PG 55John Chrysostom
Psalm 89
Printed pages · scan text
vision-corrected · Migne scan
Diplomatic text · vision-corrected transcription of the Migne scan (complete), over scholarios OCR (cleaned, language-split) — PG column chips mark the printed columns.
col. 755–756page 1 of 2
PG 55:755(α) ὡς ἡμέραν μίαν, τὴν ήδη προλαβούσαν ώρες.
col. 757–758page 2 of 2
PG 55:757ἐπ' αὐτήν. Τὸ πρωί ώσει χλόη παρέλθοι, τὸ πρωτ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκλη ρυνθείη καὶ ξηρανθείη. β'. Πρωΐ τὸν παρόντα βίον καλεῖ, οὐ συγκρίσει τοῦ μέλο λοντος, ἀλλ' ὅτι παυσμένου τοῦ παρόντος βίου, τὸ σκότος τὸ τοῦ θανάτου ἐπέρχεται. Τοιγαροῦν Ἱερεμίας φησίν Οὐαὶ ἡμῖν ὅτι ἔκλινεν ἡ ἡμέρα, καὶ ἐκλείπουσιν αἱ σκιαί· ἡμέραν τὸν παρόντα καὶ αὐτὸς βίον εἰπὼν, σκιὰς δὲ τὴν ἐν αὐτῷ πολιτείαν, ὡς πρὸς ὀλίγον κατέχουσαν. Ἐν τῷ παρόντι τοίνυν βίῳ ἡ τῶν ἀνθρώπων εὐπραγία ἡ μὲν ὡς χλόη, ἡ δὲ ὡς ἄνθος παρέρχεται, τουτέστι, μέσον ἔρχεται· ἀλλ' ἡ μὲν ὡς ἄνθος ἀποπίπτει, διὰ τὸ λίαν αὐτῆς ὀλιγοχρόνιον· ἡ δὲ κἂν πρός τινα καιρὸν ἐπι μείνῃ χλοάζουσα, σκληρύνεται όμως ὕστερον θερμανθεῖσα τῷ τῆς δικαιοσύνης ἡλίῳ καὶ ξηραίνεται, χόρτος τε οὖσα ἐλέγχεται πρὸς κλίβανον καὶ καῦσιν ἐπιτήδειος. Ὥστε καὶ λίαν συμβαίνει ὅπερ Ησαΐας ὁ προφήτης, ἀλλὰ μὴν καὶ Ἰάκωβος εἰς νουθεσίαν ἡμετέραν ἐξέθετο λέγων· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αυτ τοῦ ἀπώλετο. ᾿Αλλὰ ταῦτα οὐκ εὐχόμενος ὁ προφήτης, ἀποφαινόμενος δὲ καὶ ὀργιζόμενος φθέγγεται. Εἰ γὰρ καὶ, Παρέλθοι, οὐκ ἐν εὐχῆς τρόπῳ τὸ ῥῆμα λέγει· δηλοῖ δὲ Θεοδοτίων· ἀντὶ γὰρ τοῦ, Παρέλθοι, Παρέλθῃ, οὗτος ἐκδέδωκε. Πλὴν ὅτι τοῦ Θεοῦ τῶν ἁμαρτωλῶν καὶ τὴν δίκην αὐτοῖς κατὰ καιρὸν ἐπάγοντος ἡ τοῦ παρόντος εὐπρέπεια σαθρωθεῖσα ἐλέγχεται· ὡς δηλοῖ τὸ ἑπόμενον Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Μετριώτερον τῆς ὀργῆς τὸν θυμὸν εἴωθεν αὐτὸς ὁ προφήτης ἐκτίθεσθαι· εἴσῃ δὲ μάλιστα, τοῦτον τὸν στίχον αὐτοῦ ἐπερχόμενος· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξης με, μηδὲ τῇ ὀργῇ σου παιδεύσης με. Τὸν μὲν γὰρ ἔλεγχον τῷ θυμῷ, τὴν δὲ μετὰ τὸν ἔλεγχον παιδείαν, δηλαδὴ τὴν τιμωρίαν, τῇ ὀργῇ προσ εκύρωσεν. Οθεν καὶ νῦν ἀπὸ μὲν τῆς ὀργῆς φησιν ἡμᾶς ἐκλείπειν, τουτέστι, διαφθείρεσθαι· ἀπὸ δὲ τοῦ θυμού ταράττεσθαι· ὁ δὲ ταραχθεὶς οὐ πάντως διαφθείρεται, ἀλλ' ἐὰν σωφρονήσας ἐπιστρέψῃ, κερδαίνει τὴν ὀργὴν καὶ τὴν ἐξ αὐτῆς ἔκλειψιν· ὥσπερ ὁ ἐλεγχθείς, ἐὰν μετ ταβάληται, τὴν παιδείαν διαλαθεῖν δυνήσεται. Εθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου. Πρῶτον μὲν ὅτι ἀπεχθῶς πρὸς τὰς ἁμαρτίας ὡς δίκαιος καὶ ἐναντίως κέκτηται· ἔπειτα ὡς κριτὴς ἐν ὀφθαλμοῖς ἔχει καθάπερ τὰ κατορθώματα, οὕτως καὶ τὰ πλημμελήματα. [] Ο αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου Οὐδὲν γὰρ τῶν ἐν αὐτῷ λανθάνει τὸν Θεὸν, καὶ διὰ τοῦτο εἰς φωτισμὸν αὐτῷ εἶναι, τουτέστι, τοῦ προσώπου πεφανερώσθαι λέγεται. Καὶ εἰς φωτισμόν ἐστι τοῦ προσ ώπου τοῦ Θεοῦ· δηλαδὴ τοῦ Χριστοῦ, παρ' αὐτοῦ φω τισθῆναι δεόμενος. "Οτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον. Πῶς; Τοῖς μετὰ [ταῦτα] μάνθανε. Ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Οργισθέντος γὰρ τοῦ Θεοῦ ἡνίκα ὁ Ἀδὰμ ἐν παραδείσῳ παρήκουσεν, αὐτοί τε ἡμεῖς ἐξελίπομεν, καὶ πᾶσαι ἡμῶν αἱ ἡμέραι, τουτέστιν, ὅλος ἡμῶν ὁ βίος ἐξέλιπε, θάνατον ἐφ' ἡμῖν τοῦ κριτοῦ καταδικάσαντος. Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Επρεπε γὰρ τοι τα τῷ προφήτῃ μελετῶν καὶ φιλοσοφεῖν, καὶ τὸν ἀνθρώπινον βίον ὡς ἀράχνην διανοεῖσθαι, διηνεκώς τοῦτο περὶ ἑαυτοῦ λογιζόμενον· ἐντεῦθεν γὰρ καὶ τὰ λυπηρὰ καρτερεῖν, καὶ τῶν δοκούντων εἶναι χρηστῶν περιφρονεῖν, ὡς σαθρὰν ἐχόντων τὴν ὑπόστασιν, ἔμελ λεν. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομηκονταετῆ. Εν αὐτοῖς, τουτέστιν, ἐνίων· ὀλίγοι γὰρ ἀριθμὸν ἐτῶν τῶν εἰρημένων φθάνουσιν. Ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα έτη. Δυναστείαν καλεῖ τὴν ευρωστίαν τοῦ σώματος. Σύμμαχος δὲ ἀντὶ τοῦ, Ἐν δυναστείαις, Ἐν παραδόξῳ, ἐκδέδωκε δεικνὺς ὡς οὐκ εἶναι εὐχερὲς εἰς τοσοῦτον ἡλικίας προκύψαι καὶ τὸν εύρωστον. Καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Αρα τοίνυν ἀράχνην τὸν βίον ἐκάλεσε τὸν ἀνθρώπινον· τοῦτο μὲν ὡς πρὸς ὀλί γον ἀρκοῦντα καιρόν· τὸ γὰρ ἀσθενές, τῆς ἀράχνης ίδιον τοῦτο δὲ ὡς κόπον καὶ πόνον εἰς ἀνωφελὲς ἔχοντα· πολλῷ γὰρ κόπῳ καὶ μόχθῳ καὶ ἡ ἀράχνη διὰ τὸ λίαν λεπτὸν τῶν ὑφασμάτων συνετίθετο· ἀλλ' ὅμως ἀνωφελής ὁ ἐπ' αὐτοῖς πόνος· εἰς οὐδὲν γὰρ ἀποβαίνει χρήσιμον. Ανθ ὅταν δὲ ἐν ἑβδομήκοντα τῶν ἀνθρωπίνων ἐτῶν τὸν ἀριθμὸν περιέγραψε, καίτοι πολλῶν εἰς ἑκατὸν ἔτη φθανόντων καὶ πλείονα, ἢ πάντως ὅσα τὸν ὀγδοηκοστὸν ἀριθμὸν ὑπερπέσῃ, οὐδαμῶς ἀριθμεῖσθαι ἠξίωσεν, ὡς περιττών τῷ βίῳ τυγχανόντων, εἰς γῆρας ἐλαυνόντων ὑπερήμερον, ὅπερ αὐτοὺς μικροῦ τοῖς νεκροῖς παραπλησίους καθ ίστησιν. Ὅτι ἐπῆλθε πραότης ἐφ' ἡμᾶς, καὶ παιδευ εξελθοῦσαν ἀπόφασιν· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. θησόμεθα. Πραότητα καλεῖ τὴν ἐφ' ἡμῖν παρὰ τοῦ Θεοῦ Πραῦναι γὰρ ὁ Θεὸς τὰς προλαβούσας τιμωρίας βουλόμενος (φημὶ δὲ τὸν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου· καὶ τὸν ᾿Ακάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ ), τέλος ἡμῖν τοῦτον ἐπινοεί τὸν θάνατον, ᾧ σφόδρα παιδευσόμεθα, οὐ τιμωρούμενα. τοσοῦτον, ὅσον ὠφελούμενοι· ἐλπίδι γὰρ τοῦ θανάτου πολλὰ τῶν κακῶν τῶν ἐντεῦθεν ἐκκλίνομεν. Τις για νώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; γ΄. Ἐνταῦθα τὸ, Τίς, οὐκ ἐπὶ ἀδυνάτῳ, ἀλλ᾽ ἐπὶ τῷ σπανίῳ ὁ προφήτης ἐξέλαβεν· ὡς τὸ, Τίς αναβήσεται εἰς τὸ ὄρος τοῦ Θεοῦ; καὶ. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; Σπανίους γὰρ τούτους ὁμοῦ καὶ μακαρίους ἐπαπορήσας δείκνυσιν. Ωσπερ δὴ καὶ ἐνταῦθα· τὸ γὰρ γινώσκειν τὸ δυνατὸν τῆς ὀργῆς τοῦ Θεοῦ, καὶ ἀπὸ του φόβου αὐτοῦ, δηλαδὴ διὰ τὸν φόβον αὐτοῦ, τὸν θυμὸν αὐτοῦ ἐξαριθμεῖσθαι, τουτέστι, πολυπραγμονεῖν καὶ ἀναλογίζεσθαι, ἁμαρτημάτων ἀποχὴν, κατόρθωσιν δὲ τῶν ἀρετῶν ἐργάζεται. Την δεξιάν σου οὕτως γνώ σόν μοι, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφία. Δεξιὰν τοῦ Θεοῦ τὸν Χριστὸν καλεῖ· πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ, τουτέστιν, ἐν τῷ Χριστῷ Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία), τους ἀποστόλους· οὐδὲ γὰρ εἶπε, Γλώττη πεπαιδευμένους, ἀλλὰ, Καρδίᾳ, ὅπερ τῶν ἀποστόλων ὡς θεοφόρων ίδιων, οἵτινες καὶ νοῦν ἔχουσι Χριστοῦ, καθάπερ καὶ Παύλος ἔλεγε. Γνωρισθῆναι τοίνυν, τουτέστιν, ἀποκαλυφθῆναι τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους, ὡς ἐκεῖθεν ἡμῶν ἁμαρτανόντων τὴν σωτηρίαν πρεσβεύεται. ᾿Αλλὰ γὰρ εἰπὼν, Οὕτως γνώρισον, εἶτα τὸ πῶς μὴ ἐπαγαγών, δῆλός ἐστιν εἰπεῖν μὲν θελήσας τὸν τρόπον καθ' δν τὸν Χριστὸν ἀποκαλυφθῆναι προσεύχεται, ἢ ἐν ὕψει τυχόν, ἢ ἐν ταπεινώσει, ἐπαπορήσας δὲ ποῖον ἐκλέξασθαι προς ἧκε. Τὸ μὲν γὰρ ὕψος αὐτὸν ποιεῖ τοῖς ἀνθρώποις ἀπρόσιτον· [] εὐκαταφρόνητον δὲ ἡ ταπείνωσι; διόπερ ὁ Χριστὸς ἑκατέρου τὸ μέσον ἐκλέλεκται, τὸ ταπεινὸν τῶν παθῶν θεραπεύων τοῖς θαύμασιν. Επί στρεψον, Κύριε (έως πότε), καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου. Οὐκ αὐτὸν ἐπιστρέψαι τὸν Θεὸν, ἀλλ᾽ ἡμᾶς ἐπιστρέψαι, τουτέστι διορθώσαι πρεσβεύεται. Η καὶ τὸν Θεὸν ἐπιστρέψαι βούλεται, ἵνα ἐπι στραφεὶς ὡς ποιμὴν τὰ ρεμβόμενα πρόβατα ἐπιβλέψη ται, ἐφ᾽ οἷς καὶ παρακληθῆναι αὐτὸν τοῦτον διὰ τὴν πλάνην βούλεται. "Εως πότε δὲ λέγει οὐκ ἐγκαλῶν, ἀλλ ὡς ὑπεροδυρόμενος τὴν ἀναβολὴν τοῦ Θεοῦ, καὶ δεῖξαι [βουλόμενος] τάχους τὰ ἡμέτερα χρήζοντα. ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε· καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Ούπω τὴν προσευχὴν ὁ προφήτης επλήρωσεν ἔτι γὰρ αὐτῆς ἐν τοῖς στίχοις τοῖς ἑπομένοις ἔχεται καὶ ὡς ἀκουσθεὶς ὅμως τὰ παρόντα ἐφθέγξατο, ἐν οἷς ἐμπλησθῆναι τοῦ ἐλέους τοῦ Θεοῦ, τουτέστι, δαψιλώς ἀπολαῦσαι, σεμνύνεται· ἐμπλησθῆναι δὲ Τὸ πρωΐ, ἦτα τὸν καιρὸν λέγων τῆς τοῦ Σωτῆρος ἀναστάσεως. Λίαν πρωί, καθά φησιν ὁ Μάρκος, γενόμενον· ἢ καὶ τὸν παρ όντα βίον, ἐν ᾧ τὸ ἔλεος τοῦ Θεοῦ τοῖς ἀνθρώποις ὁ Χρι στὸς ἐπεδήμησεν· οὗ καὶ τῶν ἀγαθῶν ὡς πολλῶν ἐν επλήσθημεν ἐφ' οἷς ἀγαλλιασάμεθα καὶ εὐφράνθημεν πάσας τὰς ἡμέρας, ἀστινάς ποτε τῷ λαῷ τῶν Ἰουδαίων συνέβαινε χρόνον τινὰ δυναστεύοντι καὶ πάλιν ὑπὸ τοὺς ἐχθροὺς γινομένῳ καὶ δουλεύοντι· τοῦτο γὰρ συνεχώς ἐν τῇ βίβλῳ τῶν Κριτών εὑρήσεις ἱστορούμενον. Δύ φράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν είδομεν κακά. Ποίας ἡμέρας, ἢ πάντως ταύτας, ἃς ἐτελοῦμεν ὑπὸ τὴν δουλείαν τῶν εἰδώλων αινίττεται, ἐν οἷς ἡμᾶς ἐταπείνωσε συγχωρήσας δουλεύειν τοῖς ἡμετέροις ποιήμασι; Τότε πολλὰ κακά τε καὶ διάφορα είδομεν, οὐ μόνον εἰς τὸν Ποιητὴν βλασφημοῦντες, ἀλλὰ καὶ τῆς φύσεως ἀγνοοῦντες τὰ δίκαια· τοὺς γὰρ υἱούς καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις ἐθύσαμεν. Καὶ τε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, ὁδήγησαν τοὺς υἱοὺς αὐτῶν. Ορᾷς πάλιν πῶς τὴν προσευχὴν ἀνέλαβεν; Τί δὲ ὅλως προσεύχεται; Εφορία
Continue reading PG 55: Psalmus XC →≣ entire volume
Page scan enlarged

Notebook

Full View