PG 5Apollonius of Ephesus
Apollonius: Fragments and Book against the Cataphrygians
Printed pages · scan text
machine OCR · Migne scan
Diplomatic text · TLG-E clean (TLG1171.001, upgraded from OCR floor via verified sweep) — PG column chips mark the printed columns.
PG 5:1381απολλονιι, θυι εργεντε αδ φινεμ σαεξυλο σεξυνδο φλορυιτ. φραγμεντα. εχ λιβρο αδερσυς ξαταπηρψγας, σευ μοντανιστας. Ἀλλὰ τίς ἐστιν οὗτος ὁ πρόσφατος διδάσκαλος· ( δε μοντανο σερμο εστ ) τὰ ἔργα αὐτοῦ καὶ ἡ διδασκαλία δείκνυσιν. οὗτός ἐστιν ὁ διδάξας λύσεις γάμων· ὁ νηστείας νομοθετήσας· ὁ Πέπουζαν καὶ Τύμιον Ἱερουσαλὴμ ὀνομάσας, (πόλεις δὲ εἰσὶν αὗται μικραὶ τῆς Φρυγίας) τοὺς πανταχόθεν ἐκεῖ συναγαγεῖν ἐθέλων· ὁ πρακτῆρας χρημάτων καταστήσας· ὁ ἐπ’ ὀνόματι προςφορῶν, τὴν δωροληψίαν ἐπιτεχνώμενος· ὁ σαλάρια χορηγῶν τοῖς κηρύττουσιν αὐτοῦ τὸν λόγον, ἵνα διὰ τῆς γαστριμαργίας ἡ διδασκαλία τοῦ λόγου κρατύνηται. ηαεξ ευσεβιυς αφφερτ λιβ. . ηιστ. ξαπ. 18. ετ προχιμε ποστ αιτ, Καὶ ταῦτα μὲν περὶ τοῦ Μοντάνου· καὶ περὶ τῶν προφητίδων δὲ αὐτοῦ ὑποκαταβὰς οὕτω γράφει· Δείκνυμεν οὖν αὐτὰς πρώτας τὰς προφήτιδας ταύτας, ἀφ’ οὗ τοῦ πνεύματος ἐπληρώθησαν, τοὺς ἄνδρας καταλιπούσας. πῶς οὖν ἐψεύδοντο Πρίσκαν παρθένον ἀποκαλοῦντες; Εἶτ’ ( ινθυιτ ευσεβιυς ] ἐπιφέρει λέγων· Οὐ δοκεῖ σοι πᾶσα γραφὴ κωλύειν προφήτην λαμβάνειν δῶρα καὶ χρήματα; ὅταν οὖν ἴδω τὴν προφῆτιν εἰληφυῖαν καὶ χρυσὸν καὶ ἄργυρον καὶ πολυτελεῖς ἐςθῆτας πῶς αὐτὴν μὴ παραιτήσωμαι; Αὖθις δὲ ὑποκαταβὰς ( ευσεβιυς ινθυιτ ] περί τινος τῶν κατ’ αὐτοὺς ὁμολογητῶν, ταῦτα φησίν· Ἔτι δὲ καὶ Θεμίσων ὁ τὴν ἀξιόπιστον πλεονεξίαν ἠμφιεσμένος, ὁ μὴ βαστάσας τῆς ὁμολογίας τὸ σημεῖον, ἀλλὰ πλήθει χρημάτων ἀποθέμενος
PG 5:1382 τὰ δεσμά· δέον ἐπὶ τούτῳ ταπεινοφρονεῖν, ὡς μάρτυς καυχώμενος, ἐτόλμησε μιμούμενος τὸν ἀπόστολον, καθολικήν τινα συνταξάμενος ἐπιστολήν· κατηχεῖν μὲν τοὺς ἄμεινον αὐτοῦ πεπιστευκότας· συναγωνίζεσθαι δὲ τοῖς τῆς κενοφωνίας λόγοις· βλασφημῆσαι δὲ εἰς τὸν Κύριον καὶ τοὺς ἀποστόλους, καὶ τὴν ἁγίαν ἐκκλησίαν. Καὶ περὶ ἑτέρων δὲ αὖθις ( ινθυιτ ευσεβιυς ] τῶν κατ’ αὐτοὺς τετιμημένων ὡς δὴ μαρτύρων, οὕτω γράφει. Ἵνα δὲ μὴ περὶ πλειόνων λέγωμεν, ἡ προφῆτις ( ιδε νοταμ ) ἡμῖν εἰπάτω τὰ κατὰ Ἀλέξανδρον τὸν λέγοντα ἑαυτὸν μάρτυρα· ᾧ συνεστιᾶται· ᾧ προσκυνοῦσι καὶ αὐτῷ ( φορ . αὐτῶν αλ. ) πολλοί· οὗ τὰς λῃστείας καὶ τὰ ἄλλα τολμήματα ἐφ’ οἷς κεκόλασται, οὐχ’ ἡμᾶς δεῖ λέγειν, ἀλλὰ ὁ ὀπισθόδομος ἔχει. τίς οὖν τίνι χαρίζεται τὰ ἁμαρτήματα; πότερον ὁ προφήτης τὰς λῃστείας τῷ μάρτυρι, ἢ ὁ μάρτυς τῷ προφήτῃ τὰς πλεονεξίας; εἰρηκότος γὰρ τοῦ Κυρίου, μὴ κτήσησθε χρυσὸν μήτε ἄργυρον μήτε δύο χιτῶνας, οὗτοι πᾶν τοὐναντίον, πεπλημμελήκασι περὶ τὰς τούτων τῶν ἀπηγορευμένων κτήσεις. δείξομεν γὰρ τοὺς λεγομένους παρ’ αὐτοῖς προφήτας καὶ μάρτυρας, μὴ μόνον παρὰ πλουσίων, ἀλλὰ καὶ παρὰ πτωχῶν καὶ ὀρφανῶν καὶ χηρῶν κερματιζομένους. καὶ εἰ πεποίθησιν ἔχουσιν, στήτωσαν ἐν τούτῳ, καὶ διορισάσθωσαν ἐπὶ τούτοις· ἵνα ἐὰν ἐλεγχθῶσι, κᾂν τοῦ λοιποῦ παύσωνται πλημμελοῦντες. δεῖ γὰρ τοὺς καρποὺς δοκιμάζεσθαι τοῦ προφήτου· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ ξύλον γινώσκεται. ἵνα δὲ τοῖς βουλομένοις τὰ κατὰ Ἀλέξα
νδρον ᾖ γνώριμα· κέκριται ὑπὸ Αἰμιλίου Φροντίνου ἀνθυπάτου ἐν Ἐφέσῳ, οὐ διὰ τὸ ὄνομα, ἀλλὰ δι’ ἃς ἐτόλμησε λῃστείας, ὢν ἤδη παραβάτης· εἶτα ἐπιψευσάμενος τῷ ὀνόματι τοῦ Κυρίου, ἀπολέλυται πλανήσας τοὺς ἐκεῖ πιστούς. καὶ ἡ ἰδία παροικία αὐτὸν ὅθεν ἦν οὐκ ἐδέξατο, διὰ τὸ εἶναι αὐτὸν λῃστήν· καὶ οἱ θέλοντες μαθεῖν τὰ κατ’ αὐτὸν, ἔχουσι τὸ τῆς Ἀσίας δημόσιον ἀρχεῖον· ὃν ὁ προφήτης συνόντα πολλοῖς ἔτεσιν ἀγνοεῖ, τοῦτον ἐλέγχοντες ἡμεῖς, δι’ αὐτοῦ καὶ τὴν ὑπόστασιν ἐξελέγχομεν τοῦ προφήτου. τὸ δὲ ὅμοιον ἐπὶ πολλῶν δυνάμεθα ἀποδεῖξαι. καὶ εἰ θαῤῥοῦσιν, ὑπομεινάτωσαν τὸν ἔλεγχον. Πάλιν τε αὖ ( ινθυιτ ευσεβιυς ] ἐν ἑτέρῳ τόπῳ τοῦ συγγράμματος, περὶ ὧν αὐχοῦσι προφητῶν, ἐπιλέγει ταῦτα· Ἐὰν ἀρνῶνται δῶρα τοὺς προφήτας αὐτῶν εἰληφέναι· τοῦτο ὁμολογησάτωσαν, ὅτι ἐὰν ἐλεγχθῶσιν εἰληφότες, οὐκ εἰσὶ προφῆται· καὶ μυρίας ἀποδείξεις τούτων παραστήσομεν. ἀναγκαῖον δέ ἐστι πάντας καρποὺς δοκιμάζεσθαι προφήτου. προφήτης, εἰπέ μοι, βάπτεται; προφήτης στιβίζεται; προφήτης φιλοκοσμεῖ; προφήτης τάβλαις καὶ κύβοις παίζει; προφήτης δανείζει; ταῦτα ὁμολογησάτωσαν πότερον ἔξεστιν ἢ μή· ἐγὼ δὲ ὅτι γέγονε παρ’ αὐτοῖς δείξω. Ὁ δ’ αὐτὸς οὗτος Ἀπολλώνιος ( συβδιτ ευσεβιυς ] κατὰ τὸ αὐτὸ σύγγραμμα ἱστορεῖ, ὡς ἄρα τεσσαρακοστὸν ἐτύγχανεν ἔτος ἐπὶ τὴν τοῦ συγγράμματος αὐτοῦ γραφὴν, ἐξ οὗ τῇ προσποιήτῳ αὐτοῦ προφητείᾳ ὁ Μοντανὸς ἐπικεχείρηκε· καὶ πάλιν φησὶν, ὡς ἄρα Ζωτικὸς οὗ καὶ ὁ
PG 5:1383πρότερος συγγραφεὺς ἐμνημόνευσεν, ἐν Πεπούζοις προφητεύειν ἤδη προσποιουμένης τῆς Μαξιμίλλης ἐπιστὰς, διελέγξαι τὸ ἐνεργοῦν ἐν αὐτῇ πνεῦμα πεπείραται· ἐκωλύθη γεμὴν πρὸς τῶν τὰ ἐκείνης φρονούντων. καὶ Θρασέα δέ τινος τῶν τότε μαρτύρων μνημονεύει. ἔτι δὲ ὡς ἐκ παραδόσεως τὸν Σωτῆρα φησὶ προστεταχέναι τοῖς αὐτοῦ ἀποστόλοις, ἐπὶ δώδεκα ἔτεσι μὴ χωρισθῆναι τῆς Ἱερουσαλήμ. κέχρηται δὲ καὶ μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου ἀποκαλύψεως· καὶ νεκρὸν δὲ δυνάμει θείᾳ πρὸς αὐτοῦ Ἰωάννου ἐν τῇ Ἐφέσῳ ἐγηγέρθαι ἱστορεῖ. καὶ ἄλλα τινὰ φησὶ, δι’ ὧν ἱκανῶς τῆς προειρημένης αἱρέσεως πληρέστατα διηύθυνε τὴν πλάνην.
Page scan enlarged

Notebook

Full View