οὐσία οὐ τὸ ἀνούσιον, ἀλλὰ αὐτοούσιον. εἰκὼν ἄρα ἐστὶν ὁ λόγος θεός, ζῶσα σοφία, ὑποστατική, λόγος ἐνεργὴς καὶ υἱός, αὐτὴ οὐσιωμένη. αὕτη γὰρ ἦν «ᾗ προσέχαιρε» καθ' ἡμέραν ὁ θεός, «ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας». σὺ δέ, Μάρκελλε, «ταῦτα ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνηθήσῃ μὲν ὑπ' αὐτῆς ἐκείνης ἔμπροσθεν τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς», ἀρνηθήσῃ δὲ καὶ ἔμπροσθεν τῆς ἐκκλησίας τῆς ὑπὸ τὸν οὐρανόν, γραφούσης περὶ σοῦ πανταχοῦ τῇ γῇ «ἄκουε λόγον κυρίου, γράψον τὸν ἄνδρα τοῦτον, ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ καθήμενος ἐπὶ θρόνου Δαυίδ». 8. καὶ μεθ' ἕτερα μνημονεύσαντος Μαρκέλλου τῶν Ἀστερίου ῥητῶν ἐπιφέρει λέγων· «Θεὶς οὖν ταῦτα καὶ χωρῶν τῇ ἀρνήσει τῆς τοῦ σωτῆρος ἡμῶν εἰκόνος καὶ οὐσίας, καὶ τῆς μονογενοῦς υἱότητος ἐκ πατρὸς καὶ τῶν πρωτοτοκίων πάσης κτίσεως, καὶ τῆς τοῦ μονογενοῦς μονότητος καὶ τῆς ἐκ τελείου τελειότητος καὶ τῆς ἐκ βασιλέως βασιλείας καὶ τῆς ἐκ κυρίου κυριότητος καὶ τῆς ἐκ θεοῦ θεότητος, οὐσίας τε ἁπλῶς καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης θεοῦ εἰκόνος ἀπαραλλάκτου, οὐ μικροῖς λόγοις «ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, διὸ καὶ ἀρνηθησόμενος ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ», 3.263 ἄντικρυς ταῦτα γράφεις· «ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος πατρὸς καὶ υἱοῦ παρίστησι δόξαν.» ἡ δὲ τούτων ἄρνησις τὴν σὴν ἐνδιάστροφον καὶ φαύλην περὶ θεότητος καὶ οὐσίας Χριστοῦ σαφῶς ἤλεγξεν ἑτεροδοξίαν.» 9. Καὶ μεθ' ἕτερα ἐπιφέρει τὰ Μαρκέλλου· «Ἕωλα οὖν τὰ ἑξῆς ἐπιφέρει

466

γράφων. «οὐδὲν οὖν αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται. πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι. καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται. καὶ εἰ δυνάμεως, οὐκέτι δύναμις. καὶ εἰ δόξης, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ' ἑτέρου τινὸς εἰκών ἐστιν.» ἕωλα δέ, Μάρκελλε, καὶ ψευδῆ ταῦτα. πάντα γὰρ αὐτὸν ἃ προεῖπεν Ἀστέριος εἶναι βούλεται, λέγων «βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν», καὶ λύει σου τὴν ἄψυχον εἰκόνα, τὴν κατὰ σὲ ἀνθρωπίνῃ τέχνῃ συνεστῶσαν μόνῃ. πάντων γὰρ τούτων ζῶσαν εἰκόνα λέγει καὶ ζῶντος εἰκόνος ἐκμαγεῖον οὖσαν τοῦ γεγεννηκότος, καὶ οὐσίας αὐτοουσίαν εἰκόνα λέγει καὶ βουλῆς αὐτοβουλὴν καὶ δυνάμεως αὐτοδύναμιν καὶ δόξης αὐτοδόξαν, καὶ οὐχ ἑαυτῆς, ἀλλ' ἑτέρου εἰκόνος. σὺ δὲ θεὸν ἐκ θεοῦ τὸν υἱὸν οὐχ ὁμολογῶν οὐδὲ φῶς ἐκ φωτὸς οὐδὲ δύναμιν ἐκ δυνάμεως, οὔτε θεὸν οὔτε φῶς, οὐ δύναμιν οὐκ οὐσίαν, οὐ βουλὴν, οὐ δόξαν τὸν υἱὸν εἶναι θέλεις. ἀλλὰ τὸ σῶμα ταῦτα ἀφανίζει ἀσεβῶς ἐν τῇ συντελείᾳ μετὰ † τούτων. καὶ ἀρνῇ μὲν τὸ «θεὸς ἦν ὁ λόγος», υἱὸν δὲ θεοῦ καλεῖς ἢ ὀνόματι μόνῳ ἢ ὡς ἄνθρωπον, ἵν' ἑτερογενῆ γεννῶν εἴη ὁ θεός, θέσει γεννῶν τὸν υἱόν, κατὰ τὸ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ κατὰ τό «ἐλάβετε πνεῦμα υἱοθεσίας», καὶ τὸ «ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ». οὐσίας οὖν καὶ δυνάμεως καὶ 3.264 βουλῆς καὶ δόξης ἀπαράλλακτον λέγων Ἀστέριος εἰκόνα τὸν υἱὸν τοῦ πατρός, πάντως οἱονεὶ τοὺς πατρικοὺς χαρακτῆρας ἐνεῖναι λέγει τῷ υἱῷ καὶ τὰ ἐπινοούμενα τοῦ πατρὸς τετυπῶσθαι ἢ δεδόσθαι τῷ υἱῷ, οὐκ ἄλλα παρ' αὐτὸν ὄντα. πάντα οὖν ἃ προεῖπεν αὐτὸν εἶναι βούλεται. οὐ γὰρ τὴν ἐν χρώμασιν εἰκόνα νοεῖ οὐδὲ τρίτον ζωγράφον εἰσάγει, ἵνα διαφωνοῦντος πρὸς τὸν πατέρα διὰ χρωμάτων τὰς ποιότητας ἀλλαχοῦ γράφῃ καὶ τοῦτο υἱὸν καλῇ. οὕτω γὰρ σὺ νοήσας καὶ μὴ νοήσας φῄς· «οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐ δύναται αὐτοουσία εἶναι, καὶ εἰ βουλῆς, οὐκέτι αὐτοβουλή.» καθ' ἡμᾶς γὰρ εἰ οὐσίας ἐστὶν εἰκὼν ζῶσα, αὐτοουσία δύναται εἶναι καὶ ἔστι. καὶ οὕτως οὐσίας οὐσίαν εἰκόνα λέγομεν διὰ μίμησιν ὁμοιοτάτην ζωῆς τε καὶ ἐνεργείας, οὕτω δὲ καὶ βουλῆς βουλὴν εἰκόνα τὸν «μεγάλης βουλῆς ἄγγελον», καὶ δυνάμεως καὶ δόξης δύναμιν καὶ δόξαν. καὶ τούτων παραστατικὸν τὸ «ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ», καὶ «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ». τὸ γὰρ «ὥσπερ, οὕτως» εἰκονικῆς ἐστι μιμήσεως καὶ ὁμοιώσεως ἀκριβὲς ἐκμαγεῖον.» 10. Καὶ μεθ' ἕτερα ὀλίγα «οὐ γὰρ ὁ λόγος θεός, ὁ ἄλλοις παρέχων ζωὴν καὶ κάλλος καὶ μορφήν, αὐτὸς ἄζωος καὶ ἀκαλλὴς καὶ ἄμορφός ἐστιν, ἐν νεκρότητι ἢ τῷ μὴ εἶναι νοούμενος, ἀλλὰ πατρικοῖς χαρακτῆρσι μεμόρφωται, οὐχ ὡς ἕτερος αὐτὸς ὤν, ἑτέρους δὲ τοὺς χαρακτῆρας τῆς μορφῆς ἔχων, ἀλλ' ἐν τῷ εἶναι αὐτοῦ οἱ χαρακτῆρές εἰσι καὶ ἐν τοῖς χαρακτῆρσι τὸ εἶναι αὐτοῦ. ἡ δὲ εἰκών, ἑτέρου καὶ οὐχ ἑαυτῆς εἰκὼν οὖσα, καθὰ καὶ σὺ θέλεις, τοῦ πρωτοτύπου ἐν ἑαυτῇ τοὺς χαρακτῆρας φέρουσα, τὴν ἑτερότητα παρίστησιν, ἑτερότητα δὲ ὡς ὁμοιότητα. οὐχ ἑαυτῆς γάρ, ἑτέρου δέ τινος εἰκών ἐστιν οὗτος, ὤν, ὃ ἔστιν, «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». εἰκὼν οὖν τοῦ πατρὸς ὁ υἱός, ζῶσα ζῶντος, ἐν κινήσει καὶ ἐνεργείᾳ, δυνάμει τε καὶ βουλῇ καὶ δόξῃ, οὐκ ἄψυχος, οὐδὲ ἀκίνητος, ἐν ἑτέρῳ μὲν τὸ εἶναι ἔχουσα καὶ γραφομένη, αὐτὴ δὲ ἐν ἑαυτῇ καὶ δι' ἑαυτῆς ἐν κινήσει μὴ οὖσα. καὶ εἰκών ἐστιν ἀπαράλλακτος, οὐ τῆς ἀπαραλλαξίας πατέρα ποιούσης, ἀλλ' υἱὸν ἀπηκριβωμένον.» Πεπλήρωνται τὰ ἐνθάδε Ἀκακίου. 3.265 Νῦν δέ φασιν οἱ ὀρθόδοξοι καὶ ἀδελφοὶ ἡμέτεροι καὶ ὁμολογηταὶ παρὰ τινῶν ὑπὸ Μαρκέλλου καταλειφθέντων μαθητῶν ἔκθεσιν εἰληφέναι ὁμολογίας περὶ πίστεως ἀπολογουμένης· ἧς τὰ λεπτολογήματα, αὐτὸς μὴ κατειληφὼς αὐτήν, ἐνταῦθα παρεθέμην. καὶ ἔστι τὸ

467

ἀντίγραφον τόδε· Ἡ ἐπίγραφος πίστις τῶν Μαρκέλλου. 11. «Τοῖς αἰδεσιμωτάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις τοῖς ἐν Διοκαισαρείᾳ ὑπερορισθεῖσιν ὑπὲρ τῆς εἰς τὸν σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν ὀρθοδόξου πίστεως, Εὐλογίῳ, Ἀδελφίῳ, Ἀλεξάνδρῳ, Ἀμωνίῳ, Ἁρποκρατίωνι, Ἰσαάκ, Ἰσιδώρῳ, Ἀννουβίωνι, Πιτίμῳ Εὐφρατίῳ, Ἀαρώνῃ, οἱ ἀπὸ Ἀγκύρας τῆς Γαλατίας πρεσβύτεροι, Φωτεινός, Εὐστάθιος, ἕτερος Φωτεινός, Σιγέριος καὶ διάκονος Ὑγῖνος καὶ ὑποδιάκονος Ἡρακλείδης καὶ ἀναγνώστης Ἐλπίδιος καὶ προστάτης Κυριακὸς ἐν κυρίῳ χαίρειν.» «Ἐνδεδημηκότων ἡμῶν πρὸς τὴν ὑμετέραν θεοσέβειαν ἀπὸ τῆς προειρημένης ἡμετέρας πατρίδος, τὴν προσήκουσαν ἐπίσκεψιν ποιούμενοι, καὶ ἐπερωτωμένων ἡμῶν παρὰ τῆς ὑμετέρας ὁσιότητος περὶ τῆς ἐν ἡμῖν πίστεως ὅπως ἔχομεν, καὶ ἀποδεξάμενοι ὑμῶν τὴν τοιαύτην κηδεμονικὴν πεῦσιν, ἥνπερ ἐποιήσασθε, διὰ τὸ μάλιστα τοὺς βουλομένους ματαίως θρυλεῖν περὶ ἡμῶν τινα ψευδῆ ἀναγκαῖον ἡγησάμεθα πληροφορῆσαι ὑμᾶς περὶ τούτου, οὐ μόνον ἐκ τῶν ὑποδειχθέντων τῇ ὑμετέρᾳ ὁσιότητι παρ' ἡμῶν γραμμάτων κοινωνικῶν πρὸς ἡμᾶς γραφέντων ὑπὸ τοῦ τρισμακαρίου πάπα Ἀθανασίου, ἀλλὰ καὶ ἐκ ταύτης ἡμῶν τῆς ἐγγράφου ὁμολογίας, ὡς ὅτι οὔτε φρονοῦμεν οὔτε πεφρονήκαμέν τί ποτε ἐκτὸς τῆς κατὰ Νίκαιαν ὁρισθείσης οἰκουμενικῆς καὶ ἐκκλησιαστικῆς πίστεως, ἥνπερ ὁμολογοῦμεν † δυνάμει 3.266 ταύτην φρονεῖν, ἀναθεματίζοντες τοὺς τολμῶντας κτίσμα λέγειν τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὴν Ἀρειανὴν αἵρεσιν καὶ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τοὺς μὴ λέγοντας τὴν ἁγίαν τριάδα τρία πρόσωπα ἀπερίγραφα καὶ ἐνυπόστατα καὶ ὁμοούσια καὶ συναΐδια καὶ αὐτοτελῆ, ἀναθεματίζοντες δὲ καὶ τοὺς πλατυσμὸν ἢ συστολὴν ἢ ἐνέργειαν τοῦ πατρὸς τὸν υἱὸν λέγοντας, καὶ τοὺς τὸν θεὸν λόγον τὸν υἱὸν τοῦ θεοῦ, προαιώνιον καὶ συναΐδιον τῷ πατρὶ καὶ ἐνυπόστατον καὶ αὐτοτελῆ υἱὸν καὶ θεὸν μὴ ὁμολογοῦντας. 12. Εἴ τις τὸν αὐτὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα λέγει, ἀνάθεμα ἔστω. εἴ τις ἀρχὴν ἢ τέλος τῷ υἱῷ τοῦ θεοῦ καὶ λόγῳ ἢ τῇ βασιλείᾳ αὐτοῦ δίδωσιν, ἀνάθεμα ἔστω. εἴ τις μέρος τοῦ πατρὸς λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, καὶ μὴ ὁμολογεῖ τὸν υἱὸν τοῦ θεοῦ ἐκ τῆς τοῦ πατρὸς οὐσίας πρὸ πάσης ἐπινοίας γεγενῆσθαι, ἀνάθεμα ἔστω. περὶ δὲ τῆς σαρκώσεως τοῦ θεοῦ λόγου, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ὁμολογοῦμεν ὅτι ὁ υἱὸς τοῦ θεοῦ καὶ ἄνθρωπος γέγονε χωρὶς ἁμαρτίας, κατὰ πρόσληψιν πάσης τῆς ἀνθρωπείας φύσεως, τουτέστι ψυχῆς λογικῆς καὶ νοερᾶς καὶ σαρκὸς ἀνθρωπίνης. Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς κατὰ Ἄγκυραν καθολικῆς ἐκκλησίας οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Εὐστάθιος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. 3.267 ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Σιγέριος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ὑγῖνος

468

διάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ἡρακλείδης ὑποδιάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ἐλπίδιος ἀναγνώστης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Κυριακὸς προστάτης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.» Ταῦτά ἐστι τὰ ὑπ' αὐτῶν πρὸς τοὺς ὁμολογητὰς καὶ πατέρας γραφέντα. εἰ τοίνυν δύναται παρὰ συνετῶν νοεῖσθαι ἐν καλλίοσιν ὑπάρχειν, καὶ δὴ οὕτω τετάχθω. εἰ δὲ καὶ ἐκεῖσε πάλιν διὰ τῆς ἐν αὐτῇ τῇ ἀπολογίᾳ διαλογῆς ἔσφαλταί τινα τὰ οὐκ ὀρθὰ ὑπάρχοντα, πάλιν ὡσαύτως τοῖς φιλομαθέσι τετάχθω. ὡς οὖν τῶν προειρημένων πάντων τὴν ὑφήγησιν διεξήλθομεν περὶ τοῦ αὐτοῦ Μαρκέλλου, παρελεύσομαι καὶ τοῦτον, καὶ τὰς ἑξῆς διασκοπήσομαι. – – – Κατὰ Ἡμιαρείων ˉνˉγ, τῆς δὲ ἀκολουθίας ˉοˉγ. 1. Ἐν τῇ τοῦ θεοῦ δυνάμει τοῦ Ἀρείου τὰ σχέτλια διαρρήξαντες καὶ τῶν μετ' αὐτόν, Φωτεινοῦ δέ φημι, ἀλλὰ καὶ Μαρκέλλου, ἐν ᾧ ὀλίγῳ ἔδοξε παρασεσαλεῦσθαι, ἃ ἐξ ὑπαρχῆς ἐξήμεσεν ὡς ἐν μέθῃ ὁ ἀνὴρ προληφθείς γένοιτο δὲ τοὺς αὐτοῦ διορθωθῆναι, εἴ γε διορθώσοιντο, ἀλλὰ καὶ τῶν ἐξ αὐτοῦ τοῦ Ἀρείου γεγενημένων τὰ ζιζάνια διὰ τοῦ θείου λόγου «τοῦ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τομωτέρου» ἐκτεμόντες περὶ τῆς ἐξ αὐτοῦ τοῦ Ἀρείου φυείσης ὑλομανίας διασκοπήσωμεν πῶς τινες ἡμιαρειανίζουσιν, ἐκείνου μὲν τὸ ὄνομα ἀρνούμενοι, αὐτὸν δὲ καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐνδεδυμένοι, προσχήματί τινι προσποιητῶς ἐπιπλαζόμενοι ἑαυτοῖς τὸ πρόσωπον ἠλλοιωμένον, ὡς ἡ τῶν ἐπὶ σκηνῆς πέπλασται δραματουργία, ὥστε προσωπείοις ἑτέροις τὰς ἑαυτῶν ὄψεις ἐπικρύπτειν 3.268 καὶ ἔνδοθεν τοῦ προσώπου τὰ τῆς κωμῳδίας αἰσχρά τε καὶ μέθης ἔμπλεα διηγεῖσθαι, ἢ ἄλλως φερόμενοι ἢ σχηματοποιοῦντες τῶν παλαιῶν τοὺς μύθους, τῶν παρ' αὐτοῖς ποιητῶν τοῦτο ἐργασαμένων. οὕτω καὶ οὗτοι πλανᾶν ἐθέλοντες τοὺς ἀκεραίους αὐτοὶ μέν εἰσι καὶ τῷ προσώπῳ καὶ τῷ ἤθει καὶ τῇ κακοδοξίᾳ ὁποῖα Ἄρειος καὶ Ἀρειομανῖται. δῆθεν δὲ καὶ κολακείας ἕνεκα ἀπατηλῆς τὴν παρ' ἐκείνοις ὁμολογουμένην ἐνδιάστροφον διδασκαλίαν κατακοσμεῖν ἐθέλοντες, κτίσμα μὲν τὸν υἱὸν τοῦ θεοῦ φασιν· ἵνα δὲ δῆθεν ἀπατήσωσι καὶ τῷ υἱῷ τοῦ θεοῦ τι χαρίσωνται, μετὰ θωπείας τοῖς ἀπὸ τοῦ λόγου τούτου πτυρομένοις ἀγυρτωδῶς ἐπιλέγουσιν ὅτι οὐ φαμὲν κτίσμα ὡς ἓν τῶν κτισμάτων οὐδὲ γέννημα ὡς ἓν τῶν γεννημάτων. τὸ δὲ ὁμοούσιον τέλεον ἐκβάλλουσι, δῆθεν ὡς ἀλλότριον ὂν τῆς θείας γραφῆς. περὶ δὲ τούτων ἐν τῇ κατὰ Ἄρειον ἀκρότατα διελέχθημεν. ἵνα δὲ καὶ ὅμοιον τούτῳ ῥῆμα προβάλλοιντο, οἱ περὶ Βασίλειον φημὶ καὶ Γεώργιον οἱ τῆς Ἡμιαρείων ταύτης τῆς αἱρέσεως προστάται, φασίν, οὐ λέγομεν ὁμοούσιον, ἀλλὰ ὁμοιοούσιον. ἦσαν δὲ οὗτοι οἱ ἀπὸ τῆς συνόδου * διαιρεθέντες αὐτῆς τῆς Ἀρειομανίτιδος αἱρέσεως, ὁ αὐτὸς Βασίλειος Ἀγκυριανὸς τούτων ἀρχηγὸς καὶ Γεώργιος ὁ Λαοδικείας τῆς πρὸς Ἀντιόχειαν Δάφνης ἤγουν Κοίλης Συρίας. οἱ δὲ αὐτοὶ καὶ περὶ τοῦ ἁγίου πνεύματος ἴσως τοῖς Πνευματομάχοις εἰσὶν ἔχοντες. οὐκέτι γὰρ ὡς μετὰ δυσωπήσεως ἢ μετά τινος διστακτικοῦ λόγου ὡς περὶ τοῦ υἱοῦ, περὶ οὗ αἰσχυνόμενοι τέλεον κτίσμα αὐτὸν εἰπεῖν, ὅπερ καὶ οὕτως ἔχουσι, διὰ δὲ τὸν πρὸς ἀνθρώπους φόβον ἐπιφέρουσι τὸ ὁμοιοούσιον καὶ τὸ κτίσμα ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων, περὶ δὲ τοῦ ἁγίου πνεύματος, ὡς ἔφην, οὐ διστακτικῶς ὁρμῶνται, ἀλλ' ὡς λυσσητῆρες κύνες ἀφειδῶς κτίσμα αὐτὸ παντάπασιν ὁρίζονται καὶ οὕτως διαβεβαιοῦνται καὶ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὑπάρχον. καὶ ἵνα μή τις εἴποι κατὰ συκοφάντησιν κατά τινων ἡμᾶς λέγειν, ἐνταῦθα παραθήσομαι ὡς ἔγραψεν ἕκαστος αὐτῶν ἐπιστολήν, Βασίλειος μὲν μίαν, Γεώργιος δὲ ὁ Λαοδικείας ἅμα Βασιλείῳ καὶ τοῖς σὺν αὐτῷ ἄλλην. καὶ εἰσὶν αἵδε· 2. «Ἡ ἁγία σύνοδος ἡ ἐν Ἀγκύρᾳ προσεγγίζοντος τοῦ Πάσχα ἐκ διαφόρων ἐπαρχιῶν συγκροτηθεῖσα κυρίοις τιμιωτάτοις καὶ ὁμο.269 ψύχοις

469

συλλειτουργοῖς τοῖς ἐν Φοινίκῃ καὶ τοῖς λοιποῖς τοῖς τὰ αὐτὰ ἡμῖν φρονοῦσιν ἐν κυρίῳ χαίρειν. Εὐχόμεθα μὲν μετὰ τὴν ὡς ἐν πυρὶ τοῖς ἐν μέσῳ γεγενημένοις ὑπὲρ τῆς πίστεως πειρασμοῖς βάσανον τῆς ἐκκλησιαστικῆς πίστεως καὶ μετὰ τὰ ἐπὶ τῆς Κωνσταντίνου πόλεως διὰ Μάρκελλον γεγενημένα καὶ μετὰ τὴν ἔκθεσιν τῆς πίστεως ἐν τῇ συνόδῳ συγκροτηθείσῃ ἐπὶ τοῖς ἐγκαινίοις τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας καὶ μετὰ ταῦτα κατὰ Σαρδικὴν καὶ τὴν ἐκεῖ αὖθις ἀνθήσασαν πίστιν καὶ ἔτι μετὰ τὰ ἐν Σιρμίῳ ἐπὶ Φωτεινῷ γεγενημένα, ἔτι μὴν καὶ λογισμούς, οὓς ἐφ' ἑκάστῳ περὶ τῆς πίστεως κεφαλαίῳ ἐπερωτηθέντες παρὰ τῶν ἐν Σαρδικῇ πρὸς τὴν ἀνατολὴν διεστώτων ἐξεθέμεθα, ἠρεμῆσαι λοιπὸν καὶ ἑνωθείσης ἐν τῇ εὐσεβεῖ βασιλείᾳ τοῦ δεσπότου ἡμῶν Κωνσταντίου τῆς ἀπὸ ἀνατολῆς ἕως δυσμῶν ἐκκλησίας, ἐκβεβλημένων τῶν σκανδάλων, εἰρηνεύειν τε καὶ ταῖς λατρείαις τοῦ θεοῦ προσανέχειν. ἐπειδὴ δὲ ὡς ἔοικεν οὐ παύεται ὁ διάβολος διὰ τῶν οἰκείων σκευῶν σπουδάζων καθ' ἑαυτόν, ἵνα δὴ πάντως κατὰ τά τε παρὰ τοῦ κυρίου προρρηθέντα καὶ διὰ τοῦ ἁγίου ἀποστόλου συμφώνως ἐπὶ προφυλακῇ τῶν πιστῶν κηρυχθέντα εἰς ἀποστασίαν ἐργάσηται, ἐπινοῶν καινισμοὺς κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως, καὶ νῦν ἐν «μορφώσει τινὰς εὐσεβείας» οἰκειώσασθαι * καὶ «βεβήλους καινοφωνίας» δι' αὐτῶν ἐπινοήσας κατὰ τῆς εὐσεβοῦς γνησιότητος τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, πρότερον μὲν ἀκούοντες κατὰ τὴν Ἀντιόχειαν διατρέχειν τινάς, ἀλλὰ καὶ κατὰ τὴν Ἀλεξάνδρειαν, ἔτι τε καὶ τὴν Λυδίαν εἴτε κατὰ τὴν Ἀσίαν καὶ ἐμβαλεῖν σπινθῆρας 3.270 ἀσεβείας ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, ἠλπίζομεν διὰ τὸ τολμηρὸν τῆς ἀσεβείας καὶ τὸ τοσοῦτον ἀναιδὲς αὐτῶν, ὑπερμαχούντων καὶ τῶν κατὰ τόπον κυρίων συλλειτουργῶν, μαρανθῆναι τὴν ἐπινοηθεῖσαν αἵρεσιν καὶ σβεσθῆναι τὴν κακίαν. ἐπειδὴ δὲ ἑξῆς οἵ τε ἐκ τῶν προειρημένων τόπων ἐπιδημοῦντες καὶ οἱ ἀπὸ τῶν κατὰ τὸ Ἰλλυρικὸν ἀπαγγέλλουσιν, ὡς σπουδὴν τιθέντες οἱ τούτου τοῦ κακοῦ ἐξευρεταὶ καὶ πλείονας βλάπτειν τολμῶσι καὶ πρὸς κακίαν ζυμοῦν, οὐκέτι ἀνασχόμενοι ὑπερτίθεσθαι, ἀλλὰ καὶ τοῖς γράμμασιν ἐντυγχάνοντες τοῖς τοῦ ὁμοψύχου συλλειτουργοῦ ἡμῶν Γεωργίου τοῦ τῆς Λαοδικείας ἐκκλησίας, ὧν τὰ ἀντίτυπα ὑπετάξαμεν, καὶ τὰς μαρτυρίας τῶν διαμαρτυραμένων πρὸς ἡμᾶς ἐπὶ θεοῦ εὐλαβηθέντες, ὡς ἐνεδίδου ὁ καιρός, τῆς ἁγίας ἡμέρας τοῦ Πάσχα ἐπικειμένης, συναχθέντες ὅσοι γε ἠδυνήθημεν καὶ συναχθῆναι, διὰ τὸ καὶ τὸν χειμῶνα τοῖς πολλοῖς ἐμποδὼν γενέσθαι, ὡς διὰ τῶν γραμμάτων ἐσήμαναν, ἐκθέσθαι εἰς τοῦτο τὸ εἶδος τῆς πίστεως τὸ ἰδίωμα ἐσπουδάσαμεν, ὅσον ἐπὶ τοῖς λοιποῖς * τῇ ἐν Ἀντιοχείᾳ ὡς προέφαμεν συνόδῳ, ἐκτεθείσῃ τε πίστει τῇ ἐν τοῖς ἐγκαινίοις, ἀλλὰ καὶ ἐν τῇ Σαρδικῇ, ἣν ἀνείληφεν ἡ ἐν Σιρμίῳ σύνοδος, καὶ τοῖς ἐκεῖθεν λογισμοῖς, διαρθρώσειν ἀκριβῶς βουλόμενοι τὴν εἰς τὴν ἁγίαν τριάδα τῆς καθολικῆς ἐκκλησίας πίστιν, πρὸς δὲ τοῦτο ὡς προέφημεν τῆς καινοτομίας τὸ εἶδος, μόνον ὡς ἐνεδίδου τὸ πνεῦμα ὑπαγορεύσαντες. καὶ παρακαλοῦμεν ὑμᾶς, κύριοι τιμιώτατοι συλλειτουργοί, ἐντυχόντας, ὅτι ἡδράσθητε τῇ ἐκ πατέρων παραδοθείσῃ πίστει καὶ ὡς σύμφωνα ὑμῖν φρονοῦμεν, ὡς πεπιστεύκαμεν, ὑποσημήνασθαι, ἵνα πληροφορηθέντες οἱ τὴν αὐτὴν ἀσέβειαν ἐπεισάγειν τολμῶντες, ὅτι καθάπερ κλῆρόν τινα τὴν ἐκ τῶν 3.271 ἀποστολικῶν χρόνων διὰ τῶν ἐν τῷ μέσῳ ἄχρι καὶ ἡμῶν παραδοθεῖσαν ἀπὸ τῶν πατέρων ὑποδεξάμενοι πίστιν φυλάσσομεν, ἢ αἰσχυνθέντες διορθωθήσονται ἢ ἐπιμένοντες ἀποκηρυχθῶσι τῆς ἐκκλησίας, ὡς τὴν ἀποστασίαν τῷ υἱῷ τῆς ἀνομίας, ὃς τολμᾶν ἀπειλεῖ καὶ «εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι», ἤδη δι' ἑαυτῶν προπαρασκευάζοντες.» 3. «Ἡ πίστις ἡμῶν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ὅ ἐστιν. οὕτω γὰρ ἐδίδασκε τοὺς ἑαυτοῦ μαθητὰς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰπών «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες

470

αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» οὐκοῦν οἱ ἀναγεννώμενοι εἰς ταύτην τὴν πίστιν εὐσεβῶς νοεῖν τὰς ἐκ τῶν ὀνομάτων ἐννοίας ὀφείλομεν. οὐ γὰρ εἶπε· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ ἀσάρκου καὶ σαρκωθέντος ἢ τοῦ ἀθανάτου καὶ θανάτου πεῖραν λαβόντος ἢ τοῦ ἀγεννήτου καὶ γεννητοῦ, ἀλλ' εἰς τὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἵνα τῶν ὀνομάτων προσακούοντες ἀπὸ τῶν φυσικῶν, ἐν οἷς *, τὸν πατέρα αἴτιον ὁμοίας αὐτοῦ οὐσίας ἐννοῶμεν, καὶ τὸ ὄνομα τοῦ υἱοῦ ἀκούοντες ὅμοιον νοήσωμεν τὸν υἱὸν τοῦ πατρός, οὗ ἐστιν ὁ υἱός. ἐπιστεύσαμεν οὖν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὐκ εἰς κτίστην καὶ κτίσμα. ἄλλο γάρ ἐστι κτίστης καὶ κτίσμα, ἄλλο πατὴρ καὶ ὁ υἱός, διότι κεχώρισται τούτων ἑκάτερον τῇ ἐννοίᾳ. τὸ γὰρ κτίσμα λέγων πρῶτον κτίστην φημί, καὶ τὸ υἱός *, ὡς ἀπὸ σωματικῶν προσλαμβανόμενον καὶ διὰ τὰ πάθη καὶ τὰς ἀπορροίας τῶν σωματικῶν πατέρων καὶ υἱῶν, * καθαρῶς τὴν τοῦ ἐξ ἀσωμάτου πατρὸς ἀσωμάτου υἱοῦ ὕπαρξιν 3.272 ἵστησιν ἔννοιαν, διὰ τοῦτο καὶ τὴν τοῦ κτίσματος, ὅτι σωματικοῦ παρέπλεξεν ἔννοιαν *. καὶ ἐπειδὴ τὸ κτίσμα ὃ ποιεῖ, υἱός ἐστιν, υἱὸν ἐκάλεσεν μόνον ἀπὸ τοῦ κτιστοῦ καὶ τοῦ κτίσματος λαβὼν τὸ ἀπαθὲς τοῦ κτίζοντος ὡς πρὸς τὸ κτίσμα καὶ τοῦ κτίσματος τὸ ἐξ ἀπαθοῦς τοῦ κτίζοντος ὑφεστὸς πάγιον καὶ οἷον ὁ κτίζων ἐβούλετο, τελείαν ἐκ τοῦ σωματικοῦ πατρὸς καὶ υἱοῦ καὶ ἐκ σωματικοῦ κτιστοῦ καὶ κτίσματος τὴν περὶ πατρὸς καὶ υἱοῦ καθαρῶς ἡμᾶς ἐπαίδευσεν ἔννοιαν. ἀφαιρουμένου γὰρ ἀπὸ τοῦ κτίσματος τοῦ τε ἔξωθεν ὑφεστῶτος καὶ τοῦ ὑλικοῦ καὶ τῶν ἄλλων, ὅσαπερ σωματικοῦ κτίσματος τὸ ὄνομα περιέχει, μόνη ἀπὸ τοῦ κτίσματος μένει ἡ ἀπαθής φημι τοῦ κτίζοντος καὶ τελεία τοῦ κτιζομένου καὶ οἷον ἠβούλετο ὁ κτίζων εἶναι τὸ κτιζόμενον, ἔννοια. εἰ οὖν ἀπὸ τοῦ κτιστοῦ καὶ τοῦ κτίσματος τὰ ἄλλα πάλιν ἐκβάλλοντες, τὴν ἐξ ἀπαθοῦς τοῦ κτίζοντος καὶ τελείου τε καὶ παγίου καὶ οἷον ἐβούλετο εἶναι τὸ κτίσμα μόνην λαμβάνομεν ἔννοιαν, ἀκόλουθόν ἐστιν ἀπὸ τῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὀνομάτων ἐπειδὴ μάλιστα εἰς πατέρα καὶ υἱὸν πιστεύειν ἐδιδάχθημεν, μίαν οὖν τινα εὐσεβῶς λαμβάνειν ἡμᾶς ἔννοιαν δεῖ. 4. «Διὸ καὶ ἐπὶ τούτων, ἐκβαλλομένου τοῦ κατὰ τὸ πάθος ἢ ἀπορροήν, ὥστε τὸν πατέρα πατέρα νοεῖσθαι τοῦ υἱοῦ καὶ τὸν υἱὸν μὴ σπερματικῶς καταβεβλημένον σωματικοῖς φύσεως τελειοῦσθαι καὶ κινουμένοις ἀεὶ πρὸς αὔξην καὶ φθοράν, ὡς τὰ σωματικὰ ἔχει τοὺς χαρακτῆρας, μόνη παραλειφθήσεται ἔννοια τοῦ ὁμοίου. ὡς γὰρ ἐπὶ τοῦ κτίσματος πάλιν ἐροῦμεν, ὅτι πάντων ἐκβεβλημένων τῶν σωματικῶν παρελείφθη ἡ ἀπαθὴς μὲν τοῦ κτίζοντος, τελεία δὲ καὶ οἵαν ἠβούλετο καὶ παγία ἡ τοῦ κτίσματος ἔννοια, οὕτω καὶ ἐπὶ 3.273 τοῦ πατρὸς καὶ υἱοῦ, ἐκβεβλημένων τῶν σωματικῶν πάντων, παραλειφθήσεται μόνη ἡ ὁμοίου καὶ κατ' οὐσίαν ζῴου γενεσιουργία, ἐπειδὴ πᾶς πατὴρ ὁμοίας οὐσίας αὐτοῦ νοεῖται πατήρ. εἰ δὲ μετὰ τῶν λοιπῶν ἁπάντων ἐκ τῶν τοῦ πατρὸς καὶ υἱοῦ ὀνομάτων σωματικῶν ἐκβαλλομένων ἐννοιῶν συνεκβάλλοιτο καὶ ἡ ὁμοίου κατ' οὐσίαν ζῴου αἴτιον τὸν πατέρα παρέχουσα ἡμῖν νοεῖν, οὐκέτι ἔσται πατὴρ καὶ υἱὸς πιστευόμενος, ἀλλὰ κτίστης καὶ κτίσμα, καὶ περιττὰ τὰ πατρὸς καὶ υἱοῦ ὀνόματα, μηδὲν παρ' ἑαυτῶν εἰσφερόμενα. καὶ ἔσται οὕτως κτίστης μὲν ὡς θεός, κατ' οὐδὲν δὲ ὅλως πατήρ. ὅτι γὰρ οὐκ ἐνεργείας λέγεται πατὴρ ὁ πατήρ, ἀλλ' ὁμοίας ἑαυτῷ οὐσίας, τῆς κατὰ τὴν τοιάνδε ἐνέργειαν ὑποστάσης, δῆλον ἐκ τῶν φυσικῶν καθέστηκε λογισμῶν. πολλὰς γὰρ ἐνεργείας ἔχων ὁ θεὸς ἄλλῃ μὲν ἐνεργείᾳ κτίστης νοεῖται, καθὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν τούτοις, ἀλλὰ καὶ τῶν ἀοράτων κτίστης ἐστί. πατὴρ δὲ μονογενοῦς ὢν οὐχ ὡς κτίστης, ἀλλ' ὡς πατὴρ γεννήσας νοεῖται. εἰ δέ τις διὰ τὴν ὑπόνοιαν τὴν περὶ τῶν κατὰ τοὺς σωματικοὺς πατέρας τε καὶ υἱοὺς τῶν παθῶν, δεδιὼς μή τι πάθῃ γεννῶν ὁ ἀσώματος, εἰ

471

μὴ ἀτελὲς εἴη τὸ γεννώμενον καὶ ὅσα συμβαίνει περὶ τὸν σωματικὸν πατέρα τε καὶ υἱόν, εὐλαβούμενος ἀφέλοιτο τὴν γνησίαν ἐπὶ πατρὸς καὶ υἱοῦ ἔννοιαν, ὁποῖον ἂν λέγοι ἕτερον ποίημα καὶ οὐδέποτε ἐρεῖ τὸν υἱὸν υἱόν. εἴτε γὰρ μεγέθει ὑπερβάλλοντα λέγοι, ὡς οὐρανὸν ὄρους ἢ βουνοῦ, τοῦ τῶν ποιημάτων γένους αὐτόν, κἂν μεγέθει ὑπερβάλλων νοοῖτο, ὑπάρχοντα ἕξει, εἴτε χρείᾳ ὡς πρῶτον αὐτὸν γεγονότα, εἴτε εἰς τὴν ἄλλων δημιουργίαν ὑπουργήσαντα, οὔτε οὕτως 3.274 αὐτὸν ἔξω ποιήσει τῆς τῶν ποιημάτων ἐννοίας. ὡς γὰρ οὐδὲν διαφέρει τὸ τῇ λαβίδι ἐκ τοῦ θυσιαστηρίου τὸν ἄνθρακα, μὴ αὐτῇ τῇ χειρὶ λαμβάνεσθαι, εἰ καὶ διὰ ταύτης ἡ χαλκευτικὴ εἴη, τὸ ἐπελαύνειν τὸν σίδηρον ἔσται γὰρ καὶ ἡ λαβὶς καὶ ὁ διὰ ταύτης ἐλαυνόμενος σίδηρος τοῦ γένους τῶν ποιημάτων, οὕτως οὐδὲν διοίσει τῶν ποιημάτων ὁ δι' οὗ τὰ πάντα, εἰ μὴ ἔστιν υἱός, ὡς ἡ φυσικὴ ἔννοια ὑποβάλλει. ποιηθεὶς δὲ πρῶτος ἔσται τῶν ποιημάτων καὶ ὄργανον γινόμενος τῷ ποιητῇ, δι' οὗ τὰ πάντα ὁ κτίστης ἐργάζεται. 5. Καὶ οὐκ ἄν τις σοφίσαιτο τὴν τοῦ ἰδίως πατρὸς καὶ τοῦ ἰδίως υἱοῦ ἔννοιαν ἐκ τῶν κοινότερον υἱῶν λεγομένων, ἐπεὶ οὕτως πολλοὶ ἔσονται οἱ υἱοὶ τοῦ θεοῦ, ὡς ὅταν λέγῃ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν», καὶ τὸ «οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν;» καὶ «ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐκ θελήματος σαρκός, φησίν, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν», καὶ πρὸς τούτοις περὶ ἀψύχων ὡς «ὁ τετοκὼς βώλους δρόσου». ἐπὶ γὰρ πλέον διὰ τούτων κατασκευασθήσεται ἀπὸ τῆς κοινῆς ἐννοίας τὸ μὴ εἶναι μὲν αὐτὸν υἱόν, ὡς οὐδὲ ταῦτα, ποίημα δὲ ὄντα ὡς ταῦτα κλήσεως υἱοῦ μόνης μετέχειν. ἡ δὲ ἐκκλησία πεπίστευκεν ὅτι θεὸς οὐ μόνον ἐστὶ κτίστης κτισμάτων τοῦτο γὰρ Ἰουδαῖοί τε καὶ Ἕλληνες ἐπίστανται, ἀλλ' ὅτι καὶ πατήρ ἐστι μονογενοῦς, οὐ μόνον τὴν κτιστικὴν ἔχων ἐνέργειαν, ἀφ' ἧς κτίστης νοεῖται, ἀλλὰ καὶ ἰδίως καὶ μονογενῶς γεννητικήν, καθ' ἣν πατὴρ μονογενοῦς ἡμῖν νοεῖται. τοῦτο γὰρ παιδεύων ἡμᾶς ὁ μακάριος Παῦλος γράφει «τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται»· ὥσπερ γὰρ ἐπὶ γῆς πατέρες ὀνομάζονται, καθ' ὁμοιότητα τῶν οἰκείων οὐσιῶν τοὺς υἱοὺς ἔχοντες, οὕτω καὶ πατὴρ ἐν οὐρανοῖς ὀνομάζεται, ἀφ' οὗ οἱ πατέρες οἱ ἐπὶ γῆς κατ' οὐσίαν ὠνομάσθησαν, καθ' ὁμοιότητα τῆς ἑαυτοῦ οὐσίας 3.275 πάντως τὸν ἐξ αὐτοῦ ἔχων γεγεννημένον υἱόν. καὶ οὐ δύναται ἡ ἐπὶ τῶν καταχρηστικῶς καὶ ὁμωνύμως λεγομένων υἱῶν ἔννοια τῷ μονογενεῖ ἁρμόζειν. ὥσπερ γὰρ πυξίον μὲν λέγεται κυρίως τὸ ἐκ πύξου κατεσκευασμένον, κοινότερον δὲ καὶ καταχρηστικῶς ἀπ' ἐκείνου πυξίον καὶ τὸ ἐκ μολίβου καὶ χαλκοῦ καὶ ἄλλης τινὸς ὕλης γεγονός *. οὔτε οὖν ὡς «ὁ τετοκὼς βώλους δρόσου» * τουτέστιν οὐσιωδῶς· καταχρηστικῶς γὰρ ἐνταῦθα ἐπὶ τοῦ ποιήματος τὸ τοῦ τόκου παρείληπται· οὔτε ὡς τὸ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ ἐνταῦθα γὰρ καταχρηστικῶς ἀπὸ τῆς εὐνοίας καὶ τιμῆς προσωνόμασται· οὔτε ὡς τὸ «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»· καὶ τοῦτο γὰρ ἀπὸ τῆς κατ' ἀρετὴν καὶ μίμησιν τῆς ποιήσεως εἴληπται· οὐχ οὕτως ὁ μονογενὴς νοηθήσεται, ἀλλὰ κυρίως, ὡς μόνος ἐκ μόνου, ὅμοιος κατ' οὐσίαν ἐκ τοῦ πατρός, οὗπερ καὶ ὠνομάσθη καὶ ἐνοήθη υἱός, γεννηθείς. 6. Εἰ δὲ διὰ τὸ ἀδύνατον τῶν λογισμῶν μὴ δέχοιτό τις τὸν λογισμόν, ὡς, εἰ οὕτως νοηθείη πατήρ, πάθος ἢ μερισμὸν ἢ ἀπόρροιαν ὑπομένοντος τοῦ πατρός, καὶ παρωσάμενος τὴν πίστιν, ἣ ὑφίστησι τὴν εὐσεβῆ περὶ πατρὸς καὶ υἱοῦ ἔννοιαν, λογισμοὺς ἀπαιτοίη, ἀπαιτητέον αὐτὸν λογισμούς, πῶς ὁ θεὸς σταυροῦται καὶ πῶς «τὸ μωρότερον» τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τὸ ἀσυλλόγιστον παρὰ τοῖς δοκοῦσιν εἶναι τοῦ κόσμου σοφοῖς «σοφώτερον ἀνθρώπων ἐστίν», οὓς οὐδὲ λόγου ἀξιοῖ ὁ μακάριος Παῦλος, διότι τῷ ἀσυλλογίστῳ τῆς δυνάμεως «ἐμώρανε τὴν σοφίαν» τῶν

472

συλλογίζεσθαι δυναμένων. εἴρηκε γὰρ «ἦλθον καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ θεοῦ, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ». ὁ οὖν ἐν σοφίᾳ λόγου λογισμοὺς ἀπαιτῶν τὸ μυστήριον, μετὰ τῆς μωρανθείσης σοφίας ἔχων τὸ μέρος ἀπιστείτω τῷ μυστηρίῳ, ὅτε, κἂν ἐκεῖνος ἀπιστεῖται ἐν σοφίᾳ λόγου, ὁ Παῦλος * «ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ». εἰ δὲ ἐν τούτοις ἀποκρίνεται, οὐκ ἐν σοφίᾳ λόγου, 3.276 ἀλλὰ μωρίαν πᾶσαν συλλογιστικὴν σοφίαν ἐλέγξας διὰ τῆς ἀσυλλογίστου δυνάμεως, τὴν πίστιν μόνην λαμβάνει πρὸς σωτηρίαν τῶν τὸ κήρυγμα δεχομένων. οὐδὲ ἀποκρίνεται πῶς ὁ πατὴρ ἀπαθῶς γεννᾷ τὸν υἱόν, ἵνα μὴ κενωθῇ τὸ μυστήριον τῆς ἐκ πατρὸς υἱότητος τοῦ μονογενοῦς, ἀλλὰ μωραινομένην τὴν σοφίαν τῶν συνετῶν καθὰ γέγραπται «ποῦ σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;» ἐλέγχων, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ διὰ τὰ ἐκ λογισμῶν ὑποπτευόμενα κενωθῇ τὸ μυστήριον, φημὶ δὲ ἡ εὐσεβὴς ἔννοια ἡ περὶ πατρὸς καὶ υἱοῦ, ἀλλ' ἀπαθῶς πατέρα καὶ υἱόν, πατέρα μὲν ἐξ ἑαυτοῦ γεγεννηκότα ἄνευ ἀπορροίας καὶ πάθους τὸν υἱόν, υἱὸν δὲ ὅμοιον καὶ κατ' οὐσίαν ἐκ τοῦ πατρός, τέλειον ἐκ τελείου, μονογενῆ ὑποστάντα, πιστευόμενα τοῖς πιστοῖς ἢ ὑποπτευόμενα τοῖς ἀπίστοις ἀσυλλογίστως κηρύττει. τῶν γὰρ ἀτόπων ἐστὶν ἐκ σοφοῦ θεοῦ σοφίαν ὑφισταμένην ἀκούοντα, ὡς σοφῶς οἶδε τῆς ἐξ ἑαυτοῦ γεννηθείσης σοφίας γενέσθαι πατήρ, πάθος ἐννοεῖν πατρὶ ἐν τῷ τὴν σοφίαν ὑφίστασθαι, εἰ μέλλοι ἐξ αὐτοῦ κατ' οὐσίαν ὁμοία τῷ σοφῷ ἡ σοφία ὑφίστασθαι. εἰ γὰρ μήτε ὁ σοφὸς θεὸς μεθέξει σοφίας συνθέτως σοφὸς ἡμῖν νοεῖται, ἀλλ' ἀσυνθέτως αὐτός ἐστι σοφός, οὐσία ἐστί, μήτε ἡ σοφία ἐστὶν ὁ υἱός, ἐξ ἧς νοεῖται, ἀλλὰ ἡ σοφία οὐσία ἐστὶν ἀπὸ σοφοῦ οὐσίας, ὅ ἐστι σοφία, οὐσία ὁ υἱὸς ὑποστὰς ὁμοία ἔσται καὶ κατ' οὐσίαν τοῦ σοφοῦ πατρός, ἀφ' οὗπερ ὑπέστη σοφία ὁ υἱός. 7. Διὸ καὶ εἰωθὼς ὁ μακάριος Παῦλος, καλῶς τὰ Ἑβραίων πεπαιδευμένος, ἀπὸ τοῦ αὐτοῦ πνεύματος τοῦ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ λαλήσαντος τὰς αὐτὰς ἕλκειν ἐννοίας, ὥσπερ ἀπὸ τῶν δύο ψαλμῶν, ἀπὸ τοῦ τε λέγοντος «τὰ κρίματά σου ἄβυσσος πολλή» καὶ ἀπὸ τοῦ «αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται» τὸν περὶ κριμάτων τοῦ θεοῦ λόγον μετέβαλε, ἀντὶ μὲν τοῦ «ἄβυσσος πολλή» τὸ «ὦ βάθος πλούτου» θέμενος, ἀντὶ δὲ τοῦ «αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται» τὸ «ἀνεξιχνίαστοι», ἀντὶ δὲ τοῦ «τὰ κρίματά σου ἄβυσσος πολλή» τὸ «ἀνεξ.277 ερεύνητα τὰ κρίματά σου,» οὕτω καὶ παρ' αὐτῆς τῆς σοφίας τὴν περὶ ἑαυτῆς καὶ τοῦ πατρὸς ἔννοιαν καὶ τὴν πρὸς τάδε τὰ γενόμενα σχέσιν μαθών, ἐν τοῖς ἑαυτοῦ ἡμῖν τὴν περὶ πατρὸς καὶ υἱοῦ καὶ τῶν ἐκ πατρὸς δι' υἱοῦ γεγονότων παρίστησιν ἔννοιαν. τῆς γὰρ σοφίας εἰπούσης «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν» καὶ τὰ ἑξῆς, καὶ μεταβάσης εἰς τὸν δι' οὗ λόγον εἴρηκε γὰρ «δι' ἐμοῦ βασιλεῖς» καὶ τὸ «ἐὰν ἀναγγείλω ὑμῖν τὰ δι' ἐμοῦ, μνημονεύσω τὰ ἀπ' αἰῶνος ἀριθμῆσαι» καὶ εἰπούσης «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων γεννᾷ με», ἀντὶ μὲν τοῦ «ἀρχήν» ἔλαβεν ὁ ἀπόστολος τὸ «πρῶτος», ἀντὶ δὲ τοῦ «γεννᾷ με» τὸ «τόκος», ἀντὶ δὲ τοῦ ὅλου ὁμοῦ τοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ καὶ γεννᾷ με» τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσε» τὸ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα», ἀντὶ δὲ τοῦ «δι' ἐμοῦ τὰ ἀπ' αἰῶνος», τὸ «εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται». πάντων οὖν πρὸς λέξιν ἐξισαζόντων τῶν ἀποστολικῶν πρὸς τὰ παρὰ τῆς σοφίας, τουτέστι τοῦ τε «ἀρχήν» πρὸς τὸ «πρῶτος» καὶ τοῦ «γεννᾷ» πρὸς τὸ «τόκος», καὶ τοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» πρὸς τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσέ με» τὸ «ἐν αὐτῷ ἐκτίσθη», ἀντὶ δὲ τοῦ «δι' ἐμοῦ τὰ ἀπ' αἰῶνος» τὸ «πάντα δι' αὐτοῦ», φανερὸν ὅτι καὶ ἡ «εἰκὼν» οὐκ ἐν πάθει *,

473

ἀλλ' ἀντὶ τοῦ «ἐγὼ ἡ σοφία» παρείληπται, καὶ ὡς ἡ σοφία τοῦ σοφοῦ υἱός, οὐσία οὐσίας, οὕτως ἡ εἰκὼν οὐσίας ὁμοία ἐστί· διὸ καὶ «εἰκὼν» ἐνοήθη «τοῦ θεοῦ τοῦ ἀοράτου», ἡ σοφία ὅς ἐστιν υἱός. καὶ ἔχομεν ἐξισαζούσας τὰς λέξεις πάσας, ἀντὶ μὲν «τοῦ σοφοῦ» τὸ «θεός», ἀντὶ δὲ «τῆς σοφίας» τὸ «εἰκών», ἀντὶ δὲ τοῦ «ἀρχή» τὸ «πρῶτος», ἀντὶ δὲ τοῦ «γεννᾷ» τὸ «τόκος», ἀντὶ δὲ ὅλου ὁμοῦ φαμεν, ἀντὶ δὲ τοῦ «ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με εἰς ἔργα αὐτοῦ καὶ γεννᾷ με» τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσέ με» τὸ «ἐν αὐτῷ ἐκτίσθη», ἀντὶ δὲ τοῦ «δι' ἐμοῦ» τὸ «πάντα δι' αὐτοῦ καὶ εἰς αὐτόν». 3.278 φανερὸν οὖν ὡς τοὺς «εἰκόνα» ἀκούοντας τὸν υἱὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ οὕτως ἀναιδῶς σοφίζεσθαι τὴν κατ' οὐσίαν ὁμοιότητα τοῦ υἱοῦ πρὸς πατέρα ἐπιχειροῦντας τοῖς πᾶσιν ἐλέγχει παραπεσόντας † οὐ Παῦλός γε μόνος, ἀλλά γε πρὸς τούτου Ἰωάννης, ὁ υἱὸς ὄντως βροντῆς, τῇ οἰκείᾳ μεγαλοφωνίᾳ ὥσπερ ἔκ τινων νεφελῶν τῶν τῆς σοφίας αἰνιγμάτων τὴν εὐσεβῆ ἡμῖν ἔννοιαν τοῦ υἱοῦ κατὰ τὸν ὅμοιον τρόπον ἀνῆκεν. 8. Ὅρα γὰρ ὅτι καὶ αὐτὸς ἃ ἐδιδάχθη παρὰ τῆς σοφίας, ταῦτα ἐν τῷ παρ' αὐτοῦ κηρυχθέντι ἡμῖν εὐαγγελίῳ παραδέδωκε. τῆς γὰρ σοφίας εἰπούσης «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ» τὸ «ἐν ἀρχῇ» ἐξέθετο εἰπὼν «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἀντὶ δὲ τοῦ «ἔκτισέ με» τὸ «καὶ θεὸς ἦν ὁ λόγος», ἵνα μὴ τὸν ἐν προφορᾷ, ἀλλὰ τὸν ἐν ὑποστάσει παγίᾳ ἀπαθῶς ἐκ πατρὸς γεγεννημένον θεὸν λόγον νοήσωμεν, ἀντὶ δὲ τοῦ «ἤμην παρ' αὐτῷ» τὸ «ἦν πρὸς θεόν», ἀντὶ δὲ τοῦ «δι' ἐμοῦ τὰ ἀπ' αἰῶνος», τὸ «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσε» τὸ «ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν», ᾧ ἴσον τὸ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα», ἀντὶ δὲ τοῦ «ὁ λόγος σὰρξ ἐγένετο» τὸ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον», ἀντὶ δὲ τοῦ «ἤμην παρ' αὐτῷ ἁρμόζουσα» τὸ «οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», ὡς ἔχειν τὴν ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων * εἰς ἀπόδειξιν τῆς κατ' οὐσίαν πρὸς πατέρα τοῦ υἱοῦ ὁμοιότητος. ὁ μὲν γὰρ τοῦ σοφοῦ τὴν σοφίαν υἱόν, ὁ δὲ τοῦ θεοῦ τὸν λόγον μονογενῆ θεόν, ὁ δὲ τοῦ θεοῦ τὸν υἱὸν εἰκόνα φησίν, ὡς τὸν θεοῦ λόγον καὶ τὴν σοφίαν καὶ τὴν εἰκόνα ὅμοιον ἐκ πάντων, καθὰ προείρηται, καὶ κατ' οὐσίαν υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τοῖς πᾶσι κηρύττεσθαι. ἔτι δὲ μᾶλλον ὡς τὸν Θωμᾶν ἡμᾶς τῇ ψηλαφίᾳ τῆς ἐνεργείας τῆς κατ' οὐσίαν ὁμοιότητος ὁ τοῦ θεοῦ λόγος προσάγει λέγων «ὡς ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ δέδωκε 3.279 ζωὴν ἔχειν ἐν ἑαυτῷ». εἰ γὰρ τὸ «ὡς ὁ πατὴρ ἔχει» οὐχ ὡς ἐν ἄλλῳ νοεῖται οὐ γὰρ ἄλλο μέν ἐστιν ὁ πατήρ, ἄλλο δὲ ἡ ζωὴ ἡ ἐν αὐτῷ, ἵνα τὸ μὲν ἔχον, τὸ δὲ ἐχόμενον νοῆται· ἀλλ' αὐτὸς ἀσυνθέτως ἐστὶ ζωὴ ὁ πατήρ, καὶ ὡς ἔχει αὐτός, οὕτω δέδωκε ἔχειν καὶ τῷ υἱῷ, δηλονότι ἀσυνθέτως ὡς ὁ πατήρ, φανερὸν ὅτι οὕτως ἔχων, ἐπεὶ μὴ ἀγεννήτως ἔχει μηδὲ συνθέτως, ἔχει ὁμοίως πάντα κατ' οὐσίαν καὶ ἀσυνθέτως ὡς ὁ πατήρ· δήλου ὄντος ὅτι τὸ ὅμοιον οὐδέποτε ταὐτὸν εἶναι δύναται οὗ ἐστιν ὅμοιον, * ἀπόδειξιν τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον» τὸν υἱὸν τοῦ θεοῦ ἄνθρωπον μὲν γενέσθαι, μὴ κατὰ πάντα δὲ ταὐτὸν γενέσθαι ἀνθρώπῳ, καὶ ἐν «ὁμοιώματι σαρκὸς ἁμαρτίας» γενόμενον γενέσθαι μὲν ἐν τοῖς πάθεσι τοῖς αἰτίοις τῆς ἐν σαρκὶ ἁμαρτίας, πείνης φαμὲν καὶ δίψης καὶ τῶν λοιπῶν, μὴ γενέσθαι δὲ ἐν ταυτότητι τῆς σαρκὸς ἁμαρτίας· ὥστε καὶ ἀπὸ τῶν ἀποστολικῶν μαρτυριῶν καὶ τὴν κατ' οὐσίαν ὁμοιότητα τοῦ υἱοῦ πρὸς πατέρα κηρύττεσθαι. 9. Ὡς γὰρ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ ἄνθρωπος ἦν καὶ οὐ κατὰ πάντα ἄνθρωπος, ἄνθρωπος μὲν τῷ καὶ σάρκα ἀναλαβεῖν ἀνθρωπίνην, ἐπειδὴ «ὁ λόγος σὰρξ ἐγένετο», οὐκ ἄνθρωπος δὲ ὤν, ἐπεὶ οὐχ ὁμοίως ἀνθρώποις ἐγεννήθη οὐ γὰρ ἐκ σπορᾶς καὶ συνδυασμοῦ, οὕτω καὶ ὁ πρὸ αἰώνων υἱὸς θεὸς μὲν καθὸ υἱὸς θεοῦ, ὡς ἄνθρωπος καθὸ υἱὸς ἀνθρώπου, οὐ

474

ταὐτὸν δὲ τῷ θεῷ καὶ πατρὶ τῷ γεννήσαντι, ὡς οὐ ταὐτὸν τῷ ἀνθρώπῳ, καθὸ ἄνευ ἀπορροίας καὶ πάθους, ὡς καθὸ ἄνευ σπορᾶς καὶ ἡδονῆς. καὶ ὥσπερ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐγένετο, καθὸ πεῖνάν τε καὶ δίψαν καὶ ὕπνον ἐν τῇ σαρκὶ ὑπέμεινεν, ἐξ ὧν παθῶν ἁμαρτητικῶς κινεῖται τὰ σώματα, ὑπομένων δὲ τὰ σαρκὸς προειρημένα πάθη οὐκ ἐξ αὐτῶν ἁμαρτητικῶς ἐκινεῖτο, οὕτω καὶ ὁ υἱός, υἱὸς ὢν τοῦ θεοῦ καὶ «ἐν μορφῇ ὑπάρχων θεοῦ» καὶ «ἴσα» ὢν θεῷ, τὰ μὲν ἰδιώματα εἶχε τῆς θεότητος, κατ' οὐσίαν ἀσώματος ὢν καὶ ὅμοιος τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ἀσωματότητα καὶ τὰς ἐνεργείας. ὥσπερ ὅμοιος τῇ σαρκὶ τῷ σὰρξ εἶναι καὶ πάθη σαρκὸς ὑπομένειν, μὴ μέντοι τὸν αὐτὸν εἶναι, 3.280 οὕτως ὅμοιος τῷ θεῷ καθὸ θεὸς ὢν οὔτε μορφή ἐστι τοῦ θεοῦ, ἀλλὰ θεοῦ, οὔτε ἴσα ἐστὶ τῷ θεῷ, ἀλλὰ θεῷ, οὔτε αὐθεντικῶς ἔχει τὴν θεότητα ὡς ὁ πατήρ. ὥσπερ γὰρ οὐχ ἁμαρτητικῶς ἐκινεῖτο ὡς ἄνθρωπος, ἀλλ' ὁμοίως ἐφέρετο ἐνεργείᾳ ὡς ἄνθρωπος, *. «ἅπερ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». ὥσπερ οὖν ἐνταῦθα οὐχ ἁμαρτητικῶς, ἀλλ' ὁμοίως τοῖς ἐν σαρκὶ ἐκινεῖτο τῶν γὰρ ἀτόπων ἐστὶν ἀπὸ μὲν τοῦ κατὰ φύσιν ἐλθόντα αὐτὸν εἰς τὸ παρὰ φύσιν, τουτέστιν ἀπὸ θεοῦ γενόμενον υἱὸν ἀνθρώπου, ὅμοιον γενέσθαι τοῖς κατὰ φύσιν, τουτέστι τοῖς φύσει ἀνθρώποις, ἐν τῷ ἑαυτοῦ παρὰ φύσιν, ἐν δὲ τῷ κατὰ φύσιν ἑαυτοῦ μὴ εἶναι ὅμοιον αὐτὸν τῷ κατὰ φύσιν πατρί, ἐκ θεοῦ θεὸν γεννηθέντα· καὶ φανερὸν ὅτι οἱ μὴ κατ' οὐσίαν λέγοντες ὅμοιον τῷ πατρὶ τὸν υἱὸν οὔτε υἱὸν λέγουσιν, ἀλλὰ κτίσμα μόνον, οὔτε τὸν πατέρα πατέρα, ἀλλὰ κτίστην, τῆς ὁμοίου ἐννοίας οὐκ ἐπὶ τὴν ταυτότητα τοῦ πατρὸς ἀγούσης τὸν υἱόν, ἀλλ' ἐπὶ τὴν κατ' οὐσίαν ὁμοιότητα καὶ ἀπόρρητον ἐξ αὐτοῦ ἀπαθῶς γνησιότητα–ὡς γάρ, πάλιν ἐρῶ, ἐν ὁμοιώματι ἀνθρώπων καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος οὐκ ἐπὶ τὴν ταυτότητα ἤγετο τοῦ ἀνθρώπου, ἀλλ' ἐπὶ τὴν τῆς σαρκὸς οὐσίας ὁμοιότητα διὰ τὰ εἰρημένα, οὕτως οὐδὲ ὁ υἱὸς ὅμοιος κατ' οὐσίαν γενόμενος τῷ γεννήσαντι πατρὶ εἰς ταυτότητα ἄξει τοῦ πατρὸς τὴν ἑαυτοῦ οὐσίαν, ἀλλ' ἐπὶ τὴν ὁμοιότητα. 10. Καὶ εἴ τις τῇ σοφίᾳ τοῦ κόσμου προσέχων, ἣν ἐμώρανεν ὁ θεός, μὴ προσέχοι τῷ ἐν σοφίᾳ θεοῦ κηρύγματι καὶ μετὰ πίστεως τὴν ὁμοιότητα καὶ κατ' οὐσίαν τοῦ υἱοῦ πρὸς πατέρα ὁμολογοίη, ὡς ψευδωνύμως λέγων τὸν πατέρα καὶ τὸν υἱόν, καὶ μήτε πατέρα λέγων ἀληθῶς μήτε υἱόν, ἀλλὰ κτίστην καὶ κτίσμα, καὶ κοινοποιῶν τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἔννοιαν ἐπὶ τῶν λοιπῶν ποιημάτων, καὶ 3.281 σοφίζεσθαι θέλων εἴτε χρείᾳ ὑπερβάλλοντα, ὡς τὸ πρῶτον τῶν ποιημάτων τῶν γεγονότων δι' αὐτοῦ, εἴτε ὑπερβολῇ τοῦ μεγέθους, καὶ κατὰ μηδὲν ὁμολογῶν τὴν ἐκκλησιαστικὴν πίστιν τὴν εἰς πατέρα τε καὶ υἱόν, ὡς παρ' ὃ εὐηγγελίσαντο ἡμᾶς οἱ ἀπόστολοι θέλων εὐαγγελίσασθαι, ἀνάθεμα ἔστω. Καὶ τὸ κατὰ τὸν μακάριον Παῦλον «προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω» ἀνειληφότες καὶ πάλιν ἀναγκαίως φαμέν· εἴ τις τὸν σοφὸν μόνον ἀκούων πατέρα καὶ σοφίαν τὸν μονογενῆ τούτου υἱόν, ταὐτὸν εἶναι λέγοι τὴν σοφίαν τῷ μόνῳ σοφῷ, ἀναιρῶν τὸ εἶναι υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν σοφὸν ἀκούων πατέρα καὶ σοφίαν τὸν υἱὸν αὐτοῦ, ἀνόμοιον λέγοι καὶ κατ' οὐσίαν τὴν σοφίαν τοῦ σοφοῦ θεοῦ, ὡς μὴ λέγων τὸν σοφὸν τῆς σοφίας ἀληθῶς πατέρα, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν θεὸν νοῶν τὸν πατέρα, τὸν δὲ ἐν ἀρχῇ λόγον τε καὶ θεὸν τοῦτον μὴ λέγοι πρὸς τὸν θεόν, λόγον τε καὶ θεὸν αὐτῷ τῷ θεῷ τῷ πρὸς ὃν λόγος τε καὶ θεός, ὡς μὴ λέγων ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν μονογενῆ θεὸν λόγον υἱὸν ἀκούων τοῦ θεοῦ πρὸς ὃν ὁ λόγος τε καὶ θεός, ἀνόμοιον λέγοι καὶ κατ' οὐσίαν τὸν θεὸν λόγον τοῦ πατρός, τὸν θεὸν τοῦ θεοῦ καὶ πατρός, πρὸς ὃν ὁ μονογενὴς ἐν ἀρχῇ ἦν θεὸς λόγος, ὡς μὴ λέγων ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις «εἰκόνα» ἀκούων τὸν υἱὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» ταὐτὸν λέγοι τὴν εἰκόνα τῷ θεῷ τῷ ἀοράτῳ, ὡς μὴ ὁμολογῶν

475

ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις «εἰκόνα» ἀκούων τὸν μονογενῆ υἱὸν «τοῦ ἀοράτου θεοῦ» ἀνόμοιον λέγοι καὶ κατ' οὐσίαν τὸν υἱόν, εἰκόνα ὄντα τοῦ θεοῦ τοῦ ἀοράτου, οὗ εἰκὼν καὶ κατ' οὐσίαν νοεῖται, ὡς ἀληθῶς μὴ λέγων υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἀκούων τοῦ υἱοῦ λέγοντος «ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ,» ταὐτὸν 3.282 λέγοι τὸν εἰληφότα παρὰ τοῦ πατρὸς τὴν ζωὴν καὶ ὁμολογοῦντα τὸ «κἀγὼ ζῶ διὰ τὸν πατέρα» τῷ δεδωκότι, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἀκούων τὸ «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ» ἀνόμοιον λέγοι κατ' οὐσίαν τὸν υἱὸν τῷ πατρί, διαμαρτυρόμενος ὅτι οὕτως ἔχει ὡς εἴρηκεν, ἀνάθεμα ἔστω. φανερὸν γὰρ ὅτι τῆς ζωῆς τῆς ἐν τῷ πατρὶ νοουμένης οὐσίας σημαινομένης καὶ τῆς ζωῆς τῆς τοῦ μονογενοῦς τῆς ἐκ τοῦ πατρὸς γεγεννημένης οὐσίας νοουμένης, τὸ «οὕτως» τὴν ὁμοιότητα τῆς οὐσίας πρὸς οὐσίαν σημαίνει ἀνάθεμα ἔστω. 11. Καὶ εἴ τις τὸ «ἔκτισέ με» καὶ τὸ «γεννᾷ με» παρ' αὐτοῦ ἀκούων, τὸ «γεννᾷ με» μὴ ἐπὶ τοῦ αὐτοῦ καὶ κατ' οὐσίαν ἐννοεῖ, ἀλλὰ ταὐτὸν λέγοι τὸ «γεννᾷ με» τῷ «ἔκτισέ με», ὡς μὴ λέγων τὸν υἱὸν τὸν ἀπαθῶς τέλειον ἐκ τῶν δύο ὀνομάτων σημαίνεσθαι υἱόν, ἀλλὰ διὰ τῶν δύο ὀνομάτων, τοῦ «ἔκτισέ με» καὶ τοῦ «γεννᾷ με», κτίσμα μόνον ὁμολογῶν καὶ μηκέτι υἱόν, ὡς παραδέδωκεν ἡ σοφία ἐκ τῶν δύο εὐσεβῶς τὴν ἔννοιαν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις, τοῦ υἱοῦ τὴν μὲν κατ' οὐσίαν πρὸς τὸν ἑαυτοῦ πατέρα ὁμοιότητα ἡμῖν ἀποκαλύπτοντος, δι' ὧν φησιν «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ», τὴν δὲ κατ' ἐνέργειαν δι' ὧν παιδεύει «ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», μόνην τὴν κατ' ἐνέργειαν ὁμοιότητα διδοὺς τῆς κατ' οὐσίαν, ἥ ἐστι τὸ κεφαλαιωδέστατον ἡμῶν τῆς πίστεως, ἀποστεροίη τὸν υἱόν, ὡς ἑαυτὸν ἀποστερῶν τῆς ἐν γνώσει πατρὸς καὶ υἱοῦ αἰωνίου ζωῆς, ἀνάθεμα ἔστω. 3.283 Καὶ εἴ τις εἰς πατέρα καὶ υἱὸν πιστεύειν ἐπαγγελλόμενος, τὸν πατέρα μὴ οὐσίας ὁμοίας αὐτοῦ λέγοι πατέρα, ἀλλὰ ἐνεργείας, ὡς «βεβήλους καινοφωνίας» κατὰ τῆς οὐσίας τοῦ υἱοῦ τοῦ θεοῦ φθέγγεσθαι τολμῶν καὶ ἀναιρῶν τὸ εἶναι ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις υἱὸν ὅμοιον κατ' οὐσίαν νοῶν ἐκείνου οὗ καὶ νοεῖται υἱός, ἢ ταὐτὸν λέγοι τῷ πατρὶ τὸν υἱὸν ἢ μέρος τοῦ πατρὸς ἢ κατὰ ἀπόρροιαν καὶ κατὰ πάθος, ὡς σωματικοὺς υἱούς, τὸν ἐκ τοῦ ἀσωμάτου πατρὸς ἀσώματον υἱὸν ὑποστάντα, ἀνάθεμα ἔστω. Καὶ εἴ τις διὰ τὸ τὸν πατέρα μήποτε υἱὸν νοεῖσθαι καὶ τὸν υἱὸν μήποτε πατέρα νοεῖσθαι, ἕτερον λέγων τὸν υἱὸν παρὰ τὸν πατέρα, διὰ τὸ τὸν πατέρα ἕτερον εἶναι καὶ τὸν υἱόν, καθὼς εἴρηται «ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ» καὶ «μαρτυρεῖ» γάρ φησιν «ὁ πέμψας με πατήρ», διὰ ταύτην τὴν εὐσεβῆ ἐν τῇ ἐκκλησίᾳ νοουμένην ἰδιότητα τῶν προσώπων, πατρὸς μὲν καὶ υἱοῦ, δεδιὼς μή ποτε ταὐτὸν νοηθῇ υἱὸς πατρί, ἀνόμοιον λέγοι κατ' οὐσίαν τὸν υἱὸν τῷ πατρί, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐν χρόνῳ τὸν πατέρα πατέρα νοεῖ τοῦ μονογενοῦς υἱοῦ καὶ μὴ ὑπὲρ χρόνους καὶ παρὰ πάσας ἀνθρωπίνας ἐννοίας πιστεύει τὸν μονογενῆ υἱὸν ἐκ τοῦ πατρὸς ἀπαθῶς ὑφεστάναι, ὡς παραβαίνων τὸ ἀποστολικὸν κήρυγμα, χρόνους μὲν περὶ πατρὸς καὶ υἱοῦ παρωσάμενον, πιστῶς δὲ ἡμᾶς παιδεῦσαν τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν πατέρα πρεσβύτερον χρόνῳ λέγοι τοῦ ἐξ ἑαυτοῦ μονογενοῦς υἱοῦ, νεώτερον δὲ χρόνῳ τὸν υἱὸν τοῦ πατρός, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸ ἄχρονον τῆς τοῦ μονογενοῦς Χριστοῦ ἐκ πατρὸς ὑποστάσεως ἐπὶ τὴν ἀγέννητον τοῦ θεοῦ οὐσίαν ἀναφέρει, ὡς υἱοπάτορα λέγων, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐξουσίᾳ μόνῃ τὸν πατέρα πατέρα λέγοι τοῦ μονογενοῦς υἱοῦ καὶ μὴ ἐξουσίᾳ ὁμοῦ καὶ οὐσίᾳ πατέρα τοῦ μονογενοῦς υἱοῦ, ὡς 3.284 μόνην τὴν ἐξουσίαν λαμβάνων καὶ κοινοποιῶν αὐτὸν πρὸς τὰ λοιπὰ ποιήματα καὶ οὐ λέγων

476

ἀληθῶς ἐκ πατρὸς γνήσιον υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐξουσίᾳ καὶ οὐσίᾳ λέγων τὸν πατέρα πατέρα τοῦ υἱοῦ, ὁμοούσιον δὲ ἢ ταὐτοούσιον λέγοι τὸν υἱὸν τῷ πατρί, ἀνάθεμα ἔστω. Καί εἰσιν οἱ ὑπογράψαντες Βασίλειος, Εὐστάθιος, Ὑπερέχιος, Λητόϊος, Ἑορτικός, Γυμνάσιος, Μεμνόνιος, Εὐτυχής, Σευηρῖνος, Εὐτύχιος, Ἀλκιμίδης, Ἀλέξανδρος· καὶ οὕτω πιστεύω ὡς προγέγραπται καὶ δι' ὑπογραφῆς ὁμολογῶ. Ἐπληρώθη τῶν περὶ Βασίλειον καὶ Γεώργιον ὁ ὑπομνηματισμός. Ἐπιστολὴ Γεωργίου 12. Τὸ τῆς οὐσίας ὄνομα γυμνῶς μὲν ἐν παλαιᾷ καὶ καινῇ οὐ κεῖται γραφῇ, ὁ νοῦς δὲ πανταχοῦ φέρεται· καὶ πρῶτον ἀφ' ὧν ὁ θεὸς πέμπων Μωυσέα εἴρηκεν «οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, ὁ ὤν», ὡς ἐπὶ τοῦ πρώτως νοουμένου πατρός, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», ἐμφαίνεται ὁ μήτε ἔκ τινος ὢν καὶ τοῖς οὖσιν αἴτιος ὤν. ἐπειδὴ δὲ καὶ υἱός ἐστιν ὁ ὤν, ἔλαβε δὲ ἀπὸ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου λέγοντος «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἀφορμὴν εὕρατο 3.285 Παῦλος ὁ Σαμοσατεὺς καὶ Μάρκελλος, οὐκέτι θέλοντες λέγειν τὸν υἱὸν τοῦ θεοῦ υἱὸν ἀληθῶς, ἀλλὰ ἀπὸ τοῦ λόγος ὀνόματος ἀφορμὴν λαβόντες, φημί, ἐκ στόματος ῥῆμα καὶ φθέγμα ἠβουλήθησαν εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ, ἠναγκάσθησαν οἱ πατέρες, οἱ κρίναντες Παῦλον τὸν Σαμοσατέα ἐπὶ τῷ τοιούτῳ αἱρετισμῷ, ἵνα δείξωσιν ὅτι ὁ υἱὸς ὑπόστασιν ἔχει καὶ ὑπάρχων ἐστὶ καὶ ὤν ἐστιν, οὐχὶ δὲ ῥῆμά ἐστιν, οὐσίαν εἰπεῖν καὶ τὸν υἱόν, τὴν διαφορὰν τοῦ τε καθ' ἑαυτὸν ἀνυπάρκτου καὶ τοῦ ὑπάρχοντος τῷ τῆς οὐσίας ὀνόματι ἐπιδεικνύντες. τὸ μὲν γὰρ ῥῆμα καθ' ἑαυτὸ ἀνύπαρκτόν ἐστι καὶ οὐ δύναται εἶναι υἱὸς θεοῦ, ἐπεὶ πολλοί γε οὕτως ἔσονται υἱοὶ θεοῦ. πολλὰ γὰρ ὁ πατὴρ ὁμολογεῖται λαλῶν τῷ υἱῷ, ὡς ὅταν λέγῃ «γενηθήτω στερέωμα», «γενηθήτωσαν φωστῆρες», «ἐξαγαγέτω ἡ γῆ» καὶ «ποιήσωμεν ἄνθρωπον». ὥστε ὁ πατὴρ τῷ υἱῷ λαλεῖ καὶ οἱ μὲν λόγοι τοῦ θεοῦ οὓς λαλεῖ τῷ υἱῷ, οὐκ εἰσὶν υἱοί, ὁ δὲ υἱὸς πρὸς ὃν λαλεῖ ὁ πατὴρ μετὰ τῶν ἄλλων εὐσεβῶς καλεῖται ἄρτος καὶ ζωὴ καὶ ἀνάστασις, ἔτι καὶ λόγος ὀνομάζεται, ἐπειδὴ ἑρμηνεύς ἐστι τῶν τοῦ θεοῦ βουλημάτων. ἵνα μὴ οὖν ἀπατῶντες τοὺς ἁπλουστέρους τὸν υἱὸν ταὐτὸν λέγωσιν οἱ αἱρετικοὶ τοῖς λόγοις τοῖς παρὰ τοῦ θεοῦ λαλουμένοις, τὸ διάφορον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς πρὸς τὰ ῥήματα τοῦ θεοῦ ὑποδεικνύντες οἱ πατέρες τὸν υἱόν, φημί, οὐσίαν ἐκάλεσαν· οὕτως τὴν διαφορὰν παριστῶντες, ὅτι ὁ θεὸς ὤν ἐστιν, καὶ οἱ λόγοι, οὓς λαλεῖ, ὄντες εἰσίν, ἀλλ' οὐκ οὐσίαι τοῦ θεοῦ, λεκτικαὶ δὲ ἐνέργειαι. ὁ δὲ υἱός, λόγος ὤν, οὐχὶ ἐνέργεια λεκτική ἐστι τοῦ θεοῦ, ἀλλ' υἱὸς ὢν οὐσία ἐστίν. εἰ γὰρ ὁ πατὴρ ὢν καὶ υἱὸς ὤν ἐστιν, ὢν δὲ οὕτως ὁ υἱός, ὡς ἐκ τοῦ θεοῦ ἔχων γνησίως τὸ εἶναι, λόγος νοηθήσεται ὁ υἱὸς οὐχ ὡς οἱ λόγοι οἱ παρὰ θεοῦ λαλούμενοι. ἐκεῖνοι γὰρ τὸ εἶναι ἐν τῷ λαλοῦντι ἔχουσιν, ὁ δὲ τὸ εἶναι τῷ ἐκ τοῦ πατρὸς γεγεννῆσθαι καὶ ἀκούειν τοῦ πατρὸς καὶ ὑπουργεῖν τῷ πατρὶ ἔχει. ταύτην οὖν τὴν ὑπόστασιν οὐσίαν ἐκάλεσαν οἱ πατέρες. 13. Ὅμοιον οὖν νοοῦμεν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα, μαχόμενοι καὶ πρὸς τὴν νῦν ἐπιφυομένην αἵρεσιν τῇ ἐκκλησίᾳ. ἡ γὰρ νῦν 3.286 αἵρεσις κατὰ μὲν τὴν βούλησιν καὶ τὴν ἐνέργειαν ἀποφαίνεται εἶναι ὅμοιον τὸν υἱὸν τῷ πατρί, κατὰ δὲ τὸ εἶναι ἀνόμοιον εἶναι τὸν υἱὸν τῷ πατρί· ὡς κατασκευάζεσθαι παρὰ τῶν νῦν καινῶν αἱρετικῶν, ὅτι ἡ μὲν βούλησις τοῦ υἱοῦ καὶ ἡ ἐνέργεια τοῦ υἱοῦ ὁμοία τῇ βουλήσει τοῦ πατρὸς καὶ τῇ ἐνεργείᾳ τοῦ πατρός, αὐτὸς δὲ ὁ υἱὸς ἀνόμοιος τῷ πατρί. καὶ διὰ τοῦτο τὴν μὲν βούλησιν τοῦ υἱοῦ καὶ τὴν ἐνέργειαν βούλονται εἶναι ὁμοίαν τῇ βουλήσει τοῦ πατρὸς καὶ τῇ ἐνεργείᾳ, τὸν δὲ υἱὸν οὐ βούλονται ὅμοιον εἶναι τῷ πατρί, ἐπειδὴ διαβεβαιοῦνται μὴ εἶναι ἐκ τοῦ θεοῦ γεγεννημένον τὸν υἱόν, ἀλλὰ μόνον κτίσμα εἶναι αὐτὸν καὶ ἐν τούτῳ διαφέρειν τῶν λοιπῶν κτισμάτων, ὅτι τε ὑπερέχει μεγέθει καὶ ὅτι πρῶτος τῶν ἁπάντων ὑπέστη καὶ ὅτι ὑπουργῷ αὐτῷ ἐχρήσατο εἰς τὴν τῶν λοιπῶν δημιουργίαν ὁ θεός. ἐπειδή, φασὶν οἱ αἱρετικοί, τὰ μὲν ἄλλα δι' υἱοῦ

477

ὁ θεὸς ἐποίει, αὐτὸν δὲ οὐ διά τινος, ἀλλ' αὐτὸς αὐτὸν αὐτούργησε, καὶ ὑπερέχοντα μεγέθει καὶ δυνάμει ἁπάντων ἐποίησε, διὰ τοῦτο αὐτὸν ἐκάλεσε μονογενῆ υἱόν. 14. Ἡμεῖς δὲ οἱ τῆς καθολικῆς ἐκκλησίας ἐκ τῶν θείων γραφῶν τὴν ὁμολογίαν τῆς πίστεως παρειληφότες οὕτως ἔχομεν, ὅτι ὁ πατὴρ ὁμοίου ἐστὶν ἑαυτοῦ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς ὅμοιός ἐστι τοῦ πατρός, ἐξ οὗ πατρὸς νοεῖται υἱός. τοῦτο ἡμῶν προσδιοριζομένων καὶ οὕτως καθαιρούντων τὸν νοῦν, ὡς πρὸς τοὺς Σαβελλίους καὶ τοὺς λοιπούς, ὅτι οὔτε ὁ υἱὸς δύναται εἶναι πατὴρ οὔτε ὁ πατὴρ δύναται εἶναι υἱός, ἀλλ' ὁ υἱὸς υἱὸς καὶ ὁ πατὴρ πατὴρ καὶ οὐχ υἱός ἐν τούτοις γάρ ἐστιν ἡ ἀκρίβεια τῆς τῶν προσώπων ἐπιγνώσεως, τῷ τὸν πατέρα πατέρα ἀεὶ ὄντα ἄσαρκον μὲν εἶναι καὶ ἀθάνατον, τὸν δὲ υἱὸν υἱὸν ὄντα ἀεὶ καὶ οὐδέποτε ὄντα πατέρα, ἀεὶ ὄντα δὲ λεγόμενον διὰ τὸ ἄχρονον καὶ ἀκατάληπτον τῆς ὑποστάσεως, σάρκα ἀνειληφέναι κατὰ βούλησιν τοῦ πατρὸς καὶ θάνατον ὑπὲρ ἡμῶν ὑποστῆναι–τούτων διευκρινημένων οἱ θαυμαστοί, οἱ τῇ αἱρέσει συμμαχοῦντες, δύο πραγματεύσασθαι σπεύδουσιν, ἓν μὲν τὸ μηκέτι λέγειν πατέρα καὶ υἱόν, ἀλλὰ ἀγέννητον καὶ γεννητόν, καὶ διὰ τοῦτο σόφισμα τῆς αἱρέσεως οἰόμενοι ἐπεισάγειν τῇ ἐκκλησίᾳ. συνίσασι γὰρ οἱ σοφοὶ τὰ τοῦ θεοῦ, ὅτι τὸ ἀγέννητον ἔλαττον δοκεῖ εἶναι τοῦ πατρὸς ὀνόματος. τὸ γὰρ ἀγέννητον, ὅτι ὁ 3.287 μὲν οὐκ ἐγεννήθη νενόηται, οὐδέπω δὲ εἰ καὶ πατήρ ἐστι σημαίνει· τὸ δὲ πατὴρ πλέον ἐστὶ τοῦ ἀγεννήτου ὀνόματος ὄν. ἐν μὲν γὰρ τῷ ἀγεννήτῳ, φημί, οὐκ ἐμφαίνεται ἡ τοῦ πατρὸς δύναμις, ἐν δὲ τῷ πατὴρ ὀνόματι ὁμοῦ ἐμφαίνεται ὅτι οὐκ ἔστιν υἱὸς ὁ πατήρ, εἴ γε κυρίως νοεῖται ὁ πατήρ, καὶ ὅτι αἴτιός ἐστιν ὁμοίου ἑαυτοῦ υἱοῦ. ἓν μὲν δὴ τοῦτο, ἕτερον δὲ ὅτι φθάσαντες ἀνόμοιον κατ' οὐσίαν γράψαι τὸν υἱὸν τῷ πατρί, ὡσπεροῦν ἐνόμισαν καταψηφίζεσθαι τὴν ἐκκλησίαν δι' ὧν ἐθήρασαν παρὰ τοῦ αἰδεσίμου ἐπισκόπου Ὁσίου γραμμάτων, ἐν οἷς φέρεται τὸ ἀνόμοιον κατ' οὐσίαν. ἐπειδὴ δὲ ἀνελθόντες οἱ ἐκ τῆς ἀνατολῆς ἐπὶ τὸ Σίρμιον πέρυσιν ἤλεγξαν τὸ κακούργημα τούτου τοῦ αἱρετισμοῦ, ἵνα μὴ εὐθύνας ὑπέχωσιν ἐπὶ τοῖς εἰς τὴν ἐκκλησιαστικὴν πίστιν τολμηθεῖσιν, ἐσπούδασαν τὸ τῆς οὐσίας ὄνομα, ἐν χρήσει ὑπάρχον τοῖς πατράσιν, διὰ τὰς προειρημένας αἰτίας ἀνελεῖν τῆς ἐκκλησιαστικῆς διδασκαλίας, ἵνα καὶ κατὰ τοῦτο δόξωσι κρατύνειν ἑαυτῶν τὴν αἵρεσιν. 15. Ὑπέλαβον γὰρ ὅτι, εἰ τὸ τῆς οὐσίας ὄνομα ἐκβληθείη, κατὰ βούλησιν μόνον λέγοντες καὶ κατ' ἐνέργειαν ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἐξουσίαν ἕξουσιν οὐσίας μὴ ὀνομαζομένης, λοιπὸν ἀνόμοιον λέγειν κατὰ τὸ εἶναι καὶ κατὰ τὸ ὑπάρχειν τὸν υἱὸν τῷ πατρί. ἀλλ' ὅμως ὁ ἔκδικος τῆς ἀληθείας θεός, «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν», ὃς τὴν συγγένειαν τοῦ μονογενοῦς αὐτοῦ, τὸ κατὰ πάντα ὅμοιον τὸν υἱὸν τῷ πατρὶ εἶναι, ἐπὶ τοῦ εὐσεβοῦς βασιλέως ἐπαρρησιάσατο. οὕτω γὰρ καὶ αὐτὸς ἐφρόνει, εὐσεβὴς ὤν, ὑπὲρ τοῦ ὑπερμαχοῦντος αὐτοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, καὶ φρονῶν εὐσεβεῖ στόματι διωρίσατο κατὰ πάντα, ὡς οἱ καθολικοὶ πεπιστεύκαμεν, ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ καὶ δι' αὐτοῦ μὴ προχωρῆσαι τὴν κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως μεθοδείαν, ἀναιρεῖν βουλομένην τὸ ὄνομα τῆς 3.288 οὐσίας, ἵνα τῷ στόματι μὴ λαλουμένης οὐσίας λοιπὸν ἐν ταῖς καρδίαις φωλεύουσα ἡ αἵρεσις νέμηται. ἀλλ' αὐτοὺς φθάσωμεν γράφοντας ὅμοιον κατὰ βούλησιν, ἀνόμοιον δὲ κατ' οὐσίαν· εἴ γε ἀνυπούλως καὶ καθαρῶς τὸ κατὰ πάντα ὅμοιον ὁμολογοῦσιν, ἕωλον αὐτοῖς ἀπελεγχθήσεται τὸ ἐπιχείρημα, σπουδάσασιν ἆραι τὸ ὄνομα τῆς οὐσίας. οὐδὲν γὰρ ἐκέρδαινον, ἀναγκασθέντες ὁμολογῆσαι τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὅμοιον· εἰ γὰρ κατὰ πάντα, ὡς ὡμολόγησαν, ἔστιν ὅμοιος, ὥσπερ οὖν ἔστιν ὁ υἱὸς τῷ πατρὶ ὅμοιος, ἔστιν ὅμοιος οὐ κατὰ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν μόνην, καθὰ αὐτοὶ διορίζονται, ἀλλὰ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὴν ὑπόστασιν καὶ κατὰ τὸ εἶναι ὡς υἱός, καὶ καθάπαξ τὸ κατὰ πάντα ἁπάντων ἐστὶ περιληπτικὸν καὶ

478

οὐδεμίαν διαφορὰν προσίεται, ὁμολογουμένου τοῦ μήτε αὐτὸν ἑαυτῷ ὅμοιον εἶναι τὸν πατέρα μήτε τὸν υἱὸν αὐτὸν ἑαυτῷ εἶναι ὅμοιον, ἀλλὰ υἱὸν εἶναι ὅμοιον τῷ πατρὶ καὶ ἐν τῷ κατὰ πάντα ὅμοιον εἶναι τῷ πατρί, υἱὸν ὄντα καὶ οὐ πατέρα, ἐξ οὗ πατρός, τέλειος ἐκ τελείου, πρὸ πάσης ἐννοίας καὶ πάντων λογισμῶν καὶ χρόνων καὶ αἰώνων ἐκ τοῦ πατρὸς † ὁμοιότητος ἐγεννήθη, ὡς οἶδε μόνος ὁ πατὴρ ὁ ἐξ αὑτοῦ αὐτὸν ἀπαθῶς γεννήσας καὶ ὁ υἱὸς ὁ ἐξ αὐτοῦ τὸ εἶναι ἔχων καὶ ᾧ αὐτὸς ἀποκαλύψει ἐν τῇ κατ' αὐτὸν θεωρίᾳ ἀξίως ἡμῖν τὸν ἑαυτοῦ πατέρα παρέχειν νοεῖν. 16. Καὶ μὴ ταρασσέτω τὸ τῶν ὑποστάσεων ὄνομά τινας. διὰ τοῦτο γὰρ ὑποστάσεις οἱ ἀνατολικοὶ λέγουσιν, ἵνα τὰς ἰδιότητας τῶν προσώπων ὑφεστώσας καὶ ὑπαρχούσας γνωρίσωσιν. εἰ γὰρ πνεῦμα ὁ πατήρ, πνεῦμα καὶ ὁ υἱός, πνεῦμα καὶ τὸ ἅγιον πνεῦμα, οὐ νοεῖται δὲ πατὴρ ὁ υἱός, ὑφέστηκε δὲ καὶ τὸ πνεῦμα, ὃ οὐ νοεῖται υἱός, ὃ καὶ οὐκ ἔστι τὸ πνεῦμα οὐ νοεῖται υἱός, ὑφέστηκε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον., καὶ οὐκέτι τὸ πνεῦμα τὸ ἅγιον οὐδὲ ὁ πατὴρ οὐδὲ ὁ υἱός, ἀλλὰ πνεῦμα ἅγιον ἐκ πατρὸς δι' υἱοῦ πιστοῖς διδόμενον, εἰκότως ὑφεστῶτος καὶ ὑπάρχοντος καὶ τοῦ πνεύματος τοῦ ἁγίου, τὰς ἰδιότητας ὡς προειρήκαμεν προσώπων ὑφεστώτων ὑποστάσεις ὀνομάζουσιν οἱ ἀνατολικοί, οὐχὶ τὰς τρεῖς ὑποστάσεις τρεῖς ἀρχὰς ἢ τρεῖς θεοὺς λέγοντες. ἀναθεματίζουσι γὰρ εἴ τις λέγει τρεῖς θεούς. ἀλλ' οὐδὲ πατέρα καὶ υἱὸν δύο θεοὺς λέγουσιν· ὁμολογοῦσι γὰρ μίαν εἶναι θεότη.289 τα, ἐμπεριέχουσαν δι' υἱοῦ ἐν πνεύματι ἁγίῳ τὰ πάντα, ὁμολογοῦντες δὲ μίαν θεότητα καὶ μίαν βασιλείαν καὶ μίαν ἀρχὴν ὅμως τὰ πρόσωπα ἐν ταῖς ἰδιότησι τῶν ὑποστάσεων εὐσεβῶς γνωρίζουσι, τὸν πατέρα ἐν τῇ πατρικῇ αὐθεντίᾳ ὑφεστῶτα νοοῦντες καὶ τὸν υἱὸν οὐ μέρος ὄντα τοῦ πατρός, ἀλλὰ καθαρῶς ἐκ πατρὸς τέλειον ἐκ τελείου γεγεννημένον καὶ ὑφεστῶτα ὁμολογοῦντες καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὃ ἡ θεία γραφὴ παράκλητον ὀνομάζει, ἐκ πατρὸς δι' υἱοῦ ὑφεστὼς γνωρίζοντες· ὡς γὰρ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, διδάσκει ἡμᾶς τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ υἱός «οὐδεὶς γὰρ λέγει κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ», οὕτω καὶ ὁ υἱός, ὅς ἐστιν ἀλήθεια, τὸν ἀληθινὸν θεόν, τὸν ἑαυτοῦ πατέρα, ἡμᾶς εὐσεβῶς εἰδέναι διδάξει, καθὼς λέγει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐκοῦν ἐν πνεύματι ἁγίῳ υἱὸν ἀξίως νοοῦμεν, ἐν υἱῷ δὲ μονογενεῖ πατέρα εὐσεβῶς καὶ ἀξίως δοξάζομεν. καὶ αὕτη ἐστὶν ἡ σφραγὶς τῆς πίστεως, ἐν ᾗ σφραγῖδι βαπτισθῆναι προσέταξεν ὁ σωτὴρ καὶ κύριος Ἰησοῦς Χριστός, ὁ λέγων «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». 17. Περὶ γὰρ τῆς κατὰ πάντα τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὁμοιότητος πλατύτερον μὲν ἀλλαχοῦ εἴρηται, ὅμως δὲ καὶ νῦν ἐν βραχεῖ παρασημειώσασθαι οὐκ ὀκνήσομεν ὅτι ὁ ἀπόστολος, εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν υἱὸν εἰρηκὼς καὶ ἐν τούτῳ διδάξας ὅτι ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί, ἀλλαχοῦ πῶς δεῖ νοεῖν τὸν υἱὸν παρέδωκεν. ἐν γὰρ τῇ πρὸς Φιλιππησίους ἐπιστολῇ φησιν «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος», ἐν δὲ τῇ πρὸς Ῥωμαίους «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί», ὡς διὰ τῶν δύο μαρτυριῶν ἐκ τῶν δύο ἐπιστολῶν ἀπὸ τοῦ σωματικοῦ εὐσεβῶς καὶ 3.290 τὴν περὶ τοῦ ὁμοίου ἔννοιαν ἡμᾶς καὶ ἐπὶ τοῦ ἀσωμάτου πατρός τε καὶ υἱοῦ διδαχθῆναι. τὸ μὲν γὰρ «μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος» δείκνυσιν ὅτι ἐκ τῆς παρθένου σάρκα ἀνέλαβεν. οὐκοῦν ἡ σάρξ, ἣν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, ἡ αὐτὴ μέν ἐστι τῇ σαρκὶ τῶν ἀνθρώπων, ἐν ὁμοιώματι δὲ ἀνθρώπων ἐστίν, ἐπειδὴ οὐκ ἐκ σπορᾶς ὡς ἄνθρωποι οὐδὲ ἐκ κοίτης ἀνδρὸς ἐγεννήθη· οὕτως κατὰ τὸν ὅμοιον τρόπον

479

καὶ ὁ υἱός, πνεῦμα ὢν καὶ ἐκ τοῦ πατρὸς πνεῦμα γεννηθείς, κατὰ μὲν τὸ πνεῦμα ἐκ πνεύματος εἶναι τὸ αὐτό ἐστιν τῷ πατρί ὥσπερ τὸ κατὰ τὸ σὰρξ ἐκ σαρκὸς εἶναι τῆς Μαρίας τὸ αὐτὸ τοῖς ἀνθρώποις, κατὰ δὲ τὸ ἄνευ ἀπορροίας καὶ πάθους καὶ μερισμοῦ ἐκ τοῦ πατρὸς γεννηθῆναι ὅμοιός ἐστι τῷ πατρὶ καὶ οὐκ αὐτὸς ὁ πατήρ, ὥσπερ καὶ ὁ κατὰ σάρκα υἱὸς ἐν ὁμοιώματι ἀνθρώπων ἐστὶ καὶ οὐκ αὐτὸς κατὰ πάντα ἄνθρωπος. 18. Οὐκοῦν διὰ τῆς πρὸς Φιλιππησίους ἐπιστολῆς ἐδίδαξεν ἡμᾶς πῶς ἡ ὑπόστασις τοῦ υἱοῦ ὁμοία ἐστὶ τῇ ὑποστάσει τοῦ πατρός· πνεῦμα γὰρ ἐκ πατρὸς καὶ κατὰ μὲν τὴν τοῦ πνεύματος ἔννοιαν ταυτόν, ὡς κατὰ τὴν τῆς σαρκὸς ἔννοιαν ταυτόν· οὐ ταυτὸν δέ, ἀλλ' ὅμοιον, διότι τὸ πνεῦμα, ὅ ἐστιν ὁ υἱός, οὐκ ἔστιν ὁ πατήρ, καὶ ἡ σάρξ, ἣν ὁ λόγος ἀνέλαβεν, οὐκ ἔστιν ἐκ σπέρματος καὶ ἡδονῆς, ἀλλ' οὕτως ὡς τὸ εὐαγγέλιον ἡμᾶς ἐδίδαξε. διὰ μὲν δὴ τούτων, ὡς προείρηται, πῶς ὁ υἱὸς κατὰ τὸ εἶναι ἑαυτοῦ καὶ κατὰ τὸ ὑφεστὼς εἶναι ἑαυτοῦ ὅμοιός ἐστι κατὰ πάντα τῷ πατρί, ὁ υἱὸς ἐπαίδευσεν ἡμᾶς· πῶς δὲ ὅμοιός ἐστι κατὰ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν καὶ τὰ ἐνεργήματα, διὰ τῆς πρὸς Ῥωμαίους ἀφ' ὧν εἴρηκεν «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί». ἡ γὰρ αὐτὴ σὰρξ οὖσα, ἣν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, τῇ ἁμαρτίας σαρκὶ καὶ ὁμοίως κινουμένη πρὸς πεῖναν καὶ δίψαν καὶ ὕπνον ὡς πᾶσα σάρξ, ἐκ τούτων ἁμαρτητικῶς οὐκ ἐκινεῖτο. διὸ εἴρηται «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», ὅπερ ὅμοιόν ἐστι τῷ «ἅπερ γὰρ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». ὁ γὰρ πατὴρ πνεῦμα ὢν αὐθεντικῶς ποιεῖ, ὁ δὲ υἱὸς πνεῦμα ὢν οὐκ αὐθεντικῶς ποιεῖ ὡς ὁ πατήρ, ἀλλ' ὁμοίως. οὐκοῦν καθὸ μὲν σὰρξ καὶ σὰρξ ταυτόν, ὥσπερ καθὸ πνεῦμα καὶ πνεῦμα ταυτόν, 3.291 καθὸ δὲ ἄνευ σπορᾶς οὐ ταυτόν, ἀλλ' ὅμοιον, ὥσπερ καθὸ ἄνευ ἀπορροίας καὶ πάθους ὁ υἱὸς οὐ ταυτόν, ἀλλ' ὅμοιον. καὶ καθὸ μὲν σὰρξ καὶ σὰρξ ταυτόν, ὡς καθὸ πνεῦμα καὶ πνεῦμα ταυτόν, καθὸ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ὅμοιον τοῖς σαρκὸς κινήμασι καὶ οὐ ταυτόν, ὡσπεροῦν ἐν ὁμοιώματι κινήσεως ὁ υἱὸς ὑπουργικῶς καὶ οὐ ταυτὸν ὡς ὁ πατὴρ αὐθεντικῶς· ἃ γὰρ ὁ πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς οὐχ οὕτως αὐτὸς ποιεῖ, ἀλλ' ὁμοίως. καὶ φανερὸν ἐκ τούτων ὅτι κατὰ πάντα ὁ υἱὸς ὅμοιός ἐστι τῷ πατρί, ὡς ὁ υἱὸς πατρὶ ἐξ αὐτοῦ γνησίως γεγεννημένος. τῶν γὰρ ἀτόπων ἐστὶν υἱὸν θεοῦ αὐτὸν πρὸ αἰώνων ὑπάρχοντα καὶ κατὰ φύσιν ὄντα θεὸν ἐκ θεοῦ τοῦ πατρός, ὅτε παρὰ φύσιν μὲν ἑαυτοῦ ἐκ Μαρίας γέγονεν ἄνθρωπος, ὅμοιον αὐτὸν γενέσθαι τοῖς κατὰ φύσιν ἀνθρώποις ἐν τῷ ἑαυτοῦ παρὰ φύσιν παρὰ φύσιν γὰρ ἦν αὐτῷ θεῷ ὄντι γενέσθαι ἄνθρωπον, ἐν τῷ κατὰ φύσιν δὲ ἑαυτοῦ μὴ εἶναι αὐτὸν ὅμοιον τῷ πατρὶ τῷ γεννήσαντι. εἰ γὰρ ἐν τῷ παρὰ φύσιν ἑαυτοῦ ὅμοιός ἐστι τοῖς κατὰ φύσιν, πολλῷ πλέον ὅμοιός ἐστιν ἐν τῷ κατὰ φύσιν ἑαυτοῦ τῷ κατὰ φύσιν γνησίως αὐτὸν γεγεννηκότι πατρί· ὥστε τὸ ὅμοιον εἶναι κατὰ πάντα τὸν υἱὸν τῷ πατρὶ προσκεῖσθαι κατὰ τὰς γραφάς. ὅμοιος δέ ἐστιν καὶ ἡμῖν ἐνοήθη ὡς ἐδίδαξεν ἡμᾶς τὴν τοῦ ὁμοίου ἔννοιαν διὰ τῶν προειρημένων ὁ ἀπόστολος. ὅμοιος γάρ ἐστι καὶ καθὸ ζωὴ ἐκ ζωῆς, φῶς ἐκ φωτὸς καὶ ἀληθινὸς ἐξ ἀληθινοῦ καὶ σοφία ἐκ σοφοῦ, καὶ καθάπαξ ἔστι κατὰ τὰς γραφὰς οὐ κατὰ τὴν ἐνέργειαν καὶ τὴν βούλησιν ἐστι μόνον ὅμοιος, ἀλλὰ κατ' αὐτὸ τὸ εἶναι καὶ ὑφεστάναι καὶ ὑπάρχειν ὅμοιός ἐστι κατὰ πάντα τῷ πατρὶ τῷ γεννήσαντι, ὡς υἱὸς πατρί. 19. Ἐὰν οἱ καινοὶ αἱρετικοὶ προσδιαλεγόμενοι ἡμῖν ἀγέννητον λέγουσι καὶ γεννητόν, ἐροῦμεν αὐτοῖς· ἐπειδὴ κακουργήσαντες τὸ τῆς οὐσίας ὄνομα ἐν χρήσει τοῖς πατράσιν ὑπάρχον ὡς ἄγραφον οὐ δέχεσθε, οὐδὲ ἡμεῖς τὸ ἀγέννητον ἄγραφον ὂν δεξόμεθα. ἄφθαρτον μὲν καὶ ἀόρατον καὶ ἀθάνατον λέγει ὁ ἀπόστολος, οὐδέποτε δὲ αὐτὸν ἀγέννητον ὠνόμασεν ἡ γραφή. ἔπειθ' ὅτι ὡς προείρηται τὸ ἀγέννητος οὐδέπω σημαίνει τὴν τοῦ πατρὸς ἔννοιαν καὶ ὅτι τὸ γεννητὸς ἰδίως υἱὸν 3.292 οὐδέπω σημανεῖ, ἀλλὰ κοινοποιεῖ πρὸς

480

πάντα τὰ γεννητὰ τὴν ἔννοιαν ὁ γὰρ εἰπὼν γεννητὸν ὅτι μὲν γέγονεν ἐσήμανεν, οὐδαμοῦ δὲ τὸν ἀϊδίως υἱὸν νοούμενον παρεδήλωσε, διὸ ἀϊδίως ἐννοοῦντες υἱὸν θεοῦ οὐ δεξόμεθα τοῦτο· πρὸς τούτοις δέ, ὅτι τὸ τοῦ πατρὸς καὶ υἱοῦ ὄνομα τὴν πρός τι σχέσιν σημαίνει, διὸ κἂν πατέρα μόνον ὀνομάζωμεν, ἔχομεν τῷ ὀνόματι τοῦ πατρὸς συνυπακουομένην τὴν ἔννοιαν τοῦ υἱοῦ πατὴρ γὰρ υἱοῦ πατὴρ λέγεται, κἄν τε υἱὸν μόνον ὀνομάσωμεν, ἔχομεν τὴν ἔννοιαν τοῦ πατρός, ὅτι υἱὸς πατρὸς λέγεται. ἔχεται γὰρ θάτερον θατέρου καὶ οὐ διακόπτεται ἡ σχέσις, ἀλλὰ καὶ μόνον ἑκάτερον λεγόμενον συνεισάγει θατέρου τὴν ἔννοιαν, καὶ οὐ τὸ ὄνομα μόνον, ἀλλὰ μετὰ τοῦ ὀνόματος καὶ τῆς φύσεως τὴν οἰκειότητα. πατέρα γὰρ νοοῦντες τὸν θεὸν θεοῦ νοοῦμεν πατέρα καὶ υἱὸν νοοῦντες θεοῦ θεὸν νοοῦμεν τὸν ῥηθέντα υἱὸν θεοῦ καὶ ὅμοιον ἐκείνῳ κατὰ τὴν φύσιν οὗ καὶ νοεῖται υἱός. ἀγέννητον δὲ οὐ λέγεται γεννητοῦ ἀγέννητον οὐδὲ γεννητὸν ἀγεννήτου γεννητόν. 20. Ἐπειδὴ τοίνυν οὔτε τὴν πρὸς ἄλληλα σχέσιν ἔχει τὰ τοῦ ἀγεννήτου καὶ γεννητοῦ οὔτε συνεμφαίνει τὴν φύσιν, κοινοποιεῖ δὲ πρὸς τὰ λοιπὰ ποιήματα τοῦ υἱοῦ τὴν ἰδιότητα, οὐ δεξόμεθα μὲν διὰ τὴν πρὸς ἀσέβειαν μεθοδείαν τὰ ὀνόματα, ἀεὶ δὲ τῷ τοῦ πατρὸς καὶ υἱοῦ ὁσίως χρησόμεθα. πρῶτον μὲν οὖν ὅτι οἱ ἐξ ἐθνῶν κληθέντες οὐκ ἐβαπτίσθημεν εἰς ἀγέννητον καὶ γεννητόν, ἀλλ' εἰς πατέρα καὶ υἱόν· ἔπειτα ὅτι οὐδαμοῦ εὑρίσκεται ὁ υἱὸς εἰρηκὼς τὸν ἑαυτοῦ πατέρα ἀγέννητον, ἀλλὰ ἀεὶ πατέρα εἰρηκὼς τὸν θεὸν καὶ ἀεὶ ἑαυτὸν υἱὸν τοῦ θεοῦ, ὀλίγα παρασημειωτέον ἀκούοντες αὐτοῦ λέγοντος «εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα μου», καὶ «ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἐμοὶ χολᾶτε ὅτι εἶπον, υἱὸς θεοῦ εἰμι», καὶ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω. ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα», καὶ ἡ ὁμολογία δὲ τοῦ Πέτρου «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ», καὶ ὁ πατὴρ ἄνωθεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». καὶ διὰ τοῦτο, ἐπειδὴ οὕτως καὶ πατὴρ υἱοῦ μέμνηται καὶ υἱὸς πατρὸς καὶ ἐν τούτοις τοῖς ὀνόμασι 3.293 πάλιν ἐρῶ ἐσφραγίσθημεν, τούτοις καὶ ἀεὶ χρησόμεθα, ἀποκρουόμενοι τὰς κατὰ τῆς ἀποστολικῆς πίστεως «βεβήλους κενοφωνίας». τὸ γὰρ παρὰ τοῦ πατρὸς εἰρημένον «ταῖς λαμπρότησι τῶν ἁγίων»· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» ἀναγκαίως εἴρηται καὶ ἀπάξει τῆς κοινότητος τῆς πρὸς τὰ ποιήματα τοῖς τὸν υἱόν, τοῦ πατρὸς καὶ τὸν ἐξ αὐτοῦ γνήσιον καὶ ἰδίως γεγεννημένον υἱὸν διὰ τοῦ κατὰ τὴν γαστέρα ὀνόματος παιδεύοντος· ὡς ὁμοίως καὶ ὁ υἱὸς «κύριος ἔκτισέ με» εἰπών, ἵνα μὴ κοινοποιουμένην αὐτοῦ πρὸς τὰ λοιπὰ κτίσματα ὑποπτεύσωμεν τὴν φύσιν, ἐπήνεγκεν ἀναγκαίως «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», εὐσεβῆ ἡμῖν καὶ ἀπαθῆ τὴν ἐκ θεοῦ πατρὸς τῆς υἱότητος αὐτοῦ ἔννοιαν παριστάς. ἀλλ' ἅπαξ μὲν ὁ πατὴρ καὶ ἅπαξ ὁ υἱὸς διὰ τὴν προειρημένην εὐσεβῆ γνησιότητα τοῦ υἱοῦ τὸ γεννητὸν ἡμῖν ἐξέθεντο. πᾶσα δὲ ἡ καινὴ διαθήκη γέμει πατρὸς καὶ υἱοῦ ὀνομάτων. 21. Ἵνα δὲ ἀπὸ τῶν ἰδίων γνωρισθῶσιν οἱ καινοτομοῦντες τὴν αἵρεσιν, ἐκ πολλῶν τῶν παρ' αὐτῶν εἰς τὴν ὑπόθεσιν γεγραμμένων ὀλίγα διὰ τὸ μῆκος παρεσημειωσάμεθα, ἀφ' ὧν ὅλον οἱ καθολικοὶ καταμαθόντες τὸν νοῦν τῆς αἱρέσεως ἀναγκαίως, οἶμαι, κρινοῦσι τοὺς ταῦτα γράψαντας ἀναθεματίσαι αὐτὰ καὶ αὐτούς τε καὶ τὰ ἑαυτῶν ἐκβαλεῖν τῆς ἀποστολικῆς πίστεως, ἀναθεματίσαι δὲ καὶ τοὺς τὰ αὐτὰ αὐτοῖς φρονοῦντας καὶ διδάσκοντας. γράφουσι γὰρ αὐταῖς λέξεσιν οὕτως· «τὸ γὰρ μεταδοῦναι ὑμῖν τῶν ἐν θεῷ ῥημάτων καλλίστων τὰ μάλιστα διὰ βραχέων προεθυμήθην. ὅσοι τὴν κατ' οὐσίαν ὁμοιότητα ἀποσώζειν τὸν υἱὸν τῷ πατρὶ ὑπολαμβάνουσιν, ἔξω τῆς ἀληθείας βεβήκασι, «διὰ τῆς ἀγενήτου προσηγορίας κατηγοροῦντες τοῦ ὁμοίου κατ' οὐσίαν». καὶ πάλιν ἐροῦσιν· «ὁ δὲ υἱὸς ἐλάττων * γενέσεως καὶ ἔστι καὶ ὡμολόγηται.

481

οὐκ ἄρα τὴν κατ' οὐσίαν ὁμοιότητα ἀποσώζει πρὸς τὸ ἀγένητον, ἀποσώζει δὲ ἀκραιφνῆ φέρων ἐν τῇ οἰκείᾳ ὑποστάσει τὴν τοῦ θεοῦ βού.294 λησιν. οὐκοῦν ὁμοιότητα διασώζει, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὸν τῆς θελήσεως λόγον, * οἷον ἠθέλησεν ὑπεστήσατο.» καὶ πάλιν· «πῶς οὐχὶ καὶ αὐτός μοι συνομολογεῖς ὅτι κατ' οὐσίαν οὐκ ἔστιν ὁ υἱὸς ὅμοιος τῷ πατρί;» καὶ πάλιν· «ὅταν δὴ ὁ μὲν υἱὸς ἀτελεύτητος ὁμολογεῖται, οὐκ ἐκ τῆς οἰκείας φύσεως τὸ ζῆν ἔχων, ἀλλ' ἐκ τῆς τοῦ ἀγενήτου ἐξουσίας, ἡ δ' ἀγένητος φύσις ἀτελευτήτως πάσης ἐξουσίας κρείττων ἐστί, πῶς οὐ δῆλοί εἰσιν οἱ ἀσεβεῖς, ὁμοιότητι οὐσίας τὸ ἑτεροούσιον τῆς εὐσεβείας ἐναλλάττοντες κήρυγμα;» καὶ πάλιν· «διὸ τὸ ὄνομα ὁ πατὴρ οὐσίας οὐκ ἔστι δηλωτικόν, ἀλλ' ἐξουσίας, ὑποστησάσης τὸν υἱὸν πρὸ αἰώνων θεὸν λόγον, ἀτελευτήτως ἔχοντα τὴν ἐν αὐτῷ δωρηθεῖσαν, ἣν ἔχων διατελεῖ οὐσίαν τε καὶ ἐξουσίαν.» καὶ πάλιν «εἰ οὐσίας εἶναι βούλονται τὸ πατὴρ δηλωτικόν, ἀλλ' οὐκ ἐξουσίας, τῷ πατὴρ ὀνόματι καὶ τὴν τοῦ μονογενοῦς ὑπόστασιν προσαγορευέτωσαν.» 22. Ἐροῦμεν νῦν πρὸς τοὺς νῦν αἱρετικοὺς ὅτι ὑμεῖς ἐγράψατε «ὅμοιον κατὰ βούλησιν, ἀνόμοιον κατ' οὐσίαν». διὸ ἡμεῖς ἀντεγράψαμεν ὅτι «ὅμοιος οὐ κατὰ μίμησιν μόνον, ἀλλὰ καὶ κατ' οὐσίαν». ἐπειδὴ τοίνυν πρῶτοι ὑμεῖς οὐσίας ἐμνήσθητε, λέγοντες ἀνόμοιον κατ' οὐσίαν, καὶ διὰ τοῦτο σπουδάζετε ἀρθῆναι τὸ ὄνομα τῆς οὐσίας, ἵνα κατὰ βούλησιν ὅμοιον εἶναι μόνον λέγοιτε τὸν υἱόν, εἰ ἀληθῶς συντίθεσθε κατὰ πάντα ὅμοιον τὸν υἱὸν τῷ πατρί, ἀναθεματίσατε τοὺς διαφορὰν λέγοντας ὁμοιότητος καὶ γράψατε οὕτως, ὅτι εἴ τις μὴ κατὰ πάντα λέγοι ὅμοιον τὸν υἱὸν τῷ πατρὶ ὡς υἱὸν πατρί, ἀλλὰ κατὰ μὲν βούλησιν λέγοι ὅμοιον, κατὰ δὲ τὴν οὐσίαν ἀνόμοιον, ἀνάθεμα ἔστω. καὶ μετὰ ταῦτα εἰ βούλονται οὐσίας ὀνόματος μὴ μεμνῆσθαι καὶ ἀθετοῦσι καὶ τὰς ἑαυτῶν ὑπογραφάς, οὐσίας πανταχοῦ μὴ μνημονεύσαντες, καὶ τὰ τῶν πατέρων ὁμολογείτωσαν, μὴ μόνον κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ ὑφεστάναι καὶ 3.295 κατὰ τὸ ὑπάρχειν, κατὰ πάντα καθάπαξ ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ ὡς υἱὸν πατρί, καθὼς αἱ θεῖαι λέγουσι γραφαί. Εἰς τὴν ἐκτεθεῖσαν πίστιν περὶ τοῦ ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὑπέγραψαν οὕτως· Μάρκος ὁ ἐπίσκοπος Ἀρεθουσίας· οὕτω πιστεύω καὶ φρονῶ καὶ συνευδοκῶ τοῖς προγεγραμμένοις, καὶ οἱ παρόντες ὁμοίως. Οὐάλης δὲ οὕτως· ὅπως μὲν ὑπεγράψαμεν τῇ νυκτὶ ἐπιφωσκούσης τῆς πεντηκοστῆς τὴν προγεγραμμένην ὑπογραφήν, οἴδασιν οἱ παρόντες καὶ ὁ εὐσεβὴς βασιλεύς, πρὸς ὃν καὶ ἐμαρτυράμην, ἀγράφως τε καὶ ἐγγράφως. Μετὰ δὲ ταῦτα οἰκείῳ ἔθει ὑπογράψαντος Οὐάλεντος καὶ προστεθεικότος τῇ ὑπογραφῇ ὅμοιον τὸν υἱὸν τῷ πατρί, μὴ προστεθεικότος δὲ κατὰ πάντα καὶ μὴ δείξαντος ὅπως ἢ συνέθετο τοῖς προγεγραμμένοις ἢ τὸ ὁμοούσιον πῶς νοεῖ, ἐπισημηναμένου τε τοῦτο τοῦ εὐσεβοῦς βασιλέως καὶ ἀναγκάσαντος αὐτὸν προσθεῖναι τὸ κατὰ πάντα, ὅπερ καὶ προστέθεικε, Βασίλειος ὑποπτεύσας καὶ τὸ κατὰ πάντα μὴ ἰδίῳ νῷ αὐτὸν προστεθεικέναι εἰς τὰ ἴσα, ἃ ἐσπούδασαν οἱ περὶ Οὐάλεντα λαβεῖν, ἐφ' ᾧ τε ἀποκομίσαι εἰς τὴν κατὰ Ἀρίμινον σύνοδον, ὑπέγραψεν οὕτως· Βασίλειος ἐπίσκοπος Ἀγκύρας· οὕτως πιστεύω καὶ συνευδοκῶ τοῖς προγεγραμμένοις, ὅμοιον ὁμολογῶν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα· κατὰ πάντα δέ, οὐ μόνον κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν καὶ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὸ εἶναι ὡς υἱὸν κατὰ τὰς θείας γραφάς, πνεῦμα ἐκ πνεύματος, ζωὴν ἐκ ζωῆς, φῶς ἐκ φωτός, θεὸν ἐκ θεοῦ, ἀληθινὸν υἱὸν ἐξ ἀληθινοῦ πατρός, σοφίαν υἱὸν ἐκ σοφοῦ θεοῦ καὶ πατρός, καὶ καθάπαξ κατὰ πάντα τὸν υἱὸν ὅμοιον τῷ πατρί, ὡς υἱὸν πατρί. καὶ εἴ τις κατά τι λέγει ὅμοιον, ὡς προγέγραπται, ἀλλότριον εἶναι τῆς καθολικῆς ἐκκλησίας, ὡς μὴ κατὰ τὰς θείας γραφὰς ὅμοιον τὸν υἱὸν τῷ πατρὶ λέγοντα. ἀνεγνώσθη ἡ ὑπογραφὴ καὶ ἐδόθη Οὐάλεντι, παρόντος Μάρκου, Γεωργίου, Οὐρσακίου, Γερμανοῦ,

482

Ὑπατιανοῦ ἐπισκόπων καὶ πρεσβυτέρων καὶ διακόνων πλειόνων. 3.296 23. Αὗται αἱ ἐπιστολαὶ μετετάγησαν πρὸς τὸ εἰδέναι ἕκαστον τῶν φιλολόγων τῶν τὰ ἀληθῆ τῆς πίστεως ἐκζητούντων ὅτι οὐ κατὰ κενοῦ φερόμεθα πρός τινας λέγοντες, ἀλλ' ἐξ ἀληθινῶν συστάσεων φιλοτιμούμεθα ὁρμᾶσθαι. διηνέχθησαν οὖν οἱ αὐτοὶ πάλιν πρὸς τοὺς σὺν αὐτοῖς διὰ μίση τινῶν καὶ ζῆλον ἀνθρώπινον ἐρεσχελοῦντες ἑκάτερος πρὸς ἑκάτερον καὶ φιλαρχοῦντες, καὶ ἐκρατύνθη τότε τὸ μέρος τούτων τῶν Ἡμιαρείων, τῶν περὶ Βασίλειον φημὶ καὶ Γεώργιον καὶ Σιλουανὸν καὶ λοιπούς· * ἔχοντες μεθ' ἑαυτῶν σαρκὸς δεξιάν, Κωνστάντιον τὸν βασιλέα, οἱ περὶ Εὐδόξιον καὶ Γεώργιον τὸν Ἀλεξανδρέα καὶ Εὐζώϊον τὸν Ἀντιοχέα. καὶ οἱ μὲν περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα ἐταπεινώθησαν, καίπερ πολλὰ ἰσχύσαντες, ἐξ ὧν πάλιν ἕτεροι διῃρέθησαν τῆς αὐτῆς αἱρέσεως καὶ συνόδου, καὶ γέγονε τὸ τῶν Ἀρειανῶν σύστημα εἰς τρία τάγματα. Ἀκάκιος γὰρ ὁ Παλαιστινὸς ὁ Καισαρείας ἅμα Μελιτίῳ καὶ Οὐρανίῳ τῷ Τυρίῳ καὶ Εὐτυχίῳ τῷ Ἐλευθεροπολίτῃ, διὰ τὸν πρὸς Κύριλλον τὸν Ἱεροσολυμίτηνζῆλόν τε καὶ μῖσος, ἀνθίστατο τοῖς περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα καὶ Σιλουανὸν τὸν Ταρσέα, Ἐλεύσιόν τε τὸν Κυζίκου, Μακεδόνιον τὸν Κωνσταντινουπολίτην, Εὐστάθιον τὸν Σεβαστείας καὶ Ἀνιανὸν τὸν Ἀντιοχέα, τότε κατασταθέντα, κατ' αὐτῶν τε ἑαυτὸν στρατεύσας ὁ αὐτὸς Ἀκάκιος πολλὴν φύρσιν εἰργάσατο. καὶ γεγόνασιν εἰς ἀλλήλους ὁμόδοξον μὲν γνώμην κεκτημένοι, διαφόρως δὲ ἑκάστου αὐτῶν ὁμολογοῦντος, εἰς ἀλλήλους διενηνεγμένοι καὶ σχισθέντες εἰς τὰ προειρημένα διεσπάσθησαν τρία τάγματα. ὁ μὲν γὰρ Ἀκάκιος καὶ οἱ μετ' αὐτοῦ οὔτε ὁμοούσιον ὡμολόγουν οὔτε κτίσμα ὡς ἓν τῶν κτισμάτων, καίπερ οἱ αὐτοὶ ὑπάρχοντες· κρυφῆ δὲ διὰ τὸν καιρὸν παρασιωπήσαντες τὸ τοῦ κτίσματος ὄνομα οἱ αὐτοὶ μὲν ὅλοι ἦσαν ὁποῖοι καὶ οἱ Ἀρειανοί, παρεκρύβησαν δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, μηδὲν ἄλλο φρονοῦντες ἀλλ' ἢ οὗτοι, διὰ τοὺς σὺν αὐτοῖς μεμιγμένους φύσει ὀρθοδόξους, ὑποκριτὰς δὲ ὑπάρχοντας καὶ ὑποκρινομένους τὴν βασιλέως δεξιὰν καὶ δεδιότας· καὶ ἔχοντες πρὸς ἀλλήλους ἐχθρίαν βουλόμενοι στῆναι οὐκ ἠδυνήθησαν. Εὐτύχιος μὲν γὰρ ὁ Ἐλευθεροπολίτης, οἷα δὴ ἀπὸ τοῦ μακαρίου Μαξιμωνᾶ τοῦ Ἱεροσολυμίτου ὁμολογητοῦ ἐπισκόπου τὴν πίστιν ἔχων σαφῆ τῆς ὀρθοδοξίας, διὰ τὴν πρὸς τὸν Κύριλλον ἐχθρίαν οὐκ ἐμίγη τοῖς περὶ Ἀκάκιον, ὀρθοδόξως μὲν ἔχων ἄχρι καιροῦ, ὑποκρινόμενος δὲ διὰ τὸν ἴδιον θρόνον, καὶ ἄλλοι πλείους τῆς Παλαιστίνης· δι' οὓς Ἀκάκιος καὶ οἱ μετ' αὐτοῦ, τὴν αὐτὴν ἔχοντες λύσσαν καὶ μανιώδη κακοπιστίαν, 3.297 τέως πρὸς τὸν καιρὸν περὶ τούτων οὐδὲν ἐκίνουν, οὔτε μὴν ὁμολογεῖν τολμῶντες τὸ ὁμοούσιον οὔτε ἀρνεῖσθαι, ἀλλὰ συνελθόντες ἐν τῇ Σελευκείᾳ τῇ Τραχείᾳ καλουμένῃ κατὰ τὴν Ἰσαυρίαν ἐκ προστάγματος Κωνσταντίου τοῦ βασιλέως πίστιν ἑτέραν δῆθεν ἐκτίθενται, οὐ κατὰ τὴν ὑπὸ τῶν πατέρων ταχθεῖσαν ἐν τῇ Νικαίᾳ τῇ πόλει, τὴν ὀρθόδοξον καὶ καλῶς τεταγμένην, ἀλλὰ προσποιητῶς μὲν ὡς κατὰ ἀφελότητα εἰπόντες· 24. «Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα» καὶ καθεξῆς, «καὶ εἰς τὸν υἱὸν τοῦ θεοῦ» λιτῶς, μηδὲν ἰσχυρὸν λαλήσαντες. ὕστερον ἵνα ὑποδείξωσι τὴν αὐτῶν δραματουργίαν, ἔφησαν ὅτι «ἐκβάλλομεν τὸ ὁμοούσιον ὡς ἀλλότριον τῆς θείας γραφῆς, τὸ δὲ ἀνόμοιον υἱοῦ πρὸς πατέρα ἀναθεματίζομεν.» καὶ ἦν τοῦτο δολίων θηρευτῶν δέλεαρ. καὶ γὰρ ἔφασκον, ὅτε ἐν αὐτοῖς ἐγίνοντο, καὶ ἐδίδασκον ὅτι κτίσμα μέν ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ' ὅμοιός ἐστι τῷ πατρί, ὡς κατὰ διάνοιαν ταύτην τὴν ἐν τοῖς ἀνθρώποις νομιστευομένην. ἐκτυποῦσι γὰρ καὶ οἱ πλαστουργοὶ ἀνδριάντας καὶ ἀφομοιάζουσιν εἰκόνας, ἤτοι ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἄλλης ὕλης ἢ διὰ χρωμάτων ἐπὶ ξύλου, καὶ τὸ ὅμοιον ἔχουσιν, οὐδὲν δὲ κατ' ἰσότητα τῶν ἐκτυπουμένων. οὕτως παρ' αὐτοῖς τὸ δόλιον ἦν, ὁμολογεῖν μὲν ὅμοιον τῷ πατρί,

483

οὐδὲν δὲ ἔχοντα τῆς τοῦ πατρὸς θεότητος τὸ παράπαν. ἀλλά τινες τῶν μετ' αὐτῶν *, ἅμα δὲ διὰ τὴν οὕτω συμβᾶσαν συμφορὰν τοῦ καιροῦ κατεδέχοντο, καὶ ὁμοῦ ἦσαν συνειδότες οἱ πλείους αὐτῶν, τινὲς δὲ καὶ ἀγνοοῦντες, ὡς ὕστερον ἐδείχθη. ἦν γὰρ ἅμα τούτοις Πατρόφιλος ὁ Σκυθοπολίτης καὶ μετὰ τοῦτον Φίλιππος ὁ ἐκεῖ κατασταθεὶς διάδοχος τοῦ προειρημένου καὶ ἄλλοι πλείους οἱ φύσει ταύτην τὴν αἵρεσιν κατέχοντες. νῦν δὲ μετὰ τὴν ἐκείνων τελευτήν, ὅτε εἰς πλάτος ἐλήλακεν ἡ αὐτῶν κακοδοξία καὶ μετὰ παρρησίας τυγχάνουσι διὰ τὴν τῆς σαρκὸς δεξιάν, καὶ μηκέτι ἐμποδιζόμενοι κηρύττουσι σαφῶς τὸ αὐτῶν ἐπιχείρημα, οὐκέτι οὔτε αἰδοῖ τινι κατεχόμενοι οὔτε ἰνδαλλόμενοι ἀπό τινος προστάγματος. εἰς δὲ τὸ μή τινα δοκεῖν κατὰ κενοῦ φέρεσθαι καὶ τὴν ἐκτεθεῖσαν ἐκεῖ καὶ ὑπ' αὐτῶν τῶν περὶ Ἀκάκιον πίστιν μεθ' ὑπογραφῆς τῶν ἐν αὐτῇ τῇ συνόδῳ γενομένων ἐνταῦθα παραθήσομαι. καὶ ἔστιν ἥδε· 3.298 25. Οἱ συνελθόντες ἐπίσκοποι ἐκ διαφόρων ἐπαρχιῶν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ πρόσταγμα τῆς εὐσεβείας τοῦ θεοσεβεστάτου βασιλέως ἡμῶν Κωνσταντίου. Τάδε διελαλήσαμεν ἡμεῖς οἱ συναχθέντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ βασιλικὸν βούλημα· Τῇ χθὲς ἡμέρᾳ, ἥτις ἦν πρὸ πέντε καλανδῶν Ὀκτωβρίων, πᾶσαν σπουδὴν εἰσηνεγκάμεθα μετὰ πάσης εὐταξίας τὴν εἰρήνην τῇ ἐκκλησίᾳ διαφυλάξαι καὶ περὶ τῆς πίστεως εὐσταθῶς διαλαβεῖν, ὡς προσέταξεν ὁ θεοφιλέστατος βασιλεὺς ἡμῶν Κωνστάντιος, κατὰ τὰς προφητικὰς καὶ εὐαγγελικὰς φωνὰς καὶ μηδὲν παρὰ τὰς θείας γραφὰς παρεισενέγκαι τῇ ἐκκλησιαστικῇ πίστει. ἐπειδὴ δὲ ἐν τῇ συνόδῳ τινὲς τοὺς μὲν ἡμῶν ὕβρισαν, τοὺς δὲ ἐπεστόμισαν, οὐ συγχωροῦντες λαλεῖν, τοὺς δὲ ἀπέκλεισαν ἄκοντας καὶ τοὺς καθῃρημένους δὲ ἐκ διαφόρων ἐπαρχιῶν εἶχον μεθ' ἑαυτῶν καὶ τοὺς παρὰ κανόνα κατασταθέντας ἦγον μεθ' ἑαυτῶν, ὡς πανταχόθεν θορύβου πλῆρες γενέσθαι τὸ συνέδριον, καθὼς καὶ ὁ λαμπρότατος κόμης Λεωνᾶς καὶ ὁ λαμπρότατος ἡγούμενος τῆς ἐπαρχίας Λαυρίκιος αὐτοψίᾳ παρέλαβε, τούτου ἕνεκεν διαλαλοῦμεν, ὡς οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν, προκομίζοντες αὐτήν, ᾗ καὶ αὐτοὶ μάλιστα οἱ πατέρες ἡμῶν κατ' ἐκεῖνο καιροῦ πρὸς τὸ ὑποκείμενον τῆς ζητήσεως συνέδραμον· ἐπειδὴ δὲ πολλοὺς ἐθορύβησε τὸ ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐν τοῖς παρελθοῦσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἕως ἄρτι λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, τούτου χάριν τὸ ὁμοούσιον ὡς ἀλλότριον τῶν γραφῶν ἐκβάλλομεν, τὸ δὲ ἀνόμοιον ἀναθεματίζομεν, καὶ 3.299 πάντας, ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς ἐκκλησίας. τὸ δὲ ὅμοιον τοῦ υἱοῦ πρὸς πατέρα σαφῶς ὁμολογοῦμεν, κατὰ τὸν ἀπόστολον τὸν λέγοντα περὶ τοῦ υἱοῦ «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». ὁμολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε καὶ ἀοράτων. πιστεύομεν δὲ καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων αἰώνων, θεὸν λόγον, θεὸν ἐκ θεοῦ μονογενῆ, φῶς, ζωήν, ἀλήθειαν, σοφίαν, δύναμιν, δι' οὗ τὰ πάντα ἐγένοντο, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας παρθένου καὶ ἐνανθρωπήσαντα, παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἀναστάντα καὶ ἀναληφθέντα εἰς οὐρανοὺς καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρὸς πάλιν ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. πιστεύομεν δὲ καὶ εἰς ἓν ἅγιον πνεῦμα, ὃ καὶ παράκλητον ὠνόμασεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐπαγγειλάμενος μετὰ τὸ ἀνελθεῖν αὐτὸν πέμψαι τοῖς μαθηταῖς τοῦτο, ὃ καὶ ἀπέστειλεν, δι' οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ ἐκκλησίᾳ πιστεύοντας καὶ βαπτιζομένους ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τοὺς δὲ παρὰ ταύτην

484

τὴν πίστιν ἄλλο τι κηρύττοντας ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. ὅτι δὲ ταύτῃ τῇ πίστει ἰσοδυναμεῖ καὶ ἡ ἐν Σιρμίῳ πρώην ἐκτεθεῖσα πίστις ἐπὶ τῆς εὐσεβείας τοῦ βασιλέως ἡμῶν, γνωρίζουσιν οἱ ἐντυγχάνοντες. 26. Τῇ πίστει ὑπέγραψαν οἱ παρόντες· Βασίλειος, Μάρκος καὶ Γεώργιος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, Παγκράτιος καὶ Ὑπατιανὸς καὶ οἱ πλεῖστοι ἐπίσκοποι τῆς δύσεως. 3.300 Γεώργιος ἐπίσκοπος Ἀλεξανδρείας ἐξεθέμην τὴν πίστιν· οὕτως ὁμολογῶ φρονεῖν ὡς πρόκειται. Ἀκάκιος ἐπίσκοπος Καισαρείας ἐξεθέμην τὴν πίστιν· οὕτως ὁμολογῶ φρονεῖν ὡς πρόκειται. Οὐράνιος ἐπίσκοπος Τύρου, Εὐτύχιος ἐπίσκοπος Ἐλευθεροπόλεως, Ζωΐλος ἐπίσκοπος Λαρίσσης τῆς Συρίας, Σέρας ἐπίσκοπος ἐκ Παραιτωνίου τῆς Λιβύης, Παῦλος ἐπίσκοπος Ἐμίσης, Εὐστάθιος ἐπίσκοπος Ἐπιφανίας, Εἰρηναῖος ἐπίσκοπος Τριπόλεως τῆς Φοινίκης, Εὐσέβιος ἐπίσκοπος Σελευκείας τῆς Συρίας, Εὐτυχιανὸς ἐπίσκοπος Πατάρων τῆς Λυκίας, Εὐστάθιος ἐπίσκοπος Πινάρων καὶ Σιδύμων, Βασίλειος ἐπίσκοπος Καυνίων τῆς Λυδίας, Πέτρος ἐπίσκοπος Ἵππου Παλαιστίνης, Στέφανος ἐπίσκοπος Πτολεμαΐδος τῆς Λιβύης, Εὐδόξιος ἐπίσκοπος *, Ἀπολλώνιος ἐπίσκοπος Ὀξυρύγχου, Θεόκτιστος ἐπίσκοπος Ὀστρακίνης, Λεόντιος ἐπίσκοπος Τριπόλεως τῆς Λυδίας, Θεοδόσιος ἐπίσκοπος Φιλαδελφίας τῆς Λυδίας, Φοῖβος ἐπίσκοπος Πολυχαλάνδου τῆς Λυδίας, Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας, Εὐάγριος ἐπίσκοπος Μιτυλήνης τῶν νήσων, Κυρίων ἐπίσκοπος Δολίχης, Αὔγουστος ἐπίσκοπος Εὐφράτης, Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας, Πολυδεύκης ἐπίσκοπος * ἐπαρχίας δευτέρας Λιβύης, Παγκράτιος ἐπίσκοπος Πηλουσίου, 3.301 Φιλίκαδος ἐπίσκοπος Ἀγουσταδῶν Φρυγίας ἐπαρχίας, Σεραπίων ἐπίσκοπος Ἀντιπύργου τῆς Λιβύης, Εὐσέβιος ἐπίσκοπος Σεβαστῆς τῆς Παλαιστίνης, Ἡλιόδωρος ἐπίσκοπος Σωζούσης τῆς Πενταπόλεως, Πτολεμαῖος ἐπίσκοπος Θμούεως Ἀγουστονίκης, Αὔγαρος ἐπίσκοπος Κύρου Εὐφρασίας, Ἐξερέσιος ἐπίσκοπος Γεράσων, Ἀραβίων ἐπίσκοπος Ἀδράων, Χαρίσιος ἐπίσκοπος Ἀζώτου, Ἐλισσαῖος ἐπίσκοπος Διοκλητιανουπόλεως, Γερμανὸς ἐπίσκοπος Πέτρων, Βαρόχιος ἐπίσκοπος Ἀραβίας. ὁμοῦ ἐπίσκοποι ˉμˉγ. Πεπλήρωται ἕως ὧδε ἡ τῶν προειρημένων Ἡμιαρείων καὶ Ἀρειανῶν ἔκθεσις. 27. Οἱ νουνεχεῖς ταύτην καὶ τὰς ἄλλας διελθόντες, γνῶτε πῶς ῥᾳδιουργόν ἐστι τὸ ἐπιχείρημα θατέρου αὐτῶν τοῦ συστήματος καὶ οὐδὲν ὀρθόν, οὐδὲ βραχὺ μετέχον τῆς κατὰ θεὸν ὁμολογίας. φάσκει γὰρ ὁ κύριος λέγων, «ὃ εἰς τὸ οὖς ἠκούσατε, ἐπὶ τῶν δωμάτων κηρύξατε»· καὶ καθὼς ὁ ἅγιος ἀπόστολός φησιν, «ἀλήθειαν λαλείτω ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ», ὁ δὲ προφήτης τὴν τούτων κακόνοιαν διελέγχων ἐκφωνεῖ λέγων «μετὰ τοῦ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, ἐν δὲ τῇ καρδίᾳ αὐτοῦ ἔχει τὴν ἔχθραν», εἴτ' οὖν κακίαν, οὕτω καὶ οὗτοι οἱ περὶ Ἀκάκιον, ἐκ τῶν περὶ Βασίλειον δὲ διῃρημένοι, βουλόμενοι λῦσαι τὸν σύνδεσμον τῆς ἀληθινῆς ὁμολογίας, νόθον τινὰ καὶ εὐάλωτον ἐκ πανταχόθεν ἀπατηλὴν ἔθεντο ἔκθεσιν, εἰς τὸ δύνασθαι αὐτοὺς ἀπὸ τούτων τῶν εἰρημένων, εἰ μὲν θέλοιέν τινας ἀπατᾶν, δύνασθαι ὁμολογεῖν τὸ δίκαιον· εἰ δὲ θελήσαιεν τῆς ἑαυτῶν κακοδοξίας ἐκφᾶναι τὸ δηλητήριον, ἔσται αὐτοῖς αὕτη ἡ ἔκθεσις ἐπαμφοτερίζουσα πρὸς τὰς δύο σχέσεις καὶ δυναμένη ποιεῖν ἑκάστης αὐτῶν ποιήσεως τὴν ὁμολογίαν. ἀλλ' ἐπειδήπερ ἐν τῇ κατὰ 3.302 τὸν Ἀκάκιον ταύτῃ τῇ ἀπὸ τῶν ἄλλων δύο συνόδων διαιρεθείσῃ συνόδῳ –ἔφημεν γὰρ πῶς εἰς τρία τάγματα ἡ τῶν Ἀρειανῶν διῃρέθη τάξις, ὡς ὁ μὲν Εὐδόξιος καὶ Γερμανός, Γεώργιός τε ὁ Ἀλεξανδρεύς, Εὐζώϊός τε Ἀντιοχείας εἰς ἓν τάγμα ἀπεσχίσθησαν, Βασίλειός τε καὶ Ἐλεύσιος, Εὐστάθιος καὶ Γεώργιος ὁ Λαοδικείας, Σιλουανός τε ὁ Ταρσοῦ, Μακεδόνιος ὁ Κωνσταντινουπολίτης καὶ ἄλλοι πλείους ὡσαύτως εἰς ἓν τάγμα διῃρέθησαν, Ἀκάκιος δὲ πάλιν, ὡς προεῖπον, καὶ Μελίτιος καὶ Εὐτύχιος καὶ ἄλλοι τινὲς ἄλλο τάγμα καὶ οὗτοι

485

γεγόνασι. καὶ ἦν τὸ πᾶν κυβείας ἔμπλεων τὸ ἔργον. ἃ γὰρ ἕκαστος ἐφρόνει, ταῦτα καὶ ὁ ἕτερος εἶχεν, εἰς σχίσματα δὲ διῃρέθησαν πρὸς ἀλλήλους, ἢ μίσει τινὶ τῷ πρὸς ἀλλήλους, διὰ τὸ Κύριλλον τὸν Ἱεροσολυμίτην πρὸς Εὐτύχιον ἔχειν μῆνιν καὶ Εὐτύχιον πρὸς Κύριλλον, εἶναι δὲ τὸν Κύριλλον ἅμα Βασιλείῳ τῷ Γαλάτῃ καὶ Ἀνιανῷ τῷ κατασταθέντι ἐπὶ τῆς Ἀντιοχέων καὶ Γεωργίῳτῷ Λαοδικείας–τί δὲ κατατρίβομαι τὰς τάξεις διαιρῶν τε καὶ λέγων; ἐλεύσομαι δὲ εἰς τὰς τούτων ἀντιθέσεις καὶ ἀνατροπὴν τῆς ἑκάστου τούτων δολιότητος. δεῖ δέ με πρῶτον περὶ τῶν ὕστερον γεγονότων λέγειν· συμβέβηκε γὰρ τοῦτό τισιν εἰς ἀγαθότητα, τισὶ δὲ εἰς πονηρίαν. 28. Μελίτιος μὲν γὰρ ὁ ἐν Ἀντιοχείᾳ κατασταθεὶς ὑπὸ τῶν περὶ Ἀκάκιον ἐντεῦθεν γὰρ γέγονε τῷ Ἀκακίῳ ἔνστασις ὑπὲρ τοῦ κἂν ἀλίγον τι ἀποστρέψαι τῆς κακοδόξου αὐτῶν γνώμης καὶ ὑποφαίνει ἑαυτὸν δῆθεν ἐν ὀρθοδόξοις διὰ τοῦ βεβαιῶσαι τὸν προειρημένον Μελίτιον ἐν τῇ καταστάσει κατασταθεὶς γοῦν ὁ Μελίτιος οὗτος ὑπ' αὐτῶν τῶν περὶ Ἀκάκιον, ἐνομίζετο παρ' αὐτῶν εἶναι τῆς αὐτῶν δόξης, ἀλλ' οὐχ εὑρέθη, ὡς πολλοὶ περὶ τούτου ἀπαγγέλλουσι. νῦν μὲν γὰρ οἱ αὐτῷ προσκεκλιμένοι καὶ τῷ αὐτοῦ τάγματι, ἀπὸ τοῦ ἐκεῖνον μὲν δεδιῶχθαι καὶ ἐκβεβλῆσθαι ἀπὸ τοῦ ἰδίου θρόνου τῷ χρόνῳ καὶ τῇ παρολκῇ τοῦ δεδιῶχθαι προβαίνοντες καὶ προστιθέμενοι διὰ τὸν θεὸν ὀρθοδοξοῦσιν. ἦσαν μὲν γὰρ οἱ λαοὶ πλείους τοῦ τάγματος τούτου † τοῦ τῆς συνόδου· οἳ ἐπισκόπους ἑαυτοῖς κατατάξαντες ὁμολογοῦσι περὶ υἱοῦ θαυμαστῶς καὶ τὸ ὁμοούσιον οὐκ ἐκβάλλουσιν, ἀλλὰ καὶ ἐν ἑτοίμῳ ὥς φασι τοῦτο ἔχουσι, εἰ γέ.303 νοιτο σύνοδος τελεία, ὁμολογεῖν καὶ μὴ ἀρνεῖσθαι. συμβέβηκε γὰρ αὐτὸν τὸν προειρημένον τιμιώτατον Μελίτιον τὸν ἀπὸ τῶν Ἀρειανῶν τῶν περὶ Ἀκάκιον κατασταθέντα ἐπὶ τῆς Ἀντιοχέων πρώτῃ προσομιλίᾳ ὡς ἀπαρχὴν ἐξηγήσασθαι ἐπὶ τῆς ἐκκλησίας, καὶ ὡς μὲν οἱ πλείους φασίν, ὀρθοδόξως. τὴν δὲ αὐτοῦ ἐξήγησιν ἐνταῦθα παραθήσομαι. καὶ ἔστιν ἥδε· Ἀντίγραφον ὁμιλίας Μελιτίου. 29. Ὁ μὲν σοφώτατος ἐκκλησιαστής φησιν «ἀγαθὴν ἐσχάτην λόγου ὑπὲρ ἀρχὴν αὐτοῦ», ὅσῳ κρεῖττόν ἐστι καὶ ἀσφαλέστερον παύεσθαι τῆς περὶ τὸ λέγειν ἀγωνίας ἢ ἄρχεσθαι, μάλισθ' ὅτε ὁ αὐτὸς ἐκκλησιαστής φησιν «αὕτη ἡ σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι». ἐπειδὴ δὲ «τὸ σῶμα οὐχ ἕν ἐστι μέλος, ἀλλὰ πολλά», «πάντα δὲ μεριμνᾷ ὑπὲρ ἀλλήλων τὰ μέλη, ἵνα μὴ σχίσμα ᾖ ἐν τῷ σώματι», καὶ «οὐ δύναται εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω», ἀλλ' «ὁ θεὸς συνεκέρασε τὸ σῶμα, δεδωκὼς τῷ ὑστερουμένῳ περισσοτέραν τιμήν», ὅτι μὲν οὖν ἀπαραίτητόν ἐστι κινουμένῳ παντὶ τῷ σώματι μὴ συγκινεῖσθαι, αὐτόθεν δῆλόν ἐστι. Τίνα δ' ἄν τις τοῦ λόγου τοῦ πρὸς ὑμᾶς ἀρχὴν ποιήσαιτο; ἦ δῆλον ὡς παντὸς ἀρχομένου καὶ λόγου καὶ ἔργου προσήκει τὴν εἰρήνην ἀρχὴν ποιεῖσθαι καὶ τέλος, καὶ ἀπ' αὐτῆς ἀρχομένους καὶ εἰς αὐτὴν καταλήγειν. «τοῦτο γάρ φησιν ὁ ἀπόστολος ἀποβήσεσθαι εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος», ὃ δίδωσιν Ἰησοῦς τοῖς πιστεύουσιν εἰς αὐτόν. καὶ οἰκοδομὴν εἴτε λαλοίη τις, «εἴτε παράκλησιν, εἴτε παραμύθιον ἀγάπης, εἴτε κοινωνίαν πνεύματος» διὰ τῆς εἰρήνης τῆς κατὰ θεὸν παραγίνεται, οὐ μὴν πᾶσιν ἀδιορίστως, ἀλλὰ «τοῖς ἀγαπῶσι τὸν νόμον», ὡς ὁ προφήτης φησί· 3.304 τὸν νόμον οὐ τὸν σωματικόν, ὃς «εἰκόνα καὶ σκιὰν ἔχει τῶν μελλόντων», ἀλλὰ τὸν πνευματικόν, ὃς σοφῶς ἀνακαλύπτει τῶν προαναφωνηθέντων τὴν ἔκβασιν. «εἰρήνη, γάρ φησι, πολλὴ τοῖς ἀγαπῶσί σε καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον»· ὡς δῆλον εἶναι ὅτι τοὺς τὴν εἰρήνην μεμισηκότας μένει τὸ σκάνδαλον, καὶ προσήκει τοὺς τούτων ἐλευθερωθῆναι ποθοῦντας καθάπερ θυρεόν τινα προβάλλεσθαι τὴν ἀγάπην πρὸς τὸν κύριον· «αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκί, τὸν

486

νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» καὶ οὔτε τηρεῖν ἔστι τὴν ἐντολὴν τοῦ κυρίου, μὴ τῆς ἀγάπης τοῦ θεοῦ προηγουμένης «ἐὰν γὰρ ἀγαπᾶτέ με», φησί, «τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε», οὔτε φωτισθῆναι τοὺς ὀφθαλμοὺς οὐδὲ τὴν καρδίαν, μὴ τῆς ἐντολῆς φωτιζούσης «ἐντολή, γάρ φησι, κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς», ἀλλ' οὐδὲ λόγον ἀληθείας προέσθαι, εἰ μή τις ἔχει Χριστὸν ἐν ἑαυτῷ λαλοῦντα, κατὰ τὸν λέγοντα «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», μᾶλλον δὲ οὐ λαλοῦντος μόνον, ἀλλὰ καὶ ἐλεοῦντος. «ἔλθοι, γάρ φησι, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου ἐπ' ἐμέ, καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον»· ὅπερ οὐκ ἂν ὑπάρξειεν, εἰ μή τις «τὰ δικαιώματα ἐκζητήσει». τῶν γὰρ μὴ οὕτω διακειμένων ἢ ἐπὶ σχήματος ἡ ἐν τοῖς ὀνείδεσιν αἰσχύνη, ὡς μὴ δύνασθαι λέγειν «περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν»· περιαιρεῖται δὲ ἐκ τοῦ στόματος τῆς ἀληθείας ὁ λόγος· ὡς μηδὲν εἶναι πλέον τῷ εὐχομένῳ ἢ τὸ «μὴ περιέλῃς λόγον ἀληθείας ἐκ τοῦ στόματός μου». 30. Πότε δὲ τοῦτο γίνεται; ὅταν μὴ φυλάξῃ τις τὸν νόμον διὰ παντός· ὅταν μὴ πορευθῇ τις ἐν πλατυσμῷ. «πλατυνθῆναι γὰρ δεῖ τὴν καρδίαν», εἰ μέλλοι τις Χριστὸν «ἐμπεριπατοῦντα» χωρεῖν, οὗ τὴν δόξαν οὐκ ἄνθρωποι, ἀλλ' οὐρανοὶ διηγοῦνται «οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ», μᾶλλον δὲ αὐτὸς ὁ πατήρ, λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». ὃν οὐκ ἔστιν ὁμολογῆσαι, εἴ τις «εἰς ὕψος ἀδικίαν λαλοίη» πρὸς τὸν πλησίον αὐ.305 τοῦ, εἴ τις εἰς τὴν ἀντιχρίστων τάξιν καὶ ἐπωνυμίαν ἑαυτὸν † ὁμολογήσειεν, ἀποστὰς τῆς τάξεως καὶ ἐπωνυμίας τῶν Χριστιανῶν, περὶ ὧν εἴρηται «μὴ ἅψησθε τῶν χριστῶν μου». «τίς, γάρ φησιν, ὁ ψευδόμενος, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς ὁ Χριστὸς οὐκ ἔστιν; οὗτος, φησίν, ὁ ἀντίχριστος· ὁ γὰρ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει, ὁ δὲ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ὁμολογεῖ. ὅπερ οὖν, φησίν, ἐξ ἀρχῆς ἠκούσατε, τοῦτο μενέτω ἐν ὑμῖν. καὶ ἐάν, φησί, μένῃ ἐν ὑμῖν ὅπερ ἐξ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ μενεῖτε καὶ τῷ πατρί». μενοῦμεν δέ, ὅταν ἐνώπιον θεοῦ καὶ ἐκλεκτῶν ἀγγέλων ὁμολογήσωμεν, ἀλλὰ καὶ ἐνώπιον βασιλέων, καὶ μὴ αἰσχυνώμεθα «ἐλάλουν, γάρ φησιν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην», ὅτι υἱὸς τοῦ θεοῦ, θεὸς ἐκ θεοῦ, εἷς ἐξ ἑνός, ἐξ ἀγεννήτου μονογενής, ἐξαίρετον γέννημα τοῦ γεγεννηκότος καὶ ἄξιος ὁ υἱὸς τοῦ ἀνάρχου, τοῦ ἀδιηγήτου ἑρμηνεὺς ἀδιήγητος, λόγος καὶ σοφία καὶ δύναμις τοῦ ὑπὲρ σοφίαν καὶ δύναμιν, ὑπὲρ ὃ φθέγξασθαι δύναται γλῶττα, ὑπὲρ ὃ κινῆσαι διάνοια· γέννημα τέλειόν τε καὶ μένον, ἐκ τελείου καὶ μένοντος ἐν ταυτότητι, οὐκ ἀπορρεῦσαν ἐκ πατρός, οὐδὲ ἀποτμηθέν τε καὶ διαιρεθέν, ἀλλ' ἀπαθῶς καὶ ὁλοκλήρως προελθὸν ἐκ τοῦ μηδὲν ἀποβεβληκότος ὧν εἶχε. καὶ ὅτι λόγος ἔστι τε καὶ λέγεται ὁ υἱός, οὐ μὴν φωνὴ τοῦ πατρὸς οὐδὲ ῥῆμα νοεῖται. ὑφέστηκε γὰρ καθ' ἑαυτὸν καὶ ἐνεργεῖ, καὶ δι' αὐτοῦ τὰ πάντα καὶ ἐν αὐτῷ τὰ πάντα· ὥσπερ καὶ σοφία ὁ αὐτὸς ὢν οὐκ ἐνθύμημα τοῦ πατρὸς νοεῖται, οὔτε κίνησις τοῦ ἡγεμονικοῦ καὶ ἐνέργεια, ἀλλὰ γέννημα ὅμοιόν τε τοῦ πατρὸς καὶ τὸν χαρακτῆρα τοῦ πατρὸς ἀκριβοῦν. τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ θεός, καὶ οὐχ ἑτέρῳ μὲν ἐνυπάρχει, οὐχ ὑφέστηκε δὲ καθ' ἑαυτόν, ἀλλὰ γέννημά ἐστιν ἐνεργητικὸν καὶ πεποιηκὸς τόδε τὸ πᾶν καὶ φυλάττον ἀεί. ταῦτα ἱκανὰ καὶ τῆς Ἑλλήνων πλάνης ἡμᾶς καὶ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἐλευθερῶσαι καὶ τῆς αἱρετικῆς κακοδοξίας. 31. Ἐπειδὴ δὲ τῶν ἐν ταῖς γραφαῖς κειμένων λέξεων τὸν νοῦν παρατρέποντές τινες καὶ ἑτέρως ἢ προσῆκεν ἑρμηνεύοντες, καὶ μήτε τῶν ῥημάτων τὴν δύναμιν μήτε τῶν πραγμάτων τὴν φύσιν κατανοοῦν.306 τες τολμῶσιν ἀθετεῖν τὴν θεότητα τοῦ υἱοῦ, προσκόπτοντες τῇ λέξει τῆς κτίσεως τῇ ἐμφερομένῃ ταῖς Παροιμίαις «κύριος γὰρ ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» οὓς δέον τῷ πνεύματι τῷ

487

ζωοποιοῦντι ἀκολουθεῖν καὶ μὴ τῷ γράμματι τῷ ἀποκτένοντι· «τὸ γὰρ πνεῦμα ζωοποιεῖ», φέρε δή, τολμήσωμεν καὶ ἡμεῖς μικρὰ περὶ τούτων διαλαβεῖν, οὐχ ὅτι οὐκ ἐντελῶς εἴρηται τοῖς πρὸ ἡμῶν εἰρηκόσιν ἦ γὰρ ἂν μαίνοιτό τις, εἰ τοῦτο λέγοι οὐδὲ ὅτι χρῄζετε διδάσκοντος «αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε» ἀλλ' ἵνα «φανερωθῶμεν ἐν ταῖς συνειδήσεσιν ὑμῶν», ὅτι τῶν ἐπιθυμούντων ἐσμὲν «χαρίσματος ὑμῖν μεταδοῦναι πνευματικοῦ». Πίστευσον οὖν ὅτι οὔτε ἀλλαχοῦ τῆς γραφῆς οὔτε ἐπὶ τοῦ παρόντος χωρίου ἐναντία τὰ ῥήματα τῆς γραφῆς ἀλλήλοις ἐστί, κἂν μάχεσθαι δοκῇ παρὰ τοῖς τῇ πίστει μὴ ὑγιαίνουσιν ἤτοι ἀσθενοῦσι τῇ γνώμῃ, καὶ ὡς οὐδὲν τῶν κατὰ τὸν κόσμον παραδειγμάτων οἷόν τέ ἐστιν εὑρεθῆναι, ὅπερ ἐξαρκεῖ καθ' ἑαυτὸ σαφῶς παραστῆσαι τοῦ μονογενοῦς τὴν φύσιν. καὶ διὰ τοῦτο ἡ γραφὴ πολλαῖς ἐπινοίαις περὶ τοῦ μονογενοῦς καὶ ἐπωνυμίαις κέχρηται, εἴ πως δυνηθείημεν διὰ τῶν καθ' ἡμᾶς τὸ ὑπὲρ ἡμᾶς καταλαβεῖν καὶ διὰ τῶν γινωσκομένων φαντασθῆναι τὰ ἀγνοούμενα, ἠρέμα καὶ κατὰ μικρὸν ἀπὸ τῶν φανερῶν πρὸς τὰ κεκρυμμένα προβιβαζόμενοι. ἐπεὶ τοίνυν ἔδει εἰδέναι τοὺς πιστεύοντας εἰς Χριστόν, ὡς ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί, ἅτε δὴ «εἰκὼν» ὑπάρχων τοῦ «ἐπὶ πάντων» ὁ «διὰ πάντων», δι' οὗ τὰ πάντα δεδημιούργηται τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, εἰκὼν δὲ οὐχ ὡς ἄψυχον ἐμψύχου οὐδ' ὡς ἐνέργεια τέχνης οὐδ' ὡς ἀποτέλεσμα ἐνεργείας, ἀλλὰ ὡς γέννημα τοῦ γεννήσαντος, καὶ ὅτι οὐ θέμις ἐστὶ ἀπὸ τῆς σωματικῆς ἀνθρωπίνης γεννήσεως τὴν τοῦ μονογενοῦς γέννησιν τὴν πρὸ τῶν αἰώνων χαρακτηρίζεσθαι, καὶ ὡς κατὰ τὸ παράδειγμα τῆς σοφίας τῆς περιεκτικῆς τῶν ἀνθρωπίνων ἐνθυμημάτων * τοῦ πατρός, οὐ μὴν ἀνυπόστατός τε καὶ ἀνύπαρκτος, ἑκατέραις ταῖς λέξεσιν ἐχρήσατο ἡ γραφή, τῆς τε κτίσεως καὶ τῇ τῆς γεννήσεως, τῇ τε τοῦ ἔκτισε καὶ τοῦ ἐγέννησεν, οὐχ ἵνα τὰ ἐναντία δοκῇ καὶ κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγεσθαι, ἀλλ' ἵνα διὰ μὲν 3.307 τοῦ ἔκτισε τὸ ἐνυπόστατόν τε καὶ μόνιμον, διὰ δὲ τοῦ ἐγέννησε τὸ ἐξαίρετον τοῦ μονογενοῦς καὶ ἰδιάζον παριστᾷ. «ἐγώ, γάρ φησιν, ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω». ἱκανὸν δέ ἐστι καὶ τὸ τῆς σοφίας ὄνομα πᾶσαν ἔννοιαν πάθους ἀποκλεῖσαι. 32. Ἀλλὰ ποῖ φερόμεθα μὴ μνημονεύοντες τοῦ εἰπόντος «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». ἔχομεν γὰρ διδάσκαλον τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ἔδωκεν ἡμῖν ὁ κύριος μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν «ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν», ἐν ᾧ «καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς τοῦ πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες», ἐν ᾧ λατρεύομεν καὶ προσκυνοῦμεν, δι' ὃ ἀτιμαζόμεθα, ἐν ᾧ προφῆται προεφήτευσαν, ἐν ᾧ δίκαιοι ὡδηγήθησαν, δι' οὗ προσαγόμεθα τῷ υἱῷ. ἀλλὰ τί πολυπραγμονοῦμεν τὰ τῆς φύσεως; μὴ γὰρ «ὡς σαρκικοῖς, ἀλλ' οὐχ ὡς πνευματικοῖς» διαλεγόμεθα; ἐπ' ἄλλων γὰρ εἴρηται ὅτι «οὐ δυνάμεθα ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς». δέος γάρ ἐστι μή πως ἐκ τῆς τῶν ἀκαταλήπτων φιλονεικίας καὶ τῆς τῶν ἀνεφίκτων ζητήσεως εἰς βυθὸν ἀσεβείας ἐμπέσωμεν· «καὶ εἶπα, σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν;» μνημονεύσωμεν γὰρ τοῦ εἰπόντος, «ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν, ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται». «εἴ τις δοκεῖ γινώσκειν, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι». καὶ διὰ τοῦτο δέος ἐστὶ μή πως βιαζόμενοι λέγειν περὶ ὧν οὐ δυνάμεθα λέγειν, μηκέτι συγχωρηθῶμεν μηδὲ περὶ ὧν δυνάμεθα. ἐκ πίστεως γὰρ δεῖ λαλεῖν, οὐκ ἐκ τῶν λαλουμένων πιστεύειν. «ἐπίστευσα, γάρ φησι, διὸ ἐλάλησα». ὅταν οὖν τὸ μὲν περὶ τῆς οἰκείας γενέσεως μὴ δυνάμενοι ἀποφαίνεσθαι, περιεργαζώμεθα καὶ φιλονεικεῖν ἐπιχειρῶμεν περὶ τῆς τοῦ θεοῦ γεννήσεως, πῶς οὐ δέος ἐστί, μή πως ὁ διδοὺς οὐ μόνον

488

«γλῶτταν παιδείας», ἀλλὰ καὶ «γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον», καταψηφίσηται ἡμῶν τῆς ἐπὶ τῷ λέγειν προπετείας τὴν σιωπήν; ὅπερ ἐπὶ τοῦ μακαρίου Ζαχαρίου πεποίηται, ὃς ἐπειδὴ μὴ ἐπίστευσε τῷ εὐαγγελισαμένῳ 3.308 τὴν γένεσιν τοῦ παιδός, ἀνθρωπίνοις λογισμοῖς δοκιμάζων τὴν τοῦ θεοῦ χάριν καὶ δύναμιν καὶ διαπορῶν πρὸς ἑαυτόν, εἰ κατὰ φύσιν ἔχει τὸν πρεσβύτην ἐκ τῆς προβεβηκυίας παιδοποιήσασθαι, τί φησι; «πῶς γνώσομαι τοῦτο ὅτι ἔσται; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς», τοιγαροῦν ὁπότε ἤκουσεν ὅτι «ἰδού, ἔσῃ σιωπῶν καὶ οὐ δυνάμενος λαλεῖν», καὶ οὐκ ἐλάλησεν ἐξελθών. 33. Διόπερ ἀφέντες περὶ τῶν ἀμφισβητουμένων φιλονεικεῖν καὶ περὶ τῶν ὑπὲρ ἡμᾶς, κρατοῦμεν ἃ παρειλήφαμεν. τίς γάρ ἐστιν ὁ τολμῶν ἐπὶ γνώσει φυσιωθῆναι, ὁπότε αὐτὸς ὁ «τῶν ἀποκαλύψεων» καταξιωθείς, ὁ «εἰς οὐρανὸν τρίτον» ἀναληφθείς, ὁ «ἀκούσας ἄρρητα ῥήματα», ἐσωφρονίσθη διὰ «τοῦ κατὰ τὴν σάρκα σκόλοπος» «μὴ ὑπεραίρεσθαι»; καὶ αὐτὸς ὁ προφήτης ὁ εἰπὼν «ἐπίστευσα, διὸ ἐλάλησα», «ἐταπεινώθην» φησίν, οὐχ ἁπλῶς, ἀλλὰ «σφόδρα». ὅσῳ γὰρ ἄν τις ἐγγυτέρω τῆς γνώσεως εἶναι δοκῇ, τοσούτῳ μᾶλλον ὀφείλει λογίζεσθαι πρὸς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστι. περὶ τούτου ἄκουε τί λέγει· «ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης». ἔχοντες οὖν τὸν διδάσκαλον τῆς ἀληθείας, μηκέτι ἀνθρωπίνοις διδασκάλοις προσχρώμεθα, ἀλλ' ἐννοοῦντες, * καὶ μήτε τρόπους περιεργαζώμεθα μήτε ἕτερόν τι. ὥσπερ γὰρ τὴν γέννησιν τοῦ υἱοῦ οὐκ ἔστιν εἰπεῖν, οὐδὲ τὸν τρόπον τῆς γεννήσεως τοῦ πατρὸς ἔστιν ἀποφήνασθαι, ἀλλὰ δεῖ ἀρκεῖν ἡγεῖσθαι πρὸς διδασκαλίαν τοῦτο ὅτι «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». δῴη δὲ κύριος κατὰ τὸν Ἀβραὰμ φρονοῦντας ἡμᾶς τὸν λέγοντα «νῦν ἠρξάμην λαλεῖν τῷ κυρίῳ μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός», καὶ μὴ «ὑπεραιρομένους κατὰ τὰς κέδρους τοῦ Λιβάνου», ὅτι «μὴ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πίστεως» ἡ ὁμαλὴ καὶ εἰρηνικὴ κατορθοῦται σοφία, μήτε διαπορεῖν ἡμᾶς, ἀλλ' ὁτιοῦν ποιοῦντες εὐαρεστήσωμεν τῷ θεῷ καὶ πατρὶ καὶ μετ' αὐτοῦ καὶ σὺν αὐτῷ τῷ υἱῷ ἐν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα, τὸ κράτος, ἡ τιμὴ καὶ ἡ δύναμις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Πεπλήρωται ἡ τοῦ Μελιτίου ὁμιλία. 3.309 34. Ἔδοξε δὲ τοῦτο τοῖς μετενέγκαι αὐτὸν ἀπὸ τῆς Ποντικῆς χώρας σπουδάσασι τοὺς πλείους τῶν Ἀρειανῶν οὐκ ἐπὶ χαρᾶς καταστῆσαι, οὐδὲ εἰς αὐτῶν ἀνάπαυσιν, ἀλλ' εἰς ἐπάχθειαν εἰρῆσθαι. ἐντεῦθεν κινοῦσι τὸν βασιλέα καὶ συσκευάζονται τὸν ἄνδρα ὡς διὰ τὸ μὴ ὡμολογηκέναι κτίσμα τέλειον αὐτὸν καὶ ἐξεοῦσι τῆς αὐτοῦ καθέδρας. καὶ νύκτωρ φυγαδεύεται ὁ ἀνὴρ ἕως τῶν χρόνων τούτων· ὃς καὶ δεῦρο ὑπάρχει ἐν τῇ ἰδίᾳ πατρίδι τίμιος ἀνὴρ καὶ ἐπιπόθητος, μάλιστα δι' ὧν νυνὶ ἐνηχούμεθα κατωρθωκέναι καὶ ἀφ' ὧν νυνὶ οἱ ὑπ' αὐτὸν ἐν Ἀντιοχείᾳ ὁμολογοῦσιν, οὐκέτι ὅλως οὔτε ἐν παραδρομῇ μεμνημένοι κτίσματος ὀνόματος, ἀλλ' ὁμοούσιον ὁμολογοῦντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν, μίαν θεότητα· καθώς ἐστιν ἡ ἀληθινὴ πίστις, ἡ ἀπὸ τῶν ἀνέκαθεν, προφητική τε καὶ εὐαγγελικὴ καὶ ἀποστολική, ἣν ὡμολόγησαν οἱ συνελθόντες πατέρες ἡμῶν καὶ ἐπίσκοποι ἐν τῇ Νικαίᾳ συνόδῳ ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαριωτάτου βασιλέως. γένοιτο δὲ καὶ αὐτὸν τὸν τιμιώτατον Μελίτιον οὕτως ὁμολογεῖν κατὰ τοὺς ὑπ' αὐτὸν ὄντας ἐν τῇ Ἀντιοχείᾳ καὶ τοὺς ἐν ἄλλοις τισὶ τόποις οὕτως ὁμολογοῦντας. εἰσὶ γὰρ καί τινες τῶν δοκούντων αὐτῷ κοινωνεῖν καὶ τῇ κατ' αὐτὸν συνόδῳ βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον, καὶ περὶ μὲν υἱοῦ καλῶς λέγοντες, τὸ δὲ πνεῦμα κτιστὸν ἡγούμενοι καὶ ἀλλότριον θεοῦ παντάπασι· περὶ ὧν ὕστερον ἐν τῇ κατ' αὐτοὺς ἀνατροπῇ τῆς αἱρέσεως τὰ πάντα ἀκριβῶς κατὰ δύναμιν λέξομεν. 35. Τίμιος οὖν ὁ ἀνὴρ ἡμῖν, ὡς ἔφην, διὰ τὰς τοιαύτας

489

περὶ αὐτοῦ φήμας ὑπάρχει. καὶ γὰρ καὶ τἄλλα αὐτοῦ βίος σεμνός, τρόπος ἀγαθός, εἰς πάντα τοῖς λαοῖς ἐπιπόθητος διὰ τὸν βίον αὐτοῦ παρὰ πᾶσιν ἐκθειαζόμενον. τινὲς δὲ καὶ περὶ τούτου, οὐκ οἶδα λέγειν εἰ μίσει φερόμενοι ἢ φθόνῳ ἢ τὰ ἑαυτῶν μεγαλύνειν βουλόμενοι, τινὰ ὑφηγήσαντο, ὡς ὅτι οὐχ ἕνεκεν ὀρθοδοξίας ἡ κατ' αὐτοῦ γέγονε κίνησις, ἀλλ' ἕνεκεν, φησί, κανονικῶν πραγμάτων καὶ τῆς ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ αὐτοῦ 3.310 ἱερατείου ἐρεσχελίας, καὶ ὅτι τινὰς ἐδέξατο, οὓς πάλαι ἀπεβάλετο καὶ ἀνεθεμάτισεν. ἀλλ' οὐ πάνυ ταῦτα κατὰ νοῦν ἐθήκαμεν, διὰ τὰ μάλιστα εἰς ὕστερον ἐν τῇ κατ' αὐτὸν συνόδῳ ὁσημέραι διορθούμενα καὶ ὁμολογούμενα ἐν τῇ πίστει, ὡς ἄνω μοι προδεδήλωται. δεῖ γὰρ κατὰ τὸ μέρος τοῦτο ἀληθεύειν, ὅση δύναμις κατὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον ἐν πᾶσι. θέλεις γάρ, παρῆλθέ τι τὸν ἄνδρα ἐν τῷ ῥοίζῳ τῆς τῶν λόγων ἐξηγήσεως· οὐκ ἔχω λέγειν· θέλεις, κατὰ ἀφέλειαν ἀπ' αὐτοῦ ὁ λόγος προήχθη· θεῷ ἔγνωσται. πλὴν ἐν ἑνὶ μέρει ἐπιλήψιμοι δύο ἢ τρεῖς λόγοι ἐν τῇ αὐτῇ ἐξηγήσει εὑρίσκονται, ἐν τῷ ὅλως ὡς περὶ κτίσματος περὶ υἱοῦ τοῦ θεοῦ λαμβάνειν ἐν τῇ αὐτοῦ θεότητι κἂν ἕως ὀνόματος, καὶ ἐν τῷ εἰπεῖν ὅτι «ὑπὲρ σοφίαν» καὶ εἴ τι ἕτερον. 36. Ὀλίγα δὲ πρὸς τὰ ὑπ' αὐτῶν ὑποβληθέντα διηγησάμενοι καὶ ταύτην παρελευσόμεθα τὴν ὑφήγησιν. λέγετε ἡμῖν, ὦ οὗτοι, τί ἐλύπει λέγειν τὸ ὁμοιοούσιον ὁμοούσιον; σαφῶς ἡμῖν ὁμολογήσατε, ἵνα καὶ ὑμᾶς ἐπιγνῶμεν ἰδίους ὄντας καὶ μὴ ἀλλοτρίους. δύναται γὰρ καὶ ὁμοιοούσιον εἶναι πρὸς χρυσὸν χαλκός, πρὸς ἄργυρον κασσίτερος, πρὸς σίδηρον ὁ μόλιβδος. ἀλλ' οὐκ ἀπατήσει ἡμᾶς ἡ ὑμῶν ἐπιτετηδευμένη καὶ τετορνευμένη μυθοπλαστία. εἰ μὲν γάρ τινας βουλόμενοι ἀπατῆσαι βούλεσθε προφασίζεσθαι προφάσεις ψευδεῖς λέγοντες, ὅτι οὐ χρὴ λέγειν τὸ ὁμοούσιον, ἵνα μὴ συναλοιφὴν ποιήσωμεν τὸν υἱὸν πρὸς πατέρα ἢ τὸ πνεῦμα πρὸς τὸν υἱὸν καὶ πατέρα, καὶ ἐν τούτῳ διέπεσεν ὑμῶν ὁ ἐπιτετηδευμένος λόγος. οὐ γὰρ εἴπομεν ἁμαούσιον, ἀλλ' ὁμοούσιον, ἵνα μηδὲν τοῦ πατρὸς παρηλλαγμένον τὸν υἱὸν ὁμολογήσωμεν, ἀλλὰ θεὸν ὄντως ἐκ θεοῦ γεγεννημένον, καὶ οὐκ ἀλλαχόθεν οὐδὲ ἐξ οὐκ ὄντων, ἀλλὰ ἐκ πατρὸς προελθόντα, ἀχρόνως καὶ ἀνάρχως καὶ ἀνεκδιηγήτως γεγεννημένον, ἀεὶ ὄντα πρὸς τὸν πατέρα καὶ μηδέποτε διαλείποντα τοῦ εἶναι, ἀλλὰ γεγεννημένον, οὐ συνάδελφον, οὐ προπάτορον. τὸ γὰρ ὁμο δύο μὲν ὑποστάσεών ἐστι σημαντικόν, οὐκ ἀλλοτρίων δὲ τῇ φύσει. διὸ ὁ σύνδεσμος τῆς ἀληθείας ἐν τούτῳ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ᾠκονόμη.311 ται ἐν στόματι τῶν τοῦτο ἐκθεμένων. καὶ ὁρᾷς ὅτι οὐκ ἔσται σοι πρόφασις οὐδὲ δύνασαι κατὰ τῆς ὀρθοδοξίας λέγειν καὶ πτύρειν τοὺς παρὰ σοῦ τὴν ἀκοὴν τοῦ παραπεποιημένου σου λόγου παραδεχομένους ὅτι, ἐάν τις εἴπῃ τὸ ὁμοούσιον, συναλοιφὴν ὡμολόγησεν. οὐκέτι γὰρ ἔσται τοῦτο. ἀπὸ γὰρ τοῦ ὁμοουσίου σημανθήσεται δύο, καὶ ἀπὸ τοῦ ὁμοουσίου δηλωθήσεται οὐκ ἀλλότριον τὸ γέννημα πρὸς τὸν πατέρα ὑπάρχον. σὺ δὲ ἐπιπλασάμενος τὸ ὁμοιοούσιον διὰ μὲν τοῦ ὀνόματος τῆς οὐσίας ἐλεγχθήσῃ, διὰ δὲ τῆς παρηλλαγμένης ὁμολογίας κατακριθήσῃ οὐχ ἃ λέγεις φρονῶν, ἀλλὰ ἃ φρονεῖς παραπεποιημένως διδάσκων· εἰ γὰρ ὅλως οὐκ ἔστιν ἐξ αὐτοῦ, ὅμοιος δὲ αὐτῷ ἐστι, πολὺ ἀφέστηκας τῆς ἀληθείας. ὁποίαις γὰρ ὕλαις τὸν ἐκτυπούμενον εἴ τις ἂν θέλοι διακοσμήσειν, οὐκ ἂν ἴσον τῷ ἐκτυπουμένῳ κατασκευάσειε· καὶ γὰρ καὶ κατασκευῆς τὸ ἔργον. τὸ δὲ γεννώμενον ἐκ τοῦ τινός, ἐκεῖνο πρὸς τὸ γένος τὸ ὅμοιον καὶ τὸ ἴσον τῆς γνησιότητος ἀποσῴζει εἶδος. εἰ τοίνυν οὐκ ἐξ αὐτοῦ γεγέννηται τοῦ πατρὸς ὁ υἱός, ἐκτὸς δὲ αὐτοῦ εἴη, ὁμοιοούσιος δὲ παρὰ σοὶ κατὰ χάριν λεχθήσεται, οὐδὲν αὐτῷ δέδωκας, ἀλλ' ἐξέπεσας τῆς παρ' αὐτοῦ χάριτος. «ὁ γὰρ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ' αὐτόν» ὁ ἅγιος ἀπόστολός φησι, καὶ πάλιν «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον, καὶ ἥκω», ὁ φήσας «ἐγὼ ἐν τῷ

490

πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ λέγων «Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». 37. Πολλάκις δὲ καὶ περὶ τούτων διηγησάμενος ἀρκετῶς ἔχειν ἐνταῦθα ἡγούμεθα τῶν αὐτῶν ἀνατροπῶν, τῶν ῥηθεισῶν ἄνω πρὸς τὴν ῥίζαν τὴν ἐκφύσασαν τούτων τὴν κακοδοξίαν δυναμένων καὶ ἐνταῦθα τούτους τοὺς προειρημένους Ἡμιαρείους ἀνατρέπειν καὶ τοὺς ἀπ' αὐτῶν σχίσαντας, τοὺς περὶ Ἀκάκιον καὶ τοὺς ἄλλους τοὺς ἐκθεμένους ἐν τῇ Σελευκείᾳ τῆς Ἰσαυρίας ἑτέραν πίστιν παρὰ τὴν τῆς ἀληθείας, ἣν καὶ αὐτὴν τὴν ἐξ αὐτῶν ἐκτεθεῖσαν εἰς φανερὸν βουλόμενοι καταστῆσαι ὁμοίως μετὰ τὴν Βασιλείου Ἀγκυρηνοῦ καὶ Γεωργίου τοῦ Λαοδικέως ἐκ προσώπου ὅλων γεγραμμένην πᾶσαν τελείως προετάξαμεν. ἵνα δὲ καὶ ταύτην τὴν κρυφῆ μὲν τὰ δεινὰ ἐργαζομένην, φιμὸν δὲ ἐπὶ τῷ στόματι λαβοῦσαν ὥσπερ † διὰ χαλινοῦ διὰ τὸν καιρὸν τῆς ὑποκρίσεως, μὴ ἐν δευτέρῳ θέμενος δόξω ὡς κατὰ λήθην τοῦτο πεποιηκέναι, λέξω καὶ ὀλίγα πρὸς αὐτὴν καὶ τοὺς αὐτὴν ἐκθεμένους, πρὸς τοὺς προειρημένους περὶ Ἀκάκιον καὶ Εὐζώϊον καὶ Εὐτύχιον καὶ τοὺς ἄλλους. καὶ φανερὰ μέν ἐστιν ἡ ἔκθεσις ἡ 3.312 προκειμένη ἀλλοιώσασα τὴν ὁμολογίαν τῆς ἀληθείας. ἵνα δὲ μή τινες εἴπωσι κατὰ συκοφαντίαν πρὸς τούτους ἡμᾶς εἰρηκέναι, δείξωμεν ἃ προβαινόντων τῶν χρόνων ὤφθη καὶ ἐφωράθη ἐν τῇ προειρημένῃ τῶν αὐτῶν συνόδῳ. ἐξ αὐτῶν γὰρ Εὐζώϊος ὁ ἐν Καισαρείᾳ, μαθητὴς ἐκείνων ὑπάρχων, ὃς καὶ τὸν Ἀκάκιον διεδέξατο μετὰ κατάστασιν Φιλουμένου τοῦ ὑπὸ Κυρίλλου τοῦ Ἱεροσολυμίτου κατασταθέντος καὶ μετὰ κατάστασιν Κυρίλλου τοῦ γέροντος τοῦ ἀπὸ τῶν περὶ Εὐτύχιον κατασταθέντος καὶ μετὰ κατάστασιν Γελασίου τοῦ ὑπὸ Κυρίλλου αὖθις τοῦ Ἱεροσολυμίτου κατασταθέντος· ἐξ ἀδελφῆς γὰρ αὐτοῦ ἐτύγχανε· κατασταθέντων γὰρ τῶν τριῶν καὶ ἀργησάντων διὰ τὴν πρὸς ἀλλήλους ἔριν, αὖθις ὁ προειρημένος Εὐζώϊος κατεστάθη. ἐξ αὐτῶν οὖν καὶ Γεμελλῖνος ὑπῆρχεν, ἐξ αὐτῶν Φίλιππος ὁ Σκυθοπολίτης, ἐξ αὐτῶν Ἀθανάσιος ὁ Σκυθοπολίτης· οἵτινες οὐκ ἐν κρυφῇ, ἀλλὰ μετὰ παρρησίας, ὡς ἀπειραγαθήσαντες, οὐ μόνον τὰ Ἀρείου διδάσκουσιν, ἀλλ' ὑπερμαχοῦσι τῆς αὐτῶν αἱρέσεως καὶ τοὺς τὴν ἀλήθειαν διδάσκοντας διώκουσιν, οὐκέτι λόγοις βουλόμενοι ἀνατρέπειν, ἀλλὰ καὶ ἐχθρίαις καὶ πολέμοις καὶ μαχαίραις παραδιδόντες τοὺς ὀρθῶς πιστεύοντας. λύμην γὰρ οὐ μιᾷ πόλει καὶ χώρᾳ εἰργάσαντο, ἀλλὰ πολλαῖς. 38. * Λούκιος οὗτος, ὁ ἐν Ἀλεξανδρείᾳ τοσαῦτα ἐργασάμενος εἰς τοὺς ὁμολογοῦντας τὸν υἱὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ. ἡ δὲ αὐτῶν φατρία * καθ' ἑκάστην ἡμέραν τίνι τῶν σύνεσιν θεοῦ ἐχόντων οὐκ ἔστι δήλη; ὡς δημοσίᾳ κηρύττουσι κτιστὸν μὲν τὸν υἱὸν τοῦ θεοῦ, κτιστὸν δὲ καὶ τὸ ἅγιον πνεῦμα καὶ ἀλλότριον παντάπασι τῆς τοῦ θεοῦ οὐσίας. περὶ γὰρ τῶν περὶ Εὐδόξιον * ἐξότου τὸ τέλος ἀπείληφεν αἰσχρῶς ὁ Γεώργιος ἐπ' Ἀλεξανδρείας, καὶ τὰ πρωτεῖα ἐδέξατο καὶ τὰ φίλα πρὸς τὴν κατ' ἐξοχὴν οὖσαν ἐξουσίαν Εὐδόξιος, ὃς ὢν ἀπὸ τῶν περὶ Ὑπάτιον καὶ Εὐνόμιον ἔδοξε διά τινα θωπείαν ὡς ἐλεγχόμενος, οὐ διέλειπε δὲ τὰ μὲν τῶν Ἀνομοίων φρονῶν ἐπικρυβόμενος δέ, οὓς ἐξώρισάν ποτε διὰ τὴν τοιαύτην τοῦ βαράθρου ἐξήγησιν, αὐτὸς εἰς προκοπὴν ἀγαγών, Δημόφιλον, Ὑπάτιον, Εὐνόμιον, τοὺς Ἀετίου μαθητάς, τοῦ ἐξορισθέντος ποτὲ εἰς τὰ τοῦ Ταύρου μέρη, τοῦ ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως κατασταθέντος διακόνου, ἐξ οὗπερ ἡ τῶν Ἀνομοίων ἐφύη ῥίζα· μιᾶς μὲν ἀκανθώδους οὔσης ὕλης 3.313 καὶ τῆς αὐτῆς ῥίζης, διαφόρως δὲ ὡς ἐπὶ ἑκάστης ἀκάνθης τὰ σχίσματα *, οὕτω καὶ ἡ τούτων κακόνοια, ἄλλως ἄλλοτε καὶ ἄλλοτε ἄλλως τὰ παρερμηνεύματα τῆς κακοδόξου αἱρέσεως ἐπὶ τὸ χεῖρον προκόπτοντα * τὴν λύμην τῷ βίῳ ἐξήμεσε, ὡς καὶ ὕστερον περὶ τούτων τῶν Ἀνομοίων πάλιν ἐροῦμεν. τὰ δὲ νῦν ἕως ὧδε καλῶς ἔχειν νομίσαντες καὶ ὥσπερ ἑρπετὸν δεινὸν ἀνατρέψαντες καὶ παρωσάμενοι, † ἀνετρέψαμεν μὲν καὶ πατήσαντες τεθνεῶτα καταλείψωμεν καὶ παρεγκλίναντες ἐπὶ τὰς ἑξῆς ὁρμήσωμεν, θεὸν

491

ἐπικαλούμενοι βοηθῆσαι ἡμῖν ὡσαύτως εἰς τὸ τὴν ἐπαγγελίαν πληρῶσαι. – – – Κατὰ Πνευματομάχων ˉνˉδ, τῆς δὲ ἀκολουθίας ˉοˉδ. 1. Ἀπὸ τούτων τῶν Ἡμιαρείων καὶ ἀπὸ ὀρθοδόξων τινὲς ὡς εἰπεῖν, τεράστιοι γενηθέντες ἄνθρωποι διφυεῖς καὶ ἡμίπλαστοι, ὡς τοὺς Κενταύρους ἢ Πᾶνας ἢ Σειρῆνας διέγραψαν οἱ ἀναγράψαντες τοὺς μύθους, ἐπανέστησαν ἡμῖν, ὧν οἱ μὲν ἀπὸ Ἀρείου ὄντες καὶ δῆθεν τὸν υἱὸν οὐ τέλεον κτιστὸν ὁριζόμενοι, ἀλλ' υἱὸν ἀχρόνως γεγεννημένον, χρόνου δὲ ἐν ὑπονοίᾳ λέγουσι αὐτὸν ἀπ' † οὐρανοῦ καὶ δεῦρο *, οὐ μὴν ἀπηλλαγμένοι τῆς ἐν πρώτοις ἀπὸ Ἀρείου ἐξεμεθείσης λέξεως, τῆς φασκούσης εἶναί ποτε ὅτε οὐκ ἦν, πρὸ χρόνων δὲ πάντων αὐτὸν εἶναι, «δι' οὗ τὰ πάντα γέγονε», λέγοντες, κτιστὸν δὲ τὸ πνεῦμα λέγοντες βλασφημοῦσι τὸ πνεῦμα τὸ ἅγιον. ἄλλοι δὲ φύσει καὶ περὶ τοῦ υἱοῦ ὀρθοδόξως ἔχοντες, ὅτι ἦν ἀεὶ σὺν πατρί, καὶ οὐδέποτε διέλειπε τοῦ εἶναι, ἀλλ' ἐκ πατρὸς μὲν † αὐτὸν γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως· εἰς τὸ πνεῦμα δὲ τὸ ἅγιον πάντες οὗτοι βλασφημοῦσι, μὴ συναριθμοῦντες αὐτὸ πατρὶ καὶ υἱῷ ἐν τῇ θεότητι. πολλάκις δὲ περὶ τούτου πολλὰ διελέχθημεν καὶ ἐν 3.314 ἑκάστῃ αἱρέσει τήν τε ἀληθινὴν περὶ αὐτοῦ σύστασιν οὐ μικρῶς ὑφηγησάμεθα, ὡς σὺν πατρὶ καὶ υἱῷ κυριολεκτεῖται. «πνεῦμα γὰρ κυρίου πεπλήρωκε τὴν οἰκουμένην», «τὸ πνεῦμα τῆς ἀληθείας», τὸ πνεῦμα τοῦ θεοῦ· πνεῦμα γὰρ κυρίου λέγεται, καὶ «ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον», «χαριζόμενόν τε τὰ χαρίσματα διαφόρως ὡς βούλεται», «ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ», σὺν πατρὶ καὶ υἱῷ ὄν, βαπτίζον, σφραγίζον, τελειοῦν τὸν ἐσφραγισμένον. ἵνα δὲ μὴ ἐνταῦθα κάματον ἀναδέξωμαι, τὰ ἤδη μοι εἰρημένα ἐν τῷ μεγάλῳ λόγῳ τῷ περὶ πίστεως γραφέντι εἰς τὰ μέρη τῆς Παμφύλων παραθήσομαι, πρὸς ἀντίθεσιν μὲν τῶν βλασφημούντων τὸ ἅγιον πνεῦμα, εἰς διδασκαλίαν δὲ τῶν ἐντυγχανόντων καὶ εἰς εὐφρασίαν τῶν πνεύματος ἁγίου καταξιουμένων. καὶ ἔστι τόδε· Ἐκ τοῦ Ἀγκυρωτοῦ λόγος. 2. «Ἐπεφάνη ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδάσκουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων»· «ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῶν, ἦρκεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ»· «θύρας χαλκᾶς συντρίψας, καὶ μοχλοὺς σιδηροῦς συνθλάσας», τὸ φῶς αὖθις ὑπέδειξε τῆς ζωῆς, χεῖρα ὀρέγων, ὁδοποιῶν, ὑποβάθρας οὐρανῶν ὑποδεικνύς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν. τοίνυν «κατῴκησεν ἐν ἡμῖν», καὶ «τὸ δικαίωμα τοῦ νόμου» δοὺς ἡμῖν τοῦ πνεύματος, 3.315 εἰς τὸ γνῶναι αὐτὸν καὶ τὰ περὶ αὐτοῦ, ὅ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, «νόμος δικαιοσύνης» γέγονεν ἡμῖν, «νόμος πίστεως», «νόμος πνεύματος», ἐλεύθερος ἐκ «νόμου σαρκὸς ἁμαρτίας». διὸ «συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον». ἔσω δὲ ἡμῶν ὁ Χριστός, εἴπερ οἰκεῖ ἐν ἡμῖν. αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, «ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι» αἰτίῳ ζωῆς· «τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθείς», κατὰ τὸν Δαυὶδ «ὁ θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν». «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ». παρεγένετο τοίνυν «εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν», καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἁγίοις, «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς».

492

διάστασις δὲ ἦν καὶ ἔχθρα «ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ», «ἀποκατήλλαξε δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ, δι' αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν». ἦλθε γὰρ «ἡ εἰρήνη ἡμῶν», καὶ «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον», «εἶναι δὲ τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἐπαγγελίας» ἐκέλευσεν, εἰπὼν «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». τοίνυν «ἐν ᾧ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκός», ἀπεστάλη μοι σωτὴρ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας «ἐξαγοράσῃ», ἵνα με φθορᾶς, ἵνα με θανάτου. καὶ ἐγένετό μοι «δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· δικαιοσύνη μέν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς δέ, δι' ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δέ, τὸ αἷμα αὐτοῦ, λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς, ἱλαστήριον 3.316 καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων, οὐρανοῦ καὶ γῆς, «μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν» πληρῶν καιροῖς τοῖς ὡρισμένοις. ὁ αὐτὸς «μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα», «ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». 3. Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος ὁ Χριστὸς μεσιτεύων «καταλλάσσει τὰ πάντα τῷ θεῷ ἐν αὐτῷ», «μὴ λογιζόμενος ἁμαρτίας», ἀπόκρυφα μυστήρια πληρῶν πίστει διαθήκης αὐτοῦ τῆς προεπηγγελμένης ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, υἱὸς θεοῦ κηρυσσόμενος, υἱὸς Δαυὶδ λεγόμενος· ἄμφω γὰρ θεὸς καὶ ἄνθρωπος, «μεσίτης θεοῦ καὶ ἀνθρώπων», ἀληθινὸς «οἶκος θεοῦ», «ἱεράτευμα ἅγιον», ἁγίου πνεύματος δοτὴρ τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ θεῷ, «ὅτι ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, ὡς δόξαν μονογενοῦς παρὰ πατρός». ὁ ὑετὸς δένδρεσι καὶ φυτοῖς συμφυσιούμενος σῶμα ἀπεργάζεται καὶ τῶν καρπῶν καθ' ὁμοιότητα ἕκαστον. καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται, προσλαμβανόμενος ἐξ αὐτῆς τὸ οὐσιῶδες, ἐν δ' ἀμπέλῳ οἶνος ἡδὺς χροΐζεται, ἐν δὲ συκῇ σῦκον γλυκαίνεται καὶ ἐν ἑκάστῳ τῶν σπερμάτων πρὸς τὸ εἶδος αὐτοῦ αὔξει φυήν· οὕτως, οἶμαι, ὁ λόγος τοῦ θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος εὑρίσκετο, κατὰ τὴν ἐπαγγελίαν «εὑρήκαμεν γὰρ Μεσσίαν ὃν ἔγραψε Μωυσῆς». ὡς δὲ Μωυσῆς ἔφη «καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου» καὶ ὁ Δαυὶδ «καταβήτω ὡς δρόσος ἐπὶ πόκον, καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν», ἔριον τοίνυν δεχόμενον τὴν δρόσον αὔξει πόκου γονήν, γῆ δὲ δεχομένη τὸν ὑετὸν αὔξει καρπὸν ἐλπίδος γεωργῶν, τῷ δέχεσθαι 3.317 προστάγματι τοῦ δεσπότου, προσδιδοῦσα τὴν φύσιν προθύμως, τοῦ δὲ λαμβάνειν παρ' αὐτοῦ πλέον ἔχουσα σπουδήν, οὕτω δὴ καὶ ἡ παρθένος Μαρία «κατὰ τί γνώσομαι», ὅτε φησίν, «ὅτι ἔσται μοι τοῦτο;» ἤκουσε «πνεῦμα κυρίου ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον ἔσται καὶ υἱὸς ὑψίστου κληθήσεται». Χριστὸς ἐν ἀγγέλῳ λαλεῖ, ἀναπλάττει δὲ ἑαυτὸν ἐν τῇ ἑαυτοῦ πλάσει ὁ δεσπότης «μορφὴν δούλου λαβών»· καὶ Μαρία μὲν ἀνιμᾶται τὸν λόγον εἰς σύλληψιν, ὡς ὑετὸν ἡ γῆ, ἑαυτὸν δὲ καρπὸν ἅγιον ἀποδείκνυσιν ὁ τοῦ θεοῦ λόγος προσλαμβανόμενος θνητοῦ φύσιν. οὗτος ἦν ἐξ αὐτῆς ἀνιμώσης, ὡς γῆ καὶ πόκος, ὁ τῆς ἀληθοῦς ἐλπίδος καρπός, ἁγίοις ἐν προσδοκίᾳ, καθὼς Ἐλισάβετ ἔλεγεν «εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου», ὃν προσελάβετο ἐξ ἀνθρωπότητος παθὼν ἀπαθὴς ὢν ὁ λόγος· οὗτος «ὁ ἄρτος ὁ ζῶν, ὁ καταβὰς ἐξ οὐρανοῦ» καὶ ζωὴν διδούς· οὗτος ὁ τῆς ἀληθοῦς ἐλαίας καρπός, τὸ ἔλαιον τῆς χρίσεως καὶ τῆς συνθέσεως, ὃ προετύπωσε Μωυσῆς· οὗτος

493

«ἡ ἀληθινὴ ἄμπελος», ἣν γεωργεῖ μόνος ὁ πατήρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν· οὗτος «τὸ ὕδωρ τὸ ζῶν, ὃ ὁ διψῶν ἄνθρωπος λαβὼν οὐ διψήσει πάλιν, ἀλλ' ἔστιν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον». ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον, παλαιοὶ δὲ γεωργοὶ ἐξήραναν καὶ ἔφθειραν διὰ ἀπιστίαν. αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. «ὅσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, αὐτοὶ» ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι σαρκικοὶ οὗτοι καλοῦνται. τοίνυν ἀθετεῖν τὰ ἔργα τῆς σαρκός, ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος αὐτοῦ, λαβεῖν τε πνεῦμα ἅγιον, ὃ οὐκ εἴχομεν, προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι· δίχα γὰρ πνεύματος αὐτοῦ πᾶς νεκρός. «εἰ τοίνυν τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν 3.318 ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν». ἀλλ', οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ πνεῦμα αὐτοῦ. 4. Εἰ δὲ Χριστὸς ἐκ τοῦ πατρὸς πιστεύεται θεὸς ἐκ θεοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκ τοῦ Χριστοῦ ἢ παρ' ἀμφοτέρων ὥς φησιν ὁ Χριστός, «ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται» καὶ «οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται», ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου «τὸ γὰρ ἐν αὐτῇ», φησίν, «ἐκ πνεύματος ἁγίου», ἀγγέλου φωνή, συνίω τὸ λυτρούμενόν με μυστήριον, πίστει, ἀκοῇ μόνῃ, φιλίᾳ τῇ πρὸς τὸν ἐλθόντα πρὸς ἐμέ. ἑαυτὸν γὰρ ὁ θεὸς γινώσκει, ἑαυτὸν Χριστὸς κηρύττει, ἑαυτὸ τὸ πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἀξίοις. ἐν γραφαῖς δὲ ἁγίαις τριὰς ἡμῖν καταγγέλλεται καὶ πιστεύεται ἀπεριέργως, ἀφιλονείκως ἐκ συνθημάτων ἀκοῆς. ἐκ πίστεως δὲ ταύτης ἡ σωτηρία τῆς χάριτος, «ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς ἔργων νόμου». γέγραπται γὰρ «ἐξ ἀκοῆς πίστεως τὸ πνεῦμα τοῦ Χριστοῦ» δίδοσθαι τοῖς σωζομένοις. πίστις δὲ ἡ καθόλου κηρύκων φωναῖς αὕτη σημαίνεται, ὡς ἔγωγε οἶμαι κατηχούμενος ἐκ γραφῶν· τρία ἅγια τρία συνάγια, τρία ὑπαρκτὰ τρία συνύπαρκτα, τρία ἔμμορφα τρία σύμμορφα, τρία ἐνεργὰ τρία συνεργά, τρία ἐνυπόστατα τρία συνυπόστατα ἀλλήλοις συνόντα, τριὰς αὕτη ἁγία καλεῖται, τρία ὄντα, μία συμφωνία, μία θεότης τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς ὑποστάσεως, ὁμοία ἐξ ὁμοίου, ἰσότητα χάριτος ἐργαζομένη πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τὸ δὲ πῶς αὐτοῖς ἀπολείπεται διδάσκειν. «οὐδεὶς γὰρ οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ»· ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου. οὐκοῦν ταῦτα τρία ὄντα ἢ ἐξ αὐτοῦ ἢ παρ' αὐτοῦ ἢ πρὸς αὐτόν, ἑκάστῳ ἀξίως νοούμενα, καθὼς ἑαυτὰ ἀποκαλύπτει, φῶς 3.319 πῦρ πνεῦμα καὶ ἄλλαις, οἶμαι, ὁράσεων ὁμοιώσεσι, καθὼς ἄξιος ὁ διακονούμενος ἄνθρωπος. αὐτὸς τοίνυν ὁ θεὸς ὁ ἐν ἀρχῇ εἰπὼν «γενηθήτω φῶς, καὶ ἐγένετο φῶς», τὸ ὁρώμενον, αὐτὸς ὁ φωτίσας ἡμᾶς «τὸ φῶς» ἰδεῖν «τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» «ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου», ὁ Δαυίδ φησιν, αὐτός ἐστιν ὁ κύριος ὁ εἰπὼν «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται», τρία πρόσωπα ἁγίας λειτουργίας δεικνὺς ἡμῖν ἐξ ὑποστάσεως οὔσης τριττῆς. 5. «Λέγω οὖν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας», συνδιακονεῖν δὲ τὸ πνεῦμα τὸ ἅγιον παρειλήφαμεν ἐκ θείων γραφῶν οὕτως· ἀποστέλλεται ὁ Χριστὸς ἀπὸ πατρός, ἀποστέλλεται τὸ πνεῦμα τὸ ἅγιον· λαλεῖ ἐν ἁγίοις Χριστός, λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον· ἰᾶται Χριστός, ἰᾶται τὸ πνεῦμα τὸ ἅγιον· ἁγιάζει Χριστός, ἁγιάζει τὸ πνεῦμα τὸ ἅγιον· βαπτίζει Χριστὸς ἐν τῷ ὀνόματι αὐτοῦ, βαπτίζει τὸ πνεῦμα τὸ ἅγιον. οὕτως λέγουσιν αἱ γραφαί· «ἀποστελεῖς τὸ πνεῦμά σου, καὶ

494

ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς», ὅμοιον τῷ λέγειν «ἐξαποστελεῖς τὸν λόγον σου καὶ τήξεις αὐτά»· «λειτουργούντων δὲ αὐτῶν φησί τῷ κυρίῳ καὶ νηστευόντων εἶπε τὸ πνεῦμα τὸ ἅγιον, ἀφορίσατε δή μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς», ὅμοιον τῷ λέγειν «ὁ δὲ κύριος εἶπεν, εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν»· «αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν», ὡς ἂν εἴποι Χριστὸς «ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων»· «ἔδοξε γὰρ τῷ πνεύματι τῷ ἁγίῳ μηδὲν ἄλλο ἐπιτίθεσθαι βάρος, πλὴν τῶν ἐπάναγκες», ὡς ἂν εἴποι «λέγω δὲ οὐκ ἐγώ, ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ 3.320 χωρισθῆναι»· «διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. ἐλθόντες δὲ εἰς τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα», ὡς ἂν εἴποι Χριστὸς «πορευθέντες βαπτίσατε πάντα τὰ ἔθνη» ἢ «μὴ βαστάζετε πήραν, μὴ ῥάβδον, μηδὲ ὑποδήματα»· «οἵτινες φησίν ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ», ἢ Ἄγαβος «τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη», ὅμοιον ᾧ εἶπε Παῦλος «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ» ἢ «μνημονεύετε τῶν λόγων κυρίου, ὅτι αὐτὸς εἶπεν ἀγαθὸν διδόναι μᾶλλον ἢ λαμβάνειν»· «καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι», ὡς ἂν εἴποι «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ»· «πλὴν τὸ πνεῦμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον», ὅμοιον τῷ εἰπεῖν «κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ ψεύδομαι»· «ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης», ὅμοιον τῷ εἰπεῖν «ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος»· «καὶ περιτομὴ καρδίας ἐν πνεύματι» ὅμοιον τῷ εἰπεῖν «καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ»· «εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν», ὅμοιον τῷ εἰπεῖν «καθὼς ἐλάβετε Χριστόν, ἐν αὐτῷ περιπατεῖτε»· καὶ «πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοὶ καὶ λόγος αὐτοῦ ἐν τῷ στόματί μου» καὶ «τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες», ὅμοιον τῷ εἰπεῖν «ἀπαρχὴ Χριστός»· «ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν», ὅμοιον τῷ εἰπεῖν «ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν»· «ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν πνεύματι ἁγίῳ», ὅμοιον τῷ εἰπεῖν «ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς 3.321 καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ»· «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ», ὅμοιον τῷ εἰπεῖν «ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί»· «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ», ὅμοιον τῷ εἰπεῖν «ἑαυτοὺς δοκιμάζετε εἰ ὁ Χριστὸς ἐν ὑμῖν»· «ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν», ὅμοιον τῷ εἰπεῖν «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός». 6. Ἀλλὰ καὶ τὴν δικαίωσιν ἐξ ἀμφοῖν λέγει καὶ τὴν χάριν· «δικαιωθέντες δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν», ὅμοιον τῷ εἰπεῖν «δικαιωθέντες δὲ ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ»· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ» καὶ οὐδεὶς δύναται πνεῦμα ἅγιον λαβεῖν ἢ παρὰ κυρίου, «διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι», καὶ «ἀπὸ δόξης εἰς δόξαν, καθὼς ἀπὸ κυρίου πνεύματος»· καὶ «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως», ὅμοιον τῷ εἰπεῖν «ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;» «τὸ δὲ πνεῦμα ῥητῶς λέγει»

495

ὅμοιον τῷ εἰπεῖν «τάδε λέγει κύριος παντοκράτωρ». καὶ «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν» ὅμοιον τῷ εἰπεῖν «ἐάν τις ἐμοὶ ἀνοίξῃ, εἰσέλθω ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα»· Ἠσαΐας δὲ «καὶ ἐπ' αὐτὸν πνεῦμα θεοῦ», ὁ δὲ Χριστὸς «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με»· καὶ «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ», ἢ «κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ». φανερὰ δὲ καὶ ἡ φωνὴ τῶν Σεραφίμ, κράζουσα 3.322 «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ». ἐὰν δὲ ἀκούσῃς ὅτι «τῇ δεξιᾷ τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος λαβὼν παρὰ τοῦ πατρὸς» ἢ «περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατε»· ἢ ὅτι «τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον», ἢ ὅτι αὐτὸς λέγει «μὴ μεριμνήσητε τί εἴπητε, ὅτι τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν», ἢ «εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια», ἢ «ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται αὐτῷ» καὶ τὰ ἑξῆς, ἢ «πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου», ἢ «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι», ἢ «Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου» ἢ «ὑπέστρεψεν Ἰησοῦς τῇ δυνάμει τοῦ πνεύματος» ἢ «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν», ὅμοιον τῷ εἰπεῖν «ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» ἢ «κἀγὼ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας» ἢ «διὰ τί ἐπλήρωσε τὴν καρδίαν σου ὁ Σατανᾶς τῷ Ἀνανίᾳ Πέτρος ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον;» καὶ μετὰ ταῦτα «οὐκ ἀνθρώποις ἐψεύσω, ἀλλὰ θεῷ». ἄρα θεὸς ἐκ θεοῦ καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον, ᾧ ἐψεύσαντο οἱ τοῦ τιμήματος τοῦ χωρίου νοσφισάμενοι, ἢ «θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι». τούτου μεῖζον οὐκ ἔχω λέγειν. θεὸς δὲ ὁ υἱός· «ἐξ ὧν φησίν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός». «πίστευσον φησίν εἰς τὸν κύριον Ἰησοῦν, καὶ σωθήσῃ», καὶ «ἐλάλησε φησίν αὐτοῖς τὸν λόγον τοῦ κυρίου», «ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν αὐτοῖς τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ», ἢ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἢ «ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμήσωσιν», ἢ «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ καὶ σωτῆρος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς», ἢ «προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν 3.323 τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». ἡ δὲ αὐτὴ ἡ διακονία τοῦ πνεύματος καὶ τοῦ λόγου· «προσέχετε φησίν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ», ὅμοιον τῷ εἰπεῖν «χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν». 7. Συνεργεῖ τοίνυν, ὡς ἀποδέδεικται, τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· «τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». προσκυνητὸν δὲ τὸ πνεῦμα τὸ ἅγιον· «τοὺς γὰρ προσκυνοῦντας θεῷ ἐν πνεύματι δεῖ προσκυνεῖν καὶ ἀληθείᾳ». εἰ δὲ συνεργεῖ ταῦτα, κτίσις κτίσιν οὐκ ἐργάζεται οὐδὲ κτιστὴ ἡ θεότης γίνεται οὐδὲ ἐν μέτρῳ ἢ περιοχῇ θεὸς γινώσκεται. ἔστι γὰρ ἀπερίγραφος, ἀχώρητος, ἀπερινόητος, πάντα περιέχων τὰ ποιήματα τοῦ θεοῦ. οὐδὲ λατρευτὴ ἡ κτίσις. «ἐλάτρευσαν γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν». πῶς γὰρ οὐ μωρὸν κτίσιν θεολογεῖν, ἀθετεῖν δὲ τὴν πρώτην ἐντολὴν τὴν λέγουσαν «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν», «οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος;» ἐν γραφαῖς δὲ ἁγίαις διάφορα ὀνόματα καλεῖται πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· πατρὸς μὲν πατὴρ παντοκράτωρ, πατὴρ ἁπάντων, πατὴρ Χριστοῦ· υἱοῦ δὲ λόγος, Χριστός, φῶς ἀληθινόν· τοῦ δὲ ἁγίου πνεύματος παράκλητος, πνεῦμα ἀληθείας, πνεῦμα θεοῦ, πνεῦμα Χριστοῦ. ἔτι τοίνυν ὁ θεὸς νοεῖται καὶ πατὴρ φῶς, ἀλλ', ὡς ὑπέρλαμπρον, δύναμις, σοφία. εἰ δὲ φῶς ὁ θεὸς καὶ πατήρ, φῶς

496

ἄρα ἐκ φωτὸς ὁ υἱὸς καὶ διὰ τοῦτο «φῶς οἰκῶν τὸ ἀπρόσιτον». δύναμις δὲ ὅλος ὁ θεός, καὶ διὰ τοῦτο ὁ υἱὸς «κύριος τῶν δυνάμεων». σοφία ὅλος ὁ θεός, οὐκοῦν σοφία ὁ υἱὸς ἐκ σοφίας, «ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι». ζωὴ δὲ ὅλος ὁ θεός, οὐκοῦν ζωὴ 3.324 ἐκ ζωῆς ὁ υἱός· «ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή». τὸ δὲ ἅγιον πνεῦμα παρὰ ἀμφοτέρων, πνεῦμα ἐκ πνεύματος. «πνεῦμα γὰρ ὁ θεός», † θεότης χαρισμάτων ἐστὶ δοτήρ, ἀληθέστατον, φωτιστικόν, παράκλητον, βουλευμάτων τοῦ πατρὸς ἀγγελτικόν. ὡς γὰρ ὁ υἱὸς «μεγάλης βουλῆς ἄγγελος», οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον· «ἀλλ' ἐλάβομεν φησί πνεῦμα θεοῦ, ἵνα ἴδωμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ θεοῦ, ἃ καὶ λαλοῦμεν, οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος θεοῦ, πνευματικοῖς πνευματικὰ συγκρίνοντες». 8. Ἀλλ' ἐρεῖ τις, οὐκοῦν φαμεν δύο εἶναι υἱούς, καὶ πῶς μονογενής; «μενοῦνγε, σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ θεῷ;» εἰ γὰρ τὸν μὲν υἱὸν καλεῖ τὸν ἐξ αὐτοῦ, τὸ δὲ ἅγιον πνεῦμα τὸ παρ' ἀμφοτέρων, ἃ μόνον πίστει νοούμενα ὑπὸ τῶν ἁγίων, φωτεινά, φωτοδότα, φωτεινὴν τὴν ἐνέργειαν ἔχει συμφωνίαν τε πρὸς αὐτὸν τὸν πατέρα ποιεῖται φωτός, πίστει ἄκουε, ὦ οὗτος, ὅτι ὁ πατὴρ ἀληθοῦς υἱοῦ ἐστι πατήρ, φῶς ὅλος, καὶ ὁ υἱὸς ἀληθοῦς πατρὸς υἱός, φῶς ἐκ φωτός, οὐχ ὡς τὰ ποιητὰ ἢ κτιστὰ προσηγορίᾳ μόνῃ· καὶ πνεῦμα ἅγιον πνεῦμα ἀληθείας ἐστί, φῶς τρίτον παρὰ πατρὸς καὶ υἱοῦ· τὰ δ' ἄλλα πάντα θέσει ἢ κλήσει, οὐχ ὅμοια τούτοις ἐνεργείᾳ ἢ δυνάμει ἢ φωτὶ ἢ ἐννοίᾳ· ὡς ἂν εἴποι τις «υἱοὺς ἐγέννησα καὶ ὕψωσα» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες» ἢ ὡς ἂν εἴποι τις «ὁ τετοκὼς βώλους δρόσου» ἢ ὡς ἂν εἴποι τις «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα». οὐ γὰρ ὡς οἱ λοιποὶ πατέρες ἢ πατριάρχαι ὁ ἀληθινὸς πατὴρ ἀρξάμενος τοῦ εἶναι πατὴρ ἢ ἐκλείπων ποτὲ τῷ χρόνῳ τοῦ εἶναι πατήρ. εἰ γὰρ ἄρχεται τοῦ εἶναι πατήρ, υἱὸς ἄρα ἦν ποτε ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα μονογενοῦς· καθ' ὁμοιότητα δὲ πατέρες πατέρων νοοῦνται τέκνα, καὶ εἰς ἄπειρον τὸν ἀληθῶς πατέρα τῆς ἀρχαιολογίας εὑρεῖν ἔστιν. οὐδὲ ὡς τὰ λοιπὰ τέκνα θέσει ὁ υἱὸς ὁ ἀληθινός, νέος τοῦ εἶναι υἱός. εἰ γὰρ 3.325 νέος τοῦ εἶναι υἱός, ἦν ποτε χρόνος ὅτε οὐκ ἦν ὁ πατὴρ πατὴρ μονογενοῦς. οὐδὲ ὡς τὰ λοιπὰ πνεύματα τὸ πνεῦμα τῆς ἀληθείας κτιστὸν ἢ ποιητόν. οὐδὲ ὡς οἱ λοιποὶ ἄγγελοι «ὁ τῆς μεγάλης βουλῆς ἄγγελος» καλεῖται. ἃ μὲν γὰρ ἀρχὴν καὶ τέλος ἔχει, ἃ δὲ ἀνεπινόητον ἔχει τὴν ἀρχὴν καὶ τὸ κράτος· καὶ ἃ μὲν κτίζει τὰ πάντα εἰς ἀπείρους αἰῶνας, συνεργοῦντα τῷ πατρί, ἃ δὲ κτίζεται ὑπὸ τούτων ὡς ἂν ἐθέλοιεν· καὶ ἃ μὲν λατρεύει τούτοις, ἃ δὲ λατρευτὰ ὑπὸ τῶν ὅλων κτισμάτων· καὶ ἃ μὲν ἰᾶται τὰ ποιήματα, ἃ δὲ τὴν ἴασιν λαμβάνει παρ' αὐτῶν· καὶ ἃ μὲν κρίνεται κατ' ἀξίαν, ἃ δὲ τὴν κρίσιν ἔχει τὴν δικαίαν· καὶ ἃ μὲν ἐν χρόνῳ ἔστιν, ἃ δὲ οὐκ ἐν χρόνῳ τυγχάνει· καὶ ἃ μὲν φωτίζει τὰ πάντα, ἃ δὲ φωτίζεται ὑπὸ τούτων· καὶ ἃ μὲν καλεῖ νηπίους εἰς ὕψος, ἃ δὲ καλεῖται ὑπὸ τοῦ τελείου. καὶ ἃ μὲν χαρίζεται πᾶσιν, ἃ δὲ χαρίσματα λαμβάνει· καὶ καθάπαξ εἰπεῖν, ἃ μὲν ἐξυμνεῖ τὴν ἁγιότητα ἐν οὐρανοῖς οὐρανῶν καὶ λοιποῖς ἀοράτοις τόποις, ἃ δὲ ἐξυμνούμενα τὰ δῶρα ἀξίως παρέχει τοῖς ἀξίοις. 9. Πνεύματα δὲ πλεῖστά φησιν ἡ γραφή· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα», καὶ «πάντα τὰ πνεύματα αἰνεῖτε τὸν κύριον». χάρισμα δὲ ἀξίοις δίδοται «διακρίσεως πνευμάτων». ἃ μὲν γὰρ ἐπουράνιά ἐστι, «χαίροντα τῇ ἀληθείᾳ», ἃ δὲ ἐπίγεια, ἀπάτης καὶ πλάνης ἐπιτήδεια, ἃ δὲ ὑπόγεια, ἀβύσσου καὶ σκότους τέκνα. «παρεκάλει» γὰρ τὸ εὐαγγέλιόν φησιν «ἵνα μὴ πέμψῃ αὐτοὺς εἰς τὴν ἄβυσσον ἀπελθεῖν»· ὡσαύτως δὲ καὶ τοῖς πνεύμασιν ἐπέτασσε. καὶ πνεύματα δὲ ἐξεδίωκε λόγῳ καὶ «οὐκ εἴα αὐτὰ λαλεῖν». λέγεται δὲ «πνεῦμα κρίσεως καὶ πνεῦμα καύσεως», λέγεται καὶ πνεῦμα κόσμου· «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου

497

ἐλάβομεν» φησί, καὶ πνεῦμα δὲ ἀνθρώπου· «τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου;» καὶ «πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον»· «ὅτι 3.326 πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει», καὶ «ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι», καὶ «πνεύματα δὲ προφητῶν προφήταις ὑποτάσσεται». καὶ «ἰδού, πνεῦμα ψευδὲς ἔστη ἐνώπιον κυρίου, καὶ εἶπεν αὐτῷ, ἐν τίνι ἀπατήσεις τὸν Ἀχαάβ; καὶ ἔσομαι, φησί, πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν». λέγεται δὲ «πνεῦμα κατανύξεως» εἶναι, «πνεῦμα δειλίας», καὶ «πνεῦμα Πύθωνος» καὶ «πνεῦμα πορνείας» καὶ «πνεῦμα καταιγίδος» καὶ «πνεῦμα πολυρρῆμον» καὶ «πνεῦμα ἀσθενείας» καὶ «πνεῦμα ἀκάθαρτον» καὶ «πνεῦμα κωφὸν καὶ πνεῦμα ἄλαλον» καὶ «πνεῦμα μογιλάλον» καὶ «πνεῦμα χαλεπὸν λίαν, ὃ καλεῖται λεγεών», καὶ τὰ «πνευματικὰ τῆς πονηρίας». ἄπειρα δὲ τὰ περὶ πνευμάτων λόγια σοφοῖς. ἀλλ' ὥσπερ οἱ πολλοὶ υἱοὶ θέσει ἢ κλήσει, οὐκ ἀληθείᾳ δέ, διὰ τὸ ἀρχὴν ἔχειν καὶ τέλος * ἁμαρτητικῶς, οὕτω καὶ πνεύματα πλεῖστα θέσει ἢ κλήσει, κἂν ἁμαρτητικὰ ᾖ, τὸ δὲ ἅγιον πνεῦμα μόνον καλεῖται ὑπὸ πατρὸς καὶ υἱοῦ «πνεῦμα ἀληθείας» καὶ πνεῦμα θεοῦ καὶ πνεῦμα Χριστοῦ καὶ πνεῦμα χάριτος. χαρίζεται γὰρ ἑκάστῳ διαφόρως τὸ ἀγαθόν, «ᾧ μὲν πνεῦμα σοφίας, ᾧ δὲ πνεῦμα γνώσεως, ᾧ δὲ πνεῦμα ἰσχύος, ᾧ δὲ πνεῦμα ἰαμάτων, ᾧ δὲ πνεῦμα προφητείας, ᾧ δὲ πνεῦμα διακρίσεως, ᾧ δὲ γλωσσῶν, ᾧ δὲ ἑρμηνειῶν», καὶ τὰ λοιπὰ χαρίσματα, ὥς φησιν «ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται»· ὅτι «τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με, ὁ θεός», φησὶν ὁ Δαυίδ, ἢ «τὸ πνεῦμα ὅπου θέλει πνεῖ», τὸ ἐνυπόστατον διὰ τῶν τοιούτων τοῦ ἁγίου πνεύματος δεικνὺς ἡμῖν, «καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει», καὶ «ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος καὶ πνεύματος», ὅμοιον ᾧ εἶπε Παῦλος «ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα». περὶ τούτου ὁ κύριος «ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν, τὸ πνεῦμα 3.327 τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ». καὶ «ἔτι πολλὰ ἔχω λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν πάντα». 10. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, φησὶν ὁ κύριος, λήψεται, ὃν τρόπον «οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ», οὕτως τολμῶ λέγειν, ὅτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ὁ υἱὸς ἐξ οὗ λαμβάνει, καὶ ὁ πατὴρ παρ' οὗ ἐκπορεύεται, καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς, τὸ διδάσκον τὰ πάντα, τὸ μαρτυροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρός, ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγητής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ, ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός· υἱὸς φυσικός, υἱὸς ἀληθής, υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ καὶ τὸ πνεῦμα οὐχ υἱός, ἀλλὰ πνεῦμα ὀνομαζόμενον. οὗτος ὁ θεὸς δοξαζόμενος ἐν ἐκκλησίᾳ· πατὴρ ἀεί, υἱὸς ἀεί, καὶ πνεῦμα ἅγιον ἀεί, ὑψηλὸς ἐξ ὑψηλοῦ καὶ ὕψιστος, νοερός, δόξαν ἔχων ἀμέτρητον, ᾧ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητά, ἁπαξαπλῶς τὰ σύμπαντα μετρούμενα καὶ περιεχόμενα ἕκαστα. θεότης δὲ μία ἐν Μωυσῇ μάλιστα καταγγέλλεται, δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύσσεται, τριὰς δὲ ἐν εὐαγγελίοις φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. γνῶσις δὲ αὕτη ἀθανασία, ἐκ πίστεως τε αὐτῆς ἡ υἱοθεσία γίνεται. ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωυσῇ· δεύτερον δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς

498

προφητείαις· τρίτον δὲ 3.328 δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθμίζουσα ἐν εὐαγγελικοῖς πρὸς κατοίκησιν ἑαυτῆς, σκηνὴν δὲ ἁγίαν λαὸν ἅγιον, ὃς τὸν δίκαιον ἔχει μόνον τὸν συνόντα τούτοις. κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος, μία θεότης ἄφθαρτος, μία θεότης ἀπερινόητος, ἀκατάληπτος, ἀνεκδιήγητος, ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα, καλοῦσα, προορίζουσα, δοξάζουσα, ἐξ Ἅιδου ὑψοῦσα, ἁγιάζουσα, ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν τὰ τρία ταῦτα, ἐπουράνια, ἐπίγεια καὶ καταχθόνια, πνεῦμα ψυχὴν σάρκα, πίστιν ἐλπίδα ἀγάπην, παρελθόντα ἐνεστῶτα μέλλοντα, αἰώνια, αἰῶνα αἰῶνος, αἰῶνας αἰώνων, σάββατα σαββάτων, περιτομὴν σαρκός, περιτομὴν καρδίας, «περιτομὴν Χριστοῦ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν»· καθόλου δὲ καθαροποιεῖ ἑαυτῇ τὰ πάντα, τὰ ἀόρατα καὶ τὰ ὁρατά, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, δυνάμεις· ἐν πᾶσι δὲ ἡ αὐτὴ φωνὴ ἁγία, ἀπὸ δόξης εἰς δόξαν ἅγιος ἅγιος ἅγιος φωνοῦσα, πατέρα ἐν υἱῷ, υἱὸν δὲ ἐν πατρὶ δοξάζουσα σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. καὶ ἐρεῖ ὁ οὕτω πιστεύων, γένοιτο γένοιτο. Πεπλήρωται τὰ ἐκ τοῦ Ἀγκυρωτοῦ. 11. Καὶ ταῦτα μέν ἐστιν ἃ ἤδη περὶ τῆς πίστεως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος γράφοντες κατὰ τὸ βραχύτατον ἡμῶν τῆς μετριότητος ἐξηγησάμεθα καὶ ἐκ τῶν προρρηθέντων παρεθέμεθα. ἔτι δὲ ἐπιμενοῦμεν εἰς σύστασιν τῆς ἑαυτῶν ζωῆς εὐσεβῶς μαρτυρίας φέροντες καὶ ἐξ ὀρθοῦ λογισμοῦ εὐσεβῶς περὶ θεότητος διαλαμβάνοντες. ὅτι μὲν γὰρ ἐν τοῖς πρὸ τούτου ἀπεδείχθη διὰ πολλῶν μαρτυριῶν ὁ μονογενὴς συμπράττων τῷ πατρὶ καὶ τὰ ἴσα ἐν ἅπασι τελειῶν καὶ χαριζόμενος, ὡς ἐξ αὐτοῦ ὢν καὶ οὐκ ἀλλοῖος παρὰ τὴν τοῦ πατρὸς δύναμιν καὶ θεότητα, ἀλλὰ ὁμοούσιος πατρί, οὐ μόνον δὲ ὁ υἱός, ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα συμπρᾶττον υἱῷ καὶ πατρὶ καὶ τὰ ἴσα ἐργαζόμενον δωρούμενόν τε καὶ χαριζόμενον ὡς βούλεται, ὡς καὶ αὐτὸ ὄντως ἐκ θεοῦ ὂν καὶ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλ' ὁμοούσιον πατρὶ καὶ υἱῷ, παντί τῳ σαφὲς καὶ 3.329 κατὰ πάντα ἐκ τῶν τοσούτων μαρτυριῶν ἀπεδείχθη τε καὶ ἀποδειχθήσεται. νῦν δὲ διὰ τοὺς ἀντιθέτους καὶ ἐχθροὺς τοῦ ἁγίου πνεύματος περὶ μόνου τοῦ ἁγίου πνεύματος τὰ εὐσεβῆ τοῦ ὀρθοῦ λογισμοῦ καὶ τὰ ἀπὸ μαρτυριῶν τῆς αὐτῆς θείας γραφῆς διηγησάμενοι περισσοτέρως ταῖς πρότερον παραθησόμεθα μαρτυρίαις, ἀκολούθως τῇ περὶ ἁγίου πνεύματος ἀληθινῇ εὐσεβείᾳ· ὡς ἔχει γὰρ καὶ ἔστι πνεῦμα ἅγιον ἑνικόν, ὑπὸ πάντων προσκυνούμενον, πᾶσιν ἐπιπόθητον τοῖς κτίσμασί τε καὶ ποιήμασιν, οὐδενὶ ἐξισούμενον, οὐκ ἀγγέλῳ, οὐ πνεύματι ἑτέρῳ, ἀλλ' ἑνικόν· ἐπειδὴ γὰρ καὶ πολλὰ πνεύματά ἐστι, τοῦτο δὲ ἀνώτατον πάντων πνευμάτων, ὡς ὂν ἀεὶ ἐκ πατρὸς καὶ μὴ ἀπὸ τῶν ἄλλων τῶν ἐξ οὐκ ὄντων γενομένων ὄν. πολλὰ γάρ ἐστι πνεύματα, ἓν δὲ τὸ ἅγιον πνεῦμα· ὥσπερ εἷς θεὸς καὶ εἷς μονογενὴς υἱὸς τοῦ θεοῦ, οὕτω καὶ ἓν πνεῦμα ἅγιον θεοῦ, ἀπὸ δὲ θεοῦ καὶ ἐν θεῷ. ἀλλὰ ὁ μὲν μονογενὴς υἱὸς ἀκατάληπτος, τὸ δὲ πνεῦμα ἀκατάληπτον, ἐκ θεοῦ δὲ καὶ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ. οὐ συναλοιφὴ δέ ἐστι πατρὶ καὶ υἱῷ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας, οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα, οὐχ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ' ἡ αὐτὴ θεότης, καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. καὶ τὸ μὲν πνεῦμα πνεῦμα ἅγιον, ὁ δὲ υἱὸς υἱός. τὸ δὲ πνεῦμα παρὰ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, «ἐρευνῶν τὰ βάθη τοῦ θεοῦ», «ἀναγγέλλον» τὰ υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς τριάδος· τρίτον τῇ ὀνομασίᾳ, ἐπειδὴ ἡ τριάς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα «ἀπελθόντες, γάρ φησι, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», ἐπισφραγὶς τῆς χάριτος, σύνδεσμος τῆς τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐκ ἀλλότριον τῆς δωρεᾶς, ἀλλ' εἷς

499

θεός, μία πίστις, εἷς κύριος, ἓν χάρισμα, μία ἐκκλησία, ἓν βάπτισμα. 12. Ἀεὶ γὰρ ἡ τριὰς τριάς, ὡς πολλάκις ἔφην, καὶ οὐδέποτε προσθήκην λαμβάνει, ὡς γλυκίως ἔστιν ὁμολογεῖν καὶ ἀκορέστως λέγειν· «γλύκια» γάρ φησιν ὁ προφήτης «τῷ λάρυγγί μου τὰ λόγιά σου». καὶ εἰ τὰ λόγια γλύκια, πόσῳ γε μᾶλλον τὸ ὄνομα τὸ ἅγιον ἡ τριάς, ἡ πηγὴ πάσης γλυκύ.330 τητος; τριὰς οὖν οὕτως ἀριθμουμένη· πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὐ συναλοιφὴ δὲ ἡ τριάς, οὐ διεστῶσα τῆς ἑαυτῆς μονάδος, ἐν ὑποστάσει δὲ τελειότητος τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. τὸ δὲ ἀνάπαλιν πνεῦμα ταττόμενον ἐν χαρίσμασι· «διαιρέσεις γὰρ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι». Τούτων δὲ οὕτως ἐχόντων ἀσφαλισώμεθα μὴ ἐκπέσωμεν τῆς ἀληθείας, ἀλλ' ὁμολογήσωμεν τὴν ἀλήθειαν, οὐ συνηγοροῦντες ὑπὲρ θεοῦ, ἀλλ' εὐσεβῶς νοοῦντες, ἵνα μὴ ἀπολώμεθα. ἀνένδεκτον γὰρ κτιστόν τι ἐν τριάδι λέγειν ἢ διανοεῖσθαι ἢ ἐπιγένητον, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὔτε συνάδελφος υἱὸς πατρὶ οὔτε συναλοιφή, καὶ τὸ πνεῦμα οὔτε συναλοιφὴ οὔτε συνάδελφον πατρὶ καὶ υἱῷ οὔτε συναλοιφὴ τὸ πνεῦμα πατρὶ καὶ υἱῷ. υἱὸς δὲ γεννητὸς ἐκ πατρὸς καὶ πνεῦμα προελθὸν ἐκ πατρός, ἀνεκδιηγήτως τῆς τριάδος οὔσης ἐν ταυτότητι δοξολογίας καὶ ἀκαταλήπτως υἱοῦ ὄντος σὺν πατρὶ καὶ πνεύματος ἁγίου ὡσαύτως, καὶ μηδέποτε διαλειπούσης τῆς τριάδος τῆς αὐτῆς ἀϊδιότητος. πατὴρ οὖν ἀεὶ ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος, υἱὸς δὲ γεννητός, ἀλλ' ἄκτιστος καὶ ἀκατάληπτος, πνεῦμα ἅγιον ἀεί, οὐ γεννητόν, οὐ κτιστόν, οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας πατρὸς καὶ υἱοῦ πνεῦμα ἅγιον· «πνεῦμα γὰρ ὁ θεός». 13. Τῆς δὲ τοιαύτης ἠσφαλισμένης ἡμῶν ζωῆς αἱ μαρτυρίαι ἐν πάσῃ γραφῇ ἐμφέρονται. ἀπὸ δὲ τῶν πλειόνων ὀλίγα παραθήσομαι κατὰ τὸ δυνατόν, ἵνα μὴ ἀμάρτυρον περὶ πνεύματος καὶ ἐν τῷ παρόντι παρελεύσομαι τὴν ὑφήγησιν. εὐθὺς μὲν γὰρ ὁ πατήρ φησι περὶ τῆς τοῦ υἱοῦ παρουσίας ὅτι «θήσομαι τὸ πνεῦμά μου ἐπ' αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ», ἵνα γνήσιον κηρύξῃ θεὸν τὸ ἅγιον αὐτοῦ πνεῦμα, πᾶσι πιστοῖς εἰς σωτηρίαν. εἶτα δὲ ὁ μονογενὴς τῇ αὐτοῦ μαρτυρίᾳ προσθεὶς φάσκει «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με», ἵνα ἡ ἔνσαρκος αὐτοῦ παρουσία καὶ τῷ πνεύματι τῷ ἁγίῳ ἠσφαλισμένη καὶ πιστοῖς κηρυττομένη σαφῶς ὁμολογηθῇ ἀπὸ τῆς τοῦ Χριστοῦ μαρτυρίας, ὅτι 3.331 οὐκ ἀλλότριον τὸ πνεῦμά ἐστι τοῦ θεοῦ. πάλιν δὲ ὁ κύριος περὶ τοῦ πνεύματος, ὅτι «τὸ πνεῦμα τοῦ πατρός μού ἐστι τὸ λαλοῦν ἐν ὑμῖν», καὶ πάλιν ὡς οὐκ ἀλλοτρίου τοῦ πνεύματος τυγχάνοντος τῆς τοῦ θεοῦ θεότητος, «ἐνεφύσησεν εἰς τὸ πρόσωπον τῶν μαθητῶν, καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον», καὶ πάλιν, ἵνα δείξῃ τὴν ἑαυτοῦ ἰσότητα καὶ ὁμοουσιότητα πρὸς τὸ πνεῦμα αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ τὸ ἅγιον, φησίν «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν», ὡς αὐτοῦ τοῦ κυρίου παρακλήτου ὄντος καὶ τοῦ πνεύματος τοῦ ἁγίου συμπαρακλήτου ὄντος ὁμοίως. οἱ δὲ ἀπόστολοι δεικνύοντες ὅτι οὐ δοῦλον τυγχάνει τὸ πνεῦμα, ἀλλὰ τῆς αὐτῆς θεότητος, τὴν αὐτοῦ αὐθεντίαν ὑποδεικνύντες φασὶ «καὶ εἶπε τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς», καὶ τὰ ἑξῆς. ὁ δὲ ἀπόστολος σαφῶς περὶ αὐτοῦ λέγει «ὁ δὲ κύριός ἐστι τὸ πνεῦμα, οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ «ὑμεῖς ναὸς θεοῦ ἐστε, καὶ τὸ πνεῦμα κυρίου οἰκεῖ ἐν ὑμῖν». εἰ τοίνυν ναὸς θεοῦ καλούμεθα δι' ἐνοίκησιν ἁγίου πνεύματος, τίς τολμήσειε παραιτήσασθαι τὸ πνεῦμα καὶ ἀπαλλοτριῶσαι τῆς τοῦ θεοῦ οὐσίας, σαφῶς τοῦ ἀποστόλου λέγοντος ἡμᾶς ναοὺς θεοῦ γίνεσθαι, διὰ τὸ

500

ἐνοικοῦν πνεῦμα ἅγιον ἐν τοῖς ἀξίοις; πῶς δὲ ἀλλότριον θεοῦ ἔσται τὸ πνεῦμα «τὰ βάθη τοῦ θεοῦ ἐρευνῶν;» καὶ μὴ λέγε μοι· ἐρευνᾷ, καὶ οὔπω γινώσκει, ὥς τινες τολμῶσι βλασφημεῖν καὶ ἑαυτοὺς ἀπολλύειν, ἐπεὶ ἂν καὶ τὸ αὐτὸ λέξωσι περὶ τοῦ πατρός, ὅτι καὶ περὶ αὐτοῦ γέγραπται ὅτι «ἐρευνᾷ ταμεῖα κοιλίας». καὶ εἰ ἀσεβῶς νοήσεις διὰ τὸ μὴ ἐπικεῖσθαι τῷ ἐρευνᾶν τὸ γινώσκειν ἐπὶ τοῦ πνεύματος, ἀσεβήσαις ἂν καὶ περὶ τοῦ πατρὸς τὴν αὐτὴν ἀναγκαζόμενος παρεκφέρειν ὑπόνοιαν. οὔτε γὰρ ἐπὶ πατρὸς ἐρευνῶντος ταμεῖα κοιλίας πρόσκειται τὸ γινώσκειν οὔτε γὰρ χρεία ἦν εἰπεῖν σαφῶς δηλουμένης τῆς τοῦ θεοῦ προγνωσίας ἀπὸ τοῦ ἐρευνᾶν καὶ τὸ τέλειον τῆς ἀποφάσεως ἐχούσης. οὕτω μοι καὶ περὶ πνεύματος καὶ υἱοῦ καὶ πατρὸς νόησον τὴν μίαν γνῶσιν καὶ τὴν προγνωσίαν, σαφῶς ἐχούσης τῆς ἁγίας τριάδος τὴν τελειότητά τε καὶ ταυτότητα. 14. Καὶ ἀμύθητα ἔστι περὶ τούτων λέγειν καὶ ἀπὸ θείας γραφῆς ὄγκον μαρτυριῶν φέρειν καὶ εἰς πλάτος ἐπιμηκύνειν καὶ κάματον ἐμποιεῖν 3.332 τοῖς ἐντυγχάνουσιν. ἀρκετῶς γὰρ ἐν πάσῃ αἱρέσει πολλὰ εἰπόντες τὰς πάσας ἐν θεοῦ δυνάμει ἡμεῖς οἱ ἀσθενεῖς ἀνετρέψαμεν καὶ ἀπεδείξαμεν ἀλλοτρίας οὔσας τῆς ἀληθείας καὶ ἑκάστην αὐτῶν βλασφημοῦσαν καὶ ἀρνουμένην τὴν ἀλήθειαν, κἄν τε ἐν βραχεῖ κἄν τε ἐν πολλῷ, ὡς καὶ οὗτοι οἱ μάτην εἰς τὸν κύριον βλασφημοῦντες καὶ εἰς τὸ ἅγιον πνεῦμα καὶ μὴ ἔχοντες «μήτε ἐνταῦθα μήτε ἐν τῷ μέλλοντι αἰῶνι» κατὰ τὰ ὑπὸ κυρίου εἰρημένα «ἄφεσιν» ἁμαρτιῶν διὰ τὴν εἰς τὸ ἅγιον πνεῦμα βλασφημίαν, καταπατηθέντες ὑπ' αὐτῆς τῆς ἀληθείας δίκην κεράστου δεινοῦ μονοκέρωτος, τοῦ νοῦ τῆς βλασφημίας δυναμένου ὅλον τὸ σῶμα φθείρειν, παισθέντες τῷ τοῦ ξύλου λόγῳ καὶ τῇ τοῦ μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ, ὅτι τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα «οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι ἀφεθήσεται», ὡς ἔφην, καταπατηθέντες καὶ συντριβέντες, μὴ ἰσχύοντες κατὰ τῆς ἀληθείας. «πύλαι γὰρ Ἅιδου» ἀληθῶς πᾶσαι αἱ αἱρέσεις, ἀλλὰ «κατὰ τῆς πέτρας οὐ κατισχύσουσι», τουτέστι κατὰ τῆς ἀληθείας. κἄν τε γὰρ ἐξ αὐτῶν τινες θελήσειαν λέγειν ὅτι «τὴν μὲν πίστιν τὴν ἐκτεθεῖσαν κατὰ Νίκαιαν καὶ αὐτοὶ ὁμολογοῦμεν· δεῖξον δέ μοι ἀπ' αὐτῆς ὅτι τὸ ἅγιον πνεῦμα ἐν τῇ θεότητι συναριθμεῖται», εὑρεθήσονται καὶ ἀπ' αὐτῆς ἐλεγχόμενοι. οὐ γέγονε δὲ τότε περὶ τοῦ πνεύματος ἡ ζήτησις. πρὸς γὰρ τὸ ὑποπῖπτον ἐν καιρῷ καὶ καιρῷ αἱ σύνοδοι τὴν ἀσφάλειαν ποιοῦνται. ἐπεὶ οὖν ὁ Ἄρειος εἰς τὸν υἱὸν τὴν δυσφημίαν ἀπετείνετο, τούτου ἕνεκα μετὰ περισσῆς διαλογῆς ἀκρίβεια τῶν λόγων γεγένηται. ὅρα δὲ ἀπ' αὐτῆς τῆς ὁμολογίας ὅτι οὔτε ἐν τούτῳ εὑρεθήσονταί τι λέγοντες οἱ εἰς τὸ πνεῦμα βλασφημοῦντες, οἱ Πνευματομάχοι καὶ ἀλλότριοι τῆς αὐτοῦ δωρεᾶς καὶ ἁγιαστείας. εὐθὺς γὰρ ἡ ἔκθεσις ὁμολογεῖ καὶ οὐκ ἀρνεῖται· «πιστεύομεν γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα». τὸ δὲ πιστεύομεν οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ ἡ πίστις εἰς τὸν θεὸν «καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν»· καὶ οὐχ ἁπλῶς εἴρηται, ἀλλ' εἰς θεὸν ἡ πίστις «καὶ εἰς τὸ ἅγιον πνεῦμα»· καὶ οὐχ ἁπλῶς εἴρηται, ἀλλ' εἰς μίαν δοξολογίαν καὶ εἰς μίαν ἕνωσιν θεότητος καὶ μίαν ὁμοουσιότητα, εἰς τρία τέλεια, μίαν δὲ θεότητα, μίαν οὐσίαν, μίαν δοξολογίαν, μίαν κυριότητα ἀπὸ τοῦ «πιστεύομεν» καὶ «πιστεύομεν» καὶ «πιστεύομεν». καὶ ἐνταῦθα διέπεσεν ὁ τῶν τοιούτων λόγος. καὶ ἕως ποῦ μηκύνω τὸν λόγον, ἀρκετῶς ἡγησάμενος τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι τὰ κατὰ τούτων εἰρημένα; διὸ ὑπερβήσομαι καὶ ταύτην, δεόμενος θεοῦ ἡμῶν συνήθως ἀντιλαβέσθαι πρὸς τὴν τούτων ἀνατροπὴν ἁπάντων, ὅπως ἐν τῇ αὐτοῦ δυνάμει τὸ ἐπάγγελμα τελειώσαντες κατὰ πάντα αὐτῷ εὐχαριστήσωμεν. 3.333 Κατὰ Ἀερίου ˉνˉε, τῆς δὲ ἀκολουθίας ˉοˉε. 1. Ἀέριός τις πάλιν ὡσαύτως τῷ κόσμῳ γεγένηται μέγα κακόν, ἐμβροντηθεὶς τὴν ἔννοιαν, ἐπαρθεὶς τὸ φρόνημα. πᾶσαν γὰρ αἵρεσιν κακοβουλία τῶν γενομένων ἀπ' ἀρχῆς ἄχρι τέλους ἢ

501

κενοδοξίας ἢ ἐπάρσεως φρόνημα εἰργάσατο, ἢ ἐπιθυμίας ὄρεξις ἢ ζῆλος πρὸς τοὺς πέλας ἢ παροξυσμὸς ἢ προπέτεια. τὸ δὲ πᾶν ἐκ διαβόλου ἡ τύφλωσις, οὐ τοῦ διαβόλου ἰσχύοντος ἀπατᾶν τὸν μὴ βουλόμενον, ἀλλὰ ἑκάστου ἑαυτῷ παραιτίου γινομένου τῆς περὶ τὴν ἁμαρτίαν ἐργασίας, «ἵνα» φησίν «οἱ δόκιμοι φανεροὶ γένωνται». Οὗτος ὁ Ἀέριος ἔτι καὶ δεῦρο ζῇ ἐν σαρκὶ καὶ περίεστι τῷ βίῳ, Ἀρειανὸς μὲν τὸ πᾶν. ἄλλως γὰρ οὐ φρονεῖ, ἀλλ' ὡς Ἄρειος, καὶ ἔτι ἐπέκεινα μειζόνως τὰ Ἀρείου ἐπιζητήσας, ὠξυμμένος τε τὴν γλῶτταν καὶ ἐξωπλισμένος ἐν χείλεσιν, ἐν τούτῳ τῷ μέρει, ὅπως ἐξελκύσῃ εἰς ἑαυτὸν ἠπατημένον στρατὸν καὶ πληθὺν τῶν ἀεὶ τὰς ἀκοὰς γαργαλιζομένων καὶ τὴν διάνοιαν ὑποχαλωμένων. καὶ γὰρ καὶ αὐτὸς τῷ βίῳ ἐφεύρατό τινα μεγάλην μυθώδη κενοδοξίαν, γέλοιον μέν τι ἐμποιοῦσαν τοῖς ἔμφροσιν, ὅμως διὰ τούτου πολλοὺς ἠπάτησε καὶ παρείλκυσεν. οὗτος γίνεται συσχολαστὴς Εὐσταθίου Σεβαστίου τοῦ τῆς Σεβαστείας, Πόντου τῆς καλουμένης χώρας ἤτοι μικρᾶς Ἀρμενίας. ὁμοῦ γὰρ ἦσαν ἀσκοῦντες ὅ τε προειρημένος Εὐστάθιος καὶ ὁ Ἀέριος. ὅτε δὲ ὁ Εὐστάθιος ἦλθεν εἰς τὴν ἐπισκοπήν, ἐκεῖνος μᾶλλον ἐπεθύμει, ἀλλ' οὐκ ἔφθασεν εἰς τοῦτο. ἐντεῦθεν ζῆλος γίνεται. ἐδόκει δὲ προσλιπαρεῖν ὁ Εὐστάθιος τὸν Ἀέριον. αὐτίκα γὰρ ὕστερον καθιστᾷ τοῦτον πρεσβύτερον τό τε ξενοδοχεῖον αὐτῷ ἐμπιστεύει, ὅπερ ἐν τῷ Πόντῳ καλεῖται πτωχοτροφεῖον. τοιαῦτα γάρ τινα κατασκευάζουσι κατὰ φιλοξενίαν καὶ τοὺς λελωβημένους καὶ ἀδυνάτους ἐκεῖσε ποιοῦντες καταλύειν * ἐπιχορηγοῦσι κατὰ δύναμιν οἱ τῶν ἐκκλησιῶν προστάται. 2. Ἐπεὶ οὖν ἡ μῆνις ἀπ' αὐτοῦ οὐ διέλειπε, καθ' ἑκάστην ἡμέραν ηὔξανον οἱ λόγοι καὶ προέβαινεν ἀνὰ μέσον αὐτῶν ὁ ζῆλος, λόγοι τε οὐκ ἀγαθοὶ καὶ διαβολαὶ ὑπὸ τοῦ Ἀερίου κατὰ Εὐσταθίου ἐγίνοντο. ὁ δὲ ἐπίσκοπος Εὐστάθιος μετακαλούμενος τὸν Ἀέριον ἐθώπευε, παρῄνει, ἠπείλει, ἐνεβριμεῖτο, παρεκάλει καὶ οὐδὲν ἤνυε. τὸ γὰρ ἐξ ἀρχῆς καταβληθὲν εἰς μέγα κακὸν τὸ ἔργον ἤλαυνε. πέρας γοῦν καταλιπὼν τὸ πτωχο.334 τροφεῖον ὁ Ἀέριος ἀνεχώρησεν, ἐντεῦθεν τὴν πρόφασιν * ὥσπερ κατὰ ἐχθροῦ βουλόμενός τις εὑρεῖν ἢ κατὰ πολεμίου ἐπαφεῖναι βέλος, ἀνηρεύνα, καὶ λοιπὸν πᾶσι διαβάλλων τὸν Εὐστάθιον ἔλεγεν· οὐκέτι τοιοῦτος ὑπάρχει, * ἀλλ' ἔκλινεν εἰς χρημάτων συναγωγὴν καὶ εἰς κτῆσιν παντοίαν. ἅτινα ἦν ταῦτα συκοφαντία μὲν παρ' ἐκείνου, τῇ δὲ ἀληθείᾳ τὰς ἐκκλησιαστικὰς χρείας ἔχων μετὰ χεῖρας ὁ Εὐστάθιος ἄλλως οὐκ ἠδύνατο πράττειν. καὶ ἦν πιθανὰ τὰ ὑπὸ τοῦ Ἀερίου λεγόμενα. Νομίσειε δ' ἄν τις, ἐπειδήπερ κατὰ Ἀερίου λέγοντες Εὐστάθιον παρηγάγομεν, μή τι ἄρα καὶ τὸν Εὐστάθιον ἐν ἐπαίνοις ἔχομεν. τὸν μὲν γὰρ βίον αὐτοῦ καὶ τὴν πολιτείαν οὐκ ὀλίγοι ἄνδρες θαυμάζουσιν· εἴθε δὲ καὶ τῇ πίστει ὀρθῶς ἐφρόνησε. τὸ γὰρ Ἀρείου καὶ αὐτὸς ἀπ' ἀρχῆς ἕως τέλους κατέσχε, καὶ οὔτε αἱ θλίψεις τῶν διωγμῶν αὐτὸν διωρθώσαντο· ἐδιώχθη γὰρ μετὰ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον καὶ λοιπούς. ἔδοξε δὲ καὶ πρὸς Λιβέριον Ῥώμης τὸν μακαρίτην πρεσβεύειν ἅμα ἄλλοις ἐπισκόποις καὶ τῇ ἐκθέσει τῆς κατὰ Νίκαιαν γενομένης συνόδου καὶ τῇ ὁμολογίᾳ τῆς ὀρθοδοξίας ὑπογεγραφέναι· εἰς ὕστερον δὲ ὥσπερ μνησθεὶς καὶ ἐξ ὀνείρων ἀναστὰς τὰ ἑαυτοῦ πάλιν πρῶτα τῆς τῶν Ἀρειανῶν κακοδοξίας ἐπισκεπτόμενος οὐ διέλειπεν. ὅμως περὶ Ἀερίου ἡμῖν ὁ λόγος ἐστί· διὸ αὖθις πρὸς αὐτὸν ἐπιστρεπτέον. 3. Οὗτος ὁ Ἀέριος διὰ τοὺς τοιούτους λόγους σεμνύνεται μὲν ἀποταξίαν ἐν ἀρχῇ, καταλιπὼν δὲ τὸ πτωχοτροφεῖον παρείλκυσε πολὺν χορὸν ἀνδρῶν τε καὶ γυναικῶν. ἀπηλαύνετο δὲ αὐτὸς μετὰ τῆς αὐτοῦ φατρίας ἀπὸ τῶν ἐκκλησιῶν καὶ ἀγρῶν καὶ κωμῶν καὶ τῶν ἄλλων πόλεων. πολλάκις δὲ μετὰ πολλοῦ ὄχλου τοῦ ἰδίου νιφόμενοι ἀγρόθεν διετέλουν, ὕπαιθροί τε καὶ ὑπὸ πέτρας αὐλιζόμενοι, ἐν ὕλαις καταφεύγοντες. ἦν δὲ αὐτοῦ ὁ λόγος μανιώδης μᾶλλον ἤπερ καταστάσεως ἀνθρωπίνης, καί φησι· «τί ἐστιν ἐπίσκοπος πρὸς

502

πρεσβύτερον; οὐδὲν διαλλάττει οὗτος τούτου· μία γάρ ἐστι τάξις καὶ μία, φησί, τιμὴ καὶ ἓν ἀξίωμα. χειροθετεῖ, φησίν, ἐπίσκοπος, ἀλλὰ καὶ ὁ πρεσβύτερος· λουτρὸν δίδωσιν ὁ ἐπίσκοπος, ὁμοίως καὶ ὁ πρεσβύτερος· τὴν λατρείαν τῆς οἰκονομίας ποιεῖ ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος ὡσαύτως· καθέζεται ὁ ἐπίσκοπος ἐπὶ τοῦ θρόνου, καθέζεται καὶ ὁ πρεσβύτερος». ἐν τούτῳ πολλοὺς ἠπάτησε, οἳ καὶ ἀρχηγὸν τοῦτον 3.335 ἐσχήκασιν. εἶτά φησι· τί ἐστι τὸ Πάσχα, ὅπερ παρ' ὑμῖν ἐπιτελεῖται; Ἰουδαϊκοῖς πάλιν μύθοις προσανέχετε. οὐ γὰρ χρή, φησί, τὸ Πάσχα ἐπιτελεῖν· «τὸ γὰρ Πάσχα ἡμῶν ἐτύθη Χριστός». Εἶτα μετέπειτα· τίνι τῷ λόγῳ μετὰ θάνατον ὀνομάζετε, φησίν, ὀνόματα τεθνεώτων; εἰ εὔχεται, γάρ φησιν, ὁ ζῶν ἢ οἰκονομίαν ἐποίησε, τί ὠφεληθήσεται ὁ τεθνεώς; εἰ δὲ ὅλως εὐχὴ τῶν ἐνταῦθα τοὺς ἐκεῖσε ὤνησεν, ἄρα γοῦν μηδεὶς εὐσεβείτω μηδὲ ἀγαθοποιείτω, ἀλλὰ κτησάσθω φίλους τινάς, δι' οὗ βούλεται τρόπου, ἤτοι χρήμασι πείσας ἤτοι φίλους ἀξιώσας ἐν τῇ τελευτῇ, καὶ εὐχέσθωσαν περὶ αὐτοῦ, ἵνα μή τι ἐκεῖ πάθῃ μηδὲ τὰ ὑπ' αὐτοῦ γενόμενα τῶν ἀνηκέστων ἁμαρτημάτων ἐκζητηθῇ. Ἀλλ' οὔτε νηστεία, φησίν, ἔσται τεταγμένη. ταῦτα γὰρ Ἰουδαϊκά ἐστι καὶ «ὑπὸ ζυγὸν δουλείας»· «δικαίῳ γὰρ νόμος οὐ κεῖται, ἀλλὰ πατρολῴοις καὶ μητρολῴοις καὶ λοιποῖς». εἰ γὰρ ὅλως βούλομαι νηστεύειν, οἵαν δ' ἂν αἱρήσομαι ἡμέραν ἀπ' ἐμαυτοῦ νηστεύων διὰ τὴν ἐλευθερίαν. ὅθεν παρ' αὐτοῖς πεφιλοτίμηται μᾶλλον ἐν κυριακῇ νηστεύειν, τετράδα δὲ καὶ προσάββατον ἐσθίειν. πολλάκις δὲ καὶ τὴν τετράδα νηστεύουσιν, οὐχὶ θεσμῷ, ἀλλὰ ἰδίᾳ προαιρέσει, φησίν. ἔν τε ταῖς ἡμέραις τοῦ Πάσχα, ὅτε παρ' ἡμῖν χαμευνίαι, ἁγνεῖαι, κακοπάθειαι, ξηροφαγίαι, εὐχαί, ἀγρυπνίαι τε καὶ νηστεῖαι, καὶ πᾶσαι τῶν ψυχῶν * αἱ σωτηρίαι τῶν ἁγίων Πάσχων, αὐτοὶ ἀφ' ἕωθεν ὀψωνοῦσι κρέα τε καὶ οἶνον, ἑαυτῶν τὰς φλέβας γεμίζοντες, ἀνακαγχάζουσί τε γελῶντες, χλευάζοντες τοὺς τὴν ἁγίαν ταύτην λατρείαν τῆς ἑβδομάδος τοῦ Πάσχα ἐπιτελοῦντας. καὶ γὰρ εἰ καὶ ἀποτακτικὸν ἐσχήκασιν οὗτοι τρόπον, οὐκ ἤσκηται παρ' αὐτοῖς, πολὺ δέ τι κρεωφαγιῶν καὶ οἰνοποσιῶν γίνεται, ἀλλ' εἰ ἄρα τινὲς σπάνιοι ἐν μέσῳ αὐτῶν ἀπ' ἰδίας προαιρέσεως βούλοιντο τοῦτο ποιεῖν. μᾶλλον δέ εἰσιν οἱ πλείους αὐτῶν κεχρημένοι δαψιλέσιν ἐδωδῶν σαρκοφαγίαις καὶ οἰνοποσίαις, ὡς πολλάκις ἔφην. ταῦτά ἐστι τὰ παρὰ Ἀερίου τῷ βίῳ ἐξεμεθέντα. 4. Ὑποδεικνύει τοίνυν τὴν ἔννοιαν καὶ τὴν αὐτοῦ ἀπιστίαν καὶ τὰ δι' αὐτοῦ πάλιν τῷ βίῳ εἰς κακομήχανον τέχνην ἐμβροντηθέντα. εἰς 3.336 δὲ τὰς πρὸς αὐτὸν ἀντιθέσεις ἐλευσόμεθα, ὀλίγα διηγούμενοι καὶ οὕτως παρερχόμενοι. καὶ ὅτι μὲν ἀφροσύνης ἐστὶ τὸ πᾶν ἔμπλεων, τοῖς σύνεσιν κεκτημένοις κατὰ τοῦτο δῆλον τὸ λέγειν αὐτὸν ἐπίσκοπον καὶ πρεσβύτερον ἴσον εἶναι. καὶ πῶς ἔσται τοῦτο δυνατόν; ἡ μὲν γάρ ἐστι πατέρων γεννητικὴ τάξις· πατέρας γὰρ γεννᾷ τῇ ἐκκλησίᾳ, ἡ δὲ πατέρας μὴ δυναμένη γεννᾶν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας τέκνα γεννᾷ τῇ ἐκκλησίᾳ, οὐ μὴν πατέρας ἢ διδασκάλους. καὶ πῶς οἷόν τε ἦν τὸν πρεσβύτερον ἐπίσκοπον καθιστᾶν μὴ ἔχοντα χειροθεσίαν τοῦ χειροτονεῖν, ἢ εἰπεῖν αὐτὸν εἶναι ἴσον τῷ ἐπισκόπῳ; ἠπάτησε δὲ τὸν προειρημένον Ἀέριον ἡ αὐτοῦ ἐρεσχελία καὶ ὁ ζῆλος. Φέρει δὲ εἰς ἑαυτοῦ πλάνην καὶ τῶν αὐτοῦ ἀκουόντων ὅτι ὁ ἀπόστολος γράφει «πρεσβυτέροις καὶ διακόνοις», καὶ οὐ γράφει ἐπισκόποις, καὶ τῷ ἐπισκόπῳ φησί «μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, οὗ ἔλαβες διὰ χειρῶν τοῦ πρεσβυτερίου», πάλιν δὲ ἐν ἄλλῳ τόπῳ «ἐπισκόποις καὶ διακόνοις», ὡς εἶναι, φησί, τὸν αὐτὸν ἐπίσκοπον, τὸν αὐτὸν πρεσβύτερον. καὶ οὐκ οἶδεν ὁ τὴν ἀκολουθίαν τῆς ἀληθείας ἀγνοήσας καὶ ἱστορίαις βαθυτάταις μὴ ἐντυχὼν ὅτι νέου ὄντος τοῦ κηρύγματος πρὸς τὰ ὑποπίπτοντα ἔγραφεν ὁ ἅγιος ἀπόστολος. ὅπου μὲν ἦσαν ἐπίσκοποι ἤδη κατασταθέντες, ἔγραφεν ἐπισκόποις καὶ διακόνοις· οὐ γὰρ πάντα εὐθὺς ἠδυνήθησαν οἱ ἀπόστολοι καταστῆσαι. πρεσβυτέρων γὰρ ἐγίνετο χρεία καὶ

503

διακόνων· διὰ γὰρ τῶν δύο τούτων τὰ ἐκκλησιαστικὰ δύνανται πληροῦσθαι. ὅπου δὲ οὐχ εὑρέθη τις ἄξιος ἐπισκοπῆς, ἔμεινεν ὁ τόπος χωρὶς ἐπισκόπου· ὅπου δὲ γέγονε χρεία καὶ ἦσαν ἄξιοι ἐπισκοπῆς, κατεστάθησαν ἐπίσκοποι. πλήθους δὲ μὴ ὄντος οὐχ εὑρέθησαν ἐν αὐτοῖς πρεσβύτεροι κατασταθῆναι, καὶ ἠρκέσθησαν ἐπὶ τῷ κατὰ τόπον μόνῳ ἐπισκόπῳ. ἄνευ δὲ διακόνου ἐπίσκοπον ἀδύνατον εἶναι. καὶ ἐπεμελήσατο ὁ ἅγιος ἀπόστολος διακόνους εἶναι τῷ ἐπισκόπῳ διὰ τὴν ὑπηρεσίαν, οὕτω τῆς ἐκκλησίας λαβούσης τὰ πληρώματα τῆς οἰκονομίας. οὕτω κατ' ἐκεῖνο καιροῦ ἦσαν οἱ τόποι· καὶ γὰρ ἕκαστον πρᾶγμα οὐκ ἀπ' ἀρχῆς τὰ πάντα ἔσχεν, ἀλλὰ προβαίνοντος τοῦ χρόνου τὰ πρὸς τελείωσιν τῶν χρειῶν κατηρτίζετο. 5. Εὐθὺς μὲν γὰρ Μωυσῆς πέμπεται εἰς Αἴγυπτον κατὰ τὴν παλαιὰν διαθήκην, ῥάβδῳ μόνῃ ὑπὸ τοῦ θεοῦ δὲ ἀπεσταλμένος. ἐν δὲ τῷ εἰσελθεῖν εἰς Αἴγυπτον προστίθεται αὐτῷ εἰς βοήθειαν Ἀαρὼν ὁ ἀδελφὸς 3.337 αὐτοῦ. εἶτα μετὰ τὸ πιστεῦσαι αὐτῷ τὸν ἀδελφὸν συνήχθη πρὸς αὐτὸν ἡ γερουσία καὶ οἱ ἀρχηγοὶ τοῦ λαοῦ κατ' ἐκεῖνο καιροῦ. καὶ μετὰ ταῦτα κρατυνομένου τοῦ ἔργου καὶ τῆς ἀκολουθίας συναγομένης διεπέρασε τὴν θάλασσαν. καὶ οὔπω ἦσαν κατὰ τὸν νόμον, ἕως ὅτε ὁ κύριος αὐτὸν καλεῖ εἰς τὸ ὄρος. δίδωσι δὲ αὐτῷ τὰς πτύχας καὶ ὑποδείκνυσιν αὐτῷ σκηνὴν κατασκευάσαι, ἀρχηγούς τε προστήσασθαι, δεκάρχους, πεντηκοντάρχους, ἑκατοντάρχους, χιλιάρχους. καὶ ὁρᾷς πῶς τὰ πράγματα πλατύνεται; «ὅρα, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει Σινᾶ». καὶ ὁρᾷς πῶς προσετέθη τῇ νομοθεσίᾳ ἑπτάμυξος λυχνία, ποδήρη, ἱερατικὰ ἐνδύματα, κώδωνές τε καὶ μανδύαι, ἐπωμίδες τε καὶ κιδάρεις, μίτραι τε καὶ λίθων διαφόρων συνθέσεις, κύαθοι, θυΐσκαι, λουτῆρες, θυσιαστήρια, τρυβλία, μασμαρώθ, ἅτινά ἐστι διϋλιστήρια, μιδικώθ, ἅτινα καλοῦνται κύαθοι, μαχωνώθ, αἵτινες εἰσὶ βάσεις, καὶ ὅσαπερ ὁ νόμος διαλέγεται, Χερυβὶμ καὶ τὰ ἄλλα, κιβωτὸς διαθήκης, ἀναφορεῖς τε καὶ δακτύλιοι, σκηνή τε καὶ δέρρεις καὶ δέρματα ἠρυθροδανωμένα, ἀγκύλαι τε καὶ τὰ ἄλλα, πυλωροὶ καὶ σάλπιγγες ἐλαταὶ καὶ καμπύλαι, καὶ χρυσαῖ καὶ ἀργυραῖ, χαλκαῖ καὶ κερατίναι, καὶ τὰ ἄλλα ὅσαπερ ὁ νόμος ἔφη, θυσίαι διάφοροι, διδασκαλίαι. ἐπειδὴ ἀπ' ἀρχῆς ταῦτα οὐκ ἦν, ἆρα μετὰ τὸ γενέσθαι τὴν τάξιν οὐκ εἴληφε στάσιν τὰ πράγματα; οὕτω καὶ τὰ παρὰ τῷ ἀποστόλῳ γεγραμμένα, ἕως ὅτε ἐπλατύνθη ἡ ἐκκλησία, ἕως ὅτε εἰς τὸ ἴδιον μέτρον ἐλήλακεν, ἕως ὅτε τὸν κόσμον τῆς συνέσεως ἐπλήρωσε, ἥτις δικαιότατα ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ᾠκονόμηται. καὶ ἔπεσεν ὁ τοῦ Ἀερίου λόγος. Καὶ ὅτι μὲν οὐ δύναται ταυτὸν εἶναι διδάσκει ὁ θεῖος λόγος διὰ τοῦ ἁγίου ἀποστόλου σημαίνων, τίς μέν ἐστιν ἐπίσκοπος, τίς δέ ἐστι πρεσβύτερος, ὡς λέγει Τιμοθέῳ ἐπισκόπῳ ὄντι, «πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα». τί εἶχε πρᾶγμα ἐπίσκοπον πρεσβυτέρῳ μὴ ἐπιπλήττειν, εἰ μὴ ἦν ὑπὲρ τὸν πρεσβύτερον ἔχων τὴν ἐξουσίαν; ὡς καὶ πάλιν λέγει «κατὰ πρεσβυτέρου μὴ ταχέως κατηγορίαν δέχου, εἰ μή τι ἐπὶ δύο καὶ τριῶν μαρτύρων»· καὶ οὐκ εἶπε τινὶ τῶν πρεσβυτέρων· μὴ δέξῃ κατηγορίαν κατὰ ἐπισκόπου, οὐδὲ ἔγραψε τῶν πρεσβυτέρων τινὶ μὴ ἐπιπλήττειν ἐπισκόπῳ. καὶ ὁρᾷς ὅτι παντὸς τοῦ ἐκ τοῦ διαβόλου παρασαλευομένου ἡ πτῶσις οὐ μικρά τίς ἐστιν. 3.338 6. Ἴδωμεν δὲ καὶ τὰ ἄλλα αὐτοῦ καὶ διασκοπήσωμεν. καὶ περὶ τοῦ Πάσχα πρῶτον εἴπωμεν, ὥς φησι «τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός»· ἴδωμεν αὐτὸν τὸν εἰπόντα, εἰ οὐκ ἐπετέλει. καί φησιν «ἔσπευδεν ὅπως ποιήσῃ τὴν Πεντηκοστὴν εἰς Ἱερουσαλήμ». ποίαν δὲ τὴν Πεντηκοστὴν ἐπετέλει Παῦλος, εἰ μὴ Πάσχα ἐπετέλεσε; τίνι δὲ οὐ συμπεφώνηται ἐν πᾶσι κλίμασι τῆς οἰκουμένης ὅτι τετρὰς καὶ προσάββατον νηστεία ἐστὶν ἐν τῇ ἐκκλησίᾳ ὡρισμένη; εἰ δὲ καὶ χρὴ τὸ τῆς διατάξεως τῶν ἀποστόλων λέγειν, πῶς ἐκεῖ ὡρίζοντο τετράδα καὶ προσάββατον νηστείαν διὰ παντὸς χωρὶς Πεντηκοστῆς, καὶ περὶ τῶν ἓξ ἡμερῶν τοῦ

504

Πάσχα πῶς παραγγέλλουσι μηδενὸς ὅλως μεταλαμβάνειν ἢ ἄρτου καὶ ἁλὸς καὶ ὕδατος, ποίαν τε ἡμέραν ἄγειν πῶς τε ἀπολύειν εἰς ἐπιφώσκουσαν κυριακήν, φανερόν ἐστι. τίς δὲ μᾶλλον ἐπίσταται τούτων; ὁ ἠπατημένος ἄνθρωπος, ὁ νῦν ἐνδημήσας καὶ ἕως νῦν ἐν τῷ βίῳ περιών, ἢ οἱ πρὸ ἡμῶν μάρτυρες γεγονότες, ἔχοντες πρὸ ἡμῶν τὴν παράδοσιν ἐπὶ τῆς ἐκκλησίας καὶ οὕτως παρειληφότες παρὰ τῶν αὐτῶν πατέρων, τῶν τε αὐτῶν πατέρων πάλιν μεμαθηκότων παρὰ τῶν πρὸ αὐτῶν γεγονότων, ὡς ἡ ἐκκλησία παραλαβοῦσα παρὰ τῶν αὐτῆς πατέρων ἄχρι καὶ τῆς δεῦρο κατέχει τὴν ἀληθινὴν πίστιν καὶ τὰς παραδόσεις; καὶ διαπιπτέτω πάλιν ἡ τούτου ἔννοια ἡ περὶ τοῦ Πάσχα. εἶτα δὲ εἰ μὴ περὶ τῆς αὐτῆς ὑποθέσεως τετράδων καὶ προσαββάτων οἱ αὐτοὶ ἀπόστολοι ἐν τῇ διατάξει ἔλεγον, καὶ ἄλλως ἐκ πανταχόθεν εἴχομεν ἀποδεῖξαι· ὅμως περὶ τούτου ἀκριβῶς γράφουσι, παρείληφε δὲ ἡ ἐκκλησία καὶ ἐν ὅλῳ τῷ κόσμῳ συμπεφώνηται, πρὶν γὰρ τοῦ εἶναι Ἀέριον καὶ τοὺς ἀπ' αὐτοῦ Ἀεριανούς. τάχα γὰρ καὶ κατὰ τοῦτο δικαιότατον ὄνομα εἴληφεν· ἀέριον γὰρ πνεῦμα ἔσχεν ἐξ ἀκαθαρσίας ἀπὸ τῶν ἀερίων «πνευμάτων τῆς πονηρίας», τὸ ἐν αὐτῷ οἰκῆσαν κατὰ τῆς ἐκκλησίας. 7. Ἔπειτα δὲ περὶ τοῦ ὀνόματα λέγειν τῶν τελευτησάντων, τί ἂν εἴη τούτου προυργιαίτερον; τί τούτου καιριώτερον καὶ θαυμασιώτερον; πιστεύειν μὲν τοὺς παρόντας ὅτι οἱ ἀπελθόντες ζῶσι καὶ ἐν ἀνυπαρξίᾳ οὐκ εἰσίν, ἀλλὰ εἰσὶ καὶ ζῶσι παρὰ τῷ δεσπότῃ; καὶ ὅπως ἂν τὸ σεμνότατον κήρυγμα διηγήσοιτο, ὡς ἐλπίς ἐστιν ὑπὲρ ἀδελφῶν εὐχομένοις, ὡς ἐν 3.339 ἀποδημίᾳ τυγχανόντων; ὠφελεῖ δὲ καὶ ἡ ὑπὲρ αὐτῶν γινομένη εὐχή, εἰ καὶ τὰ ὅλα τῶν αἰτιαμάτων μὴ ἀποκόπτοι, ἀλλ' οὖν γε διὰ τὸ πολλάκις ἐν κόσμῳ ἡμᾶς ὄντας σφάλλεσθαι ἀκουσίως τε καὶ ἑκουσίως, ἵνα τὸ ἐντελέστερον σημανθῇ. καὶ γὰρ ὑπὲρ δικαίων ποιούμεθα τὴν μνήμην καὶ ὑπὲρ ἁμαρτωλῶν· ὑπὲρ μὲν ἁμαρτωλῶν ὑπὲρ ἐλέους θεοῦ δεόμενοι, ὑπὲρ δὲ δικαίων καὶ πατέρων καὶ πατριαρχῶν, προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ μαρτύρων καὶ ὁμολογητῶν, ἐπισκόπων τε καὶ ἀναχωρητῶν καὶ παντὸς τοῦ τάγματος, ἵνα τὸν κύριον Ἰησοῦν Χριστὸν ἀφορίσωμεν ἀπὸ τῆς τῶν ἀνθρώπων τάξεως διὰ τῆς πρὸς αὐτὸν τιμῆς καὶ σέβας αὐτῷ ἀποδῶμεν, ἐν ἐννοίᾳ ὄντες ὅτι οὐκ ἔστιν ἐξισούμενος ὁ κύριός τινι τῶν ἀνθρώπων, κἄν τε μυρία καὶ ἐπέκεινα ἐν δικαιοσύνῃ πράξας ὑπάρχῃ ἕκαστος ἀνθρώπων. πῶς γὰρ οἷόν τε εἴη τοῦτο; ὁ μὲν γάρ ἐστι θεός, ὁ δὲ ἄνθρωπος, καὶ ὁ μὲν ἐν οὐρανῷ, ὁ δὲ ἐπὶ τῆς γῆς, διὰ τὰ ἐπὶ γῆς λείψανα, πάρεξ τῶν ἀναστάντων καὶ συνεισελθόντων ἐν τῷ νυμφῶνι, ὥς φησι τὸ ἅγιον εὐαγγέλιον «πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν καὶ συνεισῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν». ἁγίαν δὲ πόλιν λέγει ποίαν ταύτην; πληροῦται γὰρ κατ' ἀμφοῖν ὁ λόγος εἰς τὴν ἐνταῦθα καὶ εἰς τὴν ἄνω. ὅτι μὲν γὰρ εἰς τὴν ἐνταῦθα Ἱερουσαλὴμ συνεισῆλθον αὐτῷ πρῶτον, τοῦτο δῆλον. πρὶν ἢ δὲ τοῦ ἀναβῆναι τὸν σωτῆρα εἰς τὸν οὐρανόν, οὐδεὶς ἀναβέβηκεν ἕως ὅτε αὐτῷ συνανῆλθον. «οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου». ἀλλὰ περὶ τούτων ἐν τῷ τόπῳ γενόμενοι τὰς δύο λέξεις ὑπεδείξαμεν. εἰ δέ τις ἐρεῖ ὅτι ἆρα εἰς τὴν Ἱερουσαλὴμ εἰσῆλθον· μαθέτω ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ «τῶν θυρῶν κεκλεισμένων παρέστη ὁ Ἰησοῦς ἔνθα ἦσαν οἱ μαθηταὶ συνηγμένοι, καί φησιν αὐτοῖς· εἰρήνη ὑμῖν». 3.340 8. Εἶτα δὲ περὶ τούτου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας, ὅτι ἀναγκαίως ἡ ἐκκλησία τοῦτο ἐπιτελεῖ, παράδοσιν λαβοῦσα παρὰ πατέρων. τίς δὲ δυνήσεται θεσμὸν μητρὸς καταλύειν ἢ νόμον πατρός; ὡς τὰ παρὰ τῷ Σολομῶντι εἰρημένα σημαίνει «ἄκουε, υἱέ, λόγους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου», δείξας ὅτι ἐγγράφως τε καὶ ἀγράφως ἐδίδασκεν ὁ πατήρ, τουτέστιν ὁ θεός, ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα· ἡ δὲ μήτηρ ἡμῶν ἡ ἐκκλησία εἶχε θεσμοὺς ἐν αὐτῇ κειμένους ἀλύτους, μὴ δυναμένους καταλυθῆναι. τεταγμένων

505

τοίνυν τῶν ἐν τῇ ἐκκλησίᾳ θεσμῶν καὶ καλῶς ἐχόντων καὶ τῶν πάντων θαυμασίων γινομένων ἐλήλεγκται πάλιν καὶ οὗτος ὁ πλάνος. καὶ τοῦτον δὲ παρελθόντες ὥσπερ κάνθαρον ἢ κανθαρίδα ἢ τὸ καλούμενον βούπρηστις κνώδαλον καταθλάσαντές τε τῷ ἐκκλησιαστικῷ ἑδραιώματι καὶ τῇ τοῦ θεοῦ δυνάμει ἐπὶ τὰς ἑξῆς πάλιν ἴωμεν, τὸν θεὸν βοηθὸν ἐπικαλούμενοι. – – – Κατὰ Ἀνομοίων ˉνˉ , τῆς δὲ ἀκολουθίας ˉοˉ . 1. Ἀνόμοιοι πάλιν τινές εἰσι καλούμενοι. οὗτοι δὲ πρόσφατοι. ἔσχον δὲ ἀρχηγὸν Ἀέτιόν τινα διάκονον, προαχθέντα διὰ τὴν αὐτοῦ φλυαρίαν ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως, τοῦ τῶν Ἀρειανῶν ἅμα καὶ Μελιτιανῶν γεγονότος ἐπισκόπου καὶ ἐν χρόνοις Ἰουλιανοῦ, ὡς ἄνω μοι προδεδήλωται, τὴν πόλιν πομπεύσαντος ἐπὶ καμήλου, καὶ πρῶτον μὲν πολλὰ ὑπὸ τῶν Ἑλλήνων συγκλεισθέντος καὶ πεπονθότος, πομπεύσαντός τε, 3.341 ὡς ἔφην, καὶ ξύλοις παισθέντος, ἔπειτα δὲ συρέντος ὅλην σχεδὸν τὴν πόλιν καὶ οὕτως ἀποθανόντος καὶ μετὰ θάνατον καέντος καὶ μετὰ πολλῶν ὀστέων κτηνῶν καὶ ζῴων εἰς τέφραν συναχθέντος, καὶ μετέπειτα τοῖς ἀνέμοις ὑπ' αὐτῶν λικμηθέντος, καὶ οὕτως τὸ πέρας ἐσχηκότος. λέξειε δ' ἄν τις περὶ τοῦ οὕτως τετελευτηκότος, οὐκοῦν ἐμαρτύρησεν ὑπὸ Ἑλλήνων ταῦτα πεπονθώς; καὶ εἰ μὲν ὑπὲρ ἀληθείας αὐτῷ ἦν ὁ ἀγὼν καὶ ὑπὸ Ἑλλήνων διὰ φθόνον καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν τὰ τοιαῦτα αὐτῷ συμβέβηκεν, ὄντως ἐν μάρτυσι καὶ οὐκ ἐν μικροῖς ἐτέτακτο. οὐκ ἦν δὲ τὸ αἴτιον διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἀλλὰ δι' ἣν ἐν τῇ ἑαυτοῦ δῆθεν ἐπισκοπῇ καλουμένῃ πολλὴν βίαν τὴν πόλιν τε καὶ τὸν δῆμον διέθετο, πῆ μὲν ἁρπάζων τοὺς ἀνθρώπους τὰ ἀπὸ τῶν γονέων αὐτῶν κληρονομήματα, *. καὶ ἵνα μὴ διαβάλλωμεν τὸν ἄνδρα· πολλὰ γάρ ἐστι τὰ ὑπ' ἐκείνου τοῖς Ἀλεξανδρεῦσι γενόμενα, πῶς μὲν τὴν νίτρον ἅπασαν ἐξέλαβε, πῶς δὲ τὰ ἕλη τὰ τῆς παπύρου καὶ τοῦ καλάμου καὶ τὰς λίμνας τοῦ ἁλὸς διοικεῖν καὶ εἰς ἑαυτὸν ἀποφέρεσθαι ἐπενόησεν· ὡς πᾶσα αἰσχρότης βίου κέρδους ἕνεκα διὰ πολλῆς μηχανῆς, ἄχρι καὶ λεπτῶν πραγμάτων, παρ' αὐτῷ οὐκ ἠμέλητο, ὡς καὶ κλίνας ἐπενόησε τοῖς σώμασι τῶν ἐξοδευόντων ποιῆσαι ἐν ἀριθμῷ τινι, καὶ ἄνευ τῶν ὑπ' αὐτοῦ ἐπιτεταγμένων οὐκ ἐξεκομίζετο σῶμα τῶν τελευτώντων, ἐπὶ πλεῖστον δὲ τῶν ξένων, οὐ διὰ φιλοξενίαν, ἀλλά, καθὼς ἔλεγον, διὰ πορισμὸν βιώδη. εἴ τις γὰρ ἔθαπτε δι' ἑαυτοῦ σῶμα, κίνδυνον ὑφίστατο. οὕτως δὲ ὑφ' ἑκάστου τῶν ἐκφερομένων κέρδος τι αὐτῷ προσεφέρετο. καὶ σιωπῶ τὰ ἄλλα λέγειν ὅσα ὁ ἀνὴρ ἐν τρυφαῖς καὶ ἄλλοις * ἐκομίζετο καὶ ἐν ἀπηνότητι. διὰ γοῦν ταῦτα πάντα τὴν εἰς αὐτὸν μῆνιν κεκρατηκότες Ἀλεξανδρέων παῖδες, Ἕλληνες δὲ μάλιστα, τοῦτο αὐτὸν διέθεντο τὸ τέλος. ἐμοὶ δὲ γέγονε πρόφασις περὶ τούτου λέγειν, ὡς ἐνηχηθέντες τὴν τοῦ Κωνσταντίου τελευτὴν εὐθὺς οὕτως αὐτὸν ἀπώλεσαν οἱ αὐτοὶ Ἀλεξανδρεῖς, δι' οὐδὲν ἕτερον ἡ περὶ τούτου μοι γεγένηται ὑπόθεσις ἀλλὰ διὰ τὸν Ἀέτιον τὸν ὑπ' αὐτοῦ κατασταθέντα διάκονον. 2. Οὗτος ὁ Ἀέτιος καὶ κατὰ τὸν κοσμικὸν λόγον ἀπαίδευτος ἦν ἕως τῆς τελείας αὐτοῦ ἡλικίας, ὡς ὁ λόγος. ἐπενόησε δέ, ὑποβὰς καὶ σχολάσας ἐν Ἀλεξανδρείᾳ Ἀριστοτελικῷ φιλοσόφῳ καὶ σοφιστῇ καὶ τὰ τῆς διαλεκτικῆς δῆθεν ἐκείνων μαθών, οὐδὲν ἕτερον πλὴν σχη.342 ματοποιεῖν τὴν περὶ τοῦ θεοῦ λόγου ἀπόδοσιν· σχολαίτερον δὲ ἐπεχείρει, ὀρθρίζων ἅμα καὶ ἐνδελεχῶς ἄχρι ἑσπέρας εἰς τοῦτο καθεζόμενος, φημὶ δὲ εἰς τὸ διὰ γεωμετρίας τινὸς καὶ διὰ σχημάτων περὶ θεοῦ λέγειν τε καὶ ὁρίζειν, διδάσκων τε καὶ τελῶν. οἷα δὲ Ἀρειανὸς βαθύτατος καὶ τὴν Ἀρείου ἔχων μανιώδη διδασκαλίαν, περισσοτέρως τις λυμεὼν γέγονε τούτοις κατατριβόμενος καὶ κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κατὰ τοῦ ἁγίου πνεύματος τὴν γλῶσσαν αὐτοῦ καθ' ἑκάστην ἡμέραν ὀξύνας. Οὗτος δὲ κατηγορεῖται ὑπό τινων καὶ τῷ αὐτῷ Κωνσταντίῳ δηλοῦται καὶ ὑφίσταται ἐξορίαν ἐν τοῖς τοῦ Ταύρου μέρεσιν· ἐν ᾧ τόπῳ πάντα τὰ τῆς αὐτοῦ κακοδιδασκαλίας ἐπλάτυνε καὶ

506

ἐφώρασεν εἰς μέσον φέρων μετὰ παρρησίας· ἀποτριψάμενος γὰρ τὸ μέτωπον ἐν ἀναισχυντίᾳ περιττοτέρᾳ τὰς ἐξεμέσεις τῆς αὐτοῦ κακοδιδασκαλίας ἀπαραλείπτως ὑπέδειξεν. ἐτόλμησε γὰρ εἰπεῖν ἀνόμοιον τὸν υἱὸν τῷ πατρὶ ὑπάρχειν καὶ οὐ ταυτὸν εἶναι τῇ θεότητι πρὸς τὸν πατέρα. καὶ οὐχ ὅτι ἡμεῖς τῷ ὁμοιώματι ἐπερειδόμεθα· ὑπὲρ γὰρ τὴν ὁμοίωσιν οἴδαμεν τὸν υἱὸν πρὸς τὸν πατέρα ὡς ταυτὸν τῇ θεότητι καὶ ἴσον καὶ οὐδ' ὅλως ἠλλοιωμένον. ἔστι γὰρ πολλὰ ἀφωμοιωμένα τῷ θεῷ, ἀλλ' οὐ ταυτὸν ἢ ἴσα ὑπάρχοντα τῇ θεότητι, ὡς καὶ ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἀλλ' οὐ ταυτὸν τῷ θεῷ πρὸς ἰσότητα. καὶ ὁμοία ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως ἀλλ' οὐ ταυτὸν κόκκος τῇ βασιλείᾳ, οὐδ' ὅλως μετέχων τι τῆς αὐτῆς καὶ ὁμοία ζύμῃ καὶ ὁμοία δέκα παρθένοις καὶ ἀνδρὶ οἰκοδεσπότῃ ὡς πρὸς ὁμοίωσιν, ἀλλ' οὐ κατὰ ταυτότητα. τοῦ δὲ υἱοῦ ὁμοίου ὄντος τῷ πατρὶ καὶ ὑπερομοίου, διὰ τὸ ταυτὸν εἶναι πρὸς τὸν πατέρα καὶ ἴσον πατρί, οὐ τὸ ὅμοιον συνιστᾶν ἡμῖν μόνον ἐπιμελές πεφιλοτίμηται, ἀλλὰ τὸ ταυτὸν καὶ ἴσον, ὡς θεὸν ἐκ θεοῦ καὶ υἱὸν ἐκ πατρὸς καὶ οὐκ ἀλλοῖον τῆς οὐσίας αὐτοῦ, ἀλλ' ἐξ αὐτοῦ γεγεννημένον. οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος. τούτῳ δὲ τῷ γεννάδᾳ Ἀετίῳ οὐδὲ τοῦ ὅμοιον πρὸς πατέρα τὸν υἱὸν ἀξιοῦν ἔδοξεν. οὐ τῷ ὁμοίῳ δὲ αὐτοὶ ἐπερειδόμενοι μόνον τὴν σύστασιν τῆς πίστεως καὶ τὸ 3.343 γεραίρειν τὴν τριάδα ἀληθῶς ἐνιστάμενοι ὁμολογοῦμεν. καὶ γὰρ καὶ ἄργυρος κασσιτέρῳ ὁμοιοῦται καὶ χρυσὸς χαλκῷ καὶ μόλιβδος σιδήρῳ καὶ λίθοι τίμιοι ἐξομοιοῦνται ὑέλῳ, καὶ οὐ τὸ ὅμοιον τὴν φύσιν δηλοῖ, ἀλλὰ τὸ ἀπείκασμα. 3. Ἐνταῦθα δὲ ἡμεῖς καὶ περὶ τῆς γραφῆς, ὁμολογούσης τὸν υἱὸν «εἰκόνα θεοῦ τοῦ ἀοράτου» ὑπάρχειν, τὴν δύναμιν τῆς θείας γραφῆς ἐκ θείας δωρεᾶς ἠκριβωκότες τῆς φησάσης Φαρισαίοις «οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν τοῦ θεοῦ», ἐπιστάμεθα οὖν διττὴν οὖσαν ταύτην τὴν σχέσιν, τὴν ἀπόχρησιν δὲ ὡς ἀπὸ ἀνθρώπου λαμβάνοντες πρὸς παράστασιν φράσεως δηλοῦμεν. καὶ γὰρ καὶ ἀνθρώπου εἰκὼν λέγεται, καὶ ἔστιν ὁμοία καὶ οὐχ ὁμοία. ἡ μὲν γάρ ἐστι διὰ χρωμάτων ἀπεικαζομένη, ἡ δὲ διὰ τῆς γεννητικῆς ὁμοουσιότητος, ὡς τοῦ γεννωμένου υἱοῦ πρὸς τὸν πατέρα χαρακτηρίζοντος τὸ γένος, ἀπεικονίσματος δὲ λοιπὸν εὑρισκομένου διὰ τῆς ταυτότητός τε καὶ ὁμοουσιότητος καὶ ἐκτυπώματος. καὶ ἔστιν ἡμῖν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ταυτὸν μὲν τῇ τοῦ πατρὸς θεότητι καὶ ἀξίᾳ καὶ ἴσος διὰ τῆς ἀληθινῆς εἰκόνος καὶ ὁμοιώσεως οὐ παρηλλαγμένης, ἀλλ' ἀπαραλλάκτου, ὡς υἱὸς ἐκ πατρὸς ἀληθινῶς καὶ ὁμοουσίως γεγεννημένος· οὕτω καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος διὰ τὸ ἐκ πατρὸς ἐξελθεῖν, εἰ καὶ οὐ γεγέννηται, διὰ τὸ τοῦ υἱοῦ μονογενές. οὗτος δὲ ὁ Ἀέτιος περισσοτέρως βουληθεὶς ἀντιστῆναι τῇ τῆς ἀληθείας ὁμολογίᾳ οὐδὲ τὸ ὅμοιον υἱοῦ πρὸς πατέρα πειρᾶται ὁμολογεῖν. οἱ μὲν γὰρ ἄλλοι τῶν Ἀρειανῶν τῶν ἀπὸ Λουκιανοῦ τε καὶ Ὠριγένους λαβόντων τὴν πρόφασιν, γεγονότες ἅμα Ἀστερίῳ τινὶ ἀπὸ σοφιστῶν ὄντι, ἐκπεσόντι δὲ ἐν τῷ διωγμῷ τῷ ἐπὶ Μαξιμιανοῦ γεγόνοτι, *. τινὲς μὲν γὰρ αὐτὸν κτίσμα ἔλεγον, ὡς ἐν ταῖς ἄνω μοι αἱρέσεσι δεδήλωται, ὅτι κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἕκαστος τῶν προειρημένων ὡρίσατο καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος ἐδίδαξαν, τινὲς δὲ ἔλεγον ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρί, εἰ καὶ κτίσμα αὐτὸν ὡρίσαντο. οὗτος δὲ τὸ πᾶν τῆς ἐκείνων μὲν εἰρωνείας, ἰδίας δὲ ἀσεβείας ἀπεκάλυψε, τηλαυγῶς τὸ τοῦ δόγματος πρὸς τὸν κύριον ἀπηνές τε καὶ ἀναίσχυντον δηλῶν. καὶ ὡς μὲν ἔχει ἡ ἀλήθεια, δικαιότατα πρὸς τοὺς τὸ κτίσμα παρεισφέροντας ἀποτείνεται ἡ τούτου τοῦ Ἀετίου τοῦ καὶ Ἀνομοίου λεγομένου τοῦ λόγου ἀκριβολογία. 3.344 πᾶν γὰρ τὸ κτιστὸν ἀνόμοιον τυγχάνει τῷ κεκτικότι, κἄν τε κατὰ χάριν ἀφομοιοῖτο, καὶ ὁ κτίσας τῷ κεκτισμένῳ ἀνόμοιος ὑπάρχει, εἰ καὶ χρώμασι διαφόροις αὐτὸ κοσμεῖν πειράσοιτο, εἰ μή τι ἂν πρὸς ἀπεικασμὸν καὶ ἀπεικόνισμα κατὰ μίμησιν μόνον θεωρίας ἐστὶ τὸ

507

ἐκτυπούμενον. καὶ ὡς μὲν πρὸς Ἀρειανοὺς τοὺς κτιστὸν νομίζοντας τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ ἅγιον πνεῦμα ἴσχυσεν ἂν ὁ τούτου λόγος, οὕτως καὶ ὕστερον ὑπ' αὐτῶν τῶν Ἀρειανῶν, φημὶ δὲ τῶν περὶ Εὐδόξιον καὶ Μηνόφιλον καὶ ἄλλους, καὶ ἀποσύνακτος γενόμενος διήλεγχεν ἐπὶ τοῦ βασιλέως τότε, ὅτι «ὁποίως αὐτοὶ ἔχουσιν, ἐγὼ ἔχω, ὡς καὶ αὐτοὶ πάντες· ἀλλ' ὃ ἐν ἐμοὶ ἀληθές, αὐτοὶ κρυπτάζουσι, καὶ ὃ ἐγὼ τηλαυγῶς ὑποφαίνω καὶ ὁμολογῶ, οὗτοι πάντες τὰ αὐτὰ λέγουσι, κρυπτάζονται δέ», τοῦ τότε βασιλέως οὐκ ἐναντίως ἔχοντος πρὸς τὴν Ἀρειανὴν δραματουργίαν, ἀλλὰ δῆθεν εὐσεβεῖν νομίζοντος. τὸ μὲν γὰρ κτίσμα ὁμολογεῖν τὸν υἱὸν τοῦ θεοῦ παραιτούμενος ἠγανάκτει καὶ εἰς ὑπερορισμὸν αὐτὸν κατέταξεν, ὡς ἄνω προδεδήλωται. 4. Ἐντεῦθεν ἀρχὴ τῆς αἱρέσεως γεγένηται καὶ ἀπὸ τῆς μιᾶς ὑποθέσεως εἰς πολλὴν κακῶν φορὰν ἀρθεὶς ὁ ἀνὴρ τὴν διάνοιαν, δεινῶς κατέτρωσεν ἑαυτοῦ τὴν ψυχὴν καὶ αὐτῶν τῶν αὐτῷ πεισθέντων. ἐφαντασιάσθη γὰρ οὗτος ὕστερον εἰπεῖν, αὐτός τε καὶ οἱ ὑπ' αὐτοῦ μεμαθητευμένοι, ὅτι «οὕτως, φησί, τὸν θεὸν ἐπίσταμαι τηλαυγέστατα καὶ τοσοῦτον αὐτὸν ἐπίσταμαι καὶ οἶδα, ὥστε μὴ εἰδέναι ἐμαυτὸν μᾶλλον ὡς θεὸν ἐπίσταμαι». ἄλλα δὲ ὅσα περὶ τούτου ἀκηκόαμεν, καθὼς δεινῶς ὁ διάβολος δι' αὐτοῦ ἐμηχανήσατο ψυχὰς ἀνθρώπων δελεασθέντων ἀπολέσαι. καὶ γὰρ οὐκ ἄγεται αὐτοῖς περὶ βίου σεμνότητος, οὐ περὶ νηστειῶν, οὐ περὶ ἐνταλμάτων θεοῦ, οὐ περί τινος ἑτέρου τῶν εἰς ζωὴν ἀνθρώποις ἐκ θεοῦ προστεταγμένων, ἢ μόνον πρόχειρος αὐτοῖς ὁ λόγος δι' ἑνὸς ῥήματος τὸ πᾶν κατασχεῖν· ὡς εἴ τις ἀπὸ νηὸς ῥίψας καὶ τὴν πᾶσαν ἐκβολὴν τοῦ παντὸς φόρτου ποιήσας, κατάσχῃ δὲ ἕν τι τῶν ἐν τῷ πλοίῳ ἐμβεβλημένων, κεράμου δέ φημι ἤ τινος ἑτέρου, ὡς δύνασθαι δι' ἑνὸς σκεύους τὸν πάντα πόντον 3.345 διανήξασθαι καὶ σωτηρίαν ἑαυτῷ προσπορίσασθαι, σφαλέντος δὲ τοῦ τοιούτου καὶ οὐχ ὡς ὑπελάμβανε περὶ τοῦ μετὰ χεῖρα σκεύους τὸ πέρας εὑρόντος, ὕστερον ὑποβρυχίου γεγονότος, ὡς ἐκπεσεῖν τῆς πάσης πραγματείας τε καὶ σωτηρίας· οὕτω καὶ οὗτος ὁ Ἀέτιος καὶ οἱ ἐξ αὐτοῦ Ἀνόμοιοι εἰς μέσον φέροντες τὸ ῥητὸν τὸ ὑπὸ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ εἰρημένον τὴν μὲν λέξιν ὑφηγοῦνται, τὴν δὲ αὐτῆς δύναμιν οὐκ ὀρθῶς κατέχοντες σφάλλεται καὶ σφάλλονται. ὅταν γὰρ αὐτοῖς περιτύχοι τις καὶ περὶ ἐντολῶν ὑπομνήσειε, τοῦτο φάσκουσιν ὡς ἔφη τὸ ῥητὸν ὅτι οὐδὲν ἕτερόν ἐστιν ὃ ζητεῖ θεὸς παρ' ἡμῶν, ἀλλ' ἵνα γινώσκωμεν αὐτὸν μόνον, ὡς καὶ ὁ Χριστὸς ἔφη, φησίν, ἐν τῷ λέγειν αὐτόν «δὸς αὐτοῖς, πάτερ, ἔχειν ἐν ἑαυτοῖς ζωήν. αὕτη δέ ἐστιν ἡ ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». ἀκηκόαμεν γὰρ καί τινων λεγόντων ὡς παρ' αὐτοῦ ἐναργῶς ἀκηκόασιν, ὥς τινες κατηγοροῦντο ἐπὶ ἀτοπήματι γυναικὸς ἁλόντες καὶ κατεγινώσκοντο ὑπ' αὐτῶν. ὁ δὲ οὐδὲ περὶ τούτου χαλεπῶς ἔφερεν, ἀλλὰ καὶ μάτην ἐχλεύαζε, φάσκων μηδὲν εἶναι τὸ τοιοῦτον· σωματικὴ γάρ ἐστιν ἡ χρεία καὶ ἡ ὑπηρεσία. ὥσπερ γάρ, φησί, περὶ τὸ οὖς κνηθόμεθα καὶ αὐτὸς μὲν αἰδοῦμαι λέγειν ὅσαπερ ἐκεῖνος ὁ ἀκάθαρτος διηγήσατο, λαβόντες δέ, φησί, πτερὸν ἢ κάρφος τὸ οὖς κνηθόμεθα καὶ οὕτω παυόμεθα τῆς περὶ τὴν ἀκοὴν κνησμονῆς, οὕτω καὶ τοῦτο, φησί, συμβαίνει κατὰ φύσιν καὶ εἴ τις ἐπιτελέσειεν, οὐχ ἁμαρτάνει. 5. Καὶ ὅσα τοιαῦτα ὁ ἀνὴρ διηγούμενος ὑδαρῶς τὰ πάντα καὶ κακῶς ἐδίδασκεν, ἵνα ἐξ αὐτῶν τῶν ἔργων ὀφθῇ, τί μὲν οὗτός ἐστιν, οἱ δὲ τοῦ κυρίου λόγοι σαφῶς ἡμῖν καταυγάσωσιν, ὡς ἔλεγε «προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μή τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα;» οὕτω καὶ ἡ τούτου κατὰ πάντα τῆς ἀνοησίας τόλμα ἐντεῦθεν καὶ ἐκεῖθεν διελέγχεται. ὡς μὲν κατὰ τοῦ δεσπότου αὐτοῦ ἀνέτεινε τὸ στόμα ἀθυρογλωττῶν, εἰς τὸν ἑαυτοῦ κύριον βλασφημεῖν

508

μὴ αἰσχυνόμενος, ἵνα καὶ ἐκ τῶν καρπῶν τῆς αὐτοῦ ἀκολασίας καὶ ὑδαρότητος οἱ συνετοὶ δοκιμάσαντες μὴ δρέψωνται τῶν αὐτοῦ καρπῶν. οὐ γὰρ δύναται ἐξ ἀκανθῶν σταφυλὴ τρυγᾶσθαι, ἵνα καὶ ἀπὸ τῆς κακοδιδασκαλίας ἡ σεμνότης ὀφθείη. ἀλλὰ ταῦτα μὲν περὶ τὸν ἄνδρα γεγονότα ἀκηκόαμεν καὶ συμβεβηκότα· τὰ δὲ τῶν λόγων αὐτοῦ ἀκόλουθα εἰς μανίαν ἄρσεως κατὰ τοῦ κυρίου 3.346 τολμηθέντα, ὡς ἔφην, πολλὰ μέν ἐστιν, ὀλίγα δὲ ἀπὸ τῶν πλειόνων παραθήσομαι, πρὸς αὐτὰ δὲ ἃ ὁ κύριος δίδωσι πρὸς ἀνατροπὴν καὶ αὐτοὶ λέξομεν. καὶ ἔστιν ἡ τούτου τοῦ Ἀνομοίου τῆς πίστεως ἐρεσχελία καὶ οἱ τῶν λόγων ἀπεικασμοὶ οὗτοι, ἐκ γραφῶν μὲν λεγόμενοι, οὐχ οὕτως δὲ κατὰ τὸν νοῦν ἔχοντες, ἀλλὰ ἄλλως τὴν δύναμιν ἔχοντες, ἀπ' αὐτοῦ δὲ οὕτως λαμβανόμενοι· 6. Φάσκει δὲ εὐθὺς ἐν ἀρχῇ ὅτι «οὐ δύναται τὸ ἀγέννητον ὅμοιον εἶναι τῷ γεννητῷ. καὶ γὰρ κατὰ τὸ ὄνομα διαλλάττει· τὸ μὲν γάρ ἐστιν ἀγέννητον, τὸ δὲ γεννητόν». τὸ δὲ πᾶν ἐστιν ἠλίθιον καὶ εἰς μανίαν τρέψαν τὸν ἄνδρα. εἰ γὰρ ζητήσομεν τῷ ἀγεννήτῳ γεννήτορα, ἵνα μὴ τὴν περὶ Χριστοῦ δόξαν ἀληθῆ ἀπολέσωμεν, εὑρεθήσεται οὐκέτι εἷς ὁ πατήρ, οὐδὲ εἷς πατὴρ πατρός, ἀλλὰ ἄπειροι οἱ πατέρες πατέρων ζητούμενοι, καὶ οὐκέτι εἷς θεός ἐστιν, ὁ ὢν ἀεὶ καὶ πρὸ αὐτοῦ μηδὲν ἐσχηκὼς καὶ ἀεὶ διατελῶν καὶ μένων, ἐξ οὗ ὁ μονογενὴς ἀληθινὸς υἱὸς γεγέννηται καὶ ἔστι, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐξ αὐτοῦ, ἀλλ' ἔσονται οἱ ζητούμενοι πολλοὶ θεοὶ καὶ λοιπὸν τὰ πάντα ἀπάτη ἔσται καὶ οὐκ ἀλήθεια. δεῖ δὲ καὶ ὡς ἔστιν ἕνα εἰδέναι θεὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ καὶ τὸ πνεῦμα τὸ ἅγιον «ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον». καὶ αὕτη ἐστὶν ἡ μία θεότης, εἷς θεός, εἷς κύριος, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐ συναλοιφή τις ὢν ὁ υἱὸς τῷ πατρί, οὐδὲ τὸ ἅγιον πνεῦμα, ἀλλ' ὁ πατὴρ πατὴρ καὶ ὁ υἱὸς υἱὸς καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τρία τέλεια, μία θεότης, εἷς θεός, εἷς κύριος, ὡς καὶ πολλάκις ἐν πάσαις αἱρέσεσιν οὕτω τὴν περὶ θεοῦ ἀπεδώκαμεν δοξολογίαν. οὐκοῦν ἐπειδὴ εἷς ἐστι θεὸς καὶ οὐκ ἔνι ὑπολαβεῖν ἕτερον παρὰ τὸν ὄντα, θαυμαστῶς καὶ ἀγέννητός ἐστιν ὁ πατὴρ καὶ ἄκτιστος, καὶ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ ἐξ αὐτοῦ γεννηθεὶς οὐκ ἀνόμοιος αὐτῷ κατὰ πάντα τρόπον τυγχάνει, ἀλλὰ ταυτὸν τῷ πατρὶ καὶ ἴσος κατὰ πᾶσαν ἀξίαν, κἄν τε ὁ μὲν γεγέννηται, ὁ δὲ ἀγέννητός ἐστιν. εἰ μὲν γὰρ ὅλως γεγέννηκεν ἐξ αὐτοῦ τὸν υἱόν, ἀδύνατον μὴ εἶναι ἴσον τῷ πατρὶ καὶ ὅμοιον· πᾶν γὰρ τὸ γεννῶν ὅμοιον ἑαυτῷ γεννᾷ, καὶ οὐ μόνον ὅμοιον, ἀλλ' ἴσον τῇ ταυτότητι. ἄνθρωπος μὲν γὰρ ἄνθρωπον γεννᾷ καὶ θεὸς θεόν, καὶ ὁ μὲν ἄνθρωπος ἐκ σωμάτων συμπλοκῆς, ὁ δὲ θεὸς ἀνεκδιηγήτως μόνος μονογενῆ γεγέννηκε, καὶ οὐ κατά τινα ῥύσιν οὐδὲ συστολὴν οὐδὲ πλατυσμόν, ἀλλὰ πνεῦμα ὢν ὁ πατὴρ ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως τὸν υἱὸν ἐγέννησεν, ὅμοιον 3.347 αὐτῷ κατὰ πάντα καὶ ἴσον, ὡς λέγει τὸ ἅγιον εὐαγγέλιον ὅτι «ἐζήτουν αὐτὸν ἀποκτεῖναι οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ». πῶς γὰρ οὐχ ὅμοιος τῷ πατρὶ καὶ ἴσος κατὰ πάντα ὁ ἐν αὑτῷ ἔχων τὸ ζῆν καὶ λέγων «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκρούς, οὕτω καὶ ὁ υἱὸς ἐγείρει τοὺς νεκρούς», καὶ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐ δύναται διηλλαγμένος εἶναι ὁ δι' ἑαυτοῦ τὸν πατέρα σημαίνων καὶ ὁ λέγων ὅτι «ὁ γινώσκων ἐμὲ γινώσκει τὸν πατέρα» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», ὡς αὐτοῦ οὐκ ἄλλου ὄντος παρὰ τὸν πατέρα· ὡς καὶ ὁ πατὴρ † καὶ ὁ υἱὸς σημαίνει «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν». εἰ μὲν γὰρ οὐκ ἦν ὁ υἱὸς ὅμοιος τῷ πατρί, πῶς λοιπὸν ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐγένετο; οὐ γὰρ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἐμήν» ἢ «κατ' εἰκόνα σήν», ἀλλὰ κατ' εἰκόνα ἡμετέραν. ἀπὸ δὲ τοῦ «κατὰ ἡμετέραν» λέγειν τὸ ἴσον τοῦ πατρὸς ἐν τῷ υἱῷ ἀπέδειξε καὶ τὸ ὅμοιον οὐ μόνον, ἀλλὰ καὶ ταυτὸν ἐν ἅπασι καὶ μὴ

509

παρηλλαγμένον. 7. Πῶς δὲ δύναται μὴ εἶναι ἴσος καὶ μὴ ὅμοιος, ὡς καὶ ἤδη εἶπον, ὁ λέγων ὅτι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»; οὐ μόνον γὰρ αὐτὸς ἐν τῷ εὐαγγελίῳ λέγει τοῦτο, ἀλλὰ καὶ πνεύματι ἁγίῳ προφητεύων Ἠσαΐας ἔγνω τὸν υἱὸν ἐν τῷ πατρὶ καὶ μὴ ἀλλότριον τοῦ πατρὸς μηδὲ παρηλλαγμένον, ὡς ἔχει τὸ ῥητόν, ὃ ταύτην ἔχει τὴν ἀκολουθίαν, ἀπὸ μὲν τοῦ Ἑβραϊκοῦ οὕτως «φθόου σααρείμ, οὐϊαβω γωι σαδίκ, σωμὴρ ἐμμουνείμ, ἰεσρο σαμώχ, θεσὰρ σαλὼμ σαλώμ, χι βὰκ βατόου, βετοὺ βααδωναῒ ἀδὰ ὤθ, χι βαϊὰ ἀδωναῒ σωρ ωλεμείμ»· ἀπὸ δὲ τῆς ἑρμηνείας Ἀκύλα οὕτως «ἀνοίξατε πύλας, εἰσελθέτω ἔθνος δίκαιον, φυλάττον πίστιν, πλάσμα ἐστηριγμένον, φύλαξις εἰρήνης, ὅτι ἐπ' αὐτῷ πεποίθασι· πεποίθατε ἐπὶ τῷ κυρίῳ ἕως αἰῶνος, ὅτι ἐν τῷ κυρίῳ κύριος ὁ στερεώσας τοὺς αἰῶνας», παρὰ δὲ τοῖς οʹ οὕτως «ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς δίκαιος φυλάσσων ἀλήθειαν καὶ ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ ἤλπισαν, κύριε, 3.348 ἕως τοῦ αἰῶνος, ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος». παρατηρείσθω δὲ ὁ ἀναγινώσκων ὡς τὸ ὁ θεὸς ἀντὶ τοῦ κύριος καὶ τὸ ὁ μέγας ἀντὶ τοῦ ἐν κυρίῳ κεῖται παρὰ τοῖς οʹ. καὶ πόσα ἔστι περὶ τούτου λέγειν; δέδια δὲ μή πως εἰς ὄγκον πολὺν ἐλάσω τὴν περὶ τούτων τῶν λόγων πραγματείαν. πάντα γὰρ σαφῆ ἐν τῇ θείᾳ γραφῇ τοῖς βουλομένοις εὐσεβεῖ λογισμῷ προσέρχεσθαι τῷ θείῳ λόγῳ καὶ μὴ διαβολικὴν ἐνέργειαν ἐν ἑαυτοῖς ἐγκισσήσαντας ἑαυτοὺς καταστρέφειν εἰς τὰ βάραθρα τοῦ θανάτου, ὡς οὗτος ὁ ἐλεεινὸς καὶ οἱ αὐτῷ πεισθέντες ἄνθρωποι κατὰ τῆς ἀληθείας ἐστρατεύσαντο ὑπὲρ πάντας τοὺς πρὸ αὐτῶν γεγονότας βλασφήμους εἰς θεὸν καὶ τὴν αὐτοῦ πίστιν. καὶ ὅτι μὲν οὐ δύναται ἀνόμοιος εἶναι ὁ υἱὸς τῷ πατρὶ ἀπεδείξαμεν, ἀλλ' οὐδὲ τούτῳ ἐπερειδόμενοι ταῦτα ἔφημεν. ἔστι γὰρ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἴσος, ταυτὸν τῇ θεότητι, ταυτὸν τῇ ἀϊδιότητι καὶ δυνάμει. καὶ οὐ λέγομεν ταυτοούσιον, ἵνα μὴ ἡ λέξις παρά τισι λεγομένη Σαβελλίῳ ἀπεικασθῇ. ταυτὸν δὲ λέγομεν τῇ θεότητι καὶ τῇ οὐσίᾳ καὶ τῇ δυνάμει καὶ κατὰ πάντα ἴσον τῷ πατρὶ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ὁμοούσιόν τε φαμέν, ὡς ἔχει ἡ ἁγία πίστις, ἵνα ἀπὸ τοῦ ὁμο σαφῶς σημανθῇ τὰ τέλεια, ὅτι ὁ υἱὸς ἐκ πατρὸς τέλειος ἐκ τελείου, τέλειον δὲ καὶ τὸ ἅγιον πνεῦμα. 8. Ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης μαρτυρίας οὗτοι φωραθήσονται. εἰ γὰρ ὅλως ὁμολογεῖται υἱὸς ὑπ' αὐτοῦ γεγεννημένος, ὁμολογηθήσεται εἶναι ἐπάναγκες ὅμοιος τῷ γεγεννηκότι. δῆλον δὲ ὅτι ἐν λόγῳ μὲν λέγει τὸ γέννημα, κτίσμα δὲ σαφῶς ἔχει τε καὶ πεπίστευκε ὑπάρχειν, κατὰ χάριν δὲ καλεῖσθαι αὐτὸν υἱόν, ὡς ἐδοκίμασεν ὁ ὁριογνώμων τῶν ἐπουρανίων καὶ μεριστὴς τῶν ἀδιαιρέτων καὶ γεωμέτρης τῆς ἡμετέρας εἰς Χριστὸν σωτηρίας. διαπίπτει δὲ ὁ πάντων τούτων λόγος, τῶν κτίσμα αὐτὸν παρεισφερόντων, ὡς καὶ ὁ τούτου πεσεῖται. λέξω γὰρ πρὸς αὐτὸν δικαιότατα· λέγε μοι, ὦ οὗτος, τί ἂν λέγοις περὶ τοῦ υἱοῦ τοῦ θεοῦ; κτίσμα αὐτὸν φάσκεις ἢ γέννημα; εἰ μὲν γὰρ κτίσμα αὐτὸν λέγεις εἶναι, μηκέτι πιθανῶς παράκρυπτε τὴν λύμην, ὀνόματι γέννημα αὐτὸν καλῶν τοῦ πατρός. πᾶν γὰρ τὸ κτιστὸν οὐ γεννητόν, καὶ εἰ γεννητόν, οὐ κτιστόν. ἔασον τοίνυν τὸ μήτε λόγῳ λέγειν γεννητόν. οὐ γὰρ πρέπει σοι ὅλως κἂν ἑνὶ λόγῳ φέρειν τῆς ἀληθείας τὰ ῥήματα ἐπὶ χειλέων, ἀλλὰ λέγε σου τὸ πᾶν τῆς ἐπιβουλῆς, ἵνα μάθωμεν τίς εἶ καὶ οὕτως ἀποφύγωμεν ἀπὸ τῆς ἐπιβουλῆς σου, ἀγρευτὰ τῶν ψυχῶν καὶ ἐπίβουλε τῶν σοι πειθομένων. προσκυνεῖς τοίνυν τὸν 3.349 υἱὸν τοῦ θεοῦ ἢ οὐ προσκυνεῖς; ναί, φησί, προσκυνῶ αὐτόν. θεὸν προσκυνεῖς ἢ οὐχί; ναί, φησί, θεὸν προσκυνῶ. ποῖος οὖν θεὸς ἔσται κτιστὸς παρὰ σοὶ λεγόμενος καὶ προσκυνούμενος; εἰ μὲν γὰρ τὸν ἕνα ἔκτισεν ὁ προσκυνητὸς θεὸς καὶ τοῦτον εὐδόκησε προσκυνεῖσθαι, τὰ δ' ἄλλα πάντα αὐτὸς ὁ κτίσας οὐ βούλεται προσκυνεῖσθαι, ἀλλὰ καὶ αἰτιᾶται τοὺς προσκυνοῦντας τὴν κτίσιν, διὰ νόμου διδάσκων «οὐ ποιήσεις σεαυτῷ πᾶν ὁμοίωμα καὶ προσκυνήσεις αὐτῷ μήτε ἐν τῷ

510

οὐρανῷ μήτε ἐπὶ τῆς γῆς μήτε ἐν τοῖς ὕδασι», καὶ ὁ ἀπόστολός φησιν «ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν», πῶς τοίνυν περὶ πάντων κελεύει μὴ προσκυνεῖσθαι, τοῦτον δὲ εὐδόκησε προσκυνεῖσθαι; ἆρα οὖν «προσωποληψία ἐστὶ παρὰ θεῷ»; μὴ γένοιτο. ἐν τῷ γὰρ τὸν ἕνα προσκυνεῖσθαι ἔδειξε παντάπασιν ἄλλον ὄντα παρὰ τὴν κτίσιν τὸν προσκυνούμενον καὶ ἄλλην τὴν προσκυνουμένην κτίσιν παρὰ τὸν προσκυνητὸν κύριον, υἱὸν τοῦ θεοῦ ἐκ πατρὸς γεγεννημένον· διὰ γὰρ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι ὅμοιον αὐτῷ καὶ ὄντα υἱόν· διὰ τοῦτο γὰρ καὶ προσκυνητὸν παρὰ πᾶσι· «δι' αὐτοῦ ἐποίησε τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἐν αὐτῷ γὰρ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι τῷ «ἐξ αὐτοῦ ἐκπορευθέντι καὶ τοῦ υἱοῦ λαμβάνοντι» ἐποίησε τὰ πάντα καὶ ἐστερέωσε. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». ὅταν γὰρ εἴπῃ ὁ μονογενής, ὡς ἄνω μοι εἴρηται, «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν», ἀφώρισεν ἑαυτὸν ἀπὸ τῆς κτίσεως, ὡς καὶ ὁ ἀπόστολος φάσκει «εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ». καὶ ὁρᾷς μὲν πῶς ἔδειξεν ἕνα θεὸν τὸν πατέρα, ἕνα δὲ κύριον τὸν ἐξ αὐτοῦ γεγεννημένον· καὶ οὐκ εἶπεν· εἷς θεός, καὶ εἷς κύριος σὺν πᾶσι τοῖς ἐξ αὐτοῦ γεγονόσιν, ἀλλ' εἷς κύριος δι' οὗ τὰ πάντα. εἰ δὲ εἷς κύριος δι' οὗ τὰ πάντα ἐστίν, οὐκ ἔστιν εἷς ἐκ πάντων, ἀλλὰ ποιητὴς τῶν ἁπάντων, τῶν κεκτισμένων πάντων κτίστης ὑπάρχων. 9. Τοῦ δὲ υἱοῦ ἐκ πατρὸς γεγεννημένου καὶ ἐκ πατρὸς τυγχάνοντος, δι' οὗ τὰ πάντα γεγένηται, ἀνόμοιος τοῖς πᾶσίν ἐστιν, οἷα δὴ κτίστης ὢν τῶν ἁπάντων· ἐπειδὴ εἷς καὶ εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα καὶ κύριος Ἰησοῦς δι' οὗ τὰ πάντα, συνενουμένης τῆς ἄνω λέξεως διὰ τοῦ εἷς καὶ εἷς καὶ διὰ τοῦ ἐξ οὗ καὶ δι' οὗ, τὸ μὲν σαφῶς ἐκ πατρὸς τὸν υἱὸν 3.350 δεδήλωκεν, τὸ δὲ οὐκέτι τὸν υἱὸν ἐκ τῶν λοιπῶν εἶναι θαυμαστῶς ἀπεφήνατο, «δι' οὗ τὰ πάντα» φάσκον, ἵνα δείξῃ πατέρα ὄντα καὶ υἱὸν ὄντα ἀπὸ πατρὸς ὄντος τὸν μονογενῆ κύριον. ἔλεγε δὲ ταῦτα ὁ ἀπόστολος πνεύματι ἁγίῳ φερόμενος· διὸ οὐκ ἔσχε χρείαν περὶ πνεύματός τι δηλῶσαι, οὐχ ὡς μὴ συνδοξαζομένου τοῦ πνεύματος πατρὶ καὶ υἱῷ οὐδ' ἵνα αὐτὸ ἀπὸ τῶν πάντων σημάνῃ τῶν δι' υἱοῦ κεκτισμένων. ἤρκει γὰρ τὸ συναριθμηθῆναι διὰ τῆς βεβαίας ὁμολογίας τοῦ υἱοῦ πατρὶ καὶ υἱῷ ἐν τῷ εἰπεῖν «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». φθεγγόμενος γοῦν ὁ ἀπόστολος, μᾶλλον δὲ τὸ πνεῦμα τὸ ἅγιον φθεγγόμενον ἐν αὐτῷ, οὐκ ἐδήλου περὶ ἑαυτοῦ. σαφὴς γὰρ ἦν ἡ περὶ αὐτοῦ γνῶσις, οὐδὲ ὑπὸ τῶν Ἰουδαίων ἀμφιβαλλομένη· ἐταμιεύετο δέ, ἵνα μὴ αὐτοσύστατον εἴη τὸ ἅγιον πνεῦμα. ὁ δὲ ἀπόστολος σὺν πνεύματι ἁγίῳ ἐφέρετο καὶ περὶ πατρὸς ἔλεγε καὶ υἱοῦ, ἵνα δειχθῇ ἡ τριὰς ἀεὶ οὖσα καὶ μηδέποτε διαλείπουσα τοῦ εἶναι. μὴ θαύμαζε δὲ ἐὰν ἀκούσῃς «εἷς θεὸς ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος δι' οὗ τὰ πάντα». τῷ γὰρ εἰπεῖν τὸν υἱὸν κύριον οὐ πάντως ἠρνήσατο ὁ ἀπόστολος τὸ εἶναι τὸν κύριον καὶ θεόν, καὶ τῷ εἰπεῖν «εἷς θεὸς δι' οὗ τὰ πάντα» οὐκ ἠρνήσατο τὸ εἶναι τὸν θεὸν καὶ κύριον. ὁμοῦ γὰρ καὶ κύριος καὶ θεός, καὶ θεὸς καὶ κύριος, καὶ οὐδὲν διοίσει περὶ τῶν εἰς ἡμᾶς ἐν ἀληθείᾳ σωτηριωδῶς ἐκ θεοῦ διὰ τῶν ἀποστόλων κεκηρυγμένων. καταλείψας δὲ ὁ αὐτὸς Ἀνόμοιος καὶ οἱ ἐξ αὐτοῦ γεγονότες τὴν ὁδὸν τῆς ἀληθείας εἰς ψεῦδος ἐτράπησαν, κακῶς τὰς θεοῦ ῥήσεις ἐπινενοηκότες, καὶ λοιπὸν εἰς διαλογισμοὺς καὶ εἰς διαλογὰς λέξεων παρεκτρέψαντες τὸν νοῦν ἀπεπήδησαν τῆς ἀληθείας καὶ ἐξέπεσον τῶν ἐπουρανίων. πᾶσα γὰρ λέξις ἐλέγξει αὐτούς, ἐὰν θέλωσι τὸν ἑαυτῶν νοῦν δοῦναι εἰς «φωτισμὸν τοῦ εὐαγγελίου». οὐδαμοῦ γὰρ ὁ μονογενὴς λέγει, καίτοι γε ἐν σαρκὶ παραγενόμενος, ὅτι ὁ κτίσας με πατὴρ ἀπέσταλκέ με, οὐδὲ ὁ πατήρ που ἐν τῷ εὐαγγελίῳ διελέχθη οὐδὲ ἐν παλαιᾷ

511

διαθήκῃ, ὅτι ἔκτισα ὑμῖν τὸν υἱόν, ἀλλ' «ὁ πατήρ με ἀπέστειλε», καὶ «ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», καὶ «ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος». καὶ πολλὰ ἔστι περὶ τῆς ἡμῶν σωτηρίας κατανοῆσαι καὶ μὴ συναρπάζεσθαι ἀπὸ τῆς τοῦ διαβόλου τούτου κυβευτικῆς διδασκαλίας. ὁ γὰρ διάβολος βουλόμενος ἀπολέσαι τὸ τῶν ἀνθρώπων γένος, φθόνῳ κατεχόμενος πρὸς τὴν τοῦ ἀνθρώπου δόξαν, μηχανὰς ἐπενόησε διαφόρους· τὸ πρῶτον μὲν διὰ τῆς ἀγνοίας, 3.351 τὸ δεύτερον δὲ διὰ τῆς εἰδωλολατρείας, ἄλλοτε δὲ διὰ κακοτροπίας, νυνὶ δὲ εἰς ὕστερον διὰ τῆς πλάνης καὶ ἀπάτης τῶν αἱρέσεων, ἵνα πανταχόθεν καταστρέψῃ τὸν ἄνθρωπον ἀπὸ τῶν ἐπουρανίων. 10. Πόσα οὖν ἰσχύσει ὁ νοῦς τῆς ἡμῶν μετριότητος εἰπεῖν πρὸς σέ, ὦ Ἀνόμοιε; καλῶς γὰρ Ἀνόμοιος τυγχάνεις, ὁ καὶ ἀπὸ τῶν ἀνθρώπων τοὺς τρόπους καὶ τὴν διάνοιαν παρεκτρέψας τῶν τὴν σύνεσιν τοῦ θεοῦ κεκτημένων καὶ τὴν πίστιν ἐχόντων τῆς ἀληθείας. οὐ γὰρ εἰς ἀγαθὸν προκόψας ἀνόμοιος γέγονας ἀνθρώποις, ἀλλ' ἐκ τῆς ὁδοῦ τῆς ἀληθείας παρεκκλίνας ἀνόμοιος ἐγένου τῶν υἱῶν τῆς τοῦ θεοῦ ἐκκλησίας· πρόφασιν λαβὼν τὸν υἱὸν τοῦ θεοῦ τὸν κατὰ τὸν αὐτοῦ πατέρα ὄντα καὶ ἀνόμοιον πατρὶ λέγων σὺ ἀνόμοιος γέγονας, κληρωθεὶς τοῦτο τὸ ὄνομα, μηκέτι ὅμοιος ὑπάρχων τῶν ἐν θεῷ σῳζομένων. Ἵνα δὲ μὴ περὶ τὰς αὐτοῦ ζητήσεις κατατριβόμενος ἀναλίσκω χρόνον, ἀφ' ὧν λέξεων αὐτὸς ὑφηγήσατο διαλεκτικῶς γράφων τισί, φέρε τὰ κατ' αὐτὸν διελέγξωμεν. ἔδοξε γὰρ διαλεκτικήν τινα ὑποφαίνειν πλάνην ἐν αὐτῷ τῷ αὐτοῦ συντάγματι, τῷ οὐδ' ἕνα λόγον ἔχοντι πίστεως, τῆς ἀφελεστάτης καὶ ἀκεραιοτάτης καὶ ἐν πνεύματι ἁγίῳ καὶ πράῳ κεκοσμημένης. ὅλον δὲ δι' ὅλου τὸ δοκοῦν αὐτοῦ πονημάτιον τὸ εἰς ἡμᾶς ἐλθὸν ἐν πρώτοις κατέταξα, ἵνα ἀπ' αὐτοῦ ποιησώμεθα πρὸς αὐτὸν τὴν λοιπὴν ἀνατροπὴν τῆς διαλέξεως. καὶ ἔστι τόδε· Τὸ συνταγμάτιον τοῦ Ἀνομοίου Ἀετίου. 11. Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν Χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων 3.352 πολλῶν πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτο εἰς ἡμᾶς, τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος, ἠναγκάσθην οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ' ἔννοιαν τῶν ἁγίων γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι' οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παύειν ἀναισχυντεῖν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προειρημένους Χρονίτας. ἐν εἴδει δὲ τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διέστησα καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν ἐπιχειρημάτων, ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ· ˉα. Εἰ δυνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι. 3.353 ˉβ. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δῆλον ὅτι καὶ γενέσεως. οὔτε γὰρ παρ' ἑτέρας φύσεως εἴληφε τὸ εἶναι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν. ˉγ. Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν, πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν; ˉδ. Εἰ ἀτελευτήτως ὁ θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιοουσίου κακοδοξία παραφανισθήσεται. ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώματι. ˉε. Εἰ ἀγέννητός ἐστιν ὁ θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν

512

ἐγεννήθη, ἀλλ' ἐξ οὐσίας ὑποστησάσης αὐτό. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει. ˉ . Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ ἀπὸ τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις. ˉζ. Εἰ μὴ ὅλος ὁ θεὸς ἀγέννητός ἐστιν, οὐδὲν κωλύει γεγεννηκέναι οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε γέννημα. ˉη. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ' οὐ τὸ γεννᾶσθαι. εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα 3.354 λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν. εἰ δὲ εἴη καὶ ἀμετάβλητος καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὸ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμολογηθήσεται. ˉθ. Εἰ σπερματικῶς ἦν ἐν τῷ ἀγεννήτῳ θεῷ τὸ γέννημα, μετὰ τὴν γέννησιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειος οὖν ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ' ἐξ ὧν προσέλαβε. τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα ὡς ἐξ ἐκείνων συνεστῶτα τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν. ˉι. Εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησεν. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι. τὸ γὰρ αὐτὸ εἶναί τε οὐκ ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος. ˉιˉα. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτὸν ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος, τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν; ˉιˉβ. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ' ἐπινοίας ἐστὶν ἀνθρωπίνης τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὴν τοῦ ἀγεννήτου ἐπίνοιαν, τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ. ˉιˉγ. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους, κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι. 3.355 ˉιˉδ. Εἰ μὴ εἴκει ἡ ἀγέννητος φύσις γενέσει, τοῦτ' ἔστιν ὃ λέγεται· εἰ δὲ εἴκει γενέσει, τὰ τῆς γενέσεως πάθη τῆς ὑποστάσεως τοῦ θεοῦ εἴη ἀμείνω. ˉιˉε. Εἰ τὸ γέννημα ἄτρεπτον τὴν φύσιν ἐστὶ διὰ τὸν γεννήσαντα, τὸ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος, οὐ διὰ γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. ˉιˉ . Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικόν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα. μηδενὶ δὲ μηδὲν πῶς ἂν ἀντιδιασταλείη; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται, σιωπῆς τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα, ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ' οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία. ˉιˉζ. Εἰ μηδὲν πλέον νέμει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα. ˉιˉη. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως, οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος. οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ' ὅτι πέφυκεν. αὐτὸ οὖν ὑπάρχουσα οὐσία ἀγέννητος ὁ θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ' ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι † κατὰ † τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν. ˉιˉθ. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον, 3.356 μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μὴ ὄντος τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν

513

ὄντος θεόν, ὅπερ ἐστὶν αὐτὸν ἑαυτοῦ; ˉκ. Εἰ αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ' εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν' οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται. εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ἀγεννησίας ἐστέρηται. εἴη ἂν οὖν οὐσία μὲν γεννητή, τὸ δὲ ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρόδου ἐστὶ δηλωτικόν, δῆλον ὅτι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπέπλασται ἐξ οὐσίας τινός, ἄν τε τοῦτό ἐστιν ὃ λέγεται, γέννημα. ˉκˉα. Εἰ τὸ ἀγέννητον ἕξις καὶ τὸ γεννητὸν ἕξις, αἱ μὲν οὐσίαι τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ' οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι, τὸ εἶναι σημαῖνον τὸ γέννημα συνεισφέρον τῇ ἑαυτοῦ οὐσίᾳ τὸ αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ' οὐχ ἕξεως· τῆς δ' ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐκ ἂν εἴη οὐσία, ἀλλ' ἕξις ἡ ἀγέννητος φύσις; 3.357 ˉκˉβ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οἷα ἡ θεοῦ τοῦ παντοκράτορος, πῶς ἂν τὴν μὲν παθητὴν ἐρεῖ τις, τὴν δὲ ἀπαθῆ; εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ παθῶν ἐστιν ὑπεύθυνος, συγχωρηθεῖσα δὲ τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν τῷ αὐτομάτως ἐπιτρέψαι τὸν φιλοῦντα κατὰ τὰ προειρημένα, ἦν τὸ γοῦν ἀκόλουθον τὴν μὲν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην. ˉκˉγ. Εἰ τῆς γενομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος; ˉκˉδ. Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ' ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατονομάζεσθαι τὴν οὐσίαν τοῦ θεοῦ, τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ; ˉκˉε. Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς αὐτὸν ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; ˉκˉ . Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ θεοῦ ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος ὑποστάσεως, ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα θεὸν τὸν παντοκράτορα. ˉκˉζ. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ' ὑπόστασιν σημαίνει. 3.358 ˉκˉη. Εἰ πᾶν τὸ γεγονὸς ὑφ' ἑτέρου γέγονεν, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ' ἑαυτῆς οὔτε ὑφ' ἑτέρας γέγονεν, ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον. ˉκˉθ. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγέννητος ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος, οὐκ ἔξωθεν συνεμφαίνουσα τὸ ἀπρόσιτον, αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος, ἐπειδὴ καὶ ἀγέννητος. ˉλ. Εἰ ὑπεράγει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπεράγει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς. εἰ δὲ μὴ ἔστιν οὐσίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασῴζεσθαι; ˉλˉα. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ὁ ἀγέννητος θεός, ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννήματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν τοῦ πρώτου καὶ δευτέρου τάξιν; ˉλˉβ. Εἰ διαμένει ἐν φύσει ἀγεννήτῳ ὁ θεός, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφῃρήσθω. συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν, αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν, περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφε μετουσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει

514

γινώσκει ἑαυτόν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον μετουσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκαταφρόνητόν ἐστι τὸ γεννητὸν διὰ μεταβολῆς ἐπιτηδειότητα, ἀξίωμα φύσεώς ἐστιν 3.359 οὐσία ἀμετάβλητος, τῆς ἀγεννήτου οὐσίας πάσης αἰτίας κρείττονος ὡμολογημένης. ˉλˉγ. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἕξουσι τὴν φύσιν. οὐ γὰρ ἂν μὴ ἀποκληρώσει φύσεως τινὸς κοινοῦ καὶ ἰδίου μετειληφυῖα ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίνετο. ˉλˉδ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ' ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς οὖν ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν, οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας; ˉλˉε. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος. τῆς δὲ οὐσίας τὸ ἀπαράλλακτον ἐχούσης τὸ ποιεῖν τε καὶ τὸ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλάκτων ἀναριθμήτως διοίσουσιν ἀλλήλων. οὐ γὰρ ἂν εἴη ἀριθμητὰ τὰ διεστῶτα ἢ καθόλου ἢ κατά τι, πάσης διαστάσεως ἀποκλήρωσίν τινα ἐμφαινούσης ἔτι ἀποτεταγμένης ἀγεννήτου φύσεως. ˉλˉ . Εἰ τὸ ἀγέννητος καὶ τὸ θεὸς ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ, ὁ ἀγέννητος ἀγέννητον ἐγέννησεν. εἰ δὲ ἕτερόν τι δηλοῖ τὸ ἀγέννητος, ἕτερον δὲ τὸ θεός, οὐκ ἄτοπον τὸ θεὸν γεγεννηκέναι θεόν, ἑκατέρου τὴν ὕπαρξιν λαβόντος ἐξ ἀγεννήτου οὐσίας. εἰ δὲ τὸ πρὸ τοῦ θεοῦ μηδὲν εἴη, ὥσπερ οὐκ ἔστι, τὸ θεὸς καὶ τὸ ἀγέννητος ταὐτὸν δηλοῖ, οὐ προσιεμένου τοῦ γεννήματος τὸ ἀγέννητον. διὸ οὐδὲ συνεκφωνεῖσθαι τῷ θεῷ καὶ πατρὶ αὐτοῦ ἀνέχεται. Ἐρρωμένους καὶ ἐρρωμένας ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός, ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθεὶς ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ, ὑποστάντος τε ἀληθῶς πρὸ αἰώνων καὶ ὄντος ἀληθῶς 3.360 γεννητῆς ὑποστάσεως, διατηρήσει ἀπὸ τῆς ἀσεβείας, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι' οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Πεπλήρωται τὸ σύνταγμα τοῦ Ἀετίου. 13. Καὶ ἔστι τῶν εἰς ἡμᾶς ἀπὸ μέρους ἐλθόντων αὐτοῦ φθοριμαίων λέξεων, ὡς ἔφην, ἡ ἀρχὴ ἡ παρ' ἡμῶν ἀνατρεπομένη αὕτη. τριακόσια γὰρ ὁμοῦ κεφάλαια ὁμοιότροπα τούτοις φασὶν αὐτὸν πεποιηκέναι πάσης βλασφημίας ἔμπλεα. ἐνταῦθα δὲ ὡς ἀπολλυμένου σώματος ἑρπετοῦ καὶ σαπέντος, ἐπιβούλου τινὸς σπουδαίου ἀναλεξαμένου τῶν τοῦ ἑρπετοῦ λειψάνων τὰ ὀστέα εἰς λύμην τινῶν, ἣν καυχᾶται ἐπιβουλὴν πεποιηκέναι τισὶ γράφων, δῆθεν ὡς κατὰ φιλοκαλίαν παρεθέμην τὸ συνταγμάτιον, οὗ ἡ ἀρχὴ οὕτως. οὗ εἵνεκεν καὶ αὐτοὶ διὰ τῆς τοῦ θεοῦ ἐνεργείας τὰ ἰατικὰ τῶν λόγων τῆς θείας γραφῆς ἀναλεξάμενοι ἀπ' ἀρχῆς ἄχρι τέλους ἀνατρεπτικὴν ἀντίδοτον κατασκευάσωμεν τοῖς βουλομένοις ἰαθῆναι τῆς αὐτοῦ ἰοβολίας, ἄντικρυς ἑκάστης λέξεως ἀνατροπὰς παραθησόμενοι τῶν αὐτῶν συλλογιστικῶν κεφαλαίων οὕτως· Τὰ Ἀετίου τοῦ Ἀνομοίου. 14. Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν Χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων πολλῶν πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτο εἰς ἡμᾶς, τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος, ἠναγκάσθην οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ' ἔννοιαν τῶν ἁγίων γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι' οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ 3.361 παύειν ἀναισχυντεῖν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προειρημένους Χρονίτας· ἐν εἴδει δὲ τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διέστησα καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν

515

ἐπιχειρημάτων, ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ. Ἀνατροπή. 15. Κατὰ λέξιν τῆς διαλεκτικῆς σου κομπείας καὶ συλλογιστικῆς ματαιοπονίας τὴν ἀνατροπὴν ποιήσομαι, μὴ ὑπερβαίνων μηδὲ ἐν δευτέρῳ τιθέμενος τῶν δοκουσῶν σοι μειζόνων ἢ καὶ βραχειῶν λέξεων τὸ ἀμύθητον. καὶ πρῶτον μὲν ἐπεὶ ἄνω γράφων τοῖς τοῦ σοῦ συστήματος ἀθληταῖς καὶ ἀθλητρίαις ἔφησθα Χρονίτας τινὰς σφετερισαμένους διαφθεῖραι ἅπερ μετὰ χεῖρας εἶχες τοῦ πονηματίου, † ἐρωτηθείσης τῆς παρὰ σοὶ λέξεώς σε μᾶλλον τοῦτο τὸ ὄνομα κεκτημένον καὶ τοὺς ἀπὸ σοῦ μεμαθητευμένους, ἵνα μὴ εἴπω πεπλανημένους τις διελέγξειεν. ἡ μὲν γὰρ θεοῦ ἁγία πίστις, ἀπ' ἀρχῆς οὖσα καὶ ἀεὶ ἀρχαΐζουσα καὶ μὴ παλαιουμένη, ἔστιν ἀεί, καὶ ἡδραίωται ταύτης ὁ θεμέλιος, καὶ ὑπάρχει ἔχουσα τὸν αὐτῆς δεσπότην ἄχρονον. διὸ οὐδὲ αὐτὴ χρονικὴ ὑπάρχει, ἀλλ' ἀεί ἐστι μετ' ἀγγέλων ἐμπολιτευομένη καὶ ἁγίους κατὰ γενεὰν καὶ γενεὰν κοσμοῦσα. σὺ δὲ μᾶλλον χρονικὸς ὑπάρχεις, βουκοληθεὶς ὑπὸ τῆς πλάνης καὶ ἐπαρθεὶς κατὰ τὴν διάνοιαν, καὶ τὸ σὸν βόσκημα τῆς ἀγέλης χυδαίως εἰς νομὴν ἀκανθώδη παρεμπλέξας. οὐδεὶς γὰρ κατὰ σὲ τῶν παλαιῶν ἐφρόνησεν, ὦ Ἀέτιε, ὁ κατὰ χρονικῶν γράφων, αὐτὸς χρονικὸς ὑπάρχων καὶ οὐκ ἀρχαΐζων. εὐθὺς δὲ ἐκ πρώτης ἐπιβολῆς, ὡς ἔφης τὸ πονημάτιον γεγραφέναι, εἰπὼν περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ, ἐξέπληξας τὸν βίον ἐν τῇ τοσαύτῃ σου φωτεινῇ ἐπιβολῇ τοῦ λόγου, ἵνα οὕτως περιγέλαστόν σου ποιήσωμαι τὸν λόγον τῆς διαλέξεως τῆς τοσαύτης σου καινοτομουμένης ὀνοματοποιίας. 16. Τίς γὰρ τῶν τὸ σωτήριον τοῦ θεοῦ κήρυγμα κεκτημένων Χριστιανῶν παίδων τοῦτο καταλείποι, προτραπεὶς ὑπὸ σοῦ διὰ τῆς μυθώδους 3.362 σου πλάνης, ἐάσας θεὸν ἀεὶ ὄντα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀεὶ ὄν, καὶ ἐλθὼν ἀκούσει παρὰ σοῦ περὶ γεννητοῦ θεοῦ, ἵνα καὶ αὐτὸς ἐν μωροῖς καταλεχθείη, διδασκόμενος προσκυνεῖν «τὴν κτίσιν παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογημένος εἰς τοὺς αἰῶνας ἀμήν;» οὐκ ἔχομεν γὰρ ἡμεῖς κτιστὸν θεόν, οὐ ποιητόν, ἀλλ' ἄκτιστον καὶ ἀγένητον, ἐκ πατρὸς γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως. κἄν τε γὰρ σοφίζῃ τὸ γεννητόν, γεννητὸν ὁμωνύμως καλεῖν βουλόμενος, οὐ δέξομαί σου τὴν λέξιν, κἄν τε οὐχ οὕτως νοήσῃς ἠλαττωμένως παρὰ τὸ ἐκ πατρὸς γεγενῆσθαι· «ἐξ ἀκανθῶν γὰρ οὐ συλλέγουσι σταφυλάς, οὔτε ἐκ τριβόλων σῦκα», οὐδὲ ἐξ ἀνδρὸς πεπλανημένου ὀρθὸς ἂν ὑποληφθείη λόγος· ἐφίμου γὰρ καὶ ὁ κύριος τοὺς δαίμονας Χριστὸν αὐτὸν ὁμολογοῦντας. «κατ' ἔννοιαν δὲ τῶν θείων γραφῶν» φάσκεις εἶναι «τὸ λογίδιον». λέγε μοι, ποία γραφὴ θεία ἐδίδασκε προσκυνεῖσθαι θεὸν ποιητόν; καὶ ὅτι μὲν θεὸς ἀγέννητός ἐστι παντί τῳ σαφὲς εἴη. ἀλλ' οὐδὲ τοῦτο ὀνομαστὶ ἔγκειται ἐν τῇ θείᾳ γραφῇ· ἀπὸ δὲ ὀρθοῦ καὶ εὐσεβοῦς λογισμοῦ καὶ αὐτῆς τῆς συνέσεως περὶ θεοῦ εὐσεβῶς τοῦτο νοεῖν καὶ λέγειν ἀραρότως ἔχει. λέγεις δέ, ἵνα εἰδέναι ἔχοιεν οἱ ὑπὸ σοῦ ἀθληταί τε καὶ ἀθλήτριαι καλούμενοι, πεπλανημένοι δὲ μᾶλλον, πῶς πρὸς ἕκαστον ἀποκριθῶσι, διὰ συντόμου καὶ εὐπεριδράκτου λόγου στιχηρῶν τρόπον τὰ κεφάλαια ὑπὸ σοῦ συντεθεῖσθαι. διὸ αὐτὰ τὰ δοκοῦντά σου ἰσχυρὰ ῥήματα καὶ σοφιστικά, ἃ πρὸς τοὺς μείζους εἰς ἀντιλογίαν ἐξήσκηταί σοι, μᾶλλον δὲ ἵνα πρὸς τὴν ἀλήθειαν ἐπάρῃς στόμα, ἡμεῖς οἱ εὐτελεῖς καὶ ἰδιῶται καὶ οὐ μείζους, ἀλλὰ βραχύτεροι πολλῶν τῶν ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, διαλαμβάνοντες ποιησόμεθα, ὡς προεῖπον, τὴν ἀνατροπὴν τῆς ἀσυστάτου ταύτης καὶ σφόδρα εὐτελοῦς φλυαρίας. 17. Καὶ ἕως ὧδε ἐχέτω ἡ κατὰ τοῦ προοιμίου σου ἀντίθεσις τῆς ἡμῶν βραχύτητος. ἀρχὴν δὲ αὖθις τῶν ὑπὸ σοῦ κεφαλαίων καθεξῆς κατατάξας ἄντικρυς ἑκάστης λέξεως καὶ κεφαλαίου ἀντιπαραθήσομαι τὰς ἐκ τῶν θείων γραφῶν καὶ ἐξ ὀρθοῦ λογισμοῦ ἀντιρρήσεις τε καὶ ζητημάτων παρὰ σοὶ λογικῶν ἀνατροπάς, ὅπως οἱ θεοῦ δοῦλοι καὶ ἀληθεῖς ἀθληταὶ ἐντυχόντες καὶ κατανοήσαντες τὴν πᾶσάν σου ἀτοπίαν καταγελάσωσι,

516

λέγοντες «ἡ ὑπερηφανία τῆς καρδίας σου» ἐποίησέ σοι ταῦτα. «σὺ γὰρ εἶπας ταῦτα ἐν τῇ διανοίᾳ σου· ἀναβήσομαι εἰς τὸν οὐρανὸν καὶ 3.363 ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νυνὶ δὲ εἰς Ἅιδου καταβήσῃ, εἰς τὰ θεμέλια τῆς γῆς» καὶ τὰ ἑξῆς. 18. Καὶ ἔστιν ἡ ἀρχὴ τῶν Ἀετίου κεφαλαίων αὕτη· ˉα. Εἰ δυνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι. Ἀνατροπή. Πρῶτον μὲν τὸ εἰς θεὸν λογίσασθαι ἀδύνατον ἀσεβές, ἢ ἀδύνατον μόνον τὸ ἀπρεπὲς τῇ αὐτοῦ θεότητι, καὶ αὐτὸ οὐκ ἀδυνάτου ὄντος αὐτοῦ ποιεῖν, ἀλλ' ἀπρεποῦς οὔσης τῆς φαυλότητος θεῷ, ᾧ οὐδὲν ἀδύνατον, ἀλλὰ διὰ τὸ τὸ φαῦλον ἀδύνατον εἶναι τῇ ἐνθέῳ αὐτοῦ δυνατῇ ἀγαθότητι καὶ αὐτῷ ἀγαθῷ ὄντι. Καὶ ἄλλως. Εἰ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι παρὰ θεῷ ἀγαθὸν εἰς ἔργον νομισθείη, ἀδυνάτως δὲ ἔχοι τὸ εἰς ἀγαθὸν γινόμενον ἀγαθῶς ἐπιτελέσαι, τοῦτο ἧττα περὶ τὸν δυνατὸν εἴη, βουλομένου τὸ προκριτέον ἐργάσασθαι καὶ μὴ δυναμένου. εἰ δὲ τὸ ἀγέννητον ἀγαθόν, τὸ γεννητὸν δὲ ἐν τῇ ἰδίᾳ τάξει ἀγαθῶς γεγένηται, ἀγαθῆς οὔσης ἐξ ἀγαθοῦ θεοῦ τῆς τάξεως τοῦ γεννητοῦ καὶ παρ' αὐτῷ νομισθείσης, οὐκ ἂν ποιήσειε τὸ καλῶς γεννητὸν ἀγέννητον, ἐπειδὴ καλῶς νενόμισται αὐτῷ τὸ οὕτως εἶναι καλόν. ἐπεὶ οὖν τοῦ καλοῦ οὐχὶ διὰ τὸ ἀδύνατον οὐ μεταβάλλεται ἡ τάξις, ἀλλὰ διὰ τὸ ἀγαθῶς οὕτως εἶναι, ἀγαθὸς ἄρα ὁ ἀγέννητος θεός, ἀγαθὰ δὲ τὰ ἐξ αὐτοῦ γενόμενα ἐν τῇ ἰδίᾳ τάξει, μὴ λαβόντα ἀγεννήτου ὄνομα. οὐ γὰρ θεοὺς κτιστοὺς ἐποίησεν, ἵνα θάτερον θατέρῳ παρεκτεινόμενον ἀφανίζῃ διὰ τῆς ἐπωνυμίας τὸ ἀντώνυμον τοῦ μείζοντος πρὸς τὸ ἧττον. εἰ μὲν γὰρ ὁ μέν ἐστι θεὸς ἀγέννητος, ὁ δὲ θεὸς γεννητός, τῶν φύσεων ἀκοινωνήτων οὐσῶν, ἀδύνατόν ἐστι κοινωνῆσαι κατὰ φύσιν ἐν τῷ τοῦ ὀνόματος ἀξιώματι, ἀλλ' εἰ ἄρα καταχρηστικῇ τινι χάριτι, καὶ αὐτὸ κατὰ συμμετοχὴν τοῦ πλουσίου χαριζομένου τῷ ἥσσονι. ὁ δὲ ἥσσων οὐκ ἄν ποτε εἰς τὸ τοῦ μείζονος ὄνομα ἑαυτὸν καλέσειε, παντάπασι γινώσκων ἀλλότριον ἑαυτὸν ὄντα τοῦ κατὰ φύσιν ἀξιώματός τε καὶ ὀνόματος. λέξειε δ' ἄν τίς σοι, ὦ Ἀέτιε, τὸ «θεὸς ἦν ὁ λόγος» καὶ 3.364 οὐκ «ἐγένετο θεὸς ὁ λόγος»· πῶς ἕξει τὸ κατὰ φύσιν τὸ τῆς εὐγενείας ὄνομα ἢ πῶς ἰσωθήσεται, εἴπερ τι γέγονε, τῷ τοῦ θεοῦ ἀξιώματι; ἢ πῶς τὸ «θεὸς ἦν» ἐκκοπήσεται, χρόνου μὴ ἐπιδεχομένου τοῦ ἦν διαίρεσιν ἐργάσασθαι κἂν ἐν τῷ τυχόντι; γνώσῃ δὲ ὅτι ἄναρχος θεὸς καὶ ἀγέννητος θεὸς ἐγέννησεν ἐξ αὑτοῦ θεὸν ὅμοιον ἑαυτῷ, οὐ μόνον, ἀλλὰ καὶ ἴσον κατὰ πάντα. καὶ οὐκ ἔκτισεν, ἵνα μὴ ἀνόμοιος ὁ κτισθεὶς γενόμενος ἀφανίσῃ τὸ τοῦ θεοῦ ὄνομα διὰ τῆς διαστάσεως τῆς παραλλαγῆς. ἀδύνατον γὰρ τὸν γεννῶντα ἀνόμοιον καὶ ἄνισον γεννᾶν ἑαυτοῦ, καὶ τὸν γεγεννημένον ἀνόμοιον εἶναι τοῦ γεγεννηκότος. διὸ ἐνταῦθα * περιλήψεται τῆς ταυτότητος τὸ κατὰ φύσιν ἐξ εὐαγγελικῆς μαρτυρίας «ὅτι πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι», τουτέστι θεὸς ὁ πατήρ, θεὸς ἐγώ· ζωὴ ὁ πατήρ, ζωὴ ἐγώ, καὶ τὰ ἑξῆς πάντα ὅσα πρέπει πατρί, πρέπει καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ἐν μιᾷ θεότητι, μηδὲν τῆς τριάδος παρηλλαγμένον ἐχούσης· σαφῶς ἡμῖν ἀνάρχως καὶ ἀχρόνως γεγεννημένου τοῦ ἐνυποστάτου λόγου τοῦ πατρὸς καὶ τοῦ ἐνυποστάτου πνεύματος τοῦ ἁγίου ἐκ πατρὸς ἐκπορευομένου καὶ τῶν τοῦ υἱοῦ λαμβάνοντος ἡμῖν ἐν γνώσει τελείᾳ ἠσφαλισμένου. 19. ˉβ. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δῆλον ὅτι καὶ γενέσεως. οὔτε γὰρ παρ' ἑτέρας φύσεως εἴληφε τὸ εἶναι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχε. Ἀνατροπή. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, ὁ δὲ γεννητὸς ἐξ αὐτοῦ ἀναξίως αὐτοῦ γεγέννηται καὶ οὐ κατ' ἰσότητα, καὶ ἐν τῷ τοῦ πατρὸς προκριτέῳ ὀνόματι ἕστηκεν, ἀτιμίαν τῷ γεγεννηκότι τὸ γέννημα

517

περιποιεῖται, ἑτέρου ὀνόματος παρὰ τὰ γεγονότα κτίσματα ἔχον τὸ ἀξίωμα καὶ οὐ κατὰ τὰ γεγονότα τὴν τιμὴν τῷ πεποιηκότι περιποιούμενον. τὰ μὲν γὰρ ἐκτὸς αὐτοῦ δόξαν τῷ κεκτικότι περιποιεῖται, οὐκ ὄντα ἴσα τῷ πεποιηκότι οὐδὲ ὀνόματι τοῦ πεποιηκότος καλούμενα, ἀλλὰ δοῦλα γενόμενα εἰς δόξαν τοῦ πεποιηκότος, ἵνα ἀπὸ τῶν ἐνδόξων ἐκ τοῦ ὑπὲρ τὰ ἔνδοξα γεγονότα ὄντος τὸ προκριτέον καὶ ὑπὲρ αὐτὰ ὂν ἀναλόγως θεωρῆται. ὁ δὲ οὐκέτι τῇ τούτων ὀνομασίᾳ κικλησκόμενος, τῇ δὲ τοῦ προκριτέου ὁμοουσιότητι ἐκ τοῦ τετέχθαι συνηνωμένως 3.365 ἔχων τὸ ἀξίωμα, εἰ διοίσει τοῦ προκριτέου διὰ τὴν παραλλαγήν, καὶ τῷ προκριτέῳ ἔλαττον ἀξίωμα περιποιήσεται, διαλλαττομένης τῆς κατὰ τὸ προκριτέον τοῦ γεννήματος ἐπικοινωνίας. διὸ ὅμοιος ἐξ ὁμοίου καὶ ἴσος ἐξ ἴσου ἡμῖν ὁ βλαστὸς οὐκ ἀπὸ σωματικῆς ἐννοίας τῇ πίστει κατείληπται, ἀλλ' ὡς θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτὸς καὶ λόγος πατρὸς ἐνυπόστατος, σῳζομένης τῆς ἀμεταθέτου τοῦ προκριτέου δόξης, ἐν τῷ τὸ προκριτέον οὐκ αὐτὸ ἑαυτοῦ εἶναι αἴτιον, ἀλλ' ἀπ' αὐτοῦ τὸ ἴσον γεννῶν ἀχράντῳ καὶ ἀκαταλήπτῳ οὐσίᾳ, ὁμοουσίως τὸ οὐσιῶδες καὶ ἐνυπόστατον θεῖον γέννημα, ὅπερ εἰκών ἐστιν οὐκ ἄψυχος, ἀλλὰ πατρὸς χαρακτηρίζουσα γένος, ὥς φησιν ἡ θεία γραφή, ἐπὶ τῇ ἰσότητι τοῦ γεννήτορος τὸ γέννημα τάττουσα, «εἰκών», φάσκουσα, «τοῦ ἀοράτου θεοῦ». καὶ ἵνα μή τις νομίσῃ διαφορὰν εἶναι τὴν εἰκόνα τῆς ταυτότητος, αὐτὸς ὁ πατὴρ τὴν διόρθωσιν τῆς ἡμετέρας ζωῆς προνοῶν πρὸ τούτου τοῦ λόγου ἔφησε τὸ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», οὐ διοίσας ἑαυτὸν παρὰ τὸν υἱόν, ἀλλὰ δυϊκὴν καὶ ὁμώνυμον λέξιν ἐπειπών, τὸ «ποιήσωμεν ἄνθρωπον», ἵνα δύο σημάνῃ, ἑαυτόν τε καὶ τὸν υἱόν, ἢ καὶ εἴποιμι καὶ τὸ ἅγιον πνεῦμα. καὶ τὸ * ἐπὶ τῇ ἰσότητι τῆς εἰκόνος, τὸ μὴ ἀνόμοιον διὰ δύο λόγων παρενθείς, «εἰκόνα» μίαν ἔφη, τῷ «ἡμετέραν» δὲ τὸ δυϊκὸν ἀπεφήνατο, τὸν δὲ γινόμενον ἄνθρωπον οὐ τῇ τοῦ ἑνὸς εἰκόνι, ἀλλὰ τῇ τῶν δύο ὁμοιότητί τε καὶ ἰσότητι εἰκόνα γινόμενον, ἵνα πάντη σαφὲς εἴη τὸ προκριτέον ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι μένον ἐν ταυτότητι καὶ μὴ ἀλλοιούμενον. οὐ γὰρ παρ' ἑτέρας φύσεως εἴληφεν ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ ἅγιον πνεῦμα, ἢ δέδωκεν ἑτέρᾳ φύσει συμμετοχὴν τῆς ἑαυτοῦ φύσεως καὶ ἀξιώματος, οὔτε κατά τινα τομὴν ἢ ἀπόρροιαν τὸ εἶναι ἐξ αὐτοῦ τὸν μονογενῆ καὶ τὸ ἅγιον πνεῦμα ἀλλοίωσιν τῆς φύσεως ἐξειργάσατο, ἀλλὰ καθάπερ ἐξ ἀρχῆς προκριτέα φύσις ἀγέννητος καὶ ἄκτιστος ἀεὶ ἦν, οὕτως ἀεὶ ἐξ αὐτοῦ προκριτέον γέννημα καὶ ἅγιον πνεῦμα ἡμῖν σαφῶς κεκήρυχε καὶ οὐκ ἐνηλλαγμένως. 20. ˉγ. Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν, πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν; 3.366 Ἀνατροπή. Χρή σε, ὦ Ἀέτιε, ἄνω προσέχοντα καὶ σεαυτοῦ τὸ ἐλεεινὸν κατανοοῦντα ἐπέχειν τῆς ἑαυτοῦ τολμηρᾶς διανοίας τὸ περιττὸν τῆς ἀσεβείας, ἵνα μὴ καὶ ἡμεῖς μὴ συμμαινόμενοι τῇ τοσαύτῃ ἀφοβίᾳ ἡττημένοι ὑποληφθῶμεν, ἀλλὰ σοί τε καὶ ἑαυτοῖς τὰ πρὸς εὐσέβειαν συμβουλεύοντες. δοκῶν γὰρ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς θεῷ πρέπουσιν ἀνόμοιον καὶ ἄνισον τὸν θεὸν τῷ ἐξ αὐτοῦ γεγεννημένῳ, κηρύττειν ἀπὸ πολλῆς πλάνης * κατὰ εὐσεβῆ τινα ποίησιν ἐξελθεῖν † θεόν, μᾶλλον ἐν τοῖς ἀπρεπωδεστάτοις ὅμοιον αὐτὸν κηρύττεις τοῖς μὴ πρέπουσι τῇ αὐτοῦ θεότητι. καὶ πρῶτον μὲν τὸ διανοηθῆναι περὶ θεοῦ τὸν τοσοῦτον βυθὸν τῆς ἀνοίας ἀσεβείας ἐστὶ καρπὸς καὶ μᾶλλον μανιώδους διανοίας. τῷ γὰρ εἰπεῖν αὐτὸν ἑαυτοῦ αἴτιον ἢ ὅτι αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἐν δυσὶν ὑπονοίαις κακαῖς σεαυτὸν περιέπειρας, ἀναψηλαφῶν καὶ ζητῶν περὶ θεοῦ τὸ πῶς ἦν· ἆρα ἀεὶ ἢ ἑαυτῷ τὸ εἶναι παρέσχεν ἢ αὐτομάτως ἔχει τὸ εἶναι. καὶ δέδια καὶ φρίττω τῷ

518

σῷ κακῷ ἐνθυμήματι παρεκτεινόμενος. πέπαυσο γὰρ καὶ παυσώμεθα, ἀρκετῶς καὶ ὁσίως ἔχοντες τὸ ἀεὶ ὄντα νοεῖν θεὸν καὶ πιστεύειν, ὅτι ἦν ἀεὶ θεός. καὶ γὰρ καὶ ἐν τούτῳ ἀφρόνως φθεγγόμενός τε καὶ συλλογιζόμενος, ὡς μεγάλως τετιμηκὼς τὸν θεόν, ἔφης, ὅτι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν οὐδὲ αὐτὸς ἑαυτῷ αἴτιός ἐστιν· ἄρα κατὰ σέ, εἰ ἀπὸ λέξεών ἐστι καὶ συλλογισμῶν ἡ τῆς πίστεως σωτηρία, * ἔχουσα καὶ ἐν τοῖς ὑποδεεστέροις ἢ οἰκτροῖς σώμασι τὴν τοῦ λόγου ὁμοιότητα. οὐδὲν γὰρ τῶν κτισμάτων ἑαυτῷ αἴτιόν ἐστιν ἢ τὸ εἶναι αὐτὸ ἑαυτῷ παρέσχεν, ἀπὸ κνωδάλων ἄχρις ἀνθρώπου καὶ ἀπὸ ἀνθρώπων ἄχρις ἀγγέλων. οὐδεὶς γὰρ τῶν γεγονότων ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἀλλὰ ἐκ τοῦ ὄντος μόνου τὸ εἶναι ἑκάστου ἔλαβε τὴν ἀρχήν. ὡς οὖν ἐνταῦθα δι' ὧν ἐνόμισας συλλογίζεσθαι * συλλογισθείς, μὴ βιάζου παρὰ φύσιν παρεκτείνεσθαι τῷ μείζονι. παραλυθήσῃ γὰρ κατὰ πάντα, τοῦ μονογενοῦς ἴσου καὶ ὁμοίου ὄντος τῷ πατρί, κἄν τε ἐκ τοῦ τεχθῆναι ἤγουν γεννηθῆναι ἀπὸ πατρὸς ἔχει τὸ ἀξίωμα. οὐδὲν γὰρ διοίσει ἐν τούτῳ τῆς πρὸς τὸν πατέρα ἰσότητος ὥσπερ οὐδὲ ἀπὸ τοῦ ὁμοίου, τῷ μὴ δύνασθαι τὰ γεγονότα ἑαυτοῖς παρασχεῖν τὸ εἶναι, ὡς καὶ ὁ προκριτέος καὶ ἐν ἅπασι τέλειος οὐκ ἀπό τινος ἄνωθεν ἔσχε 3.367 τὴν ἀρχήν. οὐδὲ γὰρ ἤρξατο τοῦ εἶναι· ἦν γὰρ ἀεὶ καὶ ἀεὶ ἔστι, κἄν τε ἐν ταυτότητι μένοι καὶ ἑαυτῷ τὸ εἶναι μὴ παράσχοι, οὐ τῶν ὁμωνύμων λέξεων ζητουμένων, ἀλλὰ τῆς κατὰ τὸ ἀκραιφνὲς πρὸς τὸ εὐσεβὲς * θεωρίας. Καὶ ἄλλως. Ἐπεὶ ἔφης· «εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν», μάθε καὶ αὐτός, ὅτι οὐ διὰ τὸ ἀσθενὲς τοῦ υἱοῦ ἔσται τὸ ὄνομα, ἀλλὰ διὰ τὸ συμπρέπον τῷ γεγεννηκότι ἔχει τῆς ὁμοουσιότητος τὸ ἐξαίρετον· ἐπειδὴ γὰρ ὡς τῷ πατρὶ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν πρεπωδέστατόν ἐστιν, οὕτω καὶ τῷ μόνῳ ἐκ μόνου πατρὸς ὄντι σὺν τῷ μόνῳ πνεύματι ἡ αὐτὴ μία θεότης συμπρέπει, μηδὲ αἴτιον ὑποδέχεσθαι δυναμένη, οὐ διὰ τὸ ἀσθενές, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πάντα ἀριθμὸν τῶν ἐξ οὐκ ὄντων γεγονότων, μιᾶς οὔσης τῆς θεότητος ἐν ἑνὶ ὀνόματι τριάδος ἀριθμουμένης καὶ ἐν μιᾷ σφραγῖδι ὀνομάτων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῖς φωτιζομένοις κηρυττομένης καὶ μηδὲν παρηλλαγμένον ἑαυτῆς ἐχούσης, διὰ τῶν ἐν ἀληθείᾳ λόγων ἰσότητα ὀνομασίας πληρούντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἔφης δὲ πάλιν ὅτι «πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν», καὶ οὔτε νοεῖς οὔτε νενόηκας ὡς ἑαυτὸν ἠλλοτρίωσας ἀπὸ γνώσεως θεοῦ τῆς ἀληθείας, οὐ πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας διδασκόμενος, ἀλλὰ σοφίᾳ κοσμικῇ τῇ μωρανθείσῃ τὰ ἄνω ἐμβατεύειν πειρώμενος. ἀκολούθως γὰρ καὶ αὐτὸς ἀκούσεις ὅτι μεματαίωταί σοι· «οἶδε γὰρ ὁ θεὸς τοὺς λογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι». ὁ γὰρ γεννῶν τὸν ἐνυπόστατον λόγον ἴσον ἑαυτῷ ἐγέννησε καὶ οὐ παρηλλαγμένον τῆς ἑαυτοῦ θεότητος οὐ διὰ τὴν τοῦ γεννήματος παραλλαγήν, ἀλλ' * ὅτι ἀπρεπὲς ὅλως ἦν τὸ διανοηθῆναι ἡμᾶς ἀνάξιον ἑαυτοῦ καὶ ἄνισον καὶ ὑποβεβηκότα τοῦ γεννήτορος γεγεννηκέναι τὸ γέννημα αὐτὸν τὸν γεγεννηκότα. διὸ διὰ τοῦ υἱοῦ καὶ ἐνυποστάτου λόγου τὰ πάντα γεγονέναι ἔφη, ἵνα αὐτὸν οὐκ ἀπὸ τῶν γεγονότων ἀριθμήσῃ, ἀλλ' ἐν παντὶ πατρὶ ὅμοιον καὶ ἴσον ὄντα διὰ τὸ συμπρέπον τῇ τοῦ πατρὸς ὀνομασίᾳ εἶναι, ἀεὶ ὄντα ὅμοιον τὴν οὐσίαν τῷ ὄντι, οὐ ξένον ὄντα, ἀλλὰ γνήσιον, ὡς υἱὸν ὁμοούσιον ἐξ αὐτοῦ γεγεννημένον. 3.368 21. ˉδ. Εἰ ἀτελευτήτως ὁ θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιουσίου κακοδοξία παραφανισθήσεται. ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώματι. Ἀνατροπή. Εἰ ἀτελευτήτως καὶ ἀπαύστως ὁ θεὸς διαμένει, ὡς ἔφης, ἐν ἀγεννήτῳ φύσει, φύσις δὲ θεοῦ

519

ἀΐδιος, ἀτελευτήτως ἔχουσα τὸ ἀξίωμα, οὐ διά τι ἕτερον, ἀλλὰ διὰ τὸ αὐτόθεον καὶ αὐτοαΐδιον, ἆρά γε καὶ τὸ γέννημα ὁμοούσιον ἔσται, εἰ παρὰ σοὶ τὸ τοῦ ἀτελευτήτου εἴληφεν ὄνομα, ὡς παλιμβόλως τῷ υἱῷ χαρίσασθαι πιθανῶς ἐφυσιολόγησας. δώσεις γὰρ καὶ ἀναγκαζόμενος ὁμολογῆσαι τὸ τοῦ ἀτελευτήτου ἐν ἅπασιν ἄπλετον καὶ ἀχώρητον ὄνομα. πῶς οὖν οὐκ ἔσται ὁμοούσιον; ἐπειδὴ ἔδοξας σκώπτειν, διὰ κακοδόξου ὀνόματος τὴν ἀλήθειαν ἐξυβρίσαι πειρασάμενος, ἐξ αὐτῶν ἐλεγχόμενος ἔσῃ ὧν ἔφης ῥημάτων. ἢ γὰρ δώσεις τέλος ἔχειν τὸν ὑπὸ σοῦ παρηλλαγμένον βλασφημούμενον τὴν οὐσίαν, ἢ ἀτελεύτητον αὐτὸν ὁρισάμενος ἐν ἅπασιν ἀμετάστατον καὶ ἀπαράλλακτον τῆς τοῦ ἀτελευτήτου ἀξίας εἰσάγειν ἀναγκασθήσῃ, τῆς ἀληθείας μὴ παραδεχομένης τέλος ἔχειν τὸν υἱόν, «ὅτι τῆς βασιλείας αὐτοῦ» φησιν ἡ γραφὴ «οὐκ ἔσται τέλος», διὰ τὸ σὺν πατρὶ βασιλεύειν ἀεὶ καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἐπειδήπερ πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἕξει, εἰ βούλοιτο ὁ τὸ εἶναι τῷ τὴν ἀρχὴν εἰληφότι παρεσχημένος· ὅπερ ἐπὶ πᾶσι μὲν ἐνδέχεται, ἐπὶ δὲ τῷ υἱῷ ἀνένδεκτόν ἐστιν. ἔστι γὰρ ἀεὶ ἐκ τοῦ ὄντος καὶ παρὰ τῷ ὄντι ἀεί, τοῦ εἶναι μηδέποτε λήγων. διὸ καὶ ὁμοούσιος ἦν καὶ ἔστι καὶ ἔσται, μόνος ἐκ μόνου καὶ ἐν οὐδενὶ τῇ οὐσίᾳ παρηλλαγμένος, ἀλλὰ κατὰ τὸ ἀξίωμα τῶν ὀνομάτων μενούσης τῆς θεότητος ἐν τῇ ταυτότητι, οὔτε συναλοιφὴν ἔχουσα οὔτε ἀρχὴν ἑαυτῇ παρέχουσα τοῦ εἶναι οὔτε δεχομένη τὸ ἀνόμοιον ἑαυτῇ ὑπάρχειν, ἡ ἀεὶ οὖσα καὶ μηδέποτε τοῦ εἶναι λήγουσα, συμπρέπουσα δὲ αὐτῇ, ἀεὶ ἐν τῷ ἀξιώματι πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος σὺν πατρὶ καὶ υἱῷ ὑπάρχουσα καὶ μηδέποτε διαλείπουσα. ἔστι γὰρ ἐν ἑαυτῇ ἀσύγκριτος ἡ τριάς, διαίρεσιν οὐδεμίαν ἐν τῷ ἀξιώματι ὑποδεχομένη. 3.369 22. ˉε. Εἰ ἀγέννητός ἐστιν ὁ θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ' ἐξ οὐσίας ὑποστησάσης αὐτό. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει. Ἀνατροπή. Πολλάκις ἡμῖν προῆλθες φέρων, ὦ οὗτος, τὸ ἀγέννητον καὶ γεννητόν, τὸ τοῦ θεοῦ ὄνομα φρυαττόμενος, ὁ ἐν πάσῃ ἀνομίᾳ σεαυτοῦ τὴν διάνοιαν ἐνθάψας. ἐκεῖνο δὲ παντὶ τῷ ἀπόρως ἔχοντί ἐστι ποθητόν, ἡ τοῦ ἀπορουμένου εὐπορία εἰς παραμυθίαν, * καὶ ἐπὶ τοῦ στόματος φέρειν, ἐὰν μὴ εὐποροίη τοῦ τοιούτου. καὶ σὺ ἐπειδὴ ἄθεος τυγχάνεις, οὐ σεμνύνῃ κἂν διὰ τοῦ στόματος φέρειν τούτου τὸ ὄνομα, ἐπειδὴ φύσει κατὰ τὸν αὐτοῦ φόβον καὶ πίστιν καὶ ἐλπίδα καὶ πρὸς αὐτὸν ἀγάπην οὐδέποτε αὐτὸν ἐκτήσω. ἢ γὰρ ἂν ἤρκει σοι ἅπαξ τοῦτο λέγειν καὶ μὴ ὑπερβαίνειν ὅρον τὸν τεταγμένον τῆς ἀκολουθίας. σαφὴς γὰρ ἡ περὶ σοῦ παρὰ τοῦ σωτῆρος ἡμῶν ἀποφαντικὴ ἀπόδειξις ὅτι «ἀπὸ τῶν καρπῶν αὐτῶν γνώσεσθε αὐτούς», τῷ εἶναι μέν σε περιβεβλημένον προβάτου κώδιον, ἔσωθεν δὲ εἶναι ἅρπαγα καὶ λύκῳ παραβεβλημένον. εἰ γὰρ ἦς ἐξ ἁγίου πνεύματος γεγεννημένος καὶ προφήταις καὶ ἀποστόλοις μεμαθητευμένος, ἔδει σε διελθόντα ἀπ' ἀρχῆς γενέσεως κόσμου ἄχρι τῶν τῆς Ἐσθὴρ χρόνων, ἐν εἴκοσι καὶ ἑπτὰ βίβλοις παλαιᾶς διαθήκης εἴκοσι δύο ἀριθμουμέναις, τέτρασι δὲ ἁγίοις εὐαγγελίοις καὶ ἐν τεσσαρεσκαίδεκα ἐπιστολαῖς τοῦ ἁγίου ἀποστόλου Παύλου καὶ ἐν ταῖς πρὸ τούτων καὶ σὺν ταῖς ἐν τοῖς αὐτῶν χρόνοις Πράξεσι τῶν ἀποστόλων καθολικαῖς ἐπιστολαῖς Ἰακώβου καὶ Πέτρου καὶ Ἰωάννου καὶ Ἰούδα,καὶ ἐν τῇ τοῦ Ἰωάννου Ἀποκαλύψει, ἔν τε ταῖς Σοφίαις, Σολομῶντός τέ φημι καὶ υἱοῦ Σειράχ, καὶ πάσαις ἁπλῶς γραφαῖς θείαις ἐρευνᾶν καὶ ἑαυτοῦ καταγνῶναι ὅτι ὄνομα, ὅπερ οὐδαμοῦ ἐντέτακται, ἦλθες ἡμῖν φέρων, οὐκ ἀπρεπὲς μὲν θεῷ, ἀλλ' εὐσεβὲς εἰς θεόν, τὸ τοῦ ἀγεννήτου ὄνομα, μηδαμοῦ δὲ ἐν θείᾳ γραφῇ ῥηθέν· οὐδεὶς γὰρ μὴ μεμηνώς ποτε γεννητὸν ἐνενόει θεόν. ἀλλ' οὔτε χρείαν ἔσχον εἰπεῖν ἀγέννητον 3.370 θεὸν μόνον πατέρα διὰ τὸν ἐξ αὐτοῦ γεγεννημένον, ἵνα μή τις ἐπὶ τῷ πατρὶ μόνῳ νομίσῃ τοῦτο πληροῦσθαι, ἀλλὰ καὶ ἐπὶ τῷ υἱῷ καὶ ἐπὶ τῷ ἁγίῳ πνεύματι, τῆς διανοίας

520

τῆς ὀρθῆς καὶ τοῦ πνεύματος τοῦ ἁγίου διδάσκοντος πάντας υἱοὺς ἀληθείας ἀφ' ἑαυτῶν μὴ ἐν θαυμασμῷ τοῦτο ἔχειν, ἀλλὰ κατὰ τὸ ἀπαιτούμενον καὶ ἐν ἑαυτῷ ὑπάρχον τοῦ ὀρθοῦ πρὸς εὐσέβειαν λογισμοῦ περὶ θεοῦ εἰδέναι. εἰ δὲ διὰ τὸ ἀγέννητον αὐτὸν εἶναι, συνομολογεῖσθαι δὲ ἀφ' ἡμῶν τοῦτο, * ἀπὸ γραφῆς δὲ μὴ ἔχειν τῆς ὀνομασίας τοῦ λόγου τὴν σύστασιν, ἀλλ' ἀφ' ἑαυτῆς διὰ τῶν ὀρθῶν λογισμῶν τὴν εὐσέβειαν * ταύτην εἰδέναι τὸ οὕτως εἶναι. εἰς τί γὰρ οὐσίας ἔσται διάστασις τοῦ ἀγεννήτου πρὸς τὸ γεννηθέν, εἰ κατὰ ἀλήθειαν ἐκ τοῦ γεγεννῆσθαι ἔχει τὸ ὄνομα φυσικῇ τινι καὶ ἀρρήτῳ, συμπρεπούσῃ τῷ θεῷ καὶ τῷ ἐξ αὐτοῦ γεγεννημένῳ ἀχρόνως καὶ ἀνάρχως ἐν ἀληθείᾳ καὶ οὐ καταχρηστικῇ τινι ὑπονοίᾳ; ἐντεῦθεν οὐ κτιστήν φαμεν τὴν οὐσίαν, οὐδὲ ἀλλοτρίαν ὡς ποιητήν, ἀλλὰ γεννητὴν οὐσιωδῶς καὶ οὐκ ἀλλοίαν παρὰ τὸν γεγεννηκότα. διὸ καὶ ἄκτιστος διαμένει καὶ οὐ ποιηθεῖσα, ἀλλὰ γεννηθεῖσα ἐκ τῆς αὐτῆς οὐσίας θεοῦ, οὐ χρόνῳ ὑποπίπτουσα. οὐ γὰρ ὁ γεννήσας ἐν ἀληθείᾳ χρόνῳ ὑπέπεσεν, ἵνα χρονικὴν ὑποστήσεται οὐσίαν. ὁποῖον γάρ ἐστι τὸ γέννημα, τοιοῦτος ὁ γεννήτωρ, καὶ ὁποῖος ὁ γεννήτωρ, τοιοῦτος καὶ ὁ γεγεννημένος. 23. ˉ . Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ ἀπὸ τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις. Ἀνατροπή. Εἰ τὸ ἀγέννητον τὸ γεννητὸν ἐποίησε καὶ οὐκ ἐγέννησεν, ἐπὶ τῆς μιᾶς ταυτότητος ταττομένης τῆς ὀνομασίας καὶ θατέρου θατέρῳ μὴ παρεκτεινομένου διὰ τὴν κατὰ ἀλήθειαν ἀντωνυμίαν, ἡ δύναμις τῆς σχέσεως ἐπὶ θατέρου διαφωνίᾳ ἕστηκε μηδὲν πρὸς τὸ ἕτερον ἐπικοινωνοῦντος ἢ μόνον κατὰ τὴν ἐξουσίαν καὶ τῆς προκριτέας φύσεως αἰτίου οὔσης πρὸς πᾶν τὸ ὑπ' αὐτῆς κεκτισμένον. ἐπειδὴ δὲ ἀνὰ μέσον τοῦ ποιητικοῦ καὶ ποιουμένου καὶ κτιστοῦ καὶ κτιζομένου ἄλλη τίς ἐστιν ὀνομασία, ἐγγίζουσα μὲν τῷ 3.371 ἀγεννήτῳ ὀνόματι, μακρυνομένη δὲ ἀπὸ τοῦ κτιστοῦ ὀνόματος, ἀδύνατόν ἐστι πάντα συγχέειν, ὦ Ἀέτιε, καὶ ἀφανίζειν ἀπὸ σαυτοῦ τῆς τελείας κατὰ ἀληθινὴν σχέσιν υἱοῦ πρὸς πατέρα ἀεὶ ὄντος καὶ ἀκτίστου ὀνομασίας ἐπικοινωνίαν. ἀδύνατον γάρ ἐστι τὴν ἀγέννητον καὶ ἄκτιστον φύσιν κτιστήν ποτε γενέσθαι, καὶ ἀπὸ τοῦ κεκτίσθαι πάλιν μεταμεληθεῖσαν ἀναδραμεῖν ἐπὶ τὴν αὐτῆς ἀγεννησίαν, κἄν τε μυρία ἡμῖν πλέκῃς Ἀριστοτελικὰ ζητήματα, καταλείψας τὴν ἄνωθεν ἁπλῆν καὶ ἁγνὴν τοῦ πνεύματος ἁγίου διδασκαλίαν. 24. ˉζ. Εἰ μὴ ὅλος ὁ θεὸς ἀγέννητός ἐστιν, οὐδὲν κωλύει γεγεννηκέναι οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε γέννημα. Ἀνατροπή. Καὶ ὅλος θεὸς ἀγέννητος καὶ ἄκτιστος, καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος ἄκτιστος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ παρὰ σοῦ σμικρυνόμενον, σαρκικὲ Ἀέτιε καὶ ψυχικὲ πνευματικῶς ἀνακρινόμενε, μονοειδῶς ἔχον τὸ ἐξ αὐτοῦ ἐξαίρετον, μὴ ἀπεικαζόμενον τοῖς πολλοῖς, τοῖς ἐκ τοῦ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ ἀπ' αὐτοῦ κεκτισμένοις. διὸ οὔτε κοινωνήσει τοῖς πᾶσιν οὔτε τις αὐτοῦ τῷ ἀξιώματι ἐπικοινωνήσειεν. πάντα γὰρ παρίπταται καὶ ὑποχωρεῖ, καὶ καταλιμπάνει πᾶσαν αἰτίαν συλλογιστικὴν * τῷ ἀπὸ τῆς θείας γραφῆς διδασκαλικῷ λόγῳ, τῷ «οὐδεὶς οἶδε τὸν υἱόν, εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ἀποκαλύψῃ». ἀποκαλύπτει δὲ δι' ἁγίου πνεύματος οὐ τοῖς αὐτὸν συλλογιζομένοις, ἀλλὰ τοῖς εἰς αὐτὸν γνησίως καὶ τελείως πεπιστευκόσι. καὶ γὰρ οὔτε «τὰ κρίματα αὐτοῦ ἐρευνῆσαι» δυνηθείης οὐδὲ «τὰς ὁδοὺς αὐτοῦ ἐξιχνιάσεις», κατὰ τὸ γεγραμμένον, κἄν τε μυρία ἡμῖν ἔλθῃς φλυαρῶν, ἐλεεινὸν κατ' ἐμὲ ἀνθρωπάριον. 25. ˉη. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ' οὐ τὸ γεννᾶσθαι. εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν· εἰ δὲ εἴη καὶ ἀμετάβλητος

521

καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὸ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμολογηθήσεται. 3.372 Ἀνατροπή. Ἔδει μὲν οὖν οὐ μόνον σε, Ἀέτιε, ἀλλὰ καὶ πάντα»αἱρετικὸν μετὰ μίαν νουθεσίαν παραιτεῖσθαι», ὡς ὁ ἅγιος καὶ σοφὸς κελεύει λόγος. «αὐτοκατάκριτος» γὰρ τυγχάνεις, ἑαυτῷ τὸν ὄλεθρον ἐπισπώμενος καὶ οὐχ ὑφ' ἑτέρου ἀναγκαζόμενος. τίς οὖν ἐλεήσει τὸν «ἑαυτῷ πονηρὸν καὶ οὐδενὶ ἀγαθὸν» τυγχάνοντα; ἀλλ' ἵνα μὴ ἐφ' οἷς ἐβλάστησας τῷ κόσμῳ κακοῖς, ἐν σεαυτῷ * ἔχων ὑπολαμβάνοις ὡς περὶ μεγάλων καὶ ἀντιθέτων, ἐπιμενοῦμεν καὶ αὐτοὶ μετὰ μακροθυμίας «τῇ διστόμῳ μαχαίρᾳ, τοῦ Χριστοῦ λόγῳ» ἐκτέμνοντές σου τὰς ἀκανθώδεις ῥίζας ἐν τῇ ὑγιαινούσῃ πρὸς θεὸν τελείᾳ καὶ ἀληθινῇ ὁμολογίᾳ. δόξα γὰρ τῷ ἐλεήμονι θεῷ τῷ φωράσαντί σε ὁποῖος εἶ, τὴν τοῦ Ἰούδα ἐπέχων τάξιν, τοῦ σὺν τοῖς μαθηταῖς μὲν ἀριθμηθέντος, ἀφορισθέντος δέ, οὐ Χριστοῦ ἔχοντος τὸν νοῦν, ἀλλ' ἐκ τοῦ Σατανᾶ ὑποδεξαμένου τὴν πρὸς τὸν δεσπότην αὐτοῦ ἐπαρνησιθεΐαν. ψιλῇ γὰρ λέξει ὡμολόγησας τὸν υἱὸν τοῦ θεοῦ οὐκ ἔχειν ἐν τῇ διανοίᾳ. καὶ τίς ἐστι χρεία περιττῆς πρὸς σὲ λαλιᾶς, ὁπότε παντάπασιν ἀλλότριος Χριστιανῶν ὑπάρχεις, προφητῶν τε καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν, μαρτύρων τε καὶ πάντων τῶν ἁγίων, τῶν ἐλέγξαι σε εἰς ἡμέραν κρίσεως ἑτοίμως ἐχόντων, ὅτι ἄχρι θανάτου στρεβλούμενοι ὑπέμειναν, μαστιζόμενοι, ξεόμενοι, θηρσὶ καὶ πυρὶ παραβληθέντες καὶ φόνῳ μαχαίρας, ἵνα υἱὸν θεοῦ ὄντα καὶ ἐξ αὐτοῦ ἀληθινῶς γεγεννημένον μὴ ἀρνήσωνται. γεννητικὸς γὰρ ὁ πατὴρ μόνου μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἔτι μετὰ τὸν ἕνα, καὶ ἀνομβρητικὸς πνεύματος ἁγίου καὶ οὐχ ἑτέρου πνεύματος, κτίστης δὲ καὶ ποιητὴς τῶν ὑπ' αὐτοῦ γενομένων καὶ ἀεὶ γινομένων. διὸ οὐκέτι πολλῶν υἱῶν γεννωμένων, οὔτε πολλῶν πνευμάτων ἐξ αὐτοῦ ἐκπορευομένων, τῆς αὐτῆς θεότητος ἀεὶ ἐν τῇ τριάδι μενούσης καὶ δοξαζομένης, καὶ μηδέποτε προστιθεμένης μήτε ληγούσης μήτε ὑποληφθείσης ποτὲ ὡς μὴ οὔσης. διὸ καὶ οὐχ ἕως ψιλῆς ὀνομασίας ἐπὶ τῷ γεννήματι ἵσταται τὸ ἀξίωμα· ἐπεὶ ἂν πολλοὺς ἀδελφοὺς μετ' αὐτὸν ἔσχεν ὁμοίους αὐτῷ, ὡς ἐπὶ τῷ εἰρημένῳ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ ἐπὶ τῷ «ὁ τετοκὼς βώλους δρόσου», καὶ ἐπὶ τῷ «ἀφ' οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», καὶ ἐπὶ τῷ «οὐχ εἷς πατὴρ πάντων ὑμῶν;» καὶ ἐπὶ τῷ «παῖς μου Ἰακώβ», καὶ ἐπὶ τῷ «πρωτότοκός 3.373 μου Ἰσραήλ». οὗτοι γὰρ πάντες ψιλῇ λέξει τῷ τῆς ἀναγωγῆς * ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι προκεκοφότες οὐ κατ' οὐσίαν τῇ ἀληθινῇ ἵστανται ὀνομασίᾳ, ἀλλὰ ψιλῶς λέξει καὶ κατὰ χάριν. διὸ διὰ τοῦ ἑνὸς τοῦ οὔτε κατὰ χάριν οὔτε ψιλῇ ὀνομασίᾳ ὀνομαζομένου, ἀλλὰ κατὰ ἀλήθειαν ὄντος ἐκτίσθησαν, ἀπὸ τοῦ ἑνὸς διὰ τοῦ ἑνὸς σὺν τῷ ἐξ αὐτοῦ ἐκπορευομένῳ καὶ τοῦ αὐτοῦ λαμβάνοντι. 26. ˉθ. Εἰ σπερματικῶς ἦν ἐν τῷ ἀγεννήτῳ θεῷ τὸ γέννημα, μετὰ τὴν γέννησιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειος οὖν ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ' ἐξ ὧν προσέλαβε. τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα, ὡς ἐξ ἐκείνων συνεστῶτα, τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν. Ἀνατροπή. Εἰ μὴ ὡμολογεῖτο ἀσώματος ὢν ὁ γεννήτωρ, πάντα παρὰ σοὶ δραματουργείσθω. δραματουργήσας δὲ οὐκ ἄλλον τινὰ πτύρεις, σεαυτοῦ δὲ τὸν νοῦν θολοῖς ἀπὸ τῆς ἀληθινῆς ὁμολογίας. ἐξ αὐτοῦ γὰρ θεὸς τέλειος ὢν τέλειον υἱὸν ἐγέννησεν, οὐχ ἕτερον παρὰ τὴν φύσιν. οὐ γὰρ ἀπρεπής ἐστι πρὸς τὸν γεννήτορα, οὔτε ἔξωθεν ἐπιδεόμενος προσλήψεως. οὐ γάρ τί ἐστι μεῖζον μετὰ τὴν τοῦ θεοῦ οὐσίαν, ὅπως τῷ ἐνδεομένῳ μεταδοῦναι τῆς προσλήψεως πρὸς τελειότητα δυνηθείη. ὁ γὰρ ὢν ἀεὶ ἀσώματος τὸν ὄντα ἀσώματον παρ' αὐτῷ τῷ ὄντι ἀεὶ γεννητικῶς, τέλειον ὁ τέλειος ἀεὶ ὄντως γεγέννηκε, πνεῦμα ὢν θεὸς καὶ πνεῦμα ὄντα τὸν ἐνυπόστατον Λόγον γεγεννηκώς. τὸ ὅλον γὰρ ἠλίθιον εἴη παρὰ σοὶ τῷ Ἀετίῳ, τῷ τὰ ἄνω ἐμβατεύοντι καὶ τὰς κατὰ θεὸν

522

δόξας ἐρευνῶντι ἐκ συλλογισμῶν καὶ σοῦ φιλολογιστικῆς ἐννοίας, ὅτι τῷ ποιήσαντι τὰ πάντα ἐξ οὐκ ὄντων καὶ δυνηθέντι τελείως τὰ πάντα ὑπὸ ἓν ἐργάσασθαι, μηδὲν χρείαν ἔχοντι προσληπτικῆς ἐπιδόσεως, θεσμῷ δὲ ταῦτα πεδήσαντι, ἁδρυντικὴν οὐσίαν προσληπτικῆς τε θεότητος ἐπιδεόμενον ἐπιφημίζεις Λόγον καὶ οὐδὲ ἐξισοῖς αὐτὸν τοῖς ὑπ' αὐτοῦ κεκτισμένοις. ἀπ' ἀρχῆς γὰρ τελείως αὐτὰ ποιήσας προσλήψεως οὐκ ἐπιδεόμενα τὰ ἐξ αὐτῶν ἔτι βλαστάνοντα ὥρισε νόμῳ σοφίας, ἅτινά ἐστι ταῦτα ἐν οἷς ἐστι τὰ καθεξῆς γενόμενά τε καὶ γινόμενα, ὡς οἷον εἰπεῖν, οὐρανόν, γῆν, ὕδωρ, ἀέρα, ἥλιον, σελήνην, ἄστρα, καὶ τὰ ἐκ τῶν ὑδάτων γεγενημένα, ἕως καὶ αὐτοῦ τοῦ ἀνθρώπου. οὐκ οὐρανὸν ἀτελῆ ἐποίησεν, οὐ γῆν ἀτελεστάτην, ἀλλὰ τελείαν μὲν τὴν γῆν, τέλειον δὲ τὸν οὐρανόν, «ἀόρατον δὲ καὶ ἀκατα.374 σκεύαστον» τότε, δι' ἣν ἔμελλε ποιεῖν διακόσμησιν· ὕδωρ δὲ ἅμα καὶ φῶς τὸ πρωτόκτιστον, διὰ τοῦ ἀληθινοῦ φωτὸς τὰ πάντα ποιήσας, τοῦ ἀκτίστου καὶ ζωοποιοῦ· ἔπειτα δὲ τὰ ἐκ τῆς γῆς φυέντα· καὶ πρὸ τούτου τὸ στερέωμα οὐχ ἡμιτελές τι ἐγίνετο, ἀλλὰ πάντα ἐν τελειότητι· «ἐξαγαγέτω γάρ φησιν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς, καὶ ξύλον κάρπιμον, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς». καὶ ὁρᾷς ὡς οὐδεμιᾶς εὐθὺς τὰ γεγονότα ἐπεδέετο προσληπτικῆς ἐπιδόσεως, ἀλλ' ἀνδρεῖα ὡς εἰπεῖν καὶ τέλεια διὰ τοῦ προστάγματος εὐθὺς εὑρίσκεται. τῷ δὲ ἀνθρώπῳ ἐπιδοθέντα τὰ ὑπ' αὐτὸν ὄντα καὶ σὺν αὐτῷ σπερματικῶς εἰς δεσποτείαν, οὐ τέλεια παρεδόθη, διὰ τὸ εἰδέναι τὸν ἄνθρωπον πάντοτε τὸν εὐεργετοῦντα καὶ τὸ εἶναι πᾶσι παρέχοντα, ἐπὶ πάντων δὲ ὄντα καὶ τὰς ἐπιδόσεις ἑκάστης ποιήσεως πρὸς σύστασιν τῶν αὐτῷ χρησιμευόντων παρέχοντα. Παρέδωκεν αὐτῷ σπερματικῶς τὴν γῆν, ὑποβάθραν ὡς εἰπεῖν προστησάμενος καὶ ὡς μήτραν αὐτῷ παραδεδωκώς, ἵνα ἀπὸ τῆς προβολῆς τῶν κατὰ τὸ τέλειον ὑπὸ θεοῦ γεγονότων τὰ σπερματικῶς δι' ἑαυτοῦ μετὰ συνέσεως ἐπὶ γῆν καταβαλλόμενα, ὡς οἷόν τε ξύλον καὶ ἄλλων γεννημάτων, αὐτὸς μὲν λεπτομερῶς ὡς ψηφῖδα παρὰ τῶν τελείων ἐρανισάμενος ταύτην τε εἰς γῆν ἐνθεματίζων τὰ τῆς ἐπιδόσεως ἀπὸ τοῦ τελείου θεοῦ πρὸς αὔξησιν προσδέχηται, ἵνα αὐξηθείη ἔξωθεν τὰ ὑπ' αὐτοῦ ἐνσπερματιζόμενα, ἵνα μὴ ἀγνοήσας τὸν ἐπιχορηγὸν τῆς ἐπιδόσεως αὑτὸν νομίσῃ δημιουργὸν καὶ ἐκπέσῃ τῆς ἀληθείας. εἰ γὰρ καὶ ἐφύτευσε Νῶε ἄμπελον, οὐ γέγραπται ὅτι ἦν φυτουργός, ἀλλ' «ἐγένετο ἀνὴρ γεωργός». ἕτερος γάρ ἐστιν ὁ τὰ αὐθεντικὰ παρέχων τοῖς ἐσομένοις, ἕτερος δέ ἐστιν ὁ τὸ εἶναι παρ' αὐτοῦ εἰληφὼς ἄνθρωπος καὶ τὴν ἐκείνου γεωργίαν πεπιστευμένος, ἵνα ὁ μὲν γεωργῇ τὰ ἐπιδόσεως εἰς τελείωσιν ἐπιδεόμενα, ὁ δὲ τὴν τελειότητα παρέχοι διὰ τῆς αὐτοῦ ἐπιδόσεως τῶν ὑπ' αὐτοῦ ἐκτισμένων καὶ διὰ τῆς ἐπιδόσεως εἰς τελειότητα αὐξανομένων. οὕτω καὶ ἐπὶ τῶν ζῴων καὶ ἐπὶ τῶν πετεινῶν, οὕτω καὶ ἐπὶ τῶν κτηνῶν καὶ ἑρπετῶν καὶ ἐναλίων πάντα ἐν ἀρχῇ τέλεια γέγονε διὰ τοῦ προστάξαντος, βουλήσει δὲ σοφίας νῦν ἐπιδόσεως δεῖται, διὰ τὴν τοῦ ἐπὶ γῆς δεσπόζοντος ἀνθρώπου κατ' ἔννοιαν ὠφέλειαν, εἰς τὸ ἐπιγινώσκειν αὐτὸν τὸν ἐπάνω πάντων θεόν, τὸν χορηγὸν τῶν σπερματικῶν καὶ τῆς ἐπιδόσεως τῶν αὐξήσεων ὄντα θεὸν καὶ κύριον. διόπερ τὰ μὲν κατ' οὐρανὸν καὶ οὐ διὰ χειρῶν ἀνθρώπου σπειρόμενα ὄντα, καὶ οὐ γεννῶντα οὐδὲ γεννώμενα, εἴασεν ὁ θεὸς ἐν τελειό.375 τητι· οὐ γὰρ ἐνέσκηπτον τῇ διανοίᾳ τοῦ ἀνθρώπου εἰς ἐπιβουλὴν καὶ τῦφον κενοδοξίας, ὡς οἷον ἐπὶ ἡλίου εἰπεῖν καὶ σελήνης καὶ ἄστρων. οὔτε γὰρ διὰ τὸ γεννᾶσθαι τὴν σελήνην ἢ φθίνειν ἢ αὔξειν ἀλλοιοῦται τὸν τρόπον, ἀλλὰ διὰ τὸ καιρῶν εἶναι σύστασιν καὶ ἐπιχορηγίαν, ὧν θεὸς τοῖς φωστῆρσι διετάξατο. πῶς οὖν τὰ σωματικὰ θεὸς καὶ τὰ φθίνοντα καὶ τὰ φθινόμενα θελήσας εὐθὺς τέλεια εἰργάσατο, ὃν δὲ ἐξ αὐτοῦ ἐγέννησεν, ἕνα ἐξ ἑνός, τὸν ὄντα ἀεὶ γεννητικῶς παρὰ τῷ ὄντι, ἐπιδόσεως

523

ἐγέννα ἐπιδεόμενον; πέπαυσο οὖν, ὦ Ἀέτιε, κενὰς ἡμῖν καὶ Ἀριστοτελικὰς λέξεις φέρων, ἀρκετῶς ἐχόντων ἡμῶν καὶ μὴ ἀπατωμένων τὴν τοῦ κυρίου ἡμῶν ἀληθινὴν διδασκαλίαν, τὴν λέγουσαν ὅτι «ἐκ τοῦ πατρὸς ἐγὼ ἐξῆλθον καὶ ἥκω», καὶ οὐ καταχρηστικῶς ἐχούσης τῆς λέξεως κατὰ τὴν δύναμιν, ἀλλὰ τελειότητος καὶ ἀξίας θεοῦ σημαινούσης τὴν οὐσίαν. 27. ˉι. Εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησε. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι. τὸ γὰρ αὐτὸ εἶναί τε οὐκ ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος. Ἀνατροπή. Ἀντιθέτως παρεισάγει Ἀέτιος, ἐκ συλλογιστικῶν ὀνομασιῶν ἀνθρωπίνης ἐπινοίας θεὸν καταλαβεῖν βουλόμενος, καὶ † ὡς ἐκ λέξεων ἀκρωτηριάζειν πειρᾶται τῆς ἐναργοῦς πίστεως τὴν βεβαίαν ἐλπίδα, ἀνόμοιον ἀνομοίῳ συγκρούσας καὶ λέξιν λέξει ἀνατροπικῶς παρενθείς, ὡς ἐκ τούτου βιάζεσθαι τὸ ἀνόμοιον τοῦ υἱοῦ πρὸς πατέρα σημαίνειν, ὅπερ ἐστὶν ἀδύνατον. ἐξ αὐτῶν γὰρ ὧν ἐδίδαξε τὸν κόσμον συλλογισμῶν καὶ αὐτὸς συλλογισθήσεται. φάσκει γάρ· «εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησε. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι· τὸ γὰρ αὐτὸ εἶναί τε οὐκ ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος»· ὥστε ἐξ ἅπαντος ἐλέγχεσθαι τὰ τῆς παραποιήσεως μέρη τῶν λόγων, ὅτι οὐκ ἐνδέχεται ἀνόμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ οὐδ' ἄνισον 3.376 τῆς αὐτοῦ τελείας θεότητος. εἰ γὰρ ὅλως φάσκει βεβιασμένως, καθ' ἑαυτῶν δὲ ἐπιστρέφει τὰ ῥητά, ἃ διηγεῖται, τὸ γεννητὸν καὶ ἀγέννητον ἀντιθέτως ἀεὶ φάσκων, ἀπὸ τούτου μαθέτω ἀντιτιθέναι τὸ κτιστὸν καὶ ἄκτιστον, ὅτι οὐκ ἐνδέχεται ἐπικοινωνεῖν τοῦτο τούτῳ πρὸς τὸ ἀξίωμα, ὅπερ ἐστὶ τὸ εἶναι ὅλως προσκυνητόν. εἰ γὰρ ὅλως προσκυνητὸν τὸ ἀνόμοιον, τῷ ἀνομοίῳ ἐξισούμενον, οὐκέτι διοίσει λόγος τὸν ἕνα ἀπὸ τῶν ὅλων, τῆς ἀνομοίας φύσεως οὐ δυναμένης ἐν τάξει τοῦ αὐτῆς ἀξιώματος τάττεσθαι, κἄν τε ἐν δόξῃ ὑπερβάλλοιτο τὸ ἀπὸ πάντων ἓν ὂν τῶν ἀνομοίων, πρὸς τὴν τὸν ἕνα, διὰ τὴν μὴ ἐπικοινωνοῦσαν τῷ ἑνὶ τῶν πάντων πρὸς τὸν ἕνα ἀνομοιότητα. καὶ ἔσται λοιπὸν καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ γῆ καὶ τούτων ἔτι τὰ ὑποβεβηκότα προσκυνητὰ καὶ οὐκέτι ὁ εἷς σὺν τῷ ἑνὶ πνεύματι, ὅπερ ἐστὶ μία τριὰς καὶ μία θεότης καὶ μία προσκύνησις. ἆρα οὖν εἰ τοῦτο διὰ τοῦτο συλλογιστέον, ἔσται μὲν αὐτὸ ἐν ἀληθείᾳ, ἐπειδὴ οὐχ ὅμοιος ὁ εἷς λόγος τοῖς πᾶσι λόγοις, οὐδὲ ὁ εἷς υἱὸς τοῖς πᾶσι κατὰ ἀναγωγὴν κικλησκομένοις ἴσος· οὐ γάρ ἐστι σὺν τοῖς πᾶσιν, ἀλλ' ὁ δι' οὗ οἱ πάντες. τὸ γοῦν ἀδυνάτως παρ' αὐτῷ τῷ Ἀετίῳ ταχθὲν ἐξ ὑπαρχῆς καὶ ὡς ὕβριν ἐπέχον καὶ τύπον βλασφημίας διὰ τὸ ἀνομοιομερές, ὡς ἔφη, ἐν θεῷ οὐκ εἶναι, ὅπερ οὐ διαφορᾶς μέρος ὑπάρχει, ἀλλ' ἰσότητος, καὶ οὔτε μεριζομένης τῆς θεότητος, ἀλλ' ἀεὶ οὔσης τελειοτάτης, τρία ὄντα τέλεια, μία θεότης· μᾶλλον δὲ εἰς σύστασιν τῆς ἐν ἀληθείᾳ πίστεως τὸ ἀνόμοιον ἡμῖν ἐπησφαλίσατο, εἰς τὸ μὴ νομίζειν μήτε πείθεσθαι τοῖς παρὰ ἀξίαν Ἑλλήνων † πταίειν προπετείας προλήψει, κατεγνωσμένοις τὴν πᾶσαν κτίσιν προσκυνεῖν, τὴν ἀνόμοιον οὖσαν πρὸς τὸν προσκυνούμενον πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. 28. ˉιˉα. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτὸν ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος, τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν; Ἀνατροπή. Ἔφησεν Ἀέτιος καὶ ἀπεφήνατο ὁ διαστολεὺς καὶ ὁροθέτης περὶ φύσεως θεοῦ διαλαμβάνων, ἄνθρωπος ὢν τῇ φύσει καὶ τὰ ὑπὲρ 3.377 φύσιν βουλόμενος

524

εἰδέναι, εἰδέναι δὲ οὐ κατὰ ἀκολουθίαν γραφῆς, ἀλλ' ἐκ συλλογισμῶν βροτείων διανοημάτων, ὅτι «ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν». πάντοτε δὲ ἀεὶ καὶ ἀπ' ἀρχῆς τοῦ λόγου οὐκέτι κατὰ τοὺς παλαιοὺς Ἀρειανοὺς κἂν ἀποκεκρυμμένως υἱὸν βούλεται λέγειν τὸν μονογενῆ. ἐν πᾶσι δὲ θεωρήσατε, υἱοὶ τῆς ἀληθείας, ὡς παντάπασι βούλεται αὐτὸν ἀλλότριον εἶναι τοῦ πατρὸς καὶ οὐδ' ὅλως μετέχοντα θεϊκῆς οὐσίας, ἐξ ὧν πάντοτε τολμηρῶς ἀποφθέγγεται. τὸ γὰρ λέγειν ὅτι ὁ θεὸς ἑαυτὸν ἀγέννητον γινώσκει καὶ γεννητικῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, μάτην παρ' αὐτῷ εἴρηται καὶ μόνον διὰ τὸ μὴ κἂν διὰ ψιλῆς λέξεως υἱὸν τὸν υἱὸν καλεῖσθαι. ἀνατραπήσεται δὲ αὐτοῦ ὁ λόγος. καὶ γὰρ ἀγέννητός ἐστιν ὁ πατὴρ καὶ ἐγέννησεν ἀϊδίως τὸν μονογενῆ, φύσεως ὢν ἑαυτῷ πρεπούσης, * τῷ ἕνα μόνον τὸν μονογενῆ γεγεννηκέναι καὶ πνεῦμα ἐνηνοχέναι, τὸ μόνον μόνῳ συνὸν ἐπὶ μονογενεῖ τῷ γεννήτορι, ὃ τῷ ἀνάρχως γεγεννημένῳ υἱῷ συνυπάρχει, πνεῦμα ὤν, πνεῦμα γεγεννηκώς, καὶ οὐ σῶμα ὢν σωματικῶς διαστελλόμενον, οὐδὲ φθίνον καὶ αὖξον καὶ τομὴν ὑφιστάμενον. διὸ παρὰ τοῖς ἄλλοις πᾶσι τοῖς γεγεννηκόσι καὶ γεννωμένοις † ἀλλ' ἐπὶ πολλῶν ἐπιδέχεται ἡ χρεία, ἐνταῦθα δὲ οὐχ ὅμοιον τοῖς οὖσι πᾶσιν ἡ τοῦ ἑνὸς πρὸς τὸν ἕνα ἀξία. διὸ καὶ αὐτὸς ὁ γεννηθεὶς ἐξαιρέτως ἐκ τοῦ ἐκπλήκτως γεννήσαντος ὥσπερ ἀπὸ τοῦ ἀγεννήτου γεγέννηται, συμπρέπων τῷ γεννήτορι, οὕτως καὶ αὐτὸς οὐ γεννᾷ οὐκέτι κατὰ τὴν οὐσίαν φημί, ἵνα ἀπὸ τοῦ μηκέτι γεννᾶν κατ' οὐσίαν τὸν υἱὸν καὶ ἀπὸ τοῦ τὸν πατέρα μὴ γεγεννῆσθαι ἐξ ἑκατέρων μερῶν ἡ πᾶσα δόξα τοῦ ἀξιώματος σῴζηται ἐν τῇ μιᾷ ἑνότητι τῆς ἀξίας θεοῦ, πατρὸς τελείου καὶ υἱοῦ τελείου καὶ τελείου πνεύματος ἁγίου. καὶ διὰ τοῦτο τὸ ὁμοούσιον οὐ ψεῦδος οἶδεν ἡ θεία γραφὴ οὐδὲ ὁ εὐσεβὴς λογισμὸς ὁ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εὐσεβῶς μεμαθηκὼς τὸ δοξάζειν καὶ προσκυνεῖν, ἐκ θεοῦ λαβὼν τὴν χάριν. 29. ˉιˉβ. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ' ἐπινοίας ἐστὶν ἀνθρωπίνης τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὴν τοῦ ἀγεννήτου ἐπίνοιαν, τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ. 3.378 Ἀνατροπή. Καὶ τὸ ἀγέννητον, ὡς ἔφαμεν πρὸς τὸν Ἀέτιον ἀποτεινόμενοι, ὁμολογοῦμεν καὶ οὐκ ἀρνούμεθα, κἄν τε ἐν θείᾳ γραφῇ μὴ ἐμφέρηται, ὅτι εὐσεβῶς δὲ ἐπινενόηται. ἀγέννητον δὲ φάσκοντες τὸν πατέρα καὶ ἀγέννητον ὁμολογοῦμεν, γεννητὸν δὲ τὸν υἱὸν οὐκ ἀρνούμεθα, ἀλλ' οὐχὶ κτιστόν. οὔτε γάρ, ἐὰν τὸν υἱὸν γεννητὸν ὁρισώμεθα, ἐκ θεοῦ πατρὸς τὴν οὐσίαν ἔχειν ἀρνεῖσθαι δυνάμεθα· γεννητῶς γὰρ ἐγέννησε καὶ οὐκ ἔκτισεν. ὡς γὰρ λοξῶς πάντα ἐπὶ τοῦ γεννητοῦ καὶ ἀγεννήτου διανοούμενος παρεκτρέπειν ἑαυτὸν βούλει οὐ γάρ τι ἕτερον, οὕτως καὶ αὐτὸς ἀκούεις περὶ ἀνθρωπίνων συλλογισμῶν καὶ ἀντιθέσεως συλλογιστικῆς, ἀνθρωπείας τε ματαιοφροσύνης, τὸ «ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς ἐκ νεότητος». λέξομεν δὲ καὶ αὐτοὶ ὅτι πολλῷ μᾶλλον ἀπρέπεια θεῷ τῷ ἀκτίστῳ τὸ κτίζειν τὰ κτισθέντα καὶ τῷ ἀποιήτῳ τὸ ποιεῖν· οὐ γὰρ ἐνδέχεται τὸν ἄκτιστον κτίζειν καὶ τὸν μὴ γενόμενον ποιεῖν τὰ ἐσόμενα, εἰ οὐ πρέπει τῷ ἀγεννήτῳ τὸ γεννᾶν κατὰ τὸν Ἀετίου λόγον. τῶν δὲ κτίσεων ὁρωμένων καὶ τοῦ πλείστου μέρους τῆς οὔσης ὑποστάσεως φαινομένης, θεῷ δὲ τῷ ἀκτίστῳ κατὰ τὸ ὑπ' αὐτοῦ κεκτίσθαι μὴ πρεπούσης, ἵνα μὴ τὸ ἀσύγκριτον ἐπὶ μεταβολὴν τῶν γενομένων παρενεχθὲν ἀντὶ τοῦ πρέποντος παρὰ τῷ Ἀετίῳ ἀπρεπὲς μᾶλλον νομισθείη, ζητηθήσεται λοιπὸν ἕτερος ὢν θεὸς ὁ ἄκτιστος, ἕτερος δὲ ὁ κτισθεὶς καὶ κτίζειν ἀναλόγως ἑαυτῷ δυνάμενος. τοῦ δὲ κεκτισμένου καὶ τοῦ κτίζειν δύναμιν ἔχοντος αὐτομάτου μὴ ὄντος, ἀλλὰ κεκτισμένου, ζητηθήσεται καὶ ἕτερος ὁ τούτου αἴτιος γεγονὼς καὶ ἀπὸ τούτου ἄλλος ἐπινοηθήσεται. καὶ πολλὴ ἔσται ἡ τοῦ βυθοῦ τῆς πλάνης

525

ἡ ματαιολογία τῶν νοημάτων, τῆς διανοίας μηκέτι εὐσταθούσης, ἀλλὰ πληρούσης τὸ εἰρημένον «ἐμωράνθησαν οἱ δοῦλοι τοῦ θεοῦ, καὶ ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως». οὐ γάρ τις «ἑαυτῷ ζῇ, οὐδὲ ἑαυτῷ ἀποθνήσκει», οὐδέ τις γνώσεται οὐδὲν πάρεξ τοῦ θεοῦ, τοῦ ἀποκαλύψαντος ἡμῖν τὴν ἀληθινὴν πίστιν αὐτοῦ καὶ λέγοντος «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, καὶ αὐτοῦ ἀκούετε», καὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου, ἀποκαλύψαντος ἡμῖν τὸν πατέρα αὐτοῦ καὶ λέγοντος «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω». καὶ οὔτε ἀπὸ ὀνομασίας ἀνθρώπων τὸ ἀσύγκριτον ἔσχε θεὸς οὔτε διὰ τὸ ἀσύγκριτον ἡ ἀξία τοῦ ἀληθινοῦ ἐνυποστάτου θεοῦ λόγου καὶ ἐκ πατρὸς ἀνάρχως ὁμοου.379 σίως τε γεγεννημένου παρεκτραπήσεται, οὔτε ὁποτέρου τῶν ὀνομάτων χάριν ἔχοντος ἐπινοίαις ἀνθρώπων. οὐδὲν γὰρ προσλαμβάνεται τὸ θεῖον ἀξιώματος ἢ προσθήκης, αὐτὸ δὲ τὸ θεῖον πᾶσι παρέχει ἐκ τοῦ αὐτοῦ πληρώματος, ἀεὶ ἐν ταυτότητι μένοντος καὶ μὴ ἐλαττουμένου, ἀλλ' ἐν τῇ ἰδίᾳ φέροντος ἀεὶ οὐσίᾳ τοῦ ὀνόματος καὶ δυνάμεως καὶ οὐσίας τὸ ἀξίωμα. 30. ˉιˉγ. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους, κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι. Ἀνατροπή. Ἀμείνων οὐδεὶς θεοῦ πρὸς Ἀέτιόν μοι ἡ λέξις, τὸν οὕτως ἐπινενοηκότα, ὡς ἔχει ἡ ἀλήθεια. πῶς γὰρ ἀμείνων θεοῦ εἴη τις, τῶν πάντων ἐκ θεοῦ τὸ εἶναι εἰληφότων; αἰτίου δὲ ὄντος τοῦ θεοῦ τῶν ὑπ' αὐτοῦ κεκτισμένων λογικῶν τε καὶ ἀλόγων, ὁρατῶν τε καὶ ἀοράτων, ἀμείνων αὐτός ἐστι παρὰ πάντας, κἄν τε οἱ λογικοὶ διανοίας γένοιντο ὀρθῆς εἰς εὐσέβειαν τοῦ γεραίρειν τὸ ἄμεινον ἀπὸ μέρους, μηδὲ ὅλως, τῶν πάντων ἐπὶ τὸ αὐτὸ συναχθέντων καὶ μυρίων ἐπέκεινα διανενοημένων πρὸς ὕμνον θεοῦ ἐπεκτείνεσθαι, δυναμένων τὸ τέλειον τῆς αὐτοῦ δόξης ἐν ἑαυτοῖς ἐμπεριέχειν, ὑπερβαινούσης ἀεὶ τῆς ἀμείνονος φύσεως τῶν ὑποβεβηκότων τὴν ἔννοιαν, κἄν τε κατὰ δύναμιν καὶ ὑπὲρ δύναμιν πρὸς ὑμνολογίαν ἐπεκτείνωνται τῷ ἀμείνονι· ἔστι γὰρ οὐ λόγῳ ἀμείνων, ἀλλὰ δυνάμει καὶ ὀνόματι καὶ λόγῳ. ἀλλ' οὐ διοίσει τὸ ἀσύγκριτον ἀπὸ τοῦ ἀσυγκρίτου ἡ τοῦ ἀμείνονος παρὰ τῶν ὑποβεβηκότων δοξολογία. οἶδε γὰρ ἐν πατρὶ τὸ ἄμεινον διὰ τοῦ ἀγεννήτου καὶ τὸ ἄμεινον ἐξ αὐτοῦ γεγεννημένον. διόπερ τὸ ὁμοούσιον ὁμολογεῖ ἡ ἐκ θεοῦ ἀνθρώποις ὀρθὴ κεχαρισμένη ἔννοια, ἵνα μὴ τὸ ἀνομοιούσιον ἐπινοήσασα υἱοῦ πρὸς πατέρα διαίρεσιν ποιήσηται τῆς ἀμείνονος καὶ ἀκραιφνοῦς τελειότητος δι' οὗ οἶδε γεγεννημένου ἐν ἀληθείᾳ ὑπὸ τοῦ γεγεννηκότος ἀσυγκρίτως, πάσας ἐννοίας ὑπερβαίνοντος διὰ τὸ ἄμεινον. 31. ˉιˉδ. Εἰ μὴ εἴκει ἡ ἀγέννητος φύσις γενέσει, τοῦτ' ἔστιν ὃ λέγεται· εἰ δὲ εἴκει γενέσει, τὰ τῆς γενέσεως πάθη τῆς ὑποστάσεως τοῦ θεοῦ εἴη ἀμείνω. Ἀνατροπή. Πάθη ὅλως ἐν θεῷ διηγεῖσθαι ἀσεβέστατον· εἴσω γὰρ παθῶν οὐδ' ὅλως περιέχεται τὸ θεῖον, ἀνωτάτω δὲ ὂν τῶν τοιούτων 3.380 τῶν ἐν ἡμῖν εἰς μεριστικὰς ἐννοίας ὑποπιπτόντων, κατὰ πάντα δὲ τρόπον ὁ Ἀετίου λόγος ἀνατραπήσεται. πάντα γὰρ τὰ ἐν ἡμῖν παθητικῶς συμβαίνοντα ἐν θεῷ ἀπαθῶς συνέστηκεν. ἐν ἡμῖν γὰρ κατά τι μέρος τὸ θέλειν ἐστὶ πάθος, οὐ τὸ θέλειν εὐσεβεῖν λέγω, ἀλλὰ τὸ θέλειν τι πράττειν ὅπερ ἐστὶν ὑπὲρ φύσιν, διὰ τὸ μὴ δύνασθαι ἐπιτελεῖν τὸ καθῆκον τοῦ θελήματος, οἷον ὡς ἐπὶ ἀνθρώπῳ λέγειν τὸ πτῆναι, τὸ εἰς ἀέρα φέρεσθαι, τὸ τὰς φλέβας τοῦ βυθοῦ κατανοῆσαι, τὸ εἰδέναι πυθμένας γῆς, καὶ τὰ τούτοις ὅμοια. ὅσον δέ ἐστιν ἐν ἐμοὶ παθητικῶς συνεχόμενον, τοσοῦτον ἐν τῷ θεῷ ἀπαθῶς ἐστιν ὑπάρχον. διὰ τοῦτο πάντα ὅσα βούλεται δύναται πράττειν, τῆς φύσεως αὐτῷ μὴ ἀντιπραττούσης πρὸς τὸ βούλημα, τῆς δὲ ἡμετέρας ἐν ἡμῖν ἀντιπραττούσης πρὸς τὰ βουλήματα, ὅσα πρὸς τὸ ἀδύνατον ἐπεκτείνεσθαι ἔστιν ἐν ἡμῖν. καὶ οὐδ' ὅτι εἴπομεν τὸν θεὸν πράττειν ὃ βούλεται, πάντως λέξειέ τις ὅτι πράττει οὖν τὰ μὴ πρέποντα. οὐ

526

πάντως· ἐκεῖνα γὰρ βούλεται, ἃ καὶ πράττει, ἀναλόγως τῆς αὐτοῦ ἀξίας, οὔτε τοῦ βουλήματος ἀντιπράττοντος πρὸς τὸ μὴ δύνασθαι, οὔτε τοῦ δύνασθαι ἀντιθέτου ὄντος πρὸς τὸ βούλεσθαι, * οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι. Καὶ ἄλλως. Μετὰ τὴν τοιαύτην ἀπάθειαν ἐν θεῷ ὑπάρχουσαν, ἐν ἡμῖν δὲ καὶ ἄλλοις κτίσμασι παθητὴν φύσιν οὖσαν, ἐὰν συμβῇ οὕτως διανοεῖσθαι, πάλιν ἕτερον πάθος κατὰ τὴν ἀλήθειάν ἐστιν ὁμολογητέον· μετὰ δὲ τὸ δεύτερον καὶ τρίτον ἔστι διανοηθῆναι. πάθει γεννῶμεν καὶ γεννώμεθα, τῆς ἡμετέρας φύσεως καὶ τῆς τῶν ἄλλων τῶν γεννωμένων καὶ γεννώντων τομὴν ὑποδεχομένης καὶ ῥύσιν ἐπεχούσης, πλατυσμόν τε καὶ συστολήν, ὄγκον τε καὶ μείωσιν, καὶ τὰ ἄλλα πάντα, ὅσαπερ πάθει συνέχεται διὰ τὴν τοιαύτην αἰτίαν. ἐν θεῷ δὲ οὐδὲν τούτων ἐν τῷ τὸν υἱὸν γεγεννηκέναι ἐνυπῆρξεν. εἰ γὰρ ὑπῆρξεν ἕν τι τῶν τοιούτων ἐν θεῷ κατὰ τὴν προφασιστικὴν εἰς ἀνατροπὴν τοῦ γεννήματος αὐτῶν ὑπόνοιαν, ἀπὸ τοῦ ἑτέρου καθ' ἡμᾶς μέρους ἀντιθέτως πρὸς αὐτοὺς ῥητέον ὅτι ἐν ἡμῖν τοῖς ἐν πάθει γεννῶσί τε καὶ γεννωμένοις πάθος ἐστὶ δεύτερον ἐν τῷ κτίζειν καὶ πάσχομεν ἐν τῷ γεννᾶν τε καὶ γεννᾶσθαι, θεὸς δὲ ὁ παρ' ὑμῖν κτίστης καὶ οὐ γεννήτωρ ἐπινοούμενος, ᾧ διὰ μὲν τὸ γεννᾶν ἀνατρεπτικῶς τὸ πάθος παραφέρετε, ἵνα τὴν υἱοῦ γνησιότητα ἀρνήσησθε, λήθῃ δὲ παραδιδόατε τὸ ἐπὶ τῷ κτίζειν πάθος, ὅπερ καὶ αὐτὸ ἐν θεῷ οὐ πάθος ὑπάρχει μὴ γένοιτο *. οὔτε γὰρ ἡμεῖς πάθος αὐτῷ προσάπτομεν, ὁμολογοῦντες αὐτὸν κτίστην ὄντα τῶν ἁπάντων, 3.381 οὔτε πάλιν πάθος ἕτερον περὶ αὐτὸν διανοούμεθα, γεγεννηκότα τὸν ἀληθινὸν υἱὸν ἀληθινῶς ἀνάρχως καὶ ἀχρόνως ὁμολογοῦντες. διὸ τὴν φύσιν αὐτοῦ γινώσκομεν ἀκατάληπτον οὖσαν καὶ πάθει μὴ συνεχομένην. διὰ τοῦτο ὁμολογοῦμεν αὐτὸν καὶ ἀπαθῆ γεννήτορα καὶ κτίστην ἀπαθῆ. ἐγέννησε γὰρ τὸν μονογενῆ μὴ πάσχων, καὶ ἀπέστειλεν ἐξ αὐτοῦ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τομὴν μὴ ὑποστάς, καὶ ἔκτισε τὰ κτισθέντα καὶ κτιζόμενα, μὴ κακῶν μηδὲ πάθει συσχεθείς, καὶ ποιεῖ ὃ βούλεται συμπρεπόντως τῇ αὐτοῦ θεότητι, οὐ πρῶτον βουλευόμενος, ἵνα μάθῃ διανοούμενος εἰ χρὴ γενέσθαι τὸ ἐπιτελούμενον, οὐδὲ βουλόμενος πράττειν καὶ μὴ δυνάμενος ἐπιχορηγεῖν τῷ βουλήματι διὰ πάθος τὸ τελειούμενον. ἅμα γὰρ ἔχει τὸ θέλειν, τὸ πράττειν, τὸ γεγεννηκέναι τὸν μονογενῆ, τὸ κτίσαι τὰ πάντα, τῆς θεϊκῆς φύσεως καὶ ἀξιώματος ἀνωτάτου ὄντος τῆς Ἀετίου συλλογιστικῆς ἐννοίας καὶ πάσης ἀνθρωπότητος, ἀμείνονος ὄντος τοῦ θεοῦ πάσης ἐπινοίας, οὐ πάθει εἴκοντος, ἀλλ' ἀνωτάτου ὄντος πάντων τῶν παθῶν καὶ πάσης ὑπονοίας. 32. ˉιˉε. Εἰ τὸ γέννημα ἄτρεπτον τὴν φύσιν ἐστὶ διὰ τὸν γεννήσαντα, τὸ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος, οὐ διὰ γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. Ἀνατροπή. Ἕως πότε ἥκει φέρων ἡμῖν οὗτος τὸ αὐτὸ λέγειν καὶ μηδὲν ὑπερβαίνειν τῶν ἐγκειμένων; ὅσα γὰρ ἔφη ἀπ' ἀρχῆς καὶ ἄχρι τέλους τὰ αὐτὰ περὶ τῶν αὐτῶν καὶ οὐθὲν ἕτερον διηγήσατο, οὐ μυστήρια ἡμῖν ὑποδείξας, οὐ θεὸν ὡς ἐπαγγέλλεται διδάξας, οὐ πίστιν, δι' ἧς ἐνεργοῦντες ἀπόστολοι τὴν τῆς ἀληθείας ὀνομάζοντες στερεὰν ὁμολογίαν νεκροὺς ἤγειραν καὶ λεπροὺς ἐκαθάρισαν, καὶ τἄλλα πάντα ἐποίουν τῆς ἀγαθῆς συμφωνίας, ἐξ ὧν τὰ ὑποδείγματα ὑπέφαινον τῆς ἀληθινῆς ἐνεργείας, ἀλλὰ ματαίους καὶ κομπώδεις συλλογισμοὺς μὴ ὑπερβαίνοντας τὴν τῆς ταυτολογίας προφοράν, ἀλλ' αὐτὰ ἐκεῖνα καὶ οὐδὲν ἕτερον διηγούμενος· διὸ παρακαλοῦμεν ὅπως μηδεὶς ἡμᾶς ἐπιμέμψηται τῶν ἐντυγχανόντων, εἴπερ καὶ αὐτοὶ κατὰ τῶν αὐτῶν ἐνεχθῶμεν, ἀναγκαζόμενοι λέγειν πρὸς τὴν αὐτοῦ ταυτολογίαν. τὸ γέννημα γὰρ ἄτρεπτόν ἐστιν, ὡς πρέπει θεότητι, καὶ ὁ γεννήτωρ ἄτρεπτός ἐστιν, ὡς πρέπει ἀναλόγως τῇ αὐτοῦ ἀτρέπτῳ φύσει. μένει δὲ ὁ γεννήσας ἀεὶ τὸν ἐξ αὐτοῦ ἔχων γεγεννημένον, μηδεμίαν ὑπόνοιαν συγχωρῶν τοῖς ὑπ' αὐτοῦ κεκτισμένοις ἄνευ υἱοῦ εἰδέναι πατέρα καὶ ἄνευ πατρός ποτε

527

εἰδέναι τὸν γεγεννημένον καὶ τὸ τέλειον αὐτοῦ πνεῦμα, ὃ ἐκ τοῦ πατρὸς ἐκπορεύεται καὶ τοῦ υἱοῦ λαμβάνει. καὶ τοῦτο πρέπον ἐστὶν ἀξιώματος 3.382 οὐσίας θεοῦ, τὸ προσληπτικῶς μὴ ἐπιδεῖσθαί τινος ἀξιώματος, ἀλλ' ἔχειν αὐτὸ ἀϊδίως ἐν τῇ ἰδίᾳ ταυτότητι. 33. ˉιˉ . Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικόν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα. μηδενὶ δὲ μηδὲν πῶς ἂν ἀντιδιασταλείη; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται, σιωπῆς τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα, ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ' οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία. Ἀνατροπή. Πῶς προλαμβάνειν εἰώθασι τὰς καθ' ἑαυτῶν μαρτυρίας οἱ ἐκθαμβεῖν τὴν διάνοιαν τῶν ἀπείρων μεμαθηκότες; ὁ γὰρ ἐν προφορᾷ τὴν ἐλπίδα κεκτημένος Ἀέτιος μόνον καὶ οὐκ ἀληθείᾳ, ταύτην ἡμῖν ἐπιφημίζειν τολμηρῶς προῆλθεν, αὐτὸς υἱὸν θεοῦ καὶ θεὸν πατέρα ψιλῷ λόγῳ διαφέρειν μὴ αἰδεσθεὶς ὁμολογῆσαι, ἡμῶν δὲ μάλιστα ὁμολογούντων φυσικὸν εἶναι πατέρα καὶ φυσικὸν εἶναι υἱὸν καὶ φυσικὸν εἶναι ἅγιον πνεῦμα· τῇ γὰρ τριάδι οὐδὲν ἄλλο συγκριθήσεται. καὶ διὰ τοῦτο ἀληθινῶς ὁμοούσιόν ἐστι τὸ τῆς ὁμολογίας ἡμῶν ἔρεισμα καὶ οὐ διὰ προφορᾶς τῆς διὰ τοῦ γίνεσθαι καὶ μὴ γίνεσθαι ἀναιρουμένης, ὡς ἡ τοῦ Ἀετίου περὶ πατρὸς δόξα καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἔστι γὰρ ὄντως πατὴρ ἀληθινὸς καὶ υἱὸς ὄντως ἀληθινὸς καὶ πνεῦμα ἅγιον ἀληθινόν, κἄν τε μυρίους συλλογισμοὺς ματαίους ὑποσπείρῃ, ὥς φησιν ὁ θεῖος λόγος περὶ τῶν τοιούτων λέγων ὅτι «τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω» καὶ ὅτι «οἶδε κύριος τοὺς λογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι», καὶ τὰ ἑξῆς. 34. ˉιˉζ. Εἰ μηδὲν πλέον νέμει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα. Ἀνατροπή. Οὐδεὶς εὐσεβὴς λόγος συγχωρήσειε, κἄν τε μυρία δραματουργήσῃ ἡμῖν Ἀέτιος, ἀμείνους εἶναι τοῦ υἱοῦ τοὺς τὸ εἶναι παρὰ τοῦ ὄντος εἰληφότας. δι' αὐτοῦ γὰρ καὶ αὐτὸς ὁμολογεῖ τοὺς αὐτοὺς γεγενῆσθαι. οὔτε γὰρ κατὰ προφορὰν λόγου ἴσασι τὸ γέννημα καλεῖν, ἀλλὰ ἀληθινὸν 3.383 ἐξ ἀληθινοῦ γεγεννημένον οἱ ἐξ αὐτοῦ εὐεργετηθέντες καταξιωθέντες τε κληθῆναι Χριστιανοὶ τῷ εἰδέναι αὐτὸν ἐν ἀληθείᾳ καὶ διδαχθῆναι διὰ πατρὸς καὶ οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος, καὶ διὰ τοῦτο εἰκότως μακαριζόμενοι, ὡς ὁ μετὰ προσθήκης τοῦ ζῶντος υἱὸν θεοῦ αὐτὸν ἐπιγνούς, οὔτε πνευματικῶς ἀνακρινόμενοι ὡς ἀνακρίνει ὁ πνεῦμα ὢν καὶ μονογενὴς τὸν ψυχικὸν Ἀέτιον μὴ παραδεχόμενον τὰ τοῦ πνεύματος. * κἄν τε εἴποι «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν»· τῶν ἀμφοτέρων τούτων ὀνομασιῶν πρὸς τὰ ἀλλογενῆ ὀνόματα μὴ δυναμένων ἐξισοῦσθαι, τῆς ἀληθείας ἀεὶ μενούσης καὶ ἑκάστης χρειώδους τάξεως ἐν υἱῷ θεοῦ ἐν ἀληθείᾳ τὸ σαφὲς διδασκούσης. οὔτε γὰρ τὸ «πατέρα μου καὶ πατέρα ὑμῶν» κατὰ τὴν σάρκα εἰς αὐτοὺς πληρωτέον πῶς γὰρ πατὴρ σαρκὸς ὁ θεὸς ὁ σάρκα μὴ ἐνδυσάμενος; οὔτε τὸ «θεόν μου καὶ θεὸν ὑμῶν» κατὰ τὴν τοῦ υἱοῦ θεότητα καὶ κατὰ τὴν μαθητῶν υἱοθεσίαν πληρωτέον· ἀλλὰ τῷ «θεόν μου καὶ θεὸν ὑμῶν» διὰ τὴν ἡμετέραν σωτηρίαν περὶ τῆς ἑαυτοῦ ἐνανθρωπήσεως μυστηριωδῶς ὁ ἀληθεύων ἐν ἅπασι τοὺς μαθητὰς ἠσφαλίζετο· πατέρα δέ μου καὶ πατέρα ὑμῶν εἰπὼν διὰ τοῦ ἐμοῦ σημαίνει τὴν τοῦ θεοῦ πρὸς αὐτὸν κατὰ φύσιν καὶ ὁμοῦ πρὸς ἡμᾶς ἐπικοινωνίαν, ἧς ἐγὼ μέν, φησίν, κατὰ φιλανθρωπίαν ἐνδημήσας ἔδωκα ὑμῖν περιγενέσθαι κατὰ τὸ ῥητόν· «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». διόπερ καὶ αὐτὸς παρ' αὐτοῖς γενόμενος μορφὴν δούλου ἔλαβε, προσφάτως προσφάτῳ ἐπικοινωνήσας, τῶν ἀρχαϊζόντων μενόντων ἐν

528

ταυτότητι καὶ μὴ εἰς σύγχυσιν μεταβαινόντων, υἱῶν μὲν ἀνθρώπων διὰ τῆς μετοχῆς θεοῦ εἰς ἀφθαρσίαν μεταβαλλομένων, ἀλλ' οὐκ εἰς ὁμοουσιότητα συνενουμένων, καὶ τοῦ τὴν μορφὴν δούλου λαβόντος διὰ τοῦ μὲν «λαβόντος» τὸ πρόσφατον δηλοῦντος, διὰ δὲ τοῦ «ἐν μορφῇ θεοῦ ὑπάρχοντος» εἰς τροπὴν μὴ παρερχομένου. τούτων δὲ οὕτως ὄντων καὶ ἐν τελείᾳ γνώσει οὕτως παρὰ τοῖς θεοδιδάκτοις σοφῶς ὁμολογουμένων, οὔτε τὸ «θεός 3.384 μου καὶ θεὸς ὑμῶν» οὔτε τὸ «πατήρ μου καὶ πατὴρ ὑμῶν», ἀπὸ τῆς κατὰ τὸ εὔλογον ἐπικοινωνίας διὰ τοῦ ὁμωνύμου διοίσει τῆς ἀκραιφνοῦς οὐσίας οὐδὲ ἀπὸ τῆς ὑπεροχῆς τῆς ἰδίας ἑνότητος πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος ὡσαύτως. 35. ˉιˉη. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως, οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος. οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ' ὅτι πέφυκεν. αὐτὸ οὖν ὑπάρχουσα οὐσία ἀγέννητος ὁ θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ' ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι κατὰ τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν. Ἀνατροπή. Τοῖς αὐτοῖς ἡμᾶς σκυλμοῖς περιέβαλεν Ἀέτιος ταυτολογεῖν ἡμᾶς, ὡς ἔφην, καὶ πολλάκις παρασκευάζων διὰ τὴν ἐξ ὑπαρχῆς ἄχρι τέλους αὐτοῦ περὶ τῶν αὐτῶν ταυτολογίαν. οὐ γάρ ποτε ἡ πίστις ἡ πάντα πιστὸν σῴζουσα ἐκ συλλογιστικῆς ὑπονοίας ἀνθρώπων συνέστηκεν· ἐπειδὴ γὰρ ἐπισφαλεῖς εἰσιν αἱ τῶν ἀνθρώπων διάνοιαι καὶ οὐ δυνάμεναι πρὸς τὸ ἄπειρον τῆς τοῦ θεοῦ οὐσίας ἐπεκτείνεσθαι. καὶ γὰρ τὸ πᾶν τῆς σωτηρίας ἡμῶν Χριστοῦ ζωτικὸν μυστήριον «Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία, ἡμῖν δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί». πῶς οὖν οὐκ ἄν τις τὸν Ἀέτιον ἐν τοῖς Ἰουδαίοις μὲν διὰ τὸ σκάνδαλον τῶν αὐτοῦ συλλογισμῶν καταστήσειεν, Ἕλληνα δὲ νομίσειε διὰ τὸ ἐκ τῆς ἰδίας ἐθελοσοφίας μωρίαν ἡγεῖσθαι τὴν τοῦ θεοῦ ἀλήθειαν; καὶ γὰρ εἷς καὶ κρείττων ὢν πάσης κτίσεως καὶ δημιουργίας ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, οὐ παρὰ τοῦτο, ὅτι ἐστὶ κρείττων τῶν ὑπ' αὐτοῦ γεγενημένων, οὐ ποιεῖ καὶ κτίζει τὰ ὑπ' αὐτοῦ γεγονότα· οὐδὲ γὰρ φθονεῖ τῇ ἰδίᾳ ἀγαθότητι. οἴκοθεν γὰρ ἔχει τὸ αὐτοάγαθον, ὅπερ ἐστὶ πάντων κρεῖττον. οὔτε γὰρ εἴσω παθῶν περιέχεται ἢ φθόνου ἢ βασκανίας ἕνεκα τὰ ὄντα ἐξ οὐκ ὄντων ἐτελεσιούργησεν. οὐ γὰρ τὰ ὑπ' αὐτοῦ γεγονότα, ὑποβεβηκότα δὲ τὴν αὐτοῦ ἀσύγκριτον θεότητα, οὐ καθ' ἑαυτοῦ ἐπενοήθη, * τὰ ὑπ' αὐτοῦ κτισθέντα, ἀλλ' εἰς δόξαν αὐτοῦ, πρὸς τὸ δεῖξαι τὴν ἄφθονον αὐτοῦ θεότητα· αὐτοαγαθότης οὖσα καὶ αὐτοουσία, ἐπικοινωνοῦσα τοῖς ἐξ αὐτοῦ ἐξ 3.385 οὐκ ὄντων κτισθεῖσι τὸ εἶναι, αὐτὰ θελήσας καὶ μετέχειν τῆς αὐτοῦ ἕκαστον τῶν κεκτισμένων κατὰ τὴν ἀναλογίαν δωρεᾶς ἑκάστης ὑποθέσεως· φωστῆρσι μὲν τὸ φῶς κεχάρισται, οὐρανῷ δὲ τὰ κάλλη τῆς διακοσμήσεως, γῇ τε καὶ τοῖς ἄλλοις κατὰ τὸ αὐτοῦ βούλημα μέρη ἀρετῆς ἐχαρίσατο, ἀγγέλοις τε τὸ δοῦναι αὐτοῖς ἀφθαρσίαν καὶ ἄλλαις ἁγίαις δυνάμεσιν, ἀνθρώπῳ τε τὸ τῆς εἰκόνος ἀξίωμα καὶ ζωῆς καὶ γνώσεως καὶ λογικοῦ χαρίσματος δῶρον. καὶ οὐκ ἀπὸ βουλήματος μόνον ὑπῆρξεν αὐτῷ τοῦτο ὡς ἂν εἴποι τις, μελλητικῶς ἢ κατὰ μετάμελον ἢ συμβουλευτικὸν λογισμόν, ἀλλὰ κατὰ τὸ αὐτοάγαθον. πέφυκε γὰρ αὐτοάγαθος συμπρεπόντως αὐτῷ τὰ πάντα ἔχων καὶ ποιῶν καὶ ἐργαζόμενος. ὥσπερ οὖν τῇ αὐτοῦ ἀγαθότητι οὐκ ἀπρέπειαν ἐν τούτῳ περιεποιήσατο, ἀλλὰ δόξαν καὶ γνῶσιν ἐπαίνου ἀφθονίας, τοῖς ὑπ' αὐτοῦ γεγονόσιν εἰς εἴδησιν καὶ αἴσθησιν ἐλθών, οὕτω καὶ δόξα ἐστὶν οὐ προσληπτικὴ τῆς αὐτοῦ θεότητος. οὐ γάρ ποτε ἐνδεῖται τὸ θεῖον προσθήκης δόξης, ἀλλὰ αὐτοδόξα ἐστὶν καὶ αὐτοαρετὴ καὶ αὐτοθαῦμα καὶ αὐτουμνηγορία, τῷ τὸν πατέρα γεννῆσαι, εἰ καὶ αὐτὸς οὐ γεγέννηται, υἱόν τε γεννηθῆναι, ἵνα ἐκ πηγῆς ἀεὶ

529

οὔσης ἀΐδιος πηγὴ συνυπάρχοι, ἐξ αὐτοῦ οὖσα πηγὴ ἐκ πηγῆς καὶ θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, οὐκ ἀρξάμενος τοῦ εἶναι, οὐ χρόνῳ ὑποπεσών, ἀλλ' ἅμα πατέρα ἔχων ἀληθινῶς καὶ ἅμα τὸν πατέρα υἱὸν ἔχειν ἀληθινῶς, οὐκ ἀποπρεποῦντα πατρί, οὐ τὸ ἀσύγκριτον ἀφανίζοντα. οὐ γάρ ἐστι σωματική τις διαστολή, ἀλλὰ λόγος ἐνυπόστατος, υἱὸς ἐκ πατρὸς ὤν, πνεῦμα ἐκ πνεύματος καὶ θεὸς ἐκ θεοῦ, ἀποκλείων πᾶσαν συλλογιστικὴν ὑπόνοιαν, εἰς ζωὴν ὢν πιστοῖς καὶ ὅλοις τοῖς ὑπὸ τοῦ πατρὸς δι' αὐτοῦ καὶ ἀπ' αὐτοῦ γεγονόσι, τοῖς πιστεύουσι καὶ γινώσκουσι καὶ μὴ μωρίαν ἡγουμένοις θεοῦ τὴν δύναμιν, καὶ θεοῦ τὴν σοφίαν, τὴν ὑπερβαίνουσαν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν, μάλιστα φθαρτῶν ἀνθρώπων, ὡς καὶ αὐτὸς Ἀέτιος ἄκων ὡμολόγησεν. 36. ˉιˉθ. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον, μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μὴ ὄντος τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν ὄντος θεόν, ὅπερ ἐστὶν αὐτὸν ἑαυτοῦ; 3.386 Ἀνατροπή. Τὰ κατὰ στέρησιν λεγόμενα παρὰ τοῖς ἔξω διαλεκτικοῖς φέρει ἡμῖν Ἀέτιος, ὡς ἐπὶ θεοῦ εἰδήσεως καὶ ὠφελείας ἕνεκα τοῦτο διαλαμβάνων, πρότερον ἀγνοήσας ἐπὶ τίσι παρὰ τοῖς ἔξω τὸ στερητικὸν λαμβάνεται. οὐ γὰρ παρὰ πᾶσιν ἐνδέχεσθαι τὸ κατὰ στέρησιν λέγεσθαι βούλονται οἱ τῶν διαλεκτικῶν λόγοι, ἀλλ' ἢ ἐπὶ τοῖς κατὰ φύσιν τι κεκτημένοις. ἐπὶ τούτοις γὰρ ἐπὶ τἀναντία ἐνδεχομένοις ἵστασθαι τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων τὸ κατὰ στέρησιν λέγεται, ἐπὶ δὲ τῶν μὴ ἐνδεχομένων οὐκέτι. οἷον τὸ τυφλὸς ἐπὶ τοῦ λίθου οὐκ ἂν εἴποι τις· ὁ γὰρ πεφυκὼς ὁρᾶν, εἶτα ἀποβαλὼν τὸ ὁρᾶν, τυφλὸς ἀκούει, εἰ μέντοι γε πετεινὸν ἢ ἄνθρωπος ἢ κτῆνος ὁτιοῦν πεφυκὸς ὁρᾶν, ὅτε ἐστέρηται, τυφλὸν στερητικῶς λέγεται· οὕτως καὶ τὸ ἀόργητος οὐκ ἂν εἴποιμεν ἐπὶ τοῦ λίθου ἢ τὸ ἄκακος ἢ τὸ ἄφθονος· οὐ γὰρ πέφυκεν· ἐπὶ μέντοι ἀνθρώπου καὶ κτήνους τοῦ πεφυκότος ὀργίζεσθαι, ὅτε μὴ ὀργίζοιτο, εἴποι ἄν τις κατὰ στέρησιν, ἐπὶ δὲ τῶν μὴ ἐνδεχομένων οὐκ ἂν ἔτι. Οὕτω καὶ ἐπὶ τοῦ θεοῦ ληπτέον, ὡς πρὸς τὸν Ἀέτιον ἀποτεινομένου τοῦ λόγου καὶ ἐρωτητικῶς ἐξετάζοντος. λέγε ἡμῖν, ὦ Ἀέτιε, οἶδας θεὸν ἀσύγκριτον πρὸς τοὺς πάντας τοὺς μὴ ὄντας ἐκ τῆς αὐτῆς οὐσίας ἢ καὶ αὐτὸν σὺν τοῖς ἅπασιν ἀριθμεῖν τολμήσειας; καὶ εἰ μὲν σὺν τοῖς πᾶσι τοῦτον ἀριθμήσειας, τοῖς μὴ ἐκ τῆς οὐσίας αὐτοῦ οὖσιν, ἀλλ' ἐξ οὐκ ὄντων ὑπ' αὐτοῦ διὰ τοῦ ὄντος ἐξ αὐτοῦ κατ' οὐσίαν γεγενημένοις πάρεξ μόνου αὐτοῦ καὶ τοῦ πνεύματος τοῦ ἁγίου, τοῦ ἐκ τῆς οὐσίας τοῦ ἀσυγκρίτου πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ ὄντος, ἀτοπωτάτη ἂν εἴη σου ἡ ὁμολογία. πῶς γὰρ ἔτι εἷς ἐκ τῶν πάντων, ἐξ οὗ πάντα ἐξ οὐκ ὄντων γεγένηται; ἀδύνατον γὰρ τοῦτο, καὶ οὐδ' αὐτὸς τοῦτο λέξειας. μὴ ἐνδεχομένου δὲ τοῦ αὐτὸν εἶναι ὅμοιον ἢ ἴσον τοῖς ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων γεγονόσιν, ἀνένδεκτόν ἐστι τὰ ὅμοια αὐτὸν πάσχειν τοῖς ἀνομοίοις αὐτῷ, οἷς τῷ εἶναι αὐτὰ ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων καὶ πάντα τὰ ἐν αὐτοῖς οἷς συμβαίνει κατὰ στέρησιν εἶναι τῶν ἐναντίων. τὰ μὲν γάρ ἐστιν ὁρῶντα οὐκ ἀφ' ἑαυτῶν οὔτε γὰρ καὶ τὸ εἶναι ἀφ' ἑαυτῶν ἐσχήκασιν, ἀλλὰ κατὰ δοτικὴν χάριν τοῦ δεδωρημένου, ἐν οἷς συμβαίνει τὸ πάθος γενέσθαι κατὰ στέρησιν τῶν ἐν αὐτοῖς ὑπαρξάντων κατὰ τὴν δόσιν τοῦ δεδωρημένου, τοῦ ἀπαθοῦς καὶ οὐκ ἔκ τινος ἔχοντος τὸ εἶναι οὐδὲ δυνα.387 μένου στερίσκεσθαι ὁμοίως τοῖς ἐξ οὐκ ὄντων ὑπάρξασιν. εἰ οὖν οὐκ ἴσος ἐκείνοις ὁ υἱὸς ἢ ὁ πατὴρ ἢ τὸ ἅγιον πνεῦμα τούτοις, ἄλλος δέ ἐστιν ὁ υἱὸς παρὰ τούτους, οὐ τῇ ἴσῃ ὀνομασίᾳ κικλησκόμενος, ἐξαίρετον δὲ καὶ ἀσύγκριτον ὄνομα ἔχων, αὐτοάγαθος ὢν ἀπὸ τοῦ αὐτοαγάθου ὄντος τίς ἂν ἡ συμπλοκὴ πρὸς τὸ στερητικὸν * ἐχούσης ἀντίθετον; περιττὸς γὰρ ὁ τοῦ τὸ στερητικὸν εἰσενέγκαντος ἡμῖν Ἀετίου λόγος, τοῦ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ υἱοῦ οὐ κατὰ στέρησιν τὴν τῶν κτισμάτων ἔχοντος τὸ ὑπερέχον ἀξίωμα, ἀλλὰ κατὰ τὸ αὐτομάτως καὶ ἰδιαζόντως καθ' ἑαυτὸ συμπρέπον τῇ ἑαυτοῦ

530

οὐσίᾳ τε καὶ θεότητι, ὡς ἐπὶ τοῦ ἀόργητος οὐ διὰ τὸ μὴ ὀργίζεσθαι, ἀλλὰ διὰ τὸ αὐτοαόργητον, καὶ τὸ ἀγέννητος διὰ τὸ αὐτοαγέννητον, κἄν τε ὁ υἱὸς γεννητὸς εἴη ἀπὸ τοῦ ἀγεννήτου, τῆς κατὰ στέρησιν λέξεως ματαίως κειμένης ἐπὶ τῷ ἀσυγκρίτῳ πρὸς τοὺς ἄλλους κατὰ τὸν νοῦν τούτου τοῦ ὑποβάλλοντος. οὔτε γὰρ τὰ ἄλλα τῷ γεγεννημένῳ ἰσάζεται οὔτε ὁ ἀγέννητος τοῖς κεκτισμένοις τὸ ὁμοούσιον μεταδίδωσιν οὐκ ἀδυνάτου τοῦ δυνατοῦ κατηγορουμένου, ἀλλὰ τῶν ἀδυνάτων πρὸς τὸν δυνατὸν μὴ ἐπεκτεινομένων, διὰ τὸ ἐξαίρετον τοῦ ἑνὸς θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ μονογενοῦς υἱοῦ σὺν τῷ ἁγίῳ πνεύματι. 37. ˉκ. Εἰ αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ' εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν' οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται· εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ἀγεννησίας ἐστέρηται. εἴη ἂν οὖν οὐσία μὲν γεννητή, τὸ δὲ ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρόδου ἐστὶ δηλωτικόν, δῆλον ὅτι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπέπλασται ἐξ οὐσίας τινός, ἄν τε τοῦτό ἐστιν ὃ λέγεται, γέννημα. Ἀνατροπή. Ἤδη μὲν οὖν περὶ στερητικῆς ὑποθέσεως πολλὰ συμμαχεσάμενος ὁ Ἀέτιος τοῖς ἀπὸ τῆς πίστεως ἀλλοτρίοις καὶ αὐτὸς ἴσα ἐκείνων κατὰ τῆς πίστεως ἐξωπλίσατο, οὐδὲν ἀπὸ πίστεως λέγων οὐδὲ μεμνημένος τοῦ ῥητοῦ τοῦ πρὸς τοὺς ἀφ' ἑαυτῶν κενοφωνοῦντας 3.388 καὶ οὐ κρατοῦντας τὴν ἀρχὴν τῆς πίστεως, ὡς πρὸς αὐτοὺς διελεγκτικῶς ὁ λόγος φησίν «εἶπον ἐγὼ ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης» μετὰ καὶ τοῦ «ἐταπεινώθην σφόδρα». νῦν δὲ αὖθις τοῖς αὐτοῖς κατατριβόμενος, στερήσεως ὀνομασίας τε καὶ ἕξεως καὶ συλλογισμῶν ἀνθρωπίνης σφαλερᾶς ὑπονοίας φόρτον προβαλλόμενος καὶ πνευματικῶς ἀνακρινόμενος ἑαυτοῦ φείδεται ἀνακόψαι τὸ ἴδιον ὅρμημα τῆς ἐξ ἀνθρωπίνης * πανουργίας, ἀφ' ἧς περὶ θεοῦ λέγειν ἐπιχειρεῖ ἃ βούλεται. ἀλλὰ καὶ ἡμᾶς καίπερ πολλὰ περὶ στερητικῶν διαλεχθέντας ἀναγκάζει πάλιν τοῖς αὐτοῖς ἐμμένειν καὶ ἐν ταῖς πρὸς αὐτὸν ἀνατροπαῖς κατατρίβεσθαι. καὶ ἦν μὲν ἱκανὴ ἡ πρὸ ταύτης ἀνατροπή, δυναμένη διὰ τὸ ὁμόρροπον καὶ ὁμώνυμον τοῦ συλλογιστικοῦ αὐτοῦ λόγου κατὰ τῶν ἀμφοτέρων φέρεσθαι. ἀλλ' ἐπεὶ δεῖ μήτε ἵππον σιδηρόστομον ἀχαλίνωτον ἐᾶν, κἄν τε κατὰ βαράθρων φέρηται, κἄν τε ἀπὸ τοῦ ὁρμήματος ἤδη ἀνεκρούσθη, οὔτε ἀνδρὶ κατὰ τῆς πίστεως τὰ αὐτὰ λέγοντι συγχωρεῖν καὶ μὴ πρὸς αὐτὸν λέγειν, αὖθις ἐροῦμεν πρὸς τὸ ὅτι, «εἰ μὲν αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως», καὶ πάλιν «εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται;» Καὶ εἰ τοιούτως ἢ τοιούτως * περὶ θεοῦ σε διανοεῖσθαι, ὦ Ἀέτιε, καὶ ἕξεις περὶ τὸν θεὸν τοπάζειν, ἔσται σοὶ μὲν ἡ διάνοια στερισκομένη. ὅσα γὰρ δ' ἂν ἐπαναβῇ τῇ καρδίᾳ σου πρὸς θεὸν ἀποτίθεσθαι, πλὴν μόνου τοῦ πιστεύειν καὶ ὑπερθαυμάζειν καὶ ἐξ ὅλης διανοίας δοξάζειν, ἐλεγχθήσῃ θεὸν μὲν μὴ δυνάμενος συλλογίζεσθαι μήτε τὸν αὐτοῦ υἱὸν μήτε τὸ ἅγιον αὐτοῦ πνεῦμα, ἵνα μή σε ὁ θεὸς ἐλέγξῃ καὶ ψεύστης γένῃ, κατὰ τὸ γεγραμμένον. ἐν ἡμῖν γὰρ καὶ ἕξεις καὶ τὰ θελήματα καὶ αἱ διάνοιαι σφαλεραί, ἐπειδὴ φύσεώς ἐσμεν καὶ οὐσίας τοιαύτης. φύσις δὲ λέγεται καὶ οὐσία θεοῦ, καὶ οὐ παρὰ τὸ φύσιν καὶ φύσιν ἡμᾶς ἀκούειν καὶ οὐσίαν καὶ οὐσίαν χρὴ τὸν ἀσύγκριτον θεὸν τῇ ἡμετέρᾳ συγκρίνειν φύσει. οὕτως καὶ ἐπὶ πᾶσιν οἷς ἐὰν εἴπῃς περὶ θεοῦ, ὦ Ἀέτιε, αὐτὸ ὅλον ἐστὶν ἀσύμπλοκον, ἀσύγκριτον, τέλειον ἐν ἑαυτῷ, μὴ ἐπιδεόμενόν τινος· αὐτοαίσθησις γάρ ἐστι καὶ αὐτοθέλημα. διὸ ἀσύγκριτον μονογενῆ υἱὸν ἀσυγκρίτως γεννήσας οὔτε αὐτὸς τῆς ἑαυτοῦ ἐστέρηται 3.389 οὐσίας οὔτε τῆς ἑαυτοῦ ἀξίας ἐστέρησε

531

τὸ γέννημα τὸ ἐξ αὐτοῦ γεγεννημένον, μόνον ἐκ μόνου, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μὴ ἔχοντα πρὸς τὰ ἄλλα ἰσότητα ἢ ἀξιώματος ἢ φύσεως ἢ ἑτέρας τινὸς ὑποθέσεως· οὐχ ἑαυτὸν ἐστέρησεν, οὔτε κατὰ ἕξιν οὔτε κατὰ οὐσίαν τῆς ἀσυγκρίτου αὐτοῦ θεότητος, οὔτε τὸ ἐξ αὐτοῦ, ὡς ἔφην, γέννημα ἐστέρηται τῆς τοῦ πατρὸς ἀξίας καὶ ἰσότητος, ἀσύγκριτον ὂν ὡς καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα πρὸς πᾶν ὁτιοῦν, ὅπερ ἐστὶ τριὰς τελεία, τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα, οὐ συναλοιφή τις οὖσα οὐδὲ πρὸς ἑαυτὴν διαφερομένη οὐδέ τι ἐν ἑαυτῇ ἔχουσα ὑποβεβηκός, ἵνα μὴ τὸ διακρινόμενον ἀφανίζῃ τὸ ἀσύγκριτον καὶ τὸ ἠλλοιωμένον στέρησιν τοῦ εἶναι ἐργάσηται, ἕξει μόνον λεγόμενον καὶ οὐκ ἀληθείᾳ, ἢ ὡς ψιλῷ λόγῳ ὀνομαζόμενον ἐν παρόδῳ καὶ μὴ ὄν, ὡς ἡ σὴ πάντως περινοεῖται διάνοια, ἀποξενῶσαι πειρωμένη τοῦ τῆς πίστεως λόγου ὅτι «πιστεύειν δεῖ τὸν προσερχόμενον θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται»· ὅπερ ἐν πατρὶ μόνῳ οὐ δύναται τελειωθῆναι. «ὁ γὰρ μὴ ἔχων τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει», καὶ ὁ τὸν υἱὸν λέγων οὐ δύναται «ἐκτὸς πνεύματος ἁγίου.» Ἔστι γὰρ ὡς ἀληθῶς ὁ πατὴρ «ἀληθινὸς θεός», ὡς μαρτυρεῖ ὁ υἱὸς ὁ εἰδὼς τὸν πατέρα, καὶ «ἀληθινὸν φῶς» ὁ υἱός, ὁ γινωσκόμενος ὑπὸ τοῦ πατρὸς καὶ μαρτυρούμενος, καὶ «πνεῦμα ἀληθείας» τὸ πνεῦμα, τὸ οὐκ ἀλλότριον ὄν, ἀλλ' ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. ταῦτα δὲ ἀφαιρεῖται πᾶσάν σου τῶν λόγων, Ἀέτιε, συλλογιστικὴν μυθολογίαν, καὶ οὐκ ἐνδέχεται ἡμᾶς προτρέψασθαι μαθητὰς γενέσθαι Ἀριστοτέλους, τοῦ σοῦ ἐπιστάτου, καὶ ἐᾶσαι τὸν τῶν ἐν πνεύματι θεοῦ πεφωτισμένων ἁλιέων «ἀγραμμάτων ὄντων κατὰ τὸν λόγον καὶ ἰδιωτῶν», κηρύκων δὲ ὄντων τῆς ἀληθείας λόγον ἐν δυνάμει θεοῦ, ἧς κατηξίωνται. οὐ γὰρ ἐν λόγῳ συλλογιστικῷ ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἐν λόγῳ κομπαστικῷ, ἀλλ' ἐν δυνάμει καὶ ἀληθείᾳ. καὶ γὰρ ἀρκετῶς ἠκούσαμεν ἐξ ἀρχῆς τοῦ λόγου σου τοῦ περὶ στερήσεως ἕξεων καὶ θέσεων, καὶ γεννητὴν οὐσίαν καὶ ἀγέννητον οὐσίαν προσλαμβάνουσαν καὶ μὴ προσλαμβάνουσαν, καὶ μεθ' ἕξεως ἕξεως ὑπομένουσαν ἀποβολήν, καὶ περὶ οὐσίας καταπλεκομένης γεννητῆς, ἕξεως δὲ ἀγεννήτου, καὶ γέννημα λεγόμενον ἐν παρόδῳ, σημαινόμενον δὲ ἐν ἕξει μόνῃ καὶ ἕξεως δηλωτικὸν ὄν, μεταπλαζόμενον ἐξ 3.390 οὐσίας τινός, κἄν τε λεγόμενον γέννημα, ὡς ἔφης. τὰ αὐτὰ γὰρ περὶ τῶν αὐτῶν τὸ διανόημά σου λαλεῖ, μηδὲν πέρας τοῦ κατὰ τῶν αὐτῶν φέρεσθαι φθεγγόμενον. 38. ˉκˉα. Εἰ τὸ ἀγέννητον ἕξις καὶ τὸ γεννητὸν ἕξις, αἱ μὲν οὐσίαι τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ' οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι, τὸ εἶναι σημαῖνον τὸ γέννημα συνεισφέρον τῇ ἑαυτοῦ οὐσίᾳ τὸν αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ' οὐχ ἕξεως· τῆς δ' ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐκ ἂν εἴη οὐσία, ἀλλ' ἕξις ἡ ἀγέννητος φύσις; Ἀνατροπή. Ἕξεων διαληπτικὸν λόγον ἐπὶ θεοῦ τε καὶ μετὰ θεὸν κατασκευάζειν πάλιν ἡμῖν πειρᾶται Ἀέτιος, ὡς ὁρᾶτε, φίλοι τῆς ἀληθείας. καὶ τὰ μὲν πρῶτα τίθησι, τὰ δὲ δεύτερα. ἐπὶ θεῷ δὲ λαμβάνειν πρῶτα ἢ δεύτερα οὔτε θέμις λέγειν. ἅμα γὰρ ἐν θεῷ τὰ πάντα πρόσεστι καὶ προσθήκης οὐ δέεται. διὸ καὶ τὸ γέννημα οὐκ ἀπὸ χρόνου νοεῖσθαι εὐσεβὴς χωρεῖ λόγος. θεῷ γὰρ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, τουτέστι τῇ τριάδι τῇ οὔσῃ *· διόπερ ὁ ὢν θεὸς καλεῖται πατὴρ ὁ ὢν καὶ υἱὸς ὁ ὢν πρὸς τὸν ὄντα ὤν, γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ὡς τὸ «παρὰ σοὶ πηγὴ ζωῆς» καὶ τὸ «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς» καὶ τὸ «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός» καὶ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος», καὶ περὶ τοῦ ἁγίου πνεύματος ὡσαύτως «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν». καὶ ὁρᾷς ὅτι οὐδὲν πρόσφατον ἐν τῇ τριάδι. διὸ οὔτε οὐσία πρὸ ἕξεως οὔτε ἕξις πρὸ οὐσίας. ἕξιν δὲ οὐ κατὰ τὰς σφαλερὰς λέγομεν ἕξεις,

532

τροπὴν ἐχούσας ἐν ἑκάστῳ τῶν τὰς θετικὰς ἕξεις ἐχόντων, εἰ καὶ ἕξιν περὶ θεοῦ λέγειν ἀναγκάσεις ἡμᾶς, ὦ Ἀέτιε, καὶ οὔτε τι ἐν θεῷ προτιμότερον οὔτε μεταγενέστερον, ἀλλ' ὅσα πρέπει τῷ ἀξιώματι πρὸς δοξολογίαν, τῇ μὲν μιᾷ θεότητι καὶ μία δοξολογία καὶ μία τιμή, «ἵνα τιμῶσι τὸν υἱόν, ὥσπερ τιμῶσι τὸν πατέρα», καὶ ἵνα μὴ βλασφημῶσι τὸ πνεῦμα, διὰ τὸν τῆς ἀπειλῆς λόγον τὸν μὴ 3.391 τὴν ἁμαρτίαν αὐτοῖς συγχωροῦντα ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι· ὡς πρεπόντως ἐστὶν οὐδὲν διηλλαγμένως ἔστι περὶ τὴν τριάδα νοεῖν ἢ εὐσεβεῖν ἢ δοξάζειν, ἐν πατρὶ δὲ τὸ πατήρ, ἐν υἱῷ δὲ τὸ υἱός, ἐν ἁγίῳ πνεύματι τὸ ἅγιον πνεῦμα οὕτως λέγειν καὶ οὕτως ἐν ἀληθείᾳ δοξάζειν, ὥσπερ πρεπόντως τῇ μιᾷ τριάδι προσκυνητῶς τὸ σέβας νέμειν ἀξιοῖ ἡ ἀληθινὴ πίστις καὶ τὸ ἀξίωμα γινώσκειν. καὶ οὔτε τὸ ἀγέννητον τοῦ γεννητοῦ δέεται εἰς τὸ συνεισφέρεσθαι ἑαυτοῦ τῇ οὐσίᾳ, ἵνα αἴτιον οὐσίας αὐτῷ γένηται ὡς οὐσίας δηλωτικὸν τὸ γέννημα, οὔτε ἕξις τῆς ἀγεννήτου φύσεως ἡ οὐσία τοῦ γεγεννημένου ἐστὶν ἢ λέγεται. Οὐδενὸς γὰρ ἡ τριὰς δεῖται οὔτε προσθήκην τινὸς λαμβάνει. οὔτε γὰρ ἐπειδὴ αὐτὴ ἡ τριὰς ἦν ἀεὶ καὶ οὐδὲν ἦν τῶν κεκτισμένων, παρὰ τοῦτο ἀποκληρώσεως ἕνεκεν ἢ προσληπτικῆς τινος ὀνομασίας ἢ προσθήκης τῷ ἀξιώματι ἑαυτῷ ἐπενόησεν ὁ πατὴρ δι' υἱοῦ μὲν κτίσαι οὐρανὸν καὶ γῆν καὶ πάντα ὁρατά τε καὶ ἀόρατα, καὶ τῷ πνεύματι αὐτοῦ στερεῶσαι πᾶσαν τὴν δύναμιν αὐτῶν τῶν ὑπ' αὐτοῦ κεκτισμένων, ἵνα ἐκ τοῦ κεκτίσθαι τὰ κεκτισμένα καὶ δημιουργηθῆναι τὰ γεγονότα ἐπισυνεισφορὰ γένηται τῷ κτίστῃ ἀκούοντι καὶ δημιουργῷ πατρὶ καὶ προσληπτικῶς νοηθείη τῷ υἱῷ, δι' οὗ καὶ ἀφ' οὗ τὰ κεκτισμένα γεγένηται, ἢ τῷ ἁγίῳ πνεύματι, ἐν ᾧ τὰ ἐστερεωμένα ἐστερέωται. καὶ γὰρ οὐ τραπεὶς ἀπὸ ἕξεως εἰς ἕξιν θεὸς καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἀλλοιωθεὶς ἢ ὡς κατ' ἔννοιαν καὶ μετάβολον γνώμην εἰργάσατο τὰ εἰργασμένα. εἶχε γὰρ ἐν ἑαυτῷ τὸ ἀεὶ δημιουργικὸν καὶ τέλειον καὶ μηδεμιᾶς ἐπιδεόμενον προσλήψεως δόξης. καὶ ὥσπερ ἐπὶ τῶν κτισμάτων οὐ δεῖ διανοούμενόν τινα περὶ θεοῦ προσληπτικῆς ἕξεως καὶ ἀξίας νομίζειν εἶναι τὸ ἀξίωμα τῆς οὐσίας καὶ δόξης θεοῦ, οὕτως ἀνακρουσθήσεται Ἀέτιος, βουλόμενος θεὸν συλλογίζεσθαι κατὰ τὸ ἀγέννητον καὶ γεννητὸν καὶ κατὰ τὸν περὶ ἕξεως καὶ οὐσίας αὐτοῦ ἐπιφερόμενον ἡμῖν λόγον, ὁμολογουμένων πάντων τῶν κεκτισμένων εἶναι ἀληθῶς καὶ οὐχ ἕνεκεν προσλήψεως δόξης θεῷ τῷ ἀνενδεεῖ ἐπινοηθέντων, ὥσπερ καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τοῦ ἁγίου αὐτοῦ πνεύματος οὐ τὸ ἴσον ἔστι λέγειν τῶν κτιστῶν· ἀνένδεκτον γὰρ τοῦτο λέγειν. ἀλλ' ἐπειδὴ 3.392 συλλογισμοὺς ἥκει φέρων ἡμῖν Ἀέτιος μεταρσιολεκτῶν καὶ πρὸς τὰ ἄνω τολμηρῶς ἀποτεινόμενος, ἀπὸ δὲ τῶν κάτω ἀντισυλλογιζόμενος κτισμάτων, καὶ αὐτὸς μηδὲν εὑρεθήσεται * κατὰ τὸν συλλογιστικὸν αὐτοῦ λόγον· ἥ τε γὰρ σοφία ἀνθρώπων παρέρχεται ἥ τε συλλογιστικὴ λέξις ἀνθρώπων θάπτεται· «ἐξελεύσεται γὰρ τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ.» τὰ γὰρ συλλογιστικὰ πάντα τῶν ἀνθρώπων παρέρχεται, καὶ οἱ ἄνθρωποι παρελεύσονται μετὰ καὶ τῆς συλλογιστικῆς Ἀετίου καὶ * κατὰ πίστεως τεχνικῆς ἐπιτηδεύσεως. μένει δὲ ἡ ὑπ' αὐτοῦ † συλλογιστικὴ πίστις καὶ ἐλπὶς καὶ ἀγάπη κατὰ τὸ γεγραμμένον. 39. ˉκˉβ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος οἷα ἡ θεοῦ τοῦ παντοκράτορος, πῶς ἂν τὴν μὲν παθητὴν ἐρεῖ τις, τὴν δὲ ἀπαθῆ; εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ παθῶν ἐστιν ὑπεύθυνος, συγχωρηθεῖσα δὲ τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν τῷ αὐτομάτως ἐπιτρέψαι τὸν φιλοῦντα κατὰ τὰ προειρημένα, ἦν τὸ γοῦν ἀκόλουθον τὴν μὲν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην. Ἀνατροπή. Οὐ πᾶσαν οὐσίαν εἶναι λέγομεν ἀγέννητον οὐδὲ πᾶσαν ἐκ θεοῦ γεννητήν, ὅτι ὁ γεννήσας τὸν ἐξ αὐτοῦ γεγεννημένον καὶ ἀποστείλας ἐξ

533

αὐτοῦ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα τῶν τοῦ υἱοῦ μετέχον, οὐ πάντας ἐγέννησεν, ἀλλ' ἕνα, διὸ μονογενής, καὶ ἓν ἐξ αὐτοῦ ἀπέστειλεν, διὸ ἅγιον πνεῦμα· ἔκτισε δὲ διὰ τοῦ ἑνὸς καὶ ἐστερέωσεν ἐν τῷ ἑνὶ τοὺς πάντας, τοὺς μὲν γεννῶντας μετὰ κτίσιν καὶ γεγεννημένους, τοὺς δὲ κτισθέντας, μήτε γεννῶντας μήτε γεγεννημένους. πολὺ δὲ ἀφέστηκεν ἡ ἄκτιστος τῆς τριάδος οὐσία τῶν ἀπὸ τῆς τριάδος κτισθέντων καὶ οὐκ ἀπὸ τῆς τριάδος γεννηθέντων. διὸ ἔχει ἡ τριὰς τὸ ἀπαθὲς καὶ ἀπαράλλακτον, τὰ δὲ πάντα τὰ μετὰ τὴν τριάδα πάθει εἰσὶν ὑποκείμενα, εἰ μή τι ἂν δωροῖτο ὁ ἀπαθὴς τὸ ἀπαθὲς διὰ τῆς ἀφθαρσίας, οἷς βούλεται κατὰ δωρεὰν χαρίσασθαι ἀφθόνως. οὐκ ἔχουσι δὲ τὸ ἄφθαρτον ἐξ ἀσωμάτου φύσεως, ἀλλ' ἐξ ἀφθονίας τοῦ ἀγαθοῦ καὶ ἀπαθοῦς θεοῦ. καὶ γὰρ οὔτε τὸ παθεῖν τὸν 3.393 μονογενῆ ἐν σαρκὶ πάθος περιποιεῖται τῇ αὐτοῦ θεότητι, καίτοι γε ἐξ ἀληθινῆς ὁμολογίας πιστευόμενον ἀπὸ τῆς ἀληθινῆς πίστεως, ὅτι πέπονθεν ὁ ἀπαθὴς θεὸς ὢν λόγος. ἔμεινε δὲ ἐν ἀπαθείᾳ ὁ αὐτός, μὴ τραπεὶς τὴν φύσιν μήτε ἠλλοιωμένος. διὸ σοφία ὢν καὶ θεὸς ἀπαθὴς ὢν καὶ εἰδὼς ὅτι διὰ πάθους σῴζει τοὺς τὰ πάθη ἔχοντας τοῦ θανάτου «οὐ πρέσβυν» ἀπέστειλεν, «οὐκ ἄγγελον,» οὔτε ἔτι τινὰ ὡς τοὺς πρὸ αὐτοῦ προφήτας, ἀλλ' αὐτὸς κύριος ἦλθε, καὶ τὸ παθητὸν λαβὼν ἐν ἑαυτῷ ἀληθινῶς πέπονθε, τῆς θεότητος αὐτοῦ ἀπαθοῦς μενούσης. οὐ γὰρ ἡ ἔνσαρκος παρουσία ἤμβλυνε τὴν δύναμιν τῆς αὐτοῦ θεότητος. εὑρίσκεται γὰρ ἐν τῇ αὐτοῦ θεότητι τὰ τοῦ θεοῦ ἐνεργῶν καὶ μὴ ἀπὸ σαρκὸς ἀποκλειόμενος, ἀνέμῳ μὲν ἐπιτιμῶν καὶ κλύδωνι καὶ θαλάσσῃ, Λάζαρον δὲ αὐθεντίᾳ ἰδίᾳ καλῶν, καὶ ἄλλα μυρία καὶ ἐπέκεινα τούτων ποιῶν· ὃς καὶ συνεχώρει μὲν τὰ κατὰ τὸ εὔλογον τῇ σαρκί, ὡς καὶ διαβόλῳ πειράζειν καὶ ἀνθρώποις παίειν καὶ τοῖς συλλαμβάνουσι τὸ ἁλίσκειν, ἵνα ἐν τῷ παθητῷ ὁ ἀπαθὴς πάθῃ, ἀπαθὴς μένων ἐν τῇ ἰδίᾳ θεότητι, ὢν οὐκ ἀλλότριος τοῦ ἀπαθοῦς θεοῦ, ἑκουσίως δὲ ποιῶν τὰ πάντα κατὰ τὸ ἔκπληκτον αὐτοῦ μυστήριον, ὡς καὶ ὁ πατὴρ θεὸς σὺν αὐτῷ τῷ μονογενεῖ καὶ τῷ πνεύματι αὐτοῦ τῷ ἁγίῳ, τριὰς οὖσα ἀεὶ τελεία καὶ ἀπαθὴς μία θεότης, περιέχει τὰ πάντα, εἷς θεός, μία κυριότης, τοῦ αὐτοῦ θεοῦ περιέχοντος τὰ ὅλα. Καὶ οὐ διὰ τὸ περιέχειν τὰ πάντα πάθει ὑποπίπτει, τῶν ἐμπεριεχομένων ὑπὸ πάθος πιπτόντων. ἐντὸς γὰρ πάντων ἐστὶ καὶ ἐκτὸς τῶν ὅλων πάντων θεός, ἀμιγὴς πρὸς τὰ πάντα. ὅθεν οὐ διὰ τὸ εἶναι πάντη οὐδὲ διὰ τὸ ἐκτὸς εἶναι πάντων οὐδὲ διὰ τὸ περιέχειν τὰ πάντα οὐδὲ διὰ τὸ ἐν αὐτῷ τὰ πάντα κινεῖσθαι, πάθος εἰσοίσει τῷ ἀπαθεῖ θεῷ, ὥσπερ οὐδὲ διὰ τὸ γεγεννηκέναι τὸν μονογενῆ, οὐδὲ διὰ τὸ τὸν μονογενῆ γεγεννῆσθαι, οὐδὲ διὰ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐξ αὐτοῦ ἀπεστάλθαι, πάθος εἰσοίσει τῇ ἁγίᾳ τριάδι. οὔτε γὰρ παθητὸν τὸ ἅγιον πνεῦμα, ἐν εἴδει περιστερᾶς κατιὸν ἐπὶ τὸν Ἰορδάνην, οὔτε ὁ μονογενὴς ὑπὸ Ἰωάννου βαπτιζόμενός τε καὶ ψηλαφώμενος, οὔτε ὁ πατὴρ ἄνωθεν βοῶν φωνῇ ἀκουστικῇ ἀνθρώποις ὅτι «οὗτός μού ἐστιν ὁ υἱός, αὐτοῦ ἀκούετε». ἀπαράλλακτος τοίνυν ὁ υἱός· καὶ ὁ μὲν πατὴρ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητός, ἀπαθὴς δέ, ἀπαθὲς καὶ τὸ πνεῦμα ἀπαθῶς προελθόν, τῶν μὲν ἄλλων κτιστῶν ὄντων, τῆς δὲ τελείας τριάδος διαμενούσης ἐν τῇ ποσότητι καὶ ἀκτίστῳ ὀνομασίᾳ, οὔτε τοῦ ἀμεί.394 νονος μεταβαλλομένου οὔτε τοῦ γεννηθέντος πάθει συνεχομένου· οὔτε γὰρ ὁ γεννήσας πάθει συνεσχέθη. οὐ γὰρ σωματικὸν τὸ γέννημα, ἀλλὰ πνεῦμα ἐκ πνεύματος καὶ υἱὸς ἐκ πατρός. ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα ἐξ αὐτοῦ, πνεῦμα πατρός, πνεῦμα Χριστοῦ, οὐ κτιστόν, οὐ γεννητόν, οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, τῆς ἀσυγκρίτου οὐσίας πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὑπερβαινούσης πᾶσαν ἔννοιαν καὶ πάντα νοῦν, οὐ μόνον εἴποιμι ἀνθρώπων, ἀλλὰ καὶ ἀγγέλων. οὐ γὰρ μεταβολὴν ἐπεδέξατο ὁ μονογενὴς οὐδὲ ὁ αὐτοῦ πατὴρ οὐδὲ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τῷ τὸν μονογενῆ ἀπαθῆ ὄντα ἐν σαρκὶ παθεῖν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐν εἴδει περιστερᾶς κατιέναι καὶ τῷ

534

τὸν πατέρα φθογγὴν εἰς ἀκοὴν ἀνθρώπων ἀπορρῆξαι ἄνωθεν ἀπαθῶς, ὥσπερ οὐ μεταβολὴν καὶ πάθος περιεποιήσαντο οἱ κτισθέντες ἄγγελοι καὶ οὐρανοὶ καὶ ἡ γῆ καὶ τὰ πάντα τῷ αὐτὰ πεποιηκότι, ἀλλὰ τὸ πᾶν ἐστιν ἔκπληκτον μυστήριον κατὰ τὸ εἰρημένον «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ». 40. ˉκˉγ. Εἰ τῆς γενομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος; Ἀνατροπή. Ἔστι μὲν οὖν καθ' ἑτέραν διάνοιαν ἀλλ' οὐ κατὰ τὴν ἴσην πρὸς πάντα αἴτιον ἡ ἀγέννητος φύσις πρὸς τὸ μονογενὲς γέννημα καὶ πρὸς τὸ ἐξ αὐτῆς ἅγιον πνεῦμα, οὐκ αἴτιον δέ, ὡς τὸ ὑπάρχον πρὸς τὸ μὴ ὄν. ἔστι γὰρ οὐκ ἐξ οὐκ ὄντων ὁ γεννηθεὶς οὐδὲ μὴ ὢν ἐστὶν ὁ γεννήσας οὐδὲ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα, τῶν δὲ ἄλλων ἐστὶν αἴτιον τὸ ὄν. διὸ σύνεστι τῇ ἰδίᾳ ἀεὶ δόξῃ ἡ ἁγία τριάς, ἀεὶ ὄντος ἀναλόγως ἑκάστῳ ὀνόματι τοῦ αὐτῆς ἀξιώματος. δι' αὐτῆς γὰρ καὶ οὐκ ἐκτὸς τὰ γεγονότα γεγόνασιν οὐκ ὄντα. διόπερ οὐδὲ καθ' ἑαυτὸν ὁ πατὴρ αἴτιος τῶν γεγονότων ἐστίν, ἀλλὰ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα ἐποίησε τὰ πάντα. εἰ δὲ ἦν ἀλλότριος ὁ υἱός, ὡς ἀπὸ αἰτίου γεγονὼς οὐκ ὤν, προελθὼν ἂν μετὰ πάντων καὶ αὐτὸς ἴσος αὐτοῖς ἐγένετο, καὶ αἴτιος ἦν ὁ θεὸς οὐκέτι γεννητικῶς προαχθέντος, ἀλλὰ κτιστικῶς, καὶ οὐκέτι ἐνεδέχετο τὸν ἕνα λέγεσθαι γέννημα, τὰ δ' ἄλλα κτίσματα, ἀλλ' ἢ τὰ πάντα σὺν αὐτῷ γεννήματα λέγεσθαι ἢ αὐτὸν σὺν πᾶσι κτίσμα ὁμοίως καλεῖσθαι· καὶ οὐδὲν ἦν ἐξαίρετον, ἐξισουμένου τοῦ ἑνὸς τοῖς πᾶσι κατὰ τὸ μέρος τὸ ἐξ οὐκ ὄντων· οὐ μόνον εἴποιμι ἀγγέλους ἴσους τῷ αὐτῶν δὲ ποιητῇ καὶ κτίστῃ 3.395 μονογενεῖ, ἀλλὰ καὶ ἀνθρώπους καὶ κτήνη καὶ ὅσα ἀπειρομεγέθως ἀποδέει τῆς ἐκείνου φύσεως καὶ ἀξιώματος. ἔστιν δὲ ὁ ὢν ἀεὶ σὺν τῷ ὄντι ἐξ αὐτοῦ ἀχρόνως ὄντως γεγεννημέῳ, οὐκ ἐξ οὐκ ὄντων, ἀλλ' ἐξ αὐτοῦ. καὶ ἔστι τὸ ἅγιον αὐτοῦ πνεῦμα, τὸ οὐκ ἀλλότριον τῆς αὐτοῦ οὐσίας, οὐδὲ ὡς ἐπὶ βοηθείᾳ κατὰ τὸν Ἀετίου λόγον θεῷ προσπεπορισμένον. 41. ˉκˉδ. Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ' ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατονομάζεσθαι τὴν οὐσίαν τοῦ θεοῦ τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ; Ἀνατροπή. Εἰ ἀπὸ σοῦ καὶ δεῦρο, Ἀέτιε, ἡ περὶ θεοῦ δόξα ἀπὸ τῶν σῶν συλλογισμῶν εἰς δόξαν θεῷ πεπόρισται κατὰ τοὺς ἀνωτάτω ὑπὸ σοῦ λεχθέντας λόγους, καὶ αὐτὸς πρὸς σὲ ἀποτεινόμενος, συγχωροῦντος τοῦ θεοῦ, τὰ ἴσα σοι καὶ αὐτὸς προσφθέγξομαι, ὅτι μηδενὸς τῶν παλαιῶν ἔν τε τῇ παλαιᾷ διαθήκῃ καὶ ἐν τῇ καινῇ ἁγίων ἀποστόλων ἢ προφητῶν τοῦτο πεφρονηκότος, ἀμείνονα σεαυτὸν καθιστᾷς καὶ αὐτοῦ τοῦ θεοῦ καὶ ἀσφαλῆ. ἀπὸ γὰρ σοῦ καὶ δεῦρο προσέλαβε τὸ θεῖον, ὡς κατὰ τὸν σὸν λόγον, εἰς τὴν αὐτοῦ πίστιν τὴν συλλογιστικὴν ταύτην σου τὴν τεχνολογίαν, τὸ περὶ ἀγεννήτου λέγειν στερήσεως καὶ τοῦ γεννητοῦ, καὶ παντελῶς ἀποβολῆς ἕξεως καὶ μεταβολῆς, καὶ περὶ θεοῦ κατονομασίας ἐν τῇ κατὰ τὸν θεὸν οὐσίας προσηγορίᾳ. οὔτε γὰρ διὰ τὸ τὸν θεὸν εἶναι πάντων κτίστην τῶν μετὰ τὸν μονογενῆ αὐτοῦ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα διὰ τῆς τῶν κεκτισμένων συστάσεως τὸ στερητικὸν ἐφευρέθη τῶν οὐ προσόντων θεῷ ἢ τὸ ὁμολογητικὸν τῶν ὄντων αὐτῷ προσείληπται, ἵνα τὸ μετέπειτα κτισθὲν τὸ ἄμεινον θεῷ προσφέρῃ καὶ τὸ ἀκραιφνὲς διὰ τοῦ ἀπ' ἐκείνου πρὸς ταῦτα στερητικοῦ τε καὶ ἀμεταβλήτου ἐπινοοῖτο· ἀλλ' ὅτι ἔστιν ἀεὶ αὐτό, ὂν ὅλον δόξα καὶ ὅλον ἀπερίληπτον ὑπὸ πάντων τῶν ὑπ' αὐτοῦ κεκτισμένων, κατὰ τὸ μέτρον τῶν πρὸς τὴν δοξολογίαν ἐπεκτεινομένων δοξολογούμενον, παρ' ἀγγέλοις μὲν κατὰ τὴν ἀγγέλων γλῶσσαν, τὴν παρὰ τῷ ἀποστόλῳ προκριτέαν τῶν ἀνθρώπων καταγγελλομένην, παρὰ δὲ τοῖς ἀνθρώποις κατὰ τὴν τῶν ἀνθρώπων γλῶσσαν τὴν ὑποβεβηκυῖαν 3.396 τῷ μέτρῳ καὶ * κατὰ τὴν τῶν ἔτι ὑποβεβηκότων δύναμιν· καὶ οὐ πάντως ὅτι ἐν ἑκάστῳ κτίσματι

535

ἀναλόγως τῇ αὐτοῦ δυνάμει δοξολογεῖται ὑποβέβηκεν ἡ δοξολογία ἢ μεταβέβληται· ἀλλ' ἔστι μὲν ἐν ἑαυτῇ ἀμετάβλητος, στερισκομένης πάσης κτίσεως πρὸς τὸ ἄπειρον ἐπεκτείνεσθαι ἐν δοξολογίᾳ, ὑπερβαινούσης ἀεὶ πάντα νοῦν τῆς ἀνωτάτω οὐσίας, οὐ διὰ τῶν λεγομένων ὑπὸ πάντων ἐξεῖναι αὐτῇ † ἢ τροπὴν ἢ μεταβολὴν ἢ προκοπὴν περιποιουμένης. ἡ γὰρ αὐτὴ θεότης ἀμείνων ἐστὶ καὶ ἀσύγκριτος καὶ δεδοξασμένη. 42. ˉκˉε. Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς αὐτὸν ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; Ἀνατροπή. Ἀγέννητος ἔστι μὲν οὖν, ἐρρέθη δὲ οὐδαμοῦ, οὐκ ἀπό του προφήτου, οὐκ ἀπὸ ἀποστόλου, οὐκ ἀπὸ εὐαγγελιστοῦ. θαῦμα γὰρ οὐδὲν ἦν τοῦτο περὶ θεοῦ λέγειν. προσῆν γὰρ τῷ εὐσεβεῖ λογισμῷ ἀπ' αὐτοῦ τοῦ κατὰ τὴν φύσιν νόμου. σὺ δέ, Ἀέτιε, τοῦτο ἡμῖν καινοτομήσας λέγειν ὡς θαῦμα προσεισφέρειν σεαυτὸν νομίζεις. συνέφυρας δὲ καὶ συνέμιξας τῷ εὐσεβεῖ τῆς φύσεως νόμῳ καὶ τῷ τῆς πίστεως θεσμῷ, τῷ ἐπὶ προσθήκῃ βελτιώσεως ἐκ θεοῦ κεχαρισμένῳ, τὸ τῷ ἀγεννήτῳ γεννητὸν ἐπινοῆσαι ἐξισούμενον τῷ ἀξιώματι, ἵνα ὁ παρὰ σοὶ προσκυνούμενος ἀνόμοιος ἴσος εὑρεθείη τῷ κατὰ σὲ ἀνομοίως κηρυττομένῳ. εἰ μὲν οὖν προσκυνήσειας τὸν πατέρα ψιλῇ ὀνομασίᾳ, εἰρωνείᾳ τὴν τιμὴν προσήνεγκας. καὶ εἰ τὸν υἱὸν προσκυνήσειας ἀνόμοιον πατρὶ ἐπιγινώσκων, σύγχυσιν εἰργάσω ἐν τῇ προσκυνήσει, ἀνόμοιον ἀνομοίου ἴσως τιμήσας. εἰ δὲ διὰ τὴν σοῦ πρόληψιν τῆς ἀπιστίας ἀρνήσῃ προσκυνεῖν υἱῷ, ἐλεγχθήσῃ ὑπὸ πάντων, οὐκ ἐπιγνοὺς τὸν ὀφειλομένως ὑπὸ πάντων προσκυνούμενον καὶ ἴσον. «προσκυνήσουσι γὰρ αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ προσεκύνησεν αὐτῷ Μαρία ἐνδόξως ἀναστάντι ἐν σαρκὶ καὶ πάντες οἱ αὐτοῦ μαθηταί. οὐ γὰρ ἔχειν γενητοῦ ὀνομασίαν οὐδὲ κτιστοῦ, ἀλλ' ἐκ πατρὸς γεγεννημένον ἴσασι καὶ προσκυνοῦσιν ὄντα ἐξ ὄντος καὶ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα. οἴδασι γὰρ αὐτὸν ἀλλότριον τῇ οὐσίᾳ ἀπὸ τῶν γεγονότων. οὐ γάρ 3.397 ἐστι γενητὸς ἢ κτιστός, ἀλλὰ γεννητὸς ἐκ πατρός. διὸ περὶ πάντα καμὼν καὶ πολλοὺς χρόνους ἀναλώσας, Ἀέτιε, καὶ λόγους ξένους παρεισενέγκας * προσκυνήσεις αὐτῷ. «δεῖ γὰρ πάντας στῆναι ἐνώπιον τοῦ βήματος αὐτοῦ», καὶ «πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστός», ὁ οὐκ ἀλλότριος θεοῦ ὤν, ἀλλὰ «εἰς δόξαν θεοῦ πατρός», κατὰ τὸ γεγραμμένον καὶ πεπιστευμένον. 43. ˉκˉ . Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ θεοῦ ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος ὑποστάσεως, ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα θεὸν τὸν παντοκράτορα. Ἀνατροπή. Οὔτε ψιλὸν ὄνομα ἐπὶ θεοῦ ἐστι τὸ ἀγέννητον οὔτε τοῖς κτιστοῖς κατὰ τὴν οὐσίαν ἐπικοινωνοῦν. διὸ οὔτε τὰ κτίσματα ψιλῆς ὀνομασίας ἐστὶ σημαντικά· μέσον δὲ ἀγεννήτου καὶ κτιστοῦ ἄλλου ὀνόματος ἐπιζητουμένου, ὅπερ ἐστὶν υἱός, γεννητὸς καὶ οὐ κτιστός, τίνι ἂν τὸ ἐξαίρετον ἀποδοτέον; καὶ εἰ μὲν τοῖς κεκτισμένοις τὸ ἐπικοινωνοῦν δῶμεν, οὐδ' ὁποτέρου τῶν λεγομένων διὰ ψιλῆς ὀνομασίας ὀνομαζομένου, ὡς ἐπὶ τοῦ ἀγεννήτου καὶ κτίζοντος καὶ κτιστῶν γεγονότων ὡς οὐ ψιλῆς ἐνδεχομένης ὀνομασίας, οὕτως ἐπὶ τοῦ γεννητοῦ καὶ υἱοῦ μὴ ψιλῆς ἐπιδεχομένης ὀνομασίας, τὸ μάτην συκοφαντούμενον σύγχυσιν δηλώσει παρὰ τῷ Ἀετίῳ συλλογιζομένην, διὰ τὸ μὴ συνεξισοῦσθαι τὰ κτιστὰ τῷ υἱοῦ ὀνόματι, τῆς κτιστῆς φύσεως ἐν ἀληθείᾳ οὔσης καὶ οὐ διὰ ψιλῆς ὀνομασίας, ἐπειδήπερ οὐ ψιλὴν ἐπιδέχεται καὶ αὐτὸς ὁ υἱὸς τὴν περὶ υἱοῦ ὀνομασίαν. οὐκ ὄντος δὲ ἀνυπάρκτου, οὔτε κατὰ ψιλὴν ὀνομασίαν λεγομένου τοῦ υἱοῦ μονογενοῦς καὶ τοῦ ἁγίου πνεύματος, τῇ τοῦ πατρὸς συνῆπται δόξῃ, καὶ οὐ συγκέχυται τῇ τῶν κτισμάτων ὀνομασίᾳ. οὔτε γὰρ ἐπάρσεως δεῖται ἡ θεότης ὡς μὴ οὖσα, οὔτε ὕψους ἐστὶν ἐνδεομένη, κἄν τε παρά τινων τῶν ἐν ἀγνοίᾳ ὄντων μὴ ὑψοῖτο, οὔτε διὰ τῆς τινων προφορᾶς ἡ

536

θεότητος οὐσία συνίσταται. οὔτε γὰρ καυχήσεται ἡ τῶν ἀνθρώπων ἢ ἄλλων προφορὰ ὡς θεῷ ἐνδεεῖ δόξαν περιποιουμένη ἢ καλλωπίζουσα θεὸν παντοκράτορα, θεὸν προσκυνητόν, θεὸν ἐπιστάτην καὶ κτίστην καὶ δημιουργὸν ἴδιον. οὔτε γὰρ ἑαυτὴν ὑπερένδοξον· ἡγεῖται καὶ κοσμήτριαν τοῦ ἰδίου 3.398 αὐτῆς δημιουργοῦ, ἐπεὶ ἂν ἑαυτὴν προσκυνητὴν ἡγήσαιτο, οὐ μὴν προσκυνοῦσα τὸν προσκυνούμενον. καὶ μάτην κατὰ πάντων λόγον κινεῖ ὁ σὸς λόγος, Ἀέτιε. 44. ˉκˉζ. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ' ὑπόστασιν σημαίνει. Ἀνατροπή. Καὶ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, καὶ οὐχ ὁμολογοῦμεν τοῦτο, ὡς ἀπὸ σοῦ μεμαθηκότες. προορᾷ γὰρ ἡ πίστις τῆς ἀληθείας τοῦτο καὶ προομολογεῖ καὶ διδάσκει, ὅτι θεός ἐστιν ὁ ἀναίτιος πάσης αἰτίας καὶ ἀμιγὴς καὶ ἀνυπεύθυνος πάσης ἰσότητος. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν αὐτοῦ τοῦ θεοῦ οὐσίαν, διὰ τὸ μόνῳ πρέπειν τῷ ἀνυπευθύνῳ τὸ σέβας νέμειν, πατρὶ τῷ ἀγεννήτῳ καὶ υἱῷ τῷ ἐξ αὐτοῦ καὶ ἁγίῳ πνεύματι τῷ ἀπ' αὐτοῦ καὶ διὰ τοῦ μονογενοῦς, ἐπειδὴ οὐδὲν ἐν τῇ τριάδι κτιστὸν καὶ ὑπὸ αἰτίαν ἐμπῖπτόν ἐστιν. οὐ γὰρ ἐξ οὐκ ὄντων τί ἐστιν ἐν τῇ τριάδι, ὡς καὶ τὰ ἄλλα τὰ ὑπὸ αἰτίαν πεπτωκότα καὶ αἰτίαν κεκληρωμένα. διὸ ἀναιτία οὖσα τῆς τοιαύτης αἰτίας ἡ τριὰς μόνην ἑαυτὴν ἀπλανῶς ἐδίδαξε προσκυνεῖσθαι, ἐπειδὴ μόνη αὕτη ἀναίτιός ἐστι. τὰ δὲ πάντα ὑπὸ αἰτίαν περιπέπτωκε· τὰ μὲν γάρ ἐστι γεγονότα καὶ κεκτισμένα, πατὴρ δὲ ἄκτιστος, υἱὸν ἔχων ἐξ αὐτοῦ γεγεννημένον, ἀλλ' οὐ κτιστὸν, καὶ ἅγιον πνεῦμα ἐξ αὐτοῦ ἐκπορευόμενον, καὶ οὐ δεδημιουργημένον. τούτων δὲ οὕτως ἐχόντων οὔτε πάθος κεκλήρωται αἰτίου ὁ προσκυνούμενος υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, κἂν πατέρα ἔχοι τὸν γεννήτορα, οὔτε τὰ λοιπὰ κτίσματα ἄνευ πάθους εἴη κληρώσεως αἰτία, ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος κεκτισμένα· σαφῶς δὲ ἄνευ πάθους εἴη ὁ μονογενὴς κληρώσεως αἰτία, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, ὡς καὶ ὁ πατήρ, ὅτι υἱός ἐστι γέννημα καὶ οὐ κτίσμα, καὶ οὐκ ἀπὸ τοῦ γεγεννῆσθαι αἰτίαν πάθους κληρωθήσεται ὁ υἱός, οὐδὲ τὸ πνεῦμα, ἐπειδὴ ἐκ πατρὸς ἐκπορεύεται. οὔτε γὰρ ὁ πατήρ, ἐπειδὴ ἐγέννησε καὶ ἐξ ἑαυτοῦ ἐξήγαγε, τὰ δ' ἄλλα πάντα μετὰ υἱὸν καὶ πνεῦμα ἔκτισεν, ὑπὸ πάθος αἰτίας ἐμπίπτων εὑρίσκεται, καίτοι γε τῶν ἄλλων πάντων ἐν τῷ κτίζειν ἢ γεννᾶν πάθει συνεχομένων. ἀναίτιος γοῦν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· αἰτία δέ ἐστιν ἡ τριὰς τῶν ἁπάντων, συγκτίζουσα καὶ συνδημιουργοῦσα, μηδὲν ἐν αὐτῇ κτιστὸν ἢ δεδημιουργημένον γινώσκουσα. 45. ˉκˉη. Εἰ πᾶν τὸ γεγονὸς ὑφ' ἑτέρου γέγονεν, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ' ἑαυτῆς οὔτε ὑφ' ἑτέρας γέγονεν, ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον. 3.399 Ἀνατροπή. Καὶ τοῦτο πάλιν Ἀέτιος ἥκει φέρων ἡμῖν, ὡς καινόν τι καὶ πρόσφατον ὑφηγούμενος, ἵνα φανῇ διαλεκτικῆς ἐφευρετὴς εἶναι συλλογιστίας, ἐκ περισσοῦ οὐ μόνον αὐτὸ τοῦτο δηλῶν, ὅπερ οὐδὲ ἀμφιβάλλεται οὔτε κατὰ τῆς ἀληθείας * τὸ ἀεὶ ἐν αὐτῷ * ἔν τε τῇ καθολικῇ ἐκκλησίᾳ ὁμολογούμενον ἐνυπάρχει. «εἰ πᾶν γὰρ τὸ γεγονὸς ὑφ' ἑτέρου γίνεται, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ' ἑαυτῆς οὔτε ὑφ' ἑτέρας γέγονεν, εἰ καὶ ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον.» καὶ τί τούτου ἀναγκαιότερον; ὅπερ γὰρ ἀεὶ παρ' αὐτοῖς τοῖς τε Ἀνομοίοις καὶ Ἀρειανοῖς ἀποβάλλεται, τὸ τῆς οὐσίας ὄνομα, παλιμβόλως ἐξελάβετο Ἀέτιος, σαφῶς ἀναγκαζόμενος ὑπὸ τῆς ἀληθείας ὁμολογεῖν. οὐσίας τοίνυν οὔσης τῆς ἀγεννησίας, ἐξ αὐτῆς δὲ καὶ οὐκ ἐξ οὐκ ὄντων ἀχράντως καὶ ἀπαθῶς γεννησάσης τὸν μονογενῆ, ἀχρόνως καὶ ἀνάρχως, καὶ ἐξ αὐτῆς ἐξαγαγούσης τὸ ἅγιον πνεῦμα καὶ οὐκ ἐξ οὐκ ὄντων, σαφῶς ἐν τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ ὀρθοδόξως ὁμοούσιος ἡ τριὰς κηρύττεται, μηδενὸς τῶν κεκτισμένων δυναμένου τῷ ὀνόματι τούτῳ καλεῖσθαι, διὰ τὸ μηδὲ κατὰ φύσιν εἶναί τι ὅμοιον τῷ

537

μονογενεῖ καὶ τῷ ἁγίῳ πνεύματι μήτε κατὰ τὸ σέβας. τὰ μὲν γάρ ἐστιν ἐξ οὐκ ὄντων κεκτισμένα καὶ οὐ προσκυνητά, ἡ δὲ τριὰς ἀεί ἐστιν, ὁ πατὴρ πατὴρ τέλειος καὶ ὁ υἱὸς υἱὸς τέλειος ἐκ πατρὸς γεννηθεὶς καὶ τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα τέλειον ἐκ πατρὸς προελθὸν καὶ τοῦ υἱοῦ λαμβάνον. καὶ πάντα ἡμῖν φωτεινὰ τὰ τῆς θείας γραφῆς καὶ τὰ τῆς ἁγίας πίστεως, καὶ οὐδὲν σκολιὸν ἢ ἐναντίον ἢ στραγγαλιῶδες. 46. ˉκˉθ. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγέννητος ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος, οὐκ ἔξωθεν συνεμφαίνουσα τὸ ἀπρόσιτον, αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος, ἐπειδὴ καὶ ἀγέννητος. Ἀνατροπή. Πολλάκις κατὰ τῶν αὐτῶν Ἀέτιος φέρεται, ὥσπερ καὶ αὐτὸς πολλάκις ἔφην, εἰς κάματον μόνον ἡμᾶς φέρων καὶ οὐδὲν περισσότερον. διὸ καὶ ἐν τῷ παρόντι ἀνάγκην ἔσχομεν τῷ καμάτῳ προσθεῖναι καὶ τὰ αὐτὰ τοῖς αὐτοῖς δευτερολογεῖν, ἐπειδήπερ καὶ αὐτῷ οὕτως ἔδοξεν. εἰ γὰρ καὶ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ἡ ἀγέννητος γεννήσασα, οὐδὲν διοίσει τῷ ἀξιώματι ἐπὶ τῷ γεννᾶν ὁ γεννήτωρ τοῦ γεγεννημένου. 3.400 ἐξ αὐτοῦ γὰρ ἐγέννησεν οὐσιωδῶς πνεῦμα ἐκ πνεύματος καὶ οὐ σῶμα ἐκ σώματος. διὸ ἀσυγκρίτως συνεμφαίνεται συμπρέπων ὁ γεννήτωρ τῷ γεγεννημένῳ καὶ ὁ γεγεννημένος τῷ γεγεννηκότι. οὔτε γὰρ προσθήκης δεῖται τὸ θεῖον, ἵνα ποτὲ πατὴρ κληθείη, ποτὲ δὲ οὔ, οὔτε ὁ υἱὸς εὑρεθήσεται * ἐκ τοῦ ἄνωθεν συνδέσμου ποτὲ μὴ ὤν, ἄρτι δὲ ὤν. διὸ αὐτοουσία ἐστὶν ὁ θεὸς πατὴρ καὶ ὁ υἱὸς καὶ ἅγιον πνεῦμα, καὶ οὐχ ἑτεροουσία. οὔτε γάρ ἐστι συνάδελφος οὔτε ἐστὶν ἐπιγένητος, ἀλλὰ * ἀνεκδιηγήτως συμπρέποντος τοῦ πατὴρ ὀνόματος ὁμοουσίῳ ὄντι τῷ υἱῷ καὶ συμπρέποντος τῷ πατρὶ καὶ υἱῷ τοῦ ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ τῶν αὐτοῦ λαμβάνοντος, τοῦ ἁγίου αὐτοῦ πνεύματος. διὸ τὸ ἀπρόσιτόν ἐστιν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πρὸς ἅπαντα, ὅσα ἐστὶν ὑποβεβηκότα ὄντα καὶ ἐξ αὐτῆς τῆς τριάδος κτισθέντα· ἡ δὲ τριὰς πρὸς ἑαυτὴν οὐκ ἀπρόσιτος· ἔστι γὰρ ἄκτιστος καὶ ἀγέννητος καὶ ἀσύγκριτος. διὸ οὐ δύναται οὐδὲν ἐξισοῦσθαι πατρί, οὐ συμπροσκυνεῖται αὐτῷ τι τῶν ἐξ οὐκ ὄντων γεγονότων καὶ οὐχὶ γεγεννημένων. οὐδενὶ γὰρ τῶν γεγονότων εἶπε ποτὲ «κάθου ἐκ δεξιῶν μου», οὐδὲ μὴν ὁ μονογενὴς περί τινος εἴρηκεν ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ ᾧ ἐὰν ἀποκαλύψῃ». ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου, τοῦ γινώσκοντος καὶ διδάσκοντος καὶ ἀπαγγέλλοντος ἐν κόσμῳ τὰ υἱοῦ, «ἐρευνῶντός τε καὶ τὰ βάθη τοῦ θεοῦ». διὰ τοῦτο γάρ φησιν «ὁ μὴ τιμῶν τὸν υἱὸν καθὼς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ' αὐτόν»· καὶ οὐκ εἶπεν «ὁ μὴ τιμῶν ἀγγέλους ὡς τιμᾷ τὸν πατέρα», οὐδὲ πάλιν εἶπεν «ὁ μὴ καὶ τὸν υἱὸν τιμῶν», ἀλλὰ τὸν υἱὸν ὡς τὸν πατέρα, ὡσαύτως ὅτι «οὐκ ἀφεθήσεται τῷ εἰς τὸ πνεῦμα βλασφημοῦντι, οὔτε ᾧδε οὔτε ἐν τῷ μέλλοντι αἰῶνι», ἵνα σημάνῃ τῆς τριάδος τὸ ἀπρόσιτον καὶ ἀσύγκριτον ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. 47. ˉλ. Εἰ ὑπεράγει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπεράγει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς. εἰ δὲ μή ἐστιν οὐσίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασῴζεσθαι; 3.401 Ἀνατροπή. Πρέπει λέγειν καὶ ὁμολογεῖν καὶ οὕτως κατέχειν, ὅτι πάσης φύσεως ὑπερέχει ὁ παντοκράτωρ, ἐξ οὗπερ ἡμῖν ὁ μονογενὴς ἀνεκδιηγήτως προῆλθεν ὁ θεὸς λόγος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. καὶ διὰ τοῦτο ἀσφαλῶς οὐ κτίσιν θεολογοῦμεν, ἵνα μὴ μωρανθῶμεν. τὴν δὲ ὑπερβαίνουσαν πᾶσαν φύσιν τριάδα δοξολογοῦμεν, υἱὸν σὺν πατρὶ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, διότι ἀγέννητον καὶ ἄκτιστον. ἐπειδὴ γὰρ οὔτε ἄλλης φύσεως ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα, ἀλλὰ θεὸς ἐκ θεοῦ, καὶ φῶς ἐκ φωτός, σὺν τῷ παντοκράτορι πατρὶ καὶ αὐτὸς ὁ μονογενὴς παντοκράτωρ ἀκούσει, ὡς καὶ σαφῶς ἔχει ἡ θεία γραφή. οὐ γὰρ ἀλλοῖός ἐστι

538

παρὰ τὸ τοῦ πατρὸς ἀξίωμα ὁ μονογενής, συμπρέπων δὲ τῷ τοῦ πατρὸς ἀξιώματι, ὡς διαρρήδην μαρτυρεῖ μοι ὁ ἅγιος ἀπόστολος ἐν πνεύματι ἁγίῳ φήσας περὶ τῶν υἱῶν Ἰσραήλ, «ὧν» φησιν «ἡ λατρεία καὶ αἱ διαθῆκαι καὶ ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». διὰ τοῦτο γὰρ καὶ προσκυνητὸς ὁ μονογενὴς καὶ θεὸς ὁ μονογενὴς καὶ θεῖον πνεῦμα τὸ ἅγιον πνεῦμα, καὶ μετὰ τὴν ἁγίαν τριάδα οὐκ ἔστιν ἕτερος θεός. ὁ δὲ πατὴρ παντοκράτωρ καὶ ὁ μονογενὴς αὐτοῦ παῖς Ἰησοῦς Χριστὸς συμπρέπων τῷ τοῦ πατρὸς ἀξιώματι, καὶ πατὴρ καλούμενος τοῦ μέλλοντος αἰῶνος, συμπρέπων δὲ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἀκτίστως ἀεὶ ἡ τριὰς φανερουμένη καὶ γινωσκομένη, ἐξ ἧς τριάδος τοῖς πᾶσι γεγονόσι τὸ αἴτιον ἔνεστιν, ὅπερ ἐστὶν οὐσίας ἀκραιφνοῦς καὶ ἀσυγκρίτου δηλωτικόν, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, ἀεὶ τῆς διαμονῆς τὸ ἀΐδιον ἐν ἑαυτῇ ἐχούσης, ἐξ ἧς τριάδος τοῖς γεγονόσι τὸ διασῴζεσθαι πρόσεστιν. 48. ˉλˉα. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ὁ ἀγέννητος θεός, ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννήματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν τοῦ πρώτου καὶ δευτέρου τάξιν; Ἀνατροπή. Ἔδει τὸν Ἀέτιον ἡμῖν προσημαίνειν καὶ σαφεῖς τὰς αὐτοῦ πεύσεις προβάλλειν, μάλιστα ταύτην ἥνπερ * λέξιν ἐπιλήψιμον καὶ μηδ' ὅλως ἔχουσαν συγγένειαν τῶν ὁμοιωμάτων, οὐδὲ θατέρου τῶν ὑπ' αὐτοῦ ὠνομασμένων θατέρῳ συνεξισοῦσθαι δυναμένου. πολλῶν γὰρ ἀορά.402 των ἥκει φέρων ἡμῖν τὰς ὀνομασίας. ἔστι γὰρ καὶ ἀόρατα ζῷα τὰ πνευματικά, φημὶ δὲ Σεραφὶμ καὶ Χερουβίμ, ἀλλὰ καὶ ἄγγελοι, «πνεύματα» ὄντα, καὶ ἄλλα τινά, ἐν οἷς ἀληθῶς πληροῦται τὸ μήτε ὑπάρχειν ἐν ἑαυτοῖς σπερματικῶς τι. οὔτε γὰρ σώματα φαίη ἄν τις τὰ ἀόρατα. καὶ γὰρ οὔτε γεννῶσιν οὔτε γεννῶνται· ἐκτίσθησαν δὲ κατὰ βούλημα τῆς οὔσης ἀεὶ θεότητος σαφῶς, καὶ λέλογχεν ἕκαστον τῶν κεκτισμένων ὅπερ ὁ ὢν αὐτῷ διένειμεν ἀρετῆς ἐν τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀφθόνου φιλανθρωπίας, καὶ ἀπεκληρώθη ἕκαστον ὅπερ κεκλήρωται, καὶ ἐν τούτῳ μένει. καὶ ἐλεύθερός ἐστιν ὁ θεὸς πάσης αἰτίας, ἐν ἑαυτῷ ἔχων τὸ πᾶν, οὐ μελλητικῶς, οὐδὲ μεταμεμελημένως τὸν υἱὸν μετὰ χρόνους ἔχων ἢ τὸ ἅγιον πνεῦμα αὐτοῦ, ἀλλὰ συμπρεπόντως τῷ ἀεὶ ἔχειν υἱὸν γεγεννημένον υἱὸν ἔχων καὶ τοῦτον μονογενῆ, ἀεὶ ἔχοντα πατέρα ἐν ἑαυτῷ· ἔχει καὶ τὸ ἅγιον πνεῦμα, ἐκ πατρὸς ὂν καὶ τοῦ υἱοῦ λαμβάνον, ἀεὶ ἔχων. Καὶ γὰρ οὔτε ἐπὶ ἀδοξίᾳ οὔτε ἐπὶ προσθήκῃ δόξης ἡ περιουσία τῆς θεότητος ἀεὶ οὔσης. μηδενὸς δὲ ἀεὶ ὄντος τῶν κεκτισμένων, πότε ἑώρα ἑαυτὴν ἡ τριὰς ἐν ἥσσονι περιουσίᾳ, καὶ νῦν μὲν τοῦτο ἑώρα, νῦν δὲ ἐν προσθέσει οὐσίας ὡς ἐνδεής, μετὰ τὸ κεκτικέναι τὰ κεκτισμένα ἐν περισσοτέρᾳ προσθήκῃ δόξης ἢ περιουσίας νῦν ἑαυτὴν ὁρῶσα; καὶ ἐκ πανταχόθεν οὐδὲν ἐνσκήψει τῶν βουλομένων κατὰ τῆς ἀληθείας τὰς συλλογιστικὰς ἀνθρωπίνας ὑπονοίας παραφέρειν καὶ εἰς μέσον φέρειν *, ὑπερβαινούσης τῆς τοῦ θεοῦ ἀξίας, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πάντα νοῦν ἀγγέλων καὶ ἐπέκεινα, πόσῳ γε μᾶλλον ἀνθρωπίνης φύσεως· ἐπειδὴ γὰρ λογισμοὶ ἀνθρώπων δειλοί, φθαρταὶ δὲ αἱ τούτων διάνοιαι, εἰς συλλογισμοὺς καὶ συζητήσεις ἑαυτὰς περιπείρουσαι. ὡς ἄλλοι ἀφ' ἑαυτῶν συλλογισμῶν ἀνακρινόμενοι κατὰ σοφιστικήν τινα ὑπόνοιαν οἱ μὲν περὶ τοῦ κακοῦ ὅτι πόθεν ἤρξατο συνελογίσαντο, ἄλλοι δὲ ὅτι πόθεν ὁ διάβολος ἢ διὰ τί γέγονεν, ἕτεροι δὲ τὸν μέλλοντα ἁμαρτάνειν ἄνθρωπον, ὅτι διὰ τί θεὸς οὕτως αὐτὸν ἔκτισεν, ὁ δὲ τοιοῦτον αὐτὸν ἐργασάμενος διὰ τί ὕστερον αὐτὸν αἰτιᾶται; ἵν', ὅταν πάντας περικρούσαντες τοὺς ἑαυτῶν λογισμοὺς καταμάθωσιν ἑαυτοὺς φθαρτούς, ἀποδώσωσι τῷ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι *, τουτέστι τῇ μιᾷ τριάδι, τὸ σέβας καὶ τὴν γνῶσιν· παρ' αὐτοῦ δὲ

539

αἰτούμενοι τῆς ἀληθινῆς πίστεως τὴν γνῶσιν καὶ πορισάμενοι, ἵνα μὴ ὑπερβαίνειν πειρῶνται τὸ ἴδιον μέτρον, ἀλλὰ μάθωσιν 3.403 ἡσυχάζειν ἀπὸ τετυφλωμένης ἐννοίας καὶ μὴ σοφίζεσθαι διὰ ἀναπτομένης γλώσσης καὶ λογισμῶν ἀσυνέτων, σωφρονίζεσθαι δὲ μᾶλλον διὰ τοῦ συνετοῦ ῥητοῦ τῆς ἁγίας καὶ θείας γραφῆς τῆς λεγούσης «μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν». 49. ˉλˉβ. Εἰ διαμένει ἐν φύσει ἀγεννήτῳ ὁ θεός, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφῃρήσθω. συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν, αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν, περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφε μετουσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει γινώσκει ἑαυτόν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον μετουσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκαταφρόνητόν ἐστι τὸ γεννητὸν διὰ μεταβολῆς ἐπιτηδειότητα, ἀξίωμα φύσεώς ἐστιν οὐσία ἀμετάβλητος, τῆς ἀγεννήτου οὐσίας πάσης αἰτίας κρείττονος ὡμολογημένης. Ἀνατροπή. Ἐν ἀγεννήτῳ φύσει διαμένει ἀναμφιβόλως ὁ θεός, ὁ τὰ πάντα κτίσας ἐξ οὐκ ὄντων καὶ δημιουργήσας, ὁ πατὴρ ὁ γεννήσας ἐξ ἑαυτοῦ ὁμοούσιον ἑαυτῷ υἱὸν καὶ συμπρέποντα τῇ αὐτοῦ ἀϊδιότητι, καὶ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα ἐξελθόν, πρεπόντως ὑπάρχον τῇ αὐτοῦ ὁμοουσιότητι· καὶ οὔτε ἐπειδήπερ ἡ τριὰς ἔκτισεν ἐξ οὐκ ὄντων τὰ ὄντα, ὁρατά τε καὶ ἀόρατα, παρὰ τοῦτο ἀναιρεῖται τὸ ἀναλογοῦν τῷ τοῦ θεοῦ ἀξιώματι διὰ τοῦ προσφάτου τῶν κτισμάτων ὀνόματος, ἡ τοῦ ὄντος ἀϊδιότης. ἀφαιρεῖται δὲ ἀπὸ τῶν κεκτισμένων ἡ ἄνωθεν ὑπερβαίνουσα οὐσία, οὐκ οὖσα τούτοις ὁμοούσιος, ἐξ οὐκ ὄντων δὲ καλέσασα εἰς τὸ εἶναι. διὸ ὁ γεγεννημένος υἱὸς οὐκ ἐξ οὐκ ὄντων, ἀλλὰ ἐκ τοῦ ὄντος, συμπρεπόντως ἅμα θεωρεῖται, οὔτε παρατεινομένης τῆς οὐσίας οὔτε συστελλομένης, ἀλλὰ πνεῦμα ὢν ὁ πατὴρ πνεῦμα ἀληθινῶς τὸν υἱὸν ἐγέννησεν, καὶ ἐξ ἑαυτοῦ ἐξήνεγκε τὸ πνεῦμα τὸ ἅγιον, καὶ οὐχ ἑαυτὸν ἀγνοεῖ οὔτε τὴν ἑαυτοῦ οὐσίαν συστελλομένην ἢ πλατυνομένην οἶδεν ἢ τομὴν ὑφισταμένην· ταῦτα γὰρ πάντα περὶ ἑαυτοῦ θεὸν εἰδέναι ἀλογώτατον, ὥσπερ καὶ ἀγνοεῖν 3.404 αὐτὸ τὸ θεῖον * ὅπερ ἐστὶ τὸ ἅγιον πνεῦμα *. καὶ οὔτε ὁ ἀγέννητος οὐ συμμετέχει τῷ γεννήματι τὸ ὁμοούσιον οὔτε ὁ γεννητὸς οὐ συμπεριέχει τῷ πατρὶ τὸ ἀΐδιον. οἶδε γὰρ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς οἶδε τὸν πατέρα, ἀτελευτήτως ἀεὶ τῆς τριάδος ἀκτίστου μενούσης καὶ ἀτελευτήτως ὑπάρχοντος τοῦ μονογενοῦς, γεγεννημένου ἐκ τοῦ ἀεὶ ὄντος, ὄντως ὄντος καὶ ἐν ἰδίᾳ τελείᾳ φύσει. διὸ γινώσκει ἑαυτὸν καὶ οὐκ ἀγνοεῖ οὔτε ὁ υἱὸς τὴν ἀγέννητον πατρὸς οὐσίαν οὔτε ὁ ἀγέννητος τὴν τοῦ υἱοῦ ἐξ αὐτοῦ οὐσίαν, ἀξιοπίστου ὄντος τοῦ μονογενοῦς θεοῦ λόγου φήσαντος «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». Διὸ ἀφῃρήσθω τὸ τούτου τοῦ γεννάδα Ἀετίου ἀποφαντικὸν κέλευσμα τὸ φῆσαν· «οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς». προὔλαβε γὰρ ὁ μονογενὴς παραγράψαι τὴν δικαστικὴν αὐτοῦ ταύτην φωνήν, φήσας ἑαυτὸν εἰδέναι τὸν πατέρα καὶ ἄλλον οὐδένα, συμπεριλαβὼν ἅμα καὶ τοῦ πνεύματος αὐτοῦ τοῦ ἁγίου τὸ ἐνύπαρκτον, ὡς καὶ ἐν ἄλλῳ φάσκει ὅτι «τὸ πνεῦμα τοῦ πατρὸς διδάξει ὑμᾶς». εἰ δὲ τοῦ πατρός ἐστι τὸ πνεῦμα, οὐκ ἀγνοεῖ καὶ αὐτὸ τὸν πατέρα. ἐν δὲ τῷ εἰρηκέναι «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός», * ἵνα ἑαυτὸν καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπερβεβηκὸς σημάνῃ τῶν ἄλλων τῶν μὴ ἀϊδίως ὑπαρξάντων, γενομένων δέ. εἰ δὲ προὔλαβεν φάσκων ἀεὶ εἰδέναι τὸν πατέρα, μάτην ἡμῖν Ἀέτιος κενολεκτῶν ὑπεισδύνει, σαφῶς πᾶσιν ὢν δῆλος ὅτι ὡς ἄνθρωπος λογίζεται, σαρκικὸς ἀνακρινόμενος καὶ ψυχικὸς ὑπάρχων διὰ τοῦ ἑαυτὸν καὶ τὸν πατέρα γινώσκοντος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. ἐξῄρηται οὖν πάσης αἰτίας ὁ θεός, οὐ μόνον πατήρ, ἀλλὰ καὶ

540

υἱὸς καὶ ἅγιον πνεῦμα, τῆς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμολογουμένης κρείττονος πάσης αἰτίας. 50. ˉλˉγ. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἕξουσι τὴν φύσιν. οὐ γὰρ ἂν μὴ ἀποκληρώσει φύσεώς τινος κοινοῦ καὶ ἰδίου μετειληφυῖα ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίνετο. Ἀνατροπή. Πάσης αἰτίας ἐξῄρηται ὁμολογουμένως τὸ ἀγέννητον, διότι ἕν ἐστι τὸ ἀγέννητον καὶ προσκυνητόν, διαιρουμένου τοῦ προσκυνη.405 τοῦ ἀπὸ τῶν προσκυνούντων. προσκυνητὴ δέ ἐστιν ἡ τριάς, μονὰς οὖσα καὶ ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη τριάς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐκ ἀλλότριόν τι ἑαυτῆς ἐν ἑαυτῇ κεκτημένη, ἀλλὰ συμπρεπόντως πατὴρ γεννήσας υἱὸν καὶ οὐ κτίσας. τὸ μὲν γάρ ἐστιν ἐξ αὐτοῦ ἀεὶ τοῦ γεννήτορος, διότι γέννημα ἐκ τοῦ ὄντος ἐστὶ ὁ υἱὸς καὶ τὸ ἐξ αὐτοῦ ἐξελθὸν ἅγιον πνεῦμα, οὔσης τῆς τριάδος ἐν μιᾷ ἑνότητι ἀκτίστῳ, τῶν δὲ πάντων ἐξ αὐτῆς τῆς τριάδος ἐξ οὐκ ὄντων κεκτισμένων· ὅθεν ἡ μία τριὰς εἷς ἐστι θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐκ ἀλλότριόν τι ἑαυτῆς ἐν ἑαυτῇ κεκτημένη, ἄκτιστος, ἀγέννητος, ἀδημιούργητος, τριὰς οὐ πεποιημένη, ἀλλὰ ποιοῦσα, οὐ κτίσματος ὄνομα ἔχουσα ἐν ἑαυτῇ, ἀλλὰ κτίζουσα, μία οὖσα καὶ οὐ πολλαί. τὰ δὲ πάντα ἐξ αὐτῆς πολλὰ μὲν ὄντα, ἀλλ' οὐ σὺν αὐτῇ ἀριθμούμενα. διὸ οὔτε ἀποκεκλήρωται ἑτέρᾳ φύσει * κοινότητος τῆς οὐσίας τῆς ἀσυγκρίτου. διὰ τοῦτο γὰρ οὐ κτιστή τις οὖσα ἐν τῇ τοῦ θεοῦ οὐσίᾳ φύσις, ἀλλὰ δημιουργικὴ τῶν πάντων τῶν οὐ δυναμένων τῇ ἀσυγκρίτῳ καὶ μιᾷ οὐσίᾳ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοουσιότητι ἐπικοινωνῆσαι, ὡς σαφής ἐστι τῷ τὴν γνῶσιν τῆς ἀληθείας εἰληφότι ἀποκαλύπτουσα τῷ ὅτι αὐτὴ μόνη προσκυνεῖται καὶ οὐ τὰ πάντα, ὡς καὶ αὐτὴ μόνη εἰς ὄνομα ἑαυτῆς βαπτίζει, καὶ οὐ τὰ ὅλα. 51. ˉλˉδ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ' ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς οὖν ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν, οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας; Ἀνατροπή. Πᾶς τις τῶν ἀντικαταστάντων τῇ ἀληθείᾳ καταπληκτικῶς ἐπισυνάξας ἑαυτῷ λογίδια ἔδοξέ τισιν ἀνατρεπτικῶς ἐπισκήπτειν καὶ ἀπὸ τῆς ζωτικῆς ὁδοῦ μεταφέρειν καὶ λυμαίνεσθαι, ὡς οὗτος ὁ Ἀέτιος νῦν μὲν φύσει ἐν τῷ ῥητῷ τούτῳ μηδὲν λέγων καταπλήττειν δοκεῖ τοὺς ἀκεραίους, ἐκ περιττοῦ τὰ ὑπ' αὐτοῦ λεγόμενα λέγων, ὀνόματι ἀγεννήτου ὡς εἴωθεν ἐκ περιττοῦ προφέρειν καὶ ἐν τῷ παρόντι καιρῷ κεχρημένος. οὐ γὰρ πᾶσα οὐσία ἀγέννητος παρ' αὐτοῖς τοῖς συνετοῖς ὁμολογεῖται, ἐπεὶ πᾶσα ἂν ἐθεολογεῖτο. οὐ πασῶν δὲ θεολογουμένων τῶν οὐσιῶν, ἀλλὰ μιᾶς παρὰ πάσας, ἥτις ἐστὶ θεότης μία ἐν τριάδι, πῶς ἔτι ὑποληφθήσεται τῷ γεννάδᾳ τούτῳ τὸ καταπληκτικὸν αὐτοῦ χωρεῖν ἐπὶ τοὺς υἱοὺς τῆς ἀληθείας; διοίσει δὲ καὶ ὁποτέρα τῆς ὁποτέρας ὅτι ἡ μὲν τριὰς κτίζει, 3.406 τὰ δὲ πάντα ἀπ' αὐτῆς κέκτισται, καὶ ἡ μέν ἐστιν ἀδέσποτος, τὰ δὲ ὑπ' αὐτῆς γενόμενα δεσπόζεται, καὶ ἡ μὲν μεταβάλλεται, ἡ δὲ ἀπαράβατον ἔχει τὴν φύσιν, μεταβάλλουσα ἀεὶ τὰ ὑπ' αὐτῆς μεταβαλλόμενα, καὶ ἐξ οὐκ ὄντων τὰς οὐσίας καὶ τὰς ὑποστάσεις ὑφιστᾶν δυναμένη. τοῦτο γάρ ἐστι συμπρέπον θεῷ τῶν ἐκ μὴ ὑποκειμένων καὶ ἐξ οὐκ ὄντων ὑπ' αὐτοῦ γεγενημένων καὶ ὑποστάντων κατὰ τὴν διακόσμησιν μετασκευάζειν ὡς βούλεται. 52. ˉλˉε. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος. τῆς δὲ οὐσίας τὸ ἀπαράλλακτον ἐχούσης τὸ ποιεῖν τε καὶ τὸ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλάκτων, ἀναριθμήτως διοίσουσιν ἀλλήλων. οὐ γὰρ ἂν εἴη ἀριθμητὰ τὰ διεστῶτα ἢ καθόλου ἢ κατά τι, πάσης διαστάσεως ἀποκλήρωσίν τινα ἐμφαινούσης ἔτι ἀποτεταγμένης ἀγεννήτου φύσεως. Ἀνατροπή. Οὐ πᾶσα οὐσία ἀγέννητος· ἠλίθιον γὰρ καὶ τὸ διανοεῖσθαι τοῦτο καὶ Ἑλληνικῆς ἀγνωσίας οὗτος ὁ λογισμὸς καὶ τὸ ἀπόφθεγμα, κἄν τε ἀποφαντικῶς κἄν τε ἐρωτητικῶς τῷ Ἀετίῳ

541

εἴρηται· δῆλον δὲ ὅτι ἐρωτητικῶς. Ἑλλήνων τοίνυν παῖδας τοῦτο ἐρωτάτω, κἀκεῖνοι δὲ αὐτῷ συντιθέσθωσαν τοῦτο ἔχειν ἐκ συλλογισμῶν τὸ ἐρώτημα, ὕλην τινὰ σύγχρονον τῷ θεῷ ἐπιφημίζοντες. ἁλισκέσθω δὲ ἅμα ἐκείνοις, εἰ συντιθοῖτο, ἐχούσης τῆς ἀληθείας ἓν εἶναι τὸ ποιοῦν, ἐν μιᾷ οὐσίᾳ οὔσης τριάδος τελείας καὶ οὐ κατὰ συναλοιφὴν ἀριθμουμένης. τὰ δ' ἄλλα πάντα γενητὰ καὶ κτιστὰ καὶ οὐκ ἀγέννητα. τῆς δὲ θεότητος ἀκτίστου οὔσης, πατρὸς μὲν γεννῶντος, υἱοῦ δὲ γεννητοῦ, πνεύματος δὲ ἁγίου ἐξ αὐτοῦ ἀπεσταλμένου τοῦ πατρὸς καὶ τῶν τοῦ υἱοῦ λαμβάνοντος, πάντων δὲ ὄντων κεκτισμένων, τοῦ δὲ ἀπαραλλάκτου τῇ δυνάμει μένοντος συμπρεπόντως ἐν τῇ τριάδι, πάσης θεότητος ἐπὶ τὸν πατέρα ἀναφερομένης διὰ τὸ εὔλογον καὶ ἄπτωτον τῆς μονάδος καὶ τὸ ἀναιρετικὸν τῆς πολυθεΐας, τὸ μὲν ἀπαράλλακτον μένει τῇ δυνάμει, τὸ δὲ εὔλογον συμπρεπόντως ἀναλογεῖται υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος. τοίνυν τούτων οὕτως ἐχόντων, ἐξ ὑπαρχῆς πεσεῖται τῆς ἐπιβουλῆς τοῦ ἐρωτήματος ἡ ἐπίνοια. οὐ γὰρ πολλὰ τὰ ἀπαράλλακτα, ἀλλὰ ἡ μία τριὰς ἐν μονάδι καὶ μία θεότης ἐν τριάδι. τὰ δ' ἄλλα πάντα ἀφέστηκεν, οὔτε αὐτοματισμῷ ἔχοντα τὸ πάσχειν ἢ ποιεῖν, οὔτε τῆς ἁγίας τριάδος ἐν 3.407 τῷ τὶ ποιεῖν δυναμένης πάσχειν, τῆς ὅλης ἀπαθοῦς οὔσης καὶ προσκυνητῆς· φημὶ δὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἐποίησε γὰρ πάντα ὁ θεὸς δι' υἱοῦ, ἀλλ' οὐχὶ τὸν υἱόν οὐ γάρ ἐστι σὺν πᾶσι· συνυπουργεῖ γὰρ τῷ πατρὶ καὶ συμπροσκυνεῖται οὔτε τὸ ἅγιον πνεῦμα οὐ γὰρ ἀριθμεῖται ἀπὸ πάντων, στερεοῖ δὲ τὴν δύναμιν τῶν ἁπάντων καὶ συμπροσκυνεῖται. τῶν δὲ πάντων ὑπὸ τὴν τοῦ ἑνὸς προνοησίαν ὑποτεταγμένων ἕκαστα φέρεταί τε καὶ πράττει, πάσχει δὲ καὶ ὅσα ἕτερα *. διὸ ἡ μία τριὰς πρὸς ἑαυτὴν ἀπαράλλακτος, τὰ δὲ ἄλλα τὰ ἐξ αὐτῆς παρηλλαγμένα. οὔτε γάρ ἐστι σύγχρονα οὔτε συναΐδια. μόνη δὲ ἀΐδιος καὶ ἄκτιστος καὶ ἀγέννητος, υἱοῦ μὲν γεγεννημένου ἀχρόνως καὶ ἀνάρχως, ἀεὶ δὲ ὄντος καὶ μηδέποτε διαλείποντος τοῦ εἶναι. ὅθεν ἠσφαλισμένως κεφαλὴν καὶ οὐκ ἀρχὴν τὸν πατέρα τοῦ υἱοῦ ἐδίδαξεν ὁ θεῖος λόγος διὰ τὸ ὁμοούσιον καὶ ἀϊδίως ὄντος τοῦ πνεύματος τοῦ ἁγίου καὶ ἐκ πατρὸς ἀπεσταλμένου, ἀεὶ δὲ σὺν πατρὶ ὑπάρχοντος καὶ μὴ ἀπὸ χρόνου ἀρξαμένου. 53. ˉλˉ . Εἰ τὸ ἀγέννητος καὶ τὸ θεὸς ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ, ὁ ἀγέννητος ἀγέννητον ἐγέννησεν. εἰ δὲ ἕτερόν τι δηλοῖ τὸ ἀγέννητος, ἕτερον δὲ τὸ θεός, οὐκ ἄτοπον τὸ θεὸν γεγεννηκέναι θεόν, ἑκατέρου τὴν ὕπαρξιν λαβόντος ἐξ ἀγεννήτου οὐσίας. εἰ δὲ τὸ πρὸ τοῦ θεοῦ μηδὲν εἴη, ὥσπερ οὐκ ἔστιν, τὸ θεὸς καὶ τὸ ἀγέννητος ταυτὸν δηλοῖ, οὐ προσιεμένου τοῦ γεννήματος τὸ ἀγέννητον. διὸ οὐδὲ συνεκφωνεῖσθαι τῷ θεῷ καὶ πατρὶ αὐτοῦ ἀνέχεται. Ἀνατροπή. Πόθεν βούλεται ἡμᾶς Ἀέτιος προσπορίσασθαι ἐν ἑαυτοῖς τὸν νοῦν τῶν ὑπ' αὐτοῦ προτεινομένων πεύσεων τῶν αὐτοῦ λογισμῶν; καὶ εἰ μὲν φάσκει ἐκ λογισμῶν καὶ συλλογισμῶν, πεσεῖται καὶ ἡμῶν ὁ πορισμὸς τῆς ὑπονοίας ἅμα αὐτῷ. θεὸν γὰρ οὐδεὶς συλλογίσοιτο πώποτε, οὔτε «ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με οὕτως ἐποίησας;» κατὰ τὸ γεγραμμένον. ἐξ εὐσεβοῦς δὲ λογισμοῦ καὶ δικαίας ἀσφαλείας ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος διὰ τῶν ἁγίων γραφῶν διδασκαλίαν ἀνακαμπτέον. λέξεως δὲ ἀπαραβάτου διδασκούσης ἡμᾶς περὶ τῶν τῇ κτίσει λατρευσάντων, ὡς ἐμωράνθησαν, πῶς οὐκ ἂν μωρὸν εὑρεθείη ἐπὶ κτίσματι θεὸν λαμβάνειν καὶ τοῦτο προσκυνεῖν τε καὶ γεραίρειν, 3.408 τῆς πίστεως φύσει παρεκβαλλούσης τὸ προσκυνητὸν ἀπὸ τοῦ κτιστοῦ καὶ τὸ κτιστὸν ἀπὸ τοῦ προσκυνητοῦ; καὶ γὰρ εἰ ὅλως τοῦτο οὐδὲν διοίσει πρὸς τοὺς τῇ κτίσει τὸ σέβας νέμοντας, οὐδὲν πρόκριτον ἔσται ἐν Χριστιανισμῷ· ἔσται δὲ ἡ τοιαύτη πίστις εἰδωλολατρεία μᾶλλον ἢ θεοσέβεια. προσκυνοῦσι γὰρ κἀκεῖνοι ἥλιον καὶ σελήνην καὶ δυνάμεις, οὐρανόν τε καὶ γῆν καὶ τὰ ἄλλα κτίσματα. καὶ οὐ τὸ διάφορον τῶν κτισμάτων ποιεῖται τὸ θαῦμα, οὐδὲ διοίσει τὸ ἐξαίρετον ἑαυτὸ τῆς ὁμοτιμίας διὰ τὸ

542

ὁμώνυμον, κἄν τε ὑπερτεταλάντισται τὸ μὲν ἀπὸ τοῦ ἑτέρου. εἷς γάρ ἐστιν ὁ τὰ ἀμφότερα ποιήσας καὶ ἀποκληρώσας ἑκάστῳ, οὐκ ὀνόματος παραλλαγήν, ἀλλ' οὐσίας. ἐν ἅπασι γὰρ τοῖς κεκτισμένοις τὸ δοῦλόν ἐστι τοῦ κτίσματος τὸ ὄνομα, ἀλλ' οὐ τὸ ἐλεύθερον. καὶ εἰ ἐν ἑνὶ μέρει τὸ δοῦλον προσκυνεῖται, οὐδὲν διοίσει πρὸς τὸ ἄλλο μέρος ἡ προσκύνησις, κἄν τε ὑποβέβηκεν· ἴσον γάρ ἐστι τῷ ἀνωτάτω, συγγενειάζον τῷ κτίσματι τῷ ἐξ οὐκ ὄντων παρὰ τοῦ ὄντος τὸ εἶναι κεκληρωμένῳ. ἐντεῦθεν τὸ ἀγέννητος συμπρέπει θεῷ καὶ τὸ θεὸς τῷ ἀγεννήτῳ. διὸ τὸ γέννημα οὐκ ἔργον φαμὲν οὐδὲ ποίημα, ἀλλὰ γέννημα οὐσιωδῶς ἀπὸ πατρὸς ἀχράντως γεγεννημένον, ὁμοούσιον τῷ πατρὶ καὶ συμπροσκυνητόν, καὶ τὸ ἅγιον πνεῦμα ἐξ αὐτοῦ καὶ αὐτὸ οὐκ ἀλλότριον, διὸ καὶ συμπροσκυνητόν. ἑτέρῳ δὲ τῶν κεκτισμένων τὸ θεὸς ὄνομα οὐ συνεκφωνεῖται διὰ τὸ μετηλλάχθαι τῆς ἀγεννησίας, ὅτι ἐξ οὐκ ὄντων κεκλήρωται τὸ εἶναι. ἡ δὲ τριὰς ἔχει τὸ ἀεὶ εἶναι καὶ οὐχ ἕτερον τὸ θεὸς καὶ ἕτερον τὸ ἀγέννητος. Συνομολογεῖς δέ, Ἀέτιε, τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι εἰρωνείᾳ, καὶ οὐκ ἀληθείᾳ. πᾶν γὰρ τὸ γεννητὸν οὐ κτιστὸν καὶ τὸ κτιστὸν οὐ γεννητόν. εἰ δὲ τὸ γεννητὸν κτιστόν, κατ' ἄλλον τρόπον ἐστὶ κτιστόν, ὡς οἷόν ἐστιν εἰπεῖν, ἄνθρωποι γεννῶσιν ἀνθρώπους, ἀλλ' οὐ κτίζουσιν, αὐτοὶ δὲ ἄνωθεν ἐκ θεοῦ εἰσι κεκτισμένοι· διὸ αὐτοῖς τὰ μὲν γεννώμενα γεγέννηται, παρὰ θεοῦ δὲ τὰ πάντα κέκτισται. θεοῦ δὲ ὄντος ἀκτίστου, γεννήσαντος δὲ ἑαυτῷ υἱὸν καὶ οὐ κτίσαντος, οὐχ ἕτερον γεννᾷ παρὰ τὴν αὐτοῦ οὐσίαν. πῶς οὖν ἔσται τὸ ἐξ αὐτοῦ γέννημα κτιστόν, τοῦ πατρὸς ἀκτίστου ὑπάρχοντος; εἰ δὲ κτιστὸν παρ' αὐτῷ τὸ γέννημα, οὐκέτι γέννημα καλεῖται. καὶ πολλή ἐστι πρὸς τὴν τοιαύτην τῆς ἀτοπίας ὑπόνοιαν ἀντιλογία. ἀπρεπὲς δὲ καὶ θεῷ τὸ εἶναί ποτε ἄνευ υἱοῦ, ὕστερον δὲ καλεῖσθαι πατέρα μετὰ υἱόν· καὶ ἀπρεπὲς τῷ υἱῷ τὸ εἶναι πρὸ αὐτοῦ χρόνον· ἔσται γὰρ ὁ χρόνος μείζων τῆς αὐτοῦ μεγαλειότητος. συμπρε.409 πόντως δὲ πατρὶ τὸ ἀεὶ ἔχειν ἐν ταυτότητι τῶν ἀξιωμάτων τὸ ἀνέκλειπτον καὶ ἀΐδιον. καὶ ὅτι πρὸ θεοῦ οὐδὲν ἦν, δῆλον τοῦτο. τὸ θεὸς τοίνυν, ὡς ἔφη Ἀέτιος, καὶ τὸ ἀγέννητος ταυτόν ἐστι δηλοῦν, καί πως ἑαυτοῦ καταπλέκων κατηγορεῖ μᾶλλον δὲ ἤπερ συνίσταται. εἰ γὰρ σὺν θεῷ τὸ θεός, ὡς καὶ ἔστι, καὶ τὸ ἀγέννητος προσίεται τὸν γεννητὸν υἱόν· ἔχει γὰρ συμπεριειλημμένως τὸ θεός. συνεκφωνεῖται δὲ τῷ πατρὶ ἀπὸ τοῦ θεὸς καὶ ἄκτιστος καὶ σὺν πατρὶ τιμώμενος θεὸς λόγος, κἄν τε τῷ Ἀετίῳ τοῦτο μὴ παρίσταται, τῶν πάντων κτισμάτων υἱῷ προσκυνούντων καὶ «πάσης γλώσσης ἐξομολογουμένης ὅτι Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός», ᾧ ἡ δόξα, πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Τοῦ Ἀετίου ἐν τῷ τέλει τὸ ἐρρῶσθαι. 54. ˉλˉζ. Ἐρρωμένους καὶ ἐρρωμένας ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός, ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθεὶς ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ, ὑποστάντος τε ἀληθῶς πρὸ αἰώνων καὶ ὄντος ἀληθῶς γεννητῆς ὑποστάσεως, διατηρήσει ἀπὸ τῆς ἀσεβείας, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι' οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ἀνατροπή. Καὶ ἐπὶ τῷ τέλει ὁ Ἀέτιος γράφων τῷ ἑαυτοῦ θιάσῳ, οἷς ἔφη «ἀθληταῖς τε καὶ ἀθλητρίαις», οὐκ ἀπελίπετο τῆς τοιαύτης τῶν λόγων μοχθηρίας, ἀλλὰ καὶ ἐν τῷ ἐρρῶσθαι ἀπέδειξεν αὐτοῦ τῆς διδασκαλίας τὸ ἀλλότριον. φάσκει γὰρ «ἐρρωμένους ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός», οὐ συνιδὼν ὅτι ἐν ἑνὶ λόγῳ ἔλυσε τὸ πᾶν τῆς αὐτοῦ ὑποσπορᾶς τοῦ ζητήματος. φήσας γὰρ ἐν τοῖς ἀνωτάτω κεφαλαίοις περὶ ἀγεννήτου θεοῦ, οὐ προεῖδε * καὶ ὅτι οὔτε ἑαυτὸν ἐποίει, ἐνταῦθα αὐτογέννητον ἡμῖν παρεισάγων. πᾶσα δὲ κακὴ διάνοια ἐν λήθῃ ἑαυτῆς γίνεται, ὅπως φωραθείη. εἶτά φησιν, «ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθείς». κατὰ δὲ τὸν αὐτοῦ λόγον καὶ διάνοιαν ἢ ἀναιρεῖ τὸ 3.410 εἶναι τὸν υἱὸν τὸ θεός, καὶ μάτην συκοφαντεῖ τὸ ὄνομα,

543

Χριστιανὸς τὸ ὄνομα καλεῖσθαι βουλόμενος, ἢ ὅτι θεὸν μὲν ἔχει τὸν υἱόν, ἀλλ' οὐκ ἀληθινόν, καὶ ἔσται αὐτῷ εἷς θεὸς ἀληθινὸς καὶ εἷς οὐκ ἀληθινός. κατὰ δὲ ὑπόβασιν ἕνα ὑφ' ἑνὸς εὑρίσκων, ἔτι καὶ τὸ ἅγιον πνεῦμα ἐν μικροτέρᾳ καὶ ἀποδεούσῃ τάξει τάττων, ἢ ὅτι μικρότερον πάλιν θεὸν ἕξει ἢ τῇ τριάδι μὴ συναριθμῶν τοῦτο, ἔσται παντάπασιν ἀλλότριον Χριστιανῶν τὸ ἐλεεινὸν ἀνθρωπάριον καὶ λοιπὸν Ἕλλην ἀποκηρυχθείη τελειότατος καὶ Σαδδουκαῖος τῷ ἀριθμῷ, ἀλλότριος μὲν τοῦ πνεύματος τοῦ ἁγίου, ὡς καὶ ἔστιν, Ἕλλησι δὲ συγκρινόμενος τῇ μερίδι, ἕνα μὲν θεὸν φάσκων μέγαν καὶ ἕνα μικρόν, ἕνα ἀληθινὸν καὶ ἕνα οὐκ ἀληθινόν, ὡς Ἕλληνες ὁμολογοῦσιν, ἕνα μέγαν θεόν, τοὺς δὲ ἄλλους μικροὺς ὀνομάζοντες, τῆς θείας γραφῆς αὐτὸν σαφῶς ἐλεγχούσης, καὶ περὶ πατρὸς μὲν λεγούσης ὡς «ὁ θεὸς ἀληθινὸς» καὶ περὶ υἱοῦ τὸ «θεὸς» ὡσαύτως, καὶ περὶ πατρὸς τὸ «φῶς ὁ θεός», περὶ δὲ υἱοῦ «ἦν τὸ φῶς τὸ ἀληθινόν», καὶ περὶ ἁγίου πνεύματος ὅτι «τὸ πνεῦμα τῆς ἀληθείας». ἀληθινῶς τοίνυν ἡμῖν ἡ τριὰς καταγγέλλεται ἐν «σοφίᾳ καὶ βάθει πλούτου». Εἶτα πάλιν ἀκολούθως φησὶ καὶ «ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ», καὶ οὐκ ᾐδέσθη ἀπαξιώσας τὸν μονογενῆ θεοῦ ὀνόματος, ἀλλὰ μόνον ψιλῇ τῇ λέξει κέχρηται, ὡς ἐν τοῖς ἀνωτάτω ὡμολόγησε κεφαλαίοις, ἕως ψιλῆς ὀνομασίας νέμων τῷ υἱῷ τὸ γέρας τοῦ ὀνόματος. λέγει δὲ «πρὸ αἰώνων ὑποστάντα ἀληθῶς καὶ ὄντα ἀληθῶς γεννητῆς ὑποστάσεως»· «διατηρήσει» δέ φησιν «ἀπὸ τῆς ἀσεβείας». εἴωθε δὲ πᾶσα φαύλη γυνὴ τοὺς αὐτῆς τρόπους ἄλλοις προλαμβάνειν τε καὶ ἐπιφημίζειν. οὐχ ὁρῶν γὰρ εἰς ὅσα ἠσέβησεν ἑαυτὸν εὐσεβῆ νομίζει, ὡς οἱ τὴν παραπληξίαν κεκτημένοι νομίζουσι μὲν ἑαυτοὺς ἐν φρονήσει εἶναι, τοὺς δὲ ἄλλους φρενιτιῶντας. ἐνταῦθα δὲ «ἐν Χριστῷ Ἰησοῦ» θέμενος οὐδὲ «τῷ κυρίῳ ἡμῶν» ἐτόλμησεν ἀποδοῦναι, ἀλλ' εἰρωνικῶς «τῷ σωτῆρι ἡμῶν» ἔφησεν. καὶ φησὶ «δι' οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν». καὶ αὐτὸ δὲ τὸ εἰπεῖν «πᾶσα δόξα» ὅπως περιάροι τὸν υἱὸν ἀπὸ τῆς τιμῆς τε καὶ δόξης· οὗ οὐδεὶς ἀνέξοιτό ποτε τῶν εὐσεβῶν καὶ ἐκ πνεύματος ἁγίου τὴν δωρεὰν τῆς ἀληθινῆς πίστεως εἰληφότων. Ταῦτα δὲ πάντα διαλαβόντες τὰ ὑπὸ τούτου τοῦ Ἀετίου εἰρημένα ἐν διαλεκτικῇ τινι τέχνῃ καὶ συλλογιστικῇ ὑπονοίᾳ ἀνθρωπίνης μαγγα.411 νείας ἐν κεφαλαίοις ˉλˉζ, † οἷς νουνεχῶς ὑμᾶς ἐντυχεῖν παρακαλοῦμεν. καὶ εὐθὺς μὲν εἴσεσθε, ὦ Χριστιανῶν παῖδες καὶ δοῦλοι Χριστοῦ καὶ υἱοὶ τῆς ἀληθείας, τὴν πᾶσαν αὐτοῦ γηΐνην κενοφωνίαν καὶ ἀλλοτρίαν πνεύματος ἁγίου διδασκαλίαν· ὃς οὐκ ἐτόλμησε κἂν ἐν μιᾷ λέξει μνησθῆναι θείου λόγου ἢ ῥητοῦ τινος παλαιᾶς ἢ καινῆς διαθήκης, οὐκ ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, οὐκ ἀπὸ εὐαγγελίων, οὐκ ἀπὸ ἀποστόλων, οὐ τινὸς τῶν πατριαρχῶν μαρτυρίαν παρενέγκαι, οὔτ' αὐτοῦ τοῦ σωτῆρος, οὐ πατρὸς πώποτε, οὐχ ἁγίου πνεύματος ῥῆμα δι' ἀποστόλων εἰρημένον ἢ διὰ προφητῶν, ἵνα παντελῶς αὐτοφώρατος γένηται τοῖς φίλοις τῆς ἀληθείας ὅτι παντάπασιν ἀλλότριος τυγχάνει θεοῦ καὶ τῆς αὐτοῦ πίστεως. νομίζω δὲ καὶ ἱκανῶς ἡμᾶς πρὸς τὰς αὐτοῦ προτάσεις κατὰ τὸ δυνατὸν ἰδιωτικῷ λόγῳ, συστάσει δὲ τῇ ἀπὸ τῶν θείων γραφῶν καὶ αὐτοῦ τοῦ εὐσεβοῦς λογισμοῦ πρὸς αὐτὸν ἀπηντηκέναι. καὶ ἐπειδὴ ἱκανῶς ἐν ταῖς πρὸς αὐτὸν ἀνατροπαῖς περὶ πίστεως σαφῶς διελέχθημεν, ἀρκετῶς ἡγούμεθα, ἵνα μὴ προσθέντες δυσχέρειάν τινα περὶ τὴν ἀνάγνωσιν περισσοτέραν ἐργασώμεθα. Ὀλίγα δὲ πάλιν ἐξ ὧν αὐτὸς ἀρθεὶς τὴν διάνοιαν μετὰ τὴν ἀλλόκοτον αὐτοῦ πίστιν καὶ εἰς Χριστὸν καὶ εἰς τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀπέχθειαν *, ὅσα ἐτόλμησε τὸ αὐτοῦ στόμα καὶ τῶν ὑπ' αὐτοῦ μεμαθητευμένων * καὶ ἐν θράσει εἰς ὕψος ἆραι τὴν διάνοιαν καὶ ὑπέρογκα βλασφημῆσαι, αὖθις ἐπιλαβόμενος συντόμως λέξω. Οὗτος γὰρ ἐφαντάσθη καὶ οἱ ἀπ' αὐτοῦ ὑπὲρ πάντα ἄνθρωπον οὐκ ἐπὶ τῷ εἰδέναι τὸν θεὸν κατὰ πίστιν, ἀλλὰ φύσει κατὰ

544

εἴδησιν, ὡς καὶ ἄνω που ὑπέμνησα φασκόντων αὐτῶν οὐχ ἁπλῶς εἰδέναι τὸν θεὸν ἐν γνώσει πίστεως, ἀλλ' ὡς ἐὰν γινώσκῃ τις πᾶν ὁρατὸν καὶ χερσὶν αὐτοῦ ψηλαφώμενον, ὡς εἴ τις λάβοι μετὰ χεῖρας λίθον ἢ ξύλον ἢ ἄλλης τινὸς ὕλης ἐργαλεῖον, οὕτως ἔφη καὶ οὗτος ὁ γεννάδας ὅτι οὕτως οἶδα τὸν θεόν, ὥσπερ ἐμαυτόν, καὶ οὐ τοσοῦτον οἶδα ἐμαυτὸν ὡς τὸν θεόν. λοιπὸν δὲ τὸ μωρὰ λέγειν καὶ ἀκούειν πολλοῖς μέν ἐστιν εἰς ἀπάτην, τοῖς δὲ συνετοῖς εἰς χλεύην. τίς γὰρ τῶν φρενοβλάβειαν ἑαυτοῖς κεκτημένων καὶ μεμηνότων οὐ δύναται καὶ ἄλλους ἐκμαίνειν, καὶ μάλιστα τοὺς συνεπομένους καὶ ὑπακούοντας; εἰ γάρ τις ἠρώτησεν αὐτὸν καὶ τοὺς ἀπ' αὐτοῦ· μή μοι διήγησαι θεὸν εἰδέναι τὸν ἀσύγκριτον καὶ ἀκατάληπτον, 3.412 τὸν κατὰ τὸ εἶδος μὲν μὴ καταλαμβανόμενον, πίστει δὲ γινωσκόμενον τοῖς αὐτοῦ δούλοις, ἀλλὰ διήγησαί μοι τοὺς πυθμένας τῆς γῆς, τὰ ταμιεῖα τῆς ἀβύσσου, τὰς φλέβας τῆς θαλάσσης, Ἅιδου τὸν τόπον, ἀέρος τὰ μέτρα, οὐρανῶν τὸ εἶδος καὶ τὰ πάχη, τί τὸ ἄκρον τῶν ἄνω, τί τὸ τέρμα τῶν κάτω, τί ἐν δεξιᾷ, τί ἐν εὐωνύμοις τῆς κτίσεως, τῆς ἑαυτοῦ πλάσεως τὸ διήγημα, τῶν ἐπὶ γῆς ἀμυθήτων τὸν ἀριθμὸν καὶ τὰ μέτρα, λοιπὸν ταῦτα ἀκούσαντες, ὡς ἠκούσαμεν παρὰ τῶν ὑπ' αὐτοῦ ἠπατημένων, εἰς σοφιστικὰς προφάσεις παρεκκλίναντες εἰρωνείᾳ λοιπὸν λέγουσιν οἱ ἀπ' ἐκείνου μεμαθηκότες ὅτι πάντα ταῦτα τὰ σωματικά καὶ ἐστι καὶ οὐ δυνάμεθα εἰδέναι· τὸν θεὸν δὲ τὸν αὐτὰ πεποιηκότα οἴδαμεν σαφῶς ποταπός ἐστι καὶ πῶς ἐστι καὶ οἷός ἐστι καὶ τίς ἐστι. τίς δὲ ἀκούσας ταῦτα οὐκ ἂν καταγελάσειεν εὐθύς; εὔηθες γάρ ἐστι τὸ ὅλον ὅτι τὸν τεχνίτην καὶ ἀσύγκριτον καὶ ἀνεκδιήγητον λέγει εἰδέναι καὶ ἠκριβωκέναι καὶ εἴθε ἔλεγε τῇ πίστει εἰδέναι καὶ ἠκριβωκέναι, ἀλλὰ μὴ κατὰ εἴδησίν τινα ψηλαφήσεως ἐτόλμα καὶ τολμῶσι λέγειν, τὰ δὲ ὑπ' αὐτοῦ γενόμενα τοῦ ἀσυγκρίτου διὰ τὸ κατὰ τὸ εἶδος * δυνάμενα παρὰ τῶν ὁρώντων ὑπερθαυμάζεσθαι φάσκει αὐτόν τε καὶ τοὺς αὐτοῦ μὴ εἰδέναι, μάλιστα πάντη τῶν θείων γραφῶν σαφῶς περὶ θεοῦ κηρυττουσῶν τὸ ἀόρατον αὐτὸν εἶναι καὶ ἀκατάληπτον καὶ ἀπερινόητον, μόνον δὲ πίστει ἐν ἀληθείᾳ γινωσκόμενον ὅτι «ἔστι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν μισθαποδότης γίνεται». Ὅταν δέ τις αὐτοῖς εἴπῃ τῶν ὀρθῶς περὶ θεοῦ δόξης πίστεώς τε καὶ ἀγάπης καὶ ἀκαταληψίας δοξαζόντων ὅτι ἡμεῖς οἴδαμεν θεὸν ἀκατάληπτον, θεὸν ἀόρατον, ἀνεκδιήγητον, οἴδαμεν δὲ αὐτὸν ὄντως ὄντα δὲ ἀόρατον καὶ ἀκατάληπτον, ἐπισκωμματικῶς καὶ κωτίλως λοιπὸν ὡς μῦθόν τινα διηγούμενος ἐτόλμησεν οὗτος ὁ τὴν καινὴν διαλεκτικὴν ἡμῖν φέρων *· τίνι οὖν ἐοίκατε καὶ ἡ ὑμῶν πίστις; παρθένῳ φθαρείσῃ, οὔσῃ δὲ τυφλῇ καὶ κωφῇ καὶ ἀλάλῳ, ἥτις ὅτι μὲν πέφθαρται πᾶσι πέφηνε τοῖς αὐτὴν γινώσκουσιν, ἐρωτωμένη δὲ τίς ὁ φθορεὺς οὐκ ἀκούει ἵνα μάθῃ καὶ οὔτε ἑώρακε τὸν φθείραντα διὰ τὸ τετυφλῶσθαι οὔτε ἀπαγγεῖλαι δύναται διὰ τὸ ἄλαλον· ὡς εἶναι ἀντιστρόφως πρὸς αὐτὸν καὶ τὸν αὐτοῦ μῦθον κατὰ τὸ γεγραμμένον «ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν 3.413 αὐτοῦ, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο» καὶ τὰ τούτοις ὅμοια. αὐτὸς γὰρ ἔοικε τυφλῷ ἐκ γενετῆς οὕτω γεγεννημένῳ, λαλοῦντι δὲ καὶ πολλὰ λαλοῦντι καὶ ἀκούοντι, καὶ εἰδότι μὲν λευκοῦ τὸ ὄνομα καὶ μέλανος, κυανοῦ τε καὶ πρασίνου καὶ πυρροῦ καὶ τῶν ἄλλων διαφόρων χρωμάτων, φωτός τε καὶ σκότους, ὧν μὲν τὰ ὀνόματα ἐνηχεῖται, οὐ μὴν δὲ γινώσκει τί τὸ εἶδος οὐδ' ὅλως δύναται αὐτὸ ἑρμηνεῦσαι διὰ τὸ ἀπ' ἀρχῆς αὐτὸν τυφλὸν γεννηθῆναι καὶ τὴν ἐναλλαγὴν ἑκάστης ποιότητος χρωμάτων ἀγνοεῖν καὶ τὸ εἶδος. ἑκάστου γὰρ αὐτῶν τῶν ὀνομάτων τὸ κατάλληλον τῆς διακρίσεως δι' ὁρατικῶν αἰσθήσεων ἔχει τὴν πεῖραν, οὐ μὴν δὲ διὰ φράσεως τῷ μὴ γινώσκοντι ἀπ' ἀρχῆς τὸ εἶδος, οὔτε διὰ ψηλαφήσεως καὶ ἁφῆς δυνάμενον δοκιμασθῆναι. ὅταν γοῦν οἱ ἀπὸ γενετῆς τυφλοὶ περὶ τούτων διαλεγόμενοι καὶ εἰδότες ἀντιπαρατιθέναι τὸ μέλαν πρὸς τὸ λευκὸν καὶ τὸ χλωρὸν πρὸς τὸ κυάνεον

545

καὶ πορφύρεον, τε κοκκηρόν τε καὶ τὰ ἄλλα χρώματα, ἐρωτηθῶσι δὲ ἀφ' ἡμῶν τὴν ποιότητα τοῦ εἴδους καὶ τὸ χρῶμα ἑκάστης ποιότητος, οὔτε δύνανται εἰπεῖν οὔτε ἀφ' ἡμῶν διδαχθῆναι, μόνον δὲ διὰ λόγου πείθουσιν ἑαυτῶν τὴν διάνοιαν, ἀπατῶσι δὲ τοὺς ἀκούοντας, ὡς εἰδότες τέλεον περὶ τῆς διακρίσεως, * κἄν τε τῷ λόγῳ λέγωσι, τὴν ἀγνωσίαν διὰ τῆς ἀκαταληψίας κεκτημένοι. οὕτω καὶ οὗτος ἥκει ἡμῖν λέγων περὶ θεοῦ καὶ ἐπιφημίζει μὲν σκωπτηλῶς τῆς ἀλάλου καὶ κωφῆς καὶ τυφλῆς παρθένου τὴν φθοράν, αὐτὸς κατὰ τὴν αὐτοῦ βλασφημίαν πεφθαρμένος μᾶλλον καὶ τὴν ἀγνωσίαν ὡς ἀπὸ γενετῆς τύφλωσιν κεκτημένος, λέγων μὲν περὶ θεοῦ, λόγοις δὲ ἀπεικάζων * λοιπὸν δὲ καὶ εἰς ἀναισχυντίαν τοὺς ὑπ' αὐτοῦ μεμαθητευμένους παρασκευάσας· οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον. βλασφημοῦσι μὲν οὖν προφητῶν ὀνόματα καὶ ἀποστόλων, ὅταν ἐλεγχόμενοι ὑπό τινων ὑποπιέζωνται, εὐθὺς ἀποτρέχοντες καὶ ἀποπηδῶντες καὶ λέγοντες· τοῦτο ὁ ἀπόστολος ὡς ἄνθρωπος ἔφη· ἄλλοτε δέ· τί μοι φέρεις τὰ τῆς παλαιᾶς διαθήκης; οὐκ ἔστι δὲ θαυμαστὸν κατὰ τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα ὅτι «εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ;» εἰ γοῦν αὐτὸν τὸν κύριον καὶ τὴν ἀληθινὴν αὐτοῦ δόξαν ἀρνοῦνται, πόσῳ γε μᾶλλον προφήτας αὐτοῦ καὶ ἀποστόλους; ἔτι δὲ εἰς περισσοτέραν μανίαν ἀρθέντες οἱ ἀπ' αὐτοῦ μεμαθητευμένοι καὶ ὁ τούτων διάδοχος, Εὐνόμιός τις ψευδωνύμως καλούμενος, ἔτι καὶ δεῦρο 3.414 περιὼν τῷ βίῳ μέγα κακόν, * τόλμημα· ἀναβαπτίζει γὰρ τοὺς ἤδη βαπτισθέντας, οὐ μόνον τοὺς ἀπὸ ὀρθοδόξων πρὸς αὐτὸν ἐρχομένους καὶ αἱρέσεων, ἀλλὰ καὶ τοὺς ἀπ' αὐτῶν τῶν Ἀρειανῶν. ἀναβαπτίζει δὲ αὐτοὺς εἰς ὄνομα θεοῦ ἀκτίστου καὶ εἰς ὄνομα υἱοῦ κεκτισμένου καὶ εἰς ὄνομα πνεύματος ἁγιαστικοῦ καὶ ὑπὸ τοῦ κεκτισμένου υἱοῦ κτισθέντος. ἵνα δὲ τὸ πᾶν κυβείας καὶ θυμέλης καὶ σκηνῆς τὸ ἐργαστήριον αὐτῶν ὀφθείη, ὅτι οὐκέτι πίστις ἡ ἀπ' αὐτῶν καταγγελλομένη, ἀλλὰ σχεδὸν εἰπεῖν μίμων ἐργαστήριον, διεβεβαιώσαντό τινες ὅτι κατὰ κεφαλῆς τοὺς ἀναβαπτιζομένους βαπτίζει, τοὺς πόδας ἄνω καὶ τὴν κεφαλὴν κάτω. καὶ οὕτως ἐνωμότως βιάζεται αὐτοὺς ὀμόσαι μὴ ἀποπηδῆσαι τῆς ἀπ' αὐτοῦ μεμηχανημένης τοιαύτης αἱρέσεως. φασὶ δὲ τὸν αὐτὸν Ἀέτιον μετὰ τὴν τελευτὴν Κωνσταντίου ὑπὸ Ἰουλιανοῦ τοῦ βασιλεύσαντος ἀνακληθέντα τῆς ἐξορίας, ἔτι ὄντα διάκονον τῆς αὐτοῦ αἱρέσεως, ὑπὸ τῆς αὐτοῦ αἱρέσεως ἐπισκόπου εἰς ἐπισκοπὴν προῆχθαι. Ταῦτα δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα περὶ Ἀετίου καὶ τῶν αὐτοῦ μαθητῶν, οἷστισι τινὲς Ἀνομοίου ἐπέθεντο ὄνομα διὰ τὸ ἔτι περισσότερον τῆς τοῦ Ἀρείου πεφρονηκέναι αὐτὸν αἱρέσεως δεινοτέρως· ἅτινα κατὰ τὸ δυνατὸν λεπτομερῶς ἐν θεῷ διεξελθόντες ὥσπερ πολύπουν σκολόπενδραν καὶ ἴουλον τὸ καλούμενον ἑρπετὸν τῷ τῆς ἀληθείας ποδὶ καταπατήσαντες καὶ τῇ τοῦ μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ συντρίψαντες, συνήθως θεῷ εὐχαριστοῦντες, τὴν αὐτοῦ δύναμιν ἐπαγόμενοι εἰς βοήθειαν τῆς ἡμετέρας ἀσθενείας, ἐπὶ τὰς ἑξῆς ὑπολειφθείσας κατὰ τὴν δύναμιν ἡμῶν καὶ κατάληψιν ἡμῶν ἴωμεν, ὦ ἐπιπόθητοι, αὐτὸν ἐπικαλούμενοι, ὡς ἔφην, τὸν δεσπότην συμπαρεῖναι ἡμῖν πρὸς τὴν ἐκείνων ὑπόδειξιν καὶ τὴν πρὸς αὐτοὺς ἀνατροπήν, ἵνα ἐν τῇ αὐτοῦ δυνάμει δυνηθείημεν πληρῶσαι τὸ ἐπάγγελμα τῆς ἡμῶν σμικρότητος καὶ βραχύτητος. 3.416 Κατὰ Διμοιριτῶν τῶν ὑπό τινων Ἀπολιναριτῶν κληθέντων, μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογούντων, ˉνˉζ, τῆς δὲ ἀκολουθίας ˉοˉζ. 1. Καθεξῆς δὲ τούτοις πάλιν ἐπίπονος ἡμῖν ἐν προλήψει τῷ βίῳ ἐφύη τις ἀλλοτρία τῆς πίστεως λέξις, ἐκ ποίας αἰτίας οὐκ ἔχω λέγειν, ἀλλ' ἵνα μὴ * ἐάσῃ ὁ ἀεὶ ταράσσων τὴν ἀνθρωπείαν φύσιν καὶ πολεμῶν ὡς εἰπεῖν διάβολος, ἐμβάλλων αὐτοῦ τὰ πικρὰ δηλητήρια ἐν τοῖς θαυμασίοις ἐδέσμασι, καὶ ὡς ἐν μέλιτι παραβάλλων τὴν πικρίαν, οὕτω διὰ τινῶν τῶν ἐπ' ἄκρον

546

βίου θαυμαζομένων καὶ ἐν ἐπαίνοις ὀρθοδοξίας ἀεὶ καταγγελλομένων *. καὶ γὰρ τοῦτό ἐστι τὸ ἔργον αὐτοῦ, τοῦ φθονήσαντος ἀπ' ἀρχῆς τῷ πατρὶ ἡμῶν Ἀδὰμ καὶ πᾶσιν ἀνθρώποις ἐχθραίνοντος, ὡς καί που ὑπό τινων σοφῶν εἴρηται ὅτι φθόνος ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος. οὕτω καὶ διὰ τῶν μειζόνων προσώπων ἔβαλέ τινας προφάσεις, ἵνα ἡμᾶς καὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἄλυπον μὴ ἐάσῃ, ἀλλὰ ἀεὶ θορυβουμένην τε καὶ πολεμουμένην. ἔδοξε γάρ τισι καὶ τοῖς ἐξ ἡμῶν ὁρμωμένοις καὶ ἐν μεγάλῃ διαθέσει ὑπάρχουσιν, ἐν ἐπαίνοις δὲ ἀεὶ παρ' ἡμῖν καὶ παρὰ πᾶσιν ὀρθοδόξοις ἐκθειαζομένοις, παρεκβάλλειν τὸν νοῦν ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας καὶ λέγειν ὅτι σάρκα ἔλαβεν ὁ Χριστὸς ἐλθὼν ὁ κύριος ἡμῶν καὶ ψυχήν, νοῦν δὲ οὐκ ἔλαβε τουτέστι τέλειον ἄνθρωπον· τί ἐκ τούτου τῷ βίῳ συνεισενεγκάμενοι ἀγνοῶ λέγειν ἢ παρὰ τίνων τῶν πρὸ αὐτῶν μεμαθηκότες ἢ τί ὠφέλιμον ἐκ τούτου κερδήσαντες ἢ χαρισάμενοι ἡμῖν τε καὶ τοῖς ἀκούουσι καὶ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ οὐδὲν πλέον ἢ ταραχὴν καὶ διαίρεσιν εἰς ἡμᾶς ἐργασάμενοι καὶ λύπην καὶ ζημίαν τῆς ἀπ' ἀλλήλων γλυκύτητος καὶ ἀγάπης. τὴν γὰρ τῶν θείων γραφῶν ἀκολουθίαν καὶ εὐθύτητα καὶ ἀκακίας ὁμολογίαν, προφητικήν τε καὶ εὐαγγελικὴν καὶ ἀποστολικὴν πίστιν παρέντες σοφιστικὴν ἡμῖν λέξιν καὶ μυθώδη παρεισήγαγον, μεθ' ἧς καὶ πολλῶν δεινῶν ἀκολουθίαν, πληροῦντες ἐν ἑαυτοῖς τὸ εἰρημένον ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας προσέχοντες μύθοις καὶ κενοφωνίαις». 2. Ὁ πρεσβύτης καὶ σεμνοπρεπής, ὁ ἀεὶ ἡμῖν ἀγαπητὸς καὶ τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ καὶ πᾶσιν ὀρθοδόξοις, Ἀπολινάριος ὁ ἀπὸ 3.417 Λαοδικείας, οὗτος ἦν ὁ ἐν ἀρχῇ τοῦτο τὸ ῥῆμα ἐπινοήσας τε καὶ προαγόμενος. καὶ τὰ πρῶτα μὲν ἐνηχούμενοι ἀπό τινων τῶν ὑπ' αὐτοῦ μεμαθητευμένων ἠπιστοῦμεν, εἰ ἄρα ὁ ἀνὴρ τοιοῦτος τυγχάνων τοῦτο παρεισήγαγε τῷ βίῳ τὸ ῥῆμα, ἔτι ἐν προσδοκίᾳ ἐλπίδος μακροθυμοῦντες, ἕως τἀκριβὲς ἐπιγνῶμεν. ἐλέγομεν γὰρ τοὺς παῖδας τοὺς ἀπ' αὐτοῦ πρὸς ἡμᾶς ἀφικομένους, μὴ νοοῦντας τὰ βαθέως ὑπὸ τοῦ τοιούτου λογίου ἀνδρὸς καὶ συνετοῦ καὶ διδασκάλου εἰρημένα, ἀφ' ἑαυτῶν ταῦτα πλάττειν, μὴ ἀπ' αὐτοῦ μεμαθηκότας. πολλὰ γὰρ ἦν, ἃ ἐν αὐτοῖς τοῖς πρὸς ἡμᾶς ἐρχομένοις ἀμφεβάλλετο· τινὲς μὲν γὰρ αὐτῶν ἐτόλμησαν λέγειν ἄνωθεν τὸν Χριστὸν τὸ σῶμα κατενηνοχέναι. ἐπιμένουσα δὲ ἐν τῇ τῶν ἀνθρώπων ἐννοίᾳ ἡ ξενολογία ἐπὶ τὴν δεινότητα προκοπὴν εἰργάζετο· ἄλλοι γὰρ ἐξ αὐτῶν καὶ τὸ ψυχὴν εἰληφέναι τὸν Χριστὸν ἠρνήσαντο. τινὲς δὲ καὶ ὁμοούσιον τὸ σῶμα τοῦ Χριστοῦ τῇ θεότητι λέγειν ἐτόλμησαν καὶ τὰ ἀνατολικὰ μέρη εἰς πολλὴν ταραχὴν κατέστησαν, δι' οὓς ἀνάγκη γέγονε σύνοδον συγκροτηθῆναι καὶ ἀναθεματίσαι τοὺς τοιούτους. ἀλλὰ καὶ ὑπομνήματα πέπρακται, ὧν ἀντίγραφα τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ ἀπεστάλη, δι' ἣν αἰτίαν τῶν ὑπομνημάτων καὶ αὐτὸς ὁ μακαρίτης ἠναγκάσθη γράψαι ἐπιστολὴν κατὰ τῶν τὰ τοιαῦτα λεγόντων, μετὰ ἀπειλητικῶν λόγων ἐπιμεμψάμενος τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ Ἐπικτήτῳ, ὅτι κατηξίωσε περὶ τούτου κἂν ἀπόκρισιν τοῖς ταράξασι δοῦναι. σαφῶς δὲ περὶ τῆς πίστεως γράψας ὁ αὐτὸς μακαρίτης ἐν ταὐτῷ καὶ τοὺς αὐτὰ φάσκοντας καὶ ταράττοντας ἀπεκήρυξεν. ἧς ἐπιστολῆς τὸ ἀντίγραφον ἐνταῦθα παραθέσθαι διόλου ἀναγκαῖον ἡγησάμην. καὶ ἔστι τόδε· Ἀθανάσιος ἐπίσκοπος Ἀλεξανδρείας πρὸς Ἐπίκτητον ἐπίσκοπον Κορίνθου. 3. Ἐγὼ μὲν ἐνόμιζον πᾶσαν ματαιολογίαν πάντων, ὅσοι δηποτοῦν εἰσιν αἱρετικοί, πεπαῦσθαι ἐκ τῆς γενομένης ἐν Νικαίᾳ συνόδου. ἡ γὰρ ἐν αὐτῇ παρὰ τῶν πατέρων κατὰ τὰς ἁγίας γραφὰς ὁμολογηθεῖσα πίστις αὐτάρκης ἐστὶ πρὸς ἀνατροπὴν μὲν πάσης ἀσεβείας, σύστασιν δὲ τῆς ἐν Χριστῷ εὐσεβοῦς πίστεως. διὰ τοῦτο γοῦν καὶ νῦν δια.418 φόρων γενομένων συνόδων, ἔν τε τῇ Γαλλίᾳ καὶ Σπανίᾳ καὶ τῇ μεγάλῃ Ῥώμῃ, πάντες οἱ συνελθόντες τοὺς

547

μὲν ἔτι κρυπτομένους καὶ φρονοῦντας τὰ Ἀρείου, Αὐξέντιον δὴ λέγω τὸν ἐν Μεδιολάνῳ καὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Γάϊον ἀπὸ τῆς Παννονίας, παμψηφί, ὡς ἀπὸ ἑνὸς πνεύματος κινούμενοι, ἀνεθεμάτισαν· ἔγραψαν δὲ πανταχοῦ διὰ τὸ τοὺς τοιούτους ἐπινοεῖν ἑαυτοῖς ὀνόματα συνόδων μηδεμίαν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ σύνοδον ὀνομάζεσθαι, εἰ μὴ μόνον τὴν ἐν Νικαίᾳ γενομένην, τρόπαιον μὲν οὖσαν πάσης αἱρέσεως, ἐξαιρέτως δὲ τῆς Ἀρειανῆς, δι' ἣν μάλιστα καὶ ἡ σύνοδος τότε συνήχθη. πῶς τοίνυν ἔτι μετὰ τοσαῦτα ἀμφισβητεῖν τινες ἢ ζητεῖν ἐπιχειροῦσιν; εἰ μὲν οὖν ἐκ τῶν Ἀρειανῶν εἰσιν, οὐδὲν θαυμαστόν, εἰ τὰ καθ' ἑαυτῶν γραφέντα διαβάλλουσιν, ὥσπερ καὶ Ἕλληνες ἀκούοντες «τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργον χειρῶν ἀνθρώπων,» μωρίαν ἡγοῦνται τὴν περὶ τοῦ † ἁγίου πνεύματος διδασκαλίαν. εἰ δὲ τῶν δοκούντων ὀρθῶς πιστεύειν καὶ ἀγαπᾶν τὰ δηλωθέντα παρὰ τῶν πατέρων εἰσὶν οἱ διὰ τοῦ ζητεῖν ἀνασκευάζειν ἐθέλοντες, οὐδὲν ἕτερον ποιοῦσιν ἢ κατὰ τὸ γεγραμμένον «τὸν μὲν πλησίον ποτίζουσιν ἀνατροπὴν θολεράν», λογομαχοῦσι δὲ ἐπ' οὐδενὶ χρησίμῳ ἢ ἐπὶ καταστροφῇ τῶν ἀκεραίων. 4. Ταῦτα δὲ οὕτως γράφω, ἐντυχὼν τοῖς παρὰ τῆς σῆς θεοσεβείας πραχθεῖσιν ὑπομνήμασιν, ἃ μηδὲ γραφῆναι ὤφειλον, ἵνα μηδὲ 3.419 μνήμη τις τούτων τοῖς μετὰ ταῦτα γένηται. τίς γὰρ ἤκουσε τοιαῦτά ποτε; τίς δὲ ὁ διδάξας ἢ μαθών; «ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται λόγος κυρίου καὶ νόμος θεοῦ ἐξ Ἱερουσαλήμ.» ταῦτα δὲ πόθεν ἐξῆλθε; ποῖος Ἅιδης ἐξηρεύξατο ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι ἢ ὅτι ὁ λόγος εἰς σάρκα καὶ ὀστᾶ καὶ τρίχας καὶ ὅλον σῶμα μεταβέβληται καὶ ἠλλάγη τῆς ἰδίας φύσεως; τίς δὲ ὅλως ἤκουσε παρὰ Χριστιανῶν ὅτι θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ υἱὸς ἢ τίς τοσοῦτον ἠσέβησεν ὥστε εἰπεῖν ἅμα καὶ φρονεῖν ὅτι ἡ θεότης αὐτοῦ ἡ ὁμοούσιος τῷ πατρὶ αὐτὴ περιετμήθη καὶ ἀτελὴς ἐκ τελείου γέγονε καὶ τὸ ἐν τῷ ξύλῳ καθηλούμενον οὐκ ἦν τὸ σῶμα, ἀλλὰ αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας; τίς δὲ ἀκούων ὅτι οὐκ ἐκ Μαρίας, ἀλλ' ἐκ τῆς αὐτοῦ οὐσίας μετεποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα; τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν ὅτι ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα οὐκέτι τριάδα, ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ. πόθεν δὲ πάλιν ἠρεύξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὥστε εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐδιον αὐτῷ διὰ παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς σοφίας συνέστη; πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοί, εἰ ὁ ἐκ Μαρίας προελθὼν κύριος υἱὸς μὲν τῇ οὐσίᾳ καὶ τῇ φύσει τοῦ θεοῦ ἐστι, τὸ δὲ κατὰ σάρκα ἐκ σπέρματος Δαυίδ ἐστι, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας; τίνες ἄρα 3.420 οὕτω τολμηροὶ γεγόνασιν ὥστε εἰπεῖν τὸν Χριστὸν τὸν σαρκὶ παθόντα καὶ ἐσταυρωμένον μὴ εἶναι κύριον καὶ σωτῆρα καὶ θεὸν καὶ υἱὸν τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες εἰς ἄνθρωπον ἅγιον, ὡς ἐπὶ ἕνα τῶν προφητῶν, ἐληλυθέναι τὸν λόγον καὶ μὴ αὐτὸν ἄνθρωπον γεγονέναι λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ' ἕτερον εἶναι τὸν Χριστὸν καὶ ἄλλον τὸν τοῦ θεοῦ υἱόν, τὸν πρὸ Μαρίας καὶ πρὸ αἰώνων υἱὸν ὄντα τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ εἶναι δύνανται οἱ λέγοντες ἄλλον τὸν υἱὸν εἶναι καὶ ἄλλον εἶναι τὸν τοῦ θεοῦ λόγον; 5. Ταῦτα ἦν ἐν τοῖς ὑπομνήμασιν διαφόρως μὲν εἰρημένα, μίαν δὲ τὴν διάνοιαν καὶ τὴν αὐτὴν ἔχοντα, πρὸς ἀσέβειαν βλέπουσαν. διὰ ταῦτα διεκρίνοντο καὶ διεμάχοντο πρὸς ἀλλήλους οἱ αὐχοῦντες ἐπὶ τῇ ὁμολογίᾳ τῶν πατέρων τῇ ἐν Νικαίᾳ γενομένῃ. ἐγὼ δὲ τὴν σὴν ἐθαύμασα θεοσέβειαν ἀνασχομένην καὶ ὅτι μὴ τούτους μὲν ἔπαυσε ταῦτα λέγοντας, τὴν δὲ εὐσεβῆ πίστιν

548

παρέθηκεν αὐτοῖς, ἵνα ἢ ἀκούσαντες ἠρεμήσωσιν ἢ ἀντιλέγοντες ὡς αἱρετικοὶ νομισθῶσι. τὰ γὰρ προειρημένα οὔτε λεκτὰ οὔτε ἀκουστὰ παρὰ Χριστιανοῖς, ἀλλὰ ἀλλότρια κατὰ πάντα τρόπον τῆς ἀποστολικῆς διδασκαλίας ἐστί. διὰ τοῦτο γοῦν κἀγὼ τὰ παρ' ἐκείνων, ὡς εἴρηται, γυμνῶς πεποίηκα ἐγγραφῆναι τῇ ἐπιστολῇ, ἵνα καὶ μόνον ὁ ἀκούων θεωρῇ τὴν ἐν αὐτοῖς αἰσχύνην καὶ ἀσέβειαν. καὶ εἰ καὶ ἔδει διὰ πλειόνων κατηγορεῖν καὶ διελέγχειν τὴν τῶν ταῦτα διανοηθέντων αἰσχύνην, ἀλλὰ καὶ καλὸν εἶναι ἕως τούτων τὴν ἐπιστολὴν καὶ μηδὲν πλέον γράφειν–τὰ γὰρ οὕτως φανερῶς δεικνύμενα φαῦλα γυμνάζειν ἐπὶ πλέον καὶ περιεργάζεσθαι οὐ δεῖ, ἵνα μὴ τοῖς φιλονεικοῦσιν ὡς ἀμφίβολα νομισθῇ· τοῦτο μόνον ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα καὶ εἰπεῖν ἀρκεῖ, ὅτι οὐκ ἔστι ταῦτα τῆς καθολικῆς ἐκκλησίας οὐδὲ ταῦτα οἱ πατέρες 3.421 ἐφρόνησαν–ἵνα δὲ μὴ ἐκ τῆς τέλεον σιωπῆς πρόφασιν ἀναίσχυντον ἑαυτοῖς οἱ τῶν κακῶν ἐφευρεταὶ πορίσωνται, καλὸν ἐκ τῶν θείων γραφῶν ὀλίγων μνημονεῦσαι. τάχα γὰρ κἂν οὕτως αἰδεσθέντες παύσονται ἀπὸ τῶν ῥυπαρῶν τούτων ἐπινοιῶν. 6. Πόθεν ὑμῖν ἐπῆλθεν εἰπεῖν, ὦ οὗτοι, τὸ ὁμοούσιον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος; ἀπὸ γὰρ τούτου καλὸν ἄρξασθαι, ἵνα τούτου δεικνυμένου σαθροῦ καὶ πάντα τὰ ἄλλα τοιαῦτα δειχθῇ. ἀπὸ μὲν οὖν τῶν γραφῶν οὐκ ἔστιν εὑρεῖν· θεὸν γὰρ ἐν ἀνθρωπίνῳ σώματι γεγονέναι λέγουσιν. ἀλλὰ γὰρ καὶ οἱ πατέρες οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ τὸ σῶμα, ἀλλ' αὐτὸν τὸν υἱὸν εἰρήκασιν ὁμοούσιον τοῦ πατρός. καὶ τοῦτον μὲν ἐκ τῆς οὐσίας τοῦ πατρός, τὸ δὲ σῶμα ἐκ Μαρίας ὡμολόγησαν εἶναι πάλιν κατὰ τὰς γραφάς. ἢ τοίνυν ἀρνήσασθε τὴν ἐν Νικαίᾳ σύνοδον καὶ ὡς αἱρετικοὶ παρεισφέρετε ταῦτα ἤ, εἰ βούλεσθε τέκνα τῶν πατέρων εἶναι, μὴ φρονεῖτε παρ' ἐκεῖνα ἅπερ ἔγραψαν αὐτοί. καὶ γὰρ ἐκ τούτου τὸ ἄτοπον θεωρεῖν ὑμᾶς ἔξεστιν· εἰ ὁμοούσιος ὁ λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῷ πατρὶ κατὰ τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ. καὶ τί ἔτι μέμφεσθε τοῖς Ἀρειανοῖς λέγουσι τὸν υἱὸν κτίσμα, λέγοντες καὶ αὐτοὶ τὸν πατέρα ὁμοούσιον τοῖς κτίσμασι καί, εἰς ἑτέραν ἀσέβειαν μετερχόμενοι, φάσκοντες εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ νεῦρα καὶ ὅλον σῶμα μεταβεβλῆσθαι τὸν λόγον καὶ ἠλλάχθαι τῆς ἰδίας φύσεως; ὥρα γὰρ εἰπεῖν ὑμᾶς φανερῶς ἐκ γῆς αὐτὸν γεγενῆσθαι· ἐκ γῆς γὰρ ἡ τῶν ὀστέων καὶ ὅλου τοῦ σώματος φύσις. τίς οὖν ἡ τοσαύτη παραφροσύνη, ἵνα καὶ πρὸς ἑαυτοὺς διαμάχησθε; ὁμοούσιον μὲν λέγοντες τὸν λόγον τῷ σώματι ἕτερον πρὸς ἕτερον σημαίνετε, τῷ δὲ εἰς σάρκα μεταβεβλῆσθαι αὐτοῦ τοῦ λόγου τροπὴν φαντάζεσθε. καὶ τίς ἔτι λοιπὸν ὑμῶν ἀνέξεται ταῦτα καὶ μόνον φθεγγομένων; πάσης γὰρ αἱρέσεως πλέον εἰς ἀσέβειαν ἐξεκλίνατε. εἰ γὰρ ὁμοούσιος ὁ λόγος τῷ σώματι, περιττὴ τῆς Μαρίας ἡ μνήμη καὶ ἡ χρεία, δυναμένου τοῦ σώματος καὶ πρὸ τῆς Μαρίας εἶναι ἀϊδίως, ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ λόγος, εἴ γε καθ' ὑμᾶς ὁμοούσιός ἐστι τῷ σώματι. τίς δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ τὸ ἑαυτοῦ ὁμοούσιον 3.422 ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα γένηται; οὐ γὰρ αὐτὴ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον αὐτῆς ἐνδύσηται. ἀλλ' οὐδὲ γὰρ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρούμενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προσενέγκῃ καὶ ἑαυτὸν λυτρώσηται. 7. Ἀλλ' οὐκ ἔστιν οὕτως, μὴ γένοιτο. «σπέρματος γὰρ Ἀβραὰμ ἐπιλαμβάνεται», ὡς εἶπεν ὁ ἀπόστολος· «ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι» καὶ λαβεῖν ὅμοιον ἡμῖν σῶμα. διὰ τοῦτο γοῦν καὶ ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵνα ἐξ αὐτῆς τοῦτο λάβῃ καὶ ὡς ἴδιον ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκῃ. καὶ ταύτην ὁ μὲν Ἠσαΐας προφητεύων ἐδείκνυε λέγων «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται», ὁ δὲ Γαβριὴλ ἀποστέλλεται πρὸς αὐτήν, οὐχ ἁπλῶς πρὸς παρθένον, ἀλλὰ «πρὸς

549

παρθένον μεμνηστευμένην ἀνδρί», ἵν' ἐκ τοῦ μνηστῆρος δείξῃ τὴν Μαρίαν ἀληθῶς ἄνθρωπον οὖσαν. καὶ τοῦ «τίκτειν» μνημονεύει ἡ γραφὴ καί φησιν «ἐσπαργάνωσε», καὶ «ἐμακαρίζοντο μαστοὶ οὓς ἐθήλασε», καὶ προσηνέχθη θυσία, ὡς «διανοίξαντος» τοῦ τεχθέντος «τὴν μήτραν». ταῦτα δὲ πάντα τικτούσης ἦν παρθένου γνωρίσματα. καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτῇ λέγων οὐχ ἁπλῶς «τὸ γεννώμενον» ἐν σοί, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθείη, ἀλλ' «ἐκ σοῦ», ἵνα φύσει τὸ γεννώμενον ἐξ αὐτῆς εἶναι πιστευθείη, φανερῶς καὶ τοῦτο τῆς φύσεως δεικνυούσης, ὡς ἀδύνατον σῶμα παρθένου φέρειν γάλα μὴ τεκούσης καὶ ἀδύνατον γάλακτι τραφῆναι σῶμα καὶ σπαργανωθῆναι μὴ πρότερον φύσει τεχθέν. τοῦτό ἐστι τὸ «περιτμηθὲν ὀκταήμερον»· τοῦτο Συμεὼν «εἰς τὰς ἀγκάλας ἐδέξατο»· τοῦτο γέγονε «παιδίον καὶ ηὔξησε» δωδεκαετὴς γενόμενος καὶ εἰς τὸν τριακοστὸν ἐνιαυτὸν ἦλθεν. οὐ γάρ, ὥς τινες ὑπενόησαν, ἡ οὐσία αὐτὴ τοῦ λόγου τραπεῖσα περιετμήθη, ἀναλλοίωτος οὖσα καὶ ἄτρεπτος, λέγοντος μὲν αὐτοῦ τοῦ σωτῆρος «ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι», τοῦ δὲ Παύλου γράφοντος «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας». ἀλλὰ ἐν τῷ περιτμηθέντι σώματι καὶ βασταχθέντι καὶ φαγόντι καὶ καμόντι καὶ ἐν ξύλῳ καθη.423 λωθέντι καὶ παθόντι ἦν ὁ ἀπαθὴς καὶ ἀσώματος τοῦ θεοῦ λόγος. τοῦτο ἦν ἐν τῷ μνημείῳ τεθέν, ὅτε αὐτὸς «ἐπορεύθη κηρῦξαι καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν», ὡς εἶπεν ὁ Πέτρος. 8. ὃ μάλιστα δείκνυσι τὴν ἄνοιαν τῶν λεγόντων εἰς ὀστέα καὶ σάρκα τετράφθαι τὸν λόγον. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἦν χρεία μνημείου. αὐτὸ γὰρ ἂν ἐπορεύθη δι' ἑαυτοῦ τὸ σῶμα κηρῦξαι τοῖς ἐν τῷ Ἅιδῃ πνεύμασι. νῦν δὲ αὐτὸς μὲν ἐπορεύθη κηρῦξαι, τὸ δὲ σῶμα «εἰλίξας Ἰωσὴφ σινδόνι ἀπέθετο» ἐν τῷ Γολγοθᾷ· καὶ δέδεικται πᾶσιν ὅτι μὴ τὸ σῶμα ἦν ὁ λόγος, ἀλλὰ σῶμα ἦν τοῦ λόγου. καὶ τοῦτο Θωμᾶς ἀναστὰν ἐκ νεκρῶν ἐψηλάφησε καὶ εἶδεν ἐν αὐτῷ «τοὺς τύπους τῶν ἥλων», οὓς ὑπέμεινεν αὐτὸς ὁ λόγος ὁρῶν καθηλουμένους ἐν τῷ σώματι τῷ ἰδίῳ καὶ δυνάμενος κωλύειν οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ ἰδιοποιεῖτο τὰ τοῦ σώματος ἴδια, ὡς ἑαυτοῦ, ὁ ἀσώματος. ἀμέλει τοῦ σώματος τυπτομένου παρὰ τοῦ ὑπηρέτου, ὡς αὐτὸς πάσχων ἔλεγε «τί με δέρεις;» καὶ ἄψαυστος ὢν τῇ φύσει ὅμως ἔλεγε «τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτυσμάτων». ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ λόγου, ταῦτα συνὼν αὐτῷ ὁ λόγος εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς τῆς τοῦ λόγου θεότητος δυνηθῶμεν μετασχεῖν. καὶ ἦν παράδοξον ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων, πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν, μὴ πάσχων δέ, ὅτι τῇ φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστι. καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα ἔσχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐποίει δὲ τοῦτο καὶ ἐγίνετο οὕτως, ἵνα τὰ ἡμῶν αὐτὸς δεχόμενος καὶ προσενεγκὼν εἰς θυσίαν ἐξαφανίσῃ καὶ λοιπὸν τοῖς ἑαυτοῦ περιβαλὼν ἡμᾶς ποιήσῃ τὸν ἀπόστολον εἰπεῖν «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». 9. Οὐ θέσει δὲ ταῦτα ἐγίνετο, μὴ γένοιτο, ὥς τινες πάλιν ὑπέλαβον, ἀλλὰ ὄντως ἀνθρώπου ἀληθείᾳ γενομένου τοῦ σωτῆρος, ὅλου τοῦ ἀνθρώπου σωτηρία ἐγένετο. εἰ γὰρ θέσει ἦν ἐν τῷ σώματι ὁ λόγος κατ' ἐκείνους, τὸ δὲ θέσει λεγόμενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγομένη κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία γέγονεν ἡμῶν οὐδὲ σώματος μόνου, ἀλλ' ὅλου τοῦ ἀνθρώπου ψυχῆς καὶ σώματος ἀληθῶς ἐν αὐτῷ ἡ σωτηρία γέγονεν. ἀνθρώπινον ἄρα φύσει 3.424 τὸ ἐκ Μαρίας κατὰ τὰς θείας γραφὰς καὶ ἀληθινὸν σῶμα τοῦ σωτῆρος. ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταυτὸν ἦν τῷ ἡμετέρῳ. ἀδελφὴ

550

γὰρ ἡμῶν ἡ Μαρία, ἐπεὶ καὶ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν. καὶ τοῦτο οὐκ ἄν τις ἀμφιβάλοι, μνησθεὶς ὧν ἔγραψεν ὁ Λουκᾶς. μετὰ γὰρ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν, δοκούντων τινῶν μὴ ἐν τῷ ἐκ Μαρίας σώματι βλέπειν τὸν κύριον, ἀλλ' ἀντὶ τούτου πνεῦμα θεωρεῖν, ἔλεγεν «ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου καὶ τοὺς τύπους τῶν ἥλων, ὅτι ἐγώ εἰμι αὐτός. ψηλαφήσατε καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ὑπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας». ἐξ ὧν καὶ ἐλέγχεσθαι πάλιν δύνανται οἱ τολμήσαντες εἰπεῖν εἰς σάρκα καὶ ὀστέα ἠλλοιῶσθαι τὸν κύριον. οὐ γὰρ εἶπε, καθὼς ἐμὲ θεωρεῖτε σάρκα καὶ ὀστέα ὄντα, ἀλλ' ἔχοντα, ἵνα μὴ αὐτὸς ὁ λόγος εἰς ταῦτα τραπεὶς νομισθῇ, ἀλλ' αὐτὸς εἰς ταῦτα καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὴν ἀνάστασιν εἶναι πιστευθῇ. 10. Τούτων δὲ οὕτως ἐχόντων τὴν ἀπόδειξιν περιττὸν ἔτι τῶν ἄλλων ἅπτεσθαι καὶ γυμνάζειν τι περὶ αὐτῶν. τοῦ γὰρ σώματος, ἐν ᾧ ἦν ὁ λόγος, μὴ ὄντος ὁμοουσίου τῆς θεότητος, ἀλλ' ἐκ Μαρίας ἀληθῶς τεχθέντος, καὶ αὐτοῦ δὲ τοῦ λόγου μὴ τραπέντος εἰς ὀστέα καὶ σάρκα, ἀλλ' ἐν σαρκὶ γενομένου–τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον «ὁ λόγος σὰρξ ἐγένετο» ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν· γέγραπται γὰρ ἐν τῷ Παύλῳ «Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα», καὶ ὥσπερ οὐκ αὐτὸς κατάρα γέγονεν, ἀλλ' ὅτι τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο κατάραν, εἴρηται κατάρα γεγονέναι, οὕτω καὶ σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς σάρκα, ἀλλ' ὅτι σάρκα ὑπὲρ ἡμῶν ἀνέλαβε καὶ γέγονεν ἄνθρωπος. καὶ γὰρ τὸ εἰπεῖν «ὁ λόγος σὰρξ ἐγένετο» ἴσον ἐστὶ πάλιν εἰπεῖν ὅτι ἄνθρωπος γέγονε, κατὰ τὸ εἰρημένον ἐν τῷ Ἰωὴλ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»· οὐ γὰρ ἕως τῶν ἀλόγων ἦν ἡ ἐπαγγελία, ἀλλ' εἰς ἀνθρώπους ἐστίν, ὧν ἕνεκα καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. τούτου δὲ τοῦ ῥητοῦ ταύτην ἔχοντος τὴν διάνοιαν εἰκότως καταγνώσονται ἑαυτῶν πάντως οἱ νομίσαντες εἶναι πρὸ τῆς Μαρίας τὴν ἐξ αὐτῆς σάρκα καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν λόγον καὶ ἐν αὐτῇ πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι. παύσονται δὲ καὶ οἱ εἰπόντες μὴ εἶναι δεκτικὴν θανάτου τὴν σάρκα, ἀλλὰ τῆς 3.425 ἀθανάτου φύσεως εἶναι ταύτην. εἰ γὰρ μὴ ἀπέθανε, πῶς ὁ Παῦλος παρεδίδου Κορινθίοις «ὃ καὶ παρέλαβεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς»; πῶς δὲ καὶ ὅλως ἀνέστη, εἰ μὴ προαπέθανεν; ἐρυθριῶσι δὲ μεγάλως οἱ ὅλως ἐνθυμηθέντες δύνασθαι ἀντὶ τῆς τριάδος γίνεσθαι τετράδα, εἰ λέγοιτο ἐκ Μαρίας εἶναι τὸ σῶμα· ὁμοούσιον μὲν γάρ, φασίν, ἐὰν εἴπωμεν τὸ σῶμα τῷ λόγῳ, μένει ἡ τριὰς τριάς, οὐδὲν ξένον ἐπεισφερομένου εἰς αὐτὴν τοῦ λόγου· ἐὰν δὲ ἀνθρώπινον εἴπωμεν τὸ ἐκ Μαρίας σῶμα, ἀνάγκῃ ξένου ὄντος κατ' οὐσίαν τοῦ σώματος καὶ ὄντος ἐν αὐτῷ τοῦ λόγου, τετρὰς ἀντὶ τριάδος γίνεται διὰ τὴν τοῦ σώματος προσθήκην. 11. Ταῦτα οὕτως λέγοντες οὐ νοοῦσιν ὅπως ἑαυτοῖς περιπίπτουσι. καὶ γὰρ κἂν μὴ ἐκ Μαρίας λέγωσι τὸ σῶμα, ἀλλὰ ὁμοούσιον αὐτὸ τῷ λόγῳ, οὐδὲν ἧττον, ὅπερ ὑπεκρίνοντο, μὴ ἄρα ὡς φρονοῦντες νομισθῶσι τοῦτο, κατὰ τὴν αὐτῶν ἔννοιαν δειχθήσονται λέγοντες τετράδα. ὡς γὰρ υἱός, ὢν κατ' αὐτοὺς ὁμοούσιος τῷ πατρὶ οὐκ ἔστιν αὐτὸς πατήρ, ἀλλὰ υἱὸς πρὸς πατέρα λέγεται ὁμοούσιος, οὕτως τὸ ὁμοούσιον σῶμα τοῦ λόγου οὐκ ἔστιν αὐτὸς ὁ λόγος, ἀλλ' ἕτερον πρὸς τὸν λόγον. ἑτέρου δὲ ὄντος ἔσται κατ' αὐτοὺς ἡ αὐτῶν τριὰς τετράς· οὐ γὰρ ἡ ἀληθινὴ καὶ ὄντως τελεία καὶ ἀδιαίρετος τριὰς δέχεται προσθήκην ἀλλ' ἡ παρὰ τούτων ἐπινενοημένη. καὶ πῶς ἔτι Χριστιανοί, ἕτερον παρὰ τὸν ὄντα θεὸν ἐπινοοῦντες; πάλιν γὰρ καὶ ἐν ἑτέρῳ αὐτῶν σοφίσματι τὴν ἀφροσύνην ἔξεστιν ὁρᾶν. εἰ δὲ διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης διὰ τὸ σῶμα, πολὺ

551

πλανῶνται, τὸ ποίημα συνεξισοῦντες τῷ ποιητῇ καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεότητα προσθήκην λαμβάνειν· καὶ ἠγνόησαν ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε σὰρξ ὁ λόγος, ἀλλ' ἵνα ἡ σὰρξ ἀναστῇ, οὐδ' ἵνα βελτιωθῇ ὁ λόγος προῆλθεν ἐκ Μαρίας, ἀλλ' ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. πῶς οὖν οἴονται τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσθήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν; μᾶλλον γὰρ αὐτῷ τῷ ἀνθρωπίνῳ προσθήκη μεγάλη γέγονεν ἐκ τῆς τοῦ λόγου πρὸς αὐτὸ κοινωνίας τε καὶ ἑνώσεως. ἀπὸ θνητοῦ γέγονεν ἀθάνατον καὶ ψυχικὸν ὂν γέγονε 3.426 πνευματικὸν καὶ ἐκ γῆς γενόμενον τὰς οὐρανίους διέβη πύλας· ἡ μέντοι τριὰς καὶ λαβόντος ἐκ Μαρίας σῶμα τοῦ λόγου τριάς ἐστιν, οὐ δεχομένη προσθήκην οὐδὲ ἀφαίρεσιν, ἀλλὰ ἀεὶ τελεία ἐστὶ καὶ ἐν τριάδι μία θεότης γινώσκεται, καὶ οὕτως ἐν τῇ ἐκκλησίᾳ κηρύττεται εἷς θεὸς ὁ τοῦ λόγου πατήρ. 12. Ἐκ δὲ τούτου σιωπήσουσι λοιπὸν καὶ οἱ ποτὲ εἰπόντες τὸν ἐκ Μαρίας προελθόντα μὴ εἶναι αὐτὸν τὸν Χριστὸν καὶ κύριον καὶ θεόν. εἰ γὰρ μὴ θεὸς ἦν ἐν τῷ σώματι, πῶς εὐθὺς προελθὼν ἀπὸ Μαρίας ἐκλήθη «Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός»; πῶς δὲ καὶ Παῦλος, εἰ μὴ ὁ λόγος ἦν ἐν σαρκί, Ῥωμαίοις ἔγραφεν «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν»; οὐκοῦν ὁμολογείτωσαν οἱ πρότερον ἀρνούμενοι τὸν ἐσταυρωμένον εἶναι θεὸν ἐσφάλθαι, πειθόμενοι πάσαις ταῖς θείαις γραφαῖς, μάλιστα δὲ τῷ Θωμᾷ, ὃς μετὰ τὸ ἰδεῖν ἐν αὐτῷ τοὺς τῶν ἥλων τύπους ἀνεβόησεν «ὁ κύριός μου καὶ ὁ θεός μου». θεὸς γὰρ καὶ κύριος τῆς δόξης ὢν υἱὸς ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ καὶ ἀτιμαζομένῳ σώματι, τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ καὶ ἔρρεεν ἀπὸ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου τυγχάνον πεπληρωμένον ἦν τῆς θεότητος. διὰ τοῦτο ἥλιος ὁρῶν τὸν δημιουργὸν ἑαυτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε καὶ ἐσκότασε τὴν γῆν, αὐτὸ δὲ τὸ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἔνδυμα δὲ γέγονε τοῦ λόγου, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον. περὶ δὲ τοῦ φαντάζεσθαί τινας καὶ λέγειν ὅτι ὥσπερ ἐφ' ἕκαστον τῶν προφητῶν ἐγένετο λόγος, οὕτω καὶ ἐπὶ ἕνα τινὰ ἄνθρωπον ἐκ Μαρίας ἦλθεν ὁ λόγος, περιττόν ἐστι γυμνάζειν, φανερὰν ἐχούσης τῆς ἀνοίας αὐτῶν τὴν κατάγνωσιν. εἰ γὰρ οὕτως ἦλθε, διὰ τί οὗτος ἐκ παρθένου, καὶ μὴ καὶ αὐτὸς ἐξ ἀνδρὸς καὶ γυναικός; οὕτω γὰρ καὶ ἕκαστος τῶν ἁγίων ἐγεννήθη. ἢ διὰ τί οὕτως ἐλθόντος τοῦ λόγου οὐχ ὁ ἑκάστου θάνατος λέγεται ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ' ὁ τούτου μόνος; διὰ τί δὲ καθ' ἕκαστον τῶν προφητῶν ἐπιδημοῦντος τοῦ λόγου λέγεται ἐπὶ μόνου τοῦ ἐκ Μαρίας, ὡς «ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων» 3.427 ἐπιδημήσαντος; ἢ διὰ τί, οὕτως ἐλθόντος αὐτοῦ ὡς ἦλθεν ἐν τοῖς ἔμπροσθεν ἁγίοις, οἱ μὲν ἄλλοι πάντες ἀποθανόντες οὔπω ἀνέστησαν, ὁ δὲ ἐκ Μαρίας μόνος τριήμερος ἀνέστη; ἢ διὰ τί ὁμοίως τοῖς ἄλλοις ἐλθόντος τοῦ λόγου λέγεται μόνος ὁ ἐκ Μαρίας Ἐμμανουήλ, ὡς σώματος πεπληρωμένου θεότητος καὶ τεχθέντος ἐξ αὐτῆς; τὸ γὰρ Ἐμμανουὴλ ἑρμηνεύεται μεθ' ἡμῶν ὁ θεός. ἢ διὰ τί, εἴπερ οὕτως ἦλθεν, ἐσθίοντος ἑκάστου τῶν ἁγίων καὶ πίνοντος καὶ κοπιῶντος καὶ ἀποθνήσκοντος, οὐ λέγεται ὡς αὐτὸς ἦν ἐσθίων καὶ κοπιῶν καὶ ἀποθανών, ἀλλ' ἐπὶ μόνου τοῦ ἐκ Μαρίας; ἃ γὰρ ἔπασχε τοῦτο τὸ σῶμα, ταῦτα ὡς αὐτοῦ πάσχοντος εἴρηται. καὶ τῶν ἄλλων δὲ πάντων λεγομένων μόνον ὅτι ἐτέχθησαν καὶ ἐγεννήθησαν, ἐπὶ τοῦ ἐκ Μαρίας μόνου εἴρηται «καὶ ὁ λόγος σὰρξ ἐγένετο». 13. Ἐξ ὧν δείκνυται ὅτι πρὸς μὲν τοὺς ἄλλους πάντας γέγονεν ὁ λόγος τοῦ προφητεύειν χάριν, ἐκ δὲ Μαρίας αὐτὸς ὁ λόγος σάρκα ἑαυτῷ λαβὼν προῆλθεν ἄνθρωπος, τῇ μὲν φύσει καὶ τῇ οὐσίᾳ λόγος ὢν τοῦ θεοῦ, «κατὰ

552

δὲ σάρκα ἐκ σπέρματος Δαυὶδ» καὶ τῆς σαρκὸς Μαρίας γενόμενος ἄνθρωπος, ὡς εἶπεν ὁ Παῦλος. τοῦτον καὶ ὁ πατὴρ ἐδείκνυεν ἐν τῷ Ἰορδάνῃ καὶ ἐν τῷ ὄρει λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». τοῦτον οἱ μὲν Ἀρειανοὶ ἠρνήσαντο, ἡμεῖς δὲ ἐπιγινώσκομεν προσκυνοῦντες, οὐ διαιροῦντες τὸν υἱὸν καὶ τὸν λόγον, ἀλλ' αὐτὸν τὸν λόγον εἰδότες εἶναι τὸν υἱόν, δι' οὗ τὰ πάντα γέγονε καὶ ἡμεῖς ἠλευθερώθημεν. διὸ καὶ ἐθαυμάσαμεν πῶς ὅλως ἐν ὑμῖν περὶ τῶν οὕτως φανερῶν γέγονε φιλονεικία. ἀλλὰ χάρις τῷ θεῷ, ὅσον ἐλυπήθημεν ἐντυγχάνοντες τοῖς ὑπομνήμασι, τοσοῦτον ἐχάρημεν ἐπὶ τῷ τέλει τούτων. μετὰ γὰρ συμφωνίας ἀνεχώρησαν καὶ εἰρήνευσαν ἐπὶ τῇ ὁμολογίᾳ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως. τοῦτο γοῦν κἀμὲ πολλὰ πρότερον σκεψάμενον πεποίηκε γράψαι τὰ ὀλίγα ταῦτα, λογισάμενον μὴ ἄρα ἐκ τῆς σιωπῆς ἀντὶ χαρᾶς λύπη γένηται τοῖς ἐκ τῆς συμφωνίας πρόφασιν τοῦ χαίρειν παρασχοῦσιν ἡμῖν. ἀξιῶ τοίνυν προηγουμένως τὴν σὴν εὐλάβειαν καὶ δεύτερον τοὺς ἀκούοντας, μετὰ συνειδήσεως ἀγαθῆς ταῦτα δέξασθαι, καὶ εἰ μέν τι πρὸς εὐσέβειαν λείπει, τοῦτο διορθώσασθαι καὶ δηλῶσαί μοι, εἰ δὲ ὡς παρὰ ἰδιώτου τῷ λόγῳ μηδὲ κατ' ἀξίαν μηδὲ τελείως γέγραπται, συγγνῶναι πάντας τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν ἀσθενείᾳ. ἔρρωσθε. Πεπλήρωται. 3.428 14. Ἐπεὶ οὖν καὶ ἡ ἐπιστολὴ ἐνετάγη καὶ οὐ μόνον ἐξ ὧν παρ' αὐτῶν ἠκούσαμεν ἢ παρ' ἑτέρων κατὰ τῶν λεγομένων ὡρμήσαμεν γράψαι, ἀλλὰ καὶ πᾶσι φανερὸν κατέστη ὅτι οὐδένα ἐσυκοφαντήσαμεν. ἑξῆς δὲ ἐπιλήψομαι τῆς κατ' αὐτῶν ὑποθέσεως, ἵνα ἐκ πανταχόθεν μὴ ὑποληφθῶμέν τισιν ὡς συκοφαντοῦντες τοὺς ἡμετέρους ἀδελφούς, καίτοι γε εὐχόμενος αὐτοῖς καὶ εἰς δεῦρο διορθῶσαι τὰ δοκοῦντα ἡμᾶς λυπεῖν, ἵνα μὴ αὐτοὶ ἡμᾶς ζημιωθῶσι μηδὲ ἡμεῖς αὐτούς. πολλάκις γὰρ τοῦτο ἐπρεσβεύσαμεν καὶ παρεκαλέσαμεν καὶ ἔτι ἐπιμένομεν παρακαλοῦντες, ἆραι τὴν φιλονεικίαν καὶ ἀκολουθῆσαι τῷ τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ πατέρων θείῳ θεσμῷ καὶ ὁμολογίᾳ τῆς πίστεως τῆς ἀπεριέργου καὶ ἑδραίας καὶ ἀμετακινήτου καὶ δικαιοτάτης ἐν πᾶσιν. Ἄλλοι δὲ εἰς ἡμῶν ὦτα εἰρήκασιν ὅτι οὐ ταύτην τὴν ἡμετέραν σάρκα οὐδὲ ὁμοίαν ἡμῶν ἐλθὼν ἔλαβεν ὁ κύριος, ἀλλὰ ἄλλην παρὰ τὴν ἡμῶν. καὶ εἴθε κατὰ δοξολογίαν ἔλεγον καὶ κατὰ ἔπαινον. καὶ αὐτοὶ γάρ φαμεν ἅγιον εἶναι τὸ σῶμα καὶ ἄχραντον· «ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» καὶ παντί τῳ δῆλόν ἐστι τοῦτο τῷ εὐσεβῶς περὶ Χριστοῦ λέγοντι καὶ νοοῦντι. ἡμεῖς δὲ εἰ καὶ αὐτὸ τὸ σῶμα λέγομεν, ὥσπερ καὶ αὐτὸ τὸ ἡμῶν εἴληφε, * παρ' αὐτῷ ἄχραντον τὸ αὐτοῦ σῶμα, ἐν ἡμῖν δὲ τοῖς πεπλημμεληκόσιν *, οὐ διὰ τὸ ἀλλότριον εἶναι τὸ σῶμα καὶ ἀλλόκοτον τὸ ὑποδεὲς καὶ ἠλαττωμένον, ἀλλὰ διὰ τὰ ἡμῶν ἁμαρτήματα καὶ παραπτώματα, τούτου ἕνεκα *. οὐ γὰρ ἄλλο σῶμα ὁ κύριος ἔλαβε καὶ ἄλλο ἡμεῖς ἔχομεν, ἀλλ' αὐτὸ τὸ σῶμα ἐν αὐτῷ πεφυλαγμένον καὶ ἄχραντον διατετηρημένον *. 15. Ἄλλοι δὲ ἐξ αὐτῶν καὶ ἄχρι τῆς δεῦρο φιλονεικίᾳ τινὶ φερόμενοι, ὑπονοίαις ἀλλοτρίαις προαχθέντες, οὐ κατὰ τὴν διδαχὴν τῶν πατέρων οὐδὲ κατέχοντες «τὴν κεφαλὴν τῆς πίστεως, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ τῶν συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ», ὡς ὁ ἀπόστολος λέγει, ἀλλὰ τάχα ὡς ὑπὸ ἀλλοτρίων τινῶν θολωθέντες τὰς ἀκοάς, πλησιαιτέρως Οὐαλεντίνῳ καὶ Μαρκίωνι καὶ Μανιχαίῳ καὶ αὐτοὶ δῆθεν εἰς τιμὴν Χριστοῦ φαντάζονται μᾶλλον 3.429 ἤπερ ἀληθεύουσιν. ἐπὰν ἀκούσωσι παρ' ἡμῶν ὅτι ἔσχε Χριστὸς σῶμα τὸ ἡμέτερον, εὐθὺς εἰς τοὺς μύθους τρέπονται τοὺς ἰδίους τῆς φιλονεικίας, λέγοντες ὄνυχας αὐτὸν ἐσχηκέναι καὶ σάρκα καὶ τρίχας καὶ εἴ τι ἕτερον, οὐ τοιούτους δὲ ὁποίους ἡμεῖς ἔχομεν, ἀλλὰ ἄλλους ὄνυχας ἐσχηκέναι καὶ σάρκας ἄλλας καὶ τὰ ἄλλα πάντα οὐχ ὁποῖα ἡμεῖς ἔχομεν, ἀλλὰ ἀλλοῖα παρὰ τὰ ἡμέτερα, δῆθεν πάλιν βουλόμενοι σοφιστικῶς τι Χριστῷ

553

χαρίσασθαι, κατὰ τὸν Οὐαλεντῖνον καὶ τὰς εἰρημένας αἱρέσεις, * τοὺς ματαίους λόγους. λέγουσι γάρ· ὅταν Χριστοῦ ὁμολογήσωμεν σῶμα τελείως τὰ πάντα * † περιέργως· γέγραπται περὶ τῶν τοιούτων τῶν «περιεργαζομένων καὶ μηδὲν ἐργαζομένων». πτύροντες γὰρ τὴν διάνοιαν τῶν ἀκεραιοτέρων εὐθὺς λέγουσιν· οὐκοῦν χρείαν ἔσχε τῶν κατὰ τὴν σαρκὸς συνήθειαν ἢ τῶν πρὸς ἐκτοπισμὸν ἢ τῶν πρὸς ἀφεδρῶνα ἢ τῶν ἄλλων· ὅσαπερ δοκεῖ εἶναι σοφά, δεινὰ δὲ τυγχάνει καὶ ληρώδη μᾶλλον, ὥς φησιν ὁ προφήτης «τίς γὰρ ἐζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» περὶ τίνος γὰρ τῶν ἁγίων, καίτοι γε ἀνθρώπων ὄντων τῶν προφητῶν καὶ οὐ θεῶν, καὶ εὐαγγελιστῶν καὶ λοιπῶν τῶν ἐκ ψυχῆς καὶ σαρκὸς ὄντων, καθ' ἡμᾶς δὲ ὄντων καὶ μὴ ἀμφιβαλλομένων, ἐγράφη περὶ τῶν τοιούτων πραγμάτων; ποῦ δὲ οὐχὶ μᾶλλον τὰ σεμνότερα ἐπεμαρτύρησε τοῖς ἁγίοις ἡ γραφή, μή τί γε κυρίῳ Χριστῷ. 16. Λεγέτωσαν δὲ ἡμῖν οἱ ἐκθαμβηταὶ τῶν προβάτων καὶ πτύρται τῶν περιστερῶν καὶ σοβηταὶ τῶν τοῦ Χριστοῦ ἀρνίων τε καὶ θρεμμάτων, ποῦ παρεσκευάσθη Μωυσῆς τὴν τεσσαρακονθήμερον; ποῦ τὰ πρὸς χρείαν ἐποιεῖτο Ἠλίας ἐν τῷ Χορρὰ χειμάρρῳ, ὁπηνίκα ἄρτον μὲν τὸ πρωϊνὸν ἤσθιε, κρέα δὲ τὸ δειλινὸν ἀπὸ τῆς τῶν κοράκων παρακομιδῆς διὰ θεοῦ προστάγματος; ἠλίθιον γὰρ ἦν τὸ τὴν γραφὴν περὶ τούτων λέγειν, ὡς νῦν τούτοις ἠλίθιον τὸ ἐξετάζειν. τίς γὰρ ὠφέλεια ἐν τοῖς τοιούτοις; ἢ τί τὸ χρήσιμον ἀλλ' ἢ μόνον εἰς ἀπιστίαν, τῆς προλήψεως προφάσεις διὰ ψυχρολογίας καὶ ἀνατροπῆς ματαίας ἔχον; λεγέτωσαν δὲ πάλιν ἡμῖν, τίνι τῷ λόγῳ ὅτε ἠθέλησεν ὁ θεὸς ἐποίησε τῶν υἱῶν Ἰσραὴλ ἐν τεσσα.430 ράκοντα ἔτεσι μήτε τὰς τρίχας κομῆσαι μήτε τὰ ὑποδήματα παλαιωθῆναι μήτε τὰ ἱμάτια κατατριβῆναι ἢ ῥυπανθῆναι. μὴ ἄρα καὶ οὗτοι ἀπ' οὐρανοῦ ἐληλύθεισαν; μὴ θεοὶ οἱ τοιοῦτοι ὑπῆρχον; καίτοι γε οὐκ ἐν ἐπαίνοις ὑπάρχοντες, ἀλλ' ἐν πολλοῖς θεὸν παραζηλώσαντες· μὴ οὐκ ἦσαν ὁμοιοπαθεῖς ἡμῖν; ἀλλ' ἵνα δείξῃ ὁ θεὸς ὅτι τὰ πάντα ἐν αὐτῷ δύναται καὶ ἐγχωρεῖ γίνεσθαι καὶ μὴ γίνεσθαι. ἵνα γὰρ μή τινες εἰς ἐκείνους πάλιν λογίσωνται τὰ ὑπὲρ φύσιν διὰ τὰ αὐτοῖς ἐν θαυμασμῷ γινόμενα παρὰ θεοῦ, τουτέστιν ὅτι τρίχες οὐκ ἐκόμων καὶ ἱμάτια οὐκ ἐπαλαιοῦντο καὶ τὰ ἄλλα, καὶ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» εἰς ἡμῶν χάριν ἀσφαλισάμενον τὸ θεῖον γράμμα φησί «λαβέτω ἕκαστος πάσσαλον σιδηροῦν ἐν τῇ ζώνῃ ἑαυτοῦ, ἵν' ὅταν εἰς τόπον καθιζάνῃ, σκάψῃ καὶ χώσῃ τὴν ἰδίαν κόπρον, ὅτι λαὸς ἡγιασμένος ἐστὲ καὶ κύριος ἐνδημεῖ εἰς μέσον τῆς παρεμβολῆς». εἰς τοῦτο δὲ καὶ ἱστορίαν παῖδες Ἑβραίων παραφέρουσιν, ὅτι διήρκεσεν αὐτοῖς ὁ τύπος ἄχρι τινὸς καιροῦ ἕως ὅτου ὁ θεὸς ἠθέλησε δεῖξαι ἐν αὐτοῖς τοῦτο τὸ θαῦμα, καίτοι γε αὐτῶν ἐσθιόντων καὶ κρέα καὶ ὀρτυγομήτραν, συμβεβηκέναι αὐτοὺς μήτε τούτου χρείαν ἔχειν. 17. Καὶ εἰ παρὰ τοῖς Ἑβραίοις διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν δόξαν ἤτοι κατὰ πρόσθεσιν χαριστικῶς μᾶλλον ἤτοι κατὰ ἀλήθειαν τοῦτο ᾄδεται, καίτοι γε αὐτῶν εἰδότων ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ πρὸς αὐτῶν συνηγορούμενοι καὶ φθαρτοὶ καὶ οὐ θεοί, καὶ ἐκ σαρκὸς καὶ αἵματος καὶ ψυχῆς, τίς παρὰ τούτων ἀνέξεται ἀκούων τὰ οὐκ ἀτόλμητα περὶ Χριστοῦ τοῦ ἄνωθεν ἐλθόντος θεοῦ λόγου καὶ τῆς αὐτοῦ ἐν ἅπασιν ἐνδόξου καὶ ἀληθινῆς ἐνσάρκου παρουσίας; ἐν ᾗ ἐπλήρωσε τὸ εἰρημένον «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας». ἐξῆν γὰρ αὐτῷ ἐν ἀληθείᾳ ἔχοντι σάρκα τὴν ἡμετέραν μὴ πράττειν τὰ δοκοῦντα ἡμῖν εὐτελῆ καὶ πράττειν ὁποῖα σεμνὰ ἐτύγχανε καὶ πρέποντα ἀναλόγως τῇ θεότητι, δι' οὗ καὶ οἱ υἱοὶ Ἰσραὴλ οὐκ ἐκόμησαν καὶ τὰ ἱμάτια αὐτῶν οὐκ ἐρρυπάνθη καὶ ταῦτα ἃ κατὰ παράδοσιν αὐτοῖς συμβέβηκεν. ὅτι δὲ καὶ ἱμάτια εἶχεν ἐξ ἀνθρώπων κατεσκευασμένα ἀναμφίβολον· «διεμερίσαντο γὰρ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ ἔβαλον κλῆρον». εἰ δὲ ἱμάτιον ἦν ἐξ ἀνθρώπων, δῆλον ὅτι ἐξ ἐρέας ἦν καὶ ἐκ λίνου· τὰ δὲ ἐκ λίνου καὶ ἐξ ἐρέας γεγενημένα ἄψυχά τινα

554

ἦν καὶ ἀναίσθητα. ἀλλ' ὅτε ἠθέλησε δεῖξαι αὐτοῦ τὸ δυνατὸν τῆς θεότητος, 3.431 «μεταμορφωθεὶς ἔδειξε τὸ πρόσωπον αὐτοῦ ὡς τὸν ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡσεὶ χιόνα». «πάντα γὰρ τῷ δυνατῷ δυνατά», εἰς τὸ ὑπὸ θῆξιν παρὰ προσδοκίαν καὶ τὰ ἀναίσθητα καὶ τὰ ἄπνοα εἰς δόξαν καὶ φαιδρότητα μετασκευάσαι, ὡς τὴν ῥάβδον Μωυσέως, ὡς τὰ ὑποδήματα τῶν υἱῶν Ἰσραήλ. πᾶσι γὰρ ὡμολόγηται ὅτι οἱ ἅγιοι ἀπόστολοι ἄνθρωποι ἦσαν, φθαρτοὶ τὰ σώματα ὡς ἡμεῖς, ἄφθαρτοι δὲ διὰ τὴν ἐνοικήσασαν αὐτοῖς θεοῦ δόξαν, καὶ σκιὰ μὲν Πέτρου πάντας τοὺς προσφερομένους ἔχοντας ἀσθενείας ἰᾶτο καὶ σουδάρια καὶ σιμικίνθια τῶν ἱματίων Παύλου δυνάμεις ἐργάζονται. 18. Καὶ πῶς οὗτοι θεὸν πολυπραγμονοῦσιν αἰσχράς τινας ὑπονοίας τεκταινόμενοι, περὶ ὧν οὐδεμία χρεία γεγένηται πώποτε πρὸς διαλογήν, οὐ προφήτῃ, οὐκ εὐαγγελιστῇ, οὐκ ἀποστόλῳ, οὐ συγγραφεῖ; ὅσα γὰρ τοιαῦτα οὗτοι λέγουσι, κἂν μυρία ἐπέκεινα τούτων κακῶς ὑπονοήσωσιν, οὐκ ἀνατρέψουσι τὴν πατρικὴν ἡμῶν πίστιν, τὴν τῇ ἀληθείᾳ Χριστὸν ἄνθρωπον καταγγέλλουσαν. ἐγεννήθη γὰρ Χριστὸς ἐν σαρκὶ κατὰ ἀλήθειαν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου καὶ εὐθὺς ἀπὸ κυήσεως Ἐμμανουὴλ καλεῖται, ὅ ἐστι θεὸς μεθ' ἡμῶν, οὐκέτι δὲ δεύτερον γεννᾶται. καὶ ἀπέδρα εἰς τὴν Αἴγυπτον τὸ παιδίον μετὰ Ἰωσὴφ καὶ Μαρίας, ἐπειδὴ ἐζήτουν τὴν ψυχὴν τοῦ παιδίου, ὡς δυναμένου αὐτοῦ ἐν σαρκὶ ἀποκτανθῆναι· ἀλλὰ προσεκυνήθη ὑπὸ τῶν μάγων ὡς θεὸς ἀληθινός, ἐν σαρκὶ γεννηθεὶς ἀληθείᾳ καὶ οὐ δοκήσει. καὶ ἀνελθὼν ἀπὸ Αἰγύπτου, κατὰ φόβον τοῦ Ἰωσὴφ οὐκ εἰσῆλθεν εἰς Ἱερουσαλήμ, δι' Ἀρχέλαον, ὡς δυναμένου τοῦ παιδίου κρατηθῆναι καὶ πρὸ τοῦ καιροῦ * ἐν σαρκὶ παθεῖν ὅπερ ἔμελλε πάσχειν. * ἀλλὰ διεκωλύθη ὑπὸ Ἰωάννου, ἐπιγνωσθεὶς ὑπὸ τοῦ δούλου δεσπότης, ὅτι θεὸς ἦν ἐνανθρωπήσας ἐν ἀληθείᾳ. οὐ κατεδέξατο δὲ τὴν τοῦ ἰδίου δούλου ἐν τῇ τοιαύτῃ ὑποθέσει τιμήν, ἵνα «πληρώσῃ πᾶσαν δικαιοσύνην» ἐν σαρκί, ἐν ἀληθινῇ καὶ τελείᾳ ἐνανθρωπήσει «τὸν ὑπογραμμὸν» τῆς σωτηρίας «ἡμῖν ὑπολιμπάνων». ἀλλὰ καὶ κέκμηκεν ἀπὸ τῆς ὁδοιπορίας ἐν ἀληθείᾳ, καὶ οὐχ ἁπλῶς ἔκαμεν, ἀλλὰ καὶ ἐκαθέσθη, διότι ἀληθινῶς ἐνηνθρώπησεν, καὶ ἐβόα λέγων 3.432 «δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», ἵνα δείξῃ τὴν αὐτοῦ θεότητα ἱκανὴν οὖσαν πάντα τὰ πλήθη τοῦ κόσμου τὰ πρὸς αὐτὸν ἀφικνούμενα ἀναπαῦσαι. ἀλλὰ καὶ ἐπειράσθη ὑπὸ τοῦ διαβόλου, καὶ ἔμεινε τεσσαράκοντα ἡμέρας μήτε ἐσθίων μήτε πίνων, ἵνα δείξῃ τὸ ἀνενδεὲς τῆς αὐτοῦ θεότητος. οὐ γὰρ πεινῶν ὑπέμεινεν, ὡς φιλοσοφικῶς καθ' ἡμᾶς ἐγκρατευόμενος καὶ αὑτὸν ἄγχων καὶ βιαζόμενος, ἀλλὰ ἀνυστερήτως διὰ τὴν ἀληθινὴν αὐτοῦ θεότητα. καὶ «ὕστερον», φησὶν ἡ γραφή, «ἐπείνασεν», ἵνα δείξῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν τῆς θεότητος, ἐνδιδούσης τῇ ἐνσάρκῳ παρουσίᾳ τῶν εὐλόγων χρειῶν καὶ ἀληθινῶν μετέχειν, ἵνα μὴ τὸ ἀληθινὸν τῆς ἀκολουθίας ἀφανίσῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν. καὶ γὰρ καὶ ἐπὶ τῆς συκῆς ἐπείνασε καὶ πηλὸν ἀληθινὸν ἐποίησεν· ἀλλὰ λόγον εἶπε πρὸς τὴν συκῆν ὁ θεὸς καὶ ἐγένετο, καὶ ἐπὶ τῆς νηὸς ἐπετίμησε τῷ ἀνέμῳ καὶ ἐπαύσατο, καὶ διὰ τοῦ πτύσματος καὶ πηλοῦ τῷ λόγῳ τῆς αὐτοῦ θεότητος καὶ τῷ πτύσματι τῆς αὐτοῦ ἐνανθρωπήσεως καὶ τῷ πηλῷ πάλιν ὡς τῷ Ἀδὰμ καὶ τούτῳ τὸ ἐλλιπὲς μέλος πλάττων ἐχαρίσατο, τῶν πάντων τελείως ἐν αὐτῷ ὄντων, ἐν σαρκὶ πασχόντων, ἐν θεότητι δὲ ἀπαθῶν ὄντων, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν, ὅλως μὴ πάσχων λοιπόν, ὅλως «μηκέτι ἀποθνήσκων». Εἰ δέ τινες διὰ τὸ μὴ ἀπὸ σπέρματος ἀνδρὸς τὸ σῶμα αὐτὸν εἰληφέναι ἀλλοῖον νοήσουσιν, οὐ πάντως διὰ τοῦτο οὐκ ἔστι κατὰ τὸ ἡμέτερον σῶμα. ἐξότε γὰρ ἀπὸ Μαρίας ὡμολόγηται, ἡμέτερον ἦν. καὶ γὰρ Μαρία οὐκ ἄλλη ἦν παρὰ τὰ ἡμέτερα σώματα, ἐπεὶ καὶ ὁ Ἀδὰμ οὐκ ἀπὸ σπέρματος ἀνδρὸς ἦν, ἀλλ' ἐκ τῆς γῆς πεπλασμένος. καὶ οὐ πάντως, ἐπειδὴ ἀπὸ τῆς γῆς ἦν καὶ οὐκ

555

ἀπὸ σπέρματος ἀνδρός, ἀλλοῖος ἦν παρὰ τὰ ἡμέτερα σώματα. ἡμεῖς γὰρ ἐξ αὐτοῦ γεγεννήμεθα καὶ οὐκ ἐσμὲν ἀλλοῖοι παρὰ τὸ ἐκείνου σῶμα, καίτοι γε ἐκ σπέρματος ἀνδρὸς καὶ ἀπὸ μήτρας γυναικὸς γεγεννημένοι. Ἀλλὰ ταῦτα μέν τινες σοφιζόμενοι πολλάκις καὶ ἐν τῇ διανοίᾳ ἔχοντες ἐκ τοῦ προκειμένου ἐξέπεσον, τινὲς δὲ πάλιν ἐξ αὐτῶν τῶν πρὸς ἡμᾶς ἐρχομένων ἄλλα μυρία καὶ ἐπέκεινα περιττολογοῦντες τὸν ἄνδρα τὸν ἐν πολλοῖς ἐπαίνοις φημιζόμενον διέβαλλον. καὶ τῷ μὲν ὄντι περιττότερον οἶμαι τοῦ δέοντος, ἢ κατὰ ἰδιωτείαν ἢ κατὰ ἀπαρακολουθησίαν *, ἢ κατ' αὐτοὺς ἐξερχόμενοι καὶ ἀποφθεγγόμενοι τὴν ταραχὴν εἰργάσαντο. ἀλλὰ νῦν μοι περὶ τῶν περιττῶν ἕως ὧδε ἀρκείτω ὁ λόγος, συνιόντων 3.433 τῶν ἐντυγχανόντων, ὅτι οὔτε φθόνῳ τετηκότες οὔτε μίσει τῷ πρὸς τὸν ἄνδρα *. εὐχόμεθα γὰρ αὐτὸν μὴ μερισθῆναι ἀπὸ τῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ τῆς γλυκύτητος τῆς πάσης ἀδελφότητος, ἀλλὰ ἀποθέσθαι αὐτὸν τῆς τοῦ λόγου τούτου φιλονεικίας τὴν ἔνστασιν καὶ ἐπιστρέψαι κατὰ τὸ εἰρημένον «ἐπίστρεφε ἐπίστρεφε ἡ Σουμανῖτις, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί». ὅμως περὶ τοῦ προκειμένου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας. 19. Τελείαν οὐ βούλεται λέγειν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, ἀλλὰ καὶ τὴν σωτηρίαν ἀποκρούεταί τινων, φόβον ἐμποιῶν καὶ λέγων ὅτι οὐ δεῖ τέλειον ἄνθρωπον τὸν αὐτὸν ἀνειληφέναι λέγειν, δῆθεν ἀπὸ τοῦ ῥητοῦ τοῦ εἰρημένου «ἀναλαμβάνων πραεῖς ὁ κύριος». οὐδὲν δὲ θαυμαστὸν οὔτε διαφοράν τινα ἐν τούτῳ τις ἔχει δεῖξαι, τῷ εἰπεῖν ἀναλαβεῖν σάρκα τὸν κύριον ἢ λαβεῖν τελείαν ἐνανθρώπησιν ἢ ὥσπερ πολλάκις ἐν ἡμῖν ὁμωνύμως πολλαὶ λέξεις τυγχάνουσιν. «ἀναλαμβάνων» γάρ φησι «πραεῖς ὁ κύριος» καὶ «ἀνέλαβέ με ἐκ τῶν ποιμνίων τῶν προβάτων», καὶ «ἀνελήφθη» καὶ «εἶπον δύο ἄνδρες· τί ἑστήκατε, ἄνδρες Γαλιλαῖοι; οὗτος ὁ ἀφ' ὑμῶν ἀναληφθείς». καὶ οὐ πάντως τὸ ἀναλαβεῖν μίαν ἔχει διαφορὰν ἐν τῷ λέγειν ἀνέλαβεν ἢ ἔλαβεν ἢ ἀνεπλάσατο εἰς ἑαυτὸν τὴν ἰδίαν ἐνανθρώπησιν, οὔτ' ἀπὸ τῆς λέξεως ἡμᾶς ταύτης πτύρουσιν οἱ βουλόμενοι κατὰ τῶν ἀκεραίων ἐπεγείρεσθαι καὶ λέγοντες ὅτι οὐχ οὕτως χρὴ λέγειν. καὶ μή τις νομίσῃ διαβάλλειν ἡμᾶς ἢ χλευαστικῶς λέγειν περὶ τῆς ὑποθέσεως ταύτης τὰ ῥήματα. πολλάκις γὰρ ἐσκεψάμην περὶ τούτου γράφειν *, ἵνα μή τις νομίσῃ ἡμᾶς κατ' ἔχθραν κατ' αὐτοῦ ἐπεγείρεσθαι. οὐδὲν γὰρ ἡμᾶς οὐδεὶς ἔβλαψεν, ὡς κατὰ τὸ ἀνθρώπινον λέγω, οὐδὲ τὰ ἡμῶν ἐν κόσμῳ ἀφήρπασεν. σκεπτόμενος δὲ τοῦ μὴ γράφειν ἠναγκάσθην ὑπ' αὐτῆς τῆς ἀληθείας, ἵνα μή τινα παραλείψω τῶν παρὰ τὴν πίστιν τι πεφρονηκότων, ὡς καὶ ὕστερον οἱ θεοσεβεῖς ἐντυχόντες ἐπιγνώσονται ὅτι οὐχ ἕνεκα ζήλου κοσμικοῦ ἡμῖν ὁ λόγος. μᾶλλον γὰρ ὠφέλει ἡμᾶς ὁ ἀνὴρ τὰ μέγιστα * τῶν κατὰ κόσμον καὶ κατὰ τὴν ἀγάπην, 3.434 εἴπερ ὁμοφρόνως τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ κατὰ πάντα τοῖς πᾶσι συνετί.434 θετο καὶ μὴ ξένον τι παρεισήγαγε ῥῆμα. ἤτοι οὖν παρ' αὐτῷ ἢ τοῖς παρ' αὐτοῦ μεμαθητευμένοις ὁ λόγος ἄλλως νοούμενος διὰ τοῦ τοιούτου σχήματος καὶ προφάσεως ἐν παρόδῳ ᾄδεται, οὐκ ἔχω λέγειν. πολλάκις δὲ διενοήθημεν καὶ ἔκπληκτοι γεγόναμεν, ὅτι ἕνεκεν τοῦ λόγου τούτου ἡ ἔνστασις τῆς φιλονεικίας καὶ τοῦ ἀγῶνος ἕως θανάτου παρ' αὐτῶν ἐκδικεῖται. καὶ ἐκ τούτου ἔγνωμεν ὅτι τάχα περιττοτέρᾳ τινὶ ὑπονοίᾳ παρ' αὐτοῖς ὁ λόγος ᾄδεται. 20. Ὅταν γὰρ ἐρωτήσῃς τινὰς ἐξ αὐτῶν, διαφόρως μὲν οἱ πάντες ἀναγγέλλουσι, τινὲς δὲ λέγουσι μὴ τελείαν εἰληφέναι τὸν κύριον ἐνανθρώπησιν μηδὲ τέλειον αὐτὸν γεγονέναι ἄνθρωπον. ἐπειδὴ δὲ τοῦτο φευκτὸν ἐγίνετο πολλοῖς, λοιπὸν ὕστερον εἰρωνείᾳ ἐκέχρηντο, ὡς ὕστερον ἐκ τοῦ στόματος αὐτῶν ἀκριβῶς μεμαθήκαμεν. ἐπὶ τῆς Ἀντιοχέων γὰρ γενόμενοι τοῖς ἀκραίμοσιν αὐτῶν συντετυχήκαμεν, ἐν οἷς καὶ Βιτάλιος ὁ ἐπίσκοπος ὑπῆρχεν, εὐλαβέστατος ἀνὴρ τῷ βίῳ καὶ τῇ καταστάσει καὶ τῇ πολιτείᾳ. ἐλέγομεν δὲ συμβουλεύοντες καὶ παρακαλοῦντες

556

συμφωνῆσαι τῇ πίστει τῆς ἁγίας ἐκκλησίας καὶ ἐᾶσαι τὸ φιλόνεικον ῥῆμα. ὁ δὲ Βιτάλιος ἔλεγε· τί γάρ ἐστι τὸ ἀνὰ μέσον ἡμῶν; εἶχε γὰρ οὗτος διάστασιν πρὸς αἰδέσιμόν τινα ἄνδρα καὶ ἐπίσημον, Παυλῖνον τὸν ἐπίσκοπον, καὶ Παυλῖνος πρὸς τὸν εἰρημένον Βιτάλιον, ὑφ' ἡμῶν μετακληθέντα. βουλόμενοι τοίνυν ἀμφοτέρους εἰς εἰρήνην συμβιβάσαι ἀμφότεροι γὰρ ἐδόκουν ὀρθόδοξον πίστιν κηρύττειν καὶ ἕκαστος διάστασιν εἶχε διά τινα πρόφασιν· ὁ μὲν γὰρ Βιτάλιος Παυλίνῳ ἐπέφερεν ὡς περὶ Σαβελλίου ὀνόματος ῥῆμα–διὸ γενομένων ἡμῶν * ἐπεσχέθημεν τῆς πρὸς τὸν Παυλῖνον τελείας κοινωνίας, ἕως ὅτε μετὰ ἐκθέσεως ἡμᾶς ἐγγράφου ἔπεισεν, δι' ἧς ἤδη πρότερον ἀπολογίας χάριν πρὸς τὸν μακαρίτην Ἀθανάσιον ἐποιήσατο τὴν συγκατάθεσιν. προσήνεγκε γὰρ καὶ ἐπέδωκεν ἡμῖν ταύτης τὸ ἀντίγραφον μεθ' ὑπογραφῆς, σαφῶς περὶ τριάδος ἔχον ὁμοῦ καὶ περὶ νοῦ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως, χειρὶ αὐτοῦ τοῦ μακαρίτου πατρὸς ἡμῶν Ἀθανασίου, ἣν ἔκθεσιν καθυπέταξα. καὶ ἔστιν ἥδε· Ἀντίγραφον διὰ χειρὸς Παυλίνου τοῦ ἐπισκόπου. 21. Ἐγὼ Παυλῖνος ὁ ἐπίσκοπος οὕτω φρονῶ καθὼς παρέλαβον ἀπὸ τῶν πατέρων, ὄντα καὶ ὑφεστῶτα πατέρα τέλειον καὶ ὑφεστῶτα υἱὸν τέλειον καὶ ὑφεστὼς τὸ πνεῦμα τὸ ἅγιον τέλειον. διὸ καὶ ἀπο.435 δέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων καὶ τῆς μιᾶς ὑποστάσεως ἤτοι οὐσίας, καὶ τοὺς φρονοῦντας οὕτως· εὐσεβὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν τριάδα ἐν μιᾷ θεότητι. καὶ περὶ τῆς ἐνανθρωπήσεως τῆς δι' ἡμᾶς γενομένης τοῦ λόγου τοῦ πατρὸς οὕτω φρονῶ καθὼς προγέγραπται, ὅτι κατὰ τὸν Ἰωάννην «ὁ λόγος σὰρξ ἐγένετο». οὐ γὰρ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ' ὅτι δι' ἡμᾶς ἄνθρωπος γέγονεν, ἔκ τε τῆς ἁγίας παρθένου καὶ ἁγίου πνεύματος γεννηθείς. οὔτε γὰρ ἄψυχον οὔτε ἀναίσθητον οὔτε ἀνόητον σῶμα εἶχεν ὁ σωτήρ. καὶ ἐν τῇ χειρὶ τοῦ ἐπισκόπου Ἀθανασίου· οὐ γὰρ οἷόν τε ἦν τοῦ κυρίου ἀνθρώπου δι' ἡμᾶς γενομένου ἀνόητον αὐτοῦ εἶναι τὸ σῶμα. ὅθεν ἀναθεματίζω τοὺς ἀθετοῦντας τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν καὶ μὴ ὁμολογοῦντας ἐκ τῆς οὐσίας ἢ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί. ἀναθεματίζω δὲ καὶ τοὺς λέγοντας τὸ πνεῦμα τὸ ἅγιον κτίσμα διὰ τοῦ υἱοῦ γεγονός. ἔτι δὲ ἀναθεματίζω τὴν Σαβελλίου καὶ Φωτεινοῦ καὶ πᾶσαν αἵρεσιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν καὶ πᾶσι τοῖς προγεγραμμένοις. Ἐπληρώθη. 22. Ἐλέγομεν δὲ καὶ τῷ ἀδελφῷ Βιταλίῳ καὶ τοῖς σὺν αὐτῷ· τί καὶ ὑμεῖς λέγετε; εἴ τι ἐστὶν ἀνὰ μέσον ὑμῶν, διορθώσασθε. ὁ δὲ ἔφη· λεγέτωσαν αὐτοί. ἔφησαν δὲ ὅτι οὐ λέγουσι τὸν Χριστὸν τέλειον γεγονέναι ἄνθρωπον. ὁ δὲ εὐθὺς ἀπεκρίθη ὅτι ναί, ὁμολογοῦμεν τὸν Χριστὸν τέλειον ἄνθρωπον εἰληφέναι. ἦν δὲ τοῦτο θαυμαστὸν τοῖς ἀκούσασι καὶ χαρᾶς ἔμπλεον. εἰδότες δὲ ἡμεῖς τὴν διάνοιαν τῶν διὰ προφάσεων τὸν νοῦν τῶν ἰδίων ἀδελφῶν σφετεριζόντων τὸ ἀκριβὲς ἐνεμείναμεν ἐρωτῶντες ὅτι φύσει σάρκα ὁμολογεῖς τὸν Χριστὸν εἰληφέναι; ὁ δὲ συνετίθετο ὅτι ναί. ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου ἄνευ σπέρματος ἀνδρὸς καὶ διὰ πνεύματος ἁγίου; ὁ δὲ καὶ τοῦτο ὡμολόγει. φύσει ἐκ τῆς παρθένου ἐλθὼν τὴν σάρκα ἀνείληφεν ὁ θεὸς λόγος, ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ μετὰ βάρους συνετίθετο. ἤδη δὲ ἐν χαρᾷ καθιστάμεθα, ἐπειδὴ παρά τινων πρὸς ἡμᾶς εἰς Κύπρον ἐλθόντων ἠκούσαμεν τῶν προειρημένων παίδων ὅτι οὐδ' ὅλως ἡ σὰρξ ἀπὸ Μαρίας ὡμολογεῖτο. ὅτε δὲ αὐτὸς ὁ εὐλαβέστατος ἀνὴρ ἐκ Μαρίας τὴν σάρκα ἀνειληφέναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὡμολόγησε, πάλιν παρ' ἡμῶν ἠρωτᾶτο εἰ καὶ ψυχὴν εἴληφεν. ὁ δὲ καὶ εἰς τοῦτο ὁμοίως μετὰ βάρους συνετίθετο, ὡς οὐ χρὴ 3.436 λέγειν ἄλλως, ἀλλὰ κατὰ πάντα ἀληθεύειν. χρὴ γὰρ τὸν περὶ ἀληθείας ἀνθρώποις γράφοντα τὸν πάντα νοῦν δοῦναι, πρὸ ὀφθαλμῶν μὲν τὸν φόβον τοῦ θεοῦ ἔχειν, καὶ μηδὲν παραπεποιημένον εἰς τὴν τῆς γραφῆς ἐπαγγελίαν συντάττειν. 23. Ὡμολόγει οὖν ὁ

557

Βιτάλιος καὶ ψυχὴν τὴν ἀνθρωπίνην εἰληφέναι· οὗτος γὰρ ἦν ὁ εἰπὼν ὅτι ναί, τέλειος ἄνθρωπος ἦν ὁ Χριστός. εἶτα μετὰ τὸ ἐρωτῆσαι ἡμᾶς περὶ ψυχῆς καὶ σαρκὸς τότε ἠρωτήσαμεν· νοῦν ἔλαβεν ἐλθὼν ὁ Χριστός; ὁ δὲ εὐθὺς ἠρνήσατο λέγων, οὐχί. εἶτα ἡμεῖς πρὸς αὐτόν· πῶς οὖν λέγεις τέλειον γεγονέναι ἄνθρωπον; ὁ δὲ τὸν λογισμὸν τὸν ἴδιον ἀπεκάλυπτε τῆς διανοίας, ὅτι τέλειον ἄνθρωπον λέγομεν εἶναι, εἰ τὴν θεότητα ποιήσομεν ἀντὶ τοῦ νοῦ καὶ τὴν σάρκα καὶ τὴν ψυχήν, ὡς εἶναι τέλειον ἄνθρωπον ἐκ σαρκὸς καὶ ψυχῆς καὶ θεότητος ἀντὶ τοῦ νοῦ. τῆς οὖν φιλονεικίας γνωσθείσης καὶ πολλὰ ἡμῶν περὶ τούτου διαλεχθέντων καὶ ἀπὸ γραφῆς συστησάντων, ὅτι χρὴ ὁμολογεῖν τὰ πάντα τελείως εἰληφότα τὸν θεὸν λόγον, τελείως τε οἰκονομηκέναι ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ τὴν ἐνανθρώπησιν καὶ ἐν τελειότητι ἔχειν ταύτην καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν συνηνωκέναι καὶ ἐνδόξως πνευματικὴν αὐτὴν ὅλην καὶ οὐκ ἄλλην σὺν τῇ ἰδίᾳ θεότητι ἐν ἑαυτῷ ἡνωμένην ἔχειν, τὴν ὅλην τελείωσιν μίαν θεότητα ἀποτετελεκέναι καὶ καθέζεσθαι ἐν οὐρανῷ ἐν δεξιᾷ τοῦ πατρός, ἐπὶ θρόνου δόξης τῆς αὐτοῦ ἀϊδίου κυριότητός τε καὶ βασιλείας, λοιπὸν ἀνέστημεν μὴ πεπεικότες ἀμφότερα τὰ μέρη διὰ τὴν προκειμένην φιλονεικίαν. νενόηται δὲ ἡμῖν ἀπὸ τούτου ὅτι οὐχ ἕνεκεν τοῦ νοῦ αὐτοῖς ὁ λόγος, ἀλλὰ ἐπὶ τοῦ νοῦ ἕτερόν ἐστι τὸ φρόνημα. ποτὲ γὰρ οὐχ ὡμολόγουν οὔτε ψυχὴν αὐτὸν εἰληφέναι. ἡμῶν δὲ ἀνθυποφερόντων καὶ λεγόντων, τί γάρ ἐστιν ὁ νοῦς; ὑπόστασιν τοῦτον νομίζετε εἶναι ἐν τῷ ἀνθρώπῳ; οὐκοῦν πολλοστός ἐστιν ὁ ἄνθρωπος; εἶτα παρά τισιν ἐνομίζετο εἶναι τὸ πνεῦμα τὸ ἀεὶ ἐν τῇ θείᾳ γραφῇ ἐν τῷ ἀνθρώπῳ ᾀδόμενον. ὅτε δὲ ἐδείξαμεν ὡς οὐχ ὁ νοῦς ἐστι τὸ πνεῦμα, τοῦ ἀποστόλου σαφῶς λέγοντος «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι», ἐντεῦθεν πολλοὶ μὲν ἦσαν οἱ λόγοι, οὐκ ἠδυνήθημεν δὲ αὐτοὺς πεῖσαι φιλονεικοῦντας. 3.437 24. Εἶτα πάλιν τισὶν ἡμῶν λεγόντων, τί γάρ; ὑπόστασιν τὸν νοῦν εἶναι λέγετε; τινῶν δὲ αὐτὸν λεγόντων μὴ εἶναι ὑπόστασιν, ἀπὸ τοῦ ἡμᾶς πεπεικέναι αὐτοὺς ὅτι οὐ χρὴ νομίζειν αὐτὸν οὔτε τὸ καλούμενον ἀνθρώπου πνεῦμα, διὰ τὸ εἰπεῖν «ψαλῶ τῷ νοΐ, ψαλῶ καὶ τῷ πνεύματι», μὴ ἐχόντων αὐτῶν πρὸς τοῦτό τι λέγειν, ἐλέγομεν· οὐκοῦν εἰ οὐκ ἔστιν ὑπόστασις ὁ νοῦς, ἀλλὰ κίνησις τῆς ἡμῶν πάσης ὑποστάσεως, νοῦν δὲ λέγετε τὸν Χριστὸν κατὰ τοῦτο τὸ μέρος, ἆρα οὖν φαντάζεσθε ἀνυπόστατον εἶναι τὸν Χριστὸν καὶ μόνον ἕως λόγου καὶ δοκήσεως τὴν ἐνδημίαν τῆς ἐνσάρκου παρουσίας αὐτὸν πεποιηκότα. ὡσαύτως οὐκ εἶχον ἀποδοῦναι λόγον. καὶ πολλὴ ἡμῖν γέγονε τότε † λυπηρὰ ἡ τῆς ζωῆς κατάστασις, ὅτι ἐν τοῖς προειρημένοις ἀδελφοῖς καὶ ἐπαινετοῖς ἐβλήθησαν ἁπλῶς φιλονεικίαι, ἵνα διαστάσεις ἐν ἡμῖν πάντοτε ὁ προειρημένος τῶν ἀνθρώπων πολέμιος διάβολος ἐξεργάσηται. πολλὴ δέ ἐστι τῆς τοιαύτης αἰτίας, ἀδελφοί, ἡ κατ' ἔννοιαν βλάβη. εἰ μὲν γὰρ ἐξ ἀρχῆς περὶ τούτου οὐκ ἐκινήθη λόγος, ἁπλούστατον ἦν. τί γὰρ τοῦτο τὸν κόσμον ὤνησε τὸ καινοτόμημα ἢ τὴν ἐκκλησίαν ὠφέλησεν ἢ οὐχὶ μᾶλλον ἔβλαψε, μῖσος καὶ στάσιν ἐργασάμενον; ἐπειδὴ δὲ ὁ λόγος προεβλήθη, φοβερὸς γέγονεν. οὐ γὰρ εἰς τὸ κρεῖσσον τῆς ἡμῶν σωτηρίας· ἄρνησις γάρ ἐστιν οὐ μόνον ἐν τούτῳ τῷ μέρει τῷ μὴ ὁμολογοῦντι, ἀλλὰ καὶ ἐν βραχυτάτῳ τινί. οὐ χρὴ γὰρ οὐδὲ κἂν ἐν τῷ τυχόντι παρεξέρχεσθαι τῆς ὁδοῦ τῆς ἀληθείας. λέξωμεν τοίνυν καὶ κατὰ ταύτης τῆς ὑποθέσεως, βουλόμενοι μὴ ἔξω τῆς ἑαυτῶν ζωῆς βαίνειν μηδὲ τὸν κανόνα καταλιμπάνειν τῆς ἁγίας θεοῦ ἐκκλησίας καὶ ὁμολογίας. οὐδενὶ γὰρ πώποτε τῶν παλαιῶν τοῦτο εἴρηται, οὔτε προφήτῃ οὔτε ἀποστόλῳ οὔτε εὐαγγελιστῇ, οὐ τινὶ τῶν ἐξηγητῶν ἕως τούτων τῶν ἡμετέρων χρόνων, ἐξ οὗ καιροῦ ἀπὸ τοῦ προειρημένου λογιωτάτου ἀνδρὸς τὸ τοιοῦτον σοφιστικὸν προῆλθε ῥῆμα. παιδείᾳ γὰρ οὐ τῇ τυχούσῃ ὁ ἀνὴρ ἐξήσκηται, ἀπὸ τῆς τῶν λόγων προπαιδεύσεώς τε καὶ Ἑλληνικῆς διδασκαλίας

558

ὁρμώμενος, πᾶσάν τε διαλεκτικὴν καὶ σοφιστικὴν πεπαιδευμένος, ἀλλὰ καὶ τὸν ἄλλον βίον σεμνότατος, † καὶ τῶν πρὸς ὀρθοδόξους ἀεὶ ἐν ἀγάπῃ ἐν πρώτῳ ἀριθμῷ ταττόμενος ἕως τούτου τοῦ λόγου διέμεινεν. ἀλλὰ καὶ ἐξορίαν ὑπέμεινε, διὰ τὸ μὴ βούλεσθαι τοῖς Ἀρειανοῖς συγκατιέναι. καὶ τί με δεῖ λέγειν; πολλὴ ἡμῶν ἡ λύπη καὶ πένθος ἡ ζωή, ὅτι λυπεῖν εἴωθεν ὁ διάβολος ἡμᾶς ἀεί, ὡς ἤδη πολλάκις εἶπον. 3.438 25. Ἄρξομαι τοίνυν περὶ τούτου τοῦ ῥητοῦ λέγειν, ἵνα μηδέν τι, ὡς ἔφην, τῆς ἀληθείας παραλείψω. τί ἡμᾶς ὠφέλησε τὸ παρεκβάλλειν τὸν νοῦν ἀπὸ τῆς ἐνσάρκου παρουσίας Χριστοῦ; εἰ γὰρ ὅλως τοῦ βοηθῆσαι, ἵν' οὕτως εἴπω, τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ καὶ θεῷ λόγῳ καὶ υἱῷ θεοῦ ὁ ὑμέτερος λογισμὸς προήχθη, ἵνα μὴ εἴπωμεν αὐτὸν εἰληφέναι νοῦν, ὅπως μὴ νοήσωμεν ἐλάττωσιν περὶ τὴν αὐτοῦ θεότητα, πολλῷ μᾶλλον προτιμότεροι ἡμῶν τυγχάνουσι Μανιχαῖοι καὶ Μαρκιωνισταὶ καὶ ἄλλαι αἱρέσεις, μὴ σάρκα αὐτῷ προσάπτειν βουλόμενοι, ἵνα μὴ ἐλάττωσιν τῇ θεότητι αὐτοῦ περιποιήσωνται. ἀλλ' οὐ κατὰ τὴν τῶν ἀνθρώπων βούλησιν ἡ ἀλήθεια ἔχει τὴν δύναμιν, ἀλλὰ κατὰ τὴν αὐτῆς διακυβερνητικὴν σοφίαν καὶ οἰκονομικὴν ἀκαταληψίαν. τοίνυν ἡμῶν οὕτως ὁμολογούντων καὶ μὴ κατὰ τὸν Μανιχαῖον ἐχόντων οὐ χάριν γὰρ ἐκεῖνος δώσει, δοκῶν εἰς ἔπαινον Χριστοῦ σάρκα λέγειν αὐτὸν μὴ εἰληφέναι, ἀλλὰ μᾶλλον τῆς ἀληθείας ἐκπεσεῖται, δοκήσει ὁμολογῶν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, οὕτω καὶ ἐν τῷ παρόντι τοῖς ἡμετέροις ἀδελφοῖς ἔσται ἡ χυδαιολογία ματαία χάρις τυγχάνουσα. ὡμολόγηται γὰρ παρ' αὐτοῖς τε καὶ παρ' ἡμῖν * ἐὰν μὴ θέλωσιν ἑτέρως φρονεῖν, καθώς τινες πολλάκις ἀπ' αὐτῶν ὄντες ἑάλωσαν πιεζόμενοι, διὰ τοῦτο καὶ ἀρνούμενοι σάρκα ἀληθινὴν τὸν Χριστὸν εἰληφέναι, ὡς ἄνω μοι εἴρηται, ὅτι τινὲς ἐτόλμησαν λέγειν ὁμοούσιον εἶναι τὴν σάρκα τῇ αὐτοῦ θεότητι. ἀλλ' ἐκεῖνοι μὲν παρεκβαλλέσθωσαν ὡς μὴ μεταγνόντες καὶ ἐλεγχθέντες ἐπὶ τῷ τοιούτῳ ἀτοπήματι παρὰ τοῖς περὶ σαρκὸς ἐν αὐτοῖς καλῶς φρονοῦσι. πάντως γάρ που ὁ αὐτὸς εὐλαβέστατος Ἀπολινάριος οὐκ ἀρνήσεται. 26. Εἰ τοίνυν σάρκα εἴληφεν ἐλθὼν ὁ λόγος καὶ ἀπὸ Μαρίας ἐν ἀληθείᾳ, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου, ἐγκυμονηθεὶς δὲ ἐν ἀληθείᾳ καὶ ἀναπλασάμενος ἑαυτῷ τὴν σάρκα, ὡς θεὸς καὶ πλάστης ὢν τοῦ πρωτοπλάστου ἀνθρώπου καὶ πάντων, ἄρα γε οὐκ ἠλαττώθη ἐλθὼν ὁ λόγος, ἀλλ' ἔμεινεν ἐν τῇ ἰδίᾳ ἀτρέπτῳ φύσει. οὐ γὰρ λαβὼν τὴν σάρκα τροπὴν ὑπέστη, ὡς ὁμοούσιος θεῷ πατρὶ καὶ οὐκ ἀλλότριος παρὰ τὸν πατέρα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. εἰ τοίνυν ὡμολόγηται σαφῶς σάρκα αὐτὸν εἰληφέναι καὶ ἡδρύνθαι, ἄρα οὐκ ἐκτὸς ψυχῆς τυγχάνει. πᾶν γὰρ τὸ ἁδρυνόμενον πλὴν τῶν ἀκινήτων ἐκ ψυχῆς καὶ σώματος συνέστηκε, κατὰ τὸ εἰρημένον «ὁ δὲ Ἰησοῦς προέκοπτεν ἐν 3.439 σοφίᾳ καὶ ἡλικίᾳ», ἵνα δείξῃ διὰ τῆς ἡλικίας τὴν σάρκα· ἡλικία δὲ ἀπὸ τῆς ψυχῆς, ὡς ἔφην, καὶ σώματος τελειοῦται. μετὰ δὲ τὸ εἰπεῖν «προέκοπτεν ἡλικίᾳ» ἀκολούθως φησί «καὶ σοφίᾳ». ὁ ὢν δὲ σοφία πατρὸς πῶς προέκοπτεν ἐν σοφίᾳ, εἰ ἀλλότριον ἦν τὸ σκεῦος νοῦ ἀνθρωπίνου; καὶ εἰ ἄνευ νοὸς ἐτύγχανε, πῶς σοφίᾳ ἐν ψυχῇ καὶ σώματι προέκοπτε; καὶ ὁρᾷς πόση τίς ἐστι βεβιασμένη διάνοια τῶν τὸν νοῦν παρεκβαλλόντων; ἀλλά, φησίν, οὐ λέγω ὅτι νοῦν εἴληφεν ἀνθρώπινον, ἐπεὶ ποιήσομεν αὐτὸν ἐπιθυμοῦντα, ἐρεθιζόμενον· ἐπειδὴ γὰρ ἐν ἡμῖν ἐπιθυμητὴς ὁ νοῦς τυγχάνει. καὶ ἁπλῶς πολλὴ τῶν ἀνθρώπων ἐρεσχελία, ὡς εἴρηκεν «ἐποίησεν ὁ θεὸς ἁπλοῦν σὺν τὸν ἄνθρωπον, αὐτοὶ δὲ ἐποίησαν ἑαυτοῖς λογισμοὺς πολλούς». εἰ γὰρ ὅλως ὁμολογούντων ἡμῶν νοῦν εἰληφέναι τὸν ἀνθρώπινον νοήσομεν εἰς ἑαυτὸν τῆς ἡμετέρας ἐλαττώσεως τὰ μέρη, πολλῷ μᾶλλον ὁμολογούντων ἡμῶν σάρκα αὐτὸν εἰληφέναι δώσομεν κατὰ τὸ μέρος τοῦτο κατὰ τὸν αὐτὸν λόγον, ὅτι ἐν σαρκὶ ἠλάττωται· ὅπερ μὴ γένοιτο. ὡς οὖν οὐκ ἐν τῇ σαρκὶ

559

ἠλαττώθη, καίπερ ἀληθινὴν σάρκα ἔχων, ἐλθὼν ὁ λόγος, οὐδὲ ἐν τῷ νῷ τὰ μὴ πρέποντα τῇ αὐτοῦ θεότητι διανενόηται, ἀλλ' ὅσα ἦν εὔλογα σαρκὶ καὶ ψυχῇ καὶ νῷ ἀνθρωπίνῳ, ταῦτα ἐπετέλει ἐλθὼν ὁ κύριος, ἵνα μὴ ταράξῃ τῆς ἀληθινῆς ἐνσάρκου παρουσίας τὴν ἀκολουθίαν. εὔλογον γὰρ ἦν πεῖνα καὶ δίψα καὶ κάματος καὶ ὕπνος, ὁδοιπορία τε καὶ λύπη, κλαυθμὸς καὶ ἐμβρίμησις. ταῦτα δὲ ἀκολούθως ἐν αὐτῷ τελεσθέντα εὔλογα τῆς ἐνσάρκου ἀληθινῆς παρουσίας τὴν ἀλήθειαν ὑπέφηνεν. 27. Οὐ γὰρ γέγραπται ὅτι ἐπεθύμησεν ἐπιθυμίαν φαύλην. ἀγαθὴν δὲ ἐπιθυμίαν ἐπεθύμησε φήσας «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν». ἐπιθυμία δὲ ἐκ θεότητος οὐ γίνεται, οὐδὲ ἐκ σαρκὸς μονωτάτης οὐδὲ ἐκ ψυχῆς ἀνοήτου, ἀλλὰ ἐκ τελείας ἐνανθρωπήσεως σώματος καὶ ψυχῆς καὶ τοῦ νοῦ καὶ παντὸς οὗτινος τοῦ ἐν ἀνθρώπῳ τυγχάνοντος. ἔσχε γὰρ ταῦτα ἐλθὼν ὁ λόγος, σῶμα καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας, χωρὶς ἐλαττώματος, κατὰ τὸ εἰρημένον «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας». εἰ δὲ κατὰ πάντα πεπείραται, τὰ πάντα ἔσχεν ἐλθὼν ὁ λόγος. πάντα δὲ ἔχων ἀήττητος ἐν αὑτῷ ἦν, ἄχραντά τε διετήρησε, τέλειος ὢν θεός, ἐκ σαρκὸς γεγεννημένος καὶ τελείως τὰ πάντα πληρώσας, 3.440 ὡς πληρωτὴς ὢν ὅλου τοῦ σκεύους, μὴ μερισθεὶς τῇ τῆς σαρκὸς ἀναρμόστῳ ἐπιτηδεύσει, μὴ παρελκυσθεὶς τῷ τοῦ νοῦ ἀλλοίῳ ἐν ἡμῖν φρονήματι. οὐ γὰρ ὁ νοῦς ἡμῶν εἰς τὸ ἁμαρτάνειν ἡμῖν γεγένηται, ἀλλὰ διὰ τὸ σκοπεῖν τῶν ἐν ἡμῖν ἀναθεωρουμένων κατ' ἀμφοῖν πραγμάτων τὰ τέλεια καὶ τὴν ἐργασίαν τῆς δικαιοσύνης καὶ ἐναντιότητος. «νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται» καὶ «ὀφθαλμὸς κατανοεῖ καὶ νοῦς ὁρᾷ». ὅρασις τοίνυν καὶ γεῦσις καὶ διάκρισις ὁ νοῦς ἐν ἡμῖν ὑπάρχει, ἐκ θεοῦ ἡμῖν κεχαρισμένος, οὔπω δὲ συγκαταθετικὸς τῶν ἀεὶ γινομένων, ἐὰν μὴ θέλῃ ὁ ἄνθρωπος. ἡ δὲ σὰρξ ἀεὶ ἐν πάσῃ γραφῇ ἀποκηρύττεται διὰ τὴν ἐν αὐτῇ γινομένην ἐπιθυμίαν, οὐ πάντως δὲ αὐτὴν τὴν σάρκα ἀποκηρύττει, ἀλλὰ τὰ ἐξ αὐτῆς γινόμενα ἀπεκήρυξεν ὁ λόγος, ὡς ἔφη ὁ ἀπόστολος «οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν», διὰ τὰ ἐκ τῆς σαρκὸς ἐπιφυόμενα. ἵνα δὲ ἀποκρούσηται τῶν αἱρέσεων τὴν διάνοιαν, μή πως νομίσωσι τὴν σάρκα ἀπὸ τῆς τῶν νεκρῶν ἀναστάσεως ἀπηλπίσθαι, λέγει «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν», ἵνα μὴ παρεκβάλλων τὰ ἔργα τῆς σαρκός, ἃ σάρκα εἴωθεν ἡ γραφὴ καλεῖν, νομισθείη τὴν ἐλπίδα τῆς ἀναστάσεως τῆς σαρκὸς παρεκβάλλειν. τὰ γὰρ ἔργα τὰ ἐν αὐτῇ γινόμενα φαῦλα σαφῶς ἀπεκήρυξεν, αὐτὴν δὲ τὴν σάρκα ἅγιον ναὸν ἐπέδειξεν ἐν τῷ ἁγιάσαντι αὐτοῦ τὴν σάρκα, κατὰ τὸ γεγραμμένον ὅτι «θρησκεία δὲ καθαρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου», καὶ ἐν ἄλλῳ «μακάριοι οἱ ἁγνὴν τὴν σάρκα τηρήσαντες». πολλάκις δὲ κατ' αὐτῆς λέγουσα ἡ γραφὴ ἐδίδαξεν ἡμᾶς τὰς ἐπιθυμίας καὶ ἡδονὰς ἐξ αὐτῆς βλαστάνειν, κατὰ δὲ τοῦ νοῦ οὐδὲν ἐξηγεῖται ἡ γραφή, ἀλλὰ «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι» καὶ «ἐὰν ψαλῶ πάλιν τῷ πνεύματι, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι». καὶ ὁρᾷς ὅτι ἐν αὐτῷ καρπὸς ἐν τῷ νῷ· κἄν τε μὴ ᾖ καρπός, οὐ πάντως τὸν νοῦν κατέλεξεν ἐν ἁμαρτίαις, ἀλλὰ δι' αὐτοῦ μᾶλλον τὸν καρπὸν ἀπεφήνατο. 28. Τί δὲ τοῦτο πρὸς τὴν τοῦ κυρίου ἡμῶν δύναμιν τῆς θεότητος ἐνσκήψει; τί δὲ ἠμαύρωσε τὴν αὐτοῦ δύναμιν; τῆς ἁγίας γυναικὸς γαστήρ; μήτρα παρθένου; τοκετῶν πόροι; ἀγκάλαι Συμεῶνος; Ἄννης ὑποδοχή; 3.441 Μαρίας βασταγμός; τῆς πόρνης ἁφαί; τρίχες γυναικὸς ποδῶν ἁπτόμεναι; ἀλλὰ τὰ δάκρυα; ἀλλὰ μνήματος αἱ θέσεις; σινδὼν γὰρ εἰλήσας τὸ σῶμα αὐτοῦ οὐ περιεγένετο ἐκείνου τοῦ ἀκραιφνοῦς καὶ τῆς αὐτοῦ μεγίστης δυνάμεως. καὶ γὰρ ἔτι ἐν κοιλίᾳ τυγχάνων Ἰωάννης ἐσκίρτα, χαίρων ἐπὶ τῇ τοῦ δεσπότου αὐτοῦ πρὸς αὐτὸν

560

εἰσόδῳ διὰ τῆς ἐγκυμονήσεως τῆς ἁγίας παρθένου. γεννηθεὶς δὲ καὶ ἐν φάτνῃ κείμενος οὐ λέληθεν ἀγγέλων χορόν. παρεμβολαὶ δὲ ἐπὶ τῇ τοῦ βασιλέως τοῦ αἰῶνος εἰσόδῳ δορυφορεῖν ἀπεστέλλοντο, ὕμνοι ἐπινίκιοι ἐτελοῦντο, εἰρήνη ἐν τοῖς ποιμέσιν ἐκηρύττετο. ἀλλὰ τί ἠμαύρωσε τὴν αὐτοῦ δύναμιν; ἔτι γὰρ ὄντος αὐτοῦ βρέφους καὶ βασταζομένου ἀστέρος μὲν γίνεται σημεῖα ἀπὸ ἀνατολῶν, μάγων παρουσία, προσκύνησίς τε καὶ δωροφορία, γραμματέων ζήτησις βασιλεῖ, ἡ περὶ αὐτοῦ ἀπόκρισις καὶ ὁμολογία. τὰ δὲ ἄλλα πάντα, ὅσα περιέχει ἡ ἀκολουθία, τί ἐνέσκηψε τῇ αὐτοῦ θεότητι; ποῖον ἐπικάλυμμα ἔσχεν, ὡς ἐν ἡμῖν, ἡ σαρκὸς κατοχή; ἐπιτιμᾷ μὲν κλύδωνι καὶ τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ οὐκ ἐπέχεται ἀπὸ τῆς σαρκὸς ἡ τῆς αὐτοῦ θεότητος δύναμις, ἐπιτελοῦσα τὸ κατὰ φύσιν τῆς θεότητος. ἀλλὰ καὶ ὄγκου καὶ βάρους τῆς σαρκὸς ὑπαρχούσης οὐ βάρει συνέχεται. περιπατεῖ γὰρ ὡς ἐπὶ ξηρᾷ ἐπὶ τοῖς ὕδασιν, ὡς ἄτρεπτος θεός, ἐν σαρκὶ μὲν ὑπάρχων, οὐκ ἀπὸ σαρκὸς δὲ ἀλλοιούμενος. καὶ καλεῖ μεγάλῃ φωνῇ «Λάζαρε, δεῦρο ἔξω», οὐκ ἀντίθετον ἔχων τὴν σάρκα, οὐδὲ τῆς θεότητος ἐν σαρκὶ τῇ τελείᾳ ἐνανθρωπήσει δεδουλωμένης. 29. Καὶ πολλά μοί ἐστι περὶ τούτου λέγειν· ἀλλὰ καὶ ἐκ νεκρῶν ἀνίσταται καὶ ἀναμοχλεύει τὰ καθ' Ἅιδου καὶ ἑλὼν ἀνήνεγκε τὴν αἰχμαλωσίαν καὶ ἀναστὰς τὸ τριήμερον ἐν αὐτῇ τῇ ἁγίᾳ σαρκὶ καὶ ψυχῇ τῇ ἁγίᾳ καὶ νῷ καὶ παντὶ τῷ σκεύει καὶ ἐν τῇ θεότητι ἡνωμένος τέλειος γέγονεν ἄνθρωπος, συνενώσας τὴν ἐνανθρώπησιν ἑαυτοῦ τῇ θεότητι, «θανάτου αὐτοῦ μηκέτι κυριεύοντος». τῇ δὲ θεότητι συνηνωμένος τὸ παχυμερὲς λεπτομερὲς ἐτελείου, «εἰσερχόμενος θυρῶν κεκλεισμένων», καὶ μετὰ τὴν εἴσοδον δεικνὺς «σάρκα καὶ ὀστέα», ἵνα τὸ σωτήριον τῆς δυνάμεως ὑποφάνῃ, ἵνα τὴν ἡμῶν ἐλπίδα ὑποδείξῃ ὅτι τὰ πάντα ἐτελείωσεν ἐλθὼν ὁ λόγος καὶ ἐν αὐτῷ τῷ σώματι ἀναληφθεὶς ἐνδόξως ἐκάθισεν 3.442 ἐν δεξιᾷ τοῦ πατρός, οὐκ ἀπὸ τοῦ ὄγκου πιεζόμενος, οὐκ ἐκτὸς τοῦ σώματος ὑπάρχων, τὸ δὲ σῶμα πνευματικὸν ἐγείρας. εἰ τὸ ἡμέτερον «σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», πόσῳ γε μᾶλλον τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ; διὸ πεπλήρωται «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, οὐδὲ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην». ἀλλὰ ταῦτά μοι πάντα περὶ τῆς τελείας αὐτοῦ ἐνανθρωπήσεως εἴρηται, ἵνα μή τινες νομίσωσι διὰ τὸ σάρκα αὐτὸν ἀνειληφέναι τελείαν μὴ ἄρα καὶ τὰ τῆς σαρκὸς ἄλογα ἔπραξεν. οὐδεὶς γὰρ τῶν εὐσεβῶς πιστευόντων εἰς αὐτὸν τοῦτο νοεῖ ἢ λέγει. εἰ δὲ οὐδεὶς νοεῖ περὶ αὐτοῦ τὰ τῆς σαρκὸς ἄλογα πεπραχέναι, οὔτε τὰ τοῦ νοῦ ἄλογα αὐτὸν πεποιηκέναι νοήσειεν. καὶ ὅτι μὲν τελείως ἐνηνθρώπησεν ἐλθὼν ὁ λόγος, τοῦτο δῆλον. καὶ ἐὰν εἴπωμεν τελείως, οὐ δύο Χριστοὺς ἔχομεν, οὐ δύο βασιλέας υἱοὺς θεοῦ, ἀλλὰ τὸν αὐτὸν θεὸν τὸν αὐτὸν ἄνθρωπον, οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσαντα, ἀλλ' αὐτὸν ὅλον ἐνανθρωπήσαντα, οὐκ ἄνθρωπον ὄντα ἐλθόντα εἰς προκοπὴν θεότητος, ἀλλὰ θεὸν ἀπ' οὐρανῶν ἐλθόντα καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἰδίαν ἐνανθρώπησιν κατὰ τὴν αὐτοῦ δυνατὴν θεότητα, ὡς λέγει ὅτι «ὁ λόγος σὰρξ ἐγένετο». τὸ δὲ λόγος σὰρξ ἐγένετο, ἵνα μή τινες νομίσωσιν ὅτι πρῶτον ἄνθρωπος ἦν καὶ ἦλθε Χριστὸς εἰς ἄνθρωπον, διὰ τοῦτο λόγον πρῶτον ἔταξε τὸ θεῖον εὐαγγέλιον, εἶτα τὴν σάρκα ὡμολόγησεν ὅτι «ὁ λόγος σὰρξ ἐγένετο». οὐ γὰρ εἶπεν, ἡ σὰρξ λόγος ἐγένετο, ἵνα δείξῃ πρῶτον λόγον ἀπ' οὐρανῶν ἐλθόντα, εἰς ἑαυτὸν δὲ ὑποστήσαντα τὴν σάρκα ἀπὸ τῆς μήτρας τῆς ἁγίας παρθένου καὶ πᾶσαν τὴν ἐνανθρώπησιν τελείως εἰς ἑαυτὸν ἀναπλασάμενον. κἄν τε γὰρ εἴπῃ, «ὁ λόγος σὰρξ ἐγένετο», οὐχ ὅτι ἐτράπη ὁ λόγος εἰς σάρκα καὶ γέγονεν ὁ λόγος σὰρξ ἢ ἡ θεότης μετεβλήθη εἰς σάρκα, ἀλλὰ σὺν τῇ θεότητι ἔλαβε τὴν ἰδίαν αὐτοῦ ἐνανθρώπησιν ἐλθὼν ὁ θεὸς λόγος. 30. Καὶ «προέκοπτε», φησίν, «ἐν ἡλικίᾳ Ἰησοῦς καὶ σοφίᾳ». ὁ δὲ νοῦν μὴ

561

ἔχων ἀνθρώπινον πῶς προέκοπτε; καθὼς ἤδη μοι εἴρηται· ὡς καὶ μαρτυρεῖ τούτῳ τῷ λόγῳ ὁ ἅγιος τοῦ θεοῦ προφήτης Ἠσαΐας φήσας «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ' ᾧ εὐδόκησα». καὶ ὁρᾷς ὅτι τὸ συνήσει ἐπὶ τελείαν ἐνανθρώπησιν φέρεται; οὐ δύναται γάρ τις συνιέναι νοῦν μὴ ἔχων, οὔτε ἐπὶ τῇ θεότητι τοῦτο πληροῦται. οὐκ ἐπιδεὴς γὰρ συνέσεως ἡ οὖσα αὐτοσύνεσις, οὐδὲ ἐπιδέεται σοφίας ἡ οὖσα αὐτοσοφία, ἀλλὰ τὸ συνήσει ἐπὶ τῷ νῷ τῷ ἀνθρωπίνῳ λαμβάνεται. 3.443 πόθεν δὲ ἐπείνα, λέγε μοι. εἰ μὲν γὰρ σὰρξ μόνον ἦν, πῶς ἠδύνατο μνησθῆναι πείνης; καὶ εἰ ἐκ ψυχῆς καὶ σώματος ἦν μόνης, ψυχῆς μὴ ἐχούσης τὸ λογικὸν τοῦ νοῦ, τὸν λογισμὸν τῆς ἐνανθρωπήσεως οὐ τὸν φαῦλον λέγω, ἀλλὰ τὸν ἐπὶ τῇ εὐλόγῳ χρείᾳ τεταγμένον, συμπρεπόντως τῇ θεότητι, πῶς ἠδύνατο πεινάσαι ἢ διανοηθῆναι πεῖναν; πόθεν δὲ λελύπηται, λέγε μοι, ψυχῆς μὴ ἐχούσης νοῦν καὶ τὸ λογίζεσθαι; ἀλόγου γὰρ ψυχῆς οὔσης ἢ σαρκὸς ἀψύχου οὔσης οὔτε ὑπὸ λύπην ὑπέπιπτεν οὔτε εἰς ἀθυμίαν. καὶ πολλά ἐστιν ἃ χρὴ ἡμᾶς διανοουμένους * εἰδέναι, ὅτι τὰ σοφιστικὰ περιττὰ τυγχάνει καὶ πλήττει μᾶλλον τοὺς ὑπὲρ τὸ δέον βουλομένους διανοεῖσθαι καὶ μὴ μετρεῖν ἑαυτοὺς ἐν τῷ μέτρῳ τῷ ἡμῖν κατὰ παραίνεσιν εἰρημένῳ ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου τοῦ φήσαντος «μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν». 31. Φέρουσι δὲ ἡμῖν καὶ λέξεις τινὰς ὅτι, φησίν, «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». καί φασιν, ὁρᾷς ὅτι τοῦ Χριστοῦ ὁ νοῦς ἕτερος παρὰ τὸν ἡμέτερον; καὶ ὢ πολλὴ ἡ τῶν ἀνθρώπων ἀφελότης, ὅτι εἰς ὃ ἑκάτερος βούλεται κλίνει καὶ ἐν ᾧ δοκεῖ σοφίζεσθαι μᾶλλον ἰδιώτης εὑρίσκεται. ἡμῶν γὰρ ὄντων «ἰδιωτῶν τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει», κατὰ τὸ εἰρημένον, βραχέων δὲ σφόδρα ὄντων, θαυμαζόντων τε τῶν τοιούτων ἀνθρώπων καὶ ἀπὸ λόγων ὁρμωμένων τὸν νοῦν, ἀπορίας ἡμῖν κατάστασις περὶ τὴν διάνοιαν συμβαίνει, ὅτι τὸ ῥητὸν τοῦτο εἰς παράστασιν τῆς τοιαύτης αὐτῶν ἁπλῶς ἀργῆς φιλονεικίας λαμβάνουσιν, ὅλως τοῦ πράγματος μὴ ἔχοντος ἔμφασιν ἐπικοινωνοῦσαν τῇ τοιαύτῃ σχέσει. «ἡμεῖς», γάρ φησι, «νοῦν Χριστοῦ ἔχομεν». τί δὲ ἄρα εἴη ὁ Χριστὸς παρ' αὐτοῖς ἐρωτητέον, ἢ ὁ νοῦς Χριστοῦ τί ἄρα εἴη. ἐνταῦθα δὲ ὑποφαίνουσιν ἕτερον τὸν Χριστὸν εἶναι νενοηκότες καὶ ἑτέραν τὴν αὐτοῦ θεότητα. εἰ γὰρ ἀντὶ τοῦ νοῦ τὸν Χριστὸν ὑπολαμβάνουσι, Χριστὸν δὲ τὴν ἔνσαρκον μόνην Χριστοῦ παρουσίαν ὀνομάζουσιν, ἄρα πάλιν εἰς ἑτέραν ζήτησιν ἡμᾶς ἄγειν πειρῶνται. καὶ ὅτι μὲν οὖν οὐκ ἀπὸ τῆς ἐνσάρκου παρουσίας θεὸς λόγος καὶ υἱὸς τοῦ θεοῦ ἑρμηνεύεται δῆλον. εἰ δὲ καὶ προῆγον περὶ αὐτοῦ μαρτυρίαι τὸν Χριστὸν αὐτὸν 3.444 καλοῦσαι καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας, ἐν τῇ παρουσίᾳ πεπλήρωνται, μήτε τῆς θεότητος ἐκτὸς Χριστοῦ ὑπαρχούσης ὀνόματος μήτε τῆς ἐνσάρκου παρουσίας καὶ τῆς αὐτοῦ ἐνανθρωπήσεως ἄνευ τῆς τοιαύτης ὀνομασίας ὀνομαζομένης, ὡς κατὰ τὸ εἰρημένον «μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἀναγαγεῖν ἐκ νεκρῶν», καὶ πάλιν ὁ αὐτὸς λέγει «ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· τὸ δὲ ἀπέστειλας ἄνωθεν τυγχάνει ἔχον τὴν θεωρίαν, ἀλλ' οὐκ ἐκτὸς ὂν τῶν ὑπὸ Πέτρου εἰρημένων ὅτι «Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς τέρασι καὶ σημείοις, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ» καὶ τὰ τούτοις ὅμοια. 32. Εἶτα δὲ πάλιν οἱ γλυκύτατοι ἡμῶν ἀδελφοί, βουλόμενοι κατὰ πάντα φιλονείκους ἡμῖν εἰσφέρειν διανοίας, καὶ τὴν αὐτοῦ θεότητα πεπονθυῖαν οὐκ ἀτολμήτως κηρύττουσιν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν». τινὲς δὲ τῶν αὐτοῦ παίδων μὴ νοοῦντες τοῦτο, ὡς οἶμαι, μετὰ τῶν ἄλλων προβαλλόμενοι βούλονται ἐπισοφίζεσθαι. θαυμάζω γὰρ εἰ αὐτὸς οὕτως φάσκει. οὐ θαυμαστὸν γὰρ ἐὰν εἴπῃ ἡ θεία γραφὴ τὸν κύριον τῆς δόξης

562

ἐσταυρῶσθαι. καὶ γὰρ καὶ κύριον δόξης ὁμολογοῦμεν καὶ αὐτὴν τὴν ἔνσαρκον παρουσίαν· οὐ γὰρ διῄρηται ἀπὸ τῆς θεότητος ἡ ἔνσαρκος παρουσία, τῆς ἑκάστης ὑποθέσεως εὐλόγως νοουμένης καὶ ἐπὶ τὸ αὐτὸ τῆς πάσης πραγματείας εἰς μίαν οἰκονομίαν καὶ μίαν τελειότητα ἡμῖν συνηνωμένης. παθητὸς γὰρ ἡμῖν κηρύττεται Χριστὸς καὶ πιστεύεται, οὐ καθ' ἑαυτὸν παθών, οὐδὲ ὅτι ἄλλος ἐστὶν ὁ πεπονθὼς καὶ ἄλλος ὁ κύριος, οὐδὲ ὅτι ἡ θεότης πέπονθεν, ἀλλὰ πέπονθε μὲν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τῆς θεότητος ἀτρέπτου μενούσης τε καὶ ἀπαθοῦς, πασχούσης δὲ ἐν τῇ σαρκὶ καὶ ἀπαθοῦς μενούσης. εἰ γὰρ ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν καὶ ὄντως ἀπέθανεν, οὐχ ἡ θεότης ἀπέθανεν, ἀλλὰ ἀπέθανεν ἐν σαρκί, κατὰ τὸ εἰρημένον «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ τῷ πνεύματι», καὶ πάλιν «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί». θαυμαστῶς ἡμῖν ὡμολόγηται πεπονθὼς ἐν ἀληθείᾳ 3.445 καὶ ἀπαθὴς ἐν ἀληθείᾳ, τῆς θεότητος μὴ παθούσης διὰ τὸ ἄτρεπτον καὶ ἀπαθὲς καὶ ὁμοούσιον τῷ πατρί, παθούσης δὲ τῆς σαρκὸς καὶ οὐ μερισθείσης τῆς θεότητος ἀπὸ τῆς ἐνσάρκου παρουσίας ἐν τῷ πάθει. συνῆν γὰρ καὶ ἡ θεότης καὶ ἡ ἐνανθρώπησις, ὅτε ἐπὶ τῷ σταυρῷ ἔπασχε μὲν Χριστὸς σαρκί, ἀπαθὴς δὲ ἔμεινε θεότητι, ἵνα τὴν δικαίωσιν μηκέτι ἐν σαρκὶ μόνον ἔχωμεν, ἀλλὰ ἐν τῇ θεότητι, καὶ ἵνα ἐν τῇ θεότητι καὶ ἐν τῇ σαρκὶ κατ' ἀμφοῖν ἡμῖν σωτηρία γένηται. οὐ γὰρ ψιλὸς ἡμῖν ἄνθρωπος ὁ Χριστός, ἀλλὰ λόγος ἐνυπόστατος ἔνσαρκος γενόμενος καὶ θεὸς ἄνθρωπος γεγονὼς ἐν ἀληθείᾳ, ἡμῶν μὴ ἐχόντων τὴν ἐλπίδα ἐπ' ἄνθρωπον, ἀλλ' ἐν τῇ θεότητι, καὶ ἡμῶν μὴ ἐχόντων θεὸν πάσχοντα, ἀλλ' ἀπαθῆ, ἐκτὸς δὲ πάθους τὴν σωτηρίαν ἡμῶν μὴ πεποιηκότα, ἀλλ' ἐν τῷ ὑπὲρ ἡμῶν ἀποθανεῖν καὶ ἑαυτὸν προσενέγκαι τῷ πατρὶ θυσίαν ὑπὲρ τῶν ἡμετέρων ψυχῶν, «ἐν τῷ αἵματι αὐτοῦ καθαρίσας» ἡμᾶς, «σχίσας τὸ καθ' ἡμῶν χειρόγραφον καὶ προσηλώσας αὐτὸ τῷ σταυρῷ», καθὼς πάντη ἡ γραφὴ διδάσκει ἡμᾶς. 33. Καὶ ἔσται μοι περὶ τούτων, εἰ χρεία γένοιτο, εἰς παράστασιν εἰπεῖν πολλά. καὶ γὰρ ἐν ἄλλοις εἰρήκαμεν, τὴν θεωρίαν ταύτην σαφηνίζοντες περὶ τῆς ἡμῶν βεβαίας σωτηρίας, ὅτι ὡς, ἂν ἐκ ῥαντισμοῦ αἵματος τυγχάνῃ βαφὴ ἐν ἱματίῳ, τὸ μὲν σῶμα οὐκ ἔβαψε τοῦ φοροῦντος, ἡ δὲ βαφὴ τοῦ ἱματίου οὐκ εἰς τὸ ἱμάτιον λελόγισται, ἀλλ' εἰς τὸν ἄνθρωπον τὸν φοροῦντα, οὕτω καὶ τὸ πάθος τῇ θεότητι μὲν οὐκ ἐνέσκηψεν, ἀλλ' ἐν τῇ ἐνανθρωπήσει ἐγένετο, οὐκ ἐλογίσθη δὲ τῇ ἐνανθρωπήσει μόνῃ, ἀλλ' ἵνα μὴ πληρωθῇ ἐν τῇ οἰκονομίᾳ τῆς σωτηρίας τὸ «ἐπικατάρατος πᾶς ὃς ἔχει τὴν ἐλπίδα ἐπ' ἄνθρωπον», ἀλλ' ἐλογίσθη καὶ εἰς τὴν θεότητα, τῆς θεότητος μὴ πασχούσης, ἵνα ἐν τῇ θεότητι λογισθῇ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ τοῦ πάθους ἡ σωτηρία. ἀλλὰ πάλιν μὴ λεξίθηρ ὤν τις ἑαυτὸν θελήσῃ μᾶλλον συλλογίσασθαι ἤπερ τὸ αἴνιγμα τοῦ ὁμοιώματος. οὐ γὰρ πᾶσα παραβολὴ ἐν τῇ γραφῇ ὅλη λαμβάνεται, ὡς τὸ «σκύμνος λέοντος Ἰούδα», διὰ τὸ ἰσχυρότερον τοῦ ζῴου καὶ βασιλικώτατον, ἀλλ' οὐχὶ διὰ τὸ ἄλογον καὶ ἁρπακτικόν. οὕτω καὶ ἐπὶ τοῦ ἱματίου, οὐκ ἐνδυομένου καὶ ἐκδυομένου, ἀλλ' ἅπαξ κατὰ τὸ εἰρημένον «εὐπρέπειαν ἐνεδύσατο», τὸ δὲ δεύτερον «ἐνεδύσατο δύναμιν καὶ διεζώ.446 σατο», πληρουμένης ἐπὶ τούτῳ τοῦ ἁγιωτάτου ἀποστόλου τῆς φωνῆς, τὸ «οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». Τοίνυν τούτων οὕτως ἐχόντων βούλονται οἱ ἀδελφοὶ ἡμῶν εἰς παράστασιν ἡμῖν φέρειν τὸ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». κατὰ δὲ τὸν λόγον αὐτῶν τὸν ἐπὶ τῇ θεωρίᾳ ταύτῃ φραζόμενον εἰς ὑπόνοιαν ἡμᾶς φέρουσι, μὴ τάχα νενοήκασιν ὡς τοῦ νοῦ ἑτέρου ὄντος τοῦ Χριστοῦ. εἰ δὲ οὐ λογίζονται ἐκτὸς εἶναι τὴν θεότητα τῆς ἐνανθρωπήσεως, ἀλλὰ μίαν εἶναι τὴν οἰκονομίαν, τί ἄρα ἔσται περισσότερον νοῦς Χριστοῦ ὁ λεγόμενος; μὴ ἄρα καθ' ἑαυτὸν ὁ θεὸς λόγος ἐστί, μὴ ἔχων νοῦν ἀνθρώπινον, ὥς φασιν, ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, νοῦν δὲ ἕτερον ἔχει Χριστὸς παρὰ τὴν αὐτοῦ

563

ὑπόστασιν τῆς θεότητος; ἢ καταχρηστικῶς εἴωθε πᾶν ῥῆμα ὑπέρογκον λέγεσθαι ἡμῖν εἰς παράστασιν τῶν ἐν ἡμῖν πληρουμένων; 34. Καὶ γὰρ τῷ μὲν ὄντι πᾶς θεοσεβὴς οὐ κατὰ τὸν νοῦν τὸν ἀνθρώπινον πολιτεύεται, ἀλλὰ κατὰ τὸν τοῦ Χριστοῦ, τὸν ὑπὸ Χριστοῦ πληρούμενον τῇ συνέσει, τὸν κατὰ τὸν Χριστὸν λογιζόμενον ἐν δικαιοσύνῃ, τὸν ἐν Χριστῷ πεπολιτευμένον τῇ ὁμολογίᾳ, τὸν διὰ Χριστὸν σῳζόμενον ἐν τῇ δικαιοπραγίᾳ. οὗτος γάρ ἐστιν ὁ νοῦς Χριστοῦ, ὁ ἐν ἡμῖν δυνάμενος εἶναι καὶ ἐν τόπῳ περιεκτικῷ τὸν Χριστὸν μὴ κατέχειν. πάντη γάρ ἐστιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, καὶ ἐν ἡμῖν ὑπάρχει πνευματικῶς, ἐὰν αὐτοῦ ἄξιοι γενώμεθα, οὔ τινος τόπου περικλείοντος αὐτὸν καὶ τὸν αὐτοῦ πατέρα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τῇ δὲ δυνάμει τῆς αὐτοῦ θεότητος ἐν ἅπασι τυγχάνων ἐστὶ καὶ ἀμιγὴς πάντων ἐστὶ διὰ τὴν αὐτοῦ ἀσυγκοινώνητόν τε καὶ ἀσύγκριτον οὐσίαν καὶ ἀκραιφνῆ καὶ ἀκατάληπτον θεότητα. ὅταν δὲ εἴπῃ ὁ ἀπόστολος «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», ἆρά γε τί λογισώμεθα; εἶχε τὸν ἴδιον ἀνθρώπινον νοῦν ἢ τοῦ Χριστοῦ ἐμφορούμενος νοῦν τὸν μὲν ἴδιον ἀπεβάλλετο, νοῦν δὲ Χριστοῦ εἶχεν ἀντὶ τοῦ ἰδίου; οὐ πάντως. συνομολογήσειε γὰρ ἕκαστος τῶν ἀκουόντων ὅτι τὸν μὲν ἴδιον εἶχε, τοῦ τε Χριστοῦ ἐνεφορεῖτο, τοῦ κοσμήσαντος αὐτὸν κατὰ τὴν θεοσέβειαν καὶ γνῶσιν καὶ θεοῦ πολιτείαν ἐπουράνιον. εἰ τοίνυν τὸν ἴδιον ἔχων νοῦν Χριστοῦ ἐνεφορεῖτο νοῦν, ἄρα γε καὶ Χριστὸς αὐτὸς ὁ λόγος νοῦς ἦν, εἴ γε οὕτως δεῖ λέγειν, ἐπειδή τισι τοῦτο ἔδοξε νοῦν καλεῖν θεόν. ἐγὼ δὲ τὸν νοῦν τὸν ἡμέτερον οὐχ ὑπόστασιν ἡγοῦμαι, οὐδέ τις τῶν υἱῶν τῆς ἐκκλησίας, ἀλλ' ἐνέργειάν τινα ἐκ θεοῦ ἐν ἡμῖν δεδομένην καὶ οὖσαν. τὸν δὲ Χριστὸν ὑπόστασιν 3.447 λέγω, ὡς καὶ πάντες πιστοὶ ὁμολογοῦσι, καὶ θεὸν ὁμολογῶ καὶ ὄντα κύριον, ἐκ πατρὸς γεγεννημένον, τέλειον ἐκ τελείου καὶ φῶς ἐκ φωτὸς καὶ θεὸν ἐκ θεοῦ. ἀλλ' ὅμως κατὰ τὸν αὐτὸν λόγον ὁ ὢν ἐν ἑαυτῷ νοῦς, ὥσπερ ὁ ἅγιος ἀπόστολος διδάσκει περὶ αὐτοῦ ὅτι «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», εἶχεν αὐτὸς καὶ οἱ ὑπ' αὐτοῦ μαρτυρούμενοι τὸν ἴδιον ἑαυτῶν νοῦν καὶ πάλιν ἐνεφοροῦντο τοῦ Χριστοῦ νοῦ, οὕτως δυναμένης τῆς χάριτος αὐτοῦ ἐν ἑαυτοῖς τελειοῦσθαι. 35. Ἄρα οὖν οὐδὲν διοίσει ἀπὸ τοῦ κατάντικρυς ὁμοιώματος τὸ καὶ ἐπὶ Χριστοῦ τοῦτο λαμβάνειν, ὅτι Χριστὸς ὢν ἐν ἑαυτῷ νοῦς, εἰ καὶ μετεῖχε νοῦ ἀνθρωπίνου, ὡς καὶ σαρκὸς μετέσχε καὶ αἵματος καὶ ψυχὴν εἶχε τὴν ἀνθρωπείαν, οὐ πάντως ἀπὸ τοῦ νοὸς ᾐχμαλωτεύετο. εἰ γὰρ ὁ κατὰ φύσιν ἴδιον νοῦν κεκτημένος ἀπόστολος τὸν ἀνθρώπινον καὶ τὸν ἐκ συμμετοχῆς δωρεᾶς καὶ χαρίσματος καὶ χάριτος, οὐκέτι κατὰ τὸν νοῦν τὸν ἴδιον ἐπολιτεύετο, ἀλλ' ὑπερβαινούσῃ τινὶ φύσεως ἀγωγῇ τῷ Χριστοῦ νῷ κατεκοσμεῖτο, πόσῳ γε μᾶλλον ὁ θεὸς λόγος ἐν ἑαυτῷ ἔχων τὴν πᾶσαν τελειότητα, αὐτοτέλειος ὤν, αὐτόθεος ὤν, αὐτοδύναμις, αὐτόνους, αὐτόφως, καὶ τοῦ νοῦ καὶ παντὸς τοῦ σώματος πληρωτὴς ἐγένετο, μᾶλλον δὲ τελειωτής, καὶ ἐν ἅπασι διὰ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἡμῖν τὸ σωτήριον ἐξειργάσατο; παρενεκτέον τοίνυν τὸν τοιοῦτον λόγον, μὴ ἔχοντα ἔμφασιν περὶ τῆς τοιαύτης ὑποθέσεως, καὶ παρενεκτέον τὸ μὴ ὁμολογεῖν πάντα τέλεια ἐν Χριστῷ, ἄνευ ἁμαρτίας. πάντα γὰρ ἀληθινῶς ἐποίησεν ἐλθὼν ὁ λόγος, τὰ προγεγραμμένα περὶ αὐτοῦ τελειῶν κατὰ τὸ γεγραμμένον «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει» καὶ τὰ ἑξῆς· ἐν ἀληθείᾳ ἐγκυμονηθεὶς καὶ οὐκ ἐν δοκήσει, συλλαμβανόμενος ἐν γαστρὶ ἐν ἀληθείᾳ, ἐνδημῶν σαρκὶ ἐν ἀληθείᾳ, σάρκα ἔχων καὶ ψυχὴν ἐν ἀληθείᾳ καὶ νοῦν ἐν ἀληθείᾳ, καὶ πάντα εἴ τί ἐστιν ἄνθρωπος ἐν ἀληθείᾳ χωρὶς ἁμαρτίας, καὶ γεγεννημένος ἐκ παρθενικῆς μήτρας καὶ ἁγίας παρθένου ἐν ἀληθείᾳ, οὐκ ἐκ σπέρματος ἀνδρός, ἐν ἀληθείᾳ δὲ σάρκα ἔχων καὶ ψυχὴν καὶ νοῦν, ὡς ἔφην, καὶ διὰ τῶν τοκετικῶν πόρων ἐν ἀληθείᾳ εὑρισκόμενος καὶ ἐν φάτνῃ ἐν ἀληθείᾳ σπαργανούμενος, ὑπὸ Μαρίας βασταζόμενος καὶ ἐν Αἰγύπτῳ

564

κατερχόμενος καὶ ἀπ' Αἰγύπτου μεταφερόμενος καὶ εἰς Ναζαρὲτ ἀναστρεφόμενος, καὶ ἐν Ἰορδάνῃ παραγενόμενος καὶ ὑπὸ Ἰωάννου βαπτιζόμενος, καὶ ὑπὸ διαβόλου πειραζόμενος, καὶ μαθητὰς ἐκλεγόμενος ἐν ἀληθείᾳ, καὶ βασιλείαν οὐρανῶν κηρύξας ὡς τὰ πάντα ἐν ἀληθείᾳ εὑρίσκεται, ὑπό τε Ἰούδα παραδιδόμενος, καὶ 3.448 ὑπὸ Ἰουδαίων συλλαμβανόμενος, Ποντίῳ Πιλάτῳ προσφερόμενος καὶ ὑπ' αὐτοῦ θανάτῳ κατακρινόμενος, σταυρῷ παραδιδόμενος, «διψῶ» λέγων «δότε μοι πιεῖν», ἐν ἀληθείᾳ λαμβάνων ὄξος μετὰ χολῆς, γευόμενος καὶ μηκέτι ποτὸν προσιέμενος, σταυρῷ προσπηγνύμενος ἐν ἀληθείᾳ κράζων «ἠλί ἠλί, λημᾶ σαβαχθανί», ἐν ἀληθείᾳ κλίνων τὴν κεφαλὴν καὶ ἐκπνέων, ἐν ἀληθείᾳ τὸ σῶμα καθαιρούμενον καὶ λαμβανόμενον, ἐν ἀληθείᾳ καὶ ἑλισσόμενον ὑπὸ τοῦ Ἰωσὴφ καὶ ἐν μνήματι τιθέμερον, ἐν ἀληθείᾳ λίθῳ ἠσφαλισμένον· κατερχόμενος ἐν θεότητι σὺν ψυχῇ εἰς Ἅιδου καὶ λύων πεπεδημένους ἐν ἀνδρείᾳ καὶ ἐν δυνάμει, ἀνερχόμενος θεὸς λόγος σὺν ψυχῇ τῇ ἁγίᾳ, μεθ' ἧς ἐρρύσατο αἰχμαλωσίας, τὸ τριήμερον ἐν ἀληθείᾳ, ἐγειρόμενος σὺν σώματι καὶ ψυχῇ καὶ παντὶ τῷ ὀργάνῳ ἐν ἀληθείᾳ, εὑρισκόμενος μετὰ τῶν μαθητῶν τὴν τεσσαρακονθήμερον, εὐλογῶν τε αὐτοὺς ἐν τῷ ὄρει τῶν ἐλαιῶν ἐν ἀληθείᾳ, ἀνερχόμενος εἰς οὐρανὸν ἐν ἀληθείᾳ, τῶν μαθητῶν αὐτὸν θεωρούντων ἕως τῶν νεφελῶν ἀναλαμβανόμενον ἐν ἀληθείᾳ, καθεσθέντα καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς ἐν ἀληθείᾳ, ἐν αὐτῷ τῷ σώματι καὶ τῇ θεότητι, ἐν αὐτῇ τῇ τελείᾳ ἐνανθρωπήσει, ᾗ συνήνωσε τὰ ὅλα εἰς ἓν καὶ μίαν πνευματικὴν τελείωσιν, θεὸς ὢν ἐν δόξῃ καθεζόμενος, κρῖναι ζῶντας καὶ νεκροὺς ἐρχόμενος ἐν ἀληθείᾳ. καὶ οὐδέν ἐστι παρηλλαγμένον, ἀλλὰ πάντα τέλεια τελείως ἐν αὐτῷ ἐν τελειότητι εἰργασμένα. 36. Καλῶς δὲ ἔχειν περὶ τούτων νομίσαντες ἕως τούτου περὶ τούτων εἰρῆσθαι ἐδικαιώσαμεν. περὶ δὲ ὧν ἐνηχήθημεν πάλιν περιττολογιῶν ἀπὸ τῶν τὰ τοιαῦτα λεγόντων ἀναγκαῖον καὶ αὐτὰ ὑποδεῖξαι. οὐ πάνυ δὲ πεπιστεύκαμεν ὅτι οὕτως παρ' αὐτοῖς ᾄδεται· ὅμως τὰ ἐνηχηθέντα οὐ σιωπήσομεν. Τινὲς γὰρ καὶ ἐτόλμησαν λέγειν ὅτι πάλιν τινὲς ἐξ αὐτῶν λέγουσι περὶ Μαρίας, μετὰ τὸ γεγεννηκέναι τὸν Χριστὸν ἐπισυνῆφθαι ἀνδρὶ τῷ Ἰωσήφ. θαυμάζω δὲ εἰ καὶ αὐτοὶ τοῦτο λέγουσιν. εἰσὶ δὲ οἱ τοῦτο λέγοντες, οὓς καὶ αὐτοὺς ἐν τοῖς σχίσμασιν ἠριθμήσαμεν, αἰτηθέντες καὶ γράψαντες ἐπιστολὴν ἐν τῇ Ἀραβίᾳ πρός τινας κατὰ τῶν τοῦτο λεγόντων. πολλὰ δὲ ἐκεῖσε περὶ τούτου εἰρήκαμεν ἐν τῇ κατ' αὐτοὺς ὑποθέσει. καθεξῆς δὲ ἐν θεῷ καὶ αὐτὴν ἰδιάζουσαν καθυποτάξω. Ἄλλοι δὲ ἔφασαν τὸν γέροντα εἰρηκέναι ὅτι ἐν τῇ πρώτῃ ἀναστάσει χιλιονταετηρίδα τινὰ ἐπιτελοῦμεν, τοῖς αὐτοῖς ἐμπολιτευόμενοι ὁποίοις 3.449 καὶ νῦν, ὡς καὶ νόμον καὶ ἄλλα φυλάττοντες καὶ πάντα τῆς χρήσεως τῆς ἐν τῷ κόσμῳ, γάμου τε καὶ περιτομῆς καὶ τῶν ἄλλων μετέχοντες· ὅπερ οὐ πάνυ περὶ αὐτοῦ πεπιστεύκαμεν. ὡς δέ τινες διεβεβαιώσαντο, τοῦτο ἔφησαν αὐτὸν εἰρηκέναι. Καὶ ὅτι μὲν γέγραπται περὶ τῆς χιλιονταετηρίδος ταύτης ὅτι ἐν τῇ Ἀποκαλύψει Ἰωάννου καὶ ὅτι παρὰ πλείστοις ἐστὶν ἡ βίβλος πεπιστευμένη καὶ παρὰ τοῖς θεοσεβέσι, δῆλον. τὴν δὲ βίβλον ἀναγινώσκοντες οἱ πλεῖστοι καὶ εὐλαβεῖς, περὶ τῶν πνευματικῶν εἰδότες καὶ τὰ ἐν αὐτῇ πνευματικῶς ἔχοντα πνευματικῶς λαμβάνοντες ἀληθῆ μὲν ὄντα, ἐν βαθύτητι δὲ σαφηνιζόμενα πεπιστεύκασιν. οὐ μόνον γὰρ τοῦτο ἐκεῖ βαθέως εἴρηται, ἀλλὰ καὶ ἄλλα πολλά. 37. Ἐν δὲ τῷ παρόντι καιρῷ διὰ τὴν συντομίαν μόνον ἐν ὑπομνήσει γεγένημαι τῷ λόγῳ, ὅπως γνῶσιν οἱ θεοσεβεῖς ὅτι παντὶ βουλομένῳ ὑπερβαίνειν τοὺς ὅρους τῆς ἁγίας θεοῦ ἐκκλησίας καὶ παραδόσεως τῆς προφητικῆς καὶ ἀποστολικῆς πίστεώς τε καὶ διδασκαλίας * τὴν ἐλπίδα, ἀπὸ τῆς μιᾶς ὑποθέσεως τοῦ μικροῦ καὶ βραχέος λόγου κατὰ τὸ ἀκαριαῖον καὶ τυχὸν ἐν παρεκβάσει γινομένου τοῦ φρονήματος, εἰς πολλὰς λοιπὸν κενοφωνίας καὶ σφαλερὰς ὑπονοίας ὁ λογισμὸς καὶ εἰς ἀναρμόστους

565

καὶ ξένας ζητήσεις καὶ «ἀπεράντους γενεαλογίας», κατὰ τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα, τραπήσεται. εἶναι γὰρ τοῦτο εὔηθες πολὺ καὶ μηδὲ χρείαν ἔχον ἑρμηνείας παντὶ σαφές ἐστι τῷ σύνεσιν κεκτημένῳ· ὅτι οὐδὲ ἐπιδέεται ζητήσεως ἡ τοιαύτη σοφία καὶ ὑπόθεσις τοῦ λόγου. εἰ γὰρ ἐγειρόμεθα πάλιν περιτέμνεσθαι, τίνι τῷ λόγῳ οὐ προειλήφαμεν τὸ περιτέμνεσθαι; ἄρα οὖν κατὰ τοῦτο ἀναγκαιότερον ἡμῶν πράττοντες τυγχάνουσιν οἱ ἀπεντεῦθεν τὸ τέλειον ἐπιγνόντες καὶ προειληφότες τελειοῦσθαι ἐν τῇ τότε μελλούσῃ τελειότητι. ποῦ οὖν τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει» καὶ «οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε», καὶ ποῦ τὸ παρὰ τῷ κυρίῳ εἰρημένον «ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκον.450 ται, ἀλλὰ ἰσάγγελοί εἰσι»; τὸ δὲ «καθήσεσθε ἐπὶ τῆς τραπέζης τῆς βασιλείας τοῦ πατρός μου ἐσθίοντες καὶ πίνοντες» καὶ «ὅταν αὐτὸ πίω καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» μετὰ προσθήκης τοῦ καινόν καὶ τοῦ «ἐπὶ τῆς τραπέζης τῆς βασιλείας» ἕτερον τὸν νοῦν σημαίνει. καὶ γὰρ καὶ αὐτοί φαμεν μεμαθηκότες ἀπὸ τῶν θείων λόγων μετάληψίν τινα πόματος καὶ βρώματος ἀμβροσίου· περὶ ὧν εἴρηται ὅτι «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». 38. Ἀλλά φησιν ὅτι πρῶτον μὲν ἐν τῇ χιλιονταετηρίδι τῶν φυσικῶν μεταλαμβάνομεν ἡδέων ἄνευ καμάτου καὶ λύπης, μετὰ δὲ τὴν χιλιονταετηρίδα, τότε μεταλαμβάνομεν ὧν εἴρηται κατὰ τὸ εἰρημένον «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν». ἀντίθετος δέ ἐστιν ὁ λόγος πρὸς τὴν πᾶσαν τῆς γραφῆς θεωρίαν. εἰ γὰρ «ὁ νόμος οὐδένα ἐτελείωσε», νόμον 3.451 δὲ μετὰ ἀνάστασιν φυλάττειν προσταττόμεθα, καὶ εἰ ὁ «ἅγιος νόμος» ὁ διὰ Μωυσέως ὑπὸ κυρίου δοθεὶς «παιδαγωγὸς εἰς Χριστὸν ἡμῖν γέγονεν» ὡς ὑποδεέστερος τῶν τελειουμένων, τῷ μείζονι καὶ τελειοτάτῳ προσάγειν πεπιστευμένος, Χριστοῦ δὲ τοῦ τελείου ἐλθόντος καὶ δεσπότου καὶ παρειληφότος ἐκ χειρὸς τοῦ παιδαγωγήσαντος τῶν εἰσαγομένων τουτέστι τῶν πιστῶν τὴν ἁγίαν παρθένον καὶ ἐκκλησίαν καὶ ἡμῶν ἐπιγνόντων διὰ μὲν νόμου τοῦ παιδαγωγοῦ τὸν μείζονα καὶ «τελειωτὴν Ἰησοῦν» καταργεῖται, πῶς οὐχὶ μᾶλλον βραχείας ἐννοίας καὶ εὐηθείας σημεῖον δειχθήσεται ὁ λόγος τῶν τὰ τοιαῦτα λεγόντων ὅτι μετὰ τὴν τοῦ Χριστοῦ τελείωσιν πάλιν παιδαγωγοῦ χρεία, ὅπως ἐπιστρέψωμεν ἐπὶ τὴν «ἀρχὴν τῶν στοιχείων» καὶ διδαχῆς καὶ «ἐπιθέσεως χειρῶν», κατὰ τὸ γεγραμμένον, σαφῶς ἡμῖν τοῦ ἀποστόλου λέγοντος ὅτι «πᾶν τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ γίνεται», ὡς περὶ παλαιᾶς διαθήκης καὶ νομοθεσίας σημαίνων. «μετατιθεμένης», γάρ φησι, «τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται». εἰ δὲ μετετέθη ἡ παλαιὰ καὶ ἀνεκαινίσθη ἡ νέα, τίς ἡμῖν πάλιν τολμηρῶς παρεισάγοι παλαιὰν εἰς χρῆσιν, τὴν καινὴν εἰς παλαίωσιν μετατιθέμενος, «τῆς μὲν χάριτος ἀποπεσεῖν» παρασκευάζων καὶ ἀπὸ τῆς ὠφελείας Χριστοῦ ἡμᾶς ἐκτρέπειν πειρώμενος; Συντόμως δὲ ταῦτα τῷ λόγῳ διελόντες καὶ τοῦτο ἱκανὸν λογισάμενοι διὰ τὸ πλάτος τῆς συντάξεως, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί, θεὸν βοηθὸν συνήθως ἐπικαλούμενοι εἰς τὴν τῶν λοιπῶν ὑπόθεσίν τε καὶ ὑπόδειξιν καὶ τούτων ἀνατροπήν. 3.452 Κατὰ Ἀντιδικομαριαμιτῶν ˉνˉη, τῆς δὲ ἀκολουθίας ˉοˉη. 1. Ἀπὸ ταύτης τῆς παρά τισι Διμοιριτῶν κεκλημένης ἢ χωρὶς νοῦ ἐνσάρκου Χριστοῦ παρουσίας † ὀνομαζομένης, ἐφύη τινὰ ἕτερα πράγματα, μάλιστα ἐν τῇ Ἀραβίᾳ, ἀνηνέχθη δὲ τῇ ἡμῶν ταπεινότητι περὶ τούτων ὑπό τινων εὐλαβῶν. καὶ πρῶτον μὲν ἐπιστολὴν περὶ τῆς ὑποθέσεως ταύτης γεγραφήκαμεν. ὅμως δὲ διὰ τὴν ἀκολουθίαν τοῦ ἀριθμοῦ καὶ ἐνταῦθα αὐτὴν διόλου τὴν ἐπιστολὴν παραθέμενοι μετὰ καὶ τῶν εὐλόγως ταύτῃ προστεθειμένων ἢ ἀπὸ αὐτῆς ἐξαιρουμένων εἰς τὴν αἵρεσιν ἐροῦμεν.

566

Ἀντιδικομαριαμιτῶν γάρ τινες, ὥσπερ ἐχθρίαν πρὸς τὴν παρθένον ἔχοντες καὶ βουλόμενοι κατευτελίζειν ἐκείνης τὸ κλέος, φθόνῳ τινὶ ἀρθέντες ἢ σφάλματι καὶ χρᾶναι βουλόμενοι διανοίας ἀνθρώπων, ἐτόλμησαν λέγειν τὴν ἁγίαν Μαρίαν μετὰ τὴν τοῦ Χριστοῦ γέννησιν ἀνδρὶ συνῆφθαι, φημὶ δὲ αὐτῷ τῷ Ἰωσήφ. φασὶ δέ, ὡς ἄνω μοι εἴρηται, ὅτι ἀπ' αὐτοῦ τοῦ πρεσβύτου Ἀπολιναρίου ἐξήχηται ὁ λόγος ἢ ἀπό τινων τῶν αὐτῷ μεμαθητευμένων· καὶ ἀμφιβάλλω * περὶ δὲ τῶν ταῦτα λεγόντων ἀνάγκην ἔχω λέγειν. ἵνα δὲ μὴ εἰς δεύτερον κάματον ἑαυτὸν περιβάλλοιμι, καθεξῆς ἣν προεῖπον γραφεῖσαν ἐπιστολὴν εἰς τὴν Ἀράβων χώραν ὑποτάξω. καὶ ἔστιν ἥδε· 2. Κυρίοις μου τιμιωτάτοις καὶ ποθεινοτάτοις τέκνοις καὶ ἀδελφοῖς γνησίοις καὶ ὁμοπίστοις ὀρθοδόξοις ἀπὸ ἱερέως ἄχρι λαϊκοῦ καὶ κατηχουμένοις τοῖς κατὰ τὴν Ἀραβίαν, Ἐπιφάνιος ἐλάχιστος ἐπισκόπων ἐν κυρίῳ χαίρειν. Θαυμάζειν ἔστιν ἐν τῷ παρόντι καιρῷ καὶ μὴ θαυμάζειν· θαυμάζειν μέν, ὅτι ἐπὶ τῇ ἡμετέρᾳ γενεᾷ πάντα πληροῦται, καὶ μὴ θαυμάζειν· δεῖ γὰρ πληροῦσθαι. ὁσημέραι γὰρ κατὰ πρόσθεσιν νῦν γίνεται ἡμῖν ἐκ λογισμῶν ἀνθρωπίνων καὶ διανοημάτων σοφιστικὴ ὑπόνοια καὶ ἐπὶ τὸ χεῖρον προκόπτουσα, καταλιμπάνουσά τε τὴν ἀποστολικὴν διδασκαλίαν, καθὼς ὁ ἁγιώτατος ἀπόστολος προεῖπεν ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμονίων» καὶ τὰ ἑξῆς. εἴ τι γὰρ ἔνι ἀνερευνᾶν καὶ ἐπινοεῖν ὁδοὺς πονηράς, ταῦτα μᾶλλον σπουδάζουσιν οἱ ἄνθρωποι * ἤπερ 3.453 πληροῦντες τὴν ἐντολὴν τὴν λέγουσαν καλὰ καὶ εὐπρόσδεκτα ζητεῖν καὶ τὸ «ὁ λόγος ἅλατι ᾖ ἠρτυμένος, ὅπως δῷ χάριν τοῖς ἀκούουσι». καὶ εἰ ταῦτα διανοηθείημεν, ὅτι πόθεν συμβαίνει καθ' ἑκάστην ἡμέραν ἀνακαινίζεσθαι ἡμῖν τὰ φαῦλα, ἐσόμεθα καὶ αὐτοὶ ὡς ἀπαίδευτοι καὶ μὴ προσέχοντες τοῖς θείοις καὶ προρρητικοῖς λόγοις. δεῖ γὰρ ταῦτα πληροῦσθαι. ἐν ἅπασι γὰρ μέρεσι τῆς πίστεως δεῖ τελειοῦσθαι τὸ εἰρημένον «ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» ποῦ γὰρ ἔφθασεν «ἡ διάνοια τῶν ἀνθρώπων ἐγκειμένη ἐπὶ τὸ πονηρὸν ἐκ νεότητος»; ποῖα μέρη τῆς πίστεως οὐκ ἀπώλεσεν; ἐν ποίοις δὲ λόγοις ἡ κακοβουλία τὸ χρήσιμον οὐκ ἐτάραξε τῶν τε πρεπωδεστάτων καὶ ἐν καταστάσει ὄντων λογικῆς φύσεως, ἧς τὸ πρέπον ἦν τὰ σεμνὰ μᾶλλον διανοεῖσθαι καὶ τούτοις προστιθέναι βιάζεσθαι εἰ καὶ ἔδει παρὰ φύσιν, καὶ μὴ μᾶλλον τὰ ἀληθινὰ εἰς τὰ ἄσεμνα παρατρέπειν βιαζομένους ἐπὶ τὸ χεῖρον; 3. Λοιπὸν γάρ, ἐπειδὴ πάντα ἡμῶν πεπλήρωται τῇ γενεᾷ, τά τε βλάσφημα καὶ τὰ ἐκτὸς ἁγίου πνεύματος, ἐφ' ἕτερα πάλιν καινὰ τρέπονται. οἱ μὲν γὰρ τὸν πατέρα βλασφημοῦσι, τὸν τῶν ὅλων θεὸν καὶ δημιουργόν, οἱ ἀμφὶ τὴν γνῶσιν λεγόμενοι, οἱ δ' αὖ πάλιν Μαρκίωνες καὶ Ἀρχοντικοὶ καλούμενοι καὶ τούτοις οἱ συνεπόμενοι Μανιχαῖοι, οἱ τὴν ὀνομασίαν δικαιότατα εἰληφότες ἐκ δικαίας τινὸς οἰκονομίας θεοῦ, τὸ μανιῶδες κεκτημένοι ὄνομα· οὗτοι πάντες μετὰ πλειόνων αἱρέσεων, Καϊανῶν φημι Σηθιανῶν Μελχισεδεκιανῶν Κολορβασίων Κερδωνιανῶν καὶ τῶν ἄλλων, βλασφημεῖν εἰς τὸν τῶν ὅλων πατέρα τολμῶσι ἐν τῷ τοῦτον ἀρνεῖσθαι εἶναι τὸν θεὸν τὸν ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσαντα, δικαίως τε προσκυνούμενον ὑπὸ πάντων κτισμάτων ὡς κτίστην καὶ δημιουργόν· οὗτοι μετὰ τοῦ σεβάσματος ἀναιρεῖν πειρῶνται καὶ τὴν δεσποτείαν, τὸν μὲν ὄντως ὄντα ἀρνούμενοι, ἕτερον δὲ τὸν μὴ ὄντα τῇ μυθώδει αὐτῶν ὑπονοίᾳ φανταζόμενοι, ἵνα ἐκ τοῦ ὄντος πέσωσι καὶ ὃν ὑπονοοῦσι μὴ εὕρωσιν. οὕτω γὰρ ἡ ληρωδία καὶ ἡ τοῦ διαβόλου σπορὰ τῶν λόγων τοιαύτην εἴωθε ταραχὴν ἐμποιεῖν καὶ θόλωσιν, διὰ λογισμῶν βλασφήμων ἐπεγείρουσα τὴν τῶν κεκτισμένων ἀνθρώπων διάνοιαν περὶ τοῦ κατὰ τοῦ αὐτῶν δεσπότου 3.454 στρατεύεσθαι ταῖς κακαῖς ὑπονοίαις καὶ ἐπαρνησιθεΐαις. ἀλλά γε πάλιν ἐκ τούτου ἐκτραπέντες τινὲς ἐφ' ἕτερα βαδίζειν

567

τετολμήκασι, τὸν μόνον ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, τὸν μονογενῆ παῖδα Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, τὸν ὄντως ὄντα, ἐκ πατρὸς γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως, τὸν ἀεὶ ὄντα ἐκ τοῦ πατρὸς καὶ σὺν πατρὶ ὄντα, γεγεννημένον δὲ ἀκαταλήπτως καὶ ἀχράντως, ὁμοούσιον τῷ πατρὶ ὄντα καὶ οὐκ ἀλλοῖον παρὰ τὸν πατέρα· οἱ μὲν αὖθις μανέντες δίκην λυσσητήρων κυνῶν ἐπὶ τὸν ἴδιον αὐτῶν δεσπότην ὑλακτοῦσι, καθάπερ ἐξ ὑπαρχῆς Ἰουδαῖοι οἱ τοῦτον ἀγνοήσαντες κέκληνται «κύνες ἐνεοί», εἰκότως παρὰ τοῦ προφήτου ταυτησὶ τῆς ἐπωνυμίας κατηξιωμένοι τοὔνομα ἕνεκεν τῆς αὐτῶν περὶ τὸν κύριον καὶ τὴν αὐτοῦ παρουσίαν ἀναισχύντου ὀρμῆς, ὡς ἔστιν ἀληθὲς ἰδεῖν. φασὶ γὰρ τοὺς λυσσῶντας κύνας ἐνεοὺς καλεῖσθαι διὰ τὸ νωδοὺς ἀποτελεῖσθαι ἐκ τῆς καταλιμπανούσης αὐτοὺς διανοίας. 4. Οὕτω γὰρ τῶν κυνῶν ἡ φύσις, ἐπὰν εἰς λύσσαν ἐκτραπείη· οἵ ποτε δεσπότην γινώσκοντες καὶ τοὺς αὐτοῦ υἱεῖς, οἰκείους τε καὶ τοὺς ἄλλους πάντας τοῦ οἰκοδεσπότου γνησίους, ὅταν λάβῃ αὐτοὺς ἡ μανία, ἀλλοιοῦνται τὰ πρόσωπα ἐνώπιον τῆς αὐτῶν ὁράσεως καὶ ἐπ' αὐτοὺς ἐγείρονται τοὺς γνησίους, οὕς ποτε τιμῶντες τῇ μὲν κέρκῳ ἔσαινον, τοῖς δὲ τρόποις ὑπετάσσοντο. αὐτίκα οἱ προσδοκῶντες Χριστοῦ τὴν παρουσίαν, οἱ ἑτοιμαζόμενοι δέξασθαι τὸν νυμφίον, οἱ προφήτας εὐχόμενοι κατιδεῖν, οἱ πείθεσθαι θείοις λόγοις ὑποσχόμενοι, οἱ τῷ Μωυσῇ ἐν συνθήκῃ εἰσεληλυθότες, ὅτι «γενοῦ σὺ τὰ πρὸς κύριον», καὶ «πάντα ὅσα ἐὰν εἴποι σοι ὁ κύριος ἀκουσόμεθα καὶ ποιήσομεν», ὅτε εἶδον τὸν αὐτῶν δεσπότην παραγενόμενον, ἀγνοήσαντες τὴν μορφὴν καὶ τοὺς τύπους τῆς ἀληθείας, οὓς οἱ προφῆται πρὸ αὐτοῦ ἐν σαρκὶ γενομένου διετύπουν, διεχάραττον, κατήγγελλον, ἐσήμαινον· πρῶτον μὲν οὖν αὐτῷ ἔλεγον «τίς οὗτος ὃς λαλεῖ βλασφημίας;» ἄλλοτε δὲ δαιμόνιον αὐτὸν ἔχειν οὐκ αἰσχυνόμενοι τετολμήκασιν εἰπεῖν, ἔτι δὲ καὶ Σαμαρείτην αὐτὸν ἀποκαλεῖν οὐκ ἠρυθρίων. πέρας οὖν, καθάπερ μοι προδεδήλωται, ὡς μεμηνότες κύνες ἐπανέστησαν, καὶ τὰς μὲν 3.455 χεῖρας προσέπηξαν *, ὡς ἀεὶ μετὰ τῆς μανίας ὁ κύων ἀνακρεμάσας * αὐτοῦ τὰς χεῖρας ἐπέρχεται καὶ τὰ πρόσωπα τῶν ἰδίων αὐτοῦ δεσποτῶν καταγλύφειν οὐκ αἰσχύνεται. παρέδωκαν ἐκεῖνοι τὸν αὐτῶν κύριον εἰς τὸ σταυρωθῆναι, προφήτας τε τοὺς οἰκειακοὺς τοῦ αὐτοῦ δεσπότου τὸν μὲν ἔπρισαν, τὸν δὲ λίθοις κατέλευσαν, ἄλλον δὲ φόνῳ μαχαίρας διεχρήσαντο. μετὰ τούτους δὲ ὡσαύτως νῦν οἱ νέοι Ἰουδαῖοι ἀλλεπαλλήλως τῇ αὐτῇ κεχρημένοι ἀγωγῇ, οἱ μὲν φυσικοὶ Ἰουδαῖοι κατὰ σάρκα μὲν ἠρνήσαντο, οἱ δὲ νῦν ἀρνούμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ τελείαν πρὸς πατέρα γνησιότητα κτίσμα αὐτὸν καὶ ποίημα καὶ ἀλλότριον πατρός, παντάπασι μεμηνότες καὶ ἐμβεβροντημένοι, ἀδιαλείπτως διισχυρίζονται. 5. Ἐκ τούτων δὲ πάλιν ἄλλοι ἀφέντες τὰς προειρημένας βλασφήμους διδασκαλίας καὶ ὡς εἰπεῖν αὐτὴν τὴν ὑπὲρ φύσιν θεασάμενοι ἐπουράνιον θεωρίαν καὶ τὰ ἄνω ἐμβατεύσαντες καὶ πολυπραγμονήσαντες, ὡς ἄνωθεν ἥκοντες αὐθαδείᾳ ἀπαγγέλλουσι καὶ ἰσχυρῶς διισχυρίζονται, ἐκβάλλοντες ἐκ τῆς θεότητος τὸ ἅγιον πνεῦμα. καὶ τὸν μὲν πατέρα οὐκ ἤρνηνται οὔτε τὴν τοῦ υἱοῦ πρὸς αὐτὸν γνησιότητα, ἐφ' ἑτέραν δὲ πάλιν ὁδὸν βαδίζουσιν, ἵνα πάντοθεν πληρωθῇ τὸ «ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν». τί γὰρ ἀλλ' ἢ εἰς τὸ πνεῦμα τὸ ἅγιον λοιπόν, τὸ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, τὸ ἐκ τῆς αὐτῆς θεότητος ὂν καὶ μὴ ἐνδεχόμενον εἶναι ἀλλότριον τῆς θεότητος, βούλονται, ὡς αὐτοὶ ἐξουσίαν ἔχοντες, κελεύειν μᾶλλον θεῷ ἤπερ κελεύεσθαι; οὐκ αἰσχυνόμενοι γὰρ ἀλλότριον τὸ πνεῦμα λέγουσι καὶ δοῦλον καὶ κτίσμα καὶ πρόσφατον καὶ ποιητὸν καὶ εἴ τι ἕτερον αἰσχρὸν πρὸς ὑπόνοιαν περὶ αὐτοῦ ἑαυτοῖς μᾶλλον ἐπινοοῦσι προσπορίσασθαι. ἐπεὶ οὖν ὁ κόσμος νυνὶ οὕτως μᾶλλον * πληγεὶς πληγὴν ἀνίατον ἀπιστίας, ἵνα μηδέν τι παραλείψῃ ἡ ἀνομία ἡ τοὺς ἀνθρώπους

568

ἀπόλλουσα τῇ κακονοίᾳ καὶ ἀπιστίᾳ καὶ ἀγνωσίᾳ, οἷα τοὺς ἀποδράσαντας τῆς περὶ τὴν ἁγίαν τριάδα βλασφημίας εἰς ἕτερα πάλιν ἡ ἀργὴ καὶ κακόβουλος ἔννοια περιέσπασεν, ἵνα μηδεὶς λάθοι ἁμαρτάνων. Καινὸν γάρ τι ἀκούω περὶ τῆς ἁγίας Μαρίας τῆς ἀειπαρθένου τινὰ διανοεῖσθαι καὶ τολμᾶν βλάσφημόν τινα ὑπόνοιαν ἐπ' αὐτὴν ἐνσκήπτειν, 3.456 εἰς τὸ ἐκ πανταχόθεν εἶναι τὸν χρόνον ἡμῶν δίκην κακοῦ ὄφεως καὶ θηρὸς ἰοβόλου ἐν σκότῳ ἐμφωλεύοντος καὶ τοῖς δήγμασι πάντας πειράζοντος, τὸν μὲν περὶ τὸ πρόσωπον, ἄλλον περὶ τὴν πτέρναν, ἕτερον περὶ τὴν χεῖρα, ἵνα μηδένα λάθοι τὸ δῆγμα τῆς ἀπιστίας, ἀλλὰ ὁ δοκῶν ἐν τούτῳ ἀποδρᾶναι ἑτέρως τὸν ἰὸν μὴ λάθῃ, ὁ δὲ ἐν ἄλλῳ ὑγιῆ ἔχων τὴν πίστιν ἄλλως πως βλάπτεσθαι ἑαυτὸν προξενήσειεν. 6. Πόθεν αὕτη ἡ κακόνοια; πόθεν ἡ τοσαύτη τόλμα; αὐτὸ τὸ ὄνομα οὐ μαρτυρεῖ, οὐ πείθει σε, ὦ φιλόνεικε; τίς ποτε ἢ ἐν ποίᾳ γενεᾷ τετόλμηκε καλεῖν τὸ ὄνομα Μαρίας τῆς ἁγίας καὶ ἐρωτώμενος οὐκ εὐθὺς ἐπήνεγκε τὸ παρθένος; ἐξ αὐτῶν γὰρ τῶν ἐπιθέτων ὀνομάτων καὶ τῆς ἀρετῆς ὑποφαίνει τὰ τεκμήρια. ἀξιώματα μὲν γὰρ ὀνομασιῶν εἰλήφασιν οἱ δίκαιοι ἑκάστῳ πρεπόντως καὶ ὡς ἥρμοζε. καὶ τῷ μὲν Ἀβραὰμ προσετέθη τὸ «φίλος θεοῦ» καὶ οὐ διαλυθήσεται, τῷ δὲ Ἰακὼβ τὸ Ἰσραὴλ καλεῖσθαι καὶ οὐκ ἀλλοιωθήσεται, καὶ τοῖς ἀποστόλοις τὸ Βοανεργές, τουτέστιν υἱοὶ βροντῆς, καὶ οὐκ ἀποκαταλειφθήσεται, καὶ τῇ ἁγίᾳ Μαρίᾳ τὸ παρθένος καὶ οὐ τραπήσεται· ἄχραντος γὰρ διέμεινεν ἡ ἁγία. «αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς;» ὢ καινῆς μανίας, ὢ καινῶν πραγμάτων. πολλὰ δὲ ἔστιν ἕτερα ἃ ἐν τοῖς παλαιοῖς χρόνοις οὐκ ἐτολμήθη τοῖς πατράσι, νῦν δὲ ἄλλος μὲν βλασφημεῖ εἰς τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἕτερα λαλῶν εἰς αὐτὴν τὴν θεότητα, ἄλλος δὲ ἐλλιπῆ ποιεῖται ἐν ἑαυτῷ τὴν τῆς πάσης ἐνσάρκου παρουσίας πραγματείαν, ἕτερος δὲ ἐν τῇ ἀναστάσει ἀσχάλλει τῶν νεκρῶν, ἕτερος δὲ κατ' ἄλλο μέρος. καὶ ἁπαξαπλῶς, ὢ τῆς ἡμῶν τεθολωμένης γενεᾶς, ἧς ἡ ζωὴ ἐν κινδύνῳ διάκειται, ἐκ πανταχόθεν περιαντλουμένη κακαῖς ἀπὸ διαβόλου ἐπισποραῖς διανοημάτων τε καὶ λογισμῶν κακοπιστίας. πῶς τολμῶσι τὴν ἄχραντον παρθένον καὶ τὴν οἰκητήριον καταξιωθεῖσαν γενέσθαι τοῦ υἱοῦ, τὴν εἰς ταυτὸ τοῦτο ἐκλεχθεῖσαν ἐκ τῶν μυριάδων τοῦ Ἰσραήλ, * ὅπως σκεῦος καὶ οἰκητήριον ἠξιωμένον εἰς σημεῖον μόνον ὑπάρξῃ τοκετῶν; 7. Ἤκουσα γὰρ παρά τινος ὥς τινες τολμῶσι περὶ ταύτης λέγειν ὅτι μετὰ τὸ γεγεννηκέναι τὸν σωτῆρα συνήφθη ἀνδρί. καὶ οὐ θαυμάζω. ἀεὶ γὰρ ἡ ἄγνοια τῶν μὴ τὰ ἀκριβῆ ἐγνωκότων τῶν θείων γραφῶν μηδὲ ἱστορίαις προσεγγισάντων, ἀφ' ἑτέρων εἰς ἕτερα τρέπει 3.457 καὶ περισπᾷ τὸν ἀπ' ἰδίου νοὸς βουλόμενόν τι περὶ τῆς ἀληθείας ἰχνηλατεῖν. πρῶτον γὰρ ὅτε ἡ παρθένος παρεδίδοτο τῷ Ἰωσήφ, κλήρων εἰς τοῦτο ἀναγκασάντων αὐτὴν ἥκειν, οὐ παρεδόθη αὐτῷ εἰς συνάφειαν, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ἐπειδὴ χῆρος ἦν. ἀλλὰ διὰ τὸν νόμον μὲν ἀνὴρ κέκληται τῆς αὐτῆς, κατὰ δὲ τὴν ἀκολουθίαν ἐκ τῆς τῶν Ἰουδαίων παραδόσεως δείκνυται ὡς οὐχ ἕνεκεν τοῦ ζευχθῆναι αὐτῷ παρεδίδοτο αὐτῷ ἡ παρθένος, ἀλλ' ὅπως διαφυλαχθείη εἰς μαρτύριον τῶν ἐσομένων ὅτι οὐ νόθος ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία ἐπεδήμησεν, ἀλλὰ μεμαρτυρημένη ἐν ἀληθείᾳ, ἐκτὸς μὲν σπέρματος ἀνδρός, ἐν πνεύματι δὲ ἁγίῳ οἰκονομηθεῖσα ἐν ἀληθείᾳ. πῶς γὰρ ἠδύνατο ὁ τοσοῦτος γέρων παρθένον ἕξειν γυναῖκα, ὢν ἀπὸ πρώτης γυναικὸς χῆρος τοσαῦτα ἔτη; οὗτος μὲν γὰρ ὁ Ἰωσὴφ ἀδελφὸς γίνεται τοῦ Κλωπᾶ, ἦν δὲ υἱὸς τοῦ Ἰακώβ, ἐπίκλην δὲ Πάνθηρ καλουμένου· ἀμφότεροι οὗτοι ἀπὸ τοῦ Πάνθηρος ἐπίκλην γεννῶνται. ἔσχε δὲ οὗτος ὁ Ἰωσὴφ τὴν μὲν πρώτην αὐτοῦ γυναῖκα ἐκ τῆς φυλῆς Ἰούδα, καὶ κυΐσκει αὐτῷ αὕτη παῖδας τὸν ἀριθμὸν ἕξ, τέσσαρας μὲν ἄρρενας, θηλείας δὲ δύο, καθάπερ τὸ εὐαγγέλιον τὸ κατὰ Μάρκον καὶ κατὰ Ἰωάννην ἐσαφήνισαν. ἔσχε μὲν οὖν πρωτότοκον τὸν Ἰάκωβον τὸν ἐπικληθέντα

569

Ὠβλίαν, ἑρμηνευόμενον τεῖχος, καὶ δίκαιον ἐπικληθέντα, Ναζιραῖον δὲ ὄντα, ὅπερ ἑρμηνεύεται ἅγιος. καὶ πρῶτος οὗτος εἴληφε τὴν καθέδραν τῆς ἐπισκοπῆς, ᾧ πεπίστευκε κύριος τὸν θρόνον αὐτοῦ 3.458 ἐπὶ τῆς γῆς πρώτῳ· ὃς καὶ ἐκαλεῖτο ὁ ἀδελφὸς τοῦ κυρίου, καθάπερ καὶ ὁ ἀπόστολος συνᾴδει τούτοις, ὧδέ που λέγων «ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου» καὶ τὰ ἑξῆς. ἀδελφὸς δὲ τοῦ κυρίου οὗτος καλεῖται διὰ τὸ ὁμότροφον, οὐχὶ κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν. Μαρία μὲν γὰρ ὁρμασθεῖσα τῷ Ἰωσὴφ ἐδόκει γυνὴ εἶναι τοῦ ἀνδρός, μὴ ἔχουσα πρὸς αὐτὸν σωμάτων συνάφειαν. ἐκ ταύτης δὲ τῆς ὑποθέσεως ἡ γειτνίασις ἀγχιστείας τῶν υἱῶν Ἰωσὴφ πρὸς τὸν σωτῆρα ἐν ἀδελφῶν τάξει κέκληται, μᾶλλον δὲ καὶ ἐλογίσθη· ὡς γὰρ καὶ αὐτὸς ὁ Ἰωσὴφ μὴ σχὼν κοινωνίαν πρὸς τὴν γέννησιν τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἐν τάξει πατρὸς λογίζεται κατ' οἰκομονίαν, καθὼς λέγει Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τοῦ σωτῆρος ὅτι «ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ», ὡς καὶ αὐτὴ ἡ Μαριὰμ ἔφη πρὸς αὐτὸν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἰδού, ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε ὀδυνώμενοι». τίς οὖν ἂν εἴποι τὸν Ἰωσὴφ πατέρα τοῦ κυρίου, ὃς οὐδὲν πρὸς αὐτὸν εἶχεν αἴτιον, μάλιστα τῆς ἐνσάρκου παρουσίας ἐκτὸς σπέρματος ἀνδρὸς ὑπαρχούσης; ἀλλὰ διὰ τῆς οἰκονομίας τοῦτον εἴληφε τὸν κλῆρον τὰ πράγματα. 8. Τίκτει μὲν τοῦτον τὸν Ἰάκωβον ἐγγύς που περὶ ἔτη γεγονὼς τεσσαράκοντα, πλείω ἐλάσσω. μετ' αὐτὸν δὲ γίνεται παῖς Ἰωσῆ καλούμενος. εἶτα μετ' αὐτὸν Συμεών, ἔπειτα Ἰούδας, καὶ δύο θυγατέρες, ἡ Μαρία καὶ ἡ Σαλώμη καλουμένη, καὶ τέθνηκεν αὐτοῦ ἡ γυνή. καὶ μετὰ ἔτη πολλὰ λαμβάνει τὴν Μαρίαν χῆρος, κατάγων ἡλικίαν περί που ὀγδοήκοντα ἐτῶν καὶ πρόσω ὁ ἀνήρ. καὶ μετὰ ταῦτα λαμβάνει τὴν Μαρίαν, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει· «μνηστευθείσης» γάρ φησι «τῆς Μαρίας», καὶ οὐκ εἶπε γαμηθείσης. καὶ πάλιν ἄλλοτε «οὐκ ᾔδει αὐτήν»· θαυμάσαι δὲ ἔστιν ἐπὶ πᾶσιν οἷς † αἱ προφάσεις θηρῶνται αἱ πονηραί, καὶ ὧν οὐκ ἔστι χρεία ἐρευνᾶν τὰς αἰτίας καὶ ζητεῖν τὰ μὴ ζητούμενα, ἀπὸ δὲ τῶν ἀναγκαίων τρέπεσθαι ἐπὶ μωρὰς ζητήσεις, ἵνα πάντως που ἐκ πανταχόθεν συναφθῇ ἡμῖν ὄλεθρος ἀπιστίας καὶ βλασφημίας διὰ τὰς πρὸς τοὺς ἁγίους ἀτιμίας. καὶ πρῶτον μὲν οὖν ἐλέγχει αὐτοὺς πανταχόθεν ἡ ἀκολουθία, ὅτι πρῶτον μὲν γέρων ὑπὲρ ὀγδοήκοντα ἔτη γεγονὼς οὐκ ἔλαβε παρθένον εἰς χρῆσιν, ἀλλὰ μᾶλλον ᾠκονομήθη 3.459 αὐτῷ εἰς τὸ φυλάττειν. δεύτερον δὲ πάντως που καὶ αὐτὸς ὑπῆρχεν «δίκαιος», καὶ οὐκ ἐτόλμα ὁ ἀκούσας ὅτι «ἐκ πνεύματος ἁγίου» ἐστὶ τὸ ἐν αὐτῇ ἔτι ἐπιβάλλεσθαι μετὰ τοιαύτην οἰκονομίαν, χρῆσθαί τε τῷ σκεύει τῷ καταξιωθέντι χωρῆσαι ὃν οὐρανὸς καὶ γῆ οὐκ ἐχώρει δι' ὑπερβολὴν τῆς αὐτοῦ δόξης. εἰ γὰρ καὶ νῦν πολλοὶ πιστοὶ εἰς ὄνομα αὐτοῦ παρθένοι διατελεῖν ἀγωνίζονται καὶ ἁγνεύειν καὶ ἐγκρατεύεσθαι, πῶς μᾶλλον οὐκ ἦν πιστότερος Ἰωσὴφ καὶ αὐτὴ ἡ Μαρία «πάντα συμβάλλουσα εἰς καρδίαν αὐτῆς», ὡς γέγραπται; ἀλλὰ * μετὰ τοσαύτην καὶ τοιαύτην καὶ τηλικαύτην οἰκονομίαν συναφθῆναι πάλιν γέροντα παρθένῳ ἁγνῇ καὶ τετιμημένῃ καὶ σκεύει χωρήσαντι τὸν ἀχώρητον καὶ ὑποδεξαμένῳ τοιοῦτον μυστήριον σημείου ἐπουρανίου καὶ ζωῆς ἀνθρώπων; 9. Πόθεν γὰρ οὐ δείξομεν ὅτι ἁγνὴ διετέλεσεν ἡ παρθένος; δειξάτωσαν ἡμῖν εὐθὺς ὅτι μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν κύησιν τινὰς ἐγέννησεν ἡ Μαρία. εἴπωσι τὰ ὀνόματα πλάττοντες οἱ πλαστουργοὶ καὶ ῥαψῳδοὶ τῆς ἀπάτης καὶ κακομηχανίας· καὶ οὐκ ἔχουσι δεῖξαι. οὐ γὰρ συνήφθη ἔτι παρθένος· μὴ γένοιτο. εἰ γὰρ ἐγέννησεν ἀεί ποτε σὺν αὐτῷ ὑπάρχουσα τῷ σωτῆρι, ἅμα ἐλέγοντο καὶ τὰ τέκνα αὐτῆς αὐτῷ συνεῖναι. πλανᾷ δὲ αὐτοὺς τὸ εἰρημένον «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἕστηκαν ζητοῦντές σε». καὶ οὐκ οἴδασιν ὃ πρὸ τούτου ἦν γεγραμμένον, ὅτι «οἱ ἀδελφοὶ αὐτοῦ οὐκ ἐπίστευον εἰς αὐτόν». προβαίνοντες γὰρ καὶ ἡμεῖς τῷ χρόνῳ καὶ θαυμάζοντες ἐπὶ

570

τοῖς ἐν ταῖς θείαις γραφαῖς ὡς εὐτελῶς γεγραμμένοις, ἰδοὺ κατὰ πᾶν ἐν αἰσθήσει γινόμενοι εὐχαριστοῦμεν θεῷ τῷ προασφαλισαμένῳ διὰ τῶν δοκούντων βραχέων ῥημάτων ἐν τῇ θείᾳ γραφῇ παριστᾶν πάσης γραφῆς τὴν ἀλήθειαν. ἀεὶ γὰρ ἀκούοντες περὶ Ἰακώβου ὅτι οὗτος ἀδελφὸς ἐκαλεῖτο τοῦ κυρίου θαυμάζοντες ἐλέγομεν, τίς ἡ χρεία; νῦν δὲ ἔγνωμεν δι' ἣν αἰτίαν οὕτως προεῖπεν ἡ θεία γραφή· ἀλλὰ πάντως ἵνα ὅταν ἀκούωμεν ὅτι «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασι ζητοῦντές σε», μάθωμεν ὅτι περὶ Ἰακώβου λέγει καὶ τῶν ἄλλων υἱῶν Ἰωσὴφ καὶ οὐ περὶ υἱῶν Μαρίας τῶν μὴ γινομένων. δῆλον γὰρ ἦν ὅτι μείζων ἦν ὁ Ἰάκωβος τῇ ἡλικίᾳ κατὰ τὴν 3.460 ἔνσαρκον τοῦ κυρίου παρουσίαν· ἀδελφοὺς δὲ αὐτοὺς λέγει διελέγχουσα ἡ γραφὴ καὶ ὀνομαστὶ καλοῦσα Ἰάκωβον καὶ Ἰωσῆ καὶ Συμεῶνα καὶ Ἰούδαν καὶ Σαλώμην καὶ Μαρίαν, ἵνα μάθωσι τοίνυν τίνος υἱὸς τυγχάνει καὶ ἐκ ποίας μητρὸς ὁ Ἰάκωβος, νοήσωσι δὲ κατὰ τὴν ἡλικίαν τίς ἐστι μείζων. Ὁ γὰρ Ἰησοῦς σταυροῦται ἐν ἔτει τριακοστῷ τρίτῳ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας, τοῦ δὲ Ἡρῴδου ἦν κατ' ἐκεῖνο καιροῦ, υἱοῦ δὲ Ἀρχελάου, ἔτος εἰκοστόν. 10. Ἐν γὰρ τῷ τριακοστῷ τρίτῳ ἔτει τοῦ πρώτου Ἡρῴδου, υἱοῦ Ἀντιπάτρου, γεννᾶται ὁ σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ὅπερ ἦν τεσσαρακοστὸν δεύτερον Αὐγούστου βασιλέως. καὶ ποιήσας ἔτη δύο λαμβάνεται ὑπὸ τοῦ Ἰωσὴφ εἰς Αἴγυπτον, διὰ τὰ ὑπὸ τῶν μάγων τῷ Ἡρῴδῃ εἰρημένα, τοῦ Ἡρῴδου ζητοῦντος τὸν παῖδα ἀπολέσαι. κάτεισι δὲ εἰς Αἴγυπτον καὶ διατελεῖ ἐκεῖσε ἄλλα δύο ἔτη. καὶ τελευτᾷ Ἡρῴδης ὁ βασιλεὺς ἔτει τριακοστῷ ἑβδόμῳ. διαδέχεται δὲ τοῦτον Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτεσιν ἐννέα. καὶ οὕτως ἡ πραγματεία τελειοῦται, καὶ παραδίδοται σταυρῷ ὀκτωκαιδεκάτῳ μὲν ἔτει Τιβερίου Καίσαρος, τοῦ δὲ Ἀγρίππα ἐπικληθέντος μεγάλου, Ἡρῴδου δὲ νεωτέρου, υἱοῦ δὲ Ἀρχελάου, ἔτος ἦν εἰκοστόν. οὐδαμοῦ δὲ ἠκούσαμεν τὸν Ἰωσὴφ υἱοὺς πεποιηκότα. ἀλλ' οὔτε μετὰ τὸ ἐλθεῖν ἀπὸ τῆς Αἰγύπτου ὁ αὐτὸς ἐβίωσεν ἐπὶ πολλοῖς ἔτεσι· τέταρτον γὰρ ἦν ἔτος τῷ σωτῆρι, τῷ δὲ Ἰωσὴφ ὑπὲρ ἔτος ὀγδοηκοστὸν τέταρτον, ὅτε ἐκ τῆς Αἰγύπτου χώρας παρεγένετο. καὶ διέμεινεν ἄλλα ἔτη ὀκτὼ ὁ Ἰωσὴφ περιών· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει ἀνιόντων ἐπὶ Ἱερουσαλὴμ ἐζητήθη, ὅτε οὐχ εὑρίσκετο ἐν τῇ ὁδοιπορίᾳ ὡς ἔχει τὸ κατὰ Λουκᾶν εὐαγγέλιον. μέσον δὲ τούτων 3.461 τῶν ἐτῶν τελευτᾷ Ἰωσὴφ καὶ ἀνετράφη οὐκέτι ὑπὸ τὸν Ἰωσήφ, ἀλλ' εἰς τὸν οἶκον τοῦ Ἰωσήφ. ὅθεν οὐκέτι τὸ εὐαγγέλιον φάσκει λέγον ὅτι ἦλθεν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοί, ἀλλ' «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν». ἀλλ' οὐδὲ ὅτε ἔλεγον αὐτῷ ἐν τῇ Γαλιλαίᾳ, «οὐδεὶς ταῦτα ποιῶν θέλει ἐν κρυπτῷ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτόν», οὐκ εἶπεν ὅτι εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλ' οἱ ἀδελφοὶ αὐτοῦ, ὡς τοῦ Ἰωσὴφ μηκέτι ὑπάρχοντος κατὰ τὸ σῶμα. εἶτα δὲ ἐπ' αὐτῇ τῇ τελειώσει, ὅτε ὁ σωτὴρ ἐν τῷ σταυρῷ ἕστηκεν, ὡς ἔχει τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, στραφείς, φησίν «εἶδε τὸν μαθητὴν ὃν ἠγάπα ὁ κύριος, καὶ εἶπεν αὐτῷ περὶ Μαρίας· ἰδού, ἡ μήτηρ σου» καὶ τῇ αὐτῇ λέγει «ἰδού, ὁ υἱός σου». εἰ ἦσαν δὲ τέκνα τῇ Μαρίᾳ καὶ εἰ ὑπῆρχεν αὐτῇ ἀνήρ, τίνι τῷ λόγῳ παρεδίδου τὴν Μαρίαν τῷ Ἰωάννῃ καὶ τὸν Ἰωάννην τῇ Μαρίᾳ; τίνι δὲ τῷ λόγῳ Πέτρῳ μᾶλλον οὐ παραδίδωσι; τίνι δὲ τῷ λόγῳ Ἀνδρέᾳ, Ματθαίῳ τε καὶ Βαρθολομαίῳ; ἀλλὰ δῆλον ὅτι Ἰωάννῃ διὰ τὴν παρθενίαν. «ἰδού, γάρ φησιν, ἡ μήτηρ σου», καίτοι γε οὐκ ἦν μήτηρ αὐτοῦ τοῦ Ἰωάννου κατὰ σάρκα, ἀλλ' ἵνα δείξῃ αὐτὴν μητέρα ὡς ἀρχηγὸν τῆς παρθενίας, ἐπειδὴ ἐξ αὐτῆς ἡ ζωὴ ἦν. καὶ τῷ Ἰωάννῃ, καίτοι γε ὄντι κατὰ σάρκα ἀλλοτρίῳ, ἔλεγεν, ἵνα διδάξῃ τιμᾶν τὴν ἰδίαν αὐτοῦ μητέρα, ὅτι τῷ μὲν ὄντι κατὰ σάρκα ἐξ αὐτῆς αὐτὸς ὁ κύριος γεγέννηται, ἵνα μή τις νομίσῃ δόκησιν εἶναι τὴν πραγματείαν καὶ οὐκ ἀλήθειαν. εἰ μὴ γὰρ ἦν αὐτοῦ ἀληθῶς μήτηρ, κατὰ σάρκα κυήσασα αὐτόν, οὐκ

571

ἂν περὶ αὐτῆς τὴν ἐπιμέλειαν ἐποιεῖτο παραδοῦναι τὴν ἀειπάρθενον, μητέρα γεγονυῖαν διὰ τὴν οἰκονομίαν, ἄχραντον δὲ διὰ τὴν πρὸς τὸν αὐτὸν τιμὴν καὶ τὸ σκεῦος τὸ θαυμαστόν. λέγει δὲ τὸ εὐαγγέλιον «καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης ἔλαβεν αὐτὴν πρὸς ἑαυτόν». εἰ δὲ εἶχεν ἄνδρα, εἰ εἶχεν οἶκον, εἰ εἶχε τέκνα, εἰς τὰ ἴδια ἀνεχώρει. καὶ οὐ πρὸς τὸν ἀλλότριον. 11. Ἀλλὰ μὴ τοῦτο στραφῇ εἰς βλάβην τισὶ καὶ δόξωσιν ἐν τούτῳ λαμβάνειν πρόφασιν, συνεισάκτους καὶ ἀγαπητὰς ἐπικαλουμένας ἑαυτοῖς ἐπινοεῖν διὰ κακομήχανον ὑπόνοιαν. ἐκεῖσε γὰρ τὰ πράγματα ἐτελεῖτο κατ' οἰκονομίαν, δὲ διῃρημένων τῶν πραγμάτων ἀπὸ τῆς ἄλλης ἁπάσης κατὰ θεὸν ὀφειλούσης φυλάττεσθαι ἀκριβείας. 3.462 καὶ γὰρ ὅτε τοῦτο γεγένητο καὶ παρείληφεν αὐτὴν πρὸς ἑαυτόν, οὐκέτι παρέμεινε παρ' αὐτῷ. ἀλλὰ καὶ εἰ δοκοῦσί τινες ἡμᾶς ἐσφάλθαι, ζητήσωσι τὰ ἴχνη τῶν γραφῶν καὶ εὕρωσιν ἂν οὔτε θάνατον Μαρίας οὔτε εἰ τέθνηκεν οὔτε εἰ μὴ τέθνηκεν, οὔτε εἰ τέθαπται οὔτε εἰ μὴ τέθαπται, καίτοι γε τοῦ Ἰωάννου περὶ τὴν Ἀσίαν ἐνστειλαμένου τὴν πορείαν· καὶ οὐδαμοῦ λέγει ὅτι ἐπηγάγετο μεθ' ἑαυτοῦ τὴν ἁγίαν παρθένον, ἀλλ' ἁπλῶς ἐσιώπησεν ἡ γραφὴ διὰ τὸ ὑπερβάλλον τοῦ θαύματος, ἵνα μὴ εἰς ἔκπληξιν ἀγάγῃ τὴν διάνοιαν τῶν ἀνθρώπων. ἐγὼ γὰρ οὐ τολμῶ λέγειν, ἀλλὰ διανοούμενος σιωπὴν ἀσκῶ. τάχα γάρ που καὶ ἴχνη εὕρομεν τῆς ἁγίας ἐκείνης καὶ μακαρίας, ὡς οὔτε εὑρεῖν ἔστι τὸν θάνατον αὐτῆς. πῆ μὲν γὰρ ὁ Συμεὼν φάσκει περὶ αὐτῆς «καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί», πῆ δὲ τῆς Ἀποκαλύψεως Ἰωάννου φασκούσης ὅτι «καὶ ἔσπευδεν ὁ δράκων ἐπὶ τὴν γυναῖκα τὴν γεννήσασαν τὸν ἄρρενα, καὶ ἐδόθησαν αὐτῇ πτέρυγες ἀετοῦ, καὶ ἐλήφθη εἰς τὴν ἔρημον, ὅπως ἂν μὴ λάβῃ αὐτὴν ὁ δράκων». τάχα δὲ δύναται ἐπ' αὐτῇ πληροῦσθαι· οὐ πάντως δὲ ὁρίζομαι τοῦτο, καὶ οὐ λέγω ὅτι ἀθάνατος ἔμεινεν· ἀλλ' οὔτε διαβεβαιοῦμαι εἰ τέθνηκεν. ὑπερέβαλε γὰρ ἡ γραφὴ τὸν νοῦν τὸν ἀνθρώπινον καὶ ἐν μετεώρῳ εἴασε διὰ τὸ σκεῦος τὸ τίμιον καὶ ἐξοχώτατον, ἵνα μή τις ἐν ὑπονοίᾳ γένηται περὶ αὐτῆς σαρκικῶν πραγμάτων. κἄν τε οὖν τέθνηκεν, οὐκ ἔγνωμεν, καὶ εἰ τέθαπται οὐ συνῆπται σαρκί· μὴ γένοιτο· τίς δὲ φρενοβλάβειαν ἑαυτῷ συναγαγὼν θελήσει ἐνσκῆψαι βλάσφημόν τινα ὑπόνοιαν καὶ ἐπᾶραι στόμα, χαλάσαι τε γλῶτταν, διελεῖν τε χείλη ἐκ διανοίας κακῆς, μᾶλλον δὲ ἀντὶ ὕμνων καὶ δόξης ὕβρεις τινὰς ἐπινοεῖν καὶ ἐμπαροινεῖν εἰς τὴν ἁγίαν παρθένον καὶ μὴ τιμᾶν τὸ τετιμημένον σκεῦος; 12. Εἰ δὲ καὶ ἀπὸ ἄλλης τινὸς θεωρίας χρὴ λαβεῖν τὰ πράγματα, ψηλαφήσωμεν καὶ φυσιολογιῶν σχέσεις. φασὶ τὴν λέαιναν μὴ τίκτειν, πλὴν μιᾶς γαστρὸς μόνης, ἔχειν δὲ τὴν αἰτίαν τοιάνδε· τὸ ζῷον μέν ἐστι γοργότατον, χαροπὸν δὲ τῷ εἴδει, ἐμβριθέστατον τῇ ἀλκῇ, ὡς εἰπεῖν βασιλικώτατον γένος ἐπὶ τὰ ἄλλα ζῷα. ἔχειν δὲ τὴν σύλληψιν ἐξ ἑνὸς συζύγου, τελεῖν δὲ τὸ καταβαλλόμενον σπέρμα εἴκοσι 3.463 ἓξ μῆνας ἐν τῇ νηδύϊ, ὥστε τὸν σκύμνον ἔνδον ἐπὶ τελειότητα φέρεσθαι διὰ τὸν χρόνον, εἰς τὸ καὶ τοὺς πάντας ὀδόντας ἔχειν ἤδη, πρὶν ἢ ἐκ τῆς γαστρὸς προέλθοι, καὶ τοὺς ὄνυχας ἐν ἡλικίᾳ στασίμῳ, τούς τε πασσαλίσκους καλουμένους καὶ κυνόδοντας, τάς τε μύλας καὶ τὰ ἄλλα ὅσα περιέστι τῷ ζῴῳ. ἐν τῷ οὖν εἶναι αὐτὸν ἐν τῇ κοιλίᾳ ἐν ταῖς σκιρτήσεσι, κινήσεσί τε καὶ τοῖς ἄλλοις τρόποις διὰ τῶν ὀνύχων κατασπᾶν, ξέειν τε τὰς ἐγκυμονικὰς μήτρας τε καὶ ὑστέρας. ἐν τῷ οὖν ἐπὶ τῷ τίκτειν τὴν μητέρα ἥκειν κατ' ἐκείνην τὴν ἡμέραν παντὸς ἀργαλέου κυοφορικῆς φύσεως ἀλλοτρίαν τὴν γαστέρα γίνεσθαι. μετὰ γὰρ τοῦ τοκετοῦ καὶ τὰς ὑστέρας καὶ τὰς μήτρας ἐκκρίνεσθαι ἅμα φασὶν οἱ φυσιολόγοι, ὥστε μηκέτι τὴν θήλειαν ὀρέγεσθαι, εἰ μή τις ἄρα βία γένοιτο, μήτε μήν, εἰ καὶ τύχοι συναφείᾳ τινὶ ἀναγκασθῆναι, ἔτι δύνασθαι κυΐσκειν, μὴ οὐσῶν τῶν μητρῶν εἴτ' οὖν ὑστερῶν. ἆρα γοῦν δέδωκεν ἡμῖν καὶ αὕτη ἡ ἀκολουθία πορίσασθαι εἰς τὴν ἐπιζητουμένην

572

πραγματείαν ἔννοιάν τινα σχέσεως ἐπὶ τὸ συμφέρον μᾶλλον ἢ ἐπὶ τὸ βλάπτον. εἰ γὰρ «σκύμνος λεόντος Ἰούδα» αἰνίττεται Ἰακὼβ λέγων τὸν Χριστὸν καί που ἐν τῇ Ἀποκαλύψει Ἰωάννου «ἰδού, ἐνίκησεν ὁ λέων»φησίν «ὁ ἐκ φυλῆς Ἰούδα καὶ ἐκ σπέρματος Δαυίδ» λέοντι ἄρα παρεικασμένου τοῦ κυρίου, οὐχὶ κατὰ φύσιν, ἀλλὰ διὰ τὸ αἴνιγμα καὶ διὰ τὸ βασιλικὸν εἶναι τὸ ζῷον, τὸ πάντων ζῴων ἰταμώτατόν τε καὶ ἰσχυρότατον καὶ τἄλλα πάντα χαριέστατον, ἆρά γε καὶ τὴν γεννήσασαν λέαιναν εἴποιμ' ἄν. πόθεν γὰρ λέων γεννᾶται πάντως, εἰ μὴ λέαινα ἡ μήτηρ κληθήσεται; λεαίνῃ δὲ δευτέρα οὐ γίνεται κύησις· ἄρα οὐκέτι κύησιν οἶδεν ἡ Μαρία, οὐκέτι συνάφειαν σωμάτων ἡ ἁγία παρθένος. 13. Ἀλλὰ καὶ ἑτέρας ἴδωμεν θεωρίας ἵν' ἡ * ἀκόλουθος τῷ Ἰησοῦ ἅμα αὐτῷ πάντοτε τυγχάνουσα. «ἐκλήθη Ἰησοῦς εἰς γάμους» καὶ «ἦν ἡ μήτηρ αὐτοῦ ἐκεῖ». καὶ οὐδαμοῦ οἱ ἀδελφοὶ καὶ οὐδαμοῦ Ἰωσήφ. φησὶ γάρ «τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου»· καὶ οὐκ εἶπε «τί ἐμοὶ καὶ ὑμῖν, ἄνθρωποι;» παρειστήκει Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ μήτηρ Ῥούφου καὶ Μαρία ἡ ἄλλη καὶ Σαλώμη καὶ ἄλλαι· καὶ οὐκ εἶπεν, ἦν ὁ Ἰωσὴφ 3.464 ἐκεῖ ἢ ὁ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ὃς ˉ ˉ ὢν ἐτῶν τελευτᾷ, παρθένος γεγονώς· ἐφ' οὗ κεφαλῆς σίδηρος οὐκ ἀνῆλθεν, ὃς οὐκ ἐκέχρητο βαλανείῳ, ὃς ἐμψύχου οὐ μετέσχεν· ὃς χιτώνιον δεύτερον οὐκ ἐνεδύσατο· ὃς τριβωνίῳ ἐκέχρητο λινῷ μονωτάτῳ, καθάπερ ἐν τῷ εὐαγγελίῳ φησίν «ἔφυγεν ὁ νεανίας, καὶ ἀφῆκε τὴν σινδόνα, ἣν ἦν περιβεβλημένος». Ἰωάννης γὰρ καὶ Ἰάκωβος καὶ Ἰάκωβος, οἱ τρεῖς οὗτοι ταύτην τὴν πολιτείαν ἐσχήκασιν, οἱ δύο μὲν παῖδες τοῦ Ζεβεδαίου καὶ ὁ παῖς τοῦ Ἰωσὴφ Ἰάκωβος, ἀδελφὸς δὲ τοῦ κυρίου διὰ τὸ ὁμοδίαιτον, διὰ τὸ σύντροφον, διὰ τὸ ἐν τάξει ἀδελφοῦ αὐτὸν ἐσχηκέναι δι' ἣν εἶχεν Ἰωσὴφ μόνον πρὸς τὴν Μαρίαν γνησιότητα ἀπὸ τοῦ ὁρμασθῆναι αὐτὴν αὐτῷ. μόνον τούτῳ τῷ Ἰακώβῳ ἐξῆν ἅπαξ εἰσιέναι τοῦ ἔτους εἰς τὰ ἅγια τῶν ἁγίων, διὰ τὸ Ναζιραῖον αὐτὸν εἶναι καὶ μεμίχθαι τῇ ἱερωσύνῃ. ἔνθεν γὰρ ἡ Μαρία κατὰ δύο τρόπους συγγενὴς ἐτύγχανε τῆς Ἐλισάβετ, καὶ ὁ Ἰάκωβος διέφερε τῇ ἱερωσύνῃ, ἐπειδήπερ αἱ δύο φυλαὶ συνήπτοντο μόναι πρὸς ἀλλήλας, ἥ τε βασιλικὴ τῇ ἱερατικῇ καὶ ἡ ἱερατικὴ τῇ βασιλικῇ, ὡς καὶ ἄνω ἐν τῇ ἐξόδῳ Ναασσὼν ὁ ἀπὸ τοῦ Ἰούδα φύλαρχος λαμβάνει τὴν Ἐλισάβετ τὴν ἀρχαίαν, τὴν θυγατέρα Ἀαρών, ἑαυτῷ γυναῖκα. ὅθεν πολλαὶ τῶν αἱρέσεων τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ σωτῆρος ἀγνοοῦσι καὶ διὰ τὸ ἀπορεῖν αὐτοὺς ἀπιστοῦσι καὶ δοκοῦσιν ἀντιλέγειν τῇ ἀληθείᾳ, λέγοντες· πῶς ἡ ἀπὸ φυλῆς Δαυὶδ καὶ Ἰούδα δύναται συγγενὴς εἶναι τῆς Ἐλισάβετ τῆς ἀπὸ τοῦ Λευί; 14. Οὗτος ὁ Ἰάκωβος καὶ πέταλον ἐπὶ τῆς κεφαλῆς ἐφόρεσε· καὶ ποτὲ ἀβροχίας γενομένης ἐπῆρε τὰς χεῖρας εἰς οὐρανὸν καὶ προσηύξατο, καὶ εὐθὺς ὁ οὐρανὸς ἔδωκεν ὑετόν. ἐρεοῦν δὲ ἱμάτιον οὐδέποτε ἐνεδύσατο. τὰ δὲ γόνατα αὐτοῦ ἐσκληρίασαν δίκην καμήλων, ἀπὸ 3.465 τοῦ πάντοτε κάμπτειν αὐτὰ ἐνώπιον κυρίου δι' ὑπερβολὴν εὐλαβείας. τοῦτον οὖν ὀνόματι οὐκέτι ἐκάλουν, ἀλλ' ὁ δίκαιος ἦν αὐτῷ ὄνομα. οὗτος οὐδέποτε ἐν βαλανείῳ ἐλούσατο, οὗτος ἐμψύχου οὐ μετέσχε, καθὼς ἄνω μοι προδεδήλωται, οὗτος σανδάλιον οὐχ ὑπεδήσατο. καὶ πολλὰ ἦν περὶ τοῦ ἀνδρὸς λέγειν καὶ τῆς ἐναρέτου αὐτοῦ πολιτείας. ὁρᾷς οὖν ὅτι ὁ οἶκος παντάπασιν ἀξιολογώτατος ἦν. εἰ γὰρ οἱ παῖδες τοῦ Ἰωσὴφ ᾔδεισαν παρθενίας τάξιν καὶ Ναζιραίων τὸ ἔργον, πόσῳ γε μᾶλλον ὁ πρεσβύτης καὶ τίμιος ἀνὴρ ᾔδει φυλάττειν παρθένον ἁγνὴν καὶ τιμᾶν τὸ σκεῦος, ἔνθα που ἐνεδήμησεν ἡ τῶν ἀνθρώπων σωτηρία; «οὔτε αὐτὴ ἡ φύσις διδάσκει ἡμᾶς» ὅτι ἀνὴρ μὲν ἦν πρεσβύτης, ὑπερβεβηκὼς πολὺ τῇ ἡλικίᾳ, μέγας γεγονὼς ἐν ἀνδράσι, πιστὸς τὸν τρόπον, εὐλαβὴς τὸ εἶδος; φάσκει γὰρ τὸ εὐαγγέλιον ὅτι «ἀνὴρ φοβούμενος τὸν θεὸν ἐζήτει λάθρα ἀπολῦσαι αὐτήν». τελευτᾷ δὲ οὗτος ὁ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου καὶ υἱὸς Ἰωσὴφ ἐν

573

Ἱεροσολύμοις, βιώσας μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν ἔτεσιν εἴκοσι τέσσαρσι, πλείω ἐλάσσω, ὢν ἐτῶν ˉ ˉ ὑπὸ τοῦ γναφέως τῷ ξύλῳ παισθεὶς τὴν κεφαλήν, ῥιφεὶς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ καὶ κατελθὼν καὶ μηδὲν ἀδικηθείς, κλίνας δὲ τὰ γόνατα καὶ προσευξάμενος ὑπὲρ τῶν αὐτὸν ῥιψάντων καὶ φάσκων· συγχώρησον αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν, ὡς καὶ Συμεὼν πόρρω ἑστώς, ὁ τούτου ἀνεψιός, υἱὸς δὲ τοῦ Κλωπᾶ, ἔλεγε «παύσασθε, τί λιθάζετε τὸν δίκαιον; καὶ ἰδού, εὔχεται ὑπὲρ ὑμῶν τὰ κάλλιστα». καὶ οὕτως γέγονε τὸ αὐτοῦ μαρτύριον. 15. Εἰ τοίνυν ὁ τούτου παῖς τοσούτων ἐτῶν ὑπῆρχε, πῶς ἄρα ὁ τούτου πατὴρ βλέπων φρικώδη πράγματα, ἀγγέλους τὴν γέννησιν τοῦ υἱοῦ δορυφοροῦντας, ὑμνοῦντας ἀπ' οὐρανῶν καὶ λέγοντας «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία», καὶ τῶν ποιμένων ἡκόντων εἰς τὸ σπήλαιον, ἔνθα ἐγεννήθη, καὶ ταῦτα ἀγγελλόντων καὶ τοῦ Ἰωσὴφ ἀκούοντος, τοῦ πρεσβύτου καὶ ὑπερβάντος τῷ χρόνῳ, τὰ τοσαῦτα σημεῖα καὶ θαύματα, πῶς ἐτόλμα ἐμπαροινεῖν καὶ ἐνυβρίζειν σῶμα ἅγιον, ἐν ᾧ κατῳκίσθη θεός; ἐξ οὗπερ σώματος συνελέγη ἡμῖν ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία, 3.466 ὅθεν ἡ ἁγία ἄχραντος σὰρξ ἡμῖν ᾠκοδομήθη ἐν τῇ θεότητι τοῦ σωτῆρος, ὡς ὁ ἄγγελος ἐκεῖσε ὁ Γαβριήλ φησιν λέγων «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ». πῶς ἄρα ἐτόλμα συναφθῆναι τῇ τοσαύτῃ καὶ τοιαύτῃ ἁγίᾳ παρθένῳ Μαρίᾳ; τί δὲ ὠφέλησεν ἡμᾶς, εἰ καὶ συνήφθη ὅπερ μὴ γένοιτο, περὶ τούτου ζητεῖν; ποῖον δὲ μᾶλλόν ἐστιν αἱρετώτερον, τὸ παραδοῦναι τὰ πράγματα θεῷ ἢ τὸ βιάζεσθαι ἡμῖν τὰ χείρονα; ὅτι μὲν οὐκ ἐγράφη ἡμῖν ὅτι, ἐὰν μὴ πιστεύσωμεν ὅτι συνήφθη πάλιν ἡ Μαρία, οὐκ ἔχομεν ζωὴν αἰώνιον, ἀλλὰ εἰς κρίμα ἐρχόμεθα, δῆλον. ἐγράφη δὲ ζητεῖν τί καλά, ἀλλὰ τί δίκαια, τί σεμνά, «ἵνα δῶμεν χάριν καὶ τοῖς ἀκούουσιν». εἴασαν δὲ οἱ ἄνθρωποι τὰ ἀναγκαῖα, τὰ περὶ πίστεως ἀληθείας, τὰ ἐν δοξολογίᾳ θεοῦ, καὶ ὅθεν δ' ἂν εὕρωσιν ἑαυτοῖς προσπορίζονται πρὸς βλάβην, ἃ φεῦ καὶ διανοεῖσθαι, μάλιστα τῆς γραφῆς μὴ λεγούσης. 16. Εἰ μὲν γὰρ ἔλεγεν ἡ γραφή, ἀπεδιδόαμεν ἂν * τὴν ἀλήθειαν καὶ οὐδὲν διενοούμεθα. μὴ γὰρ ὁ γάμος ἄσεμνος; μὴ βέβηλος ἡ κοίτη; μὴ οὐκ ἔστιν «ἡ κοίτη ἀμίαντος»; μὴ παραχαράσσεται γάμος; ἀπὸ δὲ προφητῶν καὶ ἀρχιερέων ἐπέχεται διὰ τὴν πρὸς τὸ μεῖζον ὑπηρεσίαν. μετὰ γὰρ τὸ προφητεῦσαι Μωυσῆν οὐκέτι γυναικὶ συνῆπται, οὐκέτι τέκνα κυΐσκει, οὐκέτι γεννᾷ ὁ τοιοῦτος. σχολιαίτερον γὰρ τὸν βίον ἔσχε πρὸς τὸν δεσπότην. πῶς γὰρ ἠδύνατο ἐν ὄρει Σινᾷ «τεσσαράκοντα νύκτας καὶ τεσσαράκοντα ἡμέρας» διατελεῖν γάμῳ προσανέχων; ἢ πῶς ἠδύνατο τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ πρὸς οἰκονομίαν θεοῦ ἕτοιμος εἶναι, πρὸς ἱερωσύνην τε σχολάζειν; καὶ πῶς τὰ μυστήρια διηγεῖσθαι καὶ τὸ συνομιλεῖν θεῷ τῷ γάμῳ συνημμένος διατελεῖν; εἰ γὰρ περὶ ἡμῶν φάσκει ὁ ἅγιος ἀπόστολος διαρρήδην καὶ λέγει * «πρὸς καιρόν, ἵνα σχολάσωσι τῇ προσευχῇ», πόσῳ γε μᾶλλον περὶ προφητῶν ἔσται οὗτος ἀληθὴς ὁ λόγος; προφῆτις τοίνυν καὶ ἡ Μαρία. «εἰσῆλθε» γάρ φησι «πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε 3.467 καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριος πρός με, κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον» καὶ τὰ ἑξῆς. σημαίνει δὲ ἐνταῦθα τὴν τοῦ Γαβριὴλ εἴσοδον πρὸς τὴν Μαρίαν, ὅτε ἐξῆλθεν εὐαγγελίσασθαι αὐτῇ ὅτι μέλλει γεννᾶν υἱὸν θεοῦ σωτῆρα τῷ κόσμῳ, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου. ἀλλὰ καὶ τῷ Φιλίππῳ τῷ εὐαγγελιστῇ «τέσσαρες ἦσαν θυγατέρες προφητεύουσαι»· ἐπροφήτευον δ' ἄρα δι' ἣν κατηξιοῦντο ἔχειν παρθενίαν. καὶ Θέκλα μὲν συναντᾷ Παύλῳ τῷ ἁγίῳ καὶ διαλύεται γάμον, ὁρμαστὸν ἔχουσα εὐειδέστατον, πρωτεύοντα δὲ πόλεως, πλούσιον ἄγαν, εὐγενέστατον δὲ ἐν τῷ βίῳ καὶ διαφανέστατον· καὶ περιφρονεῖ τῶν ἐπιγείων ἡ ἁγία, ἵνα τῶν ἐπουρανίων ἐγκρατὴς γένηται. εἰ τοίνυν

574

οὗτοι ταῦτα, πόσῳ γε μᾶλλον ἡ Μαρία, ἐφ' ἣν ἡ θαυμασία πᾶσα οἰκονομία γεγένηται; πόθεν τοίνυν συνάξω διανοίας εἰς τὸ ἀγαθὸν καὶ ἐκτρέψω τὸν ζόφον τῶν τὰ δεινὰ ἐγκισσησάντων, καθάπερ γέγραπται «συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν»; οὗτοι γὰρ ἀληθῶς συλλαμβάνουσι πόνον διανοημάτων, τίκτουσι δὲ ἀνομίαν βλασφημιῶν. 17. Ἀλλὰ μή τις ἐκεῖνα ὑπονοείτω καὶ ἑτέρως αὐτὰ ὑποσπείρειν ἑαυτῷ πειρώμενος λεγέτω· πῶς οὖν εἶπε τὸ εὐαγγέλιον· ὅτι «εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου ἡ Μαρία, πρὶν ἢ συνελθεῖν αὐτούς»; ἆρα οὖν προσεδοκᾶτο ἡ συνέλευσις καὶ τούτου χάριν εἶπε «πρὸ τοῦ συνελθεῖν»; ἀλλὰ καὶ πάλιν ἐν ἄλλῳ τόπῳ τὸ αὐτὸ πάλιν εὐαγγέλιόν φησι «καὶ εὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν εἰσελθεῖν αὐτούς», ἢ καὶ «ἐγέννησε καὶ οὐκ ἔγνω αὐτήν», ἢ καὶ «ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον» καὶ «οὐκ ᾔδει αὐτήν», καὶ «οὐκ ἔγνω αὐτὴν, ἕως ὅτου ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον». καὶ οὐκ οἴδασιν οἱ τὰς θεωρίας τῶν γραφῶν διαιρεῖν ἐπαγγελλόμενοι καὶ τὰ μετέωρα καὶ βαθύτατα περιεργάζεσθαι ἐπιχειροῦντες ὅτι ἡ θεωρία τοιοῦτον ἔχει τὸν τρόπον. εἰ γὰρ πάλιν ἐγέννησεν ἡ Μαρία, ἔδει καὶ τῶν ἄλλων ἀδελφῶν εἰπεῖν τὰ ὀνόματα. εἰ δὲ πρωτότοκος καλεῖται, ἐπειδὴ «πρωτότοκός ἐστι πάσης κτίσεως» ὁ μονογενής, μὴ θορυβοῦ. οὐ γὰρ εἶπεν ὅτι ἐγέννησε τὸν πρωτότοκον αὐτῆς, ἀλλ' «οὐκ ἔγνω αὐτὴν ἕως ὅτου ἐγέννησε τὸν υἱὸν 3.468 αὐτῆς», καὶ οὐκ εἶπε τὸν πρωτότοκον αὐτῆς, ἀλλὰ «τὸν πρωτότοκον». ἐπὶ μὲν γὰρ τῷ υἱῷ αὐτῆς ἐσήμανεν τὸ ἐξ αὐτῆς κατὰ σάρκα γεγεννῆσθαι, ἐπὶ δὲ τῇ τοῦ πρωτοτόκου ἐπωνυμίᾳ οὐκέτι τὸ αὐτῆς ἔθετο, ἀλλὰ πρωτότοκον μόνον. οὗτος γάρ ἐστιν ὁ παρὰ τῷ ἀποστόλῳ εἰρημένος «πρωτότοκος πάσης κτίσεως», μὴ συνημμένος τῇ κτίσει, ἀλλὰ πρὸ κτίσεως γεγεννημένος. οὐ γὰρ εἶπε πρωτόκτιστος, ἀλλὰ πρωτότοκος διαιρουμένης τῆς ἀναγνώσεως ἐπὶ τὸ βέλτιον καὶ ἀσφαλέστερον, τῷ πρῶτον μὲν λέγειν πρωτότοκος, ἔπειτα ὑποβεβηκυῖαν λέγειν τὴν κτίσιν. τὸ μὲν γὰρ πρωτότοκος ἐπὶ τοῦ υἱοῦ λαμβάνεται, ἡ δὲ κτίσις διὰ τοῦ υἱοῦ γεγένηται. «ἐγέννησε τοίνυν τὸν υἱὸν αὐτῆς, τὸν πρωτότοκον», οὐκ αὐτῆς δὲ τὸν πρωτότοκον, ὡς αὐτῆς μελλούσης ἄλλον κυΐσκειν. «καὶ οὐκ ᾔδει αὐτήν»· πόθεν γὰρ ᾔδει ὅτι τοσαύτην χάριν λήψεται γυνή; ἢ πόθεν ᾔδει ὅτι τοιαύτην δόξαν δοξασθήσεται ἡ παρθένος; γυναῖκα μὲν ᾔδει αὐτὴν τῇ πλάσει καὶ θήλειαν τῇ φύσει καὶ ἐκ μητρὸς Ἄννης καὶ ἐκ πατρὸς Ἰωακείμ, συγγένισσαν δὲ τῆς Ἐλισάβετ, ἐξ οἴκου καὶ πατριᾶς τοῦ Δαυίδ, οὐκ ᾔδει δὲ ὅτι τοιαύτην δόξαν τιμηθήσεταί τις ἐπὶ τῆς γῆς, μάλιστα γυνή. οὐκ ᾔδει οὖν αὐτὴν ἕως οὗ εἶδε τὸ θαῦμα, οὐκ ᾔδει αὐτῆς τὸ θαῦμα ἕως ὅτου εἶδε «τὸ γεγεννημένον ἐξ αὐτῆς». ὅτε δὲ ἔτεκεν, ἔγνω καὶ τὴν τοῦ θεοῦ τιμήν, ὅτι αὐτὴ ἦν ἡ ἀκούσασα «χαῖρε κεχαριτωμένη· ὁ κύριος μετὰ σοῦ». 18. Αὕτη ἐστὶν ἡ παρὰ μὲν τῇ Εὔᾳ σημαινομένη, δι' αἰνίγματος λαβοῦσα τὸ καλεῖσθαι «μήτηρ ζώντων». ἐκεῖ μὲν γὰρ μήτηρ ζώντων κέκληται, καὶ τοῦτο μετὰ τὸ ἀκοῦσαι «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», μετὰ τὴν παράβασιν. καὶ ἦν θαῦμα ὅτι μετὰ τὴν παράβασιν ταύτην τὴν μεγάλην ἔσχεν ἐπωνυμίαν. καὶ κατὰ μὲν τὸ αἰσθητὸν ἀπ' ἐκείνης τῆς Εὔας πᾶσα τῶν ἀνθρώπων ἡ γέννησις ἐπὶ γῆς γεγένηται· ὧδε δὲ ἀληθῶς ἀπὸ Μαρίας αὐτὴ ἡ ζωὴ τῷ κόσμῳ γεγέννηται, ἵνα ζῶντα γεννήσῃ καὶ γένηται ἡ Μαρία μήτηρ ζώντων. δι' αἰνίγματος οὖν ἡ Μαρία μήτηρ ζώντων κέκληται. περὶ γὰρ τῶν δύο γυναικῶν ἐλέχθη «τίς δέδωκε γυναικὶ ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην;» ἐπειδὴ γὰρ ἡ πρώτη σοφὴ Εὔα ὑφαίνουσα ἦν ἱμάτια τὰ αἰσθητὰ 3.469 διὰ τὸν Ἀδάμ, ὅνπερ ἐγύμνωσεν· αὐτῇ γὰρ ἐδόθη οὗτος ὁ κάματος. ἐπειδὴ γὰρ δι' αὐτῆς ἡ γύμνωσις εὕρηται, αὐτῇ δέδοται τὸ ἀμφιεννύειν τὸ σῶμα τὸ αἰσθητὸν διὰ τὴν γύμνωσιν τὴν αἰσθητήν. τῇ δὲ Μαρίᾳ δέδοται ὑπὸ θεοῦ, ὅπως τέκῃ ἡμῖν ἀρνίον καὶ πρόβατον, καὶ ἐκ τῆς δόξης αὐτοῦ τοῦ ἀρνίου καὶ προβάτου γένηται ἡμῖν ὡς ἀπὸ πόκου ἐν σοφίᾳ δι' ἀρετῆς αὐτοῦ ἔνδυμα ἀφθαρσίας.

575

ἀλλὰ καὶ ἕτερον περὶ τούτων διανοεῖσθαι ἔστι θαυμαστόν, περί τε τῆς Εὔας καὶ τῆς Μαρίας. ἡ μὲν γὰρ Εὔα πρόφασις γεγένηται θανάτου τοῖς ἀνθρώποις· δι' αὐτῆς γὰρ «εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον». ἡ δὲ Μαρία πρόφασις ζωῆς, δι' ἧς ἐγεννήθη ἡμῖν ζωή. καὶ διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ παρεγένετο εἰς τὸν κόσμον. καὶ «οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις». καὶ ὅθεν γέγονε θάνατος, ἐκεῖ προέλαβεν ἡ ζωή, ἵνα ζωὴ ἀντὶ θανάτου γένηται, ἐκκλείσασα τὸν θάνατον τὸν ἐκ γυναικός, πάλιν ὁ διὰ γυναικὸς ἡμῖν ζωὴ γεγενημένος. καὶ ἐπειδὴ ἐκεῖ μὲν ἔτι οὖσα παρθένος ἡ Εὔα ἐν παρεκβάσει παρακοῆς γέγονε, πάλιν διὰ τῆς παρθένου γέγονεν ἡ ὑπακοὴ τῆς χάριτος, εὐαγγελισθείσης τῆς ἀπ' οὐρανοῦ καθόδου ἐνσάρκου παρουσίας καὶ ζωῆς αἰωνίου. ἐκεῖ γάρ φησι πρὸς τὸν ὄφιν «καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον αὐτῆς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς». οὐδαμοῦ δὲ σπέρμα εὑρίσκεται γυναικός, * ἀλλ' ἢ κατὰ τὸ αἴνιγμα ἐπὶ τῆς Εὔας λαμβάνεται ἡ ἔχθρα πρὸς τὰ ὑπ' αὐτοῦ γεννώμενα τοῦ τε ὄφεως καὶ τοῦ ἐν τῷ ὄφει γενομένου διαβόλου καὶ φθόνου. 19. Ἀλλ' οὖν γε κατὰ τὸ τελειότατον οὐ δύναται ἐν αὐτῇ τὸ πᾶν πληρωθῆναι. πληρωθήσεται δὲ ὡς ἀληθῶς ἐν τῷ σπέρματι τῷ ἁγίῳ, τῷ ἐξαιρέτῳ, τῷ μονωτάτῳ, τῷ ἀπὸ Μαρίας μόνον εὑρεθέντι καὶ οὐκ ἀπὸ συζυγίας ἀνδρός. οὗτος γὰρ ἦλθεν «ἀνελεῖν» τήν τε δύναμιν «τοῦ δράκοντος καὶ σκολιοῦ ὄφεως φεύγοντος» καὶ τὴν πᾶσαν οἰκουμένην κατειληφέναι λέγοντος. διὰ τοῦτο παρεγένετο ἐκ γυναικὸς ὁ μονογενής, εἰς ἀναίρεσιν μὲν τοῦ ὄφεως, τουτέστι τῆς κακοδιδασκαλίας καὶ φθορᾶς καὶ ἀπάτης, πλάνης τε καὶ ἀνομίας. οὗτός ἐστιν ἀληθῶς «ἀνοίγων μήτραν μητρός». πάντες γὰρ ὅσοι ἐγεννήθησαν πρωτότοκοι, ἵνα καὶ σεμνότερον εἴπωμεν, οὐκ ἠδυνήθησαν τοῦτο πληροῦν ἀλλ' 3.470 ἢ μόνος ὁ μονογενής, «μήτραν παρθένου ἀνοίξας». ἐν τούτῳ γὰρ μόνῳ τετελείωται καὶ ἐν ἄλλῳ οὐδενί. ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς ὑποθέσεως ἔστιν ἰδεῖν. ἐπὶ Μαρίας γὰρ λαμβάνεται ἡ λέξις, καὶ περὶ τῆς ἐκκλησίας ἔσται μοι τοῦτο λέγον «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». ὁ δὲ ἅγιος ἀπόστολός φησι «τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν». καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν· ὅτι ἐπὶ μὲν τῷ Ἀδὰμ «ἔπλασε» λέγων, ἐπὶ δὲ τῇ Εὔᾳ οὐκέτι πεπλάσθαι λέγων, ἀλλ' «οἰκοδομεῖσθαι». «ἔλαβε» γάρ φησι «μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ᾠκοδόμησεν αὐτῷ εἰς γυναῖκα», ἵνα δείξῃ τὸν μὲν κύριον ἀπὸ Μαρίας ἀναπλάσαντα ἑαυτῷ σῶμα, ἀπ' αὐτῆς δὲ τῆς πλευρᾶς οἰκοδομηθῆναι ἐκκλησίαν, ἐν τῷ νυχθῆναι αὐτοῦ τὴν πλευρὰν καὶ τὰ μυστήρια τοῦ αἵματος καὶ ὕδατος ἐν ἡμῖν λύτρα γενέσθαι. 20. Ἀλλ' ὅμως ἔγνω τὴν Μαρίαν ὁ Ἰωσήφ, οὐ κατὰ γνῶσίν τινα χρήσεως, οὐ κατὰ γνῶσιν κοινωνίας, ἀλλ' ἔγνω αὐτήν, τιμῶν τὴν ἐκ θεοῦ τετιμημένην. οὐ γὰρ ᾔδει αὐτὴν τοιαύτης δόξης οὖσαν, ἕως ὅτε εἶδε κύριον ἐκ γυναικὸς γεγεννημένον. καὶ τὸ «πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα», ἵνα μή ποτε κρατήσῃ ὁ λόγος τῶν νομιζόντων ἐκ κοινωνίας ἀνδρὸς εἶναι τὸ ἐκ τοῦ θεοῦ οἰκονομηθὲν μυστήριον. ἔλεγε γάρ, πρὶν ἢ τοῦτο γενέσθαι ὅπερ προσεδοκᾶτο. οὐ γέγονε δὲ τοῦτο τὸ πρᾶγμα. εἰ γὰρ καὶ προσεδοκᾶτο ἡ παρθένος τῷ Ἰωσὴφ εἰς συνάφειαν, ὡς οὐδὲ ἐπεδέχετο διὰ τὸ γηραλέον, ὅμως προλαμβάνει ἡ γραφὴ καὶ ἡμῖν ὑποτίθεται καὶ τὴν διάνοιαν ἐπασφαλίζεται, δυνατῆς οὔσης τῆς ὑποθέσεως κατὰ τὸν θεῖον τόκον, τοῦ πεῖσαι ἡμᾶς μηκέτι ἐξεῖναι ἐγγίζειν ἀνδρὶ πρὸς συνάφειαν τῇ παρθένῳ, ὡς καὶ ὁ ἄγγελος τὸν Ἰωσὴφ ἔπεισε μὴ εἶναι τὴν ὑπόνοιαν ἥνπερ αὐτὸς ἐνόμιζεν. ὅμοιον γὰρ τῷ προρρηθέντι «πρὶν ἢ συνελθεῖν αὐτούς», ὡς προσδοκωμένου, οὐ γενομένου δέ, τὸ «δίκαιος ὢν ἐζήτει μὴ παραδειγματίσαι αὐτήν, ἀλλὰ λάθρᾳ ἀπολῦσαι αὐτήν», ὡς

576

φαύλου μὲν γινομένου ἀπὸ τοῦ παραδειγματίσαι αὐτήν, οὐ γενομένου δέ· ὡς ὁ ἄγγελος διδάσκει λέγων «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν 3.471 γυναῖκά σου», τὴν μηδέπω γενομένην, καὶ εἰ ἐν ὑπονοίᾳ σφάλματος παρὰ σοί ἐστιν, ἀλλ' οὐδὲ οὕτως οὖσαν ὡς οἴει, καὶ τὰ ἑξῆς. εὐθὺς γὰρ ἀκολούθως λέγει «τὸ γὰρ γεννηθὲν ἐν αὐτῇ», ὡς ἤδη γεγεννημένου, πάλιν δὲ τὸ «τέξεται υἱόν» ὡς ἐπὶ μέλλοντος· οὕτως γὰρ ἦν. διὰ δὲ τὸ πεπιστῶσθαι ἡ προαναφώνησις, ὡς καὶ τὸ «πρὶν ἢ συνελθεῖν» * ἀρκούμενοι ὅτι οὐδ' ὅλως γεγένηται. «ἕως ὅτου ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον» τοῖς αὐτοῖς ἐστιν ἑρμηνευόμενον, διὰ τὸ θαυμαστὸν τῆς περὶ τὴν παρθένον γνώσεως τὴν πρὸς θεὸν τετιμημένην. 21. Μὴ νομίσῃ δέ τις ἐκ τοῦ λέγειν «πρὸ τοῦ συνελθεῖν αὐτούς» ὅτι μετέπειτα συνῆλθον· οὐδὲ γὰρ ἔχει τις δεῖξαι ἢ σημᾶναι· ἀλλ' ἵνα δείξῃ ἄχραντον τὴν κύησιν τοῦ σωτῆρος, τοῦτο ἡ γραφὴ ἐπεβεβαιώσατο. τὸ οὖν «οὐκ ἔγνω αὐτήν» διὰ τὴν δόξαν· τὸ δὲ πρωτότοκον, ἐπειδὴ πρωτότοκός ἐστι πρὶν ἢ τὰς κτίσεις εἶναι καὶ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς», κατὰ τὸν ἀπόστολον, οὐ κατὰ τὸν ἀπὸ Μαρίας τοκετόν, ὡς ἄλλων υἱῶν ἀπ' αὐτῆς ὄντων, ἀλλ' ἐν τοῖς καταξιωθεῖσι λαβεῖν δι' αὐτοῦ τὴν υἱοθεσίαν, ὅτε υἱὸς αὐτῆς γέγονεν ἀληθῶς κατὰ σάρκα, ἵνα μὴ δόκησις ὑποληφθείη. ἀλλὰ καὶ πρωτότοκος καὶ υἱὸς αὐτῆς τῆς παρθένου, οὐ διὰ τὸ αὐτὴν ἄλλους υἱούς, ὡς ἔφην, ἔχειν. ὅμοιον γάρ ἐστι τοῦτο τῷ πρώτῳ τῷ πρὸ τῆς ἐνδημίας. ὁ γὰρ πρωτότοκος ὢν ἀληθῶς πατρὸς ἄνω πρὸ πάσης κτίσεως οὐκ ἀπὸ τοῦ ἄλλους μετ' αὐτὸν ἐκ πατρὸς γεγεννῆσθαι λέγεται πρωτότοκος. οὐ γάρ ἐστιν αὐτῷ ἀδελφὸς δεύτερος, διότι μονογενής. οὕτω καὶ ἐπὶ τῆς ἐνσάρκου παρουσίας ἀεὶ καὶ πρωτότοκός ἐστι Μαρίας, ἀλλὰ μονογενὴς τῇ Μαρίᾳ πέφυκε, μὴ ἔχων δεύτερον ἀδελφὸν ἀπ' αὐτῆς. καὶ παύσωνται οἱ καθ' ἑαυτῶν μεμηχανημένοι τὰ βλαβερὰ μᾶλλον ἤπερ τὰ πρὸς ὠφέλειαν. μὴ μή, παρακαλῶ. ὁ τιμῶν κύριον τιμᾷ καὶ ἅγιον σκεῦος, ὁ δὲ ἀτιμάζων ἅγιον σκεῦος ἀτιμάζει καὶ τὸν ἑαυτοῦ δεσπότην. ἔστω Μαρία παρ' ἑαυτῇ ἡ ἁγία παρθένος, τὸ ἅγιον σκεῦος. ταῦτα γὰρ τὰ πρὸς βλάβην ἐπινοηθέντα ἡμᾶς οὐκ ὠφελεῖ· ἡμᾶς δὲ δεῖ σεμνότερον διανοεῖσθαι, ἵνα μὴ ὑψαυχενίαν κτησώμεθα ἢ διχόνοιαν ἢ περιττολογίαν. περὶ παντὸς γὰρ ἀργοῦ λόγου λόγον δώσομεν, κατὰ τὸ γεγραμμένον· διὸ ἑαυτοὺς μεριμνήσωμεν, τὰ ἑαυτῶν ἐπισκε.472 ψώμεθα, μὴ τὰ ἑαυτῶν εἰς τοὺς ἁγίους ῥίψωμεν, μὴ ἀφ' ἑαυτῶν τὰ τῶν ἁγίων διασκεψώμεθα. 22. Πάντως γὰρ βιαζόμενοί τινες καὶ ἐπὶ τὸ λαγνίστερον τρεπόμενοι καὶ ἐν αὑτοῖς ἔχοντες φθοριμαίαν ὑπόνοιαν βούλονται καὶ τοὺς ἁγίους χραίνειν, εἰς εὔλογον ἀπολογίαν τῆς ἑαυτῶν κακῆς καὶ ἀσθενοῦς ὑπονοίας· πρὸς οὓς ὁ ἀπόστολός φησιν «ἤθελον μὲν πάντας εἶναι ὡς ἐμαυτόν». τὸ δὲ ἐμαυτὸν πῶς ἄρα λέγει ἀλλ' ἢ διὰ τὸ ἁγνεύειν; «διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω». ὑπεξῃρέθη δὲ ἡ ἀντωνυμία. ἐλεγκτικῶς γὰρ εἶπε καὶ ἐπιστρεφέστερον. εἶχε γὰρ εἰπεῖν, διὰ τὰς πορνείας ὑμῶν. τὸ ὑμῶν τοίνυν περιεῖλεν, ἵνα μὴ δόξῃ εἰς ὕβριν τινῶν τοῦτο εἰρηκέναι. ἐρρέθη δὲ εἰς κατάκρισίν τινων τῶν μὴ θελόντων θεῷ σχολάζειν μετὰ τὸ κατὰ τὸν νόμον βιοῦν καὶ εὐλόγως ἐπιγνῶναι τὸ αὐτῶν σκεῦος εἰς παιδοποιίαν, ὡς καὶ οἱ παλαιοὶ πατέρες ἡμῶν τούτῳ τῷ εἴδει κέχρηνται· ὡς καί που εὑρήκαμεν λέγουσαν τὴν γραφήν «Ῥεβέκκα δὲ ἐξ ἑνὸς κοίτην ἔχουσα». τὸ «δὲ ἐξ ἑνός» εἰπὼν σεμνότερον μὲν διηγήσατο, ἔδειξε δὲ τὴν σύλληψιν δικαίαν οὖσαν· μετὰ γὰρ τὸ ἐσχηκέναι τέκνα δείκνυσι μηκέτι τῇ γυναικὶ αὐτὸν συναφθέντα. Ἀλλ' ἐπειδήπερ ῥᾴδιον καὶ εὐχερές ἐστιν ἐπὶ τὰ φαῦλα μᾶλλον τρέπεσθαι τὴν διάνοιαν ἤπερ ἐπὶ τὰ ἀναγκαῖα, ὀλισθηροῦ ὄντος τοῦ ἡμετέρου ἀνθρωπίνου λογισμοῦ, καὶ οὐ τάχιον εὐθύνοντος αὐτοῦ τὴν ὁρμὴν ἐπὶ τὴν εὐθεῖαν ὁδὸν τοῦ κυρίου, ἀλλὰ κλίνοντος πῆ μὲν ἐπὶ τὰ δεξιά, πῆ δὲ ἐπὶ τὰ ἀριστερὰ καὶ βαρέως πληροῦντος τὸ παρὰ τῷ Σαλομῶντι εἰρημένον «μὴ κλίνῃς

577

ἐπὶ τὰ δεξιά, μηδὲ ἐπὶ τὰ ἀριστερά», πάλιν ἄλλως ἡμῖν στρεφομένης τῆς κακίας περὶ τοὺς αὐτοὺς λογισμοὺς καὶ ὠθούσης ἡμῶν τὸ σῶφρον ἐφ' ἑτέρας πάλιν ὁδοὺς βαδίζειν, ἀσφαλισώμεθα οὖν μή πως τὸ περισσοτέρως ἐγκωμιάσαι τὴν παρθένον γένηταί τινι εἰς ἄλλο πρόσκομμα φαντασίας. 23. Οἱ μὲν γὰρ εἰς τὸν υἱὸν βλασφημοῦντες, καθάπερ μοι ἄνω προδεδήλωται, φύσει ἀπαλλοτριοῦν αὐτὸν τῆς τοῦ πατρὸς θεότητος ἐφιλοτιμήσαντο· ἄλλοι δὲ πάλιν ἑτέρως φρονήσαντες, ὡς δῆθεν τιμῆσαι περισσοτέρως προαχθέντες, τὸν αὐτὸν εἶναι πατέρα εἶπον καὶ τὸν αὐτὸν υἱὸν καὶ τὸ αὐτὸ ἅγιον πνεῦμα· ἔστι δὲ τοῖς μέρεσιν ἀμφοτέροις ἀνίατος ἡ πληγή. οὕτω περὶ τῆς ἁγίας ταύτης καὶ μακαρίτιδος ἀειπαρθένου οἱ μὲν ἐξυβρίσαι τετολμήκασιν, ὡς συναφθεῖσαν αὐτὴν σαρκὶ 3.473 μετὰ τὴν μεγίστην ἐκείνην καὶ ἀκραιφνῆ οἰκονομίαν τοῦ κυρίου τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. καὶ ἔστι τοῦτο πάσης μοχθηρίας δυσσεβέστατον. ὡς δὲ τοῦτό φαμεν τεθαυμακέναι ἐνηχηθέντες τινὰς οὕτω τετολμηκέναι ῥᾴστως ἐπιδοῦναι ἑαυτοὺς τῇ ἁμαρτίᾳ, οὕτω καὶ τὸ ἕτερον τεθαυμάκαμεν πάλιν ἀκηκοότες· ἄλλους γὰρ πάλιν ἀκηκόαμεν ἀφραίνοντας εἰς τὴν ὑπὲρ τῆς αὐτῆς ἁγίας ἀειπαρθένου ὑπόθεσιν ἀντὶ θεοῦ ταύτην παρεισάγειν ἐσπουδακότας καὶ σπουδάζοντας, καὶ ἐν ἐμβροντήσει τινὶ καὶ φρενοβλαβείᾳ φερομένους. διηγοῦνται γὰρ ὥς τινες γυναῖκες ἐκεῖσε ἐν τῇ Ἀραβίᾳ ἀπὸ τῶν μερῶν τῆς Θρᾴκης τοῦτό γε τὸ κενοφώνημα ἐνηνόχασιν, ὡς εἰς ὄνομα τῆς ἀειπαρθένου κολλυρίδα τινὰ ἐπιτελεῖν καὶ συνάγεσθαι ἐπὶ τὸ αὐτὸ καὶ εἰς ὄνομα τῆς ἁγίας παρθένου ὑπὲρ τὸ μέτρον τι πειρᾶσθαι, ἀθεμίτῳ τε καὶ βλασφήμῳ ἐπιχειρεῖν πράγματι καὶ εἰς ὄνομα αὐτῆς ἱερουργεῖν διὰ γυναικῶν· ὅπερ τὸ πᾶν ἐστιν ἀσεβὲς καὶ ἀθέμιτον, ἠλλοιωμένον ἀπὸ τοῦ κηρύγματος τοῦ ἁγίου πνεύματος· ὥστε εἶναι τὸ πᾶν διαβολικὸν ἐνέργημα καὶ πνεύματος ἀκαθάρτου διδασκαλίαν. πληροῦται γὰρ καὶ ἐπὶ τούτους τὸ «ἀποστήσονταί τινες τῆς ὑγιοῦς διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμονίων». ἔσονται γάρ φησι «νεκροῖς λατρεύοντες» ὡς καὶ ἐν τῷ Ἰσραὴλ ἐσεβάσθησαν. καὶ ἡ τῶν ἁγίων κατὰ καιρὸν εἰς θεὸν δόξα ἄλλοις γέγονε τοῖς μὴ ὁρῶσι τὴν ἀλήθειαν εἰς πλάνην. Ἐν γὰρ Σικίμοις, τουτέστιν ἐν τῇ νυνὶ Νεαπόλει, θυσίας οἱ ἐπιχώριοι τελοῦσιν εἰς ὄνομα τῆς Κόρης, δῆθεν ἐκ προφάσεως τῆς θυγατρὸς Ἰεφθάε, τῆς ποτὲ προσενεχθείσης τῷ θεῷ εἰς θυσίαν· καὶ τοῖς ἠπατημένοις τοῦτο γέγονεν εἰς βλάβην εἰδωλολατρείας καὶ κενολατρείας. ἀλλὰ καὶ τὴν θυγατέρα τοῦ Φαραώ, τιμήσασαν τὸν δοῦλον τοῦ θεοῦ Μωυσέα, ἀνελομένην τε καὶ ἀναθρέψασαν, διὰ τὸ περίφημον τότε τοῦ παιδίου ὑπὲρ τὸ δέον τιμήσαντες Αἰγύπτιοι ἀντὶ θεοῦ, καὶ τοῦτο εἰς κακὴν παράδοσιν τοῖς ἀνοήτοις παρέδωκαν εἰς θρησκείαν. καὶ προσκυνοῦσι τὴν Θέρμουτιν τὴν θυγατέρα τοῦ Ἀμενώφ, ἕως τότε 3.474 Φαραώ, ἐπειδὴ ὡς προεῖπον ἀνέθρεψε τὸν Μωυσέα. καὶ πολλὰ τοιαῦτα ὅμοια γέγονεν ἐν κόσμῳ εἰς πλάνην τῶν ἠπατημένων, οὐ τῶν ἁγίων αἰτίων ὄντων τισὶν εἰς πρόσκομμα, τῆς δὲ διανοίας τῶν ἀνθρώπων μὴ ἠρεμούσης, ἀλλ' ἐπὶ τὰ πονηρὰ ἐκτρεπομένης. ἤτοι γὰρ ἀπέθανεν ἡ ἁγία παρθένος καὶ τέθαπται–ἐν τιμῇ αὐτῆς ἡ κοίμησις καὶ ἐν ἁγνείᾳ ἡ τελευτὴ καὶ ἐν παρθενίᾳ ὁ στέφανος· ἤτοι ἀνῃρέθη, καθὼς γέγραπται «καὶ τὴν ψυχὴν αὐτῆς διελεύσεται ῥομφαία»–ἐν μάρτυσιν αὐτῆς τὸ κλέος καὶ ἐν μακαρισμοῖς τὸ ἅγιον αὐτῆς σῶμα, δι' ἧς φῶς ἀνέτειλε τῷ κόσμῳ· ἤτοι δὲ ἔμεινε· καὶ γὰρ οὐκ ἀδυνατεῖ τῷ θεῷ πάντα ποιεῖν ὅσαπερ βούλεται· τὸ τέλος γὰρ αὐτῆς οὐδεὶς ἔγνω–πέρα τοῦ δέοντος οὐ χρὴ τιμᾶν τοὺς ἁγίους, ἀλλὰ τιμᾶν τὸν αὐτῶν δεσπότην. παυσάσθω τοίνυν ἡ πλάνη τῶν πεπλανημένων. οὔτε γὰρ θεὸς ἡ Μαρία οὔτε ἀπ' οὐρανοῦ ἔχουσα τὸ σῶμα, ἀλλ' ἐκ συλλήψεως ἀνδρὸς καὶ γυναικός, κατ' ἐπαγγελίαν δέ, ὥσπερ ὁ Ἰσαάκ, οἰκονομηθεῖσα. καὶ μηδεὶς εἰς ὄνομα ταύτης προσφερέτω· ἑαυτοῦ γὰρ τὴν ψυχὴν ἀπόλλει, μήτε πάλιν

578

ἐμπαροινείτω ἐξυβρίζων τὴν ἁγίαν παρθένον. μὴ γὰρ γένοιτο, οὐ συνήφθη σαρκὶ μετὰ τὴν κύησιν, οὐδὲ πρὸ τῆς κυήσεως τοῦ σωτῆρος. 24. Καὶ ταῦτα μὲν τὰ ὀλίγα εἰς ἑαυτοὺς διασκοπήσαντες ἐγράψαμεν τοῖς βουλομένοις καταμαθεῖν τῆς γραφῆς τὴν ἀλήθειαν καὶ μὴ μάτην παροινεῖν τοῖς λόγοις καὶ βλάσφημόν τινα ἑαυτοῖς ἐξοπλίζεσθαι γλῶτταν. εἰ δὲ βούλονταί τινες ἀντέχεσθαι οὐδὲ καταδέχεσθαι τὰ ἐπωφελῆ, ἀλλὰ μᾶλλον τἀναντία, καὶ ἀφ' ἡμῶν τῶν εὐτελῶν ἔσται ῥητέον τὸ «ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω», μή τις τοῖς ἀποστόλοις «κόπον παρεχέτω», μήτε ἡμῖν μηκέτι. ἃ γὰρ ᾔδειμεν σεμνότερα καὶ ἐπωφελῆ τῇ ἐκκλησίᾳ, ταῦτα περὶ τῆς ἁγίας παρθένου εἰρήκαμεν, συνηγοροῦντες τῇ κατὰ πάντα κεχαριτωμένῃ, ὡς εἶπεν ὁ Γαβριήλ «χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ». εἰ δὲ ὁ κύριος μετ' αὐτῆς, πῶς ἔσται ἐν συζυγίᾳ ἑτέρᾳ; πῶς δὲ σαρκὶ πλησιάζουσα ἔσται, ὑπὸ κυρίου φυλαττομένη; οἱ ἅγιοι ἐν τιμῇ, ἡ ἀνάπαυσις αὐτῶν ἐν δόξῃ, ἡ ἀπεντεῦθεν αὐτῶν ἐκδημία ἐν τελειότητι, ὁ κλῆρος αὐτῶν ἐν μακαριότητι, ἐν μοναῖς ἁγίαις, ὁ χορὸς μετ' ἀγγέλων, ἡ δίαιτα ἐν οὐρανῷ, τὸ πολίτευμα ἐν θείαις γραφαῖς, τὸ κλέος ἐν τιμῇ ἀσυνεικάστῳ 3.475 καὶ διηνεκεῖ, τὰ βραβεῖα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας. ἀμήν. Προσαγορεύουσιν ὑμᾶς πάντες οἱ ἀδελφοί, προσείπατε δὲ καὶ αὐτοὶ πάντας τοὺς παρ' ὑμῖν ἀδελφοὺς πιστοὺς ὀρθοδόξους, στυγοῦντας ὑπερηφανίαν, μισοῦντας κοινωνίαν Ἀρειανῶν καὶ Σαβελλιανῶν ἐρεσχελίαν, τιμῶντας δὲ ὁμοουσίως τὴν τριάδα, πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν καὶ θεότητα μίαν καὶ ἁπαξαπλῶς μίαν δοξολογίαν, καὶ μὴ σφαλλομένους περὶ τὴν τοῦ σωτῆρος ἡμῶν σωτήριον οἰκονομίαν καὶ ἔνσαρκον παρουσίαν, ἀλλὰ πιστεύοντας τελείως τὴν Χριστοῦ ἐνανθρώπησιν, τέλειον θεόν, τέλειον τὸν αὐτὸν ἄνθρωπον χωρὶς ἁμαρτίας, λαβόντα αὐτὸ τὸ σῶμα ἀπὸ Μαρίας καὶ ψυχὴν λαβόντα καὶ νοῦν καὶ πάντα εἴ τί ἐστιν ἄνθρωπος χωρὶς ἁμαρτίας, οὐ δύο ὄντα, ἀλλ' ἕνα κύριον, ἕνα θεόν, ἕνα βασιλέα, ἕνα ἀρχιερέα, θεὸν καὶ ἄνθρωπον, ἄνθρωπον καὶ θεόν, οὐ δύο, ἀλλ' ἕνα, συνενωθέντα οὐκ εἰς σύγχυσιν, οὐδ' εἰς ἀνυπαρξίαν, ἀλλ' εἰς μεγάλην χάριτος οἰκονομίαν. ἔρρωσθε. Τῷ δὲ τῆς ἐπιστολῆς ἀντιγράφῳ ἀρκεσθέντες καλῶς ἔχοντι, πρὸς τὴν τούτων ἀντίθεσιν ἕως ὧδε ἱκανῶς ἔχειν δοκιμάζοντες καὶ ταύτην ἐν θεῷ ὑπερβεβηκότες ὡς ἑρπετὸν ἀπὸ ὀπῆς προκῦψαν, διὰ συνετῆς θεοῦ διδασκαλίας τε καὶ δυνάμεως, τῆς ὡς στύρακος πνεούσης εὐοδμίαν ἐν κόσμῳ ἐπ' ἀρετῇ * καὶ ἁγίων παίδων τῆς παρθενίας, ἀπὸ Μαρίας ἀρξαμένης τῆς ἁγίας διὰ τοῦ ἐξ αὐτῆς φῶς τῷ κόσμῳ ἀνατείλαντος, διελέγξαντες καὶ τὸν κακὸν ἰὸν τῆς ἑρπετώδους μοχθηρίας αὐτῶν ἐπιδείξαντες, ἐπὶ τὰς ἑτέρας πάλιν βαδίσωμεν εἰς τελείωσιν τῆς πάσης ἐν θεῷ πραγματείας. – – – Κατὰ Κολλυριδιανῶν τῶν τῇ Μαρίᾳ προσφερόντων ˉνˉθ, τῆς δὲ ἀκολουθίας ˉοˉθ. 1. Ἑξῆς δὲ ταύτῃ ἄλλη εἰς φήμην πέφηνεν αἵρεσις, περὶ ἧς ἤδη ὑπεμνήσαμεν ὀλίγα ἐν τῇ πρὸ ταύτης, διὰ τῆς εἰς Ἀραβίαν γραφείσης ἐπιστολῆς τῆς περὶ τῆς Μαρίας ἐχούσης. καὶ αὐτὴ δὲ ἡ αἵρεσις πάλιν ἐν τῇ Ἀραβίᾳ ἀπὸ τῆς Θρᾴκης καὶ τῶν ἄνω μερῶν τῆς Σκυθίας ἀνεδείχθη 3.476 καὶ εἰς ἡμῶν ἀκοὰς ἀνηνέχθη· ἥτις ἐστὶ καὶ αὐτὴ γελοῖος καὶ χλεύης ἔμπλεως παρὰ τοῖς συνετοῖς εὑρισκομένη. ἀρξώμεθα γοῦν περὶ αὐτῆς φρᾶσαι καὶ τὰ κατ' αὐτὴν διηγήσασθαι· εὐηθείας γὰρ μᾶλλον κριθήσεται ἤπερ συνέσεως αὕτη, καθὼς καὶ ἄλλαι ὅμοιαι ταύτῃ ἦσαν. ὡς γὰρ ἄνω πολὺ διὰ τῆς πρὸς Μαρίαν ὕβρεως οἱ δόξαντες ταῦτα ὑπονοεῖν βλαβερὰς ὑπονοίας ἐνσπείρουσι λογισμοῖς ἀνθρώπων, οὕτω καὶ οὗτοι ἐπὶ τὸ ἕτερον μέρος κλίναντες ἐν ἀκρότητι βλάβης καταλαμβάνονται, ὅπως κἀκεῖνο τὸ παρά τισι τῶν ἔξωθεν φιλοσόφων ᾀδόμενον καὶ ἐν αὐτοῖς πληρωθήσεται ἐν τῷ λέγειν, αἱ ἀκρότητες ἰσότητες. ἴση γὰρ ἐπ' ἀμφοτέραις ταύταις ταῖς αἱρέσεσιν ἡ βλάβη, τῶν μὲν

579

κατευτελιζόντων τὴν ἁγίαν παρθένον, τῶν δὲ πάλιν ὑπὲρ τὸ δέον δοξαζόντων. οὗτοι γὰρ οἱ τοῦτο διδάσκοντες τίνες εἰσὶν ἀλλ' ἢ γυναῖκες; γυναικῶν γὰρ τὸ γένος εὐόλισθον, σφαλερὸν δὲ καὶ ταπεινὸν τῷ φρονήματι. καὶ αὐτόθι γὰρ ἔδοξεν ἀπὸ γυναικῶν ὁ διάβολος ἐξεμεῖν, ὡς καὶ ἄνω παρὰ Κυϊντίλλῃ καὶ Μαξιμίλλῃ καὶ Πρισκίλλῃ περιγέλαστα τὰ διδάγματα, οὕτω καὶ ἐνταῦθα. τινὲς γὰρ γυναῖκες κουρικόν τινα κοσμοῦσαι ἤτοι δίφρον τετράγωνον, ἁπλώσασαι ἐπ' αὐτὸν ὀθόνην, ἐν ἡμέρᾳ τινὶ φανερᾷ τοῦ ἔτους ἐν ἡμέραις τισὶν ἄρτον προτιθέασι καὶ ἀναφέρουσιν εἰς ὄνομα τῆς Μαρίας, αἱ πᾶσαι δὲ ἀπὸ τοῦ ἄρτου μεταλαμβάνουσιν, ὡς ἐν αὐτῇ τῇ εἰς τὴν Ἀραβίαν ἐπιστολῇ γράφοντες ἐκ μέρους περὶ τούτου διελέχθημεν. νῦν δὲ σαφῶς τὰ περὶ αὐτῆς λέξομεν, καὶ τὰς κατ' αὐτῆς ἀνατροπὰς θεὸν αἰτησάμενοι κατὰ τὸ δυνατὸν παραθησόμεθα, ὅπως τῆς εἰδωλοποιοῦ ταύτης αἱρέσεως τὰς ῥίζας ἐκτεμόντες ἀπό τινων τὴν τοιαύτην λύσσαν καταλῦσαι ἐν θεῷ δυνηθῶμεν. 2. Ἄγε τοίνυν, θεοῦ δοῦλοι, ἀνδρικὸν φρόνημα ἐνδυσώμεθα, γυναικῶν δὲ τούτων τὴν μανίαν διασκεδάσωμεν. τὸ πᾶν γὰρ θήλεος ἡ ὑπόνοια καὶ Εὔας πάλιν τῆς ἀπατωμένης τὸ νόσημα, μᾶλλον δ' ἔτι τοῦ ὄφεως τοῦ ἐρεθιστικοῦ θηρὸς καὶ τοῦ λαλήσαντος ἐν αὐτῇ ἡ τῆς πλάνης ὑπόσχεσις, μηδὲν ὑγιὲς εἰς μέσον φέρουσα οὐδὲ τὰ ὑπισχνούμενα τελειοῦσα ἀλλ' ἢ μόνον θάνατον ἀπεργαζομένη, τὰ μὴ ὄντα ὡς ὄντα καλοῦσα καὶ διὰ τῆς ὁράσεως τοῦ ξύλου παρακοὴν ἐργαζομένη καὶ ἀποστροφὴν ἀπ' αὐτῆς τῆς ἀληθείας διὰ τοῦ ἐπὶ πολλὰ τρέπεσθαι. νομίζειν δὲ ἔσται ὁποῖα 3.477 ὁ ἀπατεὼν ἔσπειρε λέγων «ἔσεσθε ὡς θεοί», οὕτω καὶ τούτων τὸ φρόνημα κεπφούμενον τῇ τοῦ προειρημένου θηρὸς ἐπάρσει, ἐφ' ᾗ φύσει πάλιν τὸν θάνατον ἐργάζεται, ὡς καὶ πολλάκις εἶπον. πρῶτον μὲν γὰρ εὐθὺς διασκοπεῖν μέλλοντι ἀπ' αἰῶνος καὶ δεῦρο, τίνι οὐ σαφές ἐστιν ὅτι δαιμόνων ἐστὶ τὸ δίδαγμα καὶ σχῆμα καὶ ἠλλοιωμένον τὸ ἐπιχείρημα; θεῷ μὲν ἀπ' αἰῶνος οὐδαμῶς γυνὴ ἱεράτευσεν, οὐκ αὐτὴ Εὔα, καίτοι γε ἐν παρεκβάσει γενομένη, ἀλλ' οὐκ ἐτόλμησεν ἔτι ἀσεβὲς τοιοῦτον ἀποτελέσαι ἐπιχείρημα· οὐ μία τῶν ταύτης θυγατέρων, καίτοι γε τοῦ Ἄβελ εὐθὺς ἱερουργήσαντος θεῷ καὶ τοῦ Κάϊν θύσαντος ἐνώπιον κυρίου θυσίας, ἀλλ' οὐ προσδεδεγμένας, Ἐνώχ τε εὐαρεστήσαντος καὶ μετατεθέντος, Νῶε δὲ προσενέγκαντος ἐκ τῶν τῆς κιβωτοῦ περισσευμάτων εὐχαριστηρίους προσφορὰς κυρίῳ, εὐγνώμονος διαθέσεως ὑποδεικνύοντος τεκμήριον, ὁμολογοῦντος τὴν χάριν τῷ σεσωκότι. Ἀβραὰμ δὲ ὁ δίκαιος ἱερουργεῖ θεῷ, καὶ Μελχισεδὲκ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ Ἰσαὰκ θεῷ εὐάρεστος εὑρίσκεται, καὶ Ἰακὼβ κατὰ δύναμιν προσήνεγκεν ἐπὶ τοῦ λίθου, ἀπὸ τοῦ φακοῦ ἐπιχέας ἔλαιον. οἱ τούτου δὲ υἱεῖς· Λευὶς μὲν εὑρίσκεται καθεξῆς ἱερωσύνην ἀναδεδεγμένος· ἐξ αὐτοῦ δὲ τοῦ γένους οἱ τὸ ἱερατικὸν τάγμα ἀναδεδεγμένοι, φημὶ δὲ Μωυσῆς ὁ προφήτης καὶ ἱεροφάντωρ, Ἀαρών τε καὶ οἱ τούτου παῖδες, Ἐλεάζαρ τε καὶ Φινεὲς καὶ Ἰθάμαρ ὁ τούτου ἔκγονος. καὶ τί μοι τὰ πλήθη λέγειν τῶν ἱερουργησάντων θεῷ ἐν παλαιᾷ διαθήκῃ; ὡς Ἀχιτὼβ εὑρίσκεται ἱερουργῶν, οἵ τε Κορῖται καὶ οἱ Γερσωνῖται καὶ Μεραρῖται, τὴν Λευιτικὴν πεπιστευμένοι τάξιν, ὅ τε οἶκος Ἠλεὶ καὶ οἱ μετ' αὐτὸν οἱ ἀπὸ τῆς συγγενείας αὐτοῦ ἐν τῷ οἴκῳ Ἀβιμέλεχ καὶ Ἀβιάθαρ, Χελκίας τε καὶ Βουζεί, ἄχρι Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, Ἔσδρα τε τοῦ ἱερέως καὶ τῶν ἄλλων. καὶ οὐδαμοῦ γυνὴ ἱεράτευσεν. 3. Ἐλεύσομαι δὲ καὶ εἰς τὴν καινὴν διαθήκην. εἰ ἱερατεύειν γυναῖκες θεῷ προσετάσσοντο ἢ κανονικόν τι ἐργάζεσθαι ἐν ἐκκλησίᾳ, ἔδει μᾶλλον αὐτὴν τὴν Μαρίαν ἱερατείαν ἐπιτελέσαι ἐν καινῇ διαθήκῃ, τὴν καταξιωθεῖσαν ἐν κόλποις ἰδίοις ὑποδέξασθαι τὸν παμβασιλέα, θεὸν ἐπουράνιον, υἱὸν τοῦ θεοῦ, ἧς ἡ μήτρα ναὸς γενομένη καὶ κατοικητήριον εἰς τὴν τοῦ κυρίου ἔνσαρκον οἰκονομίαν κατὰ φιλανθρωπίαν θεοῦ καὶ ἔκπληκτον μυστήριον ἡτοιμάσθη. ἀλλ' οὐκ εὐδόκησεν. ἀλλ'

580

οὐδὲ βάπτισμα διδόναι πεπίστευται, ἐπεὶ ἠδύνατο ὁ Χριστὸς μᾶλλον παρ' αὐτῆς βαπτισθῆναι ἤπερ παρὰ Ἰωάννου. ἀλλὰ Ἰωάννης μὲν παῖς Ζαχαρίου ἐν τῇ ἐρήμῳ 3.478 διετέλεσε βάπτισμα ἀφέσεως ἁμαρτιῶν πεπιστευμένος, ὁ δὲ τούτου πατὴρ θεῷ ἱεράτευσε καὶ τῇ ὥρᾳ τοῦ θυμιάματος ὀπτασίαν εἶδε. Πέτρος τε καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς, Θαδδαῖος, καὶ Ἰάκωβος Ἀλφαίου, καὶ Ἰούδας Ἰακώβου κα Σίμων ὁ Καναναῖος, καὶ Ματθίας ὁ εἰς πλήρωσιν τῶν δώδεκα ἐκλελεγμένος, οὗτοι πάντες ἐξελέγησαν ἀπόστολοι κατὰ τὴν γῆν «ἱερουργοῦντες τὸ εὐαγγέλιον» ἅμα Παύλῳ καὶ Βαρνάβᾳ καὶ λοιποῖς, καὶ μυστηρίων ἀρχηγέται σὺν Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου καὶ πρώτῳ ἐπισκόπῳ Ἱεροσολύμων. ἐξ οὗπερ ἐπισκόπου καὶ τῶν προειρημένων ἀποστόλων κατεστάθησαν διαδοχαὶ ἐπισκόπων καὶ πρεσβυτέρων ἐν οἴκῳ θεοῦ, καὶ οὐδαμοῦ γυνὴ ἐν τούτοις κατεστάθη. «ἦσαν δέ, φησί, τέσσαρες θυγατέρες Φιλίππῳ τῷ εὐαγγελιστῇ προφητεύουσαι», οὐ μὴν ἱερουργοῦσαι, καὶ «ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουήλ», ἀλλ' οὐχ ἱερατείαν πεπιστευμένη. ἔδει γὰρ πληροῦσθαι τὸ «προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται». καὶ ὅτι μὲν διακονισσῶν τάγμα ἐστὶν εἰς τὴν ἐκκλησίαν δῆλον· ἀλλ' οὐχὶ εἰς τὸ ἱερατεύειν οὐδέ τι ἐπιχειρεῖν ἐπιτρέπεται, ἕνεκεν δὲ σεμνότητος τοῦ γυναικείου γένους ἢ δι' ὥραν λουτροῦ ἢ ἐπισκέψεως πάθους ἢ πόνου καὶ ὅτε γυμνωθείη σῶμα γυναίου, ἵνα μὴ ὑπὸ ἀνδρῶν ἱερουργούντων θεαθείη, ἀλλ' ὑπὸ τῆς διακονούσης, ἣ ἐπιτάσσεται ἀπὸ τοῦ ἱερέως ἐπιμελεῖσθαι πρὸς τὴν ὥραν τῆς ἐπιδεομένης γυναικὸς ἐν τῇ ὥρᾳ τῆς τοῦ σώματος αὐτῆς γυμνώσεως, τοῦ τάγματος τῆς εὐταξίας καὶ ἐκκλησιαστικῆς εὐνομίας ἐπιστημόνως ἐν μέτρῳ κανόνος σφόδρα ἠσφαλισμένου. διὸ οὔτε ἐπιτρέπει ὁ θεῖος λόγος γυναικὶ ἐν ἐκκλησίᾳ «λαλεῖν» οὔτε «αὐθεντεῖν ἀνδρός». καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν. 4. Παρατηρητέον δὲ ὅτι ἄχρι διακονισσῶν μόνον τὸ ἐκκλησιαστικὸν ἐπεδεήθη τάγμα, χήρας τε ὠνόμασε καὶ τούτων τὰς ἔτι γραοτέρας πρεσβύτιδας, οὐδαμοῦ δὲ πρεσβυτερίδας ἢ ἱερίσσας προσέταξε. καὶ γὰρ οὔτε διάκονοι ἐν τῇ ἐκκλησιαστικῇ τάξει ἐπιστεύθησάν τι μυστήριον ἐπιτελεῖν, ἀλλὰ μόνον διακονεῖν τὰ ἐπιτελούμενα. πόθεν δὲ πάλιν ἡμῖν ὁ καινὸς μῦθος οὗτος ἐγήγερται; πόθεν γυναικῶν τῦφος καὶ μανία γυναικωνῖτις; πόθεν τρεφομένη ἡ κακία, διὰ τῆς † πάλιν θήλεος ἡμῖν τὸ θῆλυ 3.479 τῆς ὑπονοίας τοῖς φρονήμασιν ἐπιχέουσα τὸ σφέτερόν τε ἡδυπαθείας ἐργαζομένη, ἀπὸ τοῦ προκειμένου ἔξω βαίνειν τὴν τάλαιναν τῶν ἀνθρώπων φύσιν ἐπιχειρεῖ ἀναγκάζειν; ἀλλὰ μὴν τοῦ Ἰὼβ δεξώμεθα τὸ φρόνημα τὸ στερεὸν τοῦ ἀθλητοῦ, ἐξοπλισώμεθα τὴν δικαίαν ἀπόκρισιν ἐπὶ τοῖς χείλεσιν ἀναλαβόντες, εἴπωμεν καὶ αὐτοί «ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας». πόθεν γὰρ οὐκ ἐμβρόντητον τὸ τοιοῦτον φανήσεται παντὶ τῷ σύνεσιν ἔχοντι καὶ * ἐν θεῷ κεκτημένῳ; πόθεν οὐκ εἰδωλοποιὸν τὸ ἐπιτήδευμα καὶ τὸ ἐγχείρημα διαβολικόν; προφάσει γὰρ δικαίου ἀεὶ ὑπεισδύνων τὴν διάνοιαν ὁ διάβολος τῶν ἀνθρώπων τὴν θνητὴν φύσιν θεοποιῶν εἰς ὀφθαλμοὺς ἀνθρώπων ἀνδροείκελα ἀγάλματα διὰ ποικιλίας τεχνῶν διέγραψε. καὶ τεθνήκασι μὲν οἱ προσκυνούμενοι, τὰ δὲ τούτων ἀγάλματα μηδέποτε ζήσαντα οὔτε γὰρ νεκρὰ δύναται λέγεσθαι τὰ μηδέποτε ζήσαντα προσκυνητὰ παρεισάγουσι, διὰ μοιχευσάσης διανοίας * ἀπὸ τοῦ ἑνὸς καὶ μόνου θεοῦ, ὡς ἡ πολύκοινος πόρνη ἐπὶ πολλὴν ἀτοπίαν πολυμιξίας ἐρεθισθεῖσα καὶ τὸ σῶφρον ἀποτριψαμένη τῆς τοῦ ἑνὸς ἀνδρὸς εὐνομίας. ναὶ μὴν ἅγιον ἦν τὸ σῶμα τῆς Μαρίας, οὐ μὴν θεός, ναὶ δὴ παρθένος ἦν ἡ παρθένος καὶ τετιμημένη, ἀλλ' οὐκ εἰς προσκύνησιν ἡμῖν δοθεῖσα, ἀλλὰ προσκυνοῦσα τὸν ἐξ αὐτῆς σαρκὶ γεγεννημένον, ἀπὸ οὐρανῶν δὲ ἐκ κόλπων πατρῴων παραγενόμενον. καὶ διὰ τοῦτο τὸ

581

εὐαγγέλιον ἐπασφαλίζεται ἡμᾶς λέγον, αὐτοῦ τοῦ κυρίου φήσαντος ὅτι «τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου»· ἵνα γὰρ ἀπὸ τοῦ «γύναι, τί ἐμοὶ καὶ σοί» μή τινες νομίσωσι περισσότερόν τι εἶναι τὴν ἁγίαν παρθένον, γυναῖκα ταύτην κέκληκεν, ὡς προφητεύων, τῶν μελλόντων ἔσεσθαι ἐπὶ τῆς γῆς σχισμάτων τε καὶ αἱρέσεων χάριν, ἵνα μή τινες ὑπερβολῇ θαυμάσαντες τὴν ἁγίαν εἰς τοῦτο ὑποπέσωσι τῆς αἱρέσεως τὸ ληρολόγημα. 5. Χλεύης γάρ ἐστι τὸ πᾶν καὶ γραῶν ὁ μῦθος ὡς εἰπεῖν τῆς αἱρέσεως τὸ διήγημα. ποία δέ τις γραφὴ διηγήσατο περὶ τούτου; ποῖος προφητῶν ἐπέτρεψεν ἄνθρωπον προσκυνεῖσθαι, οὐ μὴν γυναῖκα λέγειν; ἐξαίρετον μὲν γάρ ἐστι τὸ σκεῦος, ἀλλὰ γυνή, καὶ οὐδὲν τὴν φύσιν παρηλλαγμένη, τὴν δὲ γνώμην καὶ τὴν αἴσθησιν ἐν τιμῇ τετιμημένη, ὥσπερ τὰ σώματα τῶν ἁγίων· καὶ εἴ τι περισσότερον πρὸς δοξολογίαν εἴποιμι, ὡς Ἠλίας ἐκ μητρὸς παρθένος καὶ οὕτω μένων εἰς τὸ διηνεκὲς καὶ ἀναλαμβανόμενος, θάνατον δὲ οὐχ ἑωρακώς· ὡς ὁ Ἰωάννης ὁ ἐπὶ τὸ στῆθος 3.480 τοῦ κυρίου ἀναπεσών, «ὃν ἠγάπα ὁ Ἰησοῦς»· ὡς Θέκλα ἡ ἁγία, καὶ Μαρία ἡ ἔτι ταύτης τιμιωτέρα δι' ἣν κατηξίωται οἰκονομίαν. ἀλλ' οὔτε Ἠλίας προσκυνητός, καίπερ ἐν ζῶσιν ὤν, οὔτε Ἰωάννης προσκυνητός, καίτοι γε διὰ ἰδίας εὐχῆς τὴν κοίμησιν αὑτοῦ ἔκπληκτον ἀπεργασάμενος, μᾶλλον δὲ ἐκ θεοῦ λαβὼν τὴν χάριν, ἀλλ' οὔτε ἡ Θέκλα οὔτε τις τῶν ἁγίων προσκυνεῖται. οὐ γὰρ κυριεύσει ἡμῶν ἡ ἀρχαία πλάνη τοῦ καταλιμπάνειν τὸν ζῶντα καὶ προσκυνεῖν τὰ ὑπ' αὐτοῦ γεγονότα. «ἐλάτρευσαν γὰρ καὶ ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα» καὶ «ἐμωράνθησαν». εἰ γὰρ ἀγγέλους προσκυνεῖσθαι οὐ θέλει, πόσῳ μᾶλλον τὴν ἀπὸ Ἄννης γεγεννημένην, τὴν ἐκ τοῦ Ἰωακεὶμ τῇ Ἄννᾳ δεδωρημένην, τὴν δι' εὐχῆς καὶ πάσης ἐπιμελείας κατὰ ἐπαγγελίαν πατρὶ καὶ μητρὶ δοθεῖσαν, οὐ μὴν ἑτέρως γεγεννημένην παρὰ τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλὰ καθὼς πάντες ἐκ σπέρματος ἀνδρὸς καὶ μήτρας γυναικός; εἰ γὰρ καὶ ἡ τῆς Μαρίας ἱστορία καὶ παραδόσεις ἔχουσιν ὅτι ἐρρέθη τῷ πατρὶ αὐτῆς Ἰωακεὶμ ἐν τῇ ἐρήμῳ ὅτι ἡ γυνή σου συνειληφυῖα, ἀλλ' οὐχ ὅτι ἄνευ συζυγίας τοῦτο ἐγένετο, οὐδὲ ὅτι ἄνευ σπέρματος ἀνδρός, ἀλλὰ τὸ μέλλον ἔσεσθαι προεθέσπιζεν ὁ ἄγγελος ἀποσταλείς, ἵνα μή τις γένηται δισταγμὸς διὰ τὸ ἐν ἀληθείᾳ γεγενημένον καὶ τὸ ἐκ θεοῦ ἤδη τεταγμένον καὶ τῷ δικαίῳ ἐπηγγελμένον. 6. Καὶ πάντη τὰς γραφὰς ὁρῶμεν ὡσαύτως διηγουμένας. Ἠσαΐας γὰρ προκηρύττει περὶ τῶν μελλόντων εἰς τὸν υἱὸν τοῦ θεοῦ πληροῦσθαι, λέγων «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ». καὶ ἐπειδὴ παρθένος ἦν ἡ γεννήσασα καὶ θεὸς ὁ μεθ' ἡμῶν ἑρμηνευόμενος ὁ ἐν γυναικὶ κυϊσκόμενος, ἵνα μὴ ἐν δισταγμῷ ὑπονοίας τῷ προφήτῃ γένηται ἡ ἀλήθεια, ὁρᾷ ἐν ὁράσει καὶ διηγεῖται ἐκ πνεύματος ἁγίου ἀναγκαζόμενος ὁ προφήτης, καὶ φησί «καὶ εἰσῆλθε πρὸς τὴν προφῆτιν», διηγούμενος περὶ τῆς τοῦ Γαβριὴλ εὐαγγελικῆς εἰσόδου, ὃς ἀπεστάλη ὑπὸ θεοῦ διηγήσασθαι τὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ εἴσοδον εἰς τὸν κόσμον καὶ γέννησιν ἀπὸ Μαρίας. «καὶ ἐν γαστρὶ ἔλαβε» φησί «καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριος πρός με· κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» καὶ τὰ ἑξῆς. καὶ πάντα ταῦτα οὔπω ἦν τετε.481 λεσμένα· ἤμελλε δὲ τοῦτο γίνεσθαι ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ πληροῦσθαι μετὰ χίλια ἔτη καὶ ἑξακόσια, πλείω ἐλάσσω. καὶ τὰ μετὰ τοσαύτας γενεὰς μέλλοντα γίνεσθαι ὡς ἤδη γενόμενα ἑώρα ὁ προφήτης. ἆρα ψεῦσμα ἦν; μὴ γένοιτο. ἀλλὰ ἀσφαλῶς τὸ παρὰ τοῦ θεοῦ οἰκονομηθὲν ὡς ἤδη τετελειωμένον ἐκηρύττετο, ἵνα μὴ ἀπιστηθῇ ἡ ἀλήθεια, ἵνα μὴ εἰς δισταγμὸν ἔλθῃ ἐν ὑπονοίᾳ τοῦ προφήτου τὸ τοιοῦτον ἔκθαμβον καὶ ἔκπληκτον μυστήριον μέλλον ἔσεσθαι. ἢ οὐχ ὁρᾷς αὐτὸ τὸ

582

κήρυγμα τὸ ἐπιφερόμενον, ὡς λέγει αὐτὸς ὁ ἅγιος Ἠσαΐας «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ» καὶ τὰ ἑξῆς. καὶ βλέπε πῶς τὰ πρῶτα ὕστερα διηγεῖται καὶ τὰ ὕστερα ὡς γεγονότα ἑρμηνεύει, φήσας «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη». παρῳχημένον γὰρ λέγεται εἶναι· οὐ γὰρ εἶπεν, ἄγεται, καὶ οὔπω ἦν ἀχθεὶς ὁ ὑπὸ Ἠσαΐου κηρυττόμενος. ἐλέγετο δὲ τῷ προφήτῃ ὡς ἤδη γεγενημένον τὸ ἔργον. ἀπαράβατος γὰρ ἦν ἡ θεοῦ μυσταγωγία. ἐξ αὐτῆς δὲ ὑποβαίνων οὐκέτι ὡς γενόμενα ἔλεγεν, ἵνα μὴ πλάνην πάλιν ἀπεργάσηται, ἀλλὰ φησίν «αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ». ἐκ δὲ τῶν δύο προφάσεων δείκνυσι τὴν ἀλήθειαν, ὅτι τὸ «ἤχθη» ἤδη ἐτελειοῦτο καὶ τὸ «αἴρεται» μετέπειτα ἐπληροῦτο, ἵνα ἀπὸ τοῦ γεγονέναι νοήσῃς τὸ ἀληθὲς καὶ τὸ πάγιον τῆς τοῦ θεοῦ ἐπαγγελίας, ἀπὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι τὸν χρόνον ἀπεικάσῃς τῶν ἀποκαλυπτομένων μυστηρίων. 7. Οὕτω καὶ ἐπὶ τῇ Μαρίᾳ ὁ ἄγγελος προέλεγεν ὅπερ ἔμελλεν εἰσερχόμενος ὁ πατὴρ ταύτης εἰς τὸν οἶκον τὸν ἴδιον παρὰ θεοῦ κομίζεσθαι, τὸ δι' εὐχῆς αἰτηθὲν διὰ τῆς τοῦ πατρὸς καὶ τῆς μητρὸς αἰτήσεως, ὅτι «ἰδού, ἡ γυνή σου συνειληφυῖα ἐν γαστρί», ἵνα βεβαίως περαιώσῃ τὴν διάνοιαν τοῦ πιστοῦ ἐν τῇ ἐπαγγελίᾳ. τοῦτο δὲ γέγονέ τισιν εἰς πλάνην. ἀδύνατον γάρ τινα παρὰ τὴν τῶν ἀνθρώπων φύσιν ἐπὶ τῆς γῆς γεννᾶσθαι. μόνος γὰρ διέπρεψεν * αὐτῷ μόνῳ παρεχώρησεν ἡ φύσις. οὗτος ὡς πλάστης καὶ ἐξουσιαστὴς τοῦ πράγματος ἑαυτὸν ἀπὸ παρθένου ὥσπερ ἀπὸ τῆς 3.482 γῆς ἀνεπλάσατο, θεὸς ἀπ' οὐρανῶν ἐλθών, σάρκα ἐνδυσάμενος ὁ λόγος ἐξ ἁγίας παρθένου· οὐ μὴν δὲ προσκυνουμένης τῆς παρθένου, οὐδὲ ἵνα θεὸν ταύτην ἀπεργάσηται, οὐχ ἵνα εἰς ὄνομα αὐτῆς προσενέγκωμεν, οὐχ ἵνα γυναῖκας πάλιν ἱερείας μετὰ τοσαύτας γενεὰς ἀποδείξῃ. οὐκ εὐδόκησεν ὁ θεὸς τοῦτο ἐν Σαλώμῃ γενέσθαι, οὐκ ἐν αὐτῇ τῇ Μαρίᾳ. οὐκ ἐπέτρεψεν αὐτῇ δοῦναι βάπτισμα, οὐκ εὐλογῆσαι μαθητάς, οὐ τὸ ἄρχειν ἐπὶ τῆς γῆς ἐκέλευσεν, ἢ μόνον ἁγίασμα αὐτὴν εἶναι καὶ καταξιωθῆναι τῆς αὐτοῦ βασιλείας. οὐ τὴν καλουμένην μητέρα Ῥούφου, οὐ τὰς ἀκολουθησάσας ἀπὸ Γαλιλαίας, οὐ τὴν Μάρθαν τὴν ἀδελφὴν Λαζάρου καὶ Μαρίαν, οὔτινα τῶν ἁγίων γυναικῶν τῶν καταξιωθεισῶν ὑπὸ τῆς αὐτοῦ παρουσίας σωθῆναι, ἐξυπηρετησαμένων τε αὐτῷ ἐκ τῶν ἰδίων ὑπαρχόντων, οὐ τὴν γυναῖκα τὴν Χανανῖτιν, οὐ τὴν αἱμορροοῦσαν καὶ σεσωσμένην, οὔτινα τῶν ἐπὶ τῆς γῆς γυναικῶν † τοῦτο ποιεῖν προσέταξε τὸ ἀξίωμα. πόθεν τοίνυν πάλιν ἡμῖν κυκλοδράκων, πόθεν ἀνακαινίζεται τὰ σκολιὰ βουλεύματα; ἐν τιμῇ ἔστω Μαρία, ὁ δὲ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα προσκυνείσθω, τὴν Μαρίαν μηδεὶς προσκυνείτω. οὐ λέγω γυναικί, ἀλλ' οὐδὲ ἀνδρὶ ὡς θεῷ προστέτακται προσφέρειν τὸ μυστήριον, οὐδὲ ἄγγελοι χωροῦσι δοξολογίαν τοιαύτην. ἐξαλειφέσθω τὰ κακῶς γραφέντα ἐν καρδίᾳ τῶν ἠπατημένων, ἀμαυρούσθω ἐξ ὀφθαλμῶν τὸ ἐγκίσσημα τοῦ ξύλου· ἐπιστρέψῃ πάλιν τὸ πλάσμα πρὸς τὸν δεσπότην, ἐντρεπέσθω Εὔα μετὰ τοῦ Ἀδὰμ θεὸν τιμᾶν μόνον, μὴ ἀγέσθω τῇ τοῦ ὄφεως φωνῇ, ἀλλ' ἐμμενέτω τῇ τοῦ θεοῦ προστάξει «μὴ φάγῃς ἀπὸ τοῦ ξύλου». καὶ ἦν τὸ ξύλον οὐ πλάνη, ἀλλὰ διὰ τοῦ ξύλου γέγονεν ἡ παρακοὴ τῆς πλάνης. μὴ φαγέτω τις ἀπὸ τῆς πλάνης τῆς διὰ Μαρίαν τὴν ἁγίαν· καὶ γὰρ εἰ καὶ «ὡραῖον τὸ ξύλον», ἀλλ' οὐκ εἰς βρῶμα, καὶ εἰ καλλίστη ἡ Μαρία καὶ ἁγία καὶ τετιμημένη, ἀλλ' οὐκ εἰς τὸ προσκυνεῖσθαι. 8. Αὗται δὲ πάλιν «ἀνακαινίζουσι τῇ Τύχῃ τὸ κέρασμα καὶ ἑτοιμάζουσι τῷ δαίμονι» καὶ οὐ θεῷ «τὴν τράπεζαν», κατὰ τὸ γεγραμμένον, καὶ σιτοῦνται σῖτα ἀσεβείας, ὥς φησιν ὁ θεῖος λόγος «καὶ αἱ γυναῖκες τρίβουσι σταῖς, καὶ οἱ υἱοὶ συλλέγουσι ξύλα ποιῆσαι χαυῶνας τῇ στρατιᾷ 3.483 τοῦ οὐρανοῦ». φιμούσθωσαν ὑπὸ Ἰερεμίου αἱ τοιαῦται γυναῖκες, καὶ μὴ

583

θροείτωσαν τὴν οἰκουμένην. μὴ λεγέτωσαν· «τιμῶμεν τὴν βασίλισσαν τοῦ οὐρανοῦ». οἶδε γὰρ Ταφνὰς ταύτας τιμωρεῖσθαι, οἴδασιν οἱ τόποι Μαγδούλων τούτων τὰ σώματα ὑποδέχεσθαι εἰς σῆψιν. μὴ πείθου, Ἰσραήλ, γυναικί, ἀνάκυπτε ἀπὸ κακῆς γυναικὸς συμβουλίας. «γυνὴ γὰρ τιμίας ψυχὰς ἀνδρῶν ἀγρεύει». «ταύτης γὰρ οἱ πόδες τοὺς χρωμένους μετὰ τοῦ θανάτου ἄγουσιν εἰς τὸν Ἅιδην». «μὴ πρόσεχε φαύλῃ γυναικί. μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου». μὴ πείθου ταύτῃ τῇ γυναικὶ τῇ φαύλῃ. πᾶσα γὰρ αἵρεσις φαύλη γυνή, πλέον δὲ ἡ τῶν γυναικῶν αἵρεσις αὐτὴ καὶ ἡ τοῦ ἀπατήσαντος τὴν πρώτην γυναῖκα. τιμάσθω ἡ μήτηρ ἡμῶν Εὔα ὡς ἐκ θεοῦ πεπλασμένη, μὴ ἀκουέσθω δέ, ἵνα μὴ πείσῃ τὰ τέκνα φαγεῖν ἀπὸ τοῦ ξύλου καὶ ἐντολὴν παραβῆναι. μετανοείτω δὲ καὶ αὐτὴ ἀπὸ κενοφωνίας, ἐπιστρεφέτω αἰσχυνομένη καὶ φύλλα συκῆς ἐνδυομένη. κατανοείτω δὲ ἑαυτὸν καὶ ὁ Ἀδάμ, καὶ μηκέτι αὐτῇ πειθέσθω. ἡ γὰρ τῆς πλάνης πειθὼ καὶ γυναικὸς εἰς τὸ ἐναντίον συμβουλία θάνατον τῷ ἰδίῳ συζύγῳ ἐργάζεται, οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς τέκνοις. κατέστρεψε τὸ πλάσμα Εὔα διὰ τῆς παραβάσεως, ἐρεθισθεῖσα διὰ τῆς τοῦ ὄφεως φωνῆς καὶ ἐπαγγελίας, πλανηθεῖσα ἀπὸ τοῦ κηρύγματος καὶ ἐφ' ἑτέραν βαδίσασα διάνοιαν. 9. Διὰ τοῦτο ὁ πάντων δεσπότης καὶ σωτὴρ βουλόμενος θεραπεῦσαι τὸ ἄλγος καὶ οἰκοδομῆσαι τὸ κατεστραμμένον καὶ διορθώσασθαι τὸ ἠλαττωμένον, ἐπειδὴ ἀπὸ γυναικὸς «ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν» κατελθὼν ἐκ γυναικὸς παρθένου αὐτὸς ἐγεννήθη, ἵνα τὸν θάνατον ἐκκλείσῃ καὶ τὸ ἐλλεῖπον πληρώσῃ καὶ τὸ ἠλαττωμένον τελειώσῃ. στρέφεται δὲ ἡμῖν πάλιν ἡ κακία, ἵνα τὸ ἐλάττωμα εἰς τὸν κόσμον προαγάγῃ. ἀλλ' οὔτε νέοι οὔτε γέροντες πείθονται τῇ γυναικὶ διὰ τὴν ἄνωθεν σωφροσύνην. οὐ πείθει ἡ Αἰγυπτία τὸν σώφρονα Ἰωσὴφ οὐδὲ παρεκτρέπει, καίτοι γε διὰ πολλῆς μηχανίας ἐργασαμένη τὸ δεινὸν πρὸς τὸν παῖδα τῆς συμβουλίας. ἀλλ' οὐ πείθεται ἄνθρωπος ἐκ πνεύματος ἁγίου λαβὼν τὴν φρόνησιν, οὐ τὸ σῶφρον ἀφανίζει, ἵνα μὴ τὴν εὐγένειαν κατευτελίσῃ. καταλιμπάνει τὰ ἱμάτια καὶ τὸ σῶμα οὐκ ἀπόλλυσιν. ἀποδιδράσκει 3.484 τὸν τόπον, ἵνα μὴ πέσῃ τῇ παγίδι· πρὸς καιρὸν τιμωρεῖται, ἀλλ' εἰς τὸν αἰῶνα βασιλεύει· ἐν δεσμωτηρίῳ βάλλεται, ἀλλ' αἱρετὸν ἐν φυλακῇ καταμένειν «καὶ ἐν γωνίᾳ ὑπαίθρου», «ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους». καὶ πόσα ἔστι λέγειν; ἤτοι γὰρ ὡς αὐτὴν προσκυνοῦντες τὴν Μαρίαν αὐτῇ προσφέρουσι τὴν κολλυρίδα αἱ ἀργαὶ αὗται γυναῖκες ἤτοι ὑπὲρ αὐτῆς προσφέρειν ἐπιχειροῦσι τὴν προειρημένην ταύτην σαθρὰν κάρπωσιν, τὸ πᾶν ἐστιν ἠλίθιον καὶ ἀλλότριον καὶ ἐκ δαιμόνων κινήσεως φρύαγμά τε καὶ ἀπάτη. Ἵνα δὲ μὴ παρεκτείνωμεν τὸν λόγον, ἀρκέσει τὰ εἰρημένα ἡμῖν. ἡ Μαρία ἐν τιμῇ, ὁ κύριος προσκυνείσθω. οὐδενὶ γὰρ ἐργάζονται οἱ δίκαιοι πλάνην. «ἀπείραστος γάρ ἐστιν ὁ θεὸς κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα», οὐδὲ οἱ αὐτοῦ δοῦλοι, πρὸς ἀπάτην. «ἕκαστος δὲ πειράζεται ἐκ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. εἶτα ἡ ἐπιθυμία τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκυεῖ θάνατον.» Ἱκανῶς δὲ ἔχειν περὶ πάντων τούτων νομίσαντες, ἀγαπητοί, καὶ ταύτην ὡς εἰπεῖν τὴν κανθαρίδα, τὴν τῷ εἴδει μὲν χρυσίζουσαν, πτερωτὴν δὲ ὡς εἰπεῖν καὶ πετομένην, ἰοβόλον οὖσαν καὶ δηλητήριον ἐν ἑαυτῇ κεκτημένην, τῷ λόγῳ τῆς ἀληθείας συντρίψαντες, ἐπὶ τὴν ἔτι μίαν περιλειφθεῖσαν ἴωμεν, πάλιν θεὸν ἐπικαλούμενοι παραστῆναι εἰς τὸ τὰ τῆς ἀληθείας ἰχνηλατεῖν μέρη καὶ κατὰ τῆς ἐναντιότητος τὴν ἀνατροπὴν τελείαν ἐργάσασθαι. – – – Κατὰ Μασσαλιανῶν, οἷς συνάπτονται Μαρτυριανοί, ἐξ Ἑλλήνων ὄντες, καὶ Εὐφημῖται καὶ Σατανιανοί, ˉξ, τῆς δὲ ἀκολουθίας ˉπ. 1. Κόρον οὐκ ἔχει ἡ ἀναισχυντία οὐδὲ πλησμονὴν ἡ ἀφροσύνη, ἀλλ' ἐπὶ

584

πάντα ἥπλωσεν ἑαυτῆς τὸν λογισμὸν καὶ κέχηνε τὸ στόμα, τοῦ λυμήνασθαι τὰ τοῦ Ἀδὰμ καὶ Νῶε σπέρματα, διαφόρως τὸ σῶφρον ἀπο.485 τριβομένη καὶ τὸ πορνικὸν φρόνημα πολυτρόπως τοῖς ἀδικουμένοις ὑποσπείρουσα. φύσει γὰρ μετὰ ταύτας πάλιν τὰς αἱρέσεις μωρά τις καὶ πάσης ἀφροσύνης ἔμπλεως ἐπανέστη ἡμῖν ἑτέρα τις, γελοῖος μὲν ὅλη, ἀσύστατον ἔχουσα τὸ φρόνημα, καὶ ἀνδρῶν καὶ γυναικῶν ἠπατημένων. Μασσαλιανοὶ δὲ οὗτοι καλοῦνται, ἑρμηνευόμενοι εὐχόμενοι. ἦσαν δὲ πρὸ χρόνου τινός, ὡς ἀπὸ τῶν καιρῶν Κωνσταντίου καὶ δεῦρο, ἄλλοι πάλιν Εὐφημῖται εἴτ' οὖν Μασσαλιανοὶ καλούμενοι, ἐξ ἧς τάχα οἶμαι καὶ αὕτη τὸν μιμηλὸν ζῆλον ἔσχεν. ἀλλ' ἐκεῖνοι μὲν ἐξ Ἑλλήνων ὡρμῶντο, οὔτε Ἰουδαϊσμῷ προσανέχοντες οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε ἀπὸ Σαμαρειτῶν, ἀλλὰ μόνον Ἕλληνες ὄντες δῆθεν καὶ θεοὺς μὲν λέγοντες, μηδενὶ δὲ τούτων προσκυνοῦντες, ἑνὶ δὲ μόνον δῆθεν τὸ σέβας νέμοντες καὶ καλοῦντες Παντοκράτορα. τινὰς δὲ οἴκους ἑαυτοῖς κατασκευάσαντες ἢ τόπους πλατεῖς, φόρων δίκην, προσευχὰς ταύτας ἐκάλουν. καὶ ἦσαν μὲν τὸ παλαιὸν προσευχῶν τόποι ἔν τε τοῖς Ἰουδαίοις ἔξω πόλεως καὶ ἐν τοῖς Σαμαρείταις, ὡς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εὕρομεν, ἔνθα ἡ πορφυρόπωλις Λυδία τοῖς περὶ τὸν ἅγιον Παῦλον ἀπήντηκεν, ὡς καὶ οὕτως τὸ θεῖον γράμμα διηγεῖται, ὅτι, φησίν, «ἐδόκει τόπος προσευχῆς εἶναι»· καὶ προσῆλθον καὶ ἐδίδασκον οἱ ἀπόστολοι τὰς συνελθούσας κατ' ἐκεῖνο καιροῦ γυναῖκας. ἀλλὰ καὶ προσευχῆς τόπος ἐν Σικίμοις, ἐν τῇ νυνὶ καλουμένῃ Νεαπόλει, ἔξω τῆς πόλεως ἐν τῇ πεδιάδι ὡς ἀπὸ σημείων δύο, θεατροειδὴς οὕτως ἐν ἀέρι καὶ αἰθρίῳ τόπῳ ἐστὶ κατασκευασθεὶς ὑπὸ τῶν Σαμαρειτῶν πάντα τὰ τῶν Ἰουδαίων μιμουμένων. 3.486 2. Οὗτοι δὲ οἱ πρότερον Μασσαλιανοὶ ἐξ Ἑλλήνων ὁρμώμενοι, οἱ πρὸ τῶν νυνὶ τῶν δῆθεν ἀπὸ ὀνόματος Χριστοῦ ὁρμωμένων, καὶ αὐτοὶ πῆ μὲν ἔν τισι χώραις τοιαῦτα τοπάριά τινα κατασκευάσαντες, ὡς προσευχὰς καλούμενα καὶ εὐκτήρια, ἐν ἄλλοις δὲ τόποις φύσει καὶ ἐκκλησίας ὁμοίωμά τι ἑαυτοῖς ποιήσαντες, καθ' ἑσπέραν καὶ κατὰ τὴν ἕω μετὰ πολλῆς λυχναψίας καὶ φώτων συναθροιζόμενοι, ἐπὶ πολύ τε καταλεγμάτιά τινα ὑπὸ τῶν παρ' αὐτοῖς σπουδαίων καὶ εὐφημίας τινὰς δῆθεν εἰς τὸν θεὸν ποιούμενοι, ὡς διὰ καταλεγματίων καὶ εὐφημιῶν ὥσπερ θεὸν ἐξιλεούμενοι, ἑαυτοὺς ἀπατῶσιν. ἡ δὲ ἀγνωσία τυφλή τις οὖσα πάντα ταῦτα δοκήσει οἰήσεως τοῖς πεπλανημένοις παρασκευάζει. ἐκεραυνοβολήθη δὲ πρὸ χρόνου ἓν τῶν τοιούτων κατασκευασμάτων, οὐκ ἔχω δὲ λέγειν ἐν ποίῳ τόπῳ, τάχα δὲ ἐν τῇ Φοινίκῃ τοῦτο ἠκούσαμεν. ἀλλὰ καί τινες τῶν ἀρχόντων ζηλωταὶ πολλοὺς ἐκ τούτων ἀπέκτειναν, διὰ τὸ παραχαράττειν τὴν ἀλήθειαν καὶ ἀντιμιμεῖσθαι ἐκκλησίας τρόπον, μὴ ὄντας Χριστιανούς, μήτε ἐξ Ἰουδαίων ὁρμωμένους. οἶμαι δὲ Λουππικιανὸς ὁ στρατηλάτης εἷς ἦν τῶν τοὺς αὐτοὺς Εὐφημίτας τοὺς ἀπὸ τῶν Ἑλλήνων ὁρμωμένους τιμωρησάμενος, ἐξ ἧς προφάσεως ἐφύη πάλιν αὐτοῖς δευτέρα πλάνη. λαβόντες γάρ τινες τὰ τῶν τότε ἀποκτανθέντων σώματα διὰ τὴν τοιαύτην Ἑλληνικὴν ἀνομίαν καὶ θάψαντες ἔν τισι τόποις, ἐκεῖ πάλιν τὰ αὐτὰ εὔφημά τε ἐπιτελοῦσι καὶ Μαρτυριανοὺς ἑαυτοὺς ἐπωνόμασαν, δῆθεν διὰ τοὺς ὑπὲρ τῶν εἰδώλων μαρτυρήσαντας. 3. Ἄλλοι δὲ πάλιν ἐκ τούτων ἔτι βαθύτερόν τι διανοούμενοι, ὡς κατὰ τὴν αὐτῶν εὐήθειαν συμβούλῳ τῇ διανοίᾳ χρώμενοι εἶπον· ὁ Σατανᾶς μέγας ἐστὶ καὶ ἰσχυρότερος καὶ πολλὰ ἐπιτελεῖ κακὰ τοῖς ἀνθρώποις. διὰ τί οὐ μᾶλλον πρὸς τοῦτον καταφεύγομεν καὶ αὐτῷ προσκυνοῦμεν, αὐτόν τε τιμῶμεν καὶ αὐτὸν εὐφημοῦμεν, ἵνα διὰ τῆς κολακευτικῆς θεραπείας * μὴ ἐνεργήσῃ ἡμῖν τὰ πονηρά, ἀλλ' ὡς δούλων αὐτοῦ ἡμῶν γεγονότων, φασί, φείδηται ἡμῶν; καὶ οὕτω καὶ οὗτοι Σατανιανοὺς ἑαυτοὺς ἐπωνόμασαν. 3.487 Ὁμοῦ δὲ τούτων τὴν αἵρεσιν ἐν ταὐτῷ συνεθήκαμεν καὶ τοὺς προειρημένους τοὺς

585

μέλλοντας ὑφ' ἡμῶν νυνὶ λέγεσθαι, ἐπειδὴ γὰρ τὰ ἴσα ἐν ὑπαίθρῳ ἐξαγόμενοι, ἔξω βεβηκότες τῆς ἀληθείας, ἐπὶ τὸ εὔχεσθαι καὶ ὑμνεῖν ἐσχολάκασιν. ἀλλὰ πάντα μὲν ταῦτα περιγέλαστα ὄντα ἀβλαβῆ ἐτύγχανε, μὴ δυνάμενα παρεκκλίνειν τὸν νοῦν ἀπὸ τῆς ἀληθείας· οὐ γὰρ εἰς ὄνομα Χριστοῦ ἐλέγοντο εἶναι, ἀλλὰ Ἕλληνες τὸ πᾶν. νῦν δὲ ἀπ' ἐκείνων τῶν τρόπων οὗτοι * νῦν καλούμενοι Μασσαλιανοί, ὧν οὔτε ἀρχὴ οὔτε τέλος οὔτε κεφαλὴ οὔτε ῥίζα, ἀλλὰ τὰ πάντα εἰσὶν ἀστήρικτοι καὶ ἄναρχοι καὶ ἠπατημένοι, μὴ ἔχοντες ὅλως στηριγμὸν ὀνόματος ἢ θεσμοῦ ἢ θέσεως ἢ νομοθεσίας. δοκοῦσι τοίνυν οὗτοι ἐπὶ τὸ αὐτὸ ἄνδρες τε καὶ γυναῖκες * δῆθεν εἰς Χριστὸν πεπιστευκέναι λέγοντες, ὡς ἀποταξάμενοι τῷ κόσμῳ καὶ τῶν ἰδίων ἀνακεχωρηκότες, ὁμοῦ δὲ ἀναμὶξ ἄνδρες ἅμα γυναιξὶ καὶ γυναῖκες ἅμα ἀνδράσιν ἐπὶ τὸ αὐτὸ καθεύδοντες, ἐν ῥύμαις μὲν πλατείαις, ὁπηνίκα θέρους ὥρα εἴη, διὰ τὸ μὴ ἔχειν, φησί, κτῆμα ἐπὶ τῆς γῆς. ἀκώλυτοι δέ εἰσι καὶ ἐκτείνουσι χεῖρας μεταιτεῖν ὡς ἀβίωτοι καὶ ἀκτήμονες. οἱ δὲ λόγοι αὐτῶν ἀφρόνων ἐπέκεινα. ὃν δ' ἄν τινα ἐπερωτήσῃς ἐξ αὐτῶν ὁρμώμενον, ἐκεῖνον ἑαυτὸν φάσκει οἷον δ' ἂν ἐθέλοις. ἤτοι 3.488 γὰρ προφήτην εἴποις, λέξουσι ὅτι προφήτης εἰμί, ἤτοι Χριστὸν ἐὰν ὀνομάσῃς, φάσκει ὅτι Χριστός εἰμι, ἤτοι πατριάρχην, τὸ αὐτὸ ἑαυτὸν ὀνομάζει ἀναιδῶς, ἤτοι ἄγγελον, καὶ ἑαυτὸν λέγει, καὶ ἁπλῶς ὢ τῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. νηστείαν δὲ οὐδ' ὅλως οἴδασιν, ἀλλὰ δῆθεν εἰς τὴν εὐχὴν ἐσχολακότες καὶ ἀπὸ ὥρας δευτέρας ἢ τρίτης ἢ καὶ τὴν νύκτα, ἐὰν φθάσωσι πεινᾶσαι, πάντα ἀδεῶς ἐργάζονται, ἐσθίοντες καὶ πίνοντες. περὶ δὲ αἰσχρότητος ἢ λαγνείας οὐ πάνυ τι δύναμαι εἰδέναι. πλὴν οὐδὲ τούτου εἰσὶν ἀποδέοντες, μάλιστα ἐπὶ τὸ αὐτὸ κοινῇ τὸ κοιτάζειν ἐσχηκότες ἅμα γυναιξὶ καὶ ἀνδράσιν. οὗτοι δὲ καὶ ἐν Ἀντιοχείᾳ εἰσὶν ἀπὸ τῆς Μέσης τῶν ποταμῶν ὁρμώμενοι. 4. Ἔσχον δὲ τὸ βλαβερὸν τοῦτο φρόνημα ἀπὸ τῆς ἀμετρίας τῆς τινων ἀδελφῶν ἀφελείας. τινὲς γὰρ τῶν ἡμετέρων ἀδελφῶν καὶ ὀρθοδόξων, μὴ γινώσκοντες τὸ μέτρον τῆς ἐν Χριστῷ πολιτείας, τὸ κελεῦον ἀποτάσσεσθαι τῷ κόσμῳ, κτημάτων τε ἰδίων καὶ χρημάτων ἀποξενοῦσθαι, πωλεῖν τε τὰ ἴδια καὶ μεταδιδόναι πτωχοῖς, λαμβάνειν δὲ τὸν σταυρὸν καὶ ἀκολουθεῖν ἐν ἀληθείᾳ, μὴ εἶναι ἀργὸν μήτε ἄεργον καὶ ἀκαιροφάγον, μηδὲ ἐοικέναι τῷ κηφῆνι τῶν μελισσῶν, «ἐργάζεσθαι δὲ ταῖς ἰδίαις χερσίν», ὥσπερ καὶ ὁ ἅγιος ἀπόστολος Παῦλος ἀποταξάμενος τῷ κόσμῳ, κῆρυξ δὲ ὢν τῆς ἀληθείας, «οὗ αἱ χεῖρες οὐ μόνον ἑαυτῷ ἐπήρκουν, ἀλλὰ καὶ τοῖς συνοῦσιν αὐτῷ»· οὐκ οὖσι δὲ ἐκείνοις ἀργοῖς, ἀλλ' ἅμα συμπαροῦσιν αὐτῷ ἐν τῇ ἐργασίᾳ· ὥς που καυχᾶται λέγων διδάσκει τε σαφέστατα «ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω»–τινὲς δὲ τῶν προειρη.489 μένων ἀδελφῶν, ὡς ἀπὸ τοῦ Μάνη μεμαθηκότες τάχα, ἵν' οὕτως εἴπω, τοῦ ἀπὸ Περσίδος ἀναβεβηκότος, * ἅτινα οὐκ ἐχρῆν οὕτως εἶναι· σκοπεῖν δὲ μᾶλλον τοὺς τοιούτους παραγγέλλει ὁ θεῖος λόγος τοὺς μηδὲν ἐργαζομένους. πεπλάνηκε γάρ τινων τὴν οἴησιν ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι εἰρημένος «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον». νομίζουσι δὲ τὴν ἀπολλυμένην εἶναι τὴν καλὴν ἐργασίαν, δι' ἧς εἰς δικαιοσύνην ἔχομεν τὸν κάματον· ἥτις ἐπληροῦτο ἐν Ἀβραὰμ διὰ τοῦ μόσχου καὶ ἐν τῇ καματουργίᾳ τῆς χήρας διὰ τοῦ Ἠλίου, καὶ ἐν τῇ ἐργασίᾳ τοῦ Ἰὼβ διὰ τῶν αὐτοῦ παίδων καὶ κτημάτων καὶ πάντων τῶν τοῦ θεοῦ δούλων τῶν εἰς δικαιοσύνην καμνόντων ταῖς ἰδίαις χερσίν, «εἰς τὸ ἐπαρκεῖν καὶ τοῖς ἐνδεομένοις», καθὼς καὶ ἐν ἑκάστῳ μοναστηρίῳ, ἔν τε τῇ τῶν Αἰγυπτίων χώρᾳ καὶ ἐν πάσαις χώραις οὕτω κάμνουσιν εἰς δικαιοσύνην· ὡς ἡ μέλιττα, ἐν χερσὶ μὲν ἔχουσα τὸν κηρὸν τῆς ἐργασίας, τὴν δὲ ψεκάδα τοῦ μέλιτος ἐν τῷ στόματι, μετὰ τῆς ἰδίας ὑμνηγόρου φωνῆς τὸν τῶν πάντων δεσπότην κατὰ τὴν ἰδίαν αἴσθησιν ὑμνεῖ, ὡς καὶ Σαλομὼν μαρτυρεῖ ὅτι

586

«τὴν σοφίαν τιμήσασα προήχθη», οὕτω καὶ οἱ τοῦ θεοῦ δοῦλοι οἱ ἀληθῶς ἐπὶ τῆς στερεᾶς πέτρας τῆς ἀληθείας τεθεμελιωμένοι καὶ τὸν οἶκον αὐτῶν ἀσφαλῶς οἰκοδομοῦντες ἰδίαις χερσὶ τὰς λεπτὰς αὐτῶν ἐργασίας ἐργάζονται κατὰ τὴν ἑκάστου τέχνην, ἐν στόματι δὲ σχεδὸν πᾶσαν θείαν γραφὴν ἀπαγγέλλουσιν, ἀκμητί τε καὶ ἀόκνως συχνὰς ποιοῦνται τὰς ἀγρυπνίας, τοῦτο μὲν ἐν εὐχαῖς, τοῦτο δὲ ἐν ψαλμῳδίαις, ἐνδελεχῶς δὲ τὰς συνελεύσεις τὰς ἐξ ἔθους ἐνθέσμως τεταγμένας, διημερεύουσί τε πάντοτε κατὰ τὰς ἀδιαλείπτους κατὰ διάστημα ὥρας τὰς εὐχὰς θεῷ ἀκαταγνώστως μετὰ ταπεινοφροσύνης πολλῆς καὶ οἰμωγῆς ἐπιπόνου ἀναπέμποντες, ταῖς τε ἰδίαις χερσίν, ὡς ἔφην, ἐργαζόμενοι μετὰ καὶ τῆς πνευματικῆς ἐργασίας, ἵνα μὴ ἐπιδεεῖς γένωνται καὶ εἰς ὑποκρίσεις ἀνθρωπίνας ἐμπέσωσι, καὶ οὐκέτι τῷ ἀσεβοῦντι δυνάμενοι τὰ ἀληθῆ λέγειν οὔτε ἐκτὸς ῥύπου εἶναι τῶν ἀπὸ ἀδικίας ἀνθρώπων πλουσίων καὶ πλεονεκτούντων τοὺς πένητας οὔτε ἐκτὸς σιτίων τοιούτων γίνεσθαι, μὴ δυνάμενοι ἐκ δικαίων πόνων 3.490 τὴν ἐφήμερον ἔχειν τροφήν, ἀλλ' ἀναγκαζόμενοι διὰ τὸ ἐνδεὲς τῆς ἀεργίας τραπέζης πλουσίων μετέχειν. 5. Διὸ παραγγέλλει ὁ θεῖος λόγος φάσκων «μὴ ἐπιθύμει βρωμάτων τῶν πλουσίων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς». καὶ πάλιν ἐν ἄλλῳ τόπῳ ὅτι «τοιαῦτά σε δεῖ παρασκευάζειν, εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν αὐτοῦ βρωμάτων»· ἐν τούτοις γὰρ ἐδοξάσθησαν οἱ παῖδες οἱ ἐν τῇ Βαβυλῶνι, ἀρνησάμενοι τράπεζαν βασιλέως καὶ αἱρησάμενοι σπέρμασιν ἀρκεῖσθαι ἢ τραπέζῃ καὶ βρώμασι, χρήμασι καὶ δόξῃ ἀποταξάμενοι, ὡς Μωυσῆς «μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἤπερ ἀπολαύειν» τῶν ἐν Αἰγύπτῳ θησαυρῶν, ἐργαζόμενος δὲ ἰδίαις χερσὶν ἔτυχε προφητείας. προβάτων γὰρ οὗτος ποιμὴν κατέστη ὁ εὐγενὴς καὶ υἱὸς θυγατρὸς βασιλέως, ἵνα μὴ ἀργὸν ἐσθίῃ ἄρτον, ὡς καὶ διδάσκει ὁ πατὴρ ἡμῶν Ἰακώβ, λέγων τῷ Λάβαν «δός μοι ἐργασίαν, ἵνα ἐργάζωμαι καὶ ἀπολαύσω τοῦ ἰδίου ἄρτου». καὶ αὐτὸς πάλιν ποιμαίνειν προστέτακται παρὰ τοῦ ἰδίου πενθεροῦ, ἵνα μὴ ἀργὸν ἄρτον ἐσθίωσιν οἱ δίκαιοι. τοῖς δὲ ἀποστόλοις εἴρηται ἀρκεῖσθαι τῷ λόγον κηρύττειν, ἵνα μὴ ἀσχολῶνται ἀπὸ πόλεως εἰς πόλιν καὶ ἀπὸ τόπου εἰς τόπον ἐπὶ τὸ κήρυγμα τὴν πορείαν ποιούμενοι. «ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ» καὶ «ἀρκετὸν τῷ ἐργαζομένῳ ἡ τροφὴ αὐτοῦ». καὶ τοῖς δὲ ποιμέσιν ὡσαύτως διὰ τὴν τῶν λαῶν συχνὴν ἀσχολίαν καὶ τὴν ἐκκλησιαστικὴν διοίκησιν καὶ ἐνδελεχῆ λειτουργίαν φησὶν ὁ θεῖος λόγος «τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; ἢ τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐ μεταλαμβάνει;» καὶ φησί «τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν», ἵνα τὸν πρεσβύτερον ἢ τὸν ἐπίσκοπον μὴ ἐλαττούμενον τῆς ἐφημέρου τροφῆς καταστήσειε, προτρεπόμενος λαοὺς ἐκ δικαίων πόνων νέμειν τὰ πρὸς τροφὴν τοῖς ἱερεῦσι διὰ ἀπαρχῶν τε καὶ προσφορῶν καὶ τῶν ἄλλων· ὧν ἐξουσίαν ἔχοντες οἱ ἐκ θεοῦ τοὺς λαοὺς ὁδηγεῖν προστεταγμένοι οὐδὲ τούτοις κέχρηνται κατακόρως οἱ θεῷ τελείως εὐαρεστεῖν ἐπαγγελλόμενοι. 6. Καὶ γὰρ ἐξ αὐτῶν τῶν τοῦ θεοῦ ἱερέων τινὲς καὶ αὐτοὶ μετὰ τοῦ κηρύγματος τοῦ λόγου μιμούμενοι τὸν ἅγιον αὐτῶν μετὰ τὸν θεὸν 3.491 ἐν Χριστῷ πατέρα, φημὶ δὲ Παῦλον τὸν ἅγιον ἀπόστολον, καὶ αὐτοὶ κατὰ τὸ δυνατόν, εἰ καὶ μὴ πάντες, ἀλλ' οἱ πλείους ταῖς ἰδίαις χερσὶν ἐργαζόμενοι, οἵαν δ' ἂν ἀναλόγως συμπρέπουσαν τῷ ἀξιώματι καὶ τῇ τῆς ἐκκλησιαστικῆς φροντίδος ἐνδελεχείᾳ εὕροιεν ἐργάζονται τέχνην, ὅπως μετὰ τοῦ λόγου καὶ τοῦ κηρύγματος ἡ συνείδησις χαίρῃ, καὶ διὰ χειρῶν ἰδίων καρποφοροῦσα καὶ ἑαυτῇ ἐπαρκουμένη τοῖς τε ἀδελφοῖς καὶ ἐνδεομένοις τὴν μετὰ χεῖρας οἰκονομίαν, τὴν ἐξ ἀπαρχῶν δέ φημι καὶ προσφορῶν καὶ ἐξ αὐτῶν τῶν διὰ χειρῶν εἰργασμένων, δι' ὑπερβολὴν διαθέσεως πρὸς θεὸν καὶ τοὺς πέλας ἑκουσίως μεταδιδοῦσα· καίτοι γε μὴ ἀναγκαζομένων αὐτῶν μήτε

587

κατακρινομένων, ἀλλὰ δικαιοσύνης πόνους καὶ ἐργασίαν ἐκκλησιαστικὴν ἐχόντων καὶ κατὰ δικαιοσύνην σιτουμένων, δι' ὑπερβολὴν δὲ προαιρέσεως τοῦτο αὐτῶν ποιούντων. ἐπιποθεῖ γὰρ αὐτῶν ἡ ἔνθεος ψυχὴ καὶ ἐν φόβῳ θεοῦ ἐστηριγμένη καὶ ἐκ πνεύματος ἁγίου τὴν γνῶσιν κεκτημένη πλούτου ἐπουρανίου, τοῦ κατὰ δικαιοσύνην μετὰ ἐπαίνου καὶ κλέους καὶ ἀριστείας, τοῦ διὰ θείων δογμάτων καὶ θείας μελέτης ἁγίας γραφῆς καὶ λογίων θεοῦ, ψαλμῳδιῶν τε καὶ συνάξεων, ἁγίων νηστειῶν τε καὶ ἁγνείας καὶ πολιτείας καὶ τῆς διὰ χειρῶν ἕνεκεν δικαιοσύνης μετὰ προαιρέσεως ἐργασίας. Ἀλλὰ καὶ ἄλλῳ προελήφθησαν τύπῳ οἱ αὐτοὶ τίμιοι ἡμῶν ἀδελφοί, οἱ κατὰ Μεσοποταμίαν ἐν μοναστηρίοις ὑπάρχοντες εἴτουν μάνδραις καλουμέναις, κόμαις γυναικικαῖς χρῆσθαι προβαλλόμενοι καὶ σάκκῳ προφανεῖ ἐπερειδόμενοι. ἔδει δὲ τὰ τῆς ἁγίας παρθένου τοῦ Χριστοῦ, 3.492 τῆς μητρὸς ἡμῶν τῆς ἐκκλησίας τέκνα ὑπάρχειν σεμνά, οἰκουρά, θεῷ λατρεύοντα κρυφίως τῷ εἰδότι τὰ κρύφια καὶ ἀποδιδόντι ἐν τοῖς φανεροῖς, κατὰ τὸ γεγραμμένον, καὶ εὐσχημόνως περιπατεῖν διὰ τοὺς ἔξω καὶ μὴ βούλεσθαι λαβεῖν ἀπὸ τῶν ὁρώντων τὸν μισθὸν καὶ τὴν χάριν. ἀλλότριον γάρ ἐστι τῆς καθολικῆς ἐκκλησίας σάκκος προφανὴς καὶ κόμη μὴ ἐκτεμνομένη ἀπὸ τοῦ κηρύγματος τῶν ἀποστόλων· «ἀνήρ, γάρ φησιν, οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων». 7. Τὸ δὲ χεῖρον καὶ ἐναντίον οἱ μὲν τὸ γένειον, τὴν μορφὴν τοῦ ἀνδρός, ἀποτέμνουσι, τρίχας δὲ τῆς κεφαλῆς πολλάκις κομῶσι. καὶ περὶ μὲν οὖν τοῦ γενείου ἐν ταῖς διατάξεσι τῶν ἀποστόλων φάσκει ὁ θεῖος λόγος καὶ ἡ διδασκαλία μὴ φθείρειν τουτέστι μὴ τέμνειν τρίχας γενείου μηδὲ ἑταιρισμῷ κατακοσμεῖσθαι μήτε ὑπερηφανίας ὑπόδειγμα δικαιοσύνης τὴν προσέλευσιν ἔχειν. ἔπρεπε γὰρ Ναζιραίοις τοῦτο μόνον διὰ τὸν τύπον. τύπῳ γὰρ ἤγοντο οἱ παλαιοὶ τοῦ μέλλοντος ἔσεσθαι, ἔχοντες κόμην ἐπὶ τῆς κεφαλῆς διὰ τὴν εὐχήν, ἕως ὅτου ἦλθεν ἡ εὐχὴ τοῦ κόσμου καὶ ἐτελειώθη· κεφαλὴ δὲ πέφηνεν ὁ Χριστός, ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ ἐγνώσθη τῷ κόσμῳ ὁ ὢν ἀεὶ καὶ μὴ γινωσκόμενος παρὰ τῇ πάσῃ ἀνθρωπότητι ἢ μόνον ἐνίοις τοῖς εἰς αὐτὸν πεπιστευκόσιν, ἵν' ὅταν γνῶμεν τὴν κεφαλήν, μὴ «καταισχύνωμεν τὴν κεφαλήν». οὐ γὰρ ἕνεκεν τῆς ἰδίας κεφαλῆς λέγει, ἀλλ' ἀπὸ τῆς ἰδίας εἰς Χριστὸν ἐνσκήπτει τὸ τῆς χλεύης ἔργον, ᾗ φησιν ὁ ἀπόστολος «αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι;» αὕτη δὲ ἡ ἀτιμία οὐκ ἐπαινετὴ ὡς ἐκείνη, περὶ ἧς φάσκει ἡ γραφὴ λέγουσα ὅτι «αἰσχύνης καταφρονήσας». οὐ γὰρ διὰ θεὸν ἡ ἀρετή, κἄν τε διὰ θεὸν ὑποληφθείη, ἀλλὰ διὰ φιλονεικίαν ὁ τρόπος παρελθόντος τοῦ κατὰ νόμον τύπου καὶ ἐλθούσης τῆς ἀληθείας. λέγει δὲ «εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὔτε αἱ ἐκκλησίαι τοῦ θεοῦ». παρεξέβαλεν οὖν τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ ποιοῦντας, ἐν φιλονεικίᾳ δὲ ὄντας ἀπό τε τοῦ θεσμοῦ τῶν ἀποστόλων καὶ ἀπὸ τῆς τοῦ θεοῦ 3.493 ἐκκλησίας. ἀλλὰ ταῦτα ἠναγκάσθημεν λέγειν διὰ τὴν πρόφασιν τῶν προειρημένων Μασσαλιανῶν, ὅτι καὶ αὐτοὶ λαβόντες ἐκεῖθεν τοῦ φρονήματος τὴν νόσον καὶ ἐκτραπέντες τὴν διάνοιαν ἐξώκειλαν τῇ ἀληθείᾳ, καὶ κατέστη αἵρεσις ἐν δεινότητι ἀργίας καὶ τῶν ἄλλων κακῶν. 8. Ταῦτά ἐστιν ἃ περὶ τούτων καὶ αὐτῶν ἀκηκόαμεν τῶν εἰς χλεύην τῷ κόσμῳ καταστάντων καὶ συρφετώδη νοῦν καὶ λόγους ἐξεμούντων, ἀσυστάτων δὲ ὄντων καὶ ἀνελπίστων καὶ τῆς τοῦ θεοῦ οἰκοδομῆς ἔξω βεβηκότων. ὅθεν καὶ περὶ τούτων ὀλίγα διαλαβόντες αὖθις εἰς ἀνατροπὴν αὐτῶν ἐργασόμεθα. καὶ πρῶτον μὲν ὅτι γυναῖκας μετὰ ἀνδρῶν ἐπὶ τὸ αὐτὸ εἶναι οὔτε ἀπὸ παλαιᾶς συνηθείας τῶν φύσει συζυγιῶν γεγενημένων ὁ δίκαιος ὁρίζει λόγος, ἀλλὰ ἄνδρα πρὸς γυναῖκα ἐπὶ τὸ αὐτὸ εἶναι ἕνα πρὸς τὴν μίαν, ὡς Ἀδὰμ πρὸς τὴν Εὔαν, ὡς Σάρρα πρὸς τὸν Ἀβραὰμ εἶχεν, ὡς Ῥεβέκκα τῷ Ἰσαὰκ συνῆπτο. εἰ γὰρ καί τινες

588

τῶνπατέρων δύο καὶ τρεῖς γυναῖκας ἐσχήκασιν, οὐκ ἐν μιᾷ οἰκίᾳ αἱ γυναῖκες ἦσαν. χοίρων γὰρ τὸ τοιοῦτον εἶδος καὶ κτηνῶν ἡ τοιαύτη συνάφεια. οὗτοι δὲ μᾶλλον εἰς ἔκπληξιν ἡμᾶς ἀναγκάζουσι φέρεσθαι, ἐπαγγελλομένων αὐτῶν πρὸς γυναῖκας συνάφειαν μὴ ἔχειν, τοὐναντίον μᾶλλον τὴν χλεύην ἀπεργαζόμενοι καὶ τὴν τελείαν αὐτῶν ἐνδεικνύμενοι αἰσχύνην. εἰ γὰρ καὶ γαμετὰς εἶχον οἱ τοιοῦτοι, σποράδην, οὐκ ἀναμὶξ ταύτας ὤφειλον κεκτῆσθαι. εἰ δὲ καί εἰσιν ἐν συζυγίᾳ, οὐκ ἔδει αὐτοὺς τὸ ἐκ θεοῦ καταδειχθέν, ἀνδρὸς πρὸς γυναῖκα συνάφειαν μετὰ εὐσχημοσύνης καὶ σεμνότητος καὶ ἐπιστήμης, καὶ ἐξ ἰδίας ἐλευθερίας ἐπὶ τὸ μέσον φέροντας φωρᾶσθαι. εἰ δὲ καὶ ἀπέσχοντο γυναικῶν ἐν ἁγνείᾳ τινὲς ὄντες καὶ ἐν ἐγκρατείᾳ, ἐξύβρισαν τὸ δίκαιον διὰ τῆς ἀνοησίας καὶ τὸ τῆς ἀρετῆς πολίτευμα διὰ τῆς ἐν ἀφροσύνῃ ἀφειδοῦς ἐργασίας, οὐ τῶν ἀποστόλων τοῦτο πεπραχότων, οὐ τῶν πρὸ τῶν ἀποστόλων προφητῶν τοῦτο διαταξαμένων. 9. Μωυσῆς γοῦν ἐν τῇ ἐρήμῳ ἀναλαβὼν τὴν ὑμνηγορίαν ᾄδει τῷ θεῷ ᾆσμα, ἀνελθὼν ἀπὸ θαλάσσης, φάσκων «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν». ὁμοῦ δὲ ἐπεφώνουν αὐτῷ οἱ ἄνδρες καὶ οὐδαμοῦ γυναῖκες, ἵνα τὴν εὔτακτον δείξῃ διάθεσιν, ἵνα τὸ σεμνὸν τῆς εὐταξίας τοῦ νόμου τοῦ θεοῦ κηρύξῃ. εἶτα 3.494 μετέπειτά φησι «καὶ λαβοῦσα Μαριὰμ τὸ τύμπανον ἦρχε τῶν γυναικῶν καὶ ἔλεγεν· ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται». καὶ γυναῖκες ὁμοῦ ἐπεφώνουν τῇ ὁμοτρόπῳ καὶ ἀπὸ τοῦ αὐτοῦ γένους ὑπαρχούσῃ καὶ ἔν τινι προαγούσῃ, διὰ τὴν ἀνεπιστήμονα καὶ τὴν συρφετώδη διάνοιαν τῶν ἀναμὶξ ἐργαζομένων ἑτεροδιδασκαλίας. περὶ δὲ τῆς ἀναστάσεώς φησιν ὁ προφήτης «καὶ κόψονται κατὰ φυλήν, φυλὴ κατέναντι φυλῆς· φυλὴ τοῦ Νάθαν καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ τοῦ Ἰούδα καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς» καὶ τὰ ἑξῆς. οὕτω καὶ οἱ ἀπόστολοι διατάσσουσι τῇ ἐκκλησίᾳ, οὕτω καὶ ὁ κύριος διέταξεν ἐν τῷ εὐαγγελίῳ, ἀπὸ μιᾶς τὸ ὑπόδειγμα ἡμῖν κηρύττων, φήσας τῇ μητρὶ αὐτοῦ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα». οὕτως ὁ Γιεζεὶ προσέρχεται τῇ Σουμανίτιδι, ἀπωθούμενος ταύτην, ἵνα μὴ ἀφανίσῃ τὸ τάγμα, ἵνα μὴ ὑβρίσῃ τὸν θεσμὸν τῶν προφητῶν. ὁ δὲ προφήτης πνεύματι ἁγίῳ φερόμενος κατώδυνον ἑώρα τὴν Σουμανῖτιν, παραμυθίας δὲ χάριν ὑπερβέβηκε τὴν τάξιν καὶ ἀνεδέξατο πρὸς τὴν ὥραν παραμυθίας τῆς γυναικὸς χάριν, ἴσον ἡγησάμενος τὸ ἅπτεσθαι τῶν αὐτοῦ ποδῶν παρὰ συνήθειαν τὴν γυναῖκα ἕνεκεν τῆς αὐτῆς ἐν τῇ διανοίᾳ κακώσεώς τε καὶ λύπης. καὶ τί μοι πολλὰ λέγειν περὶ τούτων τῶν τοὺς κύνας μιμουμένων καὶ τοὺς ὕας ζηλούντων; περὶ δὲ τοῦ εἰπεῖν ἑαυτὸν Χριστόν, τίνι μανίας ὂν οὐκ ὀφθείη τὸ δόγμα τῶν σύνεσιν κεκτημένων ἢ τὸ λέγειν ὅτι προφήτης ἐγώ; τί γὰρ προφητείας παρ' αὐτοῖς εἶδος φαινόμενον ἢ ποῖον Χριστοῦ θαυμαστὸν ἔργον γίνεται; εἰ δὲ αὐτὸς Χριστός, εἰς ποῖον κύριον ἤλπικέ τε καὶ πεπίστευκε; τί τὰ τῆς πλάνης κενοφωνήματα; τί τῶν ἀνοήτων τὰ δόγματα; ἀλλὰ ἀρκέσει καὶ περὶ ταύτης τὰ εἰς αὐτὴν εἰρημένα. 10. Καὶ ἕως ὧδε ἐχέτω τὸ σφραγίσαι καὶ τελειῶσαι τὴν πᾶσαν ἡμῶν περὶ τούτων πραγματείαν, τοῦ θεοῦ ἡμῖν ἐπιφανέντος καὶ βοηθήσαντος, ὡς ὁμολογεῖν ἔστιν ἐκ πάσης ψυχῆς καὶ διανοίας εὐχαριστεῖν τε αὐτῷ τῷ κυρίῳ, ὅτι τὸ ἐπάγγελμα ὃ ἐπηγγειλάμεθα ἐν αὐτῷ τῷ κυρίῳ κατηξιώθημεν τελειῶσαι, κατὰ ˉπ αἱρέσεων δέ φημι τὴν διήγησιν καὶ ἀνατροπὴν ποιησάμενοι, ἅμα τε καὶ ἀποκαλύψαντες παρ' ἑκάστῃ τι πράττεται, ὡς κατὰ τὴν ἡμετέραν ὑπόστασιν τῆς ἀσθενοῦς ἀνθρωπότητος. ἕως γὰρ ἐνταῦθα ὀγδοήκοντα αἱρέσεων, ὧν ἐνηχήθημεν ἐν τῷ κόσμῳ καὶ ἔγνωμεν τὸν ἀριθμὸν καὶ τὰς ὀνομασίας καί τινων τὰς 3.495 ῥήσεις, προφάσεις τε καὶ σχέσεις, τὰς ὁρμὰς καὶ τὰ αἴτια ἀπαραλείπτως ὑποδείξαντες, θαυμασμῷ φερόμενοι ἐκπεπλήγμεθα τὸ ἐν τῇ θείᾳ

589

γραφῇ εἰρημένον ὅτι «ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου». ὡς οὖν περὶ τῶν παλλακῶν τούτων τῶν ὀγδοήκοντα εἰρηκότες ἀπ' ἀρχῆς, Βαρβαρισμοῦ καὶ Ἑλληνισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ Σαμαρειτισμοῦ ὀνομασίας, τῶν οὐκ οὐσῶν ἐνθέσμων γυναικῶν οὐδὲ ἀπὸ τοῦ βασιλέως πεπροικισμένων οὐδὲ ἐν διαθήκαις τῶν τέκνων αὐτῶν κληρονομεῖν δυναμένων φύσει μὲν γάρ εἰσιν ἑβδομήκοντα πέντε καὶ τούτων αἱ μητέρες πέντε, ὥσπερ Ἑλληνισμός, ἀφ' οὗ Ἕλληνες, καὶ Ἰουδαϊσμός, ἀφ'οὗ Ἰουδαῖοι, καὶ αἵρεσις Σαμαρειτική, ἀφ' οὗ Σαμαρειτισμός, καὶ Χριστιανισμός, ἀφ' οὗ ἐξεκλάσθησαν ὥσπερ κλάδοι αἱ ἀφορισθεῖσαι αἱρέσεις, εἰς ὄνομα Χριστοῦ κληθεῖσαι, μὴ οὖσαι δὲ αὐτοῦ, ἀλλ' αἱ μὲν ἀπὸ μήκοθεν αὐτοῦ πολὺ διεστῶσαι, αἱ δὲ διά τι ἐλάχιστον ἀποκληρονόμους καὶ ξένας αὐτοῦ ἑαυτὰς καταστήσασαι καὶ τὰ αὐτῶν τέκνα τῶν οὐκ οὐσῶν ἐνθέσμων, ἔξω δὲ βεβηκυιῶν, μόνον δὲ τὸ ὄνομα ἐπικεκλημένων Χριστοῦ περιλειφθήσεται ἡμῖν ἡ περὶ ἀληθείας ἀπόδειξις, αὐτῆς τε τῆς περιστερᾶς τῆς μονωτάτης ὑπὸ τοῦ νυμφίου ἐπαινουμένης. 11. Καὶ ἐν σχολῇ ἡμῶν γενομένων καὶ σφόδρα ἱκετευσάντων θεὸν σύντομον μὲν τῇ διαλογῇ, ἀσφαλῆ δὲ τῇ παραδόσει καὶ ὑπὲρ ἀληθείας ἀπολογίαν ἐν τῷ ἑξῆς ποιησόμεθα, οὐκ αὐτῆς ὑστέρας οὔσης, ἀλλὰ πρώτης καὶ ἤδη δὲ τῶν πρὸ τῶν αἱρέσεων ἐν τῇ ἐνδημίᾳ Χριστοῦ ἀνωτάτω ἡμῖν ὑπομνησθείσης· νῦν δὲ πρώτην οὖσαν * καὶ Χριστῷ συνημμένην ἁγίαν νύμφην ἀπὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας καὶ τὸ τῆς αὐτοῦ παρουσίας, ἥτις ἐστὶ σὺν τῷ Ἀδὰμ πεπλασμένη καὶ ἐν τοῖς πρὸ τοῦ Ἀβραὰμ πατριάρχαις κεκηρυγμένη καὶ μετὰ τοῦ Ἀβραὰμ πεπιστευμένη καὶ διὰ Μωυσέως ἀποκαλυφθεῖσα καὶ ἐν Ἠσαΐᾳ προφητευομένη, ἐν Χριστῷ δὲ ἀναδειχθεῖσα καὶ σὺν Χριστῷ ὑπάρχουσα, ἐν ὑστέρῳ δὲ καιρῷ ὑφ' ἡμῶν ἐγκωμιαζομένη. δεῖ γὰρ τὸν ἀγωνιζόμενον πρῶτον ἐνίστασθαι τῷ ἀγῶνι τῷ τε καμάτῳ καὶ τοῖς ἄλλοις τοῦ ἀγῶνος παλαίσμασιν, ἵνα ὕστερον τὸν στέφανον κομισάμενος μετὰ τοῦ στεφάνου ἐν ἀγαλλιάσει διατελοίη, οὐ τοῦ στεφάνου ὑστάτου ὄντος, ἀλλὰ προκειμένου μὲν τῆς πάλης, ὕστερον δὲ διδομένου εἰς χαρὰν καὶ εἰς ἀγαλλίασιν τῷ κεκμηκότι. ταῦτα δὲ περὶ τούτων εἰρηκότες ἐπὶ τοὺς προειρημένους 3.496 παρέλθωμεν λόγους, δεῖξαι θέλοντες πῶς ὀγδοήκοντα μέν εἰσι παλλακαί, ἑξήκοντα δὲ βασίλισσαι, πῶς μία ἡ παρθένος καὶ ἁγνὴ καὶ νύμφη ὁμοῦ καὶ περιστερὰ καὶ ἀμνάς, πόλις δὲ ἁγία θεοῦ καὶ «στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας» καὶ «πέτρα στερεά, ἐφ' ἧς πύλαι Ἅιδου οὐ κατισχύσουσιν». ὁμοῦ γὰρ ἐν πᾶσι θεὸν ἐπικαλούμενοι καὶ ἐπικαλεσάμενοι ἐτύχομεν τῆς ἐπαγγελίας πληρῶσαι τὴν ὑπόσχεσιν, τὴν κατὰ αἱρέσεων πασῶν φημι, ᾗτινι ἐπαγγελίᾳ καὶ ἄχρι τῆς τῶν Μασσαλιανῶν ἐφθάσαμεν αἱρέσεως. καὶ αὐτὴν δὲ καταπεπατηκότες τῷ ὑποδήματι τοῦ εὐαγγελίου, ὥσπερ χαμαιλέοντα πολύπουν, ἀειδῆ, ἄμορφον, δυσοδμίαν πνέουσαν, ἐν πᾶσι θεῷ εὐχαριστήσωμεν, δοξάζοντες πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Σύντομος ἀληθὴς λόγος περὶ πίστεως καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. 1. Τὰ μὲν πολυειδῆ καὶ πολύτροπα καὶ πολυσχιδῆ τῶν σκολιῶν βουλευμάτων τῶν ἐναντίων διαλαβόντες προπετῆ διδάγματα καὶ πρὸς εἶδος καὶ γένος διελόντες φροῦδα καὶ ἕωλα δυνάμει θεοῦ διηλέγξαμεν, τόν τε ἄπειρον τῶν ἀπὸ ἑκάστης αἱρέσεως βλασφημιῶν καὶ αἰσχρολογιῶν καὶ ἀηδεστάτων αὐτῶν μυστηρίων κλύδωνα διανηξάμενοι, μάλα μόλις τῶν ζητημάτων * πάντη ἐπιλυσάμενοι καὶ τὴν τούτων μοχθηρίαν ὑπερβεβηκότες, τοῖς τῆς ἀληθείας γαληνίοις ἐπλησιάσαμεν χωρίοις, πάντα μὲν τόπον δυσθαλάττιον διαπεράσαντες καὶ πᾶσαν ζάλην καὶ ἀφρισμὸν καὶ κυμάτων κύρτωσιν ὑπομεμενηκότες, σάλον δὲ ὡς εἰπεῖν καὶ ἴλιγγας, βράχη τε οὐ τὰ τυχόντα καὶ θηριοβόλους τόπους θεασάμενοι, ἐν πείρᾳ τε τούτων διὰ τῶν λόγων γεγενημένοι, τὸν

590

τῆς εἰρήνης λιμένα νυνὶ θεώμενοι, εἰς ὃν κατᾶραι σπεύδοντες δι' εὐχῆς πάλιν τὸν κύριον ἀξιοῦμεν· ἤδη μὲν παντὸς φόβου καὶ θορύβου καὶ ναυτιάσεως ὑπολω.497 φῶντες, ἐν ἕξει δὲ καλλίστῃ τὰς ἀπὸ τῆς στερεᾶς αὔρας ἐμπνεόμενοι καὶ ἀσφαλείας τυχόντες καὶ τοῦ τε εὐδίου λιμένος ἐνισχυόμενοι τῷ πνεύματι ἤδη γεγήθαμεν, πολλὰ μέν, εἰ δεῖ τἀληθῆ λέγειν, μοχθηρὰ ἐπὶ τούτοις καὶ ὕβρεις οὐ τὰς τυχούσας ὑποστάντες καὶ γῆν καὶ θάλατταν ὡς εἰπεῖν πεζεύσαντές τε καὶ ποντοπορήσαντες, τῆς μὲν γῆς τὰ τράχη καὶ τῆς ἐρήμου τὰς δυσχωρίας καὶ τῶν προειρημένων πελάγων τοὺς κινδύνους, ὁμοῦ τε πόλιν ὁρῶντες, ἐπ' αὐτὴν σπεύσωμεν, τὴν ἁγίαν Ἱερουσαλήμ, καὶ τὴν παρθένον Χριστοῦ καὶ νύμφην, ἀσφαλῆ τε βάσιν καὶ πέτραν, σεμνήν τε μητέρα ἡμῶν, Χριστοῦ δὲ νύμφην, εὐκαιρότατα καὶ αὐτοὶ λέγοντες «δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ» καὶ τὰ ἑξῆς. 2. Ἄγε τοίνυν, οἱ Χριστοῦ παῖδες υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας, οἱ τόδε τὸ σύνταγμα τῶν ὀγδοήκοντα αἱρέσεων ἢ μέρος αὐτῶν διερχόμενοι καὶ σὺν ἐμοὶ τὸν τοιοῦτον ὄγκον τῶν προειρημένων μοχθηρῶν διδασκαλιῶν διανηξάμενοι, διαπεζεύσαντές τε τὴν τοσαύτην ἔρημον, φοβεράν τε καὶ ἐν δίψει κατατεταγμένην, ἐπικαλεσώμεθα τὸν τῶν ὅλων κύριον, πάλαι μὲν ἐν ἐπιθυμίᾳ τούτου ὄντες καὶ καθ' ἕκαστον τόπον τῶν αἱρέσεων τούτων, ὥσπερ ἐν Μερρᾷ τόπῳ καὶ ἐν δίψει τῆς φοβερᾶς ἀβάτου ἐρήμου, ἀεὶ συναντῶντες τοῖς σκολιοῖς αὐτῶν λόγοις, ἐπιφωνήσωμεν καὶ αὐτοί «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός», καὶ πάλιν «πότε ἔλθω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;» διὰ τοῦτο τάχιον καὶ αὐτοὶ ἐπικαλεσώμεθα, οὐχ ὡς ἐκεῖνος ἐκάλει τὴν νύμφην, νυμφίος αὐτῆς τυγχάνων καὶ κύριος καὶ δεσπότης καὶ βασιλεὺς καὶ θεὸς καὶ ὑπέρμαχος, ἀλλ' ὡς δοῦλοι αὐτοῦ ἡμεῖς ἐπικαλεσώμεθα, συνῳδὰ τῷ αὐτῷ καὶ αὐτοὶ λέγοντες «δεῦρο ἀπὸ Λιβάνου νύμφη, ὅτι ὅλη καλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί»· ὁ παράδεισος τοῦ μεγάλου τεχνίτου, ἡ πόλις τοῦ ἁγίου βασιλέως, ἡ νύμφη τοῦ ἀσπίλου Χριστοῦ, ἡ παρθένος ἡ ἁγνή, μόνῳ ἑνὶ ἀνδρὶ ἐν πίστει 3.498 μεμνηστευμένη, ἡ διαφανὴς καὶ «ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ὡς ἥλιος ἐκλεκτή, θάμβος ὡς τεταγμέναι», ἡ μακαριζομένη ὑπὸ τῶν «βασιλίδων» καὶ ἐξυμνουμένη ὑπὸ τῶν «παλλακίδων», ἡ ὑπὸ τῶν θυγατέρων ἐπαινουμένη, καὶ «ἀπὸ τῆς ἐρήμου ἀνερχομένη», «λελευκανθισμένη καὶ ἐπὶ τὸν ἀδελφιδοῦν αὐτῆς ἐπιστηριζομένη», ἡ μῦρον πνέουσα, «ἡ ἀπὸ τῆς ἐρήμου ἀνερχομένη, ὡς στελέχη καπνοῦ τεθυμιαμένη, σμύρναν καὶ λίβανον ἀπὸ κονιορτῶν μυρεψοῦ» τοῦ δεδωκότος ἑαυτοῦ τὴν εὐοδμίαν, ὃν προορῶσα ἔλεγε «μύρον ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε», ἡ «ἑστηκυῖα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐνδεδυμένη κροσσωτά, διαχρύσοις πεποικιλμένη», ἡ μηδὲν σκοτεινὸν ἔχουσα, ποτὲ δὲ «μεμελανωμένη», νυνὶ δὲ «καλὴ» καὶ «λελευκανθισμένη», ἵνα ἐν σοὶ γενόμενοι λωφήσωμεν τῶν προδιελθόντων ἡμᾶς στυγερῶν τῶν αἱρέσεων πραγμάτων καὶ ἡσυχάσωμεν ἀπὸ τῶν σάλων τῆς τῶν αὐτῶν τρικυμίας καὶ ἀναψύξωμεν ἐν σοί, ἁγία μήτηρ ἡμῶν ἐκκλησία, καὶ ἐν τῇ ἁγίᾳ ἐν σοὶ διδασκαλίᾳ καὶ ἁγίᾳ καὶ μόνῃ πίστει θεοῦ ἐν ἀληθείᾳ. Ἀλλὰ ἄρξομαι περὶ ταύτης τῆς ἁγίας πόλεως θεοῦ τὰ θαυμαστὰ διηγεῖσθαι. τὰ γὰρ δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ὥς φησιν ὁ προφήτης «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», ἀνθρώποις μὲν πᾶσιν ἀνέφικτα, ἀπίστοις δὲ ἀλλότρια, πιστοῖς δὲ ἀνθρώποις καὶ ἀληθινοῖς ἐν μέρει κτητά, ἐν ὑποσχέσει δὲ τελειώσεως ὡς παρὰ τοῦ αὐτῶν δεσπότου παρασχεθησόμενα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅπου αὐτὴ ἡ ἁγία παρθένος καὶ κληρονόμος σὺν τῷ ἰδίῳ νυμφίῳ ἐν οὐρανῷ ἔσχε τὸν κλῆρον καὶ τὴν κληρονομίαν. 3. Καὶ πρῶτον μέν, ὅτι ὁ θεὸς ὁ ἐπὶ πάντων ἡμῖν θεὸς ὑπάρχει τοῖς ἐκ τῆς

591

ἁγίας ταύτης ἐκκλησίας γεννηθεῖσιν. ἀπόδειξις γὰρ αὕτη πρώτη περὶ ἀληθείας καὶ «ἑδραίωμα πίστεως» τῆς μόνης ταύτης παρθένου καὶ ἁγίας «περιστερᾶς» καὶ ἀκάκου, περὶ ἧς ὁ κύριος ἐν πνεύματι τῷ Σαλομῶντι ἀπεκάλυπτεν ἐν ᾄσματι τῶν ᾀσμάτων καὶ ἔλεγεν «ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν 3.499 ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου», μετὰ προσθήκης τοῦ μου καὶ μου. αὐτοῦ γὰρ περιστερὰ καὶ αὐτοῦ τελεία, ὡς τῶν ἄλλων λεγομένων καὶ μὴ οὐσῶν, αὐτῆς δὲ διττῶς ὀνομαζομένης. ἐπὶ γὰρ ταῖς ἄλλαις οὐκ εἶπεν, ὀγδοήκοντά εἰσι παλλακαί μου, ἀλλὰ ταῖς μὲν βασιλίσσαις διὰ τῆς ἐνδόξου ὀνομασίας τὴν συνάφειαν τῆς τιμῆς ἀπένειμεν, ἐπὶ δὲ ταῖς παλλακαῖς τὸ ἀλλότριον τέλεον ἀπεφήνατο. ὧν τοὺς ἀριθμοὺς εἰς νοῦν λαμβάνοντες κατὰ τὴν ἀναγωγὴν τῆς θεωρίας ἐπεργάσασθαι ἐν τῷ τόπῳ ἀναγκαζόμεθα διὰ τὸ μὴ ὑπερβαίνειν, οὐ ψυχρολογοῦντες, ἀλλ' ἐν ἀληθείᾳ λόγους διὰ τῶν ἀληθινῶν γραφῶν ταῖς ἀληθιναῖς θεωρίαις ἀντεξετάζοντες. ὅτι μὲν γὰρ καὶ ὁ ἀριθμὸς γεγραμμένος ἀπαράβατός ἐστιν ἑκάστης ὑποθέσεως καὶ οὔτε δύναται τὸ ἐν ἀριθμῷ κατατεταγμένον ἕωλόν τι εἶναι οὔτε εἰς ἀργότητα ἐν τῇ γραφῇ ἐπιμετρεῖσθαι δῆλον. βασίλισσαι δέ εἰσιν αἱ ἤδη πρότερον εἰς γενεαλογίαν ὠνομασμέναι ψυχαί. ὡς γὰρ βασιλεῖ συνέπονται πλήθη πολλά, τοῦ δὲ βασιλέως κεφαλῆς οὔσης, ὥσπερ ἐπὶ σώματος πολλῶν μελῶν ὄντων ἀπὸ τῆς κεφαλῆς ὁ εἷς ἄνθρωπος ἀριθμηθήσεται, οὕτως ἀπὸ τοῦ ἑνὸς βασιλέως τὸ πᾶν πλῆθος τὸ ὑπὸ τὸν βασιλέα εἰς ἕνα ἀναλογισθήσεται. 4. Βασίλισσα τοίνυν ἡ γενεὰ ἐν Χριστῷ κέκληται, οὐ τῆς πάσης γενεᾶς βασιλευσάσης, ἀλλὰ τῆς μιᾶς τῆς ἐπιγνούσης τὸν κύριον δι' ὀνομασίας τοῦ ἀνδρὸς αὐτῆς εἰς τὸ βασιλικὸν ἀξίωμα καὶ τάξιν φερομένης, ὡς οἷον εἰπεῖν Ἀδὰμ καὶ πᾶσα αὐτοῦ γενεὰ βασίλισσα αὕτη ἀριθμηθήσεται, ἥ τε αὐτοῦ ἀρχὴ καὶ ἡ πατριαρχία, βασιλεύσασαι μετὰ τῶν μετ' αὐτοῦ, διὰ τὴν πρὸς τὸν θεὸν γνῶσιν καὶ ἣν κατηξίωται πρῶτος πλάσιν πλασθῆναι καὶ ὅτι μετάνοιαν πρῶτος ἐνεδείξατο, ὡς ἔχει ἡ ἀκολουθία. εἶτα μετὰ τοῦτον Σὴθ καὶ ἡ πᾶσα μετ' αὐτοῦ ἀνθρωπότης, καὶ Ἐνὼς καὶ Καϊνὰν καὶ Μαλελεὴλ καὶ Ἰάρεδ καὶ Ἐνὼχ καὶ Μαθουσάλακαὶ Λάμεχ καὶ Νῶε· τούτων τῶν ἁγίων τῶν καταλογάδην ἐν ἀριθμῷ κατὰ γενεὰν καταριθμηθέντων, ὧν ὁ ἀριθμὸς παρὰ Ματθαίῳ δείκνυται. ἑξήκοντα γὰρ καὶ δύο γενεαί τε καὶ πατριαρχίαι παρ' αὐτῷ ἐμφέρονται διὰ τῶν ὀνομάτων τῶν ἐντελεστέρων ἀνδρῶν, πρὸς τὸν θεὸν τὴν γνῶσιν ἐσχηκότων ἢ δι' ἑτέραν τινὰ ἀριστείαν τὴν βασιλικήν τε δόξαν καὶ ἐμβρίθειαν μετεσχηκότων, ὧν ὁ κατάλογος τοῦ ἀριθμοῦ ἐμφέρεται ἄχρι 3.500 τῆς τοῦ Χριστοῦ παρουσίας. καὶ γὰρ γενεαὶ παρεληλύθασιν ἀπὸ Ἀδὰμ ἕως τοῦ Νῶε δέκα καὶ ἀπὸ τοῦ Νῶε ἄχρι τοῦ Ἀβραὰμ ἄλλαι δέκα, ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἄχρι Δαυὶδ γενεαὶ ˉιˉδ, ἀπὸ δὲ Δαυὶδ ἕως τῆς αἰχμαλωσίας γενεαὶ ˉιˉδ καὶ ἀπὸ τῆς αἰχμαλωσίας ἕως τοῦ Χριστοῦ γενεαὶ ˉιˉδ, ὡς εἶναι ἀπὸ τοῦ Ἀδὰμ ἄχρι Χριστοῦ ἑξήκοντα δύο γενεάς, αἵτινες ἑξήκοντα διὰ τὴν συντομίαν ἠρίθμηνται. καὶ γὰρ ἐν τῇ ἐρήμῳ ἑβδομήκοντα δύο στελεχῶν φοινίκων ὑπαρχόντων ἑβδομήκοντα ἡ γραφὴ ὠνόμασε. καὶ εἰς τὸ ὄρος προσκεκλημένων ἑβδομήκοντα ἑβδομήκοντα δύο εὑρίσκονται σὺν τῷ Ἐλδὰδ καὶ Μωδάδ. καὶ ἑβδομήκοντα δύο ἑρμηνεύσαντες ἐπὶ Πτολεμαίου, διὰ δὲ τὴν συντομίαν εἰώθαμεν λέγειν τῶν ἑβδομήκοντα τὴν ἑρμηνείαν. οὕτω καὶ νῦν ἑξήκοντα βασίλισσαι οἶμαι εἴρηνται, ἐξαιρουμένου τοῦ τε ἄνωθεν ἀριθμοῦ καὶ τοῦ κάτωθεν, διὰ τὸ * μεσαίτατον τῶν ἑξήκοντα πρὸς τύπους καὶ ἀναγωγὴν τῆς τελείας θεωρίας. ἐπειδὴ γὰρ δι' ἓξ δεκάδων * τὴν τῆς ἑξαημέρου πληροῦσθαι περίοδον συμβαίνει * εἰς τὸ συνάπτεσθαι ἀπὸ ἑκάστης γενεᾶς ὁσίων ψυχῶν πλῆθυν ἐν θεῷ βασιλευουσῶν κατὰ τὴν πίστιν. ἔνθεν γὰρ καὶ ἓξ ὑδρίαι εὑρίσκονται ἐν Κανᾷ τῆς Γαλιλαίας λίθιναι, αἵτινες λείψασαι πάλιν ἐπληροῦντο,

592

χωρήσασαι ἐν αὐταῖς ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, * περὶ τοῦ μέτρου τῆς παλαιᾶς καὶ νέας διαθήκης καὶ τριάδος τοῦ πληρώματος· αἵτινες ἀπὸ τοῦ ὕδατος εἰς οἶνον ἄκρατον μεταβέβληνται, πληρωθεῖσαι εἰς εὐφρασίαν γάμων καὶ υἱῶν τῶν ἀνθρώπων. ἔνθεν γὰρ τὸ ἑξαγωνιαῖον καλεῖται παρὰ τοῖς ἔξωθεν λόγοις διὰ τριάδος καὶ ἑβδομάδος εἰς εἴκοσι ἕνα ἀριθμὸν γεωμετρούμενον, οὗ ἑξαγωνιαίου σημασία ἐστὶ πληρώσεως τοῦ παντὸς ὁρωμένου κύτους, διὰ τὸ τετραχῆ ἔχειν, ὡς εἰπεῖν, * τὸ τετραγώνιον ὑποβάθραν τε καὶ τὴν ἄνωθεν τῆς ὀροφώσεως σκέπην ἕκτον ἀριθμὸν τελεῖν. 5. Ἀλλ' ἵνα μὴ εἰς πλάτος μηκύνω τὸν λόγον, πάλιν ἱκανῶς ἔχειν νομίζω περὶ τῶν ἑξήκοντα βασιλισσῶν ἕως τῆς τοῦ Χριστοῦ παρουσίας γενεῶν ἀριθμηθεισῶν τὰ εἰρημένα, μετὰ δὲ τὸν Χριστὸν καὶ δεῦρο τυγχανουσῶν λοιπὸν γενεῶν, καθὼς αὐτῷ τῷ κυρίῳ μόνῳ ἔγνωσται. οὐ.501 κέτι γὰρ κατὰ γενεὰν οἱ ἀριθμοὶ παρά τισιν ἀνηνέχθησαν ἢ κατετάχθησαν, διὰ τὸ ἐπεσφραγίσθαι τὸν ἀριθμὸν τῆς τοιαύτης ὑποθέσεως καὶ ἀποκεκλεῖσθαι διὰ τοῦ τῶν βασιλισσῶν ἀριθμοῦ ἕως αὐτῆς τῆς ἐνσάρκου παρουσίας ἠριθμημένου. λοιπὸν γὰρ οἱ μετέπειτα συγγραφεῖς ἢ λογογράφοι ἢ χρονογράφοι ἢ ἱστοριογράφοι οὐκέτι γενεὰς ἀριθμοῦσιν, ἀλλ' ἢ βασιλέων τὰς διαδοχὰς καὶ χρόνους κατὰ τὸν τῶν ἐτῶν ἀριθμὸν ἑκάστου βασιλέως, ὥστε ἐξ ἅπαντος εὖ μάλα τὸν συνετὸν γινώσκειν ὅτι καὶ ἀπὸ τούτου τοῦ ζητήματος τὸ πᾶν τοῦ χρόνου συνετμήθη εἰς τὸν τῶν ˉξˉβ γενεῶν ἕως Χριστοῦ ἀριθμόν, διὰ τὸ μηκέτι μετὰ Χριστὸν κατὰ τὴν ὑπόθεσιν ταύτην διὰ γενεαλογιῶν τοὺς τοῦ κόσμου χρόνους ἀριθμεῖσθαι, τελειουμένου τοῦ ἀριθμοῦ ἐν μιᾷ συνενώσει τῇ σημαινομένῃ κατὰ τὸ τῆς εὐδοκίας θεοῦ ἀμετάστατον ἔρεισμα· ὡς ἀπὸ τῆς αὐτῆς τὴν τοῦ αἰῶνος συντέλειαν φαίνεσθαι συντεμνομένην καὶ ἐπὶ τὸ μεταβατικὸν τοῦ μέλλοντος αἰῶνος πληρουμένην. διὸ λέγει «μία ἐστὶ περιστερά μου, τελεία μου», ὡς ἕως αὐτῆς τῶν πάντων τελειουμένων, κἄν τε χρόνοι ὦσιν καὶ καιροί, ἐνιαυτοί τε καὶ διαστήματα γενεῶν κατά τε βασιλέας ἢ ὑπάτους ἢ ὀλυμπιάδας ἢ ἡγεμονίας ὁ αἰὼν ἑαυτὸν ἀριθμήσειεν. ὀγδοήκοντα δὲ παλλακαί, αἵτινες ἐν μέσῳ τῶν βασιλίδων καὶ πρὸ τῆς ἐνσάρκου βασιλείας τουτέστι τῆς πίστεως καὶ αὐτῆς ταύτης τῆς νύμφης καὶ παρθένου, καὶ ἀσπίλου τε καὶ «περιστερᾶς», τῆς «μόνης τῇ μητρὶ καὶ τῇ τεκούσῃ». 6. Ἐκκλησία γάρ ἐστιν ἀπὸ μιᾶς πίστεως γεγεννημένη, τεχθεῖσα δὲ διὰ πνεύματος ἁγίου, μία τῇ μόνῃ καὶ μία τῇ γεγεννηκυίᾳ. καὶ ὅσαι μετὰ ταύτην ἦλθον καὶ πρὸ αὐτῆς, παλλακίδες ὠνομασμέναι, αἵτινες τὸ πᾶν οὐκ ἀλλότριαι γεγένηνται διαθήκης καὶ κληρονομίας, μὴ πεπροικισμέναι δὲ ὑπὸ τοῦ λόγου καὶ μὴ δεξάμεναι ὑποδοχὴν τοῦ ἁγίου πνεύματος, μόνον δὲ συνάφειαν ὑπὸ συνείδησιν πρὸς τὸν Λόγον ἐσχηκυῖαι. καλῶς γὰρ ὁ Ἑβραῖος τὴν παλλακίδα ἔφρασε, φήσας αὐτὴν φελεγέσθα· φελέγ, ὃ ἑρμηνεύεται ἥμισυ, ἔσθα γυνή, ἵνα εἴπῃ ἥμισυ γυναικός. ὅσον μὲν γὰρ ἧκεν εἰς τὸν κύριον, πάντας κέκληκεν εἰς ἐλευθέριον φῶς, φήσας «ὡς ἔχετε τὸ φῶς μεθ' ἑαυτῶν, ἐν φωτὶ περιπατεῖτε», καὶ ὁ ἅγιος ἀπόστολος λέγων «ὑμεῖς δὲ ἡμέρας ἐστὲ τέκνα καὶ τέκνα φωτός», καὶ πάλιν ἐν τῇ 3.502 θείᾳ γραφῇ λέγεται «ὁ ποιῶν τὰ φαῦλα μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς». οὕτω καὶ παλλακίδες οὐκ ἐν τῷ προφανεῖ, οὐκ ἐν τῇ τελειώσει, οὐδὲ ἐν προικὶ ἄγονται τοῖς ἀνδράσιν, εἰ καὶ συνάφειαν σχοῖεν αἱ αὐταὶ πρὸς τὰ σώματα τῶν ἀνδρῶν, οὐ μέντοι γε τὴν τῆς ἐλευθέρας γυναικὸς τιμὴν καὶ ὀνομασίαν καὶ βεβαίωσιν καὶ φερνὴν καὶ ἕδνα καὶ προικισμὸν καὶ γνησιότητα ἔχειν δύνανται. παλλακίδες γοῦν αἱ καθεξῆς ἀριθμηθεῖσαι αἱρέσεις, ὡς ἄνω ἔφην, ὀγδοήκοντα. μὴ θαυμαζέτω δέ τις εἰ καὶ ἄλλοις ὀνόμασιν ἑκάστη τούτων κικλήσκεται ἐν ἑκάστῃ χώρᾳ. ἀλλὰ καὶ ἐκεῖνο παρατηρητέον, ὅτι πολλάκις καθ' ἑαυτὴν πάλιν ἑκάστη αἵρεσις σχίσασα εἰς πολλὰ μέρη καὶ ὀνόματα διέστη· οὐ γάρ ἐστι θαῦμα· ἔστι γὰρ καὶ οὕτως. ὀγδοήκοντα

593

δὲ καὶ ἕνα ἀριθμὸν εὑρίσκομεν, ἕνα μὲν διὰ τὴν μίαν τῶν πασῶν διωρισμένην, μόνην δὲ τῷ νυμφίῳ κεκληρωμένην, ὑπ' αὐτοῦ δὲ ὁμολογουμένην τῇ τοιᾷδε ὀνομασίᾳ, ὅτι «μία ἐστὶ περιστερά μου», καὶ πάλιν «τελεία μου», ὡς τῶν πασῶν παλλακίδων ἀγενῶν οὐσῶν καὶ οὐκ ἐν ἀκακίᾳ ἐπιμετρουμένων, οὐδὲ ἐν ἁγνείᾳ καὶ ἡμερότητι. εἰσὶ μὲν οὖν αἱ ἀπ' ἀρχῆς συναπτόμεναι τῷ καλουμένῳ Βαρβαρισμῷ καὶ Σκυθισμῷ ἄχρι τῶν προειρημένων Μασσαλιανῶν ˉοˉζ τὸν ἀριθμόν, καὶ Ἑλληνισμός, ἐξ οὗ αἱ Ἑλληνικαὶ αἱρέσεις, καὶ Ἰουδαϊσμός, ἐξ οὗ αἱἸουδαϊκαί, καὶ Σαμαρειτική, ἐξ ἧς αἱ Σαμαρειτικαί· τῶν τριῶν τούτων ἐπὶ τὸν ἑβδομηκοστὸν ἕβδομον ἀριθμὸν προστιθεμένων εἰς ὀγδοηκοντάδα ἀριθμὸν πληροῦνται καὶ ἡ μία περιλείπεται, τουτέστιν ἡ ἁγία καθολικὴ ἐκκλησία καὶ Χριστιανισμὸς ὄντως ὠνομασμένος ἀπ' ἀρχῆς καὶ σὺν τῷ Ἀδὰμ καὶ πρὸ τοῦ Ἀδὰμ καὶ πρὸ πάντων τῶν αἰώνων σὺν Χριστῷ, θελήματι τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ μετὰ πάντων τῶν κατὰ γενεὰν θεῷ εὐαρεστησάντων πιστευόμενος καὶ ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν κόσμῳ σαφῶς ἀποκαλυφθεὶς καὶ νῦν μετὰ τὰς αἱρέσεις ταύτας πάσας τὰς δὴ παλλακίδας καλουμένας ὑφ' ἡμῶν πάλιν ἐξυμνούμενος, ὡς κατὰ τὴν ἀκολουθίαν τοῦ λόγου. 7. Αὐτὸς γὰρ ὁ Λόγος ἐν τοῖς ᾄσμασιν οὕτως ἠρίθμησεν, «ἑξήκοντα βασιλίσσας» φήσας, καὶ «ὀγδοήκοντα παλλακίδας, καὶ νεάνιδας ὧν οὐκ ἔστιν ἀριθμός. μία δέ, φησίν, ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν». καὶ ὕστερον δείκνυσι πῶς παρὰ πᾶσιν εὑρεθήσεται, ὡς ἐντιμοτέρα πασῶν οὖσα καὶ πάντων δεσπό.503 ζουσα καὶ αὐτῷ μόνη ἐκλελεγμένη, ἧς τὰ τέκνα κληρονόμα τοῦ βασιλέως καὶ τέκνα ἀληθινά, ὡς «τέκνα τῆς ἐπαγγελίας» καὶ οὐ «τέκνα τῆς παιδίσκης», οὔτε παλλακίδος, οὔτε τῶν ἄλλων τῶν ἀναρίθμως ἑρμηνευομένων. εἰ γὰρ καὶ ἀπὸ Χεττούρας τῆς παλλακίδος ἔσχεν ὁ Ἀβραὰμ τέκνα, οὐ συγκληρονόμα τυγχάνει τὰ τέκνα τῆς Χεττούρας τῷ Ἰσαάκ· δόματα δὲ ἔλαβεν, ὡς ληγάτου χάριν, ἵνα ὁ τύπος μένοι εἰς ἀναγωγὴν τοῦ λόγου, εἰς τὸ μὴ ἀπελπίσαι τινὰς τῆς τοῦ Χριστοῦ κλήσεως. καὶ γὰρ τὰ δόματα, ἃ ἔδωκε τῷ Ἰσμαὴλ καὶ τοῖς υἱοῖς Χεττούρας, τύπος ἦν τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν εἰς ἐπιστροφὴν ἐθνῶν πρὸς τὴν πίστιν καὶ τὴν ἀλήθειαν. τῇ μὲν γὰρ Ἄγαρ παιδίσκῃ οὔσῃ καὶ ἀπὸ τοῦ Ἀβραὰμ ἐκβληθείσῃ ὡς ἡ δουλεύσασα κάτω Ἱερουσαλὴμ μετὰ τῶν τέκνων αὐτῆς, περὶ ἧς εἴρηται «ἀπέρριψα τὴν μητέρα ὑμῶν», καὶ πάλιν «ἔδωκα βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς» ταύτῃ γὰρ τῇ παιδίσκῃ, Ἄγαρ δέ φημι, συμβολικώτερον δι' ἐλπίδα ἐπιστροφῆς ἀσκὸν δίδωσιν ὕδατος, ἵνα δείξῃ «τοῦ λουτροῦ τῆς παλιγγενεσίας» τὴν δύναμιν, εἰς δόμα ζωῆς τοῖς ἀπίστοις ἀποδοθεῖσαν καὶ εἰς ἐπιστροφὴν πάντων τῶν ἐθνῶν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. τοῖς δὲ υἱοῖς Χεττούρας τὰ δόματα ἦν χρημάτων ὕπαρξις, χρυσὸς καὶ ἄργυρος καὶ ἱματισμός, καὶ ἅτινα ἐν μυστηρίῳ Ἀβραὰμ ἀπέκλεισεν ἐν ταῖς πήραις, «λίβανον καὶ σμύρναν καὶ χρυσόν», τῶν μετὰ τῶν βασιλέων Σοδόμων καὶ Γομόρρας, τῶν σκυλευθέντων ὑπὸ τῶν περὶ Χοδολλογόμορ καὶ Βαρσὰ καὶ λοιπῶν τῶν τὴν αἰχμαλωσίαν ἀπὸ Σοδόμων καὶ Γομόρρων καὶ λοιπῶν λαβόντων καὶ σκυλευσάντων τὴν τε ἵππον καὶ αἰχμαλωτισάντων τὸ πλῆθος τῶν ἀνθρώπων καὶ ἀφαρπαξάντων τὰς ἀπὸ ἑκάστου περιουσίας τε καὶ χρημάτων καὶ τῶν ἄλλων πλῆθος· ἃ αὐτὸς ἀπέστρεψεν «ἀπὸ τῆς κοπῆς τῶν βασιλέων» τότε καὶ οὔτε ἀποστρέψαι τὰ ἤδη κυρίῳ θεῷ ἀποταχθέντα τολμήσαντος αὐτοῦ, ἀλλὰ δεδωκότος αὐτὰ δόματα μετὰ τῶν ἄλλων τοῖς υἱοῖς αὐτοῦ τοῖς ἀπὸ Χεττούρας, ὡς εὕρομεν ἐν ταῖς παραδόσεσι τῶν Ἑβραίων. 8. Ἐν δὲ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τῶν αὐτῶν τέκνων τοῦ Ἀβραὰμ τῶν ἀπὸ Χεττούρας ἐκβληθέντων ἀπὸ τοῦ Ἀβραὰμ καὶ ἀπελθόντων καὶ κατοικησάντων εἰς τὰ μέρη τὰ Ἀραβικὰ τῆς Μαγωδίας χώρας, διὰ τῶν ἐλθόντων μάγων ἀπὸ τῆς διαδοχῆς τῶν

594

σπερμάτων ἐκείνων προσενεγκάν.504 των τε δόματά τε καὶ δῶρα εἰς συμμετοχὴν τῆς αὐτῆς ἐλπίδος προσηνέχθησαν τῷ Χριστῷ ἐν Βηθλεὲμ τὰ αὐτὰ δῶρα, ὅτε τὸν ἀστέρα θεασάμενοι ἦλθον· ὧν δώρων τὴν σαφῆ παράστασιν ὁ προφήτης παρίστησι λέγων ὅτι «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων». ταῦτα γὰρ ἀπὸ Δαμασκοῦ ἐν χρόνοις Ἀβραάμ, ὡς προεῖπον, ὑπὸ τῶν βασιλέων τῶν ἐλθόντων εἴληπται καὶ ἀπὸ Σαμαρείας. πότε οὖν ἔλαβεν αὐτὰ «πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα», ἀλλ' ὅτε ἦλθον οἱ μάγοι καὶ «ἤνοιξαν τὰς πήρας ἑαυτῶν» ἢ τοὺς θησαυρούς, ὡς ἔχει ἔνια τῶν ἀντιγράφων καὶ «προσήνεγκαν καὶ σμύρναν καὶ λίβανον καὶ χρυσόν»; καὶ ὁρᾷς πῶς ἔχουσιν αἱ τῆς ἀληθείας φράσεις καὶ ἀκολουθίαι; ὡς καὶ αὗται αἱ αἱρέσεις παλλακίδες ὑπάρχουσι καὶ τὰ αὐτῶν τέκνα ἔλαβε δόματα, τὸ ὄνομα μόνον λαβοῦσαι, ὀνόματι μόνον Χριστοῦ κληθεῖσαι καὶ τοὺς ὀλίγους ἀπὸ τῆς θείας γραφῆς λόγους ὑποδεξάμεναι, ἵνα δι' αὐτῶν συνῶσι τὴν ἀλήθειαν, ἐὰν θέλωσιν· εἰ δὲ μὴ θέλοιεν, ἀλλὰ ἀνακάμψωσι πρὸς τὸν Ἡρῴδην παραγγέλλονται γὰρ μὴ ἀνακάμπτειν πρὸς Ἡρῴδην, ἀλλὰ δι' ἄλλης ὁδοῦ ἀφικνεῖσθαι εἰς τὴν ἑαυτῶν πατρίδα–ἐὰν δὲ μὴ ποιήσωσι τὰ προστεταγμένα, μάτην ἑαυτοῖς τὰ δόματα, ὡς ἐκείνοις ἡ ἔλευσις, εἰ ἀνέκαμψαν πρὸς τὸν Ἡρῴδην, διὰ τὸ ὁμοίως τὰς αὐτὰς αἱρέσεις παραχαράσσειν τῶν θείων λόγων τὰ διδάγματα. 9. Αὗται οὖν εἰσιν αἱ ὀγδοήκοντα παλλακίδες, ὧν ὁ ἀριθμὸς οὗτος ἐμφέρεται, κἀκεῖναι αἱ βασίλισσαι αἱ κατὰ τὰς γενεὰς ἀριθμηθεῖσαι ψυχαί, τουτέστιν ἄνδρες καὶ πατριάρχαι. νεάνιδες δέ, ὧν οὐκ ἔστιν ἀριθμός, ἐν ταῖς λοιπὸν κατὰ πάντα κόσμον φιλοσοφίαις καὶ ἑκάστης ψυχῆς πολιτείαις, τῆς μὲν οὔσης ἐπαινετῆς, τῆς δὲ οὔ. τίς γὰρ ἀριθμήσειε τοῦ κόσμου τούτου τὴν διαφοράν; πόσαι γὰρ ἄλλαι παρ' Ἕλλησι μετὰ τὰς προειρημένας τέτταρας φανερωτάτας οὐκ ἔφυσαν καὶ ἔτι μετὰ τὰς αἱρέσεις ἐκείνας καὶ τὰς μετέπειτα κατὰ τὴν ἑκάστου γνώμην ἐν δοκήσει νεανιότητος καθ' ἑαυτὰς γινόμεναι ψυχαί τε καὶ γνῶμαι; ὡς Πυρρώνειοι καλοῦνταί τινες καὶ ἄλλοι πλείους, ὧν τὰ ὀνόματα καὶ τὰς δόξας καθ' εἱρμὸν ὑποτάξω, πολλῶν μὲν ὄντων τῶν εἰς γνῶσιν ἡμῶν ἐληλυθότων, πολλοστημόριον δὲ τοῦτο τῶν ἐν κόσμῳ ὑπαρχόντων. καὶ εἰσὶ μὲν αἱ ἐξ Ἑλλήνων αἵδε, ὧν πρώτην τάξαιμι ἀπ' ἀρχῆς τὴν Θαλοῦ τοῦ Μιλησίου γνώμην τε καὶ δόξαν. 3.505 Αὐτὸς γὰρ Θαλῆς ὁ Μιλήσιος, εἷς ὢν τῶν ἑπτὰ σοφῶν, ἀρχέγονον πάντων ἀπεφήνατο τὸ ὕδωρ· ἐξ ὕδατος γάρ φησι τὰ πάντα εἶναι καὶ εἰς ὕδωρ πάλιν ἀναλύεσθαι. Ἀναξίμανδρος ὁ τοῦ Πραξιάδου καὶ αὐτὸς Μιλήσιος τὸ ἄπειρον ἀρχὴν ἁπάντων ἔφησεν εἶναι· ἐκ τούτου γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς αὐτὸ τὰ πάντα ἀναλύεσθαι. Ἀναξιμένης ὁ τοῦ Εὐρυστάτου καὶ αὐτὸς Μιλήσιος τὸν ἀέρα τοῦ παντὸς ἀρχὴν εἶναι λέγει καὶ ἐκ τούτου τὰ πάντα. Ἀναξαγόρας ὁ τοῦ Ἡγησιβούλου ὁ Κλαζομένιος ἀρχὰς τῶν πάντων τὰς ὁμοιομερείας ἔφησεν εἶναι. Ἀρχέλαος ὁ Ἀπολλοδώρου, κατὰ δέ τινας Μίλτωνος, Ἀθηναῖος δὲ ἦν, ὁ φυσικός, ἐκ γῆς τὰ πάντα λέγει γεγενῆσθαι. αὕτη γὰρ ἀρχὴ τῶν ὅλων ἐστίν, ὥς φησι. Σωκράτης ὁ τοῦ † Ἐλμάγλου ἢ Σωφρονίσκου καὶ Φαιναρέτης τῆς μαίας, ὁ ἠθικός, τὰ καθ' ἑαυτὸν ἔλεγε μόνον δεῖν περιεργάζεσθαι τὸν ἄνθρωπον, πλείονα δὲ μή. Φερεκύδης καὶ αὐτὸς γῆν φησι πρὸ πάντων γεγενῆσθαι. Πυθαγόρας ὁ Σάμιος, Μνησάρχου υἱός, θεὸν ἔφη εἶναι τὴν μονάδα καὶ δίχα ταύτης μηδὲν γεγενῆσθαι. ἔλεγε δὲ μὴ δεῖν θύειν τοῖς θεοῖς ζῷα μηδὲ μὴν ἐσθίειν τι τῶν ἐμψύχων μήτε κυάμους μήτε οἶνον πίνειν τοὺς σοφούς. ἔλεγε δὲ τὰ ἀπὸ σελήνης κάτω παθητὰ εἶναι πάντα, τὰ δὲ ὑπεράνω τῆς σελήνης ἀπαθῆ εἶναι. ἔλεγε δὲ καὶ μεταβαίνειν τὴν ψυχὴν εἰς πολλὰ ζῷα. ἐκέλευσε δὲ καὶ τοῖς μαθηταῖς αὐτοῦ σιωπᾶν ἐπὶ πενταετῆ χρόνον καὶ τὸ τελευταῖον θεὸν ἑαυτὸν ἐπωνόμασε. Ξενοφάνης ὁ τοῦ Ὀρθομένους, Κολοφώνιος, ἐκ γῆς καὶ ὕδατος

595

ἔφη τὰ πάντα γίνεσθαι. εἶναι δὲ τὰ πάντα, ὡς ἔφη, οὐδὲν ἀληθές. οὕτως τὸ ἀτρεκὲς ἡμῖν ἄδηλον, δόκησις δὲ ἐπὶ πᾶσι τέτυκται, μάλιστα τῶν ἀφανέων. Παρμενίδης ὁ τοῦ Πύρητος, τὸ γένος Ἐλεάτης, καὶ αὐτὸς τὸ ἄπειρον ἔλεγεν ἀρχὴν τῶν πάντων. Ζήνων ὁ Ἐλεάτης, ὁ ἐριστικός, ἴσα τῷ ἑτέρῳ Ζήνωνι, καὶ τὴν γῆν ἀκίνητον λέγει καὶ μηδένα τόπον κενὸν εἶναι. καὶ λέγει οὕτως· τὸ κινού.506 μενον ἤτοι ἐν ᾧ ἐστι τόπῳ κινεῖται ἢ ἐν ᾧ οὐκ ἔστι. καὶ οὔτε ἐν ᾧ ἐστι τόπῳ κινεῖται οὔτε ἐν ᾧ οὐκ ἔστιν· οὐκ ἄρα τι κινεῖται. Μέλισσος ὁ τοῦ Ἰθαγένους, Σάμιος τὸ γένος, ἓν τὸ πᾶν ἔφη εἶναι, μηδὲν δὲ βέβαιον ὑπάρχειν τῇ φύσει, ἀλλὰ πάντα εἶναι φθαρτὰ ἐν δυνάμει. Λεύκιππος ὁ Μιλήσιος, κατὰ δέ τινας Ἐλεάτης, καὶ οὗτος ἐριστικός· ἐν ἀπείρῳ καὶ οὗτος τὸ πᾶν ἔφη εἶναι, κατὰ φαντασίαν δὲ καὶ δόκησιν τὰ πάντα γίνεσθαι καὶ μηδὲν κατὰ ἀλήθειαν, ἀλλ' οὕτω φαίνεσθαι κατὰ τὴν ἐν τῷ ὕδατι κώπην. Δημόκριτος ὁ τοῦ Δαμασίππου Ἀβδηρίτης τὸν κόσμον ἄπειρον ἔφη καὶ ὑπὲρ κενοῦ κεῖσθαι. ἔφη δὲ καὶ ἓν τέλος εἶναι τῶν πάντων, καὶ εὐθυμίαν τὸ κράτιστον εἶναι, τὰς δὲ λύπας ὅρους κακίας· καὶ τὸ δοκοῦν δίκαιον οὐκ εἶναι δίκαιον, ἄδικον δὲ τὸ ἐναντίον τῆς φύσεως. ἐπίνοιαν γὰρ κακὴν τοὺς νόμους ἔλεγε, καὶ ὅτι οὐ χρὴ νόμοις πειθαρχεῖν τὸν σοφόν, ἀλλὰ ἐλευθερίως ζῆν. Μητρόδωρος ὁ Χῖος ἔφη μηδένα μηδὲν ἐπίστασθαι, ἀλλὰ ταῦτα ἃ δοκοῦμεν γινώσκειν ἀκριβῶς οὐκ ἐπιστάμεθα, οὐδὲ ταῖς αἰσθήσεσι δεῖ προσέχειν· δοκήσει γάρ ἐστι τὰ πάντα. Πρωταγόρας ὁ τοῦ Μενάνδρου Ἀβδηρίτης ἔφη μὴ θεοὺς εἶναι, μηδὲ ὅλως θεὸν ὑπάρχειν. Διογένης ὁ Σμυρναῖος, κατὰ δέ τινας Κυρηναῖος, τὰ αὐτὰ τῷ Πρωταγόρᾳ ἐδόξασε. Πύρρων ἀπὸ Ἤλιδος τῶν ἄλλων σοφῶν τὰ δόγματα συναγαγὼν πάντα ἀντιθέσεις αὐτοῖς ἔγραψεν, ἀνατρέπων τὰς δόξας αὐτῶν, καὶ οὐδενὶ δόγματι ἠρέσκετο. Ἐμπεδοκλῆς ὁ τοῦ Μέτωνος Ἀκραγαντῖνος πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα τέτταρα πρωτόγονα εἰσέφερε στοιχεῖα, καὶ ἔλεγεν ἔχθραν ὑπάρχειν πρῶτον τῶν στοιχείων. κεχώριστο, γάρ φησι, τὸ πρότερον, νῦν δὲ συνήνωται, ὡς λέγει, φιλωθέντα ἀλλήλοις. δύο οὖν εἰσι κατ' αὐτὸν ἀρχαὶ καὶ δυνάμεις, ἔχθρα καὶ φιλία, ὧν ἡ μέν ἐστιν ἑνωτική, ἡ δὲ διαχωριστική. Ἡράκλειτος ὁ τοῦ Βλέσωνος Ἐφέσιος ἐκ πυρὸς ἔλεγε τὰ πάντα εἶναι καὶ εἰς πῦρ πάλιν ἀναλύεσθαι. 3.507 Πρόδικος τὰ τέσσαρα στοιχεῖα θεοὺς καλεῖ, εἶτα ἥλιον καὶ σελήνην· ἐκ γὰρ τούτων πᾶσι τὸ ζωτικὸν ἔλεγεν ὑπάρχειν. Πλάτων Ἀθηναῖος θεὸν ἔλεγε καὶ ὕλην εἶναι καὶ εἶδος, τὸν κόσμον δὲ γενητὸν καὶ φθαρτὸν ὑπάρχειν, τὴν ψυχὴν δὲ ἀγένητον καὶ ἀθάνατον καὶ θείαν λέγει. εἶναι δὲ αὐτῆς τρία μέρη, λογικὸν θυμικὸν καὶ ἐπιθυμητικόν. ἔλεγε δὲ τοὺς γάμους καὶ τὰς γυναῖκας δεῖν κοινὰς τοῖς πᾶσι γίνεσθαι καὶ μηδένα ἰδίᾳ μίαν ἔχειν γαμετήν, ἀλλὰ τοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι. Ἀρίστιππος ὁ Κυρηναῖος· οὗτος γαστρίμαργος ὢν καὶ φιλήδονος τέλος ἔφη τῆς ψυχῆς τὴν ἡδονήν, καὶ ὅστις ἥδεται, εὐδαίμων οὗτος, ὁ δὲ μηδ' ὅλως ἡδόμενος τρισάθλιος καὶ κακοδαίμων, ὥς φησι. Θεόδωρος ὁ ἄθεος ἐπικληθεὶς ἔφη λῆρον εἶναι τοὺς περὶ τοῦ θεοῦ λόγους. ᾤετο γὰρ μὴ εἶναι θεῖον, καὶ τούτου ἕνεκεν προὐτρέπετο πάντας κλέπτειν, ἐπιορκεῖν, ἁρπάζειν καὶ μὴ ὑπεραποθνήσκειν πατρίδος. ἔλεγε γὰρ μίαν πατρίδα εἶναι τὸν κόσμον, καὶ ἀγαθὸν μόνον ἔλεγε τὸν εὐδαιμονοῦντα, φεύγειν δὲ δεῖν τὸν δυστυχοῦντα, κἂν ᾖ σοφός. καὶ αἱρετὸν εἶναι τὸν ἄφρονα πλούσιον ὄντα καὶ ἀπειθῆ. Ἡγησίας Κυρηναῖος· οὗτος ἔφη μήτε φιλίας μήτε χάριτας εἶναι. μὴ ὑπάρχειν γὰρ αὐτὰς ἔλεγεν, ἀλλὰ χρῄζων τις ἔδωκε χάριν ἢ κρεῖττόν τι παθὼν εὐεργετεῖ. ἔλεγε δὲ καί· τῷ φαύλῳ ἀνδρὶ λυσιτελὲς τὸ ζῆν, τῷ δὲ σοφῷ τὸ ἀποθανεῖν, ὥς τινας ἐκ τούτου πεισιθάνατον αὐτὸν καλέσαι. Ἀντισθένης ὁ ἐκ Θρᾴττης μητρός, αὐτὸς δὲ Ἀθηναῖος, τὸ πρῶτον Σωκρατικός, ἔπειτα Κυνικός, ἔφησε μὴ χρῆναι τὰ καλὰ ζηλοτυπεῖν ἑτέρων ἢ τὰ παρ' ἀλλήλοις αἰσχρά, τὰ δὲ τείχη τῶν πόλεων εἶναι σφαλερὰ πρὸς τὸν ἔσω προδότην, ἀσάλευτα δὲ τὰ τῆς ψυχῆς

596

τείχη καὶ ἀρραγῆ. Διογένης ὁ Κυνικός, ἀπὸ Σινώπης τῆς κατὰ τὸν Πόντον πόλεως, τὰ πάντα Ἀντισθένει συνῆν. ἔφησε τὸ ἀγαθὸν † οἰστὸν παντὶ σοφῷ εἶναι, τὰ δ' ἄλλα πάντα οὐδὲν ἢ φλυαρίας ὑπάρχειν. Κράτης ἀπὸ Θηβῶν τῶν Βοιωτικῶν, καὶ αὐτὸς Κυνικός, ἔλεγεν ἐλευθερίαν εἶναι τὴν ἀκτημοσύνην. 3.508 Ἀρκεσίλαος ἔφασκε τῷ θεῷ ἐφικτὸν εἶναι μόνῳ τὸ ἀληθές, ἀνθρώπῳ δὲ οὔ. Καρνεάδης τὰ αὐτὰ τῷ Ἀρκεσιλάῳ ἐδόξασεν. Ἀριστοτέλης ὁ Νικομάχου, κατὰ μέν τινας Μακεδὼν ἀπὸ Σταγείρων, ὡς δὲ ἔνιοι Θρᾲξ ἦν τὸ γένος. ἔλεγε δὲ δύο ἀρχὰς εἶναι, θεὸν καὶ ὕλην, καὶ τὰ μὲν ὑπεράνω τῆς σελήνης θείας προνοίας τυγχάνειν, τὰ δὲ κάτωθεν τῆς σελήνης ἀπρονόητα ὑπάρχειν καὶ φορᾷ τινι ἀλόγῳ φέρεσθαι ὡς ἔτυχεν. εἶναι δὲ λέγει δύο κόσμους, τὸν ἄνω καὶ τὸν κάτω, καὶ τὸν μὲν ἄνω ἄφθαρτον, τὸν δὲ κάτω φθαρτόν. καὶ τὴν ψυχὴν ἐνδελέχειαν σώματος λέγει. Θεόφραστος Ἐρέσιος τὰ αὐτὰ Ἀριστοτέλει ἐδόξασε. Στράτων ὢν ἐκ Λαμψάκου τὴν θερμὴν οὐσίαν ἔλεγεν αἰτίαν πάντων ὑπάρχειν. ἄπειρα δὲ ἔλεγεν εἶναι τὰ μέρη τοῦ κόσμου, καὶ πᾶν ζῷον ἔλεγε νοῦ δεκτικὸν εἶναι. Πραξιφάνης Ῥόδιος τὰ αὐτὰ τῷ Θεοφράστῳ ἐδόξασε. Κριτόλαος ὁ Φασηλίτης τὰ αὐτὰ τῷ Ἀριστοτέλει ἐδόξασε. Ζήνων ὁ Κιτιεὺς ὁ Στωϊκὸς ἔφη μὴ δεῖν θεοῖς οἰκοδομεῖν ἱερά, ἀλλ' ἔχειν τὸ θεῖον ἐν μόνῳ τῷ νῷ, μᾶλλον δὲ θεὸν ἡγεῖσθαι τὸν νοῦν· ἔστι γὰρ ἀθάνατος. τοὺς δὲ τελευτῶντας ζῴοις παραβάλλειν χρῆναι, ἢ πυρί. καὶ τοῖς παιδικοῖς χρῆσθαι ἀκωλύτως. ἔλεγε δὲ πάντα διήκειν τὸ θεῖον. τὰς δὲ αἰτίας τῶν πραγμάτων πῆ μὲν ἐφ' ἡμῖν, πῆ δὲ οὐκ ἐφ' ἡμῖν, τουτέστι τὰ μὲν τῶν πραγμάτων ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν. ἔλεγε δὲ καὶ μετὰ χωρισμὸν τοῦ σώματος * καὶ ἐκάλει τὴν ψυχὴν πολυχρόνιον πνεῦμα, οὐ μὴν δὲ ἄφθαρτον δι' ὅλου ἔλεγεν αὐτὴν εἶναι· ἐκδαπανᾶται γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου εἰς τὸ ἀφανές, ὥς φησι. Κλεάνθης τὸ ἀγαθὸν καὶ καλὸν λέγει εἶναι τὰς ἡδονάς, καὶ ἄνθρωπον ἐκάλει μόνην τὴν ψυχήν, καὶ τοὺς θεοὺς μυστικὰ σχήματα ἔλεγεν εἶναι καὶ κλήσεις ἱερὰς καὶ δᾳδοῦχον ἔφασκεν εἶναι τὸν ἥλιον καὶ τὸν κόσμον * μύστας καὶ τοὺς κατόχους τῶν θείων τελεστὰς ἔλεγε. 3.509 Περσαῖος τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισε. Χρύσιππος ὁ Σολεὺς νόμους ἔγραψεν οὐ θεμιτούς. ἔλεγε γὰρ δεῖν μίγνυσθαι ταῖς μητράσι τοὺς παῖδας, τοῖς δὲ πατράσι τὰς θυγατέρας. εἰς δὲ τὰ ἄλλα συνεφώνησε Ζήνωνι τῷ Κιτιεῖ. πρὸς τούτοις δὲ ἔλεγε καὶ ἀνθρωποβορεῖν. ἔλεγε δὲ τὸ τέλος πάντων τὸ ἡδυπαθὲς εἶναι. Διογένης ὁ Βαβυλώνιος ἔλεγε τὰ σύμπαντα συνίστασθαι ἐξ ἡδονῆς. Παναίτιος ὁ Ῥόδιος τὸν κόσμον ἔλεγεν ἀθάνατον καὶ ἀγήρω, καὶ τῆς μαντείας κατ' οὐδὲν ἐπεστρέφετο, καὶ τὰ περὶ θεῶν λεγόμενα ἀνῄρει. ἔλεγε γὰρ φλήναφον εἶναι τὸν περὶ θεοῦ λόγον. Ποσειδώνιος Ἀπαμεὺς ἔλεγε τὸ μέγιστον ἐν ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον καὶ ὑγείαν. Ἀθηνόδωρος Ταρσεὺς τὰ αὐτὰ Χρυσίππῳ ἐδόξασε καὶ τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισεν. Ἐπίκουρος ὁ Νεοκλέους ἐν Ἀθήναις τραφείς, φιλήδονον βίον μετῆλθε, καὶ οὐκ ἠρυθρία γυναιξὶ συνὼν δημοσίᾳ ἀκολάστοις καθ' ἃ πρῴην περὶ αὐτοῦ εἴπομεν. πάλιν ἔλεγε μὴ εἶναι θεοὺς ἀλλ' ἢ μόνον τύχην διοικεῖν τὰ πάντα, καὶ μηδὲν εἶναι τῶν ἐν τῷ βίῳ ἑκούσιον, μήτε μάθησιν μήτε ἀπαιδευσίαν μήτε ἄλλο μηδέν, ἀλλὰ πάντα ἀκούσια γίνεσθαι πᾶσι. καὶ οὐ χρὴ ψέγειν τινά, ὥς φησιν, οὔτε ἐπαινεῖν· οὐ γὰρ ἑκόντες ταῦτα ὑφίστανται. ἔλεγε δὲ μὴ δεῖν φοβηθῆναι τὸν θάνατον. διεβεβαιοῦτο δέ, ὡς ἤδη ἔφην, καὶ ἐξ ἀτόμων τὸ πᾶν τὴν σύστασιν ἔχειν καὶ τὸν κόσμον ἐν ἀπείρῳ εἶναι. 10. Καὶ οὗτοι μὲν οἳ ἐξ Ἑλλήνων εἰς γνῶσιν ἡμῶν ἐληλύθασιν· ἄλλοι δὲ ὅσοι κατὰ τὴν βάρβαρον καὶ Ἑλλάδα Ῥωμανίαν τε καὶ τὰ ἄλλα κλίματα τῆς οἰκουμένης· ἑβδομήκοντα δύο μὲν ἀηδεῖς φιλοσοφίαι ἐν τῇ τῶν Ἰνδῶν ἐμφέρονται φατρίᾳ, τῶν τε γυμνοσοφιστῶν, τῶν τε Βραχμάνων, ἐπαινετῶν τούτων μόνων, τῶν τε Ψευδοβραχμάνων, τῶν τε νεκυοφάγων, τῶν τε αἰσχροποιῶν, τῶν τε ἀπηλγημένων· ὧν

597

τὸ κατ' εἶδος λέγειν καὶ τὰ παρ' αὐτῶν μυσαρὰ γινόμενα περιττὸν ἡγησάμεθα καὶ οὐδὲν ἄξιον, διὰ τὴν πολλὴν ἐν τοῖς ἀνθρώποις φθοράν, κακίας τε καὶ * ἐργασίαν. ἐν μὲν γὰρ τῇ Μηδίᾳ ἓξ αἱρέσεις πάλιν λέγονται εἶναι 3.510 διάφοροι, ἐν δὲ τῇ Αἰθιοπίδι ὅσαι, παρὰ Πέρσαις τε ἢ ἐν τῇ Παρθίᾳ ἢ Ἐλαμίτιδι ἢ Κασπίᾳ ἢ Γερμανῶν χώρᾳ, ἢ Σαρματίᾳ ἢ ὁπόσοι ἐν τοῖς Δαύνισιν ἢ παρὰ Ζικχοῖς καὶ Ἀμαζόσι, Λαζοῖς τε καὶ Ἴβηρσι καὶ Βοςπορηνοῖς ἢ Γηλοῖς ἢ Σηροῖς ἢ τοῖς ἄλλοις ἔθνεσι, πόσαι νόμων τε διαφοραὶ καὶ φιλοσοφιῶν καὶ αἱρέσεων καὶ διαφορῶν ἄμετρον πλῆθος. ὡς Σηροὶ μὲν ἄνδρες ἐμπλέκονται, οἴκαδε καθεζόμενοι, μυριζόμενοί τε καὶ θηλευόμενοι, γυναιξὶν ἑτοιμαζόμενοι, αἱ δὲ γυναῖκες τὸ ἀνάπαλιν τὴν τρίχα τῆς κεφαλῆς κουρευόμεναι, ἀνδρείῳ ζώματι ζωννύμεναι καὶ τὰ κατὰ τὴν ἄρουραν πάντα ἔργα ἐκτελοῦσαι. παρὰ Γηλοῖς δὲ τοὐναντίον οἱ τὰ φαῦλα δρῶντες πρὸς τῶν νόμων αὐτῶν ἐπαινοῦνται. παρ' Ἕλλησι δὲ πόσα μυστήρια καὶ τελεταί; ὡς αἱ μεγαρίζουσαι γυναῖκες καὶ θεσμοφοριάζουσαι ἀλλῆλαι πρὸς ἀλλήλας διαφέρονται· ὅσα τε ἄλλα, τά τε ἐν Ἐλευσῖνι μυστήρια Δηοῦς καὶ Φερεφάττης καὶ τῶν ἐκεῖσε ἀδύτων τὰ αἰσχρουργήματα, γυναικῶν ἀπογυμνώσεις, ἵνα σεμνότερον εἴπω, τύμπανά τε καὶ πόπανα, ῥόμβος τε καὶ κάλαθος, ἐρέα ἐξειργασμένη καὶ κύμβαλον καὶ κυκεὼν ἐκπώματι κατεσκευασμένος, ὅσα τε ἄλλα, τὰ ἐν Πυθοῖ Ἀρχεμόρου τὰ μυστήρια, ἐν Ἰσθμοῖς δὲ ἕτερα, Ἀθάμαντός τε καὶ Μελικέρτου τοῦ Ἰνοῦς γόνου· καὶ ὅσοι τὸν φαλλὸν ἀναστρέφοντες, αἵ τε † φαλλαρίζουσαι αἰσχρουργίας μελετήματα, οἵ τε τὴν Ῥέαν θεραπεύοντες ἄνδρες, παρακόψαντες τε τὸν παῖδα τὸν ἄρρενα, ἄνευ σχήματος μορίων διατελέοντες, οὔτε μὴν ἄνδρες δυνάμενοι ἔτι εἶναι οὔτε γυναῖκες γεγενημένοι· Διονύσιοί τε ἕτεροι, οἱ τοὺς Κούρητας καὶ τὴν κρεωνομίαν μυοῦντες, τοὺς ὄφεις ἀνεστεμμένοι, εὐάζοντες τὸ οὐὰ οὐά, ἐκείνην τὴν Εὔαν ἔτι τὴν διὰ τοῦ ὄφεως ἀπατηθεῖσαν ἐπικα.511 λούμενοι ἢ διὰ τῆς δασείας φωνῆς τὸν ὄφιν ἀπὸ τῆς Ἑβραΐδος εἰς ἑαυτῶν πλάνην κικλήσκοντες. Εὔα γὰρ κατὰ τὴν ψιλὴν ἀπόδοσιν τὴν γυναῖκα, κατὰ δὲ τὴν δασεῖαν εὑΐα τὸν ὄφιν παῖδες Ἑβραίων ὀνομάζουσι. 11. Καὶ «τί ἐρῶ; ἐπιλείψει γάρ μοι ὁ καιρὸς διηγουμένῳ» περὶ τῶν ἀμυθήτως ἐχόντων τῷ ἀριθμῷ ἐν ταῖς τῶν ἀνθρώπων διαφοραῖς πρὸς τῇ ἀρετῇ τε καὶ φαυλότητι· ὅσοι μὲν κατὰ τὴν Αἰγυπτίων χώραν τῷ μὲν Κρόνῳ ἕτεροι τελισκόμενοι, κλοιοῖς ἑαυτοὺς σιδηρέοις καθείρξαντες, χαίτῃ τε ὑπερτάτῃ, ἐσθῆτί τε ῥυπαρᾷ καὶ καταμεμωκημένῃ χρώμενοι, ὡς κρίκοις μὲν τοὺς ἑαυτῶν μυκτῆρας ἐμπείραντες καθ' ἑκάστην τῷ Κρόνῳ ἐν τῇ Ἀστῷ καλουμένῃ πολίχνη δέ ἐστιν αὕτη μητροκωμία κατὰ τὸν Προσωπίτην καλούμενον νομόν κατὰ τὰς ἐναγεῖς τῆς πανδήμου τῶν πεπλανημένων συνελεύσεως τελετὰς καὶ τῶν παταγιζόντων καὶ ὀργιώντων ἐμμανεῖς δῆθεν ἱεροφαντίας σχηματίζονται· ἐξώλεις δὲ οὗτοι. παρ' ἄλλοις δὲ ὅσοι, ὡς οἱ μὲν παρὰ τὸν Βουτικὸν ἢ αὐτὴν τὴν Βουτὼ τὴν πολίχνην τὸν Ἁρποκράτην τιθηνοῦντες, οἳ γέροντες μὲν ἤδη εἰσὶ τὴν ἡλικίαν *, οἱ πρὸς τῇ ἱερομηνίᾳ τὰς φαντασιώδεις τοῦ Ὤρου ἐνθουσιάσεις ἐπιτελεῖν ἐκ τοῦ δαίμονος ἀναγκαζόμενοι. ἕκαστος δὲ τῶν πολιτῶν, καὶ πρεσβύτης ἤδη ὑπεράγαν ἅμα νεανίαις ὁμοτρόποις καὶ ἑτέραις ἡβηδὸν ἡλικίαις, ἱερεῖς τοῦ αὐτοῦ Ὤρου δῆθεν καὶ Ἁρποκράτους, ἐπὶ τῆς κάρας ἐξυρημένοι, μᾶλλον ἕκαστος φέρει ἀναιδῶς τὸ δουλικὸν ὁμοῦ καὶ ἐπικατάρατον καὶ παιδαριῶδες σῆμα φέροντες, ἀθύρμασί τε παρὰ τοῖς συνετοῖς τοῖς ἀπὸ τοῦ δαίμονος ἑαυτοὺς ἐκδεδωκότες, ἐμμανεῖς τε καὶ ἀφραίνοντες γελοιώμενοί τε ἀσχέτως φέρονται, ἀθήραις τε καὶ σεμιδάλεσιν, ἄλλαις τε βαναυσοποιίαις πρῶτον μὲν τὰς ὄψεις χρίσαντες, εἶτα λέβητι ἀνακοχλάζοντι τὸ πρόσωπον ἐνθέντες ἀπό τε τοῦ προσώπου δῆθεν ὑπὲρ θαύματος ἀπατηλῶς τὰ πλήθη ἐξοιστρήσαντες, μεταδιδόασι τῇ χειρὶ ἀπὸ τοῦ προσώπου ἀπομαξάμενοι ἑκάστῳ τῶν αἰτησάντων εἰς μετάληψιν ὑγείας τε καὶ ἄκους πόνων

598

ἕνεκεν. 12. Τὰς δὲ Μεμφίτιδας καὶ Ἡλιουπολίτιδας ὀργιώσας, τυμπάνῳ τε καὶ αὐλῷ τὸ θέλγηστρον εἰς ἑαυτὰς λαμβανούσας εἰ διηγησαί.512 μην, χορίτιδάς τε καὶ τριετηρίτιδας καὶ τὰς ἐπὶ τῆς Βαθείας καὶ ἐν Μενουθίτιδος ἔξω βεβηκυίας αἰδοῦς τε καὶ καταστάσεως γυναικείας, πόσοις ὄγκοις γλώττης, ἢ πόσῳ πλάτει συντάξεως ἑαυτὸν ἐπιδοὺς ἐπὶ τὸν προειρημένον ἀριθμὸν τὸν ἀμύθητον ἑαυτὸν ἐκδοῦναι δυνήσωμαι; εἰ γὰρ καὶ κάματον ὑπερβάλλοντα εἰς ἐμαυτὸν ἀναδεξαίμην, ἀτέλεστον καταλείψαιμι τὴν τούτων κατάληψιν, ἐπειδὴ γὰρ «νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός» εἴρηται. τά τε ἐν Σάϊ τά τε ἐν Πηλουσίῳ τά τε ἐν Βουβαστῷ τά τε ἐν Ἀβύδῃ τά τε τοῦ Ἀντινόου τεμένη, καὶ τὰ ἐκεῖσε μυστήρια, τὰ ἐν Φαρβήτῳ, τὰ κατὰ τὸν τράγον τοῦ Μενδησίου, ὅσα τε ἐν Βουσίρι, πόσα τε ἐν Σεβεννύτῳ, πόσα τε ἐν Διοσπόλει, ὡς πῆ μὲν τῷ ὄνῳ εἰς ὄνομα τοῦ Σήθ, δῆθεν τοῦ Τυφῶνος, τελετὰς ἐργάζονται, ἄλλοι δὲ τὴν Τιθραμβώ, Ἑκάτην ἑρμηνευομένην *, ἕτεροι τῇ Σενέφθυ, ἄλλοι δὲ τῇ Θερμούθι τελίσκονται, ἄλλοι δὲ τῇ Ἴσιδι. καὶ πόσα ἔστι τοιαῦτα λέγειν, ὧν τὸ κατ' εἶδος εἰπεῖν ἐπιχειροῦντι πολὺς χρόνος ἀναλωθήσεται. διὸ περιλήψεται πάντη ὁ λόγος πληρούμενος διὰ τοῦ «νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός». ἑτέρων δὲ πάλιν μυστηρίων πολλῶν καὶ αἱρεσιαρχῶν καὶ σχισματοποιῶν † ὧν μὲν ἀρχηγοὶ παρὰ Πέρσαις Μαγουσαῖοι, παρὰ δὲ Αἰγυπτίοις προφῆται καλούμενοι, τῶν ἀδύτων τε καὶ ἱερῶν ἀρχηγοί, καὶ μάγων Βαβυλωνίων δὲ οἵ τε καλούμενοι Γαζαρηνοί, σοφοί τε καὶ ἐπαοιδοί, Ἰνδῶν δὲ οἱ Εὐίλεοι καλούμενοι καὶ Βραχμᾶνες, Ἑλλήνων δὲ ἱεροφάνται τε καὶ νεωκόροι, Κυνικῶν πλῆθος καὶ ἄλλων ἀμυθήτων φιλοσόφων ἀρχηγοί. 13. Τοίνυν, ὡς προεῖπον, παρὰ Πέρσαις Μαγουσαῖοι καλούμενοι, οἱ εἴδωλα μὲν βδελυττόμενοι, † εἰδώλοις δὲ προσκυνοῦντες πυρὶ καὶ σελήνῃ καὶ ἡλίῳ. ἄλλοι τε πάλιν ἐν τῇ Ἑλλάδι Μυσοὶ καλούμενοι Ἄβιοι, 3.513 γάλακτι ἵππων χρώμενοι καὶ τὸ πᾶν ἀγρίαν χώραν κατοικοῦντες. καὶ πόσα δυνήσεται ὁ νοῦς τῶν ἀνθρώπων συλλέγειν τῶν τοσούτων καὶ μεγάλων ὀνομαζομένων καὶ ἐν ταῖς ἐπαινουμέναις ἀριθμουμένων, ὅσαι εἰσὶ διαφοραὶ «νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός», τῶν μὲν πρὸς ἔπαινον, ἄλλων δὲ μὴ ἐπαινουμένων, τῶν μὲν ἀπ' ἰδίου νοὸς τὰ πρὸς πολιτείας ἄσκησιν καὶ θεσμὸν ἑαυτοῖς συλλεγόντων, ἐν κόμαις τε προόπτως προερχομένων, ἄλλων δὲ καὶ ἐν σάκκῳ προφανεῖ, ἄλλων δὲ ἁγίων ἀδελφῶν ἐν σάκκῳ καὶ σποδῷ οἴκαδε καθεζομένων, καὶ ἔτι ἄλλων ἐν πολιτείαις καὶ νηστείαις ὑπερβαλλούσαις καμάτῳ προστιθέντων ἐν νεανιότητι, διὰ τὴν πρὸς τὸν νυμφίον τελείαν συνείδησιν, ἑτέρων δέ, ὡς προεῖπον, οὐκ ὀρθῶς, ἀλλὰ κατά τινα πρόληψιν νοὸς τυραννικῶς παρὰ τὴν ἀλήθειαν νεανιευομένων, ὡς Ζακχαῖος μὲν πρὸ βραχέος τελευτήσας ἐν τῇ ὀρεινῇ τῇ περὶ τὰ Ἱεροσόλυμα, ὃς οὐδενὶ ὅλως συνευχόμενος διετέλεσεν, ἀλλὰ καὶ διὰ τὴν αὐτὴν ὑπόθεσιν τολμηρῶς ἁγίων μυστηρίων ψαύειν καὶ ἱερουργεῖν λαϊκὸς ὢν ἀφειδῶς ἐπεχείρει. ἕτερος δέ τις, ὅστις ποτὲ ἦν ἀνὴρ ἐκεῖνος καὶ τῶν δοκούντων ἐν ἀκρότητι βίου πεπολιτεῦσθαι, πρὸς τὴν Αἴγυπτον ἐπὶ τὰ ἐρημικὰ κατοικήσας ἐν μοναστηρίῳ, καὶ ἄλλος πρὸς τῷ Σιναίῳ, οἳ ἀπὸ ὀνειράτων ἐνεανιεύσαντο, ὡς ἐπισκοπῆς δεξάμενοι χειροθεσίαν, καθῆσθαί τε καὶ τὰ ἐπισκόπων πράττειν καὶ αὐτοὶ ἐπεχείρουν. ἕτεροι δὲ καὶ οὐκ ὀλίγοι εὐνουχίζειν ἑαυτοὺς παρὰ τὰ προστεταγμένα δῆθεν νεανιεύματος χάριν ἐτόλμησαν. ἕτεροι δὲ δοκοῦντες νεανιεύεσθαι τολμῶσι παρὰ τοὺς κανόνας, ἀπὸ ὀρθοδόξων ὁρμώμενοι, σύλλογον ἑαυτοῖς ἐπισπάσασθαι, ἀλλὰ καὶ ἄνευ ἐπικρίσεως συνόδου οἰκουμενικῆς ἀναβαπτίζειν τοὺς ἐρχομένους πρὸς αὐτοὺς δῆθεν 3.514 ἀπὸ Ἀρειανῶν, μηδέπω τοῦ πράγματος ἐξ ἐπικρίσεως ὡς ἔφην συνόδου τμηθέντος, διὰ τὸ ἀναμὶξ τοὺς λαοὺς ὑπάρχειν ἔτι δεῦρο καὶ πολλοὺς μὲν εἶναι ὀρθοδόξους, κατὰ δὲ ὑπόκρισιν πρὸς τοὺς ἀρειανίζοντας

599

συνημμένους, ἕως ἂν ἀφορισμὸς γένηται τῆς τοιαύτης βλασφήμου αἱρέσεως καὶ τότε τὰ κατ' αὐτῆς ὁρισθήσεται. ἐκ τούτων δὲ τῶν οὕτως ἀναβαπτιζόντων ἀπ' ἰδίου κελεύσματος εἰς ἡμετέρας ἀκοὰς ἀφῖκται εἷς ὑπάρχων ἐν τῇ τῶν Λυκίων χώρᾳ πρεσβύτερος· εἰσὶ δὲ καὶ ἄλλοι ὧν ἕκαστος καθ' ἑαυτὸν εὔχεται καὶ οὐ μετά τινος τὸ παράπαν, ἕτεροι δὲ ἐν κλοιοῖς παρὰ τὸν θεσμὸν τῆς ἐκκλησίας. διόπερ ἐπὶ τέλει παντὸς τοῦ λόγου «νεάνιδας» ἔφην «μὴ ἐχούσας ἀριθμὸν» τάς γε κατὰ τὴν ἰδίαν ἔννοιαν ἑαυταῖς νεανιζούσας, οὐ μὴν εἰς τὸ ἀγαθόν, εἰς τὸ τελειοῦν τῆς σοφίας τὰ εἴδη, φρονήσεώς τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης· ἐξ ὧν ἄλλαι νεανίζουσαι ἐπὶ τὸ τυραννικώτερον καὶ ἀπὸ τῆς ἀληθείας ἀλλότριον ἑαυτὰς ἐκτρέπουσιν, ὥστε μὴ εἶναι ἀριθμὸν τούτων. 14. Αὐτὴ δὲ ἡ μία περιστερὰ καὶ ἁγία παρθένος θεὸν ὁμολογεῖ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, πατέρα τέλειον, υἱὸν τέλειον, πνεῦμα ἅγιον τέλειον, ὁμοούσιον τὴν τριάδα, οὐ συναλοιφὴν τὴν τριάδα, ἀλλὰ τὸν υἱὸν ἐκ πατρὸς ἀληθινῶς γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, οὖσαν δὲ ἀεὶ τὴν τριάδα καὶ μηδέποτε προσθήκης ἐπιδεομένην, μὴ ἔχουσαν δέ τι ἐν ἑαυτῇ ὑποβεβηκός, εἰς μίαν δὲ ἑνότητα καὶ μίαν ἀρχὴν τοῦ θεοῦ καὶ πατρὸς ἀναγομένην, καὶ ἐκ ταύτης τῆς τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὰ πάντα κεκτίσθαι, οὐκ ὄντα ποτέ, οὔτε συνόντα τῷ θεῷ, οὔτε προϋπάρξαντα, γενόμενα δὲ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. καὶ τοῦτον τὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα τοῖς αὐτοῦ ἁγίοις καὶ ἀπ' αἰῶνος καταξιώσαντα ἐν ὀπτασίαις φανῆναι, καθάπερ ἠδύνατο ἕκαστος χωρεῖν κατὰ τὸ χάρισμα αὐτῷ διὰ τῆς θεότητος δοθέν, ὅπερ ἐχαρίζετο ἑκάστῳ τῶν καταξιουμένων, πῆ μὲν πατέρα θεάσασθαι, καθὼς ἠδύνατο ἕκαστος, πῆ δὲ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, ὡς 3.515 ἐνεχώρει· ὡς ἐν στόματι τοῦ Ἠσαΐου ἔλεγεν «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός», τοῦτο φωνὴ πατρός· καὶ ὡς ὁ Δανιὴλ εἶδε «τὸν παλαιὸν τῶν ἡμερῶν», τοῦτο ὀπτασία πατρός· ὡς δὲ ἐν τῷ προφήτῃ πάλιν «ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην», τοῦτο φωνὴ υἱοῦ· ὡς δὲ ἐν Ἰεζεκιήλ «καὶ ἔλαβέ με πνεῦμα θεοῦ» καὶ «ἐξέβαλέ με εἰς τὸ πεδίον», τοῦτο περὶ ἁγίου πνεύματος. καὶ πολλὰ ἔστι τοιαῦτα λέγειν, ὧν ὀλίγων ἀπὸ μέρους ὑπομνησθέντες ἐν παραδρομῇ εἰς τὸ δεῖξαι τὸν χαρακτῆρα τῆς ἐκκλησίας τὰ δύο ῥήματα παρεθέμεθα, μυρίων ὄντων καὶ ἐπέκεινα τῶν ὁμοίων τούτοις ἐν ταῖς θείαις γραφαῖς παλαιᾶς τε καὶ καινῆς διαθήκης ἐμφερομένων. καὶ ὅτι αὐτὸς ὁ κύριος ἔπλασε τὸ σῶμα τῷ Ἀδὰμ καὶ «ἐνέπνευσεν αὐτῷ πνοὴν ζωῆς», κτίσας αὐτῷ «ψυχὴν ζῶσαν», καὶ ὅτι αὐτὸς δέδωκε τὸν νόμον τῷ Μωυσῇ ὁ θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία θεότης, καὶ ὅτι οἱ προφῆται ὑπὸ τῆς αὐτῆς θεότητος ἀπεστάλησαν, καὶ ὅτι αὐτὸς ἡμῖν ὁ θεός, ὁ Ἰουδαίων τε καὶ Χριστιανῶν ὢν θεός, Ἰουδαίους τε καλέσας εἰς δικαίωσιν τοὺς μὴ ἀρνουμένους τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ παρουσίαν καὶ πάντας σῴζων τοὺς κατὰ τὴν ἀληθινὴν αὐτοῦ πίστιν βιοῦντας καὶ μὴ ἀρνουμένους τὴν ἀλήθειαν τοῦ κηρύγματος τῆς ἀληθινῆς καὶ εὐαγγελικῆς αὐτοῦ διδασκαλίας. ἦλθε γάρ, ἦλθεν ὁ μονογενής· καὶ οὕτως ἔχει ἡ μήτηρ ἡμῶν ἐκκλησία, ὁ λιμὴν ὁ εὔδιος τῆς εἰρήνης, ἡ εὐφρασία ἡ πνέουσα τὴν «κύπριν» τῆς ἀμπέλου καὶ «βότρυν» φέρουσα ἡμῖν «τῆς εὐλογίας» καὶ τὸ λυσίπονον ἡμῖν πόμα καθ' ἑκάστην ἡμέραν, αἷμα Χριστοῦ, χαριζομένη ἄκρατον, ἀληθές. 15. Ὅτι ἀληθινῶς ἐγεννήθη Χριστὸς ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ' ἀπ' αὐτῆς τῆς ἁγίας παρθένου λαβὼν τὸ σῶμα, ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει, σάρκα ἀληθινῶς, σῶμα ἀληθινῶς, σὺν ὀστέοις καὶ νεύροις καὶ πᾶσι τοῖς ἡμετέροις, μηδὲν ἀφ' ἡμῶν διηλλαγμένος ἢ μόνον τὸ ἔνδοξον τῆς αὐτοῦ ἁγιότητος καὶ θεότητος καὶ σκεύους ἁγιωσύνης καὶ δικαιοσύνης, καὶ ἀναμαρτήτως τὰ πάντα τελείως

600

ἔχων, καὶ ἐσχηκὼς ψυχὴν τὴν ἀνθρωπίνην ἐν ἀληθείᾳ, νοῦν τὸν ἀνθρώπινον ἐν ἀληθείᾳ, οὐχ ὡς ἡμῶν δια.516 βεβαιουμένων τὸν νοῦν εἶναι ὑπόστασιν, καθὼς ἄλλοι λέγουσι· τὰ πάντα δὲ μὴ χρανθέντα ἐν ἁμαρτίᾳ, «στόμα» μὴ ψευσάμενον, «χείλη μὴ λαλήσαντα δόλον», καρδίαν μὴ ἐκκλίνασαν εἰς ἐρεθισμόν, νοῦν μὴ ἐκτραπέντα εἰς ἃ μὴ χρή, σάρκα μὴ τὰ σαρκὸς ἡδονῆς ἐργασαμένην· τέλειος ἄνωθεν θεός, οὐκ ἐλθὼν κατοικῆσαι ἐν ἀνθρώπῳ, ἀλλ' αὐτὸς ὅλος ἐνανθρωπήσας, οὐ τραπεὶς τὴν φύσιν, συμπεριειληφὼς δὲ ἅμα τῇ θεότητι τὴν ἰδίαν ἐνανθρώπησιν, ἐν μήτρᾳ παρθένου γεγονὼς ἐν ἀληθείᾳ, κυοφορηθεὶς τὸν χρόνον, γεννηθεὶς διὰ γεννητικῶν πόρων ἀνεπαισχύντως, ἀχράντως, ἀμολύντως, ἀνατραφεὶς καὶ ἐναγκαλισθεὶς ὑπό τε Συμεῶνος καὶ Ἄννης, βασταχθεὶς ὑπὸ Μαρίας, πεζεύσας, ὁδοιπορήσας, παιδίον γεγονὼς, ἁδρυνθεὶς τῇ ἡλικίᾳ, τὰ πάντα ἔχων ἐν ἑαυτῷ ἐν τελειότητι, ἐν ἀριθμῷ ἐτῶν λογισθείς, ἐν ἀριθμῷ μηνῶν ἐν κοιλίᾳ κυοφορηθείς, «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον», ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, βαπτισθεὶς ὑπὸ Ἰωάννου, οὐκ ἐπιδεόμενος λουτρῶν, διὰ δὲ τὸ ἀκόλουθον τῆς ἐν νόμῳ ἐνανθρωπήσεως μὴ ταράσσων τὸ δίκαιον, ὅπως «πληρωθῇ», ὡς αὐτὸς ἔφη, «πᾶσα δικαιοσύνη», ἵνα δείξῃ ὅτι ἀληθινὴν σάρκα ἐνεδύσατο, ἀληθινὴν ἐνανθρώπησιν, κατερχόμενος εἰς τὰ ὕδατα, διδοὺς ἤπερ λαμβάνων, παρεχόμενος ἤπερ ἐπιδεόμενος, φωτίζων αὐτά, ἐνδυναμῶν αὐτὰ εἰς τύπον τῶν μελλόντων ἐν αὐτῷ τελειοῦσθαι, ὅπως οἱ αὐτῷ πεπιστευκότες ἐν ἀληθείᾳ καὶ ἔχοντες τὴν πίστιν τῆς ἀληθείας μάθωσιν ὅτι ἀληθινῶς ἐνηνθρώπησεν, ἀληθινῶς ἐβαπτίσθη, καὶ οὕτως διὰ τῆς αὐτοῦ συγκαταθέσεως καὶ αὐτοὶ ἐρχόμενοι λάβωσι τῆς αὐτοῦ καταβάσεως τὴν δύναμιν, καὶ φωτισθῶσιν ὑπὸ τῆς αὐτοῦ φωταγωγίας, πληρουμένου τοῦ ἐν τῷ προφήτῃ ῥητοῦ, εἰς μεταλλαγὴν δυνάμεως, εἰς παροχὴν σωτηρίας τῆς δυνάμεως τοῦ ἄρτου ἀπὸ τῆς Ἱερουσαλὴμ λαμβανομένης καὶ τῆς ἰσχύος τοῦ ὕδατος· 16. ἐνταῦθα δὲ ἐν Χριστῷ ἰσχυροποιουμένων τῆς δυνάμεως τοῦ ἄρτου καὶ τῆς τοῦ ὕδατος ἰσχύος, ἵνα μὴ ἄρτος ἡμῖν γένηται δύναμις, ἀλλὰ δύναμις ἄρτου· καὶ βρῶσις μὲν ὁ ἄρτος, ἡ δὲ δύναμις ἐν αὐτῷ εἰς ζωογόνησιν· καὶ οὐχ ἵνα τὸ ὕδωρ ἡμᾶς καθαρίσῃ μόνον, ἀλλ' ἵνα ἐν τῇ ἰσχύϊ τοῦ ὕδατος διὰ τῆς πίστεως καὶ ἐνεργείας καὶ ἐλπίδος καὶ μυστηρίων τελειώσεως καὶ ὀνομασίας δύναμις τῆς ἁγιαστείας γένηται ἡμῖν εἰς τελείωσιν σωτηρίας. ἀνελθὼν ἀπὸ τοῦ Ἰορδάνου, ἀκούων 3.517 φωνὴν πατρός, * εἰς ἀκοὴν παρόντων μαθητῶν εἰς τὸ ὑποδεῖξαι τίς ὁ μαρτυρούμενος καὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐν εἴδει περιστερᾶς κατερχομένου, καθάπερ ἐν πολλαῖς αἱρέσεσιν εἰρήκαμεν, ἵνα μὴ συναλοιφὴ ἡ τριὰς νομισθείη, σχηματοποιουμένου τοῦ πνεύματος ἐν ἰδίᾳ ὑποστάσει, ἐπικαθεζομένου δὲ τοῦ πνεύματος καὶ «ἐρχομένου ἐπ' αὐτόν», ἵνα ὀφθῇ ὁ μαρτυρούμενος, ἵνα ἡ σὰρξ ἡ ἁγία φίλη οὖσα καὶ εὐδοκουμένη ὑπὸ τοῦ πατρὸς καὶ τοῦ πνεύματος μαρτυρηθείη, ἵνα ὁ πατὴρ εὐδοκητὴς κηρυχθείη τῆς τοῦ υἱοῦ ἐνσάρκου παρουσίας, ἵνα ὁ υἱὸς ἀληθινὸς ὀφθείη καὶ πληρωθῇ τὸ εἰρημένον «καὶ μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ μετὰ τῶν ἀνθρώπων συνανεστράφη»· ἀνελθὼν ἀπὸ τοῦ Ἰορδάνου, καὶ σαφῶς καὶ ἀληθινῶς ὑπὸ τοῦ διαβόλου πειρασθεὶς ἐν τῇ ἐρήμῳ, καὶ πεινάσας ὕστερον διὰ τὴν ἀκολουθίαν καὶ ἀλήθειαν τῆς ἐνσάρκου παρουσίας καὶ ἐπιλεξάμενος μαθητὰς καὶ κηρύξας ἀλήθειαν καὶ ἰασάμενος τὰ πάθη, καθευδήσας, πεινάσας, ὁδοιπορήσας, θεοσημείας ἐργασάμενος, νεκροὺς ἐγείρας, τυφλοῖς τὸ βλέπειν παρασχόμενος, χωλοὺς καὶ παραλυτικοὺς ἰσχυροποιήσας· ὡς ἐκήρυξε τὸ εὐαγγέλιον, τὴν ἀλήθειαν, τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν αὐτοῦ φιλανθρωπίαν καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. 17. Ὁ ὑπὲρ ἡμῶν τὸ πάθος ὑπομείνας ἐν ἀληθείᾳ ἐν τῇ σαρκὶ καὶ ἐν τῇ τελείᾳ ἐνανθρωπήσει, παθὼν ἐν ἀληθείᾳ ἐπὶ τοῦ σταυροῦ, συνούσης αὐτῷ τῆς

601

θεότητος, ἀλλ' οὐ τραπείσης εἰς τὸ πάσχειν, οὔσης δὲ ἀπαθοῦς καὶ ἀτρέπτου, τῶν δύο ἀκολουθιῶν σαφῶς κατανοουμένων, «Χριστοῦ πάσχοντος ὑπὲρ ἡμῶν σαρκί», ἀπαθοῦς δὲ μένοντος ἐν θεότητι, οὐ τοῦ ἀνθρώπου κατ' ἰδίαν ὄντος καὶ τῆς θεότητος κατ' ἰδίαν, ἀλλὰ συνούσης τῆς θεότητος, μὴ πασχούσης δὲ διὰ τὸ ἀκραιφνὲς καὶ ἀσύγκριτον τῆς οὐσίας, πάσχοντος δὲ τοῦ Χριστοῦ ἐν σαρκὶ καὶ θανατουμένου ἐν σαρκί, ζῶντος δὲ ἀεὶ ἐν θεότητι καὶ ἐγείροντος τοὺς νεκρούς· τοῦ σώματος ταφέντος ἐν ἀληθείᾳ καὶ ἀψύχου μείναντος τὸ τριήμερον, ἄπνου τε καὶ ἀκινήτου, ἐνειληθέντος διὰ τῆς σινδόνος, κατατεθέντος ἐν τῷ μνήματι, συγκλεισθέντος διὰ τοῦ λίθου καὶ σφραγῖδος τῶν ἐπιτεθέντων, οὐχὶ τῆς θεότητος 3.518 συγκλεισθείσης, οὐ τῆς θεότητος ταφείσης, συγκατελθούσης δὲ τῇ ψυχῇ τῇ ἁγίᾳ εἰς τὰ καταχθόνια, ἑλούσης ἐκεῖθεν τὴν τῶν ψυχῶν αἰχμαλωσίαν, κλασάσης «κέντρον θανάτου», «διαρρηξάσης» τὰ κλεῖθρα καὶ «τοὺς μοχλοὺς» τοὺς ἀδαμαντίνους, καὶ «λυσάσης ὠδῖνας Ἅιδου» ἐν ἰδίᾳ ἐξουσίᾳ, ἀνελθούσης σὺν τῇ ψυχῇ, «μὴ ἐαθείσης τῆς ψυχῆς εἰς Ἅιδην, μηδὲ τῆς σαρκὸς ἑωρακυίας διαφθοράν», ἀναστησάσης αὐτὴν τῆς θεότητος, ἢ ἀναστάντος αὐτοῦ τοῦ κυρίου θεοῦ λόγου καὶ υἱοῦ θεοῦ, σὺν ψυχῇ καὶ σώματι καὶ παντὶ τῷ σκεύει, συνενωθέντος λοιπὸν τοῦ σκεύους εἰς πνεῦμα, αὐτὸ τὸ σῶμα πνευματικὸν ὑπάρξαν, τὸ ποτὲ ἁφῇ ὑποκείμενον καὶ μάστιξι παραδοθὲν ἑκουσίῳ τῆς θεότητος θελήματι καὶ πειρασθῆναι ὑπὸ τοῦ Σατανᾶ συγχωρηθὲν καὶ πείνῃ προσπελάζειν καὶ ὕπνῳ καὶ καμάτῳ, λύπῃ τε καὶ ἀδημονίᾳ· αὐτὸ τὸ σῶμα τὸ ἅγιον συνενωθὲν λοιπὸν τῇ θεότητι, ἀπαραλείπτως τῆς θεότητος συνούσης τῷ τὰ τοιαῦτα πεπονθότι ἁγίῳ σώματι. ἀνέστη γὰρ καὶ συνήνωσεν αὐτὸ εἰς ἑαυτόν, εἰς ἓν πνεῦμα, εἰς μίαν ἑνότητα, εἰς μίαν δοξολογίαν, εἰς μίαν ἑαυτοῦ θεότητα. πέφηνε μὲν γὰρ ἐν ἀληθείᾳ καὶ ἐψηλαφήθη ὑπὸ τοῦ Θωμᾶ, καὶ τοῖς ἀποστόλοις συνέφαγε καὶ συνέπιε, καὶ συνηυλίσθη μετ' αὐτῶν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. ἀλλὰ «εἰσῆλθε θυρῶν κεκλεισμένων» καὶ μετὰ τὸ εἰσελθεῖν ἐδείκνυε νεῦρα καὶ ὀστᾶ, τύπον ἥλων καὶ τύπον λόγχης, ὅτι αὐτὸ ἦν ἀληθῶς τὸ σῶμα, ὅτι δὲ συνήφθη εἰς μίαν ἑνότητα καὶ μίαν θεότητα, μηκέτι προσδοκώμενον παθεῖν, μηκέτι ἀποθνῆσκον, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «ἀνέστη Χριστός, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει»· τὸ παθητὸν ἀπαθὲς ἀεὶ μένον, τὸ θεϊκόν, σὺν σώματι καὶ ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει· αὐτόθεος ὤν, ἀνελθὼν δὲ εἰς οὐρανοὺς ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς ἐν δόξῃ, οὐκ ἀποθέμενος τὸ σῶμα, ἀλλὰ συνενώσας εἰς τὸ πνευματικὸν ἐν τελειότητι μιᾶς θεότητος, ὡς καὶ τὰ ἡμῶν σώματα μέλλει «τὰ νῦν σπειρόμενα ψυχικὰ ἐγείρεσθαι πνευματικά, 3.519 τὰ νῦν σπειρόμενα ἐν φθορᾷ ἐγείρεσθαι ἐν ἀφθαρσίᾳ, τὰ νῦν σπειρόμενα ἐν θανάτῳ ἐγείρεσθαι ἐν ἀθανασίᾳ». εἰ τοίνυν τὰ ἡμέτερα οὕτως, πόσῳ γε μᾶλλον ἐκεῖνο τὸ ἅγιον καὶ ἀνεκδιήγητον καὶ ἀσύγκριτον καὶ ἀκραιφνὲς τῷ θεῷ συνηνωμένον, τὸ ἓν ὂν λοιπὸν μονοειδές; ὡς καὶ ἐν τούτῳ ἐπιμαρτυρεῖ ὁ ἀπόστολος λέγων «εἰ καὶ ἔγνωμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν». οὐχ ὅτι διεῖλε τὴν σάρκα ἀπὸ τῆς θεότητος, ἀλλ' αὐτὴν μὲν οὖσαν * καὶ τῷ θεῷ συνηνωμένην, μηκέτι δὲ οὖσαν κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα, ὥς φησι, «κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», ταύτην ὁμοῦ θεὸν ἔχουσαν, ἀπαθῆ καὶ παθόντα, καὶ ταφέντα καὶ ἀναστάντα καὶ ἀνελθόντα ἐν δόξῃ, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, ὥς φησιν ἐν ἀληθείᾳ, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος». 18. Καὶ γὰρ πιστεύει ἡ μήτηρ ἡμῶν αὐτὴ ἡ ἁγία ἐκκλησία, ὡς καὶ αὐτῇ ἀληθῶς κεκήρυκται καὶ ἀληθῶς προστέτακται, ὅτι κοιμηθησόμεθα πάντες καὶ ἀναστησόμεθα σὺν σώματι τούτῳ, σὺν ψυχῇ ταύτῃ, σὺν παντὶ τῷ ἡμετέρῳ σκεύει, «ἵνα ἕκαστος ἀπολάβῃ πρὸς ἃ ἔπραξεν». ὅτι γὰρ ἀνάστασις

602

νεκρῶν καὶ κρίσις αἰώνιος καὶ βασιλεία οὐρανῶν καὶ ἀνάπαυσις τοῖς δικαίοις ἀνάκειται καὶ κληρονομία πιστῶν καὶ χορὸς μετ' ἀγγέλων τοῖς τετηρηκόσι τὴν πίστιν καὶ τὴν ἁγνείαν καὶ τὴν ἐλπίδα καὶ τὰς τοῦ κυρίου ἐντολάς, ἀληθές ἐστι καὶ κεκήρυκται καὶ ἠσφάλισται καὶ πεπίστευται ὅτι «οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον» κατὰ τὸ γεγραμμένον ἐν τοῖς εὐαγγελίοις. ὅσα γὰρ λέγει καὶ ὁ ἀπόστολος καὶ πᾶσαι αἱ ἅγιαι γραφαὶ ἀληθινὰ τυγχάνει, εἰ καὶ παρὰ τοῖς ἀπιστήσασι καὶ κακῶς νενοηκόσιν ἑτέρως ὑπολαμβάνεται. ἡμῖν δὲ αὕτη ἡ πίστις καὶ αὕτη ἡ τιμὴ καὶ αὕτη ἡ μήτηρ ἡμῶν ἡ ἐκκλησία, διὰ πίστεως σῴζουσα καὶ δι' ἐλπίδος κρατυνομένη καὶ ἀγάπῃ Χριστοῦ τελειουμένη, ἔν τε τῇ ὁμολογίᾳ ἔν τε 3.520 τοῖς μυστηρίοις ἔν τε τῇ τοῦ λουτροῦ καθαρσίῳ δυνάμει, ὅτι φησὶν «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος», εἰς ὄνομα δὲ θεϊκῆς τριάδος, ὀνομασίας μηδεμίαν διαφορὰν ἐχούσης, ἀλλ' ὁ θεὸς εἷς ἡμῖν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις καὶ ἐν ἀποστόλοις, ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ κεκήρυκται καὶ κατήγγελται καὶ πεπίστευται, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, μή τις συναλοιφὴ οὖσα ἡ θεότης, ἀλλὰ τριὰς οὖσα ὄντως τελεία, τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ πνεῦμα τὸ ἅγιον, μία θεότης, εἷς θεός, ᾧ ἡ δόξα, τιμὴ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 19. Αὕτη ἐστὶν ἡ πίστις ἡ τῆς ἡμετέρας ζωῆς πραγματεία, τοῦτο τὸ ἔρεισμα τῆς ἀληθείας, αὕτη ἡ παρθένος Χριστοῦ καὶ περιστερὰ ἄκακος· αὕτη ἐστὶν ἡ ζωὴ καὶ ἡ ἐλπὶς καὶ ἡ βεβαίωσις τῆς ἀφθαρσίας. ἀλλὰ παρακαλῶ πάντας ὑμᾶς τοὺς ἐντυγχάνοντας συγγνῶναι τῇ ἐμῇ ταπεινότητι καὶ ἀσθενείᾳ τοῦ βραχυτάτου μου νοῦ, τοῦ ἀπὸ πολλοῦ τῶν αἱρέσεων ἰοῦ ἀποναρκήσαντος καὶ ἀποσικχαίνοντος, ὡς ἀποπτύοντος δίκην καὶ ναυτιῶντος, δι' ὧν * ἤτοι αὐστηρῶς πρός τινας φερόμενος ἠνέχθην διὰ ῥημάτων, ἢ καλέσας τινὰς ἀλιτηρίους ἢ ἀγύρτας, ἢ πεπλανημένους ἢ ἀπατεῶνας. διὰ γὰρ τὸν πολὺν πόνον τοῦ ἰοῦ, καίτοι γε μὴ ἔχοντες ἔθος προχείρως ἐπισκώπτειν τινάς, ἀνάγκην ἐσχήκαμεν ἐν τοιούτοις αὐτοὺς διαθέσθαι τοῖς ῥήμασιν, ἵνα ἀποστρέφωμεν τὴν διάνοιαν τινῶν, μή πη νομίσωσιν ἡμᾶς διὰ τὸ ἀναφανδὸν μὲν δεδημοσιευκέναι ἀποκαλύψαντας τὰ παρ' αὐτοῖς λεγόμενα ἢ γινόμενα, μέρος ἔχειν διανοίας συγκατατιθεμένης τῇ παρ' ἑκάστῃ τῶν αἱρέσεων κακοδοξίᾳ. πεποίημαι δὲ καὶ προοίμιον ἐν ὀλίγῳ εἰς τὴν ἀρχὴν τοῦ συντάγματος, περὶ τούτων αὐτῶν προασφαλιζόμενος καὶ συγγνώμην αἰτῶν, ἵνα μή τις ἀηδίαν τινὰ εἰς ἡμᾶς ἐνσκήψῃ, ὡς ἡττωμένους νομίζων καὶ ἐπὶ τὸ σκώπτειν ὁρμῶντας. ἐδείξαμεν δὲ ἐν τῷ προοιμίῳ καὶ περὶ ποίων ἐμέλλομεν λέγειν αἱρέσεων, εἰς πόσας τε βίβλους διείλομεν τὴν πᾶσαν πραγματείαν, ἐν ἑκάστῳ δὲ βιβλίῳ περὶ πόσων καὶ ποίων εἰρήκαμεν, ὡς καὶ ἐνταῦθα πάλιν ἐπιμνημονεύσας ὁμοίως ὑποδείκνυμι εἰς ὠφέλειαν πανταχόθεν τῶν ἐντυγχανόντων. 3.521 20. Καὶ εἰσὶ μὲν βιβλία τρία, τόμοι ἑπτά. καὶ ἐν τῷ πρώτῳ βιβλίῳ αἱρέσεις ˉμˉ , κατὰ ἀριθμὸν ὀνομάτων ἐγκείμεναι, καὶ κατὰ εἱρμὸν πρώτης καὶ δευτέρας ἕως τῆς τελευταίας τυχούσης διὰ τῆς βίβλου ἐγκειμένης, ὅτι ἡ μὲν πρώτη βίβλος ἔχει αἱρέσεις ˉμˉ ἐν τόμοις τρισί, ἡ δὲ δευτέρα βίβλος αἱρέσεις ˉκˉγ ἐν τόμοις δυσίν, ἡ δὲ τρίτη βίβλος αἱρέσεις ˉιˉα ἐν τόμοις δυσίν. πάντες τοίνυν οἱ τῷ πονήματι ἡμῶν συμπονοῦντες καὶ σπουδάσματι ἐντυγχάνειν μακροθυμοῦντες διερχόμενοί τε, παρακλήθητε καὶ ἀξιώθητε τὴν ὠφέλειαν ἐπικερδῆσαι, τὰ δὲ ἀηδῆ τῶν αἱρέσεων ἀπὸ τοῦ νοὸς ἀποτρέψαι. οὐ γὰρ εἰς βλάβην ἀπεκαλύψαμεν, ἀλλ' εἰς ὠφέλειαν καὶ παρατήρησιν τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγὴν τῶν προειρημένων. διελθόντες δὲ τὸν πάντα κάματον ἢ καὶ μέρη, ὑπὲρ ἡμῶν εὔξασθε καὶ καταξιώσατε, ἵνα ὁ θεὸς δῴη μέρος ἡμῖν ἐν τῇ ἁγίᾳ καὶ μόνῃ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ καὶ ἀληθινῇ καὶ ζωτικῇ καὶ σωτηριώδει πίστει καὶ ῥύσηται ἡμᾶς ἀπὸ πάσης αἱρέσεως· καὶ εἴ

603

τι ὡς ἄνθρωποι μὴ δυνάμενοι ἐπὶ τὸ πέρας ἀποτείνεσθαι τῆς ἀκαταλήπτου καὶ ἀνεκδιηγήτου θεότητος, ἀλλ' ὡς στενοχωρούμενοι εἰς ἀπολογίαν ὑπέρ τε θεοῦ διηγήσασθαι ἀνθρωπίνως ἠναγκασμένοι τόλμῃ ἠνέχθημεν, συγγνωμονοῦντος τοῦ θεοῦ καὶ ὑμεῖς αὐτοὶ συγγνωμονήσατε. καὶ πάλιν ὑπερεύχεσθε ἵνα ὁ κύριος ἣν ᾐτησάμεθα μερίδα ἡμῖν δῴη ἐν τῇ ἁγίᾳ αὐτοῦ πίστει καὶ μόνῃ ἀπηλλαγμένῃ πάσης ἐναντιότητος καὶ τῶν ἰδίων ἁμαρτημάτων πολλῶν ὄντων συγχώρησιν ποιήσηται, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας. ἀμήν. 21. Καὶ ἃ μὲν περὶ πίστεως ἔχει αὕτη ἡ μόνη καθολικὴ ἐκκλησία καὶ περιστερὰ ἄκακος, μία οὖσα τῷ ἀνδρὶ αὐτῆς, ὡς λέγει, «μία ἐστὶ περιστερά μου», καὶ ὁμοίως περὶ τῶν ἀμυθήτων «νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός» συντόμως ἔφημεν, περί τε πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοουσιότητος, καὶ περὶ τῆς ἐνσάρκου Χριστοῦ καὶ τελείας παρουσίας, καὶ ἄλλων μερῶν τῆς πίστεως. περὶ θεσμῶν δὲ τῆς αὐτῆς ἐν ὀλίγῳ μέν μοί ἐστι πάλιν ἀνάγκη τοῦ παραθέσθαι τῶν αὐτῶν θεσμῶν ἀπὸ μέρους τὸ εἶδος, ὅσαπερ φύσει πεφύλακται ἐν αὐτῇ καὶ φυλάσσεται, τὰ μὲν ἐκ προστάγματος, τὰ δὲ κατὰ ἀποδοχὴν προαιρέσεως, τοῦ θεοῦ χαίροντος ἐπὶ τῇ ἀρετῇ τῆς αὐτοῦ ἐκκλησίας. καὶ πρῶτον μὲν κρηπὶς καὶ ὡς εἰπεῖν βαθμὸς ἐν αὐτῇ ἡ παρθενία, ἀσκουμένη τε καὶ φυλαττομένη παρὰ πολλοῖς καὶ ἐνδοξαζομένη. συνέπεται δὲ τῇ αὐτῇ παρθενίᾳ ἡ μονότης παρὰ πλείοσι 3.522 τῶν μοναζόντων καὶ μοναζουσῶν. μετὰ ταύτην ἐγκράτεια ἐπὶ τὸν αὐτὸν δρόμον ὁρμωμένη. ἔπειτα δὲ χηροσύνη μετὰ πάσης προσοχῆς καὶ ἀχράντου συναναστροφῆς. ταύταις δὲ ταῖς τάξεσιν ἀκόλουθος ὁ σεμνὸς γάμος ἐν μεγάλῃ τιμῇ, ὁ ἐν μονογαμίᾳ μάλιστα καὶ παραφυλακῇ ἐνταλμάτων. εἰ δέ τις τελευτησάσης τῆς αὐτοῦ γυναικὸς ἢ ἀνδρὸς τελευτήσαντος τῆς τινὸς γυναικὸς ὀρέγεται, ἐφίεται δευτέρᾳ συναφθῆναι ἢ δευτέρῳ μετὰ θάνατον τοῦ πρώτου ἢ τῆς πρώτης. στεφάνη δὲ τούτων πάντων ἢ μήτηρ ὡς εἰπεῖν καὶ γεννήτρια ἡ ἁγία ἱερωσύνη, ἐκ μὲν παρθένων τὸ πλεῖστον ὁρμωμένη, εἰ δὲ οὐκ ἐκ παρθένων, ἐκ μοναζόντων. εἰ δὲ μὴ εἶεν ἱκανοὶ εἰς ὑπηρεσίαν ἀπὸ μοναζόντων, ἐξ ἐγκρατευομένων τῶν ἰδίων γυναικῶν ἢ χηρευσάντων ἀπὸ μονογαμίας. δευτερόγαμον δὲ οὐκ ἔξεστι δέχεσθαι ἐν αὐτῇ εἰς ἱερωσύνην, κἄν τε ἐγκρατευόμενος εἴη ἢ χῆρος, ἀπ' ἀρχῆς τάξεως ἐπισκόπου καὶ πρεσβυτέρου καὶ διακόνου καὶ ὑποδιακόνου. μετὰ ταύτην τὴν ἱερωσύνην λοιπὸν ἀναγνωστῶν τάγμα ἐξ ὅλων τῶν ταγμάτων, τουτέστι παρθένων καὶ μοναζόντων καὶ ἐγκρατευομένων καὶ χηρευσάντων καὶ τῶν ἔτι ἐν σεμνῷ γάμῳ· εἰ δὲ εἴη ἀνάγκη καὶ ἀπὸ τῶν μετὰ θάνατον τῆς πρώτης γυναικὸς δευτέρᾳ συναφθέντων. καὶ γὰρ οὐκ ἔστιν ἱερεὺς ὁ ἀναγνώστης, ἀλλ' ὡς γραμματεὺς τοῦ λόγου. καὶ διακόνισσαι δὲ καθίστανται εἰς ὑπηρεσίαν γυναικῶν μόνον διὰ τὴν σεμνότητα, ἂν χρεία κατασταίη λουτροῦ ἕνεκα ἢ ἐπισκέψεως σωμάτων. καὶ αὗται δὲ μονόγαμοι ἐγκρατευσάμεναι ἢ χηρεύσασαι ἀπὸ μονογαμίας ἢ ἀειπάρθενοι οὖσαι. εἶθ' ἑξῆς τούτων ἐπορκισταὶ καὶ ἑρμηνευταὶ ἀπὸ γλώσσης εἰς γλῶσσαν ἢ ἐν ταῖς ἀναγνώσεσιν ἢ ἐν ταῖς προσομιλίαις. λοιπὸν δὲ καὶ κοπιαταὶ οἱ τὰ σώματα περιστέλλοντες τῶν κοιμωμένων καὶ θυρωροὶ καὶ ἡ πᾶσα εὐταξία. 22. Συνάξεις δὲ ἐπιτελούμεναι ταχθεῖσαί εἰσιν ἀπὸ τῶν ἀποστόλων τετράδι καὶ προσαββάτῳ καὶ κυριακῇ· τετράδι δὲ καὶ ἐν προσαββάτῳ ἐν νηστείᾳ ἕως ὥρας ἐνάτης, ἐπειδήπερ ἐπιφωσκούσῃ τετράδι συνελήφθη ὁ κύριος καὶ τῷ προσαββάτῳ ἐσταυρώθη. καὶ παρέδωκαν οἱ ἀπόστολοι ἐν ταύταις νηστείας ἐπιτελεῖσθαι πληρουμένου τοῦ ῥητοῦ ὅτι «ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις»· καὶ οὐχ ἵνα χάριν ποιήσωμεν τῷ ὑπὲρ ἡμῶν πεπονθότι, ἡ νηστεία ἡμῖν προσ.523 τέτακται, ἀλλ' ὅπως ὁμολογήσωμεν εἰς ἡμῶν σωτηρίαν γενόμενον τὸ τοῦ κυρίου πάθος,

604

ὃ ὑπὲρ ἡμῶν αὐτὸς ἀνεδέξατο, καὶ ὅπως ὑπὲρ τῶν ἡμῶν ἁμαρτιῶν αἱ νηστεῖαι ἡμῖν εὐλόγιστοι θεῷ γένωνται. καὶ δι' ὅλου μὲν τοῦ ἔτους οὕτως ἡ νηστεία φυλάττεται ἐν τῇ αὐτῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ, φημὶ δὲ τετράδι καὶ προσαββάτῳ ἕως ὥρας ἐνάτης, δίχα μόνης τῆς Πεντηκοστῆς ὅλης τῶν πεντήκοντα ἡμερῶν, ἐν αἷς οὔτε γονυκλισίαι γίνονται οὔτε νηστεία προστέτακται, ἀντὶ δὲ τῶν πρὸς τὴν ἐνάτην συνάξεων τετράδι καὶ προσαββάτῳ, ὡς ἐν ἡμέρᾳ κυριακῇ, κατὰ τὰς πρωϊνὰς αἱ συνάξεις ἐπιτελοῦνται· ἔτι δὲ ἐν ταῖς ˉν ἡμέραις ὡς προεῖπον τῆς Πεντηκοστῆς οὐκ ἔστιν οὔτε νηστεία οὔτε γονυκλισία οὔτε ἐν τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων, ὅτε ἐγεννήθη ἐν σαρκὶ ὁ κύριος, ἔξεστι νηστεῦσαι, κἄν τε περιτύχῃ τετρὰς ἢ προσάββατον. προαιρέσει δὲ ἀγαθῇ οἱ αὐτῆς ἀσκηταὶ διὰ παντός, χωρὶς κυριακῆς καὶ Πεντηκοστῆς, νηστεύουσι καὶ ἀγρυπνίας διὰ παντὸς ἐπιτελοῦσι. τὰς δὲ κυριακὰς ἁπάσας τρυφερὰς ἡγεῖται ἡ ἁγία αὕτη καθολικὴ ἐκκλησία καὶ συνάξεις ἀφ' ἕωθεν ἐπιτελεῖ, οὐ νηστεύει δέ· ἀνακόλουθον γάρ ἐστιν ἐν κυριακῇ νηστεύειν. τὴν δὲ τεσσαρακοστὴν τὴν πρὸ τῶν ἑπτὰ ἡμερῶν τοῦ ἁγίου Πάσχα ὡσαύτως φυλάττειν εἴωθεν ἡ αὐτὴ ἐκκλησία ἐν νηστείαις διατελοῦσα, τὰς δὲ κυριακὰς οὐδ' ὅλως, οὔτε ἐν αὐτῇ τῇ τεσσαρακοστῇ· τὰς δὲ ἓξ ἡμέρας τοῦ Πάσχα ἐν ξηροφαγίᾳ διατελοῦσι πάντες οἱ λαοί, φημὶ δὲ ἄρτῳ καὶ ἁλὶ καὶ ὕδατι μόνον χρώμενοι πρὸς ἑσπέραν. ἀλλὰ καὶ οἱ σπουδαῖοι διπλᾶς καὶ τριπλᾶς καὶ τετραπλᾶς ὑπερτίθενται καὶ ὅλην τὴν ἑβδομάδα τινὲς ἄχρι ἀλεκτρυόνων κλαγγῆς τῆς κυριακῆς ἐπιφωσκούσης, ἀγρυπνίαις δὲ διατελοῦσι τὰς ἕξ. πάλιν δὲ συνάξεις ἐπιτελοῦσι τὰς αὐτὰς ἓξ καὶ ὅλην τὴν τεσσαρακοστὴν ἀπὸ ἐνάτης ἕως ἑσπέρας. ἔν τισι δὲ τόποις τὴν μετὰ τὴν πέμπτην ἀγρυπνοῦσιν ἐπιφώσκουσαν εἰς τὸ προσάββατον καὶ τὴν κυριακὴν μόνας. ἔν τισι δὲ 3.524 τόποις λατρεία οἰκονομίας ἐν τῇ πέμπτῃ γίνεται ὥρᾳ ἐνάτῃ καὶ οὕτως ἀπολύει, μενόντων ἐν τῇ αὐτῇ ξηροφαγίᾳ. ἐν ἄλλοις δὲ τόποις οὐ γίνεται λατρεία τῆς οἰκονομίας ἢ μόνον ἐπιφωσκούσης τῆς κυριακῆς, ὅτε ἀπολύει περὶ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ, καὶ πανηγύρει μεγάλῃ ἡμέρᾳ τοῦ Πάσχα, ὡς προστέτακται. τὰ δ' ἄλλα μυστήρια περὶ λουτροῦ καὶ τῶν ἔνδοθεν μυστηρίων, ὡς ἔχει ἡ παράδοσις τοῦ τε εὐαγγελίου καὶ τῶν ἀποστόλων, οὕτως ἐπιτελεῖται. 23. Ἐπὶ δὲ τῶν τελευτησάντων ἐξ ὀνόματος τὰς μνήμας ποιοῦνται, προσευχὰς τελοῦντες καὶ λατρείαν οἰκονομίας. ἑωθινοί τε ὕμνοι ἐν αὐτῇ τῇ ἁγίᾳ ἐκκλησίᾳ διηνεκεῖς γίνονται καὶ προσευχαὶ ἑωθιναί, λυχνικοί τε ἅμα ψαλμοὶ καὶ προσευχαί. τινὲς δὲ τῶν μοναζόντων αὐτῆς κατοικοῦσι τὰς πόλεις, τινὲς δὲ καὶ ἐν μοναστηρίοις καθέζονται καὶ ἀπὸ μήκοθεν ἀναχωροῦσιν. ἤρεσε δέ τισι καὶ κόμας ἔχειν τριχῶν ἕνεκεν δῆθεν πολιτείας ἀπ' ἰδίου νοός, οὐ τοῦ εὐαγγελίου προστάξαντος, οὐ τῶν ἀποστόλων δεξαμένων· ὁ γὰρ ἅγιος ἀπόστολος Παῦλος ἀπέκοψε τοῦτο τὸ σχῆμα. εἰσὶ δὲ πολιτεῖαι ἄλλαι ἐξαίρετοι ἐν τῇ αὐτῇ καθολικῇ ἐκκλησίᾳ φυλαττόμεναι, φημὶ δὲ τοῦ ἀπέχεσθαι κρεῶν πάντων, τετραπόδων τε καὶ ὀρνέων καὶ ἰχθύων, ὠοῦ τε καὶ τυροῦ, καὶ ἕτεραι διάφοροι πολιτεῖαι, ὅτι «ἕκαστος κατὰ τὸν ἴδιον κάματον μισθὸν λήψεται». καὶ οἱ μὲν ἀπέχονται πάντων τούτων, οἱ δὲ τετραπόδων μόνων, λαμβάνουσι δὲ ὀρνέων καὶ τῶν μετέπειτα· ἕτεροι δὲ καὶ ὀρνέων ἀπέχονται, λαμβάνουσι δὲ ὠῶν καὶ ἰχθύων· ἕτεροι δὲ οὐδὲ ὠῶν λαμβάνουσιν, ἄλλοι δὲ ἰχθύων μόνων· ἕτεροι δὲ καὶ ἰχθύων ἀπέχονται, τυροῦ δὲ λαμβάνουσιν, ἕτεροι δὲ οὐδὲ τυροῦ λαμβάνουσιν. ἤδη δὲ καὶ ἄλλοι ἄρτου ἀπέχονται, ἕτεροι δὲ καὶ ἀκροδρύων καὶ ἑψεμάτων. πολλοὶ δὲ καὶ χαμευνοῦσιν, ἄλλοι δὲ οὐδὲ ὑποδέννυνται. ἄλλοι δὲ σάκκον φοροῦσι κεκρυμμένον, οἱ καλῶς φοροῦντες δι' ἀρετὴν καὶ μετάνοιαν· ἀπρεπὲς γάρ ἐστιν ἐν προφανεῖ σάκκῳ προϊέναι, ὥς τινες οὕτω πράττουσιν, ἀπρεπὲς δὲ ὡς ἔφημεν καὶ τὸ κλοιοῖς προϊέναι, ὥς τισιν ἔδοξεν. οἱ πλείους δὲ βαλανείου ἀπέχονται. καὶ τινὲς

605

ἀπετάξαντο τῷ βίῳ, τέχνας λεπτὰς καὶ ἀπράγμονας ἑαυτοῖς ἐπινοήσαντες, ἵνα μὴ ἀργὸν βίον διατελῶσι μηδὲ 3.525 τὸν ἄρτον βεβαρημένον ἐσθίωσιν. ἐν ψαλμῳδίαις δὲ οἱ πλείους καὶ εὐχαῖς διηνεκέσιν, ἀναγνώσεσί τε γραφῶν ἁγίων καὶ ἀποστηθισμοῖς ἀσκοῦνται. 24. Περὶ δὲ ξενοδοχίας καὶ φιλανθρωπίας ἐλεημοσύνης τε εἰς πάντας πᾶσιν ὁ τῆς ἁγίας ταύτης καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας θεσμὸς κεκήρυκται. τὸ δὲ λουτρὸν ἔχει ἀντὶ τῆς παλαιωθείσης περιτομῆς ἐν Χριστῷ, διαναπαύεταί τε ἐν τῷ μεγάλῳ σαββάτῳ ἀντὶ τοῦ μικροῦ σαββάτου. ἀπέχεται κοινωνίας ἁπάντων αἱρέσεων· ἀποκηρύττει πορνείαν καὶ μοιχείαν καὶ ἀσέλγειαν καὶ εἰδωλολατρείαν καὶ φόνον καὶ πᾶσαν παρανομίαν καὶ μαγείαν καὶ φαρμακείαν ἀστρονομίαν κληδονισμοὺς παλμῶν παρατηρήσεις ἐπαοιδὰς περίαπτα, τὰ δὴ καλούμενα φυλακτήρια. ἀποκηρύσσει θέατρα καὶ κυνήγια καὶ ἱππικοὺς ἀγῶνας, μουσικούς τε καὶ πᾶσαν κακολογίαν καὶ καταλαλιὰν καὶ πᾶσαν μάχην καὶ βλασφημίαν, ἀδικίαν τε καὶ πλεονεξίαν καὶ τοκοληψίαν. πραγματευτὰς οὐκ ἀποδέχεται, ἀλλὰ ὑποδεεστέρους πάντων ἡγεῖται. προσφορὰς λαμβάνει παρὰ τῶν οὐκ ἀδικούντων οὐδὲ παρανομούντων, ἀλλὰ δικαίως βιούντων. εὐχὰς δὲ ἐνδελεχῶς προστάσσεται μετὰ πάσης πυκνότητος καὶ ἐκτενείας καὶ γονυκλισίας ἐν ταῖς τεταγμέναις ὥραις νύκτωρ καὶ μεθ' ἡμέραν ἀναπέμπειν θεῷ. ἔν τισι δὲ τόποις καὶ ἐν τοῖς σάββασι συνάξεις ἐπιτελοῦσιν, οὐ πάντη δέ· ἀλλὰ παρὰ τοῖς ἀκρέμοσι φυλάσσεται τὸ μὴ ὀμνύναι ὅλως μηδὲ λοιδορήσασθαι μηδὲ καταρᾶσθαι, ἐκ προστάγματος αὐτοῦ τοῦ σωτῆρος, μήτε μὴν ψεύσασθαι ὅσον κατὰ τὸ δυνατόν. οἱ πλείους δὲ πιπράσκουσι τὰ ὑπάρχοντα καὶ διδόασι πτωχοῖς. 25. Οὗτος ὁ χαρακτὴρ ταύτης τῆς ἁγίας μητρὸς ἡμῶν μετὰ τῆς προδηλωθείσης πίστεως καὶ οὗτοι οἱ θεσμοὶ ἐν αὐτῇ ἀναφέρονται. οὗτος γάρ ἐστιν ὁ χαρακτὴρ τῆς ἐκκλησίας, ἀπὸ νόμου καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν συνηγμένος, ὥσπερ ἐκ πολλῶν μύρων ἀντίδοτος ἀγαθὴ τοῖς χρωμένοις εἰς σωτηρίαν κατεσκευασμένη, ἐκ θελήματος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. οὗτοι οἱ χαρακτῆρες τῆς σεμνῆς ταύτης νύμφης Χριστοῦ, αὕτη ἡ προὶξ καὶ διαθήκη κληρονομίας καὶ βού.526 λημα τοῦ αὐτῆς νυμφίου καὶ ἐπουρανίου βασιλέως Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ δόξα τιμὴ κράτος σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας αἰώνων. ἀμήν. Πάντες οἱ παρ' ἡμῖν ἀδελφοὶ προσαγορεύουσιν ὑμῶν τὴν τιμιότητα, μάλιστα Ἀνατόλιος, ὁ διά τε σημείων καὶ σχεδαρίων τὰ κατὰ τῶν αἱρέσεων τούτων, τῶν ὀγδοήκοντά φημι, μετὰ πολλοῦ καμάτου καὶ προαιρέσεως καλλίστης γράψαι καὶ διορθώσασθαι καταξιωθείς, ἅμα τε καὶ Ὑπάτιος ὁ τιμιώτατος συνδιάκονος, ὁ τὴν μεταγραφὴν ἀπὸ τῶν σχεδαρίων ἐν τετράσι ποιησάμενος, ὑπὲρ ὧν καὶ εὔχεσθαι καταξιώσατε, τιμιώτατοι καὶ ποθεινότατοι ἀδελφοὶ ὡς ἀληθῶς. ἡ εἰρήνη τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ χάρις, καὶ ἡ ἀλήθεια κατὰ τὸ αὐτοῦ πρόσταγμα μετὰ πάντων ὑμῶν, φιλοκαλώτατοι ἀγαπητοὶ ἀδελφοί. ἀμήν.

606

Page scan enlarged

Notebook

Full View