PG 52:773ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁμιλία α. Τρία παράδοξα θαύματα ἐξ ἀρχῆς χρόνου οὐ γνώριμα, τὴν φύσιν αὐτὴν ὑπερακοντίζοντα τὴν ἡμετέραν συνέπλεξαν, ἀῤῥαγῆ καὶ ἀσάλευτα μένοντα· τρίπλοκον γὰρ σχοινίον ταχὺ οὐ διαῤῥήσσεται. Ταῦτα δέ ἐστιν ἀνυμφεύτου μητρὸς ὠδὶς, τριημέρου πάθους ἀνάστασις, σαρκὸς εἰς οὐρανοὺς ἀνάληψις. Οἶδεν ὁ χρόνος στείρας τικτούσας, ἀλλ’ οὐ γαμικῆς συναφείας ἐκτός· οἶδε νεκροὺς ἀναβιώσαντας, ἀλλ’ οὐχὶ εἰς ζωὴν ἀτελεύτητον· οἶδε προφήτην ἀναλαμβανόμενον, ἀλλ’ ὡς εἰς οὐρανόν· τὸ, ὡς, τῆς ἀληθείας δεύτερον. Ὁ μὲν γὰρ Ἠλίας τόπον ἐκ τόπου ἤμειψεν, ὁ δὲ Σωτὴρ ἀνῆλθεν, ὅθεν κατῆλθεν, πολλῶν θεωμένων ἀνδρῶν καὶ γυναικῶν, ἄχρις οὗ τὸ βλέμμα πρὸς ὕψος ἀτενίζον ἠτόνησεν, ἀγγέλων ἐπιμαρτυρούντων τῇ θέᾳ, καὶ τὴν δευτέραν καταμηνυόντων ἔλευσιν, Καὶ ἰδοὺ, φησὶν, ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; καὶ τὰ ἑξῆς. Ὢ πόσα ὁ ἀγαθὸς διὰ δούλων πονηρῶν εἰς σωτηρίαν ἐπραγματεύσατο κατῆλθεν ἐξ οὐρανῶν, ἀνῆλθεν εἰς οὐρανοὺς, ἐξ οὐρανῶν πάλιν ἐλεύσεται· ἐλεύσεται δὲ πῶς;ΤΗ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Πλοῦτος ἡμῖν, καὶ θησαυρὸς, καὶ πηγαὶ τῆς αἰω νίου ζωῆς, αἱ τοῦ Σωτῆρος εἰσιν οἰκονομίαι, ὃς καὶ λέγειν διψῶμεν, καὶ κηρύττειν σπεύδομεν, εἰπεῖν δὲ κατ' ἀξίαν οὐκ ἰσχύομεν. ᾿Αλλὰ τῷ πόθῳ συνεχόμενοι, καὶ τὴν ἀσθένειαν ὁμολογοῦντες, ὥσπερ ἐπί τινα είδιον λιμένα καταφεύγομεν ἐπὶ τὴν προφητικὴν ἐκείνην φωνήν· Τις λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Εἰ γὰρ αὐτὸς ὁ μέγας προφήτης, ᾧ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς ἑαυτοῦ σοφίας ὁ Θεὸς ἐγνώρισεν, καταξιωθεὶς πατὴρ Χριστοῦ κληθῆναι, Δαυὶδ ὁ μα- κάριος καὶ μέγας ἐν προφήταις, ὁ ἔνδοξος ἐν βασι- λεῦσιν, ὁ τοῦ Θεοῦ φίλος, ὁ τετιμημένην ἔχων παρ' αὐτῷ καρδίαν, ὡς αὐτὸν τὸν Θεὸν εἰπεῖν· Εὗρον Δαυίδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου· εἰ ὁ τοιοῦτος καὶ τηλικοῦτος, ἀπιδὼν εἰς τὸ μέγεθος τῆς θεογνωσίας, ἔλεγεν· Ἐθαυμαστώθη ή γνωσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι • Ὁμιλία εἰς τὴν τοῦ Θωμᾶ ἀπιστίαν, καὶ εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ. διώκομεν. συνεχόμενοι καὶ τῇ βίᾳ κρατούμενοι, καὶ τὴν ἀσθένειαν. • πρὸς αὐτήν· εἰ ὁ προφήτης ἀτονεῖς πρὸς τὸ μέγε θος βλέπων τῆς αὐτοῦ δυνάμεως· εἰ Παῦλος ὁ θεολό γος καὶ ἡ οὐράνιος σάλπιγξ βοᾷ · 'Ο βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐ τοῦ· εἰ προφητῶν καὶ ἀποστόλων γλῶσσαι τοσαῦτα χέουσαι νάματα, ἐξ ὧν ἐπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ώς ὕδωρ πολύ κατακαλύψαι θα λάσσας· εἰ τοσοῦτοι καὶ τηλικοῦτοι ποταμοὶ ῥέοντες, καὶ πέλαγος εὐσεβείας συνιστῶντες, ώμολόγησαν τὴν ήτταν, ἵνα δείξωσι τοῦ κηρυττομένου τὴν δύναμιν που φανήσεται λόγου βραχυτάτου ψεκας, τοσούτου πελάγους σοφίας προκειμένου; Αλλ' οὐ δεῖ πρὸς τὸ μέγεθος τῆς θεολογίας ὁρῶντας ναρκᾷν, ἀλλὰ πρὸς τὴν πρόθεσιν τοῦ Θεοῦ βλέποντας, κατατυλμαν τῆς θείας διδασκαλίας. Βραβεύει γὰρ ὁ Θεὸς οὐ τῇ ἀξία τῶν λεγομένων, ἀλλὰ τῷ πόθῳ τῶν κηρυττόντων καὶ τῇ ἀγάπῃ τῶν ἀκουόντων. Καὶ ὥσπερ οἱ φιλόστοργοι πατέρες, ἐπειδὰν ἴδωσι τοὺς παῖδας ψελλίζοντας καὶ χωλεύοντας τῇ λέξει, οὐ πρὸς τὸ ἄναρθρον βλέπουσι άτονεῖ καὶ ναρκᾷ. • τοιαῦτα λέγουσα: νάματα. S. JOANNIS CHRYSOSTOMI ARCHIEP. CONSTANTINOP. MONITUM IN HOMILIAM SEQUENTEM, Ubi primum in banc homiliam, ex Manuscriptis Regiis et Ottoboniano erutam, incidi, putavi eam esse secundam quam Chrysostomus habuerat de inscriptione Actorum, sed aliquot in locis librariorum ausibus temeratam : quamobrem eam in Præfatione primi Tomi paragr. ut suo ordine edendam enuntiavi. Verum re postea diligentius perpensa et accuratius examinata, comperi esse centonem variis ex homiliis, alque ut videtur variis ex scriptoribus consarcinatum, qui partem illius homiliæ secundæ Chrysostomi in prin- cipium Actorum non minimam complectitur. Eæ autem homiliæ numero quinque de Actorum inscriptione atque titulo maxime agebant. Illas sic clare commemorat, et quo ordine locandæ sint assignat Chryso- stonus, Homilia tertia in principium Actorum, quam quia secunda, de qua jam agitur, excidit, tertiamn locavimus et inscripsimus, etsi numero quarta esset. In ea vero num. ita legitur: Eo fit, ut cum ad quartum jam diem expositionem produxerimus, necdum tamen unam inscriptionem poluerimus præterire, sed adkuc circa illam versemur. Et paulo post : Itaque primo die non esse temere prætereundas inscriptiones dicebam, quo tempore titulum vobis altaris legi, ac Pauli sententiam ostendi.... In hoc desiit priori die tota doctrina : post illam secùndo die, qui libri esset illius auctor quæsivimus, et invenimus Dei gratia Lucani evangelistam, multisque vobis demonstrationibus rem in quæstione positam provabimus. Et paucis interpo- sitis clarius: Prima igitur die de inscriptione: secunda vero die de eo qui librum scripsit : tertia die disserui- mus apud eos qui advenerunt, de initio Scripturæ, et ostendimus quid sit actum, quid sit miraculum, etc. Et in ea homilia, quæ quarta in principium Actorum inscribitur, sic habet: Dixi tum temporis, a quo scriptus fuerit liber Actorum, et quis operis istius auctor fuerit; imo vero non quis auctor operis, sed quis minister. Non enim ille quæ dicta sunt produxit, sed iis, quæ dicta sunt ministravit. Ex his liquidum est homiliam secundam in principium, seu in titulumi Actorum illam esse in qua disquirebatur quis esset auctor libri Actuum Apostolorum; neque minus constat illa omnia, quæ articuli et infra complectun- tur, ad hanc homiliam pertinere : nam ibi primo quæritur quid significet titulus ille, Acta Apostolorum : [768] Cod. Reg. : Otobon. Μox idem cum h Reg. Reg.
Οὐκ εἰς ἑτέραν ἀναλυθεὶς ὑπόστασιν, ἀλλ’ ἐν τῷ εἴδει τῆς σαρκὸς, ἐν τῷ ἀνθρωπίνῳ σχήματι· οὐ μέντοι ταπεινὰ πράττων, ὡς τὸ πρότερον, οὐκ ἐπὶ σκάφους ὑπνῶν, οὐκ ἐπὶ φρέατι κόπῳ δίψης κρατούμενος, οὐκ ἐπὶ πῶλον ὅνου καθήμενος, ἀλλ’ ἐπὶ πώλου νεφελοειδοῦς ὀχούμενος· οὐχ ἁλιέας ἐπαγόμενος, ἀλλ’ ὑπὸ ἀγγέλων δορυφορούμενος· οὐ δικαστοῦ παριστάμενος βήματι, ἀλλ’ αὐτὸς κρίνων τῆς οἰκουμένης τὰ πέρατα, καὶ τοῖς ἁλιεῦσιν αὐτοῖς ἐξουσίαν δικαστικὴν χαρισάμενος· ὡς καὶ αὐτὸς διδάσκει, πρὸς μὲν τοὺς μαθητὰς λέγων· Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· πρὸς δὲ τοὺς Ἰουδαίους· Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται· ὅτιπερ ἐξ Ἰουδαίων ὄντες τὰ τῶν Ἰουδαίων οὐκ ἐφρόνησαν, ἀλλὰ τὰ πάθη τοῦ Χριστοῦ καὶ τὰ στίγματα τῶν συγγενῶν Κυριοκτόνων προετίμησαν. Μέγα θαῦμα, ξένον κριτήριον, ἰδεῖν ἁλιέα δικάζοντα, καὶ Φαρισαῖον κρινόμενον, σκηνοποιὸν μετὰ παῤῥησίας καθήμενον, καὶ ἀρχιερέα μετὰ στεναγμῶν εὐθυνόμενον.
PG 52:781Τί γὰρ τὸν Δεσπότην κατὰ κόῤῥης ἐῤῥάπιζον, κατὰ κεφαλῆς ἐκονδύλιζον, τὸ δὲ τέλος τὸν κληρονόμον ἔξω τοῦ ἀμπελῶνος ἐφόνευον; τί δὲ τὸν Πέτρον ἐφυλάκιζον; τί δὲ τὸν Παῦλον πεντάκις τεςσαράκοντα παρὰ μίαν πληγὰς ἐβασάνιζον; Ἀλλ’ ὁ θαυμαστὸς ἀρχιερεὺς Ἀνανίας τὸ στόμα παίειν τοῦ Παύλου τοῖς ὑπηρέταις ἐκέλευσε, τὸ στόμα τοῦ Παύλου, τὸ στόμα τῆς χάριτος, τὸ στόμα τῆς ἀληθείας, τὸ πλῆκτρον τῆς ζωῆς, τὸ πάσης σάλπιγγος γενναιότερον, τὸ πάσης ἁρμονίας ἐμμελέστερον, τὸ ὄργανον τοῦ Χριστοῦ, τὸν αὐλὸν τοῦ Πνεύματος· τὰ γὰρ δοκοῦντα τῷ ἁγίῳ Πνεύματι ὁ Παῦλος διὰ τῆς γλώσσης ἐδημοσίευσεν· ὅθεν οἶμαι τὸν Δαυὶ̈δ ἐκ προσώπου Παύλου λέγειν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Τί οὖν πρὸς τὸν Ἀνανίαν ὁ Παῦλος, τὴν ἐπερχομένην αὐτῷ δίκην προθεωρῶν; Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε. Τοῖχος γὰρ κεκονιαμένος, τάφος κεκαλλωπισμένος, ἔξωθεν ἐχθρὸς, ἔσωθεν νεκρός.791 S. JOANNIS CHRYSOSTOMI ἀντὶ τοῦ, Εἶπον τὰς πράξεις τοῦ Σωτῆρος καὶ τὰς διδασκαλίας ἕως τῆς ἀναλήψεως. Προσέχετε, παρα- καλῶ. Τὸ μὲν πρῶτόν μου, φησὶν, σύνταγμα περιέχει τὰ ἔργα τοῦ Κυρίου καὶ τὰς διδασκαλίας, καὶ ἔφθασε μὲν ὁ πρῶτος λόγος ἕως τῆς ἀναλήψεως. Εὑρίσκεις τοίνυν μήτε Ματθαῖον ὅλως, μήτε Μάρκον εἰ μὴ ἐν μέρει, μήτε Ἰωάννην πληρώσαντας τὸ Εὐαγγέ- λιον ἕως τῆς ἀναλήψεως, ἀλλὰ μόνον Λουκᾶν. Ματ- θαῖος μὲν γὰρ τέλος ἔχει τοῦ Εὐαγγελίου τοῦτο· Οἱ δὲ ἔνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὸ ὄρος τῆς Γαλιλαίας, ὅπου συνετάξατο αὐτοῖς ὁ Ἰησοῦς. Ωφθη δὲ αὐτοῖς, καὶ προσεκύνησαν αὐτῷ· καὶ εἶπε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ τοῦτο τέλος τοῦ Εὐαγγελίου. Τὸ δὲ πῶς ἀνελήφθη οὐκ εἶπεν . Μάρκος ὁμοίως λέγει· Καὶ ἐξῆλθον αἱ γυναῖκες ἐκ τοῦ μνη· μείου, καὶ οὐδενὶ ἀπήγγειλαν οὐδέν· ἐφοβοῦντο γάρ. Καὶ μεθ᾿ ἕτερα λέγει περὶ τῆς ἀναλήψεως ἐν συντόμῳ οὕτως Ο μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς οὐρανὸν καὶ ἐκάθ ισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόν- τες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοί- τος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολου- θούντων σημείων. Αμήν. Τοῦτο τὸ τέλος τοῦ Εὐαγ- γελίου. Οὐκ ἐγένετο δὲ ἀναλήψεως μνήμη κατά πλάτος ἐν Μάρκῳ. Ιωάννης δὲ τὴν ἐπὶ τῆς λίμνης τῆς Τιβεριάδος ἐπιφάνειαν τοῦ Σωτῆρος εἶπεν· λέγει τῷ Πέτρῳ, Πέτρε, φιλεῖς με; καὶ ἐπλήρωσε τὴν διάλεξιν. Καὶ ἔστη Ιωάννης, καὶ οὐκ ἐμνημόνευσεν ἀναλήψεως, ἀλλὰ λέγει· Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἐν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Οὔτε οὖν Ἰωάννης ὅλως, ούτε Ματθαίος ὅλως, οὔτε Μάρκος κατὰ πλάτος ἐμνημό- νευσαν ἀναλήψεως. Αὐτὸς μέντοι ὁ Λουκᾶς ἕως τῆς ἀναλήψεως διέδραμε τὸν λόγον κατὰ πλάτος. Διὰ τοῦτο λέγει· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περί πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας εντειλάμενος τοῖς ἀποστόλοις, οὓς ἐξελέξατο, ἀνελήφθη. θ'. Τίς δέ ἐστιν ὁ Θεόφιλος οὗτος; Κατὰ τοὺς τότε χρόνους ἡγεμὼν ἦν, καὶ ἐν τῇ ἀρχῇ ὧν ἐδέξατο τὸ κήρυγμα· καὶ ὥσπερ ὁ ἀνθύπατός ποτε τῆς Κύπρου, ἐν αὐτῷ τῷ ἀνθυπατεύειν ἐδέξατο τὸ κήρυγμα Παύ λου· οὕτω καὶ ὁ Θεόφιλος ἡγεμὼν ὤν, τὸ τηνικαῦτα ἐδέξατο τὸ κήρυγμα διὰ τοῦ Λουκᾶ. ᾿Αξιοῖ δὲ αὐτὸν τὸν μακάριον Λουκᾶν συντάξαι αὐτῷ καὶ τὰς Πράξεις τῶν ἀποστόλων. Ἐδίδαξάς με, φησί, τὰ ἔργα τοῦ Σωτῆρος, δίδαξόν με λοιπὸν καὶ τὰ ἔργα τῶν μαθη- τῶν αὐτοῦ· διὰ τοῦτο προσφωνεῖ αὐτῷ καὶ τὸν δεύ- τερον λόγον. Καὶ γὰρ τὸ Εὐαγγέλιον τὸ κατὰ Λουκᾶν πρὸς Θεόφιλον ἐγράφη. Πόθεν τοῦτο δῆλον; Αὐτὸς ὁ Λουκᾶς λέγει · Επειδήπερ πολλοὶ ἐπεχείρησαν ανατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορη- μένων ἡμῖν πραγμάτων, καθώς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου· ἔδοξε καμοὶ παρηκολουθηκότι άνωθεν πᾶσιν ἀκριβῶς [766] καθεξῆς γράψαι σοι, κρά * Reg. οὐκ εἶπε Ματθαίος, ARCHIEP. CONSTANTINOP. 782 τιστε Θεόφιλε, ἵνα γνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. Τὸ δὲ, κράτιστε, ὡς τὸ λαμπρότατε τότε γὰρ ἐπὶ τῶν λαμπροτάτων τοῦτο ἐχρημάτιζε τὸ ἀξίωμα. Πόθεν τοῦτο δῆλον; Φῆστος ὁ ἡγεμὼν λέγει Παύλῳ· Μαίνῃ, Παύλε · ἡ δὲ, Οὐ μαίνομαι, κράτιστε Φῆστε, τῷ ἡγεμόνι οὖν τὸ Εὐαγγέλιον πρῶτον ὁ Λουκᾶς, καὶ προσφων λέγει· οὕτω καὶ ἐνταῦθα· Κράτιστε Θεόφιλε. Εἰπὼν νήσας αὐτὸ Θεοφίλῳ, πάλιν τῷ αὐτῷ Θεοφίλῳ προσ πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεό- φωνεῖ καὶ τὸν δεύτερον. Ποίον δὴ τοῦτον; Τὸν μὲν φιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδά σκειν. Καὶ ἐποιήσω τὸν λόγον μέχρι τίνος; ᾿Αχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις, οὓς ἐξελέξατο διὰ Πνεύματος ἁγίου, ἀνελήφθη. Καθ' ὑπέρβατόν ἐστιν. Συνέταξα τὸ Εὐαγγέλιον ἀπ' ἀρχῆς. φησίν, ἄχρι ἧς ἡμέρας ἀνελήφθη, συνταξάμενος τοῖς ἀποστόλοις, οὓς ἐξελέξατο. Πρόσεχε, παρακαλώ. Οἷς καὶ παρέστησεν αὐτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτόν. "Ορα εὐαγγελιστοῦ παῤῥησίαν· οὐδὲ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀπολιμπάνεται τῆς θεολογίας. Οὐκ εἶπεν, Οἷς ἐμφανίζων, ἀλλ', Οἷς παρέστησεν ἑαυτὸν ζῶντα. - Λύσατε γὰρ, φησί, τὸν ναὸν τοῦ τον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. — Οἷς καὶ παρέστησεν ἑαυτόν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασι λείας τοῦ Θεοῦ Β. ι'. Πρόσεχε, παρακαλῶ. Ἐν πολλοῖς τεκμηρίοις δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ ἑκάστην ἡμέραν τῶν τεσσαράκοντα ἐπεφαίνετο αὐ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Οὐ καθ' τοῖς. Μετὰ γὰρ τὴν ἀνάστασιν πολλὴν περιέθηκε τῇ ἐκλύσῃ τὸ μέγεθος τῆς δυνάμεως. Εδει γὰρ αὐτὸν σαρκὶ ἀξιοπιστίαν, ἵνα μὴ τὸ συνεχὲς τῆς ὄψεως ἀναστάντα λοιπὸν τύποις θεῖκοῖς ἐπιφαίνεσθαι, οὐκ αυτοψίας συνηθείᾳ· διὰ τοῦτο λέγει· Εν πολλοῖς τεκμηρίοις δι' ἡμερῶν τεσσαράκοντα. Οὐκ αὐτοψία γὰρ ἦν, ἀλλὰ τεκμήριά τινα τοῦ αὐτὸν εἶναι. Ἐφαί- νετο γὰρ αὐτοῖς ἄλλῃ μορφῇ, ἄλλῃ φωνῇ, ἄλλῳ σχήματι. Επέστη πολλάκις τοῖς ἀποστόλοις, καὶ οὐκ ἐγνωρίζετο. Επέστη ἁλιεύουσι τοῖς περὶ Πέτρον καὶ λέγει αὐτοῖς· Τεκνία, μήτι προσφάγιον έχετε; καὶ οὐκ ἐπέγνωσαν, οὐ τὴν μορφὴν, οὐ τὴν φωνὴν, καὶ λέγει· Βάλετε εἰς τὰ δεξιὰ μέρη του πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε · καὶ βαλόντες ἡλίευσαν πολλά. Μὴ καταλαβόντες οὖν αὐτὸν ἀπὸ ὄψεως, ἀπὸ τεκμηρίων τῆς δυνάμεως κατέλαβον. Διὸ καὶ ὁ εὐαγ γελιστής Ιωάννης λέγει τῷ Πέτρῳ, "Ο Κύριός έστιν, οὐκ ὄψει πληροφορηθεὶς, ἀλλὰ τεκμηρίῳ δυνάμεως. Διὰ τοῦτο ὁ Λουκᾶς βοᾷ· Ἐν πολλοῖς τεκμηρίοις δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτὸς, καὶ λέγων. Οὐχ ἁπλῶς ὀπτανόμενος, ἀλλὰ κατὰ καιρὸν φαινόμε- νος. Ευρίσκομεν δὲ ἐπιτηρησάμενοι ἀκριβῶς, ὅτι μετὰ τὴν ἀνάστασιν ἐνδέκατον ὤφθη τοῖς ἁγίοις ἀποστόλοις ὁ Σωτὴρ, καὶ τότε ἀνελήφθη πρὸς τὸν Πατέρα. Διατί; Ἐπειδὴ γὰρ εἶχεν ένδεκα μαθητάς, τοῦ Ἰούδα ἐκβληθέν τος, καὶ ἀπολέσαντος τὸν ἴδιον τόπον καὶ τὴν ἀξίαν διὰ την κακήν προδοσίαν ἦν εἰργάσατο, ἐνδέκατον [767] ἐπιφαίνεται τοῖς ἀποστόλοις, καὶ οὐ πᾶσιν ὁμοῦ, ἀλλὰ διαφόρως, ποτὲ μὲν τισὶν, ποτὲ δὲ τισὶν, ὥσπερ ἔνθα Addit cod. 1186 : Καὶ γὰρ πρὸ τῆς χθὲς ἦν ἀνάληψις, ἐπειδὴ τεσσαράκοντα ἡμέραι πληροῦνται ἀπὸ τῆς ἀναστά σεως μέχρι τῆς ἀναλήψεως. Τῇ γὰρ πεντηκοστῇ οὐκ ἦν ἀνά- ληξις, ἀλλ' ἡ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις.
Ἐπεὶ οὖν πρόκειται τῶν βεβιωμένων λογοθέσιον, καὶ παγκόσμιον δικαστήριον, τῶν ταλάντων τὴν ἐργασίαν ἀπαιτοῦν, τοῦ μυστικοῦ γάμου τὴν ἀθέτησιν, τὴν λαμπαδουχίαν τοῦ νυμφῶνος, τοῦ σπόρου τὴν αὔξησιν, τοῦ ἀμπελῶνος τὸν καρπὸν, καὶ ὅσα διὰ τῶν παραβολῶν ἡμῖν ἀπεκάλυψε, τὸν βίον ταλαντεύσωμεν, τὰ τοῦ βίου συναλλάξωμεν, οὐκ ἀργυραμοιβοῦντες, οὐδὲ χρυσορυχοῦντες, οὐ βαρέως δανείζοντες· ταῦτα γὰρ καὶ ὁ κριτὴς ἀποστρέφεται· ἀλλὰ πτωχοτροφοῦντες, φιλοξενοῦντες, θεοκλητοῦντες, καὶ ὅσα τοῦ κριτοῦ τὴν ὀργὴν μαλάττειν ἐπίσταται. Μάθε τῆς φιλοξενίας τὸ κέρδος, ἀποβλέψας εἰς τὸν Ἀβραὰμ, τῆς ἱκεσίας τὸ ὄφελος τῶν Νινευϊτῶν λογισάμενος, τῆς ἐλεημοσύνης τὸν θησαυρὸν θεωρήσας τὴν Ταβιθὰν ἐπὶ κλίνης κατακειμένην ἄψυχον, ἐν τάφῳ μέλλουσαν κατορύττεσθαι· ἀλλ’ αἱ χῆραι τὸν Πέτρον κυκλώσασαι, καὶ τὰ δῶρα τῆς νεκρᾶς ἐπιδεικνύμεναι, ἐξ ᾅδου τὴν τεθνεῶσαν ἀνέσπασαν. Εἰ δὲ νεκρὸν τὸ σῶμα δάκρυα χηρῶν ἐψύχωσε, πρόδηλον ὅτι καὶ αὖθις τεθνηξόμενον, ὁποῖά τινα παρέξειν οἴει ἐν ταῖς τῶν ἀγαθῶν ἀποδόσεσι τὸν κριτὴν τοῖς ἀφειδεῖ δεξιᾷ τὴν πτωχοτροφίαν ἀσκήσασι, καὶ μαρτυρίας πτωχῶν οὐκ ἀποῤῥήξασι;
PG 52:789Τότε γὰρ τὸ δῶρον ἀναφαίρετον, οὐκ ἔτι θανάτου μεσιτεύοντος, ἀλλὰ διηνεκοῦς ἐκτεταμένης ζωῆς. Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ἄφθαρτοι καὶ ἄτρεπτοι, κατὰ τὴν τοῦ Δεσπότου μίμησιν. Καὶ καθάπερ αὐτὸν νεφέλη τις ὑπέλαβεν, οὕτω καὶ ἡμεῖς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, Ἐν νεφέλαις ἁρπαγησόμεθα. Καὶ ὡς αὐτὸς ἀνέβη ἐν ἀλαλαγμῷ καὶ φωνῇ σάλπιγγος, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς διὰ τῆς ἀρχαγγελικῆς σάλπιγγος, τοῦ θανάτου τὸ νέφος ὥσπερ ὕπνον ἀποσεισάμενοι, τῷ ἀρχηγῷ τῆς ζωῆς συνεσόμεθα· Καὶ οὕτω, φησὶ, πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, τὰ τοῦ Κυρίου φρονοῦντες, τὰς ἐντολὰς αὐτοῦ φυλάξαντες. Γένοιτο δὲ πάντας ἡμᾶς τῆς μακαρίας ἐκείνης ἀξιωθῆναι φωνῆς· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου. Αὐτοῦ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.789 S. JOANNIS CHRYSOSTOMI ARCHIEP. CONSTANTΙΝΟΡ. ἐν ἀλαλαγμῷ. Αρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Εἰσελεύσεται· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Ἰησοῦς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δό- ξης. Δύο λοιπὸν ἐγένετο· ὥσπερ γὰρ ἐξενίσθη ἡ γῆ θεασαμένη περιβεβλημένον σῶμα τὸν Σωτῆρα, καὶ ὥσπερ ἔθος ἡμῖν, ὅταν ἴδωμεν ξένον πρόσωπον, λέγο- μεν· Τίς ἐστιν οὗτος ; οὐδεὶς γὰρ περὶ γνωρίμου ἐρωτᾷ οὕτω καὶ ἡ γῆ θεασαμένη τον Σωτῆρα δύναμιν θεϊκὴν ἔχοντα, καὶ ἐπιτάσσοντα τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, λέγει· Τίς ἐστιν οὗτος, ὅτι ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ; Ωσπερ οὖν ἡ γῆ ξενι ζομένη ἰδέα, Τίς ἐστιν οὗτος; οὕτω καὶ ὁ οὐρανός ξενιζόμενος ἐν σαρκὶ βλέπων τὴν θεότητα λέγει· Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης ; ις'. Καὶ ὅρα τὸ θαυμαστόν. Ο Σωτὴρ ἦλθε, καὶ ἐλθὼν ἤνεγκε τὸ ἅγιον Πνεῦμα, ἀνελθὼν δὲ ἀνήνεγκε σῶμα ἅγιον, ἵνα δῷ τῷ κόσμῳ ἐνέχυρον σωτηρίας, Πνεύ ματος ἁγίου δύναμιν. Πάλιν τῷ αὐτῷ κόσμῳ ἀρξα- Εῶνα σωτηρίας τὸ σῶμα τὸ ἅγιον λεγέτω ὁ Χριστια νός. "Οταν δὲ εἴπω τοῦτο, καὶ σὲ λέγω καὶ ἕκαστον πρόσωπον Χριστιανοῦ. Ἐγὼ Χριστιανός εἰμι καὶ τοῦ Θεοῦ εἰμι· πόθεν τοῦτο; Τὸ Πνεῦμα τὸ ἅγιον ἔχω τὸ ἐξ οὐρανοῦ κατιόν. Θέλεις καὶ ἄλλην ἀπόδειξιν ; Ελαβον Πνεῦμα ἐξ οὐρανοῦ τὸ τοῦ Θεοῦ, ἔχω μου τὸν ἀῤῥαβῶνα βέβαιον. Ποῖον ἀῤῥαβῶνα ; Ανω το σῶμα αὐτοῦ, κάτω τὸ Πνεῦμα αὐτοῦ πρὸς ἡμᾶς. Αμφιβάλλεις, αἱρετικὲ, ὅτι τοῦ Θεοῦ ἐσμεν; Γένος ἐγένετο ἕν, Θεοῦ καὶ ἀνθρώπων. "Ωσπερ γὰρ τὰ δι εστῶτα μέρη συνάπτει ἐπιγαμβρία, καὶ ὁ μὴ εἰδώς τινα πόθεν ἐστὶ, μιᾶς συναπτομένης καὶ ἑνὸς, δύο γένη ὅλα συνάπτει, καὶ ὁ μὲν ὡς ἀνεψις τάττεται, ὁ δὲ ὡς θεῖος· οὕτως ἀναλαβόντος σάρκα Χριστοῦ, διὰ τῆς σαρκὸς ἐγένετο πᾶσα ἡ Ἐκκλησία συγγενής Χριστοῦ, Παῦλος Χριστοῦ συγγενής, Πέτρος, πᾶς πιστός, πάντες ἡμεῖς, πᾶς εὐσεβής. Διὰ τοῦτο λέγει Παῦλος· Γένος οὖν Θεοῦ ὑπάρχοντες. Αλλ' οἶδα τὴν ἔννοιαν καθ᾽ ἣν εἴρηται· οὐ σκοπός μοί ἐστιν ὅλην ἱστορῆσαι τὴν θεωρίαν, ἀλλ' ὅτι μόνον βεβαιοί Παῦλος τὸ γένος. Καὶ ἀλλαχοῦ πάλιν· 'Ημεῖς ἐσμεν σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους ἐκ τῆς σαρκὸς αὐτοῦ. Ἀντὶ τοῦ, Διὰ τὴν σάρκα ἣν ἀνέλαβε συγ- γενεῖς αὐτοῦ ἐσμεν. Ἔχομεν οὖν τὸ ἐνέχυρον αὐτοῦ ἄνω, ήγουν τὸ σῶμα, ὃ ἐξ ἡμῶν προσελάβετο, καὶ κάτω τὸ ἅγιον Πνεῦμα μεθ' ἡμῶν. Καὶ ὅρα τὸ θαυ- μαστόν· οὐ λέγω ὅτι τὸ Πνεῦμα κατέβη ἐξ οὐρανοῦ, καὶ οὐκ ἔτι ἐστὶν ἐν τῷ οὐρανῷ, καὶ ἀντηλλάξατο τὸ μὲν σῶμα τὸν οὐρανὸν, τὸ δὲ Πνεῦμα τὴν γῆν, ἀλλὰ καὶ μεθ' ἡμῶν τὸ Πνεῦμα, καὶ πανταχοῦ, καὶ ἄνω· Ποῦ γὰρ, φησί, πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Καὶ τί θαυμάζεις, εἰ τὸ Πνεῦμα καὶ μεθ᾿ ἡμῶν καὶ ἄνω, καὶ τὸ σῶμα Χριστοῦ καὶ ἄνω καὶ μεθ᾿ ἡμῶν ; Εσχεν ὁ οὐρανὸς τὸ ἅγιον σῶμα, ἐδέξατο καὶ ἡ γῆ τὸ [774] ἅγιον Πνεῦμα· ἦλθεν ὁ Χριστὸς καὶ ἤνεγκε τὸ ἅγιον Πνεῦμα, ἀνῆλθε καὶ ἀνήνεγκε τὸ ἡμέτερον σῶμα. Καὶ ἦν ἰδεῖν τὴν εἰκόνα τοῦ Ἀδὰμ τὴν ἐν τάφῳ κεχωσμένην, οὐκ ἔτι μετὰ ἀγγέλων φαινο- μένην, ἀλλ' ὑπεράνω τῶν ἀγγέλων συγκαθημένην τῷ Θεῷ, ἵνα καὶ ἡμᾶς συγκαθίσῃ μετ' αὐτοῦ. Π • 790 τῆς φοβερᾶς καὶ ξένης οικονομίας! ὢ τοῦ μεγάλου βασιλέως τοῦ τὰ πάντα μεγάλου, τοῦ οὕτως μεγάλου καὶ θαυμαστοῦ! Καὶ ὡς εἶπεν ὁ προφήτης· Κύριε δ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν! Ἐπήρθη ἡ θεότης· αὐτοῦ λεξει κεῖται· Βλεπόντων αὐτῶν ἐπήρθη, ὁ τὰ πάντα μέγας, μέγας ὁ Θεὸς, μέγας ὁ Κύριος Μέγας Κύ- ριος καὶ αἰνετὸς σφόδρα. Εἰ δὲ μέγας Θεὸς καὶ μέγας Κύριος, μέγας καὶ βασιλεύς· Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ορη Σιών, τὰ πλευρὰ τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως του μεγάλου. Μέσ γας προφήτης, μέγας ἱερεὺς, μέγα φῶς, τὰ πάντα μέγας. Καὶ ἀεὶ ἡ Γραφή μετά προσθήκης αὐτὸν λέγει μέγαν, ὡς ὅταν λέγῃ Παῦλος· Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὡς καὶ Δαυίδ λέγει· Μέγας Κύριος καὶ αἰνετὶς σφόδρα. Μέγας βασιλεὺς, μέγας προφήτης· ὅτε γὰρ ἐποίει τὰ θαύματα ὁ Ἰησοῦς, ἔλεγον οἱ ὄχλοι, "Οτι μέγας προφήτης ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Οὐ μόνον γὰρ κατὰ τὴν θεότητα μέγας, ἀλλὰ καὶ κατὰ τὴν σάρκα· ὥσπερ γὰρ Θεὸς μέγας, καὶ Κύριος μέγας, καὶ βασιλεὺς μέγας κατὰ τὴν θεότητα· οὕτω πάλιν καὶ ἱερεὺς μέγας, καὶ προφήτης μέγας. Πόθεν τοῦτο; Λέγει Παῦλος· Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατ τοῦμεν τῆς ὁμολογίας ἡμῶν. Εἰ δὲ ἀρχιερεὺς μέγας καὶ προφήτης μέγας, ὄντως ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ ἀνέστησε προφήτην μέγαν ἐν τῷ Ισραήλ. Εἰ δὲ μέγας προφήτης, μέγας ἱερεὺς, μέγας βασιλεὺς, καὶ φῶς μέγα· Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα· ἀλλὰ καὶ ἡ ἡμέρα αὐτοῦ ἡ μεγάλη, ὡς λέγει ὁ προφήτης Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανή. Πανταχοῦ μέγαν ἀκούων, καὶ μεγάλα τὰ έργα Κυρίου, πόθεν ἐπῆλθέ σοι σχίζειν, αἱρετικέ. καὶ σμικρύνειν τὸν μέγαν; Εχωμεν οὖν ἀῤῥαβῶνα τῆς ζωῆς ἡμῶν ἐν οὐρανῷ, συνανελήφθημεν τῷ Χρι στῷ. Πάλιν οὖν ἁρπαζόμεθα ἐν νεφέλαις, ἐὰν ὦμεν ἄξιοι ἐπὶ νεφελῶν ἀπαντῆσαι. Ὑπόδικος οὐκ ἀπαντα δικαστῇ, ἀλλὰ φαίνεται μὲν αὐτῷ παριστάμενος, οὐκ ἀπαντᾷ δὲ, ὡς ἀπαῤῥησίαστος ὤν. Εὐξώμεθα οὖν καὶ ἡμεῖς ἅπαντες, ἀγαπητοί, ἵνα τῶν ἀπαντώντων καν ἐν μικρᾷ τάξει τύχωμεν. "Ωσπερ γὰρ οἱ ἀπαντώντες βασιλεῖ, κἂν μὴ πάντες ὦσιν ὁμότιμοι, ἀλλ' ὅμως τετίμηνται παρ' αὐτοῦ· οὕτως ἔσται καὶ τότε. Οὐδὲ γὰρ πάντες ὁμοίως ἐπολιτεύσαντο. Εκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Μη- δέποτε τοίνυν κωλυέσθω λόγος Θεοῦ, ἀλλὰ μετὰ ἀλη- θείας παῤῥησιαζώμεθα ἅπαντες ἐν ἀγάπῃ Χριστοῦ λαόν [775] τρέφοντες, ψυχὰς ἀρδεύοντες, ψυχαῖς μερι ζόμενοι, ταῖς δὲ ὑπονοίαις μὴ σχιζόμενοι. Ο εἰρήνης ἐχθρὸς ἔχει τὸν δικάζοντα. Καὶ ἐπειδὴ, ἀδελφοί, ἀν- θρώπους μὲν πείθομεν, Θεῷ δὲ πεφανερώμεθα οἷοί ἐσμεν, μάρτυς ὁ τῶν ἐννοιῶν ἐπόπτης, ὃς ἀπαιτήσει λόγον πάντα τὸν λαλοῦντα τὴ ψεῦδος, ὡς οὐδέποτε ἐχθροὶ εἰρήνης οὔτε ἠθελήσαμεν, ούτε θέλομεν γενέ- σθαι. Ἐὰν γὰρ τὴν εἰρήνην ἀπολέσωμεν, ἐχθροί ἐσμεν ἐκείνων τῶν ἀκουσάντων παρὰ Χριστοῦ·
Second witness · khazarzar edition
In ascensionem Sermo 1 ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁμιλία αʹ. 52.791 Τρία παράδοξα θαύματα ἐξ ἀρχῆς χρόνου οὐ γνώριμα, τὴν φύσιν αὐτὴν ὑπερακοντίζοντα τὴν ἡμετέραν συνέπλεξαν, ἀῤῥαγῆ καὶ ἀσάλευτα μένοντα· τρίπλοκον γὰρ σχοινίον ταχὺ οὐ διαῤῥήσσεται. Ταῦτα δέ ἐστιν ἀνυμφεύτου μητρὸς ὠδὶς, τριημέρου πάθους ἀνάστασις, σαρκὸς εἰς οὐρανοὺς ἀνάληψις. Οἶδεν ὁ χρόνος στείρας τικτούσας, ἀλλ' οὐ γαμικῆς συναφείας ἐκτός· οἶδε νεκροὺς ἀναβιώσαντας, ἀλλ' οὐχὶ εἰς ζωὴν ἀτελεύτητον· οἶδε προφήτην ἀναλαμβανόμενον, ἀλλ' ὡς εἰς οὐρανόν· τὸ, ὡς, τῆς ἀληθείας δεύτερον. Ὁ μὲν γὰρ Ἠλίας τόπον ἐκ τόπου ἤμειψεν, ὁ δὲ Σωτὴρ ἀνῆλθεν, ὅθεν κατῆλθεν, πολλῶν θεωμένων ἀνδρῶν καὶ γυναικῶν, ἄχρις οὗ τὸ βλέμμα πρὸς ὕψος ἀτενίζον ἠτόνησεν, ἀγγέλων ἐπιμαρτυρούντων τῇ 52.792 θέᾳ, καὶ τὴν δευτέραν καταμηνυόντων ἔλευσιν, Καὶ ἰδοὺ, φησὶν, ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; καὶ τὰ ἑξῆς. Ὢ πόσα ὁ ἀγαθὸς διὰ δούλων πονηρῶν εἰς σωτηρίαν ἐπραγματεύσατο!
κατῆλθεν ἐξ οὐρανῶν, ἀνῆλθεν εἰς οὐρανοὺς, ἐξ οὐρανῶν πάλιν ἐλεύσεται· ἐλεύσεται δὲ πῶς; Οὐκ εἰς ἑτέραν ἀναλυθεὶς ὑπόστασιν, ἀλλ' ἐν τῷ εἴδει τῆς σαρκὸς, ἐν τῷ ἀνθρωπίνῳ σχήματι· οὐ μέντοι ταπεινὰ πράττων, ὡς τὸ πρότερον, οὐκ ἐπὶ σκάφους ὑπνῶν, οὐκ ἐπὶ φρέατι κόπῳ δίψης κρατούμενος, οὐκ ἐπὶ πῶλον ὅνου καθήμενος, ἀλλ' ἐπὶ πώλου νεφελοειδοῦς ὀχούμενος· οὐχ ἁλιέας ἐπαγόμενος, ἀλλ' ὑπὸ ἀγγέλων δορυφορούμενος· οὐ δικαστοῦ παριστάμενος βήματι, ἀλλ' αὐτὸς κρίνων τῆς οἰκουμένης τὰ πέρατα, καὶ τοῖς ἁλιεῦσιν αὐτοῖς ἐξουσίαν δικαστικὴν 52.793 χαρισάμενος· ὡς καὶ αὐτὸς διδάσκει, πρὸς μὲν τοὺς μαθητὰς λέγων· Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· πρὸς δὲ τοὺς Ἰουδαίους· Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται· ὅτιπερ ἐξ Ἰουδαίων ὄντες τὰ τῶν Ἰουδαίων οὐκ ἐφρόνησαν, ἀλλὰ τὰ πάθη τοῦ Χριστοῦ καὶ τὰ στίγματα τῶν συγγενῶν Κυριοκτόνων προετίμησαν. Μέγα θαῦμα, ξένον κριτήριον, ἰδεῖν ἁλιέα δικάζοντα, καὶ Φαρισαῖον κρινόμενον, σκηνοποιὸν μετὰ παῤῥησίας καθήμενον, καὶ ἀρχιερέα μετὰ στεναγμῶν εὐθυνόμενον.
Τί γὰρ τὸν Δεσπότην κατὰ κόῤῥης ἐῤῥάπιζον, κατὰ κεφαλῆς ἐκονδύλιζον, τὸ δὲ τέλος τὸν κληρονόμον ἔξω τοῦ ἀμπελῶνος ἐφόνευον; τί δὲ τὸν Πέτρον ἐφυλάκιζον; τί δὲ τὸν Παῦλον πεντάκις τεσσαράκοντα παρὰ μίαν πληγὰς ἐβασάνιζον; Ἀλλ' ὁ θαυμαστὸς ἀρχιερεὺς Ἀνανίας τὸ στόμα παίειν τοῦ Παύλου τοῖς ὑπηρέταις ἐκέλευσε, τὸ στόμα τοῦ Παύλου, τὸ στόμα τῆς χάριτος, τὸ στόμα τῆς ἀληθείας, τὸ πλῆκτρον τῆς ζωῆς, τὸ πάσης σάλπιγγος γενναιότερον, τὸ πάσης ἁρμονίας ἐμμελέστερον, τὸ ὄργανον τοῦ Χριστοῦ, τὸν αὐλὸν τοῦ Πνεύματος· τὰ γὰρ δοκοῦντα τῷ ἁγίῳ Πνεύματι ὁ Παῦλος διὰ τῆς γλώσσης ἐδημοσίευσεν· ὅθεν οἶμαι τὸν Δαυῒδ ἐκ προσώπου Παύλου λέγειν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Τί οὖν πρὸς τὸν Ἀνανίαν ὁ Παῦλος, τὴν ἐπερχομένην αὐτῷ δίκην προθεωρῶν; Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε. Τοῖχος γὰρ κεκονιαμένος, τάφος κεκαλλωπισμένος, ἔξωθεν ἐχθρὸς, ἔσωθεν νεκρός. Ἐπεὶ οὖν πρόκειται τῶν βεβιωμένων λογοθέσιον, καὶ παγκόσμιον δικαστήριον, τῶν ταλάντων τὴν ἐργασίαν ἀπαιτοῦν, τοῦ μυστικοῦ γάμου τὴν ἀθέτησιν, τὴν λαμπαδουχίαν τοῦ νυμφῶνος, τοῦ σπόρου τὴν αὔξησιν, τοῦ
ἀμπελῶνος τὸν 52.794 καρπὸν, καὶ ὅσα διὰ τῶν παραβολῶν ἡμῖν ἀπεκάλυψε, τὸν βίον ταλαντεύσωμεν, τὰ τοῦ βίου συναλλάξωμεν, οὐκ ἀργυραμοιβοῦντες, οὐδὲ χρυσορυχοῦντες, οὐ βαρέως δανείζοντες· ταῦτα γὰρ καὶ ὁ κριτὴς ἀποστρέφεται· ἀλλὰ πτωχοτροφοῦντες, φιλοξενοῦντες, θεοκλητοῦντες, καὶ ὅσα τοῦ κριτοῦ τὴν ὀργὴν μαλάττειν ἐπίσταται. Μάθε τῆς φιλοξενίας τὸ κέρδος, ἀποβλέψας εἰς τὸν Ἀβραὰμ, τῆς ἱκεσίας τὸ ὄφελος τῶν Νινευϊτῶν λογισάμενος, τῆς ἐλεημοσύνης τὸν θησαυρὸν θεωρήσας τὴν Ταβιθὰν ἐπὶ κλίνης κατακειμένην ἄψυχον, ἐν τάφῳ μέλλουσαν κατορύττεσθαι· ἀλλ' αἱ χῆραι τὸν Πέτρον κυκλώσασαι, καὶ τὰ δῶρα τῆς νεκρᾶς ἐπιδεικνύμεναι, ἐξ ᾅδου τὴν τεθνεῶσαν ἀνέσπασαν.
Εἰ δὲ νεκρὸν τὸ σῶμα δάκρυα χηρῶν ἐψύχωσε, πρόδηλον ὅτι καὶ αὖθις τεθνηξόμενον, ὁποῖά τινα παρέξειν οἴει ἐν ταῖς τῶν ἀγαθῶν ἀποδόσεσι τὸν κριτὴν τοῖς ἀφειδεῖ δεξιᾷ τὴν πτωχοτροφίαν ἀσκήσασι, καὶ μαρτυρίας πτωχῶν οὐκ ἀποῤῥήξασι; Τότε γὰρ τὸ δῶρον ἀναφαίρετον, οὐκ ἔτι θανάτου μεσιτεύοντος, ἀλλὰ διηνεκοῦς ἐκτεταμένης ζωῆς. Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ἄφθαρτοι καὶ ἄτρεπτοι, κατὰ τὴν τοῦ Δεσπότου μίμησιν. Καὶ καθάπερ αὐτὸν νεφέλη τις ὑπέλαβεν, οὕτω καὶ ἡμεῖς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, Ἐν νεφέλαις ἁρπαγησόμεθα. Καὶ ὡς αὐτὸς ἀνέβη ἐν ἀλαλαγμῷ καὶ φωνῇ σάλπιγγος, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς διὰ τῆς ἀρχαγγελικῆς σάλπιγγος, τοῦ θανάτου τὸ νέφος ὥσπερ ὕπνον ἀποσεισάμενοι, τῷ ἀρχηγῷ τῆς ζωῆς συνεσόμεθα· Καὶ οὕτω, φησὶ, πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, τὰ τοῦ Κυρίου φρονοῦντες, τὰς ἐντολὰς αὐτοῦ φυλάξαντες. Γένοιτο δὲ πάντας ἡμᾶς τῆς μακαρίας ἐκείνης ἀξιωθῆναι φωνῆς· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου. Αὐτοῦ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.