Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) — PG column chips mark the printed columns.
PG 43:537Ἐπικαλούμεθά σε, Θεὲ παντοκράτορ Κύριε Ἰησοῦ Χριστὲ οὐράνιε βασιλεῦ· ἐπικαλούμεθά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐξορκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ λόγου Θεοῦ τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. φοβήθητι τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον· τὸν μόνον ἔχοντα ἀθανασίαν καὶ φῶς ἀπρόσιτον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Continue reading PG 43: De Romanorum Imperatorum Chronologia (Petavii Appendix Dissertationum) →≣ entire volume