Diplomatic text · scholarios OCR (cleaned, language-split) — OCR floor from page-view (re-anchored to true cols 241-242) — PG column chips mark the printed columns.
PG 45:241ΤΟΥ ΠΕΤΡΟΥ ΣΕΒΑΣΤΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΑΓΙΟΝ ΓΡΗΓΟΡΙΟΝ ΝΥΣΣΗΣ ΤΟΥ ΑΥΤΟΥ ΑΔΕΛΦΟΝ. Τῷ θεοσεβεστάτῳ ἀδελφῷ Γρηγορίῳ, Πέτρος ἐν Κυρίῳ χαίρειν. Εντυχών τοῖς γράμμασι τῆς ὁσιότητός σου, καὶ κατανοήσας ἐν τῷ κατὰ τῆς αἱρέσεως λόγῳ τὸν ὑπὲρ τῆς ἀληθείας, καὶ τὸν ὑπὲρ τοῦ ἁγίου Πατρὸς ἡμῶν ζῆλον· οὐ τῆς σῆς δυνάμεως ἔργον εἶναι τὸν λόγον ᾠήθην, ἀλλὰ τοῦ τὴν ἀλήθειαν ἐν τοῖς ἑαυτοῦ δόγμασι λαλεῖσθαι οἰκονομήσαντος. Ωσπερ δὲ τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν αὐτῷ τῷ πνεύματι τῆς ἀληθείας ἀναθεῖναι καλῶς ἔχειν φημί, οὕτω μοι δοκεῖ δεῖν καὶ τὴν κατὰ τῆς ὑγιαινούσης πίστεως σπουδὴν οὐκ εἰς Εὐνόμιον, ἀλλ᾽ εἰς αὐτὸν ἀναφέρειν τὸν πατέρα τοῦ ψεύδους. Καὶ ἔοικεν ὁ ἀπ' ἀρχῆς ἀνθρωποκτόνος, ὁ ἐν ἐκείνῳ φθεγξάμενος, καθ᾿ ἑαυτοῦ σπουδαίως ἠκονηκέναι τὸ ξίφος. Εἰ γὰρ μὴ ἐκεῖνος τοσοῦτον κατὰ τῆς ἀληθείας ἀπεθρασύνετο, οὐδεὶς ἄν σε πρὸς συνηγορίαν τῶν τῆς εὐσεβείας δογμάτων ἐκίνησεν. Ὁ οὖν δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργία αὐτῶν, ἔδωκεν αὐτοῖς, ὡς ἂν μάλιστα τὸ σαθρόν τε καὶ ἀσύστατον τῶν δογμάτων αὐτῶν διελεγχθείη, καὶ φράξασθαι κατὰ τῆς ἀληθείας, καὶ τὰ κενὰ μελετῆσαι διὰ τῆς κενῆς ταύτης λογογραφίας. Ἐπειδὴ τοίνυν ὁ ἐναρξάμενος ἔργον ἀγαθὸν ἐπιτελέσει, καὶ μὴ ἀποκάμῃς ὑπηρετῶν τῇ δυνάμει τοῦ πνεύματος, μηδὲ ἡμιτελή ποιήσῃς τὴν ἀριστείαν τῶν κατὰ τῆς δόξης τοῦ Χριστοῦ στρατευομένων, ἀλλὰ μίμησαι τὸν γνήσιον σου πατέρα, ὃς κατὰ τὸν ζηλω τὴν Φινεές τῇ μια πληγῇ τοῦ ἐλέγχου τὸν μαθητὴν τῷ διδασκάλῳ συναπεκέντησεν· οὕτω καὶ σὺ εὐτόνως τῇ χειρὶ τοῦ λόγου δι' ἀμφοτέρων τῶν αἱρετικῶν βι Ελίων ὦσον τὴν τοῦ πνεύματος μάχαιραν, ἵνα μὴ τὴν κεφαλὴν συντεθλασμένος: ὁ ὄφις κατὰ τὴν οὐρὰν περι σπαίρων τοὺς ἀκεραιοτέρους φοβῇ. Τῶν γὰρ πρώτων τοῦ λόγου ἀναιρεθέντων, ἐὰν τὸ τελευταῖον ἀνεξέταστον ἀφεθῇ, ἰσχύν τινα κατὰ τῆς ἀληθείας ἔχειν παρὰ τοῖς πολλοῖς νομισθήσεται. δι᾿ 'Ο δὲ ἐμφαινόμενος τῷ λόγῳ θυμὸς τὴν τοῦ ἅλατος
AD S. GREGORIUM NYSSENUM FRATREM SUUM. Eodem interprete. Religiosissimo fratri Gregorio, Petrus, in Domino salutem. Cum legissem litteras sanctitatis tuæ, et intel lexissem tuum pro fide adversus hæresin, et pro sancto Patre nostro fervorem, non tuarum virium, sed ejus, qui veritatem suis in doginatis loqui dis posuit, id opus esse existinavi. Sicuti autem veri tatis patrocinium ad ipsum spiritum veritatis referre addecet: ita, me judice, diligentia in recta fide oppugnanda, non Eunomio, sed ipsi menda ciorum parenti et architecto adscribi debet. Ac vi detur ille ab initio homicida ‘; qui in Eunomio locutus est, contra seipsum accurate gladium exa cuisse: nisi enim ille tantos spiritus adversus veri tatem sumpsisset, nullus te ad piorum dogmatum propugnationem permovisset. Qui igilur sapientes * Joan. viii, 44. ' Job v, 13; 1 Cor. ii, 19. in sua astutia deprehendit, dedit illis (licet ma xime infirmitas, et inconstantia dogmatum, quæ tuentur, redargueretur) et contra veritatem armari, et per inanem istam, verbosamque scriptionem inania meditari. Cæterum, cum par sit, ut qui bonum opus cœ pit, id perficiat, oportet, ut virtuti spiritus alacriter subservias; neque imperfecte et dimidiate tantum eorum, qui contra Christi gloriam militant, jac tantiam et insolentiam refutatam relinquas; sed imitare genuinum tuum patrem, qui more æmula toris Phinees, una redargutionis plaga discipulum simul cum magistro transfodit '; ita et tu for titer, quasi orationis manu, per utrumque hæreti cum librum, gladium spiritus transadige; ne ser pens capite jam contuso, cauda adhuc palpitans, imperitiores terrefaciat. Nam cum prima pars dispu tationis Eunomianæ refutata sit, si posterior inta cla remaneat, non deerunt, qui ei adversus verita tem aliquid virium inesse suspicentur. Porro bilis et acrimonia orationi inspersa, saljs Num. xxv, 1 sqq.
ΤΟΥ ΠΕΤΡΟΥ ΣΕΒΑΣΤΕΙΑΣ
ΕΠΙΣΤΟΛΗ
ΠΡΟΣ ΤΟΝ ΑΓΙΟΝ ΓΡΗΓΟΡΙΟΝ ΝΥΣΣΗΣ ΤΟΥ ΑΥΤΟΥ ΑΔΕΛΦΟΝ.
Τῷ θεοσεβεστάτῳ ἀδελφῷ Γρηγορίῳ, Πέτρος ἐν
Κυρίῳ χαίρειν.
Εντυχών τοῖς γράμμασι τῆς ὁσιότητός σου, καὶ
κατανοήσας ἐν τῷ κατὰ τῆς αἱρέσεως λόγῳ τὸν ὑπὲρ
τῆς ἀληθείας, καὶ τὸν ὑπὲρ τοῦ ἁγίου Πατρὸς ἡμῶν
ζῆλον· οὐ τῆς σῆς δυνάμεως ἔργον εἶναι τὸν λόγον
ᾠήθην, ἀλλὰ τοῦ τὴν ἀλήθειαν ἐν τοῖς ἑαυτοῦ δόγμασι
λαλεῖσθαι οἰκονομήσαντος. Ωσπερ δὲ τὴν ὑπὲρ τῆς
ἀληθείας συνηγορίαν αὐτῷ τῷ πνεύματι τῆς ἀληθείας
ἀναθεῖναι καλῶς ἔχειν φημί, οὕτω μοι δοκεῖ δεῖν καὶ
τὴν κατὰ τῆς ὑγιαινούσης πίστεως σπουδὴν οὐκ εἰς
Εὐνόμιον, ἀλλ᾽ εἰς αὐτὸν ἀναφέρειν τὸν πατέρα τοῦ
ψεύδους. Καὶ ἔοικεν ὁ ἀπ' ἀρχῆς ἀνθρωποκτόνος,
ὁ ἐν ἐκείνῳ φθεγξάμενος, καθ᾿ ἑαυτοῦ σπουδαίως
ἠκονηκέναι τὸ ξίφος. Εἰ γὰρ μὴ ἐκεῖνος τοσοῦτον
κατὰ τῆς ἀληθείας ἀπεθρασύνετο, οὐδεὶς ἄν σε πρὸς
συνηγορίαν τῶν τῆς εὐσεβείας δογμάτων ἐκίνησεν.
Ὁ οὖν δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργία
αὐτῶν, ἔδωκεν αὐτοῖς, ὡς ἂν μάλιστα τὸ σαθρόν τε
καὶ ἀσύστατον τῶν δογμάτων αὐτῶν διελεγχθείη, καὶ
φράξασθαι κατὰ τῆς ἀληθείας, καὶ τὰ κενὰ μελετῆσαι
διὰ τῆς κενῆς ταύτης λογογραφίας.
Ἐπειδὴ τοίνυν ὁ ἐναρξάμενος ἔργον ἀγαθὸν ἐπιτε
λέσει, καὶ μὴ ἀποκάμῃς ὑπηρετῶν τῇ δυνάμει τοῦ
πνεύματος, μηδὲ ἡμιτελή ποιήσῃς τὴν ἀριστείαν τῶν
κατὰ τῆς δόξης τοῦ Χριστοῦ στρατευομένων, ἀλλὰ
μίμησαι τὸν γνήσιον σου πατέρα, ὃς κατὰ τὸν ζηλω
τὴν Φινεές τῇ μια πληγῇ τοῦ ἐλέγχου τὸν μαθητὴν
τῷ διδασκάλῳ συναπεκέντησεν· οὕτω καὶ σὺ εὐτόνως
τῇ χειρὶ τοῦ λόγου δι' ἀμφοτέρων τῶν αἱρετικῶν βι
Ελίων ὦσον τὴν τοῦ πνεύματος μάχαιραν, ἵνα μὴ τὴν
κεφαλὴν συντεθλασμένος: ὁ ὄφις κατὰ τὴν οὐρὰν περι
σπαίρων τοὺς ἀκεραιοτέρους φοβῇ. Τῶν γὰρ πρώτων
τοῦ λόγου ἀναιρεθέντων, ἐὰν τὸ τελευταῖον ἀνεξέτα
στον ἀφεθῇ, ἰσχύν τινα κατὰ τῆς ἀληθείας ἔχειν παρὰ
τοῖς πολλοῖς νομισθήσεται.
δι᾿
'Ο δὲ ἐμφαινόμενος τῷ λόγῳ θυμὸς τὴν τοῦ ἅλατος
Continue reading PG 45: Contra Eunomium libri duodecim →≣ entire volume