PG 44Gregory of Nyssa
On the Lord's Prayer: Five Homilies
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.

By Our Holy Father Gregory, Bishop of Nyssa...ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ…

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 44:1119ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣΕΥΧΗΝ ΛΟΓΟΙ ε. ΛΟΓΟΣ α. Προσευχῆς ἡμῖν διδασκαλίαν ὁ θεῖος ὑφηγεῖται λόγος, δι’ ἧς τοῖς ἀξίοις αὐτοῦ μαθηταῖς, τοῖς ἐν σπουδῇ τὴν γνῶσιν τῆς προσευχῆς ἐπιζητοῦσιν, ὅπως οἰκειοῦσθαι προσήκει τὴν θείαν ἀκοὴν διὰ τῶν ῥημάτων τῆς προςευχῆς ὑποτίθεται. Ἐγὼ δὲ τολμήσας μικρὸν ἄν τι προςθείην τοῖς γεγραμμένοις, ὅτι οὐ τὸ πῶς δεῖ προσεύχεσθαι τὸν παρόντα σύλλογον διδάσκεσθαι χρὴ, ἀλλ’ ὅ τι δεῖ πάντως προσεύχεσθαι, ὅπερ οὔπω τάχα δέδεκται ἡ τῶν πολλῶν ἀκοή· ἠμέληται γὰρ ἐν τῷ βίῳ καὶ παρεώραται τοῖς πολλοῖς τὸ ἱερὸν τοῦτο καὶ ἔνθεον ἔργον, ἡ προσευχή. Περὶ τούτου τοίνυν δοκεῖ μοι καλῶς ἔχειν πρῶτον ὡς ἔστι δυνατὸν λόγῳ διαμαρτύρασθαι τὸ δεῖν πάντως τῇ προσευχῇ προσκαρτερεῖν, καθώς φησιν ὁ ἀπόστολος, εἶθ’ οὕτως ἀκοῦσαι τῆς θείας φωνῆς τῆς ὑποτιθεμένης ἡμῖν τὸν τρόπον ὅπως χρὴ προσάγειν τῷ κυρίῳ τὴν δέησιν· ὁρῶ γὰρ ὅτι πάντα μᾶλλον ἐν τῷ παρόντι σπουδάζεται βίῳ, ἄλλου πρὸς ἄλλο τι τῇ ψυχῇ τετραμμένου, τὸ δὲ τῆς εὐχῆς ἀγαθὸν διὰ σπουδῆς τοῖς ἀνθρώποις οὐκ ἔστιν.
PG 44:1121Ἐπορθρίζει ταῖς ἐμπορίαις ὁ κάπηλος, πρὸ τῶν ὁμοτέχνων τὸ οἰκεῖον ἐπιδεῖξαι τοῖς ὠνουμένοις φιλονεικῶν, ὡς ἂν προλάβοι τοῦ δεομένου τὴν χρείαν, ὑποφθάσας τοὺς ἄλλους, καὶ τὸ οἰκεῖον ἀπεμπολήσειεν. Ὡσαύτως καὶ ὁ ὠνούμενος τὸ μὴ διαμαρτεῖν τοῦ πρὸς τὴν χρείαν ἐν τῷ προληφθῆναι παρ’ ἑτέρου πρὸ ὀφθαλμῶν ἔχων οὐκ ἐπὶ τὸ εὐκτήριον, ἀλλ’ ἐπὶ τὸ πρατήριον τρέχει, καὶ πάντων τὴν ἴσην πρὸς τὸ κέρδος ἐχόντων ἐπιθυμίαν, καὶ φθάσαι τὸν πέλας φιλονεικούντων, ἐξεκλάπη διὰ τῶν σπουδαζομένων ἡ τῆς προςευχῆς ὥρα, εἰς τὴν ἐμπορίαν μετατεθεῖσα. Οὕτως ὁ χειροτέχνης, οὕτως ὁ περὶ λόγους ἠσχολημένος, οὕτως ὁ δικαζόμενος, οὕτως ὁ δικάζειν λαχὼν, περὶ τὰ ἐν χερσὶν ἕκαστος ὅλος τῇ σπουδῇ ῥέπων, ἐκλέλησται τῆς κατὰ τὴν εὐχὴν ἐργασίας, ζημίαν κρίνων πρὸς τὸ προκείμενον ἑαυτῷ τὴν περὶ τὸν θεὸν ἀσχολίαν. Οἴεται γὰρ ὁ μὲν τὴν τέχνην μετιὼν ἀργόν τι χρῆμα καὶ ἄπρακτον εἶναι τὴν θείαν πρὸς τὸ προκείμενον συμμαχίαν· διὸ καταλιπὼν τὴν εὐχὴν ἐν ταῖς χερσὶ τὰς ἐλπίδας τίθεται, ἀμνημονῶν τοῦ δεδωκότος τὰς χεῖρας.
Ὡσαύτως καὶ ὁ τὸν λόγον δι’ ἐπιμελείας κατορθῶν ἑαυτῷ οὐ λογίζεται τὸν δεδωκότα τὸν λόγον, ἀλλ’ ὡς ἑαυτὸν εἰς τὴν φύσιν ταύτην παραγαγὼν πρὸς ἑαυτὸν βλέπει καὶ ταῖς τῶν μαθημάτων προςανέχει σπουδαῖς, οὐδὲν ἐκ τῆς τοῦ θεοῦ συνεργίας αὐτῷ γενήσεσθαι τῶν ἀγαθῶν νομίζων προτιμοτέραν ποιεῖται τῆς προσευχῆς τὴν σπουδήν. Τὸν αὐτὸν τρόπον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων ἐκκρούει τὴν περὶ τὰ μείζω καὶ οὐράνια τῆς ψυχῆς ἀσχολίαν τῇ τῶν σωματικῶν τε καὶ γηί̈νων φροντίδι. Διὰ τοῦτο πολλὴ κατὰ τὸν βίον ἡ ἁμαρτία, ἀεὶ ταῖς προσθήκαις ἐπὶ τὸ μεῖζον αὔξουσα, πάσαις ταῖς ἀνθρωπίναις σπουδαῖς ἐμπεπλεγμένη, διότι λήθη τοῦ θεοῦ κατακρατεῖ τῶν πάντων, καὶ τὸ τῆς εὐχῆς ἀγαθὸν τοῖς ἀνθρώποις τῶν σπουδαζομένων οὐ συνεφάπτεται. Τῇ ἐμπορίᾳ συνεισέρχεται ἡ πλεονεξία· πλεονεξία δέ ἐστιν εἰδωλολατρεία. Οὕτως ὁ γεωργὸς οὐ ταῖς ἀναγκαίαις χρείαις συμμετρεῖ τὴν γεωπονίαν, ἀλλ’ ἀεὶ πρὸς τὰ πλείω τὴν σπουδὴν ἐπεκτείνων πολλὴν δίδωσι τῇ ἁμαρτίᾳ κατὰ τοῦ ἐπιτηδεύματος εἴσοδον, τοῖς ἀλλοτρίοις ὅροις ἐμπλατυνόμενος.
Ὅθεν αἱ δυσθεράπευτοι φύονται φιλονεικίαι, περὶ τῶν τῆς γῆς ὅρων ἀντεγειρομένων ἀλλήλοις τῶν τῇ ὁμοίᾳ νόσῳ τῆς πλεονεξίας κεκρατημένων. Ἐντεῦθεν οἱ θυμοὶ καὶ αἱ πρὸς τὸ κακὸν ὁρμαὶ καὶ αἱ κατ’ ἀλλήλων ἐπιχειρήσεις αἵματι καὶ φόνῳ πολλάκις καθίστανται. Ὡσαύτως αἱ περὶ τὰ δικαστήρια σπουδαὶ ταῖς πολυτρόποις ἁμαρτίαις ὑπηρετοῦσιν, μυρίας τῆς ἀδικίας συνηγορίας εὑρίσκουσαι. Ὁ δικαστὴς ἢ ἑκὼν πρὸς τὸ λῆμμα τὸν τοῦ δικαίου ζυγὸν ἀπέκλινεν, ἢ ἀκουσίως τῇ περιεργίᾳ τῶν τὴν ἀλήθειαν συγχεόντων παρακρουσθεὶς τὴν ἀδικίαν ἐκύρωσεν. Καὶ τί ἄν τις τὰ καθ’ ἕκαστον λέγοι δι’ ὧν ἡ ἁμαρτία πολυσχιδῶς καὶ πολυτρόπως τῇ ἀνθρωπίνῃ ζωῇ καταμίγνυται, ἧς αἴτιον οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ μὴ συμπαραλαμβάνεσθαι παρὰ τῶν ἀνθρώπων τὴν τοῦ θεοῦ συμμαχίαν πρὸς τὰ ἐν χερσὶ σπουδαζόμενα; Ἐὰν εὐχὴ τῆς σπουδῆς προηγήσηται, ἡ ἁμαρτία πάροδον κατὰ τῆς ψυχῆς οὐχ εὑρήσει· τῆς γὰρ τοῦ θεοῦ μνήμης ἐν τῇ καρδίᾳ καθιδρυμένης ἄπρακτοι μένουσιν αἱ τοῦ ἀντικειμένου ἐπίνοιαι, πανταχοῦ τῆς δικαιοσύνης ἐν τοῖς ἀμφισβητουμένοις μεσιτευούσης.
PG 44:1123Ἐπέχει καὶ τὸν γεωργὸν τῆς ἁμαρτίας ἡ προσευχὴ, ἐν ὀλίγῳ πόνῳ τῆς γῆς τοὺς καρποὺς πλεονάζουσα, ὡς μηκέτι τῇ τοῦ πλείονος ἐπιθυμίᾳ συνεισιέναι τὴν ἁμαρτίαν. Οὕτως ὁ ὁδοιπόρος, οὕτως ὁ ἐπὶ στρατείαν ἢ γάμον στελλόμενος, οὕτως πᾶς ὁστισοῦν τῶν πρός τι τὴν ὁρμὴν ἐχόντων, εἰ μετ’ εὐχῆς ἕκαστον πράττοι, τῇ πρὸς τὸ σπουδαζόμενον εὐοδίᾳ τοῦ ἁμαρτάνειν ἀποτραπήσεται, οὐδενὸς ἐναντίου τὴν ψυχὴν πρὸς πάθος καθέλκοντος. Εἰ δὲ ἀποστὰς τοῦ θεοῦ ὅλος γένοιτο τῆς σπουδῆς, ἀνάγκη πᾶσα τὸν ἔξω θεοῦ ὄντα ἐν τῷ ἐναντίῳ πάντως εἶναι. Χωρίζεται δὲ τοῦ θεοῦ ὁ μὴ συνάπτων ἑαυτὸν διὰ προσευχῆς τῷ θεῷ. Οὐκοῦν τοῦτο χρὴ πρότερον ἡμᾶς διδαχθῆναι τῷ λόγῳ ὅτι δεῖ πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. Ἐκ γὰρ τοῦ προσεύχεσθαι περιγίνεται τὸ μετὰ θεοῦ εἶναι· ὁ δὲ μετὰ θεοῦ ὢν τοῦ ἀντικειμένου κεχώρισται. Προσευχὴ σωφροσύνης ἐστὶ φυλακτήριον, θυμοῦ παιδαγωγία, τύφου καταστολὴ, μνησικακίας καθάρσιον, φθόνου καθαίρεσις, ἀδικίας ἀναίρεσις, ἀσεβείας ἐπανόρθωσις.
PG 44:1125Προςευχὴ σωμάτων ἐστὶν ἰσχὺς, οἰκίας εὐθηνία, πόλεως εὐνομία, βασιλείας κράτος, πολέμου τρόπαιον, εἰρήνης ἀσφάλεια, τῶν διεστώτων συναγωγὴ, τῶν συνεστώτων διαμονή· Προσευχὴ παρθενίας ἐστὶ σφραγὶς, γάμου πίστις, ὁδοιπόροις ὅπλον, κοιμωμένων φύλαξ, ἐγρηγορότων θάρσος, γεωργῶν εὐφορία, ναυτιλλομένων σωτηρία. Προσευχὴ κρινομένων συνήγορος, δεδεμένων ἄνεσις, κεκμηκότων ἀνάπαυσις, λυπουμένων παραμυθία, χαιρόντων θυμηδία, πενθούντων παράκλησις, γαμούντων στέφανος, γενεθλίων ἑορτὴ, ἀποθνησκόντων ἐντάφιον. Προσευχὴ θεοῦ ὁμιλία, τῶν ἀοράτων θεωρία, τῶν ἐπιθυμουμένων πληροφορία, τῶν ἀγγέλων ὁμοτιμία, τῶν καλῶν προκοπὴ, τῶν κακῶν ἀποτροπὴ, τῶν ἁμαρτανομένων διόρθωσις, τῶν παρόντων ἀπόλαυσις, τῶν ἐλπιζομένων ὑπόστασις. Προσευχὴ τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίησεν, τὸν δὲ Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐπανήγαγεν, τοῖς δὲ τρισὶ νέοις εἰς πνεῦμα δροσῶδες τὴν φλόγα ἔτρεψεν, καὶ τοῖς Ἰσραηλίταις κατὰ τῶν Ἀμαληκιτῶν ἀνέστησε τρόπαιον, καὶ τὰς ἑκατὸν ὀγδοήκοντα καὶ πέντε τῶν Ἀςσυρίων χιλιάδας μιᾷ νυκτὶ τῇ ἀοράτῳ ῥομφαίᾳ κατέστρωσεν.
Καὶ μυρία πρὸς τούτοις ἔστιν εὑρεῖν ἐκ τῶν ἤδη γεγενημένων τὰ ὑποδείγματα δι’ ὧν φανερὸν γίνεται τὸ μηδὲν τῆς προσευχῆς εἶναι τῶν κατὰ τὴν ζωὴν τιμίων ἀνώτερον. Ἀλλὰ καιρὸς ἂν εἴη πρὸς αὐτὴν ἤδη τὴν προςευχὴν ἀσχοληθῆναι· μᾶλλον δὲ μικρὸν ἔτι προσθῶμεν τῷ λόγῳ, ὅτι πολλῶν καὶ παντοδαπῶν ἀγαθῶν παρὰ τῆς θείας χάριτος ἡμῖν ὑπαρξάντων ἓν τοῦτο πρὸς ἀντίδοσιν ὧν εἰλήφαμεν ἔχομεν, τὸ διὰ προσευχῆς τε καὶ εὐχαριστίας τὸν εὐεργέτην ἀμείβεσθαι. Λογίζομαι τοίνυν ὅτι, κἂν πάσῃ τῇ ζωῇ τὴν πρὸς τὸν θεὸν ὁμιλίαν συμπαρατείνωμεν εὐχαριστοῦντες καὶ προσευχόμενοι, τοσοῦτον τῆς κατὰ τὴν ἀντίδοσιν ἀξίας ἀπολειπόμεθα ὅσον εἰ μηδὲ τὴν ἀρχὴν ἀντιδοῦναι τῷ εὐεργέτῃ προεθυμήθημεν. Ἐν τρισὶ τμήμασι τὸ χρονικὸν μετρεῖται διάστημα, τῷ παρῳχηκότι, τῷ ἐνεστῶτι καὶ τῷ μέλλοντι. Ἐν τοῖς τρισὶ τούτοις ἡ εὐεργεσία τοῦ κυρίου καταλαμβάνεται. Ἐὰν τὸ ἐνεστὼς λογίσῃ, ἐν αὐτῷ ζῇς· ἐὰν τὸ μέλλον, ἐκεῖνός σοι ἡ τῶν προσδοκωμένων ἐστὶν ἐλπίς· ἐὰν τὸ παρελθὸν, οὐκ ἂν ἦς πρὶν ἂν παρ’ ἐκείνου γενέσθαι.
Εὐηργετήθης αὐτὸ τὸ γενέσθαι παρ’ ἐκείνου λαβὼν, καὶ γενόμενος εὐηργέτησαι ἐν αὐτῷ ζῶν καὶ κινούμενος, καθώς φησιν ὁ ἀπόστολος. Αἱ τῶν μελλόντων ἐλπίδες τῆς αὐτῆς εὐεργεσίας ἤρτηνται. Σὺ δὲ μόνου τοῦ ἐνεστῶτος εἶ κύριος. Ὥστε, κἂν διὰ παντὸς εὐχαριστῶν τῷ θεῷ μὴ διαλίπῃς, μόγις τοῦ ἐνεστῶτος ἀποπληρώσεις τὴν χάριν, οὔτε τοῦ μέλλοντος, οὔτε τοῦ παρῳχηκότος ἐπίνοιαν ἐξευρίσκων τινὰ πρὸς τὴν τῶν χρεωστουμένων ἀντίδοσιν. Ἡμεῖς δὲ, τοσοῦτον τῆς κατὰ δύναμιν εὐχαριστίας ἀπολειπόμενοι, οὐδὲ περὶ τὸ δυνατὸν εὐγνωμονοῦμεν, οὐ λέγω πᾶσαν ἡμέραν, ἀλλ’ οὐδὲ πολλοστὸν τῆς ἡμέρας τῇ κατὰ θεὸν ἀποκληροῦντες σχολῇ. Τίς μοι τὴν γῆν ὑπεστόρεσεν; τίς βάσιμον δι’ ἐπινοίας τὴν ὑγρὰν φύσιν ἐποίησεν; τίς ἔπηξέν μοι τὸν οὐρανὸν ὡς καμάραν; τίς δᾳδουχεῖ μοι τὴν τοῦ ἡλίου λαμπάδα; τίς ἀποστέλλει πηγὰς ἐν φάραγξιν; τίς ἡτοίμασεν τοῖς ποταμοῖς τὰς διόδους; τίς μοι τὴν τῶν ἀλόγων ζώων ὑπηρεσίαν ὑπέζευξεν; τίς με κόνιν ἄψυχον ὄντα ζωῆς τε καὶ διανοίας μετέχειν ἐποίησεν; τίς τὸν πηλὸν τοῦτον κατ’ εἰκόνα τοῦ θείου χαρακτῆρος ἐμόρφωσεν;
τίς συγχεθεῖσαν ἐν ἐμοὶ διὰ τῆς ἁμαρτίας τὴν θείαν εἰκόνα πάλιν εἰς τὴν ἀρχαίαν ἐπανήγαγε χάριν; τίς ἐξοικισθέντα με τοῦ παραδείσου, καὶ τοῦ ξύλου τῆς ζωῆς ἔξω γενόμενον, καὶ τῷ βαράθρῳ τῆς ὑλικῆς ζωῆς συγκαλυφθέντα ἐπὶ τὴν πρώτην ἕλκει μακαριότητα; Οὐκ ἔστιν ὁ συνιὼν, φησὶν ἡ γραφή. Ἦ γὰρ ἂν πρὸς ταῦτα ὁρῶντες ἄληκτον ἂν καὶ ἀκατάπαυστον ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι τὴν εὐχαριστίαν ἀπεπληροῦμεν. Νυνὶ δὲ πρὸς μόνον τὸ ὑλικὸν πᾶσα σχεδὸν ἐγρήγορεν ἡ ἀνθρωπίνη φύσις, πρὸς τοῦτο ἡ σπουδὴ, ἐν τούτῳ ἡ προθυμία περὶ ταῦτα καὶ ἡ μνήμη καὶ ἡ ἐλπὶς καταγίνεται· ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλείονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις ἐν παντὶ πράγματι ἐν ᾧ δυνατόν ἐστιν ἐξευρεθῆναι τὸ πλέον, εἴτε κατὰ τιμήν τε καὶ δόξαν, εἴτε κατὰ τὴν τῶν χρημάτων περιουσίαν, εἴτε κατὰ τὴν τοῦ θυμοῦ νόσον, πανταχοῦ πρὸς τὸ πλέον ἐν τούτοις ἡ φύσις βλέπει. Τῶν δὲ ἀληθινῶν τοῦ θεοῦ ἀγαθῶν λόγος οὐδεὶς, οὔτε τῶν φαινομένων, οὔτε τῶν ἐπηγγελμένων. Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τῶν τῆς προσευχῆς ῥημάτων κατιδεῖν, ὡς ἔστι δυνατὸν, τὴν διάνοιαν·
PG 44:1127δῆλον γὰρ ὅτι τὸ τυχεῖν ὧν βουλόμεθα διὰ τοῦ μαθεῖν ὅπως προσήκει ποιεῖσθαι τὴν αἴτησιν περιγίνεται. Τίς οὖν ἡ διδαχή; Προσευχόμενοι, φησὶν, μὴ βαττολογεῖτε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰςακουσθήσονται. Τάχα μὲν οὖν αὐτόθεν ἔχει τὸ σαφὲς ἡ τῆς διδασκαλίας διάνοια, γυμνότερον ἡμῖν ἐκτεθεῖσα, καὶ οὐδὲν δεομένη τῆς λεπτοτέρας κατανοήσεως· πλὴν ἄξιον ἐξετάσαι τί σημαίνει τῆς βαττολογίας τὸ ῥῆμα, ὡς ἂν μαθόντες τὴν διάνοιαν ἔξω τοῦ ἀπηγορευμένου γενοίμεθα. Δοκεῖ τοίνυν μοι σωφρονίζειν τε καὶ συστέλλειν τὴν χαυνότητα τῆς διανοίας τῶν ταῖς ματαίαις ἐπιθυμίαις ἐμβαθυνόντων, καὶ διὰ τοῦτο τὴν ξένην ταύτην τῆς λέξεως καινοτομίαν ἐξευρηκέναι ἐπὶ ἐλέγχῳ τῆς ἀνοίας τῶν περὶ τὰ ἀνωφελῆ τε καὶ μάταια ταῖς ἐπιθυμίαις διαχεομένων. Ὁ γὰρ ἔμφρων τε καὶ συνετὸς καὶ πρὸς τὸ χρήσιμον βλέπων λόγος κυρίως λέγεται λόγος, ὁ δὲ ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις διὰ τῆς ἀνυποστάτου ἡδονῆς ἐπιχεόμενος οὐκ ἔστι λόγος, ἀλλὰ βαττολόγος, ὡς ἄν τις Ἑλληνικώτερον ἑρμηνεύων εἴποι τὸν νοῦν, φλυαρία, καὶ λῆρος, καὶ φλήναφος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης σημασίας ἐστίν.
Τί οὖν ἡμῖν συμβουλεύει ὁ λόγος; Μὴ ταὐτὸν πάσχειν ἐν τῷ καιρῷ τῶν προσευχῶν οἷον ἐν τῇ τῶν νηπίων διανοίᾳ συνίσταται πάθος.
Ὥσπερ γὰρ οἱ ἀτελεῖς τὴν διάνοιαν οὐχ ὅπως ἄν τι γένοιτο τῶν κατὰ γνώμην αὐτοῖς ἐπινοοῦσιν, ἀλλὰ κατ’ ἐξουσίαν εὐκληρίας τινὰς ἑαυτοῖς ἀναπλάττουσιν, θησαυροὺς, καὶ γάμους, καὶ βασιλείας, καὶ πόλεις μεγάλας ταῖς προσηγορίαις αὐτῶν ἐπονομαζομένας ὑποτιθέμενοι εἰς ἐκεῖνο εἶναι τῇ διανοίᾳ φαντάζονται ὅπερ ἂν αὐτοῖς ἡ ματαιότης τῶν λογισμῶν ὑπογράψῃ, εἰσὶ δέ τινες οἳ καὶ νεανικώτερον τῆς ματαιότητος ταύτης ἀντιλαμβάνονται, καὶ ὑπερβάντες τὰ μέτρα τῆς φύσεως ἢ πτηνοὶ γίνονται, ἢ κατὰ τοὺς ἀστέρας λάμπουσιν, ἢ ὄρη διὰ χειρὸς φέρουσιν, ἢ τὸν οὐρανὸν ἑαυτοῖς ὁδοποιοῦσιν, ἢ πρὸς μυριοστὸν διαρκοῦσιν ἔτος, νέοι ἐκ παλαιῶν γινόμενοι, ἢ ὅσα ἄλλα τοιαῦτα τοῖς νηπιωδεστέροις τίκτει πομφολυγώδη καὶ διάκενα ἡ καρδία ποιήματαὥσπερ τοίνυν ἐν τοῖς πράγμασιν ὁ μὴ τοιαῦτα λογιζόμενος δι’ ὧν ἂν γένοιτό τι ἀγαθὸν τῷ βουλευομένῳ, ἀλλ’ ἐμματαιάζων ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις ἀνόητός τίς ἐστι καὶ ἄθλιος, τὸν τοῦ πρᾶξαί τι τῶν λυσιτελούντων βουλεύσασθαι καιρὸν τοῖς ἐνυπνίοις τούτοις προςαναλίσκων, οὕτως ὁ ἐν καιρῷ προσευχῆς πρὸς τὰ συμφέροντα τῇ ψυχῇ μὴ τεταμένος, ἀλλὰ πρὸς τὰς ἐμπαθεῖς τῆς διανοίας κινήσεις συνδιατίθεσθαι τὸν θεὸν ἀξιῶν, λῆρός τίς ἐστιν ὡς ἀληθῶς καὶ βαττολόγος, τῶν ἰδίων ματαιοτήτων συνεργόν τε καὶ ὑπηρέτην τὸν θεὸν γίνεσθαι προσευχόμενος.
Οἷόν τι λέγω· πρόσεισί τις διὰ προσευχῆς τῷ θεῷ, καὶ μὴ κατανοήσας τῇ διανοίᾳ τὸ ὕψος τῆς δυνάμεως ᾗ προσέρχεται, λανθάνει καθυβρίζων τὸ μέγεθος ταῖς αἰσχραῖς καὶ ταπειναῖς τῶν αἰτήσεων. Ὥσπερ ἂν, εἴ τις τὰ ἐκ πηλοῦ σκεύη δι’ ὑπερβολὴν πενίας ἢ ἀγροικίας τίμια νομίζων, ἔπειτα βασιλεῖ προσελθὼν, πλούτους ὅλους καὶ ἀξιώματα διανέμειν προαιρουμένῳ, ὁ δὲ καταλιπὼν τὰς βασιλικὰς αἰτήσεις ἀξιοῖ τὸν τοσοῦτον τῷ ἀξιώματι πηλὸν διαπλάσαντα ποιῆσαί τι τῶν ἐκείνῳ καταθυμίων, οὕτως καὶ ὁ ἀπαιδεύτως τῇ εὐχῇ χρώμενος οὐ πρὸς τὸ ὕψος τοῦ διδόντος ἑαυτὸν ἐπαίρει, ἀλλὰ πρὸς τὸ ταπεινόν τε καὶ γήϊνον τῆς ἰδίας ἐπιθυμίας τὴν θείαν δύναμιν καταβῆναι ποθεῖ, καὶ τούτου χάριν τὰς ἐμπαθεῖς ὁρμὰς προτείνει τῷ τὰς καρδίας βλέποντι, οὐχ ὅπως ἂν θεραπεύσειεν τὰ ἄτοπα τῆς διανοίας κινήματα, ἀλλ’ ὅπως ἂν χείρω γένοιτο, εἰς ἔργον τῆς πονηρᾶς ὁρμῆς διὰ τῆς συνεργίας τοῦ θεοῦ προελθούσης. Ἐπειδὴ γὰρ ὁ δεῖνα λυπεῖ, καί μοι διάκειται πρὸς ἐκεῖνον δυσμενῶς ἡ καρδία, πάταξον αὐτὸν, τῷ θεῷ λέγει, μόνον οὐκ ἐκεῖνο βοῶν ὅτι, Τὸ ἐμὸν πάθος ἐν σοὶ γενέσθω, καὶ ἡ ἐμὴ κακία ἐπὶ σὲ διαβήτω.
PG 44:1129Ὡς γὰρ ἐν ταῖς ἀνθρωπίναις μάχαις οὐκ ἔστι συμμαχῆσαί τινα τῷ ἑνὶ μέρει, μὴ συμπαροξυνθέντα τῷ ὀργιζομένῳ κατὰ τοῦ προσπαλαίοντος, οὕτω δῆλον ὅτι ὁ κατὰ τοῦ ἐχθροῦ τὸν θεὸν κινῶν συνοργισθῆναι παρακαλεῖ, καὶ τοῦ θυμοῦ κοινωνὸν γενέσθαι. Τοῦτο δέ ἐστι τὸ εἰς πάθος πεσεῖν τὸν θεὸν, καὶ κατὰ ἄνθρωπον διατεθῆναι, καὶ εἰς θηριώδη ἀπήνειαν ἐκ τῆς ἀγαθῆς φύσεως μεταποιηθῆναι. Οὕτως ὁ δοξομανῶν, οὕτως ὁ ἐν ὑπερηφανίᾳ τὸ πλέον ἔχειν ἐπιθυμῶν, ὁ ἐν τῇ διαδικασίᾳ πρὸς τὴν νίκην σπεύδων, ὁ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸς τὸν στέφανον ἐπειγόμενος, ὁ ἐν θεάτροις τῆς εὐφημίας ἀντιποιούμενος, πολλάκις δὲ καὶ ὁ πρὸς τὸ λυσσῶδες τῆς νεότητος πάθος ἐκτετηκώς· πάντες οὗτοι οὐχ ὅπως ἂν ἔξω τοῦ ἐπικρατοῦντος ἀῤῥωστήματος γένοιντο προσάγουσιν τῷ θεῷ τὰς δεήσεις, ἀλλ’ ὅπως ἂν εἰς πέρας αὐτοῖς ἡ νόσος ἔλθοι, καὶ τὸ διαμαρτεῖν τούτων ἀντὶ συμφορᾶς ἕκαστος κρίνοντες βαττολογοῦσιν ὄντως, συνεργὸν τῆς κατὰ τὸν νοῦν αὐτῶν ἀῤῥωστίας γενέσθαι τὸν θεὸν ἱκετεύοντες.
Καὶ τὸ πάντων χαλεπώτατον, ὅτι πρὸς τὰς ἐναντίας ὁρμὰς κινεῖσθαι τὸ θεῖον αὐτοῖς ἐπιθυμοῦσιν, εἰς ἀγριότητα καὶ φιλανθρωπίαν μερίζοντες τοῦ θεοῦ τὴν ἐνέργειαν· ὃν γὰρ ἵλεων καὶ πρᾶον ἐπιζητοῦσιν ἑαυτοῖς εἶναι, τοῦτον πικρόν τε καὶ ἀπηνῆ τοῖς ἐχθροῖς αὐτῶν ἐπιδειχθῆναι παρακαλοῦσιν. Ὢ τῆς ἀνοίας τῶν βαττολογούντων. Εἰ γὰρ ἐκείνοις ἀπηνὴς ὁ θεὸς, οὐδὲ σοὶ πάντως ἥμερος. Εἰ δὲ ἐπὶ σοῦ πρὸς ἔλεον ῥέπει κατά γε τὴν σὴν ἐλπίδα, πῶς ἂν μεταβάλοιτο πρὸς τοὐναντίον, εἰς πικρίαν μεθαρμόζων τὸν ἔλεον; Ἀλλὰ πρόχειρος τῶν ἐριστικῶν ἡ πρὸς τὸ τοιοῦτον ἀντίθεσις. Εὐθὺς γὰρ εἰς συνηγορίαν τῆς ἑαυτῶν πικρίας τὰς ἐκ τῆς προφητείας φωνὰς παρατίθενται, τὸν Δαυὶδ ἐκλιπεῖν τοὺς ἁμαρτωλοὺς ποθοῦντα, καὶ αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατευχόμενον, τὸν Ἱερεμίαν ἰδεῖν τὴν παρὰ θεοῦ ἐκδίκησιν ἐκ τῶν ἐναντίων ἐπιθυμοῦντα, τὸν Ὠσηὲ μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηροὺς δοθῆναι τοῖς ἐχθροῖς δεόμενον, καὶ πολλὰ τοιαῦτα σποράδην ἐγκείμενα ταῖς ἁγίαις γραφαῖς ἀναλέγονται, συνιστάμενοι τὸ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς ἑαυτῶν πικρίας συνεργὸν ποιεῖσθαι τοῦ θεοῦ τὴν ἀγαθότητα.
PG 44:1131Ἀλλ’ ἡμεῖς, ὡς ἂν ἐκ παρόδου τοὺς ἐκ τῆς τοιαύτης ἀφορμῆς πρὸς τὸ ἐναντίον ὁδηγουμένους παύσαιμεν βαττολογοῦντας, τοῦτο περὶ ἑκάστου τῶν μνημονευθέντων παραθησόμεθα. Οὐδεὶς τῶν ἀληθῶς ἁγίων, τῶν τῷ ἁγίῳ πνεύματι θεωφορουμένων, ὧν αἱ ῥήσεις κατὰ θείαν οἰκονομίαν εἰς νουθεσίαν τῶν ἐφεξῆς ἀνεγράφησαν, ἐπί τινι κακῷ τὴν σπουδὴν ἔχων ἐπιδειχθήσεται, ἀλλὰ πᾶς αὐτοῖς ὁ σκοπὸς τῶν λόγων πρὸς διόρθωσιν τῆς ἐμπολιτευομένης τῇ φύσει κακίας βλέπει. Ὥσπερ τοίνυν ὁ εὐχόμενος μὴ εἶναι νοσοῦντας, μὴ εἶναι πτωχεύοντας, οὐ τῶν ἀνθρώπων ἀναίρεσιν, ἀλλὰ τῆς νόσου καὶ τῆς πτωχείας ἀφανιςμὸν ἐπιθυμεῖ γενέσθαι, οὕτω καὶ τῶν ἁγίων ἕκαστος, τὸ τῇ φύσει ἐχθρὸν καὶ πολέμιον εἰς ἀφανισμὸν ἐλθεῖν δι’ εὐχῆς ἔχοντες, ὑπόνοιαν τοῖς ἀπαιδευτοτέροις παρέχουσιν, ὡς κατὰ ἀνθρώπων πικραινόμενοί τε καὶ χαλεπαίνοντες. Ὅ τε γὰρ ψαλμῳδὸς εἰπὼν ὅτι ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτοὺς, τὴν ἁμαρτίαν ἐκλείπειν καὶ τὴν ἀνομίαν εὔχεται· οὐ γὰρ ἄνθρωπος ἀνθρώπῳ πολέμιος, ἀλλ’ ἡ κατὰ κακίαν τῆς προαιρέσεως κίνησις εἰς ἐχθροῦ τάξιν τὸ τῇ φύσει συνημμένον κατέστησεν.
Τὸ κακὸν τοίνυν ἐκλείπειν εὔχεται. Ὁ δὲ ἄνθρωπος κακὸν οὐκ ἔστιν· πῶς γὰρ ἂν εἴη κακὸν τοῦ ἀγαθοῦ τὸ ὁμοίωμα; Οὕτως, κἂν αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατεύχηται, δείκνυσίν σοι τὸ στῖφος τῶν ἐναντίων τῶν ἐκ τοῦ ἀοράτου ἐχθροῦ τῇ ἀνθρωπίνῃ προσπολεμούντων ζωῇ, περὶ ὧν καὶ ὁ Παῦλος γυμνότερον διεξέρχεται, τὴν πάλην εἶναι λέγων ἡμῖν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Τὰς γὰρ δαιμονιώδεις ἐπιβουλὰς, δι’ ὧν ἐπάγεται τοῖς ἀνθρώποις τὰ πονηρὰ πρὸς ἁμαρτίαν συμπτώματα, συντυχίαι θυμώδεις, ἐπιθυμιῶν ἀφορμαὶ, φθόνου καὶ μίσους καὶ ὑπερηφανίας καὶ τῶν τοιούτων κακῶν ὑποθέσεις, ταῦτα ὁρῶν ὁ μέγας προφήτης τὴν ἑκάστου ψυχὴν δι’ ἐπιβουλῆς περιτρέχοντα εἰς αἰσχύνην ἐλθεῖν εὔχεται ὁ κατὰ τῶν ἐχθρῶν τούτων εὐχόμενος. Τοῦτο δέ ἐστι τὸ αὐτὸν διασωθῆναι· κατὰ φύσιν γὰρ ἕπεται τῷ ἡττηθέντι κατὰ τὴν πάλην τὸ ἐπαισχυνθῆναι τῷ πτώματι αὐτοῦ, ὥσπερ κεκρατηκότι τὸ ἐπὶ τῇ νίκῃ ἀγάλλεσθαι. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, δηλοῖ τῆς εὐχῆς τὸ εἶδος.
PG 44:1133Αἰσχυνθήτωσαν γὰρ, φησὶν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντές μου τὴν ψυχήν. Οὐ γὰρ κατεύχεται τῶν εἰς χρημάτων ζημίαν ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων διαμφισβητούντων, ἢ τῶν κατὰ τοῦ σώματος αὐτοῦ κακίαν ἐπιδεικνυμένων τινὰ, ἀλλὰ τῶν εἰς ψυχὴν ἐπιβουλευόντων. Τίς δὲ ψυχῆς ἐπιβουλὴ, τίς ἄλλη, εἰ μὴ θεοῦ ἀλλοτρίωσις; Ἀλλοτριοῦται δὲ ἀπὸ θεοῦ ἀνθρωπίνη ψυχὴ οὐκ ἄλλως ἢ διὰ τῆς ἐμπαθοῦς διαθέσεως. Ἐπεὶ οὖν ἀπαθὲς τὸ θεῖον, πᾶν τὸ ἐν πάθει γινόμενον τῆς πρὸς τὸ θεῖον συναφείας ἀποσχοινίζεται. Ὡς ἂν οὖν μὴ τοῦτο πάθοι, αἰσχύνην τῶν ἀντιπαλαιόντων εὔχεται. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἑαυτῷ νίκην κατὰ τῶν πολεμίων ἐπεύξασθαι. Οἱ δὲ πολέμιοι τὰ πάθη εἰσίν. Οὕτως ὁ Ἱερεμίας ζῆλον τῆς θεοσεβείας ἔχων, εἰδωλομανοῦντος τηνικαῦτα τοῦ βασιλέως, καὶ τῶν ὑποχειρίων αὐτῷ συνδιαστραφέντων, οὐκ ἴδιόν τι θεραπεύει πάθος, ἀλλ’ ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων προσάγει τὴν δέησιν, τῇ κατὰ τῶν ἀσεβησάντων ὁρμῇ ἅπαν σωφρονισθῆναι ἀξιῶν τὸ ἀνθρώπινον.
Ὡσαύτως δὲ καὶ ὁ προφήτης Ὠσηὲ καὶ πολυγονοῦσαν τότε τὴν κακίαν ἐν τοῖς Ἰσραηλίταις ὁρῶν ἀτεκνίᾳ καταδικάζει, καὶ τὰς πικρὰς θηλὰς τῆς ἁμαρτίας ξηρανθῆναι βούλεται, ὡς ἂν μήτε τίκτοιτο ἐν τοῖς ἀνθρώποις τὸ κακὸν, μήτε τρέφοιτο. Διὰ τοῦτο ὁ προφήτης, Δὸς αὐτοῖς, φησὶ, κύριε, μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς. Καὶ εἴ τις ἄλλος ἐν τοῖς ἁγίοις εὑρεθείη τοιοῦτος λόγος, θυμοῦ τινα κατηγορίαν καὶ ἔμφασιν ἔχων, πρὸς τὴν τοιαύτην πάντως διάνοιαν βλέπει, ἥτις ἐξορίζει τὸ κακὸν, οὐκ ἐπιτρίβει τὸν ἄνθρωπον. Θεὸς θάνατον οὐκ ἐποίησεν (ἀκούεις τῆς ἀποφάσεως;). Πῶς οὖν εἰς τὸν κατὰ τῶν ἰδίων αὐτοῦ ἐχθρῶν θάνατον παρακαλεῖν ἔμελλεν τὸν θεὸν τὸν τῆς τοῦ θανάτου ἐνεργείας ἀλλότριον; Οὐ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων. Ἀλλ’ ὁ βαττολογῶν, καὶ κατὰ τῶν ἰδίων ἐχθρῶν τὴν τοῦ θεοῦ φιλανθρωπίαν παρακινῶν, ἐπιτερφθῆναι ταῖς ἀνθρωπίναις αὐτὸν συμφοραῖς ἐγκελεύεται. Ἀλλ’ ἤδη τινὲς, φησὶν, καὶ ἀρχῶν καὶ τιμῶν καὶ πλούτου ἠξιώθησαν, εὐχῇ πρὸς τοῦτο χρησάμενοι, καὶ θεοφιλεῖς εἶναι διὰ τῆς τοιαύτης εὐκληρίας ὑπενοήθησαν.
Πῶς οὖν ἀπείργεις ἡμᾶς, εἴποι τις ἂν, τοῦ περὶ τῶν τοιούτων προσάγειν τῷ θεῷ τὰς δεήσεις; Ἀλλὰ τὸ μὲν πάντα θείας ἐξῆφθαι βουλῆς καὶ ἄνωθεν οἰκονομεῖσθαι τὸν τῇδε βίον παντὶ δῆλόν ἐστιν, καὶ οὐκ ἄν τις ἀντείποι τῷ λόγῳ· τῶν δὲ τοιούτων τῆς εὐχῆς κατορθωμάτων ἄλλας αἰτίας ἐμάθομεν, οὐχ ὡς ἀγαθὰ πάντως τοῦ θεοῦ ταῦτα τοῖς αἰτοῦσι νέμοντος, ἀλλ’ ὡς ἂν διὰ τούτων βεβαιωθῇ τοῖς ἐπιπολαιοτέροις ἡ πρὸς τὸν θεὸν πίστις, καὶ κατ’ ὀλίγον ἐν ταῖς μικροτέραις τῶν αἰτήσεων τὸ ἐπακούειν τὸν θεὸν τῶν ἱκεσιῶν τῇ πείρᾳ μανθάνοντες ἀνέλθοιμέν ποτε πρὸς τὴν τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν δωρημάτων ἐπιθυμίαν.
Καθάπερ ἐπὶ τῶν ἡμετέρων τέκνων ὁρῶμεν, ἃ τέως μὲν τῇ μητρῴᾳ θηλῇ προσφύεται, ὅσον χωρεῖ ἡ φύσις, τοσοῦτον παρὰ τῆς γεννησαμένης ἐπιζητοῦντα, εἰ δὲ ὑφαδρυνθείη τὸ νήπιον καί τινα προσλάβοι τοῦ φθέγγεσθαι δύναμιν, καταφρονεῖ μὲν τῆς θηλῆς, ζητεῖ δέ τι τοιοῦτον, ἢ προκόσμιον, ἢ ἱμάτιον, ἤ τινα τοιαῦτα οἷς ὁ τῶν νηπίων ὀφθαλμὸς ἐπιτέρπεται, ἐπειδὰν δὲ εἰς ἡλικίαν ἔλθῃ καὶ συναυξηθῇ τῷ σώματι ἡ διάνοια, τότε πάσας τὰς παιδικὰς ἐπιθυμίας καταλιπὼν τὰ τῷ τελείῳ πρέποντα βίῳ παρὰ τῶν γονέων αἰτήσεται, οὕτω καὶ ὁ θεὸς, ἐθίζων τὸν ἄνθρωπον διὰ πάντων πρὸς αὐτὸν βλέπειν, διὰ τοῦτο πολλάκις οὐδὲ τῶν μικροτέρων αἰτήσεων ἀνήκοος γίνεται, ὡς ἂν ἐπὶ τὴν τῶν ὑψηλοτέρων ἐπιθυμίαν διὰ τῆς ἐν τοῖς μικροῖς εὐεργεσίας τὸν τετυχηκότα τῆς χάριτος προσκαλέσαιτο.
PG 44:1135Καὶ σὺ τοίνυν, εἰ ὁ δεῖνα γέγονε θείᾳ προνοίᾳ γνώριμός τε καὶ περίβλεπτος ἐξ ἀφανεστέρων, ἢ ἄλλο τι τῶν κατὰ τὸν βίον τοῦτον ἐπιζητουμένων ἐκτήσατο, ἀρχὴν ἢ πλοῦτον ἢ περιφάνειαν, νόει τὸν σκοπὸν, ὅτι σοι ἀπόδειξις τῆς ἐν τοῖς μεγάλοις δυνάμεως τοῦ θεοῦ ἡ περὶ ταῦτα φιλανθρωπία γίνεται, ἵνα διὰ τοῦ τυχεῖν τῶν παιδικῶν ἀθυρμάτων περὶ τῶν μειζόνων τε καὶ τελειοτέρων προσαγάγῃς τῷ πατρὶ τὰς αἰτήσεις. Ταῦτα δέ ἐστιν ὅσα εἰς ψυχὴν φέρει τὸ κέρδος. Καὶ γὰρ ἂν εἴη τῶν ἀλογωτάτων, προσελθόντα τῷ θεῷ ζητεῖν παρὰ τοῦ ἀϊδίου τὰ πρόσκαιρα, παρὰ τοῦ ἐπουρανίου τὰ ἐπίγεια, παρὰ τοῦ ὑψηλοῦ τὰ χαμαίζηλα, παρὰ τοῦ βασιλείαν οὐρανῶν δωρουμένου τὴν γηί̈νην ταύτην καὶ ταπεινὴν εὐκληρίαν, παρὰ τοῦ τὰ ἀναφαίρετα χαριζομένου τὴν ἐν ὀλίγῳ τῶν ἀλλοτρίων χρῆσιν, ὧν ἀναγκαία μὲν ἡ ἀφαίρεσις, πρόσκαιρος δὲ ἡ ἀπόλαυσις, ἐπικίνδυνος δὲ ἡ οἰκονομία. Καλῶς δὲ παρίστησι τῇ προσθήκῃ τὸ ἄτοπον, εἰπὼν, Ὥσπερ οἱ ἐθνικοί·
τὸ γὰρ περὶ τὰ φαινόμενα τὴν σπουδὴν ἔχειν ἴδιόν ἐστι τῶν μηδεμίαν τοῦ μέλλοντος αἰῶνος ἑαυτοῖς ὑποτιθεμένων ἐλπίδα, μὴ κρίσεως φόβον, μὴ γεέννης ἀπειλὴν, μὴ ἀγαθῶν προσδοκίαν, μὴ ἄλλο τι τῶν κατὰ τὴν ἀνάστασιν ἐλπιζομένων, οἳ βοσκημάτων δίκην πρὸς τὸν παρόντα ὁρῶντες βίον, ὅπερ ἂν λαιμῷ καὶ κοιλίᾳ καὶ ταῖς λοιπαῖς τοῦ σώματος ἡδυπαθείαις χαρίζωνται, τοῦτο ἐν ἀγαθῶν κρίνουσι μοίρᾳ, ἢ τὸ πρωτεῦσαί τινων, καὶ τὸ ὑπὲρ τοὺς λοιποὺς νομισθῆναι, ἢ πολλοῖς ἐπικαθευδῆσαι ταλάντοις, ἢ εἴ τι ἄλλο τῆς βιωτικῆς ἀπάτης ἐστὶν, οἷς εἴ τις ἂν λέγοι περὶ τῆς μελλούσης ἐλπίδος, λῆρος ἄντικρυς εἶναι δοκεῖ, παράδεισον καὶ βασιλείαν καὶ οὐρανῶν διαγωγὴν, καὶ τὰ τοιαῦτα διεξερχόμενος. Ἐπεὶ τοίνυν ἴδιόν ἐστι τῶν μὴ ἐχόντων ἐλπίδα τὸ προστετηκέναι τῇ παρούσῃ ζωῇ, καλῶς τὰ περιττὰ καὶ μάταια τῆς ἐπιθυμίας, ἃ δι’ εὐχῆς οἴονται κατορθοῦν ἑαυτοῖς οἱ φιλήδονοι, τῶν ἐθνικῶν ὁ λόγος εἶναί φησι, τῶν νομιζόντων ἐκ τοῦ προσλιπαρεῖν περὶ τῶν ἀτόπων συνεργὸν ἐπὶ τὰ μὴ δέοντα τὸ θεῖον ἕξειν· δοκοῦσι γὰρ, φησὶν, ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰσακουσθήσονται.
PG 44:1137Ἀλλὰ ταῦτα μὲν, ἃ δεῖ μὴ αἰτεῖν, δι’ ὧν ἐξητάσαμεν ἐδιδάχθημεν. Οἵαν δὲ προσήκει τῷ θεῷ προσάγειν τὴν δέησιν, ἐν τοῖς ἐφεξῆς ἀκουσώμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Discourse IIΛΟΓΟΣ β

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΛΟΓΟΣ β. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὅτε προσῆγεν ὁ μέγας Μωϋσῆς τῇ κατὰ τὸ ὄρος μυσταγωγίᾳ τὸν Ἰσραηλίτην λαὸν, οὐ πρότερον αὐτοὺς τῆς θεοφανείας ἠξίωσεν, πρὶν ἁγνείᾳ τε καὶ περιῤῥαντισμῷ νομοθετῆσαι τῷ λαῷ τὸ καθάρσιον. Καὶ οὐδὲ οὕτως ἐθάρσησαν τῆς θείας δυνάμεως τὴν ἐμφάνειαν, ἀλλὰ πρὸς πᾶν κατεπλάγησαν τὸ φαινόμενον, τὸ πῦρ, τὸν γνόφον, τὸν καπνὸν, τὰς σάλπιγγας· καὶ πρὸς ἑαυτοὺς πάλιν ἀποστραφέντες ἠξίουν τὸν νομοθέτην αὐτοῖς μεσίτην γενέσθαι τοῦ θείου βουλήματος, ὡς οὐχ ἱκανῆς οὔσης τῆς δυνάμεως αὐτῶν προσεγγίσαι τῷ θεῷ καὶ θείαν ἐμφάνειαν δέξασθαι.
Ὁ δὲ ἡμέτερος νομοθέτης, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, προσάγειν ἡμᾶς τῇ θείᾳ χάριτι μέλλων, οὐχὶ Σίναιον ἡμῖν ὄρος τῷ λόγῳ προδείκνυσι γνόφῳ κεκαλυμμένον, καὶ πυρὶ καπνιζόμενον, οὐδὲ σαλπίγγων φωνὰς ἄσημόν τι καὶ καταπληκτικὸν ἀπηχούσας, οὐδὲ τριημέροις ἁγνείαις καὶ ὕδατι ῥύπον ἐκπλύνοντι τὴν ψυχὴν ἐκκαθαίρει, οὐδὲ πᾶσαν τὴν ἐκκλησίαν ἐν τῇ ὑπωρείᾳ καταλιπὼν ἑνὶ μόνῳ τὴν ἄνοδον ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους χαρίζεται, τὴν κεκαλυμμένην τῷ γνόφῳ τῷ τὴν δόξαν θεοῦ περικρύπτοντι, ἀλλὰ πρῶτον μὲν ἀντὶ τοῦ ὄρους ἐπ’ αὐτὸν ἀνάγει τὸν οὐρανὸν, βατὸν τοῖς ἀνθρώποις αὐτὸν διὰ τῆς ἀρετῆς καταστήσας, ἔπειτα δὲ οὐ θεατὰς μόνον τῆς θείας δυνάμεως, ἀλλὰ καὶ κοινωνοὺς ἀπεργάζεται, καὶ εἰς συγγένειαν τρόπον τινὰ τῆς ὑπερκειμένης φύσεως τοὺς προσιόντας ἄγει, οὐδὲ γνόφῳ κατακρύπτει τὴν ὑπερέχουσαν δόξαν, ὡς δυσθεώρητον τοῖς ἀναζητοῦσιν εἶναι, ἀλλὰ τῷ τηλαυγεῖ φωτὶ τῆς διδασκαλίας τὸν γνόφον καταφωτίσας ἐπὶ λαμπρᾶς αἰθρίας τοῖς καθαροῖς τὴν καρδίαν τὴν ἄφραστον δόξαν καθορᾶσθαι ἐποίησεν.
Ὕδωρ δὲ περιῤῥαίνειν οὐκ ἐξ ἀλλοτρίων ναμάτων, ἀλλὰ τὸ ἐν ἡμῖν αὐτοῖς ἀναβρύον χαρίζεται, εἴτε τὰς τῶν ὀφθαλμῶν τις λέγοι πηγὰς, εἴτε τὴν καθαρὰν τῆς καρδίας συνείδησιν, μηδεμίαν ἰλὺν ἀπὸ κακίας ἐπαγομένην. Ἁγνείαν δὲ οὐ μόνον ἀπὸ τῆς ἐννόμου τῶν γαμετῶν ὁμιλίας, ἀλλ’ ἀπὸ πάσης ὑλικῆς τε καὶ ἐμπαθοῦς διαθέσεως νομοθετήσας, οὕτως προσάγει διὰ τῆς προσευχῆς τῷ θεῷ. Αὕτη γὰρ τῶν ῥημάτων ἡ δύναμις, δι’ ὧν οὐχὶ φωνάς τινας ἐν συλλαβαῖς ἐκφωνουμένας μανθάνομεν διὰ τοῦ λόγου, ἀλλ’ ἐπίνοιαν τῆς πρὸς τὸν θεὸν ἀναβάσεως δι’ ὑψηλῆς πολιτείας κατωρθωμένην. Ἔξεστι δὲ δι’ αὐτῶν τῶν τῆς προςευχῆς λόγων τὴν θείαν μυσταγωγίαν κατανοῆσαι. Ὅταν προσεύχησθε, φησίν· οὐκ εἶπεν, Ὅταν εὔχησθε, ἀλλ’, Ὅταν προσεύχησθε, ὡς τοῦ κατὰ τὴν εὐχὴν ἤδη προκατορθωθῆναι προσήκοντος, πρὶν διὰ τῆς προσευχῆς τῷ θεῷ προσεγγίσαι. Τίς δὲ ἡ τῶν ὀνομάτων τούτων κατὰ τὸ σημαινόμενόν ἐστι διαφορά; Ὅτι εὐχὴ μὲν ἔστιν ἐπαγγελία τινὸς τῶν κατ’ εὐσέβειαν ἀφιερουμένων, προσευχὴ δὲ αἴτησις ἀγαθῶν μετὰ ἱκετηρίας προσαγομένη θεῷ.
PG 44:1139Ἐπεὶ οὖν παῤῥησίας ἡμῖν χρεία ὅταν προσίωμεν θεῷ τὰς ὑπὲρ τῶν λυσιτελούντων ἱκετηρίας ποιούμενοι, ἀναγκαίως τὸ κατὰ τὴν εὐχὴν προηγήσεται, ἵνα τὸ παρ’ ἑαυτῶν ἐκτελέσαντες, οὕτως θαρσοῦντες τὸ παρὰ τοῦ θεοῦ ἀντιλαβεῖν ἀξιώσωμεν. Διό φησιν ὁ προφήτης ὅτι, Τὰς εὐχάς μου ἀποδώσω σοι, ἃς διέστειλε τὰ χείλη μου, καὶ, Εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ἡμῶν. Καὶ πολλαχοῦ τῆς γραφῆς τὴν τοιαύτην ἔστιν τῆς εὐχῆς σημασίαν εὑρεῖν, ὥστε γνῶναι ἡμᾶς ὅτι εὐχὴ μὲν ἔστι, καθὼς εἴρηται, χαριστήριος δωροφορίας ἐπαγγελία· ἡ δὲ προσευχὴ τὴν μετὰ τὴν ἐκπλήρωσιν τῆς ἐπαγγελίας τῷ θεῷ γινομένην πρόσοδον διερμηνεύει. Διδάσκει οὖν ἡμᾶς ὁ λόγος μὴ πρότερον αἰτεῖσθαί τι παρὰ τοῦ θεοῦ, πρὶν αὐτῷ τι τῶν κεχαρισμένων δωροφορῆσαι· εὔξασθαι γὰρ χρὴ πρότερον, εἶτα προσεύξασθαι, ὡς εἴ τις λέγοι προηγεῖσθαι τὴν σπορὰν τῆς ἐπικαρπίας. Οὐκοῦν χρὴ πρότερον ἡμᾶς καταβαλεῖν τῆς εὐχῆς τὰ σπέρματα, καὶ οὕτως αὐξηθεῖσαν τὴν καταβολὴν τῶν σπερμάτων καρπώσασθαι, διὰ τῆς προσευχῆς τὴν χάριν ἀντιλαμβάνοντας.
Ὡς οὖν οὐκ ἐσομένης ἐν παῤῥησίᾳ τῆς ἐντεύξεως εἰ μὴ ἐπὶ προληφθείσῃ εὐχῇ τινι καὶ δωροφορίᾳ ἡ πρόσοδος γένοιτο, ἀναγκαίως ἡ εὐχὴ τῆς προσευχῆς προηγήσεται. Ὡς οὖν ἤδη τούτου κατορθωθέντος φησὶ πρὸς τοὺς μαθητὰς ὁ κύριος, Ὅταν προσεύχησθε, λέγετε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τίς δώσει μοι πτέρυγας, ὡσεὶ περιστερᾶς, φησί που τῆς ψαλμῳδίας ὁ μέγας Δαυίδ·
εἴποιμι δ’ ἂν καὶ αὐτὸς, τολμήσας τὴν ἴσην φωνήν, Τίς δώσει μοι τὰς πτέρυγας ἐκείνας πρὸς τὸ δυνηθῆναι τῷ ὕψει τῆς τῶν ῥημάτων μεγαλοφυί̈ας συναναπτῆναι κατὰ διάνοιαν, ὥστε καταλιπεῖν μὲν τὴν γῆν πᾶσαν, διαπερᾶσαί τε πάντα τὸν ἐν μέσῳ κεχυμένον ἀέρα, καταλαβεῖν δὲ τὸ αἰθέριον κάλλος, καὶ ἐπὶ τὰ ἄστρα φθάσαι, καὶ πᾶσαν τὴν ἐν αὐτοῖς διακόσμησιν κατιδεῖν, στῆναι δὲ μηδὲ ἐν τούτοις, ἀλλὰ διεξελθεῖν καὶ διὰ τούτων, καὶ πάντων τῶν κινουμένων τε καὶ μεθισταμένων ἐκτὸς γενέσθαι, καὶ καταλαβεῖν τὴν ἑστῶσαν φύσιν, τὴν ἀμετακίνητον δύναμιν, τὴν ἐφ’ ἑαυτῆς καθιδρυμένην, τὴν πάντα ἄγουσάν τε καὶ φέρουσαν ὅσα ἐν τῷ εἶναι ἔστιν, πάντα τὰ τοῦ ἀφράστου θελήματος τῆς θείας σοφίας ἐξηρτημένα, ὥστε πάντων τῶν ἀλλοιουμένων τε καὶ μεθισταμένων πόῤῥω τῇ διανοίᾳ γενόμενος ἐν ἀτρέπτῳ τε καὶ ἀκλινεῖ τῇ τῆς ψυχῆς καταστάσει τὸν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον διὰ τῆς γνώμης πρότερον οἰκειώσασθαι, εἶθ’ οὕτω τῇ οἰκειοτάτῃ προσηγορίᾳ ἐπικαλέσασθαι καὶ εἰπεῖν, Πάτερ;
PG 44:1141Οἵας γὰρ τῷ λέγοντι χρεία ψυχῆς, ὅσης τῆς παῤῥησίας, οἵας τῆς συνειδήσεως, ἵνα θεὸν νοήσας, ὡς ἔστι δυνατὸν, ἐκ τῶν ἐπινοουμένων αὐτῷ προσηγοριῶν πρὸς τὴν σύνεσιν τοῦ ἀφράστου δόξης χειραγωγούμενος, καὶ μαθὼν ὅτι ἡ θεία φύσις, ὅ τί ποτέ ἐστιν, αὐτοαγαθότης ἐστὶν, ἁγιασμὸς, ἀγαλλίαμα, δύναμις, δόξα, καθαρότης, ἀϊδιότης, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, καὶ ὅσα τοιαῦτα νενόηται περὶ τὴν θείαν φύσιν, διά τε τῆς θείας γραφῆς καὶ τῶν οἰκείων λογισμῶν κατανοήσας, εἶτα τολμήσει τὴν τοιαύτην προέσθαι φωνὴν, καὶ τὸν τοιοῦτον ἑαυτοῦ κατονομάσαι πατέρα; Δῆλον γὰρ ὅτι, εἰ μετέχοι τινὸς διανοίας, οὐκ ἂν θαρσήσειεν, μὴ τὰ αὐτὰ καὶ ἐν ἑαυτῷ βλέπων, ἐκείνην προέσθαι πρὸς τὸν θεὸν τὴν φωνὴν, καὶ εἰπεῖν, Πάτερ.
Τῆς γὰρ πονηρᾶς προαιρέσεως ὁ ἀγαθὸς κατ’ οὐσίαν πατὴρ γενέσθαι φύσιν οὐκ ἔχει, οὔτε τοῦ κατὰ τὸν βίον βεβηλωθέντος ὁ ἅγιος, οὔτε τοῦ περιτρεπομένου ὁ ἀναλλοίωτος, οὔτε τοῦ νεκρωθέντος ἐξ ἁμαρτίας ὁ πατὴρ τῆς ζωῆς, οὔτε τῶν ἐν τοῖς πάθεσι τῆς ἀτιμίας ἀσχημονούντων ὁ καθαρὸς καὶ ἀκήρατος, οὔτε τοῦ πλεονέκτου ὁ εὐεργέτης, οὔτε ὅλως τῶν ἔν τινι κακῷ εὑρισκομένων ὁ ἐν παντὶ ἀγαθῷ θεωρούμενος. Εἰ γάρ τις πρὸς ἑαυτὸν βλέπων ἔτι καθαρσίου δεόμενον, καὶ τὴν μοχθηρὰν ἑαυτοῦ συνείδησιν ἐπιγινώσκων πλήρη κηλίδων καὶ πονηρῶν ἐγκαυμάτων, πρὶν καθαρθῆναι τῶν τοιούτων κακῶν πρὸς τὴν τοῦ θεοῦ συγγένειαν ἑαυτὸν εἰσποιοῖ καὶ λέγοι, Πάτερ, τῷ δικαίῳ ὁ ἄδικος, καὶ τῷ καθαρῷ ὁ ἀκάθαρτος, ὕβρις ἄντικρυς ἂν εἴη καὶ λοιδορίας τὰ ῥήματα, εἴπερ τῆς ἰδίας μοχθηρίας πατέρα τὸν θεὸν ὀνομάζοι· ἡ γὰρ τοῦ πατρὸς φωνὴ τὴν αἰτίαν τοῦ ἐξ αὐτοῦ ὑποστάντος διασημαίνει. Οὐκοῦν ὁ μοχθηρὸς τὴν συνείδησιν, εἰ πατέρα ἑαυτοῦ τὸν θεὸν λέγοι, οὐδὲν ἕτερον ἢ τῶν ἰδίων κακῶν ἀρχηγόν τε καὶ αἴτιον αὐτὸν εἶναι κατηγορήσει.
Ἀλλ’ οὔ τις κοινωνία φωτὶ πρὸς σκότος, φησὶν ὁ ἀπόστολος, ἀλλὰ τῷ φωτὶ φῶς προσῳκείωται, καὶ τῷ δικαίῳ τὸ δίκαιον, καὶ τῷ καλῷ τὸ καλὸν, καὶ τῷ ἀφθαρτῷ τὸ ἄφθαρτον. Τὰ δὲ ἐναντία πρὸς τὰ ὁμογενῆ πάντως τὴν συγγένειαν ἔχει. Οὐ γὰρ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν. Εἰ τοίνυν βαρυκάρδιός τις ὢν, καθώς φησιν ἡ γραφὴ, καὶ τὸ ψεῦδος ζητῶν κατατολμᾷ τῶν τῆς προσευχῆς ῥημάτων, γινωσκέτω ὅτι οὐ τὸν οὐράνιον ὁ τοιοῦτος πατέρα καλεῖ, ἀλλὰ τὸν καταχθόνιον, ὃς αὐτός τε ψεύστης ἐστὶν καὶ τοῦ ἐν ἑκάστῳ συνισταμένου ψεύδους πατὴρ γίνεται, Ἐκεῖνος ἁμαρτία καὶ ἁμαρτίας πατήρ. Διὰ τοῦτο οἱ ἐμπαθεῖς τὴν ψυχὴν ὀργῆς τέκνα παρὰ τοῦ ἀποστόλου προσαγορεύονται, καὶ ὁ τῆς ζωῆς ἀποστὰς ἀπωλείας υἱὸς ὀνομάζεται, καί τις βλακώδης καὶ θηλυδρίας υἱὸς κορασίων αὐτομολούντων προσηγορεύθη. Ὡσαύτως καὶ ἐκ τοῦ ἐναντίου οἱ λαμπροὶ τὴν συνείδησιν υἱοὶ φωτὸς καὶ ἡμέρας προσαγορεύονται, καὶ δυνάμεως υἱοὶ ἕτεροι οἱ πρὸς τὴν θείαν ἰσχὺν ἑαυτοὺς τονώσαντες.
Ὅταν τοίνυν πατέρα τὸν θεὸν λέγειν ἡμᾶς ἐν τῇ προσευχῇ διδάσκῃ ὁ κύριος, οὐδὲν ἕτερόν μοι δοκεῖ ποιεῖν ἢ τὸν ὑψηλόν τε καὶ ἐπηρμένον ἡμῖν νομοθετεῖν βίον· οὐ γὰρ δὴ ψεύδεσθαι διδάσκει ἡμᾶς ἡ ἀλήθεια, ὥστε λέγειν ὃ μή ἐσμεν καὶ ὀνομάζειν ὃ μὴ πεφύκαμεν, ἀλλὰ πατέρα λέγοντας ἑαυτῶν τὸν ἄφθαρτόν τε καὶ δίκαιον καὶ ἀγαθὸν, ἐπαληθεύειν τῷ βίῳ τὴν ἀγχιστείαν. Ὁρᾷς ὅσης ἡμῖν παρασκευῆς ἐστι χρεία, οἵου βίου, πόσης καὶ ποταπῆς σπουδῆς, ὥστε ποτὲ πρὸς τοῦτο τὸ μέτρον τῆς παῤῥησίας ὑψωθείσης ἡμῶν τῆς συνειδήσεως τολμῆσαι εἰπεῖν τῷ θεῷ ὅτι, Πάτερ. Εἰ γὰρ περὶ τὰ χρήματα βλέποις, εἰ περὶ τὴν βιωτικὴν ἀπάτην ἠσχολημένος εἴης, ἢ τὴν ἐξ ἀνθρώπων δόξαν ἀναζητοίης, ἢ τῶν ἐπιθυμιῶν ταῖς ἐμπαθεστέραις δουλεύοις, ἔπειτα τὴν τοιαύτην προσευχὴν διὰ στόματος λάβοις, τί οἴει ἐρεῖν τὸν εἰς τὸν βίον σου βλέποντα καὶ τῆς εὐχῆς ἐπαί̈οντα; Ἐγὼ μὲν γὰρ τοιούτων τινῶν ῥημάτων ἀκούειν δοκῶ, ὡσανεὶ τοῦ θεοῦ πρὸς τὸν τοιοῦτον λέγοντος, Πατέρα καλεῖς, ὁ κατεφθαρμένος τῷ βίῳ τὸν τῆς ἀφθαρσίας πατέρα; τί μολύνεις τῇ ῥυπαρᾷ σου φωνῇ τὸ ἀκήρατον ὄνομα; τί καταψεύδῃ τοῦ ῥήματος;
PG 44:1143τί καθυβρίζεις τὴν ἀμόλυντον φύσιν; Εἰ τέκνον ἦς ἐμὸν, ἐκ τῶν ἐμῶν ἀγαθῶν ἔδει πάντως καὶ τὸν σὸν βίον χαρακτηρίζεσθαι. Οὐκ ἐπιγινώσκω τῆς ἐμῆς φύσεως ἐν σοὶ τὴν εἰκόνα· ἐκ τῶν ἐναντίων οἱ χαρακτῆρες. Τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς ζωῆς καὶ θανάτου συγγένεια; τίς οἰκειότης τῷ καθαρῷ τὴν φύσιν πρὸς τὸν ἀκάθαρτον; Πολὺ τοῦ εὐεργετοῦντος πρὸς τὸν πλεονέκτην τὸ μέσον. Ἄμικτος ἡ τοῦ ἐλεήμονος καὶ τοῦ ἀπηνοῦς ἐναντίωσις. Ἄλλος πατὴρ τῶν ἐν σοὶ κακῶν. Τὰ γὰρ ἐμὰ γεννήματα τοῖς πατρῴοις ἀγαθοῖς καλλωπίζεται· τέκνον τοῦ ἐλεήμονος ὁ ἐλεήμων, καὶ τοῦ καθαροῦ ὁ καθαρὸς, ὁ φθορᾶς ἀλλότριος τοῦ ἀφθάρτου, καὶ τὸ ὅλον ἐξ ἀγαθοῦ ἀγαθὸς καὶ ἐκ δικαίου δίκαιος. Ὑμᾶς δὲ οὐκ οἶδα πόθεν ἐστέ. Οὐκοῦν ἐπικίνδυνον πρὶν καθαρθῆναι τῷ βίῳ τῆς προσευχῆς ταύτης κατατολμῆσαι, καὶ πατέρα ἑαυτοῦ τὸν θεὸν ὀνόμασαι. Ἀλλὰ ἀκούσωμεν τῶν τῆς προσευχῆς ῥημάτων πάλιν, εἴ τις ἄρα γένοιτο ἡμῖν τῶν κρυφίων τοῦ νοῦ κατανόησις διὰ τῆς συνεχεστέρας ἐπαναλήψεως. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὅτι μὲν οὖν χρὴ τῷ κατ’ ἀρετὴν βίῳ τὸν θεὸν οἰκειώσασθαι, μετρίως ἡμῖν διὰ τῶν προλαβόντων ἐξήτασται λόγων.
Δοκεῖ δέ μοι καὶ βαθυτέραν τινὰ διάνοιαν ὑποσημαίνειν ὁ λόγος· ταῦτα γὰρ ὑπόμνησιν ἡμῖν ἐμποιεῖ τῆς τε πατρίδος ἧς ἐκπεπτώκαμεν, καὶ τῆς εὐγενείας ἧς ἀπεβλήθημεν. Καὶ γὰρ ἐν τῷ κατὰ τὸν νέον διηγήματι τὸν ἀποστάντα τῆς πατρῴας ἑστίας καὶ πρὸς τὸν χοιρώδη βίον αὐτομολήσαντα τὴν ἀνθρωπίνην ἀθλιότητα δείκνυσιν ὁ λόγος, ἱστορικῶς διηγούμενος τὴν ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀσωτίαν, οὐ πρότερον δὲ αὐτὸν ἐπανάγει πρὸς τὴν ἐξ ἀρχῆς εὐκληρίαν, πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης ἀναλαβεῖν συμφορᾶς, καὶ εἰς ἑαυτὸν ἐλθεῖν καὶ μελετῆσαι τὰ τῆς μεταμελείας ῥήματα. Ταῦτα δὲ ἦν συμβαίνοντά πως τοῖς τῆς προςευχῆς λόγοις· φησὶν γὰρ ἐκεῖ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· οὐκ ἂν προσθεὶς τῇ ἐξομολογήσει τὴν εἰς τὸν οὐρανὸν ἁμαρτίαν, μὴ πεπεισμένος ἑαυτοῦ πατρίδα εἶναι τὸν οὐρανὸν, ὃν καταλιπὼν ἐπλημμέλησεν.
PG 44:1145Διὰ τοῦτο καὶ εὐπρόσιτον αὐτῷ τὸν πατέρα ἡ μελέτη τῆς τοιαύτης ἐξομολογήσεως ἀπεργάζεται, ὥστε καὶ προσδραμεῖν αὐτῷ καὶ φιλήματι τὸν τράχηλον δεξιώσασθαι, ὅπερ σημαίνει τὸν λογικὸν ζυγὸν τὸν διὰ στόματος ἐπιβληθέντα τῷ ἀνθρώπῳ διὰ τῆς εὐαγγελικῆς παραδόσεως, τῷ ἐκδύντι τὴν πρώτην τῆς ἐντολῆς ζεύγλην καὶ ἀποσεισαμένῳ τὸν φυλάσσοντα νόμον, περιθεῖναι δὲ αὐτῷ καὶ τὴν στολὴν, οὐκ ἄλλην, ἀλλὰ τὴν πρώτην, ἧς ἐγυμνώθη διὰ τῆς παρακοῆς, ὁμοῦ τῇ γεύσει τῶν ἀπειρημένων γυμνὸν ἑαυτὸν θεασάμενος· ὅ τε περὶ τὴν χεῖρα δακτύλιος διὰ τῆς ἐν τῇ σφενδόνῃ γλυφῆς τὴν τῆς εἰκόνος ἐπανάληψιν ὑποσημαίνει· ἀσφαλίζεται δὲ καὶ τοὺς πόδας τοῖς ὑποδήμασιν, ὡς ἂν μὴ γυμνῇ τῇ πτέρνῃ τῇ κεφαλῇ τοῦ ὄφεως προσεγγίζων ἐμπίπτοι τῷ δήγματι.
Ὥςπερ τοίνυν ἐκεῖ τῆς παρὰ τοῦ πατρὸς φιλανθρωπίας αἰτία γέγονε τῷ νέῳ ἡ πρὸς τὴν πατρῴαν ἑστίαν ἐπιστροφὴ (αὕτη δὲ ἦν ὁ οὐρανὸς, εἰς ὃν πεπλημμεληκέναι τῷ πατρὶ λέγει), οὕτω καὶ ἐνταῦθα δοκεῖ μοι διδάσκων ὁ κύριος τὸν ἐν τοῖς οὐρανοῖς ἐπικαλεῖσθαι πατέρα μνήμην σοι ποιεῖσθαι τῆς ἀγαθῆς πατρίδος, ὡς ἂν ἐπιθυμίαν σφοδροτέραν τῶν καλῶν ἐμποιήσας ἐπιστήσειέν σε τῇ ὁδῷ τῇ πρὸς τὴν πατρίδα πάλιν ἐπαναγούσῃ. Ὁδὸς δὲ ἡ πρὸς τὸν οὐρανὸν τὴν ἀνθρωπίνην φύσιν ἀνάγουσα οὐδεμία τίς ἐστιν ἄλλη εἰ μὴ φυγὴ καὶ ἀπόστασις τῶν περιγείων κακῶν· τῆς δὲ φυγῆς τῶν κακῶν ἐπίνοια οὐκ ἄλλη μοί τις εἶναι δοκεῖ πλὴν τῆς πρὸς τὸν θεὸν ὁμοιώσεως. Τῷ δὲ ὁμοιωθῆναι θεῷ τὸ δίκαιόν τε καὶ ὅσιον καὶ ἀγαθὸν, καὶ τὰ τοιαῦτα ἔστι γενέσθαι· ὧν εἴ τις, ὡς ἔστι δυνατὸν, τοὺς χαρακτῆρας ἐναργῶς ἐν ἑαυτῷ τυπώσειεν, ἀμογητὶ κατὰ τὸ αὐτόματον πρὸς τὸν οὐράνιον χῶρον ἀπὸ τοῦ περιγείου μεταναστήσεται βίου.
Οὐ γὰρ τοπικὴ τοῦ θείου πρὸς τὸ ἀνθρώπινόν ἐστιν ἡ διάστασις, ὥστε τινὸς μηχανῆς ἡμῖν καὶ ἐπινοίας γενέσθαι χρείαν, τὸ βαρύ τε καὶ ἐμβριθὲς καὶ γεῶδες τοῦτο σαρκίον πρὸς τὴν ἀσώματόν τε καὶ νοερὰν διαγωγὴν μετοικίζειν, ἀλλὰ νοητῶς τῆς ἀρετῆς τοῦ κακοῦ κεχωρισμένης ἐν μόνῃ τῇ προαιρέσει τοῦ ἀνθρώπου κεῖται πρὸς ὅπερ ἂν ἐπικλιθείη τῇ ἐπιθυμίᾳ, ἐν ἐκείνῳ εἶναι. Ἐπεὶ οὖν οὐδεὶς ἔπεστι πόνος ἑλέσθαι τὸ ἀγαθὸν, τῷ δὲ ἑλέσθαι καὶ τὸ τυχεῖν ἕπεται ὧν τις προείλετο, ἔξεστί σοι εὐθὺς ἐν τῷ οὐρανῷ εἶναι, τὸν θεὸν ἐν τῇ διανοίᾳ λαβόντι. Εἰ γὰρ, καθώς φησιν ὁ ἐκκλησιαστὴς, ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, σὺ δὲ τῷ θεῷ, κατὰ τὸν προφήτην, προσεκολλήθης, ἀνάγκη πᾶσα τὸν τῷ θεῷ συνημμένον ἐκεῖ εἶναι ὅπου ἔστιν ὁ θεός. Προστάξας τοίνυν ἐν τῇ προςευχῇ λέγειν πατέρα ἑαυτοῦ τὸν θεὸν οὐδὲν ἕτερον ἢ ὁμοιοῦσθαί σε τῇ θεοπρεπεῖ πολιτείᾳ τῷ οὐρανίῳ κελεύει πατρὶ, καθάπερ καὶ φανερώτερον ἑτέρωθι τὸ τοιοῦτον παρεγγυᾷ λέγων, Γίνεσθε τέλειοι, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.
Εἰ οὖν νενοήκαμεν τῆς τοιαύτης προσευχῆς τὴν διάνοιαν, καιρὸς ἂν εἴη παρασκευάζειν ἑαυτῶν τὰς ψυχὰς, ὥστε ποτὲ θαρσῆσαι τὰς φωνὰς ταύτας ἀναλαβεῖν διὰ στόματος καὶ εἰπεῖν ἐν παῤῥησίᾳ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ γὰρ φανερὰ τῆς πρὸς τὸν θεὸν ὁμοιότητός ἐστι τὰ γνωρίσματα, δι’ ὧν ἔστι τέκνον θεοῦ γενέσθαι τινά (ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· λαμβάνει δέ τις ἐν ἑαυτῷ τὸν θεὸν ὁ τὴν κατὰ τὸ ἀγαθὸν ἀναλαβὼν τελειότητα), οὕτως ἔστι τινα καὶ τοῦ πονηροῦ χαρακτῆρος ἴδια σημεῖα, ἐν οἷς ὁ γενόμενος υἱὸς θεοῦ εἶναι οὐ δύναται, τῆς ἐναντίας φύσεως τὴν εἰκόνα φέρων. Βούλει γνῶναι τοῦ πονηροῦ χαρακτῆρος τὰ ἰδιώματα; Ὁ φθόνος, τὸ μῖσος, ἡ διαβολὴ, ὁ τύφος, ἡ πλεονεξία, ἡ ἐμπαθὴς ἐπιθυμία, τὸ κατὰ τὴν δοξομανίαν ἀῤῥώστημα, ταῦτά ἐστι καὶ τὰ τοιαῦτα οἷς ἡ μορφὴ τοῦ ἐναντίου χαρακτηρίζεται. Ὁ τοίνυν ταῖς τοιαύταις κηλῖσι τὴν ψυχὴν ἐγκεκαυμένος ἐὰν πατέρα καλέσῃ, ποῖος αὐτῷ πατὴρ ἐπακούσεται; Δηλαδὴ ὁ συγγενῶς πρὸς τὸν κεκληκότα ἔχων. Οὗτος δέ ἐστιν οὐχ ὁ οὐράνιος, ἀλλ’ ὁ καταχθόνιος·
PG 44:1147οὗ γὰρ τὰ σημεῖα φέρει τῆς ἀγχιστείας, ἐκεῖνος πάντως τὴν ἰδίαν συγγένειαν ἐπιγνώσεται. Οὐκοῦν ἡ τοῦ πονηροῦ ἀνδρὸς προσευχὴ, ἕως ἂν ἐν τῇ πονηρίᾳ ᾖ, τοῦ διαβόλου ἐπίκλησις γίνεται, τοῦ δὲ ἀφεστῶτος τῆς πονηρίας καὶ ἐν ἀγαθότητι ζῶντος τὸν ἀγαθὸν πατέρα ἡ φωνὴ προσκαλέσεται. Ὅταν τοίνυν προσίωμεν τῷ θεῷ, πρότερον τὸν βίον ἐπισκοπήσωμεν, εἴ τι τῆς θείας συγγενείας ἄξιον ἐν ἑαυτοῖς φέρομεν, εἶθ’ οὕτω τὸν τοιοῦτον λόγον εἰπεῖν θαρσήσωμεν· ὁ γὰρ λέγειν πατέρα προστάξας τὸ ψεῦδος λέγειν οὐ συνεχώρησεν. Οὐκοῦν ὁ τῆς θεϊκῆς εὐγενείας ἀξίως πολιτευσάμενος, οὗτος καλῶς πρὸς τὴν οὐράνιον πόλιν ὁρᾷ, πατέρα τε τὸν τῶν οὐρανῶν βασιλέα καὶ πατρίδα ἑαυτοῦ τὴν οὐράνιον ὀνομάζων μακαριότητα. Εἰς τί φέρει τῆς συμβουλῆς ὁ σκοπός, Τὰ ἄνω φρονεῖν; οὗ ὁ θεὸς, ἐκεῖ θεμελίους τῆς οἰκήσεως ἑαυτοῦ καταβάλλεσθαι, ἐκεῖ τοὺς θησαυροὺς ἀποτίθεσθαι, ἐκεῖ μετοικίζειν ἑαυτοῦ τὴν καρδίαν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς, ἐκεῖ ἔσται καὶ ἡ καρδία· πρὸς τὸ πατρικὸν κάλλος διὰ παντὸς βλέπειν, καὶ κατ’ ἐκεῖνο τὴν ἰδίαν καλλωπίζειν ψυχήν. Οὐκ ἔστι προσωποληψία παρὰ θεῷ, φησὶν ἡ γραφή.
Ἀπέστω καὶ τῆς σῆς μορφῆς ὁ τοιοῦτος ῥύπος. Φθόνου καθαρὸν τὸ θεῖον καὶ πάσης ἐμπαθοῦς κηλῖδος· μηδέ σε καταστιζέτω τὰ τοιαῦτα πάθη, μὴ φθόνος, μὴ τύφος, μὴ ἄλλο τι τῶν μολυνόντων τὸ θεοειδὲς κάλλος. Ἐὰν τοιοῦτος ᾖς, θάρσησον τῇ οἰκείᾳ φωνῇ τὸν θεὸν προσκαλέσασθαι, καὶ πατέρα ἑαυτοῦ τὸν τοῦ παντὸς δεσπότην κατονομάσαι. Ὄψεταί σε πατρικοῖς ὀφθαλμοῖς, περιστελεῖ σε τῇ θείᾳ στολῆ, κατακοσμήσει τῷ δακτυλίῳ, καταρτίσει τοὺς πόδας πρὸς τὴν ἄνω πορείαν τοῖς εὐαγγελικοῖς ὑποδήμασιν, ἀποκαταστήσει σε τῇ οὐρανίῳ πατρίδι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Discourse IIIΛΟΓΟΣ γ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
ΛΟΓΟΣ γ. Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου.
Ὁ τὴν σκιὰν τῶν μελλόντων ἀγαθῶν περιέχων νόμος, καί τισιν αἰνίγμασι τυπικοῖς προαναφωνῶν τὴν ἀλήθειαν, ἐπειδὰν εἰς τὸ ἄδυτον εἰσάγῃ προσευξόμενον τῷ θεῷ τὸν ἱερέα, πρῶτον μὲν καθαρσίοις τισὶ καὶ περιῤῥαντισμοῖς ἀφαγνίζει τὸν εἰσιόντα, εἶτα τῇ ἱερατικῇ στολῇ χρυσῷ καὶ πορφύρᾳ καὶ τοῖς λοιποῖς ἄνθεσι τῆς βαφῆς ἐκπρεπῶς ἐξησκημένῃ κατακοσμήσας, τήν τε περιστήθιον ἐπιβαλὼν αὐτῷ μίτραν, καὶ τοὺς κώδωνας τῶν κρασπέδων μετὰ τῶν ῥοί̈σκων ἐξάψας, ἄνωθεν δὲ ταῖς ἐπωμίσι διασφίγξας τὸν ἐπενδύτην, καὶ τὴν κεφαλὴν καλλωπίσας τῷ διαδήματι, δαψιλῶς τε τῆς κόμης καταχέας τοῦ μύρου, οὕτως αὐτὸν παράγει ἐπὶ τὸ ἄδυτον, τὰς ἀποῤῥήτους ἱερουργίας ἐπιτελέσοντα.
PG 44:1149Ὁ δὲ πνευματικὸς νομοθέτης, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀπογυμνῶν τῶν σωματικῶν προκαλυμμάτων τὸν νόμον, καὶ εἰς τὸ ἔμφανες ἄγων τὰ τῶν τύπων αἰνίγματα, πρῶτον μὲν οὐχ ἕνα τοῦ παντὸς ἀποκρίνας μόνον εἰς ὁμιλίαν ἄγει θεῷ, ἀλλὰ παντὶ κατὰ τὸ ἴσον τὴν ἀξίαν ταύτην χαρίζεται, κοινὴν προθεὶς τοῖς βουλομένοις τῆς ἱερωσύνης τὴν χάριν, ἔπειτα δὲ οὐκ ἀλλοτρίῳ κόσμῳ τῷ ἐκ βαφῆς τινος καὶ ὑφαντικῆς περιεργίας ἐξευρημένῳ τὸ κάλλος τοῦ ἱερέως σοφίζεται, ἀλλ’ οἰκεῖον αὐτῷ καὶ συμφυῆ περιβάλλει τὸν κόσμον, ἀντὶ τῆς ποικίλης ἁλουργίδος ταῖς τῶν ἀρετῶν χάρισι περιανθίζων, κοσμεῖ δὲ καὶ τὸ στῆθος, οὐ γηί̈νῳ χρυσῷ, ἀλλ’ ἐν ἀκηράτῳ καὶ καθαρᾷ συνειδήσει τὸ τῆς καρδίας ὡραί̈ζων κάλλος, ἐναρμόζει δὲ τῇ μίτρᾳ ταύτῃ καὶ πολυτελῶν λίθων αὐγάς· αὗται δέ εἰσιν αἱ τῶν ἁγίων ἐντολῶν λαμπηδόνες, ὡς τῷ ἀποστόλῳ δοκεῖ. Ἀλλὰ καὶ τῇ περισκελίδι τὸ μέρος ἐκεῖνο ᾧ κόσμος ἐστὶ τὸ τοιοῦτον τοῦ ἐνδύματος εἶδος κατασφαλίζεται· πάντως δὲ οὐκ ἀγνοεῖς ὅτι τὸ τῆς σωφροσύνης περιβόλαιον κόσμος τοῦ τοιούτου μέρους ἐστίν.
Ἀπαρτήσας δὲ τῶν κρασπέδων τοῦ βίου τοὺς νοητοὺς ῥοί̈σκους τε καὶ τοὺς κώδωνας, ταῦτα δὲ εἰκότως ἄν τις τὰ προφανῆ τῆς κατ’ ἀρετὴν πολιτείας νοήσειεν, ὡς ἂν ἐπίσημος ἡ κατὰ τὴν ζωὴν ταύτην πορεία γένοιτο· τούτων οὖν τῶν κρασπέδων ἐξάψας ἀντὶ μὲν τοῦ κώδωνος τὸν εὔηχον λόγον τῆς πίστεως, ἀντὶ δὲ τοῦ ῥοί̈σκου τὴν κεκρυμμένην τῆς μελλούσης ἐλπίδος ἑτοιμασίαν, τὴν τῷ στυφωτέρῳ βίῳ κεκαλυμμένην, ἀντὶ δὲ τῶν ἀνθινῶν τὴν εὐανθῆ τοῦ παραδείσου χάριν, οὕτω παράγει ἐπὶ τὸ ἄδυτον τοῦ ἱεροῦ καὶ ἐνδότατον. Τὸ δὲ ἄδυτον τοῦτο οὐκ ἄψυχόν ἐστιν, οὔτε χειρόκμητον, ἀλλὰ τὸ κρυπτὸν τῆς καρδίας ἡμῶν ταμεῖον, ἐὰν ἀληθῶς ἄδυτον ᾖ τῇ κακίᾳ καὶ τοῖς πονηροῖς λογισμοῖς ἀνεπίβατον. Κοσμεῖ δὲ τὴν κεφαλὴν τῷ οὐρανίῳ φρονήματι, οὐ γραμμάτων τύπον ἐνσημηνάμενος πετάλῳ χρυσῷ, ἀλλ’ αὐτὸν τὸν θεὸν ἐντυπώσας ἐν τῷ ἡγεμονικῷ λογισμῷ· μύρον δὲ καταχέει τῆς κόμης τὸ παρ’ αὐτῆς ἔνδοθεν τῆς ψυχῆς διὰ τῶν ἀρετῶν μυρεψούμενον· θῦμα δὲ καὶ ἱερεῖον προσάγειν αὐτὸν τῷ θεῷ παρασκευάζει διὰ τῆς μυστικῆς ἱερουργίας οὐκ ἄλλο τι ἢ ἑαυτόν.
Ὁ γὰρ οὕτως παρὰ τοῦ κυρίου πρὸς τὴν ἱερωσύνην ταύτην ἀγόμενος τὸ φρόνημα τῆς σαρκὸς νεκρώσας ἐν τῇ μαχαίρᾳ τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, οὕτως ἱλεοῦται τὸν θεὸν ἐν τοῖς ἀδύτοις γενόμενος, ἑαυτὸν διὰ τῆς τοιαύτης θυσίας ἱερουργήσας, καὶ παραστήσας τὸ ἑαυτοῦ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ θεῷ. Ἀλλ’ ἐρεῖ τις ἴσως μὴ ταῦτα κατὰ τὸ πρόχειρον ἔχειν τὴν τῆς προσευχῆς διάνοιαν τῆς προκειμένης ἡμῖν εἰς ἐξήγησιν, περινοεῖν δὲ ἡμᾶς τοὺς τοιούτους λόγους οὐκ ἐκ τῶν οἰκείων τοῖς ὑποκειμένοις ἁρμόζοντας. Οὐκοῦν πάλιν ὑπομνησθήτω τῶν πρώτων τῆς προσευχῆς ῥημάτων.
PG 44:1151Ὁ γὰρ οὕτως ἑαυτὸν παρασκευάσας ὥστε ἐν παῤῥησίᾳ τολμῆσαι πατέρα ἑαυτοῦ τὸν θεὸν ὀνομάσαι, οὗτος ἀκριβῶς περίκειται τὴν στολὴν ἐκείνην ἣν ὁ λόγος ὑπέγραψεν, καὶ ἠχεῖ τοῖς κώδωσιν, καὶ ἐξανθεῖ τοῖς ῥοί̈σκοις, καὶ λάμπει περὶ τὸ στῆθος ταῖς τῶν ἐντολῶν αὐγαῖς, καὶ φέρει τοῖς ὤμοις τοὺς πατριάρχας τε καὶ τοὺς προφήτας, ἀντὶ τῶν ὀνομάτων τὰς ἀρετὰς ἐκείνων εἰς τὸν ἴδιον κόσμον μετακοσμήσας, καὶ τὴν κεφαλὴν κοσμεῖ τῷ τῆς δικαιοσύνης στεφάνῳ, καὶ τὴν κόμην ἔχει τῷ οὐρανίῳ μύρῳ διάβροχον, ἐντός τε γίνεται τῶν ἐπουρανίων ἀδύτων, ἅπερ παντὶ λογισμῷ βεβήλῳ ἄδυτα ὡς ἀληθῶς ἐστι καὶ ἀνεπίβατα. Ἀλλ’ ὅπως μὲν προσήκει παρεσκευάσθαι τὸν ἱερωμένον, μετρίως ἐν τοῖς ἐξητασμένοις ὁ λόγος ὑπέδειξεν, λοιπὸν δ’ ἂν εἴη σκοπεῖν αὐτὴν τὴν αἴτησιν ἣν προσάγειν ἐκέλευσεν τῷ θεῷ τὸν ἐντὸς τῶν ἀδύτων γενόμενον· οὐ γάρ μοι δοκεῖ κατὰ τὸ πρόχειρον εὔληπτον παρέχειν ἡμῖν τὴν διάνοιαν ψιλῶς τῆς προσευχῆς ἐκτεθέντα τὰ ῥήματα. Ἁγιασθήτω, φησὶ, τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Τί ταῦτα πρὸς τὴν ἐμὴν χρείαν;
εἴποι τις ἂν ἄνθρωπος, ἢ ἐπὶ ἁμαρτίαις ἑαυτὸν διὰ μετανοίας μαστίζων, ἢ ὅπως ἂν φύγοι κατακρατοῦσαν τὴν ἁμαρτίαν τὸν θεὸν εἰς συμμαχίαν καλῶν, ἐν ὀφθαλμοῖς ἔχων ἀεὶ τὸν διὰ τῶν πειρασμῶν προσπαλαίοντα. Ἔνθεν οἱ θυμοὶ τὸν λογισμὸν τοῦ καθεστηκότος παράγουσιν, ἐκεῖθεν αἱ τῶν ἀτόπων ἐπιθυμίαι τὸν τόνον τῆς ψυχῆς ἐκνευρίζουσιν, ἑτέρωθεν ἡ πλεονεξία πήρωσιν ἐπάγει τῷ διορατικῷ τῆς καρδίας, ὁ τύφος, ἡ ὑπερηφανία, τὸ μῖσος, ὁ λοιπὸς τῶν ἀντιπαλαιόντων ἡμῖν κατάλογος οἷόν τι στῖφος πολεμίων ἐν κύκλῳ περιστοιχισάμενον τὸν περὶ τῶν ἐσχάτων ἐπάγει τῇ ψυχῇ κίνδυνον· εἶτα ὁ ἐκδῦναι τὰ κακὰ ταῦτα διὰ τῆς κρείττονος συμμαχίας σπουδάζων ποίοις ἂν κυριώτερον χρήσαιτο λόγοις; οὐχ οἷς ὁ μέγας Δαυίδ, Ῥυσθείην ἐκ τῶν μισούντων με, λέγων, καὶ, Ἀποστραφήτωσαν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, καὶ, Δὸς ἡμῖν βοηθείαν ἐκ θλίψεως, καὶ ὅσα τοιαῦτα δι’ ὧν ἔστι τοῦ θεοῦ τὴν συμμαχίαν κατὰ τῶν ἐναντίων διαναστῆσαι; Νυνὶ δὲ τί φησιν ὁ τῆς προσευχῆς νόμος; Ἁγιασθήτω τὸ ὄνομά σου. Εἰ γὰρ μὴ λέγοιτο παρ’ ἐμοῦ τοῦτο, ἆρα δυνατόν ἐστι μὴ ἅγιον εἶναι τοῦ θεοῦ τὸ ὄνομα; Ἐλθέτω ἡ βασιλεία σου.
Τί γὰρ τῆς ἐξουσίας τοῦ θεοῦ ἠλλοτρίωται, τοῦ διειληφότος τῇ σπιθαμῇ τὸν οὐρανὸν ὅλον, καθώς φησιν Ἡσαί̈ας, τοῦ περιδεδραγμένου πάσης τῆς γῆς, τοῦ περικρατοῦντος ἐν τῇ χειρὶ τὴν ὑγρὰν φύσιν, ὃς πᾶσαν ἐγκόσμιόν τε καὶ ὑπερκόσμιον ἐνηγκάλισται κτίσιν; Εἰ οὖν ἅγιον ἀεὶ τοῦ θεοῦ τὸ ὄνομα, καὶ οὐδὲν ἐκπέφευγε τὸ κράτος τῆς τοῦ θεοῦ δεσποτείας, ἀλλὰ καὶ κρατεῖ πάντων, καὶ κατὰ τὸν ἁγιασμὸν προςθήκης οὐκ ἐπιδέεται ὁ διὰ πάντων ἀνελλιπὴς καὶ τέλειος, τί βούλεται ἡ εὐχὴ, Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου; Ἢ τάχα τι τοιοῦτον ὁ λόγος ἐν τῷ εἴδει τῆς προσευχῆς δογματίζει, ὅτι ἀσθενής ἐστι πρὸς ἀγαθοῦ τινος κτῆσιν ἡ ἀνθρωπίνη φύσις, καὶ διὰ τοῦτο οὐκ ἄν τι γένοιτο τῶν σπουδαζομένων ἡμῖν, μὴ τῆς θείας συμμαχίας τὸ ἀγαθὸν ἐν ἡμῖν κατορθούσης; Ἀγαθῶν δὲ πάντων ἐστὶ τὸ κεφάλαιον τὸ τῷ ἐμῷ βίῳ τὸ ὄνομα τοῦ θεοῦ ἐνδοξάζεσθαι. Γένοιτο δ’ ἂν ἡμῖν ἐκ τοῦ ἐναντίου γνωριμωτέρα ἡ ἔννοια. Ἤκουσά που τῆς ἁγίας γραφῆς κατακρινούσης ἐκείνους οἳ τῆς κατὰ τοῦ θεοῦ βλασφημίας αἴτιοι γίνονται. Οὐαὶ γὰρ, φησὶ, δι’ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Τοῦτο δὲ τοιοῦτόν ἐστιν.
PG 44:1153Οἱ μήπω πεπιστευκότες τῷ λόγῳ τῆς ἀληθείας πρὸς τὸν βίον τῶν παραδεδεγμένων τὴν τοῦ μυστηρίου πίστιν ἀποσκοποῦσιν. Ὅταν τοίνυν τὸ μὲν ὄνομα τῆς πίστεως ἔν τισιν ᾖ, ὁ δὲ βίος ἀντιφθέγγηται τῷ ὀνόματι, ἢ διὰ πλεονεξίας εἰδωλολατρῶν, ἢ ἐν μέθαις καὶ κώμοις ἀσχημονῶν, καὶ τῷ βορβόρῳ τῆς ἀσωτίας ὑὸς δίκην ἐγκαλινδούμενος, πρόχειρος εὐθὺς παρὰ τῶν ἀπίστων ὁ λόγος, οὐκ εἰς τὴν προαίρεσιν τῶν κακῶς τῷ βίῳ κεχρημένων τὴν κατηγορίαν τρέπων, ἀλλ’ ὡς τοιαῦτα πράττειν τοῦ μυστηρίου διδάσκοντος· μὴ γὰρ ἂν γενέσθαι τὸν δεῖνα τὸν τὰ θεῖα μεμυημένον μυστήρια ἢ λοίδορον, ἢ πλεονέκτην, ἢ ἅρπαγα, ἢ ἄλλο τι τοιοῦτον κακὸν, εἰ μὴ ἔννομον αὐτοῖς τὸ ἁμαρτάνειν ἦν. Διὰ τοῦτο χαλεπὴν τοῖς τοιούτοις ἀπειλὴν ὁ λόγος ἐπανατείνεται λέγων ἐκείνοις εἶναι τὸ, Οὐαὶ δι’ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὴ τοῦτο νενόηται, καιρὸς ἂν εἴη τὸ ἐκ τοῦ ἐναντίου λεγόμενον κατανοῆσαι· εὔχεσθαι γὰρ πρό γε πάντων οἶμαι χρῆναι καὶ τοῦτο ποιεῖσθαι τῆς προσευχῆς τὸ κεφάλαιον, τὸ μὴ βλασφημεῖσθαι ἐν τῷ ἐμῷ βίῳ τὸ ὄνομα τοῦ θεοῦ, ἀλλὰ δοξάζεσθαι καὶ ἁγιάζεσθαι.
Ἐν ἐμοὶ οὖν, φησὶν, ἁγιασθήτω τὸ ἐπικληθέν μοι ὄνομα τῆς σῆς δεσποτείας, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς.
Τίς δὲ οὕτω θηριώδης καὶ ἄλογος, ὥστε ὁρῶν ἐν τοῖς πεπιστευκόσι θεῷ βίον καθαρὸν δι’ ἀρετῆς κατωρθωμένον, πάντων τῶν ἐξ ἁμαρτίας μολυσμῶν καθαρεύοντα, πάσης τῆς πρὸς τὸ χεῖρον ὑπονοίας ἀλλοτριούμενον, λαμπρὸν τῇ σωφροσύνῃ, σεμνὸν τῇ φρονήσει, ἀνδρείως ἔχοντα πρὸς τὰς τῶν παθῶν προσβολὰς, μηδαμοῦ ταῖς σωματικαῖς ἡδυπαθείαις μαλακιζόμενον, τρυφῆς καὶ βλακείας καὶ τῆς κατὰ τὸν τύφον χαυνότητος ὡς ὅτι μάλιστα κεχωρισμένον, τοσοῦτον μετέχοντα τοῦ βίου ὅσον ἐπάναγκες, ἀκρῷ τῷ ποδὶ τῆς γῆς ἐπιψαύοντα, οὐ ταῖς καθ’ ἡδονὴν ἀπολαύσεσιν, τῷ γηί̈νῳ τούτῳ βίῳ καταχωννύμενον, ἀλλ’ ὑπερανεστῶτα πάσης τῆς καθ’ αἴσθησιν γινομένης ἀπάτης, καὶ πρὸς τὴν ἀσώματον ζωὴν διὰ σαρκὸς ἁμιλλώμενον, ἕνα πλοῦτον νομίζοντα τὴν τῆς ἀρετῆς κτῆσιν, μίαν εὐγένειαν τὴν πρὸς τὸν θεὸν οἰκειότητα, μίαν ἀξίαν καὶ δυναστείαν μίαν τὸ κρατεῖν ἑαυτοῦ καὶ ἀδούλωτον εἶναι τοῖς ἀνθρωπίνοις παθήμασιν, ἀχθόμενον τῇ παρατάσει τῆς τοῦ ὑλικοῦ βίου ζωῆς, σπεύδοντα δὲ, καθάπερ οἱ διὰ πελάγους κακοπαθοῦντες, πρὸς τὸν λιμένα καταντῆσαι τῆς ἀναπαύσεως, τίς τοίνυν τὸν τοιοῦτον ὁρῶν οὐ δοξάζει τὸ ὄνομα τὸ ἐπικεκλημένον τῷ τοιούτῳ βίῳ;
PG 44:1155Οὐκοῦν ὁ ἐν τῇ προσευχῇ λέγων, Ἁγιασθήτω τὸ ὄνομά σου ἐν ἐμοὶ, ταῦτα τῇ δυνάμει τῶν λεγομένων προσεύχεται, Γενοίμην τῇ συνεργίᾳ τῆς σῆς βοηθείας ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, λαλῶν ἀλήθειαν, ἐργαζόμενος δικαιοσύνην, ἐν εὐθύτητι πορευόμενος, τὰ ἄνω φρονῶν, τῶν γηί̈νων ὑπερορῶν, τῇ σωφροσύνῃ λάμπων, τῇ ἀφθαρσίᾳ κοσμούμενος, τῇ σοφίᾳ καὶ τῇ φρονήσει καλλωπιζόμενος, ταῖς ἀγγελικαῖς πολιτείαις ἐλλαμπρυνόμενος. Ταῦτα καὶ τὰ τοιαῦτα περιέχει ἡ βραχεῖα αἴτησις αὕτη ἡ λέγουσα διὰ προσευχῆς τῷ θεῷ ὅτι, Ἁγιασθήτω τὸ ὄνομά σου· οὐ γὰρ ἔστιν ἄλλως δυνατὸν ἐν ἀνθρώπῳ δοξασθῆναι θεὸν, μὴ τῆς κατ’ αὐτὸν ἀρετῆς τῇ θείᾳ δυνάμει τὴν αἰτίαν τῶν ἀγαθῶν μαρτυρούσης. Ὁ δὲ ἐφεξῆς λόγος τὴν βασιλείαν τοῦ θεοῦ εὔχεται ἐλθεῖν. Ἆρα νῦν ἀξιοῖ γενέσθαι βασιλέα τὸν τοῦ παντὸς βασιλέα, τὸν ἀεὶ ὄντα ὅπερ ἐστὶν, τὸν πρὸς πᾶσαν μεταβολὴν ἀμετάθετον, τὸν οὐκ ἔχοντα εὑρεῖν κρεῖττον εἰς ὃ μεταβήσεται; Τί οὖν βούλεται ἡ εὐχὴ τὴν τοῦ θεοῦ βασιλείαν ἐκκαλουμένη;
Ἀλλὰ τὸν μὲν ἀληθῆ περὶ τούτου λόγον εἰδεῖεν ἂν οἷς τὸ πνεῦμα τῆς ἀληθείας ἀνακαλύπτει τὰ κεκρυμμένα μυστήρια· ἡμεῖς δὲ τοιαύτην ἔχομεν περὶ τοῦ ῥητοῦ τὴν διάνοιαν. Μία τῶν πάντων ὑπέρκειται ἡ ἀληθὴς ἐξουσία καὶ δύναμις, ἡ τοῦ παντὸς ἀναδεδεγμένη τὸ κράτος, καὶ βασιλεύουσα οὐ βιαίᾳ τινὶ καὶ τυραννικῇ δυναστείᾳ, φόβοις καὶ ἀνάγκαις ὑποζεύξασα τῇ ὑποταγῇ τὸ ὑπήκοον. Ἐλευθέραν γὰρ εἶναι προσήκει παντὸς φόβου τὴν ἀρετὴν καὶ ἀδέσποτον, ἑκουσίᾳ γνώμῃ τὸ ἀγαθὸν αἱρουμένην· ἀγαθοῦ δὲ παντὸς τὸ κεφάλαιον τὸ ὑπὸ τὴν ζωοποιὸν ἐξουσίαν τετάχθαι. Ἐπειδὴ τοίνυν τῆς τοῦ καλοῦ κρίσεως ἀπεπλανήθη δι’ ἀπάτης ἡ ἀνθρωπίνη φύσις, καὶ πρὸς τὸ ἐναντίον γέγονεν τῆς προαιρέσεως ἡμῶν ἡ ῥοπὴ, καὶ παντὶ τῷ χείρονι ἡ ζωὴ τῶν ἀνθρώπων κατεκρατήθη, μυρίαις ὁδοῖς τοῦ θανάτου καταμιχθέντος τῇ φύσει (πᾶσα γὰρ κακίας ἰδέα οἷόν τις ὁδὸς τῷ θανάτῳ καθ’ ἡμῶν γίνεται), ἐπειδὴ τοίνυν τῇ τοιαύτῃ τυραννίδι περιεσχέθημεν, καθάπερ δημίοις τισὶν ἢ πολεμίοις ταῖς προσβολαῖς τῶν παθημάτων τῷ θανάτῳ δεδουλωμένοι, καλῶς εὐχόμεθα τοῦ θεοῦ τὴν βασιλείαν ἐφ’ ἡμᾶς ἐλθεῖν·
οὐ γὰρ ἔστιν ἄλλως ἐκδῦναι τὴν πονηρὰν τῆς φθορᾶς δυναστείαν, μὴ τῆς ζωοποιοῦ δυνάμεως ἐφ’ ἡμῶν ἀντιλαβούσης τὸ κράτος. Ἐὰν οὖν ἐλθεῖν ἐφ’ ἡμᾶς τὴν βασιλείαν τοῦ θεοῦ αἰτήσωμεν, ταῦτα τῇ δυνάμει τὸν θεὸν ἱκετεύομεν· ἀπαλλαγείην τῆς φθορᾶς, ἐλευθερωθείην τοῦ θανάτου, ἄνετος γενοίμην τῶν τῆς ἁμαρτίας δεσμῶν, μηκέτι βασιλεύοι κατ’ ἐμοῦ ὁ θάνατος, μηκέτι ἐνεργὸς ἔστω καθ’ ἡμῶν ἡ τυραννὶς τῆς κακίας, μὴ κατακρατείτω μου ὁ πολέμιος, μηδὲ ἀγέτω με δι’ ἁμαρτίας αἰχμάλωτον, ἀλλ’ ἐλθέτω ἐπ’ ἐμὲ ἡ βασιλεία σου, ἵνα ὑποχωρήσῃ ἀπ’ ἐμοῦ, μᾶλλον δὲ εἰς τὸ μὴ ὂν μεταχωρήσῃ τὰ νῦν ἐπικρατοῦντα καὶ βασιλεύοντα πάθη· ὡς γὰρ ἐκλείπει καπνὸς, οὕτως ἐκλείψουσιν, καὶ, ὡς τήκεται κηρὸς, οὕτως ἀπολοῦνται. Οὔτε γὰρ καπνὸς ἀναχεθεὶς εἰς τὸν ἀέρα σημεῖόν τι τῆς ἰδίας ὑπολείπεται φύσεως, οὔτε κηρὸς ἐν πυρὶ γενόμενος ἔτι εὑρίσκεται, ἀλλὰ καὶ οὗτος τὴν φλόγα δι’ ἑαυτοῦ θρέψας εἰς ἀτμὸν καὶ ἀέρα μετεποιήθη, καὶ ὁ καπνὸς εἰς παντελῆ ἀφανισμὸν μετεχώρησεν. Οὕτως, ἐὰν ἡ βασιλεία τοῦ θεοῦ ἐφ’ ἡμᾶς ἔλθῃ, πάντα τὰ νῦν ἐπικρατοῦντα εἰς ἀφανισμὸν περιστήσεται·
PG 44:1157οὐ γὰρ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσίαν, οὐ νόσος ὑγείας ἐπιλαβούσης ἵσταται, οὐκ ἐνεργεῖ τὰ πάθη τῆς ἀπαθείας παρούσης, φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθορὰ, ὅταν ἡ ζωὴ ἐν ἡμῖν βασιλεύῃ καὶ ἀφθαρσία τὸ κράτος ἔχῃ. Ἐλθέτω ἡ βασιλεία σου. Ἡ γλυκεῖα φωνὴ, δι’ ἧς ταύτην ἄντικρυς προσάγομεν τῷ θεῷ τὴν δέησιν· καταλυθήτω ἡ ἀντικειμένη παράταξις, ἀφανισθήτω τῶν ἀλλοφύλων ἡ φάλαγξ, ἀναιρεθήτω τῆς σαρκὸς ὁ κατὰ τοῦ πνεύματος πόλεμος, μὴ ἔστω τὸ σῶμα τοῦ πολεμίου τῆς ψυχῆς ὁρμητήριον, ἐπιφανήτω μοι ἡ βασιλικὴ δυναστεία, ἡ ἀγγελικὴ χεὶρ, αἱ χιλιάδες τῶν εὐθυνόντων, ἡ μυριὰς τῶν κατὰ τὸ δεξιὸν παρισταμένων, ἵνα πέσῃ ἐκ τοῦ ἀντικειμένου κλίτους ἡ χιλιὰς τῶν πολεμούντων· πολὺς ὁ ἀντίπαλος, ἀλλὰ τοῖς ἐρήμοις τῆς σῆς συμμαχίας δεινός τε καὶ ἀκαταμάχητος, ἀλλ’ ἕως ἂν μόνος ὁ πολεμούμενος ᾖ· ἐπειδὰν δὲ ἡ σὴ βασιλεία φανῇ, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἀντεισέρχεται δὲ ζωὴ καὶ εἰρήνη καὶ ἀγαλλίαμα. Ἢ τάχα, καθὼς ἡμῖν ὑπὸ τοῦ Λουκᾶ τὸ αὐτὸ νόημα σαφέστερον ἑρμηνεύεται, ὁ τὴν βασιλείαν ἐλθεῖν ἀξιῶν τὴν τοῦ ἁγίου πνεύματος συμμαχίαν ἐπιβοᾶται;
οὕτω γὰρ ἐν ἐκείνῳ τῷ εὐαγγελίῳ φησὶν, ἀντὶ τοῦ, Ἐλθέτω ἡ βασιλεία σου, Ἐλθέτω τὸ ἅγιον πνεῦμά σου ἐφ’ ἡμᾶς καὶ καθαρισάτω ἡμᾶς. Τί ἐροῦσιν πρὸς ταῦτα οἱ θρασυστομοῦντες κατὰ τοῦ πνεύματος τοῦ ἁγίου; τίνι διανοίᾳ τὴν τῆς βασιλείας ἀξίαν εἰς ταπεινότητα δουλείας μετασκευάζουσιν; ὅπερ γὰρ ὁ Λουκᾶς πνεῦμα ἅγιον λέγει, τοῦτο Ματθαῖος βασιλείαν ὠνόμασεν. Πῶς εἰς τὴν ὑποχείριον κτίσιν κατασπῶσιν τὴν φύσιν τοῦ πνεύματος, ἀντὶ τῆς βασιλευούσης τῇ βασιλευομένῃ συγκατατάσσοντες φύσει; Ἡ κτίσις δουλεύει, ἡ δὲ δουλεία βασιλεία οὐκ ἔστιν. Ἀλλὰ μὴν βασιλεία τὸ πνεῦμα τὸ ἅγιον· εἰ δὲ βασιλεία ἐστὶν, βασιλεύει πάντως, οὐ βασιλεύεται· εἰ δὲ μὴ βασιλεύεται, οὐδὲ κτίσις ἐστίν· ἴδιον γὰρ τῆς κτίσεως τὸ δουλεύειν ἐστίν. Εἰ οὖν βασιλεύει τὸ πνεῦμα, πῶς τῇ δουλευούσῃ φύσει συναριθμοῦσιν αὐτὸ οἱ μηδέπω προσεύχεσθαι μεμαθηκότες, οἱ μὴ εἰδότες τίς ὁ καθαρίζων τὸ κεκοινωμένον, τίς ὁ τῆς βασιλείας ἀναδεδεγμένος τὸ κράτος; Ἐλθέτω τὸ ἅγιον πνεῦμά σου, φησὶν, καὶ καθαρισάτω ἡμᾶς. Οὐκοῦν ἰδία καὶ ἐξαίρετος τοῦ ἁγίου πνεύματος δύναμίς τε καὶ ἐνέργεια τὸ καθαρίζειν τὴν ἁμαρτίαν ἐστίν·
PG 44:1159οὐ γὰρ δὴ τὸ καθαρόν τε καὶ ἀμόλυντον τοῦ καθαρίζοντος δέεται. Ἀλλὰ μὴν τὸ αὐτὸ τοῦτο καὶ τῷ μονογενεῖ προσμαρτυρεῖ ὁ ἀπόστολος. Καθαρισμὸν γὰρ, φησὶ, τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης τοῦ πατρός. Οὐκοῦν ἓν ἑκατέρων τὸ ἔργον, τοῦ τε καθαρίζοντος τὴν ἁμαρτίαν πνεύματος καὶ τοῦ τὸν καθαρισμὸν πεποιηκότος. Ὧν δὲ ἡ ἐνέργεια μία, καὶ ἡ δύναμις πάντως ἡ αὐτὴ τούτων ἐστίν· πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀποτέλεσμα. Εἰ οὖν καὶ ἐνέργεια καὶ δύναμις μία, πῶς ἔστιν ἑτερότητα φύσεως νοῆσαι ἐν οἷς οὐδεμίαν κατὰ τὴν δύναμίν τε καὶ ἐνέργειαν διαφορὰν ἐξευρίσκομεν; Ὡς γὰρ οὐκ ἔστιν ἐν τοῖς τοῦ πυρὸς ἰδιώμασιν, ὅταν τὰ δύο, τὸ φωτίζον τε καὶ τὸ καῖον, ἴσον καὶ ὅμοιον ᾖ, νομίσαι τινὰ τοῦ ὑποκειμένου παραλλαγὴν εἶναι, οὕτως οὐκ ἄν τις σωφρονῶν μίαν ἐνέργειαν ἐκ τῆς θείας γραφῆς διδαχθεὶς τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διαφοράν τινα φύσεως ὑπονοεῖν ἐναχθείη. Ἀλλὰ μὴν προαποδέδεικται ταῖς τῶν εὐσεβούντων δόξαις τὴν αὐτὴν ἐπὶ πατρός τε καὶ υἱοῦ φύσιν εἶναι· μὴ γὰρ εἶναι δυνατὸν τὰ ἑτερογενῆ τῇ τοῦ θεοῦ κλήσει κατονομάζεσθαι.
Ὡς οὐ λέγεται βάθρον ὁ υἱὸς τοῦ τέκτονος, οὐδ’ ἄν τις εἴποι τῶν εὖ φρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο, ἀλλὰ τῇ τοῦ υἱοῦ καὶ τῇ τοῦ πατρὸς προσηγορίᾳ τὸ κατὰ τὴν φύσιν συνημμένον σημαίνεται, ἀνάγκη πᾶσα, ὅταν τὰ δύο πρὸς τὸ ἓν οἰκείως ἔχῃ, μηδὲ πρὸς ἄλληλα διαφόρως ἔχειν. Ὥστε, εἰ τῷ πατρὶ κατὰ τὴν φύσιν ὁ υἱὸς ἥνωται, τῆς δὲ τοῦ υἱοῦ φύσεως διὰ τῆς τῶν ἐνεργειῶν ταὐτότητος οὐκ ἀλλότριον ἀπεδείχθη τὸ πνεῦμα τὸ ἅγιον, μία κατὰ τὸ ἀκόλουθον ἀποδέδεικται τῆς ἁγίας τριάδος ἡ φύσις, οὐ συγχεομένης ἐφ’ ἑκάστης τῶν ὑποστάσεων τῆς κατ’ ἐξαίρετον ἐπιθεωρουμένης αὐταῖς ἰδιότητος, οὐδὲ τῶν γνωριςμάτων ἐν ἀλλήλοις ἀλλασσομένων, ὥστε τὸ σημεῖον τῆς πατρικῆς ὑποστάσεως ἐπὶ τὸν υἱὸν ἢ τὸ πνεῦμα μετενεχθῆναι, ἢ τοῦ υἱοῦ πάλιν ἑνὶ τῶν προκειμένων ἐφαρμοςθῆναι, ἢ τὴν τοῦ πνεύματος ἰδιότητα τῷ πατρὶ καὶ τῷ υἱῷ ἐπιφαίνεσθαι. Ἀλλ’ ἐν τῇ κοινότητι τῆς φύσεως ἀκοινώνητος ἡ τῶν ἰδιαζόντων θεωρεῖται διάκρισις. Ἴδιον τοῦ πατρὸς τὸ μὴ ἐξ αἰτίου εἶναι. Τοῦτο οὐκ ἔστιν ἰδεῖν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος·
ὅ τε γὰρ υἱὸς ἐκ τοῦ πατρὸς ἐξῆλθε, καθώς φησιν ἡ γραφὴ, καὶ τὸ πνεῦμα ἐκ τοῦ θεοῦ καὶ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Ἀλλ’ ὥςπερ τὸ ἄνευ αἰτίας εἶναι, μόνου τοῦ πατρὸς ὂν, τῷ υἱῷ καὶ τῷ πνεύματι ἐφαρμοσθῆναι οὐ δύναται, οὕτω τὸ ἔμπαλιν τὸ ἐξ αἰτίας εἶναι, ὅπερ ἴδιόν ἐστιν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, τῷ πατρὶ ἐπιθεωρηθῆναι φύσιν οὐκ ἔχει. Κοινοῦ δὲ ὄντος τῷ υἱῷ καὶ τῷ πνεύματι τοῦ μὴ ἀγεννήτως εἶναι, ὡς ἂν μή τις σύγχυσις περὶ τὸ ὑποκείμενον θεωρηθείη, πάλιν ἔστιν ἄμικτον τὴν ἐν τοῖς ἰδιώμασιν αὐτῶν διαφορὰν ἐξευρεῖν, ὡς ἂν καὶ τὸ κοινὸν φυλαχθείη, καὶ τὸ ἴδιον μὴ συγχεθείη. Ὁ γὰρ μονογενὴς υἱὸς ἐκ τοῦ πατρὸς παρὰ τῆς ἁγίας γραφῆς ὀνομάζεται, καὶ μέχρι τούτου ὁ λόγος ἵστησιν αὐτῷ τὸ ἰδίωμα. Τὸ δὲ ἅγιον πνεῦμα καὶ ἐκ τοῦ πατρὸς λέγεται, καὶ τοῦ υἱοῦ εἶναι προσμαρτυρεῖται· εἰ γάρ τις, φησὶ, πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Οὐκοῦν τὸ μὲν πνεῦμα τὸ ἐκ τοῦ θεοῦ ὂν καὶ Χριστοῦ πνεῦμά ἐστιν· ὁ δὲ υἱὸς ἐκ τοῦ θεοῦ ὢν οὐκέτι καὶ τοῦ πνεύματος οὔτε ἐστὶν, οὔτε λέγεται·
οὐδὲ ἀντιστρέφει ἡ σχετικὴ ἀκολουθία αὕτη, ὡς δύνασθαι κατὰ τὸ ἴσον δι’ ἀναλύσεως ἀντιστραφῆναι τὸν λόγον καὶ, ὥσπερ Χριστοῦ τὸ πνεῦμα λέγομεν, οὕτω καὶ τοῦ πνεύματος Χριστὸν ὀνομάσαι. Ταύτης τοίνυν τῆς ἰδιότητος τρανῶς καὶ ἀσυγχύτως τὸ ἕτερον τοῦ ἑτέρου διακρινούσης, τῆς δὲ κατὰ τὴν ἐνέργειαν ταὐτότητος τὸ κοινὸν μαρτυρούσης τῆς φύσεως, ἔῤῥωται δι’ ἑκατέρων ἡ εὐσεβὴς περὶ τὸ θεῖον ὑπόληψις, ὡς καὶ ἀριθμεῖσθαι τὴν τριάδα διὰ τῶν ὑποστάσεων, καὶ εἰς ἑτεροφυῆ τμήματα μὴ διακόπτεσθαι. Τίς οὖν ἡ μανία τῶν πνευματομαχούντων δουλεύειν τὸν κύριον δογματιζόντων, οἷς οὐδὲ Παῦλος διαμαρτυρόμενός ἐστιν ἀξιόπιστος, ὅς φησιν, Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν; Ἢ τάχα τὸ Ἐλθέτω καθαιρετικὸν τῆς ἀξίας νομίζουσιν; εἶτα οὐκ ἀκούουσι τοῦ μεγάλου Δαυὶδ, καὶ τὸν πατέρα πρὸς ἑαυτὸν ἕλκοντος καὶ, Ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, βοῶντος; Εἰ οὖν ἐπὶ τοῦ πατρὸς τὸ ἐλθεῖν σωτήριον, πῶς ἐπὶ τοῦ πνεύματος τὸ ἐλθεῖν ἐπονείδιστον; Ἢ τὸ καθαίρειν τῶν ἁμαρτιῶν σημεῖον ποιοῦνται τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως; Καὶ μὴν ἄκουε τῶν ἀπίστων Ἰουδαίων βοώντων ὅτι, Τὸ ἀφιέναι ἁμαρτίας μόνου ἐστὶ τοῦ θεοῦ.
Περὶ τοῦ πατρὸς λέγοντες, Τί οὗτος, φασὶν, λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ θεός; Εἰ οὖν ἀφίησι μὲν ὁ θεὸς ἁμαρτίας, αἴρει δὲ ὁ υἱὸς τοῦ κόσμου τὴν ἁμαρτίαν, καθαρίζει δὲ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῶν τῆς ἁμαρτίας μολυςμάτων, οἷς ἂν ἐγγένηται, τί ἐροῦσιν οἱ τῇ ἰδίᾳ προσπολεμοῦντες ζωῇ; Ἀλλ’ ἐλθέτω ἐφ’ ἡμᾶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ καθαρισάτω ἡμᾶς, καὶ ποιήσειεν δεκτικοὺς τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν νοημάτων, τῶν διὰ τῆς προςευχῆς ἡμῖν παρὰ τῆς τοῦ σωτῆρος ὑποδεικνυμένων φωνῆς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Discourse IVΛΟΓΟΣ δ

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 44:1161ΛΟΓΟΣ δ. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἤκουσά τινος ἰατρικοῦ τεχνικῶς περὶ τῆς κατὰ τὴν ὑγείαν ἕξεως φυσιολογοῦντος· ἴσως δ’ ἂν γένοιτο ἡμῖν καὶ πρὸς τὴν τῆς ψυχῆς εὐεξίαν οὐκ ἀπὸ σκοποῦ τὸ λεγόμενον.
Τὴν γὰρ ἐκ τοῦ μετρίου παρατροπὴν τῶν ἐν ἡμῖν στοιχείων τινὸς ἀρχὴν καὶ αἰτίαν τῆς κατὰ τὸ πάθος συστάσεως διωρίζετο, καὶ ἐκ τοῦ ἐναντίου πάλιν τὴν ἐπὶ τὸ οἰκεῖόν τε καὶ κατὰ φύσιν τῶν πλημμελῶς παρακινηθέντων ἀποκατάστασιν θεραπείαν ἔφασκεν τῆς νοσώδους αἰτίας εἶναι. Καὶ διὰ τοῦτο σκοπεῖν ᾤετο δεῖν τί μάλιστα τῶν ἐν ἡμῖν ἐν ἀταξίᾳ κινουμένων διὰ τῆς ἰδίας ἐπικρατήσεως ἄτονον ποιεῖ τοῦ ἀντιστοιχοῦντος τὴν πρὸς τὴν ὑγείαν συνεισφοράν· ὡς εἰ μὲν τὸ θερμὸν ἐπικρατοίη, συμμαχίαν τῷ δυναστευομένῳ παρέχειν καὶ ὑπονοτίζειν τὸ ξηραινόμενον, μή που τῆς ὕλης ἐπιλιπούσης μαρανθείη τελείως καὶ ἀποσβεσθείη ἐν ἑαυτῷ τὸ θερμὸν, αὐτὸ περὶ ἑαυτὸ δαπανώμενον, ὡσαύτως καὶ, εἴ τι τῶν ἄλλων τῶν κατὰ τὸ ἐναντίον ἐν ἡμῖν θεωρουμένων ἐκβαίνοι τὸν ὄρον, πρὸς τὸ πλεονάζον ἵστασθαι τῷ ἐλαττουμένῳ τὴν ἀπὸ τῆς τέχνης συμμαχίαν ἐπάγοντας, τούτων δὲ γενομένων, καὶ μηδενὸς τῇ τῶν στοιχείων ἰσονομίᾳ ἐμποδίζοντος, ἐπανάγεσθαι τὴν ὑγείαν τῷ σώματι, μηκέτι τῆς φύσεως κατὰ τὴν κρᾶσιν ἀνωμαλούσης. Τί δή μοι βούλεται τὸ μακρὸν τοῦτο τοῦ λόγου προοίμιον;
Τάχα οὐκ ἀπὸ σκοποῦ τὸ θεώρημα, οὐδὲ πόῤῥω που τῆς προκειμένης ὑποθέσεως ἀπεσχοίνισται· πρόκειται γὰρ ἡμῖν εἰς θεωρίαν τὸ, Γενηθήτω τὸ θέλημά σου. Ὅτου δὲ χάριν ἐμνήσθημεν τοῦ κατὰ τὴν ἰατρικὴν θεωρήματος, διὰ τῶν ἐφεξῆς σαφηνίσομεν. Ἦν ἐν ὑγείᾳ ποτὲ νοητῇ τὸ ἀνθρώπινον, οἷόν τινων στοιχείων, τῶν τῆς ψυχῆς λέγω κινημάτων, κατὰ τὸν τῆς ἀρετῆς λόγον ἰσοκρατῶς ἐν ἡμῖν κεκραμένων. Ἐπεὶ δὲ τοῦ ἐπιθυμητικοῦ κατισχύσαντος ἡ ἐκ τοῦ ἐναντίου νοουμένη διάθεσις, ἡ ἐγκράτεια, κατεκρατήθη τῷ πλεονάζοντι, καὶ τὴν ἄμετρον τῆς ἐπιθυμίας ἐπὶ τὰ μὴ δέοντα κίνησιν τὸ κωλύον οὐκ ἦν, ἐκ τούτου τὸ ἐπιθανάτιον νόσημα, ἡ ἁμαρτία, τῇ ἀνθρωπίνῃ συνέστη φύσει. Ὁ τοίνυν ἰατρὸς ἀληθὴς τῶν τῆς ψυχῆς παθημάτων, ὁ διὰ τοὺς κακῶς ἔχοντας ἐν τῇ ζωῇ τῶν ἀνθρώπων γενόμενος, τοῖς ἐν τῇ προσευχῇ νοήμασι τὸ νοσοποιὸν αἴτιον ὑπεκλύων ἐπανάγει ἡμᾶς ἐπὶ τὴν νοητὴν ὑγίειαν. Ὑγεία δὲ τῆς ψυχῆς ἡ τοῦ θείου θελήματος εὐοδία, ὥσπερ δὴ πάλιν τὸ ἐκπεσεῖν τοῦ ἀγαθοῦ θελήματος νόσος ἐστὶ ψυχῆς τελευτῶσα εἰς θάνατον.
PG 44:1163Ἐπεὶ οὖν ἠσθενήσαμεν τὴν ἀγαθὴν ἐν τῷ παραδείσῳ δίαιταν καταλιπόντες, ὅτε τοῦ δηλητηρίου τῆς παρακοῆς ἄρδην ἐνεφορήθημεν, καὶ διὰ τοῦτο τῷ πονηρῷ τούτῳ καὶ ἐπιθανατίῳ νοσήματι κατεκρατήθη ἡ φύσις, ἦλθεν ὁ ἀληθινὸς ἰατρὸς, κατὰ τὸν νόμον τῆς ἰατρικῆς διὰ τῶν ἐναντίων τὸ κακὸν ἐξιώμενος. Καὶ τοὺς διὰ τοῦτο τῇ ἀῤῥωστίᾳ συνενεχθέντας, ὅτι τοῦ θείου θελήματος ἐχωρίσθησαν, πάλιν ἐλευθεροῖ τοῦ νοσήματος τῇ πρὸς τὸ βούλημα τοῦ θεοῦ συναφείᾳ. Τὰ γὰρ τῆς προςευχῆς ῥήματα θεραπεία ἐστὶ τῆς ἐγγενομένης τῇ ψυχῇ ἀῤῥωστίας· εὔχεται γὰρ οἷόν τισιν ὀδύναις τὴν ψυχὴν συνεχόμενος ὁ λέγων, Γενηθήτω τὸ θέλημά σου. Θέλημα δὲ θεοῦ ἡ σωτηρία τῶν ἀνθρώπων ἐστίν.
Ἐπειδὰν τοίνυν εἰς τοῦτο στῶμεν ὥστε εἰπεῖν τῷ θεῷ ὅτι, Γενηθήτω καὶ ἐν ἐμοὶ τὸ θέλημά σου, ἀνάγκη πᾶσα πρότερον κατειπεῖν ἐκείνου τοῦ βίου ὃς ἔξω τοῦ θείου βουλήματος ἦν, καὶ ταῦτα ἐν τῇ ἐξαγορεύσει διεξελθεῖν ὅτι, Ἐπειδὴ κακῶς ἐνήργησεν ἐν ἐμοὶ διὰ τοῦ φθάσαντος βίου τὸ ἀντικείμενον θέλημα, καὶ ὑπηρέτης ἐγενόμην τοῦ πονηροῦ τυράννου, οἷόν τις δήμιος τὴν τοῦ ἐχθροῦ ψῆφον εἰς πέρας κατ’ ἐμαυτοῦ φέρων, τούτου χάριν οἶκτον λαβὼν τῆς ἀπωλείας μου δός ποτε καὶ τὸ σὸν θέλημα γενέσθαι ἐν ἐμοί. Ὥσπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων φωτὸς εἰσκομισθέντος ὁ ζόφος ἐξαφανίζεται, οὕτω τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου πᾶσα πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιί̈σταται. Ἡ γὰρ σωφροσύνη σβέσει τὴν ἀκόλαστον καὶ ἐμπαθῆ τῆς διανοίας ὁρμὴν, ἡ ταπεινοφροσύνη καταναλώσει τὸν τύφον, ἡ μετριότης ἰάσεται τῆς ὑπερηφανίας τὴν νόσον, τὸ δὲ τῆς ἀγάπης ἀγαθὸν πολὺν κατάλογον τῶν ἀντικειμένων κακῶν τῆς ψυχῆς ἀπελάσει·
ταύτῃ γὰρ ὑποχωρεῖ τὸ μῖσος, ὁ φθόνος, ἡ μῆνις, ἡ κατ’ ὀργὴν κίνησις, ἡ θυμώδης διάθεσις, ἡ ἐπιβουλὴ, ἡ ὑπόκρισις, ἡ λυπηρῶν μνήμη, ἡ τῆς ἀντιλυπήσεως ὄρεξις, ἡ περικάρδιος τοῦ αἵματος ζέσις, ὁ πικρὸς ὀφθαλμὸς, πᾶσα ἡ τῶν τοιούτων κακῶν ἀγέλη τῇ ἀγαπητικῇ διαθέσει ἐξαφανίζεται. Οὕτως ἐκβάλλει τὴν διπλῆν εἰδωλολατρείαν ἡ ἐνέργεια τοῦ θεοῦ βουλήματος· διπλῆν δέ φημι τήν τε περὶ τὰ εἴδωλα μανίαν καὶ τὴν περὶ τὸ ἀργύριον καὶ χρυσίον ἐπιθυμίαν, ἅπερ εἴδωλα τῶν ἐθνῶν ὁ τῆς προφητείας ὠνόμασε λόγος. Γενηθήτω τοίνυν τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα. Διὰ τί δὲ παρὰ τοῦ θεοῦ γενέσθαι τὴν ἀγαθὴν ἡμῖν προαίρεσιν ἐπευχόμεθα; Ὅτι ἀσθενὴς ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἀγαθόν ἐστιν, ἅπαξ διὰ κακίας ἐκνευριςθεῖσα. Οὐ γὰρ μετὰ τῆς αὐτῆς εὐκολίας πρός τε τὸ κακὸν ὁ ἄνθρωπος ἔρχεται καὶ ἀπὸ τούτου πάλιν ἐπὶ τὸ ἀγαθὸν ἐπανέρχεται, ὥσπερ καὶ ἐπὶ τῶν σωμάτων ἔστι κατανοῆσαι τὸν τοιοῦτον λόγον, ὅτι οὐχ ὁμοίως, οὐδὲ μετὰ τῆς ἴσης ῥᾳστώνης τό τε ὑγιαῖνον ἐν νόσῳ γίνεται καὶ τὸ νενοσηκὸς ὑγιάζεται.
PG 44:1165Ὁ γὰρ ἐν ὑγείᾳ τέως διάγων καὶ δι’ ἑνὸς πολλάκις τραύματος εἰς τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἦλθεν, καὶ μία περίοδος ἢ καταβολὴ πυρετοῦ πάντα τὸν τοῦ σώματος τόνον διέλυσεν, καὶ βραχεῖα δηλητηρίου γεῦσις ἢ παντελῶς διέφθειρεν ἢ παρ’ ὀλίγον τοῦτο ἐποίησεν, καὶ δήγματι ἑρπετοῦ, ἢ κέντρῳ τινὶ τῶν ἰοβόλων, ἢ ὀλισθήματι, ἢ καταπτώματι, ἢ πλείονι τῆς δυνάμεως ἀδηφαγίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ εὐθέως ἐπηκολούθησεν ἢ νόσος ἢ θάνατος· ἡ δὲ τοῦ ἀῤῥωστήματος ἀπαλλαγὴ πολλαῖς ἐπινοίαις γίνεται καὶ δυσκολίαις καὶ τέχναις ἰατρικαῖς, ἐὰν ἄρα καὶ γένηται. Διὰ τοῦτο πρὸς μὲν τὸ κακὸν ἡμῖν τῆς ὁρμῆς γινομένης οὐ χρεία τοῦ συνεργοῦντος, αὐτομάτως ἐν τῷ θελήματι ἡμῶν τῆς κακίας ἑαυτὴν τελειούσης· εἰ δὲ πρὸς τὸ κρεῖττον γένοιτο ἡ ῥοπὴ, τοῦ θεοῦ χρεία τοῦ τὴν ἐπιθυμίαν εἰς ἔργον ἄγοντος. Διὰ τοῦτό φαμεν ὅτι, Ἐπειδὴ θέλημά σού ἐστιν ἡ σωφροσύνη, ἐγὼ δὲ σάρκινός εἰμι, πεπράμενος ὑπὸ τὴν ἁμαρτίαν, τῇ σῇ δυνάμει κατορθωθείη μοι τὸ ἀγαθὸν τοῦτο θέλημα· οὕτως ἡ δικαιοσύνη, ἡ εὐσέβεια, ἡ τῶν παθῶν ἀλλοτρίωσις.
Ἡ γὰρ τοῦ θελήματος φωνὴ πάσας γενικῶς ἐμπεριλαμβάνει τὰς ἀρετὰς, καὶ τὰ καθ’ ἕκαστον τῶν ἐν τῷ ἀγαθῷ νοουμένων ἐν τῷ θελήματι τοῦ θεοῦ θεωρεῖται. Ἀλλὰ τί βούλεται ἡ προσθήκη τοῦ λόγου, Ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς; Τάχα μοι δοκεῖ τῶν βαθυτέρων τι δογμάτων ὑποσημαίνειν ὁ λόγος, καί τινα ποιεῖσθαι διδασκαλίαν θεοπρεποῦς διανοίας ἐν τῇ θεωρίᾳ τῆς κτίσεως. Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Μεμέρισται πᾶσα ἡ λογικὴ κτίσις εἴς τε τὴν ἀσώματον καὶ τὴν ἐνσώματον φύσιν. Ἔστι δὲ ἀγγελικὴ μὲν ἡ ἀσώματος, τὸ δὲ ἕτερον εἶδος ἡμεῖς οἱ ἄνθρωποι. Ἡ μὲν οὖν νοητὴ, ἅτε δὴ τοῦ βαροῦντος κεχωρισμένη σώματος, τούτου λέγω τοῦ ἀντιτύπου τε καὶ εἰς γῆν βρίθοντος, τὴν ἄνω λῆξιν ἐπιπορεύεται, τοῖς κούφοις τε καὶ αἰθεριώδεσι τόποις ἐνδιατρίβουσα ἐν ἐλαφρᾷ τε καὶ εὐκινήτῳ τῇ φύσει·
ἡ δὲ ἑτέρα διὰ τὴν τοῦ σώματος ἡμῶν πρὸς τὸ γεῶδες συγγένειαν οἷόν τινα ἰλύος ὑποστάθμην κατ’ ἀνάγκην τὸν περίγειον τοῦτον εἴληχε βίον, οὐκ οἶδα μὲν ὅ τι τοῦ θείου βουλήματος διὰ τούτων οἰκονομοῦντος, εἴτε πᾶσαν πρὸς ἑαυτὴν οἰκειοῦντος τὴν κτίσιν, ὡς ἂν μήτε τῶν οὐρανίων ὑψωμάτων ἡ κάτω λῆξις ἀμοιρήσειε, μήτε ὁ οὐρανὸς καθ’ ὅλου τῶν κατὰ τὴν γῆν ἀμοιρήσειεν, ὡς ἂν γένοιτό τις διὰ τοῦ ἀνθρωπίνου πλάσματος ἑκατέρων τῶν στοιχείων μετουσία τῶν ἐν θατέρῳ νοουμένων, τοῦ τε νοεροῦ τῆς ψυχῆς, ὅπερ δοκεῖ συγγενές τε καὶ ὁμόφυλον τῶν κατ’ οὐρανὸν εἶναι δυνάμεων, τοῖς γηί̈νοις σώμασιν ἐνοικοῦντος, τῆς τε γεηρᾶς ταύτης σαρκὸς ἐν τῇ ἀποκαταστάσει τῶν πάντων εἰς τὸν οὐράνιον χῶρον τῇ ψυχῇ συμμετοικιζομένης (ἁρπαγησόμεθα γὰρ, καθώς φησιν ὁ ἀπόστολος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα), εἴτε οὖν τοῦτο, εἴτε τι ἕτερον παρὰ τοῦτο τῆς τοῦ θεοῦ σοφίας οἰκονομούσης, ἐν τῇ διπλῇ ταύτῃ ζωῇ μερισθεῖσα πᾶσα ἡ λογικὴ διῄρηται φύσις, ἡ μὲν ἀσώματος τὴν οὐράνιον λαχοῦσα μακαριότητα, ἡ δὲ διὰ σαρκὸς εἰς τὴν γῆν ἐπιστρεφομένη διὰ τὴν πρὸς αὐτὴν οἰκειότητα.
PG 44:1167Ἡ μέν τοι τοῦ καλοῦ τε καὶ ἀγαθοῦ ἐπιθυμία ὁμοτίμως ἑκατέρᾳ συνουσιώθη τῇ φύσει, καὶ τὸ αὐτοκρατές τε καὶ αὐτεξούσιον καὶ πάσης ἀνάγκης ἐλεύθερον ἴσον ἐπ’ ἀμφοῖν ὁ τοῦ παντὸς ἐπιστάτης ἐποίησεν, ὡς αὐτονόμῳ τινὶ προαιρέσει οἰκονομεῖσθαι πᾶν ὅσον λόγῳ τε καὶ διανοίᾳ τετίμηται. Ἀλλ’ ἡ μὲν ἄνω ζωὴ καθαρεύει πάντη κακίας, καὶ οὐδὲν ἐκείνοις τῶν ἐκ τοῦ ἐναντίου νοουμένων συμπολιτεύεται· πᾶσα δὲ ἐμπαθὴς κίνησίς τε καὶ διάθεσις τὴν κάτω ζωὴν περιπολεῖ, ἐν οἷς ἐστι τὸ ἀνθρώπινον. Διὰ τοῦτο τὴν ἐν οὐρανοῖς τῶν ἁγίων δυνάμεων πολιτείαν ἀμιγῆ κακίας καὶ παντὸς τοῦ ἐξ ἁμαρτιῶν μολυσμοῦ καθαρεύουσαν ὁ θεόπνευστος ἐπίσταται λόγος· πᾶν δὲ ὅσον ἐκτὸς τοῦ ἀγαθοῦ δι’ αὐτῆς τῆς ἀναχωρήσεως αὐτοῦ παρυπέστη κακὸν, περὶ τὴν κοίλην ταύτην ζωὴν οἷόν τις τρυγία τε καὶ ἰλὺς συνεῤῥύη, ᾗ μολύνεται τὸ ἀνθρώπινον, πρὸς τὸ κατιδεῖν τὸ θεῖον τῆς ἀληθείας φῶς διὰ τοῦ τοιούτου σκότους ἐμποδιζόμενον.
Εἰ τοίνυν ἀπαθὴς μὲν ἡ ὑπερκειμένη ζωὴ καὶ ἀκήρατος, παντοίοις δὲ πάθεσι καὶ ταλαιπωρίαις καταβεβάπτισται ἡ ἀθλιότης τῆς ὧδε ζωῆς, δῆλον ἂν εἴη ὅτι ἡ μὲν ἄνω πολιτεία, ἅτε παντὸς κακοῦ καθαρεύουσα, ἐν τῷ ἀγαθῷ θελήματι τοῦ θεοῦ κατορθοῦται (ἔνθα γὰρ κακὸν οὐκ ἔστιν, ἀνάγκη πᾶσα ἀγαθὸν εἶναι), ἡ δὲ καθ’ ἡμᾶς ζωὴ τῆς τῶν ἀγαθῶν μετουσίας ἐκπεπτωκυῖα συνεκπέπτωκεν καὶ τοῦ θείου βουλήματος. Διὰ τοῦτο ἐν τῇ προσευχῇ διδασκόμεθα οὕτως ἡμῶν τοῦ κακοῦ τὴν ζωὴν ἐκκαθαρθῆναι, ὡς καθ’ ὁμοιότητα τῆς οὐρανίας διαγωγῆς καὶ ἐν ἡμῖν ἀνεμποδίστως τὸ θέλημα τοῦ θεοῦ πολιτεύσασθαι, ὡς ἄν τις λέγοι ὅτι, Καθάπερ ἐν θρόνοις καὶ ἀρχαῖς καὶ ἐξουσίαις καὶ κυριότησι καὶ πάσῃ τῇ ὑπερκοσμίῳ δυνάμει γίνεταί σου τὸ θέλημα, μηδαμοῦ κακίας παρεμποδιζούσης τοῦ ἀγαθοῦ τὴν ἐνέργειαν, οὕτω καὶ ἐν ἡμῖν τὸ ἀγαθὸν τελειωθείη, ἵνα πάσης κακίας ἐκποδὼν γενομένης διὰ πάντων ᾖ τὸ θέλημά σου ταῖς ψυχαῖς ἡμῶν κατευοδούμενον.
Ἀλλ’ ὡς ἀνθυπενεγκόντος τινὸς, Καὶ πῶς ἐστι δυνατὸν τὴν ἐν ταῖς ἀσωμάτοις δυνάμεσι καθαρότητα τοῖς διὰ σαρκὸς τὴν ζωὴν εἰληχόσι κατορθωθῆναι, ἐν μυρίαις φροντίσι διὰ τὰς σωματικὰς χρείας τῆς ψυχῆς ἐμβαθυνούσης; διὰ τοῦτό μοι δοκεῖ, καθάπερ λύων τὴν τοιαύτην ἀμηχανίαν, τῷ ἑξῆς λόγῳ τὸ δοκοῦν δυσχερὲς πρὸς τὴν προκειμένην σπουδὴν ὑπεκλῦσαι. Δόγμα γὰρ οἶμαι διὰ τούτων τῶν λόγων ἡμῖν ὑποτίθεσθαι ἐν τῷ τὸν ἐφήμερον ἄρτον αἰτεῖν προστάξαι, ὅτι τῷ ἀνενδεεῖ κατὰ τὴν φύσιν τὸ ὀλιγαρκές τε καὶ μέτριον κατὰ τὸν τῆς ἀπαθείας λόγον συνεξισοῦται· οὐ γὰρ αἰτεῖ τὸν θεὸν ἐν ταῖς προσευχαῖς ὁ ἄγγελος τὴν χορηγίαν τοῦ ἄρτου, ὅτι ἀπροσδεῆ κέκτηται τῶν τοιούτων τὴν φύσιν, αἰτεῖν δὲ προσετάχθη ὁ ἄνθρωπος, διότι τὸ κενούμενον ἐπιδεὲς τοῦ ἀναπληροῦντος πάντως ἐστίν. Ῥοώδης δὲ καὶ παροδικὴ τῆς ἀνθρωπίνης ζωῆς ἐστιν ἡ σύστασις, ἀντὶ τοῦ ἐκποιηθέντος τὸ ἀνανεάζον ἐπιζητοῦσα. Ὁ οὖν πρὸς τὴν τῆς φύσεως ὑπηρεσίαν βλέπων, καὶ μηδὲν ἔξω τοῦ ἀναγκαίου διὰ τῶν ματαίων φροντίδων ἐπισυρόμενος, οὐ πολὺ τῆς ἀγγελικῆς πολιτείας ἐλαττωθήσεται, τὸ ἀνενδεὲς ἐκείνων καθ’ ἑαυτὸν τῇ ὀλιγαρκίᾳ μιμούμενος.
PG 44:1169Διὰ τοῦτο ζητεῖν προσετάχθημεν τὸ πρὸς τὴν συντήρησιν ἐξαρκοῦν τῆς σωματικῆς οὐσίας, Τὸν ἄρτον δὸς, τῷ θεῷ λέγοντες, οὐ τρυφὴν, οὐδὲ πλοῦτον, οὐκ εὐανθεῖς ἁλουργίδας, οὐ τὸν ἐκ χρυσίου κόσμον, οὐ τὰς τῶν λίθων αὐγὰς, οὐ τὰ ἐξ ἀργύρου. σκεύη, οὐ γῆς περιουσίαν, οὐ στρατοπέδων ἀρχὴν, οὐ πόλεων τε καὶ ἐθνῶν ἡγεμονίαν, οὐχ ἵππων τε καὶ βοῶν ἀγέλας καὶ τῶν ἄλλων βοσκημάτων πλήθη πολλὰ, οὐκ ἀνδραπόδων περιουσίαν, οὐ τὴν ἐν ἀγοραῖς περιφάνειαν, οὐ στήλας, οὐκ εἰκόνας, οὐ τὰ ἐκ σηρῶν ὑφάσματα, οὐ τὰ ἐκ μουσικῆς ἀκροάματα, οὐδέ τι τοιοῦτον οὐδὲν, δι’ ὧν ἀφέλκεται ἡ ψυχὴ τῆς θείας τε καὶ προτιμοτέρας φροντίδος, ἀλλὰ τὸν ἄρτον. Ὁρᾷς τὸ πλάτος τῆς φιλοσοφίας; ὅσα δόγματα τῇ βραχείᾳ ταύτῃ φωνῇ περιείληπται; Μονονουχὶ φανερῶς ἐμβοᾷ διὰ τοῦ λόγου τοῖς ἐπαί̈ουσιν ὅτι, Παύσασθε οἱ ἄνθρωποι περὶ τὰ μάταια ταῖς ἐπιθυμίαις διαχεόμενοι, παύσασθε τὰς τῶν πόνων ἀφορμὰς καθ’ ὑμῶν πλεονάζοντες. Μικρόν ἐστί σοι τὸ τῆς φύσεως ὄφλημα· τροφὴν χρεωστεῖς τῷ σαρκίῳ σου, πρᾶγμα μέτριόν τε καὶ εὐπόριστον, εἰ πρὸς τὴν χρείαν βλέπεις. Διὰ τί πολυπλασιάζεις κατὰ σεαυτοῦ τοὺς φόρους;
ὑπὲρ τίνος τοσούτοις ὀφλήμασι σεαυτὸν φέρων ὑπέζευξας, ἄργυρον μεταλλεύων, καὶ χρυσίον ὀρύσσων, καὶ τὴν διαφαίνουσαν ὕλην ἀναζητῶν, ὡς ἄν σοι διὰ τῶν τοιούτων ὁ διηνεκὴς οὗτος φορολόγος, ἡ γαστὴρ, τρυφῴη, ἧς τὸ χρέος ἄρτος ἐστὶν ὁ ἀναπληρῶν τὸ ἐνδέον τῷ σώματι; Σὺ δὲ εἰς Ἰνδοὺς ἐμπορεύῃ, καὶ βαρβαρικῇ παρακινδυνεύεις θαλάσσῃ, καὶ ἐνιαυσίοις ναυτιλίαις σεαυτὸν δίδως, ἵνα τοῖς ἐκεῖθεν ἀγωγίμοις τὴν τροφὴν ἡδύνῃς, οὐ σκοπῶν ὅτι μέχρι τῆς ὑπερῴας ἡ τῶν ἡδυσμάτων αἴσθησις τὸν ὅρον ἔχει· ὡσαύτως δὲ τὸ εὐφανὲς, τὸ εὔπνουν, τὸ εὔστομον ὠκύμορόν τινα καὶ ἀκαριαίαν παρέχεται τῇ αἰσθήσει τὴν χάριν· ἀπὸ δὲ τῆς ὑπερῴας ἀδιάκριτος τῶν ἐμβαλλομένων ἡ διαφορὰ, ὁμοτίμως τὰ πάντα τῆς φύσεως πρὸς δυσωδίαν ἀλλοιούσης. Ὁρᾷς τὸ πέρας τῆς ὀψοποιί̈ας; ὁρᾷς τὸ ἀποτέλεσμα τῆς ὀψαρτυτικῆς μαγγανείας; Τὸν ἄρτον αἴτει διὰ τὴν τῆς ζωῆς χρείαν, τούτου σε ὀφειλέτην ἐποίησεν ἡ φύσις τῷ σώματι. Τὰ δ’ ὅσα παρεύρηται ταῖς τῶν τρυφώντων ἐπινοίαις, ταῦτα τῆς τῶν ζιζανίων ἐστὶ παρασπορᾶς. Ὁ σπόρος τοῦ οἰκοδεσπότου ὁ σῖτός ἐστιν, ἐκ δὲ τοῦ σίτου ὁ ἄρτος γίνεται.
PG 44:1171Ἡ δὲ τρυφὴ τὸ ζιζάνιον, ὃ παρεσπάρη παρὰ τοῦ ἐχθροῦ τῷ σίτῳ. Ἀλλ’ ἀφέντες οἱ ἄνθρωποι διὰ τῶν ἀναγκαίων λειτουργεῖν τῇ φύσει ὄντως συμπνίγονται, καθώς φησί που ὁ λόγος, ταῖς περὶ τὰ μάταια σπουδαῖς, καὶ ἀτελεσφόρητοι μένουσι, πρὸς ταῦτα τῆς ψυχῆς ἑαυτὴν εἰς τὸ διηνεκὲς ἀσχολούσης. Τάχα μοι δοκεῖ τοιοῦτόν τι καὶ ὁ Μωϋσῆς δι’ αἰνιγμάτων φιλοσοφεῖν, τῆς κατὰ τὴν γεῦσιν ἡδονῆς σύμβουλον τὸν ὄφιν παραστήσας τῇ Εὔᾳ. Φασὶ γὰρ τὸ θηρίον τοῦτο, τὸν ὄφιν, εἰ τὴν κεφαλὴν ὑπαγάγοι τῇ ἁρμονίᾳ, εἰς ἣν παραδύεται, μὴ ἂν ἐκ τοῦ οὐραίου ῥᾳδίως παρὰ τῶν ἀντισπώντων ἀνελκυσθῆναι, τῆς τραχείας φυσικῶς φολίδος εἰς τὸ ἔμπαλιν πρὸς τὴν τῶν ἐφελκομένων βίαν ἀντιβαινούσης· καὶ οὗ κατὰ τὸ ἔμπροσθεν ἀκώλυτός ἐστιν ἡ διάδυσις, τῷ λείῳ τῆς φολίδος ὀλισθαινούσης, τούτου ἀμήχανος ἡ ἐκ τῶν κατόπιν ἀνάλυσις ταῖς τῶν λεπίδων προσβολαῖς ἀντισπωμένη, δεικνύντος, οἶμαι, τοῦ λόγου ὅτι τὴν ἡδονὴν εἰσιοῦσαν καὶ παραδυομένην τῇ τῆς ψυχῆς ῥαχίᾳ φυλάττεσθαι χρὴ, καὶ ἀποφράττειν, ὡς ἔνι μάλιστα, τὰς ἁρμονίας τοῦ βίου. Οὕτω γὰρ ἂν καθαρὰ φυλαχθείη τῆς τῶν θηρίων ἐπιμιξίας ἡ ἀνθρωπίνη ζωή.
Εἰ δέ τινα πάροδον καθ’ ἡμῶν λάβοι, διαλυθείσης ἐν ἡμῖν τῆς ἐναρμονίου ζωῆς, ἐμφωλεύσει διὰ τούτων ὁ τῆς ἡδονῆς ὄφις, τοῖς τῆς διανοίας χωρήμασι δυσέκβλητος διὰ τῶν φολίδων γινόμενος. Φολίδας δὲ ἀκούων τὰς πολυτρόπους τῶν ἡδονῶν ἀφορμὰς διὰ τοῦ αἰνίγματος νόησον· ἓν γὰρ θηρίον τῷ γενικῷ λόγῳ τὸ καθ’ ἡδονήν ἐστι πάθος, αἱ δὲ ποικίλαι καὶ πολύτροποι τῶν ἡδονῶν ἰδέαι, αἱ διὰ τῶν αἰσθήσεων ἐμμιχθεῖσαι τῇ ἀνθρωπίνῃ ζωῇ, αὗταί εἰσιν αἱ περὶ τὸν ὄφιν φολίδες τῇ ποικιλίᾳ τῶν παθημάτων κατάστικτοι. Εἰ οὖν φεύγεις τὴν τοῦ θηρίου συνοίκησιν, φύλαξαι τὴν κεφαλὴν, τοῦτ’ ἔστι τὴν πρώτην τοῦ κακοῦ προσβολήν· εἰς τοῦτο γὰρ φέρει τῆς ἐντολῆς τοῦ κυρίου τὸ αἴνιγμα, Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Μὴ δῷς πάροδον τῷ ἑρπυστῇ πρὸς τὸ ἐνδότερον εἰσέρποντι, καὶ ἀπὸ τῆς πρώτης ἀρχῆς ὅλον ἑαυτοῦ τὸν ὁλκὸν συνεισφέροντι. Μεῖνον ἐπὶ τῆς χρείας. Ὅρος ἔστω σοι τῆς τοῦ ζῇν φροντίδος ἡ διὰ τῶν ἐπιτυχόντων τοῦ ἐνδέοντος πλήρωσις.
Εἰ δὲ καί σοι ὁ τῆς Εὔας σύμβουλος διαλέγοιτο περὶ τοῦ κατὰ τὴν ὄψιν καλοῦ καὶ τὴν γεῦσιν ἡδέος, καὶ ζητοίης ἐπὶ τῷ ἄρτῳ τὸν ὄψον τὸ τοιόνδε καὶ τὸ διὰ τῶν τοιῶνδε ἡδυσμάτων ὀψοποιούμενον, εἶτα διὰ τούτων ἔξω τῶν ἀναγκαίων ὅρων τὴν ἐπιθυμίαν ἄγοις, τότε ὄψει τὸν ἑρπυστὴν κατὰ τὸ λέληθος πρὸς πλεονεξίαν ἀκολούθως μεθέρποντα. Ἀπὸ γὰρ τῆς ἀναγκαίας τροφῆς ἐπὶ τὴν ὀψοφαγίαν ἕρψας, πρὸς τὸ ἐν ὀφθαλμοῖς ἡδὺ μεταβήσεται, σκεύη λαμπρὰ ζητῶν, καὶ ὑπηρέτας ἁβροὺς, καὶ κλίνας ἀργυρᾶς, στρωμνὰς μαλακὰς, καλύμματα διαφανῆ καὶ χρυσόπαστα, θρόνους, τρίποδας, πλυνοὺς, κρατῆρας, ῥυτὰ, ψυκτῆρας, οἰνοχοὰς, χέρνιβα, λυχνίας, θυμιατήρια καὶ τὰ τοιαῦτα ἐπιζητῶν. Διὰ τούτων γὰρ ἡ ἐπιθυμία τῆς πλεονεξίας εἰσέρχεται· ἵνα γὰρ ἡ πρὸς τὰ τοιαῦτα μὴ λίποι παρασκεύη, προσόδων χρεία, δι’ ὧν συμπορισθήσεται τὰ ζητούμενα. Οὐκοῦν κλαῦσαι χρὴ τὸν δεῖνα, καὶ οἰμῶξαι τὸν σύνοικον, καὶ πολλοὺς ἐλεεινοὺς γενέσθαι τῶν ἰδίων ἐκπίπτοντας, ἵνα διὰ τῶν δακρύων ἐκείνων ἡ περὶ τὴν τράπεζαν τούτῳ τραγῳδία λαμπρύνοιτο.
PG 44:1173Ἐπειδὰν δὲ καὶ τούτοις ὁ ὄφις ἑαυτὸν ἐπειλίξῃ, καὶ πλήσῃ τὴν γαστέρα τῶν κατὰ γνώμην, ἀκολούθως μετὰ τὰς πληςμονὰς ἐπὶ τὴν ἀκόλαστον λύσσαν ἰλυσπώμενος κατασύρεται. Τοῦτο δέ ἐστι τὸ ἔσχατον τῶν ἀνθρωπίνων κακῶν. Ὡς ἂν οὖν μηδὲν γένοιτο τούτων, τῇ εὐπορίᾳ τοῦ ἄρτου τὴν ζωὴν περιόριζε, ὄψον ζητῶν τὸ παρ’ αὐτῆς ὀψοποιούμενόν σοι τῆς φύσεως. Τοῦτο δέ ἐστι μάλιστα μὲν ἡ ἀγαθὴ συνείδησις, τῇ δικαίᾳ μεταλήψει τὸν ἄρτον ἡδύνουσα. Εἰ δὲ καὶ τὴν κατὰ τὸν λαιμὸν αἴσθησιν ἥδεσθαι θέλοις, ὄψον σοι γενέσθω ἡ ἔνδεια, καὶ τὸ μὴ ἐπιβαλεῖν κόρον τῷ κόρῳ, μηδὲ ἀπαμβλύνειν τῇ κραιπάλῃ τὴν ὄρεξιν· ἀλλὰ προηγείσθωσάν σοι τῆς τροφῆς τῶν ἐντολῶν οἱ ἱδρῶτες. Ἐν ἱδρῶτι καὶ πόνῳ φαγῇ τὸν ἄρτον σου. Ὁρᾷς τὴν πρώτην ὀψοποιί̈αν τοῦ λόγου; Ἀρκεῖ σοι τὸ μέχρι τῆς χρείας ταύτης ἀσχολεῖν τὴν διάνοιαν· μᾶλλον δὲ μηδὲ μέχρι τούτου τὴν ψυχὴν ταῖς περὶ τοῦ ἄρτου μερίμναις ἐνδήσῃς, ἀλλ’ εἰπὲ τῷ τὸν ἄρτον ἀπὸ τῆς γῆς ἐξάγοντι, εἰπὲ τῷ τοὺς κόρακας τρέφοντι, τῷ διδόντι τροφὴν πάσῃ σαρκὶ, τῷ ἀνοίγοντι τὴν χεῖρα καὶ πληροῦντι πᾶν ζῶον εὐδοκίας ὅτι, Παρὰ σοῦ μοι ἡ ζωὴ, παρὰ σοῦ γενέσθω καὶ ἡ πρὸς τὴν ζωὴν ἀφορμή·
σὺ δὸς τὸν ἄρτον, τοῦτ’ ἔστιν ἐκ δικαίων πόνων τὴν τροφὴν σχοίην· εἰ γὰρ ὁ θεὸς ἡ δικαιοσύνη ἐστὶν, οὐκ ἔχει παρὰ θεοῦ τὸν ἄρτον ὁ ἐκ πλεονεξίας τὴν τροφὴν ἔχων. Αὐτὸς κύριος εἶ τῆς εὐχῆς, εἰ μὴ ἐξ ἀλλοτρίων ἡ εὐπορία, εἰ μὴ ἐκ δακρύων ἡ πρόσοδος, εἰ οὐδεὶς ἐπὶ τῷ σῷ κόρῳ ἐπείνασεν, εἰ οὐδεὶς ἐπὶ τῇ πλησμονῇ σου ἐστέναξεν. Θεοῦ ἄρτος μάλιστα ὁ τοιοῦτός ἐστιν, δικαιοσύνης ὁ καρπὸς, εἰρήνης ὁ στάχυς, ἄμικτος καὶ ἀμόλυντος τῶν τοῦ ζιζανίου σπερμάτων. Εἰ δὲ γεωργῶν τὰ ἀλλότρια, καὶ ἐν ὀφθαλμοῖς ἔχων τὴν ἀδικίαν, καὶ γραμματείοις κρατύνας τὴν ἄδικον κτῆσιν ἔπειτα τῷ θεῷ λέγοις, Δὸς τὸν ἄρτον, ἄλλος ὁ ἀκούων τῆς φωνῆς σου ταύτης ἐστὶν, οὐχ ὁ θεός· τὸν γὰρ ἐξ ἀδικίας καρπὸν ἡ ἀντικειμένη καρποφορεῖ φύσις. Ὁ σπουδάζων τὴν δικαιοσύνην θεόθεν τὸν ἄρτον δέχεται· ὁ δὲ τὴν ἀδικίαν γεωργῶν παρὰ τοῦ εὐεργέτου τῆς ἀδικίας σιτίζεται. Πρὸς οὖν τὴν συνείδησιν τὴν ἑαυτοῦ βλέπων οὕτω πρόσαγε τὴν περὶ τοῦ ἄρτου αἴτησιν τῷ θεῷ, εἰδὼς ὅτι οὐκ ἔστι κοινωνία Χριστῷ πρὸς Βελίαρ. Κἂν δωροφορῇς ἐξ ἀδικίας, ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρνης τὸ δῶρόν ἐστιν·
κἂν λαμπρύνῃς τῇ φιλοτιμίᾳ τὰς ἐπιδόσεις, ἀκούσῃ τοῦ προφήτου βδελυσσομένου τὴν ἀπὸ τῶν τοιούτων συνεισφοράν· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· θυμίαμα, φησὶ, βδέλυγμά μοί ἐστιν. Ἑτέρωθι τὸν θύοντα μόςχον ἀντὶ τοῦ ἀναιροῦντος κύνα λελόγισται. Ἐὰν οὖν παρὰ κυρίου τὸν ἄρτον ἔχῃς, τοῦτ’ ἔστιν ἐκ δικαίων πόνων, ἔξεστί σοι καὶ ἀπάρχεσθαι αὐτῷ ἀπὸ τῶν καρπῶν τῆς δικαιοσύνης. Καλὴ δὲ καὶ ἡ προσθήκη τοῦ σήμερον· τὸν ἄρτον γὰρ, φησὶν, τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἄλλη φιλοσοφία οὗτος ὁ λόγος ἐστὶν, ὡς ἂν μάθοις δι’ ὧν λέγοις ὅτι ἐφήμερός ἐστιν ἡ ἀνθρωπίνη ζωή. Τὸ παρὸν ἴδιον ἑκάστῳ μόνον, ἡ δὲ τοῦ μέλλοντος ἐλπὶς ἐν ἀδήλῳ μένει· οὐκ οἴδαμεν γὰρ τί τέξεται ἡ ἐπιοῦσα. Τί προςταλαιπωροῦμεν ὑπὲρ τῶν ἀδήλων, τί κακοπαθοῦμεν ταῖς ὑπὲρ τῶν μελλόντων φροντίσιν; Ἀρκετὸν, φησὶν, τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, κακίαν τὴν κακοπάθειαν λέγων. Τί μεριμνῶμεν περὶ τῆς αὔριον;
PG 44:1175Διὰ τοῦτο δι’ ὧν τὸ σήμερον κελεύει, ἀπαγορεύει σοι τὴν περὶ τοῦ αὔριον φροντίδα, μονονουχὶ ταῦτά σοι διὰ τοῦ ῥήματος λέγων ὅτι, Ὁ τὴν ἡμέραν σοι διδοὺς καὶ τὰ εἰς τὴν ἡμέραν σοι δίδωσιν. Τίς ἀνατέλλει τὸν ἥλιον; τίς ἐξαφανίζει τῆς νυκτὸς τὸ σκότος; τίς σοι δείκνυσι τοῦ φωτὸς τὴν ἀκτῖνα; τίς περιάγει τὸν οὐρανὸν, ὥστε ὑπὲρ γῆς τὸν φωστῆρα γενέσθαι; Ὁ ταῦτά σοι καὶ τὰ τηλικαῦτα διδοὺς τῆς σῆς ἆρα χρῄζει συνεργίας πρὸς τὸ πληρῶσαι τῇ σαρκί σου τὸ ἐνδέον τῆς χρείας; Ποίαν εἰσφέρεται σπουδὴν ἡ τῶν ἀλόγων φύσις πρὸς τὴν ἰδίαν ζωήν; ποῖαι τῶν κοράκων ἄρουραι; ποῖαι τῶν ἀετῶν εἰσιν αἱ ἀποθῆκαι; Οὐ μία πᾶσίν ἐστιν ἡ τοῦ ζῇν χορηγία τὸ θεῖον βούλημα, ᾧ περικρατεῖται τὰ πάντα; Εἶτα βοῦς μὲν, ἢ ὄνος, ἢ ἄλλο τι τῶν ἀλόγων αὐτοδίδακτον τὴν ἐκ φύσεως ἔχει φιλοσοφίαν, καὶ τὸ παρὸν εὖ διατίθεται, τῶν δὲ εἰς τὸ ἑξῆς αὐτῷ φροντὶς οὐδεμία· ἡμεῖς δὲ συμβούλων δεόμεθα πρὸς τὸ συνιέναι τὸ ἐπίκηρον τοῦτο καὶ ἐφήμερον τῆς κατὰ σάρκα ζωῆς. Οὐ παιδευόμεθα τοῖς ἀλλοτρίοις συμπτώμασιν; οὐ πρὸς τὸν ἴδιον σωφρονιζόμεθα βίον;
Τί ἀπώνατο τῆς πολλῆς παρασκευῆς ἐκεῖνος ὁ πλούσιος ὁ ταῖς ἀνυποστάτοις ἐλπίσιν ἐμματαιάζων, καθαιρῶν, οἰκοδομῶν, συνάγων, τρυφῶν, μακρὰς ἐτῶν περιόδους ἐν τῇ ματαιότητι τῶν ἐλπίδων ταῖς ἀποθήκαις συναποκλείων; οὐχὶ μία νὺξ πᾶσαν ἐκείνην τὴν ὀνειροπολουμένην ἐλπίδα διήλεγξεν, ὡς μάταιόν τι ἐνύπνιον ἐπὶ ματαίῳ συμπεπλαςμένον; Ἡ κατὰ τὸ σῶμα ζωὴ τοῦ ἐνεστῶτός ἐστι μόνου, ἡ δὲ δι’ ἐλπίδος ἀποκειμένη τῆς ψυχῆς ἐστιν ἰδία. Ἀλλ’ ἡ τῶν ἀνθρώπων ἄνοια διαμαρτάνει περὶ τὴν ἑκατέρου χρῆσιν, τὴν μὲν σωματικὴν ζωὴν ταῖς ἐλπίσι παρατείνουσα, τὴν δὲ τῆς ψυχῆς πρὸς τὴν τῶν παρόντων ἀπόλαυσιν ἐφελκομένη. Διὰ τοῦτο κατ’ ἀνάγκην τῆς οὔσης τε καὶ ὑφεστώσης ἐλπίδος ἡ ψυχὴ περὶ τὸ φαινόμενον ἀσχολουμένη ἀλλοτριοῦται, τοῖς δὲ ἀστάτοις διὰ τῶν ἐλπίδων ἐπερειδομένη οὔτε τούτου περικρατὴς γίνεται καὶ ἐκεῖνο οὐκ ἔχει. Διδαχθῶμεν τοίνυν διὰ τῆς παρούσης συμβουλῆς, τί μὲν σήμερον αἰτεῖν χρὴ, τί δὲ εἰς ὕστερον. Ὁ ἄρτος τῆς σημερινῆς χρείας ἐστίν, ἡ βασιλεία τῆς ἐλπιζομένης μακαριότητος. Ἄρτον δὲ εἰπὼν πᾶσαν τὴν σωματικὴν περιλαμβάνει χρείαν.
Ἐὰν ταῦτα αἰτῶμεν, δῆλον ἔσται τῇ διανοίᾳ τοῦ προσευχομένου ὅτι περὶ τὸ ἐφήμερόν ἐστιν ἡ ἀσχολία· ἐὰν δέ τι τῶν τῆς ψυχῆς ἀγαθῶν, ὅτι πρὸς τὸ διηνεκές τε καὶ ἀτελεύτητον ἡ αἴτησις βλέπει, πρὸς ὃ μάλιστα κελεύει τοὺς εὐχομένους ὁρᾷν, ὡς τῷ μείζονι καὶ τῆς πρώτης συγκατορθουμένης χρείας. Αἰτεῖτε, φησὶ, τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην, καὶ ταῦτα πάντα προςτεθήσεται ὑμῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Discourse VΛΟΓΟΣ ε

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 44:1177ΛΟΓΟΣ ε. Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἦλθεν προϊὼν ὁ λόγος ἐπ’ αὐτὸ τῆς ἀρετῆς τὸ ἀκρότατον. Ὑπογράφει γὰρ διὰ τῶν τῆς προσευχῆς ῥημάτων οἷον εἶναι βούλεται τὸν τῷ θεῷ προσερχόμενον, τὸν οὐκέτι σχεδὸν ἐν τοῖς τῆς ἀνθρωπίνης φύσεως ὅροις δεικνύμενον, ἀλλ’ αὐτῷ τῷ θεῷ διὰ τῆς ἀρετῆς ὁμοιούμενον. ὥστε δοκεῖν ἄλλον ἐκεῖνον εἶναι ἐν τῷ ταῦτα ποιεῖν ἃ τοῦ θεοῦ μόνου ἐστὶ ποιεῖν. Ἡ γὰρ τῶν ὀφλημάτων ἄφεσις ἴδιόν ἐστι τοῦ θεοῦ καὶ ἐξαίρετον·
εἴρηται γὰρ ὅτι, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ θεός. Εἰ τοίνυν τις ἐν τῷ ἰδίῳ βίῳ μιμήσαιτο τῆς θείας φύσεως τὰ γνωρίσματα, ἐκεῖνος γίνεται τρόπον τινὰ οὗ τὴν μίμησιν δι’ ἀκριβοῦς ὁμοιότητος ἐπεδείξατο. Τί οὖν διδάσκει ὁ λόγος; Πρῶτον ἑαυτοῖς συγγνῶναι τῇ τῶν βεβιωμένων παῤῥησίᾳ τὴν πρὸς τὸν θεὸν ὁμοιότητα, καὶ τότε θαῤῥεῖν πατέρα ἑαυτῶν τὸν θεὸν λέγειν, καὶ ἀμνηστίαν ὑπὲρ τῶν ποτε πλημμεληθέντων αἰτεῖν, ὡς οὐκ ἐν τῷ αἰτοῦντι ὄντος τοῦ τυχεῖν ὧν ἐφίεται, ἀλλ’ ἐν τῷ διὰ τῶν ἔργων ἑαυτῷ χαριζομένῳ τῆς αἰτήσεως τὴν παῤῥησίαν. Ταῦτα γὰρ ἄντικρυς ἡμῖν διαλέγεται τῇ παρούσῃ φωνῇ, ὅτι ὁ τῷ εὐεργέτῃ προσιὼν εὐεργέτης ἔστω, ὁ τῷ ἀγαθῷ ἀγαθὸς, ὁ τῷ δικαίῳ δίκαιος, ἀνεξίκακός τε τῷ ἀνεξικακῷ, καὶ τῷ φιλανθρώπῳ φιλάνθρωπος, καὶ τὰ ἄλλα πάντα ὡσαύτως τῷ χρηστῷ τε καὶ ἐπιεικεῖ καὶ μεταδοτικῷ τῶν ἀγαθῶν, καὶ παντὶ τὸν ἔλεον νέμοντι, καὶ εἴ τι περὶ τὸ θεῖον ὁρᾶται, πρὸς ἕκαστον διὰ τῆς προαιρέσεως ὁμοιούμενος, οὕτως ἑαυτῷ τὴν τῆς προσευχῆς παῤῥησίαν περιποιείτω.
Ὡς οὖν οὐκ ἔστιν οὔτε πονηρὸν ἀγαθῷ προσοικειωθῆναι, οὔτε τὸν ἐν ἀκαθάρτοις μολύςμασι ῥυπαινόμενον πρὸς τὸν καθαρὸν καὶ ἀκήρατον κοινωνίαν ἔχειν, οὕτως χωρίζει τῆς φιλανθρωπίας τοῦ θεοῦ τὸν προσιόντα ἡ ἀπήνεια. Ὁ τοίνυν ἐν πικρίᾳ κατέχων ὑπὲρ τῶν ὀφλημάτων τὸν ὑποχείριον διὰ τοῦ ἰδίου τρόπου τῆς θείας φιλανθρωπίας ἑαυτὸν ἀπεσχοίνισεν. Τίς γὰρ κοινωνία φιλανθρωπίᾳ τε καὶ ὠμότητι, καὶ ἀγαπητικῇ διαθέσει πρὸς ἀγριότητα, καὶ τὰ λοιπὰ ὅσα ἐκ τοῦ ἐναντίου τῇ πρὸς τὸ κακὸν ἀντιθέσει νοεῖται, ὧν ἄμικτος ἡ ἐναντιότης, ἐφ’ ὧν ὁ τῷ ἑνὶ κατειλημμένος τοῦ ἐναντίου πάντως ἀφώρισται; ὡς γὰρ ὁ ἐν τῷ θανάτῳ γενόμενος ἐν ζωῇ οὐκ ἔστιν, καὶ ὁ τῆς ζωῆς μετέχων τοῦ θανάτου κεχώρισται, οὕτως ἀνάγκη πᾶσα τὸν τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ προσιόντα πάσης ἀπηνείας ἐκτὸς γενέσθαι. Ὁ δὲ ἐκτὸς πάντων τῶν ἐν κακίᾳ νοουμένων γενόμενος θεὸς τρόπον τινὰ διὰ τῆς τοιαύτης ἕξεως γίνεται, ἐκεῖνο κατορθώσας ἑαυτῷ ὃ περὶ τὴν θείαν φύσιν ὁ λόγος βλέπει.
PG 44:1179Ὁρᾷς εἰς ὅσον μέγεθος ὑψοῖ τοὺς ἀκούοντας διὰ τῶν τῆς προσευχῆς ῥημάτων ὁ κύριος, μεταβαλὼν τρόπον τινὰ τὴν ἀνθρωπίνην φύσιν πρὸς τὸ θειότερον, καὶ θεοὺς γίνεσθαι τοὺς τῷ θεῷ προσιόντας νομοθετῶν; Τί δουλοπρεπῶς, φησὶν, ἐν φόβῳ κατεπτηχὼς, καὶ τῷ συνειδότι τῷ ἑαυτοῦ μαστιζόμενος προσέρχῃ θεῷ; τί ἀποκλείεις σεαυτῷ τὴν παῤῥησίαν, τὴν τῇ ἐλευθερίᾳ τῆς ψυχῆς ἐνυπάρχουσαν, τὴν ἐξ ἀρχῆς συνουσιωμένην τῇ φύσει; τί κολακεύεις ἐν ῥήμασι τὸν ἀθώπευτον; τί προσάγεις τοὺς θεραπευτικούς τε καὶ θωπευτικοὺς λόγους τῷ πρὸς τὰ ἔργα βλέποντι; Ἔξεστί σοι πᾶν ὅ τί πέρ ἐστιν ἐκ θεοῦ χρηστὸν κατ’ ἐξουσίαν ἔχειν ἐλευθεριάζοντι τῷ φρονήματι. Αὐτὸς γενοῦ σεαυτῷ δικαστής· δὸς σεαυτῷ τὴν σώζουσαν ψῆφον. Ἀφεθῆναί σοι ζητεῖς παρὰ τοῦ θεοῦ τὰ ὀφλήματα· σὺ ἄφες, καὶ ὁ θεὸς ἐψήφισεν. Ἡ γὰρ ὑπὲρ τοῦ ὁμοφύλου κρίσις, ἧς σὺ κύριος, σὴ γίνεται ψῆφος, οἵα δ’ ἂν ᾖ· ἃ γὰρ ἐπὶ σεαυτοῦ γνῷς, ταῦτά σοι διὰ τῆς θείας κρίσεως ἐπεκυρώθη. Ἀλλὰ πῶς ἄν τις πρὸς ἀξίαν τὸ μεγαλοφυὲς τῆς θείας φωνῆς ἐκκαλύψειεν; Ὑπερβαίνει τὴν ἐκ τῶν λόγων ἑρμηνείαν τὸ νόημα.
Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλήταις ἡμῶν. Ἃ γὰρ ἐπέρχεταί μοι περὶ τούτου νοεῖν, τολμηρὸν μὲν ἔστι καὶ τῷ νῷ λαβεῖν, τολμηρὸν δὲ καὶ λόγῳ διακαλύψαι τὸ νόημα. Τί γάρ ἐστι τὸ λεγόμενον; Ὥσπερ ὁ θεὸς πρόκειται τοῖς τὸ ἀγαθὸν κατορθοῦσιν εἰς μίμησιν (καθὼς εἶπεν ὁ ἀπόστολος, Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ), οὕτως τὸ ἔμπαλιν τὴν σὴν διάθεσιν ὑπόδειγμα τῷ θεῷ πρὸς τὸ ἀγαθὸν γενέσθαι βούλεται, καὶ ἀντιμεθίσταται τρόπον τινὰ ἡ τάξις, ὥστε τολμῆσαι, καθάπερ ἐν ἡμῖν τὸ ἀγαθὸν ἐπιτελεῖται τῇ πρὸς τὸ θεῖον μιμήσει, οὕτως ἐλπίσαι μιμεῖσθαι τὸν θεὸν τὰ ἡμέτερα, ὅταν τι τῶν ἀγαθῶν κατορθώσωμεν, ἵνα εἴπῃς καὶ σὺ τῷ θεῷ ὅτι, Ὃ ἐγὼ πεποίηκα, καὶ σὺ ποίησον· μίμησαι τὸν δοῦλόν σου ὁ κύριος, τὸν πτωχὸν καὶ πένητα ὁ τοῦ παντὸς βασιλεύων· ἀφῆκα τὰ ὀφειλήματα, μηδὲ σὺ ἀπαιτήσῃς· ᾐδέσθην τὸν ἱκέτην, μηδὲ σὺ ἀπώσῃ τὸν ἱκετεύοντα· φαιδρὸν ἀπέπεμψα τὸν ἐμὸν ὀφειλέτην, τοιοῦτος καὶ ὁ σὸς γενέσθω· μὴ ποιήσῃς σὸν τὸν χρεώστην τοῦ ἐμοῦ σκυθρωπότερον· ἴσως οἱ δύο τοῖς ἀπαιτοῦσιν εὐχαριστείτωσαν·
ἴση παρ’ ἀμφοτέρων κυρωθήτω τοῖς συναλλάκταις ἡ ἄφεσις τῷ ἐμῷ καὶ τῷ σῷ. Ὁ ἐμὸς ὀφειλέτης ὁ δεῖνα, ὁ σὸς δὲ ἐγώ· ἣν ἔσχον ἐπὶ τούτου γνώμην ἐγὼ, αὕτη καὶ παρὰ σοὶ κρατησάτω· ἔλυσα, λῦσον· ἀφῆκα, ἄφες· πολὺν ἐπεδειξάμην ἐγὼ τῷ ὁμοφύλῳ τὸν ἔλεον, μίμησαι τὴν τοῦ δούλου σου φιλανθρωπίαν ὁ κύριος. Ἀλλὰ βαρύτερά μου τὰ εἰς σὲ πλημμελήματα τῶν εἰς ἐμὲ παρὰ τούτου γεγενημένων. Φημὶ κἀγὼ, καὶ τοῦτο λόγισαι ὅσον ὑπερέχεις ἐν παντὶ ἀγαθῷ· δίκαιος γὰρ εἶ τῇ ὑπερβολῇ τῆς σῆς δυνάμεως ἀναλογοῦντα ἡμῖν τοῖς ἡμαρτηκόσι τὸν ἔλεον δωρεῖσθαι. Ὀλίγην τὴν φιλανθρωπίαν ἐπεδειξάμην ἐγὼ, οὐ γὰρ ἐχώρει τὸ πλέον ἡ φύσις, σὺ δὲ ὅσον ἐθέλεις, οὐ κωλύει τὴν μεγαλοδωρεὰν ἡ δύναμις. Ἀλλὰ φιλοπονώτερον τὴν προκειμένην τῆς προσευχῆς ῥῆσιν κατανοήσωμεν, εἴ πως γένοιτό τις καὶ ἡμῖν διὰ τῆς τοῦ νοήματος θεωρίας πρὸς τὸν ὑψηλὸν βίον χειραγωγία. Ἐξετάσωμεν τοίνυν ποῖα μὲν ἔστιν ὀφλήματα οἷς ὑπόχρεως ἡ ἀνθρωπίνη φύσις, ποῖα δὲ πάλιν ἐκεῖνα ὧν ἡμεῖς ἐσμεν τῆς ἀφέσεως κύριοι· ἐκ γὰρ τοῦ ταῦτα γνῶναι γένοιτ’ ἂν ἡμῖν τῆς ὑπερβολῆς τῶν θείων ἀγαθῶν μετρία τις κατανόησις.
Οὐκοῦν ἐντεῦθεν ποιησώμεθα τῶν ἀνθρωπίνων πρὸς τὸν θεὸν πλημμελημάτων τὴν ἀπαρίθμησιν. Πρώτην ὤφλησεν τῷ θεῷ τιμωρίαν ὁ ἄνθρωπος ὅτι ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καὶ πρὸς τὸν ἐναντίον ἀπηυτομόλησεν, δραπέτης τοῦ κατὰ φύσιν δεσπότου καὶ ἀποστάτης γενόμενος· δεύτερον ὅτι τὴν πονηρὰν τῆς ἁμαρτίας δουλείαν ἀντὶ τῆς αὐτεξουσίου ἐλευθερίας ἠλλάξατο, καὶ προετίμησεν τοῦ συνεῖναι θεῷ τὸ τυραννεῖςθαι παρὰ τῆς καταφθειρούσης δυνάμεως. Ἀλλὰ καὶ τὸ μὴ πρὸς τὸ κάλλος τοῦ πεποιηκότος βλέπειν, πρὸς δὲ τὸ αἶσχος τῆς ἁμαρτίας ἐπιστρέψαι τὸ πρόσωπον, τίνος ἂν δεύτερον τῶν κακῶν κριθείη; Ἥ τε τῶν θείων ἀγαθῶν ὑπεροψία, καὶ ἡ τῶν τοῦ πονηροῦ δελεασμάτων προτίμησις εἰς ποῖον μέρος τιμωρίας ταχθείη; ὅ τε τῆς εἰκόνος ἀφανισμὸς καὶ ἡ λύμη τοῦ θείου χαρακτῆρος, τοῦ παρὰ τὴν πρώτην κτίσιν ἐν ἡμῖν μορφωθέντος, καὶ ἡ τῆς δραχμῆς ἀπώλεια, καὶ ἡ τῆς τραπέζης τοῦ πατρὸς ἀναχώρησις, καὶ ἡ πρὸς τὸν δυσώδη τῶν χοίρων βίον οἰκείωσις, καὶ ἡ τοῦ τιμίου πλούτου διαφθορὰ, καὶ ὅσα τοιαῦτα διά τε τῆς γραφῆς καὶ τῶν λογισμῶν ἰδεῖν ἔστι πλημμελήματα, τίς ἂν ἐξαριθμήσαιτο λόγος;
PG 44:1181Ἐπειδὴ τοίνυν ἐν τοιούτοις καὶ τοσούτοις ὑπόδικόν ἐστιν πρὸς τιμωρίας ἔκτισιν τὸ ἀνθρώπινον τῷ θεῷ, διὰ τοῦτό μοι δοκεῖ παιδεύειν ἡμᾶς τῇ διδασκαλίᾳ τῆς προσευχῆς ὁ λόγος, μηδαμῶς ἐν τῇ πρὸς θεὸν ἐντεύξει ὡς ἐπὶ καθαρῷ τῷ συνειδότι παῤῥησιάζεσθαι, κἂν ὅτι μάλιστα τῶν ἀνθρωπίνων πλημμελημάτων κεχωρισμένος τις ᾖ. Ἴσως γάρ τις κατὰ τὸν νεανίαν ἐκεῖνον τὸν πολυκτήμονα ταῖς ἐντολαῖς τὴν ζωὴν ἑαυτοῦ παιδαγωγήσας ἔχει τὸ τοιοῦτον ἐπὶ τοῦ ἰδίου καυχήσασθαι βίου καὶ εἰπεῖν τῷ θεῷ ὅτι, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, καὶ ὑπειληφέναι αὐτῷ διὰ τὸ μηδὲν εἰς τὰς ἐντολὰς πλημμελῆσαι μὴ λίαν ἁρμόζειν τὴν ὑπὲρ τῶν ὀφλημάτων παραίτησιν, ὡς μόνοις τοῖς ἐξημαρτηκόσιν ἁρμόζουσαν, καί φησιν τῷ μολυνθέντι διὰ πορνείας τὴν τοιαύτην πρέπειν φωνὴν, ἢ τῷ διὰ πλεονεξίας εἰδωλολατρήσαντι ἀναγκαίαν τὴν αἴτησιν τῆς συγγνώμης εἶναι, καὶ παντὶ ὅλως τῷ διά τινος πλημμελείας τὸ συνειδὸς τῆς ψυχῆς καταστίξαντι καλὸν καὶ ἁρμόδιον εἶναι τὸ καταφυγεῖν πρὸς ἔλεον·
εἰ δὲ Ἡλίας ἐκεῖνος ὁ πολὺς εἴη, ἢ ὁ ἐν πνεύματι καὶ δυνάμει Ἡλίου, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, ἢ Πέτρος, ἢ Παῦλος, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν πρὸς τὸ κρεῖττον μεμαρτυρημένων ὑπὸ τῆς θείας γραφῆς, εἰς τί χρήσαιτο τῇ τοιαύτῃ φωνῇ, τῇ παραιτουμένῃ αὐτὸν ἀπὸ τῶν ὀφλημάτων, ᾧ γε οὐδὲν ἐξ ἁμαρτίας ὄφλημα; Ὡς ἂν μή τις πρὸς τὰ τοιαῦτα βλέπων ἀπαυθαδιάζοιτο κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, τὸν οὐδ’ ὅ τι ἦν κατὰ τὴν φύσιν ἐπιγινώσκοντα (εἰ γὰρ ἐγνώκει ὅτι ἄνθρωπος ἦν, πάντως ἂν τὸ μὴ καθαρεύειν ἀπὸ ῥύπου τὴν φύσιν παρὰ τῆς ἁγίας ἐδιδάχθη γραφῆς, ἥ φησιν μηδεμιᾶς ἡμέρας ζωὴν δυνατὸν εἶναι δίχα κηλῖδος ἐπ’ ἀνθρώπων εὑρεῖν), ὡς ἂν οὖν μηδὲν τοιοῦτον περὶ τὴν ψυχὴν τοῦ διὰ προσευχῆς τῷ θεῷ προσιόντος πάθος ἐγγένοιτο, μὴ πρὸς τὰ κατορθώματα βλέπειν ὁ λόγος παρεγγυᾷ, ἀλλ’ ἐπαναλαμβάνειν τὴν μνήμην τῶν κοινῶν τῆς ἀνθρωπίνης φύσεως ὀφλημάτων, ὧν πάντως τις καὶ αὐτὸς μετέχει, τὸ μέρος συμμετέχων τῆς φύσεως, καὶ παρακαλεῖν τὸν κριτὴν ἀμνηστίαν τῶν πλημμελημάτων χαρίσασθαι.
PG 44:1183Ὡς γὰρ ζῶντος ἐν ἡμῖν τοῦ Ἀδὰμ πάντες οἱ καθ’ ἕκαστον ἄνθρωποι, ἕως ἂν τοὺς δερματίνους τούτους χιτῶνας περὶ τὴν ἑαυτῶν βλέπωμεν φύσιν, καὶ τὰ πρόσκαιρα ταῦτα φύλλα τῆς ὑλικῆς ταύτης ζωῆς, ἅπερ τῶν ἀϊδίων τε καὶ λαμπρῶν ἐνδυμάτων γυμνωθέντες κακῶς ἑαυτοῖς συνεῤῥάψαμεν, τρυφὰς καὶ δόξας καὶ τὰς ἐφημέρους τιμὰς καὶ τὰς ὠκυμόρους τῆς σαρκὸς πληροφορίας ἀντὶ τῶν θείων περιβολαίων μετενδυσάμενοι, καὶ μέχρις ἂν τὸν τῆς κακώσεως βλέπωμεν τόπον, ἐν ᾧ κατεδικάσθημεν παροικεῖν, ἐπειδὰν πρὸς ἀνατολὴν ἑαυτοὺς τρέψωμεν (οὐχ ὡς μόνον ἐκεῖ τοῦ θεοῦ θεωρουμένου, ὁ γὰρ πανταχοῦ ὢν κατ’ οὐδὲν μέρος ἰδιαζόντως καταλαμβάνεται, ἐπ’ ἴσης γὰρ περιέχει τὸ πᾶν, ἀλλ’ ὡς ἐν ἀνατολαῖς τῆς πρώτης ἡμῖν πατρίδος οὔσης, λέγω δὲ τῆς ἐν παραδείσῳ διαγωγῆς ἧς ἐκπεπτώκαμεν, Ἐφύτευσεν γὰρ ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς), ὅταν τοίνυν πρὸς τὰς ἀνατολὰς ἀναβλέπωμεν, καὶ τῆς ἐκπτώσεως τῶν φωτεινῶν τε καὶ ἀνατολικῶν τῆς μακαριότητος τόπων τῇ διανοίᾳ τὴν μνήμην λάβωμεν, εἰκότως τὴν τοιαύτην φωνὴν προβαλλόμεθα, οἱ ὑπὸ τῆς πονηρᾶς τοῦ βίου συκῆς σκιαζόμενοι, οἱ ἐξ ὀφθαλμῶν τοῦ θεοῦ ῥιφέντες, οἱ πρὸς τὸν ὄφιν αὐτομολήσαντες, τὸν ἐσθίοντα γῆν καὶ εἰς γῆν ἰλυςπώμενον, καὶ ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν ἑαυτοῦ πορευόμενον, καὶ ἡμῖν τὰ ἴσα ποιεῖν συμβουλεύοντα, περὶ τὴν γηί̈νην ἀπόλαυσιν ἔχειν καὶ τοῖς χαμαιζήλοις καὶ χαμερπέσιν τὴν καρδίαν ἑαυτῶν ἐπισύρειν νοήμασιν, καὶ ἐπὶ κοιλίαν πορεύεσθαι, τοῦτ’ ἔστι περὶ τὸν ἀπολαυστικὸν ἀσχολεῖσθαι βίον, ἐν τούτοις οὖν ὄντες κατὰ τὸν ἄσωτον ἐκεῖνον μετὰ τὴν μακρὰν ταλαιπωρίαν, ἣν τοὺς χοίρους ποιμαίνων ὑπέμεινεν, ἐπειδὰν εἰς ἑαυτοὺς ἐπανέλθωμεν, ὥςπερ κἀκεῖνος, καὶ τοῦ οὐρανίου πατρὸς ἔννοιαν λάβωμεν, καλῶς κεχρήμεθα ταῖς τοιαύταις φωναῖς ὅτι, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὥστε, κἂν Μωϋσῆς τις ᾖ καὶ Σαμουὴλ, κἂν ἕτερός τις τῶν δι’ ἀρετῆς ἐξεχόντων, οὐδὲν ἧττον ἁρμόζουσαν ἡγεῖται ταύτην, καθὰ ἄνθρωπός ἐστιν, ἑαυτῷ τὴν φωνὴν, ὁ κοινωνῶν τῆς φύσεως τοῦ Ἀδὰμ, κοινωνῶν δὲ καὶ τῆς ἐκπτώσεως.
PG 44:1185Ἐπειδὴ γὰρ, καθώς φησιν ὁ ἀπόστολος, ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, κοινὴν εἶναι προσήκει τὴν τῷ Ἀδὰμ ἐπὶ τῇ μετανοίᾳ πρέπουσαν φωνὴν πάντων τῶν ἐκείνῳ συντεθνηκότων, ὡς ἂν τῆς ἀμνηστίας ἡμῖν τῶν πλημμελημάτων δοθείσης χάριτι πάλιν ὑπὸ τοῦ κυρίου σωθείημεν, καθώς φησιν ὁ ἀπόστολος. Ἀλλὰ ταῦτα μὲν εἴρηται, ὡς ἄν τις τὸν κοινότερον ἐπισκοπῶν λόγον τὸ προκείμενον θεωρήσειεν. Εἰ δέ τις τὴν ἀληθῆ τοῦ ῥήματος ζητοίη διάνοιαν, οὐκ οἶμαι χρείαν ἐφ’ ἡμῶν εἶναι, πρὸς τὸ κοινὸν τῆς φύσεως ἀναφέρειν τὴν ἔννοιαν· ἱκανὴ γὰρ ἡ συνείδησις ἐκ τῶν ἑκάστῳ βεβιωμένων ἀναγκαίαν ποιήσασθαι τοῦ ἐλέου τὴν αἴτησιν. Ἐγὼ γὰρ οἶμαι πολυειδῶς κατὰ τὸν βίον τοῦτον τῆς ζωῆς ἡμῖν ἐνεργουμένης, τῆς μὲν κατὰ ψυχὴν καὶ διάνοιαν, τῆς δὲ κατὰ τὰς αἰσθήσεις τοῦ σώματος, δύσκολον ἢ καὶ παντάπασιν ἀμήχανον εἶναι, μὴ ἑνί τινι πρὸς ἁμαρτίαν πάθει συνενεχθῆναι·
οἷόν τι λέγω, τῆς ἀπολαυστικῆς ταύτης τῆς κατὰ τὸ σῶμα ζωῆς ἐπιμεριζομένης ἡμῶν ταῖς αἰσθήσεσι, τῆς δὲ κατὰ ψυχὴν ἐν τῇ τῆς διανοίας ὁρμῇ θεωρουμένης, καὶ ἐν τῇ κινήσει τῆς προαιρέσεως, τίς οὗτος ὑψηλός τε καὶ μεγαλοφυὴς τῷ φρονήματι ὡς δι’ ἀμφοτέρων ἔξω γενέσθαι τοῦ κατὰ κακίαν μολύσματος; τίς κατὰ τὸν ὀφθαλμὸν ἀναμάρτητος; τίς κατὰ τὴν ἀκοὴν ἀνυπεύθυνος; τίς τῆς βοσκηματώδους ταύτης κατὰ τὸν λαιμὸν ἡδονῆς ἀλλότριος; τίς τῇ ἁφῇ τῆς κατὰ τὴν ἁμαρτίαν λαβῆς καθαρεύει; Τίς οὐκ οἶδεν τὸ αἴνιγμα τῆς γραφῆς λεγούσης διὰ τῶν θυρίδων εἰσεληλυθέναι τὸν θάνατον; Τὰς γὰρ αἰσθήσεις, δι’ ὧν ἐκκύπτουσα ἡ ψυχὴ πρὸς τὰ ἔξωθεν πράγματα τῶν κατὰ γνώμην ἀντιλαμβάνεται, θυρίδας ἡ γραφὴ προσηγόρευσεν, ἃς ὁδοποιεῖν τῷ θανάτῷ τὴν εἴσοδον ὁ λόγος φησίν. Τῷ ὄντι γὰρ πολλῶν θανάτων εἴσοδος γίνεται πολλάκις ὁ ὀφθαλμὸς, ἢ θυμούμενον βλέπων καὶ πρὸς τὸ ἴσον πάθος ἀντεγειρόμενος, ἢ εὐημεροῦντα παρ’ ἀξίαν καὶ εἰς φθόνον φλεγόμενος, ἢ ὑπερηφανούμενον καὶ πρὸς μῖσος ἐκπίπτων, ἤ τινα εὐχροοῦσαν ὕλην, ἢ ἐπὶ μορφῆς εὐφυεστέραν διάπλασιν, καὶ ὅλος πρὸς τὴν τοῦ ἀρέσαντος ἐπιθυμίαν κατολισθαίνων.
Οὕτως ἀνοίγει τῷ θανάτῳ τὰς θυρίδας τὸ οὖς, δι’ ὧν ἀκούει πολλὰ πάθη ἐπὶ τὴν ψυχὴν παραδέχεται, φόβον, λύπην, θυμὸν, ἡδονὴν, ἐπιθυμίαν, διάχυσιν γέλωτος καὶ τὰ τοιαῦτα. Ἡ δὲ κατὰ τὴν γεῦσιν ἀπόλαυσις μήτηρ, ὡς ἂν εἴποι τις, τῶν καθ’ ἕκαστόν ἐστι κακῶν. Τίς γὰρ οὐκ οἶδεν ὅτι ῥίζα σχεδόν ἐστι τῶν περὶ τὸν βίον πλημμελημάτων ἡ περὶ τὸν λαιμὸν ἀσχολία; ταύτης γὰρ ἐξήρτηται ἡ τρυφὴ, ἡ μέθη, ἡ γαστριμαργία, ἡ περὶ τὴν δίαιταν ἀσωτία, ἡ πληθώρα, ὁ κόρος, ὁ κῶμος, ἡ κτηνώδης καὶ ἄλογος περὶ τὰ πάθη τῆς ἀτιμίας καταφορά. Ὁμοίως ἡ κατὰ τὴν ἁφὴν αἴσθησις πάντων ἔσχατον τῶν ἁμαρτανομένων ἐστίν. Πάντα γὰρ ὅσα τῷ σώματι παρὰ τῶν φιληδόνων ἐπιτηδεύεται, τῆς ἁπτικῆς ἀντιλήψεώς ἐστιν ἀῤῥωστήματα, ὧν τὰ καθ’ ἕκαστον διηγεῖσθαι μακρὸν ἂν εἴη· καὶ οὐδὲ πρέπον ἅμα τοῖς σεμνοτέροις τῶν λόγων παραμιγνύειν ὅσα τῆς ἁφῆς ἐστι κατηγορήματα. Τῶν δὲ κατὰ τὴν ψυχήν τε καὶ προαίρεσιν πλημμελουμένων τὸν ἑσμὸν τίς ἂν ἐξαριθμήσαιτο λόγος; Ἔσωθεν, φησὶν, ἐκπορεύονται διαλογισμοὶ πονηροί· καὶ προσέθηκε τῶν δι’ ἐνθυμήσεως κοινούντων ἡμᾶς τὸν κατάλογον.
PG 44:1187Εἰ τοίνυν οὕτω πανταχόθεν ἡμῖν τὰ τῶν ἁμαρτιῶν δίκτυα περικέχυται διὰ πάντων τῶν αἰσθητηρίων, διὰ τῶν ἐγκαρδίων τῆς ψυχῆς κινημάτων, τίς καυχήσεται, καθὼς ἡ Σοφία φησὶν, ἁγνὴν ἔχειν καρδίαν; τίς κεκαθάρισται ἀπὸ ῥύπου; ὡς ὁ Ἰὼβ τὸ τοιοῦτον μαρτύρεται. Ῥύπος ἐστὶ τῆς κατὰ ψυχὴν καθαρότητος ἡ ἡδονὴ, ἡ πολυμερῶς καὶ πολυτρόπως τῷ ἀνθρωπίνῳ καταμιγνυμένη βίῳ διὰ ψυχῆς τε καὶ σώματος, δι’ ἐνθυμήσεων, δι’ αἰσθήσεων, διὰ τῶν κατὰ πρόθεσιν κινημάτων, διὰ τῶν σωματικῶν ἐνεργημάτων. Τίς οὖν καθαρὰν τῆς κηλῖδος ταύτης τὴν ψυχὴν ἔχει; πῶς οὐκ ἐπλήγη τῷ τύφῳ; πῶς οὐκ ἐπατήθη τῷ ποδὶ τῆς ὑπερηφανίας; ὃν ἡ ἁμαρτωλὴ χεὶρ οὐκ ἐσάλευσεν; οὗ ὁ ποῦς εἰς κακίαν οὐκ ἔδραμεν; ὃν ὀφθαλμὸς ἀτακτῶν οὐκ ἐμόλυνεν, καὶ ἀπαίδευτος ἀκοὴ οὐκ ἐῤῥύπωσεν, καὶ ἡ γεῦσις πρὸς ἑαυτὴν οὐκ ἠσχόλησεν, καὶ ἡ καρδία πρὸς ματαίας κινήσεις ἀνενέργητος ἔμεινεν;
Ἐπεὶ οὖν ταῦτα περὶ ἡμᾶς χείρω μὲν καὶ χαλεπώτερα τοῖς κτηνωδεστέροις, μετριώτερα δὲ τοῖς ἐπιμελεστέροις, πάντη δὲ καὶ πάντως ἐν πᾶσι τοῖς κοινωνοῦσι τῆς φύσεώς ἐστι καὶ ἡ κοινωνία τῶν πλημμελημάτων τῆς φύσεως, διὰ τοῦτο προσπίπτοντες διὰ προσευχῆς τῷ θεῷ ἀφεθῆναι ἡμῖν τὰ ὀφειλήματα παρακαλοῦμεν. Ἀλλ’ ἄπρακτός ἐστι ἡ τοιαύτη φωνὴ, καὶ εἰς ἀκοὰς θείας οὐ φθάνουσα, μὴ τῆς συνειδήσεως ἡμῖν συμβοώσης ὅτι καλόν ἐστιν ἡ τοῦ ἐλέους μετάδοσις. Ὁ γὰρ θεῷ πρέπειν τὴν φιλανθρωπίαν κρίνων (οὐ γὰρ ἂν, εἰ μὴ πρέπειν ᾤετο, πρὸς τὸ ἀπρεπές τε καὶ ἀνάρμοστον ἐλθεῖν ἠξίου), δίκαιος ἂν εἴη τοῖς ἰδίοις ἔργοις τὴν περὶ τοῦ καλοῦ βεβαιῶσαι κρίσιν, ὡς ἂν μὴ τὸ τοιοῦτον ἀκούσειεν παρὰ τοῦ δικαίου κριτοῦ ὅτι, Ἰατρὲ, θεράπευσον σεαυτόν· ἐμὲ πρὸς φιλανθρωπίαν παρακαλεῖς, ἧς τοῖς πέλας αὐτὸς οὐ μετέδωκας; Ἄφεσιν ὀφλημάτων αἰτεῖς· πῶς οὖν κατάγχεις σὺ τὸν ὑπόχρεων; Ἐξαλειφθῆναι τὸ κατὰ σοῦ χειρόγραφον εὔχῃ, ὁ δι’ ἐπιμελείας φυλάσσων τὰ τῶν ὑπευθύνων συμβόλαια; χρεῶν αἰτεῖς ἀποκοπὰς, ὁ τρέφων διὰ τῶν τόκων τὸ δάνειον; ὁ σὸς ὀφειλέτης ἐν δεσμωτηρίῳ, καὶ σὺ ἐν εὐκτηρίῳ;
PG 44:1189ἐκεῖνος τοῖς ὀφλήμασιν ὀδυνᾶται, καὶ σὺ ἀφεθῆναί σοι τὴν ὀφειλὴν ἀξιοῖς; ἀνήκοός ἐστί σου ἡ προσευχὴ, ὑπερηχεῖ γὰρ ἡ τοῦ ὀδυνωμένου φωνή. Ἐὰν λύσῃς τὸ σωματικὸν χρέος, λυθήσεταί σοι τῆς ψυχῆς τὰ δεσμά· ἐὰν συγχωρήσῃς, συγχωρηθήσεταί σοι, σεαυτῷ δικάσεις, σεαυτῷ νομοθετήσεις, τῇ πρὸς τὸν ὑποκείμενον διαθέσει τὴν ἄνωθεν ψῆφον ἐπὶ σεαυτοῦ φέρων. Τοιοῦτόν τί μοι δοκεῖ καὶ ἐν ἑτέρῳ λόγῳ διδάσκειν ὁ κύριος, διηγηματικῶς τὸ δόγμα τοῦτο παρατιθέμενος, ἔνθα βασιλεύς τίς ἐστιν ἐν τῷ διηγήματι, φοβερῶς προκαθήμενος, καὶ τοὺς οἰκέτας εἰς κρίσιν ἄγων, καὶ τῶν οἰκονομηθέντων παρ’ ἑκάστου τὴν γνῶσιν ἐπιζητῶν. Προσαχθέντος δέ τινος τῶν χρεωφειλετῶν, καὶ φιλανθρωπίαν τετυχηκότος, ἐπειδὴ προσπεσὼν ἀντὶ τῆς τῶν χρημάτων ἐκτίσεως τὴν ἱκετηρίαν προσήγαγεν, εἶτα κατὰ τοῦ ὁμοδούλου ἐπὶ μετρίῳ ὀφλήματι πικρῶς τε καὶ ἀπηνῶς διατεθέντος, ὀργιζόμενον ἐποίησεν ἐπὶ τῇ πρὸς τὸν ὁμόδουλον ἀπηνείᾳ τὸν βασιλέα, καὶ προστάξαι τοῖς βασανισταῖς παγγενεὶ αὐτὸν τῆς τοῦ βασιλέως οἰκίας ἀλλοτριῶσαι, ἐπὶ τοσοῦτόν τε παρατεῖναι τὴν κόλασιν, ἕως ἂν τὴν ἀξίαν τιμωρίαν ἀποπληρώσῃ.
Ἀληθῶς γὰρ ὀβολοί τινές εἰσιν ἀτελεῖς τε καὶ εὐαρίθμητοι πρὸς μυριάδας ταλάντων παρατιθέμενοι τὰ τῶν ἀδελφῶν ἡμῶν εἰς ἡμᾶς ὀφλήματα, συγκρίσει πρὸς τὸν θεὸν τῶν ἡμετέρων πλημμελημάτων. Ζημία πάντως ἐστὶν ἢ ὕβρεως ἀφορμὴ παρά τινος γεγενημένη, ἢ οἰκέτου κακία, ἢ καὶ εἰς σωματικὸν θάνατον ἐπιβουλή· εἶτα σὺ πρὸς τὴν ἄμυναν τούτων ἐν φλεγμονῇ καρδίας ἐξερεθίζῃ, καὶ πᾶσαν τὴν ἐπίνοιαν εἰς τὴν τῶν προλελυπηκότων τιμωρίαν ἀναζητεῖς· οὐ λογίζῃ, εἰ μὲν πρὸς οἰκέτην ὁ θυμὸς φλεγμαίνοι, ὅτι οὐ φύσις, ἀλλὰ δυναστεία πρὸς δουλείαν τε καὶ κυριότητα τὸ ἀνθρώπινον ἔσχισεν· τῶν γὰρ ἀνθρώπῳ δουλεύειν ὁ τοῦ παντὸς οἰκονόμος τὴν ἄλογον φύσιν μόνην ἐνομοθέτησεν, καθώς φησιν ὁ προφήτης ὅτι, Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, καὶ τὰ πετεινὰ, καὶ τὰ κτήνη, καὶ τοὺς ἰχθύας. Ταῦτά τε καὶ δοῦλα προσαγορεύει, φησάσης ἑτέρωθι τῆς προφητείας, Διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τὸν δὲ ἄνθρωπον τῇ αὐτεξουσίῳ χάριτι κατεκόσμησεν.
Ὥστε τὸ ἴσον ἔχει σοὶ τῷ τῆς φύσεως ἀξιώματι ὁ ὑπεζευγμένος συνηθείᾳ καὶ νόμῳ, οὔτε παρὰ σοῦ γέγονεν, οὔτε ἐν σοὶ ζῇ, οὔτε τὰς σωματικάς τε καὶ τὰς τῆς ψυχῆς ἐνεργείας παρὰ σοῦ λαβὼν ἔχει. Τί οὖν τοσοῦτον ἐπιζέεις κατ’ αὐτοῦ τῷ θυμῷ, ῥᾳθυμήσαντός τινος, ἢ ἀποστατήσαντος, ἢ τάχα καταφρόνησιν ἐνδειξαμένου σοι κατὰ πρόσωπον, δέον πρὸς ἑαυτὸν βλέπειν, οἷος σὺ γέγονας τῷ δεσπότῃ τῷ πλάσαντί σε καὶ παραγαγόντι διὰ γενέσεως, καὶ κοινωνόν σε τῶν ἐν τῷ κόσμῳ θαυμάτων ποιήσαντι, τῷ προθέντι τὸν ἥλιον εἰς ἀπόλαυσιν, καὶ πάσας τὰς πρὸς τὸ ζῇν ἀφορμὰς ἐκ τῶν στοιχείων χαρισαμένῳ, ἐκ γῆς τε καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, τῷ παρασχομένῳ τὴν διανοητικὴν χάριν, τὴν ἀντιληπτικὴν αἴσθησιν, τὴν διακριτικὴν καλοῦ τε καὶ τοῦ χείρονος ἐπιστήμην; Πῶς, σὺ πρὸς τὸν τοιοῦτον δεσπότην ἆρα καταπειθὴς καὶ ἀπρόσκοπος; οὐκ ἐδραπετεύσας πρὸς τὴν ἁμαρτίαν; οὐκ ἀντηλλάξω τὴν πονηρὰν δεσποτείαν; οὐ τό γε ἐπὶ σοὶ ἔρημον τὴν τοῦ δεσπότου κατέλιπες οἰκίαν, ἐν ᾧ ἐτάχθης ἐργάζεσθαι καὶ φυλάσσειν, τούτου ἀποφοιτήσας;
τὰ δὲ κατειλεγμένα πλημμελήματα οὐχ ὑπὸ μάρτυρι τῷ θεῷ τῷ πανταχοῦ ὄντι καὶ πάντα ἐφορῶντι ἢ πράττεις, ἢ λέγεις, ἢ φρονεῖς τὰ μὴ δέοντα; Εἶτα τοιοῦτος ὢν καὶ τοσούτοις ὑπόχρεως μέγα τι οἴει τῷ ὁμοδούλῳ χαρίζεσθαι, εἴ τι τῶν εἰς σὲ πλημμεληθέντων διὰ μακροθυμίας παρίδοις; Εἰ τοίνυν μέλλοιμεν προσάγειν τῷ θεῷ τὴν ὑπὲρ τοῦ ἐλέου καὶ τῆς συγγνώμης παράκλησιν, παρασκευάσωμεν τῷ συνειδότι τὴν παῤῥησίαν, ὡς τὸν βίον συνήγορον τῆς φωνῆς ταύτης προστήσασθαι, καὶ εἰπεῖν ἀληθῶς ὅτι καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφείλουσιν ἡμῖν. Τί δὲ βούλεται τὸ ἐφεξῆς τοῖς εἰρημένοις προσκείμενον; Ἀναγκαίως οἶμαι μηδὲ τοῦτο παραδραμεῖν ἀθεώρητον, ὡς ἂν εἰδότες ᾧ προσευχόμεθα ψυχῇ καὶ μὴ σώματι τὴν ἱκεσίαν προσάγωμεν. Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Τίς, ἀδελφοὶ, τῶν εἰρημένων ἡ δύναμις; Δοκεῖ μοι πολυτρόπως τε καὶ διαφόρως ὁ κύριος τὸ κακὸν ὀνομάζειν, κατὰ τὰς τῶν πονηρῶν ἐνεργειῶν διαφορὰς πολυωνύμως αὐτὸν ἀποκαλῶν διάβολον, Βεελζεβοὺλ, μαμωνᾶν, ἄρχοντα τοῦ κόσμου, ἀνθρωποκτόνον, πονηρὸν, πατέρα ψεύδους, καὶ ἄλλα τοιαῦτα.
Τάχα τοίνυν ἓν τῶν περὶ αὐτὸν νοουμένων ὄνομά τί ἐστι καὶ ὁ πειρασμὸς, καὶ βεβαιοῖ τὴν τοιαύτην ἡμῖν ὑπόνοιαν ἡ τῶν εἰρημένων σύμφρασις· εἰπὼν γὰρ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἐπήγαγεν τὸ ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ, ὡς τοῦ αὐτοῦ δι’ ἑκατέρων τῶν ὀνομάτων σημαινομένου. Εἰ γὰρ ὁ μὴ εἰσελθὼν εἰς πειρασμὸν ἔξω πάντως ἐστὶ τοῦ πονηροῦ, καὶ ὁ ἐν τῷ πειρασμῷ γενόμενος ἐν τῷ πονηρῷ κατ’ ἀνάγκην γίνεται, ἆρα ὁ πειρασμός τε καὶ ὁ πονηρὸς ἕν τι κατὰ τὴν σημασίαν ἐστίν. Τί οὖν ἡμῖν ἡ τοιαύτη διδασκαλία τῆς προςευχῆς ἐγκελεύεται; Τὸ ἔξω γίνεσθαι τῶν κατὰ τὸν κόςμον τοῦτον θεωρουμένων, καθώς φησιν ἑτέρωθι πρὸς τοὺς μαθητὰς ὅτι ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται. Οὐκοῦν ὁ ἐκτὸς γενέσθαι τοῦ πονηροῦ θέλων ἐξ ἀνάγκης τοῦ κόσμου ἑαυτὸν ἀποικίσει· οὐ γὰρ ἔχει χώραν ὁ πειρασμὸς τῆς ψυχῆς ἅψασθαι, εἰ μὴ καθάπερ τι δέλεαρ τὴν κοσμικὴν ταύτην ἀσχολίαν τῷ πονηρῷ περιθεὶς ἀγκίστρῳ τοῖς λιχνοτέροις προέτεινεν. Μᾶλλον δὲ σαφέστερον ἂν ἡμῖν δι’ ἑτέρων ὑποδειγμάτων τὸ νόημα γένοιτο. Χαλεπὴ πολλάκις ἐκ τρικυμίας ἐστὶν ἡ θάλασσα, ἀλλ’ οὐχὶ καὶ τοῖς πόῤῥωθεν ἀπῳκισμένοις αὐτῆς.
Φθαρτικὸν τὸ πῦρ, ἀλλὰ τῆς ὑποπεσούσης ὕλης. Δεινὸς ὁ πόλεμος, ἀλλὰ μόνοις τοῖς κοινωνοῦσι τῆς παρατάξεως. Ὥσπερ δὲ ὁ τὰς συμφορὰς τῶν ἐκ τοῦ πολέμου κακῶν φεύγων εὔχεται μὴ ἐμπεσεῖν πολέμῳ, καὶ ὁ τὸ πῦρ δεδοικὼς τὸ μὴ ἐν αὐτῷ γενέσθαι, καὶ ὁ φρίττων τὴν θάλασσαν τὸ μὴ εἰς ἀνάγκην ναυτιλίας ἐλθεῖν, οὕτω καὶ ὁ τοῦ πονηροῦ τὴν προσβολὴν δεδοικὼς εὐχέσθω τὸ μὴ ἐν αὐτῷ γενέσθαι. Ἐπειδὴ δὲ, καθὼς προειρήκαμεν, ἐν τῷ πονηρῷ κεῖσθαι τὸν κόσμον ὁ λόγος φησὶν, ἐν δὲ τοῖς κοσμικοῖς πράγμασιν αἱ τῶν πειρασμῶν ἀφορμαὶ, καλῶς καὶ προςηκόντως ὁ ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ εὐχόμενος ἔξω τῶν πειρασμῶν γενέσθαι παρακαλεῖ. Οὐ γὰρ ἄν τις καταπίῃ τὸ ἄγκιστρον, μὴ κατασπάσας ἐν λιχνείᾳ τὸ δέλεαρ. Ἀλλ’ εἴπωμεν καὶ ἡμεῖς ἀναστάντες τῷ θεῷ ὅτι, Μὴ εἰςενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ’ ἔστιν εἰς τὰ τοῦ βίου κακὰ, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, τοῦ ἐν τῷ κόσμῳ τούτῳ τὴν ἰσχὺν κεκτημένου, οὗ ῥυσθείημεν χάριτι τοῦ Χριστοῦ τοῦ θεοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Second witness · khazarzar edition

De oratione dominica orationes v ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣΕΥΧΗΝ ΛΟΓΟΙ εʹ. ΛΟΓΟΣ αʹ. Προς ευχῆς ἡμῖν διδασκαλίαν ὁ θεῖος ὑφηγεῖται λόγος, δι' ἧς τοῖς ἀξίοις αὐτοῦ μαθηταῖς, τοῖς ἐν σπουδῇ τὴν γνῶσιν τῆς προσευχῆς ἐπιζητοῦσιν, ὅπως οἰκειοῦσθαι προσήκει τὴν θείαν ἀκοὴν διὰ τῶν ῥημάτων τῆς προς ευχῆς ὑποτίθεται. Ἐγὼ δὲ τολμήσας μικρὸν ἄν τι προς θείην τοῖς γεγραμμένοις, ὅτι οὐ τὸ πῶς δεῖ προσεύχεσθαι τὸν παρόντα σύλλογον διδάσκεσθαι χρὴ, ἀλλ' ὅ τι δεῖ πάντως προσεύχεσθαι, ὅπερ οὔπω τάχα δέδεκται ἡ τῶν πολλῶν ἀκοή· ἠμέληται γὰρ ἐν τῷ βίῳ καὶ παρεώραται τοῖς πολλοῖς τὸ ἱερὸν τοῦτο καὶ ἔνθεον ἔργον, ἡ προσευχή. Περὶ τούτου τοίνυν δοκεῖ μοι καλῶς ἔχειν πρῶτον ὡς ἔστι δυνατὸν λόγῳ διαμαρτύρασθαι τὸ δεῖν πάντως τῇ προσευχῇ προσκαρτερεῖν, καθώς φησιν ὁ ἀπόστολος, εἶθ' οὕτως ἀκοῦσαι τῆς θείας φωνῆς τῆς ὑποτιθεμένης ἡμῖν τὸν τρόπον ὅπως χρὴ προσάγειν τῷ κυρίῳ τὴν δέησιν· ὁρῶ γὰρ ὅτι πάντα μᾶλλον ἐν τῷ παρόντι σπουδάζεται βίῳ, ἄλλου πρὸς ἄλλο τι τῇ ψυχῇ τετραμμένου, τὸ δὲ τῆς 204 εὐχῆς ἀγαθὸν διὰ σπουδῆς τοῖς ἀνθρώποις οὐκ ἔστιν. Ἐπορθρίζει ταῖς ἐμπορίαις ὁ κάπηλος, πρὸ τῶν ὁμοτέχνων τὸ οἰκεῖον ἐπιδεῖξαι τοῖς ὠνουμένοις φιλονεικῶν, ὡς ἂν προ λάβοι τοῦ δεομένου τὴν χρείαν, ὑποφθάσας τοὺς ἄλλους, καὶ τὸ οἰκεῖον ἀπεμπολήσειεν. Ὡσαύτως καὶ ὁ ὠνούμενος τὸ μὴ διαμαρτεῖν τοῦ πρὸς τὴν χρείαν ἐν τῷ προληφθῆναι παρ' ἑτέρου πρὸ ὀφθαλμῶν ἔχων οὐκ ἐπὶ τὸ εὐκτήριον, ἀλλ' ἐπὶ τὸ πρατήριον τρέχει, καὶ πάντων τὴν ἴσην πρὸς τὸ κέρδος ἐχόντων ἐπιθυμίαν, καὶ φθάσαι τὸν πέλας φιλο νεικούντων, ἐξεκλάπη διὰ τῶν σπουδαζομένων ἡ τῆς προς ευχῆς ὥρα, εἰς τὴν ἐμπορίαν μετατεθεῖσα. Οὕτως ὁ χει ροτέχνης, οὕτως ὁ περὶ λόγους ἠσχολημένος, οὕτως ὁ δικαζόμενος, οὕτως ὁ δικάζειν λαχὼν, περὶ τὰ ἐν χερσὶν ἕκαστος ὅλος τῇ σπουδῇ ῥέπων, ἐκλέλησται τῆς κατὰ τὴν εὐχὴν ἐργασίας, ζημίαν κρίνων πρὸς τὸ προκείμενον ἑαυ τῷ τὴν περὶ τὸν θεὸν ἀσχολίαν. Οἴεται γὰρ ὁ μὲν τὴν τέχνην μετιὼν ἀργόν τι χρῆμα καὶ ἄπρακτον εἶναι τὴν θείαν πρὸς τὸ προκείμενον συμμαχίαν· διὸ καταλιπὼν τὴν εὐχὴν ἐν ταῖς χερσὶ τὰς ἐλπίδας τίθεται, ἀμνημονῶν τοῦ δεδωκότος τὰς χεῖρας. Ὡσαύτως καὶ ὁ τὸν λόγον δι' ἐπιμελείας κατορθῶν ἑαυτῷ οὐ λογίζεται τὸν δεδωκότα τὸν λόγον, ἀλλ' ὡς ἑαυτὸν εἰς τὴν φύσιν ταύτην παραγα γὼν πρὸς ἑαυτὸν βλέπει καὶ ταῖς τῶν μαθημάτων προς ανέχει σπουδαῖς, οὐδὲν ἐκ τῆς τοῦ θεοῦ συνεργίας αὐτῷ γενήσεσθαι τῶν ἀγαθῶν νομίζων προτιμοτέραν ποιεῖται τῆς προσευχῆς τὴν σπουδήν. Τὸν αὐτὸν τρόπον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων ἐκκρούει τὴν περὶ τὰ μείζω καὶ οὐράνια τῆς ψυχῆς ἀσχολίαν τῇ τῶν σωματικῶν τε καὶ γηΐνων φροντίδι. Διὰ τοῦτο πολλὴ κατὰ τὸν βίον ἡ ἁμαρτία, ἀεὶ ταῖς προσθήκαις ἐπὶ τὸ μεῖζον αὔξουσα, πάσαις ταῖς ἀνθρωπίναις σπουδαῖς ἐμπεπλεγμένη, διότι λήθη τοῦ θεοῦ κατακρατεῖ τῶν πάντων, καὶ τὸ τῆς εὐ χῆς ἀγαθὸν τοῖς ἀνθρώποις τῶν σπουδαζομένων οὐ συνε φάπτεται. Τῇ ἐμπορίᾳ συνεισέρχεται ἡ πλεονεξία· πλεον 206 εξία δέ ἐστιν εἰδωλολατρεία. Οὕτως ὁ γεωργὸς οὐ ταῖς ἀναγκαίαις χρείαις συμμετρεῖ τὴν γεωπονίαν, ἀλλ' ἀεὶ πρὸς τὰ πλείω τὴν σπουδὴν ἐπεκτείνων πολλὴν δίδωσι τῇ ἁμαρτίᾳ κατὰ τοῦ ἐπιτηδεύματος εἴσοδον, τοῖς ἀλ λοτρίοις ὅροις ἐμπλατυνόμενος. Ὅθεν αἱ δυσθεράπευτοι φύονται φιλονεικίαι, περὶ τῶν τῆς γῆς ὅρων ἀντεγει ρομένων ἀλλήλοις τῶν τῇ ὁμοίᾳ νόσῳ τῆς πλεονεξίας κεκρατημένων. Ἐντεῦθεν οἱ θυμοὶ καὶ αἱ πρὸς τὸ κακὸν ὁρμαὶ καὶ αἱ

κατ' ἀλλήλων ἐπιχειρήσεις αἵματι καὶ φόνῳ πολλάκις καθίστανται. Ὡσαύτως αἱ περὶ τὰ δικαστήρια σπουδαὶ ταῖς πολυτρόποις ἁμαρτίαις ὑπηρετοῦσιν, μυρίας τῆς ἀδικίας συνηγορίας εὑρίσκουσαι. Ὁ δικαστὴς ἢ ἑκὼν πρὸς τὸ λῆμμα τὸν τοῦ δικαίου ζυγὸν ἀπέκλινεν, ἢ ἀκου σίως τῇ περιεργίᾳ τῶν τὴν ἀλήθειαν συγχεόντων παρα κρουσθεὶς τὴν ἀδικίαν ἐκύρωσεν. Καὶ τί ἄν τις τὰ καθ' ἕκαστον λέγοι δι' ὧν ἡ ἁμαρτία πολυσχιδῶς καὶ πολυτρό πως τῇ ἀνθρωπίνῃ ζωῇ καταμίγνυται, ἧς αἴτιον οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ μὴ συμπαραλαμβάνεσθαι παρὰ τῶν ἀν θρώπων τὴν τοῦ θεοῦ συμμαχίαν πρὸς τὰ ἐν χερσὶ σπουδαζόμενα; Ἐὰν εὐχὴ τῆς σπουδῆς προηγήσηται, ἡ ἁμαρ τία πάροδον κατὰ τῆς ψυχῆς οὐχ εὑρήσει· τῆς γὰρ τοῦ θεοῦ μνήμης ἐν τῇ καρδίᾳ καθιδρυμένης ἄπρακτοιμένουσιν αἱ τοῦ ἀντικειμένου ἐπίνοιαι, πανταχοῦ τῆς δικαιοσύνης ἐν τοῖς ἀμφισβητουμένοις μεσιτευούσης. Ἐπέχει καὶ τὸν γεωργὸν τῆς ἁμαρτίας ἡ προσευχή, ἐν ὀλίγῳ πό νῳ τῆς γῆς τοὺς καρποὺς πλεονάζουσα, ὡς μηκέτι τῇ τοῦ πλείονος ἐπιθυμίᾳ συνεισιέναι τὴν ἁμαρτίαν. Οὕτως ὁ ὁδοιπόρος, οὕτως ὁ ἐπὶ στρατείαν ἢ γάμον στελλόμενος, οὕτως πᾶς ὁστισοῦν τῶν πρός τι τὴν ὁρμὴν ἐχόντων, εἰ μετ' εὐχῆς ἕκαστον πράττοι, τῇ πρὸς τὸ σπουδαζόμενον εὐοδίᾳ τοῦ ἁμαρτάνειν ἀποτραπήσεται, οὐδενὸς ἐναντίου τὴν ψυχὴν πρὸς πάθος καθέλκοντος. Εἰ δὲ ἀποστὰς τοῦ θεοῦ ὅλος γένοιτο τῆς σπουδῆς, ἀνάγκη πᾶσα τὸν ἔξω 208 θεοῦ ὄντα ἐν τῷ ἐναντίῳ πάντως εἶναι. Χωρίζεται δὲ τοῦ θεοῦ ὁ μὴ συνάπτων ἑαυτὸν διὰ προσευχῆς τῷ θεῷ. Οὐκοῦν τοῦτο χρὴ πρότερον ἡμᾶς διδαχθῆναι τῷ λόγῳ ὅτι δεῖ πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. Ἐκ γὰρ τοῦ προσεύχεσθαι περιγίνεται τὸ μετὰ θεοῦ εἶ ναι· ὁ δὲ μετὰ θεοῦ ὢν τοῦ ἀντικειμένου κεχώρισται. Προσευχή σωφροσύνης ἐστὶ φυλακτήριον, θυμοῦ παιδαγω γία, τύφου καταστολὴ, μνησικακίας καθάρσιον, φθόνου καθαίρεσις, ἀδικίας ἀναίρεσις, ἀσεβείας ἐπανόρθωσις. Προς ευχὴ σωμάτων ἐστὶν ἰσχὺς, οἰκίας εὐθηνία, πόλεως εὐνο μία, βασιλείας κράτος, πολέμου τρόπαιον, εἰρήνης ἀσφάλεια, τῶν διεστώτων συναγωγὴ, τῶν συνεστώτων διαμονή· Προσευχή παρθενίας ἐστὶ σφραγὶς, γάμου πίστις, ὁδοιπόροις ὅπλον, κοιμωμένων φύλαξ, ἐγρηγορότων θάρσος, γεωργῶν εὐφορία, ναυτιλλομένων σωτηρία. Προσευχή κρινομένων συνήγορος, δεδεμένων ἄνεσις, κεκμηκότων ἀνά παυσις, λυπουμένων παραμυθία, χαιρόντων θυμηδία, πεν θούντων παράκλησις, γαμούντων στέφανος, γενεθλίων ἑορτὴ, ἀποθνησκόντων ἐντάφιον. Προσευχή θεοῦ ὁμιλία, τῶν ἀοράτων θεωρία, τῶν ἐπιθυμουμένων πληροφορία, τῶν ἀγγέλων ὁμοτιμία, τῶν καλῶν προκοπὴ, τῶν κακῶν ἀποτροπὴ, τῶν ἁμαρτανομένων διόρθωσις, τῶν παρόν των ἀπόλαυσις, τῶν ἐλπιζομένων ὑπόστασις. Προσευχή τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίησεν, τὸν δὲ Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐπανήγαγεν, τοῖς δὲ τρισὶ νέοις εἰς πνεῦμα δροσῶδες τὴν φλόγα ἔτρε ψεν, καὶ τοῖς Ἰσραηλίταις κατὰ τῶν Ἀμαληκιτῶν ἀνέστησε τρόπαιον, καὶ τὰς ἑκατὸν ὀγδοήκοντα καὶ πέντε τῶν Ἀσσυρίων χιλιάδας μιᾷ νυκτὶ τῇ ἀοράτῳ ῥομφαίᾳ κατέστρωσεν. Καὶ μυρία πρὸς τούτοις ἔστιν εὑρεῖν ἐκ τῶν ἤδη γεγενημένων τὰ ὑποδείγματα δι' ὧν φανερὸν γίνεται τὸ μηδὲν τῆς προσευχῆς εἶναι τῶν κατὰ τὴν ζωὴν τιμίων ἀνώτερον. Ἀλλὰ καιρὸς ἂν εἴη πρὸς αὐτὴν ἤδη τὴν προς ευχὴν ἀσχοληθῆναι· μᾶλλον δὲ μικρὸν ἔτι προσθωμεν τῷ 210 λόγῳ, ὅτι πολλῶν καὶ παντοδαπῶν ἀγαθῶν παρὰ τῆς θείας χάριτος ἡμῖν ὑπαρξάντων ἓν τοῦτο πρὸς ἀντίδοσιν ὧν εἰλήφαμεν ἔχομεν, τὸ διὰ προσευχῆς τε καὶ εὐχαριστίας τὸν εὐεργέτην ἀμείβεσθαι. Λογίζομαι τοίνυν ὅτι, κἂν πάσῃ τῇ ζωῇ τὴν πρὸς τὸν θεὸν ὁμιλίαν συμπαρατείνωμεν εὐχα ριστοῦντες καὶ προσευχόμενοι, τοσοῦτον τῆς κατὰ τὴν ἀντί δοσιν ἀξίας ἀπολειπόμεθα ὅσον εἰ μηδὲ τὴν ἀρχὴν ἀντιδοῦ ναι τῷ εὐεργέτῃ προεθυμήθημεν. Ἐν τρισὶ τμήμασι τὸ χρο νικὸν μετρεῖται διάστημα, τῷ παρῳχηκότι, τῷ ἐνεστῶτι καὶ τῷ μέλλοντι. Ἐν τοῖς τρισὶ τούτοις ἡ

εὐεργεσία τοῦ κυ ρίου καταλαμβάνεται. Ἐὰν τὸ ἐνεστὼς λογίσῃ, ἐν αὐτῷ ζῇσ· ἐὰν τὸ μέλλον, ἐκεῖνός σοι ἡ τῶν προσδοκωμένων ἐστὶν ἐλπίσ· ἐὰν τὸ παρελθὸν, οὐκ ἂν ἦς πρὶν ἂν παρ' ἐκείνου γενέσθαι. Εὐηργετήθης αὐτὸ τὸ γενέσθαι παρ' ἐκείνου λαβὼν, καὶ γενόμενος εὐηργέτησαι ἐν αὐτῷ ζῶν καὶ κινούμενος, καθώς φησιν ὁ ἀπόστολος. Αἱ τῶν μελλόντων ἐλπίδες τῆς αὐτῆς εὐεργεσίας ἤρτηνται. Σὺ δὲ μόνου τοῦ ἐνεστῶτος εἶ κύριος. Ὥστε, κἂν διὰ παντὸς εὐ χαριστῶν τῷ θεῷ μὴ διαλίπῃς, μόγις τοῦ ἐνεστῶτος ἀπο πληρώσεις τὴν χάριν, οὔτε τοῦ μέλλοντος, οὔτε τοῦ παρῳχηκότος ἐπίνοιαν ἐξευρίσκων τινὰ πρὸς τὴν τῶν χρεωστουμένων ἀντίδοσιν. Ἡμεῖς δὲ, τοσοῦτον τῆς κατὰ δύναμιν εὐχαριστίας ἀπολειπόμενοι, οὐδὲ περὶ τὸ δυνατὸν εὐ γνωμονοῦμεν, οὐ λέγω πᾶσαν ἡμέραν, ἀλλ' οὐδὲ πολλοστὸν τῆς ἡμέρας τῇ κατὰ θεὸν ἀποκληροῦντες σχολῇ. Τίς μοι τὴν γῆν ὑπεστόρεσεν; τίς βάσιμον δι' ἐπινοίας τὴν ὑγρὰν φύσιν ἐποίησεν; τίς ἔπηξέν μοι τὸν οὐρανὸν ὡς καμάραν; τίς δᾳδουχεῖ μοι τὴν τοῦ ἡλίου λαμπάδα; τίς ἀποστέλλει πηγὰς ἐν φάραγξιν; τίς ἡτοίμασεν τοῖς ποταμοῖς τὰς διόδουσ; τίς μοι τὴν τῶν ἀλόγων ζώων ὑπηρεσίαν ὑπέζευξεν; τίς με κόνιν ἄψυχον ὄντα ζωῆς τε καὶ διανοίας 212 μετέχειν ἐποίησεν; τίς τὸν πηλὸν τοῦτον κατ' εἰκόνα τοῦ θείου χαρακτῆρος ἐμόρφωσεν; τίς συγχεθεῖσαν ἐν ἐμοὶ διὰ τῆς ἁμαρτίας τὴν θείαν εἰκόνα πάλιν εἰς τὴν ἀρχαί αν ἐπανήγαγε χάριν; τίς ἐξοικισθέντα με τοῦ παραδείσου, καὶ τοῦ ξύλου τῆς ζωῆς ἔξω γενόμενον, καὶ τῷ βαράθρῳ τῆς ὑλικῆς ζωῆς συγκαλυφθέντα ἐπὶ τὴν πρώτην ἕλκει μακαριότητα; Οὐκ ἔστιν ὁ συνιὼν, φησὶν ἡ γραφή. Ἦ γὰρ ἂν πρὸς ταῦτα ὁρῶντες ἄληκτον ἂν καὶ ἀκατάπαυστον ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι τὴν εὐχαριστίαν ἀπεπλη ροῦμεν. Νυνὶ δὲ πρὸς μόνον τὸ ὑλικὸν πᾶσα σχεδὸν ἐγρήγορεν ἡ ἀνθρωπίνη φύσις, πρὸς τοῦτο ἡ σπουδὴ, ἐν τούτῳ ἡ προθυμία περὶ ταῦτα καὶ ἡ μνήμη καὶ ἡ ἐλπὶς καταγίνεται· ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλεί ονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις ἐν παντὶ πράγματι ἐν ᾧ δυνατόν ἐστιν ἐξευρεθῆναι τὸ πλέον, εἴτε κατὰ τιμήν τε καὶ δόξαν, εἴτε κατὰ τὴν τῶν χρημάτων περιουσίαν, εἴτε κατὰ τὴν τοῦ θυμοῦ νόσον, πανταχοῦ πρὸς τὸ πλέον ἐν τού τοις ἡ φύσις βλέπει. Τῶν δὲ ἀληθινῶν τοῦ θεοῦ ἀγαθῶν λόγος οὐδεὶς, οὔτε τῶν φαινομένων, οὔτε τῶν ἐπηγγελμένων. Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τῶν τῆς προσευχῆς ῥημάτων κατιδεῖν, ὡς ἔστι δυνατὸν, τὴν διάνοιαν· δῆλον γὰρ ὅτι τὸ τυχεῖν ὧν βουλόμεθα διὰ τοῦ μαθεῖν ὅπως προσήκει ποι εῖσθαι τὴν αἴτησιν περιγίνεται. Τίς οὖν ἡ διδαχή; Προσευχόμενοι, φησὶν, μὴ βαττολογεῖτε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰς ακουσθήσονται. Τάχα μὲν οὖν αὐτόθεν ἔχει τὸ σαφὲς ἡ τῆς διδασκαλίας διάνοια, γυμνότερον ἡμῖν ἐκτεθεῖ σα, καὶ οὐδὲν δεομένη τῆς λεπτοτέρας κατανοήσεωσ· πλὴν ἄξιον ἐξετάσαι τί σημαίνει τῆς βαττολογίας τὸ ῥῆμα, ὡς ἂν μαθόντες τὴν διάνοιαν ἔξω τοῦ ἀπηγορευ μένου γενοίμεθα. Δοκεῖ τοίνυν μοι σωφρονίζειν τε καὶ συστέλλειν τὴν χαυνότητα τῆς διανοίας τῶν ταῖς ματαίαις ἐπιθυμίαις ἐμβαθυνόντων, καὶ διὰ τοῦτο τὴν ξένην ταύ 214 την τῆς λέξεως καινοτομίαν ἐξευρηκέναι ἐπὶ ἐλέγχῳ τῆς ἀνοίας τῶν περὶ τὰ ἀνωφελῆ τε καὶ μάταια ταῖς ἐπιθυ μίαις διαχεομένων. Ὁ γὰρ ἔμφρων τε καὶ συνετὸς καὶ πρὸς τὸ χρήσιμον βλέπων λόγος κυρίως λέγεται λόγος, ὁ δὲ ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις διὰ τῆς ἀνυποστάτου ἡδονῆς ἐπιχεόμενος οὐκ ἔστι λόγος, ἀλλὰ βαττολόγος, ὡς ἄν τις Ἑλληνικώτερον ἑρμηνεύων εἴποι τὸν νοῦν, φλυαρία, καὶ λῆρος, καὶ φλήναφος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης σημασίας ἐστίν. Τί οὖν ἡμῖν συμβουλεύει ὁ λόγοσ; Μὴ ταὐτὸν πάσχειν ἐν τῷ καιρῷ τῶν προσευχῶν οἷον ἐν τῇ τῶν νηπίων διανοίᾳ συνίσταται πάθος. Ὥσπερ γὰρ οἱ ἀτε λεῖς τὴν διάνοιαν οὐχ ὅπως ἄν τι γένοιτο τῶν κατὰ γνώ μην αὐτοῖς ἐπινοοῦσιν, ἀλλὰ κατ' ἐξουσίαν εὐκληρίας τι νὰς ἑαυτοῖς ἀναπλάττουσιν, θησαυροὺς, καὶ γάμους, καὶ βασιλείας, καὶ πόλεις μεγάλας ταῖς προσηγορίαις αὐτῶν ἐπονομαζομένας ὑποτιθέμενοι εἰς ἐκεῖνο εἶναι τῇ

διανοίᾳ φαντάζονται ὅπερ ἂν αὐτοῖς ἡ ματαιότης τῶν λογισμῶν ὑπογράψῃ, εἰσὶ δέ τινες οἳ καὶ νεανικώτερον τῆς μαότητος ταύτης ἀντιλαμβάνονται, καὶ ὑπερβάντες τὰ μέτρα τῆς φύσεως ἢ πτηνοὶ γίνονται, ἢ κατὰ τοὺς ἀστέρας λάμπουσιν, ἢ ὄρη διὰ χειρὸς φέρουσιν, ἢ τὸν οὐρανὸν ἑαυ τοῖς ὁδοποιοῦσιν, ἢ πρὸς μυριοστὸν διαρκοῦσιν ἔτος, νέοι ἐκ παλαιῶν γινόμενοι, ἢ ὅσα ἄλλα τοιαῦτα τοῖς νηπιω δεστέροις τίκτει πομφολυγώδη καὶ διάκενα ἡ καρδία ποι ήματαὥσπερ τοίνυν ἐν τοῖς πράγμασιν ὁ μὴ τοιαῦτα λογιζόμενος δι' ὧν ἂν γένοιτό τι ἀγαθὸν τῷ βουλευομένῳ, ἀλλ' ἐμματαιάζων ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις ἀνόη τός τίς ἐστι καὶ ἄθλιος, τὸν τοῦ πρᾶξαί τι τῶν λυσιτελούντων βουλεύσασθαι καιρὸν τοῖς ἐνυπνίοις τούτοις προς αναλίσκων, οὕτως ὁ ἐν καιρῷ προσευχῆς πρὸς τὰ συμφέ ροντα τῇ ψυχῇ μὴ τεταμένος, ἀλλὰ πρὸς τὰς ἐμπαθεῖς τῆς διανοίας κινήσεις συνδιατίθεσθαι τὸν θεὸν ἀξιῶν, λῆ ρός τίς ἐστιν ὡς ἀληθῶς καὶ βαττολόγος, τῶν ἰδίων μαοτήτων συνεργόν τε καὶ ὑπηρέτην τὸν θεὸν γίνεσθαι 216 προσευχόμενος. Οἷόν τι λέγω· πρόσεισί τις διὰ προσευ χῆς τῷ θεῷ, καὶ μὴ κατανοήσας τῇ διανοίᾳ τὸ ὕψος τῆς δυνάμεως ᾗ προσέρχεται, λανθάνει καθυβρίζων τὸ μέγεθος ταῖς αἰσχραῖς καὶ ταπειναῖς τῶν αἰτήσεων. Ὥσπερ ἂν, εἴ τις τὰ ἐκ πηλοῦ σκεύη δι' ὑπερβολὴν πενίας ἢ ἀγροικίας τίμια νομίζων, ἔπειτα βασιλεῖ προσελθὼν, πλού τους ὅλους καὶ ἀξιώματα διανέμειν προαιρουμένῳ, ὁ δὲ καταλιπὼν τὰς βασιλικὰς αἰτήσεις ἀξιοῖ τὸν τοσοῦτον τῷ ἀξιώματι πηλὸν διαπλάσαντα ποιῆσαί τι τῶν ἐκείνῳ κα ταθυμίων, οὕτως καὶ ὁ ἀπαιδεύτως τῇ εὐχῇ χρώμενος οὐ πρὸς τὸ ὕψος τοῦ διδόντος ἑαυτὸν ἐπαίρει, ἀλλὰ πρὸς τὸ ταπεινόν τε καὶ γήϊνον τῆς ἰδίας ἐπιθυμίας τὴν θείαν δύναμιν καταβῆναι ποθεῖ, καὶ τούτου χάριν τὰς ἐμπαθεῖς ὁρμὰς προτείνει τῷ τὰς καρδίας βλέποντι, οὐχ ὅπως ἂν θεραπεύσειεν τὰ ἄτοπα τῆς διανοίας κινήματα, ἀλλ' ὅπως ἂν χείρω γένοιτο, εἰς ἔργον τῆς πονηρᾶς ὁρμῆς διὰ τῆς συνεργίας τοῦ θεοῦ προελθούσης. Ἐπειδὴ γὰρ ὁ δεῖνα λυπεῖ, καί μοι διάκειται πρὸς ἐκεῖνον δυσμενῶς ἡ καρ δία, πάταξον αὐτὸν, τῷ θεῷ λέγει, μόνον οὐκ ἐκεῖνο βο ῶν ὅτι, Τὸ ἐμὸν πάθος ἐν σοὶ γενέσθω, καὶ ἡ ἐμὴ κα κία ἐπὶ σὲ διαβήτω. Ὡς γὰρ ἐν ταῖς ἀνθρωπίναις μάχαις οὐκ ἔστι συμμαχῆσαί τινα τῷ ἑνὶ μέρει, μὴ συμπαροξυνθέν τα τῷ ὀργιζομένῳ κατὰ τοῦ προσπαλαίοντος, οὕτω δῆλον ὅτι ὁ κατὰ τοῦ ἐχθροῦ τὸν θεὸν κινῶν συνοργισθῆναι πα ρακαλεῖ, καὶ τοῦ θυμοῦ κοινωνὸν γενέσθαι. Τοῦτο δέ ἐστι τὸ εἰς πάθος πεσεῖν τὸν θεὸν, καὶ κατὰ ἄνθρωπον διατεθῆναι, καὶ εἰς θηριώδη ἀπήνειαν ἐκ τῆς ἀγαθῆς φύ σεως μεταποιηθῆναι. Οὕτως ὁ δοξομανῶν, οὕτως ὁ ἐν ὑπερηφανίᾳ τὸ πλέον ἔχειν ἐπιθυμῶν, ὁ ἐν τῇ διαδικασίᾳ πρὸς τὴν νίκην σπεύδων, ὁ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸς τὸν στέφανον ἐπειγόμενος, ὁ ἐν θεάτροις τῆς εὐφημίας ἀν τιποιούμενος, πολλάκις δὲ καὶ ὁ πρὸς τὸ λυσσῶδες τῆς νεότητος πάθος ἐκτετηκώσ· πάντες οὗτοι οὐχ ὅπως ἂν ἔξω τοῦ ἐπικρατοῦντος ἀῤῥωστήματος γένοιντο προσάγουσιν 218 τῷ θεῷ τὰς δεήσεις, ἀλλ' ὅπως ἂν εἰς πέρας αὐτοῖς ἡ νόσος ἔλθοι, καὶ τὸ διαμαρτεῖν τούτων ἀντὶ συμφορᾶς ἕκαστος κρίνοντες βαττολογοῦσιν ὄντως, συνεργὸν τῆς κατὰ τὸν νοῦν αὐτῶν ἀῤῥωστίας γενέσθαι τὸν θεὸν ἱκετεύοντες. Καὶ τὸ πάντων χαλεπώτατον, ὅτι πρὸς τὰς ἐναντίας ὁρ μὰς κινεῖσθαι τὸ θεῖον αὐτοῖς ἐπιθυμοῦσιν, εἰς ἀγριότη τα καὶ φιλανθρωπίαν μερίζοντες τοῦ θεοῦ τὴν ἐνέργειαν· ὃν γὰρ ἵλεων καὶ πρᾶον ἐπιζητοῦσιν ἑαυτοῖς εἶναι, τοῦ τον πικρόν τε καὶ ἀπηνῆ τοῖς ἐχθροῖς αὐτῶν ἐπιδειχθῆ ναι παρακαλοῦσιν. Ὢ τῆς ἀνοίας τῶν βαττολογούντων. Εἰ γὰρ ἐκείνοις ἀπηνὴς ὁ θεὸς, οὐδὲ σοὶ πάντως ἥμερος. Εἰ δὲ ἐπὶ σοῦ πρὸς ἔλεον ῥέπει κατά γε τὴν σὴν ἐλπίδα, πῶς ἂν μεταβάλοιτο πρὸς τοὐναντίον, εἰς πικρίαν μεθαρ μόζων τὸν ἔλεον; Ἀλλὰ πρόχειρος τῶν ἐριστικῶν ἡ πρὸς τὸ τοιοῦτον ἀντίθεσις. Εὐθὺς γὰρ εἰς συνηγορίαν τῆς ἑαυτῶν πικρίας τὰς ἐκ τῆς προφητείας φωνὰς παρατίθεν, τὸν Δαυὶδ ἐκλιπεῖν τοὺς ἁμαρτωλοὺς ποθοῦντα, καὶ αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατευχόμενον, τὸν Ἱερεμίαν ἰδεῖν τὴν παρὰ θεοῦ ἐκδίκησιν ἐκ τῶν ἐναντίων

ἐπιθυμοῦντα, τὸν Ὠσηὲ μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηροὺς δοθῆναι τοῖς ἐχθροῖς δεόμενον, καὶ πολλὰ τοιαῦτα σποράδην ἐγκείμενα ταῖς ἁγίαις γραφαῖς ἀναλέγονται, συνιστάμενοι τὸ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς ἑαυτῶν πικρίας συνεργὸν ποιεῖσθαι τοῦ θεοῦ τὴν ἀγαθό τητα. Ἀλλ' ἡμεῖς, ὡς ἂν ἐκ παρόδου τοὺς ἐκ τῆς τοι αύτης ἀφορμῆς πρὸς τὸ ἐναντίον ὁδηγουμένους παύσαιμεν βαττολογοῦντας, τοῦτο περὶ ἑκάστου τῶν μνημονευθέντων παραθησόμεθα. Οὐδεὶς τῶν ἀληθῶς ἁγίων, τῶν τῷ ἁγίῳ πνεύματι θεωφορουμένων, ὧν αἱ ῥήσεις κατὰ θείαν οἰκο νομίαν εἰς νουθεσίαν τῶν ἐφεξῆς ἀνεγράφησαν, ἐπί τινι κακῷ τὴν σπουδὴν ἔχων ἐπιδειχθήσεται, ἀλλὰ πᾶς αὐτοῖς ὁ σκοπὸς τῶν λόγων πρὸς διόρθωσιν τῆς ἐμπολιτευομένης τῇ φύσει κακίας βλέπει. Ὥσπερ τοίνυν ὁ εὐχόμενος μὴ εἶναι νοσοῦντας, μὴ εἶναι πτωχεύοντας, οὐ τῶν ἀνθρώ πων ἀναίρεσιν, ἀλλὰ τῆς νόσου καὶ τῆς πτωχείας ἀφανισ 220 μὸν ἐπιθυμεῖ γενέσθαι, οὕτω καὶ τῶν ἁγίων ἕκαστος, τὸ τῇ φύσει ἐχθρὸν καὶ πολέμιον εἰς ἀφανισμὸν ἐλθεῖν δι' εὐχῆς ἔχοντες, ὑπόνοιαν τοῖς ἀπαιδευτοτέροις παρέχουσιν, ὡς κατὰ ἀνθρώπων πικραινόμενοί τε καὶ χαλεπαίνοντες. Ὅ τε γὰρ ψαλμῳδὸς εἰπὼν ὅτι ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτοὺς, τὴν ἁμαρ τίαν ἐκλείπειν καὶ τὴν ἀνομίαν εὔχεται· οὐ γὰρ ἄνθρω πος ἀνθρώπῳ πολέμιος, ἀλλ' ἡ κατὰ κακίαν τῆς προ αιρέσεως κίνησις εἰς ἐχθροῦ τάξιν τὸ τῇ φύσει συνημμέ νον κατέστησεν. Τὸ κακὸν τοίνυν ἐκλείπειν εὔχεται. Ὁ δὲ ἄνθρωπος κακὸν οὐκ ἔστιν· πῶς γὰρ ἂν εἴη κακὸν τοῦ ἀγαθοῦ τὸ ὁμοίωμα; Οὕτως, κἂν αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατεύχηται, δείκνυσίν σοι τὸ στῖφος τῶν ἐναν τίων τῶν ἐκ τοῦ ἀοράτου ἐχθροῦ τῇ ἀνθρωπίνῃ προσπο λεμούντων ζωῇ, περὶ ὧν καὶ ὁ Παῦλος γυμνότερον διεξέρ χεται, τὴν πάλην εἶναι λέγων ἡμῖν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τού του, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Τὰς γὰρ δαιμονιώδεις ἐπιβουλὰς, δι' ὧν ἐπάγεται τοῖς ἀνθρώποις τὰ πονηρὰ πρὸς ἁμαρτίαν συμπτώματα, συν τυχίαι θυμώδεις, ἐπιθυμιῶν ἀφορμαὶ, φθόνου καὶ μίσους καὶ ὑπερηφανίας καὶ τῶν τοιούτων κακῶν ὑποθέσεις, ταῦτα ὁρῶν ὁ μέγας προφήτης τὴν ἑκάστου ψυχὴν δι' ἐπι βουλῆς περιτρέχοντα εἰς αἰσχύνην ἐλθεῖν εὔχεται ὁ κατὰ τῶν ἐχθρῶν τούτων εὐχόμενος. Τοῦτο δέ ἐστι τὸ αὐτὸν διασωθῆναι· κατὰ φύσιν γὰρ ἕπεται τῷ ἡττηθέντι κατὰ τὴν πάλην τὸ ἐπαισχυνθῆναι τῷ πτώματι αὐτοῦ, ὥσπερ κεκρατηκότι τὸ ἐπὶ τῇ νίκῃ ἀγάλλεσθαι. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, δηλοῖ τῆς εὐχῆς τὸ εἶδος. Αἰσχυνθήτω σαν γὰρ, φησὶν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντές μου τὴν ψυχήν. Οὐ γὰρ κατεύχεται τῶν εἰς χρημάτων ζημίαν ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων διαμφισβητούντων, ἢ τῶν κατὰ τοῦ σώματος αὐτοῦ κακίαν ἐπιδεικνυμέ νων τινὰ, ἀλλὰ τῶν εἰς ψυχὴν ἐπιβουλευόντων. Τίς 222 δὲ ψυχῆς ἐπιβουλὴ, τίς ἄλλη, εἰ μὴ θεοῦ ἀλλοτρίωσισ; Ἀλλοτριοῦται δὲ ἀπὸ θεοῦ ἀνθρωπίνη ψυχὴ οὐκ ἄλλως ἢ διὰ τῆς ἐμπαθοῦς διαθέσεως. Ἐπεὶ οὖν ἀπαθὲς τὸ θεῖον, πᾶν τὸ ἐν πάθει γινόμενον τῆς πρὸς τὸ θεῖον συναφείας ἀποσχοινίζεται. Ὡς ἂν οὖν μὴ τοῦτο πάθοι, αἰσχύνην τῶν ἀντιπαλαιόντων εὔχεται. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἑαυτῷ νίκην κατὰ τῶν πολεμίων ἐπεύξασθαι. Οἱ δὲ πολέμιοι τὰ πάθη εἰσίν. Οὕτως ὁ Ἱερεμίας ζῆλον τῆς θεοσεβείας ἔχων, εἰδωλομανοῦντος τηνικαῦτα τοῦ βα σιλέως, καὶ τῶν ὑποχειρίων αὐτῷ συνδιαστραφέντων, οὐκ ἴδιόν τι θεραπεύει πάθος, ἀλλ' ὑπὲρ τοῦ κοινοῦ τῶν ἀν θρώπων προσάγει τὴν δέησιν, τῇ κατὰ τῶν ἀσεβησάντων ὁρμῇ ἅπαν σωφρονισθῆναι ἀξιῶν τὸ ἀνθρώπινον. Ὡσαύ τως δὲ καὶ ὁ προφήτης Ὠσηὲ καὶ πολυγονοῦσαν τότε τὴν κακίαν ἐν τοῖς Ἰσραηλίταις ὁρῶν ἀτεκνίᾳ καταδικά ζει, καὶ τὰς πικρὰς θηλὰς τῆς ἁμαρτίας ξηρανθῆναι βού λεται, ὡς ἂν μήτε τίκτοιτο ἐν τοῖς ἀνθρώποις τὸ κα κὸν, μήτε τρέφοιτο. Διὰ τοῦτο ὁ προφήτης, Δὸς αὐ τοῖς, φησὶ, κύριε, μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξη ρούς. Καὶ εἴ τις ἄλλος ἐν τοῖς ἁγίοις εὑρεθείη τοιοῦ τος λόγος, θυμοῦ τινα κατηγορίαν καὶ ἔμφασιν ἔχων,

πρὸς τὴν τοιαύτην πάντως διάνοιαν βλέπει, ἥτις ἐξο ρίζει τὸ κακὸν, οὐκ ἐπιτρίβει τὸν ἄνθρωπον. Θεὸς θάνατον οὐκ ἐποίησεν (ἀκούεις τῆς ἀποφάσεωσ;). Πῶς οὖν εἰς τὸν κατὰ τῶν ἰδίων αὐτοῦ ἐχθρῶν θάνατον πα ρακαλεῖν ἔμελλεν τὸν θεὸν τὸν τῆς τοῦ θανάτου ἐνεργείας ἀλλότριον; Οὐ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων. Ἀλλ' ὁ βαττολογῶν, καὶ κατὰ τῶν ἰδίων ἐχθρῶν τὴν τοῦ θεοῦ φιλανθρωπίαν παρακινῶν, ἐπιτερφθῆναι ταῖς ἀνθρωπί ναις αὐτὸν συμφοραῖς ἐγκελεύεται. Ἀλλ' ἤδη τινὲς, φησὶν, καὶ ἀρχῶν καὶ τιμῶν καὶ πλούτου ἠξιώθησαν, εὐχῇ πρὸς τοῦτο χρησάμενοι, καὶ θεοφιλεῖς εἶναι διὰ τῆς τοιαύτης εὐκληρίας ὑπενοήθησαν. Πῶς οὖν ἀπείργεις ἡμᾶς, εἴποι τις ἂν, τοῦ περὶ τῶν τοιούτων προσάγειν τῷ θεῷ τὰς 224 δεήσεισ; Ἀλλὰ τὸ μὲν πάντα θείας ἐξῆφθαι βουλῆς καὶ ἄνωθεν οἰκονομεῖσθαι τὸν τῇδε βίον παντὶ δῆλόν ἐστιν, καὶ οὐκ ἄν τις ἀντείποι τῷ λόγῳ· τῶν δὲ τοιούτων τῆς εὐχῆς κατορθωμάτων ἄλλας αἰτίας ἐμάθομεν, οὐχ ὡς ἀγα θὰ πάντως τοῦ θεοῦ ταῦτα τοῖς αἰτοῦσι νέμοντος, ἀλλ' ὡς ἂν διὰ τούτων βεβαιωθῇ τοῖς ἐπιπολαιοτέροις ἡ πρὸς τὸν θεὸν πίστις, καὶ κατ' ὀλίγον ἐν ταῖς μικροτέραις τῶν αἰτήσεων τὸ ἐπακούειν τὸν θεὸν τῶν ἱκεσιῶν τῇ πείρᾳ μανθάνοντες ἀνέλθοιμέν ποτε πρὸς τὴν τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν δωρημάτων ἐπιθυμίαν. Καθάπερ ἐπὶ τῶν ἡμετέρων τέκνων ὁρῶμεν, ἃ τέως μὲν τῇ μητρῴᾳ θηλῇ προσφύεται, ὅσον χωρεῖ ἡ φύσις, τοσοῦτον παρὰ τῆς γεν νησαμένης ἐπιζητοῦντα, εἰ δὲ ὑφαδρυνθείη τὸ νήπιον καί τινα προσλάβοι τοῦ φθέγγεσθαι δύναμιν, καταφρονεῖ μὲν τῆς θηλῆς, ζητεῖ δέ τι τοιοῦτον, ἢ προκόσμιον, ἢ ἱμάτιον, ἤ τινα τοιαῦτα οἷς ὁ τῶν νηπίων ὀφθαλμὸς ἐπιτέρπεται, ἐπειδὰν δὲ εἰς ἡλικίαν ἔλθῃ καὶ συναυξηθῇ τῷ σώματι ἡ διάνοια, τότε πάσας τὰς παιδικὰς ἐπιθυμίας καταλιπὼν τὰ τῷ τελείῳ πρέποντα βίῳ παρὰ τῶν γονέων αἰτήσεται, οὕτω καὶ ὁ θεὸς, ἐθίζων τὸν ἄνθρωπον διὰ πάντων πρὸς αὐτὸν βλέπειν, διὰ τοῦτο πολλάκις οὐδὲ τῶν μικρο τέρων αἰτήσεων ἀνήκοος γίνεται, ὡς ἂν ἐπὶ τὴν τῶν ὑψηλοτέρων ἐπιθυμίαν διὰ τῆς ἐν τοῖς μικροῖς εὐεργεσίας τὸν τετυχηκότα τῆς χάριτος προσκαλέσαιτο. Καὶ σὺ τοί νυν, εἰ ὁ δεῖνα γέγονε θείᾳ προνοίᾳ γνώριμός τε καὶ πε ρίβλεπτος ἐξ ἀφανεστέρων, ἢ ἄλλο τι τῶν κατὰ τὸν βίον τοῦτον ἐπιζητουμένων ἐκτήσατο, ἀρχὴν ἢ πλοῦτον ἢ πε ριφάνειαν, νόει τὸν σκοπὸν, ὅτι σοι ἀπόδειξις τῆς ἐν τοῖς μεγάλοις δυνάμεως τοῦ θεοῦ ἡ περὶ ταῦτα φιλανθρωπία γίνεται, ἵνα διὰ τοῦ τυχεῖν τῶν παιδικῶν ἀθυρμάτων περὶ τῶν μειζόνων τε καὶ τελειοτέρων προσαγάγῃς τῷ πατρὶ τὰς αἰτήσεις. Ταῦτα δέ ἐστιν ὅσα εἰς ψυχὴν φέρει τὸ κέρδος. Καὶ γὰρ ἂν εἴη τῶν ἀλογωτάτων, προσελθόντα τῷ θεῷ ζητεῖν παρὰ τοῦ ἀϊδίου τὰ πρόσκαιρα, παρὰ τοῦ 226 ἐπουρανίου τὰ ἐπίγεια, παρὰ τοῦ ὑψηλοῦ τὰ χαμαίζηλα, παρὰ τοῦ βασιλείαν οὐρανῶν δωρουμένου τὴν γηΐνην ταύ την καὶ ταπεινὴν εὐκληρίαν, παρὰ τοῦ τὰ ἀναφαίρετα χαριζομένου τὴν ἐν ὀλίγῳ τῶν ἀλλοτρίων χρῆσιν, ὧν ἀναγκαία μὲν ἡ ἀφαίρεσις, πρόσκαιρος δὲ ἡ ἀπόλαυσις, ἐπικίνδυνος δὲ ἡ οἰκονομία. Καλῶς δὲ παρίστησι τῇ προσθήκῃ τὸ ἄτοπον, εἰπὼν, Ὥσπερ οἱ ἐθνικοί· τὸ γὰρ περὶ τὰ φαινόμενα τὴν σπουδὴν ἔχειν ἴδιόν ἐστι τῶν μηδεμίαν τοῦ μέλλοντος αἰῶνος ἑαυτοῖς ὑποτιθεμένων ἐλπίδα, μὴ κρίσεως φόβον, μὴ γεέννης ἀπειλὴν, μὴ ἀγαθῶν προσδοκίαν, μὴ ἄλλο τι τῶν κατὰ τὴν ἀνάστα σιν ἐλπιζομένων, οἳ βοσκημάτων δίκην πρὸς τὸν παρόν τα ὁρῶντες βίον, ὅπερ ἂν λαιμῷ καὶ κοιλίᾳ καὶ ταῖς λοιπαῖς τοῦ σώματος ἡδυπαθείαις χαρίζωνται, τοῦτο ἐν ἀγαθῶν κρίνουσι μοίρᾳ, ἢ τὸ πρωτεῦσαί τινων, καὶ τὸ ὑπὲρ τοὺς λοιποὺς νομισθῆναι, ἢ πολλοῖς ἐπικαθευδῆσαι ταλάντοις, ἢ εἴ τι ἄλλο τῆς βιωτικῆς ἀπάτης ἐστὶν, οἷς εἴ τις ἂν λέγοι περὶ τῆς μελλούσης ἐλπίδος, λῆρος ἄν τικρυς εἶναι δοκεῖ, παράδεισον καὶ βασιλείαν καὶ οὐρα νῶν διαγωγὴν, καὶ τὰ τοιαῦτα διεξερχόμενος. Ἐπεὶ τοί νυν ἴδιόν ἐστι τῶν μὴ ἐχόντων ἐλπίδα τὸ προστετηκέναι τῇ παρούσῃ ζωῇ, καλῶς τὰ περιττὰ καὶ μάταια τῆς ἐπι θυμίας, ἃ δι' εὐχῆς οἴονται κατορθοῦν ἑαυτοῖς οἱ φιλή δονοι, τῶν ἐθνικῶν ὁ

λόγος εἶναί φησι, τῶν νομιζόντων ἐκ τοῦ προσλιπαρεῖν περὶ τῶν ἀτόπων συνεργὸν ἐπὶ τὰ μὴ δέοντα τὸ θεῖον ἕξειν· δοκοῦσι γὰρ, φησὶν, ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰσακουσθήσονται. Ἀλλὰ ταῦτα μὲν, ἃ δεῖ μὴ αἰτεῖν, δι' ὧν ἐξητά σαμεν ἐδιδάχθημεν. Οἵαν δὲ προσήκει τῷ θεῷ προσάγειν τὴν δέησιν, ἐν τοῖς ἐφεξῆς ἀκουσώμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 228 ΛΟΓΟΣ βʹ. 1 Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὅτε προσῆγεν ὁ μέγας Μωϋσῆς τῇ κατὰ τὸ ὄρος μυ σταγωγίᾳ τὸν Ἰσραηλίτην λαὸν, οὐ πρότερον αὐτοὺς τῆς θεοφανείας ἠξίωσεν, πρὶν ἁγνείᾳ τε καὶ περιῤῥαντισμῷ νομοθετῆσαι τῷ λαῷ τὸ καθάρσιον. Καὶ οὐδὲ οὕτως ἐθάρσησαν τῆς θείας δυνάμεως τὴν ἐμφάνειαν, ἀλλὰ πρὸς πᾶν κατεπλάγησαν τὸ φαινόμενον, τὸ πῦρ, τὸν γνόφον, τὸν καπνὸν, τὰς σάλπιγγασ· καὶ πρὸς ἑαυτοὺς πάλιν ἀποστραφέντες ἠξίουν τὸν νομοθέτην αὐτοῖς μεσίτην γενέ σθαι τοῦ θείου βουλήματος, ὡς οὐχ ἱκανῆς οὔσης τῆς δυ νάμεως αὐτῶν προσεγγίσαι τῷ θεῷ καὶ θείαν ἐμφάνειαν δέξασθαι. Ὁ δὲ ἡμέτερος νομοθέτης, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, προσάγειν ἡμᾶς τῇ θείᾳ χάριτι μέλλων, οὐχὶ Σίναιον ἡμῖν ὄρος τῷ λόγῳ προδείκνυσι γνόφῳ κε καλυμμένον, καὶ πυρὶ καπνιζόμενον, οὐδὲ σαλπίγγων φω νὰς ἄσημόν τι καὶ καταπληκτικὸν ἀπηχούσας, οὐδὲ τριη μέροις ἁγνείαις καὶ ὕδατι ῥύπον ἐκπλύνοντι τὴν ψυχὴν ἐκκαθαίρει, οὐδὲ πᾶσαν τὴν ἐκκλησίαν ἐν τῇ ὑπωρείᾳ κα ταλιπὼν ἑνὶ μόνῳ τὴν ἄνοδον ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους χαρίζεται, τὴν κεκαλυμμένην τῷ γνόφῳ τῷ τὴν δόξαν θεοῦ περικρύπτοντι, ἀλλὰ πρῶτον μὲν ἀντὶ τοῦ ὄρους ἐπ' αὐτὸν ἀνάγει τὸν οὐρανὸν, βατὸν τοῖς ἀνθρώποις αὐτὸν διὰ τῆς ἀρετῆς καταστήσας, ἔπειτα δὲ οὐ θεατὰς μόνον τῆς θείας δυνάμεως, ἀλλὰ καὶ κοινωνοὺς ἀπεργάζεται, καὶ εἰς συγγένειαν τρόπον τινὰ τῆς ὑπερκειμένης φύσεως τοὺς προσιόντας ἄγει, οὐδὲ γνόφῳ κατακρύπτει τὴν ὑπερ έχουσαν δόξαν, ὡς δυσθεώρητον τοῖς ἀναζητοῦσιν εἶναι, ἀλλὰ τῷ τηλαυγεῖ φωτὶ τῆς διδασκαλίας τὸν γνόφον κα ταφωτίσας ἐπὶ λαμπρᾶς αἰθρίας τοῖς καθαροῖς τὴν καρ δίαν τὴν ἄφραστον δόξαν καθορᾶσθαι ἐποίησεν. Ὕδωρ δὲ περιῤῥαίνειν οὐκ ἐξ ἀλλοτρίων ναμάτων, ἀλλὰ τὸ ἐν ἡμῖν αὐτοῖς ἀναβρύον χαρίζεται, εἴτε τὰς τῶν ὀφθαλμῶν τις λέγοι πηγὰς, εἴτε τὴν καθαρὰν τῆς καρδίας συνείδη σιν, μηδεμίαν ἰλὺν ἀπὸ κακίας ἐπαγομένην. Ἁγνείαν δὲ 230 οὐ μόνον ἀπὸ τῆς ἐννόμου τῶν γαμετῶν ὁμιλίας, ἀλλ' ἀπὸ πάσης ὑλικῆς τε καὶ ἐμπαθοῦς διαθέσεως νομοθε τήσας, οὕτως προσάγει διὰ τῆς προσευχῆς τῷ θεῷ. Αὕτη γὰρ τῶν ῥημάτων ἡ δύναμις, δι' ὧν οὐχὶ φωνάς τινας ἐν συλλαβαῖς ἐκφωνουμένας μανθάνομεν διὰ τοῦ λόγου, ἀλλ' ἐπίνοιαν τῆς πρὸς τὸν θεὸν ἀναβάσεως δι' ὑψηλῆς πολι τείας κατωρθωμένην. Ἔξεστι δὲ δι' αὐτῶν τῶν τῆς προς ευχῆς λόγων τὴν θείαν μυσταγωγίαν κατανοῆσαι. Ὅταν προσεύχησθε, φησίν· οὐκ εἶπεν, Ὅταν εὔχησθε, ἀλλ', Ὅταν προσεύχησθε, ὡς τοῦ κατὰ τὴν εὐχὴν ἤδη προκα τορθωθῆναι προσήκοντος, πρὶν διὰ τῆς προσευχῆς τῷ θεῷ προσεγγίσαι. Τίς δὲ ἡ τῶν ὀνομάτων τούτων κατὰ τὸ σημαινόμενόν ἐστι διαφορά; Ὅτι εὐχὴ μὲν ἔστιν ἐπαγγελία τινὸς τῶν κατ' εὐσέβειαν ἀφιερουμένων, προσευχή δὲ αἴτη σις ἀγαθῶν μετὰ ἱκετηρίας προσαγομένη θεῷ. Ἐπεὶ οὖν παῤῥησίας ἡμῖν χρεία ὅταν προσίωμεν θεῷ τὰς ὑπὲρ τῶν λυσιτελούντων ἱκετηρίας ποιούμενοι, ἀναγκαίως τὸ κατὰ τὴν εὐχὴν προηγήσεται, ἵνα τὸ παρ' ἑαυτῶν ἐκτελέσαντες, οὕτως θαρσοῦντες τὸ παρὰ τοῦ θεοῦ ἀντιλαβεῖν ἀξιώ σωμεν. Διό φησιν ὁ προφήτης ὅτι, Τὰς εὐχάς μου ἀποδώσω σοι, ἃς διέστειλε τὰ χείλη μου, καὶ, Εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ἡμῶν. Καὶ πολλαχοῦ τῆς γραφῆς τὴν τοιαύτην ἔστιν τῆς εὐχῆς σημασίαν εὑρεῖν,

ὥστε γνῶναι ἡμᾶς ὅτι εὐχὴ μὲν ἔστι, καθὼς εἴρηται, χαριστήριος δωροφορίας ἐπαγγελία· ἡ δὲ προσευχή τὴν μετὰ τὴν ἐκπλήρωσιν τῆς ἐπαγγελίας τῷ θεῷ γινομένην πρόσοδον διερμηνεύει. Διδάσκει οὖν ἡμᾶς ὁ λόγος μὴ πρότερον αἰτεῖσθαί τι παρὰ τοῦ θεοῦ, πρὶν αὐτῷ τι τῶν κεχαρισμένων δωροφορῆσαι· εὔξασθαι γὰρ χρὴ πρότερον, εἶτα προσεύξασθαι, ὡς εἴ τις λέγοι προηγεῖ σθαι τὴν σπορὰν τῆς ἐπικαρπίας. Οὐκοῦν χρὴ πρότερον ἡμᾶς καταβαλεῖν τῆς εὐχῆς τὰ σπέρματα, καὶ οὕτως αὐ ξηθεῖσαν τὴν καταβολὴν τῶν σπερμάτων καρπώσασθαι, διὰ τῆς προσευχῆς τὴν χάριν ἀντιλαμβάνοντας. Ὡς οὖν οὐκ ἐσομένης ἐν παῤῥησίᾳ τῆς ἐντεύξεως εἰ μὴ ἐπὶ προ 232 ληφθείσῃ εὐχῇ τινι καὶ δωροφορίᾳ ἡ πρόσοδος γένοιτο, ἀναγκαίως ἡ εὐχὴ τῆς προσευχῆς προηγήσεται. Ὡς οὖν ἤδη τούτου κατορθωθέντος φησὶ πρὸς τοὺς μαθητὰς ὁ κύριος, Ὅταν προσεύχησθε, λέγετε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τίς δώσει μοι πτέρυγας, ὡσεὶ περιστε ρᾶς, φησί που τῆς ψαλμῳδίας ὁ μέγας Δαυίδ· εἴποιμι δ' ἂν καὶ αὐτὸς, τολμήσας τὴν ἴσην φωνήν, Τίς δώσει μοι τὰς πτέρυγας ἐκείνας πρὸς τὸ δυνηθῆναι τῷ ὕψει τῆς τῶν ῥημάτων μεγαλοφυΐας συναναπτῆναι κατὰ διά νοιαν, ὥστε καταλιπεῖν μὲν τὴν γῆν πᾶσαν, διαπερᾶσαί τε πάντα τὸν ἐν μέσῳ κεχυμένον ἀέρα, καταλαβεῖν δὲ τὸ αἰθέριον κάλλος, καὶ ἐπὶ τὰ ἄστρα φθάσαι, καὶ πᾶσαν τὴν ἐν αὐτοῖς διακόσμησιν κατιδεῖν, στῆναι δὲ μηδὲ ἐν τούτοις, ἀλλὰ διεξελθεῖν καὶ διὰ τούτων, καὶ πάντων τῶν κινουμένων τε καὶ μεθισταμένων ἐκτὸς γενέσθαι, καὶ κα ταλαβεῖν τὴν ἑστῶσαν φύσιν, τὴν ἀμετακίνητον δύναμιν, τὴν ἐφ' ἑαυτῆς καθιδρυμένην, τὴν πάντα ἄγουσάν τε καὶ φέρουσαν ὅσα ἐν τῷ εἶναι ἔστιν, πάντα τὰ τοῦ ἀφράστου θελήματος τῆς θείας σοφίας ἐξηρτημένα, ὥστε πάντων τῶν ἀλλοιουμένων τε καὶ μεθισταμένων πόῤῥω τῇ διανοίᾳ γενό μενος ἐν ἀτρέπτῳ τε καὶ ἀκλινεῖ τῇ τῆς ψυχῆς καταστά σει τὸν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον διὰ τῆς γνώμης πρότερον οἰκειώσασθαι, εἶθ' οὕτω τῇ οἰκειοτάτῃ προση γορίᾳ ἐπικαλέσασθαι καὶ εἰπεῖν, Πάτερ; Οἵας γὰρ τῷ λέγοντι χρεία ψυχῆς, ὅσης τῆς παῤῥησίας, οἵας τῆς συνει δήσεως, ἵνα θεὸν νοήσας, ὡς ἔστι δυνατὸν, ἐκ τῶν ἐπινο ουμένων αὐτῷ προσηγοριῶν πρὸς τὴν σύνεσιν τοῦ ἀφρά στου δόξης χειραγωγούμενος, καὶ μαθὼν ὅτι ἡ θεία φύσις, ὅ τί ποτέ ἐστιν, αὐτοαγαθότης ἐστὶν, ἁγιασμὸς, ἀγαλλίαμα, δύναμις, δόξα, καθαρότης, ἀϊδιότης, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, καὶ ὅσα τοιαῦτα νενόηται περὶ τὴν θείαν φύσιν, διά τε τῆς θείας γραφῆς καὶ τῶν οἰκείων λογισμῶν κατανοήσας, εἶτα τολμήσει τὴν τοιαύτην προέ σθαι φωνὴν, καὶ τὸν τοιοῦτον ἑαυτοῦ κατονομάσαι πατέρα; Δῆλον γὰρ ὅτι, εἰ μετέχοι τινὸς διανοίας, οὐκ ἂν θαρσήσειεν, μὴ τὰ αὐτὰ καὶ ἐν ἑαυτῷ βλέπων, ἐκείνην 234 προέσθαι πρὸς τὸν θεὸν τὴν φωνὴν, καὶ εἰπεῖν, Πάτερ. Τῆς γὰρ πονηρᾶς προαιρέσεως ὁ ἀγαθὸς κατ' οὐσίαν πα τὴρ γενέσθαι φύσιν οὐκ ἔχει, οὔτε τοῦ κατὰ τὸν βίον βε βηλωθέντος ὁ ἅγιος, οὔτε τοῦ περιτρεπομένου ὁ ἀναλ λοίωτος, οὔτε τοῦ νεκρωθέντος ἐξ ἁμαρτίας ὁ πατὴρ τῆς ζωῆς, οὔτε τῶν ἐν τοῖς πάθεσι τῆς ἀτιμίας ἀσχημονούν των ὁ καθαρὸς καὶ ἀκήρατος, οὔτε τοῦ πλεονέκτου ὁ εὐ εργέτης, οὔτε ὅλως τῶν ἔν τινι κακῷ εὑρισκομένων ὁ ἐν παντὶ ἀγαθῷ θεωρούμενος. Εἰ γάρ τις πρὸς ἑαυτὸν βλέ πων ἔτι καθαρσίου δεόμενον, καὶ τὴν μοχθηρὰν ἑαυτοῦ συνείδησιν ἐπιγινώσκων πλήρη κηλίδων καὶ πονηρῶν ἐγ καυμάτων, πρὶν καθαρθῆναι τῶν τοιούτων κακῶν πρὸς τὴν τοῦ θεοῦ συγγένειαν ἑαυτὸν εἰσποιοῖ καὶ λέγοι, Πά τερ, τῷ δικαίῳ ὁ ἄδικος, καὶ τῷ καθαρῷ ὁ ἀκάθαρτος, ὕβρις ἄντικρυς ἂν εἴη καὶ λοιδορίας τὰ ῥήματα, εἴπερ τῆς ἰδίας μοχθηρίας πατέρα τὸν θεὸν ὀνομάζοι· ἡ γὰρ τοῦ πατρὸς φωνὴ τὴν αἰτίαν τοῦ ἐξ αὐτοῦ ὑποστάντος δια σημαίνει. Οὐκοῦν ὁ μοχθηρὸς τὴν συνείδησιν, εἰ πατέρα ἑαυτοῦ τὸν θεὸν λέγοι, οὐδὲν ἕτερον ἢ τῶν ἰδίων κακῶν ἀρχηγόν τε καὶ αἴτιον αὐτὸν εἶναι κατηγορήσει. Ἀλλ' οὔ τις κοινωνία φωτὶ πρὸς σκότος, φησὶν ὁ ἀπόστολος, ἀλλὰ τῷ φωτὶ φῶς προσῳκείωται, καὶ τῷ δικαίῳ τὸ δίκαιον, καὶ τῷ καλῷ τὸ καλὸν, καὶ τῷ ἀφθαρτῷ τὸ

ἄ φθαρτον. Τὰ δὲ ἐναντία πρὸς τὰ ὁμογενῆ πάντως τὴν συγγένειαν ἔχει. Οὐ γὰρ δύναται δένδρον καλὸν καρ ποὺς πονηροὺς ποιεῖν. Εἰ τοίνυν βαρυκάρδιός τις ὢν, καθώς φησιν ἡ γραφὴ, καὶ τὸ ψεῦδος ζητῶν κατατολμᾷ τῶν τῆς προσευχῆς ῥημάτων, γινωσκέτω ὅτι οὐ τὸν οὐράνιον ὁ τοιοῦτος πατέρα καλεῖ, ἀλλὰ τὸν καταχθόνιον, ὃς αὐτός τε ψεύστης ἐστὶν καὶ τοῦ ἐν ἑκάστῳ συνισταμένου ψεύδους πατὴρ γίνεται, Ἐκεῖνος ἁμαρτία καὶ ἁμαρτίας πατήρ. Διὰ τοῦτο οἱ ἐμπαθεῖς 236 τὴν ψυχὴν ὀργῆς τέκνα παρὰ τοῦ ἀποστόλου προσαγο ρεύονται, καὶ ὁ τῆς ζωῆς ἀποστὰς ἀπωλείας υἱὸς ὀνο μάζεται, καί τις βλακώδης καὶ θηλυδρίας υἱὸς κορα σίων αὐτομολούντων προσηγορεύθη. Ὡσαύτως καὶ ἐκ τοῦ ἐναντίου οἱ λαμπροὶ τὴν συνείδησιν υἱοὶ φωτὸς καὶ ἡμέρας προσαγορεύονται, καὶ δυνάμεως υἱοὶ ἕτεροι οἱ πρὸς τὴν θείαν ἰσχὺν ἑαυτοὺς τονώσαντες. Ὅταν τοί νυν πατέρα τὸν θεὸν λέγειν ἡμᾶς ἐν τῇ προσευχῇ διδάσκῃ ὁ κύριος, οὐδὲν ἕτερόν μοι δοκεῖ ποιεῖν ἢ τὸν ὑψηλόν τε καὶ ἐπηρμένον ἡμῖν νομοθετεῖν βίον· οὐ γὰρ δὴ ψεύδε σθαι διδάσκει ἡμᾶς ἡ ἀλήθεια, ὥστε λέγειν ὃ μή ἐσμεν καὶ ὀνομάζειν ὃ μὴ πεφύκαμεν, ἀλλὰ πατέρα λέγοντας ἑαυτῶν τὸν ἄφθαρτόν τε καὶ δίκαιον καὶ ἀγαθὸν, ἐπα ληθεύειν τῷ βίῳ τὴν ἀγχιστείαν. Ὁρᾷς ὅσης ἡμῖν παρα σκευῆς ἐστι χρεία, οἵου βίου, πόσης καὶ ποταπῆς σπου δῆς, ὥστε ποτὲ πρὸς τοῦτο τὸ μέτρον τῆς παῤῥησίας ὑψω θείσης ἡμῶν τῆς συνειδήσεως τολμῆσαι εἰπεῖν τῷ θεῷ ὅτι, Πάτερ. Εἰ γὰρ περὶ τὰ χρήματα βλέποις, εἰ περὶ τὴν βιωτικὴν ἀπάτην ἠσχολημένος εἴης, ἢ τὴν ἐξ ἀνθρώ πων δόξαν ἀναζητοίης, ἢ τῶν ἐπιθυμιῶν ταῖς ἐμπαθε στέραις δουλεύοις, ἔπειτα τὴν τοιαύτην προσευχήν διὰ στό ματος λάβοις, τί οἴει ἐρεῖν τὸν εἰς τὸν βίον σου βλέποντα καὶ τῆς εὐχῆς ἐπαΐοντα; Ἐγὼ μὲν γὰρ τοιούτων τινῶν ῥημάτων ἀκούειν δοκῶ, ὡσανεὶ τοῦ θεοῦ πρὸς τὸν τοιοῦ τον λέγοντος, Πατέρα καλεῖς, ὁ κατεφθαρμένος τῷ βίῳ τὸν τῆς ἀφθαρσίας πατέρα; τί μολύνεις τῇ ῥυπαρᾷ σου φωνῇ τὸ ἀκήρατον ὄνομα; τί καταψεύδῃ τοῦ ῥήματοσ; τί καθυβρίζεις τὴν ἀμόλυντον φύσιν; Εἰ τέκνον ἦς ἐμὸν, ἐκ τῶν ἐμῶν ἀγαθῶν ἔδει πάντως καὶ τὸν σὸν βίον χα ρακτηρίζεσθαι. Οὐκ ἐπιγινώσκω τῆς ἐμῆς φύσεως ἐν σοὶ τὴν εἰκόνα· ἐκ τῶν ἐναντίων οἱ χαρακτῆρες. Τίς κοινω νία φωτὶ πρὸς σκότοσ; τίς ζωῆς καὶ θανάτου συγγένεια; τίς οἰκειότης τῷ καθαρῷ τὴν φύσιν πρὸς τὸν ἀκάθαρ 238 τον; Πολὺ τοῦ εὐεργετοῦντος πρὸς τὸν πλεονέκτην τὸ μέ σον. Ἄμικτος ἡ τοῦ ἐλεήμονος καὶ τοῦ ἀπηνοῦς ἐναντίω σις. Ἄλλος πατὴρ τῶν ἐν σοὶ κακῶν. Τὰ γὰρ ἐμὰ γεννήματα τοῖς πατρῴοις ἀγαθοῖς καλλωπίζεται· τέκνον τοῦ ἐλεήμονος ὁ ἐλεήμων, καὶ τοῦ καθαροῦ ὁ καθαρὸς, ὁ φθορᾶς ἀλλότριος τοῦ ἀφθάρτου, καὶ τὸ ὅλον ἐξ ἀγα θοῦ ἀγαθὸς καὶ ἐκ δικαίου δίκαιος. Ὑμᾶς δὲ οὐκ οἶδα πόθεν ἐστέ. Οὐκοῦν ἐπικίνδυνον πρὶν καθαρθῆναι τῷ βίῳ τῆς προσευχῆς ταύτης κατατολμῆσαι, καὶ πατέρα ἑαυτοῦ τὸν θεὸν ὀνόμασαι. Ἀλλὰ ἀκούσωμεν τῶν τῆς προσευχῆς ῥημάτων πάλιν, εἴ τις ἄρα γένοιτο ἡμῖν τῶν κρυφίων τοῦ νοῦ κατανόησις διὰ τῆς συνεχεστέρας ἐπαναλήψεως. Πά τερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὅτι μὲν οὖν χρὴ τῷ κατ' ἀρετὴν βίῳ τὸν θεὸν οἰκειώσασθαι, μετρίως ἡμῖν διὰ τῶν προλαβόντων ἐξήτασται λόγων. Δοκεῖ δέ μοι καὶ βαθυ τέραν τινὰ διάνοιαν ὑποσημαίνειν ὁ λόγοσ· ταῦτα γὰρ ὑπόμνησιν ἡμῖν ἐμποιεῖ τῆς τε πατρίδος ἧς ἐκπεπτώκα μεν, καὶ τῆς εὐγενείας ἧς ἀπεβλήθημεν. Καὶ γὰρ ἐν τῷ κατὰ τὸν νέον διηγήματι τὸν ἀποστάντα τῆς πατρῴας ἑστίας καὶ πρὸς τὸν χοιρώδη βίον αὐτομολήσαντα τὴν ἀν θρωπίνην ἀθλιότητα δείκνυσιν ὁ λόγος, ἱστορικῶς διηγού μενος τὴν ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀσωτίαν, οὐ πρό τερον δὲ αὐτὸν ἐπανάγει πρὸς τὴν ἐξ ἀρχῆς εὐκληρίαν, πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης ἀναλαβεῖν συμφορᾶς, καὶ εἰς ἑαυτὸν ἐλθεῖν καὶ μελετῆσαι τὰ τῆς μεταμελείας ῥήματα. Ταῦτα δὲ ἦν συμβαίνοντά πως τοῖς τῆς προς ευχῆς λόγοισ· φησὶν γὰρ ἐκεῖ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· οὐκ ἂν προσθεὶς τῇ ἐξομολο γήσει τὴν εἰς τὸν οὐρανὸν ἁμαρτίαν, μὴ πεπεισμένος ἑαυ

τοῦ πατρίδα εἶναι τὸν οὐρανὸν, ὃν καταλιπὼν ἐπλημμέ λησεν. Διὰ τοῦτο καὶ εὐπρόσιτον αὐτῷ τὸν πατέρα ἡ μελέτη τῆς τοιαύτης ἐξομολογήσεως ἀπεργάζεται, ὥστε καὶ προσδραμεῖν αὐτῷ καὶ φιλήματι τὸν τράχηλον δεξιώσα σθαι, ὅπερ σημαίνει τὸν λογικὸν ζυγὸν τὸν διὰ στόματος 240 ἐπιβληθέντα τῷ ἀνθρώπῳ διὰ τῆς εὐαγγελικῆς παραδό σεως, τῷ ἐκδύντι τὴν πρώτην τῆς ἐντολῆς ζεύγλην καὶ ἀποσεισαμένῳ τὸν φυλάσσοντα νόμον, περιθεῖναι δὲ αὐ τῷ καὶ τὴν στολὴν, οὐκ ἄλλην, ἀλλὰ τὴν πρώτην, ἧς ἐγυ μνώθη διὰ τῆς παρακοῆς, ὁμοῦ τῇ γεύσει τῶν ἀπειρημέ νων γυμνὸν ἑαυτὸν θεασάμενοσ· ὅ τε περὶ τὴν χεῖρα δα κτύλιος διὰ τῆς ἐν τῇ σφενδόνῃ γλυφῆς τὴν τῆς εἰκόνος ἐπανάληψιν ὑποσημαίνει· ἀσφαλίζεται δὲ καὶ τοὺς πό δας τοῖς ὑποδήμασιν, ὡς ἂν μὴ γυμνῇ τῇ πτέρνῃ τῇ κε φαλῇ τοῦ ὄφεως προσεγγίζων ἐμπίπτοι τῷ δήγματι. Ὥς περ τοίνυν ἐκεῖ τῆς παρὰ τοῦ πατρὸς φιλανθρωπίας αἰ τία γέγονε τῷ νέῳ ἡ πρὸς τὴν πατρῴαν ἑστίαν ἐπιστροφὴ (αὕτη δὲ ἦν ὁ οὐρανὸς, εἰς ὃν πεπλημμεληκέναι τῷ πα τρὶ λέγει), οὕτω καὶ ἐνταῦθα δοκεῖ μοι διδάσκων ὁ κύ ριος τὸν ἐν τοῖς οὐρανοῖς ἐπικαλεῖσθαι πατέρα μνήμην σοι ποιεῖσθαι τῆς ἀγαθῆς πατρίδος, ὡς ἂν ἐπιθυμίαν σφοδροτέραν τῶν καλῶν ἐμποιήσας ἐπιστήσειέν σε τῇ ὁδῷ τῇ πρὸς τὴν πατρίδα πάλιν ἐπαναγούσῃ. Ὁδὸς δὲ ἡ πρὸς τὸν οὐρανὸν τὴν ἀνθρωπίνην φύσιν ἀνάγουσα οὐδεμία τίς ἐστιν ἄλλη εἰ μὴ φυγὴ καὶ ἀπόστασις τῶν περιγείων κα κῶν· τῆς δὲ φυγῆς τῶν κακῶν ἐπίνοια οὐκ ἄλλη μοί τις εἶναι δοκεῖ πλὴν τῆς πρὸς τὸν θεὸν ὁμοιώσεως. Τῷ δὲ ὁμοιωθῆναι θεῷ τὸ δίκαιόν τε καὶ ὅσιον καὶ ἀγαθὸν, καὶ τὰ τοιαῦτα ἔστι γενέσθαι· ὧν εἴ τις, ὡς ἔστι δυνατὸν, τοὺς χαρακτῆρας ἐναργῶς ἐν ἑαυτῷ τυπώσειεν, ἀμογητὶ κατὰ τὸ αὐτόματον πρὸς τὸν οὐράνιον χῶρον ἀπὸ τοῦ περιγείου μεταναστήσεται βίου. Οὐ γὰρ τοπικὴ τοῦ θείου πρὸς τὸ ἀνθρώπινόν ἐστιν ἡ διάστασις, ὥστε τινὸς μηχανῆς ἡμῖν καὶ ἐπινοίας γενέσθαι χρείαν, τὸ βαρύ τε καὶ ἐμβριθὲς καὶ γεῶδες τοῦτο σαρκίον πρὸς τὴν ἀσώματόν τε καὶ νοερὰν διαγωγὴν μετοικίζειν, ἀλλὰ νοητῶς τῆς ἀρετῆς τοῦ κακοῦ κεχωρισμένης ἐν μόνῃ τῇ προαιρέσει τοῦ ἀνθρώπου κεῖ πρὸς ὅπερ ἂν ἐπικλιθείη τῇ ἐπιθυμίᾳ, ἐν ἐκείνῳ εἶναι. Ἐπεὶ οὖν οὐδεὶς ἔπεστι πόνος ἑλέσθαι τὸ ἀγαθὸν, τῷ δὲ ἑλέσθαι καὶ τὸ τυχεῖν ἕπεται ὧν τις προείλετο, 242 ἔξεστί σοι εὐθὺς ἐν τῷ οὐρανῷ εἶναι, τὸν θεὸν ἐν τῇ δια νοίᾳ λαβόντι. Εἰ γὰρ, καθώς φησιν ὁ ἐκκλησιαστὴς, ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, σὺ δὲ τῷ θεῷ, κατὰ τὸν προφήτην, προσεκολλήθης, ἀνάγκη πᾶσα τὸν τῷ θεῷ συνημμένον ἐκεῖ εἶναι ὅπου ἔστιν ὁ θεός. Προστάξας τοίνυν ἐν τῇ προς ευχῇ λέγειν πατέρα ἑαυτοῦ τὸν θεὸν οὐδὲν ἕτερον ἢ ὁμοι οῦσθαί σε τῇ θεοπρεπεῖ πολιτείᾳ τῷ οὐρανίῳ κελεύει πατρὶ, καθάπερ καὶ φανερώτερον ἑτέρωθι τὸ τοιοῦτον παρεγγυᾷ λέγων, Γίνεσθε τέλειοι, ὡς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Εἰ οὖν νενοήκαμεν τῆς τοιαύτης προσευχῆς τὴν διάνοιαν, καιρὸς ἂν εἴη παρασκευάζειν ἑαυ τῶν τὰς ψυχὰς, ὥστε ποτὲ θαρσῆσαι τὰς φωνὰς ταύτας ἀναλαβεῖν διὰ στόματος καὶ εἰπεῖν ἐν παῤῥησίᾳ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ γὰρ φανερὰ τῆς πρὸς τὸν θεὸν ὁμοιότητός ἐστι τὰ γνωρίσματα, δι' ὧν ἔστι τέ κνον θεοῦ γενέσθαι τινά (ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· λαμβάνει δέ τις ἐν ἑαυτῷ τὸν θεὸν ὁ τὴν κατὰ τὸ ἀγαθὸν ἀναλα βὼν τελειότητα), οὕτως ἔστι τινα καὶ τοῦ πονηροῦ χαρακ τῆρος ἴδια σημεῖα, ἐν οἷς ὁ γενόμενος υἱὸς θεοῦ εἶναι οὐ δύναται, τῆς ἐναντίας φύσεως τὴν εἰκόνα φέρων. Βού λει γνῶναι τοῦ πονηροῦ χαρακτῆρος τὰ ἰδιώματα; Ὁ φθόνος, τὸ μῖσος, ἡ διαβολὴ, ὁ τύφος, ἡ πλεονεξία, ἡ ἐμπαθὴς ἐπιθυμία, τὸ κατὰ τὴν δοξομανίαν ἀῤῥώστημα, ταῦτά ἐστι καὶ τὰ τοιαῦτα οἷς ἡ μορφὴ τοῦ ἐναντίου χα ρακτηρίζεται. Ὁ τοίνυν ταῖς τοιαύταις κηλῖσι τὴν ψυχὴν ἐγκεκαυμένος ἐὰν πατέρα καλέσῃ, ποῖος αὐτῷ πατὴρ ἐπα κούσεται; Δηλαδὴ ὁ συγγενῶς πρὸς τὸν κεκληκότα ἔχων. Οὗτος δέ ἐστιν οὐχ ὁ οὐράνιος, ἀλλ' ὁ καταχθόνιοσ· οὗ γὰρ τὰ σημεῖα φέρει τῆς ἀγχιστείας, ἐκεῖνος πάντως τὴν ἰδίαν

10

συγγένειαν ἐπιγνώσεται. Οὐκοῦν ἡ τοῦ πονηροῦ ἀνδρὸς προσευχή, ἕως ἂν ἐν τῇ πονηρίᾳ ᾖ, τοῦ διαβόλου ἐπίκλησις γίνεται, τοῦ δὲ ἀφεστῶτος τῆς πονηρίας καὶ ἐν ἀγαθότητι ζῶντος τὸν ἀγαθὸν πατέρα ἡ φωνὴ προσκαλέ 244 σεται. Ὅταν τοίνυν προσίωμεν τῷ θεῷ, πρότερον τὸν βίον ἐπισκοπήσωμεν, εἴ τι τῆς θείας συγγενείας ἄξιον ἐν ἑαυτοῖς φέρομεν, εἶθ' οὕτω τὸν τοιοῦτον λόγον εἰπεῖν θαρσήσωμεν· ὁ γὰρ λέγειν πατέρα προστάξας τὸ ψεῦδος λέγειν οὐ συνεχώρησεν. Οὐκοῦν ὁ τῆς θεϊκῆς εὐγενείας ἀξίως πολιτευσάμενος, οὗτος καλῶς πρὸς τὴν οὐράνιον πόλιν ὁρᾷ, πατέρα τε τὸν τῶν οὐρανῶν βασιλέα καὶ πα τρίδα ἑαυτοῦ τὴν οὐράνιον ὀνομάζων μακαριότητα. Εἰς τί φέρει τῆς συμβουλῆς ὁ σκοπός, Τὰ ἄνω φρονεῖν; οὗ ὁ θεὸς, ἐκεῖ θεμελίους τῆς οἰκήσεως ἑαυτοῦ καταβάλλε σθαι, ἐκεῖ τοὺς θησαυροὺς ἀποτίθεσθαι, ἐκεῖ μετοικίζειν ἑαυτοῦ τὴν καρδίαν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς, ἐκεῖ ἔσται καὶ ἡ καρδία· πρὸς τὸ πατρικὸν κάλλος διὰ παντὸς βλέ πειν, καὶ κατ' ἐκεῖνο τὴν ἰδίαν καλλωπίζειν ψυχήν. Οὐκ ἔστι προσωποληψία παρὰ θεῷ, φησὶν ἡ γραφή. Ἀπέστω καὶ τῆς σῆς μορφῆς ὁ τοιοῦτος ῥύπος. Φθόνου καθαρὸν τὸ θεῖον καὶ πάσης ἐμπαθοῦς κηλῖδοσ· μηδέ σε καταστι ζέτω τὰ τοιαῦτα πάθη, μὴ φθόνος, μὴ τύφος, μὴ ἄλλο τι τῶν μολυνόντων τὸ θεοειδὲς κάλλος. Ἐὰν τοιοῦτος ᾖς, θάρσησον τῇ οἰκείᾳ φωνῇ τὸν θεὸν προσκαλέσασθαι, καὶ πατέρα ἑαυτοῦ τὸν τοῦ παντὸς δεσπότην κατονομά σαι. Ὄψεταί σε πατρικοῖς ὀφθαλμοῖς, περιστελεῖ σε τῇ θείᾳ στολῆ, κατακοσμήσει τῷ δακτυλίῳ, καταρτίσει τοὺς πόδας πρὸς τὴν ἄνω πορείαν τοῖς εὐαγγελικοῖς ὑποδή μασιν, ἀποκαταστήσει σε τῇ οὐρανίῳ πατρίδι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ γʹ. 1 Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Ὁ τὴν σκιὰν τῶν μελλόντων ἀγαθῶν περιέχων νόμος, καί τισιν αἰνίγμασι τυπικοῖς προαναφωνῶν τὴν ἀλήθειαν, 246 ἐπειδὰν εἰς τὸ ἄδυτον εἰσάγῃ προσευξόμενον τῷ θεῷ τὸν ἱερέα, πρῶτον μὲν καθαρσίοις τισὶ καὶ περιῤῥαντισμοῖς ἀφαγνίζει τὸν εἰσιόντα, εἶτα τῇ ἱερατικῇ στολῇ χρυσῷ καὶ πορφύρᾳ καὶ τοῖς λοιποῖς ἄνθεσι τῆς βαφῆς ἐκπρεπῶς ἐξησκημένῃ κατακοσμήσας, τήν τε περιστήθιον ἐπιβαλὼν αὐτῷ μίτραν, καὶ τοὺς κώδωνας τῶν κρασπέδων μετὰ τῶν ῥοΐσκων ἐξάψας, ἄνωθεν δὲ ταῖς ἐπωμίσι διασφίγξας τὸν ἐπενδύτην, καὶ τὴν κεφαλὴν καλλωπίσας τῷ διαδήματι, δαψιλῶς τε τῆς κόμης καταχέας τοῦ μύρου, οὕτως αὐτὸν παράγει ἐπὶ τὸ ἄδυτον, τὰς ἀποῤῥήτους ἱερουργίας ἐπι τελέσοντα. Ὁ δὲ πνευματικὸς νομοθέτης, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀπογυμνῶν τῶν σωματικῶν προκαλυμμά των τὸν νόμον, καὶ εἰς τὸ ἔμφανες ἄγων τὰ τῶν τύπων αἰνίγματα, πρῶτον μὲν οὐχ ἕνα τοῦ παντὸς ἀποκρίνας μόνον εἰς ὁμιλίαν ἄγει θεῷ, ἀλλὰ παντὶ κατὰ τὸ ἴσον τὴν ἀξίαν ταύτην χαρίζεται, κοινὴν προθεὶς τοῖς βουλο μένοις τῆς ἱερωσύνης τὴν χάριν, ἔπειτα δὲ οὐκ ἀλλοτρίῳ κόσμῳ τῷ ἐκ βαφῆς τινος καὶ ὑφαντικῆς περιεργίας ἐξευ ρημένῳ τὸ κάλλος τοῦ ἱερέως σοφίζεται, ἀλλ' οἰκεῖον αὐ τῷ καὶ συμφυῆ περιβάλλει τὸν κόσμον, ἀντὶ τῆς ποικίλης ἁλουργίδος ταῖς τῶν ἀρετῶν χάρισι περιανθίζων, κοσμεῖ δὲ καὶ τὸ στῆθος, οὐ γηΐνῳ χρυσῷ, ἀλλ' ἐν ἀκηράτῳ καὶ καθαρᾷ συνειδήσει τὸ τῆς καρδίας ὡραΐζων κάλλος, ἐναρ μόζει δὲ τῇ μίτρᾳ ταύτῃ καὶ πολυτελῶν λίθων αὐγάσ· αὗται δέ εἰσιν αἱ τῶν ἁγίων ἐντολῶν λαμπηδόνες, ὡς τῷ ἀποστόλῳ δοκεῖ. Ἀλλὰ καὶ τῇ περισκελίδι τὸ μέρος ἐκεῖνο ᾧ κόσμος ἐστὶ τὸ τοιοῦτον τοῦ ἐνδύματος εἶδος κατασφα λίζεται· πάντως δὲ οὐκ ἀγνοεῖς ὅτι τὸ τῆς σωφροσύνης περιβόλαιον κόσμος τοῦ τοιούτου μέρους ἐστίν. Ἀπαρτή σας δὲ τῶν κρασπέδων τοῦ βίου τοὺς νοητοὺς ῥοΐσκους τε καὶ τοὺς κώδωνας, ταῦτα δὲ εἰκότως ἄν τις τὰ προ φανῆ τῆς κατ' ἀρετὴν πολιτείας νοήσειεν, ὡς ἂν ἐπί σημος ἡ κατὰ τὴν ζωὴν ταύτην

11

πορεία γένοιτο· τούτων οὖν τῶν κρασπέδων ἐξάψας ἀντὶ μὲν τοῦ κώδωνος τὸν 248 εὔηχον λόγον τῆς πίστεως, ἀντὶ δὲ τοῦ ῥοΐσκου τὴν κεκρυμ μένην τῆς μελλούσης ἐλπίδος ἑτοιμασίαν, τὴν τῷ στυφω τέρῳ βίῳ κεκαλυμμένην, ἀντὶ δὲ τῶν ἀνθινῶν τὴν εὐανθῆ τοῦ παραδείσου χάριν, οὕτω παράγει ἐπὶ τὸ ἄδυτον τοῦ ἱεροῦ καὶ ἐνδότατον. Τὸ δὲ ἄδυτον τοῦτο οὐκ ἄψυχόν ἐστιν, οὔτε χειρόκμητον, ἀλλὰ τὸ κρυπτὸν τῆς καρδίας ἡμῶν ταμεῖον, ἐὰν ἀληθῶς ἄδυτον ᾖ τῇ κακίᾳ καὶ τοῖς πονηροῖς λογισμοῖς ἀνεπίβατον. Κοσμεῖ δὲ τὴν κεφαλὴν τῷ οὐρανίῳ φρονήματι, οὐ γραμμάτων τύπον ἐνσημηνά μενος πετάλῳ χρυσῷ, ἀλλ' αὐτὸν τὸν θεὸν ἐντυπώσας ἐν τῷ ἡγεμονικῷ λογισμῷ· μύρον δὲ καταχέει τῆς κόμης τὸ παρ' αὐτῆς ἔνδοθεν τῆς ψυχῆς διὰ τῶν ἀρετῶν μυρε ψούμενον· θῦμα δὲ καὶ ἱερεῖον προσάγειν αὐτὸν τῷ θεῷ παρασκευάζει διὰ τῆς μυστικῆς ἱερουργίας οὐκ ἄλλο τι ἢ ἑαυτόν. Ὁ γὰρ οὕτως παρὰ τοῦ κυρίου πρὸς τὴν ἱερω σύνην ταύτην ἀγόμενος τὸ φρόνημα τῆς σαρκὸς νεκρώσας ἐν τῇ μαχαίρᾳ τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, οὕτως ἱλεοῦται τὸν θεὸν ἐν τοῖς ἀδύτοις γενόμενος, ἑαυτὸν διὰ τῆς τοιαύτης θυσίας ἱερουργήσας, καὶ παραστήσας τὸ ἑαυ τοῦ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ θεῷ. Ἀλλ' ἐρεῖ τις ἴσως μὴ ταῦτα κατὰ τὸ πρόχειρον ἔχειν τὴν τῆς προσευχῆς διάνοιαν τῆς προκειμένης ἡμῖν εἰς ἐξήγησιν, περινοεῖν δὲ ἡμᾶς τοὺς τοιούτους λόγους οὐκ ἐκ τῶν οἰ κείων τοῖς ὑποκειμένοις ἁρμόζοντας. Οὐκοῦν πάλιν ὑπο μνησθήτω τῶν πρώτων τῆς προσευχῆς ῥημάτων. Ὁ γὰρ οὕτως ἑαυτὸν παρασκευάσας ὥστε ἐν παῤῥησίᾳ τολμῆσαι πατέρα ἑαυτοῦ τὸν θεὸν ὀνομάσαι, οὗτος ἀκριβῶς περί κειται τὴν στολὴν ἐκείνην ἣν ὁ λόγος ὑπέγραψεν, καὶ ἠχεῖ τοῖς κώδωσιν, καὶ ἐξανθεῖ τοῖς ῥοΐσκοις, καὶ λάμπει περὶ τὸ στῆθος ταῖς τῶν ἐντολῶν αὐγαῖς, καὶ φέρει τοῖς ὤμοις τοὺς πατριάρχας τε καὶ τοὺς προφήτας, ἀντὶ τῶν ὀνομά των τὰς ἀρετὰς ἐκείνων εἰς τὸν ἴδιον κόσμον μετακοσμή σας, καὶ τὴν κεφαλὴν κοσμεῖ τῷ τῆς δικαιοσύνης στεφάνῳ, καὶ τὴν κόμην ἔχει τῷ οὐρανίῳ μύρῳ διάβροχον, ἐντός τε 250 γίνεται τῶν ἐπουρανίων ἀδύτων, ἅπερ παντὶ λογισμῷ βεβήλῳ ἄδυτα ὡς ἀληθῶς ἐστι καὶ ἀνεπίβατα. Ἀλλ' ὅπως μὲν προσήκει παρεσκευάσθαι τὸν ἱερωμένον, μετρίως ἐν τοῖς ἐξητασμένοις ὁ λόγος ὑπέδειξεν, λοιπὸν δ' ἂν εἴη σκοπεῖν αὐτὴν τὴν αἴτησιν ἣν προσάγειν ἐκέλευσεν τῷ θεῷ τὸν ἐντὸς τῶν ἀδύτων γενόμενον· οὐ γάρ μοι δοκεῖ κατὰ τὸ πρόχειρον εὔληπτον παρέχειν ἡμῖν τὴν διάνοιαν ψιλῶς τῆς προσευχῆς ἐκτεθέντα τὰ ῥήματα. Ἁγιασθήτω, φησὶ, τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Τί ταῦτα πρὸς τὴν ἐμὴν χρείαν; εἴποι τις ἂν ἄνθρωπος, ἢ ἐπὶ ἁμαρτίαις ἑαυτὸν διὰ μετανοίας μαστίζων, ἢ ὅπως ἂν φύ γοι κατακρατοῦσαν τὴν ἁμαρτίαν τὸν θεὸν εἰς συμμαχίαν καλῶν, ἐν ὀφθαλμοῖς ἔχων ἀεὶ τὸν διὰ τῶν πειρασμῶν προσπαλαίοντα. Ἔνθεν οἱ θυμοὶ τὸν λογισμὸν τοῦ κα θεστηκότος παράγουσιν, ἐκεῖθεν αἱ τῶν ἀτόπων ἐπιθυμίαι τὸν τόνον τῆς ψυχῆς ἐκνευρίζουσιν, ἑτέρωθεν ἡ πλεονεξία πήρωσιν ἐπάγει τῷ διορατικῷ τῆς καρδίας, ὁ τύφος, ἡ ὑπερηφανία, τὸ μῖσος, ὁ λοιπὸς τῶν ἀντιπαλαιόντων ἡμῖν κατάλογος οἷόν τι στῖφος πολεμίων ἐν κύκλῳ περιστοιχι σάμενον τὸν περὶ τῶν ἐσχάτων ἐπάγει τῇ ψυχῇ κίνδυνον· εἶτα ὁ ἐκδῦναι τὰ κακὰ ταῦτα διὰ τῆς κρείττονος συμ μαχίας σπουδάζων ποίοις ἂν κυριώτερον χρήσαιτο λόγοισ; οὐχ οἷς ὁ μέγας Δαυίδ, Ῥυσθείην ἐκ τῶν μισούντων με, λέγων, καὶ, Ἀποστραφήτωσαν οἱ ἐχθροί μου εἰς τὰ ὀπί σω, καὶ, Δὸς ἡμῖν βοηθείαν ἐκ θλίψεως, καὶ ὅσα τοιαῦτα δι' ὧν ἔστι τοῦ θεοῦ τὴν συμμαχίαν κατὰ τῶν ἐναντίων διαναστῆσαι; Νυνὶ δὲ τί φησιν ὁ τῆς προσευχῆς νόμοσ; Ἁγιασθήτω τὸ ὄνομά σου. Εἰ γὰρ μὴ λέγοιτο παρ' ἐμοῦ τοῦτο, ἆρα δυνατόν ἐστι μὴ ἅγιον εἶναι τοῦ θεοῦ τὸ ὄνο μα; Ἐλθέτω ἡ βασιλεία σου. Τί γὰρ τῆς ἐξουσίας τοῦ θεοῦ ἠλλοτρίωται, τοῦ διειληφότος τῇ σπιθαμῇ τὸν οὐ ρανὸν ὅλον, καθώς φησιν Ἡσαΐας, τοῦ περιδεδρα γμένου πάσης τῆς γῆς, τοῦ περικρατοῦντος ἐν τῇ χειρὶ τὴν ὑγρὰν φύσιν, ὃς πᾶσαν ἐγκόσμιόν τε καὶ

12

ὑπερκόσμιον 252 ἐνηγκάλισται κτίσιν; Εἰ οὖν ἅγιον ἀεὶ τοῦ θεοῦ τὸ ὄνομα, καὶ οὐδὲν ἐκπέφευγε τὸ κράτος τῆς τοῦ θεοῦ δεσποτείας, ἀλλὰ καὶ κρατεῖ πάντων, καὶ κατὰ τὸν ἁγιασμὸν προς θήκης οὐκ ἐπιδέεται ὁ διὰ πάντων ἀνελλιπὴς καὶ τέλειος, τί βούλεται ἡ εὐχὴ, Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου; Ἢ τάχα τι τοιοῦτον ὁ λόγος ἐν τῷ εἴδει τῆς προσευχῆς δογματίζει, ὅτι ἀσθενής ἐστι πρὸς ἀγαθοῦ τινος κτῆσιν ἡ ἀνθρωπίνη φύσις, καὶ διὰ τοῦτο οὐκ ἄν τι γένοιτο τῶν σπουδαζομένων ἡμῖν, μὴ τῆς θείας συμ μαχίας τὸ ἀγαθὸν ἐν ἡμῖν κατορθούσησ; Ἀγαθῶν δὲ πάν των ἐστὶ τὸ κεφάλαιον τὸ τῷ ἐμῷ βίῳ τὸ ὄνομα τοῦ θεοῦ ἐνδοξάζεσθαι. Γένοιτο δ' ἂν ἡμῖν ἐκ τοῦ ἐναντίου γνω ριμωτέρα ἡ ἔννοια. Ἤκουσά που τῆς ἁγίας γραφῆς κα τακρινούσης ἐκείνους οἳ τῆς κατὰ τοῦ θεοῦ βλασφημίας αἴτιοι γίνονται. Οὐαὶ γὰρ, φησὶ, δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Τοῦτο δὲ τοιοῦτόν ἐστιν. Οἱ μήπω πεπιστευκότες τῷ λόγῳ τῆς ἀληθείας πρὸς τὸν βίον τῶν παραδεδεγμένων τὴν τοῦ μυστηρίου πίστιν ἀπο σκοποῦσιν. Ὅταν τοίνυν τὸ μὲν ὄνομα τῆς πίστεως ἔν τισιν ᾖ, ὁ δὲ βίος ἀντιφθέγγηται τῷ ὀνόματι, ἢ διὰ πλε ονεξίας εἰδωλολατρῶν, ἢ ἐν μέθαις καὶ κώμοις ἀσχη μονῶν, καὶ τῷ βορβόρῳ τῆς ἀσωτίας ὑὸς δίκην ἐγκα λινδούμενος, πρόχειρος εὐθὺς παρὰ τῶν ἀπίστων ὁ λόγος, οὐκ εἰς τὴν προαίρεσιν τῶν κακῶς τῷ βίῳ κεχρημένων τὴν κατηγορίαν τρέπων, ἀλλ' ὡς τοιαῦτα πράττειν τοῦ μυστηρίου διδάσκοντοσ· μὴ γὰρ ἂν γενέσθαι τὸν δεῖνα τὸν τὰ θεῖα μεμυημένον μυστήρια ἢ λοίδορον, ἢ πλεονέκτην, ἢ ἅρπαγα, ἢ ἄλλο τι τοιοῦτον κακὸν, εἰ μὴ ἔννομον αὐ τοῖς τὸ ἁμαρτάνειν ἦν. Διὰ τοῦτο χαλεπὴν τοῖς τοιού τοις ἀπειλὴν ὁ λόγος ἐπανατείνεται λέγων ἐκείνοις εἶναι τὸ, Οὐαὶ δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὴ τοῦτο νενόηται, καιρὸς ἂν εἴη τὸ ἐκ τοῦ ἐναντίου λεγόμενον κατανοῆσαι· εὔχεσθαι γὰρ πρό γε πάντων οἶμαι χρῆναι καὶ τοῦτο ποιεῖσθαι τῆς προσευ χῆς τὸ κεφάλαιον, τὸ μὴ βλασφημεῖσθαι ἐν τῷ ἐμῷ βίῳ 254 τὸ ὄνομα τοῦ θεοῦ, ἀλλὰ δοξάζεσθαι καὶ ἁγιάζεσθαι. Ἐν ἐμοὶ οὖν, φησὶν, ἁγιασθήτω τὸ ἐπικληθέν μοι ὄνομα τῆς σῆς δεσποτείας, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Τίς δὲ οὕτω θηριώδης καὶ ἄλογος, ὥστε ὁρῶν ἐν τοῖς πεπι στευκόσι θεῷ βίον καθαρὸν δι' ἀρετῆς κατωρθωμένον, πάν των τῶν ἐξ ἁμαρτίας μολυσμῶν καθαρεύοντα, πάσης τῆς πρὸς τὸ χεῖρον ὑπονοίας ἀλλοτριούμενον, λαμπρὸν τῇ σωφροσύνῃ, σεμνὸν τῇ φρονήσει, ἀνδρείως ἔχοντα πρὸς τὰς τῶν παθῶν προσβολὰς, μηδαμοῦ ταῖς σωματικαῖς ἡδυπαθείαις μαλακιζόμενον, τρυφῆς καὶ βλακείας καὶ τῆς κατὰ τὸν τύφον χαυνότητος ὡς ὅτι μάλιστα κεχωρισμένον, τοσοῦτον μετέχοντα τοῦ βίου ὅσον ἐπάναγκες, ἀκρῷ τῷ ποδὶ τῆς γῆς ἐπιψαύοντα, οὐ ταῖς καθ' ἡδονὴν ἀπολαύ σεσιν, τῷ γηΐνῳ τούτῳ βίῳ καταχωννύμενον, ἀλλ' ὑπερα νεστῶτα πάσης τῆς καθ' αἴσθησιν γινομένης ἀπάτης, καὶ πρὸς τὴν ἀσώματον ζωὴν διὰ σαρκὸς ἁμιλλώμενον, ἕνα πλοῦτον νομίζοντα τὴν τῆς ἀρετῆς κτῆσιν, μίαν εὐγένειαν τὴν πρὸς τὸν θεὸν οἰκειότητα, μίαν ἀξίαν καὶ δυναστείαν μίαν τὸ κρατεῖν ἑαυτοῦ καὶ ἀδούλωτον εἶναι τοῖς ἀνθρω πίνοις παθήμασιν, ἀχθόμενον τῇ παρατάσει τῆς τοῦ ὑλι κοῦ βίου ζωῆς, σπεύδοντα δὲ, καθάπερ οἱ διὰ πελάγους κακοπαθοῦντες, πρὸς τὸν λιμένα καταντῆσαι τῆς ἀναπαύ σεως, τίς τοίνυν τὸν τοιοῦτον ὁρῶν οὐ δοξάζει τὸ ὄνομα τὸ ἐπικεκλημένον τῷ τοιούτῳ βίῳ; Οὐκοῦν ὁ ἐν τῇ προσευχῇ λέγων, Ἁγιασθήτω τὸ ὄνομά σου ἐν ἐμοὶ, ταῦτα τῇ δυνάμει τῶν λεγομένων προσεύχεται, Γενοίμην τῇ συνεργίᾳ τῆς σῆς βοηθείας ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, λαλῶν ἀλήθειαν, ἐργαζόμενος δικαιοσύνην, ἐν εὐθύτητι πορευόμενος, τὰ ἄνω φρονῶν, τῶν γηΐνων ὑπερορῶν, τῇ σωφροσύνῃ λάμπων, τῇ ἀφθαρσίᾳ κοσμούμενος, τῇ σοφίᾳ καὶ τῇ φρονήσει καλλωπιζόμενος, ταῖς ἀγγελικαῖς πολι 256 τείαις ἐλλαμπρυνόμενος.

13

Ταῦτα καὶ τὰ τοιαῦτα περιέ χει ἡ βραχεῖα αἴτησις αὕτη ἡ λέγουσα διὰ προσευχῆς τῷ θεῷ ὅτι, Ἁγιασθήτω τὸ ὄνομά σου· οὐ γὰρ ἔστιν ἄλλως δυνατὸν ἐν ἀνθρώπῳ δοξασθῆναι θεὸν, μὴ τῆς κατ' αὐ τὸν ἀρετῆς τῇ θείᾳ δυνάμει τὴν αἰτίαν τῶν ἀγαθῶν μαρ τυρούσης. Ὁ δὲ ἐφεξῆς λόγος τὴν βασιλείαν τοῦ θεοῦ εὔχεται ἐλθεῖν. Ἆρα νῦν ἀξιοῖ γενέσθαι βασιλέα τὸν τοῦ παντὸς βασιλέα, τὸν ἀεὶ ὄντα ὅπερ ἐστὶν, τὸν πρὸς πᾶσαν μεταβολὴν ἀμετάθετον, τὸν οὐκ ἔχοντα εὑρεῖν κρεῖττον εἰς ὃ μεταβήσεται; Τί οὖν βούλεται ἡ εὐχὴ τὴν τοῦ θεοῦ βασιλείαν ἐκκαλουμένη; Ἀλλὰ τὸν μὲν ἀληθῆ περὶ τού του λόγον εἰδεῖεν ἂν οἷς τὸ πνεῦμα τῆς ἀληθείας ἀνακα λύπτει τὰ κεκρυμμένα μυστήρια· ἡμεῖς δὲ τοιαύτην ἔχομεν περὶ τοῦ ῥητοῦ τὴν διάνοιαν. Μία τῶν πάντων ὑπέρκει ἡ ἀληθὴς ἐξουσία καὶ δύναμις, ἡ τοῦ παντὸς ἀναδε δεγμένη τὸ κράτος, καὶ βασιλεύουσα οὐ βιαίᾳ τινὶ καὶ τυραννικῇ δυναστείᾳ, φόβοις καὶ ἀνάγκαις ὑποζεύξασα τῇ ὑποταγῇ τὸ ὑπήκοον. Ἐλευθέραν γὰρ εἶναι προσήκει παν τὸς φόβου τὴν ἀρετὴν καὶ ἀδέσποτον, ἑκουσίᾳ γνώμῃ τὸ ἀγαθὸν αἱρουμένην· ἀγαθοῦ δὲ παντὸς τὸ κεφάλαιον τὸ ὑπὸ τὴν ζωοποιὸν ἐξουσίαν τετάχθαι. Ἐπειδὴ τοίνυν τῆς τοῦ καλοῦ κρίσεως ἀπεπλανήθη δι' ἀπάτης ἡ ἀνθρωπίνη φύσις, καὶ πρὸς τὸ ἐναντίον γέγονεν τῆς προαιρέσεως ἡμῶν ἡ ῥοπὴ, καὶ παντὶ τῷ χείρονι ἡ ζωὴ τῶν ἀνθρώ πων κατεκρατήθη, μυρίαις ὁδοῖς τοῦ θανάτου καταμιχ θέντος τῇ φύσει (πᾶσα γὰρ κακίας ἰδέα οἷόν τις ὁδὸς τῷ θανάτῳ καθ' ἡμῶν γίνεται), ἐπειδὴ τοίνυν τῇ τοιαύ τῃ τυραννίδι περιεσχέθημεν, καθάπερ δημίοις τισὶν ἢ πο λεμίοις ταῖς προσβολαῖς τῶν παθημάτων τῷ θανάτῳ δεδουλωμένοι, καλῶς εὐχόμεθα τοῦ θεοῦ τὴν βασιλείαν ἐφ' ἡμᾶς ἐλθεῖν· οὐ γὰρ ἔστιν ἄλλως ἐκδῦναι τὴν πονηρὰν τῆς φθορᾶς δυναστείαν, μὴ τῆς ζωοποιοῦ δυνάμεως ἐφ' ἡμῶν ἀντιλαβούσης τὸ κράτος. Ἐὰν οὖν ἐλθεῖν ἐφ' ἡμᾶς τὴν βασιλείαν τοῦ θεοῦ αἰτήσωμεν, ταῦτα τῇ δυνάμει τὸν 258 θεὸν ἱκετεύομεν· ἀπαλλαγείην τῆς φθορᾶς, ἐλευθερωθείην τοῦ θανάτου, ἄνετος γενοίμην τῶν τῆς ἁμαρτίας δεσμῶν, μηκέτι βασιλεύοι κατ' ἐμοῦ ὁ θάνατος, μηκέτι ἐνεργὸς ἔστω καθ' ἡμῶν ἡ τυραννὶς τῆς κακίας, μὴ κατακρατείτω μου ὁ πολέμιος, μηδὲ ἀγέτω με δι' ἁμαρτίας αἰχμάλω τον, ἀλλ' ἐλθέτω ἐπ' ἐμὲ ἡ βασιλεία σου, ἵνα ὑποχωρήσῃ ἀπ' ἐμοῦ, μᾶλλον δὲ εἰς τὸ μὴ ὂν μεταχωρήσῃ τὰ νῦν ἐπικρατοῦντα καὶ βασιλεύοντα πάθη· ὡς γὰρ ἐκλείπει καπνὸς, οὕτως ἐκλείψουσιν, καὶ, ὡς τήκεται κηρὸς, οὕ τως ἀπολοῦνται. Οὔτε γὰρ καπνὸς ἀναχεθεὶς εἰς τὸν ἀέρα σημεῖόν τι τῆς ἰδίας ὑπολείπεται φύσεως, οὔτε κη ρὸς ἐν πυρὶ γενόμενος ἔτι εὑρίσκεται, ἀλλὰ καὶ οὗτος τὴν φλόγα δι' ἑαυτοῦ θρέψας εἰς ἀτμὸν καὶ ἀέρα μετεποιή θη, καὶ ὁ καπνὸς εἰς παντελῆ ἀφανισμὸν μετεχώρησεν. Οὕτως, ἐὰν ἡ βασιλεία τοῦ θεοῦ ἐφ' ἡμᾶς ἔλθῃ, πάντα τὰ νῦν ἐπικρατοῦντα εἰς ἀφανισμὸν περιστήσεται· οὐ γὰρ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσίαν, οὐ νόσος ὑγείας ἐπιλαβούσης ἵσταται, οὐκ ἐνεργεῖ τὰ πάθη τῆς ἀπαθείας παρούσης, φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθο ρὰ, ὅταν ἡ ζωὴ ἐν ἡμῖν βασιλεύῃ καὶ ἀφθαρσία τὸ κρά τος ἔχῃ. Ἐλθέτω ἡ βασιλεία σου. Ἡ γλυκεῖα φωνὴ, δι' ἧς ταύτην ἄντικρυς προσάγομεν τῷ θεῷ τὴν δέησιν· κατα λυθήτω ἡ ἀντικειμένη παράταξις, ἀφανισθήτω τῶν ἀλλο φύλων ἡ φάλαγξ, ἀναιρεθήτω τῆς σαρκὸς ὁ κατὰ τοῦ πνεύματος πόλεμος, μὴ ἔστω τὸ σῶμα τοῦ πολεμίου τῆς ψυχῆς ὁρμητήριον, ἐπιφανήτω μοι ἡ βασιλικὴ δυνα στεία, ἡ ἀγγελικὴ χεὶρ, αἱ χιλιάδες τῶν εὐθυνόντων, ἡ μυ ριὰς τῶν κατὰ τὸ δεξιὸν παρισταμένων, ἵνα πέσῃ ἐκ τοῦ ἀντικειμένου κλίτους ἡ χιλιὰς τῶν πολεμούντων· πολὺς ὁ ἀντίπαλος, ἀλλὰ τοῖς ἐρήμοις τῆς σῆς συμμαχίας δεινός τε καὶ ἀκαταμάχητος, ἀλλ' ἕως ἂν μόνος ὁ πολεμούμενος ᾖ· ἐπειδὰν δὲ ἡ σὴ βασιλεία φανῇ, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἀντεισέρχεται δὲ ζωὴ καὶ εἰρήνη καὶ ἀγαλλίαμα. Ἢ τάχα, καθὼς ἡμῖν ὑπὸ τοῦ Λουκᾶ τὸ 260 αὐτὸ νόημα σαφέστερον ἑρμηνεύεται, ὁ τὴν βασιλείαν ἐλ θεῖν ἀξιῶν τὴν τοῦ ἁγίου πνεύματος συμμαχίαν ἐπιβοᾶ; οὕτω γὰρ ἐν ἐκείνῳ τῷ εὐαγγελίῳ φησὶν, ἀντὶ τοῦ, Ἐλθέτω ἡ βασιλεία σου,

14

Ἐλθέτω τὸ ἅγιον πνεῦμά σου ἐφ' ἡμᾶς καὶ καθαρισάτω ἡμᾶς. Τί ἐροῦσιν πρὸς ταῦτα οἱ θρασυστομοῦντες κατὰ τοῦ πνεύματος τοῦ ἁγίου; τίνι διανοίᾳ τὴν τῆς βασιλείας ἀξίαν εἰς ταπεινότητα δουλείας μετασκευάζουσιν; ὅπερ γὰρ ὁ Λουκᾶς πνεῦμα ἅγιον λέγει, τοῦτο Ματθαῖος βασιλείαν ὠνόμασεν. Πῶς εἰς τὴν ὑποχείριον κτίσιν κατασπῶσιν τὴν φύσιν τοῦ πνεύματος, ἀντὶ τῆς βασιλευούσης τῇ βασιλευομένῃ συγκατατάσσοντες φύσει; Ἡ κτίσις δουλεύει, ἡ δὲ δου λεία βασιλεία οὐκ ἔστιν. Ἀλλὰ μὴν βασιλεία τὸ πνεῦμα τὸ ἅγιον· εἰ δὲ βασιλεία ἐστὶν, βασιλεύει πάντως, οὐ βα σιλεύεται· εἰ δὲ μὴ βασιλεύεται, οὐδὲ κτίσις ἐστίν· ἴδιον γὰρ τῆς κτίσεως τὸ δουλεύειν ἐστίν. Εἰ οὖν βασιλεύει τὸ πνεῦμα, πῶς τῇ δουλευούσῃ φύσει συναριθμοῦσιν αὐτὸ οἱ μηδέπω προσεύχεσθαι μεμαθηκότες, οἱ μὴ εἰδότες τίς ὁ καθαρίζων τὸ κεκοινωμένον, τίς ὁ τῆς βασι λείας ἀναδεδεγμένος τὸ κράτοσ; Ἐλθέτω τὸ ἅγιον πνεῦ μά σου, φησὶν, καὶ καθαρισάτω ἡμᾶς. Οὐκοῦν ἰδία καὶ ἐξαίρετος τοῦ ἁγίου πνεύματος δύναμίς τε καὶ ἐνέργεια τὸ καθαρίζειν τὴν ἁμαρτίαν ἐστίν· οὐ γὰρ δὴ τὸ καθαρόν τε καὶ ἀμόλυντον τοῦ καθαρίζοντος δέεται. Ἀλλὰ μὴν τὸ αὐτὸ τοῦτο καὶ τῷ μονογενεῖ προσμαρτυρεῖ ὁ ἀπόστο λος. Καθαρισμὸν γὰρ, φησὶ, τῶν ἁμαρτιῶν ἡμῶν ποιη σάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης τοῦ πατρός. Οὐκοῦν ἓν ἑκατέρων τὸ ἔργον, τοῦ τε καθαρίζοντος τὴν ἁμαρτίαν πνεύματος καὶ τοῦ τὸν καθαρισμὸν πεποιηκό τος. Ὧν δὲ ἡ ἐνέργεια μία, καὶ ἡ δύναμις πάντως ἡ αὐτὴ τούτων ἐστίν· πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀπο τέλεσμα. Εἰ οὖν καὶ ἐνέργεια καὶ δύναμις μία, πῶς ἔστιν 262 ἑτερότητα φύσεως νοῆσαι ἐν οἷς οὐδεμίαν κατὰ τὴν δύ ναμίν τε καὶ ἐνέργειαν διαφορὰν ἐξευρίσκομεν; Ὡς γὰρ οὐκ ἔστιν ἐν τοῖς τοῦ πυρὸς ἰδιώμασιν, ὅταν τὰ δύο, τὸ φωτίζον τε καὶ τὸ καῖον, ἴσον καὶ ὅμοιον ᾖ, νομίσαι τινὰ τοῦ ὑποκειμένου παραλλαγὴν εἶναι, οὕτως οὐκ ἄν τις σω φρονῶν μίαν ἐνέργειαν ἐκ τῆς θείας γραφῆς διδαχθεὶς τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διαφοράν τινα φύσεως ὑπο νοεῖν ἐναχθείη. Ἀλλὰ μὴν προαποδέδεικται ταῖς τῶν εὐσεβούντων δόξαις τὴν αὐτὴν ἐπὶ πατρός τε καὶ υἱοῦ φύσιν εἶναι· μὴ γὰρ εἶναι δυνατὸν τὰ ἑτερογενῆ τῇ τοῦ θεοῦ κλήσει κατονομάζεσθαι. Ὡς οὐ λέγεται βάθρον ὁ υἱὸς τοῦ τέκτονος, οὐδ' ἄν τις εἴποι τῶν εὖ φρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο, ἀλλὰ τῇ τοῦ υἱοῦ καὶ τῇ τοῦ πατρὸς προσηγορίᾳ τὸ κατὰ τὴν φύσιν συνημ μένον σημαίνεται, ἀνάγκη πᾶσα, ὅταν τὰ δύο πρὸς τὸ ἓν οἰκείως ἔχῃ, μηδὲ πρὸς ἄλληλα διαφόρως ἔχειν. Ὥστε, εἰ τῷ πατρὶ κατὰ τὴν φύσιν ὁ υἱὸς ἥνωται, τῆς δὲ τοῦ υἱοῦ φύσεως διὰ τῆς τῶν ἐνεργειῶν ταὐτότητος οὐκ ἀλ λότριον ἀπεδείχθη τὸ πνεῦμα τὸ ἅγιον, μία κατὰ τὸ ἀκόλουθον ἀποδέδεικται τῆς ἁγίας τριάδος ἡ φύσις, οὐ συγχεομένης ἐφ' ἑκάστης τῶν ὑποστάσεων τῆς κατ' ἐξαίρε τον ἐπιθεωρουμένης αὐταῖς ἰδιότητος, οὐδὲ τῶν γνωρισ μάτων ἐν ἀλλήλοις ἀλλασσομένων, ὥστε τὸ σημεῖον τῆς πατρικῆς ὑποστάσεως ἐπὶ τὸν υἱὸν ἢ τὸ πνεῦμα μετενεχ θῆναι, ἢ τοῦ υἱοῦ πάλιν ἑνὶ τῶν προκειμένων ἐφαρμοσ θῆναι, ἢ τὴν τοῦ πνεύματος ἰδιότητα τῷ πατρὶ καὶ τῷ υἱῷ ἐπιφαίνεσθαι. Ἀλλ' ἐν τῇ κοινότητι τῆς φύσεως ἀκοινώνητος ἡ τῶν ἰδιαζόντων θεωρεῖται διάκρισις. Ἴδιον τοῦ πατρὸς τὸ μὴ ἐξ αἰτίου εἶναι. Τοῦτο οὐκ ἔστιν ἰδεῖν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματοσ· ὅ τε γὰρ υἱὸς ἐκ τοῦ πατρὸς ἐξῆλθε, καθώς φησιν ἡ γραφὴ, καὶ τὸ πνεῦμα ἐκ τοῦ θεοῦ καὶ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Ἀλλ' ὥς περ τὸ ἄνευ αἰτίας εἶναι, μόνου τοῦ πατρὸς ὂν, τῷ υἱῷ 264 καὶ τῷ πνεύματι ἐφαρμοσθῆναι οὐ δύναται, οὕτω τὸ ἔμπαλιν τὸ ἐξ αἰτίας εἶναι, ὅπερ ἴδιόν ἐστιν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, τῷ πατρὶ ἐπιθεωρηθῆναι φύσιν οὐκ ἔχει. Κοινοῦ δὲ ὄντος τῷ υἱῷ καὶ τῷ πνεύματι τοῦ μὴ ἀγεν νήτως εἶναι, ὡς ἂν μή τις σύγχυσις περὶ τὸ ὑποκείμενον θεωρηθείη, πάλιν ἔστιν ἄμικτον τὴν ἐν τοῖς ἰδιώμασιν αὐτῶν διαφορὰν ἐξευρεῖν, ὡς ἂν καὶ τὸ κοινὸν φυλαχθείη, καὶ τὸ ἴδιον μὴ συγχεθείη. Ὁ γὰρ μονογενὴς υἱὸς ἐκ τοῦ πατρὸς παρὰ τῆς ἁγίας γραφῆς ὀνομάζεται,

15

καὶ μέχρι τούτου ὁ λόγος ἵστησιν αὐτῷ τὸ ἰδίωμα. Τὸ δὲ ἅγιον πνεῦμα καὶ ἐκ τοῦ πατρὸς λέγεται, καὶ τοῦ υἱοῦ εἶναι προσμαρτυρεῖται· εἰ γάρ τις, φησὶ, πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Οὐκοῦν τὸ μὲν πνεῦμα τὸ ἐκ τοῦ θεοῦ ὂν καὶ Χριστοῦ πνεῦμά ἐστιν· ὁ δὲ υἱὸς ἐκ τοῦ θεοῦ ὢν οὐκέτι καὶ τοῦ πνεύματος οὔτε ἐστὶν, οὔτε λέγεται· οὐδὲ ἀντιστρέφει ἡ σχετικὴ ἀκολουθία αὕτη, ὡς δύνασθαι κατὰ τὸ ἴσον δι' ἀναλύσεως ἀντιστραφῆναι τὸν λόγον καὶ, ὥσπερ Χριστοῦ τὸ πνεῦμα λέγομεν, οὕτω καὶ τοῦ πνεύματος Χριστὸν ὀνομάσαι. Ταύτης τοίνυν τῆς ἰδι ότητος τρανῶς καὶ ἀσυγχύτως τὸ ἕτερον τοῦ ἑτέρου δια κρινούσης, τῆς δὲ κατὰ τὴν ἐνέργειαν ταὐτότητος τὸ κοι νὸν μαρτυρούσης τῆς φύσεως, ἔῤῥωται δι' ἑκατέρων ἡ εὐσεβὴς περὶ τὸ θεῖον ὑπόληψις, ὡς καὶ ἀριθμεῖσθαι τὴν τριάδα διὰ τῶν ὑποστάσεων, καὶ εἰς ἑτεροφυῆ τμήμα τα μὴ διακόπτεσθαι. Τίς οὖν ἡ μανία τῶν πνευματο μαχούντων δουλεύειν τὸν κύριον δογματιζόντων, οἷς οὐδὲ Παῦλος διαμαρτυρόμενός ἐστιν ἀξιόπιστος, ὅς φησιν, Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν; Ἢ τάχα τὸ Ἐλθέτω καθαιρετικὸν τῆς ἀξίας νομίζουσιν; εἶτα οὐκ ἀκούουσι τοῦ μεγάλου Δαυὶδ, καὶ τὸν πατέρα πρὸς ἑαυτὸν ἕλκοντος καὶ, Ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, βοῶντοσ; Εἰ οὖν ἐπὶ τοῦ πατρὸς τὸ ἐλθεῖν σωτήριον, πῶς ἐπὶ τοῦ πνεύματος τὸ ἐλθεῖν ἐπο νείδιστον; Ἢ τὸ καθαίρειν τῶν ἁμαρτιῶν σημεῖον ποιοῦν τῆς κατὰ τὴν ἀξίαν ὑφέσεωσ; Καὶ μὴν ἄκουε τῶν ἀπίστων Ἰουδαίων βοώντων ὅτι, Τὸ ἀφιέναι ἁμαρτίας μό νου ἐστὶ τοῦ θεοῦ. Περὶ τοῦ πατρὸς λέγοντες, Τί οὗτος, 266 φασὶν, λαλεῖ βλασφημίασ; τίς δύναται ἀφιέναι ἁμαρτίας, 266 εἰ μὴ μόνος ὁ θεόσ; Εἰ οὖν ἀφίησι μὲν ὁ θεὸς ἁμαρ τίας, αἴρει δὲ ὁ υἱὸς τοῦ κόσμου τὴν ἁμαρτίαν, καθαρί ζει δὲ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῶν τῆς ἁμαρτίας μολυσ μάτων, οἷς ἂν ἐγγένηται, τί ἐροῦσιν οἱ τῇ ἰδίᾳ προσπο λεμοῦντες ζωῇ; Ἀλλ' ἐλθέτω ἐφ' ἡμᾶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ καθαρισάτω ἡμᾶς, καὶ ποιήσειεν δεκτικοὺς τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν νοημάτων, τῶν διὰ τῆς προς ευχῆς ἡμῖν παρὰ τῆς τοῦ σωτῆρος ὑποδεικνυμένων φωνῆς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ δʹ. 1 Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἤκουσά τινος ἰατρικοῦ τεχνικῶς περὶ τῆς κατὰ τὴν ὑγείαν ἕξεως φυσιολογοῦντοσ· ἴσως δ' ἂν γένοιτο ἡμῖν καὶ πρὸς τὴν τῆς ψυχῆς εὐεξίαν οὐκ ἀπὸ σκοποῦ τὸ λεγόμε νον. Τὴν γὰρ ἐκ τοῦ μετρίου παρατροπὴν τῶν ἐν ἡμῖν στοιχείων τινὸς ἀρχὴν καὶ αἰτίαν τῆς κατὰ τὸ πάθος συστά σεως διωρίζετο, καὶ ἐκ τοῦ ἐναντίου πάλιν τὴν ἐπὶ τὸ οἰκεῖόν τε καὶ κατὰ φύσιν τῶν πλημμελῶς παρακινηθέν των ἀποκατάστασιν θεραπείαν ἔφασκεν τῆς νοσώδους αἰ τίας εἶναι. Καὶ διὰ τοῦτο σκοπεῖν ᾤετο δεῖν τί μάλιστα τῶν ἐν ἡμῖν ἐν ἀταξίᾳ κινουμένων διὰ τῆς ἰδίας ἐπικρα τήσεως ἄτονον ποιεῖ τοῦ ἀντιστοιχοῦντος τὴν πρὸς τὴν ὑγείαν συνεισφοράν· ὡς εἰ μὲν τὸ θερμὸν ἐπικρατοίη, συμμαχίαν τῷ δυναστευομένῳ παρέχειν καὶ ὑπονοτίζειν τὸ ξηραινόμενον, μή που τῆς ὕλης ἐπιλιπούσης μαρανθείη τελείως καὶ ἀποσβεσθείη ἐν ἑαυτῷ τὸ θερμὸν, αὐτὸ περὶ 268 ἑαυτὸ δαπανώμενον, ὡσαύτως καὶ, εἴ τι τῶν ἄλλων τῶν κατὰ τὸ ἐναντίον ἐν ἡμῖν θεωρουμένων ἐκβαίνοι τὸν ὄρον, πρὸς τὸ πλεονάζον ἵστασθαι τῷ ἐλαττουμένῳ τὴν ἀπὸ τῆς τέχνης συμμαχίαν ἐπάγοντας, τούτων δὲ γενομένων, καὶ μηδενὸς τῇ τῶν στοιχείων ἰσονομίᾳ ἐμποδίζοντος, ἐπανά γεσθαι τὴν ὑγείαν τῷ σώματι, μηκέτι τῆς φύσεως κατὰ τὴν κρᾶσιν ἀνωμαλούσης. Τί δή μοι βούλεται τὸ μακρὸν τοῦτο τοῦ λόγου προοίμιον; Τάχα οὐκ ἀπὸ σκοποῦ τὸ θεώρημα, οὐδὲ πόῤῥω που τῆς προκειμένης ὑποθέσεως ἀπεσχοίνισται· πρόκειται γὰρ ἡμῖν εἰς θεωρίαν τὸ, Γενη θήτω τὸ θέλημά σου. Ὅτου δὲ χάριν ἐμνήσθημεν τοῦ κατὰ τὴν ἰατρικὴν θεωρήματος, διὰ τῶν ἐφεξῆς

16

σαφηνί σομεν. Ἦν ἐν ὑγείᾳ ποτὲ νοητῇ τὸ ἀνθρώπινον, οἷόν τινων στοιχείων, τῶν τῆς ψυχῆς λέγω κινημάτων, κατὰ τὸν τῆς ἀρετῆς λόγον ἰσοκρατῶς ἐν ἡμῖν κεκραμένων. Ἐπεὶ δὲ τοῦ ἐπιθυμητικοῦ κατισχύσαντος ἡ ἐκ τοῦ ἐναντίου νοου μένη διάθεσις, ἡ ἐγκράτεια, κατεκρατήθη τῷ πλεονάζοντι, καὶ τὴν ἄμετρον τῆς ἐπιθυμίας ἐπὶ τὰ μὴ δέοντα κίνη σιν τὸ κωλύον οὐκ ἦν, ἐκ τούτου τὸ ἐπιθανάτιον νόσημα, ἡ ἁμαρτία, τῇ ἀνθρωπίνῃ συνέστη φύσει. Ὁ τοίνυν ἰατρὸς ἀληθὴς τῶν τῆς ψυχῆς παθημάτων, ὁ διὰ τοὺς κακῶς ἔχοντας ἐν τῇ ζωῇ τῶν ἀνθρώπων γενόμενος, τοῖς ἐν τῇ προσευχῇ νοήμασι τὸ νοσοποιὸν αἴτιον ὑπεκλύων ἐπανά γει ἡμᾶς ἐπὶ τὴν νοητὴν ὑγίειαν. Ὑγεία δὲ τῆς ψυχῆς ἡ τοῦ θείου θελήματος εὐοδία, ὥσπερ δὴ πάλιν τὸ ἐκ πεσεῖν τοῦ ἀγαθοῦ θελήματος νόσος ἐστὶ ψυχῆς τελευ τῶσα εἰς θάνατον. Ἐπεὶ οὖν ἠσθενήσαμεν τὴν ἀγαθὴν ἐν τῷ παραδείσῳ δίαιταν καταλιπόντες, ὅτε τοῦ δηλητη ρίου τῆς παρακοῆς ἄρδην ἐνεφορήθημεν, καὶ διὰ τοῦτο τῷ πονηρῷ τούτῳ καὶ ἐπιθανατίῳ νοσήματι κατεκρατήθη ἡ φύσις, ἦλθεν ὁ ἀληθινὸς ἰατρὸς, κατὰ τὸν νόμον τῆς ἰατρικῆς διὰ τῶν ἐναντίων τὸ κακὸν ἐξιώμενος. Καὶ τοὺς διὰ τοῦτο τῇ ἀῤῥωστίᾳ συνενεχθέντας, ὅτι τοῦ θείου θε 270 λήματος ἐχωρίσθησαν, πάλιν ἐλευθεροῖ τοῦ νοσήματος τῇ πρὸς τὸ βούλημα τοῦ θεοῦ συναφείᾳ. Τὰ γὰρ τῆς προς ευχῆς ῥήματα θεραπεία ἐστὶ τῆς ἐγγενομένης τῇ ψυχῇ ἀῤῥωστίασ· εὔχεται γὰρ οἷόν τισιν ὀδύναις τὴν ψυχὴν συν εχόμενος ὁ λέγων, Γενηθήτω τὸ θέλημά σου. Θέλημα δὲ θεοῦ ἡ σωτηρία τῶν ἀνθρώπων ἐστίν. Ἐπειδὰν τοίνυν εἰς τοῦτο στῶμεν ὥστε εἰπεῖν τῷ θεῷ ὅτι, Γενηθήτω καὶ ἐν ἐμοὶ τὸ θέλημά σου, ἀνάγκη πᾶσα πρότερον κατειπεῖν ἐκείνου τοῦ βίου ὃς ἔξω τοῦ θείου βουλήματος ἦν, καὶ ταῦτα ἐν τῇ ἐξαγορεύσει διεξελθεῖν ὅτι, Ἐπειδὴ κακῶς ἐνήργησεν ἐν ἐμοὶ διὰ τοῦ φθάσαντος βίου τὸ ἀντικείμε νον θέλημα, καὶ ὑπηρέτης ἐγενόμην τοῦ πονηροῦ τυράν νου, οἷόν τις δήμιος τὴν τοῦ ἐχθροῦ ψῆφον εἰς πέρας κατ' ἐμαυτοῦ φέρων, τούτου χάριν οἶκτον λαβὼν τῆς ἀ πωλείας μου δός ποτε καὶ τὸ σὸν θέλημα γενέσθαι ἐν ἐμοί. Ὥσπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων φω τὸς εἰσκομισθέντος ὁ ζόφος ἐξαφανίζεται, οὕτω τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου πᾶσα πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιΐσταται. Ἡ γὰρ σωφρο σύνη σβέσει τὴν ἀκόλαστον καὶ ἐμπαθῆ τῆς διανοίας ὁρμὴν, ἡ ταπεινοφροσύνη καταναλώσει τὸν τύφον, ἡ μετριότης ἰά σεται τῆς ὑπερηφανίας τὴν νόσον, τὸ δὲ τῆς ἀγάπης ἀγα θὸν πολὺν κατάλογον τῶν ἀντικειμένων κακῶν τῆς ψυχῆς ἀπελάσει· ταύτῃ γὰρ ὑποχωρεῖ τὸ μῖσος, ὁ φθόνος, ἡ μῆνις, ἡ κατ' ὀργὴν κίνησις, ἡ θυμώδης διάθεσις, ἡ ἐπι βουλὴ, ἡ ὑπόκρισις, ἡ λυπηρῶν μνήμη, ἡ τῆς ἀντιλυπή σεως ὄρεξις, ἡ περικάρδιος τοῦ αἵματος ζέσις, ὁ πικρὸς ὀφθαλμὸς, πᾶσα ἡ τῶν τοιούτων κακῶν ἀγέλη τῇ ἀγα πητικῇ διαθέσει ἐξαφανίζεται. Οὕτως ἐκβάλλει τὴν δι πλῆν εἰδωλολατρείαν ἡ ἐνέργεια τοῦ θεοῦ βουλήματοσ· διπλῆν δέ φημι τήν τε περὶ τὰ εἴδωλα μανίαν καὶ τὴν περὶ τὸ ἀργύριον καὶ χρυσίον ἐπιθυμίαν, ἅπερ εἴδωλα τῶν ἐθνῶν ὁ τῆς προφητείας ὠνόμασε λόγος. Γενηθήτω τοίνυν τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα. Διὰ τί δὲ παρὰ τοῦ θεοῦ γενέσθαι τὴν ἀγαθὴν ἡμῖν προαίρεσιν ἐπευχόμεθα; Ὅτι ἀσθενὴς ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἀγαθόν ἐστιν, ἅπαξ διὰ κακίας ἐκνευρισ θεῖσα. Οὐ γὰρ μετὰ τῆς αὐτῆς εὐκολίας πρός τε τὸ κακὸν ὁ ἄνθρωπος ἔρχεται καὶ ἀπὸ τούτου πάλιν ἐπὶ τὸ ἀγαθὸν ἐπανέρχεται, ὥσπερ καὶ ἐπὶ τῶν σωμάτων ἔστι κατανοῆσαι τὸν τοιοῦτον λόγον, ὅτι οὐχ ὁμοίως, οὐδὲ μετὰ τῆς ἴσης ῥᾳστώνης τό τε ὑγιαῖνον ἐν νόσῳ γίνεται καὶ τὸ νενοσηκὸς ὑγιάζεται. Ὁ γὰρ ἐν ὑγείᾳ τέως διάγων καὶ δι' ἑνὸς πολλάκις τραύματος εἰς τὸν περὶ τῶν ἐσχά των κίνδυνον ἦλθεν, καὶ μία περίοδος ἢ καταβολὴ πυρε τοῦ πάντα τὸν τοῦ σώματος τόνον διέλυσεν, καὶ βραχεῖα δηλητηρίου γεῦσις ἢ παντελῶς διέφθειρεν ἢ παρ' ὀλίγον τοῦτο ἐποίησεν, καὶ δήγματι ἑρπετοῦ, ἢ κέντρῳ τινὶ τῶν ἰοβόλων, ἢ ὀλισθήματι, ἢ καταπτώματι, ἢ πλείονι τῆς δυνάμεως

17

ἀδηφαγίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ εὐθέως ἐπηκο λούθησεν ἢ νόσος ἢ θάνατοσ· ἡ δὲ τοῦ ἀῤῥωστήματος ἀπαλλαγὴ πολλαῖς ἐπινοίαις γίνεται καὶ δυσκολίαις καὶ τέχναις ἰατρικαῖς, ἐὰν ἄρα καὶ γένηται. Διὰ τοῦτο πρὸς μὲν τὸ κακὸν ἡμῖν τῆς ὁρμῆς γινομένης οὐ χρεία τοῦ συν εργοῦντος, αὐτομάτως ἐν τῷ θελήματι ἡμῶν τῆς κακίας ἑαυτὴν τελειούσησ· εἰ δὲ πρὸς τὸ κρεῖττον γένοιτο ἡ ῥοπὴ, τοῦ θεοῦ χρεία τοῦ τὴν ἐπιθυμίαν εἰς ἔργον ἄγοντος. Διὰ τοῦτό φαμεν ὅτι, Ἐπειδὴ θέλημά σού ἐστιν ἡ σωφροσύνη, ἐγὼ δὲ σάρκινός εἰμι, πεπράμενος ὑπὸ τὴν ἁμαρ τίαν, τῇ σῇ δυνάμει κατορθωθείη μοι τὸ ἀγαθὸν τοῦτο θέλημα· οὕτως ἡ δικαιοσύνη, ἡ εὐσέβεια, ἡ τῶν παθῶν ἀλλοτρίωσις. Ἡ γὰρ τοῦ θελήματος φωνὴ πάσας γενι κῶς ἐμπεριλαμβάνει τὰς ἀρετὰς, καὶ τὰ καθ' ἕκαστον τῶν ἐν τῷ ἀγαθῷ νοουμένων ἐν τῷ θελήματι τοῦ θεοῦ θεωρεῖται. Ἀλλὰ τί βούλεται ἡ προσθήκη τοῦ λόγου, Ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ γῆσ; Τάχα μοι δοκεῖ τῶν βαθυτέρων τι δογμά των ὑποσημαίνειν ὁ λόγος, καί τινα ποιεῖσθαι διδασκα λίαν θεοπρεποῦς διανοίας ἐν τῇ θεωρίᾳ τῆς κτίσεως. 274 Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Μεμέρισται πᾶσα ἡ λογικὴ κτίσις εἴς τε τὴν ἀσώματον καὶ τὴν ἐνσώματον φύσιν. Ἔστι δὲ ἀγγελικὴ μὲν ἡ ἀσώματος, τὸ δὲ ἕτερον εἶδος ἡμεῖς οἱ ἄνθρωποι. Ἡ μὲν οὖν νοητὴ, ἅτε δὴ τοῦ βαροῦντος κεχωρισμένη σώματος, τούτου λέγω τοῦ ἀντιτύπου τε καὶ εἰς γῆν βρίθοντος, τὴν ἄνω λῆξιν ἐπιπορεύεται, τοῖς κούφοις τε καὶ αἰθεριώδεσι τόποις ἐνδιατρίβουσα ἐν ἐλαφρᾷ τε καὶ εὐκινήτῳ τῇ φύσει· ἡ δὲ ἑτέρα διὰ τὴν τοῦ σώ ματος ἡμῶν πρὸς τὸ γεῶδες συγγένειαν οἷόν τινα ἰλύος ὑποστάθμην κατ' ἀνάγκην τὸν περίγειον τοῦτον εἴληχε βίον, οὐκ οἶδα μὲν ὅ τι τοῦ θείου βουλήματος διὰ τούτων οἰκονο μοῦντος, εἴτε πᾶσαν πρὸς ἑαυτὴν οἰκειοῦντος τὴν κτίσιν, ὡς ἂν μήτε τῶν οὐρανίων ὑψωμάτων ἡ κάτω λῆξις ἀμοι ρήσειε, μήτε ὁ οὐρανὸς καθ' ὅλου τῶν κατὰ τὴν γῆν ἀμοιρήσειεν, ὡς ἂν γένοιτό τις διὰ τοῦ ἀνθρωπίνου πλάσμα τος ἑκατέρων τῶν στοιχείων μετουσία τῶν ἐν θατέρῳ νοουμένων, τοῦ τε νοεροῦ τῆς ψυχῆς, ὅπερ δοκεῖ συγγενές τε καὶ ὁμόφυλον τῶν κατ' οὐρανὸν εἶναι δυνάμεων, τοῖς γηΐνοις σώμασιν ἐνοικοῦντος, τῆς τε γεηρᾶς ταύτης σαρ κὸς ἐν τῇ ἀποκαταστάσει τῶν πάντων εἰς τὸν οὐράνιον χῶρον τῇ ψυχῇ συμμετοικιζομένης (ἁρπαγησόμεθα γὰρ, καθώς φησιν ὁ ἀπόστολος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα), εἴτε οὖν τοῦτο, εἴτε τι ἕτερον παρὰ τοῦτο τῆς τοῦ θεοῦ σοφίας οἰκονομούσης, ἐν τῇ διπλῇ ταύτῃ ζωῇ μερισθεῖσα πᾶσα ἡ λογικὴ διῄρηται φύσις, ἡ μὲν ἀσώματος τὴν οὐ ράνιον λαχοῦσα μακαριότητα, ἡ δὲ διὰ σαρκὸς εἰς τὴν γῆν ἐπιστρεφομένη διὰ τὴν πρὸς αὐτὴν οἰκειότητα. Ἡ μέν τοι τοῦ καλοῦ τε καὶ ἀγαθοῦ ἐπιθυμία ὁμοτίμως ἑκατέ ρᾳ συνουσιώθη τῇ φύσει, καὶ τὸ αὐτοκρατές τε καὶ αὐ τεξούσιον καὶ πάσης ἀνάγκης ἐλεύθερον ἴσον ἐπ' ἀμφοῖν ὁ τοῦ παντὸς ἐπιστάτης ἐποίησεν, ὡς αὐτονόμῳ τινὶ προ αιρέσει οἰκονομεῖσθαι πᾶν ὅσον λόγῳ τε καὶ διανοίᾳ τε τίμηται. Ἀλλ' ἡ μὲν ἄνω ζωὴ καθαρεύει πάντη κακίας, 276 καὶ οὐδὲν ἐκείνοις τῶν ἐκ τοῦ ἐναντίου νοουμένων συμ πολιτεύεται· πᾶσα δὲ ἐμπαθὴς κίνησίς τε καὶ διάθεσις τὴν κάτω ζωὴν περιπολεῖ, ἐν οἷς ἐστι τὸ ἀνθρώπινον. Διὰ τοῦτο τὴν ἐν οὐρανοῖς τῶν ἁγίων δυνάμεων πολιτείαν ἀμιγῆ κακίας καὶ παντὸς τοῦ ἐξ ἁμαρτιῶν μολυσμοῦ κα θαρεύουσαν ὁ θεόπνευστος ἐπίσταται λόγοσ· πᾶν δὲ ὅσον ἐκτὸς τοῦ ἀγαθοῦ δι' αὐτῆς τῆς ἀναχωρήσεως αὐτοῦ πα ρυπέστη κακὸν, περὶ τὴν κοίλην ταύτην ζωὴν οἷόν τις τρυ γία τε καὶ ἰλὺς συνεῤῥύη, ᾗ μολύνεται τὸ ἀνθρώπινον, πρὸς τὸ κατιδεῖν τὸ θεῖον τῆς ἀληθείας φῶς διὰ τοῦ τοιούτου σκότους ἐμποδιζόμενον. Εἰ τοίνυν ἀπαθὴς μὲν ἡ ὑπερκειμένη ζωὴ καὶ ἀκήρατος, παντοίοις δὲ πάθεσι καὶ ταλαιπωρίαις καταβεβάπτισται ἡ ἀθλιότης τῆς ὧδε ζωῆς, δῆλον ἂν εἴη ὅτι ἡ μὲν ἄνω πολιτεία, ἅτε παντὸς κακοῦ καθαρεύουσα, ἐν τῷ ἀγαθῷ θελήματι τοῦ θεοῦ κατορθοῦται (ἔνθα γὰρ κακὸν οὐκ ἔστιν, ἀνάγκη πᾶσα ἀγα θὸν εἶναι), ἡ δὲ καθ' ἡμᾶς ζωὴ τῆς τῶν ἀγαθῶν μετου σίας ἐκπεπτωκυῖα συνεκπέπτωκεν καὶ τοῦ θείου

18

βουλήμα τος. Διὰ τοῦτο ἐν τῇ προσευχῇ διδασκόμεθα οὕτως ἡμῶν τοῦ κακοῦ τὴν ζωὴν ἐκκαθαρθῆναι, ὡς καθ' ὁμοιότητα τῆς οὐρανίας διαγωγῆς καὶ ἐν ἡμῖν ἀνεμποδίστως τὸ θέλημα τοῦ θεοῦ πολιτεύσασθαι, ὡς ἄν τις λέγοι ὅτι, Κα θάπερ ἐν θρόνοις καὶ ἀρχαῖς καὶ ἐξουσίαις καὶ κυριότησι καὶ πάσῃ τῇ ὑπερκοσμίῳ δυνάμει γίνεταί σου τὸ θέλημα, μηδαμοῦ κακίας παρεμποδιζούσης τοῦ ἀγαθοῦ τὴν ἐνέρ γειαν, οὕτω καὶ ἐν ἡμῖν τὸ ἀγαθὸν τελειωθείη, ἵνα πά σης κακίας ἐκποδὼν γενομένης διὰ πάντων ᾖ τὸ θέλημά σου ταῖς ψυχαῖς ἡμῶν κατευοδούμενον. Ἀλλ' ὡς ἀνθυ πενεγκόντος τινὸς, Καὶ πῶς ἐστι δυνατὸν τὴν ἐν ταῖς ἀσω μάτοις δυνάμεσι καθαρότητα τοῖς διὰ σαρκὸς τὴν ζωὴν εἰληχόσι κατορθωθῆναι, ἐν μυρίαις φροντίσι διὰ τὰς σω ματικὰς χρείας τῆς ψυχῆς ἐμβαθυνούσησ; διὰ τοῦτό μοι δοκεῖ, καθάπερ λύων τὴν τοιαύτην ἀμηχανίαν, τῷ ἑξῆς λόγῳ τὸ δοκοῦν δυσχερὲς πρὸς τὴν προκειμένην σπουδὴν 278 ὑπεκλῦσαι. Δόγμα γὰρ οἶμαι διὰ τούτων τῶν λόγων ἡμῖν ὑποτίθεσθαι ἐν τῷ τὸν ἐφήμερον ἄρτον αἰτεῖν προστά ξαι, ὅτι τῷ ἀνενδεεῖ κατὰ τὴν φύσιν τὸ ὀλιγαρκές τε καὶ μέτριον κατὰ τὸν τῆς ἀπαθείας λόγον συνεξισοῦται· οὐ γὰρ αἰτεῖ τὸν θεὸν ἐν ταῖς προσευχαῖς ὁ ἄγγελος τὴν χορηγίαν τοῦ ἄρτου, ὅτι ἀπροσδεῆ κέκτηται τῶν τοιού των τὴν φύσιν, αἰτεῖν δὲ προσετάχθη ὁ ἄνθρωπος, διότι τὸ κενούμενον ἐπιδεὲς τοῦ ἀναπληροῦντος πάντως ἐστίν. Ῥοώδης δὲ καὶ παροδικὴ τῆς ἀνθρωπίνης ζωῆς ἐστιν ἡ σύστασις, ἀντὶ τοῦ ἐκποιηθέντος τὸ ἀνανεάζον ἐπιζητοῦσα. Ὁ οὖν πρὸς τὴν τῆς φύσεως ὑπηρεσίαν βλέπων, καὶ μηδὲν ἔξω τοῦ ἀναγκαίου διὰ τῶν ματαίων φροντίδων ἐπισυρό μενος, οὐ πολὺ τῆς ἀγγελικῆς πολιτείας ἐλαττωθήσεται, τὸ ἀνενδεὲς ἐκείνων καθ' ἑαυτὸν τῇ ὀλιγαρκίᾳ μιμούμε νος. Διὰ τοῦτο ζητεῖν προσετάχθημεν τὸ πρὸς τὴν συν τήρησιν ἐξαρκοῦν τῆς σωματικῆς οὐσίας, Τὸν ἄρτον δὸς, τῷ θεῷ λέγοντες, οὐ τρυφὴν, οὐδὲ πλοῦτον, οὐκ εὐανθεῖς ἁλουργίδας, οὐ τὸν ἐκ χρυσίου κόσμον, οὐ τὰς τῶν λίθων αὐγὰς, οὐ τὰ ἐξ ἀργύρου. σκεύη, οὐ γῆς περιουσίαν, οὐ στρατοπέδων ἀρχὴν, οὐ πόλεων τε καὶ ἐθνῶν ἡγεμονίαν, οὐχ ἵππων τε καὶ βοῶν ἀγέλας καὶ τῶν ἄλλων βοσκημά των πλήθη πολλὰ, οὐκ ἀνδραπόδων περιουσίαν, οὐ τὴν ἐν ἀγοραῖς περιφάνειαν, οὐ στήλας, οὐκ εἰκόνας, οὐ τὰ ἐκ σηρῶν ὑφάσματα, οὐ τὰ ἐκ μουσικῆς ἀκροάματα, οὐδέ τι τοιοῦτον οὐδὲν, δι' ὧν ἀφέλκεται ἡ ψυχὴ τῆς θείας τε καὶ προτιμοτέρας φροντίδος, ἀλλὰ τὸν ἄρτον. Ὁρᾷς τὸ πλάτος τῆς φιλοσοφίασ; ὅσα δόγματα τῇ βραχείᾳ ταύτῃ φωνῇ περιείληπται; Μονονουχὶ φανερῶς ἐμβοᾷ διὰ τοῦ λόγου τοῖς ἐπαΐουσιν ὅτι, Παύσασθε οἱ ἄνθρωποι περὶ τὰ μάταια ταῖς ἐπιθυμίαις διαχεόμενοι, παύσασθετὰς τῶν πόνων ἀφορμὰς καθ' ὑμῶν πλεονάζοντες. Μικρόν ἐστί σοι τὸ τῆς φύσεως ὄφλημα· τροφὴν χρεωστεῖς τῷ σαρκίῳ σου, πρᾶγμα μέτριόν τε καὶ εὐπόριστον, εἰ πρὸς τὴν χρείαν βλέπεις. Διὰ τί πολυπλασιάζεις κατὰ σεαυτοῦ τοὺς φόρουσ; ὑπὲρ τίνος τοσούτοις ὀφλήμασι 280 σεαυτὸν φέρων ὑπέζευξας, ἄργυρον μεταλλεύων, καὶ χρυ σίον ὀρύσσων, καὶ τὴν διαφαίνουσαν ὕλην ἀναζητῶν, ὡς ἄν σοι διὰ τῶν τοιούτων ὁ διηνεκὴς οὗτος φορολόγος, ἡ γαστὴρ, τρυφῴη, ἧς τὸ χρέος ἄρτος ἐστὶν ὁ ἀναπληρῶν τὸ ἐνδέον τῷ σώματι; Σὺ δὲ εἰς Ἰνδοὺς ἐμπορεύῃ, καὶ βαρ βαρικῇ παρακινδυνεύεις θαλάσσῃ, καὶ ἐνιαυσίοις ναυτι λίαις σεαυτὸν δίδως, ἵνα τοῖς ἐκεῖθεν ἀγωγίμοις τὴν τρο φὴν ἡδύνῃς, οὐ σκοπῶν ὅτι μέχρι τῆς ὑπερῴας ἡ τῶν ἡδυσμάτων αἴσθησις τὸν ὅρον ἔχει· ὡσαύτως δὲ τὸ εὐφα νὲς, τὸ εὔπνουν, τὸ εὔστομον ὠκύμορόν τινα καὶ ἀκαριαίαν παρέχεται τῇ αἰσθήσει τὴν χάριν· ἀπὸ δὲ τῆς ὑπερῴας ἀδιάκριτος τῶν ἐμβαλλομένων ἡ διαφορὰ, ὁμοτίμως τὰ πάντα τῆς φύσεως πρὸς δυσωδίαν ἀλλοιούσης. Ὁρᾷς τὸ πέρας τῆς ὀψοποιΐασ; ὁρᾷς τὸ ἀποτέλεσμα τῆς ὀψαρτυ τικῆς μαγγανείασ; Τὸν ἄρτον αἴτει διὰ τὴν τῆς ζωῆς χρείαν, τούτου σε ὀφειλέτην ἐποίησεν ἡ φύσις τῷ σώ ματι. Τὰ δ' ὅσα παρεύρηται ταῖς τῶν τρυφώντων ἐπι νοίαις, ταῦτα τῆς τῶν ζιζανίων ἐστὶ παρασπορᾶς. Ὁ σπό ρος τοῦ οἰκοδεσπότου ὁ

19

σῖτός ἐστιν, ἐκ δὲ τοῦ σίτου ὁ ἄρτος γίνεται. Ἡ δὲ τρυφὴ τὸ ζιζάνιον, ὃ παρεσπάρη παρὰ τοῦ ἐχθροῦ τῷ σίτῳ. Ἀλλ' ἀφέντες οἱ ἄνθρωποι διὰ τῶν ἀναγκαίων λειτουργεῖν τῇ φύσει ὄντως συμπνί γονται, καθώς φησί που ὁ λόγος, ταῖς περὶ τὰ μάταια σπουδαῖς, καὶ ἀτελεσφόρητοι μένουσι, πρὸς ταῦτα τῆς ψυ χῆς ἑαυτὴν εἰς τὸ διηνεκὲς ἀσχολούσης. Τάχα μοι δοκεῖ τοιοῦτόν τι καὶ ὁ Μωϋσῆς δι' αἰνιγμάτων φιλοσοφεῖν, τῆς κατὰ τὴν γεῦσιν ἡδονῆς σύμβουλον τὸν ὄφιν παραστή σας τῇ Εὔᾳ. Φασὶ γὰρ τὸ θηρίον τοῦτο, τὸν ὄφιν, εἰ τὴν κεφαλὴν ὑπαγάγοι τῇ ἁρμονίᾳ, εἰς ἣν παραδύεται, μὴ ἂν ἐκ τοῦ οὐραίου ῥᾳδίως παρὰ τῶν ἀντισπώντων ἀνελκυσθῆναι, τῆς τραχείας φυσικῶς φολίδος εἰς τὸ ἔμπαλιν πρὸς τὴν τῶν ἐφελκομένων βίαν ἀντιβαινούσησ· καὶ οὗ κατὰ τὸ ἔμπροσθεν ἀκώλυτός ἐστιν ἡ διάδυσις, τῷ λείῳ τῆς φολίδος ὀλισθαινούσης, τούτου ἀμήχανος ἡ ἐκ 282 τῶν κατόπιν ἀνάλυσις ταῖς τῶν λεπίδων προσβολαῖς ἀν τισπωμένη, δεικνύντος, οἶμαι, τοῦ λόγου ὅτι τὴν ἡδονὴν εἰσιοῦσαν καὶ παραδυομένην τῇ τῆς ψυχῆς ῥαχίᾳ φυλάτ τεσθαι χρὴ, καὶ ἀποφράττειν, ὡς ἔνι μάλιστα, τὰς ἁρμονίας τοῦ βίου. Οὕτω γὰρ ἂν καθαρὰ φυλαχθείη τῆς τῶν θηρίων ἐπιμιξίας ἡ ἀνθρωπίνη ζωή. Εἰ δέ τινα πάρο δον καθ' ἡμῶν λάβοι, διαλυθείσης ἐν ἡμῖν τῆς ἐναρμο νίου ζωῆς, ἐμφωλεύσει διὰ τούτων ὁ τῆς ἡδονῆς ὄφις, τοῖς τῆς διανοίας χωρήμασι δυσέκβλητος διὰ τῶν φολί δων γινόμενος. Φολίδας δὲ ἀκούων τὰς πολυτρόπους τῶν ἡδονῶν ἀφορμὰς διὰ τοῦ αἰνίγματος νόησον· ἓν γὰρ θη ρίον τῷ γενικῷ λόγῳ τὸ καθ' ἡδονήν ἐστι πάθος, αἱ δὲ ποικίλαι καὶ πολύτροποι τῶν ἡδονῶν ἰδέαι, αἱ διὰ τῶν αἰσθήσεων ἐμμιχθεῖσαι τῇ ἀνθρωπίνῃ ζωῇ, αὗταί εἰσιν αἱ περὶ τὸν ὄφιν φολίδες τῇ ποικιλίᾳ τῶν παθημάτων κατάστικτοι. Εἰ οὖν φεύγεις τὴν τοῦ θηρίου συνοίκησιν, φύλαξαι τὴν κεφαλὴν, τοῦτ' ἔστι τὴν πρώτην τοῦ κακοῦ προσβολήν· εἰς τοῦτο γὰρ φέρει τῆς ἐντολῆς τοῦ κυρίου τὸ αἴνιγμα, Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρή σεις αὐτοῦ πτέρναν. Μὴ δῷς πάροδον τῷ ἑρπυστῇ πρὸς τὸ ἐνδότερον εἰσέρποντι, καὶ ἀπὸ τῆς πρώτης ἀρχῆς ὅλον ἑαυτοῦ τὸν ὁλκὸν συνεισφέροντι. Μεῖνον ἐπὶ τῆς χρείας. Ὅρος ἔστω σοι τῆς τοῦ ζῇν φροντίδος ἡ διὰ τῶν ἐπιτυχόν των τοῦ ἐνδέοντος πλήρωσις. Εἰ δὲ καί σοι ὁ τῆς Εὔας σύμβουλος διαλέγοιτο περὶ τοῦ κατὰ τὴν ὄψιν καλοῦ καὶ τὴν γεῦσιν ἡδέος, καὶ ζητοίης ἐπὶ τῷ ἄρτῳ τὸν ὄψον τὸ τοιόνδε καὶ τὸ διὰ τῶν τοιῶνδε ἡδυσμάτων ὀψοποιούμε νον, εἶτα διὰ τούτων ἔξω τῶν ἀναγκαίων ὅρων τὴν ἐπι θυμίαν ἄγοις, τότε ὄψει τὸν ἑρπυστὴν κατὰ τὸ λέληθος πρὸς πλεονεξίαν ἀκολούθως μεθέρποντα. Ἀπὸ γὰρ τῆς ἀναγκαίας τροφῆς ἐπὶ τὴν ὀψοφαγίαν ἕρψας, πρὸς τὸ ἐν ὀφθαλμοῖς ἡδὺ μεταβήσεται, σκεύη λαμπρὰ ζητῶν, καὶ ὑπηρέτας ἁβροὺς, καὶ κλίνας ἀργυρᾶς, στρωμνὰς μαλακὰς, καλύμματα διαφανῆ 284 καὶ χρυσόπαστα, θρόνους, τρίποδας, πλυνοὺς, κρατῆρας, ῥυτὰ, ψυκτῆρας, οἰνοχοὰς, χέρνιβα, λυχνίας, θυμιατήρια καὶ τὰ τοιαῦτα ἐπιζητῶν. Διὰ τούτων γὰρ ἡ ἐπιθυμία τῆς πλεονεξίας εἰσέρχεται· ἵνα γὰρ ἡ πρὸς τὰ τοιαῦτα μὴ λίποι παρασκεύη, προσόδων χρεία, δι' ὧν συμπορι σθήσεται τὰ ζητούμενα. Οὐκοῦν κλαῦσαι χρὴ τὸν δεῖνα, καὶ οἰμῶξαι τὸν σύνοικον, καὶ πολλοὺς ἐλεεινοὺς γενέσθαι τῶν ἰδίων ἐκπίπτοντας, ἵνα διὰ τῶν δακρύων ἐκείνων ἡ περὶ τὴν τράπεζαν τούτῳ τραγῳδία λαμπρύνοιτο. Ἐπει δὰν δὲ καὶ τούτοις ὁ ὄφις ἑαυτὸν ἐπειλίξῃ, καὶ πλήσῃ τὴν γαστέρα τῶν κατὰ γνώμην, ἀκολούθως μετὰ τὰς πλησ μονὰς ἐπὶ τὴν ἀκόλαστον λύσσαν ἰλυσπώμενος κατασύρε. Τοῦτο δέ ἐστι τὸ ἔσχατον τῶν ἀνθρωπίνων κακῶν. Ὡς ἂν οὖν μηδὲν γένοιτο τούτων, τῇ εὐπορίᾳ τοῦ ἄρτου τὴν ζωὴν περιόριζε, ὄψον ζητῶν τὸ παρ' αὐτῆς ὀψο ποιούμενόν σοι τῆς φύσεως. Τοῦτο δέ ἐστι μάλιστα μὲν ἡ ἀγαθὴ συνείδησις, τῇ δικαίᾳ μεταλήψει τὸν ἄρτον ἡδύ νουσα. Εἰ δὲ καὶ τὴν κατὰ τὸν λαιμὸν αἴσθησιν ἥδεσθαι θέλοις, ὄψον σοι γενέσθω ἡ ἔνδεια, καὶ τὸ μὴ ἐπιβαλεῖν κόρον τῷ κόρῳ, μηδὲ ἀπαμβλύνειν τῇ κραιπάλῃ τὴν ὄρε ξιν· ἀλλὰ προηγείσθωσάν σοι τῆς τροφῆς τῶν ἐντολῶν οἱ ἱδρῶτες. Ἐν ἱδρῶτι καὶ πόνῳ φαγῇ τὸν ἄρτον σου. Ὁρᾷς τὴν πρώτην

20

ὀψοποιΐαν τοῦ λόγου; Ἀρκεῖ σοι τὸ μέχρι τῆς χρείας ταύτης ἀσχολεῖν τὴν διάνοιαν· μᾶλλον δὲ μηδὲ μέχρι τούτου τὴν ψυχὴν ταῖς περὶ τοῦ ἄρτου μερίμναις ἐνδήσῃς, ἀλλ' εἰπὲ τῷ τὸν ἄρτον ἀπὸ τῆς γῆς ἐξάγοντι, εἰπὲ τῷ τοὺς κόρακας τρέφοντι, τῷ διδόντι τρο φὴν πάσῃ σαρκὶ, τῷ ἀνοίγοντι τὴν χεῖρα καὶ πληροῦντι πᾶν ζῶον εὐδοκίας ὅτι, Παρὰ σοῦ μοι ἡ ζωὴ, παρὰ σοῦ γενέσθω καὶ ἡ πρὸς τὴν ζωὴν ἀφορμή· σὺ δὸς τὸν ἄρτον, τοῦτ' ἔστιν ἐκ δικαίων πόνων τὴν τροφὴν σχοίην· εἰ γὰρ ὁ θεὸς ἡ δικαιοσύνη ἐστὶν, οὐκ ἔχει παρὰ θεοῦ τὸν ἄρτον ὁ ἐκ πλεονεξίας τὴν τροφὴν ἔχων. Αὐτὸς κύριος εἶ τῆς 286 εὐχῆς, εἰ μὴ ἐξ ἀλλοτρίων ἡ εὐπορία, εἰ μὴ ἐκ δακρύων ἡ πρόσοδος, εἰ οὐδεὶς ἐπὶ τῷ σῷ κόρῳ ἐπείνασεν, εἰ οὐ δεὶς ἐπὶ τῇ πλησμονῇ σου ἐστέναξεν. Θεοῦ ἄρτος μάλιστα ὁ τοιοῦτός ἐστιν, δικαιοσύνης ὁ καρπὸς, εἰρήνης ὁ στάχυς, ἄμικτος καὶ ἀμόλυντος τῶν τοῦ ζιζανίου σπερμάτων. Εἰ δὲ γεωργῶν τὰ ἀλλότρια, καὶ ἐν ὀφθαλμοῖς ἔχων τὴν ἀδικίαν, καὶ γραμματείοις κρατύνας τὴν ἄδικον κτῆσιν ἔπειτα τῷ θεῷ λέγοις, Δὸς τὸν ἄρτον, ἄλλος ὁ ἀκού ων τῆς φωνῆς σου ταύτης ἐστὶν, οὐχ ὁ θεόσ· τὸν γὰρ ἐξ ἀδικίας καρπὸν ἡ ἀντικειμένη καρποφορεῖ φύσις. Ὁ σπουδάζων τὴν δικαιοσύνην θεόθεν τὸν ἄρτον δέχεται· ὁ δὲ τὴν ἀδικίαν γεωργῶν παρὰ τοῦ εὐεργέτου τῆς ἀδι κίας σιτίζεται. Πρὸς οὖν τὴν συνείδησιν τὴν ἑαυτοῦ βλέ πων οὕτω πρόσαγε τὴν περὶ τοῦ ἄρτου αἴτησιν τῷ θεῷ, εἰδὼς ὅτι οὐκ ἔστι κοινωνία Χριστῷ πρὸς Βελίαρ. Κἂν δωροφορῇς ἐξ ἀδικίας, ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρ νης τὸ δῶρόν ἐστιν· κἂν λαμπρύνῃς τῇ φιλοτιμίᾳ τὰς ἐπι δόσεις, ἀκούσῃ τοῦ προφήτου βδελυσσομένου τὴν ἀπὸ τῶν τοιούτων συνεισφοράν· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριοσ· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· θυμία μα, φησὶ, βδέλυγμά μοί ἐστιν. Ἑτέρωθι τὸν θύοντα μόσ χον ἀντὶ τοῦ ἀναιροῦντος κύνα λελόγισται. Ἐὰν οὖν πα ρὰ κυρίου τὸν ἄρτον ἔχῃς, τοῦτ' ἔστιν ἐκ δικαίων πόνων, ἔξεστί σοι καὶ ἀπάρχεσθαι αὐτῷ ἀπὸ τῶν καρπῶν τῆς δικαιοσύνης. Καλὴ δὲ καὶ ἡ προσθήκη τοῦ σήμερον· τὸν ἄρτον γὰρ, φησὶν, τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἄλλη φιλοσοφία οὗτος ὁ λόγος ἐστὶν, ὡς ἂν μάθοις δι' ὧν λέ γοις ὅτι ἐφήμερός ἐστιν ἡ ἀνθρωπίνη ζωή. Τὸ παρὸν ἴδιον ἑκάστῳ μόνον, ἡ δὲ τοῦ μέλλοντος ἐλπὶς ἐν ἀδήλῳ μένει· οὐκ οἴδαμεν γὰρ τί τέξεται ἡ ἐπιοῦσα. Τί προς ταλαιπωροῦμεν ὑπὲρ τῶν ἀδήλων, τί κακοπαθοῦμεν ταῖς ὑπὲρ τῶν μελλόντων φροντίσιν; Ἀρκετὸν, φησὶν, τῇ ἡμέ ρᾳ ἡ κακία αὐτῆς, κακίαν τὴν κακοπάθειαν λέγων. Τί 288 μεριμνῶμεν περὶ τῆς αὔριον; Διὰ τοῦτο δι' ὧν τὸ σή μερον κελεύει, ἀπαγορεύει σοι τὴν περὶ τοῦ αὔριον φρον τίδα, μονονουχὶ ταῦτά σοι διὰ τοῦ ῥήματος λέγων ὅτι, Ὁ τὴν ἡμέραν σοι διδοὺς καὶ τὰ εἰς τὴν ἡμέραν σοι δί δωσιν. Τίς ἀνατέλλει τὸν ἥλιον; τίς ἐξαφανίζει τῆς νυκ τὸς τὸ σκότοσ; τίς σοι δείκνυσι τοῦ φωτὸς τὴν ἀκτῖνα; τίς περιάγει τὸν οὐρανὸν, ὥστε ὑπὲρ γῆς τὸν φωστῆρα γε νέσθαι; Ὁ ταῦτά σοι καὶ τὰ τηλικαῦτα διδοὺς τῆς σῆς ἆρα χρῄζει συνεργίας πρὸς τὸ πληρῶσαι τῇ σαρκί σου τὸ ἐνδέον τῆς χρείασ; Ποίαν εἰσφέρεται σπουδὴν ἡ τῶν ἀλό γων φύσις πρὸς τὴν ἰδίαν ζωήν; ποῖαι τῶν κοράκων ἄρουραι; ποῖαι τῶν ἀετῶν εἰσιν αἱ ἀποθῆκαι; Οὐ μία πᾶσίν ἐστιν ἡ τοῦ ζῇν χορηγία τὸ θεῖον βούλημα, ᾧ πε ρικρατεῖται τὰ πάντα; Εἶτα βοῦς μὲν, ἢ ὄνος, ἢ ἄλλο τι τῶν ἀλόγων αὐτοδίδακτον τὴν ἐκ φύσεως ἔχει φιλοσο φίαν, καὶ τὸ παρὸν εὖ διατίθεται, τῶν δὲ εἰς τὸ ἑξῆς αὐτῷ φροντὶς οὐδεμία· ἡμεῖς δὲ συμβούλων δεόμεθα πρὸς τὸ συνιέναι τὸ ἐπίκηρον τοῦτο καὶ ἐφήμερον τῆς κατὰ σάρκα ζωῆς. Οὐ παιδευόμεθα τοῖς ἀλλοτρίοις συμπτώ μασιν; οὐ πρὸς τὸν ἴδιον σωφρονιζόμεθα βίον; Τί ἀπώ νατο τῆς πολλῆς παρασκευῆς ἐκεῖνος ὁ πλούσιος ὁ ταῖς ἀνυποστάτοις ἐλπίσιν ἐμματαιάζων, καθαιρῶν, οἰκοδομῶν, συνάγων, τρυφῶν, μακρὰς ἐτῶν περιόδους ἐν τῇ μαται ότητι τῶν ἐλπίδων ταῖς ἀποθήκαις συναποκλείων; οὐχὶ μία νὺξ πᾶσαν ἐκείνην τὴν ὀνειροπολουμένην ἐλπίδα διή λεγξεν, ὡς μάταιόν τι ἐνύπνιον ἐπὶ ματαίῳ συμπεπλασ μένον; Ἡ κατὰ τὸ σῶμα ζωὴ τοῦ ἐνεστῶτός ἐστι

21

μόνου, ἡ δὲ δι' ἐλπίδος ἀποκειμένη τῆς ψυχῆς ἐστιν ἰδία. Ἀλλ' ἡ τῶν ἀνθρώπων ἄνοια διαμαρτάνει περὶ τὴν ἑκατέρου χρῆσιν, τὴν μὲν σωματικὴν ζωὴν ταῖς ἐλπίσι παρατείνου σα, τὴν δὲ τῆς ψυχῆς πρὸς τὴν τῶν παρόντων ἀπόλαυ σιν ἐφελκομένη. Διὰ τοῦτο κατ' ἀνάγκην τῆς οὔσης τε καὶ ὑφεστώσης ἐλπίδος ἡ ψυχὴ περὶ τὸ φαινόμενον ἀσχο λουμένη ἀλλοτριοῦται, τοῖς δὲ ἀστάτοις διὰ τῶν ἐλπίδων 290 ἐπερειδομένη οὔτε τούτου περικρατὴς γίνεται καὶ ἐκεῖνο οὐκ ἔχει. Διδαχθῶμεν τοίνυν διὰ τῆς παρούσης συμβου λῆς, τί μὲν σήμερον αἰτεῖν χρὴ, τί δὲ εἰς ὕστερον. Ὁ ἄρ τος τῆς σημερινῆς χρείας ἐστίν, ἡ βασιλεία τῆς ἐλπιζομέ νης μακαριότητος. Ἄρτον δὲ εἰπὼν πᾶσαν τὴν σωματικὴν περιλαμβάνει χρείαν. Ἐὰν ταῦτα αἰτῶμεν, δῆλον ἔσται τῇ διανοίᾳ τοῦ προσευχομένου ὅτι περὶ τὸ ἐφήμερόν ἐστιν ἡ ἀσχολία· ἐὰν δέ τι τῶν τῆς ψυχῆς ἀγαθῶν, ὅτι πρὸς τὸ διηνεκές τε καὶ ἀτελεύτητον ἡ αἴτησις βλέπει, πρὸς ὃ μάλιστα κελεύει τοὺς εὐχομένους ὁρᾷν, ὡς τῷ μείζονι καὶ τῆς πρώτης συγκατορθουμένης χρείας. Αἰτεῖτε, φησὶ, τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην, καὶ ταῦτα πάντα προς τεθήσεται ὑμῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ εʹ. 1 Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφί εμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἦλθεν προϊὼν ὁ λόγος ἐπ' αὐτὸ τῆς ἀρετῆς τὸ ἀκρό τατον. Ὑπογράφει γὰρ διὰ τῶν τῆς προσευχῆς ῥημάτων οἷον εἶναι βούλεται τὸν τῷ θεῷ προσερχόμενον, τὸν οὐκ έτι σχεδὸν ἐν τοῖς τῆς ἀνθρωπίνης φύσεως ὅροις δει κνύμενον, ἀλλ' αὐτῷ τῷ θεῷ διὰ τῆς ἀρετῆς ὁμοιούμενον. ὥστε δοκεῖν ἄλλον ἐκεῖνον εἶναι ἐν τῷ ταῦτα ποιεῖν ἃ τοῦ θεοῦ μόνου ἐστὶ ποιεῖν. Ἡ γὰρ τῶν ὀφλημάτων ἄφε σις ἴδιόν ἐστι τοῦ θεοῦ καὶ ἐξαίρετον· εἴρηται γὰρ ὅτι, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ θεός. Εἰ τοίνυν τις ἐν τῷ ἰδίῳ βίῳ μιμήσαιτο τῆς θείας φύσεως τὰ γνωρίσματα, ἐκεῖνος γίνεται τρόπον τινὰ οὗ τὴν μί μησιν δι' ἀκριβοῦς ὁμοιότητος ἐπεδείξατο. Τί οὖν δι δάσκει ὁ λόγοσ; Πρῶτον ἑαυτοῖς συγγνῶναι τῇ τῶν βε βιωμένων παῤῥησίᾳ τὴν πρὸς τὸν θεὸν ὁμοιότητα, καὶ 292 τότε θαῤῥεῖν πατέρα ἑαυτῶν τὸν θεὸν λέγειν, καὶ ἀμνη στίαν ὑπὲρ τῶν ποτε πλημμεληθέντων αἰτεῖν, ὡς οὐκ ἐν τῷ αἰτοῦντι ὄντος τοῦ τυχεῖν ὧν ἐφίεται, ἀλλ' ἐν τῷ διὰ τῶν ἔργων ἑαυτῷ χαριζομένῳ τῆς αἰτήσεως τὴν παῤῥη σίαν. Ταῦτα γὰρ ἄντικρυς ἡμῖν διαλέγεται τῇ παρούσῃ φωνῇ, ὅτι ὁ τῷ εὐεργέτῃ προσιὼν εὐεργέτης ἔστω, ὁ τῷ ἀγαθῷ ἀγαθὸς, ὁ τῷ δικαίῳ δίκαιος, ἀνεξίκακός τε τῷ ἀνεξικακῷ, καὶ τῷ φιλανθρώπῳ φιλάνθρωπος, καὶ τὰ ἄλλα πάντα ὡσαύτως τῷ χρηστῷ τε καὶ ἐπιεικεῖ καὶ με ταδοτικῷ τῶν ἀγαθῶν, καὶ παντὶ τὸν ἔλεον νέμοντι, καὶ εἴ τι περὶ τὸ θεῖον ὁρᾶται, πρὸς ἕκαστον διὰ τῆς προαι ρέσεως ὁμοιούμενος, οὕτως ἑαυτῷ τὴν τῆς προσευχῆς παῤ ῥησίαν περιποιείτω. Ὡς οὖν οὐκ ἔστιν οὔτε πονηρὸν ἀγαθῷ προσοικειωθῆναι, οὔτε τὸν ἐν ἀκαθάρτοις μολύσ μασι ῥυπαινόμενον πρὸς τὸν καθαρὸν καὶ ἀκήρατον κοι νωνίαν ἔχειν, οὕτως χωρίζει τῆς φιλανθρωπίας τοῦ θεοῦ τὸν προσιόντα ἡ ἀπήνεια. Ὁ τοίνυν ἐν πικρίᾳ κατέχων ὑπὲρ τῶν ὀφλημάτων τὸν ὑποχείριον διὰ τοῦ ἰδίου τρό που τῆς θείας φιλανθρωπίας ἑαυτὸν ἀπεσχοίνισεν. Τίς γὰρ κοινωνία φιλανθρωπίᾳ τε καὶ ὠμότητι, καὶ ἀγαπη τικῇ διαθέσει πρὸς ἀγριότητα, καὶ τὰ λοιπὰ ὅσα ἐκ τοῦ ἐναντίου τῇ πρὸς τὸ κακὸν ἀντιθέσει νοεῖται, ὧν ἄμικτος ἡ ἐναντιότης, ἐφ' ὧν ὁ τῷ ἑνὶ κατειλημμένος τοῦ ἐναν τίου πάντως ἀφώρισται; ὡς γὰρ ὁ ἐν τῷ θανάτῳ γενόμε νος ἐν ζωῇ οὐκ ἔστιν, καὶ ὁ τῆς ζωῆς μετέχων τοῦ θανά του κεχώρισται, οὕτως ἀνάγκη πᾶσα τὸν τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ προσιόντα πάσης ἀπηνείας ἐκτὸς γενέσθαι. Ὁ δὲ ἐκτὸς

22

πάντων τῶν ἐν κακίᾳ νοουμένων γενόμενος θεὸς τρόπον τινὰ διὰ τῆς τοιαύτης ἕξεως γίνεται, ἐκεῖνο κα τορθώσας ἑαυτῷ ὃ περὶ τὴν θείαν φύσιν ὁ λόγος βλέπει. Ὁρᾷς εἰς ὅσον μέγεθος ὑψοῖ τοὺς ἀκούοντας διὰ τῶν τῆς προσευχῆς ῥημάτων ὁ κύριος, μεταβαλὼν τρόπον τινὰ τὴν ἀνθρωπίνην φύσιν πρὸς τὸ θειότερον, καὶ θεοὺς γί νεσθαι τοὺς τῷ θεῷ προσιόντας νομοθετῶν; Τί δουλο 294 πρεπῶς, φησὶν, ἐν φόβῳ κατεπτηχὼς, καὶ τῷ συνειδότι τῷ ἑαυτοῦ μαστιζόμενος προσέρχῃ θεῷ; τί ἀποκλείεις σε αυτῷ τὴν παῤῥησίαν, τὴν τῇ ἐλευθερίᾳ τῆς ψυχῆς ἐνυ πάρχουσαν, τὴν ἐξ ἀρχῆς συνουσιωμένην τῇ φύσει; τί κο λακεύεις ἐν ῥήμασι τὸν ἀθώπευτον; τί προσάγεις τοὺς θεραπευτικούς τε καὶ θωπευτικοὺς λόγους τῷ πρὸς τὰ ἔργα βλέποντι; Ἔξεστί σοι πᾶν ὅ τί πέρ ἐστιν ἐκ θεοῦ χρηστὸν κατ' ἐξουσίαν ἔχειν ἐλευθεριάζοντι τῷ φρονήματι. Αὐτὸς γενοῦ σεαυτῷ δικαστήσ· δὸς σεαυτῷ τὴν σώζουσαν ψῆφον. Ἀφεθῆναί σοι ζητεῖς παρὰ τοῦ θεοῦ τὰ ὀφλή ματα· σὺ ἄφες, καὶ ὁ θεὸς ἐψήφισεν. Ἡ γὰρ ὑπὲρ τοῦ ὁμοφύλου κρίσις, ἧς σὺ κύριος, σὴ γίνεται ψῆφος, οἵα δ' ἂν ᾖ· ἃ γὰρ ἐπὶ σεαυτοῦ γνῷς, ταῦτά σοι διὰ τῆς θείας κρίσεως ἐπεκυρώθη. Ἀλλὰ πῶς ἄν τις πρὸς ἀξίαν τὸ μεγαλοφυὲς τῆς θείας φωνῆς ἐκκαλύψειεν; Ὑπερβαί νει τὴν ἐκ τῶν λόγων ἑρμηνείαν τὸ νόημα. Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφει λήταις ἡμῶν. Ἃ γὰρ ἐπέρχεταί μοι περὶ τούτου νοεῖν, τολμηρὸν μὲν ἔστι καὶ τῷ νῷ λαβεῖν, τολμηρὸν δὲ καὶ λό γῳ διακαλύψαι τὸ νόημα. Τί γάρ ἐστι τὸ λεγόμενον; Ὥσπερ ὁ θεὸς πρόκειται τοῖς τὸ ἀγαθὸν κατορθοῦσιν εἰς μίμησιν (καθὼς εἶπεν ὁ ἀπόστολος, Μιμηταί μου γί νεσθε, καθὼς κἀγὼ Χριστοῦ), οὕτως τὸ ἔμπαλιν τὴν σὴν διάθεσιν ὑπόδειγμα τῷ θεῷ πρὸς τὸ ἀγαθὸν γενέσθαι βούλεται, καὶ ἀντιμεθίσταται τρόπον τινὰ ἡ τάξις, ὥστε τολμῆσαι, καθάπερ ἐν ἡμῖν τὸ ἀγαθὸν ἐπιτελεῖται τῇ πρὸς τὸ θεῖον μιμήσει, οὕτως ἐλπίσαι μιμεῖσθαι τὸν θεὸν τὰ ἡμέτερα, ὅταν τι τῶν ἀγαθῶν κατορθώσωμεν, ἵνα εἴπῃς καὶ σὺ τῷ θεῷ ὅτι, Ὃ ἐγὼ πεποίηκα, καὶ σὺ ποίησον· μίμησαι τὸν δοῦλόν σου ὁ κύριος, τὸν πτωχὸν καὶ πένητα ὁ τοῦ παντὸς βασιλεύων· ἀφῆκα τὰ ὀφειλή ματα, μηδὲ σὺ ἀπαιτήσῃσ· ᾐδέσθην τὸν ἱκέτην, μηδὲ σὺ ἀπώσῃ τὸν ἱκετεύοντα· φαιδρὸν ἀπέπεμψα τὸν ἐμὸν ὀφει λέτην, τοιοῦτος καὶ ὁ σὸς γενέσθω· μὴ ποιήσῃς σὸν τὸν 296 χρεώστην τοῦ ἐμοῦ σκυθρωπότερον· ἴσως οἱ δύο τοῖς ἀπαι τοῦσιν εὐχαριστείτωσαν· ἴση παρ' ἀμφοτέρων κυρωθήτω τοῖς συναλλάκταις ἡ ἄφεσις τῷ ἐμῷ καὶ τῷ σῷ. Ὁ ἐμὸς ὀφει λέτης ὁ δεῖνα, ὁ σὸς δὲ ἐγώ· ἣν ἔσχον ἐπὶ τούτου γνώ μην ἐγὼ, αὕτη καὶ παρὰ σοὶ κρατησάτω· ἔλυσα, λῦσον· ἀφῆκα, ἄφεσ· πολὺν ἐπεδειξάμην ἐγὼ τῷ ὁμοφύλῳ τὸν ἔλεον, μίμησαι τὴν τοῦ δούλου σου φιλανθρωπίαν ὁ κύ ριος. Ἀλλὰ βαρύτερά μου τὰ εἰς σὲ πλημμελήματα τῶν εἰς ἐμὲ παρὰ τούτου γεγενημένων. Φημὶ κἀγὼ, καὶ τοῦ το λόγισαι ὅσον ὑπερέχεις ἐν παντὶ ἀγαθῷ· δίκαιος γὰρ εἶ τῇ ὑπερβολῇ τῆς σῆς δυνάμεως ἀναλογοῦντα ἡμῖν τοῖς ἡμαρτηκόσι τὸν ἔλεον δωρεῖσθαι. Ὀλίγην τὴν φιλανθρω πίαν ἐπεδειξάμην ἐγὼ, οὐ γὰρ ἐχώρει τὸ πλέον ἡ φύσις, σὺ δὲ ὅσον ἐθέλεις, οὐ κωλύει τὴν μεγαλοδωρεὰν ἡ δύ ναμις. Ἀλλὰ φιλοπονώτερον τὴν προκειμένην τῆς προσευχῆς ῥῆσιν κατανοήσωμεν, εἴ πως γένοιτό τις καὶ ἡμῖν διὰ τῆς τοῦ νοήματος θεωρίας πρὸς τὸν ὑψηλὸν βίον χειραγωγία. Ἐξετάσωμεν τοίνυν ποῖα μὲν ἔστιν ὀφλήματα οἷς ὑπό χρεως ἡ ἀνθρωπίνη φύσις, ποῖα δὲ πάλιν ἐκεῖνα ὧν ἡμεῖς ἐσμεν τῆς ἀφέσεως κύριοι· ἐκ γὰρ τοῦ ταῦτα γνῶ ναι γένοιτ' ἂν ἡμῖν τῆς ὑπερβολῆς τῶν θείων ἀγαθῶν μετρία τις κατανόησις. Οὐκοῦν ἐντεῦθεν ποιησώμεθα τῶν ἀνθρωπίνων πρὸς τὸν θεὸν πλημμελημάτων τὴν ἀπαρί θμησιν. Πρώτην ὤφλησεν τῷ θεῷ τιμωρίαν ὁ ἄνθρωπος ὅτι ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καὶ πρὸς τὸν ἐναν τίον ἀπηυτομόλησεν, δραπέτης τοῦ κατὰ φύσιν δεσπότου καὶ ἀποστάτης γενόμενοσ· δεύτερον ὅτι τὴν πονηρὰν τῆς ἁμαρτίας δουλείαν ἀντὶ τῆς αὐτεξουσίου ἐλευθερίας ἠλ λάξατο, καὶ προετίμησεν τοῦ συνεῖναι θεῷ τὸ τυραννεῖσ θαι παρὰ τῆς καταφθειρούσης δυνάμεως.

23

Ἀλλὰ καὶ τὸ μὴ πρὸς τὸ κάλλος τοῦ πεποιηκότος βλέπειν, πρὸς δὲ τὸ αἶσχος τῆς ἁμαρτίας ἐπιστρέψαι τὸ πρόσωπον, τίνος ἂν δεύτερον τῶν κακῶν κριθείη; Ἥ τε τῶν θείων ἀγαθῶν 298 ὑπεροψία, καὶ ἡ τῶν τοῦ πονηροῦ δελεασμάτων προτί μησις εἰς ποῖον μέρος τιμωρίας ταχθείη; ὅ τε τῆς εἰκό νος ἀφανισμὸς καὶ ἡ λύμη τοῦ θείου χαρακτῆρος, τοῦ παρὰ τὴν πρώτην κτίσιν ἐν ἡμῖν μορφωθέντος, καὶ ἡ τῆς δραχμῆς ἀπώλεια, καὶ ἡ τῆς τραπέζης τοῦ πατρὸς ἀνα χώρησις, καὶ ἡ πρὸς τὸν δυσώδη τῶν χοίρων βίον οἰκεί ωσις, καὶ ἡ τοῦ τιμίου πλούτου διαφθορὰ, καὶ ὅσα τοι αῦτα διά τε τῆς γραφῆς καὶ τῶν λογισμῶν ἰδεῖν ἔστι πλημ μελήματα, τίς ἂν ἐξαριθμήσαιτο λόγοσ; Ἐπειδὴ τοίνυν ἐν τοιούτοις καὶ τοσούτοις ὑπόδικόν ἐστιν πρὸς τιμωρίας ἔκτισιν τὸ ἀνθρώπινον τῷ θεῷ, διὰ τοῦτό μοι δοκεῖ παι δεύειν ἡμᾶς τῇ διδασκαλίᾳ τῆς προσευχῆς ὁ λόγος, μηδα μῶς ἐν τῇ πρὸς θεὸν ἐντεύξει ὡς ἐπὶ καθαρῷ τῷ συνει δότι παῤῥησιάζεσθαι, κἂν ὅτι μάλιστα τῶν ἀνθρωπίνων πλημμελημάτων κεχωρισμένος τις ᾖ. Ἴσως γάρ τις κατὰ τὸν νεανίαν ἐκεῖνον τὸν πολυκτήμονα ταῖς ἐντολαῖς τὴν ζωὴν ἑαυτοῦ παιδαγωγήσας ἔχει τὸ τοιοῦτον ἐπὶ τοῦ ἰδίου καυχήσασθαι βίου καὶ εἰπεῖν τῷ θεῷ ὅτι, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, καὶ ὑπειληφέναι αὐτῷ διὰ τὸ μηδὲν εἰς τὰς ἐντολὰς πλημμελῆσαι μὴ λίαν ἁρμόζειν τὴν ὑπὲρ τῶν ὀφλημάτων παραίτησιν, ὡς μόνοις τοῖς ἐξημαρτηκόσιν ἁρμόζουσαν, καί φησιν τῷ μολυνθέντι διὰ πορνείας τὴν τοιαύτην πρέπειν φωνὴν, ἢ τῷ διὰ πλεον εξίας εἰδωλολατρήσαντι ἀναγκαίαν τὴν αἴτησιν τῆς συγ γνώμης εἶναι, καὶ παντὶ ὅλως τῷ διά τινος πλημμελείας τὸ συνειδὸς τῆς ψυχῆς καταστίξαντι καλὸν καὶ ἁρμόδιον εἶναι τὸ καταφυγεῖν πρὸς ἔλεον· εἰ δὲ Ἡλίας ἐκεῖνος ὁ πολὺς εἴη, ἢ ὁ ἐν πνεύματι καὶ δυνάμει Ἡλίου, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, ἢ Πέτρος, ἢ Παῦλος, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν πρὸς τὸ κρεῖττον μεμαρτυρημένων ὑπὸ τῆς θείας γραφῆς, εἰς τί χρήσαιτο τῇ τοιαύτῃ φωνῇ, τῇ παραιτουμένῃ αὐτὸν ἀπὸ τῶν ὀφλημάτων, ᾧ γε οὐδὲν ἐξ ἁμαρτίας ὄφλημα; Ὡς ἂν μή τις πρὸς τὰ τοιαῦτα βλέ πων ἀπαυθαδιάζοιτο κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, τὸν οὐδ' ὅ τι ἦν κατὰ τὴν φύσιν ἐπιγινώσκοντα (εἰ γὰρ ἐγνώ κει ὅτι ἄνθρωπος ἦν, πάντως ἂν τὸ μὴ καθαρεύειν ἀπὸ 300 ῥύπου τὴν φύσιν παρὰ τῆς ἁγίας ἐδιδάχθη γραφῆς, ἥ φησιν μηδεμιᾶς ἡμέρας ζωὴν δυνατὸν εἶναι δίχα κηλῖδος ἐπ' ἀνθρώπων εὑρεῖν), ὡς ἂν οὖν μηδὲν τοιοῦτον περὶ τὴν ψυχὴν τοῦ διὰ προσευχῆς τῷ θεῷ προσιόντος πάθος ἐγγένοιτο, μὴ πρὸς τὰ κατορθώματα βλέπειν ὁ λόγος πα ρεγγυᾷ, ἀλλ' ἐπαναλαμβάνειν τὴν μνήμην τῶν κοινῶν τῆς ἀνθρωπίνης φύσεως ὀφλημάτων, ὧν πάντως τις καὶ αὐτὸς μετέχει, τὸ μέρος συμμετέχων τῆς φύσεως, καὶ παρακα λεῖν τὸν κριτὴν ἀμνηστίαν τῶν πλημμελημάτων χαρίσασθαι. Ὡς γὰρ ζῶντος ἐν ἡμῖν τοῦ Ἀδὰμ πάντες οἱ καθ' ἕκαστον ἄνθρωποι, ἕως ἂν τοὺς δερματίνους τούτους χιτῶνας περὶ τὴν ἑαυτῶν βλέπωμεν φύσιν, καὶ τὰ πρόσκαιρα ταῦτα φύλλα τῆς ὑλικῆς ταύτης ζωῆς, ἅπερ τῶν ἀϊδίων τε καὶ λαμπρῶν ἐνδυμάτων γυμνωθέντες κακῶς ἑαυτοῖς συν εῤῥάψαμεν, τρυφὰς καὶ δόξας καὶ τὰς ἐφημέρους τιμὰς καὶ τὰς ὠκυμόρους τῆς σαρκὸς πληροφορίας ἀντὶ τῶν θείων περιβολαίων μετενδυσάμενοι, καὶ μέχρις ἂν τὸν τῆς κακώσεως βλέπωμεν τόπον, ἐν ᾧ κατεδικάσθημεν πα ροικεῖν, ἐπειδὰν πρὸς ἀνατολὴν ἑαυτοὺς τρέψωμεν (οὐχ ὡς μόνον ἐκεῖ τοῦ θεοῦ θεωρουμένου, ὁ γὰρ παντα χοῦ ὢν κατ' οὐδὲν μέρος ἰδιαζόντως καταλαμβάνεται, ἐπ' ἴσης γὰρ περιέχει τὸ πᾶν, ἀλλ' ὡς ἐν ἀνατολαῖς τῆς πρώ της ἡμῖν πατρίδος οὔσης, λέγω δὲ τῆς ἐν παραδείσῳ δια γωγῆς ἧς ἐκπεπτώκαμεν, Ἐφύτευσεν γὰρ ὁ θεὸς παρά δεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς), ὅταν τοίνυν πρὸς τὰς ἀνατολὰς ἀναβλέπωμεν, καὶ τῆς ἐκπτώσεως τῶν φωτει νῶν τε καὶ ἀνατολικῶν τῆς μακαριότητος τόπων τῇ δια νοίᾳ τὴν μνήμην λάβωμεν, εἰκότως τὴν τοιαύτην φωνὴν προβαλλόμεθα, οἱ ὑπὸ τῆς πονηρᾶς τοῦ βίου συκῆς σκια ζόμενοι, οἱ ἐξ ὀφθαλμῶν τοῦ θεοῦ ῥιφέντες, οἱ πρὸς τὸν ὄφιν αὐτομολήσαντες, τὸν ἐσθίοντα γῆν καὶ εἰς γῆν ἰλυσ πώμενον, καὶ ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν ἑαυτοῦ πο ρευόμενον,

24

καὶ ἡμῖν τὰ ἴσα ποιεῖν συμβουλεύοντα, περὶ τὴν γηΐνην ἀπόλαυσιν ἔχειν καὶ τοῖς χαμαιζήλοις καὶ χα 302 μερπέσιν τὴν καρδίαν ἑαυτῶν ἐπισύρειν νοήμασιν, καὶ ἐπὶ κοιλίαν πορεύεσθαι, τοῦτ' ἔστι περὶ τὸν ἀπολαυστικὸν ἀσχο λεῖσθαι βίον, ἐν τούτοις οὖν ὄντες κατὰ τὸν ἄσωτον ἐκεῖ νον μετὰ τὴν μακρὰν ταλαιπωρίαν, ἣν τοὺς χοίρους ποι μαίνων ὑπέμεινεν, ἐπειδὰν εἰς ἑαυτοὺς ἐπανέλθωμεν, ὥς περ κἀκεῖνος, καὶ τοῦ οὐρανίου πατρὸς ἔννοιαν λάβωμεν, καλῶς κεχρήμεθα ταῖς τοιαύταις φωναῖς ὅτι, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὥστε, κἂν Μωϋσῆς τις ᾖ καὶ Σα μουὴλ, κἂν ἕτερός τις τῶν δι' ἀρετῆς ἐξεχόντων, οὐδὲν ἧττον ἁρμόζουσαν ἡγεῖται ταύτην, καθὰ ἄνθρωπός ἐστιν, ἑαυτῷ τὴν φωνὴν, ὁ κοινωνῶν τῆς φύσεως τοῦ Ἀδὰμ, κοι νωνῶν δὲ καὶ τῆς ἐκπτώσεως. Ἐπειδὴ γὰρ, καθώς φησιν ὁ ἀπόστολος, ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, κοινὴν εἶναι προσήκει τὴν τῷ Ἀδὰμ ἐπὶ τῇ μετανοίᾳ πρέπουσαν φωνὴν πάντων τῶν ἐκείνῳ συντεθνηκότων, ὡς ἂν τῆς ἀμνηστίας ἡμῖν τῶν πλημμελημάτων δοθείσης χάριτι πά λιν ὑπὸ τοῦ κυρίου σωθείημεν, καθώς φησιν ὁ ἀπόστολος. Ἀλλὰ ταῦτα μὲν εἴρηται, ὡς ἄν τις τὸν κοινότερον ἐπι σκοπῶν λόγον τὸ προκείμενον θεωρήσειεν. Εἰ δέ τις τὴν ἀληθῆ τοῦ ῥήματος ζητοίη διάνοιαν, οὐκ οἶμαι χρείαν ἐφ' ἡμῶν εἶναι, πρὸς τὸ κοινὸν τῆς φύσεως ἀναφέρειν τὴν ἔννοιαν· ἱκανὴ γὰρ ἡ συνείδησις ἐκ τῶν ἑκάστῳ βεβιωμέ νων ἀναγκαίαν ποιήσασθαι τοῦ ἐλέου τὴν αἴτησιν. Ἐγὼ γὰρ οἶμαι πολυειδῶς κατὰ τὸν βίον τοῦτον τῆς ζωῆς ἡμῖν ἐνεργουμένης, τῆς μὲν κατὰ ψυχὴν καὶ διάνοιαν, τῆς δὲ κατὰ τὰς αἰσθήσεις τοῦ σώματος, δύσκολον ἢ καὶ παν τάπασιν ἀμήχανον εἶναι, μὴ ἑνί τινι πρὸς ἁμαρτίαν πά θει συνενεχθῆναι· οἷόν τι λέγω, τῆς ἀπολαυστικῆς ταύτης τῆς κατὰ τὸ σῶμα ζωῆς ἐπιμεριζομένης ἡμῶν ταῖς αἰσθή σεσι, τῆς δὲ κατὰ ψυχὴν ἐν τῇ τῆς διανοίας ὁρμῇ θεω ρουμένης, καὶ ἐν τῇ κινήσει τῆς προαιρέσεως, τίς οὗτος ὑψηλός τε καὶ μεγαλοφυὴς τῷ φρονήματι ὡς δι' ἀμφο τέρων ἔξω γενέσθαι τοῦ κατὰ κακίαν μολύσματοσ; τίς κατὰ τὸν ὀφθαλμὸν ἀναμάρτητοσ; τίς κατὰ τὴν ἀκοὴν 304 ἀνυπεύθυνοσ; τίς τῆς βοσκηματώδους ταύτης κατὰ τὸν λαιμὸν ἡδονῆς ἀλλότριοσ; τίς τῇ ἁφῇ τῆς κατὰ τὴν ἁμαρ τίαν λαβῆς καθαρεύει; Τίς οὐκ οἶδεν τὸ αἴνιγμα τῆς γρα φῆς λεγούσης διὰ τῶν θυρίδων εἰσεληλυθέναι τὸν θάνα τον; Τὰς γὰρ αἰσθήσεις, δι' ὧν ἐκκύπτουσα ἡ ψυχὴ πρὸς τὰ ἔξωθεν πράγματα τῶν κατὰ γνώμην ἀντιλαμβάνεται, θυρίδας ἡ γραφὴ προσηγόρευσεν, ἃς ὁδοποιεῖν τῷ θανά τῷ τὴν εἴσοδον ὁ λόγος φησίν. Τῷ ὄντι γὰρ πολλῶν θα νάτων εἴσοδος γίνεται πολλάκις ὁ ὀφθαλμὸς, ἢ θυμού μενον βλέπων καὶ πρὸς τὸ ἴσον πάθος ἀντεγειρόμενος, ἢ εὐημεροῦντα παρ' ἀξίαν καὶ εἰς φθόνον φλεγόμενος, ἢ ὑπερηφανούμενον καὶ πρὸς μῖσος ἐκπίπτων, ἤ τινα εὐ χροοῦσαν ὕλην, ἢ ἐπὶ μορφῆς εὐφυεστέραν διάπλασιν, καὶ ὅλος πρὸς τὴν τοῦ ἀρέσαντος ἐπιθυμίαν κατολισθαίνων. Οὕτως ἀνοίγει τῷ θανάτῳ τὰς θυρίδας τὸ οὖς, δι' ὧν ἀκούει πολλὰ πάθη ἐπὶ τὴν ψυχὴν παραδέχεται, φόβον, λύπην, θυμὸν, ἡδονὴν, ἐπιθυμίαν, διάχυσιν γέλωτος καὶ τὰ τοιαῦτα. Ἡ δὲ κατὰ τὴν γεῦσιν ἀπόλαυσις μήτηρ, ὡς ἂν εἴποι τις, τῶν καθ' ἕκαστόν ἐστι κακῶν. Τίς γὰρ οὐκ οἶδεν ὅτι ῥίζα σχεδόν ἐστι τῶν περὶ τὸν βίον πλημ μελημάτων ἡ περὶ τὸν λαιμὸν ἀσχολία; ταύτης γὰρ ἐξήρ τηται ἡ τρυφὴ, ἡ μέθη, ἡ γαστριμαργία, ἡ περὶ τὴν δίαι ταν ἀσωτία, ἡ πληθώρα, ὁ κόρος, ὁ κῶμος, ἡ κτηνώδης καὶ ἄλογος περὶ τὰ πάθη τῆς ἀτιμίας καταφορά. Ὁμοίως ἡ κατὰ τὴν ἁφὴν αἴσθησις πάντων ἔσχατον τῶν ἁμαρτανομένων ἐστίν. Πάντα γὰρ ὅσα τῷ σώματι παρὰ τῶν φιληδόνων ἐπιτηδεύεται, τῆς ἁπτικῆς ἀντιλήψεώς ἐστιν ἀῤῥωστήματα, ὧν τὰ καθ' ἕκαστον διηγεῖσθαι μακρὸν ἂν εἴη· καὶ οὐδὲ πρέπον ἅμα τοῖς σεμνοτέροις τῶν λόγων παραμιγνύειν ὅσα τῆς ἁφῆς ἐστι κατηγορήματα. Τῶν δὲ κατὰ τὴν ψυχήν τε καὶ προαίρεσιν πλημμελουμένων τὸν ἑσμὸν τίς ἂν ἐξαριθμήσαιτο λόγοσ; Ἔσωθεν, φησὶν, ἐκπορεύονται δια λογισμοὶ πονηροί· καὶ προσέθηκε τῶν δι' ἐνθυμήσεως κοινούντων ἡμᾶς τὸν κατάλογον.

25

Εἰ τοίνυν οὕτω παντα 306 χόθεν ἡμῖν τὰ τῶν ἁμαρτιῶν δίκτυα περικέχυται διὰ πάν των τῶν αἰσθητηρίων, διὰ τῶν ἐγκαρδίων τῆς ψυχῆς κινη μάτων, τίς καυχήσεται, καθὼς ἡ Σοφία φησὶν, ἁγνὴν ἔχειν καρδίαν; τίς κεκαθάρισται ἀπὸ ῥύπου; ὡς ὁ Ἰὼβ τὸ τοιοῦτον μαρτύρεται. Ῥύπος ἐστὶ τῆς κατὰ ψυχὴν καθα ρότητος ἡ ἡδονὴ, ἡ πολυμερῶς καὶ πολυτρόπως τῷ ἀν θρωπίνῳ καταμιγνυμένη βίῳ διὰ ψυχῆς τε καὶ σώματος, δι' ἐνθυμήσεων, δι' αἰσθήσεων, διὰ τῶν κατὰ πρόθεσιν κινημάτων, διὰ τῶν σωματικῶν ἐνεργημάτων. Τίς οὖν καθαρὰν τῆς κηλῖδος ταύτης τὴν ψυχὴν ἔχει; πῶς οὐκ ἐπλήγη τῷ τύφῳ; πῶς οὐκ ἐπατήθη τῷ ποδὶ τῆς ὑπερη φανίασ; ὃν ἡ ἁμαρτωλὴ χεὶρ οὐκ ἐσάλευσεν; οὗ ὁ ποῦς εἰς κακίαν οὐκ ἔδραμεν; ὃν ὀφθαλμὸς ἀτακτῶν οὐκ ἐμό λυνεν, καὶ ἀπαίδευτος ἀκοὴ οὐκ ἐῤῥύπωσεν, καὶ ἡ γεῦσις πρὸς ἑαυτὴν οὐκ ἠσχόλησεν, καὶ ἡ καρδία πρὸς ματαίας κινήσεις ἀνενέργητος ἔμεινεν; Ἐπεὶ οὖν ταῦτα περὶ ἡμᾶς χείρω μὲν καὶ χαλεπώτερα τοῖς κτηνωδεστέροις, μετριώ τερα δὲ τοῖς ἐπιμελεστέροις, πάντη δὲ καὶ πάντως ἐν πᾶσι τοῖς κοινωνοῦσι τῆς φύσεώς ἐστι καὶ ἡ κοινωνία τῶν πλημ μελημάτων τῆς φύσεως, διὰ τοῦτο προσπίπτοντες διὰ προσευχῆς τῷ θεῷ ἀφεθῆναι ἡμῖν τὰ ὀφειλήματα παρα καλοῦμεν. Ἀλλ' ἄπρακτός ἐστι ἡ τοιαύτη φωνὴ, καὶ εἰς ἀκοὰς θείας οὐ φθάνουσα, μὴ τῆς συνειδήσεως ἡμῖν συμ βοώσης ὅτι καλόν ἐστιν ἡ τοῦ ἐλέους μετάδοσις. Ὁ γὰρ θεῷ πρέπειν τὴν φιλανθρωπίαν κρίνων (οὐ γὰρ ἂν, εἰ μὴ πρέπειν ᾤετο, πρὸς τὸ ἀπρεπές τε καὶ ἀνάρμοστον ἐλ θεῖν ἠξίου), δίκαιος ἂν εἴη τοῖς ἰδίοις ἔργοις τὴν περὶ τοῦ καλοῦ βεβαιῶσαι κρίσιν, ὡς ἂν μὴ τὸ τοιοῦτον ἀκού σειεν παρὰ τοῦ δικαίου κριτοῦ ὅτι, Ἰατρὲ, θεράπευσον σεαυτόν· ἐμὲ πρὸς φιλανθρωπίαν παρακαλεῖς, ἧς τοῖς πέλας αὐτὸς οὐ μετέδωκασ; Ἄφεσιν ὀφλημάτων αἰ τεῖσ· πῶς οὖν κατάγχεις σὺ τὸν ὑπόχρεων; Ἐξαλειφθῆ ναι τὸ κατὰ σοῦ χειρόγραφον εὔχῃ, ὁ δι' ἐπιμελείας φυ λάσσων τὰ τῶν ὑπευθύνων συμβόλαια; χρεῶν αἰτεῖς ἀπο κοπὰς, ὁ τρέφων διὰ τῶν τόκων τὸ δάνειον; ὁ σὸς ὀφει λέτης ἐν δεσμωτηρίῳ, καὶ σὺ ἐν εὐκτηρίῳ; ἐκεῖνος τοῖς 308 ὀφλήμασιν ὀδυνᾶται, καὶ σὺ ἀφεθῆναί σοι τὴν ὀφειλὴν ἀξιοῖσ; ἀνήκοός ἐστί σου ἡ προσευχή, ὑπερηχεῖ γὰρ ἡ τοῦ ὀδυνωμένου φωνή. Ἐὰν λύσῃς τὸ σωματικὸν χρέος, λυ θήσεταί σοι τῆς ψυχῆς τὰ δεσμά· ἐὰν συγχωρήσῃς, συγχω ρηθήσεταί σοι, σεαυτῷ δικάσεις, σεαυτῷ νομοθετήσεις, τῇ πρὸς τὸν ὑποκείμενον διαθέσει τὴν ἄνωθεν ψῆφον ἐπὶ σεαυτοῦ φέρων. Τοιοῦτόν τί μοι δοκεῖ καὶ ἐν ἑτέρῳ λό γῳ διδάσκειν ὁ κύριος, διηγηματικῶς τὸ δόγμα τοῦτο πα ρατιθέμενος, ἔνθα βασιλεύς τίς ἐστιν ἐν τῷ διηγήματι, φοβερῶς προκαθήμενος, καὶ τοὺς οἰκέτας εἰς κρίσιν ἄγων, καὶ τῶν οἰκονομηθέντων παρ' ἑκάστου τὴν γνῶσιν ἐπιζη τῶν. Προσαχθέντος δέ τινος τῶν χρεωφειλετῶν, καὶ φι λανθρωπίαν τετυχηκότος, ἐπειδὴ προσπεσὼν ἀντὶ τῆς τῶν χρημάτων ἐκτίσεως τὴν ἱκετηρίαν προσήγαγεν, εἶτα κατὰ τοῦ ὁμοδούλου ἐπὶ μετρίῳ ὀφλήματι πικρῶς τε καὶ ἀπη νῶς διατεθέντος, ὀργιζόμενον ἐποίησεν ἐπὶ τῇ πρὸς τὸν ὁμόδουλον ἀπηνείᾳ τὸν βασιλέα, καὶ προστάξαι τοῖς βασανισταῖς παγγενεὶ αὐτὸν τῆς τοῦ βασιλέως οἰκίας ἀλ λοτριῶσαι, ἐπὶ τοσοῦτόν τε παρατεῖναι τὴν κόλασιν, ἕως ἂν τὴν ἀξίαν τιμωρίαν ἀποπληρώσῃ. Ἀληθῶς γὰρ ὀβολοί τινές εἰσιν ἀτελεῖς τε καὶ εὐαρίθμητοι πρὸς μυ ριάδας ταλάντων παρατιθέμενοι τὰ τῶν ἀδελφῶν ἡμῶν εἰς ἡμᾶς ὀφλήματα, συγκρίσει πρὸς τὸν θεὸν τῶν ἡμε τέρων πλημμελημάτων. Ζημία πάντως ἐστὶν ἢ ὕβρεως ἀφορμὴ παρά τινος γεγενημένη, ἢ οἰκέτου κακία, ἢ καὶ εἰς σωματικὸν θάνατον ἐπιβουλή· εἶτα σὺ πρὸς τὴν ἄμυναν τούτων ἐν φλεγμονῇ καρδίας ἐξερεθίζῃ, καὶ πᾶ σαν τὴν ἐπίνοιαν εἰς τὴν τῶν προλελυπηκότων τιμω ρίαν ἀναζητεῖσ· οὐ λογίζῃ, εἰ μὲν πρὸς οἰκέτην ὁ θυμὸς φλεγμαίνοι, ὅτι οὐ φύσις, ἀλλὰ δυναστεία πρὸς δουλείαν τε καὶ κυριότητα τὸ ἀνθρώπινον ἔσχισεν· τῶν γὰρ ἀνθρώ πῳ δουλεύειν ὁ τοῦ παντὸς οἰκονόμος τὴν ἄλογον φύσιν μόνην ἐνομοθέτησεν, καθώς φησιν ὁ προφήτης ὅτι, Πάν τα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ 310 βόας ἁπάσας, καὶ τὰ πετεινὰ, καὶ τὰ κτήνη, καὶ τοὺς ἰχθύας. Ταῦτά τε καὶ

26

δοῦλα προσαγορεύει, φησάσης ἑτέ ρωθι τῆς προφητείας, Διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τὸν δὲ ἄνθρωπον τῇ αὐτεξουσίῳ χάριτι κατεκόσμησεν. Ὥστε τὸ ἴσον ἔχει σοὶ τῷ τῆς φύσεως ἀξιώματι ὁ ὑπεζευγμένος συνηθείᾳ καὶ νόμῳ, οὔτε παρὰ σοῦ γέγονεν, οὔτε ἐν σοὶ ζῇ, οὔτε τὰς σωματικάς τε καὶ τὰς τῆς ψυχῆς ἐνεργείας παρὰ σοῦ λαβὼν ἔχει. Τί οὖν τοσοῦτον ἐπιζέεις κατ' αὐτοῦ τῷ θυμῷ, ῥᾳθυμήσαντός τινος, ἢ ἀποστατήσαντος, ἢ τάχα καταφρόνησιν ἐνδειξαμένου σοι κατὰ πρόσωπον, δέον πρὸς ἑαυτὸν βλέπειν, οἷος σὺ γέγονας τῷ δεσπότῃ τῷ πλάσαντί σε καὶ παραγαγόντι διὰ γενέσεως, καὶ κοινωνόν σε τῶν ἐν τῷ κόσμῳ θαυμάτων ποιήσαντι, τῷ προθέντι τὸν ἥλιον εἰς ἀπόλαυσιν, καὶ πάσας τὰς πρὸς τὸ ζῇν ἀφορμὰς ἐκ τῶν στοιχείων χαρισαμένῳ, ἐκ γῆς τε καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, τῷ παρασχομένῳ τὴν διανοητικὴν χάριν, τὴν ἀντιληπτικὴν αἴσθησιν, τὴν διακριτικὴν καλοῦ τε καὶ τοῦ χείρονος ἐπιστήμην; Πῶς, σὺ πρὸς τὸν τοιοῦτον δεσπότην ἆρα καταπειθὴς καὶ ἀπρόσκοποσ; οὐκ ἐδραπετεύσας πρὸς τὴν ἁμαρτίαν; οὐκ ἀντηλλάξω τὴν πονηρὰν δεσποτείαν; οὐ τό γε ἐπὶ σοὶ ἔρημον τὴν τοῦ δεσπότου κατέλιπες οἰκίαν, ἐν ᾧ ἐτάχθης ἐργάζεσθαι καὶ φυλάσσειν, τούτου ἀποφοιτήσασ; τὰ δὲ κατειλεγμένα πλημμελήματα οὐχ ὑπὸ μάρτυρι τῷ θεῷ τῷ πανταχοῦ ὄντι καὶ πάντα ἐφορῶντι ἢ πράττεις, ἢ λέγεις, ἢ φρονεῖς τὰ μὴ δέοντα; Εἶτα τοιοῦτος ὢν καὶ τοσούτοις ὑπόχρεως μέγα τι οἴει τῷ ὁμοδούλῳ χαρίζεσθαι, εἴ τι τῶν εἰς σὲ πλημμεληθέντων διὰ μακροθυμίας παρίδοισ; Εἰ τοίνυν μέλλοιμεν προσάγειν τῷ θεῷ τὴν ὑπὲρ τοῦ ἐλέου καὶ τῆς συγγνώμης παράκλησιν, παρασκευάσωμεν τῷ συνειδότι τὴν παῤῥησίαν, ὡς τὸν βίον συνήγορον τῆς φωνῆς ταύτης προστήσασθαι, καὶ εἰπεῖν ἀληθῶς ὅτι καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφείλουσιν ἡμῖν. 312 Τί δὲ βούλεται τὸ ἐφεξῆς τοῖς εἰρημένοις προσκείμενον; Ἀναγκαίως οἶμαι μηδὲ τοῦτο παραδραμεῖν ἀθεώρητον, ὡς ἂν εἰδότες ᾧ προσευχόμεθα ψυχῇ καὶ μὴ σώματι τὴν ἱκεσίαν προσάγωμεν. Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Τίς, ἀδελφοὶ, τῶν εἰρημένων ἡ δύναμισ; Δοκεῖ μοι πολυτρόπως τε καὶ διαφόρως ὁ κύριος τὸ κακὸν ὀνομάζειν, κατὰ τὰς τῶν πονηρῶν ἐνεργειῶν διαφορὰς πολυωνύμως αὐτὸν ἀποκαλῶν διάβολον, Βεελζεβοὺλ, μαμωνᾶν, ἄρχοντα τοῦ κόσμου, ἀνθρωποκτόνον, πονηρὸν, πατέρα ψεύδους, καὶ ἄλλα τοιαῦτα. Τάχα τοίνυν ἓν τῶν περὶ αὐτὸν νοουμένων ὄνομά τί ἐστι καὶ ὁ πειρασμὸς, καὶ βεβαιοῖ τὴν τοιαύτην ἡμῖν ὑπόνοιαν ἡ τῶν εἰρημένων σύμφρασισ· εἰπὼν γὰρ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἐπήγαγεν τὸ ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ, ὡς τοῦ αὐτοῦ δι' ἑκατέρων τῶν ὀνομάτων σημαινομένου. Εἰ γὰρ ὁ μὴ εἰσελθὼν εἰς πειρασμὸν ἔξω πάντως ἐστὶ τοῦ πονηροῦ, καὶ ὁ ἐν τῷ πειρασμῷ γενόμενος ἐν τῷ πονηρῷ κατ' ἀνάγκην γίνεται, ἆρα ὁ πειρασμός τε καὶ ὁ πονηρὸς ἕν τι κατὰ τὴν σημασίαν ἐστίν. Τί οὖν ἡμῖν ἡ τοιαύτη διδασκαλία τῆς προσευχῆς ἐγκελεύεται; Τὸ ἔξω γίνεσθαι τῶν κατὰ τὸν κόσμον τοῦτον θεωρουμένων, καθώς φησιν ἑτέρωθι πρὸς τοὺς μαθητὰς ὅτι ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται. Οὐκοῦν ὁ ἐκτὸς γενέσθαι τοῦ πονηροῦ θέλων ἐξ ἀνάγκης τοῦ κόσμου ἑαυτὸν ἀποικίσει· οὐ γὰρ ἔχει χώραν ὁ πειρασμὸς τῆς ψυχῆς ἅψασθαι, εἰ μὴ καθάπερ τι δέλεαρ τὴν κοσμικὴν ταύτην ἀσχολίαν τῷ πονηρῷ περιθεὶς ἀγκίστρῳ τοῖς λιχνοτέροις προέτεινεν. Μᾶλλον δὲ σαφέστερον ἂν ἡμῖν δι' ἑτέρων ὑποδειγμάτων τὸ νόημα γένοιτο. Χαλεπὴ πολλάκις ἐκ τρικυμίας ἐστὶν ἡ θάλασσα, ἀλλ' οὐχὶ καὶ τοῖς πόῤῥωθεν ἀπῳκισμένοις αὐτῆς. Φθαρτικὸν τὸ πῦρ, ἀλλὰ τῆς ὑποπεσούσης ὕλης. Δεινὸς ὁ πόλεμος, ἀλλὰ μόνοις τοῖς κοινωνοῦσι τῆς παρατάξεως. Ὥσπερ δὲ ὁ τὰς συμφορὰς τῶν ἐκ τοῦ πολέμου κακῶν φεύγων 314 εὔχεται μὴ ἐμπεσεῖν πολέμῳ, καὶ ὁ τὸ πῦρ δεδοικὼς τὸ μὴ ἐν αὐτῷ γενέσθαι, καὶ ὁ φρίττων τὴν θάλασσαν τὸ μὴ εἰς ἀνάγκην ναυτιλίας ἐλθεῖν, οὕτω καὶ ὁ τοῦ πονηροῦ τὴν προσβολὴν δεδοικὼς εὐχέσθω τὸ μὴ ἐν αὐτῷ γενέσθαι. Ἐπειδὴ δὲ, καθὼς

27

προειρήκαμεν, ἐν τῷ πονηρῷ κεῖσθαι τὸν κόσμον ὁ λόγος φησὶν, ἐν δὲ τοῖς κοσμικοῖς πράγμασιν αἱ τῶν πειρασμῶν ἀφορμαὶ, καλῶς καὶ προσηκόντως ὁ ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ εὐχόμενος ἔξω τῶν πειρασμῶν γενέσθαι παρακαλεῖ. Οὐ γὰρ ἄν τις καταπίῃ τὸ ἄγκιστρον, μὴ κατασπάσας ἐν λιχνείᾳ τὸ δέλεαρ. Ἀλλ' εἴπωμεν καὶ ἡμεῖς ἀναστάντες τῷ θεῷ ὅτι, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ' ἔστιν εἰς τὰ τοῦ βίου κακὰ, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, τοῦ ἐν τῷ κόσμῳ τούτῳ τὴν ἰσχὺν κεκτημένου, οὗ ῥυσθείημεν χάριτι τοῦ Χριστοῦ τοῦ θεοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

28

Page scan enlarged

Notebook

Full View