PG 59John Chrysostom
Homilies on the Gospel of John
Printed pages · scan text
diplomatic · TLG-E + khazarzar
Diplomatic text · TLG-E clean (diplomatic Greek; primary witness) + khazarzar (second witness) — PG column chips mark the printed columns.
PG 59:181λάκις ἐπεσπῶντο, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων, καὶ οὐκ ἠνείχοντο· αὕτη δὲ, ὅρα πῶς κατέχεται ἀπὸ ψιλῆς ἐρωτήσεως. Αὐτὸς μὲν γὰρ οὐκ ἐνεστήσατο τέως ταύτην τὴν πραγματείαν, οὐδὲ τὴν ὁδόν· εἰ δέ τινες παρεγένοντο, οὐκ ἐκώλυε. Καὶ γὰρ τοῖς μαθηταῖς ἁπλῶς ἔλεγεν, εἰς πόλιν Σαμα-ρειτῶν μὴ εἰσελθεῖν, οὐχὶ καὶ προσιόντας διακρούε-σθαι· σφόδρα γὰρ ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρω-πίας. Διὰ δὴ τοῦτο καὶ ἀποκρίνεται τῇ γυναικὶ, καί φησιν· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν· σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Πρότερον δείκνυσιν ἀξίαν οὖσαν ἀκοῦσαι, καὶ μὴ παροφθῆναι· καὶ τότε ἑαυτὸν ἐκκαλύπτει. Καὶ γὰρ ἔμελλεν εὐ-θέως μαθοῦσα ὅστις ἐστὶν, ὑπακούσεσθαι καὶ προς-έξειν αὐτῷ· ὅπερ περὶ Ἰουδαίων οὐκ ἄν τις εἴποι. Καὶ γὰρ μαθόντες, ᾔτησαν αὐτὸν οὐδὲν, οὐδὲ ἐπεθύ-μησάν τι μαθεῖν τῶν χρησίμων, ἀλλὰ καὶ ὕβριζον καὶ ἀπήλαυνον. Ἡ δὲ γυνὴ ταῦτα ἀκούσασα, ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Τέως αὐτὴν τῆς ὑπονοίας τῆς τα-πεινῆς ἀνέστησε, καὶ τοῦ νομίζειν ἕνα τῶν πολλῶν εἶναι. Οὐ γὰρ ἁπλῶς ἐνταῦθα καλεῖ Κύριον, ἀλλὰ πολλὴν ἀπονέμουσα τὴν τιμήν. Ὅτι γὰρ τιμῶσα ταῦτα ἔλεγεν, ἀπὸ τῶν ἑξῆς εἰρημένων δῆλον. Οὐ γὰρ κατεγέλασεν, οὐδὲ ἐκωμῴδησεν, ἀλλὰ διηπόρει τέως. Εἰ δὲ μὴ εὐθέως τὸ πᾶν ἐνενόησε, μὴ θαυμά-σῃς· οὐδὲ γὰρ ὁ Νικόδημος. Τί γὰρ ἐκεῖνός φησι; Πῶς δύναται ταῦτα γενέσθαι; καὶ πάλιν· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν· καὶ πάλιν· Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Αὕτη δὲ αἰδεσιμώτερον· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ

Homilia LXXXI

τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Ἄλλο πρὸς αὐτὴν ἔλεγεν, ἄλλο δὲ ὑπώπτευεν ἐκείνη, οὐδὲν πλέον ἀκούουσα τῶν ῥημάτων, οὐδὲ ἐννοῆσαι τέως τι ὑψηλὸν δυναμένη, καίτοι γε ἐνῆν εἰπεῖν προπετῶς φθεγγομένην, ὅτι εἰ εἶχες τὸ ὕδωρ τὸ ζῶν, οὐκ ἂν ᾔτησας παρ’ ἐμοῦ, ἀλλὰ σαυτῷ παρ-έσχες ἂν προτέρῳ· νῦν δὲ κομπάζεις. Ἀλλ’ οὐδὲν τούτων εἶπεν, ἀλλὰ μετ’ ἐπιεικείας ἀποκρίνεται πολ-λῆς, καὶ ἐν ἀρχῇ καὶ μετὰ ταῦτα. Καὶ γὰρ ἐν ἀρχῇ φησι· Πῶς σὺ Ἰουδαῖος ὢν αἰτεῖς παρ’ ἐμοῦ πιεῖν; Καὶ οὐκ εἶπεν, ἅτε πρὸς ἀλλόφυλον, καὶ ἐχθρὸν διαλεγομένη· Μή μοι γένοιτό σοι μεταδοῦναι ἀνθρώ-πῳ πολεμίῳ καὶ τοῦ ἔθνους ἡμῶν ἠλλοτριωμένῳ. Καὶ μετὰ ταῦτα πάλιν ἀκούσασα μεγάλα λέγοντος, ἐφ’ ᾧ μάλιστα δάκνονται οἱ ἐχθροὶ, οὐ κατεγέλασεν, οὐδὲ διέσυρεν· ἀλλὰ τί φησι; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἱοὶ αὐ-τοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Ὁρᾷς πῶς εἰσωθεῖ ἑαυτὴν εἰς τὴν εὐγένειαν τὴν Ἰουδαϊκήν; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκεῖνος τούτῳ ἐκέχρητο τῷ ὕδατι, καὶ πλέον ἔσχεν οὐδὲν δοῦναι. Ταῦτα δὲ ἔλεγε, δει-κνῦσα πῶς ἐκ πρώτης ἀποκρίσεως ἐδέξατο νόη-μα μέγα καὶ ὑψηλόν. Τὸ γὰρ, Αὐτὸς ἔπιεν ἀπ’ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐ-τοῦ, οὐδὲν ἄλλο αἰνιττομένης ἐστὶν, ἀλλ’ ἢ ὅτι ἔσχε μὲν ἔννοιαν μείζονος ὕδατος, οὐχ εὕρισκε δὲ αὐτὸ, οὐδὲ ᾔδει σαφῶς. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ὃ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Οὐκ ἔχεις εἰπεῖν, φησὶν, ὅτι Ἰακὼβ μὲν ἡμῖν ταύτην ἔδωκε τὴν πηγὴν, ἑτέ-ρᾳ δὲ αὐτὸς ἐχρήσατο· καὶ γὰρ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἀπ’ αὐτῆς ἔπιον, οὐκ ἂν πιόντες, εἴ γε βελ-τίονα εἶχεν ἑτέραν. Ἀπὸ ταύτης μὲν οὖν οὐδὲ αὐτὸς δυνήσῃ δοῦναι, ἑτέραν δὲ βελτίονα οὐκ ἔστι σε ἔχειν,
PG 59:182εἰ μὴ καὶ τοῦ Ἰακὼβ ὁμολογεῖς μείζονα εἶναι σαυτόν. Πόθεν οὖν ἔχεις τὸ ὕδωρ ὃ ἐπαγγέλλῃ δώσειν ἡμῖν· Ἀλλ’ οὐχὶ Ἰουδαῖοι οὕτω προσηνῶς αὐτῷ διαλέγον-ται, καίτοι καὶ αὐτοῖς περὶ τῆς αὐτῆς ὑποθέσεως δι-ελέχθη, τοῦ τοιούτου μνημονεύσας ὕδατος· ἀλλ’ οὐδὲν ἐκέρδαναν. Ὅτε δὲ τοῦ Ἀβραὰμ ἐμνημόνευσε, καὶ λίθοις βάλλειν αὐτὸν ἐπεχείρουν. Ἀλλ’ οὐχ ἡ γυνὴ τοῦτον αὐτῷ τὸν τρόπον προσφέρεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ἐν μέσῳ καύματι, καὶ ἐν ἡμέ-ρᾳ μέσῃ, καὶ λέγει καὶ ἀκούει πάντα μετὰ μακρο-θυμίας πολλῆς, καὶ οὐδὲν ἐννοεῖ τι τοιοῦτον οἷον εἰ-κὸς Ἰουδαίους εἰπεῖν, ὅτι Μαίνεται καὶ ἐξέστηκεν οὗτος, προσέδησέ με πηγῇ καὶ φρέατι, παρέχων μὲν οὐδὲν, φυσῶν δὲ τοῖς ῥήμασιν· ἀλλὰ καρτερεῖ καὶ προσεδρεύει, ἕως ἂν εὕρῃ τὸ ζητούμενον. ε. Εἰ δὲ γυνὴ Σαμαρεῖτις τοσαύτην ποιεῖται σπου-δὴν ὑπὲρ τοῦ μαθεῖν τι χρήσιμον, καὶ παραμένει τῷ Χριστῷ, καίτοι γε ἀγνοοῦσα αὐτόν· τίνος ἡμεῖς τευ-ξόμεθα συγγνώμης, οἱ καὶ εἰδότες αὐτὸν, καὶ μήτε ὄντες παρὰ φρέαρ, μήτε ἐν ἐρημίᾳ, μήτε ἐν ἡμέρᾳ μέσῃ, μήτε ἀκτῖνος καιούσης· ἀλλ’ ὑπὸ τὴν ἕω καὶ ὑπὸ τοιοῦτον ὄροφον σκιᾶς ἀπολαύοντες καὶ εὐψυχίας, καὶ μὴ καρτεροῦντες ἀκοῦσαί τι τῶν λεγομένων, ἀλλ’ ἀποκναίοντες; Ἀλλ’ οὐκ ἐκείνη τοιαύτη, ἀλλ’ οὕτω κατέχεται τοῖς λεγομένοις, ὡς καὶ ἑτέρους καλέσαι. Ἰουδαῖοι δὲ οὐ μόνον οὐκ ἐκάλουν, ἀλλὰ καὶ τοὺς βουλομένους προσελθεῖν ἐκώλυον καὶ ἐνεπόδιζον· διὸ καὶ ἔλεγον· Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευ-σεν εἰς αὐτόν; Ἀλλ’ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσι. Μιμησώμεθα τοί-νυν τὴν Σαμαρεῖτιν· διαλεχθῶμεν τῷ Χριστῷ. Καὶ γὰρ καὶ νῦν μέσος ἡμῶν ἕστηκε, καὶ διὰ τῶν προ-φητῶν καὶ διὰ τῶν μαθητῶν ἡμῖν φθεγγόμενος. Ἀκούσωμεν οὖν καὶ πεισθῶμεν. Μέχρι τίνος ζῶμεν εἰκῆ καὶ μάτην; Τὸ γὰρ μὴ τὰ δοκοῦντα τῷ Θεῷ ποιεῖν, εἰκῆ ζῇν ἐστι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ ἐπὶ κακῷ. Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν δέον, ἀπελευσόμεθα δίκην δώσοντες τὴν ἐσχάτην τῆς ἀκαίρου δαπάνης. Οὐ γὰρ δήπου ὁ μὲν χρήματα ἐμπορεύσασθαι λαβὼν, εἶτα καταφαγὼν, λόγον ἀπαιτηθήσεται παρὰ τοῦ πιστεύσαντος· ὁ δὲ ζωὴν τοιαύτην δαπανήσας μάτην, οὐ δώσει δίκην. Οὐ διὰ τοῦτο ἡμᾶς ὁ Θεὸς ἤγαγεν εἰς τὸν παρόντα βίον, καὶ ψυχὴν ἐνέπνευσεν, ἵνα τῷ παρόντι χρησώμεθα μόνον, ἀλλ’ ἵνα πάντα πρὸς τὴν μέλλουσαν πραγματευσώμεθα ζωήν. Τὰ γὰρ ἄλογα μόνα τῷ παρόντι χρήσιμα βίῳ· ἡμεῖς δὲ διὰ τοῦτο ψυχὴν ἀθάνατον ἔχομεν, ἵνα πρὸς τὴν ἐκείνης τῆς ζωῆς παρασκευὴν πάντα πράξωμεν. Ἵππων μὲν γὰρ, καὶ ὄνων, καὶ βοῶν, καὶ τῶν ἄλλων τῶν τοιούτων βοσκημάτων ἂν ἐρωτήσῃ τις τὴν χρείαν, οὐδεμίαν ἄλλην ἐροῦμεν, ἀλλὰ τὴν ἐν τῷ παρόντι βίῳ διακονίαν. Περὶ δὲ ἡμῶν οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλ’ ἡ βελτίων κατάστασις, ἡ μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν· καὶ δεῖ πάντα ποιεῖν, ἵνα ἐκεῖ λάμψω-μεν, ἵνα μετὰ ἀγγέλων χορεύσωμεν, ἵνα τῷ βασιλεῖ παραστήκωμεν διαπαντὸς ἐν τοῖς αἰῶσι τοῖς ἀπεράν-τοις. Διὰ τοῦτο γὰρ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τὸ σῶμα δὲ ἔσται ἀθάνατον, ἵνα τῶν ἀτελευτή-των ἀπολαύσωμεν ἀγαθῶν. Ἂν δὲ τῇ γῇ προσηλω-μένος ᾖς τῶν οὐρανίων προκειμένων, ἐννόησον ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον. Ἐκεῖνος μὲν γὰρ τὰ ἄνω σοι προτείνει· σὺ δὲ οὐ πολὺν αὐτῶν ποιού-μενος λόγον, τὴν γῆν ἀνταλλάσσῃ. Διὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος, ἵνα μά-θῃς ἐντεῦθεν, ὅσων σαυτὸν ἀποστερεῖς καλῶν. Ἀλλὰ

Homily XXXIIHomilia XXXII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:183μὴ γένοιτο πεῖραν λαβεῖν τῆς κολάσεως ἐκείνης, ἀλλ’ εὐαρεστήσαντας ἡμᾶς τῷ Χριστῷ, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ-

Homilia LXXXII

PG 59:184ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:183ΟΜΙΛΙΑ ΛΒ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλομένη εἰς ζωὴν αἰώνιον. α. Τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα παραστατικὰ τὰ ὀνόματα, ἀλλ’ ἐνεργείας. Οὐδὲ γὰρ ἐκ διαφόρων συνέστηκεν οὐσιῶν τὸ Πνεῦμα, ἀόρατόν τε καὶ μονοειδὲς ὄν. Τὸ μὲν οὖν ὁ Ἰωάννης δηλοῖ, οὕτω λέγων· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύ-ματι ἁγίῳ καὶ πυρί· τὸ δὲ ὁ Χριστὸς, Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, φησὶν, οὗ ἔμελλον λαμβάνειν. Οὕτω καὶ τῇ γυναικὶ διαλεγό-μενος, ὕδωρ καλεῖ τὸ Πνεῦμα· Ὃς γὰρ ἂν πίῃ ἀπὸ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ δι-ψήσει εἰς τὸν αἰῶνα. Οὕτω δὲ τὸ Πνεῦμα καλεῖ, διὰ μὲν τῆς τοῦ πυρὸς προσηγορίας, τὸ διεγηγερμέ-νον καὶ θερμὸν τῆς χάριτος, καὶ δαπανητικὸν ἁμαρ-τημάτων αἰνιττόμενος· διὰ δὲ τῆς τοῦ ὕδατος, τόν τε καθαρμὸν τὸν ἐξ αὐτοῦ, καὶ τὴν πολλὴν παραψυ-χὴν ταῖς ὑποδεχομέναις αὐτὸ διανοίαις ἐμφῆναι. Εἰκότως. Ὥσπερ γάρ τινα παράδεισον παντοίοις δέν-δροις κομῶντα καρποφόροις τε καὶ ἀειθαλέσιν, οὕτω τὴν πρόθυμον κατασκευάζει ψυχὴν, οὔτε ἀθυμίας, οὔτε σατανικῆς συγχωροῦσα ἐπιβουλῆς αἰσθέσθαι, ἅτε ῥᾳδίως σβεννῦσα τοῦ Πονηροῦ πάντα τὰ πεπυρω-

Homilia LXXXIII

μένα βέλη. Σὺ δέ μοι σκόπει τοῦ Χριστοῦ τὴν σο-φίαν, πῶς ἠρέμα ἀνάγει τὸ γύναιον. Οὐ γὰρ ἐκ πρώτης εἶπεν· Εἰ ᾔδεις τίς ἦν ὁ λέγων σοι, Δός μοι πιεῖν· ἀλλ’ ὅτε αὐτῇ ἀφορμὴν παρέσχεν Ἰουδαῖον αὐ-τὸν καλέσαι, καὶ ὑπὸ ἔγκλημα ἤγαγεν, ἀποκρουό-μενος τὴν κατηγορίαν, τότε τοῦτο λέγει. Εἰπὼν δὲ, Εἰ ᾔδεις τίς ἦν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν· καὶ ἀναγκάσας τῷ μεγάλα ἐπαγ-γείλασθαι μνησθῆναι τοῦ πατριάρχου, οὕτω δίδωσι διαβλέψαι τῇ γυναικί. Εἶτα ἀντεπαγαγούσης ἐκείνης, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; οὐκ εἶπεν, Ναὶ, μείζων εἰμί· ἔδοξε γὰρ ἂν κομπάζειν μόνον, τῆς ἀποδείξεως μηδέπω φαινομένης· δι’ ὧν δὲ λέγει, τοῦτο κατασκευάζει. Καὶ γὰρ οὐχ ἁπλῶς εἶπεν, Δώσω σοι ὕδωρ· ἀλλὰ πρότερον ἀνελὼν τὸ τοῦ Ἰακὼβ, τότε ἐπαίρει τὸ ἑαυτοῦ, ἀπὸ τῆς τῶν διδομένων φύ-σεως, τὸ μέσον τῶν προσώπων, ὅσον καὶ τὸ διάφο-ρον τῶν διδόντων, παραστῆσαι βουλόμενος, καὶ τὴν ὑπεροχὴν τὴν πρὸς τὸν πατριάρχην. Εἰ γὰρ θαυμά-ζεις, φησὶ, τὸν Ἰακὼβ, ὅτι τοῦτο ἔδωκε τὸ ὕδωρ, ἂν πολὺ τούτου βέλτιον δῶ σοι, τί ἐρεῖς; Προλαβοῦσα μείζονα ὡμολόγησας εἶναί με τοῦ Ἰακὼβ, τῷ ἀνθ-υπενεγκεῖν καὶ εἰπεῖν, Μὴ μείζων εἶ σὺ τοῦ Ἰακὼβ, ὅτι ἐπαγγέλλῃ βέλτιον ὕδωρ διδόναι; ἂν λάβῃς ἐκεῖνο τὸ ὕδωρ, πάντως ὁμολογήσεις μείζονα εἶναί με. Ὁρᾷς κρίσιν ἀδέκαστον τῆς γυναικὸς, ἀπὸ τῶν πρα-γμάτων ψηφιζομένης καὶ τῷ πατριάρχῃ καὶ τῷ
PG 59:184Χριστῷ; Ἀλλ’ οὐκ Ἰουδαῖοι οὕτως· ἀλλὰ καὶ δαίμο-νας ὁρῶντες ἐκβάλλοντα αὐτὸν, οὐ μόνον τοῦ πατρι-άρχου οὐκ ἔλεγον μείζονα, ἀλλὰ καὶ δαιμονῶντα ἐκά-λουν. Ἡ δὲ γυνὴ οὐχ οὕτως, ἀλλ’ ἐντεῦθεν φέρει τὴν ψῆφον, ὅθεν ὁ Χριστὸς βούλεται, ἀπὸ τῆς τῶν ἔργων ἀποδείξεως. Καὶ γὰρ καὶ αὐτὸς ἐντεῦθεν δικάζεται, οὕτω λέγων· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύσατέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πι-στεύητε, τοῖς ἔργοις πιστεύσατε. Οὕτω καὶ ἡ γυνὴ τῇ πίστει προσάγεται. Διὰ τοῦτο καὶ αὐτὸς ἀκούσας, Μὴ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; τὸν Ἰακὼβ ἀφεὶς, περὶ τοῦ ὕδατος διαλέγεται λέγων· Πᾶς ὁ πί-νων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· καὶ τὴν σύγκρισιν οὐκ ἀπὸ κατηγορίας, ἀλλ’ ἐξ ὑπεροχῆς ποιεῖται. Οὐ γὰρ λέγει, ὅτι τὸ ὕδωρ τοῦτο οὐδέν ἐστιν, οὐδ’ ὅτι εὐτελὲς καὶ εὐκαταφρόνητον· ἀλλ’ ὅπερ καὶ ἡ φύσις μαρτυρεῖ, τοῦτο τίθησι· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ἤκουσεν ὕδωρ ζῶν ἡ γυνὴ πρὸ τούτου, ἀλλ’ οὐκ ἐνόησεν. Ἐπειδὴ γὰρ καὶ ὕδωρ ζῶν τὸ ἀένναον καὶ διαπαντὸς ἀναβλύζον λέγεται, τῶν κρουνῶν οὐ διακοπτομένων, τοῦτο ἐνόμισεν ἡ γυνὴ λέγεσθαι. Διὰ δὴ τοῦτο σαφέστερον αὐτῇ λοιπὸν ὃ ἔλεγε καθιστὰς, καὶ ἀπὸ συγκρίσεως τὴν ὑπεροχὴν ποιούμενος, ἐπήγαγε λέγων· Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· διὰ τούτου, ὥσπερ ἔφην, δεικνὺς τὴν ὑπεροχὴν, καὶ διὰ τῶν ἑξῆς εἰρημένων· τούτων γὰρ οὐδὲν ἔχει τὸ αἰσθητὸν ὕδωρ. Τίνα δέ ἐστι τὰ ἑξῆς; Γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώ-νιον. Ὥσπερ γὰρ ὁ πηγὴν ἔνδον ἔχων ἀποκειμένην, οὐκ ἂν ἁλοίη δίψῃ ποτέ· οὕτως οὐδὲ ὁ τὸ ὕδωρ τοῦτο ἔχων. Καὶ ἐπίστευσεν εὐθέως ἡ γυνὴ, πολὺ τοῦ Νικο-δήμου συνετωτέρα φανεῖσα· οὐ συνετωτέρα δὲ μόνον, ἀλλὰ καὶ ἀνδρειοτέρα. Ἐκεῖνος μὲν γὰρ μυρίων τοιού-των ἀκούων, οὔτε ἄλλον τινὰ ἐπὶ τοῦτο ἐκάλεσεν, οὔτε αὐτὸς ἐπαῤῥησιάσατο· αὕτη δὲ ἀποστολικὰ ἐπιδεί-κνυται πράγματα, πάντας εὐαγγελιζομένη καὶ κα-λοῦσα πρὸς τὸν Ἰησοῦν, καὶ πόλιν ὁλόκληρον ἕλκουσα ἔξω πρὸς αὐτόν. Κἀκεῖνος μὲν ἀκούσας, ἔλεγε· Πῶς δύναται ταῦτα γενέσθαι; καὶ τοῦ Χριστοῦ θέντος παράδειγμα σαφὲς τὸ τοῦ ἀνέμου, οὐδὲ οὕτω τὸν λό-γον κατεδέξατο· ἡ γυνὴ δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν πρῶτον ἠπόρει, ὕστερον δὲ οὐ μετὰ κατασκευῆς δε-ξαμένη τὸν λόγον, ἀλλ’ ἐν ἀποφάσεως τάξει, ἐπὶ τὴν λῆψιν εὐθέως ἐπείγεται. Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστός· Γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· εὐθέως φησὶν ἡ γυνή· Δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. β. Ὁρᾷς πῶς κατὰ μικρὸν πρὸς τὸ τῶν δογμάτων ὕψος ἀνάγεται; Πρῶτον ἐνόμισεν αὐτὸν παράνομον εἶναί τινα Ἰουδαῖον· εἶτα ἐπειδὴ ταύτην ἀπεκρούσατο τὴν κατηγορίαν (ἔδει γὰρ μὴ εἶναι τὸ πρόσωπον ὕποπτον τὸ μέλλον τοιαῦτα αὐτὴν κατηχεῖν), ἀκού-σασα ὕδωρ ζῶν, ἐνόμισε περὶ αἰσθητοῦ τοῦτο λέγε-σθαι. Ὕστερον δὲ μαθοῦσα ὅτι πνευματικὰ ἦν τὰ λεγόμενα, ἐπίστευσεν μὲν ὅτι δύναται τὸ ὕδωρ ἀναι-ρεῖν τοῦ δίψους τὴν χρείαν, οὔπω δὲ τί ποτε τοῦτό
PG 59:185ἐστιν ᾔδει, ἀλλ’ ἔτι διηπόρει, ἀνωτέρω μὲν τῶν αἰ-σθητῶν εἶναι νομίζουσα, τὸ δὲ σαφὲς οὐκ ἐπισταμένη. Ἐνταῦθα δὲ ἀκριβέστερον μὲν διαβλέψασα, οὐ μὴν τὸ πᾶν κατιδοῦσα ( Δὸς γάρ μοι, φησὶ, τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν ), τέως προετίμησεν αὐτὸν τοῦ Ἰακώβ. Οὐ δέομαι γὰρ ταύ-της τῆς πηγῆς, ἐὰν λάβω παρὰ σοῦ τὸ ὕδωρ ἐκεῖνο. Ὁρᾷς πῶς αὐτὸν προτίθησι τοῦ πατριάρχου; Τοῦτο ψυχῆς εὐγνώμονος. Ἔδειξεν ἡλίκην εἶχε περὶ τοῦ Ἰακὼβ δόξαν· εἶδε τὸν βελτίονα, καὶ οὐ κατεσχέθη τῇ προλήψει. Οὔτε οὖν εὔκολος ἡ γυνὴ (οὐ γὰρ ἁπλῶς κατεδέξατο τὰ λεγόμενα· πῶς γὰρ ἡ μετὰ τοσαύ-της ἀκριβείας ἐκζητήσασα;), οὔτε ἀπειθὴς καὶ φι-λόνεικος. Καὶ τοῦτο ἔδειξεν ἀπὸ τῆς αἰτήσεως. Καίτοι καὶ Ἰουδαίοις εἶπέ ποτε· Ὃς ἂν φάγῃ ἐκ τῆς σαρ-κός μου, οὐ μὴ πεινάσει· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε. Ἀλλ’ οὐ μόνον οὐκ ἐπίστευ-σαν, ἀλλὰ καὶ ἐσκανδαλίσθησαν. Ἡ γυνὴ δὲ οὐδὲν τοιοῦτον ἔπαθεν, ἀλλὰ καὶ παραμένει καὶ αἰτεῖ. Ἰου-δαίοις μὲν οὖν ἔλεγεν, Ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει· τῇ δὲ γυναικὶ οὐχ οὕτως, ἀλλὰ παχύτε-ρον, Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, οὐ μὴ δι-ψήσει. Ἐπαγγελία γὰρ ἦν πνευματικῶν, καὶ οὐχ ὁρωμένων πραγμάτων. Διὰ τοῦτο ἐπάρας αὐτῆς τὸν νοῦν ταῖς ὑποσχέσεσιν, ἔτι τοῖς αἰσθητοῖς ἐνδιατρίβει ῥήμασι, διὰ τὸ μηδέπω δύνασθαι χωρῆσαι τῶν πνευ-ματικῶν τὴν ἀκρίβειαν. Εἰ γὰρ εἶπεν, ὅτι Ἐὰν πι-στεύσῃς εἰς ἐμὲ, οὐ μὴ διψήσεις, οὐκ ἂν ἐνόησε τὸ εἰρημένον, οὐκ εἰδυῖα τίς ποτέ ἐστιν ὁ διαλεγόμενος, οὐδὲ περὶ ποίου δίψους ἔλεγεν. Τίνος οὖν ἕνεκεν οὐχὶ καὶ ἐπὶ Ἰουδαίων τοῦτο ἐποίησεν; Ὅτι ἐκεῖνοι μὲν πολλὰ σημεῖα ἑωρακότες ἦσαν· αὕτη δὲ σημεῖον μὲν εἶδεν οὐδὲν, τῶν δὲ ῥημάτων ἤκουσε πρῶτον. Διὰ τοῦτο λοιπὸν διὰ προφητείας ἀποκαλύπτει τὴν δύνα-μιν τὴν ἑαυτοῦ, καὶ οὐκ εὐθέως ἐπάγει τὸν ἔλεγχον· ἀλλὰ τί φησιν; Ὕπαγε, φώνησόν σου τὸν ἄνδρα, καὶ ἐλθὲ ὧδε. Ἡ δέ φησιν· Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπες, ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνὴ, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Βαβαὶ, πόση τῆς γυναικὸς ἡ φιλοσοφία πῶς πράως τὸν ἔλεγχον δέχεται Πῶς γὰρ οὐκ ἔμελλε, φησί; Διατί, εἰπέ μοι· οὐχὶ καὶ Ἰουδαίους ἤλεγξε πολλάκις, καὶ τούτου μείζονα; Οὐ γάρ ἐστιν ἴσον τὰ ἐν διανοίᾳ
ἀπόῤῥητα εἰς μέσον ἀγαγεῖν, καὶ πρᾶγμα γινόμενον λάθρᾳ κατάδηλον ποιεῖν. Τὸ μὲν γὰρ Θεοῦ μόνον ἐστὶ, καὶ οὐδεὶς ἕτερος οἶδεν, εἰ μὴ ὁ ἐν διανοίᾳ ἔχων· τὰ δὲ, οἱ κοινωνοῦντες ἐπίστανται ἅπαντες. Ἀλλ’ ὅμως ἐλεγχθέντες οὐ φέρουσι πράως· ἀλλ’ εἰπόντος, Τί με ζητεῖτε ἀποκτεῖναι; οὐ μόνον οὐ θαυμάζουσιν ὡς ἡ γυνὴ, ἀλλὰ καὶ λοιδοροῦσι καὶ ὑβρίζουσι. Καίτοι γε ἐκεῖνοι μὲν καὶ ἀπὸ ἄλλων σημείων εἶχον τὴν ἀπόδει-ξιν, αὕτη δὲ τοῦτο μόνον ἦν ἀκηκουῖα· ἀλλ’ ὅμως οὐ μόνον οὐκ ἐθαύμασαν, ἀλλὰ καὶ ὕβρισαν λέγοντες, Δαι-μόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι; Αὕτη δὲ οὐ μόνον οὐχ ὑβρίζει, ἀλλὰ καὶ θαυμάζει καὶ ἐκπλήττε-ται, καὶ προφήτην εἶναι ὑπονοεῖ· καίτοι μειζόνως ἂν ὁ ἔλεγχος οὗτος τῆς γυναικὸς ἥψατο, ἢ ἐκείνων ἐκεῖ-νος. Τοῦτο μὲν γὰρ ταύτης μόνης ἁμάρτημα ἦν, ἐκεῖνο δὲ κοινόν. Οὐχ οὕτω δὲ ἐπὶ τοῖς κοινοῖς, ὡς ἐπὶ τοῖς ἰδίοις δακνόμεθα. Κἀκεῖνοι μὲν μέγα ᾤοντό τι κατορθοῦν, ἂν τὸν Χριστὸν ἀνέλωσι· τὸ δὲ τῆς γυναι-κὸς ὡμολόγητο παρὰ πᾶσι πονηρὸν εἶναι· ἀλλ’ ὅμως οὐκ ἐδυσχέρανεν ἡ γυνὴ, ἀλλ’ ἐξεπλάγη καὶ ἐθαύμα-

Homilia LXXXIV

PG 59:186ζεν. Καὶ ἐπὶ τοῦ Ναθαναὴλ δὲ τὸ αὐτὸ τοῦτο ἐποίησεν ὁ Χριστός. Οὐ γὰρ προηγουμένως τὴν προφητείαν εἰσήγαγεν, οὐδὲ εἶπεν, Εἶδόν σε ὑπὸ τὴν συκῆν· ἀλλ’ ὅτε ἐκεῖνος εἶπε, Πόθεν με γινώσκεις, τότε τοῦτο ἐπήγαγεν. Ἐβούλετο γὰρ καὶ τῶν προῤ-ῥήσεων καὶ τῶν θαυμάτων τὰς ἀρχὰς παρ’ αὐτῶν λαμβάνειν τῶν προσιόντων αὐτῷ, ὥστε καὶ οἰκειοῦ-σθαι τοῖς γινομένοις μᾶλλον αὐτοὺς, καὶ τὴν τοῦ κε-νοδοξεῖν διαφυγεῖν ὑπόνοιαν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Τὸ μὲν γὰρ προηγουμένως ἐλέγξαι, ὅτι Ἄνδρα οὐκ ἔχεις, ἐδόκει φορτικὸν εἶναι καὶ περιττόν· τὸ δὲ παρ’ αὐτῆς λαβόντα τὴν αἰτίαν, πάντα ταῦτα διορ-θοῦν, καὶ σφόδρα ἀκόλουθον ἦν, καὶ τὴν ἀκούουσαν πραοτέραν εἰργάζετο. Καὶ ποία ἀκολουθία, φησὶ, τὸ εἰπεῖν, Ὕπαγε, φώνησον τὸν ἄνδρα σου; Περὶ δωρεᾶς ἦν ὁ λόγος καὶ χάριτος ὑπερβαινούσης τὴν ἀνθρωπίνην φύσιν. Ἐπέκειτο ἡ γυνὴ ζητοῦσα λαβεῖν, καὶ λέγει· Φώνησόν σου τὸν ἄνδρα· ὡσανεὶ ἐν-δεικνύμενος ὅτι κἀκεῖνον δεῖ κοινωνῆσαι τούτων. Ἡ δὲ σπεύδουσα λαβεῖν, καὶ κρύπτουσα τὸ αἰσχρὸν τοῦ πράγματος, καὶ οἰομένη πρὸς ἄνθρωπον διαλέγεσθαι, φησὶν, Οὐκ ἔχω ἄνδρα. Ταῦτα ἀκούσας ὁ Χριστὸς, εὐκαίρως λοιπὸν ἐπάγει τὸν ἔλεγχον, ἀμφότερα μετὰ ἀκριβείας λέγων. Τούς τε γὰρ προτέρους ἠρίθμησεν ἅπαντας, καὶ τὸν νῦν κρυπτόμενον ἤλεγξε. Τί οὖν ἡ γυνή; Οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀφεῖσα ἔφυγεν, οὐδὲ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν εἶναι· ἀλλὰ θαυμάζει μᾶλλον αὐτὸν καὶ προσκαρτερεῖ πλέον· Θεωρῶ γὰρ, φησὶν, ὅτι προφήτης εἶ σύ. Καὶ σκόπει αὐτῆς τὴν σύνεσιν· Οὐδὲ ἐνταῦθα εὐθέως ἐπέδραμεν, ἀλλ’ ἔτι περισκοπεῖται καὶ θαυμάζει. Τὸ γὰρ, Θεωρῶ, τοῦτό ἐστι, Φαίνῃ μοι προφήτης εἶναι. Εἶτα ἐπειδὴ τοῦτο ὑπώπτευσεν, οὐδὲν βιωτικὸν αὐτὸν ἐρωτᾷ, οὐ περὶ σώματος ὑγιείας, οὐ περὶ χρημάτων, οὐ περὶ πλού-του, ἀλλὰ περὶ δογμάτων εὐθέως. Τί γάρ φησιν; Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· τοὺς περὶ τὸν Ἀβραὰμ λέγουσα· καὶ γὰρ ἐκεῖ φασι τὸν υἱὸν ἀνηνέχθαι· Καὶ πῶς ὑμεῖς λέγετε, ὅτι ἐν Ἱερο-σολύμοις ἐστὶν ὁ τόπος, ὅπου χρὴ προσκυνεῖν; γ. Εἶδες πῶς ὑψηλοτέρα τῇ διανοίᾳ γέγονεν; Ἡ γὰρ ὑπὲρ τοῦ μὴ σκύλλεσθαι διὰ τὸ διψῇν μεριμνῶσα, καὶ ὑπὲρ δογμάτων ἐρωτᾷ λοιπόν. Τί οὖν ὁ Χριστός; Οὐκ ἔλυσε τὸ ζήτημα (οὐ γὰρ τοῦτο ἦν αὐτῷ περι-σπούδαστον, πρὸς τὰ λεγόμενα ἁπλῶς ἀποκρίνεσθαι· παρέλκον γὰρ ἦν), ἀλλὰ ἄγει τὴν γυναῖκα πάλιν ἐπὶ τὸ μεῖζον ὕψος· καὶ οὐ πρότερον αὐτῇ περὶ τούτων διαλέγεται, ἕως ὡμολόγησεν ὅτι προφήτης ἐστὶν, ὥστε καὶ μετὰ πολλῆς τῆς πληροφορίας ἀκοῦσαι λοιπὸν τῶν λεγομένων. Ἡ γὰρ τοῦτο πεισθεῖσα, οὐκ ἔτι λοιπὸν περὶ τῶν ῥηθησομένων ἀμφιβάλλειν εἶχεν. Αἰσχυν-θῶμεν τοίνυν καὶ ἐρυθριάσωμεν λοιπόν. Γυνὴ πέντε ἄνδρας ἐσχηκυῖα, καὶ Σαμαρεῖτις οὖσα, τοσαύτην περὶ δογμάτων ποιεῖται σπουδὴν, καὶ οὐχ ὁ καιρὸς τῆς ἡμέρας, οὐ τὸ ἐφ’ ἕτερόν τι παραγενέσθαι, οὐκ ἄλλο οὐδὲν αὐτὴν ἀπήγαγε τῆς περὶ τὰ τοιαῦτα ζητή-σεως· ἡμεῖς δὲ οὐ μόνον περὶ δογμάτων οὐ ζητοῦμεν, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς, καὶ ὡς ἔτυχε διακεί-μεθα. Διὰ τοῦτο τὰ πάντα ἠμέληται. Τίς γὰρ ὑμῶν, εἰπέ μοι, ἐν οἰκίᾳ γενόμενος, πυκτίον ἔλαβε χριστιανικὸν μετὰ χεῖρας, καὶ τὰ ἐγκείμενα ἐπῆλθε, καὶ ἠρεύνησε τὴν Γραφήν; Οὐδεὶς ἂν ἔχοι ταῦτα εἰ-πεῖν· ἀλλὰ πεττοὺς μὲν καὶ κύβους παρὰ τοῖς πλείο-

Homily XXXIIIHomilia XXXIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:187σιν εὑρήσομεν ὄντας, βιβλία δὲ οὐδαμοῦ, ἀλλὰ καὶ παρ’ ὀλίγοις. Καὶ οὗτοι δὲ τοῖς οὐκ ἔχουσιν ὁμοίως διάκεινται, δήσαντες αὐτὰ καὶ ἀποθέμενοι διαπαντὸς ἐν κιβωτίοις· καὶ ἡ πᾶσα αὐτοῖς σπουδὴ περὶ τὴν τῶν ὑμένων λεπτότητα, καὶ τὸ τῶν γραμμάτων κάλλος, οὐ περὶ τὴν ἀνάγνωσιν. Οὐδὲ γὰρ ὑπὲρ ὠφελείας καὶ κέρδους τὴν κτῆσιν αὐτῶν πεποίηνται, ἀλλὰ πλούτου καὶ φιλοτιμίας ἐπίδειξιν ποιούμενοι, περὶ ταῦτα ἐσπουδάκασιν· τοσαύτη τῆς κενοδοξίας ἡ ὑπερβολή. Οὐδενὸς γὰρ ἀκούω φιλοτιμουμένου, ὅτι οἶδε τὰ ἐγκεί-μενα, ἀλλ’ ὅτι χρυσοῖς ἔχει γράμμασιν ἐγγεγραμμέ-νον. Καὶ τί τὸ κέρδος; εἰπέ μοι. Οὐ γὰρ διὰ ταῦτα ἐδόθησαν αἱ Γραφαὶ, ἵνα ἐν βιβλίοις αὐτὰς ἔχωμεν μόνον, ἀλλ’ ἵνα καὶ ἐν καρδίαις αὐτὰς ἐγκολάψωμεν. Ὡς αὕτη γε ἡ κτῆσις Ἰουδαϊκῆς ἐστι φιλοτιμίας, τὸ ἐν τοῖς γράμμασι κατατίθεσθαι μόνον τὰς ἐντολάς· ἡμῖν δὲ οὐδὲ τὴν ἀρχὴν οὕτως ὁ νόμος ἐδόθη, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Καὶ ταῦτα λέγω, οὐ κω-λύων βιβλία κεκτῆσθαι, ἀλλὰ καὶ παραινῶ τοῦτο καὶ σφόδρα εὔχομαι· βούλομαι δὲ ἐξ ἐκείνων καὶ τὰ γράμ-ματα καὶ τὰ νοήματα εἰς τὴν διάνοιαν περιφέρεσθαι τὴν ἡμετέραν, ἵνα οὕτω καθαίρηται δεχομένη τὴν τῶν γραμμάτων νόησιν. Εἰ γὰρ ἐν οἰκίᾳ, ἔνθα ἂν Εὐαγγέλιον ᾖ κείμενον, οὐ τολμήσει προσελθεῖν ὁ διά-βολος, πολλῷ μᾶλλον ψυχῆς νοήματα τοιαῦτα περι-φερούσης οὐχ ἅψεταί ποτε, οὐδὲ ἐπιβήσεται δαίμων, ἢ ἁμαρτίας φύσις. Ἁγίασον τοίνυν τὴν ψυχήν σου, ἁγίασόν σου τὸ σῶμα, ἀεὶ ταῦτα ἐπὶ τῆς καρδίας καὶ ἐπὶ τῆς γλώσσης ἔχων. Εἰ γὰρ ἡ αἰσχρολογία καταῤ-ῥυποῖ, καὶ δαίμονας καλεῖ, εὔδηλον ὅτι ἡ πνευματικὴ ἀνάγνωσις ἁγιάζει, καὶ τὴν τοῦ Πνεύματος ἐπισπᾶται χάριν. Θεῖαί εἰσιν ἐπῳδαὶ τὰ γράμματα. Ἐπᾴδωμεν τοίνυν ἑαυτοῖς, καὶ τοῖς ἐν τῇ ψυχῇ πάθεσιν τὰ ἀπ’ ἐκείνων φάρμακα κατασκευάζωμεν. Ἂν γὰρ εἰδῶμεν τίνα ἐστὶ τὰ ἀναγινωσκόμενα, μετὰ πολλῆς ταῦτα ἀκουσόμεθα τῆς προθυμίας. Ταῦτα ἀεὶ λέγω, καὶ λέ-γων οὐ παύσομαι. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς καθημένους, καὶ ἡνιόχων καὶ ὀρχηστῶν καὶ ὀνόματα, καὶ γένη, καὶ πόλεις, καὶ ἐνεργείας λέγειν τρόπους, καὶ αὐτῶν δὲ τῶν ἵππων καὶ ἀρετὴν καὶ κακίαν μετὰ ἀκριβείας ἀπαγγέλλειν· τοὺς δὲ ἐν-ταῦθα ἀπαντῶντας μηδὲν τῶν ὧδε γινομένων εἰδέναι,
PG 59:188ἀλλὰ καὶ αὐτῶν τῶν βίβλων τὸν ἀριθμὸν ἀγνοεῖν; Εἰ γὰρ ἡδονῆς ἕνεκεν ἐκεῖνα διώκεις, πλείονα ταύτην ἐνταῦθα οὖσαν ἐπιδείξω. Τί γὰρ ἥδιον, εἰπέ μοι, τί δὲ θαυμαστότερον, ἄνθρωπον ἀνθρώπῳ παλαίοντα ἰδεῖν, ἢ ἄνθρωπον διαβόλῳ πυκτεύοντα, καὶ σῶμα ἀσωμάτῳ δυνάμει συμπλεκόμενον, καὶ νικῶντα; Ταύτας θεωρῶμεν τὰς πάλας· ταύτας γὰρ καὶ μιμή-σασθαι εὐπρεπὲς καὶ λυσιτελὲς, καὶ μιμουμέ-
νους στεφανωθῆναι ἔνι· ἀλλὰ μὴ ἐκείνας, ὧν ὁ ζῆλος αἰσχύνην φέρει τῷ μιμουμένῳ. Ἐκείνην μὲν γὰρ μετὰ δαιμόνων θεωρεῖς τὴν πάλην, ἂν ἄρα θεωρῇς· ταύτην δὲ μετὰ ἀγγέλων καὶ τοῦ τῶν ἀγγέλων Δεσπότου. Εἰπὲ γάρ μοι· εἴ γέ σοι ἐξῆν μετὰ ἀρχόντων ἢ βασιλέων καθήμενον θεωρεῖν καὶ ἀπολαύειν τῆς θεωρίας, οὐ μεγίστην ἡγοῦ τιμὴν εἶναι τοῦτο; Ἐνταῦθα δὲ μετὰ τοῦ βασιλέως τῶν ἀγγέλων θεωρῶν, καὶ ὁρῶν ἐκ μέ-σων κατεχόμενον τῶν νώτων τὸν διάβολον, καὶ πολλὰ μὲν φιλονεικοῦντα περιγενέσθαι, ἰσχύοντα δὲ οὐδὲν, οὐ τρέχεις εἰς τοιαύτην θεωρίαν; Καὶ πῶς ἔνι τοῦτο γενέσθαι; φησίν. Ἂν τὸ βιβλίον μετὰ χεῖρας ἔχεις. Ὄψει γὰρ ἐν αὐτῷ καὶ τὰ σκάμματα, καὶ τοὺς μα-κροὺς διαύλους, καὶ τὰς λαβὰς τὰς ἐκείνου, καὶ τοῦ δικαίου τὴν τέχνην. Ταῦτα δὲ θεωρῶν, εἴσῃ καὶ αὐ-τὸς οὕτω παλαίειν, καὶ ἀπαλλαγήσῃ δαιμόνων. Δαι-μόνων γὰρ πανηγύρεις, οὐκ ἀνθρώπων θέατρα, τὰ ἔξω τελούμενα. Εἰ γὰρ ἐν εἰδωλείῳ οὐ θέμις εἰσιέναι, πολλῷ μᾶλλον εἰς ἑορτὴν σατανικήν. Ταῦτα λέγων καὶ διενοχλῶν οὐ παύσομαι, ἕως ἂν τὴν ἐπιστροφὴν ἴδω. Ταῦτα γὰρ λέγειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, φη-σὶν, ὑμῖν δὲ ἀσφαλές. Μὴ δὴ βαρύνεσθε τὴν παραίνε-σιν. Εἰ γὰρ βαρύνεσθαι ἔδει, ἐμὲ ἔδει τὸν πολλάκις λέγοντα καὶ οὐκ ἀκουόμενον, οὐχ ἡμᾶς τοὺς ἀεὶ μὲν ἀκούοντας, ἀεὶ δὲ παρακούοντας. Ἀλλὰ μὴ γέ-νοιτο διαπαντὸς ταῦτα ὑμᾶς ἐγκαλεῖσθαι, ἀλλὰ ἀπαλ-λαγέντας ταύτης τῆς αἰσχύνης, καταξιωθῆναι τῆς πνευματικῆς θεωρίας, καὶ τῆς μελλούσης δόξης ἀπο-λαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:187ΟΜΙΛΙΑ ΛΓ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. α. Πανταχοῦ πίστεως ἡμῖν δεῖ, ἀγαπητοὶ, πίστεως, τῆς μητρὸς τῶν ἀγαθῶν, τοῦ τῆς σωτηρίας φαρμά-κου· καὶ ταύτης ἄνευ οὐδὲν ἔστι κατασχεῖν τῶν μεγάλων δογμάτων. Ἀλλ’ ἐοίκασι τοῖς πέλαγος νηὸς χωρὶς ἐπιχειροῦσι διαπερᾷν, οἳ μέχρι μὲν ὀλίγου νηχόμενοι διαρκοῦσι χερσὶν ὁμοῦ καὶ ποσὶ χρώ-μενοι, περαιτέρω δὲ προελθόντες, ταχέως ὑπὸ τῶν κυμάτων βαπτίζονται· οὕτω καὶ οἱ τοῖς οἰ-κείοις χρώμενοι λογισμοῖς, πρὶν ἤ τι μαθεῖν, ναυ-άγιον ὑπομένουσιν· καθὼς καὶ ὁ Παῦλός φησιν, Οἵτινες περὶ τὴν πίστιν ἐναυάγησαν. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, τὴν ἱερὰν κατέχωμεν ἄγκυ-
PG 59:188ραν, δι’ ἧς καὶ τὴν Σαμαρεῖτιν ὁ Χριστὸς ἐπάγε-ται νῦν. Εἰπούσης γὰρ ἐκείνης, Πῶς ὑμεῖς λέγετε ὅτι ἐν τοῖς Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ἐν ᾧ δεῖ προσκυνεῖν; ὁ Χριστὸς ἔλεγεν· Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν Ἱεροσολύ-μοις, οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσετε τῷ Πατρί. Πολὺ μέγα αὐτῇ δόγμα ἀπεκάλυψε, καὶ ὅπερ οὐδὲ Νικοδήμῳ, οὐδὲ τῷ Ναθαναὴλ εἶπεν. Αὕτη μὲν οὖν ἐσπούδαζε σεμνότερα δεῖξαι τὰ αὐτῆς τῶν Ἰου-δαϊκῶν, καὶ τοῦτο ἀπὸ τῶν πατέρων ἐσοφίζετο· ὁ δὲ Χριστὸς οὐ πρὸς ταύτην ἀπήντησε τὴν ἐρώτησιν. Παρ-έλκον γὰρ τέως ἦν τοῦτο εἰπεῖν καὶ δεῖξαι, διατί μὲν οἱ πατέρες ἐν τῷ ὄρει, διατί δὲ οἱ Ἰουδαῖοι ἐν Ἱερο-σολύμοις προσεκύνουν. Διὸ τοῦτο μὲν ἀπεσιώπησεν· ἀμφοτέρων δὲ τῶν τύπων τὰ πρεσβεῖα ἀνελὼν, διαν-ίστησιν αὐτῆς τὴν ψυχὴν, δεικνὺς ὅτι οὐδὲ Ἰουδαῖοι οὐδὲ αὐτοὶ ἔχουσί τι μέγα πρὸς τὸ μέλλον δωρεῖσθαι· καὶ τότε τὴν διαφορὰν εἰσάγει. Πλὴν καὶ οὕτω σεμνο-
PG 59:189τέρους τοὺς Ἰουδαίους ἀπέφηνεν, οὐ τόπον τόπου προ-τιμῶν, ἀλλὰ ἀπὸ τῆς διανοίας ἐκείνης τὴν προεδρείαν διδοὺς, ὡσανεὶ ἔλεγεν· Τόπου μὲν ἕνεκεν, οὐδὲν δεῖ λοιπὸν φιλονεικεῖν. Ἰουδαῖοι μέντοι τῷ τρόπῳ τὸ πλέον τῶν Σαμαρειτῶν ἔσχον· Ὑμεῖς μὲν γὰρ, φησὶ, προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς δὲ προσκυνοῦ-μεν ὃ οἴδαμεν. Πῶς οὖν οὐκ ᾔδεσαν οἱ Σαμαρεῖται ὃ προσεκύνουν; Ὅτι τοπικὸν καὶ μερικὸν Θεὸν ἐνόμι-ζον εἶναι· οὕτω γοῦν αὐτὸν καὶ ἐθεράπευον· οὕτω καὶ Πέρσαις πέμψαντες ἀπήγγειλαν, ὅτι Ὁ τοῦ τόπου τούτου Θεὸς ἡμῖν ἀγανακτεῖ, οὐδὲν πλέον περὶ αὐτοῦ κατὰ τοῦτο τῶν εἰδώλων φανταζόμενοι. Διόπερ ἔμενον καὶ δαίμονας καὶ αὐτὸν θεραπεύοντες, καὶ τὰ ἄμικτα μιγνύντες. Ἰουδαῖοι δὲ ταύτης ἦσαν ἀπηλλαγμένοι τῆς ὑπονοίας, καὶ τῆς οἰκουμένης αὐτὸν ᾔδεσαν εἶ-ναι Θεὸν, εἰ καὶ μὴ πάντες. Διὰ τοῦτό φησιν, Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς δὲ προς-κυνοῦμεν ὃ οἴδαμεν. Μὴ θαυμάσῃς δὲ ὅτι μετὰ Ἰου-δαίων ἑαυτὸν ἀριθμεῖ· πρὸς γὰρ τὴν ὑπόνοιαν τῆς γυναικὸς διαλέγεται, ὡς προφήτης ὢν Ἰουδαίων. Διὸ καὶ τὸ, Προσκυνοῦμεν, τέθεικεν. Ὅτι γὰρ τῶν προσκυνουμένων ἐστὶ, παντί που δῆλον. Τὸ μὲν γὰρ προσκυνεῖν, τῆς κτίσεως, τὸ δὲ προσκυνεῖσθαι, τοῦ τῆς κτίσεως Δεσπότου. Ἀλλὰ τέως ὡς Ἰουδαῖος δια-λέγεται. Τὸ οὖν, Ἡμεῖς, ἐνταῦθα, Ἡμεῖς οἱ Ἰουδαῖοι, φησίν. Ἐπάρας τοίνυν τὰ Ἰουδαϊκὰ, πάλιν ἀξιόπι-στον ἑαυτὸν ποιεῖ, καὶ πείθει μᾶλλον τοῖς ὑπ’ αὐτοῦ λεγομένοις προσέχειν, ἀνύποπτον ποιῶν τὸν λόγον, καὶ δεικνὺς ὅτι οὐ τῇ πρὸς τὸ ὁμόφυλον συγγενείᾳ τὰ ἐκείνων ἐπαίρει. Ὁ γὰρ περὶ τοῦ τόπου ταῦτα ἀπο-φηνάμενος, ἐφ’ ᾧ μάλιστα ηὔχουν Ἰουδαῖοι καὶ πλεονεκτεῖν πάντων ἐνόμιζον, καὶ τὰ σεμνὰ τούτων καθελὼν, εὔδηλον ὅτι οὐδὲ κατὰ ταῦτα πρὸς χάριν τι-νὸς ἔλεγεν, ἀλλὰ μετὰ ἀληθείας καὶ προῤῥητικῇ δυ-νάμει. Ἐπεὶ οὖν τῶν τοιούτων λογισμῶν τέως ἀπ-έστησεν εἰπὼν, Πίστευσόν μοι, γύναι, καὶ τὰ ἑξῆς, ἐπάγει, Ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἢ ὅτι τὰ ἀγαθὰ τῇ οἰκουμένῃ ἐκεῖθεν γέγονε (τὸ γὰρ εἰδέναι Θεὸν καὶ τὸ καταγινώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔσχεν· καὶ τὰ ἄλλα πάντα δόγματα, καὶ παρ’ ὑμῖν δὲ αὐτὸ τὸ τῆς προσκυνήσεως, εἰ καὶ μὴ ὀρθῶς, ἀπὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔλαβε)· σωτηρίαν οὖν ἢ ταῦτα ἢ τὴν ἑαυτοῦ παρουσίαν καλεῖ· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι ἀμφότερα ταῦτα σωτηρίαν καλῶν, ἣν εἶπεν ἐκ τῶν Ἰουδαίων εἶναι. Ὅπερ καὶ ὁ Παῦλος αἰνιττό-μενος ἔλεγεν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Ὁρᾷς πῶς συγκροτεῖ τὴν Πα-λαιὰν, καὶ ῥίζαν δείκνυσι τῶν ἀγαθῶν, καὶ διὰ πάν-των οὐκ ἐναντίον ὄντα τῷ νόμῳ, εἴγε ἐκ τῶν Ἰου-δαίων τὴν ὑπόθεσιν εἶναι πάντων τῶν ἀγαθῶν φησιν; Ἀλλ’ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρί. Πλεον-εκτοῦμεν μὲν ὑμῶν, ὦ γύναι, φησὶ, τῷ τρόπῳ τῆς προσκυνήσεως· πλὴν ἀλλὰ καὶ οὗτος τέλος ἕξει λοι-πόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας, καὶ ταῦτα ἐπὶ θύ-ραις ἕστηκεν· Ἔρχεται γὰρ ὥρα, καὶ νῦν ἐστιν. β. Ἐπειδὴ γὰρ οἱ προφῆται πρὸ μακρῶν ἔλεγον χρόνων ἅπερ ἔλεγον, τοῦτο ἀναιρῶν ἐνταῦθα εἶπε, Καὶ νῦν ἐστι. Μὴ νομίσῃς, φησὶ, ταύτην τοιαύτην εἶναι τὴν προφητείαν, ὡς μετὰ πολὺν γενήσεσθαι χρόνον. Τὰ γὰρ πράγματα ἐφέστηκεν ἤδη, καὶ ἐπὶ θύραις ἐστὶν, Ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνή-σουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Εἰπὼν

Homilia LXXXV

PG 59:190ἀληθινοὺς, συνεξέβαλε Σαμαρείταις Ἰουδαίους. Εἰ
γὰρ καὶ ἐκείνων ἀμείνους οὗτοι, ἀλλὰ τῶν μελλόντων ἐλάττους πολλῷ, καὶ τοσοῦτον, ὅσον ἀληθείας τύπος. Λέγει δὲ περὶ τῆς Ἐκκλησίας, ὅτι ἡ ἀληθὴς προσκύ-νησις καὶ Θεῷ πρέπουσα αὕτη ἐστίν. Καὶ γὰρ ὁ Πα-τὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Οὐκοῦν εἰ τοιούτους πάλαι ἐζήτει, οὐ βουλόμενος ἐκείνοις συνεχώρησε τὸν τρόπον, ἀλλὰ συγκαταβαί-νων, καὶ διὰ τοῦτο, ἵνα καὶ τούτους εἰσαγάγῃ. Τίνες οὖν εἰσιν οἱ ἀληθινοὶ προσκυνηταί; Οἱ μήτε τόπῳ περικλείοντες τὴν λατρείαν, καὶ Θεὸν ἐν πνεύματι θεραπεύοντες· καθὼς καὶ ὁ Παῦλός φησιν· Ὧ λα-τρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ· καὶ πάλιν, Παρακαλῶ ὑμᾶς παραστῆ-σαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὅταν δὲ εἴ-πῃ, Πνεῦμα ὁ Θεὸς, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ ἀσώμα-τον. Δεῖ τοίνυν τοῦ ἀσωμάτου καὶ τὴν λατρείαν τοιαύ-την εἶναι, καὶ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέ-ρεσθαι· τουτέστιν, διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθαρότητος. Διό φησι· Καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐπειδὴ γὰρ καὶ ἐκεῖνοι καὶ οἱ Ἰουδαῖοι τῆς μὲν ψυχῆς ἠμέλουν, πολλὴν δὲ περὶ τὸ σῶμα σπουδὴν ἐποιοῦν-το, καθαίροντες αὐτὸ παντοδαπῶς· φησὶν ὅτι οὐ τῇ τοῦ σώματος καθαρότητι, ἀλλὰ τῷ ἐν ἡμῖν ἀσωμάτῳ, τουτέστι τῷ νῷ, ὁ ἀσώματος θεραπεύεται. Μὴ τοίνυν πρόβατα θύετε καὶ μόσχους, ἀλλ’ ὅλον σαυτὸν ἀνάθες τῷ Θεῷ καὶ ὁλοκαύτωσον· τοῦτο γάρ ἐστι θυ-σίαν ζῶσαν παραστῆσαι. Ἐν γὰρ ἀληθείᾳ δεῖ προς-κυνεῖν· ὡς τά γε πρότερα τύπος ἦν, ἡ περιτομὴ, τὰ ὁλοκαυτώματα, τὰ θύματα, τὰ θυμιάματα· νυνὶ δὲ οὐκέτι, ἀλλ’ ἀλήθεια τὸ πᾶν. Οὐ γὰρ σάρκα, ἀλλὰ πονηροὺς δεῖ περικόπτειν λογισμοὺς, καὶ σταυροῦν ἑαυτὸν, καὶ τὰς ἀλόγους ἀναιρεῖν ἐπιθυμίας καὶ κατα-σφάττειν. Ἰλιγγίασεν ἡ γυνὴ πρὸς τὰ λεχθέντα, καὶ ἀπηγόρευσε πρὸς τὸ ὕψος τῶν εἰρημένων, καὶ κα-μοῦσα ἄκουσον τί φησιν· Οἶδα ὅτι ἔρχεται Μεσσίας ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγε-λεῖ ἡμῖν πάντα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ λαλῶν σοι. Καὶ πόθεν Σαμαρείταις τὸ προσδοκᾷν τὴν τοῦ Χριστοῦ παρουσίαν, τὸν Μωϋσέα δεξάμενοι μόνον; Ἀπ’ αὐτῶν τῶν Μωϋσέως γραμμάτων. Καὶ γὰρ ἐν ἀρχῇ τὸν Υἱὸν ἀπεκάλυψε. Τὸ γὰρ, Ποιήσω-μεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμε-τέραν, πρὸς τὸν Υἱὸν εἴρητο· καὶ τῷ Ἀβραὰμ ἐν τῇ σκηνῇ οὗτός ἐστιν ὁ διαλεγόμενος· καὶ ὁ Ἰακὼβ περὶ αὐτοῦ προφητεύων ἔλεγεν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Καὶ αὐτὸς δὲ ὁ Μωϋσῆς φησι· Προφήτην ὑμῖν ἀνα-στήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· Καὶ τὰ κατὰ τὸν ὄφιν, καὶ τὰ κατὰ τὴν ῥάβδον τὴν Μωϋσέως, καὶ τὰ κατὰ τὸν Ἰσαὰκ καὶ τὸ πρόβατον, καὶ πολλὰ ἕτερα ἐνῆν βου-λομένοις ἐκλέγειν τὴν παρουσίαν αὐτοῦ ἀνακηρύτ-τοντα. Καὶ τί δήποτε, φησὶν, οὐκ ἀπὸ τούτων ἐνῆγε τὴν γυναῖκα ὁ Χριστὸς, ἀλλὰ τῷ μὲν Νικοδήμῳ τὸν ὄφιν εἰς μέσον ἤγαγε, καὶ τῷ Ναθαναὴλ προφητείας ἀνέμνησε, ταύτῃ δὲ οὐδὲν τοιοῦτον εἶπεν; Τίνος οὖν ἕνεκεν καὶ διατί; Ὅτι ἐκεῖνοι μὲν ἄνδρες ἦσαν, καὶ ἐν τούτοις ἐστρέφοντο· αὕτη δὲ γυνὴ πενιχρὰ, καὶ ἀμαθὴς, καὶ Γραφῶν ἄπειρος. Διὰ τοῦτο αὐτῇ οὐκ ἀπὸ τούτων διαλέγεται, ἀλλ’ ἀπὸ τοῦ ὕδατος καὶ τῆς προῤῥήσεως αὐτὴν ἐπισπᾶται, καὶ διὰ τούτων εἰσ
PG 59:191μνήμην ἄγει τοῦ Χριστοῦ, καὶ ἐκκαλύπτει λοιπὸν ἑαυτόν· ὅπερ ἂν εἰ παρὰ τὴν ἀρχὴν μὴ ζητησάσῃ τῇ γυναικὶ εἶπεν, ἔδοξεν ἂν αὐτῇ ληρεῖν, καὶ εἰκῆ φθέγ-γεσθαι. Νῦν δὲ κατὰ μικρὸν αὐτὴν ἐπὶ τὴν μνήμην ἄγων, εὐκαίρως ἑαυτὸν ἀπεκάλυψε. Καὶ τοῖς μὲν Ἰουδαίοις συνεχῶς λέγουσιν, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰπὲ ἡμῖν, εἰ σὺ εἶ ὁ Χριστός· τού-τοις μὲν οὐκ ἀπεκρίνατο σαφῶς, ταύτῃ δὲ εἶπε φα-νερῶς αὐτὸς εἶναι. Εὐγνωμονεστέρα γὰρ ἦν ἡ γυνὴ τῶν Ἰουδαίων. Ἐκεῖνοι μὲν γὰρ οὐχ ὑπὲρ τοῦ μαθεῖν ἐζήτουν, ἀλλ’ ὑπὲρ τοῦ κωμῳδεῖν αὐτὸν ἀεί. Εἰ γὰρ ἐβούλοντο μαθεῖν, ἱκανὴ καὶ ἡ διὰ τῶν ῥημάτων, καὶ ἡ διὰ τῶν Γραφῶν, καὶ ἡ διὰ τῶν σημείων διδασκα-λία ἦν. Αὕτη δὲ ἐξ ἀδεκάστου γνώμης καὶ ἁπλῆς δια-νοίας ἐφθέγγετο ἅπερ ἐφθέγγετο· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα ὑπ’ αὐτῆς γενομένων. Καὶ γὰρ ἤκουσε καὶ ἐπίστευσε, καὶ ἄλλους ἐπὶ τοῦτο ἐσαγήνευσεν· καὶ πανταχοῦ τῆς γυναικὸς ἔστιν ἰδεῖν τὸ ἠκριβωμέ-νον καὶ τὸ πιστόν. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ. Σφόδρα εἰς καιρὸν ἀπήντησαν, τῆς διδασκαλίας ἀπαρτισθείσης. Καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει. Οὐδεὶς μέντοι εἶπε, Τί ζητεῖς; ἢ, Τί λαλεῖς μετ’ αὐτῆς; γ. Τί δὲ ἐθαύμαζον; Τὸ ἄτυφον, τὸ ταπεινὸν μεθ’ ὑπερβολῆς, ὅτι οὕτω περίβλεπτος ὢν, ἠνείχετο μετὰ τοσαύτης ταπεινοφροσύνης γυναικὶ διαλέγεσθαι πενι-χρᾷ καὶ Σαμαρείτιδι. Ἀλλ’ ὅμως καὶ ἐκπλαγέντες οὐκ ἠρώτησαν τὴν αἰτίαν· οὕτως ἦσαν πεπαιδευμένοι τὴν τῶν μαθητῶν τάξιν διατηρεῖν, οὕτως αὐτὸν ἐδε-δοίκεισαν καὶ ᾐδοῦντο. Εἰ γὰρ καὶ μηδέπω τὴν ἀξίαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλ’ ὅμως ὡς θαυμαστῷ τινι προσεῖχον, καὶ πολλὴν αὐτῷ ἀπένεμον τὴν αἰδώ. Καί-τοι γε πολλαχοῦ φαίνονται πολλὰ παῤῥησιαζόμενοι· οἷον, ὅταν ὁ Ἰωάννης ἐπιπίπτῃ αὐτοῦ τῷ στήθει· ὅταν αὐτῷ προσιόντες λέγωσι, Τίς μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; ὅταν οἱ υἱοὶ Ζεβεδαίου παρακαλῶσιν, ἵνα εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων καθίσῃ. Τίνος οὖν ἕνεκεν ἐνταῦθα οὐκ ἠρώτησαν; Ὅτι ἐκεῖνα μὲν πάντα ὡς εἰς αὐτοὺς ἀνήκοντα ἀνάγκην εἶχον ἐξετάζειν· ἐνταῦθα δὲ οὐδὲν αὐτοῖς τοσοῦτον δι-έφερε τὸ γιγνόμενον. Καὶ Ἰωάννης δὲ μετὰ πολὺν χρόνον τοῦτο ἐποίησε πρὸς αὐτῷ τῷ τέλει, ὅτε πλείο-νος ἀπήλαυσε παῤῥησίας, καὶ ἐθάῤῥει τῇ ἀγάπῃ τοῦ Χριστοῦ· Οὗτος γὰρ ἦν, φησὶν, ὃν ἠγάπα ὁ Ἰη-σοῦς. Τί τούτου τοῦ μακαρισμοῦ γένοιτ’ ἂν ἴσον; Ἀλλὰ μὴ μέχρι τούτου στῶμεν, ἀγαπητοὶ, τοῦ μα-καρίζειν τὸν Ἀπόστολον, ἀλλ’ ὥστε καὶ τῶν μακα-ριζομένων γενέσθαι, πάντα πράττωμεν, καὶ μιμησώ-μεθα τὸν εὐαγγελιστὴν, καὶ ἴδωμεν τίνα ἦν ἃ τὴν ἀγάπην ἐποίησε τὴν τοσαύτην. Τίνα οὖν ἦν ταῦτα; Ἀφῆκε πατέρα, καὶ πλοῖον, καὶ δίκτυον, καὶ ἠκολού-θησε τῷ Ἰησοῦ. Ἀλλὰ τοῦτο κοινὸν αὐτῷ καὶ πρὸς τὸν ἀδελφὸν ἦν, καὶ πρὸς Πέτρον καὶ Ἀνδρέαν, καὶ πρὸς τοὺς ἄλλους τῶν ἀποστόλων. Τί δὴ οὖν τὸ ἐξαί-ρετον ἦν, ὃ πολλὴν τὴν ἀγάπην ἐποίησεν; Αὐτὸς μὲν γὰρ περὶ ἑαυτοῦ οὐδὲν τοιοῦτόν φησιν, ἀλλ’ ἢ ὅτι ἠγαπᾶτο μόνον· τὰ δὲ κατορθώματα αὐτοῦ, δι’ ἃ ἠγα-πᾶτο, ἀπεσιώπησε μετριάζων. Ὅτι γὰρ αὐτὸν ἐξ-αίρετόν τινα ἀγάπην ἠγάπησε, παντί που δῆλον ἦν· ἀλλ’ ὅμως οὐδὲ διαλεγόμενος, οὐδὲ ἐρωτῶν φαίνεται κατ’ ἰδίαν αὐτὸν, καθὼς Πέτρος πολλάκις, καθὼς Φίλιππος, καθὼς Ἰούδας καὶ Θωμᾶς ἀλλ’ ὅτε τῷ συναποστόλῳ χαρίσασθαι καὶ ὑπακοῦσαι ἠθέλησε, τότε μόνον. Ὅτε γὰρ ὁ κορυφαῖος αὐτὸν ἠνάγκασε τῶν ἀποστόλων νεύσας, τότε ἠρώτησεν· πολλὴν γὰρ
PG 59:192οὗτοι πρὸς ἀλλήλους εἶχον ἀγάπην. Οὕτω γοῦν καὶ ἐπὶ τὸ ἱερὸν ὁμοῦ φαίνονται ἀναβαίνοντες καὶ κοινῇ δημηγοροῦντες. Καίτοι γε ὁ Πέτρος θερμότερον πολ-λαχοῦ καὶ κινεῖται καὶ φθέγγεται· καὶ πρὸς τῷ τέ-

Homilia LXXXVI

λει δὲ ἀκούει τοῦ Χριστοῦ λέγοντος· Πέτρε, φιλεῖς με πλέον τούτων; Ὁ δὲ πλέον τούτων ἀγαπῶν, εὔ-δηλον ὅτι καὶ ἠγαπᾶτο. Ἀλλὰ τοῦτο μὲν ἐκ τοῦ ἀγα-πᾷν τὸν Ἰησοῦν, ἐκεῖνο δὲ ἐκ τοῦ ἀγαπᾶσθαι παρὰ τοῦ Ἰησοῦ δῆλον ἐγένετο. Τί οὖν ἐστιν, ὃ τὴν ἐξαίρετον ἀγάπην ἐποίησεν; Ἐμοὶ δοκεῖ πολλὴν τὸν ἄνδρα ἐπιείκειαν ἐπιδείκνυσθαι καὶ πραότητα· διό-περ οὐδὲ παῤῥησιαζόμενος πολλαχοῦ φαίνεται. Τοῦτο δὲ ἡλίκον ἐστὶν, καὶ ἀπὸ τοῦ Μωϋσέως δῆλον. Καὶ γὰρ ἐκεῖνον τοσοῦτον καὶ τηλικοῦτον τοῦτο εἰργάσατο. Οὐδὲν γὰρ ταπεινοφροσύνης ἴσον. Διὰ τοῦτο τῶν μακαρισμῶν ἐντεῦθεν ἤρξατο ὁ Χριστός. Ὥσπερ γάρ τινα θεμέλιον καὶ κρηπῖδα μεγίστης οἰκοδομῆς κατα-βάλλεσθαι μέλλων, οὕτω τὴν ταπεινοφροσύνην πρώ-την ἔθηκεν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ταύτης σωθῆναι χωρίς· ἀλλὰ κἂν νηστεύῃ τις, κἂν εὔχηται, κἂν ἐλεη-μοσύνην ποιῇ μετὰ ἀπονοίας, βδελυκτὰ πάντα, ταύ-της μὴ παρούσης· ὥσπερ οὖν ποθεινὰ καὶ ἐπέραστα, παρούσης, καὶ μετὰ ἀσφαλείας πάντα γίνεται. Με-τριάζωμεν τοίνυν, ἀγαπητοὶ, μετριάζωμεν. Καὶ γὰρ σφόδρα ῥᾴδιον τὸ κατόρθωμα, ἐὰν νήφωμεν. Τί γὰρ ὅλως ἐστὶ τὸ πρὸς ἀπόνοιάν σε ἐπαῖρον, ἄνθρωπε; Οὐχ ὁρᾷς τὸ τῆς φύσεως εὐτελές; τῆς προαιρέσεως τὸ εὐόλισθον; Ἐννόησον σαυτοῦ τὴν τελευτήν· ἐννόη-σον τῶν ἁμαρτημάτων τὸ πλῆθος. Ἀλλ’ ἴσως πολλὰ κατορθῶν μέγα φρονεῖς; Αὐτῷ μὲν οὖν τούτῳ πάν-τα ἀπολεῖς. Διόπερ οὐχ οὕτω τὸν ἁμαρτάνοντα, ὡς τὸν κατορθοῦντα σπουδάζειν χρὴ μετριάζειν. Τί δή-ποτε; Ὅτι ὁ μὲν ἔχει τὴν ἀνάγκην τοῦ συνειδότος· ὁ δὲ ἂν μὴ σφόδρα νήφῃ, ταχέως, ὥσπερ ὑπό τινος πνεύματος ἀναῤῥιπισθεὶς, αἴρεταί τε καὶ ἀφανίζεται καθάπερ ὁ Φαρισαῖος. Ἀλλὰ πένησι παρέχεις; Ἀλλ’ οὐ τὰ σὰ, ἀλλὰ τὰ τοῦ Δεσπότου, τὰ κοινὰ τῶν ὁμο-δούλων. Καὶ διὰ τοῦτο μάλιστα ταπεινοῦσθαι χρὴ, ἐν ταῖς τῶν ὁμογενῶν συμφοραῖς τὰ ἑαυτοῦ προορῶντα, καὶ τὴν οἰκείαν φύσιν ἐν ἐκείνοις μανθάνοντα. Ἴσως καὶ ἡμεῖς τοιούτων ἦμεν προγόνων. Εἰ δὲ μετέστη πρὸς ἡμᾶς ὁ πλοῦτος, ἀλλ’ εἰκὸς αὐτὸν καὶ καταλι-πεῖν πάλιν ἡμᾶς. Τί δὲ ὅλως καὶ ὁ πλοῦτός ἐστιν; Σκιὰ ἀδρανὴς, καπνὸς διαλυόμενος, ἄνθος χόρτου, μᾶλλον δὲ καὶ ἄνθους εὐτελέστερος. Τί οὖν ἐπὶ χόρτῳ μέγα φρονεῖς; Οὐχὶ καὶ λῃσταῖς παραγίνεται πλοῦ-τος, καὶ μαλακοῖς, καὶ πόρναις, καὶ τυμβωρύχοις; Τοῦτο οὖν σε ἐπαίρει, ὅτι τοιούτους ἔχεις κοινωνοὺς τοῦ κτήματος; Ἀλλὰ τιμῆς ἐρᾷς; Ἀλλ’ οὐδὲν εἰς τι-μῆς λόγον ἐλεημοσύνης ἐπιτηδειότερον. Ἐκεῖναι μὲν γὰρ κατηναγκασμέναι εἰσὶν καὶ μετὰ μίσους, αἱ τι-μαὶ αἱ τοῦ πλούτου καὶ τῆς δυναστείας, αὗται δὲ ἐκ προαιρέσεως καὶ ἀπὸ συνειδότος τῶν τιμώντων. Διό-περ οὐδὲ ἐκβάλλειν αὐτὰς δύνανταί ποτε οἱ τιμῶντες. Εἰ δὲ ἄνθρωποι τοσαύτην τῆς ἐλεημοσύνης ἀπονέμουσι τὴν αἰδὼ, καὶ πάντα αὐτοῖς συνεύχονται τὰ ἀγαθὰ, ἐννόησον πηλίκην παρὰ τοῦ φιλανθρώπου Θεοῦ λήψον-ται τὴν ἀντίδοσιν, οἵαν τὴν ἀμοιβήν. Τοῦτον τοίνυν ζητῶμεν τὸν πλοῦτον, τὸν ἀεὶ μένοντα, καὶ μηδέποτε δραπετεύοντα· ἵνα καὶ ἐνταῦθα μεγάλοι καὶ ἐκεῖ γε-νόμενοι λαμπροὶ, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ-νων. Ἀμήν.

Homily XXXIVHomilia XXXIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:193ΟΜΙΛΙΑ ΛΔ. Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ, καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· «Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;» α. Πολλῆς ἡμῖν θερμότητος δεῖ καὶ σπουδῆς διεγη-γερμένης· ταύτης γὰρ ἄνευ οὐκ ἔνεστι τυχεῖν τῶν ἐπ-ηγγελμένων ἡμῖν ἀγαθῶν. Καὶ τοῦτο δεικνὺς ὁ Χριστός φησι, νῦν μέν· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑ-τοῦ καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· νῦν δὲ, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; δι’ ἀμφοτέρων τούτων τὸν διακαῆ καὶ πεπυρωμένον μαθητὴν καὶ πρὸς πάντα κίνδυνον παρεσκευασμένον ἡμῖν παραστῆσαι βουλόμενος. Τοι-αύτη τις ἦν καὶ αὕτη ἡ γυνή. Οὕτω γὰρ ὑπὸ τῶν εἰρημένων ἀνήφθη, ὡς καὶ τὴν ὑδρίαν ἀφεῖναι, καὶ τὴν χρείαν δι’ ἣν παρεγένετο, καὶ δραμοῦσαν εἰς τὴν πόλιν, πάντα τὸν δῆμον ἑλκύσαι πρὸς τὸν Ἰησοῦν. Δεῦτε γὰρ, φησὶ, καὶ ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Σκόπει σπουδὴν καὶ σύνεσιν· Ἦλθεν ὑδρεύσασθαι· καὶ ἐπειδὴ τῆς ἀληθινῆς πηγῆς ἐπέτυχε, κατεφρόνησε λοιπὸν τῆς αἰσθητῆς, διδάσκουσα ἡμᾶς, εἰ καὶ διὰ μικροῦ παραδείγματος, ἀλλ’ ὅμως ἐν τῇ τῶν πνευματικῶν ἀκροάσει πάντων ὑπερορᾷν τῶν βιωτικῶν, καὶ μηδένα λόγον αὐτῶν ποιεῖσθαι. Κατὰ γὰρ τὴν ἰδίαν δύναμιν, ὅπερ οἱ ἀπόστολοι ἐποίη-σαν, καὶ αὕτη πεποίηκε μειζόνως. Ἐκεῖνοι μὲν γὰρ οἱ κληθέντες ἀφῆκαν τὰ δίκτυα· αὕτη δὲ αὐτομάτως, οὐδενὸς παραγγείλαντος, ἀφίησι τὴν ὑδρίαν καὶ εὐαγ-γελιστῶν ἔργον ποιεῖ ὑπὸ τῆς χαρᾶς ἀναπτερωθεῖσα. Καὶ οὐχ ἕνα καλεῖ καὶ δεύτερον, καθάπερ Ἀνδρέας καὶ Φίλιππος, ἀλλὰ πόλιν ὁλόκληρον ἀναστήσασα καὶ δῆμον τοσοῦτον, οὕτω πρὸς αὐτὸν ἤγαγε. Καὶ σκόπει πῶς συνετῶς λέγει. Οὐ γὰρ εἶπε, Δεῦτε, ἴδετε τὸν Χριστὸν, ἀλλὰ καὶ αὐτὴ μετὰ συγκαταβάσεως, μεθ’ ἧς καὶ ὁ Χριστὸς αὐτὴν ἐσαγήνευσεν, ἐπισπᾶται τοὺς ἄνδρας. Δεῦτε γὰρ, ἴδετε ἄνθρωπον, φησὶν, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καὶ οὐκ ᾐσχύνθη εἰπεῖν, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καίτοι γε ἐνῆν εἰπεῖν ἑτέρως· Δεῦτε, ἴδετε προφητεύοντα· ἀλλ’ ὅταν πυρωθῇ ψυχὴ τῷ πυρὶ τῷ θείῳ, πρὸς οὐδὲν τῶν ἐν τῇ γῇ λοιπὸν ὁρᾷ, οὐ πρὸς δόξαν, οὐ πρὸς αἰσχύνην, ἀλλ’ ἑνός ἐστι μόνου, τῆς κατεχούσης αὐτὴν φλογός. Μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὅρα πάλιν σοφίαν πολλὴν γυναικός. Οὔτε ἀπεφήνατο σαφῶς, οὔτε ἐσίγησεν. Ἐβούλετο γὰρ οὐκ ἐκ τῆς οἰκείας ἀπο-φάσεως εἰσάγειν αὐτοὺς, ἀλλ’ ἐκ τῆς ἀκροάσεως τῆς ἐκείνου τῆς ψήφου ταύτης ποιῆσαι κοινωνούς· ὃ μᾶλ-λον εὐπαράδεκτον ἐποίει τὸν λόγον. Καίτοι οὐ πάντα αὐτῆς τὸν βίον ἐξήγγειλεν, ἀλλὰ ἀπὸ τῶν εἰρη-μένων καὶ περὶ τῶν ἄλλων ἐπέπειστο. Καὶ οὐκ εἶπε, Δεῦτε, πιστεύσατε, ἀλλὰ, Δεῦτε, ἴδετε, ὃ τούτου κου-φότερον ἦν, καὶ μᾶλλον αὐτοὺς ἐφείλκετο. Εἶδες τῆς γυναικὸς τὴν σοφίαν; Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι γευσάμενοι μόνον τῆς πηγῆς ἐκείνης, τὰ αὐτὰ πείσονται ἅπερ καὶ αὐτή. Καίτοι γε εἴ τις τῶν ἄλλων ἦν τῶν παχυτέρων, καὶ συνεσκίασεν ἂν τὸν ἔλεγχον· αὕτη δὲ ἐκπομπεύει τὸν ἑαυτῆς βίον καὶ εἰς μέσον προτίθησιν, ὥστε πάντας ἐπισπάσασθαι καὶ ἑλεῖν. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐ-τοῦ, λέγοντες· Ῥαββὶ, φάγε. Τὸ, Ἠρώτων, ἐν-ταῦθα Παρεκάλουν ἐστὶ, τῇ ἐγχωρίῳ αὐτῶν φωνῇ.

Homilia LXXXVIII

PG 59:194Ὁρῶντες γὰρ αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς ἐπικειμένης φλογὸς, παρεκάλουν αὐτόν. Οὐ γὰρ ἦν προπετείας τὸ δεῖσθαι ὑπὲρ σιτίων, ἀλλὰ φι-λοστοργίας τῆς περὶ τὸν διδάσκαλον. Τί οὖν ὁ Χριστός; Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Τί τοίνυν θαυμάζεις εἰ ἡ γυνὴ, ὕδωρ ἀκούσασα, ἔτι ὕδωρ ἐφαντάζετο, ὅπου γε καὶ οἱ μα-θηταὶ ἔτι ταῦτα πάσχουσι, καὶ οὐδὲν οὔπω πνευματι-κὸν νοοῦσιν, ἀλλὰ ἀποροῦσι μὲν, πάλιν δὲ τὴν αἰδὼ τὴν συνήθη καὶ τὴν τιμὴν τῷ διδασκάλῳ νέμουσι,
πρὸς ἀλλήλους μὲν διαλεγόμενοι, αὐτῷ δὲ πεῦσιν οὐ τολμῶντες προσαγαγεῖν; Τοῦτο καὶ ἀλλαχοῦ ποιοῦσιν, ἐπιθυμοῦντες μὲν ἐρωτῆσαι, οὐκ ἐρωτῶντες δέ. Τί οὖν ὁ Χριστός; Ἐμὸν βρῶμά ἐστι, φησὶν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐνταῦθα βρῶσιν ἐκάλεσε, δεικνὺς ὅσην ἐπιθυμίαν ἔχει τῆς ἡμετέρας προνοίας. Ὥσπερ γὰρ ἡμῖν ποθεινὸν τὸ ἐσθίειν, οὕτως αὐτῷ τὸ σωθῆναι ἡμᾶς. Ἄκουε δὲ πῶς πανταχοῦ οὐκ ἐκ τοῦ προχείρου πάντα ἀποκαλύπτει, ἀλλὰ πρῶτον εἰς ἀπορίαν ἐμβάλλει τὸν ἀκροατὴν, ἵνα ἀρξάμενος ζητεῖν τί τὸ λεγόμενον, εἶτα ἀπορῶν καὶ κάμνων, μετὰ πλείονος ὑποδέξηται προθυμίας φανὲν τὸ ζητούμενον, καὶ μᾶλλον διαναστῇ πρὸς τὴν ἀκρόα-σιν. Διατί γὰρ μὴ εὐθέως εἶπε, Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου; καίτοι οὐδὲ τοῦτο σαφὲς ἦν, ἀλλὰ τοῦ προτέρου σαφέστερον· ἀλλὰ τί; Ἐγὼ, φησὶ, βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Πρότερον γὰρ αὐτοὺς, ὅπερ ἔφην, τῇ διαπορήσει προσεκτικωτέρους ἐργάσασθαι βούλεται, καὶ ἐθίσαι καὶ διὰ τοιούτων αἰνιγμάτων ἀκούειν τὰ λεγόμενα. Τί δέ ἐστι τὸ θέλημα τοῦ Πατρός; Λέγει λοιπὸν αὐτὸ καὶ ἑρμηνεύει· Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. β. Ἰδοὺ πάλιν τοῖς συντρόφοις ὀνόμασιν ἀνάγει πρὸς τὴν τῶν μεγίστων θεωρίαν αὐτούς. Καὶ γὰρ, Βρῶμα, εἰπὼν, οὐδὲν ἕτερον ἐδήλωσεν, ἢ τὴν τῶν μελλόντων παραγίνεσθαι σωτηρίαν ἀνθρώπων· καὶ ἡ χώρα δὲ καὶ ὁ θερισμὸς τὸ αὐτὸ δηλοῖ, τὸ πλῆθος τῶν ψυχῶν τῶν ἑτοίμων πρὸς τὴν ὑποδοχὴν τοῦ κηρύγματος. Ὀφθαλμοὺς δὲ ἐνταῦθα λέγει, καὶ τοὺς τῆς διανοίας, καὶ τοὺς τοῦ σώματος· καὶ γὰρ ἑώρων λοιπὸν τὸ πλῆ-θος ἐρχόμενον τῶν Σαμαρειτῶν· τὴν δὲ τῆς προαιρέ-σεως αὐτῶν ἑτοιμότητα, τὰς χώρας τὰς λευκαι-νομένας φησίν. Ὥσπερ γὰρ οἱ ἀστάχυες ἐπειδὰν λευκανθῶσι, πρὸς ἄμητόν εἰσιν ἕτοιμοι· οὕτω καὶ οὗτοι νῦν, φησὶ, πρὸς σωτηρίαν εἰσὶν παρεσκευασμέ-νοι καὶ εὐτρεπεῖς. Καὶ διατί μὴ εἶπε σαφῶς, ὅτι ἔρχονται πιστεῦσαι οἱ ἄνθρωποι, καὶ ἕτοιμοί εἰσι πρὸς ὑποδοχὴν τοῦ λόγου, κατηχηθέντες μὲν παρὰ τῶν προφητῶν, καὶ τὸν καρπὸν λοιπὸν ἀποδιδόντες, ἀλλὰ χώραν καὶ θερισμὸν ἐκάλεσε; τί βούλονται αὐτῷ αὗται αἱ τροπαί; Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν παντὶ τῷ Εὐαγγελίῳ τοῦτο ποιεῖ· καὶ οἱ προφῆται δὲ τῷ αὐτῷ κέχρηνται τρόπῳ, μεταφορικῶς πολλὰ λέγοντες. Τί δήποτ’ οὖν τὸ αἴτιον; οὐ γὰρ ἁπλῶς ταῦτα τοῦ Πνεύματος ἡ χάρις ἐνομοθέτησεν· ἀλλὰ
PG 59:195τίνος ἕνεκεν, καὶ διατί; Δυοῖν ἕνεκεν προφάσεων· μιᾶς μὲν, ὥστε ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ μᾶλλον ὑπ’ ὄψιν ἄγειν τὰ λεγόμενα. Ἡ γὰρ διάνοια, τῆς συντρόφου τῶν πραγμάτων εἰκόνος ἐπι-λαβομένη, διανίσταται μᾶλλον, καὶ ὥσπερ ἐν γραφῇ τὰ πράγματα ὁρῶσα, κατέχεται μειζόνως. Ἑνὸς μὲν οὖν ἕνεκα τούτου· δευτέρου δὲ, ὥστε καὶ γλυ-καίνεσθαι τὴν διήγησιν, καὶ μονιμωτέραν εἶναι τῶν λεγομένων τὴν μνήμην. Οὐ γὰρ οὕτως ἀπόφασις χειροῦται καὶ ἐνάγει τὸν ἀκροατὴν τὸν πολὺν, ὡς ἡ διὰ τῶν πραγμάτων διήγησις, καὶ ἡ ὑπογραφὴ πείρας. Ὃ διὰ τῆς παραβολῆς ἔστι μετὰ πολλῆς γινόμενον ἰδεῖν τῆς σοφίας. Καὶ ὁ θερίζων, μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον. Ὁ μὲν γὰρ τοῦ ἀμήτου τούτου καρπὸς, οὐκ εἰς αἰώνιον ζωὴν, ἀλλ’ εἰς τὴν πρόσκαιρον ταύτην προχωρεῖ· ὁ δὲ πνευ-ματικὸς, εἰς τὴν ἀγήρω καὶ ἀθάνατον. Ὁρᾷς πῶς αἰσθητὰ μὲν τὰ ῥήματα, πνευματικὰ δὲ τὰ νοήματα, καὶ δι’ αὐτῶν τῶν λέξεων διαιρεῖ τὰ γήϊνα ἀπὸ τῶν οὐρανίων; Ὅπερ γὰρ ἐπὶ τοῦ ὕδατος διαλεγόμενος ἐποίησε, τὸ ἰδιάζον αὐτοῦ θεὶς, ὅτι Ὁ πίνων τὸ ὕδωρ τοῦτο οὐ μὴ διψήσει, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, τὸ εἰς ζωὴν αἰώνιον λέγων τὸν καρπὸν συνάγεσθαι τοῦ-τον· Ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ, καὶ ὁ θερίζων. Τίς ἐστιν ὁ σπείρων, καὶ τίς ὁ θερίζων; Οἱ προ-φῆταί εἰσιν οἱ σπείραντες· ἀλλ’ οὐκ αὐτοὶ ἐθέρισαν, ἀλλ’ οἱ ἀπόστολοι. Οὐ μὴν διὰ τοῦτο ἀπεστέρηνται τῆς ἡδονῆς καὶ τῆς ἀμοιβῆς τῶν πόνων, ἀλλὰ συνήδον-ται καὶ χαίρουσι σὺν ἡμῖν, εἰ καὶ μὴ σὺν ἡμῖν θερί-ζουσιν. Οὐδὲ γὰρ ὁ ἀμητὸς ἔργον τοῦ σπόρου. Ἔνθα οὖν ἐλάττων ἐστὶ μὲν ὁ πόνος, μείζων δὲ ἡ ἡδονὴ, ἐνταῦθα ὑμᾶς ἐτήρησα, οὐκ ἐν τῷ σπόρῳ. Πολλὴ γὰρ ἐκεῖ ἡ ταλαιπωρία καὶ ὁ πόνος. Ἐν γὰρ τῷ ἀμητῷ ἡ μὲν πρόσοδος πολλὴ, πόνος δὲ οὐ τοσοῦτος, ἀλλὰ καὶ πολλὴ ἡ εὐκολία. Ἐνταῦθα δὲ βούλεται κατα-σκευάσαι διὰ τούτων, ὅτι Καὶ προφητῶν θέλημα τοῦτό ἐστι, τὸ ἐμοὶ τοὺς ἀνθρώπους προσελθεῖν. Τοῦτο καὶ ὁ νόμος κατεσκεύαζεν. Διὰ τοῦτο καὶ ἔσπειραν, ἵνα τοῦτον τέκωσι τὸν καρπόν. Δείκνυσι δὲ ὅτι κἀκείνους αὐτὸς ἀπέστειλε, καὶ ὅτι πολλὴ ἡ συγγένεια τῇ Καινῇ πρὸς τὴν Παλαιὰν, καὶ πάντα ὁμοῦ διὰ τῆς παραβολῆς ταύτης κατασκευάζει. Μέ-μνηται δὲ καὶ λόγου παροιμιώδους περιφερομένου παρὰ πολλῶν. Ἐν γὰρ τούτῳ, φησὶν, ὁ λόγος ἐστὶν ὁ ἀληθὴς, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων. Ταῦτα δὲ ἔλεγον οἱ πολλοὶ, εἴποτε ἄλλοι μὲν τοὺς πόνους ὑπέστησαν, ἄλλοι δὲ τοὺς καρ-ποὺς ἐδρέποντο· καὶ λέγει, ὅτι οὗτος ὁ λόγος ἐνταῦθα μάλιστα τὴν ἀλήθειαν ἔχει. Ἐπόνησαν μὲν γὰρ οἱ προφῆται, ὑμεῖς δὲ τοὺς καρποὺς τοὺς ἐκ τῶν ἐκεί-νων πόνων ἀμᾶσθε. Καὶ οὐκ εἶπε, τοὺς μισθούς· οὐδὲ γὰρ ἐκείνοις ἄμισθος ὁ πολὺς ἐκεῖνος πόνος· ἀλλὰ, τοὺς καρπούς. Τοῦτο καὶ Δανιὴλ ἐποίησε. Καὶ γὰρ καὶ αὐτὸς παροιμίας μέμνηται λεγούσης· Ἐξῆλθεν ἐξ ἀνόμων πλημμέλεια. Καὶ ὁ Δαυὶ̈δ ἐν τῷ θρηνεῖν μέμνηται τοιαύτης παροιμίας. Διὰ τοῦτο προλαβὼν εἶπε, Ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερί-ζων. Ἐπειδὴ γὰρ ἔμελλε λέγειν ὅτι ἄλλος ἔσπειρε, καὶ ἄλλος θερίζει, ἵνα μή τις, ὅπερ ἔφην, ἀπεστε-ρῆσθαι τοὺς προφήτας νομίσῃ τοῦ μισθοῦ, ξένον τι λέγει καὶ παράδοξον, καὶ τοῖς αἰσθητοῖς οὐ συμβαῖνον, ἀλλὰ τῶν πνευματικῶν ἐξαίρετον ὄν. Ἐν μὲν γὰρ τοῖς πράγμασι τοῖς αἰσθητοῖς ἐὰν συμβῇ ἕτερον σπεῖ-ραι καὶ ἕτερον θερίσαι, οὐχ ὁμοῦ χαίρουσιν, ἀλλὰ
PG 59:196ἀλγοῦσιν οἱ σπείραντες, ἅτε ἑτέροις καμόντες, χαί-ρουσι δὲ οἱ θερίζοντες μόνοι. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ οἱ μὴ θερίζοντες ἅπερ ἔσπειραν, ὁμοίως τοῖς ἀμῶσι χαίρουσιν· ὅθεν δῆλον, ὅτι καὶ αὐτοὶ κοινωνοῦσι τῶν μισθῶν. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερί-ζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ταύτῃ προτρέπει μᾶλλον αὐτούς. Ἐπειδὴ γὰρ ἐδόκει ἐπίπονον εἶναι τὸ πρᾶγμα τὸ τὴν οἰκουμένην περιελθεῖν καὶ κηρῦξαι, δείκνυσιν ὅτι καὶ ῥᾷστόν ἐστι. Τὸ γὰρ σφόδρα ἐπίπονον ἐκεῖνο ἦν, ὃ πολλοῦ καμάτου ἐδεῖτο, τὸ καταβαλεῖν τὰ σπέρματα, καὶ ψυχὴν ἀμύητον ἐναγαγεῖν εἰς θεογνωσίαν. Τίνος δὲ ἕνεκεν ταῦτα φθέγγεται; Ἵνα ὅταν αὐτοὺς ἀποστείλῃ εἰς τὸ κηρῦ-ξαι, μὴ θορυβηθῶσιν, ὡς εἰς πρᾶγμα ἐπίπονον πεμπόμενοι. Τὸ γὰρ ἐπιπονώτερον τῶν προφητῶν ἦν, φησὶ, καὶ μαρτυρεῖ τὸ ἔργον τῷ λόγῳ, ὅτι ὑμεῖς ἐπὶ τὰ εὔκολα ἤλθετε. Ὥσπερ γὰρ ἐπὶ θερισμοῦ μετ’ εὐκολίας μὲν ὁ καρπὸς συνάγεται, καὶ ἐν μιᾷ ῥοπῇ ἡ ἅλως πληροῦται τῶν δραγμάτων, οὐκ ἀνα-μενόντων τὰς τῶν καιρῶν τροπὰς, καὶ χειμῶνα καὶ
ἔαρ καὶ ὄμβρον· οὕτω καὶ νῦν γίνεται· καὶ τὰ ἔργα βοᾷ. Μεταξὺ οὖν λέγοντος αὐτοῦ ταῦτα, ἐξῄεσαν οἱ Σαμαρεῖται, καὶ συνήγετο ἀθρόον ὁ καρπός. Διὰ τοῦτο εἶπεν· Ἄρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ βλέπετε τὰς χώρας, ὅτι λευκαί εἰσιν. Εἶπε ταῦτα, καὶ τὸ ἔργον ἐφάνη, καὶ τὰ ῥήματα ἐκ τῶν πραγμάτων ἑωρᾶτο. Ἐκ γὰρ τῆς πόλεως ἐκείνης πολλοὶ, φησὶν, ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς, μαρτυρούσης, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Συνεώρων γὰρ ὅτι οὐκ ἂν ἐθαύμασε πρὸς χάριν ἡ γυνὴ τὸν διελέγξαντα αὐτῆς τὰ πλημμελήματα, οὐδ’ ἂν ὑπὲρ τοῦ χαρίσασθαι ἑτέρῳ τὸν ἑαυτῆς ἐξεπόμπευσε βίον. γ. Μιμησώμεθα δὴ τὴν γυναῖκα καὶ ἡμεῖς, καὶ ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι μὴ αἰσχυνώμεθα ἀνθρώ-πους, ἀλλὰ φοβώμεθα ὡς χρὴ Θεὸν τὸν καὶ νῦν ὁρῶν-τα τὸ γινόμενον, καὶ τότε κολάζοντα τοὺς μὴ μετα-νοήσαντας νῦν· ὡς νῦν γε τοὐναντίον ποιοῦμεν. Τὸν μὲν γὰρ μέλλοντα κρίνειν, οὐ δεδοίκαμεν· τοὺς δὲ οὐ-δὲν ἡμᾶς παραβλάπτοντας, τούτους φρίττομεν, καὶ τὴν παρ’ αὐτῶν αἰσχύνην τρέμομεν. Διὰ τοῦτο ἐν ᾧ δεδοίκαμεν, ἐν τούτῳ τὴν τιμωρίαν δίδομεν. Ὁ γὰρ αἰσχύνην ἀνθρώπων ὑφορώμενος νῦν μόνον, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαί τι ἄτοπον, μὴ θέ-λων μετανοῆσαι καὶ μεταβαλέσθαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δευτέρου, ἀλλὰ τῆς οἰ-κουμένης ἁπάσης ὁρώσης παραδειγματίζεται. Ὅτι γὰρ καὶ τῶν ἀγαθῶν πράξεων, καὶ τῶν οὐ τοιούτων μέγα θέατρον ἐκεῖ κάθηται, ἡ τῶν προβάτων καὶ τῶν ἐρίφων παραβολὴ παιδευέτω σε, καὶ ὁ μακάριος Παῦ-λος, λέγων· Δεῖ γὰρ ἡμᾶς, φησὶ, παραστῆναι ἔμπρος-θεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν· καὶ πάλιν, Ὃς φανερώσει τὰ κρυπτὰ τοῦ σκότους. Ἔπραξάς τι πονηρὸν, ἢ ἐν-ενόησας, καὶ κρύπτεις ἄνθρωπον; Ἀλλὰ τὸν Θεὸν οὐ κρύπτεις. Ἀλλ’ οὐδὲν τούτων σοι μέλει· οἱ δὲ ὀφθαλ-μοὶ τῶν ἀνθρώπων, τοῦτό σοι φόβος. Οὐκοῦν ἐν-νόησον ὅτι οὐδὲ ἀνθρώπους λαθεῖν δυνήσῃ κατὰ τὴν ἡμέραν ἐκείνην. Πάντα γὰρ ὡς ἐν εἰκόνι τότε στήσε-ται κατ’ ὀφθαλμοὺς ἡμῶν, ὡς αὐτοκατάκριτον ἕκαστον γενέσθαι. Καὶ τοῦτο δῆλον καὶ ἀπὸ τοῦ πλουσίου. Καὶ γὰρ καὶ τὸν ὑπεροφθέντα πένητα, τὸν Λάζαρον λέγω,

Homily XXXVHomilia XXXV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:197πρὸ ὀφθαλμῶν εἶδεν ἑστῶτα ὁ πλούσιος, καὶ ὃν πολ-λάκις ἐβδελύξατο δάκτυλον, τοῦτον παρακαλεῖ παρα-μυθίαν αὐτῷ γενέσθαι τότε. Παρακαλῶ τοίνυν, κἂν μηδεὶς ἴδῃ τὰ ἡμέτερα, ἕκαστον ἡμῶν εἰς τὸ ἑαυτοῦ συνειδὸς εἰσελθεῖν, καὶ καθίσαι ἑαυτῷ δικαστὴν τὸν λογισμὸν, καὶ εἰς μέσον ἄγειν τὰ πεπλημμελημένα· καὶ εἰ μὴ βούλοιτο ἐκπομπευθῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ, ἐπιτιθέτω τὰ φάρμακα τῆς μετανοίας, καὶ ἰασάσθω τὰ τραύματα. Ἔξεστι γὰρ, ἔξεστι μυρίων γέμοντα τραυμάτων, ἀπελθεῖν ὑγιαίνοντα. Ἐὰν γὰρ ἀφῆτε, φησὶν, ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι· ἐὰν δὲ μὴ ἀφῆτε, οὐκ ἀφέωνται. Ὥσπερ γὰρ ἐν τῷ βαπτίσματι καταχωννύμενα τὰ ἁμαρτήματα οὐκ ἔτι φαίνεται· οὕτω καὶ ταῦτα ἀφα-νισθήσεται, ἐὰν θελήσωμεν μετανοῆσαι. Ἔστι δὲ μετάνοια τὸ μηκέτι τὰ αὐτὰ ποιεῖν. Ὁ γὰρ τοῖς αὐτοῖς ἐπιχειρῶν, ἔοικε τῷ κυνὶ τῷ πρὸς τὸν ἴδιον ἔμετον ἐπανιόντι, καὶ τῷ κατὰ τὴν παροιμίαν εἰς πῦρ ξαίνοντι καὶ εἰς τετρημένον ἀντλοῦντι πίθον. Δεῖ τοίνυν ἀφίστασθαι καὶ τῇ πράξει καὶ τῇ γνώμῃ τῶν τολμηθέντων, καὶ ἀποστάντας φάρμακα ἐπιθεῖναι τοῖς τραύμασι τὰ ἐναντία τῶν ἁμαρτημά-των. Οἷόν τι λέγω· Ἥρπασας καὶ ἐπλεονέκτησας; Ἀπόστηθι τῆς ἁρπαγῆς, καὶ ἐπίθες ἐλεημοσύνην τῷ τραύματι. Ἐπόρνευσας; Ἀπόστηθι τῆς πορνείας, καὶ ἐπίθες ἁγνείαν τῷ ἕλκει. Κακῶς εἶπες τὸν ἀδελ-φὸν καὶ ἔβλαψας; Παῦσαι κακηγορῶν, καὶ ἐπίθες φιλοφροσύνην. Καὶ καθ’ ἕκαστον οὕτω ποιῶμεν τῶν πεπλημμελημένων ἡμῖν, καὶ μὴ ἁπλῶς παρατρέχω-μεν τὰ ἁμαρτήματα· ἐφέστηκε γὰρ λοιπὸν, ἐφέστηκεν ὁ τῶν εὐθυνῶν καιρός. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἀλλ’ ἡμῖν τάχα τοὐναντίον ἔστιν ἐπιλέγειν· Ὁ Κύριος ἐγγὺς, με-ριμνᾶτε. Ἐκεῖνοι μὲν γὰρ καλῶς ἤκουον, Μηδὲν μεριμνᾶτε, ἐν θλίψει καὶ πόνοις καὶ ἀγῶσιν ὄντες· οἱ δὲ ἐν ἁρπαγαῖς ζῶντες καὶ ἐν τρυφῇ, οἱ χαλεπὰς εὐθύνας μέλλοντες διδόναι, οὐ τοῦτο, ἀλλ’ ἐκεῖνο ἂν ἀκούσαιεν εἰκότως· Ὁ Κύριος ἐγγὺς, μεριμνᾶτε. Οὐδὲ γὰρ πολὺς λείπεται τῆς συντελείας ὁ χρόνος, ἀλλὰ πρὸς τὸ τέλος λοιπὸν ὁ κόσμος ἐπείγεται. Τοῦτο οἱ πόλεμοι δηλοῦσι, τοῦτο αἱ θλίψεις, τοῦτο οἱ σεισμοὶ,
PG 59:198τοῦτο ἡ ἀγάπη ψυγεῖσα. Καθάπερ γὰρ σῶμα ψυχοῤ-ῥαγοῦν, καὶ ἐγγὺς ὂν τῆς τελευτῆς, μυρίας ἐπισπᾶ-ται κακώσεις· καὶ οἰκίας μελλούσης καταπίπτειν, πολλὰ προπίπτειν εἴωθε καὶ ἀπὸ τῆς ὀροφῆς καὶ ἀπὸ τῶν τοίχων· οὕτω καὶ τῆς οἰκουμένης ἐγγὺς καὶ ἐπὶ θύραις ἕστηκεν ἡ συντέλεια, καὶ διὰ τοῦτο τὰ μυρία διέσπαρται πανταχοῦ κακά. Εἰ γὰρ τότε ὁ Κύριος ἐγ-γὺς, πολλῷ μᾶλλον νῦν ἐγγύς. Εἰ πρὸ τετρακοσίων ἐτῶν ὅτε ταῦτα ἐλέγετο, καὶ πλήρωμα τῶν χρόνων τὸν καιρὸν ἐκεῖνον ὁ Παῦλος ἐκάλει, πολλῷ μᾶλλον τὸν παρόντα. Ἀλλ’ ἴσως δι’ αὐτὸ τοῦτο ἀπιστοῦσί τινες. Καὶ μὴν διὰ τοῦτο πιστεύειν χρὴ μᾶλλον. Πόθεν γὰρ οἶδας, ἄνθρωπε, ὅτι οὐκ ἐγγὺς τὸ τέλος, καὶ μετὰ βραχὺν χρόνον ἀπαντήσεται τὰ εἰρημένα; Ὥσπερ γὰρ τοῦ ἐνιαυτοῦ τέλος, οὐ τὴν ἐσχάτην ἡμέραν λέγομεν εἶναι, ἀλλὰ καὶ τὸν ἔσχατον μῆνα, καίτοι γε τριά-κοντα ἡμέρας ἔχοντα· οὕτω καὶ τῶν τοσούτων ἐτῶν κἂν τετρακόσια ἔτη τέλος εἴπω, οὐχ ἁμαρτήσομαι. Ὥστε ἔκτοτε προανεφώνει τὸ τέλος. Συστείλωμεν οὖν ἑαυτοὺς, ἐντρυφήσωμεν τῷ φόβῳ τοῦ Θεοῦ. Καὶ γὰρ ἐν ἀδείᾳ διατριβόντων ἡμῶν, οὐ σφόδρα μεριμνώντων οὐδὲ προσδοκώντων, ἐπιστήσεται ἀθρόον ἡ παρουσία. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ Νῶε, καὶ ἐν ταῖς ἡμέραις τοῦ Λὼτ, οὕτως ἔσται καὶ ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅταν δὲ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, καὶ ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ. Τί ἐστιν, Ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, Πολλάκις αἱ κύουσαι γυναῖκες παίζουσαι ἢ ἀριστοποιοῦσαι, ἢ ἐν βαλανείῳ, ἢ ἐν ἀγορᾷ διάγου-σαι, οὐδὲν τῶν μελλόντων προορώμεναι, ὑπὸ τῆς ὀδύνης κατεσχέθησαν ἀθρόον. Ἐπεὶ οὖν τοιαῦτα καὶ τὰ ἡμέτερα, ὦμεν ἀεὶ παρεσκευασμένοι. Οὐ γὰρ ἀεὶ ταῦτα ἀκουσόμεθα· οὐκ ἀεὶ τούτων ἐξουσίαν ἕξομεν. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσε-ταί σοι; Οὐκοῦν ἐνταῦθα μετανοήσωμεν, ἵνα οὕτως ἵλεω τὸν Θεὸν ἔχωμεν κατὰ τὴν μέλλουσαν ἡμέραν, καὶ πολλῆς ἀπολαῦσαι δυνηθῶμεν συγγνώμης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:197ΟΜΙΛΙΑ ΛΕ. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
α. Οὐδὲν φθόνου καὶ βασκανίας χεῖρον, οὐδὲν κενοδο-ξίας χαλεπώτερον· αὕτη τὰ μυρία εἴωθε διαφθείρειν ἀγαθά, Οἱ οὖν Ἰουδαῖοι πλείονα τῶν Σαμαρειτῶν γνῶσιν ἔχοντες, καὶ τοῖς προφήταις συντραφέντες, ὕστεροι τούτων ἐφάνησαν ἐντεῦθεν. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῆς μαρτυρίας ἐπίστευσαν τῆς γυναικὸς, καὶ σημεῖον ἰδόντες οὐδὲν, ἐξῆλθον παρακαλοῦντες τὸν Χριστὸν μεῖναι παρ’ αὐτοῖς· οἱ δὲ Ἰουδαῖοι καὶ
PG 59:198θαύματα θεασάμενοι, οὐ μόνον οὐ κατεῖχον αὐτὸν παρ’ ἑαυτοῖς, ἀλλὰ καὶ ἀπήλαυνον, καὶ πάντα ἔπραττον, ὥστε καὶ τῆς χώρας αὐτὸν ἐκβαλεῖν, καίτοι γε αὕτη ἡ παρουσία δι’ ἐκείνους ἐγεγόνει. Ἀλλ’ ἐκεῖνοι μὲν ἀπήλαυνον, οὗτοι δὲ καὶ μεῖναι ἠξίουν παρ’ ἑαυτοῖς. Τούτους οὖν οὐκ ἐχρῆν προσίεσθαι παρακαλοῦντας, εἰπέ μοι, καὶ δεομένους, ἀλλὰ τοῖς μὲν ἐπιβουλεύουσι καὶ διακρουομένοις προσεδρεύειν, τοῖς δὲ ἀγαπῶσι καὶ βουλομένοις αὐτὸν κατέχειν, μὴ διδόναι ἑαυτόν; Ἀλλ’ οὐκ ἦν τοῦτο ἄξιον τῆς αὐτοῦ κηδεμονίας. Διὰ τοῦτο καὶ ἐδέξατο, καὶ ἔμεινε παρ’ αὐτοῖς ἡμέρας δύο. Αὐτοὶ μὲν γὰρ ἐβούλοντο διηνεκῶς αὐτὸν κατ-έχειν (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, ὅτι Ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς )· αὐτὸς δὲ οὐκ ἠνείχετο. ἀλλ’ ἡμέρας δύο μόνον ἔμεινεν, καὶ ἐν ταύ-ταις πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτόν. Καίτοι γε
PG 59:199τούτους οὐκ εἰκὸς ἦν πιστεῦσαι, τῷ τε σημεῖον μηδὲν ἑωρακέναι, καὶ τῷ ἀπεχθῶς πρὸς Ἰουδαίους ἔχειν· ἀλλ’ ὅμως ἐπειδὴ τοῖς λεγομένοις μετὰ ἀληθείας ἐδί-καζον, οὐ προσέστη τοῦτο αὐτοῖς, ἀλλ’ ὑψηλοτέραν τῶν κωλυμάτων ἔλαβον ἔννοιαν, καὶ ἐφιλοτιμοῦντο ἐπὶ τὸ μειζόνως θαυμάζειν αὐτόν· Τῇ γὰρ γυναικὶ, φησὶν, ἔλεγον· Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν αὐτῷ· αὐτοὶ γὰρ ἡμεῖς ἠκούσαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Οἱ μαθηταὶ τὸν διδάσκαλον ὑπερ-ηκόντισαν. Οὗτοι γὰρ καὶ τῶν Ἰουδαίων κατηγορή-σαιεν ἂν δικαίως καὶ τῷ πιστεῦσαι καὶ τῷ δέξασθαι. Ἐκεῖνοι μὲν γὰρ ὑπὲρ ὧν πᾶσαν τὴν πραγματείαν συνεστήσατο, συνεχῶς αὐτὸν ἐλίθαζον· οὗτοι δὲ οὐδὲ πρὸς αὐτοὺς ὁρμώμενον εἵλκυσαν πρὸς ἑαυτούς. Καὶ οἱ μὲν μετὰ σημείων ἀδιόρθωτοι μένουσιν· οὗτοι δὲ χωρὶς σημείων πολλὴν περὶ αὐτὸν τὴν πίστιν ἐπ-εδείξαντο, καὶ τούτῳ αὐτῷ φιλοτιμοῦνται, τῷ χωρὶς σημείων πιστεῦσαι· ἐκεῖνοι δὲ οὐ παύονται καὶ ση-μεῖα ζητοῦντες καὶ πειράζοντες. Οὕτως εὐγνώ-μονος ψυχῆς πανταχοῦ χρεία. Κἂν ἐπιλάβηται τοιαύ-της ἡ ἀλήθεια, κρατεῖ ῥᾳδίως· κἂν μὴ κρατήσῃ, οὐ παρὰ τὴν αὐτῆς ἀσθένειαν, ἀλλὰ παρὰ τὴν ταύτης ἀγνωμοσύνην τοῦτο γίνεται. Ἐπεὶ καὶ ὁ ἥλιος ὅταν λάβῃ καθαροὺς ὀφθαλμοὺς, φωτίζει ῥᾳδίως· ἂν δὲ μὴ φωτίσῃ, τῆς ἐκείνων ἀῤῥωστίας τὸ ἁμάρτημα, οὐ τῆς ἀσθενείας τούτου. Ἄκουσον γοῦν οὗτοι τί λέγουσιν. Οἴδαμεν, φησὶν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Ὁρᾷς πῶς εὐθέως ἐνόησαν ὅτι τὴν οἰκουμένην ἐπισπάσασθαι ἤμελλεν, καὶ ἐπὶ διορθώσει τῆς κοινῆς ἦλθε σωτηρίας, ὅτι οὐκ ἐν Ἰουδαίοις ἤμελλεν ἀποκλείειν αὐτοῦ τὴν πρόνοιαν, ἀλλὰ πανταχοῦ σπείρειν αὐτοῦ τὸν λόγον; Ἀλλ’ οὐκ Ἰουδαῖοι οὕτως· ἀλλὰ ζητοῦντες τὴν ἰδίαν δικαιοσύ-νην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Οὗτοι δὲ ὁμολογοῦσιν ἅπαντας ἐν ἐπιτιμίοις εἶναι, ἐκεῖνο τὸ ἀποστολικὸν δηλοῦντες, ὅτι Πάντες ἥμαρ-τον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιού-μενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Εἰπόντες γὰρ ὅτι Σωτήρ ἐστι τοῦ κόσμου, ἔδειξαν ὅτι τοῦ ἀπολωλότος· καὶ οὐχ ἁπλῶς Σωτὴρ, ἀλλ’ ἐν σφόδρα μεγάλοις. Ἦλθον μὲν γὰρ πολλοὶ σῶσαι, καὶ προφῆται καὶ ἄγγελοι· ἀλλ’ ὁ ἀληθινὸς Σωτὴρ οὗτός ἐστι, φησὶ, ὁ τὴν ἀληθῆ σωτηρίαν παρέχων, οὐ τὴν πρόσκαιρον μόνον. Τοῦτο πίστεως εἰλικρινοῦς. Καὶ γάρ εἰσιν ἀμφοτέρωθεν θαυμαστοὶ, καὶ ὅτι ἐπίστευσαν, καὶ ὅτι χωρὶς σημείων· οὓς καὶ ὁ Χριστὸς μακαρίζει λέγων· Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες· καὶ ὅτι εἰλικρινῶς τοῦτο. Καίτοι τῆς γυναικὸς ἀμφιβόλως λεγούσης ἀκούσαντες, Μήτι οὗτός ἐστιν ὁ Χριστός; οὐκ εἶπον καὶ αὐτοὶ, ὅτι Καὶ ἡμεῖς ὑποπτεύομεν, οὐδ’ ὅτι Νομίζομεν, ἀλλ’ ὅτι Οἴδαμεν· καὶ οὐχ ἁπλῶς, ἀλλ’ ὅτι Οὗτός ἐστιν ἀληθῶς τοῦ κόσμου ὁ Σωτήρ. Οὐ γὰρ ὡς ἕνα τῶν πολλῶν τὸν Χριστὸν ὡμολόγουν, ἀλλὰ τὸν ὄντως Σωτῆρα. Καίτοι τίνα εἶδον σωθέντα; Τῶν ῥημάτων ἤκουσαν μόνον, καὶ εἶπον ἅπερ ἂν, εἰ καὶ θαύματα ἐθεάσαντο πολλὰ καὶ μεγάλα, εἶπον. Καὶ τίνος ἕνεκεν ταῦτα οὐ λέγουσιν ἡμῖν οἱ εὐαγγελισταὶ τὰ ῥήματα, καὶ ὅτι θαυμαστῶς διελέχθη; Ἵνα μάθῃς ὅτι πολλὰ τῶν μεγάλων παρατρέχουσιν, ἀπὸ δὲ τοῦ τέλους τὸ πᾶν ἐδήλωσαν. Ἔπεισε γὰρ δῆμον ὁλόκληρον καὶ πόλιν ὅλην διὰ τῶν εἰρημένων. Ἔνθα δὲ μὴ πείθονται, τότε ἀναγκάζονται λέγειν τὰ εἰρη-
PG 59:200μένα, ἵνα μὴ ἀπὸ τῆς ἀγνωμοσύνης τῶν ἀκουόντων καταψηφίζηταί τις τοῦ δημηγοροῦντος. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γα-λιλαίαν. Αὐτὸς γὰρ ὁ Χριστὸς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. Διατί τοῦτο πρόσκειται; Ὅτι εἰς Καπερναοὺμ οὐκ ἀπῆλθεν, ἀλλ’ εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς τὴν Κανᾶ. Ἵνα γὰρ μὴ ἐξετάσῃς, διατί παρὰ μὲν τοῖς αὐτοῦ οὐκ ἔμεινε, παρὰ δὲ τοῖς Σαμαρείταις ἔμεινε, τίθησι τὴν αἰτίαν, λέγων, ὅτι οὐ προσέσχον αὐτῷ. Διὰ τοῦτο οὐκ ἀπῆλθεν ἐκεῖ, ὥστε μὴ μεῖζον αὐτοῖς γενέσθαι τὸ κρῖμα. β. Καὶ γὰρ πατρίδα αὐτὸν ἐνταῦθα ἡγοῦμαι λέγειν τὴν Καπερναούμ. Ὅτι δὲ οὐκ ἀπήλαυσεν ἐκεῖ τιμῆς, ἄκουσον αὐτοῦ λέγοντος· Καὶ σὺ, Καπερναοὺμ, ἣ ἕως τοῦ οὐρανοῦ ὑψώθης, ἕως ᾅδου καταβιβα-σθήσῃ. Πατρίδα δὲ ἰδίαν καλεῖ, τὸν τῆς οἰκονομίας δηλῶν λόγον, καὶ τούτῳ τὸ πλέον ἐνδιατρίβων. Τί οὖν; οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς οἰκείοις πολλοὺς θαυμαζομένους; Μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόν-των τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι. Εἰ δέ τινες ἐν τῇ αὐτῶν ἐτιμῶντο, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν. Ὡς δὲ ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. Ὁρᾷς ὅτι οἱ κακιζόμενοι, οὗτοι μάλιστα αὐτῷ προσιόντες εὑρίσκονται; Ὁ μὲν γὰρ ἔλεγεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἄλλος δὲ, Ἐρώ-τησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. Ταῦτα δὲ καὶ αὐτὸν ὑβρίζοντες ἔλε-γον, ἐπειδὴ ἐκ Ναζαρὲτ ἐδόκει τοῖς πολλοῖς εἶναι· καὶ τὸ Σαμαρείτην δὲ εἶναι ὠνείδιζον. Σαμαρείτης γὰρ εἶ, καὶ δαιμόνιον ἔχεις, φησίν. Ἀλλ’ ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι, φησὶ, πιστεύουσιν εἰς αἰσχύνην τῶν Ἰουδαίων. Εὑρίσκονται δὲ καὶ Γαλι-λαίων οἱ Σαμαρεῖται βελτίους. Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων· οὗτοι δὲ ἑωρα-κότες τὰ σημεῖα ἃ ἐποίησεν. Ἦλθεν οὖν ὁ Ἰησοῦς πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ἀναμιμνήσκει τοῦ θαύματος τὸν ἀκροατὴν, τὸ ἐγκώμιον τῶν Σαμαρειτῶν ἐπαίρων. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν ἐκεῖ γενομένων σημείων αὐτὸν ἐδέξαντο· οἱ Σα-μαρεῖται δὲ οὐχ οὕτως, ἀλλ’ ἀπὸ διδασκαλίας μόνης. Ὅτι μὲν οὖν ἦλθεν ἐκεῖ, εἶπε· τὴν δὲ αἰτίαν οὐ προς-
έθηκε, δι’ ἣν ἦλθεν. Εἰς μὲν γὰρ τὴν Γαλιλαίαν διὰ τὸν φθόνον τὸν Ἰουδαϊκὸν παρεγένετο· εἰς δὲ Κανᾶ τίνος ἕνεκεν; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καλούμενος εἰς γάμον· νῦν δὲ τίνος ἕνεκεν, καὶ διατί; Ἐμοὶ δοκεῖ τὴν ἀπὸ τοῦ θαύματος πίστιν ἐγγινομένην ἰσχυροτέ-ραν ποιῶν διὰ τῆς παρουσίας, καὶ μᾶλλον αὐτοὺς ἐφελκόμενος τῷ αὐτόκλητος παραγενέσθαι, καὶ τὴν μὲν ἰδίαν ἀφεῖναι πατρίδα, προτιμῆσαι δὲ ἐκείνους. Ἦν δέ τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερ-ναούμ. Οὗτος ἀκούσας, ὅτι Ἰησοῦς ἥκει ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἦλθε πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα ἔλθῃ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤτοι τοῦ γένους ὢν τοῦ βασιλικοῦ, ἢ ἀξίω-μά τι ἀρχῆς ἕτερον οὕτω καλούμενον ἔχων. Τινὲς μὲν οὖν τοῦτον ἐκεῖνον εἶναι νομίζουσι τὸν παρὰ τῷ Ματθαίῳ· δείκνυται δὲ ἕτερος ὢν παρ’ ἐκεῖνον, οὐκ ἀπὸ τοῦ ἀξιώματος δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πί-στεως. Ἐκεῖνος μὲν γὰρ καὶ βουλόμενον τὸν Χριστὸν ἐλθεῖν, ἀξιοῖ μένειν· οὗτος δὲ καὶ μηδὲν τοιοῦτον ἐπαγγελλόμενον, εἰς τὴν οἰκίαν ἕλκει. Κἀκεῖνος μέν φησιν· Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην
PG 59:201εἰσέλθῃς· οὗτος δὲ καὶ ἐπείγει, Κατάβηθι, λέγων, πρὶν ἀποθανεῖν τὸν υἱόν μου. Κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβὰς εἰς Καπερναοὺμ εἰσῄει· ἐνταῦθα δὲ ἀπὸ Σαμαρείας, καὶ οὐκ εἰς Καπερναοὺμ, ἀλλ’ εἰς Κανᾶ ἐλθόντος παρεγένετο οὗτος. Κἀκείνου μὲν ὁ παῖς παρέσει κατέκειτο· ὁ δὲ τούτου υἱὸς πυρετῷ. Καὶ ἐλθὼν ἠρώτα ἵνα ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν. Τί οὖν ὁ Χριστός; Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. Καὶ μὴν τοῦτο πίστεως ἦν, καὶ τὸ ἐλθεῖν καὶ τὸ πα-ρακαλέσαι· καὶ μετὰ ταῦτα δὲ αὐτὸ μαρτυρεῖ ὁ εὐαγγελιστὴς λέγων, ὅτι εἰπόντος τοῦ Ἰησοῦ, Πο-ρεύου, ὁ υἱός σου ζῇ, ἐπίστευσε τῷ λόγῳ αὐτοῦ, καὶ ἐπορεύετο. Τί οὖν ἐστιν ὅ φησιν ἐνταῦθα; Ἤτοι τοὺς Σαμαρείτας θαυμάζων ἔλεγε ταῦτα, ὅτι σημείων χωρὶς ἐπίστευσαν· ἢ τῆς δοκούσης αὐτοῦ πόλεως εἶναι καθαπτόμενος τῆς Καπερναοὺμ, ὅθεν οὗτος ἦν. Ἐπεὶ καὶ ἕτερός τις ἐν τῷ Λουκᾷ λέγων, Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ, ἔλεγε πάλιν. Ὥστε εἰ καὶ οὗτος ἐπίστευσεν, ἀλλ’ οὐχ ὁλοκλήρως, οὐδὲ ὑγιῶς. Καὶ τοῦτο δηλοῖ ἐκ τοῦ πυνθάνεσθαι ποίᾳ ὥρᾳ ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἐβούλετο γὰρ μαθεῖν, εἴτε αὐτομάτως, εἴτε ἐκ τῆς ἐπιταγῆς τοῦ Χριστοῦ τοῦτο γέγονεν. Ὡς οὖν ἔγνω ὅτι χθὲς ὥραν ἑβδό-μην, ἐπίστευσε καὶ αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς ὅτι τότε ἐπίστευσεν, ὅτε οἱ παῖδες εἶπον, οὐχ ὅτε ὁ Χριστός; Τὴν διάνοιαν τοίνυν ἐλέγχει αὐτοῦ, μεθ’ ἧς προσελθὼν, ταῦτα ἔλεγεν· οὕτω γὰρ μᾶλλον καὶ εἰς πίστιν αὐτὸν ἐφείλκετο· πρὸ γὰρ τοῦ σημείου οὐ σφόδρα ἦν πεπιστευκώς. Εἰ δὲ καὶ ἦλθε καὶ παρ-εκάλεσε, θαυμαστὸν οὐδέν. Εἰώθασι γὰρ οἱ πατέρες ὑπὸ πολλῆς φιλίας οὐ μόνον οἷς θαῤῥοῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ οἷς μὴ θαῤῥοῦσι διαλέγεσθαι, μηδὲν ὅλως παραλιπεῖν βουλόμενοι. Ἐπεὶ ὅτι ἐκ παρ-έργου προσῆλθεν, ὅτε ἦλθεν εἰς τὴν Γαλιλαίαν, τότε αὐτὸν εἶδεν· ὡς εἴ γε ἦν σφόδρα αὐτῷ πεπιστευκὼς, οὐκ ἂν ὤκνησε, τοῦ παιδὸς μέλλοντος τελευτᾷν, εἰς τὴν Ἰουδαίαν ἐλθεῖν. Εἰ δὲ ἐδεδοίκει, οὐδὲ τοῦτο ἀνεκτόν. Ὅρα γοῦν καὶ αὐτὰ τὰ ῥήματα πῶς ἐμφαί-νει τὴν ἀσθένειαν τοῦ ἀνδρός. Δέον γὰρ εἰ καὶ μὴ πρότερον, ἀλλ’ ὅμως μετὰ τὸ τὴν διάνοιαν ἐλέγξαι, μέγα τι φαντασθῆναι περὶ αὐτοῦ, ἄκουσον πῶς ἔτι χαμαὶ σύρεται. Κατάβηθι γὰρ, φησὶ, πρὶν ἢ ἀποθα-νεῖν τὸ παιδίον μου· ὡς οὐ δυναμένου μετὰ τὸν θάνατον αὐτὸν ἀναστῆσαι, καὶ ὡς οὐκ εἰδότος οἷα τὰ τοῦ παιδίου πράγματα ἕστηκε. Διὰ τοῦτο αὐτὸν ἐλέγχει καὶ τοῦ συνειδότος καθάπτει· δεικνὺς ὅτι τὰ σημεῖα προηγουμένως τῆς ψυχῆς ἕνεκεν ἐγένετο. Ἐνταῦθα γὰρ οὐχ ἧττον τοῦ παιδὸς τὸν πατέρα ἀσθε-νοῦντα περὶ τὴν διάνοιαν θεραπεύει, πείθων ἡμᾶς μὴ ἀπὸ σημείων, ἀλλὰ ἀπὸ διδασκαλίας προσέχειν αὐτῷ. Τὰ σημεῖα γὰρ οὐ τοῖς πιστοῖς, ἀλλὰ τοῖς ἀπίστοις καὶ παχυτέροις. γ. Τότε μὲν οὖν ὑπὸ τοῦ πάθους οὐ σφόδρα προσεῖχε τοῖς λεγομένοις, ἢ μόνοις τοῖς περὶ τοῦ παιδός. Ὕστε-ρον δὲ ἤμελλε τὸ λεχθὲν ἀναλαμβάνειν, καὶ τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν· ὃ δὴ καὶ γέγονεν. Τί δήποτε δὲ ἐπὶ μὲν τοῦ ἑκατοντάρχου αὐτεπάγγελτος ὑπέσχετο παραγίνεσθαι· ἐνταῦθα δὲ οὐδὲ καλούμενος ἄπεισιν; Ὅτι ἐκεῖ μὲν ἡ πίστις ἀπήρτιστο. Διὸ καὶ ὑπέσχετο ἀπιέναι, ἵνα μάθωμεν τοῦ ἀνδρὸς τὴν εὐγνωμοσύνην·
PG 59:202ἐνταῦθα δὲ ὅτι οὗτος ἀτελῆς ἦν. Ἐπεὶ οὖν ἄνω καὶ κάτω ἤπειγεν αὐτὸν λέγων, Κατάβηθι, καὶ οὔπω ᾔδει σαφῶς ὅτι καὶ ἀπὼν δύναται θεραπεῦσαι, δείκνυσιν ὅτι καὶ τοῦτο δυνατὸν αὐτῷ, ἵν’ ὅπερ οἴκοθεν ὁ ἑκα-τόνταρχος ἔσχε, τοῦτο οὗτος ἐκ τοῦ μὴ παραγενέσθαι τὸν Ἰησοῦν μάθῃ. Ὅταν οὖν εἴπῃ, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε, τοῦτο λέγει· ὅτι τὴν προσήκουσαν πίστιν οὐδέπω ἔχετε, ἀλλ’ ἔτι ὡς περὶ προφήτου διάκεισθε. Ἐκκαλύπτων οὖν ἑαυ-τὸν, καὶ δεικνὺς ὅτι καὶ χωρὶς σημείων ἔδει πιστευ-θῆναι αὐτὸν, ἔλεγεν ἅπερ καὶ τῷ Φιλίππῳ φησίν· Πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, ἀπήντησαν οἱ δοῦλοι αὐτοῦ λέγοντες, ὅτι Ὁ παῖς σου ζῇ. Ἐπυνθάνετο οὖν παρ’ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχεν. Καὶ εἶπον αὐτῷ, ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Ὁ παῖς σου ζῇ. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς πῶς τὸ θαῦμα δῆλον ἐγένε-το; Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τοῦ κινδύνου, ἀλλὰ ἀθρόον, ὡς φαίνεσθαι μηκέτι φύσεως ἀκολουθίαν εἶναι τὸ γινόμενον, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ. Πρὸς γὰρ αὐτὰς ἐλθὼν τοῦ θανάτου τὰς πύλας, ὡς καὶ ὁ πατὴρ ἐδήλωσεν εἰπὼν, Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον, ἀθρόον ἀπηλλάγη τῆς νόσου· ὅπερ οὖν καὶ τοὺς οἰκέτας διανέστησεν. Ἐκεῖνοι μὲν γὰρ ἴσως οὐχ ὡς εὐαγγελιζόμενοι μό-νον, ἀλλὰ καὶ ὡς περιττὴν λοιπὸν τοῦ Ἰησοῦ τὴν παρ-ουσίαν εἶναι νομίσαντες, ἀπήντησαν· καὶ γὰρ ᾔδεσαν αὐτὸν ἐκεῖ παραγενόμενον· ὅθεν καὶ κατ’ αὐτὴν αὐτῷ τὴν ὁδὸν περιέτυχον. Ὁ δὲ ἄνθρωπος, ἀνεθεὶς τοῦ φόβου, λοιπὸν πρὸς τὴν πίστιν διέκυψε, θέλων δεῖξαι ὅτι τῆς ὁδοῦ αὐτοῦ τὸ ἔργον γέγονε, καὶ φιλοτιμεῖται λοιπὸν ὥστε μὴ δόξαι εἰκῆ διεγηγέρθαι· ὅθεν μετὰ ἀκριβείας πάντα ἐμάνθανεν. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Καὶ γὰρ ἦν ἀναμφισβήτητος ἡ μαρτυρία λοιπόν. Οἱ γὰρ μὴ παρόντες, μηδὲ ἀκού-σαντες τοῦ Χριστοῦ διαλεγομένου, μηδὲ τὸν καιρὸν εἰ-δότες, οὗτοι παρὰ τοῦ δεσπότου μαθόντες, ὅτι οὗτος ἦν ὁ καιρὸς, ἀναμφισβήτητον ἔσχον τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως· διὰ τοῦτο καὶ αὐτοὶ ἐπίστευσαν. Τί τοίνυν ἀπὸ τούτων παιδευόμεθα; Μὴ θαύματα περιμένειν, μηδὲ ἐνέχυρα ζητεῖν τῆς τοῦ Θεοῦ δυνά-μεως. Ὁρῶ γὰρ καὶ νῦν πολλοὺς τότε εὐλαβεστέρους γινομένους, ὅταν ἢ τοῦ παιδὸς κακουμένου, ἢ γυναι-κὸς ἀῤῥωστούσης, παραμυθίας τινὸς ἀπολαύσωσι. Χρὴ δὲ καὶ μὴ τυγχάνοντας παραμένειν ὁμοίως εὐ-χαριστοῦντας, δοξάζοντας. Τοῦτο γὰρ οἰκετῶν εὐγνω-
μόνων ἐστί· τοῦτο στεῤῥῶν τε καὶ φιλούντων, ὡς χρὴ, τὸν Δεσπότην, μὴ μόνον ἀνιεμένους, ἀλλὰ καὶ μαστιζομένους προστρέχειν αὐτῷ. Καὶ γὰρ καὶ ταῦτα τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργα. Ὃν γὰρ ἀγαπᾷ Κύ-ριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, φησὶν, ὃν παραδέχεται. Ὅταν δὲ ἐν ἀνέσει τις αὐτὸν θεραπεύῃ μόνον, οὐ πολλῆς ἐπιδείκνυται ἀγάπης σημεῖα, οὐδὲ καθαρῶς φιλεῖ τὸν Χριστόν. Καὶ τί λέγω ὑγίειαν καὶ χρημάτων ἀφθονίαν, ἢ πενίαν ἢ νόσον; Κἂν γὰρ γέενναν ἀκούσῃς, κἂν ἕτερον χαλεπὸν, οὐδὲ οὕτως ἀφίστασθαι χρὴ τῆς περὶ τὸν Δεσπότην εὐφημίας· ἀλλὰ πάντα πάσχειν καὶ φέρειν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης. Τοῦτο γὰρ καὶ οἰκετῶν εὐγνωμόνων καὶ ψυχῆς ἀκλινοῦς· καὶ ὁ τοῦτον διακείμενος τὸν τρόπον,

Homily XXXVIHomilia XXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:203καὶ τὰ παρόντα διοίσει ῥᾳδίως, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν, καὶ πολλῆς ἀπολαύσεται παρὰ

Homily XXXVIHomilia XXXVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:204τῷ Θεῷ παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυ-χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη-σοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:203ΟΜΙΛΙΑ Λ. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. α. Καθάπερ ἐν τοῖς μετάλλοις τοῦ χρυσίου οὐδὲ τὴν βραχυτάτην φλέβα παριδεῖν ἄν τις ἀνάσχοιτο τῶν περὶ ταῦτα δεινῶν, ἅτε πολὺν ἐργαζομένην πλοῦτον· οὕτω καὶ ἐν ταῖς θείαις Γραφαῖς ἰῶτα ἓν ἢ μίαν κε-ραίαν οὐκ ἀζήμιον παραδραμεῖν· ἀλλὰ πάντα δι-ερευνᾶσθαι χρή. Πνεύματι γὰρ ἁγίῳ πάντα εἴρηται, καὶ οὐδὲν παρέλκον ἐν αὐταῖς. Σκόπει γοῦν καὶ ἐν-ταῦθα τί φησιν ὁ εὐαγγελιστής· Τοῦτο πάλιν δεύ-τερον ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Οὐδὲ γὰρ τὸ, Δεύτερον, ἁπλῶς προσέθηκεν, ἀλλ’ ἔτι τὸ θαῦμα τῶν Σαμαρει-τῶν ἐπαίρει, δεικνὺς ὅτι, καὶ δευτέρου σημείου γενο-μένου, οὐδέπω πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν οὗτοι οἱ τεθεαμένοι τῶν οὐδὲν ἑωρακότων. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων. Ποία ἑορτή; Ἐμοὶ δοκεῖ, ἡ τῆς Πεντηκοστῆς. Καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Συνεχῶς ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τῇ πόλει· τοῦτο μὲν, ἵνα δόξῃ μετ’ αὐτῶν ἑορτάζειν, τοῦτο δὲ, ἵνα τὸ πλῆθος ἐπισπάσηται τὸ ἄδολον. Μά-λιστα γὰρ ἐν ταῖς ἡμέραις ταύταις οἱ ἀφελέστερον διακείμενοι συνέτρεχον. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύ-μοις προβατικὴ κολυμβήθρα, ἐπιλεγομένη Ἑβραϊ-στὶ Βηθεσδὰ, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πολὺ πλῆθος τῶν ἀσθενούντων, χω-λῶν, τυφλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδα-τος κίνησιν. Τίς ὁ τῆς θεραπείας τρόπος οὗτος; ποῖον ἡμῖν μυστήριον αἰνίττεται; Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἀναγέγραπται, ἀλλὰ τὰ μέλλοντα ἡμῖν ὡς ἐν εἰκόνι καὶ τύπῳ ὑπογράφει, ὥστε μὴ τὸ σφόδρα παράδοξον, ἀπροσδόκητον παραγενόμενον, λυμήνασθαι παρὰ τοῖς πολλοῖς τῇ τῆς πίστεως δυνά-μει. Τί οὖν ἐστιν ὃ ὑπογράφει; Ἔμελλε βάπτισμα δίδοσθαι, πολλὴν δύναμιν ἔχον καὶ δωρεὰν μεγίστην, βάπτισμα πάσας ἁμαρτίας καθαῖρον, καὶ ἀντὶ νεκρῶν ζῶντας ποιοῦν. Καθάπερ οὖν ἐν εἰκόνι προγράφεται ταῦτα τῇ κολυμβήθρᾳ καὶ ἑτέροις πλείοσι. Καὶ πρῶ-τον μὲν δέδωκεν ὕδωρ, καθαῖρον σωμάτων κηλῖδας, καὶ μολυσμοὺς οὐκ ὄντας, ἀλλὰ δοκοῦντας εἶναι, οἷον τοὺς ἀπὸ κηδείας, τοὺς ἀπὸ λέπρας, τοὺς ἀπὸ τοιού-των ἑτέρων· καὶ πολλὰ ἄν τις ἴδοι δι’ ὕδατος γεγο-νότα ἐπὶ τῆς Παλαιᾶς, ταύτης ἕνεκεν τῆς προφάσεως. Πλὴν ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἴωμεν νῦν. Πρῶτον μὲν οὖν, ὡς ἔφθην εἰπὼν, μολυσμοὺς σωμάτων, ἔπειτα δὲ καὶ ἀῤῥωστήματα διάφορα δι’ ὕδατος ποιεῖ λύεσθαι. Βουλόμενος γὰρ ἡμᾶς ὁ Θεὸς ἐγγύτερον ἀγαγεῖν τῆς τοῦ βαπτίσματος δωρεᾶς, οὐκ ἔτι μο-λυσμοὺς ἁπλῶς μόνον, ἀλλὰ καὶ νόσους ἰᾶται. Αἱ γὰρ ἐγγύτεραι τῆς ἀληθείας εἰκόνες, καὶ ἐπὶ τοῦ βαπτί-σματος, καὶ ἐπὶ τοῦ πάθους, καὶ ἐπὶ τῶν ἄλλων, τρανότεραι τῶν ἀρχαιοτέρων ἦσαν. Καθάπερ γὰρ οἱ
PG 59:204τοῦ βασιλέως ἐγγὺς τῶν πόῤῥωθέν εἰσι λαμπρότεροι δορυφόρων· οὕτω δὴ καὶ ἐπὶ τῶν τύπων ἐγίνετο. Καὶ ἄγγελος καταβαίνων ἐτάραττε τὸ ὕδωρ, καὶ ἰαματι-κὴν ἐνετίθει δύναμιν, ἵνα μάθωσιν Ἰουδαῖοι, ὅτι πολλῷ μᾶλλον ὁ τῶν ἀγγέλων Δεσπότης πάντα τὰ νοσήματα τῆς ψυχῆς ἰᾶσθαι δύναται. Ἀλλ’ ὥσπερ ἐνταῦθα οὐχ ἁπλῶς ἰᾶτο τῶν ὑδάτων ἡ φύσις (ἦ γὰρ ἂν διαπαντὸς τοῦτο ἐγίνετο)· ἀλλ’ ἐπὶ τῇ τοῦ ἀγγέλου ἐνεργείᾳ· οὕτω καὶ ἐφ’ ἡμῶν οὐχ ἁπλῶς τὸ ὕδωρ ἐργάζεται, ἀλλ’ ὅταν τὴν τοῦ Πνεύματος δέξηται χά-ριν, τότε ἅπαντα λύει τὰ ἁμαρτήματα. Περὶ ταύτην τὴν κολυμβήθραν Κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομέ-νων τὴν τοῦ ὕδατος κίνησιν. Ἀλλὰ τότε μὲν ἡ ἀσθένεια κώλυμα τῷ βουλομένῳ θεραπευθῆναι ἐγίνε-το· νῦν δὲ κύριος ἕκαστός ἐστι προσελθεῖν. Οὐ γὰρ ἄγγελός ἐστιν ὁ ταράσσων, ἀλλὰ ὁ τῶν ἀγγέλων Δε-σπότης ὁ τὸ πᾶν ἐργαζόμενος. Καὶ οὐκ ἔστιν εἰπεῖν· [Νῦν τὸν κάμνοντα ἄνθρωπον οὐκ ἔχω· οὐκ ἐστιν εἰπεῖν]· Ἐν ᾧ ἔρχομαι κατελθεῖν, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἀλλὰ κἂν ἡ οἰκουμένη πᾶσα ἔλθῃ, ἡ χάρις οὐκ ἀναλίσκεται, οὐδὲ ἡ ἐνέργεια δαπα-νᾶται, ἀλλ’ ὁμοία μένει, καὶ τοιαύτη, οἵα καὶ πρὸ τούτου. Καὶ καθάπερ αἱ ἡλιακαὶ ἀκτῖνες καθ’ ἑκάστην φωτίζουσι τὴν ἡμέραν, καὶ οὐ δαπανῶνται, οὐδὲ ἀπὸ τῆς πολλῆς χορηγίας ἔλαττον αὐταῖς γίνεται τὸ φῶς· οὕτω καὶ πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος ἐνέργεια οὐδὲν ἐλαττοῦται παρὰ τὸ πλῆθος τῶν ἀπολαυόντων αὐτῆς. Τοῦτο δὲ ἐγίνετο, ἵνα οἱ μαθόντες ὅτι ἐν ὕδατι νοσήματα σώματος ἔνι θεραπεῦσαι, καὶ τούτῳ πολὺν ἐγγυμνασθέντες χρόνον, ῥᾳδίως πιστεύσωσιν, ὅτι καὶ νοσήματα ψυχῆς ἰᾶσθαι δύναται. Καὶ τί δήποτε πάν-τας ἀφεὶς ὁ Ἰησοῦς, ἐπὶ τὸν τριακονταοκτὼ ἔτη ἔχοντα ἦλθε; τί δὲ καὶ ἐρωτᾷ, Θέλεις ὑγιὴς γενέ-σθαι; Οὐχ ἵνα μάθῃ (τοῦτο γὰρ παρέλκον ἦν), ἀλλ’ ἵνα δείξῃ τοῦ τοιούτου τὴν καρτερίαν, καὶ ἵνα γνῶμεν ὅτι διὰ τοῦτο τοὺς ἄλλους ἀφεὶς, ἐπὶ τοῦτον ἦλθε. Τί οὖν ὁ ἀσθενῶν; Ἀπεκρίθη αὐτῷ καὶ λέγει, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Διὰ τοῦτο ἠρώ-τησε, Θέλεις ὑγιὴς γενέσθαι; ἵνα ταῦτα μάθωμεν. Καὶ οὐκ εἶπεν αὐτῷ, Θέλεις σε θεραπεύσω; οὐδὲν γὰρ οὐδέπω μέγα ἐφαντάζετο περὶ αὐτοῦ· ἀλλὰ, Θέλεις ὑγιὴς γενέσθαι; Ἔκπληκτος ἡ καρτερία τοῦ παρα-λύτου· ἔτη τριακονταοκτὼ ἔχων, καὶ καθ’ ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν, προσήδρευέ τε καὶ οὐκ ἀφίστατο. Εἰ γὰρ μὴ τὰ παρ-ελθόντα, τὰ γοῦν μέλλοντα οὐχ ἱκανὰ ἦν αὐτὸν, εἰ μὴ καρτερικὸς ἦν, ἀπαγαγεῖν τοῦ τόπου; Ἐννόησον δέ μοι, πῶς εἰκὸς ἦν ἐκεῖ καὶ τοὺς λοιποὺς τοὺς κάμνον-τας νήφειν. Οὐδὲ γὰρ δῆλος ἦν ὁ καιρὸς καθ’ ὃν ἐτι-
PG 59:205νάσσετο τὸ ὕδωρ· ἀλλ’ οἱ μὲν χωλοὶ καὶ κυλλοὶ ἠδύ-ναντο παρατηρεῖν· οἱ δὲ τυφλοὶ πῶς ἑώρων, Ἀπὸ τοῦ γινομένου θορύβου τοῦτο ἴσως ἐμάνθανον. β. Αἰσχυνθῶμεν τοίνυν, αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ στενάξωμεν ἐπὶ τῇ πολλῇ ῥᾳθυμίᾳ. Τριακονταοκτὼ ἔτη εἶχε προσεδρεύων ἐκεῖνος, καὶ οὐκ ἐτύγχανεν ὧν ἐβούλετο, καὶ οὐκ ἀφίστατο· καὶ οὐκ ἐτύγχανεν, οὐ παρὰ τὴν οἰκείαν ἀμέλειαν, ἀλλ’ ἐπηρεαζόμενος παρ’
ἑτέρων καὶ βίαν πάσχων, καὶ οὐδὲ οὕτως ἐνάρκα· ἡμεῖς δὲ ἐὰν δέκα ἡμέρας προσεδρεύσωμεν σπουδαίως ὑπέρ τινος παρακαλοῦντες, καὶ μὴ τύχωμεν, ὀκνοῦμεν λοιπὸν τῇ αὐτῇ κεχρῆσθαι σπουδῇ. Καὶ ἀνθρώποις μὲν τοσοῦτον προσεδρεύομεν χρόνον, στρατευόμενοι καὶ ταλαιπωρούμενοι, καὶ διακονοῦντες δουλοπρεπεῖς διακονίας, καὶ πρὸς τῷ τέλει πολλάκις καὶ αὐτῆς τῆς ἐλπίδος ἐκπίπτοντες· τῷ δὲ Δεσπότῃ τῷ ἡμετέρῳ, ἔνθα πάντως ἔστιν ἀπολαβεῖν τὴν ἀμοιβὴν πολλῷ μείζω τῶν πόνων ( Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει, φησὶν), οὐκ ἀνεχόμεθα προσεδρεύειν μετὰ τῆς προς-ηκούσης σπουδῆς. Καὶ πόσης ταῦτα κολάσεως ἄξια; Εἰ γὰρ καὶ μηδὲν λαβεῖν ἦν, αὐτὸ τοῦτο τὸ συνεχῶς αὐτῷ διαλέγεσθαι, οὐχὶ μυρίων ἄξιον ἀγαθῶν ἦν ἡγεῖσθαι; Ἀλλ’ ἐπίπονον ἡ διηνεκὴς εὐχή; Καὶ τί, εἰπὲ, οὐκ ἐπίπονον τῶν τῆς ἀρετῆς; Αὐτὸ γοῦν τοῦτο, φησὶ, πολλῆς ἀπορίας ἐστὶ μεστὸν, ὅτι τῇ μὲν κακίᾳ ἡδονὴ, τῇ δὲ ἀρετῇ συγκεκλήρωται πόνος. Καὶ πολ-λοὺς οἶμαι τοῦτο ζητεῖν. Τί δήποτ’ οὖν ἐστι τὸ αἴτιον; Ἔδωκεν ἡμῖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐλεύθερον φροντίδων βίον καὶ πόνων ἀπηλλαγμένον· οὐκ ἐχρησάμεθα εἰς δέον τῷ δώρῳ, ἀλλὰ διεστράφημεν ὑπὸ τῆς ἀργίας, καὶ ἐξεπέσομεν τοῦ παραδείσου. Διὰ τοῦτο ἐπίπονον ἐποίησεν ἡμῶν τὴν ζωὴν λοιπὸν, ὥσπερ ἀπολογούμε-νος τῷ γένει τῶν ἀνθρώπων, καὶ λέγων· Ἔδωκα τρυ-φᾷν ὑμῖν ἐξ ἀρχῆς, ἀλλ’ ἐγένεσθε χείρους τῇ ἀνέσει· διὰ τοῦτο ἐκέλευσα λοιπὸν πόνους ὑμῖν ἐπιτεθῆναι καὶ ἱδρῶτας. Ἐπειδὴ δὲ οὐδὲ ἐκεῖνος κατεῖχεν ὁ πόνος, ἔδωκε πάλιν νόμον πολλὰς ἔχοντα ἐντολὰς, καθάπερ τινὶ ἵππῳ δυσηνίῳ ψέλλια καὶ πέδας ἐπιτιθεὶς, ὥστε αὐτοῦ τὰ σκιρτήματα ἐπισχεῖν· οὕτω καὶ οἱ πωλο-δάμναι ποιοῦσι. Διὰ τοῦτο ἐπίπονος ὁ βίος, ἐπειδὴ τὸ μὴ πονεῖν διαφθείρειν ἡμᾶς εἴωθεν. Ἡ γὰρ φύσις ἡμῶν ἀργεῖν οὐκ ἀνέχεται, ἀλλὰ πρὸς κακίαν ἀπο-κλίνει ῥᾳδίως. Θῶμεν γὰρ μὴ δεῖσθαι πόνων τὸν σω-φρονοῦντα, μηδὲ τὸν τὴν ἄλλην ἀρετὴν κατορθοῦντα, ἀλλὰ καθεύδοντας πάντα ἀνύειν· ποῦ ἂν ἐχρησάμεθα τῇ ἀνέσει; ἆρα οὐκ ἂν πρὸς ἀπόνοιαν καὶ ἀλαζο-νείαν; Ἀλλὰ διατί, φησὶ, πολλὴ μὲν ἡ ἡδονὴ τῇ κακίᾳ, πολὺς δὲ τῇ ἀρετῇ συνέζευκται ὁ πόνος καὶ ὁ ἱδρώς; Καὶ ποία σοι χάρις ἂν ἦν, ἢ τίνος δ’ ἂν ἔλαβες μι-σθὸν, εἰ μὴ ἐπίπονον τὸ πρᾶγμα ἦν; Καὶ γὰρ νῦν πολλοὺς ἔχω δεῖξαι φύσει τὸ μίγνυσθαι γυναιξὶ μι-σοῦντας, καὶ φεύγοντας ὡς βδελυρὰν τὴν πρὸς ἐκεί-νας ὁμιλίαν· τούτους οὖν σώφρονας καλέσομεν, ἢ στεφανώσομεν, εἰπέ μοι, καὶ ἀνακηρύξομεν; Οὐδα-μῶς. Σωφροσύνη γάρ ἐστιν ἐγκράτεια, καὶ τὸ μαχο-μένων περιγενέσθαι τῶν ἡδονῶν. Καὶ ἐν τοῖς πολέ-μοις δὲ, ὅταν σφοδροὶ ὦσιν οἱ ἀγῶνες, τότε τὰ τρόπαια λαμπρότερα γίνεται, οὐχ ὅταν μηδεὶς ἀνταίρῃ τὰς χεῖρας. Εἰσὶ πολλοὶ καὶ νωθεὶς ἀπὸ φύσεως· τούτουσ
PG 59:206οὖν ἐπιεικεῖς προσεροῦμεν; Οὐδαμῶς. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τρεῖς τρόπους εὐνουχισμοῦ λέγων, τοὺς μὲν δύο ἀφίησιν ἀστεφανώτους, τὸν δὲ ἕνα εἰς τὴν βασιλείαν εἰσάγει. Καὶ τί ἔδει κακίας, φησί; Καὶ ἐγὼ τοῦτο λέγω. Τίς οὖν ὁ τῆς κακίας δημιουργός; Τίς δὲ ἄλλος, ἀλλ’ ἢ ἡ ῥᾳθυμία ἡ ἐκ τῆς προαιρέ-σεως; Ἀλλ’ ἔδει, φησὶν, ἀγαθοὺς εἶναι μόνους. Καὶ τί ἴδιον ἀγαθοῦ; νήφειν καὶ ἐγρηγορέναι, ἢ καθεύ-δειν καὶ ῥέγχειν; Καὶ διατί, φησὶ, μὴ τοῦτο ἐδόκει εἶναι ἀγαθὸν, τὸ μὴ πονοῦντα κατορθοῦν; Βοσκημά-των μοι ῥήματα λέγεις καὶ γαστριζομένων, καὶ θεὸν τὴν κοιλίαν ἡγουμένων. Ὅτι γὰρ νωθείας ταῦτα τὰ ῥήματα, ἀπόκριναί μοι· Εἰ βασιλέως ὄντος καὶ στρα-τηγοῦ, εἶτα τοῦ βασιλέως καὶ καθεύδοντος καὶ με-θύοντος, ταλαιπωρούμενος ὁ στρατηγὸς τὰ τρόπαια ἔστησε, τίνι ἂν ἐλογίσω τὴν νίκην; τίς δὲ ἐκαρπώ-σατο τῶν γιγνομένων τὴν ἡδονήν; Ὁρᾷς ὅτι περὶ ἐκεῖνα μᾶλλον ἡ ψυχὴ διάκειται, ὑπὲρ ὧν ἔκα-με; Διὰ τοῦτο καὶ πόνους ἀνέμιξε τῇ ἀρετῇ, οἰκειῶ-σαι αὐτῇ ταύτην βουλόμενος. Διὰ δὴ τοῦτο τὴν μὲν ἀρετὴν, κἂν μὴ κατορθώσωμεν, θαυμάζομεν· τῆς δὲ κακίας, καὶ ἡδίστης οὔσης, καταγινώσκομεν. Εἰ δὲ λέ-γεις· Διατί τοὺς φύσει καλοὺς μὴ θαυμάζομεν μᾶλλον τῶν προαιρέσει τοῦτο ὄντων; Ὅτι δίκαιον τὸν πονοῦντα τοῦ μὴ πονοῦντος προτιθέναι. Καὶ τίνος, φησὶν, ἕνε-κεν νῦν πονοῦμεν; Ἐπειδὴ τὸ μὴ πονεῖν οὐκ ἤνεγκας μετρίως· μᾶλλον δὲ εἴ τις μετὰ ἀκριβείας ἐξετάσειε, καὶ ἄλλως ἡ ἀργία διαφθείρειν ἡμᾶς εἴωθε, καὶ πο-λὺν παρέχειν τὸν πόνον. Καὶ εἰ βούλει, συγκλείσωμεν ἄνδρα, τρέφοντες αὐτὸν μόνον, καὶ γαστρίζοντες, μήτε βαδίζειν αὐτὸν ἐῶντες, μηδὲ εἰς ἔργον ἐξάγοντες· ἀλλ’ ἀπολαυέτω τραπέζης καὶ κλίνης, καὶ τρυφάτω διηνεκῶς· καὶ τί ταύτης τῆς ζωῆς ἀθλιώτερον γένοιτ’ ἄν; Ἀλλ’ ἕτερον τὸ ἐργάζεσθαι, φησὶ, καὶ ἕτερον τὸ πονεῖν. Ἀλλ’ ἦν τότε ἐργάζεσθαι χωρὶς πόνων. Καὶ ἔνι, φησὶ, τοῦτο; Ναὶ, ἔνι· τοῦτο καὶ ὁ Θεὸς ἠθέλη-σεν, ἀλλὰ σὺ οὐκ ἠνέσχου. Διὰ τοῦτο ἔθηκε γοῦν σε ἐργάζεσθαι τὸν παράδεισον, ἐργασίαν μὲν ὁρίσας, πόνον δὲ οὐκ ἀναμίξας. Οὐ γὰρ ἂν, εἴπερ ἐπόνει παρὰ τὴν ἀρχὴν ὁ ἄνθρωπος, τοῦτο ἐν ἐπιτιμίου μέρει μετὰ ταῦτα ἔθηκεν. Ἔστι γὰρ καὶ ἐργάζεσθαι, καὶ μὴ τα-λαιπωρεῖσθαι, ὥσπερ οἱ ἄγγελοι. Ὅτι γὰρ ἐργάζονται, ἄκουσον τί φησι· Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Νῦν μὲν γὰρ ἡ τῆς ἰσχύος ἔνδεια πο-λὺν τὸν πόνον ποιεῖ· τότε δὲ οὐκέτι τοῦτο ἦν. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, Κατέπαυσε, φησὶ, ὡς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός· οὐκ ἀργίαν λέγων ἐνταῦθα, ἀλλὰ τὸ μὴ πονεῖν. Ὁ γὰρ Θεὸς ἔτι καὶ νῦν ἐργάζεται, καθὼς ὁ Χριστός φησιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Διὰ τοῦτο παραινῶ, πάντα ἀποθε-μένους τὰ τῆς ὀλιγωρίας, ζηλοῦν τὴν ἀρετήν. Τῆς μὲν γὰρ κακίας ἡ ἡδονὴ βραχεῖα, ἡ δὲ λύπη διηνεκής· τῆς δὲ ἀρετῆς τοὐναντίον ἀγήρως ἡ χαρὰ, καὶ πρός-καιρος ὁ πόνος. Κἀκείνη μὲν καὶ πρὸ τῶν στεφάνων τὸν ἐργάτην ἀνίησι τὸν ἑαυτῆς, ταῖς ἐλπίσι τρέφουσα· αὕτη δὲ καὶ πρὸ τῆς κολάσεως τιμωρεῖται τὸν ἑαυτῆς ἐργάτην, τὸ συνειδὸς ἄγχουσα καὶ ἐκδειματοῦσα, καὶ πάντα ὑποπτεύειν παρασκευάζουσα. Καίτοι πόσων ταῦτα πόνων, πόσων ἱδρώτων χείρονα Εἰ δὲ μὴ ταῦτα ἦν, ἡδονὴ δὲ ἦν· τί τῆς ἡδονῆς ἐκείνης εὐτελέστερον; Ὁμοῦ τε γὰρ φαίνεται, καὶ ἀφίπταται μαραινομένη, καὶ φεύγουσα πρὸ τοῦ κατασχεθῆναι, κἂν τὴν τῶν σωμάτων εἴπῃς, κἂν τὴν τῆς τρυφῆς, κἂν τὴν τῶν

Homily XXXVIIHomilia XXXVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:207χρημάτων· οὐ παύονται γὰρ καθ’ ἡμέραν γηρῶσαι. Ὅταν δὲ καὶ κόλασις ᾖ καὶ τιμωρία, τί γένοιτ’ ἂν ἀθλιώτερον τῶν ταύτην μετιόντων; Ταῦτα οὖν εἰδότες, ἅπαντα ὑπὲρ τῆς ἀρετῆς ὑπομένωμεν. Οὕτω γὰρ καὶ
PG 59:208τῆς ἀληθοῦς ἡδονῆς ἀπολαύσομεν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶ-νας τῶν αἰώνων. Ἀμήν.
PG 59:207ΟΜΙΛΙΑ ΛΖ. Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Θέλεις ὑγιὴς γενέσθαι·» Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· «Ναὶ, Κύριε· ἄνθρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν.» α. Μέγα τῶν θείων Γραφῶν τὸ κέρδος, καὶ διαρκὴς ἡ ἐξ αὐτῶν ὠφέλεια. Καὶ τοῦτο δεικνὺς ὁ Παῦλος ἔλε-γεν· Ὅσα γὰρ προεγράφη, εἰς νουθεσίαν ἡμῶν προεγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήν-τησεν· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλή-
σεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Παντοδα-πῶν γάρ ἐστι φαρμάκων θησαυρὸς τὰ θεῖα λόγια· ὥστε κἂν ἀπόνοιαν σβέσαι δέῃ, κἂν ἐπιθυμίαν κοιμί-σαι, κἂν τὸν τῶν χρημάτων καταπατῆσαι ἔρωτα, κἂν ὀδύνην ὑπεριδεῖν, κἂν εὐθυμίαν ἐνθεῖναι, καὶ ὑπομο-νὴν κατασκευάσαι, πολλὴν ἐντεῦθεν ἄν τις εὕροι τὴν ἀφορμήν. Τίς γὰρ ἢ τῶν πενίᾳ μακρᾷ παλαιόντων, ἢ τῶν νόσῳ χαλεπῇ κεκρατημένων, ἀναγνοὺς τὸ προ-κείμενον χωρίον, οὐ πολλὴν δέξεται τὴν παράκλησιν; Τριάκοντα γὰρ καὶ ὀκτὼ ἔτη παράλυτος μένων οὗ-τος, καὶ καθ’ ἕκαστον ἔτος ἑτέρους μὲν ἀπαλλαττο-μένους ὁρῶν, ἑαυτὸν δὲ κατεχόμενον τῷ νοσήματι, οὐδὲ οὕτως ἀνέπεσε καὶ ἀπέγνω· καίτοι γε οὐ μόνον ἡ τῶν παρελθόντων ἀθυμία, ἀλλὰ καὶ ἡ τῶν μελλόν-των ἀνελπιστία ἱκανὴ ἦν αὐτὸν κατατεῖναι. Ἄκου-σον γοῦν οἷά φησι, καὶ μάθε τῆς τραγῳδίας τὸ μέγε-θος. Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστὸς, Θέλεις ὑγιὴς γενέσθαι; Ναὶ, Κύριε, ἀπεκρίθη· ἀλλ’ ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. Τί τούτων τῶν ῥημάτων ἐλεεινό-τερον γένοιτ’ ἄν; τί τῶν πραγμάτων περιπαθέστε-ρον; Εἶδες καρδίαν συντετριμμένην ὑπὸ τῆς μακρᾶς ἀῤῥωστίας; εἶδες πᾶσαν φλεγμονὴν κατεσταλμένην; Οὐδὲ γὰρ ἐφθέγξατό τι βλάσφημον, οἷα τοὺς πολλοὺς ἀκούομεν ἐν ταῖς περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, οὐκ ἐδυσχέρανε πρὸς τὴν ἐρώτησιν, οὐδὲ εἶπε· Διασῦραι ἡμᾶς παραγέγονας καὶ κωμῳδῆσαι, ὅτι ἐρωτᾷς, εἰ θέλω ὑγιὴς γενέσθαι· ἀλλὰ πράως καὶ μετ’ ἐπιεικείας πολλῆς, Ναὶ, Κύριε. Καίτοι γε οὐδὲ ᾔδει τίς ποτε ἦν ὁ ἐρωτῶν, οὐδὲ ὅτι θεραπεύσειν αὐ-τὸν ἔμελλεν· ἀλλ’ ὅμως μετὰ ἐπιεικείας ἅπαντα διηγεῖται, καὶ πλέον οὐδὲν ἀπαιτεῖ, ὡς πρὸς ἰατρὸν φθεγγόμενος, καὶ τὸ πάθος ἀπαγγεῖλαι μόνον βουλό-μενος. Προσεδόκησε γὰρ ἴσως εἰς τοῦτο χρησιμεύσειν αὐτῷ τὸν Χριστὸν, εἰς τὸ ἐμβαλεῖν εἰς τὸ ὕδωρ, καὶ διὰ τούτων αὐτὸν ἐπισπάσασθαι τῶν ῥημάτων βούλε-ται. Τί οὖν ὁ Χριστός; Δεικνὺς ὅτι λόγῳ πάντα δύ-ναται ποιεῖν, Ἔγειραι, φησὶν, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Τινὲς μὲν οὖν οἴονται τοῦτον εἶναι τὸν ἐν τῷ Ματθαίῳ κείμενον. Ἀλλ’ οὐκ ἔστι·
PG 59:208καὶ τοῦτο πολλαχόθεν δῆλόν ἐστι. Καὶ πρῶτον μὲν ἀπὸ τῆς ἐρημίας τῶν προϊσταμένων. Ἐκεῖνος μέντοι πολλοὺς εἶχε τοὺς ἐπιμελουμένους καὶ φέρον-τας, οὗτος δὲ οὐδένα· διὸ καὶ ἔλεγεν, Ἄνθρωπον οὐκ ἔχω. Ἔπειτα καὶ ἐκ τῆς ἀποκρίσεως. Ὁ μὲν γὰρ οὐδὲν φθέγγεται· οὗτος δὲ πάντα διηγεῖται τὰ καθ’ ἑαυτόν. Καὶ τρίτον ἀπὸ τοῦ καιροῦ καὶ τοῦ χρόνου. Οὗτος μὲν γὰρ ἐν ἑορτῇ καὶ ἐν Σαββάτῳ, ἐκεῖνος δὲ ἐν ἑτέρᾳ ἡμέρᾳ. Καὶ ὁ τόπος δὲ ἑκατέρων διάφορος. Ὁ μὲν γὰρ ἐν οἰκίᾳ θεραπεύεται, ὁ δὲ παρὰ τὴν κο-λυμβήθραν. Καὶ ὁ τρόπος δὲ τῆς θεραπείας ἐνηλλα-γμένος. Ἐκεῖ μὲν γάρ φησι, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἐνταῦθα δὲ τὸ σῶμα συσφίγγει πρό-τερον, καὶ τότε τῆς ψυχῆς ἐπιμελεῖται. Κἀκεῖ μὲν ἄφεσις· Ἀφέωνται γάρ σου αἱ ἁμαρτίαι, φησίν· ἐνταῦθα δὲ παραίνεσις καὶ ἀπειλὴ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλιζομένη. Μηκέτι γὰρ, φησὶν, ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι γένηται. Καὶ τὰ ἐγκλήματα δὲ τῶν Ἰουδαίων διάφορα. Ἐνταῦθα μὲν γὰρ τοῦ Σαββάτου τὴν ἐργασίαν προφέρουσιν, ἐκεῖ δὲ βλασφημίαν ἐγ-καλοῦσιν αὐτῷ. Σὺ δέ μοι σκόπει τῆς τοῦ Θεοῦ σοφίας τὴν ὑπερβολήν. Οὐ γὰρ εὐθέως αὐτὸν ἀνέστησεν, ἀλλὰ πρῶτον αὐτὸν οἰκειοῦται διὰ τῆς ἐρωτήσεως, τῇ μελλούσῃ προοδοποιῶν πίστει· καὶ οὐκ ἀνίστησι μό-νον, ἀλλὰ καὶ τὸ κλινίδιον ἆραι κελεύει, ὥστε καὶ τὸ γινόμενον πιστώσασθαι θαῦμα, καὶ μηδένα νομίσαι φαντασίαν εἶναι τὸ γεγενημένον ἢ ὑπόκρισιν. Οὐδὲ γὰρ ἂν, εἰ μὴ βεβαίως καὶ σφόδρα συνεπάγη τὰ μέλη, τὴν κλίνην φέρειν ἠδύνατο. Ποιεῖ δὲ ταῦτα πολλάκις ὁ Χριστὸς, ἐκ περιουσίας τοὺς ἀναισχυντεῖν βουλομέ-νους ἐπιστομίζων. Καὶ γὰρ ἐπὶ τῶν ἄρτων, ἵνα μη-δεὶς εἴπῃ, ὅτι ἁπλῶς ἐκορέσθησαν, καὶ φαντασία ἦν τὸ γεγενημένον, παρασκευάζει λείψανα γενέσθαι τῶν ἄρτων πολλά· καὶ τῷ καθαρθέντι δὲ λεπρῷ λέγει Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ· ὁμοῦ τε τοῦ κα-θαρμοῦ παρεχόμενος τὴν ἀπόδειξιν ἀκριβεστάτην, καὶ τῶν ἀντινομοθετεῖν αὐτὸν λεγόντων τῷ Θεῷ τὰ ἀναί-σχυντα ἐμφράττων στόματα. Καὶ ἐπὶ τοῦ οἴνου δὲ τοῦτο ὁμοίως ἐποίησεν. Οὐ γὰρ ἁπλῶς ἔδειξε τὸν οἶ-νον, ἀλλὰ καὶ τῷ ἀρχιτρικλίνῳ ἐνεχθῆναι παρεσκεύα-σεν, ὥστε τὸν οὐδὲν τῶν γεγενημένων εἰδότα ὁμολο-γοῦντα, ἀνύποπτον αὐτῷ παρασχεῖν τὴν μαρτυρίαν. Διά τοι τοῦτο καὶ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι οὐκ ᾔδει ὁ ἀρχιτρίκλινος, πόθεν ἦν, τὸ ἀδέκαστον τῆς μαρτυ-ρίας ἐμφαίνων. Καὶ νεκρὸν ἀναστήσας ἀλλαχοῦ λέγει· Δότε αὐτῷ φαγεῖν, τῆς ἀκριβοῦς ἀναστάσεως τοῦτο παρεχόμενος σημεῖον· καὶ διὰ τούτων πάντων πείθων τοὺς ἀνοήτους, ὅτι οὐκ ἀπατεών τις ἦν, οὐδὲ φαντα-σιοκόπος, ἀλλὰ διὰ σωτηρίαν παρεγένετο τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων.
PG 59:209β. Τί δήποτε δὲ αὐτὸν οὐκ ἀπαιτεῖ πίστιν, ὡς ἐπὶ τῶν τυφλῶν ἐποίησε, λέγων· Πιστεύετε ὅτι δύνα-μαι τοῦτο ποιῆσαι; Ὅτι οὐδέπω αὐτὸν ᾔδει σαφῶς ὅστις ἦν. Οὐ γὰρ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὰ θαύματα τοῦτο φαίνεται ποιῶν. Οἱ μὲν γὰρ ἐν ἑτέροις ἑωρακότες αὐτοῦ τὴν δύναμιν, εἰκότως τοῦτο ἤκουον· οἱ δὲ οὐδέπω μεμαθηκότες αὐτὸν, ἀλλ’ ἀπὸ τῶν σημείων μέλλοντες εἴσεσθαι, μετὰ τὰ θαύματα ἀπαιτοῦνται τὴν πίστιν. Διὸ καὶ οὐ παρὰ τὴν ἀρχὴν τῶν σημείων ὁ Ματθαῖος εἰσάγει τοῦτο τὸν Χριστὸν εἰρηκότα, ἀλλ’ ὅτε πολλοὺς ἐθεράπευσε, πρὸς μόνους τοὺς δύο τυφλούς. Σὺ δὲ καὶ οὕτως ὅρα τοῦ παραλύ-του τὴν πίστιν. Ἀκούσας γὰρ, ὅτι Ἆρον τὸν κράβ-βατόν σου, καὶ περιπάτει, οὐ κατεγέλασεν, οὐδὲ εἶπε, Τί ποτε τοῦτό ἐστιν; ἄγγελος κατέρχεται καὶ ταράσσει τὸ ὕδωρ, καὶ ἕνα θεραπεύει μόνον· σὺ δὲ ἄνθρωπος ὢν, ἀπὸ ἐπιτάγματος ψιλοῦ καὶ ῥήματος ἤλπισας μεῖζον ἀγγέλων δυνήσεσθαι; τῦφος ταῦτα καὶ ἀλαζονεία καὶ γέλως. Ἀλλὰ τούτων οὐδὲν εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ’ ἅμα τε ἤκουσε, καὶ ἠγέρθη· καὶ γενόμενος ὑγιὴς, οὐκ ἠπείθησε τῷ κελεύσαντι αὐτῷ· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Θαυμαστὸν μὲν οὖν καὶ τοῦτο· τὰ δὲ μετὰ ταῦτα πολλῷ πλέον· μᾶλλον δὲ τὸ μὲν παρὰ τὴν ἀρχὴν μη-δενὸς ἐνοχλοῦντος πεισθῆναι, οὐχ οὕτω θαυμαστὸν τοῦτο· τὸ δὲ μετὰ ταῦτα μαινομένων Ἰουδαίων, καὶ πανταχόθεν ἐπικειμένων καὶ ἐγκαλούντων καὶ πολιορ-κούντων αὐτὸν, καὶ λεγόντων, Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου, μὴ μόνον ὑπερορᾷν αὐτῶν τῆς μανίας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἐν μέσῳ τῷ θεάτρῳ τὸν εὐεργέτην ἀνακηρύττειν, καὶ τὴν ἀναίσχυντον ἐπιστομίζειν γλῶτταν, πολλῆς ἔγωγε ἀνδρείας εἶναι λέγω. Ἐπισυστάντων γὰρ Ἰουδαίων καὶ λεγόντων ἐπιτιμητικῶς καὶ μετὰ αὐθαδείας αὐτῷ· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββα-τόν σου· ἄκουσον τί φησιν· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· μονονουχὶ τοῦτο λέγων· Ληρεῖτε καὶ πα-ραπαίετε, κελεύοντες τὸν ἀπὸ μακρᾶς οὕτω καὶ χα-λεπῆς με ἀπαλλάξαντα νόσου μὴ ἡγεῖσθαι διδάσκαλον, μηδὲ πάντα πείθεσθαι ἅπερ ἂν κελεύῃ. Καίτοι γε εἰ κακουργεῖν ἐβούλετο, ἐνῆν καὶ ἑτέρως εἰπεῖν· οἷον, ὅτι Οὐχ ἑκὼν τοῦτο ποιῶ, ἀλλ’ ἑτέρου κελεύσαντος· εἰ δὲ ἔγκλημα τοῦτο, ἐγκαλεῖτε τῷ ἐπιτάξαντι, καὶ
ἀποτίθεμαι τὴν κλίνην· καὶ τὴν θεραπείαν δὲ ἔκρυ-ψεν ἄν. Καὶ γὰρ ᾔδει σαφῶς οὐχ οὕτω δακνομένους ἐπὶ τῇ τοῦ Σαββάτου λύσει, ὡς ἐπὶ τῇ τῆς ἀῤῥωστίας διορθώσει. Ἀλλ’ οὔτε τοῦτο ἔκρυψεν, οὔτε ἐκεῖνο εἶπεν, οὐδὲ συγγνώμην ᾔτησεν, ἀλλὰ λαμπρᾷ τῇ φωνῇ τὴν εὐεργεσίαν ὡμολόγει καὶ ἀνεκήρυττε. Καὶ ὁ μὲν παράλυτος οὕτως· ἐκεῖνοι δὲ σκόπει πῶς κακούργως. Οὐ γὰρ εἶπον, Τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ; ἀλλὰ τοῦτο μὲν ἐσίγησαν· ἄνω δὲ καὶ κάτω τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἦγον· Τίς ἐστιν ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; Ὁ δὲ τεθεραπευμένος, οὐκ ᾔδει τίς ἐστιν. Ὁ γὰρ Ἰησοῦς ἐξέκλινεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ.
PG 59:210Καὶ τί δήποτε ἔκρυψεν ἑαυτὸν ὁ Χριστός; Πρῶτον μὲν, ἵνα ἀπόντος αὐτοῦ ἡ μαρτυρία ἀνύποπτος γένη-ται· ὁ γὰρ αἴσθησιν λαβὼν τῆς ὑγιείας, ἀξιό-πιστος ἦν τῆς εὐεργεσίας μάρτυς. Ἔπειτα, ἵνα μὴ πλέον τούτων παρασκευάσῃ τὸν θυμὸν ἐκκαῆναι (οἶδε γὰρ καὶ ὄψις μόνη τοῦ φθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα), διὰ τοῦτο ἀναχωρή-σας, ἀφίησιν αὐτὸ καθ’ ἑαυτὸ τὸ ἔργον ἀγωνίζεσθαι παρ’ αὐτοῖς, ὥστε μηκέτι αὐτὸν περὶ ἑαυτοῦ τι λέ-γειν, ἀλλὰ τοὺς τεθεραπευμένους, καὶ μετ’ ἐκείνων αὐτοὺς τοὺς ἐγκαλοῦντας. Καὶ γὰρ καὶ οὗτοι τέως μαρτυροῦσι τῷ θαύματι. Οὐ γὰρ εἶπον, Διατί ταῦτα ἐκέλευσας γενέσθαι ἐν Σαββάτῳ; ἀλλὰ, Διατί ταῦτα ποιεῖς ἐν Σαββάτῳ; οὐχ ὑπὲρ τῆς παραβάσεως δυσχε-ραίνοντες, ἀλλὰ τῇ σωτηρίᾳ τοῦ παραλύτου φθονοῦν-τες. Καίτοι γε, ὅσον εἰς ἀνθρώπινον ἔργον, τοῦτο μᾶλ-λον ἔργον ἦν, ὅπερ ἐποίησεν ὁ παράλυτος· ἐκεῖνο δὲ λόγος καὶ ῥῆμα. Ἐνταῦθα μὲν οὖν ἑτέρως κελεύει λύειν τὸ Σάββατον· ἀλλαχοῦ δὲ δι’ ἑαυτοῦ τοῦτο ἐργά-ζεται, φυρῶν πηλὸν καὶ ἐπιχρίων ὀφθαλμούς. Ποιεῖ δὲ ταῦτα, οὐ παραβαίνων, ἀλλ’ ὑπερβαίνων τὸν νόμον. Καὶ ὑπὲρ μὲν τούτων, ὕστερον. Οὐδὲ γὰρ ὁμοίως πανταχοῦ περὶ τοῦ Σαββάτου παρ’ αὐτῶν ἐγκαλού-μενος ἀπολογεῖται· καὶ δεῖ τοῦτο παρατηρεῖν μετὰ ἀκριβείας. γ. Τέως δὲ ἴδωμεν ὅσον ἡ βασκανία κακὸν, καὶ πῶς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πηροῖ κατὰ τῆς τοῦ ἁλόντος σωτηρίας. Καθάπερ γὰρ οἱ μαινόμενοι καθ’ ἑαυτῶν πολλάκις ὠθοῦσι τὰ ξίφη· οὕτω καὶ οἱ βα-σκαίνοντες, πρὸς ἓν μόνον ὁρῶντες, τὴν λύμην τοῦ φθονουμένου, τῆς οἰκείας ἀλογοῦσι σωτηρίας. Οὗτοι καὶ θηρίων χείρους. Ἐκεῖνα γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ’ ἡμῶν παροξυνθέντα, ὁπλίζεται καθ’ ἡμῶν· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις, τὰ τῶν ἀδικούντων τοὺς εὐεργέτας διέθηκαν. Θηρίων μὲν οὖν οὗτοι χαλεπώτεροι, δαιμόνων δὲ ἴσοι, τάχα δὲ καὶ ἐκείνων χείρους. Ἐκεῖνοι γὰρ πρὸς μὲν ἡμᾶς ἄσπον-δον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβου-λεύουσιν· ὅθεν τούτῳ καὶ τοὺς Ἰουδαίους ἐπεστόμιζεν ὁ Χριστὸς, ἡνίκα αὐτὸν ἐν Βεελζεβοὺλ ἔλεγον ἐκβάλ-λειν τὰ δαιμόνια. Οὗτοι δὲ οὔτε τὴν κοινωνίαν τῆς φύσεως ᾐδέσθησαν, οὔτε ἑαυτῶν ἐφείσαντο. Πρὸ γὰρ τῶν φθονουμένων τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θο-ρύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τίνος γὰρ ἕνεκεν ἀλγείς, ὦ ἄνθρωπε, τοῖς τοῦ πλησίον καλοῖς; Ἀλγεῖν ὄντως χρὴ ἡμᾶς ἐφ’ οἷς πάσχομεν κακοῖς, οὐκ ἐφ’ οἷς ἑτέρους εὐδοκιμοῦντας ὁρῶμεν. Διὰ τοῦτο ἁπάσης ἀπεστέρηται συγγνώμης τουτὶ τὸ ἁμάρτημα. Ὁ μὲν γὰρ πόρνος ἔχει τὴν ἐπι-θυμίαν εἰπεῖν, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ ἀν-δροφόνος τὸν θυμόν· ψυχρὰς μὲν καὶ ἀλόγους, ὅμως δὲ ἔχουσί τινας προφάσεις εἰπεῖν. Σὺ δὲ ποίαν αἰτίαν ἐρεῖς, εἰπέ μοι; Οὐδεμίαν οὐδαμόθεν, ἀλλ’ ἢ πονηρίαν ἐπιτεταμένην μόνην. Εἰ γὰρ ἐχθροὺς ἀγαπᾷν κε-λευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν ποίαν τίσομεν δίκην; Καὶ εἰ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; τίνα δὲ παραμυθίαν; Ἄκουσον τοῦ Παύλου τί φησιν· Ἐὰν τὸ σῶμά μου παραδῶ ἵνα καυθήσωμαι, ἀγά-πην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅτι δὲ ὅπου φθόνος καὶ βασκανία, τὰ τῆς ἀγάπης ἀνῄρηται, παντί που δῆλόν ἐστι. Τοῦτο τὸ πάθος καὶ πορνείας καὶ μοιχείας χεῖρόν ἐστι. Τὸ μὲν γὰρ μέχρι τοῦ πράξαν-

Homily XXXVIIIHomilia XXXVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:211τος ἵσταται, τῆς δὲ βασκανίας ἡ τυραννὶς Ἐκκλησίας ὁλοκλήρους ἀνέτρεψε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐλυμήνατο. Αὕτη φόνου μήτηρ ἐστίν· οὕτως ἀπέκτεινε τὸν ἀδελφὸν ὁ Κάϊν, οὕτω τὸν Ἰακὼβ ὁ Ἡσαῦ, οὕτω τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ, οὕτω τοὺς ἀνθρώπους ἅπαντας ὁ διάβολος. Ἀλλὰ σὺ νῦν οὐκ ἀναιρεῖς, ἀλλὰ πολλὰ τοῦ φόνου ποιεῖς χαλεπώτερα, εὐχόμενος τὸν ἀδελφὸν ἀσχημονεῖν, πάγας πανταχόθεν τιθεὶς, ἐκλύων τοὺς ὑπὲρ ἀρετῆς πόνους, ἀλγῶν ὅτι τῷ τῆς οἰκουμένης ἀρέσκει Δεσπότῃ. Οὐκ ἐκείνῳ ἄρα, ἀλλὰ τῷ δι’ ἐκεί-νου θεραπευομένῳ πολεμεῖς, ἐκεῖνον ὑβρίζεις, τὴν σαυτοῦ τιμὴν τῆς ἐκείνου προτιθείς. Καὶ τὸ δὴ πάν-των χαλεπώτερον, ὅτι καὶ ἀδιάφορον δοκεῖ τὸ ἁμάρ-τημα εἶναι, καίτοι γε τῶν ἄλλων ἐστὶ χαλεπώτερον. Κἂν γὰρ ἐλεῇς, κἂν ἀγρυπνῇς, κἂν νηστεύῃς, ἁπάν-των ἐναγέστερος γέγονας φθονῶν τῷ ἀδελφῷ. Καὶ τοῦτο δῆλον ἐκεῖθεν· Ἐπόρνευσέ τις παρὰ Κορινθίοις ποτέ· ἀλλ’ ἐνεκλήθη καὶ διωρθώθη ταχέως. Ἐφθό-νησε τῷ Ἄβελ ὁ Κάϊν, ἀλλ’ οὐκ ἐθεραπεύθη, ἀλλὰ καὶ τοῦ Θεοῦ συνεχῶς ἐπᾴδοντος αὐτοῦ τῷ ἕλκει, μᾶλλον ὤδινε καὶ ἐκυματοῦτο, καὶ πρὸς τὸν φόνον ἠπείγετο.
PG 59:212Οὕτω τοῦτο ἐκείνου τοῦ πάθους χαλεπώτερον, καὶ οὐκ εὐκόλως εἴκει τῇ θεραπείᾳ, ἐὰν μὴ προσέχωμεν. Πρόῤῥιζον τοίνυν αὐτὸ πάντοθεν ἀνασπάσωμεν, ἐκεῖνο ἐννοοῦντες, ὅτι ὥσπερ προσκρούομεν τῷ Θεῷ, τηκό-μενοι τοῖς ἀλλοτρίοις καλοῖς· οὕτως εὐδοκιμοῦμεν συγχαίροντες, καὶ κοινωνοὺς ἑαυτοὺς ποιοῦμεν τῶν ἀποκειμένων τῷ κατορθοῦντι καλῶν. Διὰ τοῦτο καὶ Παῦλος παραινεῖ, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, ἵνα ἑκατέρωθεν μέγα καρ-πωσώμεθα κέρδος. Ἐννοήσαντες τοίνυν, ὅτι κἂν μὴ πονῶμεν, τῷ πονοῦντι συνηδόμενοι, μερισταὶ γινό-μεθα τῶν ἐκείνου στεφάνων, πᾶσαν ἐκβάλωμεν βα-σκανίαν, καὶ τὴν ἀγάπην ἐν ταῖς ἑαυτῶν φυτεύσωμεν ψυχαῖς, ἵνα συγκροτοῦντες τοὺς εὐδοκιμοῦντας τῶν ἀδελφῶν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπι-τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ-ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:211ΟΜΙΛΙΑ ΛΗ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ· «Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.» α. Δεινὸν ἡ ἁμαρτία, δεινὸν καὶ ψυχῆς λύμη· πολ-λάκις δὲ ἐκ περιουσίας καὶ σωμάτων ἥψατο τὸ κακὸν ὑπερβλύσαν. Ἐπειδὴ γὰρ τὰ πολλὰ τῆς μὲν ψυχῆς ἡμῖν καμνούσης, ἀναλγήτως ἔχομεν· τὸ δὲ σῶμα κἂν μικρὰν δέξηται βλάβην, πᾶσαν ποιούμεθα σπου-δὴν, ὥστε ἐλευθερῶσαι τῆς ἀῤῥωστίας αὐτὸ, διὰ τὸ τῆς ἀῤῥωστίας αἰσθάνεσθαι· διὰ τοῦτο καὶ ὁ Θεὸς τοῦτο κολάζει πολλάκις ὑπὲρ τῶν ἐκείνῃ πεπλημμε-λημένων, ὥστε διὰ τῆς τοῦ ἐλάττονος μάστιγος καὶ τὸ κρεῖττον τυχεῖν θεραπείας τινός. Οὕτω καὶ παρὰ Κο-ρινθίοις τὸν πορνεύσαντα ὁ Παῦλος διώρθωσε, τῷ τῆς σαρκὸς ὀλέθρῳ τὸ τῆς ψυχῆς νόσημα ἐπισχών. Καὶ γὰρ τῷ σώματι τὴν τομὴν ἐπαγαγὼν, οὕτω κατ-έστειλε τὸ κακόν· καθάπερ τις ἰατρὸς ἄριστος, ὕδερον
ἢ σπλῆνα, τοῖς ἔνδοθεν φαρμάκοις οὐκ εἴκοντα, κα-τακαίων ἔξωθεν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησεν ἐπὶ τοῦ παραλύτου. Καὶ ὅρα πῶς δηλῶν αὐτὸς ἔλεγεν· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖ-ρόν τί σοι γένηται. Τί τοίνυν ἐντεῦθεν μανθάνομεν; Πρῶτον μὲν, ὅτι αὐτῷ ἐξ ἁμαρτιῶν ἐτέχθη τὸ νόσημα· δεύτερον δὲ, ὅτι πιστὸς ὁ τῆς γεέννης λόγος· καὶ τρί-τον, τὸ μακρὰν εἶναι καὶ ἄπειρον τὴν τιμωρίαν. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες, ὅτι Ἐν ὥρᾳ μιᾷ ἐφόνευσα, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἐμοίχευσα, καὶ ἀθάνατα κολάζομαι; Ἰδοὺ γὰρ καὶ οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν ὅσοις καὶ ἐκολάζετο, καὶ ὁλόκλη-ρον ὅμως ἀνθρώπου βίον ἀνάλωσεν ἐν τῷ μήκει τῆς τιμωρίας. Οὐδὲ γὰρ ἐν χρόνῳ τὰ ἁμαρτήματα κρίνε-ται, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει τῶν πεπλημμελημένων. Μετὰ τούτων κἀκεῖνο ἔστιν ἰδεῖν, ὅτι, κἂν χαλεπὴν δῶμεν δίκην ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων, εἶτα τοῖς αὐτοῖς περιπέσωμεν, χαλεπώτερα πολλῷ μᾶλλον πεισόμεθα πάλιν· καὶ μάλα εἰκότως. Ὁ γὰρ μηδὲ τῇ τιμωρίᾳ γενόμενος βελτίων, ὡς ἀναίσθητος λοιπὸν καὶ καταφρονητὴς ἐπὶ μείζονα ἄγεται κόλασιν. Ἤρκει μὲν γὰρ καὶ καθ’ ἑαυτὴν ἡ κόλασις συστεῖλαι, καὶ ποιῆσαι σωφρονέστερον τὸν ὀλισθήσαντα ἅπαξ· ἐπεὶ δὲ τῇ ἐπενεχθείσῃ τιμωρίᾳ μὴ σωφρονισθεὶς, τὰ αὐτὰ πάλιν τολμᾷ, εἰκότως ἄν τινα δίκην ὁ τοιοῦτος ὑφέξει, ταύτην αὐτὸς ἐφ’ ἑαυτὸν προκαλούμενος. Εἰ δὲ καὶ
PG 59:212ἐνταῦθα τιμωρηθέντες, πάλιν τοῖς αὐτοῖς περι-πίπτοντες, χαλεπώτερον κολαζόμεθα· ὅταν μηδ’ ὅλως ἁμαρτόντες τιμωρίαν ὑπόσχωμεν, πῶς οὐ σφόδρα χρὴ τοῦτο μάλιστα δεδοικέναι καὶ τρέμειν, ἅτε ἀνήκεστα μέλλοντας ὑπομένειν; Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ πάντες οὕτω κολάζονται; Καὶ γὰρ πολλοὺς ὁρῶμεν, τῶν φαύλων εὐσωματοῦντας καὶ σφριγῶντας, καὶ πολλῆς ἀπολαύοντας εὐημερίας. Ἀλλὰ μὴ θαῤ-ῥῶμεν, ἀλλ’ ἐπὶ τούτοις μάλιστα πάντων αὐτοὺς δα-κρύωμεν. Τὸ γὰρ μηδὲν αὐτοὺς ἐνταῦθα παθεῖν, ἐφ-όδιον γίνεται μείζονος τῆς ἐκεῖ τιμωρίας. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Νῦν δὲ κρινόμενοι ὑπὸ Κυ-ρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακρι-θῶμεν. Τὰ μὲν γὰρ ἐνταῦθα, νουθεσίας· τὰ δὲ ἐκεῖ, τιμωρίας ἐστί. Τί οὖν; πάντα, φησὶ, τὰ νοσήματα ἐξ ἁμαρτημάτων; Οὐ πάντα μὲν, ἀλλὰ τὰ πλείονα· ἔνια δὲ καὶ ἀπὸ ῥᾳθυμίας γίγνεται. Καὶ γὰρ καὶ γαστρι-μαργία καὶ μέθη καὶ ἀργία τὰ τοιαῦτα τίκτουσι πάθη. Δεῖ δὲ πανταχοῦ διατηρεῖν ἓν μόνον, ὥστε εὐχαρίστως φέρειν πᾶσαν πληγήν. Γίγνεται δὲ καὶ δι’ ἁμαρτή-ματα, ὥσπερ καὶ ἐν ταῖς Βασιλείαις ὁρῶμέν τινα ποδαλγίᾳ κατασχεθέντα διὰ τοῦτο. Γίγνεται δὲ καὶ δι’ εὐδοκίμησιν, ὥσπερ τῷ Ἰώβ φησιν ὁ Θεός· Μὴ ἄλλως σοι οἴει με κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἀλλὰ τί δήποτε ἐπὶ τῶν παραλυτικῶν τού-των τὰς ἁμαρτίας εἰς μέσον φέρει ὁ Χριστός; Καὶ γὰρ καὶ ἐκείνῳ τῷ παρὰ τῷ Ματθαίῳ κειμένῳ λέγει· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· καὶ τούτῳ, Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Καὶ οἶδα μὲν ὅτι τινὲς τὸν παράλυτον τοῦτον διαβάλλοντές φασιν αὐτὸν τοῦ Χριστοῦ γενέσθαι κατήγορον, καὶ διὰ τοῦτο ταῦτα ἀκηκοέναι. Τί οὖν περὶ ἐκείνου τοῦ παρὰ τῷ Ματθαίῳ τὰ αὐτὰ σχεδὸν ἀκούσαντος ἐροῦμεν; Καὶ γὰρ καὶ ἐκείνῳ εἶπεν· Ἀφέωνταί σου αἱ ἁμαρ-τίαι. Ὅθεν δῆλον ὅτι οὐδὲ οὗτος ταύτης ἕνεκεν τῆς ὑποθέσεως ταῦτα ἤκουε. Καὶ τοῦτο καὶ ἐκ τῶν ἐπ-αγομένων σαφέστερον ἔστι μαθεῖν. Μετὰ ταῦτα γὰρ, φησὶν, εὑρίσκει αὐτὸν ἐν τῷ ἱερῷ ὁ Ἰησοῦς· ὅπερ μεγίστης εὐλαβείας σημεῖόν ἐστιν. Οὐ γὰρ ἐχώρησεν εἰς ἀγορὰς καὶ περιπάτους, οὐδὲ τρυφῇ καὶ ἀνέσει ἔδωκεν ἑαυτόν· ἀλλ’ ἐν τῷ ἱερῷ διῆγε· καίτοι γε τος-αύτην μέλλων ὑπομένειν ἔφοδον, καὶ παρὰ πάντων ἐλαύνεσθαι ἐκεῖθεν· ἀλλ’ οὐδὲν τούτων ἔπεισεν αὐ-
PG 59:213τὸν ἀποστῆναι τοῦ ἱεροῦ. Εὑρὼν τοίνυν αὐτὸν ὁ Χρι-στὸς καὶ μετὰ τὸ διαλεχθῆναι τοῖς Ἰουδαίοις, οὐδὲν τοιοῦτον ᾐνίξατο. Εἰ δὲ τοῦτο ἐγκαλεῖν ἤθελεν, εἶπεν ἂν πρὸς αὐτόν· Πάλιν τοῖς αὐτοῖς ἐπιχειρεῖς, καὶ οὔτε τῇ θεραπείᾳ γέγονας βελτίων; Ἀλλ’ οὐδὲν τούτων εἶπεν, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίζεται μόνον. β. Τί δήποτε οὖν καὶ χωλοὺς καὶ κυλλοὺς θεραπεύ-σας, οὐδαμοῦ τούτων ἐμνημόνευσεν; Ἐμοὶ δοκεῖ τού-τοις μὲν ἐξ ἁμαρτημάτων τὰ νοσήματα γενέσθαι, τοῖς δὲ ἄλλοις ἐξ ἀσθενείας φυσικῆς. Εἰ δὲ μὴ τοῦτο, καὶ τοῖς ἄλλοις διὰ τούτων καὶ τῶν πρὸς τούτοις εἰ-ρημένων διελέχθη. Ἐπειδὴ γὰρ τῶν ἄλλων πάντων τὸ νόσημα τοῦτο χαλεπώτερον, διὰ τοῦ μείζονος καὶ τὰ ἐλάττονα διορθοῦται. Ὥσπερ γὰρ θεραπεύσας τινὰ ἕτερον, παρήγγειλε δοῦναι δόξαν τῷ Θεῷ, οὐκ ἐκείνῳ μόνῳ ταῦτα παραινῶν, ἀλλὰ καὶ δι’ ἐκείνου πᾶσιν· οὕτω καὶ τούτοις διὰ τούτων πᾶσι καὶ τοῖς λοιποῖς παρ-αινεῖ καὶ συμβουλεύει ταῦτα, ἃ καὶ πρὸς τούτους εἴ-ρηκε. Πρὸς δὲ τούτοις, κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι πολλὴν ἐνεῖδεν αὐτοῦ τῇ ψυχῇ τὴν καρτερίαν, καὶ ὡς δυναμένῳ τὸ παράγγελμα δέξασθαι παραινεῖ, τῇ τε εὐεργεσίᾳ καὶ τῷ φόβῳ τῶν μελλόντων κακῶν κατ-έχων αὐτὸν ἐπὶ τῆς ὑγιείας. Καὶ ὅρα τὸ ἀκόμπαστον. Οὐ γὰρ εἶπεν, Ἴδε ὑγιῆ σε ἐποίησα, ἀλλ’, Ὑγιὴς γέ-γονας· μηκέτι ἁμάρτανε. Καὶ πάλιν οὐκ εἶπεν, Ἵνα μή σε κολάσω, ἀλλ’, Ἵνα μὴ χεῖρόν τί σοι γένηται, ἀπροσώπως ἀμφότερα τιθεὶς, καὶ δεικνὺς χάριτος μᾶλλον οὖσαν τὴν ὑγίειαν, ἢ τῆς ἀξίας. Οὐ γὰρ ἐν-έφηνεν ὅτι τὴν ἀξίαν δοὺς ἀπηλλάγη δίκης, ἀλλ’ ὅτι φιλανθρωπίᾳ ἐσώζετο. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, εἶπεν ἄν· Ἰδοὺ δέδωκας τῶν ἡμαρτημένων δίκην ἱκανήν· ἀσφαλίζου λοιπόν. Νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Ταῦτα καὶ ἡμῖν αὐτοῖς συνεχῶς ἐπιλέγωμεν, κἂν μὲν κολασθέν-τες ἀπαλλαγῶμεν, τοῦτο ἕκαστος πρὸς ἑαυτὸν λεγέτω· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Ἂν δὲ μὴ δῶμεν δίκην, τοῖς αὐτοῖς ἐπιμένοντες, ἐκεῖνο τὸ ἀπο-στολικὸν ἐπᾴδωμεν, ὅτι Τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιαν ἡμᾶς ἄγει· κατὰ δὲ τὴν σκληρότητα καὶ ἀμετανόητον ἡμῶν καρδίαν θησαυρίζομεν ἑαυ-τοῖς ὀργήν. Οὐ τῷ σφίγξαι δὲ τὸ σῶμα μόνον, ἀλλὰ καὶ ἑτέρωθεν μέγα αὐτῷ παρέσχετο τῆς οἰκείας θεό-τητος σημεῖον. Τῷ γὰρ εἰπεῖν, Μηκέτι ἁμάρτανε, ἐδήλωσεν εἰδότα πάντα τὰ ἔμπροσθεν αὐτῷ γεγενη-μένα πλημμελήματα· ὅθεν καὶ πρὸς τὰ μέλλοντα ἔμελλεν ἀξιόπιστος εἶναι. Ἀπῆλθεν οὖν ὁ ἄνθρωπος καὶ ἀπήγγειλε τοῖς Ἰουδαίοις, ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. Καὶ ὅρα αὐτὸν πάλιν ἐπὶ τῆς αὐτῆς μένοντα εὐγνωμοσύνης. Οὐ γὰρ εἶπεν, ὅτι αὐ-τός ἐστιν ὁ εἰπὼν, Ἆρον τὸν κράββατόν σου. Ἐπειδὴ γὰρ ἐκεῖνοι τὸ δοκοῦν ἔγκλημα τοῦτο ἀεὶ προέφε-ρον, αὐτὸς τὴν ἀπολογίαν ἀεὶ προβάλλεται, πάλιν τὸν ἰατρὸν δῆλον ποιῶν, καὶ τοὺς ἄλλους ἐφελκύσασθαι σπεύδων καὶ οἰκειώσασθαι. Οὐ γὰρ οὕτως ἀναίσθη-τος ἦν, ὡς μετὰ τοσαύτην εὐεργεσίαν καὶ παραίνεσιν προδοῦναι τὸν εὐεργέτην, καὶ κακούργῳ διανοίᾳ τοῦτο εἰπεῖν. Εἰ γὰρ καὶ θηρίον ἦν, εἰ γὰρ ἀπάνθρωπός τις καὶ λίθινος, ἱκανὴ καὶ ἡ εὐεργεσία καὶ ὁ φόβος αὐτὸν ἦν κατασχεῖν. Καὶ γὰρ ἔναυλον ἔχων τὴν ἀπειλὴν, ἔδεισεν ἂν μὴ χεῖρόν τι πάθῃ, μέγιστα λαβὼν τῆς τοῦ ἰατροῦ δυνάμεως δείγματα· ἄλλως τε εἰ διαβάλλειν ἐβούλετο, τὴν ὑγίειαν σιγήσας, τὴν παράβασιν εἶπεν
ἂν καὶ κατηγόρησεν. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· ἀλλὰ πολλῆς παῤῥησίας τὰ ῥήματα καὶ εὐγνωμοσύ-
PG 59:214νης, καὶ ἀνακηρύττει τὸν εὐεργέτην οὐδὲν ἔλαττον τοῦ τυφλοῦ. Τί γὰρ ἐκεῖνός φησιν; Ἐποίησε πηλὸν, καὶ ἔχρισέ μου τοὺς ὀφθαλμούς· οὕτω καὶ οὗτος· Ἰη-σοῦς ἐστιν ὁ ποιήσας με ὑγιῆ. Ἐδίωκον οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ. Τί οὖν ὁ Χριστός; Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὅτε μὲν γὰρ ὑπὲρ τῶν μαθητῶν ἀπολογήσασθαι ἔδει, τὸν Δαυὶ̈δ τὸν ὁμόδουλον αὐτῶν εἰς μέσον ἔφε-ρεν, Οὐκ ἀνέγνωτε, λέγων, τί ἐποίησε Δαυὶ̈δ, ὅτε ἐπείνασεν αὐτός; Ὅτε δὲ περὶ ἑαυτοῦ, ἐπὶ τὸν Πα-τέρα κατέφυγεν, ἑκατέρωθεν τὸ ὁμότιμον δεικνὺς, τῷ τε Πατέρα εἰπεῖν ἰδιαζόντως, καὶ τῷ τὰ αὐτὰ πράτ-τειν ἐκείνῳ. Καὶ διατί μὴ εἶπε τὰ περὶ τὸν Ἱεριχὼ γενόμενα; Ἀναγαγεῖν αὐτοὺς ἠθέλησεν ἀπὸ τῆς γῆς, ἵνα μηκέτι ὡς ἀνθρώπῳ προσέχωσιν, ἀλλ’ ὡς Θεῷ καὶ νομοθετεῖν ὀφείλοντι. Εἰ δὲ μὴ γνήσιος ἦν Υἱὸς καὶ τῆς αὐτῆς οὐσίας, ἡ ἀπολογία κατηγορίας μείζων ἐστίν. Οὐδὲ γὰρ εἴ τις ὕπαρχος νόμον βασιλικὸν με-ταθεὶς, εἶτα ἐγκαλούμενος ἀπολογοῖτο οὕτω, καὶ λέγοι, ὅτι Καὶ γὰρ ὁ βασιλεὺς ἔλυσε, δυνήσεται διαφυγεῖν, ἀλλὰ καὶ μεῖζον τὸ ἔγκλημα οὕτως ἐργάσεται. Ἀλλ’ ἐνταῦθα ἐπειδὴ ἴσα τὰ τῆς ἀξίας, διὰ τοῦτο καὶ τὰ τῆς ἀπολογίας ἀπήρτισται μετὰ ἀσφαλείας ἁπάσης. Ἀφ’ ὧν γὰρ, φησὶν, ἀπολύετε τὸν Θεὸν ἐγκλημάτων, ἀπὸ τῶν αὐτῶν καὶ ἐμέ. Διὰ τοῦτο καὶ προλαβὼν εἴρηκεν, Ὁ Πατήρ μου, ἵνα καὶ ἄκοντας πείσῃ τὰ αὐτὰ αὐτῷ συγχωρεῖν, τὴν ἀκριβῆ γνησιότητα αἰδεσθέντας. Εἰ δὲ λέγοι τις· Καὶ ποῦ ὁ Πατὴρ ἐργάζεται, ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καταπαύσας ἀπὸ πάντων τῶν ἔργων αὐ-τοῦ; τὸν τρόπον μαθέτω καθ’ ὃν ἐργάζεται. Τίς οὖν ὁ τρόπος τῆς ἐργασίας; Προνοεῖ, συγκροτεῖ τὰ γε-νόμενα πάντα. Ὁρῶν τοίνυν ἥλιον ἀνατέλλοντα, καὶ σελήνην τρέχουσαν, καὶ λίμνας, καὶ πηγὰς, καὶ πο-ταμοὺς, καὶ ὑετοὺς, καὶ φύσεως δρόμον, τὸν ἐν τοῖς σπέρμασι, τὸν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις καὶ τοῖς τῶν ἀλόγων, τὰ ἄλλα πάντα δι’ ὧν τόδε τὸ πᾶν συν-έστηκε, μάνθανε τὴν διηνεκῆ τοῦ Πατρὸς ἐργασίαν. Ἀνατέλλει γὰρ, φησὶ, τὸν ἥλιον αὐτοῦ ἐπὶ πονη-ροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδί-κους. Καὶ πάλιν· Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σή-μερον ὄντα καὶ αὔριον εἰς πῦρ βαλλόμενον, οὕτως ὁ Θεὸς ἀμφιέννυσι· καὶ περὶ τῶν πετεινῶν διαλεγό-μενος πάλιν· Ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. γ. Ἐνταῦθα μὲν οὖν διὰ ῥημάτων τὸ πᾶν ἐποίησεν ἐν Σαββάτῳ, καὶ οὐδὲν πλέον προσέθηκεν, ἀλλ’ ἀπὸ τῶν ἐν τῷ ἱερῷ γινομένων, καὶ ἀφ’ ὧν αὐτοὶ πράτ-τουσι, λύει τὰ ἐγκλήματα· ἔνθα δὲ καὶ ἔργον γενέ-σθαι ἐκέλευσεν, οἷον τὸ τὴν κλίνην ἆραι, οὐδὲν μέγα πρὸς τὸ πρᾶγμα συντελοῦν, ἀλλ’ ἓν τοῦτο μόνον, δει-κνύων σαφῆ τοῦ Σαββάτου τὴν λύσιν, ἐπὶ τὸ μεῖζον ἀνάγει τὸν λόγον, μᾶλλον αὐτοὺς καταπλῆξαι βουλό-μενος ἀπὸ τῆς τοῦ Πατρὸς ἀξίας, καὶ ἀναγαγεῖν ἐπὶ τὸ ὑψηλότερον. Διὰ τοῦτο ὅταν περὶ Σαββάτου ᾖ ὁ λόγος, οὔτε ὡς ἄνθρωπος μόνον ἀπολογεῖται, οὔτε ὡς Θεὸς μόνον, ἀλλὰ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἐκεί-νως. Ἠβούλετο γὰρ ἀμφότερα πιστεύεσθαι, καὶ τῆς οἰκονομίας τὴν συγκατάβασιν, καὶ τῆς θεότητος τὸ ἀξίωμα. Διὰ τοῦτο νῦν ὡς Θεὸς ἀπολογεῖται. Εἰ γὰρ ἔμελλεν ἀπὸ τῶν ἀνθρωπίνων αὐτοῖς ἀεὶ διαλέγεσθαι μόνον, ἔμεινεν ἂν ἐπὶ τῆς αὐτῆς ταπεινότητος. Διό-περ ἵνα μὴ τοῦτο γένηται, τὸν Πατέρα εἰς μέσον ἄγει. Καίτοι καὶ αὐτὴ ἡ κτίσις ἐργάζεται ἐν Σαββάτῳ. Καὶ γὰρ ὁ ἥλιος τρέχει, καὶ ποταμοὶ ῥέουσι, καὶ πηγαὶ βρύουσι, καὶ γυναῖκες τίκτουσιν
PG 59:215Ἀλλ’ ἵνα μάθῃς, ὅτι οὐ τῆς κτίσεώς ἐστιν, οὐκ εἶπε, Ναὶ, ἐργάζομαι· καὶ γὰρ ἡ κτίσις ἐργάζεται· ἀλλὰ τί; Ναὶ, ἐργάζομαι, καὶ γὰρ ὁ Πατήρ μου ἐργάζε-ται. Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι, φησὶν, ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ’ ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Καὶ μὴν οὐκ ἐνέφηνε τοῦτο μόνον· οὐ γὰρ ἐν τοῖς ῥήμασι τοῦτο ἐδείκνυ μόνοις, ἀλλὰ πολλῷ μάλιστα ἐν τοῖς πρά-γμασι Τί δήποτε; Ὅτι τοῖς μὲν λόγοις εἶχον ἐπι-σκήπτειν, καὶ ἀλαζονείαν ἐγκαλεῖν· τὴν δὲ τῶν πρα-γμάτων ὁρῶντες ἀλήθειαν ἐκβαίνουσαν, καὶ ἐπὶ τῶν ἔργων ἀνακηρυττομένην τὴν δύναμιν, οὐδὲν ἀντει-πεῖν ἠδύναντο λοιπόν. Ἀλλ’ οἱ μὴ βουλόμενοι μετ’ εὐγνωμοσύνης ταῦτα δέχεσθαι, φασὶν, ὅτι οὐχ ὁ Χριστὸς ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, ἀλλ’ οἱ Ἰουδαῖοι τοῦτο ὑπώπτευον. Οὐκοῦν ἄνωθεν φέρε τὰ εἰρημένα ἐπέλθωμεν. Εἰπὲ δή μοι, ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ἢ οὐκ ἐδίωκον; Παντί που δῆλον ὅτι ἐδίωκον. Καὶ διὰ τοῦτο ἐδίωκον, ἢ δι’ ἕτερόν τι; Καὶ τοῦτο συνομολογεῖται, ὅτι διὰ τοῦτο. Ἔλυεν οὖν τὸ σάββατον, ἢ οὐκ ἔλυεν; Οὐδὲ πρὸς τοῦτο ἔχοι τις ἂν ἀντειπεῖν. Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἢ οὐκ ἔλεγε; Καὶ τοῦτο ἀληθές. Οὐκοῦν καὶ τὰ ἑξῆς τῆς αὐτῆς ἀκολουθίας ἔχεται. Ὥσπερ γὰρ τὸ Πατέρα λέγειν ἴδιον τὸν Θεὸν, καὶ τὸ λύειν τὸ σάββατον, καὶ τὸ διώκεσθαι παρὰ τῶν Ἰουδαίων διά τε ἐκεῖνο, καὶ διὰ τοῦτο μᾶλλον, οὐχ ὑπονοίας ἦν ἐψευσμένης, ἀλλὰ πράγματος ἀληθοῦς· οὕτω καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, τῆς αὐτῆς γνώμης ἀπό-φασις ἦν. Καὶ ἀπὸ τῶν ἔμπροσθεν δὲ εἰρημένων τοῦτο σαφέστερον ἔστιν ἰδεῖν. Τὸ γὰρ, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἴσον ἐστὶν ἑαυτὸν δεικνύντος τῷ Θεῷ. Οὐ γὰρ δείκνυ ἐν τούτοις οὐ-δεμίαν διαφοράν. Οὐ γὰρ εἶπεν, Ἐκεῖνος μὲν ἐργάζε-ται, ἐγὼ δὲ ὑπουργῶ· ἀλλ’, Ὥσπερ ἐκεῖνος ἐργάζεται, οὕτω καὶ ἐγώ. Καὶ ἰσότητα πολλὴν ἐπεδείξατο. Εἰ δὲ οὐκ αὐτὸς τοῦτο ἐβούλετο κατασκευάσαι, ἀλλ’ οἱ Ἰουδαῖοι τοῦτο μάτην ὑπώπτευον· οὐκ ἂν ἀφῆκεν αὐτῶν εἶναι τὴν διάνοιαν ἐσφαλμένην, ἀλλὰ καὶ διώρ-θωσεν ἂν τοῦτο. Καὶ ὁ εὐαγγελιστὴς δὲ οὐκ ἂν αὐτὸ παρεσιώπησεν, ἀλλ’ εἶπεν ἂν φανερῶς, ὅτι Ἰουδαῖοι μὲν οὕτως ὑπώπτευον, αὐτὸς δὲ οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ· ὥσπερ καὶ ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο ποιεῖ, ὅταν ἴδῃ ἄλλως μὲν λεγόμενον, ἄλλως δὲ ὑπο-πτευόμενον τὸ λεχθέν· οἷον, Λύσατε τὸν ναὸν τοῦ-τον, ἔλεγεν ὁ Χριστὸς, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, περὶ τῆς σαρκὸς αὐτοῦ λέγων. Ἀλλ’ οἱ Ἰουδαῖοι τοῦτο μὴ συνιέντες, καὶ νομίσαντες περὶ τοῦ Ἰουδαϊκοῦ ναοῦ λέγεσθαι, Ἐν τεσσαρά-κοντα καὶ ἓξ ἔτεσιν, ἔλεγον, ᾠκοδομήθη ὁ ναὸς οὗ-τος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Ἐπεὶ οὖν ἄλλο μὲν εἶπεν αὐτὸς, ἄλλο δὲ ὑπώπτευ-σαν ἐκεῖνοι (αὐτὸς μὲν γὰρ περὶ τῆς σαρκὸς αὐτοῦ ἔλεγεν, ἐκεῖνοι δὲ περὶ τοῦ ναοῦ τοῦ ἑαυτῶν ἐνόμιζον τοῦτο εἰρῆσθαι), ἐπισημαινόμενος τοῦτο ὁ εὐαγγε-λιστὴς, μᾶλλον δὲ διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, ἐπήγαγε λέγων· Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὥστε εἰ καὶ ἐνταῦθα ὁ μὲν Χριστὸς οὐκ ἐποίει ἑαυτὸν ἴσον, οὐδὲ ἐβούλετο τοῦτο παραστῆσαι, οἱ δὲ Ἰουδαῖοι τοῦτο ὑπώπτευσαν, διώρθωσεν ἂν κἀνταῦθα τὴν ὑπόνοιαν αὐτῶν, καὶ εἶπεν· Ἰουδαῖοι μὲν ἐνόμιζον ἑαυτὸν ἴσον ποιεῖν τῷ Θεῷ, ἐκεῖνος δὲ οὐ περὶ τῆς ἰσότητος ἔλεγε. Καὶ γὰρ
PG 59:216οὐδὲ ἐνταῦθα μόνον οὗτος μόνος, ἀλλὰ καὶ ἀλλαχοῦ πάλιν τὸ αὐτὸ τοῦτο φαίνεται ποιῶν καὶ ἕτερος εὐαγ-γελιστής. Ὅτε γὰρ παρήγγειλε τοῖς μαθηταῖς λέ-γων· Προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἐκεῖνοι δὲ διελογίζοντο, λέγοντες, ὅτι ἄρτους οὐκ ἐλάβομεν· καὶ ἄλλο μὲν αὐτὸς εἶπε, ζύμην τὴν διδασκαλίαν καλῶν, ἄλλο δὲ ὑπώπτευσαν οἱ μαθηταὶ, περὶ ἄρτων εἰρῆσθαι νομίζοντες, διορ-θοῦται αὐτὸ πάλιν, οὐκ ἔτι ὁ εὐαγγελιστὴς, ἀλλ’ αὐ-τὸς ὁ Χριστὸς, οὕτω λέγων· Πῶς οὐ νοεῖτε ὅτι προσέχειν οὐ περὶ ἄρτων εἶπον ὑμῖν; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Καὶ μὴν, φησὶν, αὐτὸ τοῦτο ἀναι-ρῶν, ἐπήγαγεν ὁ Χριστός· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν. Τοὐναντίον μὲν οὖν, ἄν-θρωπε, πεποίηκεν· οὐδὲ γὰρ ἀναιρῶν, ἀλλὰ καὶ ἐπι-σφίγγων τὴν ἰσότητα τοῦτο λέγει. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· οὐδὲ γὰρ τὸ τυχόν ἐστι τὸ ζητού-μενον. Τὸ γὰρ, Ἀφ’ ἑαυτοῦ, τοῦτο πολλαχοῦ τῆς Γραφῆς κεῖται, καὶ ἐπ’ αὐτοῦ καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. Καὶ δεῖ μαθεῖν τῆς λέξεως τὴν δύναμιν, ἵνα μὴ τὰ μέγιστα ἁμαρτάνωμεν. Εἰ γὰρ αὐτὴν καθ’ ἑαυτὴν οὕτως ἐκλάβοι τις, ὥσπερ ἐστὶ πρόχει-ρον ἐκλαβεῖν, σκόπησον ἡλίκον ἕψεται τὸ ἄτοπον. Οὐδὲ γὰρ εἶπεν, ὅτι τὰ μὲν δύναται ἀφ’ ἑαυτοῦ ποιεῖν, τὰ δὲ οὐ δύναται, ἀλλὰ καθόλου εἶπεν· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν. δ. Ἐρώμεθα τοίνυν τὸν ἀντιλέγοντα τούτοις· Οὐδὲν οὖν ἀφ’ ἑαυτοῦ δύναται ποιεῖν ὁ Υἱὸς, εἰπέ μοι; Κἂν εἴπῃ, ὅτι Οὐδὲν, ἐροῦμεν, ὅτι Καὶ μὴν τὸ μέγιστον τῶν ἀγαθῶν ἀφ’ ἑαυτοῦ πεποίηκε· καὶ βοᾷ Παῦλος, λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπα-γμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Καὶ πάλιν αὐτὸς ὁ Χριστὸς ἀλλαχοῦ· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτὴν, καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυ-τοῦ. Ὁρᾷς καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχοντα, καὶ τὴν τοσαύτην οἰκονομίαν ἀφ’ ἑαυτοῦ ἐργασάμε-νον; Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Ἡμεῖς γὰρ, ὧν οὐδὲν εὐτελέστερον γένοιτ’ ἂν, πολλὰ ἀφ’ ἑαυτῶν πράττομεν, καὶ κακίαν ἀφ’ ἑαυτῶν αἱρούμενοι, καὶ ἀρετὴν ἀφ’ ἑαυτῶν μετερχόμενοι. Εἰ δὲ μὴ ἀφ’ ἑαυ-τῶν, μηδὲ ἐξουσίαν ἔχοντες, οὔτ’ εἰς γέενναν ἁμαρ-τάνοντες ἐμπεσούμεθα, οὔτε βασιλείας κατορθοῦντες ἐπιτευξόμεθα. Οὐδὲν οὖν ἄλλο ἐστὶ τὸ, Ἀφ’ ἑαυτοῦ οὐ δύναται ποιεῖν οὐδὲν, ἢ ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ, οὐδὲν ἀλλότριον, οὐδὲν ξένον, ὃ μάλιστα τὴν ἰσότητα ἐνδεικνυμένου καὶ τὴν πολλὴν συμφωνίαν ἐστί. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ὅτι οὐδὲν ἐναντίον ποιεῖ, ἀλλ’ ὅτι Οὐ δύναται; Ἵνα κἀντεῦθεν δείξῃ πάλιν τὸ ἀπαράλλακτον καὶ τὴν ἀκρίβειαν τῆς ἰσότη-τος. Οὐ γὰρ ἀσθένειαν αὐτοῦ κατηγορεῖ τὸ ῥῆμα, ἀλλὰ καὶ πολλὴν αὐτοῦ τὴν δύναμιν μαρτυρεῖ. Ἐπεὶ καὶ ἀλλαχοῦ περὶ τοῦ Πατρός φησιν ὁ Παῦλος· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύ-νατον ψεύσασθαι Θεόν· καὶ πάλιν, Εἰ ἀρνησό-μεθα, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Καὶ οὐ δήπου τοῦτο τὸ, Ἀδύνατον, δηλωτικὸν ἀσθενείας, ἀλλὰ δυνάμεώς ἐστι, καὶ δυνά-μεως ἀφάτου. Ὃ οὖν λέγει, τοῦτό ἐστι· Πάντων ἀνεπίδεκτος ἡ οὐσία ἐκείνη τῶν τοιούτων ἐστίν. Ὥσπερ γὰρ ὅταν λέγωμεν καὶ ἡμεῖς, ἀδύνατον τὸν Θεὸν ἁμαρτεῖν, οὐκ ἀσθένειαν αὐτοῦ κατηγοροῦμεν, ἀλλὰ ἄῤῥητόν τινα δύναμιν αὐτοῦ μαρτυροῦμεν·
PG 59:217οὕτω δὴ καὶ αὐτὸς ὅταν εἴπῃ, Οὐ δύναμαι ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδὲν, τοῦτο λέγει, ὅτι Ἀδύνατον καὶ ἀνεγχώρητόν ἐστιν ἐμὲ ποιῆσαί τι ἐναντίον τῷ Πατρί. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστι τὸ λεγόμενον, τὰ ἑξῆς ἐπελθόντες, ἴδωμεν τίσι ψηφίζεται ὁ Χριστός· πότερον τοῖς παρ’ ἡμῶν λεχθεῖσιν, ἢ τοῖς παρ’ ὑμῖν. Σὺ μὲν γὰρ φῂς τὴν ἐξουσίαν ἀναιρεῖν τὸ ῥῆμα, καὶ τὴν προσήκουσαν αὐθεντίαν αὐτοῦ, καὶ τὴν δύναμιν ἀσθενῆ δεικνύναι· ἐγὼ δὲ λέγω ὅτι τὴν ἰσότητα, καὶ τὸ ἀπαράλλακτον, καὶ τὸ ὡσανεὶ ἐκ μιᾶς γνώμης καὶ ἐξουσίας καὶ δυνάμεως γινόμενον ἐμφαίνει τοῦτο. Οὐκοῦν αὐτὸν ἐρώμεθα τὸν Χριστὸν, καὶ ἴδωμεν δι’ ὧν φησιν ἑξῆς, πότερον πρὸς τὴν σὴν ὑπόνοιαν, ἢ πρὸς τὴν ἡμετέραν ἑρμηνεύει τὰ εἰρημένα. Τί οὖν φησιν· Ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Εἶδες πῶς πρόῤῥιζον ἀνεῖλε τὸ ὑμέ-τερον, καὶ τὰ εἰρημένα παρ’ ἡμῶν ἐβεβαίωσεν; Εἰ γὰρ ἀφ’ ἑαυτοῦ οὐδὲν ποιεῖ, ἔσται οὐδὲ ὁ Πατὴρ ἀφ’ ἑαυτοῦ τι ποιῶν, εἴ γε ὁμοίως αὐτῷ πάντα ποιεῖ. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, καὶ ἕτερον ἄτοπον ἕψεται. Οὐδὲ γὰρ εἶπεν, ὅτι ἃ εἶδε τὸν Πατέρα ποιοῦντα ἐποίησεν, ἀλλ’, Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, οὐ ποιεῖ, τῷ παντὶ παρατείνων χρόνῳ τὸν λόγον· καὶ ἔσται καθ’ ὑμᾶς ἀεὶ τὰ αὐτὰ μανθάνων. Εἶδες πῶς τὸ μὲν νόημά ἐστιν ὑψηλὸν, ἡ δὲ ταπεινότης τοῦ ῥήματος καὶ τοὺς λίαν ἀναισχύντους καὶ μὴ βου-λομένους ἀναγκάζει φυγεῖν τὸ χαμαίζηλον καὶ σφό-δρα τῆς ἀξίας ἐκείνης ἀπᾷδον; Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς εἰπεῖν τὸν Υἱὸν καθ’ ἑκάστην ἡμέραν μανθάνειν ἃ δεῖ ποιεῖν; Πῶς δὲ ἔσται ἐκεῖνο ἀληθὲς, τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι; πῶς δὲ, Καὶ πάντα δι’ αὐτοῦ ἐγέ-νετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· εἴ γε τὰ μὲν ὁ Πατὴρ ποιεῖ, τὰ δὲ αὐτὸς ὁρῶν μιμεῖται; Ὁρᾷς ὅτι καὶ ἐκ τῶν ἄνωθεν εἰρημένων, καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθέντων δείκνυται τῆς αὐθεντίας ἡ ἀπόδει-ξις; Εἰ δὲ ταπεινότερον προάγει τῶν ῥημάτων ἔνια, μὴ θαυμάσῃς. Ἐπειδὴ γὰρ ἐδίωκον αὐτὸν, τὰ ὑψηλὰ ἀκούσαντες, καὶ ἀντίθεον εἶναι ἐνόμιζον, ὀλίγον καθ-υφεὶς διὰ τῶν ῥημάτων μόνων, πάλιν ἐπὶ τὰ ὑψη-λότερα ἀνάγει τὸν λόγον· εἶτα πάλιν ἐπὶ τὰ ταπεινὰ, ποικίλλων αὐτοῦ τὴν διδασκαλίαν, ὥστε εὐπαράδε-κτον γενέσθαι καὶ τοῖς ἀγνώμοσι. Σκόπει δέ· Εἰπὼν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ ἀποφήνας ἴσον ἑαυτὸν τῷ Θεῷ, πάλιν λέγει· Οὐ δύναται ἀφ’ ἑαυτοῦ ποιεῖν ὁ Υἱὸς οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· πάλιν ἐπὶ τὸ ταπεινότερον· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐ-τῷ, ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐ-τῷ ἔργα. Εἶδες ὅσον πάλιν τὸ ταπεινόν; Εἰκότως. Ὃ γὰρ ἔφθην εἰπὼν, καὶ λέγων οὐ παύσομαι, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι ἡνίκα ἂν λέγῃ τι χαμαίζηλον καὶ τα-πεινὸν, μεθ’ ὑπερβολῆς αὐτὸ τίθησιν, ἵνα καὶ τοὺς ἀγνώμονας ἡ τῶν ῥημάτων εὐτέλεια πείσῃ μετ’ εὐσεβοῦς διανοίας δέξασθαι τὰ νοήματα. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἐννόησον πῶς ἄτοπον τὸ εἰρημένον, ἀπ’ αὐτῶν τῶν ῥημάτων γυμνάζων. Ὅταν γὰρ εἴπῃ, Καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, εὑρεθήσεται πολλὰ μηδέπω μαθών· ὅπερ οὐδὲ περὶ ἀποστόλων ἔστιν εἰπεῖν. Τοῦ γὰρ Πνεύματος ἅπαξ λαβόντες τὴν χάριν, ἀθρόον πάντα καὶ ᾔδεσαν καὶ ἐδύναντο ἐκεῖ-
PG 59:218νο. ἅπερ καὶ εἰδέναι αὐτοὺς καὶ δύνασθαι ἔδει. Οὗτος δὲ εὑρεθήσεται πολλὰ ὧν εἰδέναι ἐχρῆν, μηδέπω μα-θών. Καὶ τί τούτου γένοιτ’ ἂν ἀτοπώτερον; Τί οὖν ἐστι τὸ εἰρημένον, Ἐπειδὴ τὸν παράλυτον ἔσφιγξε, μέλλει δὲ καὶ νεκρὸν ἐγείρειν, διὰ τοῦτο οὕτως εἶπε,
μονονουχὶ τοῦτο λέγων· Θαυμάζετε ὅτι παράλυτον ἔσφιγξα; μείζονα τούτων ὄψεσθε. Ἀλλ’ οὕτω μὲν οὐκ εἶπε, ταπεινότερον δέ πως διέξεισιν, ἵνα αὐτῶν πα-ραμυθήσηται τὴν μανίαν. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Δείξει, οὐ κυρίως εἴρηται, ἄκουσον τῶν ἑξῆς ὧν ἐπάγει πάλιν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, φησὶν, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καίτοι τὸ, Οὐδὲν δύναται ἀφ’ ἑαυτοῦ ποιεῖν, τῷ, Οὓς θέλει, ἐναντίον ἐστίν. Εἰ γὰρ οὓς θέλει, δύναται ἀφ’ ἑαυτοῦ ποιεῖν (τὸ γὰρ θέλειν, ἐξουσίας)· εἰ δὲ οὐ δύναται ἀφ’ ἑαυτοῦ οὐκ ἔτι οὓς θέλει. Τὸ μὲν γὰρ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει, τῆς δυνάμεως δείκνυσι τὴν ἀπαραλλαξίαν· τὸ δὲ, Οὓς θέλει, τῆς ἐξουσίας τὴν ἰσότητα. Ὁρᾷς ὅτι τὸ, Οὐ δύναται ἀφ’ ἑαυτοῦ ποιεῖν, οὐ τὴν ἐξουσίαν ἀναι-ροῦντός ἐστιν, ἀλλὰ τὸ ἀπαράλλακτον τῆς δυνάμεως καὶ τοῦ θελήματος ἐνδεικνυμένου; Οὕτω καὶ τὸ, Δεί-ξει αὐτῷ, νόησον. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν, δεικνὺς ὅτι οὐκ ἐνέργειαν δεχόμενος ποιεῖ, Ἐγώ εἰμι ἡ ἀνάστασις, φησὶ, καὶ ἡ ζωή. Εἶτα ἵνα μὴ λέγῃς, ὅτι νεκροὺς μὲν ἐγείρει οὓς θέλει, καὶ ζωοποιεῖ, τὰ δὲ ἄλλα οὐχ οὕτω ποιεῖ, προλαβὼν πᾶσαν ἀπέκλεισεν ἀντιλογίαν τοιαύτην, εἰπών· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· δη-λῶν ὅτι καὶ πάντα ἃ ἐκεῖνος, καὶ οὕτως ὡς ἐκεῖνος ποιεῖ· κἂν νεκρῶν εἴπῃς ἀνάστασιν, κἂν σωμάτων διάπλασιν, κἂν ἁμαρτημάτων ἄφεσιν, κἂν ἀλλοτιοῦν, ὁμοίως ἐργάζεται τῷ γεγεννηκότι. ε. Ἀλλ’ οὐδενὶ τούτων προσέχουσιν οἱ τῆς ἑαυτῶν ἀμελοῦντες σωτηρίας· τοσοῦτον κακὸν τὸ προ-εδρίας ἐρᾷν. Τοῦτο τὰς αἱρέσεις ἔτεκε, τοῦτο τὴν τῶν Ἑλλήνων ἐβεβαίωσεν ἀσέβειαν. Ὁ μὲν γὰρ Θεὸς τὰ ἀόρατα αὐτοῦ ἠβούλετο διὰ τῆς κτίσεως τοῦ κόσμου νοηθῆναι τούτου· ἐκεῖνοι δὲ ταῦτα ἀφέντες, καὶ ἀπ-αξιώσαντες διὰ ταύτης ἐλθεῖν τῆς διδασκαλίας, ἑτέραν ἔτεμον ἑαυτοῖς ὁδόν· διὸ καὶ τῆς οὔσης ἐξέπεσον. Διὰ τοῦτο καὶ Ἰουδαῖοι οὐκ ἐπίστευσαν, δόξαν παρ’ ἀλλή-λων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ Θεοῦ δόξαν οὐ ζητοῦντες. Ἀλλ’ ἡμεῖς, ἀγαπητοὶ, τοῦτο φεύγωμεν τὸ νόσημα μεθ’ ὑπερβολῆς καὶ σπουδῆς ἁπάσης. Κἂν γὰρ μυρία κατορθώματα ἔχωμεν, πάντα ἱκανὴ διαλῦσαι τῆς κενοδοξίας ἡ λύμη. Εἰ τοίνυν ἐπαίνων ἐρῶμεν, τοὺς παρὰ τῷ Θεῷ ζητῶμεν ἐπαίνους. Ὁ μὲν γὰρ παρὰ τῶν ἀνθρώπων ἔπαινος, οἷος ἂν ᾖ, ὁμοῦ τε ἐφάνη καὶ ἀπώλετο· κἂν μὴ ἀπόληται, τὸ κέρδος οὐδὲν ἡμῖν ἤνεγκε, καὶ ἀπὸ κρίσεως δὲ γίνεται διεφθαρμένης πολλάκις. Τί γὰρ θαυμαστὸν ἡ παρὰ ἀνθρώπων ἔχει δόξα, ἧς καὶ ὀρχούμενοι ἀπολαύουσι νέοι, καὶ δι-εφθαρμέναι γυναῖκες, καὶ πλεονέκται καὶ ἅρπαγες; Ὁ δὲ παρὰ τοῦ Θεοῦ θαυμαζόμενος οὐ μετὰ τούτων, ἀλλὰ μετὰ τῶν ἁγίων ἐκείνων θαυμάζεται, τῶν προ-φητῶν λέγω, τῶν ἀποστόλων, τῶν ἀγγελικὸν ἐπιδειξα-μένων βίον. Εἰ δὲ τὸ περιάγειν ὄχλους, καὶ τὸ ἀπο-βλέπεσθαι ποθοῦμεν, ἐξετάσωμεν αὐτὸ καθ’ ἑαυτὸ, καὶ οὐδενὸς ἄξιον εὑρήσομεν ὄν. Ὅλως δὲ, εἰ καὶ ὄχλων ἐρᾷς, ἐφέλκου τὸν δῆμον τῶν ἀγγέλων, καὶ γίνου φοβερὸς δαίμοσι, καὶ τῶν ἀνθρωπίνων οὐδένα

Homily XXXIXHomilia XXXIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:219ποιήσῃ λόγον· ἀλλὰ πάντα οὕτω καταπατήσεις τὰ λαμπρὰ, ὡς βόρβορον καὶ πηλόν· καὶ ὄψει τότε σα-φῶς, ὅτι οὐδὲν οὕτω παρασκευάζει ψυχὴν ἀσχημο-νεῖν, ὡς τὸ δόξης ἐρᾷν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ταύτης ἐρῶντα μὴ ζῆσαι βίον ἐσταυρωμένον· ὥσπερ οὖν οὐκ ἔστι πατήσαντα ταύτην, μὴ τὰ πλείονα τῶν παθῶν καταπατῆσαι. Ὁ γὰρ ταύτης περιγενόμενος, καὶ φθόνου καὶ φιλοχρηματίας, καὶ πάντων περιέσται τῶν χαλεπῶν νοσημάτων. Καὶ πῶς αὐτῆς περιεσόμεθα, φησίν; Ἂν πρὸς τὴν ἄλλην ἴδωμεν δόξαν τὴν ἐκ τῶν οὐρανῶν, ἧς ἐκβάλλειν ἡμᾶς αὕτη βιάζεται. Ἐκείνη γὰρ καὶ ἐνταῦθα ποιεῖ λαμπροὺς, καὶ μεθ’ ἡμῶν πρὸς τὴν μέλλουσαν συναποδημεῖ ζωὴν, καὶ πάσης ἡμᾶς ἐλευθεροῖ δουλείας σαρκικῆς, ᾗ μετὰ πολλῆς ἀθλιό-τητος δουλεύομεν νῦν, ὅλους ἑαυτοὺς τῇ γῇ καὶ τοῖς ταύτης ἐκδόντες πράγμασι. Κἂν εἰς ἀγορὰν ἐμβάλῃς, κἂν εἰς οἰκίαν εἰσέλθῃς, κἂν εἰς τὰς ὁδοὺς, κἂν εἰς τοὺς σταθμοὺς, κἂν εἰς τὰ καταγώγια, κἂν εἰς τὰ πανδοχεῖα, κἂν εἰς πλοῖον, κἂν εἰς νῆσον, κἂν εἰς τὰ βασίλεια, κἂν εἰς τὰ δικαστήρια, κἂν εἰς βουλευ-τήρια, πανταχοῦ τῶν παρόντων καὶ τῶν βιωτικῶν
PG 59:220πραγμάτων ὄψει τὴν φροντίδα, καὶ ἕκαστον ὑπὲρ τούτων κοπτόμενον, τούς τε ἀπόντας τούς τε ἐπιόν-τας, τοὺς ἀποδημοῦντας τούς τε μένοντας, τοὺς πλέοντας, τοὺς γεωργοῦντας, τοὺς ἐν τοῖς ἀγροῖς, τοὺς ἐν ταῖς πόλεσι, πάντας ἁπλῶς. Τίς οὖν ἡμῖν ἐλπὶς σωτηρίας ἔσται, ὅταν τὴν γῆν οἰκοῦντες τοῦ Θεοῦ, μὴ τὰ τοῦ Θεοῦ φρονῶμεν, ἀλλὰ κελευ-σθέντες εἶναι ξένοι τῶν ἐνταῦθα, ξένοι τῶν οὐρανῶν ὦμεν, καὶ τῶν ἐνταῦθα πολῖται; Τί ταύτης τῆς ἀναι-σθησίας χεῖρον γένοιτ’ ἂν, ὅταν καθ’ ἑκάστην ἡμέραν τὰ τῆς κρίσεως, τὰ τῆς βασιλείας ἀκούοντες, τοὺς ἐπὶ τοῦ Νῶε μιμώμεθα καὶ τοὺς ἐν Σοδόμοις, τῇ πείρᾳ τῶν πραγμάτων μένοντες πάντα μαθεῖν; Καί-τοι γε διὰ τοῦτο πάντα ἐκεῖνα γέγραπται, ἵνα εἴ τις τοῖς μέλλουσιν ἀπιστεῖ, ἀπὸ τῶν ἤδη γεγενημένων σαφῆ λάβῃ καὶ περὶ τῶν μελλόντων τὴν ἀπόδειξιν. Ταῦτα οὖν ἐννοοῦντες, καὶ τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, μικρὸν γοῦν ἀναπνεύσωμεν τῆς χαλεπῆς ταύτης δουλείας, καί τινα καὶ τῆς ψυχῆς ποιησώ-μεθα λόγον, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόν-των ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:219ΟΜΙΛΙΑ ΛΘ. Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. α. Πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς ἐν ἅπασιν, ἀγαπη-τοί. Καὶ γὰρ λόγον δώσομεν, καὶ εὐθύνας ὑφέξομεν ἀκριβεῖς, καὶ ῥημάτων καὶ πραγμάτων. Οὐ γὰρ μέ-χρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκεν, ἀλλὰ καὶ ἑτέρα τις ἡμᾶς ἐντεῦθεν ἐκδέξεται ζωῆς κατάστασις, καὶ δικαστηρίῳ παραστησόμεθα φοβερῷ. Δεῖ γὰρ ἡμᾶς παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, φησὶ Παῦλος, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Τοῦτο τοίνυν τὸ δικαστήριον ἐννοῶμεν ἀεὶ, καὶ οὕτω διὰ παντὸς τοῦ χρόνου δυνησόμεθα εἶναι ἐν ἀρετῇ. Ὥσπερ γὰρ ὁ τῆς ψυχῆς ἐκβαλὼν τὴν ἡμέραν ἐκείνην, καθάπερ ἵππος τὸν χαλινὸν ἀποῤ-ῥήξας, εἰς κρημνοὺς φέρεται ( Βεβηλοῦνται γὰρ, φησὶν, αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· διὸ καὶ τὴν αἰτίαν τιθεὶς, ἐπήγαγεν· Ἀνταναιρεῖται τὰ κρί-ματά σου ἀπὸ προσώπου αὐτοῦ )· οὕτως ὁ διαπαν-τὸς τοῦτον ἔχων τὸν φόβον, σωφρόνως βαδιεῖται. Ἀναμιμνήσκου γὰρ, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσεις. Ὁ γὰρ ἀφεὶς ἡμῖν τὰ ἁμαρτήματα νῦν, οὗτος καθεδεῖται δικάζων τότε· ὁ ἀποθανὼν δι’ ἡμᾶς, οὗτος φανεῖται πάλιν κρίνων τὴν φύσιν ἅπασαν. Ἐκ δευτέρου γὰρ, φησὶ, χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχο-μένοις εἰς σωτηρίαν. Διὸ καὶ ἐνταῦθα ἔλεγεν· Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Οὐκοῦν καὶ Πα-τέρα αὐτὸν προσεροῦμεν, φησίν; Ἄπαγε. Διὰ γὰρ
τοῦτο εἶπε, Τὸν Υἱὸν, ἵνα μένοντα Υἱὸν τιμῶμεν ὡς τὸν Πατέρα. Ὁ δὲ Πατέρα αὐτὸν λέγων οὐκ ἔτι τὸν Υἱὸν ὡς Πατέρα ἐτίμησεν, ἀλλὰ τὸ πᾶν συν-έχεεν. Ἐπεὶ τοίνυν εὐεργετούμενοι οἱ ἄνθρωποι, οὐχ οὕτω προσάγονται ὡς τιμωρούμενοι, διὰ τοῦτο οὕτως εἶπε φοβερῶς, ἵνα κἂν ὁ φόβος εἰς τιμὴν ἑαυτοῦ ἐπισπάσηται. Πᾶσαν δὲ ὅταν εἴπῃ, τοῦτο λέγει, ὅτι καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾷν κύριός ἐστι, καὶ ἑκά-
PG 59:220τερα ποιεῖν ὡς ἂν ἐθέλῃ. Τὸ δὲ, Ἔδωκεν, εἴρηται, ἵνα μὴ ἀγέννητον αὐτὸν ὑποπτεύσῃς, μηδὲ δύο Πα-τέρας εἶναι νομίσῃς. Πάντα γὰρ ὅσα ἐστὶν ὁ Πατὴρ, ταῦτά ἐστι καὶ ὁ Υἱὸς, γεννηθεὶς, καὶ μένων ἐν τῷ εἶναι Υἱός. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Ἔδωκεν, ἴσον τῷ ἐγέννησεν, ἐστὶν, ἄκουσον ἐξ ἑτέρου τοῦτο αὐτὸ δη-λούμενον. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, φησὶν, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τί οὖν; πρότερον αὐτὸν ἐγέννησε, καὶ τότε ἔδωκε τὴν ζωήν; Ὁ γὰρ διδοὺς, ὄντι τινὶ δί-δωσιν. Οὐκοῦν ἦν τῆς ζωῆς χωρὶς γεννηθείς; Ἀλλὰ τοῦτο οὐδ’ ἂν δαίμονες ὑποπτεύσαιεν· μετὰ γὰρ τῆς ἀσεβείας πολὺ καὶ τὸ ἀνόητον ἔχει. Ὥσπερ οὖν τὸ, Ἔδωκε ζωὴν, ἐγέννησεν αὐτὸν ζωήν ἐστιν· οὕτω καὶ τὸ Ἔδωκε κρίσιν, κριτὴν αὐτόν ἐστιν ἐγέννη-σεν. Ἵνα γὰρ μὴ, ἀκούων ὅτι αἴτιον ἔχει τὸν Πατέρα, παραλλαγὴν οὐσίας νομίσῃς καὶ τιμῆς ἐλάττωσιν, αὐτὸς ἔρχεταί σε κρίνων, τὴν ἰσότητα καὶ ἐντεῦθεν δεικνύς. Ὁ γὰρ ἔχων ἐξουσίαν κολάζειν καὶ τιμᾷν οὓς βούλεται, τὰ αὐτὰ δύναται τῷ Πατρί. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ’ ὕστερον γεννηθεὶς ἔλαβε τὴν τιμὴν, τί γέγονεν ὥστε αὐτὸν ὕστερον τιμηθῆναι; ἐκ ποίας ἐπὶ τοῦτο ἦλθε προκοπῆς ὥστε τὴν ἀξίαν ταύ-την λαβεῖν καὶ χειροτονηθῆναι; Οὐκ αἰσχύνεσθε τὰ ἀνθρώπινα ταῦτα καὶ εὐτελῆ νοήματα τῇ ἀκηράτῳ φύσει καὶ οὐδὲν ἐπείσακτον ἐχούσῃ ἀναισχύντως οὕ-τως ἐπεισάγοντες; Τίνος οὖν ἕνεκεν οὕτω φθέγγε-ται, φησίν; Ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ τοῖς ὑψηλοῖς προοδοποιῆσαι ῥήμασι. Διὰ τοῦτο ἀναμίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις. Καὶ ὅρα πῶς· καλὸν γὰρ ἐξ ἀρχῆς ταῦτα ἰδεῖν. Εἶπεν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· δεικνὺς ἐκ τούτου τὸ ἴσον καὶ τὸ ὁμότιμον· Καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Τί λοιπὸν ποιεῖ; Τῇ λέξει μὲν καθ-υφίησι, τὰ νοήματα δὲ τὰ αὐτὰ τίθησιν, οὕτω λέγων· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν. Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ ἀνάγει τὸν λόγον· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, λέ-γων. Εἶτα πάλιν ἐπὶ τὸ ταπεινότερον· Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ
PG 59:221αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγεί-ρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸ ταπεινὸν ὁμοῦ καὶ ὑψηλόν· Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν ἔδωκε τῷ Υἱῷ. Εἶτα ἐπὶ τὸ ὑψηλότερον· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Εἶδες πῶς τὸν λόγον ποικίλλει, δι’ ὑψηλῶν τε καὶ ταπεινῶν αὐτὸν ὑφαίνων ὀνομάτων τε καὶ ῥημάτων, ὥστε καὶ τοῖς τότε γενέσθαι εὐπαράδεκτον, καὶ τοὺς μετὰ ταῦτα μηδὲν βλαβῆναι, ἀπὸ τῶν ὑψηλῶν καὶ περὶ τῶν ἑτέ-ρων τὴν προσήκουσαν λαβόντας ἔννοιαν; Εἰ γὰρ μὴ τοῦτό ἐστι, μηδὲ συγκαταβάσεως ἕνεκεν εἴρηται τὰ εἰρημένα, τίνος ἕνεκεν τὰ ὑψηλὰ προσέκειτο; Ὁ μὲν γὰρ ὀφείλων μεγάλα περὶ ἑαυτοῦ φθέγγεσθαι, ὅταν μικρόν τι εἴπῃ καὶ ταπεινὸν, πρόφασιν εὐπρόσωπον ἔχει, οἰκονομίας τινὸς ἕνεκεν τοῦτο ποιῶν· ὁ δὲ εὐ-τελῆ λέγειν ὀφείλων περὶ ἑαυτοῦ, ἂν μέγα τι εἴπῃ, τίνος ἕνεκεν τὰ ὑπερβαίνοντα αὐτοῦ τὴν φύσιν φθέγ-γεται; Τοῦτο γὰρ οὐκ ἔτι οἰκονομίας τινὸς, ἀλλ’ ἐσχάτης ἀσεβείας ἐστίν. β. Ὥστε ἡμεῖς μὲν δικαίαν καὶ τῷ Θεῷ πρέπουσαν αἰτίαν ἔχομεν εἰπεῖν τῶν ταπεινῶν ῥημάτων, τὴν συγ-κατάβασιν, καὶ τὸ παιδεύειν μετριάζειν, καὶ τὴν διὰ ταύτης ἡμῖν οἰκονομουμένην σωτηρίαν· ὃ καὶ αὐτὸς δηλῶν ἀλλαχοῦ ἔλεγε· Ταῦτα δὲ λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ἐπειδὴ γὰρ εἰς τὴν Ἰωάννου κατέφυγε μαρτυρίαν, τὴν ἑαυτοῦ ἀφεὶς (ὅπερ ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἦν)· τῆς εὐτελείας τῆς τοσαύτης τῶν ῥημάτων τιθεὶς τὴν αἰτίαν, εἶπε τὸ, Ταῦτα δὲ λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὑμεῖς δὲ οἱ λέγοντες μὴ ἔχειν αὐτὸν τὴν αὐτὴν ἐξουσίαν καὶ τὴν δύναμιν τῷ γεγεννηκότι, τί ἂν εἴπητε ὅταν ἀκούσητε αὐτοῦ φθεγ-γομένου, δι’ ὧν ἴσην δείκνυσι τὴν πρὸς τὸν Πατέρα καὶ δύναμιν καὶ ἐξουσίαν καὶ δόξαν; Τίνος δὲ ἕνεκεν καὶ τὴν αὐτὴν τιμὴν ἀπαιτεῖ, σφόδρα καταδεέστερος ὢν, ὤς φατε; Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, οὕτως εἰ-πὼν, ἀλλὰ καὶ ἐπάγει λέγων· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Ὁρᾷς πῶς συμπέπλεκται ἡ τιμὴ τοῦ Υἱοῦ τῇ τιμῇ τοῦ Πατρός; Καὶ τί τοῦτο, φησί; Τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἀποστόλων ἔστιν ἰδεῖν· Ὁ γὰρ δεχόμενος, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται. Ἀλλ’ ἐκεῖ μὲν, ἐπειδὴ τὰ τῶν δούλων οἰκειοῦται τῶν ἑαυτοῦ, διὰ τοῦτο οὕτως εἶ-πεν· ἐνταῦθα δὲ, ἐπειδὴ μία ἐστὶν ἡ οὐσία καὶ ἡ δόξα. Ἄλλως δὲ καὶ ἐπὶ τῶν ἀποστόλων οὐκ εἴρηται, ἵνα τιμῶσι. Καλῶς δὲ εἶπεν, Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα. Καὶ γὰρ εἰ δύο βασιλέων ὄντων ὁ εἷς ὑβρίζοιτο, συνυβρίζεται καὶ ὁ ἕτερος, καὶ μά-λιστα ὅταν ὁ ὑβριζόμενος υἱὸς ᾖ. Ὑβρίζεται μὲν γὰρ καὶ ὁπλίτου παροινηθέντος· ἀλλ’ οὐχ ὁμοίως, ἀλλ’ ὡς διὰ μεσίτου. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ ὡς δι’ ἑαυ-τοῦ. Διὰ τοῦτο προλαβὼν εἶπεν, Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ἵνα, ὅταν εἴπῃ, Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα, τὴν αὐτὴν ἐννοήσῃς τιμήν. Οὐ γὰρ ἁπλῶς, Ὁ μὴ τιμῶν, ἀλλ’, Ὁ μὴ τιμῶν οὕτως ὡς εἶπον, φησὶν, οὐ τιμᾶ τὸν Πατέρα. Καὶ πῶς, φησὶ, τῆς αὐτῆς οὐσίας ὁ πέμπων καὶ ὁ πεμπόμενος; Πάλιν ἐπὶ τὰ ἀνθρώ-πινα καταφέρεις τὸν λόγον, καὶ οὐκ ἐννοεῖς ὅτι ταῦτα πάντα δι’ οὐδὲν ἕτερον εἴρηται, ἀλλ’ ἵνα καὶ τὸν αἴτιον εἰδῶμεν, καὶ εἰς τὴν Σαβελλίου μὴ περιπέ-
PG 59:222σωμεν νόσον, καὶ τῶν Ἰουδαίων ἡ ἀσθένεια τοῦτον θεραπευθῇ τὸν τρόπον, ὥστε μὴ νομισθῆναι αὐτὸν ἀντίθεον εἶναι παρ’ αὐτοῖς. Καὶ γὰρ ἔλεγον, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· οὗτος ἀπὸ Θεοῦ οὐκ ἐλήλυθε. Πρὸς δὲ τὸ τὴν ὑποψίαν ταύτην ἀνελεῖν, οὐχ οὕτω τὰ ὑψηλὰ, ὡς τὰ ταπεινὰ συνεβάλλετο. Διὰ τοῦτο συνεχῶς ἄνω καὶ κάτω ἔλεγεν ἀπεστάλθαι, οὐχ ἵνα ἐλάττωσίν τινα αὐτοῦ νομίσῃς εἶναι τὸ ῥῆμα, ἀλλ’ ἵνα ἐμφράξῃ τὰ ἐκείνων στόματα. Διὰ τοῦτο καὶ καταφεύγει συνεχῶς ἐπὶ τὸν Πατέρα, τιθεὶς με-ταξὺ καὶ τὴν οἰκείαν αὐθεντίαν. Εἴτε γὰρ πάντα πρὸς τὴν ἀξίαν ἔλεγε τὴν ἑαυτοῦ, οὐκ ἂν ἐδέξαντο τὰ λεγόμενα ἐκεῖνοι, ὅπου γε καὶ ἀπὸ ὀλίγων τοιού-των ῥημάτων ἐδίωξάν τε αὐτὸν καὶ ἐλίθασαν πολλάκις· εἴτε πρὸς ἐκείνους ἀφορῶν πάντα ἐφθέγγετο ταπεινὰ, μετὰ ταῦτα πολλοὶ ἐβλάβησαν ἄν. Διόπερ ἀναμίγνυσι καὶ κιρνᾷ τὴν διδασκαλίαν, καὶ διὰ τούτων, ὅπερ ἔφην, τῶν ταπεινῶν ἐμφράττων τὰ ἐκείνων στόματα, καὶ διὰ τῶν πρὸς τὴν ἀξίαν λεχθέντων τὴν εὐτελῆ
τῶν εἰρημένων ἀποκρουόμενος ἔννοιαν παρὰ τοῖς νοῦν ἔχουσι, καὶ δεικνὺς οὐδὲν αὐτῷ προσήκουσαν ὅλως. Τὸ γὰρ πεμφθῆναι, μεταβάσεώς ἐστιν· ὁ δὲ Θεὸς πανταχοῦ πάρεστι. Τίνος οὖν ἕνεκέν φησιν, ἀπεστάλ-θαι; Παχύτερα λέγει, τὴν πρὸς τὸν Πατέρα ὁμό-νοιαν δηλῶν· οὕτω γοῦν καὶ τὰ ἑξῆς σχηματίζει ῥή-ματα, τοῦτο κατασκευάσαι θέλων. Ἀμὴν γὰρ, ἀμὴν λέγω ὑμῖν, φησὶν, ὅτι ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον. Ὁρᾷς πῶς συνεχῶς τὸ αὐτὸ τίθησι, θεραπεύων ἐκεί-νην τὴν ὑποψίαν, καὶ ἐντεῦθεν καὶ διὰ τῶν ἑξῆς, καὶ φόβῳ καὶ εὐεργεσίας ἐπαγγελίᾳ τὴν πρὸς αὐτὸν φι-λονεικίαν καταλύων, κἀνταῦθα πάλιν συγκαταβαίνων πολὺ τοῖς ῥήμασιν; Οὐδὲ γὰρ εἶπεν, Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων ἐμοί. Ἦ γὰρ ἂν τῦφον τὸ πρᾶγμα ἐνόμισαν εἶναι, καὶ κόμπον ῥημάτων περιττόν. Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον καὶ μυρία θαύματα τοῦτο ὑπώπτευσαν, φθεγξαμένου αὐτοῦ οὕτω, πολλῷ μᾶλλον τότε. Διὸ καὶ ἔλεγον αὐτῷ τότε· Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ πῶς σὺ λέγεις, Ἐάν τις τὸν λόγον μου τηρήσῃ, εἰς τὸν αἰῶνα οὐ μὴ γεύσεται θανάτου; Ἵν’ οὖν μὴ καὶ ἐνταῦθα ἐκθηριωθῶσιν, ὅρα τί φησιν· Ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον. Τοῦτο δὲ οὐ μικρῶς εὐπα-ράδεκτον ἐποίει τὸν λόγον, τὸ μαθεῖν λέγω, ὅτι τῷ Πατρὶ πιστεύουσιν οἱ αὐτοῦ ἀκούοντες. Τοῦτο γὰρ δεξάμενοι μετὰ προθυμίας, καὶ τὰ λοιπὰ ἔμελλον εὐ-κολώτερα δέχεσθαι. Ὥστε καὶ τῷ ταπεινόν τι εἰπεῖν τοῖς ὑψηλοῖς συνετέλει καὶ προωδοποίει. Εἰπὼν δὲ, Ἔχει ζωὴν αἰώνιον, ἐπάγει· Καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· δύο τούτοις εὐπαράδεκτον ποιῶν τὸν λόγον, καὶ τῷ τὸν Πατέρα εἶναι πιστευόμενον, καὶ τῷ πολλῶν ἀπολαύειν ἀγαθῶν τὸν πειθόμενον. Τὸ δὲ, Εἰς κρίσιν οὐκ ἔρχεται, τοῦτό ἐστιν, οὐ κολάζεται. Θάνατον γὰρ οὐ τοῦτόν φησι τὸν ἐνταῦθα, ἀλλὰ τὸν αἰώνιον, ὥσπερ οὖν καὶ ζωὴν ἐκείνην τὴν ἀθάνατον. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἰπὼν τὰ ῥήματα, λέγει καὶ τὴν διὰ τῶν ἔργων ἀπό-
PG 59:223δειξιν. Ἐπειδὴ γὰρ ἔλεγεν, Ὥσπερ ὁ Πατὴρ ἐγεί-ρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· ἵνα μὴ δόξῃ κόμπος εἶναι τὸ πρᾶγμα καὶ τῦφος, παρέχεται καὶ τὴν διὰ τῶν ἔρ-γων ἀπόδειξιν λέγων· Ἔρχεται ὥρα. Εἶτα ἵνα μὴ μακρὸν ὑποπτεύσῃς χρόνον, ἐπάγει· Καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἶδες αὐθεν-τίαν ἐνταῦθα καὶ ἐξουσίαν ἄφατον; Ὥσπερ γὰρ ἐν τῇ ἀναστάσει, οὕτω καὶ νῦν ἔσται, φησί. Καὶ γὰρ τότε φωνῆς ἀκούσαντες ἐπιταττούσης ἐγειρόμεθα· Ἐν κελεύσματι γὰρ, φησὶ, Θεοῦ οἱ νεκροὶ ἀνα-στήσονται. Καὶ πόθεν δῆλον, ἴσως ἐρεῖ τις, ὅτι οὐ κόμπος τὰ εἰρημένα; Ἐξ ὧν ἐπήγαγεν, ὅτι Καὶ νῦν ἐστιν. Εἰ μὲν γὰρ εἰς τὸν μέλλοντα μόνον ἐπήγγελτο χρόνον, ἔμελλεν ὁ λόγος ὕποπτος εἶναι παρ’ αὐτοῖς. Νυνὶ δὲ παρέχει τὴν ἀπόδειξιν. Ἐμοῦ γὰρ, φησὶ, διατρίβοντος μεθ’ ὑμῶν, τοῦτο γενήσεται. Οὐκ ἂν δὲ μὴ δυνάμενος ἐπηγγείλατο κατὰ τὸν καιρὸν ἐκεῖνον, ὥστε μὴ πλείονα γέλωτα ὀφλεῖν ἐκ τῆς ὑποσχέσεως. Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτι-κὸν, λέγων· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. γ. Ὁρᾷς πῶς τὸ ἀπαράλλακτον, καὶ ἑνὶ μόνῳ τὴν διαφορὰν ἐμφαῖνον, τῷ τὸν μὲν Πατέρα εἶναι, τὸν δὲ Υἱόν; Ἡ γὰρ, Ἔδωκε, λέξις, ταύτην εἰσάγει τὴν διαίρεσιν μόνην, τὰ δὲ ἄλλα πάντα ἴσα καὶ ἀπαρ-άλλακτα δείκνυσιν. Ὅθεν δῆλον, ὅτι μετὰ τοσαύτης ἐξουσίας πάντα ποιεῖ καὶ δυνάμεως, μεθ’ ὅσης ὁ Πα-τὴρ, καὶ οὐχ ἑτέρωθεν δυναμούμενος. Οὕτω γὰρ ἔχει ζωὴν, ὥσπερ ὁ Πατήρ. Διὰ δὴ τοῦτο καὶ τὸ ἐφεξῆς εὐθέως ἐπήγαγε πάλιν, ἵνα ἀπὸ τούτου κἀκεῖνο νοή-σωμεν. Ποῖον δὴ τοῦτο; Τὸ, Ἔδωκεν αὐτῷ ἐξουσίαν καὶ κρίσιν ποιεῖν. Καὶ τίνος ἕνεκεν ἀνάστασιν καὶ κρίσιν ἄνω καὶ κάτω στρέφει; Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· καὶ πάλιν, Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· καὶ πάλιν, Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· καὶ πάλιν, Οἱ ἀκούσαντες τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ ζήσονται· καὶ ἐνταῦθα δὴ πάλιν, Ἔδωκεν αὐτῷ ἐξουσίαν καὶ κρίσιν ποιεῖν. Τί-νος οὖν ἕνεκεν ταῦτα στρέφει συνεχῶς, κρίσιν λέγω καὶ ζωὴν καὶ ἀνάστασιν; Ὅτι ταῦτα μάλιστα πάν-των ἐστὶ τὰ καὶ ἐπαγαγέσθαι δυνάμενα καὶ τὸν ἀνέν-δοτον ἀκροατήν. Ὁ γὰρ πεισθεὶς ὅτι καὶ ἀνα-στήσεται, καὶ τούτῳ δώσει τὰς εὐθύνας τῶν πεπλημ-μελημένων· εἰ καὶ μηδὲν ἕτερον εἶδε σημεῖον, τοῦτο καταδεξάμενος προσδραμεῖται πάντως, ἥμερον κα-τασκευάζων ἑαυτῷ τὸν δικαστήν. Ὅτι Υἱὸς ἀνθρώ-που ἐστὶ, μὴ θαυμάζετε τοῦτο. Παῦλος μὲν ὁ Σα-μοσατεὺς οὐχ οὕτω φησὶν, ἀλλὰ πῶς; Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Ἀλλ’ οὐδεμίαν ἀκολουθίαν ἔχει τοῦτο οὕτω λεγόμενον. Οὐ γὰρ διὰ τοῦτο ἔλαβε κρίσιν ὅτι ἄν-θρωπός ἐστιν, (ἐπεὶ τί ἐκώλυε πάντας ἀνθρώπους εἶναι κριτάς;) ἀλλ’ ἐπειδὴ τῆς ἀῤῥήτου οὐσίας ἐκεί-νης ἐστὶν Υἱὸς, διὰ τοῦτό ἐστι κριτής. Οὕτω τοίνυν ἀναγνωστέον, Ὅτι Υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυ-μάζετε τοῦτο. Ἐπειδὴ ἐδόκει τοῖς ἀκούουσι προς-ίστασθαι τὸ λεγόμενον, καὶ πλέον οὐδὲν ἐνόμιζον εἶναι
PG 59:224ἢ ψιλὸν ἄνθρωπον, τὰ δὲ λεγόμενα μείζονα ἢ κατὰ ἄνθρωπον ἦν, μᾶλλον δὲ μείζονα ἢ κατὰ ἄγγελον, καὶ Θεοῦ μόνου· ταύτην λύων τὴν ἀντίθεσιν, ἐπήγαγε· Μὴ θαυμάζετε, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ οἱ ἐν τοῖς μνημείοις ἀκούσον-ται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν· Μὴ θαυμάζετε, ὅτι Υἱὸς ἀν-θρώπου ἐστί; καὶ γὰρ καὶ Υἱὸς Θεοῦ ἐστιν· ἀλλὰ τῆς ἀναστάσεως ἐμνημόνευσεν; Ἔθηκε μὲν αὐτὸ ἀνωτέρω, λέγων, Ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ Θεοῦ. Εἰ δὲ ἐνταῦθα ἀπεσιώπησε, μὴ θαυμάσῃς. Τὸ γὰρ ἔργον εἰπὼν, ὃ Θεοῦ ἴδιον ἦν, δίδωσι τοῖς ἀκροωμένοις ἐξ αὐτοῦ συλλογίσασθαι λοιπὸν, ὅτι καὶ Θεὸς ἦν, καὶ Θεοῦ Παῖς. Παρ’ αὐτοῦ μὲν γὰρ λεγόμενον συνεχῶς προσέστη ἂν τότε ἐκείνοις· ἀπὸ δὲ τοῦ συλλογισμοῦ τῶν θαυμάτων δεικνύμενον ἀν-επαχθεστέραν τὴν διδασκαλίαν ἐποίει. Καὶ γὰρ οἱ τοὺς συλλογισμοὺς πλέκοντες, ὅταν τὰ μέρη θέντες, γενναίως ἀποδείξωσι τὸ ζητούμενον, οὐκ ἐπάγουσιν αὐτοὶ τὸ συμπέρασμα πολλάκις, ἀλλ’ εὐγνωμονέστε-ρον κατασκευάζοντες τὸν ἀκροατὴν, καὶ τὴν νίκην λαμπροτέραν ποιοῦντες, αὐτὸν ἐκεῖνον παρασκευά-ζουσι τὸν ἀντιλέγοντα τὴν ἀπόφασιν ἐξενεγκεῖν, ὥστε μᾶλλον αὐτοῖς ψηφίσασθαι τοὺς παρόντας τῶν ἀντιδίκων τὴν ὑπὲρ αὐτῶν φερόντων ψῆφον. Τῆς μὲν οὖν κατὰ τὸν Λάζαρον μνημονεύσας ἀναστάσεως, τὴν κρίσιν ἐσίγησεν· οὐ γὰρ διὰ τοῦτο ἀνέστη Λά-ζαρος· τὴν δὲ καθόλου εἰπὼν, καὶ τοῦτο προσέθη-
κεν, ὅτι Οἱ τὰ ἀγαθὰ ποιήσαντες ἐκπορεύσονται εἰς ἀνάστασιν ζωῆς· Οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Οὕτω καὶ Ἰωάννης ἐπήγετο τὸν ἀκροατὴν, κρίσεως μνησθεὶς, καὶ ὅτι Ὁ μὴ πι-στεύων εἰς τὸν Υἱὸν, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν. Οὕτω καὶ αὐτὸς τὸν Νικόδημον· Ὁ γὰρ πιστεύων εἰς τὸν Υἱὸν, ἔλεγε πρὸς αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων. ἤδη κέκριται. Οὕτω καὶ ἐνταῦθα καὶ δικαστηρίου καὶ κολάσεως μέμνηται τῆς ἐπὶ ταῖς πονηραῖς πρά-ξεσιν. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι Ὁ ἀκούων μου τὸν λόγον, καὶ πιστεύων τῷ πέμψαντί με, οὐ κρίνεται· ἵνα μὴ νομίσῃ τις ὅτι τοῦτο ἀρκεῖ πρὸς σωτηρίαν μόνον, καὶ τὰ ἐκ τοῦ βίου προσέθηκεν, εἰπὼν, ὅτι Οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνά-στασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Ἐπεὶ οὖν ἔφησεν αὐτῷ τὴν οἰκουμένην ἅπασαν δώσειν λόγον, καὶ πάντας ἀπὸ τῆς φωνῆς ἀναστήσεσθαι τῆς αὐτοῦ, πρᾶγμα καινὸν καὶ παράδοξον, καὶ ἔτι καὶ νῦν ἀπιστούμενον παρὰ πολλοῖς, καὶ τῶν δοκούντων πεπιστευκέναι, μήτι γε τότε παρὰ Ἰουδαίοις ἄκουσον πῶς αὐτὸ κατασκευά-ζει, πάλιν τῇ ἀσθενείᾳ συγκαταβαίνων τῶν ἀκροω-μένων· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐ-δέν. Καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καίτοι οὐ μικρὰν τέως ἀναστάσεως ἦν δεδωκὼς ἀπόδειξιν, τὸν παράλυτον σφίγξας. Διόπερ οὐδὲ πρότερον περὶ ἀναστάσεως διελέχθη, ἕως ἐκεῖνο ἐποίησεν, ὃ τῆς ἀναστάσεως οὐ σφόδρα ἀποδέον ἦν. Καὶ τὴν κρίσιν δὲ ᾐνίξατο τότε, μετὰ τὴν τοῦ σώματος σφίγξιν εἰπὼν, Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· ἀλλ’ ὅμως καὶ τὴν Λαζάρου προ-αναφωνεῖ, καὶ τὴν τῆς οἰκουμένης. Καὶ ἐπειδὴ δύο ταύτας ἀναστάσεις προεῖπε, τήν τε τοῦ Λαζάρου τὴν
PG 59:225αὐτίκα μάλα ἐκβησομένην, καὶ τὴν τῆς οἰκουμένης τὴν μακροῖς ὕστερον ἐσομένην χρόνοις, ταύτην μὲν ἀπὸ τοῦ παραλύτου πιστοῦται καὶ τῆς ἐγγύτητος τοῦ καιροῦ, λέγων, Ἔρχεται ὥρα, καὶ νῦν ἐστιν· ἐκείνην δὲ, ἀπὸ τῆς κατὰ τὸν Λάζαρον ἀναστάσεως, διὰ τῶν ἤδη γενομένων τὰ μηδέπω γενόμενα ὑπ’ ὄψιν ἄγων. Καὶ τοῦτο πανταχοῦ ποιοῦντα αὐτὸν ἔστιν ἰδεῖν, δύο τιθέντα προῤῥήσεις ἢ καὶ τρεῖς, καὶ τὰ ἐσόμενα ἀπὸ τῶν γενομένων ἀεὶ πιστούμενον. δ. Ἀλλ’ ὅμως τοσαῦτα καὶ εἰπὼν καὶ ποιήσας, ἐπειδὴ τέως ἀσθενέστεροι ἦσαν, οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ δι’ ὧν ἐπάγει ῥημάτων αὐτῶν καταστέλλει τὴν φιλονεικίαν, λέγων· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ἐπειδὴ γὰρ ξένα τινὰ καὶ παρηλλαγμένα παρὰ τοὺς προ-φήτας ἐδόκει λέγειν (ἐκεῖνοι μὲν γὰρ ἔλεγον, ὅτι ὁ Θεός ἐστιν ὁ κρίνων τὴν γῆν ἅπασαν, τουτέστι, τὸ ἀνθρώπινον γένος· καὶ τοῦτο ὁ Δαυὶ̈δ πανταχοῦ ἀνα-κηρύττων ἔλεγε, Κρινεῖ λαοὺς ἐν εὐθύτητι· καὶ, Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυ-μος· καὶ οἱ προφῆται δὲ πάντες καὶ ὁ Μωϋσῆς· ὁ δὲ Χριστὸς ἔλεγεν, Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ἱκανὸν δὲ τοῦτο ἦν θορυβῆσαι τὸν ἀκούοντα τότε Ἰουδαῖον, καὶ παρα-σκευάσαι πάλιν ἀντίθεον αὐτὸν ὑποπτεύειν), σφόδρα ἐνταῦθα συγκαταβαίνει τῷ λόγῳ, καὶ τοσοῦτον, ὅσον ἀπῄτει αὐτῶν ἡ ἀσθένεια, ὥστε τὴν ὀλεθρίαν ταύτην ὑποψίαν πρόῤῥιζον ἀνελεῖν, καί φησιν· Ἐγὼ οὐ δύ-ναμαι ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδέν· τουτέστιν, οὐδὲν ξένον, οὐδὲ παρηλλαγμένον, οὐδὲ ὃ μὴ βούλεται ὁ Πατὴρ, παρ’ ἐμοῦ γινόμενον ὄψεσθε, ἢ λεγόμενον ἀκούσεσθε. Καὶ πρότερον εἰπὼν, ὅτι Υἱὸς ἀνθρώπου ἐστὶν, καὶ δείξας ὅτι ἄνθρωπον αὐτὸν τέως ὑπ-ώπτευον, οὕτω καὶ ἐνταῦθα προστίθησιν. Ὥσπερ οὖν ἀνωτέρω εἰπὼν, Ὃ ἀκηκόαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν· καὶ ὁ Ἰωάννης, Ὃ ἑώρακε, μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· περὶ ἀκριβοῦς δὲ ἀμφότερα εἴρη-ται γνώσεως, οὐχ ἁπλῶς περὶ ἀκοῆς καὶ ὄψεως· οὕτω καὶ ἐνταῦθα ἀκοὴν εἰπὼν, οὐδὲν ἄλλο ἐμφαί-νει, ἢ ὅτι ἀδύνατον ἄλλο τι θελῆσαι αὐτὸν, ἢ ὅπερ ὁ Πατήρ. Ἀλλ’ οὐκ εἶπεν οὕτω σαφῶς (οὐ γὰρ ἂν ἐδέξαντο ἐξ εὐθείας τέως οὕτως ἀκούοντες)· ἀλλὰ πῶς; Συγκαταβατικῶς καὶ ἀνθρωπίνως σφόδρα· Καθὼς ἀκούω, κρίνω. Πάλιν οὐ διδασκαλίαν λέγων ἐνταῦθα (οὐ γὰρ εἶπε, Καθὼς διδάσκομαι, ἀλλὰ, Κα-θὼς ἀκούω ), ἀλλ’ οὐδὲ ὡς δεόμενος ἀκροάσεως ταῦτά φησιν (οὐ γὰρ μόνον τοῦ διδάσκεσθαι ἀνενδεὴς ἦν, ἀλλὰ καὶ τοῦ δεῖσθαι ἀκούειν), τὴν δὲ ὁμόνοιαν δηλῶν καὶ τὸ ἀπαράλλακτον τῆς ψήφου. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὕτω κρίνω, ὡς ἂν εἰ αὐτὸς ὁ Πατὴρ ἦν ὁ κρί-νων. Εἶτα ἐπάγει, Καὶ οἶδα ὅτι ἡ κρίσις ἡ ἐμὴ δι-καία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἔχεις γὰρ θέλημα ἕτερον παρὰ τὸν Πατέρα; Καὶ μὴν ἀλλαχοῦ εἶπας, Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν· καὶ πάλιν, ἐπὶ θελήματος λέγων καὶ ὁμονοίας· Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι· τουτέστιν, ἐν τῇ περὶ ἡμῶν πίστει. Ὁρᾷς ὅτι τὰ μάλιστα δοκοῦντα εἶναι ταπεινὰ, ταῦτά ἐστιν ἅπερ ἔχει ἐγκεκρυμμένον τὸ ὑψηλὸν νόημα; Ὃ γὰρ αἰνίττεται, τοιοῦτόν ἐστιν· ὅτι οὐκ ἄλλο μὲν τοῦ Πατρὸς τὸ θέλημα, ἄλλο δὲ τὸ αὐ-
PG 59:226τοῦ· ἀλλ’ ὥσπερ μιᾶς διανοίας ἓν θέλημα, οὕτως ἐμοῦ καὶ τοῦ Πατρός. Καὶ μὴ θαυμάσῃς, εἰ τοσαύ-την εἶπε συνάφειαν. Καὶ γὰρ ἐπὶ τοῦ Πνεύματος τούτῳ κέχρηται τῷ ὑποδείγματι ὁ Παῦλος, λέγων· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Οὐ-δὲν οὖν ἄλλο ἢ τοῦτό φησιν, ὅτι Οὐκ ἔστι μοι θέλημα ἕτε-ρον καὶ ἴδιον παρὰ τοῦ Πατρὸς, ἀλλ’ εἴ τι ἐκεῖνος βού-λεται τοῦτο καὶ ἐγώ· καὶ εἴ τι ἐγὼ, τοῦτο καὶ ἐκεῖ-νος. Ὥσπερ οὖν τῷ Πατρὶ οὐδεὶς ἂν ἐγκαλέσειε κρί-νοντι, οὕτως οὐδὲ ἐμοί· ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης ἑκατέρα ἡ ψῆφος φέρεται. Εἰ δὲ ἀνθρωπινώτερον ταῦτα διαλέγεται, μὴ θαυμάσῃς. Ἄνθρωπον γὰρ αὐτὸν ἔτι ἐνόμιζον εἶναι ψιλόν. Διὸ χρὴ μάλιστα ἐν τοῖς τοιούτοις μὴ τὰ λεγόμενα ἐξετάζειν μόνον, ἀλλὰ καὶ τὴν ὑπόνοιαν τῶν ἀκροωμένων προστιθέναι, καὶ οὕτω τῶν λεγομένων ἀκούειν, ὡς πρὸς ἐκείνην εἰρη-μένων ὑπόνοιαν· ἐπεὶ πολλὰ ἕψεται τὰ ἄτοπα. Σκόπει γάρ· Εἶπεν, Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν. Οὐκοῦν ἕτερόν ἐστι τὸ αὐτοῦ θέλημα, καὶ σφόδρα ἀπο-δέον· καὶ οὐδὲ ἁπλῶς ἀποδέον, ἀλλ’ οὐδὲ ὠφέλιμον οὕτως. Ἐπεὶ εἰ σωτηριῶδες ἦν καὶ συμβαῖνον τῷ τοῦ Πατρὸς, τίνος ἕνεκεν αὐτὸ οὐ ζητεῖς; Ἄνθρωποι μὲν γὰρ εἰκότως ἂν τοῦτο λέγοιεν, ὡς πολλὰ θελή-ματα ἔχοντες παρὰ τὰ τῷ Θεῷ δοκοῦντα· σὺ δὲ τίνος ἕνεκεν τοῦτο φῂς, κατὰ πάντα ἐοικὼς τῷ Πατρί; Τοῦτο γὰρ οὐδὲ ἀνδρὸς ἠκριβωμένου καὶ ἐσταυ-ρωμένου εἴποι τις ἂν εἶναι τὸ ῥῆμα. Εἰ γὰρ ὁ Παῦ-λος οὕτως ἑαυτὸν ἐκέρασε τῷ θελήματι τοῦ Θεοῦ, ὡς εἰπεῖν, Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι-στὸς, πῶς ὁ πάντων Δεσπότης εἶπεν ἂν, ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα
τοῦ πέμψαντός με, ὡς ἑτέρου ὄντος ἐκείνου; Τί οὖν ἐστιν ὅ φησιν; Ὡς ἐπ’ ἀνθρώπου προς-άγει τὸν λόγον, καὶ πρὸς τὴν ὑπόνοιαν τῶν ἀκροωμένων φθέγγεται. Ἐπειδὴ γὰρ ἀπὸ τῶν ἔμπρος-θεν ἀπέδειξε τὰ λεγόμενα, τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωπίνως διαλεχθεὶς, πάλιν ὡς ἄνθρωπος κατα-σκευάζει τὰ αὐτὰ, καὶ λέγει, ὅτι Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστί. Καὶ πόθεν δῆλον; Ὅτι οὐ ζητῶ τὸ θέ-λημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ὥσπερ γὰρ ἐπ’ ἀνθρώπων ὁ φιλαυτίας ἀπηλλαγμέ-νος, οὐκ ἂν ἔχοι δικαίως ἐγκαλεῖσθαι ὡς παρὰ τὸ δέον δικάσας· οὕτως οὐδὲ ἐμοὶ νῦν δυνήσεσθε ἐπιτι-μᾷν. Ὁ μὲν γὰρ θέλων τὰ ἑαυτοῦ στῆσαι, ἴσως ὑπο-πτευθείη ἂν παρὰ πολλῶν ταύτῃ παραφθείρειν τὸ δίκαιον· ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἂν ἔχοι πρό-φασιν τοῦ μὴ τὰ δίκαια ψηφίσασθαι; Τοῦτον τοίνυν τὸν λογισμὸν καὶ ἐπ’ ἐμοῦ ἐξετάζετε. Εἰ μὲν γὰρ ἔλεγον μὴ ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς, μηδὲ εἰς ἐκεῖνον τὴν δόξαν τῶν γινομένων ἀνέφερον, ἴσως ἄν τις ὑμῶν ὑπενόησεν, ὅτι βουλόμενος ἐμαυτὸν ποιῆσαι λαμπρὸν, οὐ λέγω τὰ ὄντα· εἰ δὲ ἑτέρῳ λογίζομαι καὶ ἀνατίθημι τὰ γινόμενα, τίνος ἕνεκεν, ἢ πόθεν ἂν ἔχοιτε ὑποπτεύειν τὰ λεγόμενα; Ὁρᾷς οἷ τὸν λόγον κατεβίβασε, καὶ πόθεν τὴν κρίσιν τὴν ἑαυτοῦ δικαίαν εἶναι ἔφησεν, ὅθεν ἂν καὶ τῶν πολλῶν εἷς ἀπολογού-μενος εἶπεν; ὁρᾷς, ὃ πολλάκις εἶπον, πῶς διαλάμπει σαφῶς; Τί δέ ἐστιν ὃ εἶπον; Ὅτι ἡ ὑπερβολὴ τῆς τα-πεινότητος τῶν λέξεων, αὕτη μάλιστα πείθει τοὺς νοῦν ἔχοντας, μὴ ἐκ προχείρου δεχομένους τὰ λεγόμενα κα-ταπίπτειν, ἀλλὰ παρασκευάζειν μᾶλλον ἐπὶ τὸ ὕψος τῶν νοημάτων ἐλθεῖν· αὕτη καὶ τοὺς χαμαὶ συρομένους τότε μετὰ πολλῆς κατὰ μικρὸν ἀνίστησι τῆς εὐκολίας.

Homily XLHomilia XL

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:227Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, παρακαλῶ, μὴ παρατρέχωμεν ἁπλῶς τὰ εἰρημένα, ἀλλὰ μετὰ ἀκρι-βείας ἐξετάζωμεν ἅπαντα, καὶ τὴν αἰτίαν τῶν λεγο-μένων πανταχοῦ σκοπῶμεν· μηδὲ νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν τὴν ἄγνοιαν καὶ τὴν ἁπλότητα. Οὐ γὰρ ἀκεραίους ἐκέλευσε μόνον εἶναι, ἀλλὰ καὶ φρονίμους. Ἀσκῶμεν τοίνυν μετὰ τῆς ἁπλότητος καὶ τὴν φρόνησιν, καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπὶ τῶν τοῦ βίου κατορθωμάτων· καὶ δικάζωμεν ἑαυτοῖς ἐνταῦθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν τότε, καὶ τοιοῦ-τοι γινώμεθα περὶ τοὺς δούλους, οἷον βουλόμεθα περὶ ἡμᾶς γενέσθαι τὸν Δεσπότην ἡμῶν. Ἄφες γὰρ ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ οἶδα μὲν, ὅτι οὐ φέρει πράως πληττομένη ἡ ψυχή· ἀλλ’ ἐὰν ἐννοήσωμεν ὅτι οὐχὶ τῷ λελυπηκότι, ἀλλ’ ἑαυτοῖς χαριζόμεθα, ταχέως ἀφ-ήσομεν τὸν ἰὸν τῆς ὀργῆς. Καὶ γὰρ ὁ τὰ ἑκατὸν δηνά-ρια μὴ συγχωρήσας τῷ πεπλημμεληκότι, οὐ τὸν ὁμόδουλον ἠδίκησεν, ἀλλ’ ἑαυτὸν τοῖς μυρίοις τα-λάντοις ὑπεύθυνον ἐποίησεν, ὧν πρότερον τὴν ἄφεσιν ἔλαβεν. Ὅταν οὖν ἑτέροις μὴ ἀφῶμεν, ἑαυτοῖς οὐκ ἀφίεμεν. Μὴ τοίνυν τῷ Θεῷ λέγωμεν μόνον, Μὴ μνη-σθῇς τῶν ἁμαρτημάτων ἡμῶν· ἀλλὰ καὶ πρὸς ἑαυ-τοὺς ἕκαστοι λέγοντες, μὴ μνησθῶμεν τῶν ἁμαρτημά-των τῶν συνδούλων τῶν εἰς ἡμᾶς γεγενημένων. Καὶ γὰρ σὺ πρότερον δικάζεις τοῖς σοῖς, καὶ τότε ἕπεται ὁ Θεός· σὺ τὸν νόμον γράφεις τὸν περὶ ἀφέσεως καὶ τιμωρίας, καὶ τὴν περὶ τῶν τοιούτων ἐκφέρεις ψῆφον. Οὐκοῦν καὶ τοῦ μνησθῆναι καὶ τοῦ μὴ μνησθῆναι τὸν Θεὸν σὺ κύριος εἶ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἀφεῖναι κελεύει, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καὶ οὐχ ἁπλῶς ἀφεῖναι, ἀλλ’ ὥστε μηδὲ λείψανα μένειν. Ἐπεὶ καὶ ὁ Χριστὸς οὐ μόνον οὐκ ἤνεγκεν εἰς μέσον ἡμῶν τὰ ἁμαρτήματα, ἀλλ’ οὐδὲ ἡμᾶς αὐτοὺς πεπλημμε-ληκότας ἀνέμνησεν, οὐδὲ εἶπε, Τὰ καὶ τὰ ἥμαρτες· ἀλλὰ καὶ ἀφῆκε καὶ ἐξήλειψε τὸ χειρόγραφον, μηδὲ λογισάμενος τὰ παραπτώματα, καθὼς καὶ τοῦτο Παῦ-λος ἐδήλωσε. Τοῦτο δὴ ποιῶμεν καὶ ἡμεῖς, καὶ ἀπὸ τῆς διανοίας ἐξαλείφωμεν ἅπαντα. Κἂν μὲν ἀγαθόν τι γεγενημένον ᾖ παρὰ τοῦ λελυπηκότος, τοῦτο λογι-σώμεθα μόνον· ἂν δὲ λυπηρὸν καὶ ἐπαχθὲς, ἐκβάλω-μεν οὕτω καὶ ἐξαλείψωμεν, ὥστε μηδὲ ἴχνος ἐναπο-μένειν. Εἰ δὲ μηδὲν ἀγαθὸν ἡμῖν γέγονε παρὰ τούτου, πάλιν ὁ μισθὸς μείζων συγχωροῦσιν ἡμῖν, καὶ πλείων ἡ εὐδοκίμησις. Ἄλλοι δι’ ἀγρυπνίας καὶ χαμευνίας καὶ μυρίας ταλαιπωρίας ἐξαλείφουσι τὰ ἁμαρτήματα· σοὶ διὰ τῆς εὐκολωτέρας ὁδοῦ, τοῦ μὴ μνησικακεῖν λέγω, πάντα ἔξεστιν ἀφανίσαι τὰ πλημμεληθέντα. Τί τοίνυν κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, ὡς οἱ μαινό-μενοι καὶ παραπαίοντες, καὶ τῆς μελλούσης σεαυτὸν ἐκβάλλεις ζωῆς, δέον πάντα πράττειν, ὥστε αὐτῆς ἐπιτυχεῖν; Εἰ γὰρ ἡ παροῦσα οὕτω ποθεινὴ, τί ἂν εἴποι τις περὶ ἐκείνης, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός; Ἐκεῖ δεῖσαι θάνατον οὐκ ἔστιν, οὐδὲ πέρας ἐκείνων ὑποπτεῦσαι τῶν ἀγαθῶν. Μακάριοι καὶ τρισμακάριοι καὶ πολλάκις τοῦτο, οἱ τῆς μακαρίας ἐκεί-νης ἀπολαύοντες λήξεως· ὥσπερ οὖν ἄθλιοι καὶ τρις-άθλιοι καὶ μυριάκις τοῦτο, οἱ τῆς μακαριότητος ἐκείνης ἑαυτοὺς ἐκβάλλοντες. Καὶ τί ποτέ ἐστι, φησὶ, τὸ ποιοῦν ἡμᾶς ἀπολαῦσαι τῆς ζωῆς ἐκείνης; Ἄκουσον αὐτοῦ τοῦ δικάζοντος, νεανίσκῳ τινὶ διαλεγομένου περὶ τούτων. Ἐπειδὴ γὰρ ἠρώτησεν ἐκεῖνος, Τί ποιήσας ζωὴν
PG 59:228αἰώνιον κληρονομήσω; εἰπὼν ὁ Χριστὸς αὐτῷ τὰς ἄλλας ἐντολὰς, κατέληξεν εἰς τὴν τοῦ πλησίον ἀγά-πην. Καὶ τάχα ἐρεῖ τις τῶν ἀκουόντων, κατὰ τὸν πλούσιον ἐκεῖνον, ὅτι Καὶ ἡμεῖς ταῦτα ἐφυλαξάμεθα· οὐδὲ γὰρ ἐκλέψαμεν, οὐκ ἐφονεύσαμεν, οὐκ ἐμοιχεύ-σαμεν. Ἀλλ’ οὐ δήπου καὶ τοῦτο εἰπεῖν δυνήσῃ, ὅτι ἠγάπησας τὸν πλησίον, ὡς ἀγαπῆσαι ἔδει. Ἢ γὰρ ἐβάσκηνέ τις, ἢ ἐκακηγόρησεν, ἢ οὐκ ἤμυνεν ἀδικουμένῳ, ἢ οὐ μετέδωκε τῶν ὄντων, οὐδ’ ἠγά-πησε. Νῦν δὲ οὐ τοῦτο μόνον ἐπέταξεν ὁ Χριστὸς, ἀλλὰ καὶ ἕτερον. Ποῖον δὴ τοῦτο; Πώλησόν σου τὰ ὑπάρχοντα, φησὶ, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· τὴν διὰ τῶν ἔργων μίμησιν λέγων ἀκολούθησιν. Τί τοίνυν ἐντεῦθεν μανθάνομεν; Πρῶτον μὲν, ὅτι τὸν μὴ πάντα ἔχοντα ταῦτα οὐκ ἔνι τῶν πρωτείων ἐπιτυχεῖν τῶν ἐν τῇ λήξει ἐκείνῃ. Μετὰ γὰρ τὸ εἰπεῖν αὐτὸν, ὅτι Πάντα ἐποίησα, ὡς κατα-λελειμμένου μεγάλου τινὸς εἰς τελείαν εὐδοκίμησιν, λέγει· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Πρῶτον μὲν οὖν τοῦτο ἔστι μαθεῖν· δεύτερον δὲ, ὅτι καὶ αὐτὸν ἐκεῖνον διήλεγξεν εἰκῆ κομπάζοντα. Ὁ γὰρ ἐν περιουσίᾳ τοσαύτῃ ζῶν, καὶ τοὺς ἄλλους περιορῶν ἐν πενίᾳ, πῶς ἂν τὸν πλησίον ἠγάπησεν; Οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἀληθῶς εἶπεν. Ἀλλ’ ἡμεῖς κἀ-κεῖνο καὶ ταῦτα ποιῶμεν, καὶ σπουδάζωμεν τὰ ὄντα κενῶσαι, καὶ τὸν οὐρανὸν πρίασθαι. Εἰ γὰρ ὑπὲρ ἀξιώματός τις βιωτικοῦ ὅλην πολλάκις τὴν οὐσίαν ἐπέδωκεν, ἀξιώματος τοῦ μέλλοντος ἐνταῦθα μένειν. οὐδὲ πολὺν παραμένοντος χρόνον (πολλοὶ γὰρ καὶ πρὸ πολλοῦ τῆς τελευτῆς ταύτην ἀπεδύσαντο τὴν ἀρχὴν, ἕτεροι δὲ διὰ ταύτην ἐζημιώθησαν καὶ τὴν ζωὴν αὐτὴν πολλάκις· ἀλλ’ ὅμως καὶ ταῦτα εἰδότες, πάντα κενοῦσιν ὑπὲρ αὐτῆς)· εἰ τοίνυν ὑπὲρ ταύτης τοσαῦτα ποιοῦσιν, ὑπὲρ τῆς μενούσης ἐκείνης, καὶ ἀναφαιρέτου, τί γένοιτ’ ἂν ἡμῶν ἀθλιώτερον, μηδὲ ὀλίγα προϊεμένων, μηδὲ ταῦτα παρεχόντων ἃ καὶ μικρὸν ὕστερον ὄντες ἐνταῦθα ἀφήσομεν; Ποίας οὖν ταῦτα οὐκ ἂν εἴη μανίας, ἅπερ ἄκοντες ἀφαιρούμεθα,
ταῦτα παρὸν ἑκόντας δοῦναι καὶ μεθ’ ἑαυτῶν λαβεῖν μὴ βουληθῆναι; Ἀλλ’ εἰ μὲν ἐπὶ θάνατόν τις ἤγετο, εἶτα προὔκειτο πάντα τὰ ὄντα προέμενον ἀπαλλαγῆ-ναι, καὶ χάριν ἂν τὸ πρᾶγμα ἐνομίσαμεν· νῦν δὲ παρὸν τὴν ἐπὶ γέενναν ἀγομένους ὁδὸν, τὰ ἡμίση δόντας ἐλευθερωθῆναι, αἱρούμεθα καὶ κολάζεσθαι καὶ κατέχειν εἰκῆ τὰ μὴ ἡμέτερα, ὥστε τὰ ἡμέτερα προέσθαι. Τίνα οὖν ἕξομεν ἀπολογίαν; ποίαν συγγνώ-μην, οὕτως εὐκόλου τετμημένης ἡμῖν ὁδοῦ πρὸς ζωὴν, κατὰ κρημνῶν φερόμενοι, καὶ τὴν ἄκαρπον βαδίζον-τες ὁδὸν, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἑαυ-τοὺς ἀποστεροῦντες, παρὸν ἀμφότερα καρπώσασθαι μετὰ ἀδείας; Ἀλλ’ εἰ καὶ μὴ πρότερον, κἂν νῦν γοῦν ἀνενέγκωμεν, καὶ ἡμῶν αὐτῶν γενόμενοι τὰ παρόντα διαθῶμεν εἰς δέον, ἵνα καὶ τὰ μέλλοντα μετ’ εὐκολίας λάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:227ΟΜΙΛΙΑ Μ. Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυ-
PG 59:228ρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. α. Εἴ τις χώραν μεταλλικὴν ἀνορύττειν ἐπιχειροίη,
PG 59:229τῆς τέχνης ταύτης ἄπειρος ὢν, χρυσίον μὲν οὐκ ἐργά-σεται, πάντα δὲ ἁπλῶς καὶ ὁμοῦ συγχέων, πόνον ἀν-όνητον ὑπομενεῖ καὶ ἐπιβλαβῆ. Οὕτω καὶ τῶν θείων Γραφῶν οἱ τὴν ἀκολουθίαν οὐκ εἰδότες, οὐδὲ τὰ ἰδιώ-ματα καὶ τοὺς νόμους αὐτῆς ἐξετάζοντες, ἀλλὰ ἁπλῶς καὶ ἑνὶ τρόπῳ πάντα ἐπιόντες, χρυσίον μετὰ γῆς φύ-ροντες, οὐδέποτε τὸν ἐναποκείμενον αὐτῇ θησαυρὸν εὑρήσουσι. Ταῦτα δὲ εἶπον νῦν, ἐπειδὴ τὸ προκείμενον ἡμῖν χωρίον ἔχει μὲν πολὺν τὸν χρυσὸν, οὐ μὴν κατά-δηλον, ἀλλὰ πολλῇ κατακεχωσμένον ἄνωθεν ἀσα-φείᾳ. Διὸ χρὴ διασκάπτοντας καὶ διακαθαίροντας ἐπὶ τὰ γνήσια τῶν νοημάτων ἐλθεῖν. Τίς γὰρ οὐκ ἂν εὐθέως θορυβηθείη ἀκούων τοῦ Χριστοῦ λέγοντος· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής; Καὶ γὰρ πολλαχοῦ φαίνεται μαρτυρή-σας ἑαυτῷ· τῇ γοῦν Σαμαρείτιδι διαλεγόμενος ἔλεγεν, Ἐγώ εἰμι ὁ λαλῶν σοι· καὶ τῷ τυφλῷ ὁμοίως, Ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστι· καὶ τοῖς Ἰουδαίοις ἐπιτιμῶν, Ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶ-πον, Υἱὸς τοῦ Θεοῦ εἰμι. Καὶ ἑτέρωθι δὲ πολλαχοῦ τοῦτο ποιεῖ. Ἂν οὖν ἅπαντα ταῦτα ψευδῆ ᾖ, τίς ἡμῖν ἔσται σωτηρίας ἐλπίς; Πόθεν δὲ τὴν ἀλήθειαν εὑρή-σομεν, ὅταν αὐτὴ ἡ ἀλήθεια λέγῃ, ὅτι Οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής; Οὐ τοῦτο δὲ δοκεῖ τὸ ἐναν-τίωμα εἶναι μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τού-του. Προϊὼν γάρ φησι· Καὶ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι. Ποῖον οὖν, εἰπέ μοι, δέξομαι; ποῖον δὲ εἶναι νομίσω ψεῦδος; Εἰ γὰρ οὕτως ἐκλάβοιμεν ἁπλῶς ὡς εἴρηται, μὴ πρός-ωπον περιεργασάμενοι, μὴ αἰτίαν, μὴ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀμφότερα ἔσται ψευδῆ. Εἰ γὰρ ἡ μαρτυρία αὐτοῦ οὐκ ἔστιν ἀληθὴς, οὐδὲ τοῦτο αὐτὸ ἀληθές· οὐ τὸ δεύτερον μόνον, ἀλλὰ καὶ τὸ πρότερον. Τί οὖν ἐστι τὸ εἰρημένον; Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυ-πνίας, μᾶλλον δὲ τῆς τοῦ Θεοῦ χάριτος, ἵνα μὴ τοῖς ῥήμασιν ἐναπομείνωμεν ψιλοῖς. Οὕτω γὰρ καὶ οἱ αἱ-ρετικοὶ πλανῶνται, ὅτι μήτε τὸν σκοπὸν ἐξετάζουσι τοῦ λέγοντος, μήτε τὴν ἕξιν τῶν ἀκουόντων. Ἂν οὖν μὴ ταῦτα προσθῶμεν, καὶ ἕτερα δὲ, οἷον καιροὺς, καὶ τόπους, καὶ γνώμην ἀκροατοῦ, πολλὰ ἕψεται τὰ ἄτοπα. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἔμελλον ὑποφέ-ρειν αὐτῷ οἱ Ἰουδαῖοι· Ἐὰν σὺ μαρτυρῇς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Διὰ τοῦτο ταῦτα προλαβὼν εἶπεν, ὡσανεὶ ἔλεγε· Πάντως ἐρεῖτέ μοι, ὅτι Σοὶ οὐ πιστεύομεν· οὐδεὶς γάρ ποτε ἑαυτῷ μαρτυρῶν ἀξιόπιστός ἐστιν ἐν ἀνθρώ-ποις. Τὸ οὖν, Οὐκ ἔστιν ἀληθὴς, οὐχ ἁπλῶς ἀνα-γνωστέον, ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόνοιαν, οἷον, ὅτι Ὑμῖν οὐκ ἔστιν ἀληθής. Οὐ τοίνυν πρὸς τὴν ἀξίαν τὴν αὐτοῦ, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων ἐφθέγ-γετο ταῦτα. Καὶ ὅταν μὲν λέγῃ, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, τὴν γνώμην ἐλέγχει τὴν ἐκείνων, καὶ τὴν μέλλουσαν αὐτῷ παρ’ ἐκείνων ἀντίθεσιν ἐπ-άγεσθαι. Ὅταν δὲ, ὅτι Κἂν ἐγὼ περὶ ἐμαυτοῦ μαρ-τυρῶ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, αὐτὴν δείκνυσι τοῦ πράγματος τὴν φύσιν, ὅτι ὡς Θεὸν ἀξιόπιστον αὐτὸν ἔδει νομίζειν καὶ περὶ ἑαυτοῦ λέγοντα. Ἐπειδὴ γὰρ εἶπεν ἀνάστασιν νεκρῶν καὶ κρίσιν, καὶ ὅτι ὁ πιστεύων αὐτῷ οὐ κρίνεται, ἀλλ’ εἰς ζωὴν ἔρχεται, καὶ ὅτι καθεδεῖται πάντας εὐθύνας ἀπαιτήσων, καὶ ὅτι τὴν αὐτὴν ἐξουσίαν ἔχοι τῷ Πατρὶ καὶ δύναμιν· μέλλων πάλιν ἅπαντα ταῦτα κατασκευάζειν καὶ ἑτέ-ρως, ἀναγκαίως τὴν ἀντίθεσιν αὐτῶν τέθεικε πρώτην.
PG 59:230Εἶπον, φησὶν, ὅτι Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νε-κροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· εἶπον, ὅτι Ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· εἶπον, ὅτι δεῖ τιμᾷν τὸν Υἱὸν, ὡς τὸν Πατέρα· εἶπον, ὅτι Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ· εἶπον, ὅτι Ὁ ἀκούων μου τοὺς λόγους, καὶ πιστεύων, οὐκ ὄψεται θάνατον, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανά-του εἰς τὴν ζωήν· εἶπον, ὅτι ἡ φωνή μου τοὺς νε-κροὺς ἀναστήσει, τοὺς μὲν νῦν, τοὺς δὲ μετὰ ταῦτα· εἶπον, ὅτι ἀπαιτήσω λόγον τῶν πεπλημμελημένων ἅπαντας· εἶπον, ὅτι δικαίως κρινῶ καὶ ἀμείψομαι τοὺς κατορθοῦντας. Ἐπεὶ οὖν ἅπαντα ταῦτα ἀπόφα-σις ἦν, καὶ τὰ μὲν λεγόμενα μεγάλα, ἀπόδειξις δὲ οὐκ ἦν οὐδέπω εἰρημένη σαφὴς ἐκείνοις, ἀλλ’ ἀμυ-δροτέρα· πρότερον τὴν ἀντίθεσιν τίθησι, μέλλων ἐπὶ τὴν κατασκευὴν τῶν εἰρημένων ὁρμᾷν, οὑτωσί πως λέγων, εἰ καὶ μὴ τοῖς ῥήμασι τούτοις. Ἀλλ’ ἴσως ἐρεῖτε, Πάντα ταῦτα σὺ λέγεις, οὐκ εἶ δὲ ἀξιό-πιστος μάρτυς σαυτῷ μαρτυρῶν. Τούτῳ τοίνυν πρῶ-τον καταλύων αὐτῶν τὴν φιλονεικίαν, τῷ θεῖναι ὅπερ ἔμελλον ἐρεῖν, καὶ δεῖξαι ὅτι οἶδεν αὐτῶν τὰ ἀπόῤῥητα τῆς διανοίας, καὶ ταύτην πρώτην ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως παρεχόμενος, ὕστερον μετὰ τὴν ἀντίθεσιν, καὶ ἑτέρας ἀποδείξεις παρέχεται σαφεῖς καὶ ἀναν-τιῤῥήτους, τρεῖς παράγων μάρτυρας τῶν λεγομένων, τὰ ἔργα τὰ ὑπ’ αὐτοῦ γενόμενα, τοῦ Πατρὸς τὴν μαρτυρίαν, τοῦ Ἰωάννου τὸ κήρυγμα. Καὶ τίθησι προτέραν τὴν ἐλάττω, τὴν Ἰωάννου. Εἰπὼν γὰρ, Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ, ἐπήγαγεν· Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ ἐμαρτύρησε τῇ ἀληθείᾳ. Καίτοι γε εἰ οὐκ ἔστιν ἀληθὴς ἡ μαρτυρία σου, πῶς λέγεις, ὅτι Οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρ-τυρία Ἰωάννου, καὶ ὅτι Ἐμαρτύρησε τῇ ἀληθείᾳ; Ὁρᾷς πῶς σαφὲς κἀντεῦθέν ἐστιν ὅτι τὸ, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, πρὸς τὴν ἐκείνων ὑπόνοιαν εἴρηται; β. Τί οὖν, εἰ ἐκεῖνος ἐμαρτύρησε χάριτι; φησίν. Ἵνα γὰρ μὴ τοῦτο λέγωσιν, ὅρα πῶς καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν. Οὐ γὰρ εἶπεν, Ἰωάννης ἐμαρτύρησέ μοι· ἀλλὰ πρότερον, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην· οὐκ ἂν δὲ ἀπεστείλατε, εἰ μὴ ἀξιόπιστον ἡγεῖσθε. Καὶ τὸ δὴ μεῖζον· οὐ γὰρ ἔπεμψαν αὐτὸν περὶ τοῦ Χριστοῦ ἐρωτῶντες, ἀλλ’ ὑπὲρ ἑαυτοῦ· [ὂν δὲ ἐν τοῖς ὑπὲρ ἑαυτοῦ] ἀξιόπιστον εἶναι ἐνόμιζον, πολλῷ μᾶλλον
ἐν τοῖς ὑπὲρ ἑτέρου. Πεφύκαμεν γὰρ, ὡς εἰπεῖν, ἅπαν-τες ἄνθρωποι, μὴ οὕτω πιστεύειν τοῖς περὶ ἑαυτῶν λέγουσιν, ὡς τοῖς περὶ ἄλλων. Τοῦτον δὲ οὕτως ἀξιό-πιστον εἶναι ἐνόμισαν, ὡς καὶ ἐν τοῖς περὶ ἑαυτοῦ μὴ δεηθῆναι μαρτυρίας ἑτέρας. Οἱ γὰρ ἀποσταλέντες οὐκ εἶπον, Τί λέγεις περὶ τοῦ Χριστοῦ; ἀλλὰ, Σὺ τίς εἶ; τί λέγεις περὶ σεαυτοῦ; Οὕτω μέγα τοῦ ἀνδρὸς τὸ θαῦμα εἶχον. Τοῦτο οὖν ὅλον ᾐνίξατο, διὰ τοῦ εἰπεῖν, Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, οὐχ ὅτι ἀπέστειλαν, εἶπε μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀπεσταλμένων ἀκριβολογεῖται, ὅτι ἦσαν καὶ ἱερεῖς, καὶ ἐκ τῶν Φαρισαίων, οὐχ οἱ τυχόν-τες, οὐδὲ ἀπεῤῥιμμένοι, οὐδὲ οἷοι διαφθαρῆναι καὶ παραλογισθῆναι, ἀλλὰ μετὰ ἀκριβείας ἱκανοὶ μαθεῖν τὰ παρ’ ἐκείνου λεγόμενα. Ἐγὼ δὲ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Τίνος οὖν ἕνεκεν τὴν Ἰωάννου παρήγαγες; Καίτοι οὐδὲ ἡ ἐκείνου, ἀνθρώ-
PG 59:231που μαρτυρία ἦν. Ὁ γὰρ πέμψας με βαπτίζειν ἐν ὕδατι, φησὶν, ἐκεῖνός μοι εἶπεν. Ὥστε καὶ ἡ τοῦ Ἰωάννου μαρτυρία τοῦ Θεοῦ μαρτυρία ἦν· παρὰ γὰρ ἐκείνου μαθὼν ἔλεγεν ἅπερ ἔλεγεν. Ἀλλ’ ἵνα μὴ λέ-γωσι, Πόθεν τοῦτο δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ ἔμαθε; καὶ περὶ ταῦτα καταγίνωνται, ἐκ τοῦ περιόντος αὐ-τοὺς ἐπιστομίζει, ἔτι πρὸς τὴν ὑπόνοιαν αὐτῶν διαλε-γόμενος. Οὐδὲ γὰρ ἦν εἰκὸς ταῦτα πολλοὺς εἰδέναι, ἀλλ’ ὡς οἴκοθεν λέγοντι, τέως προσεῖχον τῷ Ἰωάννῃ. Διὰ τοῦτό φησιν· Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυ-ρίαν οὐ λαμβάνω. Καὶ εἰ μὴ ἔμελλες παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνειν, καὶ ἐντεῦθεν ἰσχυρίζεσθαι, τίνος ἕνεκεν παρῆγες αὐτοῦ τὴν μαρτυρίαν; Ἵνα οὖν μὴ ταῦτα λέγωσιν, ἄκουσον πῶς καὶ τὴν τοιαύτην ἀντίθεσιν τῇ ἐπαγωγῇ διωρθώσατο. Εἰπὼν γὰρ, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω, ἐπ-ήγαγεν· Ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν οὐκ ἐδεόμην τῆς τούτου μαρτυρίας, Θεὸς ὢν, τῆς ἀνθρωπίνης· ἐπειδὴ δὲ μᾶλ-λον αὐτῷ προσείχετε, καὶ πάντων ἀξιοπιστότερον ἡγεῖσθε, καὶ ἐκείνῳ μὲν ὡς προφήτῃ προσεδράμετε (καὶ γὰρ ἡ πόλις ἐπὶ τὸν Ἰορδάνην ἐξεχύθη), ἐμοὶ δὲ οὐδὲ θαυματουργοῦντι ἐπιστεύσατε· διὰ τοῦτο ὑμᾶς ἀναμιμνήσκω τῆς μαρτυρίας ἐκείνης. Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος, φησὶ, καὶ φαίνων· ὑμεῖς δὲ ἐθε-λήσατε πρὸς ὥραν ἀγαλλιασθῆναι ἐν φωτὶ αὐ-τοῦ. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ἐκεῖνος μὲν εἶπεν, ἡμεῖς δὲ οὐκ ἐδεξάμεθα; δείκνυσιν ὅτι καὶ ἀπεδέξαντο τὰ εἰρημένα. Καὶ γὰρ οὐδὲ τοὺς τυχόντας ἔπεμψαν, ἀλλ’ ἱε-ρεῖς καὶ Φαρισαίους. Οὕτω τὸν ἄνδρα ἐθαύμαζον, καὶ τοῖς λεγομένοις ἀντειπεῖν οὐκ εἶχον τότε. Τὸ δὲ, Πρὸς ὥραν, τὴν εὐκολίαν αὐτῶν δεικνύντος ἐστὶ, καὶ ὅτι ταχέως αὐτοῦ ἀπεπήδησαν. Ἐγὼ δὲ ἔχω τὴν μαρ-τυρίαν μείζονα τοῦ Ἰωάννου. Εἰ μὲν γὰρ ἐβούλεσθε κατὰ τὴν ἀκολουθίαν τῶν πραγμάτων παραδέχεσθαι τὴν πίστιν, ἀπὸ τῶν ἔργων μᾶλλον ὑμᾶς ἂν ἐπηγα-γόμην. Ἐπειδὴ δὲ οὐ βούλεσθε, ἐπὶ τὸν Ἰωάννην ὑμᾶς ἄγω, οὐχ ὡς τῆς ἐκείνου δεόμενος μαρτυρίας, ἀλλ’ ἐπειδὴ διὰ τοῦτο πάντα ποιῶ, ὥστε ὑμᾶς σωθῆ-ναι. Ἔχω μὲν γὰρ μαρτυρίαν Ἰωάννου μείζονα, τὴν ἀπὸ τῶν ἔργων. Ἀλλ’ οὐ τοῦτο σκοπῶ μόνον, ὅπως ἀπὸ τῶν ἀξιοπίστων εὐπαράδεκτος ὑμῖν γενοί-μην, ἀλλ’ ὅπως καὶ ἀπὸ τῶν ὑμῖν γνωρίμων, καὶ παρ’ ὑμῶν θαυμαζομένων. Οὕτω καθαψάμενος αὐτῶν τῷ εἰπεῖν, ὅτι Πρὸς ὥραν ἠθελήσατε ἀγαλλια-σθῆναι ἐν τῷ φωτὶ αὐτοῦ, ἔτι τε πρόσκαιρον ἐκείνην δείξας τὴν σπουδὴν καὶ ἀβέβαιον, τῷ λύχνον αὐτὸν καλέσαι, ἐνέφηνεν ὅτι οὐκ οἴκοθεν εἶχε τὸ φῶς, ἀλλ’ ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Τὸ δὲ πρὸς ἀντιδια-στολὴν αὐτοῦ, τοῦτο οὐκ ἔτι τέθεικεν, ὅτι αὐτός ἐστιν ὁ ἥλιος τῆς δικαιοσύνης, ἀλλὰ τέως αἰνιξάμενος μόνον, καθήψατο σφόδρα αὐτῶν, καὶ δείκνυσιν, ὅτι ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ’ ἧς ἐκείνου κατεφρόνησαν, οὐδὲ τῷ Χριστῷ πιστεῦσαι ἠδυνήθησαν. Καὶ γὰρ τὸν θαυ-μαζόμενον παρ’ αὐτοῖς πρὸς ὥραν ἐθαύμασαν μόνον· ὡς εἰ μὴ τοῦτο ἐποίησαν, ταχέως ἂν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησε. Δείξας τοίνυν αὐτοὺς πάν-τοθεν ἀναξίους ὄντας συγγνώμης, ἐπήγαγε λέγων· Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα τοῦ Ἰωάννου. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῶν ἔργων. Τὰ γὰρ ἔργα, φησὶν, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα περὶ ἐμοῦ μαρτυρεῖ, ὅτι ὁ Πατήρ με ἀπέστειλεν. Ἐνταῦθα τοῦ παραλυθέντος καὶ ὀρθω-θέντος ἀνέμνησε, καὶ ἑτέρων πλειόνων· τὰ μὲν ῥή-ματα, εἶπεν ἴσως ἄν τις αὐτῶν, κόμπον εἶναι καὶ
PG 59:232φιλίας τῆς Ἰωάννου χάριν· καίτοι οὐδὲ τοῦτο ἐνῆν αὐτοῖς εἰπεῖν περὶ Ἰωάννου, ἀνδρὸς μετὰ ἀκριβείας φιλοσοφεῖν εἰδότος, καὶ οὕτω παρ’ αὐτοῖς θαυμασθέν-τος· τὰ δὲ πράγματα οὐκ ἔτι οὐδὲ παρὰ τοῖς μαινο-μένοις σφόδρα ταύτην ἠδύνατο τὴν ὑπόνοιαν ἔχειν. Διὰ τοῦτο δευτέραν ταύτην ἐπήγαγε μαρτυρίαν, εἰπών· Τὰ ἔργα ἃ ἔδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ἀπέστειλέ με ὁ Πατήρ. Ἐνταῦθα καὶ πρὸς τὴν κατηγορίαν τῆς τοῦ σαββάτου λύσεως ἵσταται. Ἐπειδὴ γὰρ ἔλεγον ἐκεῖνοι· Πῶς δύναται εἶναι ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ; διὰ τοῦτο εἶπε, Ἃ ἔδωκέ μοι ὁ Πατήρ. Καίτοι γε αὐθεντίᾳ ἐποίει· ἀλλὰ δεικνὺς μετὰ πολλῆς τῆς περιουσίας, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ πράττει, διὰ τοῦτο καὶ τὸ πολλῷ ἔλαττον τέθεικε. γ. Καὶ διατί, φησὶν, οὐκ εἶπεν, ὅτι Τὰ ἔργα, ἃ ἔδωκέ μοι ὁ Πατὴρ, μαρτυρεῖ ὅτι ἴσος εἰμὶ τοῦ Πατρός; Ἀμφότερα γὰρ ἦν ἀπὸ τῶν ἔργων μαθεῖν, καὶ ὅτι οὐδὲν ἐναντίον ποιεῖ, καὶ ὅτι ἴσος ἐστὶ τοῦ γεγεννηκότος. Ὅπερ ἀλλαχοῦ κατασκευάζων ἔλεγεν· Εἰ ἐμοὶ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε, ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀμφότερα οὖν αὐτῷ ἐμαρτύ-ρει, καὶ ὅτι ἴσος ἦν τοῦ Πατρὸς, καὶ ὅτι οὐδὲν ἐναν-τίον ἔπραττεν ἐκείνῳ. Τίνος οὖν ἕνεκεν οὐχ οὕτως εἶπεν, ἀλλὰ τὸ μεῖζον ἀφεὶς, τοῦτο τέθεικεν; Ὅτι τὸ σπουδαζόμενον τοῦτο πρῶτον ἦν. Εἰ γὰρ καὶ πολλῷ ἔλαττον τὸ πιστευθῆναι ὅτι παρὰ τοῦ Θεοῦ ἦλθε, τοῦ πιστευθῆναι ὅτι Θεός ἐστιν ἴσος αὐτῷ· ἐκεῖνο μὲν γὰρ καὶ προφῆται εἶπον, τοῦτο δὲ οὐκέτι· ὅμως αὐτὸς ὑπὲρ τοῦ ἐλάττονος πολλὴν τίθεται σπουδὴν, εἰδὼς ὅτι τούτου δεχθέντος καὶ ἐκεῖνο γένοιτ’ ἂν λοιπὸν εὐπαράδεκτον. Καὶ τῆς μείζονος οὐδὲν μνημονεύσας μαρτυρίας, τὸ ἔλαττον αὐτῆς ἔργον τίθησι, ἵνα διὰ τούτου κἀκείνην δέξωνται. Τοῦτο κατασκευάσας πά-λιν ἐπάγει· Ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρ-τύρηκε περὶ ἐμοῦ. Καὶ ποῦ μεμαρτύρηκε περὶ αὐ-τοῦ; Ἐν τῷ Ἰορδάνῃ, Οὗτός ἐστι, λέγων, ὁ Υἱός μου ἀγαπητός· αὐτοῦ ἀκούετε. Ἀλλὰ καὶ τοῦτο κατασκευῆς ἐδεῖτο. Τὸ μὲν οὖν Ἰωάννου δῆλον ἦν· αὐτοὶ γὰρ ἀπέστειλαν, καὶ ἀρνήσασθαι οὐκ εἶχον. Καὶ τὸ ἐκ τῶν σημείων δὲ ὁμοίως. Εἶδον γὰρ γινόμενα, καὶ παρὰ τοῦ θεραπευθέντος ἤκουσαν, καὶ ἐπίστευ-σαν, ὅθεν καὶ ἐνεκάλουν. Ἐλείπετο δὲ λοιπὸν τὸ περὶ τῆς τοῦ Πατρὸς μαρτυρίας ἀποδεῖξαι. Εἶτα μέλλων αὐτὸ κατασκευάζειν, ἐπήγαγεν. Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε. Καὶ πῶς Μωϋσῆς λέγει, Ὁ Θεὸς ἐλάλει, Μωϋσῆς δὲ ἀπεκρίνατο; πῶς δὲ ὁ
Δαυί̈δ φησι, Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε; Καὶ πάλιν Μωϋσῆς, Εἰ ἔστιν ἔθνος τοιοῦτον, ὃ ἤκουσε φωνὴν Θεοῦ; Οὔτε εἶδος αὐτοῦ ἑωράκατε. Καίτοι καὶ ἑωρακέναι αὐτὸν λέγονται καὶ Ἡσαί̈ας, καὶ Ἱερε-μίας, καὶ Ἰεζεκιὴλ, καὶ ἕτεροι πλείους. Τί οὖν ἐστιν ὅ φησιν ὁ Χριστὸς νῦν; Εἰς φιλόσοφον αὐτοὺς ἐνάγει δόγμα, κατὰ μικρὸν δεικνὺς, ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος, ἀλλ’ ἀνώτερος καὶ σχημάτων ἐστὶ καὶ φθόγγων τοιούτων. Ὥσπερ γὰρ εἰπὼν, ὅτι Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, οὐ τοῦτο λέγει, ὅτι φωνὴν μὲν προί̈εται, οὐκ ἀκουστὴν δέ· οὕτως εἰπὼν, Οὔτε εἶδος αὐτοῦ ἑωράκατε, οὐ τοῦτο λέγει, ὅτι εἶδος μὲν ἔχει, οὐ θεατὸν δέ· ἀλλ’ ὅτι οὐδὲν τούτων περὶ Θεόν. Ἵνα γὰρ μὴ λέγωσιν, Εἰκῆ κομπάζεις. Μωϋ-σεῖ λελάληκεν ὁ Θεὸς μόνῳ (τοῦτο γοῦν καὶ ἔλεγον·

Homily XLIHomilia XLI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:233Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν, πόθεν ἐστί)· διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε εἶδος. Καὶ τί λέγω ταῦτα; φησίν. Οὐ μόνον οὔτε φω-νὴν αὐτοῦ οὐκ ἀκηκόατε, οὔτε εἶδος ἑωράκατε, ἀλλ’ οὐδὲ ἐφ’ ᾧ μάλιστα αὐχεῖτε, καὶ ἐφ’ ᾧ μάλιστα πάν-τες ἐστὲ πεπληροφορημένοι, ὅτι τὰ προστάγματα αὐτοῦ ἐδέξασθε καὶ κατέχετε, οὐδὲ τοῦτο ὑμῖν δυνατὸν εἰπεῖν. Διὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν· Οὐδὲ τὸν λόγον αὐτοῦ ἔχετε μένοντα ἐν ὑμῖν· τουτέστι, τὰς διαταγὰς, τὰ προστάγματα, τὸν νόμον, τοὺς προφή-τας. Εἰ γὰρ καὶ ὁ Θεὸς αὐτὰ διετάξατο, ἀλλ’ ὅμως παρ’ ὑμῖν οὐκ ἔστιν, ἐπειδὴ μὴ πιστεύετέ μοι. Εἰ γὰρ ἄνω καὶ κάτω τοῦτό φασιν αἱ Γραφαὶ, ὅτι ἐμοὶ χρὴ πιστεύειν, ὑμεῖς δὲ οὐ πιστεύετε· εὔδηλον ὅτι καὶ ὁ λόγος αὐτοῦ ἀπέστη ἀφ’ ὑμῶν. Διὰ τοῦτο πάλιν ἐπήγαγεν. Ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Εἶτα ἵνα μὴ λέγωσι, Πῶς οὖν, εἰ μὴ φωνὴν αὐτοῦ ἠκούσαμεν ἡμεῖς, σοὶ ἐμαρτύρησε; λέγει· Ἐρευνᾶτε τὰς Γραφάς· ἐκεῖναι γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· δεικνὺς ὅτι διὰ τούτων ἐμαρτύρησε. Καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ ἐμαρτύρησε, καὶ ἐν τῷ ὄρει. Ἀλλ’ οὐ φέρει εἰς μέσον τὴν φωνὴν ἐκείνην. Ἴσως γὰρ ἂν καὶ ἠπιστήθη ἐντεῦθεν. Τὴν μὲν γὰρ οὐδὲ ἤκουσαν, τὴν ἐν τῷ ὄρει· τὴν δὲ ἤκου-σαν μὲν, οὐ προσέσχον δέ. Διὰ τοῦτο παραπέμπει αὐτοὺς ταῖς Γραφαῖς, δεικνὺς ὅτι καὶ ἡ τοῦ Πατρὸς μαρτυρία ἐκεῖθέν ἐστι· πρότερον μέντοι τὰ παλαιὰ ἀνελὼν ἐφ’ οἷς ἐκόμπαζον, ἢ ὡς ἑωρακότες τὸν Θεὸν, ἢ ὡς φωνῆς αὐτοῦ ἀκούσαντες. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοῦ τῇ φωνῇ διαπιστεῖν, καὶ τὰ ἐν τῷ Σιναίῳ ὄρει φαντάζεσθαι, διορθωσάμενος τὴν περὶ ἐκείνων ὑπό-νοιαν πρῶτον, καὶ δείξας συγκατάβασιν ὄντα τὰ γεγενημένα, τότε αὐτοὺς ἐπὶ τὴν μαρτυρίαν παρ-έπεμψε τῶν Γραφῶν. δ. Καὶ ἡμεῖς τοίνυν ὅταν πρὸς αἱρετικοὺς μαχώμεθα καὶ καθοπλιζώμεθα, ἐντεῦθεν καὶ ἰσχυριζώμεθα. Πᾶσα γὰρ Γραφὴ θεόπνευστος, φησὶ, καὶ ὠφέλι-μος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπ-ανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἀπηρτισμένος. Οὐχ ἵνα τὰ μὲν ἔχῃ, τὰ δὲ μὴ ἔχῃ· ὁ γὰρ τοιοῦτος οὐκ ἄρτιος. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν εὔχηται μὲν ἐκτενῶς, μὴ ἐλεῇ δὲ δαψιλῶς; ἢ ὅταν ἐλεῇ μὲν δαψιλῶς, πλεονεκτῶν δὲ καὶ βιαζόμενος; ἢ ὅταν μὴ πλεονεκτῶν, μηδὲ βιαζό-μενος, πρὸς ἐπίδειξιν δὲ ἀνθρώπων καὶ φιλοτιμίαν τῶν ὁρώντων; ἢ ὅταν ἐλεῇ μὲν μετὰ πάσης ἀκριβείας καὶ πρὸς τὸ τῷ Θεῷ δοκοῦν, ἐπαίρηται δὲ αὐτῷ τούτῳ καὶ μέγα φρονῇ; ἢ ὅταν ταπεινὸς μὲν ᾖ καὶ νηστείαις προσέχων, φιλάργυρος δὲ καὶ ἐμπορικὸς καὶ τῇ γῇ προσηλωμένος, καὶ τὴν μητέρα τῶν κακῶν ἐπεισάγων
PG 59:234τῇ ψυχῇ; Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλ-αργυρία. Φρίξωμεν τοίνυν τὸ πρᾶγμα, φύγωμεν τὴν ἁμαρτίαν. Τοῦτο τὴν οἰκουμένην ἀνάστατον ἐποίησε, τοῦτο πάντα συνέχεε, τοῦτο τῆς μακαριωτά-της δουλείας ἡμᾶς ἀπάγει τοῦ Χριστοῦ. Οὐκ ἔστι γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐξ ἐναντίας γὰρ ἐπιτάττει τῷ Χριστῷ. Ὁ μὲν γὰρ λέγει, Δίδου τοῖς δεομένοις· ὁ δὲ, Ἅρπαζε τῶν δεομένων. Ὁ Χρι-στὸς λέγει, Καὶ τοῖς ἐπιβουλεύουσι καὶ ἀδικοῦσι συγχώ-ρει· οὗτος ἔμπαλιν, Κατασκεύαζε πάγας κατὰ τῶν οὐδὲν ἀδικούντων. Ὁ Χριστὸς λέγει, Φιλάνθρωπος ἔσο καὶ ἥμερος· οὗτος ἀπ’ ἐναντίας, Ὠμὸς ἔσο καὶ ἀπηνὴς, καὶ μηδὲν εἶναι νόμιζε δάκρυα πενήτων· ἵνα κατὰ τὴν ἡμέραν ἐκείνην αὐστηρὸν ἡμῖν κατα-σκευάσῃ τὸν δικαστήν. Τότε γὰρ ἡμῖν πάντα πρὸ τῶν ὀφθαλμῶν στήσεται τὰ πεπραγμένα, καὶ οἱ ἠδικη-μένοι καὶ οἱ γυμνωθέντες παρ’ ἡμῶν, πᾶσαν ἀπολογίαν ἡμῖν ἐκκλείοντες. Εἰ γὰρ ὁ Λάζαρος ἀδικηθεὶς μὲν οὐδὲν παρὰ τοῦ πλουσίου, μὴ ἀπολαύσας δὲ τῶν ἐκείνου, πικρὸς ἕστηκε τότε κατήγορος, καὶ οὐδεμιᾶς αὐτὸν ἀφῆκε τυχεῖν συγγνώμης· τίνος ἀπολογίας, εἰπέ μοι, τεύξονται οἱ πρὸς τῷ μὴ ἐλεεῖν οἴκοθεν, καὶ τὰ ἀλλότρια λαμβάνοντες, καὶ τὰς τῶν ὀρφανῶν ἀνατρέποντες οἰκίας; Εἰ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν, τοσοῦτον ἐπὶ τὴν κεφαλὴν αὐτῶν εἵλκυ-σαν πῦρ· οἱ τὰ μηδὲν αὐτοῖς προσήκοντα ἁρπάζον-τες, καὶ μυρίας πλέκοντες δίκας, καὶ τὰ πάντων ἀδί-κως περιβαλλόμενοι, ποίας ἀπολαύσονται παραμυθίας; Ἐκβάλωμεν τοίνυν τοῦτον τὸν ἔρωτα. Ἐκβαλοῦμεν δὲ, ἂν ἐννοήσωμεν τοὺς πρὸς ἡμῶν ἀδικήσαντας, τοὺς πλεονεκτήσαντας καὶ ἀπελθόντας. Οὐχὶ τῶν μὲν χρη-μάτων αὐτῶν καὶ πόνων ἀπολαύουσιν ἕτεροι, αὐτοὶ δὲ ἐν κολάσει καὶ τιμωρίᾳ καὶ τοῖς ἀνηκέστοις εἰσὶ κακοῖς; Πῶς οὖν οὐκ ἐσχάτης ταῦτα ἀνοίας, κόπτε-σθαι καὶ ταλαιπωρεῖν, ἵνα καὶ ζῶντες τοῖς πόνοις κατατεινώμεθα, καὶ ἀπελθόντες τὰς ἀφορήτους ὑπο-μένωμεν κολάσεις καὶ τιμωρίας, δέον καὶ ἐνταῦθα τρυφᾷν (οὐδὲν γὰρ οὕτως ἡδονὴν ἐργάζεται, ὡς ἐλεημοσύνη, συνειδὸς κεκαθαρμένον), καὶ ἀπελθόν-τας ἐκεῖ, πάντων ἀπηλλάχθαι κακῶν, καὶ μυρίων ἐπιτυγχάνειν ἀγαθῶν; Ὥσπερ γὰρ ἡ κακία καὶ πρὸ τῆς γεέννης τοὺς ἐνταῦθα αὐτὴν μετιόντας κολάζειν εἴωθεν· οὕτω καὶ ἡ ἀρετὴ καὶ πρὸ τῆς βασιλείας τοὺς ἐνταῦθα αὐτὴν ἐργαζομένους παρασκευάζει τρυφᾷν, ἐλπίσι χρησταῖς καὶ ἡδονῇ διηνεκεῖ συζῇν ποιοῦσα. Ἵν’ οὖν ταύτης ἐπιτύχωμεν καὶ ἐνταῦθα καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, ἐπιλαβώμεθα τῶν ἀγαθῶν ἔργων. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφά-νων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύ-ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:233ΟΜΙΛΙΑ ΜΑ. Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· κἀκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε. α. Πολὺν ποιώμεθα τῶν πνευματικῶν, ἀγαπητοὶ, λόγον, μηδὲ ἀρκεῖν ἡμῖν νομίζωμεν πρὸς σωτηρίαν, τὸ καὶ ὁπωσοῦν αὐτὰ μετιέναι. Εἰ γὰρ ἐν τοῖς βιωτι-κοῖς οὐδὲν μέγα ἀπόνασθαι δυνήσεταί τις, παρέργως καὶ ὡς ἔτυχεν αὐτοῖς κεχρημένος· πολλῷ μᾶλλον ἐν
PG 59:234τοῖς πνευματικοῖς τοῦτο συμβήσεται, ἐπειδὴ καὶ πλείονος ταῦτα δεῖται σπουδῆς. Διὰ τοῦτο καὶ ὁ Χριστὸς παραπέμπων τοὺς Ἰουδαίους ταῖς Γραφαῖς, οὐκ εἰς ἁπλῆν ἀνάγνωσιν, ἀλλ’ εἰς ἔρευναν ἀκριβῆ καὶ κατανενοημένην αὐτοὺς παρέπεμπεν. Οὐ γὰρ
εἶπεν, Ἀναγινώσκετε τὰς Γραφάς· ἀλλ’, Ἐρευνᾶτε τὰς Γραφάς. Ἐπειδὴ γὰρ τὰ περὶ αὐτοῦ λεγόμενα πολλῆς ἐδεῖτο τῆς ἐπιμελείας (συνεσκίαστο γὰρ ἄνω-
PG 59:235θεν συμφερόντως τοῖς τότε), διὰ τοῦτο καὶ διασκά-πτειν αὐτοὺς μετὰ ἀκριβείας κελεύει νῦν, ἵνα τὰ ἐν τῷ βάθει κείμενα δυνηθῶσι εὑρεῖν. Οὐδὲ γὰρ ἐξ ἐπι-πολῆς εἴρητο, οὐδὲ ὑπὲρ τὴν ἐπιφάνειαν ἔῤῥιπτο· ἀλλ’ ὥσπερ τις θησαυρὸς ἐν πολλῷ τῷ βάθει κατ-έκειτο. Ὁ δὲ τὰ κάτω κείμενα ζητῶν ἂν μὴ μετὰ ἀκριβείας ζητῇ καὶ πόνου, οὐδέποτε δυνήσεται εὑρεῖν τὸ ζητούμενον. Διά τοι τοῦτο καὶ εἰπὼν, Ἐρευνᾶτε τὰς Γραφὰς, ἐπήγαγεν· Ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐ-ταῖς ζωὴν αἰώνιον ἔχειν. Οὐκ εἶπεν, Ἔχετε· ἀλλὰ, Δοκεῖτε, δεικνὺς ὅτι οὐδὲν ἐκαρποῦντο μέγα τι καὶ γενναῖον, ἀπὸ τῆς ἀναγνώσεως σωθήσεσθαι προσδο-κῶντες μόνης, πίστεως ἔρημοι ὄντες. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Οὐχὶ θαυμάζετε τὰς Γραφάς; οὐχὶ πάσης ζωῆς νομίζετε αἰτίας εἶναι; Ἀπὸ τούτων καὶ αὐτὸς ἰσχυρίζομαι νῦν. Αὗται γάρ εἰσιν αἱ μαρ-τυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε. Εἰκότως τοίνυν ἔλεγεν, ὅτι Δοκεῖτε, διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς πείθεσθαι, ἀλλ’ ἐπὶ τῇ ψιλῇ ἀναγνώσει μόνον αὐχεῖν. Εἶτα ἵνα μὴ ἐκ πολλῆς κηδεμονίας φιλοδοξίας λάβῃ παρ’ αὐτοῖς ὑπό-νοιαν, καὶ διὰ τὸ βούλεσθαι πιστευθῆναι παρ’ αὐτῶν τὸ ἑαυτοῦ σκοπεῖν νομίζηται (καὶ γὰρ τῆς Ἰωάννου φωνῆς ἀνέμνησε, καὶ τῆς μαρτυρίας τοῦ Θεοῦ, καὶ τῶν ἔργων τῶν αὐτοῦ, καὶ πάντα ἔλεγεν ὥστε αὐτοὺς ἐπισπάσασθαι, καὶ ζωὴν ἐπηγγείλατο)· ἐπεὶ οὖν πολλοὺς εἰκὸς ἦν ὑποπτεύειν ὅτι δόξης ἐρῶν ταῦτα ἔλεγεν, ἄκουσον τί ἐπάγει· Δόξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω· τουτέστιν, Οὐ δέομαι. Οὐκ ἔστι, φησὶν, ἡ φύσις ἡ ἐμὴ τοιαύτη, ὥστε δεῖσθαι τῆς παρὰ ἀνθρώ-πων δόξης. Εἰ γὰρ ἥλιος ἀπὸ λυχνιαίου φωτὸς οὐκ ἂν λάβοι προσθήκην· πολλῷ μᾶλλον ἐγὼ τῆς ἀνθρω-πίνης ἀφέξω δεηθῆναι δόξης. Καὶ τίνος, φησὶν, ἕνε-κεν ταῦτα λέγεις, ἐὰν οὐ δέῃ; Ἵνα ὑμεῖς σωθῆτε. Ἀλλὰ τοῦτο μὲν ἀνωτέρῳ εἴρηκεν· ᾐνίξατο δὲ αὐτὸ καὶ ἐνταῦθα, εἰπὼν, Ἵνα ζωὴν ἔχητε. Τίθησι δὲ καὶ ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἀλλ’ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυ-τοῖς. Ἐπειδὴ πολλάκις, ὡς δῆθεν τὸν Θεὸν ἀγα-πῶντες, ἐδίωκον αὐτὸν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Θεῷ, ᾔδει δὲ ὅτι οὐκ ἔμελλον αὐτῷ πείθεσθαι· ἵνα μή τις εἴπῃ, Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τοῦτο εἶπεν, Ἵνα ἐλέγξω ὑμᾶς, ὅτι οὐ διὰ ἀγάπην τὴν τοῦ Θεοῦ με, φησὶ, διώκετε. Καὶ γὰρ καὶ αὐτὸς μαρτυρεῖ μοι καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν Γραφῶν. Ὥσπερ οὖν πρὸ τούτου νομίζοντες ἀντίθεον εἶναί με ἠλαύνετε· οὕτω νῦν ἐξ οὗ ταῦτα ἀπέδειξα προσδραμεῖν ὑμᾶς ἔδει, εἴ γε ἠγαπᾶτε τὸν Θεόν· ἀλλ’ οὐκ ἀγαπᾶτε. Διὰ δὴ τοῦτο καὶ ταῦτα εἶπον, ἵνα δείξω ὑμᾶς περιτ-τὸν ἔχοντας τῦφον, καὶ κομπάζοντας εἰκῆ, καὶ τὴν οἰκείαν βασκανίαν συσκιάζοντας. Οὐκ ἀπὸ τούτων δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων αὐτὰ κατα-σκευάζει. Ἐγὼ γὰρ ἦλθον, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλ-λος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ὁρᾷς ὅτι ἄνω καὶ κάτω διὰ τοῦτο λέγει ἀπεστάλθαι, καὶ παρὰ τοῦ Πατρὸς εἰληφέναι τὴν κρίσιν, καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ’ ἑαυτοῦ, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν ἀγνωμοσύνης; Τίνα δέ φησιν ἥξειν ἐν τῷ ὀνόματι τῷ ἰδίῳ; Τὸν ἀντίχριστον ἐνταῦθα αἰνίττεται, καὶ ἀναντίῤῥητον τῆς ἀγνωμοσύνης αὐ-τῶν τίθησιν ἀπόδειξιν. Εἰ γὰρ ὡς ἀγαπῶντες τὸν Θεόν
PG 59:236με διώκετε, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀντιχρίστου τοῦτο γενέσθαι ἔδει. Ἐκεῖνος γὰρ οὐδὲν τοιοῦτον ἐρεῖ, οὔτε ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς, οὔτε κατὰ τὴν γνώμην ἥκειν τὴν ἐκείνου· ἀλλὰ τοὐναντίον ἅπαν, τυραννικῶς τὰ μηδὲν αὐτῷ προσήκοντα ἁρπάζων, καὶ τὸν ἐπὶ πάντων θεὸν ἑαυτὸν εἶναι λέγων, καθὼς καὶ Παῦλός φησιν· Ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ἀποδεικνύντα ἑαυτὸν ὅτι αὐτός ἐστιν ὁ Θεός. Τοῦτο γάρ ἐστιν ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ἐλθεῖν. Ἐγὼ δὲ οὐχ οὕτως, ἀλλ’ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου παρα-γέγονα. Ἱκανὸν μὲν οὖν ἦν καὶ τοῦτο δεῖξαι αὐτοὺς οὐκ ἀγαπῶντας τὸν Θεὸν, ὅτι τὸν λέγοντα ἀπεστάλθαι παρ’ ἐκείνου οὐκ ἐδέχοντο· νῦν δὲ καὶ ἐκ τοῦ ἐναντίου δεί-κνυσιν αὐτῶν τὴν ἀναισχυντίαν, ἐκ τοῦ τὸν ἀντίχρι-στον μέλλειν δέχεσθαι. Ὅταν γὰρ τὸν μὲν ἀπ’ ἐκείνου λέγοντα ἀπεστάλθαι μὴ δέχωνται, τὸν δὲ μὴ εἰδότα ἐκεῖνον, κομπάζοντα δὲ καὶ λέγοντα ἑαυτὸν εἶναι τὸν ἐπὶ πάντων θεὸν μέλλωσι προσκυνεῖν· εὔδηλον ὅτι βα-σκανίας ἡ δίωξις ἦν, καὶ τοῦ μισεῖν τὸν Θεόν. Διὰ δὴ τοῦτο δύο τίθησιν αἰτίας τῶν εἰρημένων, καὶ πρῶτον μὲν τὴν χρηστοτέραν, λέγων, Ἵνα σωθῆτε, καὶ, Ἵνα ζωὴν ἔχητε· ἐπειδὴ δὲ ἔμελλον αὐτὸν χλευάζειν, τίθησι καὶ τὴν πληκτικωτέραν, δεικνὺς ὅτι κἂν μὴ πείθωνται οἱ ἀκούοντες, τὰ αὐτοῦ ὁ Θεὸς πανταχοῦ ποιεῖν εἴωθεν. β. Ὁ μὲν οὖν Παῦλος περὶ τοῦ ἀντιχρίστου διαλεγό-μενος, προφητικῶς εἶπεν, ὅτι Πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, ἵνα κριθῶσι πάντες οἱ μὴ πι-στεύσαντες τῇ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῇ ἀδικίᾳ. Ὁ δὲ Χριστὸς οὐκ εἶπεν ὅτι ἥξει· ἀλλ’, Ἐὰν ἔλθῃ, φειδόμενος τῶν ἀκουόντων. Ἐπειδὴ δὲ οὔπω πᾶσα ἀπηρτισμένη ἦν αὐτῶν ἡ ἀγνωμοσύνη, διὰ τοῦτο αὐτὸς μὲν τὴν αἰτίαν ἐσίγησεν αὐτοῦ τῆς παρ-ουσίας· ὁ δὲ Παῦλος τοῖς δυναμένοις συνιδεῖν μετὰ ἀκριβείας αὐτὴν ᾐνίξατο. Καὶ γὰρ ἐκεῖνός ἐστιν ὁ πᾶσαν ἀπολογίαν αὐτοῖς ἀφαιρούμενος. Εἶτα καὶ τὴν αἰτίαν τῆς ἀπιστίας αὐτῶν τίθησιν, ἐπάγων· Πῶς δύνασθε πιστεύειν, δόξαν τὴν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; καὶ ἐντεῦθεν δεικνὺς πάλιν ὅτι οὐ τὰ τοῦ Θεοῦ ἐσκόπουν, ἀλλ’ ἐν προσχήματι τοιού-τῳ τὸ οἰκεῖον ἐβούλοντο πάθος ἐκδικεῖν. Καὶ γὰρ τος-οῦτον ἀπεῖχον διὰ τὴν αὐτοῦ δόξαν ποιεῖν ταῦτα, ὅτι αὐτοὶ τὴν ἀνθρωπίνην ᾑροῦντο μᾶλλον ἢ τὴν ἐκείνου. Πῶς οὖν ἔμελλον οὗτοι ὑπὲρ αὐτῆς ἀναδέχεσθαι τοσαύ-την ἀπέχθειαν, ἧς οὕτω κατεφρόνουν, ὥστε καὶ ἀν-θρωπίνην αὐτῆς προτιμᾷν; Εἰπὼν δὲ ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχουσι, καὶ ἀποδείξας τοῦτο διὰ τούτων ἑκατέρων, διά τε τῶν εἰς αὐτὸν γινομένων, καὶ διὰ τῶν εἰς τὸν ἀντίχριστον ἐσομένων, καὶ διελέγξας σα-φῶς ὅτι πάσης εἰσὶν ἀπεστερημένοι συγγνώμης, οὕ-τως αὐτοῖς ἐφίστησι καὶ τὸν Μωϋσέα κατήγορον ἐπ-άγων, καὶ λέγων· Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πι-στεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πρὸ ἐμοῦ ἐκεῖνός ἐστιν ὁ ὑβρι-σμένος ἐν τοῖς εἰς ἐμέ. Μωϋσεῖ γὰρ μᾶλλον ἠπιστή-σατε ἢ ἐμοί. Ὅρα πῶς πανταχόθεν πάσης αὐτοὺς ἐξέβαλεν ἀπολογίας. Θεὸν ἐλέγετε ἀγαπᾷν ἐν τῷ διώ-κειν με, φησίν· ἔδειξα ὅτι μισοῦντες αὐτὸν τοῦτο
PG 59:237ποιεῖτε. Λέγετε λύειν με τὸ σάββατον, καὶ παραλύειν τὸν νόμον· ἀπεδυσάμην καὶ ταύτην τὴν κατηγορίαν. Διισχυρίζεσθε Μωϋσεῖ πιστεύειν δι’ ὧν κατ’ ἐμοῦ τολ-
μᾶτε· δείκνυμι πάλιν ὅτι τοῦτο μὲν οὖν ἐστι μάλιστα μὴ πιστεύειν τῷ Μωϋσεῖ. Τοσούτῳ γὰρ δέω ἐξ ἐναν-τίας ἥκειν τῷ νόμῳ, ὅτι οὐδὲ ἔστιν ἄλλος τις ὁ κατ-ηγορήσων ὑμῶν, ἀλλ’ ἢ αὐτὸς ὁ τὸν νόμον ὑμῖν δεδω-κώς. Ὥσπερ οὖν περὶ τῶν Γραφῶν ἔλεγεν· Ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν· οὕτω καὶ περὶ Μωϋσέως φησὶν, Εἰς ὃν ὑμεῖς ἠλπίκατε, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος πανταχοῦ. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι κατηγορήσει Μωϋσῆς, καὶ οὐ κομπάζεις; τί γὰρ σοὶ καὶ Μωϋσεῖ κοινόν; Τὸ σάββατον ἔλυσας, ὅπερ ἐκεῖνος ἐνομοθέτησε κρατεῖν· πῶς οὖν ἡμῶν ἐκεῖνος κατηγο-ρήσειε; Πόθεν δὲ δῆλον ὅτι καὶ εἰς ἄλλον πιστεύσο-μεν τὸν ἰδίῳ ὀνόματι ἥξοντα; Ταῦτα γὰρ πάντα ἀμάρ-τυρα λέγεις. Καὶ μὴν ἅπαντα ταῦτα ἄνωθεν ἔχει τὴν κατασκευήν. Ὅταν γὰρ ὁμολογηθῇ, ὅτι παρὰ τοῦ Θεοῦ ἦλθον ἀπὸ τῶν ἔργων, ἀπὸ τῆς φωνῆς Ἰωάννου, ἀπὸ τῆς μαρτυρίας τοῦ Πατρὸς, εὔδηλον ὅτι Μωϋσῆς αὐτῶν κατηγορήσει. Τί γὰρ ἐκεῖνος εἶπεν; ἆρ’ οὐχ ὅτι ἐὰν ἔλθῃ τις σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν ἄγων, καὶ τὰ μέλλοντα προλέγων μετὰ ἀληθείας, μετὰ πά-σης ὑπακούειν αὐτῷ χρὴ τῆς πειθοῦς; Ὁ τοίνυν Χρι-στὸς μὴ οὐ πάντα ταῦτα πεποίηκε; Καὶ γὰρ σημεῖα εἰργάσατο μετὰ ἀληθείας ἁπάσης, καὶ πρὸς Θεὸν ἅπαντας εἷλκε, καὶ ταῖς προῤῥήσεσι τὸ τέλος ἐπήγα-γεν. Ἀλλὰ πόθεν δῆλον ὅτι ἑτέρῳ πιστεύσουσιν; Ἐκ τοῦ τὸν Χριστὸν μισεῖν. Οἱ γὰρ τὸν μετὰ τῆς τοῦ Θεοῦ γνώμης ἥκοντα ἀποστρεφόμενοι, εὔδηλον ὅτι καὶ τὸν ἀντίθεον δέξονται Εἰ δὲ Μωϋσέα νῦν προβάλλεται, καίτοι εἰπὼν, Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὑ λαμβάνω, μὴ θαυμάσῃς· οὐδὲ γὰρ εἰς Μωϋσέα, ἀλλ’ εἰς τὰ τοῦ Θεοῦ γράμματα αὐτοὺς παραπέμπει. Πλὴν ἀλλ’ ἐπειδὴ αἱ Γραφαὶ ἔλαττον αὐτοὺς ἐφόβουν, εἰς τὸ πρόσωπον αὐτὸ περιάγει τὸν λόγον, τὸν νομο-θέτην αὐτὸν αὐτοῖς ἐφιστὰς κατήγορον, καὶ πολὺ φρι-κωδέστερον οὕτω τὸ δέος ποιῶν, καὶ ἕκαστον τῶν παρ’ αὐτῶν λεγομένων ἐλέγχει. Σκόπει δέ· Ἔλεγον διὰ τὴν εἰς τὸν Θεὸν ἀγάπην διώκειν αὐτόν· δείκνυσιν ὅτι διὰ τὸ μισεῖν τὸν Θεὸν τοῦτο ποιοῦσιν. Ἔλεγον ἀντ-έχεσθαι Μωϋσέως· δείκνυσιν ὅτι διὰ τὸ μὴ πιστεύειν Μωϋσεῖ ταῦτα ἔπραττον. Εἰ γὰρ τὸν νόμον ἐζήλουν, ἔδει δέξασθαι τὸν ἐκεῖνον πληροῦντα· εἰ τὸν Θεὸν ἠγάπων, ἔδει πεισθῆναι τῷ πρὸς ἐκεῖνον ἕλκοντι· εἰ Μωϋσεῖ ἐπίστευον, ἔδει προσκυνῆσαι τὸν ὑπ’ ἐκείνου προφητευόμενον. Εἰ δὲ ἐκεῖνος ἀπιστεῖται πρὸ ἐμοῦ, οὐδὲν ἀπεικὸς καὶ ἐμὲ τὸν ὑπ’ αὐτοῦ κηρυττόμενον ἐλαύνεσθαι παρ’ ὑμῶν. Ὥσπερ οὖν καὶ θαυμάζοντας Ἰωάννην ἔδειξε καταφρονοῦντας Ἰωάννου διὰ τῶν εἰς αὐτὸν γεγενημένων· οὕτω νομίζοντας πιστεύειν Μωϋσεῖ δείκνυσιν ἀπιστοῦντας, καὶ ἀεὶ εἰς τὴν κεφα-λὴν αὐτῶν περιτρέπει πάντα, ἅπερ ἐνόμιζον ὑπὲρ ἑαυτῶν προβάλλεσθαι. Τοσοῦτον γὰρ ἀπέχω, φησὶν, ἀπαγαγεῖν ὑμᾶς τοῦ νόμου, ὅτι καὶ αὐτὸν καλῶ κατ-ήγορον ὑμῶν τὸν νομοθέτην. Ὅτι μὲν οὖν αἱ Γραφαὶ μαρτυροῦσιν, εἶπε· ποῦ δὲ μαρτυροῦσιν, οὐκέτι προς-έθηκε, τὸν φόβον μείζονα αὐτοῖς ἐνθεῖναι βουλόμενος, καὶ εἰς ἔρευναν παραπέμψαι, καὶ εἰς ἀνάγκην κατα-στῆσαι ἐρωτήσεως. Εἰ μὲν γὰρ εἶπεν ἐκ τοῦ προχείρου, καὶ μηδὲ ἐρωτῶσιν αὐτοῖς, ἀπέβαλον ἂν τὴν μαρτυ-ρίαν· νυνὶ δὲ εἰ προσεῖχον τοῖς λεγομένοις, ἔδει πρὸ τῶν ἄλλων τοῦτο ἐρωτῆσαι καὶ μαθεῖν παρ’ αὐτοῦ.
PG 59:238Διὰ γὰρ τοῦτο καὶ ἐν ταῖς ἀποφάσεσι, καὶ ἐν ταῖς ἀπειλαῖς πλεονάζει μᾶλλον, οὐκ ἐν ταῖς ἀποδείξεσι μόνον, ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται τῷ φόβῳ τῶν λεγομένων. Οἱ δὲ καὶ οὕτω σιγῶσι. Τοιοῦτον γὰρ ἡ πονηρία· ὅσα ἄν τις λέγῃ καὶ ποιῇ, οὐ διανίστα-ται, ἀλλὰ μένει τὸν οἰκεῖον ἰὸν διατηροῦσα. γ. Διὸ χρὴ πᾶσαν κακίαν ἀπὸ τῆς ψυχῆς ἐκβαλόντας, μηδένα πλέκειν μηδέποτε δόλον. Πρὸς γὰρ τοὺς σκο-λιοὺς σκολιὰς ὁδοὺς ὁ Θεὸς, φησὶν, ἀποστέλλει. Καὶ, Ἅγιον πνεῦμα σοφίας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Οὐδὲν γὰρ οὕτω ποιεῖ μωροὺς, ὡς πονηρία. Ὅταν γὰρ ὕπουλος ᾖ τις, ὅταν ἀγνώμων, ὅταν ἀχάριστος (ταῦτα δὲ τῆς πο-νηρίας τὰ εἴδη), ὅταν μηδὲν ἠδικημένος λυπῇ, ὅταν πλέκῃ δόλους, πῶς οὐκ ἐσχάτης ἀνοίας ἐξοίσει δεῖγμα; Οὐδὲν οὕτω ποιεῖ φρονίμους, ὡς ἀρετή. Καὶ γὰρ εὐχα-ρίστους καὶ εὐγνώμονας ἐργάζεται, φιλανθρώπους, ἡμέρους, πράους, ἐπιεικεῖς· τὰ ἄλλα ἅπαντα ἀγαθὰ αὕτη τίκτειν εἴωθε. Τί δὲ τοῦ οὕτω διακειμένου συν-ετώτερον; Πηγὴ γὰρ ὄντως καὶ ῥίζα φρονήσεώς ἐστιν ἡ ἀρετὴ, ὥσπερ οὖν καὶ πᾶσα πονηρία ἐξ ἀνοίας ἔχει τὴν ἀρχήν. Καὶ γὰρ ὁ ἀλαζὼν καὶ ὁ ὀργί-λος ἐξ ἐνδείας φρονήσεως ὑπὸ τῶν παθῶν ἁλίσκεται. Διὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγε· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλω-πές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· δεικνὺς ὅτι πᾶσα ἁμαρτία τὴν ἀρχὴν ἐξ ἀφροσύνης ἔχει· ὥς-περ ὁ ἐνάρετος καὶ φόβον ἔχων Θεοῦ, πάντων ἐστὶ συνετώτερος. Διὸ καὶ σοφός τις λέγει, Ἀρχὴ σοφίας, φόβος Κυρίου. Εἰ τοίνυν τὸ φοβεῖσθαι τὸν Θεὸν, σο-φίαν ἐστὶν ἔχειν, ὁ δὲ πονηρὸς τοῦτο οὐκ ἔχει, τῆς ὄν-τως σοφίας ἐστέρηται· τῆς δὲ σοφίας ἐστερημένος τῆς ὄντως, πάντων ἐστὶν ἀνοητότερος. Καίτοι γε πολλοὶ τοὺς πονηροὺς θαυμάζουσιν, ὡς ἱκανοὺς ὄντας ἀδικεῖν καὶ βλάπτειν, οὐκ εἰδότες ὅτι μάλιστα πάντων αὐτοὺς ταλανίζειν χρὴ, ὅτι νομίζοντες ἑτέρους βλάπτειν, καθ’ ἑαυτῶν τὸ ξίφος ὠθοῦσιν· ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης, ἑαυτὸν πλήττοντα, μηδὲ αὐτὸ τοῦτο εἰδέναι, ἀλλ’ ἕτε-ρον δοκεῖν ἀδικεῖν, ἐν τῷ κατασφάττειν ἑαυτόν. Διὰ τοῦτο καὶ Παῦλος εἰδὼς, ὅτι ἐν τῷ πλήττειν ἑτέρους ἑαυτοὺς ἀναιροῦμεν, ἔλεγε· Διατί μὴ μᾶλλον ἀδικεῖ-σθε; διατί μὴ μᾶλλον ἀποστερεῖσθε; Τὸ γὰρ μὴ ἀδικεῖσθαι ἐν τῷ μὴ ἀδικεῖν κεῖται· ὥσπερ οὖν τὸ μὴ πάσχειν κακῶς ἐν τῷ μὴ ποιεῖν κακῶς· κἂν αἴνιγμα εἶναι δοκῇ τὸ λεγόμενον τοῖς πολλοῖς καὶ φιλοσοφεῖν οὐκ ἐθέλουσι. Ταῦτ’ οὖν εἰδότες, μὴ τοὺς ἀδικουμέ-νους μηδὲ τοὺς ἐπηρεαζομένους, ἀλλὰ τοὺς ταῦτα ποιοῦντας ταλανίζωμεν καὶ δακρύωμεν. Οὗτοι γάρ εἰσιν οἱ μάλιστα ἠδικημένοι, οἱ τὸν Θεὸν ἑαυτοῖς ἐκπο-λεμοῦντες, καὶ μυρίων κατηγόρων ἀνοίγοντες στόματα, καὶ πονηρὰν κτώμενοι κατὰ τὸν παρόντα βίον ὑποψίαν, καὶ μεγάλην τὸν κατὰ τὸν μέλλοντα αἰῶνα ἐπισπώ-μενοι κόλασιν· ὡς οἵ γε ἀδικούμενοι καὶ πάντα φέ-ροντες γενναίως, τόν τε Θεὸν ἔχουσιν ἵλεων, καὶ πάντας συναλγοῦντας αὐτοῖς, καὶ ἐπαινοῦντας, καὶ ἀποδεχο-μένους. Οἱ τοιοῦτοι καὶ κατὰ τὸν παρόντα βίον πολλῆς ἀπολαύσονται τῆς εὐφημίας, φιλοσοφίας μέγιστον παρεχόμενοι δεῖγμα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν τῶν αἰωνίων μεθέξουσιν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily XLIIHomilia XLII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:239ΟΜΙΛΙΑ ΜΒ. Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας εἰς τὰ μέρη Τιβεριάδος· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀπῆλθε δὲ εἰς ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων. α. Τοῖς δεινοῖς ἀνδράσι μὴ ὁμόσε χωρῶμεν, ἀγαπη-τοί· ἀλλὰ μανθάνωμεν, ὅταν μηδὲν παραβλάπτῃ
τὴν ἡμετέραν ἀρετὴν, διδόναι τόπον αὐτῶν ταῖς πο-νηραῖς ἐπιβουλαῖς. Οὕτω γὰρ παύεται πᾶσα θρασύ-της. Καὶ καθάπερ τὰ ἀκόντια ὅταν εἰς ἐντετα-μένον ἐμπέσῃ τι καὶ σκληρὸν καὶ ἀντιτυπὲς, μετὰ πολλῆς τῆς ῥύμης ἐξακοντίζεται ἐπὶ τοὺς ἀποστεί-λαντας πάλιν· ὅταν δὲ τὸ ῥαγδαῖον τῆς ἀφέσεως μὴ ἔχῃ τὸ ἀντιπίπτον, ἐκλύεται ταχέως καὶ λήγει· οὕτω καὶ ἐπὶ τῶν θρασυνομένων ἀνθρώπων, ὅταν μὲν αὐ-τοῖς ὁμόσε χωρῶμεν, ἀγριαίνουσι μᾶλλον· ὅταν δὲ εἴκωμεν καὶ παραχωρῶμεν, χαλῶμεν ῥᾳδίως πᾶσαν αὐτῶν τὴν μανίαν. Διὰ δὲ τοῦτο καὶ ὁ Χριστὸς ἐπειδὴ ἤκουσεν, ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείο-νας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης, ἦλθεν εἰς τὴν Γαλιλαίαν, τὸν φθόνον αὐτῶν σβεννὺς, καὶ τὸν θυμὸν, ὃν εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν λό-γων, διὰ τῆς ἀναχωρήσεως καταπραύ̈νων. Πλὴν εἰς τὴν Γαλιλαίαν πάλιν ἀπερχόμενος, οὐ τοῖς αὐτοῖς ἐπιβαίνει τόποις· οὐ γὰρ εἰς Κανᾶ ἦλθεν, ἀλλὰ πέ-ραν τῆς θαλάσσης. Διὸ καὶ ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Ποῖα σημεῖα; διατί μὴ αὐτὰ λέγει κατ’ εἶδος; Ὅτι τὸ πλέον τοῦ βιβλίου οὗτος μάλιστα ὁ εὐαγγελιστὴς ἐν τοῖς λόγοις καὶ ταῖς δημηγορίαις καταναλῶσαι ἐσπού-δασεν. Ὅρα γοῦν πῶς ἐν ἐνιαυτῷ ὁλοκλήρῳ, μᾶλλον δὲ πῶς καὶ νῦν ἐν τῇ ἑορτῇ τοῦ πάσχα οὐδὲν πλέον ἡμᾶς ἐδίδαξε σημείων ἕνεκεν, ἢ ὅτι τὸν παράλυτον μόνον ἐθεράπευσε, καὶ τὸν υἱὸν τοῦ βασιλικοῦ. Οὐ γὰρ τοῦτο ἐσπούδαζεν ὥστε ἅπαντα καταλέγειν, ἐπειδὴ μηδὲ δυνατὸν ἦν· ἀλλ’ ἐκ πολλῶν καὶ μεγά-λων ὀλίγα. Καὶ ἠκολούθει, φησὶν, αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει. Οὐ σφόδρα βεβαίας διανοίας ἡ ἀκολούθησις. Τοσαύτης γὰρ διδασκαλίας ἀπολαύσαντες, ἀπὸ τῶν σημείων ἐν-ήγοντο μᾶλλον· ὃ παχυτέρας γνώμης ἦν. Τὰ γὰρ ση-μεῖα, φησὶ, τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν. Ἀλλ’ οὐκ ἐκεῖνος ὁ δῆμος ὁ παρὰ τῷ Ματθαίῳ οὕ-τως, ἀλλ’ ἄκουε πῶς. Ἐξεπλήσσοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ, φησὶν, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων. Τί δήποτε δὲ τὸ ὄρος καταλαμβάνει νῦν, καὶ ἐκεῖ κάθηται μετὰ τῶν μαθητῶν; Διὰ τὸ μέλλον ἔσεσθαι σημεῖον. Τὸ δὲ τοὺς μαθητὰς ἀναβῆ-ναι μόνους, κατηγορία τοῦ πλήθους ἦν οὐκ ἀκολου-θήσαντος αὐτῷ. Οὐ τούτου δὲ ἕνεκεν μόνον τοῦτο ποιεῖ, τὸ ὄρος καταλαμβάνων, ἀλλὰ καὶ παιδεύων ἡμᾶς ἀεὶ διαναπαύεσθαι ἀπὸ τῶν θορύβων καὶ τῆς ἐν μέσῳ ταραχῆς· ἐπιτήδειον γὰρ πρὸς φιλοσοφίαν ἐρημία. Πολλάκις δὲ καὶ μόνος αὐτὸς τὸ ὄρος κατα-λαμβάνει, καὶ διανυκτερεύει καὶ εὔχεται, διδάσκων ἡμᾶς ὅτι τὸν μάλιστα Θεῷ προσιόντα πάσης ἀπηλ-λάχθαι δεῖ ταραχῆς, καὶ καιρὸν καὶ τόπον θορύβου καθαρὸν ἐπιζητεῖν. Καὶ ἦν ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. Πῶς οὖν οὐκ ἀναβαίνει εἰς τὴν ἑορτὴν, φησὶν, ἀλλὰ πάντων ἐπειγομένων εἰς τὰ Ἱεροσόλυμα, αὐτὸς εἰς τὴν Γαλιλαίαν ἔρχεται, καὶ
PG 59:240οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τοὺς μαθητὰς ἄγων, καὶ ἐκεῖθεν εἰς Καπερναούμ; Ἠρέμα λοιπὸν ὑπεξέλυε τὸν νόμον, ἀφορμὴν λαμβάνων ἀπὸ τῆς Ἰουδαϊκῆς πονηρίας. Καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς, ὁρᾷ ὄχλον πολύν. Ἐνταῦθα δείκνυσιν ὅτι οὐδέποτε ἁπλῶς ἐκάθητο μετὰ τῶν μαθητῶν, ἀλλ’ ἴσως ἀκριβολογούμενός τι πρὸς αὐτοὺς καὶ διδάσκων, καὶ ἐπιστρέφων αὐτοὺς πρὸς ἑαυτὸν, οὗ μάλιστα καὶ ἐντεῦθεν τὴν κηδεμονίαν ἔστι μαθεῖν, καὶ τὸ ταπει-νὸν καὶ συγκαταβατικὸν τὸ πρὸς ἐκείνους. Συνεκά-θηντο γὰρ αὐτῷ τάχα πρὸς ἀλλήλους ὁρῶντες. Εἶτα ἀναβλέψας ὁρᾷ τὸν ὄχλον παραγινόμενον πρὸς αὐτόν. Οἱ μὲν οὖν ἄλλοι εὐαγγελισταὶ τοὺς μαθητάς φασι προσελθόντας ἐρωτᾷν καὶ παρακαλεῖν, ὥστε μὴ ἀπο-λῦσαι αὐτοὺς νήστεις· οὗτος δὲ εἰσάγει τὸν Φίλιππον ἐρωτηθῆναι παρὰ τοῦ Χριστοῦ. Καί μοι δοκεῖ ἀμφό-τερα εἶναι ἀληθῆ, οὐκ ἐπὶ τῶν αὐτῶν γενόμενα δὲ ὅμως καιρῶν, ἀλλ’ ἐκεῖνα τούτων εἶναι πρεσβύτε-ρα· ὥστε ἕτερα μὲν ἐκεῖνα λοιπὸν, ἕτερα δὲ ταῦτά ἐστι. Τίνος οὖν ἕνεκεν τὸν Φίλιππον ἐρωτᾷ; Ἤδει τῶν μαθητῶν τοὺς μάλιστα πλείονος δεομένους διδα-σκαλίας. Οὗτος γάρ ἐστιν ὁ μετὰ ταῦτα λέγων· Δεῖ-ξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Διὰ τοῦτο ἄνωθεν αὐτὸν ἐῤῥύθμιζεν. Εἰ μὲν γὰρ ἁπλῶς τὸ ση-μεῖον ἐγένετο, οὐκ ἂν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νῦν δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν οὖσαν σπάνιν, ἵνα γνοὺς ἐν τίσιν ἦν, ἀκριβέστερον οὕτω μάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος. Καὶ ὅρα τί φησιν ἐκεῖνος· Πόθεν ἡμῖν ἄρτοι τοσοῦ-τοι, ἵνα φάγωσιν οὗτοι; Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πρὸς τὸν Μωϋσέα ἔλεγεν. Οὐ γὰρ πρότερον τὸ ση-μεῖον ἐποίησεν, ἕως ἂν αὐτὸν ἠρώτησε, Τί ποτέ ἐστιν ἐν τῇ χειρί σου; Ἐπειδὴ γὰρ τὰ παράδοξα καὶ ἀθρόον συμβαίνοντα, τῶν προτέρων ἡμᾶς εἰς λή-θην ἐμβαλεῖν εἴωθε, πρότερον αὐτὸν ἐν τῇ τοῦ παρ-όντος κατέδησεν ὁμολογίᾳ, ἵνα τῆς ἐκπλήξεως γενο-μένης, τὴν μνήμην τῶν ὁμολογηθέντων μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν· εἶθ’ οὕτως ἀπὸ τῆς συγκρίσεως μάθῃ καὶ τοῦ σημείου τὸ μέγεθος· ὃ δὴ καὶ ἐνταῦθα γίνεται. Καὶ ἐρωτηθεὶς ἀποκρίνεται λέγων· Διακο-σίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν, ἵνα ἕκαστος βραχύ τι λάβῃ. Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Τί ἐστι, Πειρά-ζων αὐτόν; ἆρα γὰρ ἠγνόει τὸ μέλλον ὑπ’ αὐτοῦ ῥηθήσεσθαι; Οὐκ ἔστι τοῦτο εἰπεῖν. β. Ἀλλὰ τίς ποτε τῆς λέξεως ἡ διάνοια; Ἀπὸ τῆς Παλαιᾶς δυνατὸν αὐτὴν καταμαθεῖν. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπείραζεν ὁ Θεὸς Ἀβραὰμ, καὶ εἶπεν, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Οὐδὲ γὰρ ἐκεῖ τοῦτο λέγων φαίνεται, ὅτι ἀπὸ τῆς πείρας ἀνέμενεν ἰδεῖν τὸ τέλος, εἴτε ὑπακούσε-ται, εἴτε μή· (πῶς γὰρ ὁ τὰ πάντα εἰδὼς πρὶν γενέ-σεως αὐτῶν;) ἀλλ’ ἀνθρωπίνως ἀμφότερα εἴρηται. Ὥσπερ γὰρ ὅταν λέγῃ, ὅτι Ἐρευνᾷ τὰς καρδίας τῶν ἀνθρώπων, οὐκ ἀγνοίας τὴν ἔρευναν δείκνυσιν, ἀλλ’ ἀκριβοῦς εἰδήσεως· οὕτω δὴ καὶ ὅταν λέγῃ ὅτι Ἐπείρασεν, οὐδὲν ἄλλο φησὶν, ἀλλ’ ἢ ὅτι ἠπίστατο ἀκριβῶς. Κἂν ἕτερον δὲ ἔστιν εἰπεῖν, ὅτι δοκιμώτερον αὐτὸν εἰργάζετο, ὥσπερ οὖν τὸν Ἀβραὰμ τότε, οὕτω καὶ τοῦτον διὰ τῆς τοιαύτης ἐρωτήσεως ἐνάγων νῦν
PG 59:241εἰς τὴν ἀκριβῆ τοῦ σημείου γνῶσιν. Διὰ δὴ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, ἵνα μὴ τῇ ἀσθενείᾳ τῆς λέξεως ἐν-απομείνας, ὑποπτεύσῃς τι ἄτοπον περὶ τῶν εἰ-ρημένων, ἐπήγαγεν· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Πλὴν ἐκεῖνο παρατηρεῖν ἀναγκαῖον, πῶς, ὅταν ᾖ ὑπόνοια πονηρὰ, εὐθὺς αὐτὴν ὁ εὐαγγελιστὴς μετὰ πολλῆς ἐπιδιορθοῦται τῆς σπουδῆς. Ὥσπερ οὖν ἐνταῦθα, ἵνα μή τι τοιοῦτον ὑποπτεύσωσιν οἱ ἀκούοντες, προσέθηκε τὴν ἐπιδιόρθωσιν, εἰπών· Αὐ-τὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν· οὕτω καὶ ἐκεῖ λέ-γων, ὅτι ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, Οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ’ ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ· εἰ μὴ ἀπόφασις ἦν αὐτοῦ τοῦ Χριστοῦ διὰ τῶν ἔργων βεβαιουμένη, προσέθηκεν ἂν κἀκεῖ τὴν ἐπιδιόρθωσιν ταύτην. Εἰ γὰρ ἐν οἷς αὐτὸς λέγει, ὑφορᾶται ὁ εὐαγ-γελιστὴς, μή τις ὑποπτεύσῃ· πολλῷ μᾶλλον ἐν οἷς ἕτεροι περὶ αὐτοῦ τοῦτο ἔλεγον, ὑπείδετο ἂν, εἰ μὴ προσήκουσαν ἑώρα περὶ αὐτοῦ κρατοῦσαν ὑπόνοιαν.
Ἀλλ’ οὐκ ἐποίησεν· ᾔδει γὰρ αὐτοῦ τὴν γνώμην οὖ-σαν τοῦτο καὶ ψῆφον ἀκίνητον. Διὰ τοῦτο εἰπὼν, Ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὐκ ἐχρήσατο ἐπιδιορθώσει τινὶ τοιαύτῃ· οὐ γὰρ ἐκείνων ἦν ὑπόνοια διεφθαρμένη τὸ λεγόμενον, ἀλλ’ ἀπόφασις αὐτοῦ κεκυρωμένη διὰ τῶν ἔργων. Ἐρωτηθέντος τοίνυν τοῦ Φιλίππου, Φη-σὶν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστιν ὧδε παιδάριον ἔχον πέντε ἄρτους κριθίνους, καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Ὑψηλότερος μὲν τοῦ Φιλίππου ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασε. Οἶμαι δὲ μηδὲ ἁπλῶς τοῦτο εἰ-πεῖν, ἀλλ’ ἀκηκοότα αὐτὸν τῶν προφητῶν τὰ θαύ-ματα, καὶ πῶς Ἑλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον. Διὰ δὴ τοῦτο ἀνέβη μὲν ἐπί τι ὕψος, οὐκ ἴσχυσε δὲ πρὸς αὐτὴν φθάσαι τὴν κορυφήν. Μάθωμεν ἐντεῦθεν οἱ τῇ τρυφῇ προσέχοντες, τίνα ἐσιτοῦντο οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι καὶ μεγάλοι, καὶ τῇ ποσότητι τῶν ἐπιφερομένων καὶ τῇ ποιότητι τὴν εὐτέλειαν αὐτῶν τῆς τραπέζης ἴδωμέν τε καὶ μιμησώμεθα. Τὰ γοῦν ἑξῆς τούτων πολλῆς ἀσθε-νείας. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἔχει πέντε ἄρτους κρι-θίνους, ἐπήγαγεν· Ἀλλὰ ταῦτα τί ἐστιν εἰς το-σούτους; Ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόνων ἐλάτ-τονα, ἀπὸ δὲ πλειόνων πλείονα ἔμελλε ποιεῖν ὁ θαυ-ματουργῶν· ὅπερ οὐκ ἦν. Ὁμοίως γὰρ ἦν αὐτῷ εὔ-κολον ἀπό τε πλειόνων, ἀπό τε ἐλαττόνων ποιῆσαι πηγάσαι τῶν ἄρτων τὴν φύσιν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης· ἀλλ’ ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλ-λοτρίαν εἶναι τῆς αὐτοῦ σοφίας, ὡς οἱ μετὰ ταῦτα διαβάλλοντες οἱ τὰ Μαρκίωνος νοσήσαντες ἔλεγον, αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν θαυ-μάτων. Ἐπεὶ οὖν ἀπέγνωσαν ἀμφότεροι οἱ μαθηταὶ, τότε θαυματουργεῖ λοιπόν· οὕτω γὰρ μᾶλλον ἐκέρ-δαναν, πρότερον ὁμολογήσαντες τοῦ πράγματος τὴν δυσκολίαν, ἵνα ὅταν γένηται, μάθωσι τοῦ Θεοῦ τὴν δύναμιν. Ἐπειδὴ γὰρ γίνεσθαι σημεῖον ἔμελλε τὸ καὶ προφήταις κατορθωθὲν, εἰ καὶ μὴ ὁμοίως· ἔμελλε δὲ καὶ εὐχαριστήσας αὐτὸ πρότερον ποιεῖν· ἵνα μὴ εἰς ἀσθενῆ τινα καταπέσωσιν ὑπόνοιαν, ὅρα πῶς αὐτὸ καὶ τῷ τρόπῳ διὰ πάντων ἐπῆρε καὶ τὴν διαφορὰν ἔδειξεν. Οὔπω γὰρ τῶν ἄρτων φανέντων, τὸ θαῦμα ποιεῖ, ἵνα μάθῃς ὅτι τὰ μὴ ὄντα ὡς ὄντα αὐτῷ ὑφέστηκε, καθάπερ ὁ Παῦλός φησιν· Ὁ κα-λῶν τὰ μὴ ὄντα ὡς ὄντα. Ὡς ἑτοίμου γὰρ καὶ παρεσκευασμένης τῆς τραπέζης, ἐκέλευσεν αὐτοὺσ
PG 59:242εὐθέως ἀναπεσεῖν. Οὕτω καὶ διὰ τούτου τὴν διάνοιαν τῶν μαθητῶν ἀνέστησεν. Ὅτι δὲ καὶ ἐκέρδαναν ἀπὸ τῆς ἐρωτήσεως, εὐθέως ὑπήκουσαν, καὶ οὐκ ἐθορυβήθησαν, οὐδὲ εἶπον· τί ποτε τοῦτό ἐστι; πῶς κελεύεις ἀναπεσεῖν, οὐδενὸς ἐν τῷ μέσῳ φαινομένου; Οὕτω καὶ πρὸ τῆς ὄψεως τοῦ σημείου πιστεύειν ἤρ-ξαντο οἱ παρὰ τὴν ἀρχὴν τοσοῦτον ἀπιστήσαντες ὡς εἰπεῖν, Πόθεν ἀγοράσομεν ἄρτους; ὅτι καὶ μετὰ προθυμίας ἀνέκλιναν τοὺς ὄχλους. Ἀλλὰ τί δήποτε τὸν παραλυτικὸν μέλλων ἀνορθοῦν οὐκ εὔχεται, οὐδὲ τὸν νεκρὸν ἐγείρων, οὐδὲ τὴν θάλατταν χαλινῶν· ἐν-ταῦθα δὲ ἐπὶ τῶν ἄρτων τοῦτο ποιεῖ; Δεικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχαριστεῖν δεῖ τῷ Θεῷ. Καὶ ἄλλως δὲ, ἐπὶ τῶν ἐλαττόνων αὐτὸ μάλιστα ἐργάζε-ται, ἵνα μάθῃς ὅτι οὐ δεόμενος αὐτὸ ποιεῖ. Εἰ γὰρ δεόμενος, πολλῷ μᾶλλον ἐπὶ τῶν μειζόνων ἂν αὐτὸ ἐποίησεν. Ὁ δὲ ἐκεῖνα αὐθεντίᾳ ποιήσας, εὔδηλον ὅτι καὶ ταῦτα συγκαταβατικῶς ἔπραττεν. γ. Ἔτι τε καὶ ὅτι ὄχλος πολὺς ἦν παρὼν, καὶ ἐχρῆν αὐτοὺς πεισθῆναι, ὅτι κατὰ γνώμην Θεοῦ παρεγέ-νετο. Διὰ τοῦτο ὅταν μὲν μόνος ποιῇ τι σημεῖον, οὐ-δὲν τοιοῦτον ἐπιδείκνυται· ὅταν δὲ ἐπὶ πολλῶν αὐτὸ ποιῇ, ὥστε πιστεῦσαι αὐτοὺς ὅτι οὐκ ἀντίθεός τίς ἐστιν, οὐδὲ ἐναντίος τῷ γεγεννηκότι, διὰ τῆς εὐχαρι-στίας ἀναιρεῖ τὴν ὑποψίαν. Καὶ ἔδωκε τοῖς ἀνακει-μένοις, καὶ ἐνεπλήσθησαν. Εἶδες πόσον δούλου καὶ δεσπότου τὸ μέσον; Ἐκεῖνοι μὲν γὰρ ἐκ μέτρου ἔχοντες τὴν χάριν, οὕτως ἐθαυματούργουν· ὁ δὲ Θεὸς ἀπολελυμένῃ δυνάμει ποιῶν, μετὰ πολλῆς ἅπαντα εἰργάζετο τῆς περιουσίας. Καὶ εἶπε τοῖς μαθηταῖς· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα. Οἱ δὲ συνήγαγον, καὶ ἐγέμισαν δώδεκα κοφίνους. Οὐκ ἐπίδειξις ἦν τοῦτο περιττὴ, ἀλλ’ ὥστε μὴ φαν-τασίαν νομισθῆναι τὸ πρᾶγμα· διὰ δὴ τοῦτο καὶ ἐξ ὑποκειμένης ὕλης δημιουργεῖ. Τίνος δὲ ἕνεκεν οὐ τοῖς ὄχλοις ἔδωκεν βαστάσαι, ἀλλὰ τοῖς μαθηταῖς; Ὅτι μάλιστα τούτους παιδεῦσαι ἠβούλετο τοὺς μέλ-λοντας εἶναι διδασκάλους τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος οὐδὲν μέγα ἔμελλε καρπώσασθαι ἐκ τῶν θαυ-μάτων τέως· εὐθέως γοῦν ἐπελανθάνοντο αὐτοὶ, καὶ ᾔτουν ἕτερον θαῦμα· οὗτοι δὲ οὐ τὰ τυχόντα κερδαί-νειν ἔμελλον. Ἦν δὲ καὶ τῷ Ἰούδᾳ κατάκριμα τὸ γι-νόμενον οὐ τὸ τυχὸν, βαστάζοντι τὸν κόφινον. Ὅτι δὲ τῆς αὐτῶν παιδεύσεως ἕνεκεν ταῦτα ἐγένετο, ἐκ τοῦ εἰρημένου ὕστερον δῆλον, οὗπερ ἀνέμνησεν αὐτοὺς λέγων· Οὔπω νοεῖτε πόσους κοφίνους ἐλάβετε; Καὶ τὸ ἰσαρίθμους εἶναι τοῖς μαθηταῖς τοὺς κοφί-νους τῶν λειψάνων, τῆς αὐτῆς ἕνεκεν αἰτίας γέγονεν. Ὕστερον δὲ ἐπειδὴ ἐπαιδεύθησαν, οὐκ ἔτι τοσούτους, ἀλλὰ σπυρίδας ἑπτά. Ἐγὼ δὲ οὐ τὸ πλῆθος θαυμάζω τῶν γεγονότων ἄρτων μόνον, ἀλλὰ μὴν μετὰ τοῦ πλήθους καὶ τὴν ἀκρίβειαν τοῦ περισσεύματος, ὅτι οὔτε πλεῖον οὔτε ἔλαττον ἐποίησε περισσευθῆναι, ἀλλὰ τοσοῦτον ὅσον ἐβούλετο, προειδὼς πόσα ἀναλώ-σουσιν· ὅπερ ἀφάτου δυνάμεως ἦν. Ἐπιστοῦτο μὲν οὖν τὰ κλάσματα τὸ γεγονὸς, ἀμφότερα ἐμφαίνοντα, καὶ ὅτι οὐ φαντασία τις ἦν τὰ γεγενημένα, καὶ ὅτι ἐξ ἐκείνων ἦν ὧν ἐτράφησαν. Τὸ δὲ τῶν ἰχθύων, τότε μὲν ὑποκειμένων ἐγένετο· ὕστερον δὲ μετὰ τὴν ἀνάστασιν, οὐκ ἔτι ἐξ ὕλης ὑποκειμένης. Τίνος ἕνε-κεν; Ἵνα μάθῃς ὅτι καὶ νῦν τῇ ὕλῃ ἐκέχρητο, οὐ δι’ ἔνδειαν, οὐδὲ δεόμενος ὑποβάθρας, ἀλλ’ ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στόματα. Οἱ δὲ ὄχλοι ἔλεγον, ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. Ὢ γαστρι-
PG 59:243μαργίας ὑπερβολή· μυρία τούτων εἰργάσατο θαυμα-στότερα, καὶ οὐδαμοῦ τοῦτο ὡμολόγησαν, ἀλλ’ ὅτε ἐνεπλήσθησαν. Ἄρα ἐκ τούτου δῆλον, ὅτι προφήτην τινὰ προσεδόκων ἐξαίρετον. Καὶ γὰρ ἐκεῖνοι ἔλεγον· Σὺ εἶ ὁ προφήτης; καὶ οὗτοι· Οὗτός ἐστιν ὁ προφήτης. Ὁ γοῦν Ἰησοῦς, γνοὺς ὅτι μέλλου-σιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησεν εἰς τὸ ὄρος. Βαβαὶ πόση τῆς γαστριμαργίας ἡ τυραννίς πόση τῆς γνώ-μης ἡ εὐκολία οὐκ ἔτι αὐτοῖς τῆς τοῦ σαββάτου παραβάσεως μέλει· οὐκ ἔτι ζηλοῦσιν ὑπὲρ Θεοῦ, ἀλλὰ πάντα ἔῤῥιπτο, τῆς γαστρὸς αὐτοῖς ἐμπλησθεί-σης. Καὶ προφήτης ἦν παρ’ αὐτοῖς, καὶ βασιλέα χει-ροτονεῖν ἔμελλον· ὁ δὲ Χριστὸς φεύγει. Τί δήποτε; Παιδεύων ἡμᾶς τῶν κοσμικῶν καταφρονεῖν ἀξιωμά-των, καὶ δεικνὺς ὅτι οὐδενὸς δεῖται τῶν ἐπὶ γῆς. Ὁ γὰρ πάντα εὐτελῆ ἐπιλεξάμενος, καὶ μητέρα, καὶ οἰκίαν, καὶ πόλιν, καὶ ἀνατροφὴν, καὶ ἱματίων στο-λὴν, οὐκ ἔμελλεν ὕστερον ἀπὸ τῶν ἐν τῇ γῇ φαίνε-σθαι. Τὰ μὲν γὰρ ἀπὸ τῶν οὐρανῶν, λαμπρά τε ἦν καὶ μεγάλα, ἄγγελοί τε καὶ ἀστὴρ, καὶ Πατὴρ βοῶν, καὶ Πνεῦμα μαρτυροῦν, καὶ προφῆται πόῤῥωθεν ἀνα-κηρύττοντες· τὰ δὲ ἐν τῇ γῇ πάντα εὐτελῆ, ἵνα καὶ οὕτω μειζόνως ἡ δύναμις φαίνηται. Ἦλθε δὲ καὶ παι-δεύων ἡμᾶς καταφρονεῖν τῶν ἐνταῦθα, καὶ μηδαμοῦ
τεθηπέναι μηδὲ ἐκπλήττεσθαι τὰ τοῦ βίου λαμπρὰ, ἀλλὰ καταγελᾷν ἁπάντων τούτων, καὶ τῶν μελλόντων ἐρᾷν. Ὁ γὰρ τὰ ἐνταῦθα θαυμάζων, οὐ θαυμάσεται τὰ ἐν τοῖς οὐρανοῖς. Διὰ τοῦτο καὶ τῷ Πιλάτῳ ἔλεγεν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐντεῦθεν· ἵνα μὴ δόξῃ λοιπὸν ἀνθρωπίνῳ φόβῳ καὶ δυναστείᾳ πρὸς τὸ πεί-θειν ἀποκεχρῆσθαι. Πῶς οὖν εἶπεν ὁ προφήτης· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραὺ̈ς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον; Ὅτι βασιλείαν ἐκείνην λέγει, τὴν ἐν τοῖς οὐρανοῖς, ἀλλ’ οὐχὶ ταύτην. Διὰ δὴ τοῦτο πάλιν ἔλεγε· Δόξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω. δ. Μάθωμεν τοίνυν, ἀγαπητοὶ, τῆς τιμῆς τῆς παρὰ ἀνθρώποις καταφρονεῖν καὶ μὴ ἐφίεσθαι. Τετιμήμεθα γὰρ τιμὴν μεγίστην, καὶ πρὸς ἣν αὕτη παραβαλλο-μένη, ὕβρις καὶ γέλως καὶ κωμῳδία ὄντως ἐστίν· ὥσπερ οὖν καὶ ὁ πλοῦτος οὗτος πρὸς ἐκεῖνον πενία, καὶ ἡ ζωὴ αὕτη χωρὶς ἐκείνης νέκρωσις ( Ἄφες, φησὶ, τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νε-κρούς)· οὕτω καὶ ἡ δόξα αὕτη πρὸς ἐκείνην αἰσχύνη καὶ γέλως ἐστί. Μὴ τοίνυν αὐτὴν διώκωμεν. Εἰ γὰρ οἱ παρέχοντες αὐτὴν σκιᾶς καὶ ὀνείρων εἰσὶν εὐτελέ-στεροι, πολλῷ μᾶλλον αὐτὴ ἡ δόξα· Δόξα γὰρ ἀν-θρώπου ὡς ἄνθος χόρτου. Τί δὲ ἄνθους χόρτου εὐ-τελέστερον γένοιτ’ ἄν; Εἰ δὲ καὶ μόνιμος ἦν, τί τὴν ψυχὴν ὠφελῆσαι ἴσχυσεν ἄν; Οὐδέν· ἀλλὰ καὶ κατα-βλάπτει τὰ μέγιστα, δούλους ποιοῦσα, δούλους ἀργυρ-ωνήτων χείρους, δούλους οὐχ ἑνὶ δεσπότῃ μόνον, ἀλλὰ καὶ δυσὶ καὶ τρισὶ καὶ μυρίοις διάφορα ἐπιτάτ-τουσιν ὑπακούοντας. Πόσῳ βέλτιον ἐλεύθερον εἶναι, ἢ δοῦλον, ἐλεύθερον μὲν τῆς τῶν ἀνθρώπων δουλείας, δοῦλον δὲ τῆς τοῦ Θεοῦ δεσποτείας; Ὅλως δὲ εἰ βού-λει δόξης ἐρᾷν, ἔρα δόξης, ἀλλὰ τῆς ἀθανάτου. Καὶ γὰρ λαμπρότερον αὐτῆς τὸ θέατρον, καὶ μεῖζον τὸ κέρδος. Οὗτοι μὲν γάρ σε κελεύουσι δαπανώμενον ἀρέσκειν αὐτοῖς· ὁ δὲ Χριστὸς τοὐναντίον ἅπαν. Καὶ γὰρ ἑκατονταπλασίονά σοι δίδωσι τῶν διδομένων
PG 59:244παρὰ σοῦ, καὶ ζωὴν αἰώνιον τούτοις προστίθησι. Τί τοίνυν βέλτιον, ἐν τῇ γῇ, ἢ ἐν τοῖς οὐρανοῖς, ὑπὸ ἀν-θρώπων, ἢ ὑπὸ Θεοῦ θαυμάζεσθαι; ἐπὶ ζημίᾳ, ἢ ἐπὶ κέρδει; στεφανοῦσθαι πρὸς μίαν ἡμέραν, ἢ πρὸς ἀπείρους αἰῶνας; Δὸς τῷ δεομένῳ, καὶ μὴ δῷς τῷ ὀρχουμένῳ, ἵνα μὴ μετὰ τῶν σῶν χρημάτων καὶ τὴν ψυχὴν ἀπολέσῃς τὴν ἐκείνου. Σὺ γὰρ αἴτιος εἶ τῆς ἀπωλείας τῆς ἐκείνου διὰ τῆς ἀκαίρου φιλοτιμίας. Εἰ γὰρ οἱ ἐπὶ τῆς ὀρχήστρας ᾔδεσαν ὅτι τὸ ἐπιτή-δευμα αὐτοῖς ἀκερδὲς ἔμελλεν ἔσεσθαι, πάλαι ἂν ἐπαύσαντο ταῦτα ἐπιτηδεύοντες· ὅταν δέ σε κρο-τοῦντα, συντρέχοντα, ἀναλίσκοντα, ἅπαντα τὰ σαυτοῦ δαπανῶντα θεάσωνται, κἂν μὴ βούλωνται τοῦτο μετ-ιέναι, τῇ τοῦ κέρδους ἐπιθυμίᾳ κατέχονται. Εἰ δὲ ἔγνωσαν, ὅτι οὐδεὶς ἂν ἐπαινέσειε τὰ ἐκείνων, ταχέως ἂν ἀπέστησαν τῶν πόνων διὰ τὸ ἀκερδές· ὅταν δὲ ἴδωσι τὸ πρᾶγμα παρὰ πολλῶν θαυμαζόμενον, γίνε-ται δέλεαρ αὐτοῖς ὁ τῶν ἄλλων ἔπαινος. Ἀποστῶμεν τοίνυν τῆς ἀκερδοῦς δαπάνης· μάθωμεν ἐπὶ τίσιν ἀναλίσκειν καὶ πότε χρή. Μὴ δὴ ἀμφοτέρωθεν παρ-οξύνωμεν τὸν Θεὸν, καὶ συνάγοντες ὅθεν οὐ χρὴ, καὶ σκορπίζοντες εἰς ἅπερ οὐ δεῖ. Πόσης γὰρ οὐκ ἂν ἄξιον εἴη ὀργῆς, ὅταν τῇ πόρνῃ διδῷς, παρατρέχων τὸν πένητα; Εἰ γὰρ καὶ ἐκ δικαίων πόνων παρεῖχες, οὐχὶ ἔγκλημα ἦν τὸ πρᾶγμα, μισθὸν κακίας παρέχειν, καὶ ὑπὲρ ὧν κολάζειν ἐχρῆν, ὑπὲρ τούτων τιμᾷν; Ὅταν δὲ καὶ ὀρφανοὺς ἀποδύων, καὶ χήρας ἀδι-κῶν, τρέφῃς ἀσέλγειαν, ἐννόησον ἡλίκον τοῖς ταῦτα τολμῶσιν ἔσται τὸ πῦρ. Ἄκουσον τί φησιν ὁ Παῦ-λος· Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδο-κοῦσι τοῖς πράσσουσι. Τάχα σφοδρῶς ὑμῶν καθ-ηψάμεθα, ἀλλὰ κἂν ἡμεῖς μὴ καθαψώμεθα, αἱ διὰ τῶν πραγμάτων μένουσι τιμωρίαι τοὺς ἀδιόρθωτα ἁμαρτάνοντας. Τί οὖν ὄφελος ἐν τοῖς λόγοις χαρίζε-σθαι τοῖς διὰ τῶν ἔργων κολάζεσθαι μέλλουσι; Συν-ευδοκεῖς τῷ ὀρχουμένῳ, ἐπαινεῖς καὶ θαυμάζεις; Οὐκοῦν ἐκείνου γέγονας χείρων. Τῷ μὲν γὰρ ἡ πενία συγγνώμην δίδωσιν, εἰ καὶ λόγον οὐκ ἔχου-σαν· σὺ δὲ καὶ ταύτης ἀπεστέρησαι τῆς ἀπολογίας. Κἀκεῖνον μὲν ἐὰν ἔρωμαι, τί δήποτε τὰς ἄλλας τέχνας ἀφεὶς, ἐπὶ ταύτην ἦλθες τὴν ἐναγῆ καὶ μια-ράν; ἐρεῖ, ὅτι ἔξεστιν ὀλίγα πονοῦντα, πολλὰ καρ-ποῦσθαι. Σὲ δὲ ἐὰν ἔρωμαι, τί δήποτε θαυμάζεις τὸν ἐν ἀσελγείᾳ βιοῦντα καὶ ἐπὶ λύμῃ ζῶντα πολλῶν; οὐκ ἔχεις ἐπὶ τὴν αὐτὴν πρόφασιν καταφεύγειν, ἀλλὰ ἀνάγκη κάτω κύπτειν, καὶ αἰσχύνεσθαι καὶ ἐρυ-θριᾷν. Εἰ δὲ παρ’ ἡμῶν εὐθύνας ἀπαιτούμενος οὐδὲν ἂν σχοίης εἰπεῖν, ὅταν τὸ φοβερὸν ἐκεῖνο καὶ ἀπαρ-αίτητον παραγένηται δικαστήριον, ἔνθα τῶν νοημά-των, καὶ πραγμάτων, καὶ πάντων τίνομεν εὐθύνας, πῶς στησόμεθα; ποίοις ὀφθαλμοῖς τὸν κριτὴν ὀψό-μεθα; τί ἐροῦμεν; τί ἀπολογησόμεθα; ποίαν εὔλο-γον, ποίαν ἄλογον προβαλούμεθα πρόφασιν; τὴν τῆς δαπάνης; τὴν τῆς τέρψεως; ἢ τὴν τῆς ἑτέρων ἀπ-ωλείας, οὓς διὰ τῆς ἐκείνου τέχνης ἀπόλλυμεν; Οὐκ ἔστιν οὐδὲν εἰπεῖν, ἀλλ’ ἀνάγκη κολάζεσθαι κόλασιν τέλος οὐκ ἔχουσαν, πέρας οὐκ ἐπισταμένην. Ὅπερ ἵνα μὴ γένηται, ἐντεῦθεν ἤδη πάντα φυλαξώμεθα, ἵνα μετὰ χρηστῆς ἐλπίδος ἀπελθόντες, τύχωμεν τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυ-χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη-σοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily XLIIIHomilia XLIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:245ΟΜΙΛΙΑ ΜΓ. Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν θάλασσαν. Καὶ ἀναβάντες εἰς τὸ πλοῖον, ἤρχοντο εἰς τὸ πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγένετο, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς. Ἥ τε θάλαςσα, ἀνέμου μεγάλου πνέοντος, διηγείρετο. α. Οὐχὶ παρὼν τοῖς μαθηταῖς ὁ Χριστὸς σωματικῶς μόνον, ἀλλὰ καὶ μακρὰν γενόμενος τὸ συμφέρον οἰκονομεῖ. Καὶ γὰρ εὔπορος ὢν καὶ εὐμήχανος, διὰ τῶν ἐναντίων πραγμάτων ἓν καὶ τὸ αὐτὸ κατασκευά-ζει. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ. Ἀφίησι τοὺς μαθητὰς, καὶ ἀνέρχεται εἰς τὸ ὄρος. Οἱ δὲ τοῦ διδα-σκάλου ἀπολειφθέντες, ὡς ὀψία ἐγένετο, κατέβησαν εἰς τὴν θάλασσαν· καὶ μέχρι μὲν τῆς ἑσπέρας περι-έμενον αὐτὸν, ἥξειν προσδοκῶντες πρὸς αὐτούς. Γε-νομένης δὲ ἑσπέρας, οὐκ ἔτι ἀνέχονται μὴ ἐπιζήτη-σιν αὐτοῦ ἐλθεῖν· τοσοῦτος αὐτοὺς κατεῖχεν ἔρως. Οὐδὲ γὰρ εἶπον· Ἑσπέρα νῦν ἐστι, καὶ νὺξ κατέλαβε, ποῦ νῦν ἀπελευσόμεθα; ἐπικίνδυνος ὁ τόπος, ἐπι-σφαλὴς ὁ καιρός· ἀλλ’ ὑπὸ τοῦ πόθου πυρούμενοι, ἐνέβησαν εἰς τὸ πλοῖον. Οὐ γὰρ ἁπλῶς ὁ εὐαγγελις-τὴς καὶ τὸν καιρὸν ἐπισημαίνεται, ἀλλ’ ὥστε διὰ τούτου τὴν θερμὴν αὐτῶν ἀγάπην ἐμφῆναι. Τίνος οὖν ἕνεκεν ἀφίησιν αὐτοὺς καὶ ἀναχωρεῖ; μᾶλλον δὲ, τίνος ἕνεκεν φαίνεται πάλιν μόνος ἐπὶ τῆς θαλάσσης βαδίζων; Ἐκείνῳ μὲν διδάσκων αὐτοὺς πόσον ἐστὶν ἡ ἀπόλειψις, καὶ τὸν πόθον ἐργαζόμενος μείζονα· τούτῳ δὲ πάλιν τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος. Ὥσπερ γὰρ ἐν τῇ διδασκαλίᾳ οὐ μετὰ τοῦ ὄχλου πάντα ἤκουον, οὕτω καὶ ἐπὶ τῶν σημείων οὐ μετὰ τοῦ πλήθους πάντα ἑώρων. Ἐχρῆν γὰρ αὐτοὺς μέλ-λοντας ἐγχειρίζεσθαι τῆς οἰκουμένης τὴν προστα-σίαν, ἔχειν τι τῶν λοιπῶν πλέον. Καὶ ποῖα σημεῖα καθ’ ἑαυτοὺς εἶδον; φησί. Τὴν μεταμόρφωσιν τὴν ἐπὶ τοῦ ὄρους, τοῦτο τὸ ἐπὶ τῆς θαλάσσης, τὰ μετὰ
τὴν ἀνάστασιν πολλὰ καὶ μεγάλα ὄντα. Ἐγὼ δὲ καὶ ἕτερα στοχάζομαι ἀπὸ τούτων. Ἤρχοντο δὲ εἰς Κα-περναοὺμ, τὸ μὲν σαφὲς οὐκ εἰδότες, ἐκεῖ δὲ προσδο-κῶντες, εὑρήσειν αὐτὸν, ἢ καὶ κατὰ μέσον τὸν πλοῦν. Τοῦτο γοῦν ὁ Ἰωάννης ᾐνίξατο εἰπὼν, ὅτι σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ἥ τε θάλασσα μεγάλου ἀνέμου πνέοντος διηγείρετο. Τί οὖν ἐκεῖνοι; Ταράσσονται· πολλὰ δὲ ἦν τὰ τοῦτο ποιεῖν αὐτοὺς ἀναγκάζοντα, καὶ πολλα-χόθεν· καὶ γὰρ καὶ ἀπὸ τοῦ καιροῦ· σκοτία γὰρ ἦν· καὶ ἀπὸ τοῦ χειμῶνος· ἡ γὰρ θάλασσα διηγείρετο· καὶ ἀπὸ τοῦ τόπου· οὐ γὰρ ἦσαν ἐγγὺς τῆς γῆς, ἀλλ’ Ἐληλακότες ὡς σταδίους εἰκοσιπέντε· καὶ ἀπὸ τοῦ παραδόξου τὸ τελευταῖον· Θεωροῦσι γὰρ αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα· οἷς καὶ ταραχθεῖσι σφόδρα λέγει· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τίνος οὖν ἕνεκεν ἐφάνη; Δεικνὺς ὅτι αὐτός ἐστιν ὁ τὸν χειμῶνα λύσων. Τοῦτο γὰρ ἐνέφηνεν ὁ εὐαγγελιστὴς εἰπὼν, ὅτι Ἤθελον λαβεῖν αὐτόν· καὶ εὐθέως τὸ πλοῖον ἐγγὺς τῆς γῆς ἐγένετο. Οὐ γὰρ μόνον ἀσφαλῆ, ἀλλὰ καὶ ἐξ οὐρίων αὐτοῖς παρέσχε τὸν πλοῦν. Τῷ ὄχλῳ δὲ οὐκ ἐπέδειξεν ἑαυτὸν ἐπὶ τῆς θαλάσσης περι-πατοῦντα· μεῖζον γὰρ ἢ κατὰ τὴν ἐκείνων ἀσθέ-νειαν τὸ σημεῖον ἦν. Ἀλλ’ οὐδὲ τοῖς μαθηταῖς ὤφθη
PG 59:246ἐπὶ πολὺ τοῦτο ποιῶν, ἀλλὰ ἅμα τε ὤφθη, καὶ ἀπ-έστη ἀπ’ αὐτῶν. Ἐμοὶ δὲ καὶ τοῦτο δοκεῖ τὸ ση-μεῖον ἕτερον εἶναι τοῦ παρὰ τῷ Ματθαίῳ κειμένου Καὶ ὅτι ἕτερον, πολλαχόθεν δῆλον. Πολλάκις γὰρ τὰ αὐτὰ ποιεῖ σημεῖα, ὥστε παρασκευάσαι μὴ μόνον σφόδρα ξενίζεσθαι τοὺς ὁρῶντας, ἀλλὰ καὶ μετὰ πολ-λῆς αὐτὰ δέχεσθαι πίστεως. Ἐγώ εἰμι, μὴ φοβεῖ-σθε. Μετὰ τοῦ ῥήματος καὶ τὴν δειλίαν ἐξέβαλεν ἀπὸ τῆς ἐκείνων ψυχῆς. Ἀλλαχοῦ δὲ οὐχ οὕτω ποιεῖ. Διὰ τοῦτο γοῦν καὶ ὁ Πέτρος ἔλεγε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν. Πόθεν οὖν τότε μὲν οὐκ εὐθέως τοῦτο ἐδέξαντο, νῦν δὲ ἐπείσθησαν; Ὅτι τότε μὲν ἔτι ὁ χειμὼν ἐπέμενε σαλεύων τὸ πλοῖον· νῦν δὲ μετὰ τῆς φωνῆς ἡ γαλήνη παρεγένετο· ἢ εἰ μὴ τοῦτο, τὸ πρότερον ἐκεῖνό ἐστιν ὅπερ ἔφθην εἰ-πὼν, ὅτι πολλάκις τὰ αὐτὰ ποιῶν σημεῖα, εὐπαρά-δεκτα τῷ χρόνῳ τὰ δεύτερα ἀπὸ τῶν προτέρων εἰρ-γάζετο. Τίνος δὲ ἕνεκεν οὐκ ἀνέβη εἰς τὸ πλοῖον; Τὸ θαῦμα μεῖζον ἐργάσασθαι βουλόμενος, καὶ ἅμα τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι τρανότερον, καὶ δεῖξαι ὅτι τότε εὐχαριστήσας, οὐχὶ δεόμενος βοη-θείας τοῦτο ἐποίησεν, ἀλλ’ ἐκείνοις συγκαταβαίνων. Καὶ εἴασε μὲν γενέσθαι τὸν χειμῶνα, ἵνα ἀεὶ αὐτὸν ἐπιζητῶσιν· ἔπαυσε δὲ πάλιν εὐθέως, ἵνα τὴν δύ-ναμιν αὐτοῦ γνωρίσῃ· οὐκ ἐνέβη δὲ εἰς τὸ πλοῖον, ἵνα τὸ θαῦμα μεῖζον ἐργάσηται. Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς ἰδὼν ὅτι ἄλλο πλοιάριον οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν εἰς ὃ ἀνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι ὁ Ἰησοῦς οὐ συνεισῆλθεν· ἐνέβησαν καὶ αὐτοὶ εἰς ἕτερα πλοιάρια, ἐλθόντα ἀπὸ Τιβεριάδος. Καὶ τίνος ἕνεκεν ἀκριβολογεῖται ὁ Ἰωάννης; διατί γὰρ οὐκ εἶπεν, ὅτι Οἱ δὲ ὄχλοι τῇ ἑξῆς περάσαντες ἀπῆλθον; Ἕτερόν τι ἡμᾶς βούλεται διδάξαι. Ποῖον τοῦτο; Ὅτι καὶ τοῖς ὄχλοις, εἰ καὶ μὴ οὕτω φανε-ρῶς, ἔδωκε γοῦν ὅμως λανθανόντως ὑπονοῆσαι τὸ γεγενημένον. Εἶδον γὰρ, φησὶν, ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν, καὶ ὅτι Ἰησοῦς οὐ συνεις-ῆλθε, καὶ ἐμβάντες εἰς τὰ ἐκ Τιβεριάδος πλοιά-ρια, Ἦλθον ζητοῦντες τὸν Ἰησοῦν εἰς Καπερ-ναούμ. Τί γὰρ ἦν ἕτερον ὑποπτεῦσαι, ἀλλ’ ἢ ὅτι τὴν θάλασσαν πεζεύων παρεγένετο; Οὐδὲ γὰρ ἔνι εἰπεῖν, ὅτι ἑτέρῳ πλοίῳ διέβη. Ἓν γὰρ ἦν, φησὶν, εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ. Ἀλλ’ ὅμως μετὰ θαῦμα τηλικοῦτον ἐλθόντες, οὐκ ἠρώτησαν αὐτὸν πῶς διέβη, πῶς παρεγένετο, οὐδὲ ἐζήτησαν τὸ τοσοῦτον σημεῖον μαθεῖν· ἀλλὰ τί φασι; Ῥαββὶ, πότε ὧδε γέγονας; Πλὴν εἰ μὴ τὸ Πότε τις ἐνταῦθα λέγοι ἀντὶ τοῦ Πῶς εἰρῆσθαι παρ’ αὐτῶν. β. Ἄξιον δὲ καὶ ἐντεῦθεν συνιδεῖν τὴν εὔκολον αὐ-τῶν γνώμην, Οἱ γὰρ λέγοντες, Οὗτός ἐστιν ὁ προφή-της, οἱ σπουδάζοντες ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτὸν, οὐδὲν τοιοῦτον βουλεύονται, ἀλλὰ τὸ θαῦμα ἐκβαλόντες, ὡς ἔγωγε οἶμαι, οὐκ ἔτι λοιπὸν ὑπὲρ τῶν προτέρων θαυμάζουσι. Διὰ τοῦτο ἄρα ἐπεζήτουν, βουλόμενοι πάλιν τραπέζης ἀπολαύειν,

Homily XLIVHomilia XLIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:247οἵας καὶ πρότερον. Διέβησαν μὲν οὖν τὴν ἐρυθρὰν θάλασσαν καὶ Ἰουδαῖοι, Μωϋσέως ἡγουμένου, ἀλλὰ πολὺ τὸ μέσον ἐνταῦθα. Ὁ μὲν γὰρ εὐχόμενος καὶ ὡς δοῦλος πάντα εἰργάζετο· οὗτος δὲ, μετὰ ἐξου-σίας ἁπάσης. Κἀκεῖ μὲν, νότου τότε πνέοντος, εἶξε τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν· ἐνταῦθα δὲ τὸ θαῦμα μεῖζον ἐγίνετο. Μένουσα γὰρ ἐπὶ τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως ἔφερε τὸν Δεσπό-την ἐπὶ τῶν νώτων, μαρτυροῦσα ἐκείνῃ τῇ ῥήσει τῇ λεγούσῃ· Ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. Εἰκότως δὲ μέλλων εἰς Καπερναοὺμ ἐμβα-λεῖν τὴν σκληρὰν καὶ ἀπειθῆ, τὸ σημεῖον τῶν ἄρτων εἰργάσατο· οὐ μόνον τοῖς ἐν αὐτῇ γινομένοις, ἀλλὰ καὶ τοῖς ἔξω τῆς πόλεως θαυματουργουμένοις, μαλά-ξαι βουλόμενος τῶν ἐν αὐτῇ τὴν ἀπείθειαν. Τὸ γὰρ ὄχλους παραγενέσθαι τοσούτους εἰς τὴν πόλιν ἐκείνην, πολλὴν τεθειμένους σπουδὴν, ποῖον οὐκ ἦν ἱκανὸν μαλάξαι λίθον; Ἀλλ’ οὐκ ἐκεῖνοι τοιοῦτον οὐδὲν ἔπαθον, ἀλλὰ πάλιν τροφῆς ἐπεθύμουν σωμα-τικῆς· διὸ καὶ ὀνειδίζονται παρὰ τοῦ Ἰησοῦ. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, εὐχαριστῶμεν τῷ Θεῷ, καὶ τῶν αἰσθητῶν μὲν ἕνεκεν, πολλῷ δὲ μᾶλλον τῶν πνευματικῶν. Οὕτω γὰρ καὶ αὐτὸς βούλεται, καὶ διὰ ταῦτα καὶ ἐκεῖνα δίδωσι, τοὺς ἀτελεστέρους ἐνάγων τούτοις καὶ προπαιδεύων, ἐπειδὴ πρὸς τὸν κόσμον ἔτι κεχήνασιν. Ἀλλ’ ὅταν αὐτὰ λαβόντες, ἐν αὐτοῖς ἐναπο-μείνωσιν, ἐγκαλοῦνται καὶ ἐπιτιμῶνται. Ἐπεὶ καὶ ἐπὶ τοῦ παραλυτικοῦ πρῶτον ἐκεῖνο ἐβούλετο δοῦναι, ἀλλ’ οὐκ ἠνείχοντο οἱ παρόντες. Εἰπόντος γὰρ, ὅτι Ἀφέων-ταί σου αἱ ἁμαρτίαι, ἔλεγον· Οὗτος βλασφημεῖ. Μὴ δὴ, παρακαλῶ, τοιοῦτον πάθωμέν τι ἡμεῖς, ἀλλ’ ἐκείνων ἡμῖν πλείων ἔστω λόγος. Διατί; Ὅτι τῶν πνευμα-τικῶν παρόντων, οὐδεμία ἀπὸ τῆς τῶν σαρκικῶν ἀπου-σίας γίνεται βλάβη· ἐκείνων δὲ οὐκ ὄντων, τίς ἔσται ἡμῖν λοιπὸν ἐλπίς; τίς δὲ παραμυθία; Διὸ χρὴ περὶ τού-των ἀεὶ τὸν Θεὸν παρακαλεῖν, καὶ ταῦτα αἰτεῖν. Τοιαῦτα γὰρ καὶ ὁ Χριστὸς ἡμᾶς εὔχεσθαι ἐδίδαξεν. Κἂν ἀναπτύ-ξωμεν τὴν εὐχὴν ἐκείνην, οὐδὲν εὑρήσομεν ἐν αὐτῇ σαρ-
PG 59:248κικὸν, ἀλλὰ πάντα πνευματικά. Καὶ αὐτὸ δὲ τὸ μικρὸν, ἐκεῖνο τὸ αἰσθητὸν, τῷ τρόπῳ γινόμενον πνευματι-κόν. Τὸ γὰρ παραινεῖν μηδὲν πλέον ἐπιζητεῖν τοῦ ἄρτου τοῦ ἐπιουσίου, τουτέστι, τοῦ καθημερινοῦ, πνευματικῆς ἂν εἴη καὶ φιλοσόφου διανοίας. Τὰ δὲ πρὸ τούτου ὅρα· Ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Εἶτα εἰπὼν τὸ αἰσθητὸν ἐκεῖνο, ταχέως ἀπηλλάγη αὐτοῦ, καὶ πάλιν ἐπὶ τὴν πνευματικὴν ἦλθε διδασκαλίαν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, λέγων, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Οὐδαμοῦ ἀρχὴν, οὐδαμοῦ πλοῦτον, οὐδαμοῦ δόξαν, οὐδαμοῦ δυνα-στείαν, ἀλλὰ πάντα εἰς ψυχῆς ὠφέλειαν συντελοῦντα ἐνέθηκε τῇ εὐχῇ· οὐδὲν γήϊνον, ἀλλὰ πάντα οὐράνια. Εἰ τοίνυν κελευόμεθα ἀπέχεσθαι τῶν βιωτικῶν καὶ
παρόντων, πῶς οὐκ ἂν εἴημεν ἄθλιοι καὶ ταλαίπωροι ταῦτα αἰτοῦντες παρὰ Θεοῦ, ἃ ἐκέλευσε καὶ ἔχοντας ἐκβάλλειν, φροντίδος ἀπαλλάττων ἡμᾶς, ὑπὲρ ὧν δὲ ἐπέταξε, μηδεμίαν τίθεσθαι σπουδήν· μᾶλλον δὲ μήτε ἔχειν μήτε ἐπιθυμεῖν; Τοῦτο γάρ ἐστι τὸ βαττολογεῖν. Διὰ τοῦτο καὶ εὐχόμενοι οὐκ ἀνύομεν. Πῶς οὖν οἱ πονηροὶ, φησὶ, πλουτοῦσι; πῶς οἱ ἄδικοι καὶ μιαροὶ, ἁρπάζοντες, πλεονεκτοῦντες; Οὐ τοῦ Θεοῦ παρέχοντες, ἄπαγε. Καὶ πῶς ὁ Θεὸς συγχω-ρεῖ; Ὅτι καὶ τῷ πλουσίῳ τότε συνεχώρησε, μεί-ζονι τηρῶν αὐτὸν κολάσει. Ἄκουσον οὖν καὶ τί φησι πρὸς αὐτόν· Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἵν’ οὖν μὴ καὶ ἡμεῖς ταύτης ἀκού-σωμεν τῆς φωνῆς, τρυφῶντες εἰκῆ καὶ μάτην, καὶ πολλὰ συνάγοντες ἑαυτοῖς ἁμαρτήματα, τὸν ἀληθῆ πλοῦτον ἑλώμεθα καὶ τὴν ἀκριβῆ φιλοσο-φίαν, ὥστε τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:247ΟΜΙΛΙΑ ΜΔ. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.» α. Τὸ προσηνὲς καὶ λεῖον οὐ πανταχοῦ χρήσιμον, ἀλλ’ ἔστιν ὅτε καὶ τοῦ πληκτικωτέρου δεῖ τῷ διδα-σκάλῳ. Ὅταν γὰρ νωθὴς ᾖ ὁ μαθητὴς καὶ παχὺς, κέντρῳ χρῆσθαι πρὸς αὐτὸν λοιπὸν χρὴ, ὥστε τῆς πολλῆς καθικέσθαι νωθείας. Τοῦτο καὶ ὁ Υἱὸς τοῦ Θεοῦ πεποίηκεν, ἀλλαχοῦ τε πολλαχοῦ, καὶ ἐν τῷ παρόντι τόπῳ. Ἐλθόντων γὰρ τῶν ὄχλων καὶ εὑρόν-των τὸν Ἰησοῦν, καὶ κολακευόντων αὐτὸν, καὶ λεγόν-των· Ῥαββὶ, πότε ὧδε γέγονας; δεικνὺς ὅτι τῆς παρὰ ἀνθρώπων οὐκ ἐφίεται τιμῆς, ἀλλ’ ἓν μόνον ὁρᾷ, τὴν σωτηρίαν αὐτῶν, ἐπιπληκτικῶς αὐτοῖς ἀποκρί-νεται· οὐ ταύτῃ μόνον διορθῶσαι βουλόμενος, ἀλλὰ καὶ τῷ τὴν διάνοιαν αὐτῶν ἐκκαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν. Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· μετὰ διορισμοῦ καὶ βεβαιώσεως· ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Πλήττει μὲν τῷ λόγῳ καὶ ἐλέγχει, ἀλλ’ οὐκ ἀποτόμως καὶ σφόδρα, ἀλλὰ μετὰ πολλῆς τῆς φειδοῦς τοῦτο ποιῶν. Οὐ γὰρ εἶπεν, Ὦ λαίμαργοι καὶ γαστρίδουλοι, τοσαῦτα ἐθαυματούργησα, καὶ οὐ-δαμοῦ οὔτε ἠκολουθήσατε, οὔτε ἐθαυμάσατε τὰ γεγε-
PG 59:248νημένα· ἀλλὰ προσηνῶς οὕτω πως καὶ ἠρέμα, Ζη-τεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε· οὐ περὶ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ περὶ τοῦ παρόντος ση-μείου ἐμφαίνων. Μονονουχὶ γὰρ τοῦτο λέγει, δι’ ὧν πρὸς αὐτοὺς ἀποτείνεται· Οὐ τὸ θαῦμα ὑμᾶς ἐξέπλη-ξε τὸ ἐπὶ τοῖς ἄρτοις, ἀλλὰ τὸ ἐμπλησθῆναι. Καὶ ὅτι οὐ καταστοχαζόμενος αὐτῶν ἔλεγεν, εὐθέως ἔδει-ξαν ἐκεῖνοι. Καὶ γὰρ διὰ τοῦτο πάλιν ἦλθον, ὡς μέλ-λοντες τῶν αὐτῶν ἀπολαύσεσθαι. Διὰ τοῦτο καὶ ἔλε-γον· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ· πάλιν ἐπὶ τροφὴν αὐτὸν ἕλκοντες σαρκι-κὴν, ὅπερ ἦν ἔγκλημα καὶ κατηγορία μεγίστη. Ἀλλ’ αὐτὸς οὐχ ἵσταται μέχρι τῶν ἐλέγχων, ἀλλὰ καὶ δι-δασκαλίαν τούτοις προστίθησι, λέγων· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶ-σιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δίδωσιν ὑμῖν. Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδεὶς ὑμῖν ἔστω λόγος ταύτης τῆς τροφῆς, ἀλλ’ ἐκείνης τῆς πνευματικῆς. Ἀλλ’ ἐπειδή τινες τῶν βουλομένων ἀργῶς τρέφεσθαι, ἀποκέχρηνται τούτῳ τῷ λόγῳ, ὡς τὴν ἐργασίαν ἐκκόπτοντος τοῦ Χριστοῦ, εὔκαιρον καὶ πρὸς αὐτοὺς εἰπεῖν. Ὅλον γὰρ, ὡς εἰ-πεῖν, διαβάλλουσι τὸν Χριστιανισμὸν, καὶ ἐπὶ ἀργίᾳ
PG 59:249κωμῳδεῖσθαι παρασκευάζουσι. Πρότερον δὲ εἰπεῖν ἀναγκαῖον τὸ τοῦ Παύλου. Τί δὲ ἐκεῖνός φησι; Μνη-μονεύετε τοῦ Κυρίου εἰρηκότος· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Καίτοι πόθεν ἂν γέ-νοιτο διδόναι τῷ οὐκ ἔχοντι; Πῶς οὖν τῇ Μάρθᾳ ὁ Ἰησοῦς εἶπεν· Μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ, ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο· καὶ πάλιν, Μὴ μεριμνήσητε εἰς τὴν αὔριον. Ἀναγκαῖον γὰρ πάντα νῦν ταῦτα ἐπιλῦσαι, οὐχ ἵνα μόνον παύσωμεν αὐτοὺς ἀργοῦντας, εἰ βού-λοιντο, ἀλλ’ ἵνα μὴ μάχην εἰσάγειν τινὰ δείξωμεν τὰ λόγια τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Ἀπό-στολος· Παρακαλοῦμεν δὲ ὑμᾶς περισσεύειν καὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, ἵνα εὐσχημόνως περιπατῆτε πρὸς τοὺς ἔξω· καὶ πάλιν, Ὁ κλέπτων, μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐνταῦθα γὰρ ὁ Παῦλος οὐδὲ ἁπλῶς ἐργάζεσθαι ἐκέλευσεν, ἀλλ’ οὕτω μετὰ πόνου, ὡς ἔχειν ἐντεῦθεν καὶ ἑτέρῳ μεταδιδόναι. Καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς λέγει, Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗ-ται. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπα-νον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐν τῇ πόλει δὲ ἐκείνῃ γενόμενος, Ἔμενε πρὸς Ἀκύλαν καὶ Πρίσκιλλαν, καὶ εἰργάζετο. Ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Ἀλλὰ ταῦτα τὴν μάχην δείκνυσι σφοδροτέραν κατὰ τὸ ῥητόν. Οὐκοῦν ἀνάγκη λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι τὸ μὴ με-ριμνᾷν οὐ τὸ μὴ ἐργάζεσθαί ἐστιν, ἀλλὰ τὸ μὴ προση-λῶσθαι τοῖς βιωτικοῖς πράγμασι· τουτέστι, τὸ μὴ ποιεῖσθαι φροντίδα περὶ τῆς εἰς αὔριον ἀναπαύσεως, ἀλλὰ πάρεργον αὐτὴν εἶναι νομίζειν. Ἔνεστι γὰρ καὶ ἐργαζόμενον, μηδὲν εἰς τὴν αὔριον θησαυρίζειν, καὶ ἔνεστιν ἐργαζόμενον, μηδὲν μεριμνᾷν. Οὐ γὰρ ταὐτόν ἐστι μέριμνα καὶ ἐργασία. Οὐδὲ γὰρ ὡς τῷ ἔργῳ θαῤῥῶν ἐργάζεταί τις, ἀλλ’ ἵνα μεταδῷ τῷ χρείαν ἔχοντι. Καὶ τὸ πρὸς Μάρθαν δὲ εἰρημένον οὐ περὶ ἔργου καὶ ἐργασίας ἐστὶν, ἀλλὰ περὶ τοῦ δεῖν καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως χρόνον πρὸς τὰ σαρκικώτερα ἀναλίσκειν. Οὐ τοίνυν εἰς ἀρ-γίαν αὐτὴν ἐμβάλλων, ταῦτα ἔλεγεν, ἀλλὰ προσηλῶν τῇ ἀκροάσει. Παρεγενόμην, φησὶν, διδάξων ὑμᾶς τὰ δέοντα· σὺ δὲ περὶ ἄριστον ἐσπούδακας; Ὑποδέξα-σθαί με βούλει, καὶ πολυτελῆ παρασκευάσαι τράπε-ζαν; Ἑτέραν παρασκεύασον ἑστίασιν, τὴν μετὰ προ-θυμίας ἀκρόασίν μοι παρεχομένη, καὶ τὸν τῆς ἀδελ-φῆς μιμουμένη πόθον. Οὔτε οὖν τὴν φιλοξενίαν κω-λύων ταῦτα ἔλεγεν· ἄπαγε· πῶς γάρ; ἀλλὰ τὸ μὴ δεῖν ἐν ἀκροάσεως καιρῷ περὶ ἕτερα ἠσχολῆσθαι. Τὸ δὲ λέγειν, Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολ-λυμένην, οὐ τοῦτό ἐστιν αἰνιττομένου, ὥστε δεῖν ἀργεῖν· καὶ γὰρ καὶ τοῦτο μάλιστα ἀπολλυμένη βρῶσίς ἐστι· ( Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία )· ἀλλ’ ὥστε ἐργάζεσθαι καὶ μεταδιδόναι. Τοῦτο γὰρ οὐκ ἀπολλυμένη βρῶσίς ἐστι λοιπόν. Εἰ δέ τις ἀργῶν γαστρίζοιτο καὶ τρυφῆς ἐπιμελοῖτο, οὗτος τὴν βρῶσιν ἐργάζεται τὴν ἀπολλυμένην· ὥσπερ εἴ τις ἐργαζόμενος τὸν Χριστὸν τρέφοι, καὶ ποτίζοι, καὶ ἐν-δύοι, οὐδεὶς οὕτως ἀναίσθητος καὶ ἀμαθὴς, ὡς
εἰπεῖν, ἀπολλυμένην βρῶσιν ἐργάζεσθαι τὸν τοιοῦτον, δι’ ἣν τῆς βασιλείας ἡ ἐπαγγελία τῆς μελλούσης καὶ τῶν ἀγαθῶν ἐκείνων. Αὕτη γὰρ μένει διηνεκῶς ἡ βρῶσις. Ἄλλως δὲ, καὶ τότε δὲ ἐπειδὴ τῆς μὲν πί-στεως οὐδένα λόγον ἐποιοῦντο, οὐδὲ ἐσκόπουν μα-θεῖν, τίς ὁ ταῦτα ἐργαζόμενος, καὶ ποίᾳ δυνάμει, ἓν δὲ μόνον ἐβούλοντο, γαστρίζεσθαι μηδὲν ποιοῦντες, τὴν τοιαύτην τροφὴν εἰκότως βρῶσιν ἀπολλυμένην
PG 59:250ἐκάλεσεν. Ἔθρεψα ὑμῶν τὰ σώματα, φησὶν, ἵνα ἀπὸ τούτου τὴν ἑτέραν ἐπιζητήσητε τροφὴν, τὴν μένουσαν, τὴν τρέφουσαν ὑμῶν τὴν ψυχήν· ὑμεῖς δὲ πάλιν ἐπὶ τὴν γηί̈νην τρέχετε. Διὰ τοῦτο οὐ συνίετε ὅτι οὐκ ἐπὶ ταύτην ὑμᾶς ἄγω τὴν ἀτελῆ, ἀλλ’ ἐπ’ ἐκείνην τὴν οὐ πρόσκαιρον παρέχουσαν ζωὴν, ἀλλ’ αἰώνιον, τὴν οὐ σῶμα, ἀλλὰ ψυχὴν τρέφουσαν. Εἶτα ἐπειδὴ οὕτω μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, καὶ ἔφησεν αὐτὸς δώσειν αὐ-τὴν, ἵνα μὴ πάλιν αὐτοῖς προστῇ τὸ λεγόμενον, ἀξιό-πιστον τὸν λόγον ποιῶν, ἐπὶ τὸν Πατέρα τὴν χορηγίαν αὐτῆς ἀνάγει. Εἰπὼν γὰρ, Ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δώσει ὑμῖν, ἐπήγαγε, Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφρά-γισεν ὁ Θεός· τουτέστιν, ἐπὶ τούτῳ ἔπεμψε ταύτην ὑμῖν κομίζοντα τὴν τροφήν. Δηλοῖ δὲ καὶ ἑτέραν ἑρ-μηνείαν ἡ λέξις. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Χρι-στός· Ὁ ἀκούων μου τοὺς λόγους, τοῦτον ἐσφρά-γισεν ὁ Πατὴρ, ὅτι ὁ Θεὸς ἀληθής ἐστι· τουτέστιν, ἀπέδειξεν ἀναντιῤῥήτως· ὃ δή μοι δοκεῖ καὶ ἐνταῦθα ἡ λέξις αἰνίττεσθαι. Οὐδὲν γάρ ἐστιν ἄλλο τὸ, Ἐσφρά-γισεν ὁ Πατὴρ, ἀλλ’ ἢ ἀπέδειξεν, ἐξεκάλυψε διὰ τῆς αὐτοῦ μαρτυρίας. Ἔδειξε μὲν γὰρ καὶ αὐτὸς ἑαυτόν· ἐπειδὴ δὲ πρὸς Ἰουδαίους διελέγετο, τὴν τοῦ Πατρὸς μαρτυρίαν εἰς μέσον ἤγαγε. β. Μάθωμεν τοίνυν, ἀγαπητοὶ, ταῦτα αἰτεῖν τὸν Θεὸν, ἃ ἄξιόν ἐστι παρ’ αὐτοῦ αἰτεῖν. Ἐκεῖνα μὲν γὰρ, ὅπως ἂν τύχῃ, τὰ βιωτικὰ λέγω, βλάβην οὐδε-μίαν φέρει. Ἄν τε γὰρ πλουτήσωμεν, ἐνταῦθα μόνον ἀπολαυσόμεθα τῆς τρυφῆς· ἄν τε εἰς πενίαν καταπέ-σωμεν, οὐδὲν πεισόμεθα δεινόν. Οὔτε γὰρ τὰ λαμπρὰ τοῦ παρόντος βίου, οὔτε τὰ λυπηρὰ εἰς ἀθυμίας καὶ ἡδονῆς λόγον ἔχει τὴν ἰσχὺν, ἀλλ’ ἑκάτερα εὐκατα-φρόνητα, καὶ μετὰ πολλῆς παραῤῥεῖ τῆς ταχυτῆτος. Διὸ καὶ ὁδὸς κέκληται εἰκότως ἅτε παροδεύοντα, καὶ ἐπὶ πλεῖστον μένειν οὐ πεφυκότα· τὰ δὲ μέλλοντα ἑκάτερα ἀθάνατα μένει, τά τε κολάσεως, τά τε τῆς βασιλείας. Ὑπὲρ ἐκείνων τοίνυν πολλὴν ποιώμεθα σπουδὴν, ὥστε τὰ μὲν φυγεῖν, τὰ δὲ ἑλέσθαι. Τί γὰρ τῆς ἐνταῦθα τρυφῆς ὄφελος; Σήμερόν ἐστι, καὶ αὔ-ριον οὐκ ἔστι· σήμερον ἄνθος λαμπρὸν, καὶ αὔριον κόνις σκεδαννυμένη· σήμερον πῦρ καιόμενον, καὶ αὔριον τέφρα κατασβεννυμένη. Ἀλλ’ οὐ τὰ πνευ-ματικὰ τοιαῦτα, ἀλλ’ ἀεὶ μένει λάμποντα, καὶ ἀνθοῦν-τα, καὶ φαιδρότερα γινόμενα καθημέραν. Ὁ πλοῦτος ἐκεῖνος οὐδέποτε ἀπόλλυται, οὐδέποτε μεθίσταται, οὐδέποτε λήγει, οὐδέποτε ἐπάγει φροντίδα καὶ φθόνον καὶ κατηγορίαν, οὐ σῶμα ἐξόλλυσιν, οὐ ψυχὴν δια-φθείρει, οὐ φθόνον ἔχει, οὐ βασκανίαν ἐπισωρεύει, ἅπερ ἅπαντα ταῦτα τῷ πλούτῳ πρόσεστιν. Ἡ δόξα ἐκείνη οὐκ εἰς ἀπόνοιαν αἴρει, οὐ φλεγμαίνειν παρα-σκευάζει, οὐδέποτε παύεται, οὐδὲ ἀμαυροτέρα γίνε-ται. Ἡ ἄνεσις καὶ ἡ τρυφὴ ἐπὶ τοῖς οὐρανοῖς πάλιν μένει, καὶ αὕτη διηνεκὴς, ἀεὶ ἀκίνητος οὖσα καὶ ἀθάνατος· οὐκ ἔστι γὰρ πέρας αὐτῆς καὶ τέλος εὑρεῖν. Ταύτην, παρακαλῶ, ποθήσωμεν τὴν ζωήν. Ἂν γὰρ ποθήσωμεν αὐτὴν, οὐδένα τῶν παρόντων ποιησόμεθα λόγον, ἀλλὰ καταφρονήσομεν τούτων ἁπάντων καὶ καταγελασόμεθα, κἂν εἰς βασιλικὰς αὐλάς τις ἡμᾶς εἰσελθεῖν κελεύῃ, οὐχ αἱρησόμεθα ἐκείνην ἔχοντες τὴν ἐλπίδα· καίτοι τούτου οὐδὲν μακαριώτερον εἶναι δοκεῖ, ἀλλὰ τοῖς κατεχομένοις τῷ τῶν οὐρανῶν ἔρωτι καὶ τοῦτο μικρὸν καὶ εὐτελὲς καὶ οὐδενὸς ἄξιον λό-γου. Πᾶν γὰρ ὃ τέλος ἔχει, οὐ σφόδρα περισπούδα-στον· πᾶν ὃ παύεται, καὶ σήμερόν ἐστι, καὶ αὔριον οὐκ ἔστι, κἂν σφόδρα ᾖ μέγα, σφόδρα μικρὸν καὶ εὐκαταφρόνητον εἶναι δοκεῖ. Μὴ τοίνυν τῶν φευγόν-των ἀντεχώμεθα, μηδὲ τῶν παραῤῥεόντων καὶ ἀπερ-χομένων, ἀλλὰ τῶν μενόντων καὶ ἀκινήτων, ἵνα καὶ αὐτῶν δυνηθῶμεν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily XLVHomilia XLV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:251ΟΜΙΛΙΑ ΜΕ. Εἶπον οὖν πρὸς αὐτόν· «Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ;» Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Εἶπον οὖν αὐτῷ· «Τί οὖν ποιεῖς σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;» α. Οὐδὲν γαστριμαργίας χεῖρον, οὐδὲν αἰσχρότε-ρον. Τοῦτο παχεῖαν ποιεῖ διάνοιαν, τοῦτο σαρκικὴν ποιεῖ ψυχὴν, τοῦτο πηροῖ, καὶ διαβλέπειν οὐκ ἀφίησιν. Ὅρα γοῦν καὶ ἐπὶ τῶν Ἰουδαίων τοῦτο γινόμενον. Ἐπειδὴ γὰρ πρὸς γαστριμαργίαν κεχήνασι, καὶ ὅλοι τῶν βιωτικῶν ἦσαν, καὶ οὐδὲν ἐνενόουν πνευματι-κὸν, μυρίοις αὐτοὺς λόγοις ἐνάγει ὁ Χριστὸς καὶ κέν-τρον ἔχουσι καὶ φειδώ· καὶ οὐδὲ οὕτως ἀνίστανται, ἀλλ’ ἔτι κάτω μένουσι κείμενοι. Σκόπει γάρ. Εἶπεν αὐτοῖς, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Ἔπληξε διὰ τοῦ ἐλέγχου· ἔδειξεν ὁποίαν δεῖ ζητεῖν τρο-φὴν, εἰπών· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολ-λυμένην· ἔθηκεν αὐτοῖς τὸ ἔπαθλον, εἰπών· Ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον· ἔπειτα τὸ προς-ιστάμενον αὐτοῖς ἐθεράπευσεν, εἰπὼν ἀπὸ τοῦ Πα-τρὸς ἀπεστάλθαι. Τί οὖν ἐκεῖνοι; Ὥσπερ οὐδὲν ἀκη-κοότες, Τί οὖν ποιῶμεν, φασὶν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Ταῦτα δὲ ἔλεγον, οὐχ ὥστε μαθεῖν καὶ πρᾶξαι (καὶ δείκνυσι τὰ ἑξῆς), ἀλλὰ πάλιν αὐτὸν ἐπὶ τὴν τῆς τροφῆς χορηγίαν ἄγοντες, καὶ εἰς τὸ κο-ρέσαι αὐτοὺς προκαλέσαι ἐθέλοντες. Τί οὖν ὁ Χρι-στός; Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύ-σητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Οἱ δὲ εἶπον· Τί σημεῖον ποιεῖς, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν; Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ. Οὐ-δὲν τούτων ἀναισθητότερον, οὐδὲν ἀλογώτερον. Τοῦ σημείου ὄντος ἐν ὀφθαλμοῖς αὐτῶν ἔτι, ὡς οὐδενὸς γεγονότος, οὕτως ἔλεγον, Τί σημεῖον ποιεῖς; καὶ εἰπόντες, οὐδὲ αὐτῆς τῆς αἱρέσεως τοῦ σημείου κύ-ριον ἀφιᾶσιν εἶναι, ἀλλ’ εἰς ἀνάγκην αὐτὸν οἴονται μεθιστᾷν τοῦ μηδὲν ἕτερον ποιῆσαι, ἀλλ’ ἢ τοιοῦτον, οἷον ἐγένετο ἐπὶ τῶν προγόνων. Διὸ δὴ καὶ λέγουσιν· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ· διὰ τούτου νομίζοντες αὐτὸν ἐρεθίζειν, ὥστε τοιοῦτον ποιῆσαι σημεῖον, ὅπερ αὐτοὺς θρέψαι δύναται σαρκι-κῶς. Διατί γὰρ οὐδενὸς ἑτέρου τῶν προτέρων ση-μείων ἐμνημόνευσαν, καίτοι γε πολλῶν γενομένων τότε, καὶ κατ’ Αἴγυπτον καὶ κατὰ τὴν θάλατταν καὶ ἐν τῇ ἐρήμῳ, ἀλλὰ τοῦ μάννα; ἆρ’ οὐ διότι σφόδρα αὐτοῦ ἐπεθύμουν διὰ τὴν τῆς γαστρὸς τυραννίδα; Πῶς δὲ οἱ προφήτην αὐτὸν λέγοντες καὶ βασιλέα ἐπι-χειροῦντες ποιεῖν, ἐπειδὴ τὸ σημεῖον εἴδετε, νῦν ὡς οὐδενὸς γενομένου ἀχάριστοι καὶ ἀγνώμονες γεγόνατε, καὶ σημεῖον αἰτεῖτε, παρασίτων καὶ κυνῶν λιμωττόν-των ῥήματα ἀφιέντες; νῦν τὸ μάννα θαυμαστὸν ὑμῖν, ὅτε ἡ ψυχὴ ὑμῶν κατάξηρος; Καὶ ὅρα εἰρωνείαν. Οὐκ εἶπον, ὅτι Μωϋσῆς τόδε ἐποίησε τὸ σημεῖον, σὺ
τί ποιεῖς; νομίζοντες πλήττειν αὐτόν· ἀλλὰ τέως αὐτῷ μετὰ πολλῆς διαλέγονται τῆς τιμῆς, προσδοκίᾳ τῆς τροφῆς. Ἄλλως δὲ οὔτε τοῦτο λέγουσιν, ὅτι ὁ Θεὸς τόδε ἐποίησε· Σὺ τί ποιεῖς; ἵνα μὴ δόξωσιν αὐτὸν ἐξισοῦν τῷ Θεῷ· οὔτε Μωϋσέα παράγουσιν, ἵνα μὴ δόξωσιν αὐτὸν ταπεινοῦν· ἀλλὰ μέσον αὐτὸ τεθείκασι, λέγοντες· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ
PG 59:252ἐρήμῳ. Καὶ ἐνῆν μὲν εἰπεῖν, ὅτι Μωϋσέως μείζονα ἐθαυματούργησα νῦν, οὐ ῥάβδου δεηθεὶς, οὐκ εὐχῆς χρείαν ἐσχηκὼς, ἀλλὰ πάντα ποιήσας ἀπ’ ἐμαυτοῦ· εἰ δὲ καὶ τοῦ μάννα μέμνησθε, ἰδοὺ καὶ ἄρτον ὑμῖν παρέσχον. Ἀλλ’ οὐκ ἦν ὁ καιρὸς τούτων τῶν λόγων νῦν, ἀλλ’ ἓν ἦν τὸ σπουδαζόμενον, ἐπὶ τὴν πνευματι-κὴν αὐτοὺς ἀγαγεῖν τροφήν. Καὶ ὅρα τὴν ἄπειρον σύνεσιν, πῶς ἀποκρίνεται· Οὐ Μωϋσῆς ἔδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ Πατήρ μου δίδω-σιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Τί δήποτε οὖν οὐκ εἶπεν, Οὐχ ὁ Μωϋσῆς δέδωκεν, ἀλλ’ ἐγώ· ἀλλ’ ἀντὶ μὲν Μωϋσέως τὸν Θεὸν, ἀντὶ δὲ τοῦ μάννα ἑαυτὸν τέθεικεν; Ὅτι πολλὴ ἦν τῶν ἀκουόντων ἡ ἀσθένεια· καὶ δῆλον ἐκ τῶν ἑξῆς. Καὶ γὰρ καὶ οὕτως εἰρηκὼς, οὐδὲ οὕτως αὐτοὺς κατέσχε, καίτοι γε ἀρχόμε-νος ἔλεγε, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Καὶ ὅτι ταῦτα ζητοῦσι, καὶ διὰ τῶν ἑξῆς αὐτοὺς διωρθώσατο, καὶ οὐδὲ οὕτως ἀφίστανται. Ἀλλ’ οὐχ ὅτε τῇ Σαμα-ρείτιδι ὑπισχνεῖτο δώσειν τὸ ὕδωρ, ἐμνημόνευσε τοῦ Πατρὸς, ἀλλ’ οὕτω πως εἶπεν· Εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν· καὶ πάλιν, Τὸ ὕδωρ ὃ ἐγὼ δώσω· καὶ οὐ παραπέμπει πρὸς τὸν Πατέρα. Ἐνταῦθα δὲ τοῦ Πατρὸς μέμνηται, ἵνα μάθῃς πόση μὲν τῆς Σαμαρείτιδος ἡ πίστις, πόση δὲ τῶν Ἰου-δαίων ἡ ἀσθένεια. Οὐκ ἄρα ἐκ τοῦ οὐρανοῦ ἦν τὸ μάννα· πῶς οὖν ἐκ τοῦ οὐρανοῦ λέγεται; Ὥσπερ Πετεινὰ τοῦ οὐρανοῦ, φησὶν ἡ Γραφή· καὶ πάλιν, Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος. Ἄρτον δὲ ἀληθινὸν καλεῖ ἐκεῖνον, οὐκ ἐπειδὴ ψευδὲς ἦν τὸ θαῦμα τὸ ἐπὶ τοῦ μάννα, ἀλλ’ ὅτι τύπος ἦν, οὐκ αὐτο-αλήθεια. Μνησθεὶς δὲ Μωϋσέως, οὐχ ἑαυτὸν ἀντέθη-κεν ἐκείνῳ· οὔπω γὰρ αὐτὸν προετίμων Μωϋσέως, ἀλλ’ ἔτι περὶ ἐκείνου μείζονα δόξαν εἶχον. Διὰ τοῦτο εἰπὼν, Οὐ Μωϋσῆς δέδωκεν, οὐκ ἐπήγαγεν, ὅτι Ἐγὼ δίδωμι, ἀλλ’ ἀντ’ αὐτοῦ τὸν Πατέρα φησὶ διδό-ναι. Οἱ δὲ ἀκούσαντες, λέγουσι πάλιν, Δὸς ἡμῖν τὸν ἄρτον τοῦτον φαγεῖν. Ἔτι γὰρ αἰσθητόν τι πρᾶγμα ἐνόμιζον εἶναι, ἔτι γαστρὸς ἀπολαύειν προσεδόκων· διὸ καὶ ταχέως προσέδραμον. Τί οὖν ὁ Χριστός; Ἀνά-γων αὐτοὺς κατὰ μικρὸν, ἐπάγει. Ὁ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένῃ, φησί. Διὸ καὶ οὐκ εἶπεν ἁπλῶς τροφὴν, ἀλλὰ ζωὴν ἑτέραν τινὰ καὶ ἐνηλλα-γμένην, ὥστε δηλῶσαι, ἐπειδὴ ἅπαντες ἦσαν νε-νεκρωμένοι. Οἱ δὲ ἔτι κάτω νεύουσι καὶ λέγουσι· Δὸς ὑμῖν τὸν ἄρτον τοῦτον. Ἐλέγχων δὲ αὐτοὺς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπώπτευον εἶναι τὴν τράπεζαν, ἐπέτρεχον· ὅταν δὲ ἔμαθον, ὅτι πνευματική τίς ἐστιν, οὐκ ἔτι, λέγει πάλιν· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με, οὐ μὴ πεινάσει· καὶ ὁ πις-τεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε. Ἀλλ’ εἶπον ὑμῖν, ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ μοι. β. Οὕτω καὶ Ἰωάννης φθέγγεται ἄνωθεν προλαβών· Ὃ οἶδε λαλεῖ, καὶ ὃ ἑώρακε μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Καὶ πάλιν ὁ Χριστός· Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμ-βάνετε. Τοῦτο δὲ ποιεῖ, προλαμβάνων αὐτοὺς, καὶ
PG 59:253δεικνὺς ὅτι οὐ ταράττει τὸ πρᾶγμα αὐτὸν, οὐδὲ δό-ξης ἐφίεται, οὐδὲ ἀγνοεῖ τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν, οὔτε τὰ παρόντα, οὔτε τὰ μέλλοντα. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Μέλλει λοιπὸν εἰς τὴν τῶν μυστηρίων ἐμβαλεῖν παράδοσιν. Καὶ πρῶτον περὶ τῆς θεότητος αὐτοῦ διαλέγεται λέγων. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οὐδὲ γὰρ περὶ τοῦ σώματος τοῦτο εἴρηται (περὶ γὰρ ἐκείνου πρὸς τῷ τέλει λέγει· Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν)· ἀλλὰ τέως περὶ τῆς θεότητος. Καὶ γὰρ ἐκείνη διὰ τὸν Θεὸν Λόγον ἄρτος ἐστίν· ὥσπερ οὖν καὶ οὗτος ὁ ἄρ-τος διὰ τὸ ἐπιφοιτῶν αὐτῷ Πνεῦμα ἄρτος οὐράνιος γίνεται. Ἐνταῦθα δὲ οὐ κέχρηται μάρτυσι, καθάπερ ἐπὶ τῆς προτέρας δημηγορίας· εἶχε γὰρ αὐτὸ μαρ-τυροῦν τὸ ἔργον τῶν ἄρτων, καὶ τέως ὑποκρινομέ-νους αὐτῷ πείθεσθαι. Ἐκεῖ δὲ ἀντέλεγον καὶ ἐνεκά-λουν· διὰ τοῦτο ἐνταῦθα καὶ ἀποφαίνεται. Οἱ δὲ ἐπειδὴ προσεδόκων ἑστιάσεως ἀπολαύσεσθαι σαρκι-κῆς, μένουσι, καὶ οὐ ταράττονται, ἕως ὅτε μετὰ ταῦτα ἀπέγνωσαν τῆς ἐλπίδος. Πλὴν οὐδὲ οὕτως ἐσί-γησεν ὁ Χριστὸς, ἀλλὰ καὶ πολλὰ ἐντρεπτικὰ λέγει. Οἱ δὲ, ἡνίκα ἤσθιον, προφήτην αὐτὸν λέγοντες, ἐν-ταῦθα σκανδαλίζονται, καὶ τοῦ τέκτονος καλοῦσι υἱόν· ἀλλ’ οὐχ ὅτε τοὺς ἄρτους ἤσθιον, ἀλλ’, Οὗτός ἐστιν ὁ προφήτης, ἔλεγον, καὶ ἤθελον αὐτὸν ποιῆ-σαι βασιλέα. Ἐδόκουν μὲν οὖν ἀγανακτεῖν, ἐπὶ τῷ λέγειν αὐτὸν ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι· τὸ δὲ ἀληθὲς, οὐ τοῦτο ἦν τὸ ποιοῦν τὴν ἀγανάκτησιν, ἀλλὰ τὸ μὴ προσδοκᾷν ἀπολαύσεσθαι τραπέζης σωματικῆς. Ἐπεὶ εἰ ὄντως ἠγανάκτουν, ἐχρῆν ἐρωτᾷν καὶ πυν-θάνεσθαι, πῶς ἄρτος ζωῆς ἐστι, πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε· νῦν δὲ τοῦτο μὲν οὐ ποιοῦσι, γογγύ-ζουσι δέ. Καὶ ὅτι οὐ τοῦτο αὐτοὺς ἐσκανδάλιζε, δῆλον ἐκεῖθεν. Εἰπόντος γὰρ ὅτι Ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον, οὐκ εἶπον, Παρακάλεσον ἵνα δῷ· ἀλλὰ τί; Δὸς ἡμῖν τὸν ἄρτον. Καίτοι οὐκ εἶπεν, ὅτι Ἐγὼ δίδωμι, ἀλλ’, ὅτι Ὁ Πατήρ μου δίδωσιν. Οἱ δὲ ἐπιθυμίᾳ τῆς τροφῆς καὶ αὐτὸν ἀξιόπιστον εἶναι ἐνόμισαν πρὸς τὴν χορηγίαν. Οἱ τοίνυν ἀξιόπιστον εἶναι νομίσαντες πρὸς τὸ δοῦναι, πῶς ἔμελλον μετὰ ταῦτα σκανδαλίζεσθαι, καὶ ταῦτα ἀκούσαντες ὅτι Ὁ Πατὴρ δίδωσι; Τί οὖν ἐστι τὸ αἴτιον; Ἐπειδὴ ἤκου-σαν ὅτι φαγεῖν οὐκ ἔνι, πάλιν ἠπίστησαν, καὶ προ-βάλλονται δῆθεν τῆς ἀπιστίας προκάλυμμα τὸ ὑψη-λὸν εἶναι τὸν λόγον. Διὰ τοῦτό φησι, Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε· τούτῳ μὲν τὰ σημεῖα αἰνιττό-μενος, τούτῳ δὲ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν. Ἐκεῖναι γάρ εἰσι, φησὶν, αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ, Ὅτι ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· καὶ, Πῶς δύνασθε πι-στεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλω ἔξω. Ὅρα πῶς πάντα ποιεῖ διὰ τοὺς σωζομένους. Διὰ δὴ τοῦτο καὶ ἐπήγαγεν, ἵνα μὴ δόξῃ περιεργάζεσθαι, καὶ εἰκῆ ταῦτα λέγειν. Τί δέ ἐστιν ὅ φησι; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τίνος δὲ ἕνεκεν καὶ τῆς κοινῆς ἀνα-στάσεως, ἧς καὶ ἀσεβεῖς μετέχουσιν, ὡς ἐξαιρέτου δώρου μέμνηται τῶν πιστευόντων εἰς αὐτόν; Ὅτι οὐχ ἁπλῶς ἀναστάσεως μέμνηται, ἀλλὰ τῆς τοιᾶσδε ἀνα-στάσεως. Πρότερον γὰρ εἰπὼν, Οὐ μὴ ἐκβάλω αὐ-τὸν, καὶ, Οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ, τότε εἶπε τὴν
ἀνάστασιν. Ἐν γὰρ τῇ ἀναστάσει οἱ μὲν ἐκ-
PG 59:254βάλλονται, ὡς ἔστι μαθεῖν ἐκ τοῦ, Ἄρατε αὐτὸν, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· οἱ δὲ ἀπόλλυνται, ὡς καὶ αὐτὸ δείκνυται ἐκ τοῦ, Φοβή-θητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. Ὥστε τὸ, Ζωὴν αἰώ-νιον δίδωμι, τοῦτο δηλοῖ· Ἐκπορεύσονται γὰρ οἱ μὲν τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, οἱ δὲ τὰ ἀγαθὰ, εἰς ἀνάστασιν ζωῆς. Ταύτην τοίνυν τὴν ἀνάστασιν ἐδήλωσεν ἐνταῦθα τὴν ἐπὶ τοῖς ἀγα-θοῖς. Τί δὲ βούλεται δεῖξαι διὰ τοῦ λέγειν. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει; Καθάπτεται τῆς ἀπιστίας αὐτῶν, καὶ δείκνυσιν ὅτι ὁ μὴ πι-στεύων αὐτῷ, τὸ θέλημα παραβαίνει τοῦ Πατρός. Καὶ οὕτω μὲν αὐτὸ γυμνῶς οὐ φησὶν, ὑφειμένως δέ· καὶ πανταχοῦ τοῦτο ποιοῦντα ὄψει αὐτὸν, θέλοντα δεῖξαι καὶ τῷ Πατρὶ προσκεκρουκότας τοὺς ἀπιστοῦν-τας, οὐκ αὐτῷ μόνῳ. Εἰ γὰρ θέλημα αὐτοῦ τοῦτό ἐστι, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα σώσῃ πάντα τὸν κό-σμον, οἱ μὴ πιστεύοντες, τὸ θέλημα αὐτοῦ παρα-βαίνουσιν. Ὅταν οὖν, φησὶν, ὁ Πατὴρ ὁδηγῇ τινα, οὐδέν ἐστι τὸ κωλύον αὐτὸν ἐλθεῖν πρός με. Τοῦτο καὶ προϊὼν λέγει, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Ὁ δὲ Παῦλος εἶπεν, ὅτι αὐτὸς παραδίδωσιν αὐτοὺς τῷ Πατρί· Ὅταν γὰρ παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὥσπερ οὖν καὶ διδοὺς ὁ Πατὴρ, οὐκ ἀποστερῶν ἑαυτὸν πρό-τερον τοῦτο ποιεῖ· οὕτω καὶ παραδιδοὺς ὁ Υἱὸς, οὐκ ἐκβάλλων ἑαυτὸν τοῦτο ποιεῖ. Λέγεται δὲ παραδιδό-ναι, ὅτι δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν. γ. Τὸ δὲ, Δι’ οὗ, τοῦτο καὶ ἐπὶ τοῦ Πατρὸς εἴρηται, ὥσπερ ὅταν λέγῃ· Δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· τουτέστι, διὰ τοῦ θελήματος τοῦ Πατρός· καὶ πάλιν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι. Ὃ δὲ αἰ-νίττεται ἐνταῦθα, μονονουχὶ τοῦτό ἐστιν· Οὐ τὸ τυ-χὸν πρᾶγμα ἡ πίστις ἡ εἰς ἐμὲ, ἀλλὰ τῆς ἄνωθεν δεῖται ῥοπῆς. Καὶ τοῦτο δι’ ὅλου κατασκευάζει τοῦ λόγου, δεικνὺς ὅτι ψυχῆς γενναίας τινὸς ὄντως καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐφελκομένης αὕτη δεῖται ἡ πί-στις. Ἀλλ’ ἴσως ἐρεῖ τίς· Εἰ πᾶν ὃ δίδωσιν ὁ Πατὴρ, ἔρχεται πρὸς σὲ, καὶ οὓς ἂν ἑλκύσῃ, καὶ οὐδεὶς δύνα-ται ἐλθεῖν πρὸς σὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνω-θεν, πάσης αἰτίας εἰσὶν καὶ ἐγκλημάτων ἀπηλλα-γμένοι οἷς οὐ δίδωσιν ὁ Πατήρ. Λόγοι ταῦτα ψιλοὶ καὶ πρόφασις· Δεόμεθα γὰρ καὶ τῆς οἴκοθεν προαιρέσεως· τὸ γὰρ διδάσκεσθαι, προαιρέσεώς ἐστι, καὶ τὸ πι-στεύειν. Ἐνταῦθα δὲ οὐδὲν ἄλλο ἐμφαίνει διὰ τοῦ, Ὃ δίδωσί μοι ὁ Πατὴρ, ἀλλ’ ἢ ὅτι Οὐ τὸ τυχὸν πρᾶγμά ἐστι τὸ πιστεῦσαι εἰς ἐμὲ, οὐδὲ λογισμῶν ἀνθρωπίνων, ἀλλὰ καὶ τῆς ἄνωθεν ἀποκαλύψεως δεῖ, καὶ ψυχῆς εὐγνωμόνως δεχομένης τὴν ἀποκάλυψιν. Καὶ τὸ, Ὁ ἐρχόμενος δὲ πρός με, σωθήσεται, τοῦτο δηλοῖ· Ἐπιμελείας ἀπολαύσεται πολλῆς. Ὑπὲρ γὰρ τούτων καὶ παρεγενόμην, φησὶ, καὶ σάρκα ἀνέλαβον, καὶ τὴν τοῦ δούλου μορφὴν ὑπῆλθον. Εἶτα ἐπήγαγε, Κατέβην, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιῶ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἕτερον γὰρ τὸ σὸν, καὶ ἕτερον τὸ ἐκείνου; Ἵνα οὖν μὴ τοῦτό τις ὑποπτεύσῃ, τῇ ἐπαγωγῇ θεραπεύει αὐτὸ, λέγων· Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον. Τοῦτο οὖν οὐκ ἔστι σὸν θέλημα; Καὶ πῶς οὖν ἀλλαχοῦ λέγεις· Πῦρ ἦλθον
PG 59:255βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνή-φθη; Εἰ δὲ καὶ σὺ τοῦτο θέλεις, εὔδηλον ὅτι ἓν θέ-λημα· καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ὥσπερ ὁ Πα-τὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Τί οὖν τὸ θέλημα τοῦ Πατρός; ἆρ’ οὐχ ἵνα μὴ ἀπόληται ἐξ αὐτῶν μηδὲ εἷς; Τοῦτο δὴ καὶ αὐτὸς θέλεις. Οὐ τοίνυν ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο. Οὕτω καὶ ἀλλαχοῦ φαίνεται τὸ πρὸς τὸν Πατέρα ἴσον ἔτι βεβαιότερον παριστῶν τῷ λέγειν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Ὃ οὖν λέγει, τοῦτό ἐστιν· Οὐκ ἄλλο τι πράξων ἦλθον, ἢ τοῦτο ὅπερ καὶ ὁ Πα-τὴρ βούλεται· οὐκ ἴδιόν τι ἐμὸν παρὰ τὸ τοῦ Πατρὸς ἔχων θέλημα· πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐμά ἐστι, καὶ τὰ ἐμὰ ἐκείνου. Εἰ τοίνυν κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, εἰκότως φησίν· Οὐχ ἵνα τὸ ἐμὸν θέ-λημα ποιῶ. Ἀλλ’ οὕτω μὲν ἐνταῦθα οὐκ εἶπεν, ἀλλὰ πρὸς τῷ τέλει τοῦτο τηρεῖ. Τὰ γὰρ ὑψηλὰ, ὅπερ ἔφην, τέως ἐγκρύπτει, καὶ συσκιάζει, καὶ βούλεται δεῖξαι ὅτι εἰ εἶπεν, ὅτι Τὸ θέλημα τὸ ἐμὸν τοῦτό ἐστι, κατεφρόνησαν ἄν. Λέγει τοίνυν, ὅτι Καὶ ἐγὼ ἐκείνῳ συμπράττω τῷ θελήματι, βουλόμενος αὐτοὺς μᾶλλον πλῆξαι, ὡσανεὶ ἔλεγε· Τί νομίζετε; ὅτι ἐμὲ παροργίζετε ἀπιστοῦντες; Τὸν Πατέρα μὲν οὖν τὸν ἐμὸν παροξύνετε· Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ. Δείκνυσιν ἐνταῦθα οὐκ αὐτὸν δεόμενον τῆς αὐτῶν θεραπείας, οὐδὲ δι’ οἰκείαν χρείαν παραγενό-μενον, ἀλλὰ διὰ τὴν ἐκείνων σωτηρίαν, οὐ διὰ τὴν παρ’ αὐτῶν τιμήν. Ὅπερ καὶ ἐν τῇ προτέρᾳ δημη-γορίᾳ φησὶν, ὅτι Δόξαν παρὰ ἀνθρώπων οὐ λαμ-βάνω· καὶ πάλιν· Ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε. Ἄνω γὰρ καὶ κάτω τοῦτο σπουδάζει δεῖξαι, ὅτι διὰ τὴν ἐκείνων σωτηρίαν παρεγένετο. Λέγει δὲ καὶ τῷ Πατρὶ δόξαν παρασκευάζειν, ὥστε ἀνύποπτος δόξαι. Καὶ ὅτι διὰ τοῦτο οὕτως εἶπε, διὰ τῶν ἑξῆς τοῦτο σαφέστερον ἀπεκάλυψεν. Ὁ γὰρ ζητῶν, φησὶ, τὸ θέλημα τὸ ἑαυτοῦ, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, ἀλη-θής ἐστι, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τί δή-ποτε συνεχῶς ἄνω καὶ κάτω στρέφει τὴν ἀνάστασιν; Ἵνα μὴ τοῖς παροῦσι πράγμασι κρίνωσι μόνον τὴν τοῦ Θεοῦ πρόνοιαν· ἵνα κἂν ἐνταῦθα μὴ ἀπολαύωσι, μὴ διὰ τοῦτο ὑπτιώτεροι γένωνται, ἀλλὰ τὰ μέλ-λοντα ἐλπίζωσι, καὶ ἵνα μὴ διὰ τὸ μὴ κολάζεσθαι πρὸς τὸ παρὸν, αὐτοῦ καταφρονῶσιν, ἀλλ’ ἑτέραν προσδοκῶσι ζωήν. δ. Ἀλλ’ εἰ καὶ ἐκεῖνοι οὐδὲν ἐκέρδαναν, ἡμεῖς κερδᾶναι σπουδάσωμεν ἐκ τοῦ συνεχῶς περὶ ἀναστά-σεως διαλέγεσθαι. Κἂν πλεονεκτῆσαι βουληθῶμεν, κἂν ἁρπάσαι, κἂν ἄτοπόν τι πρᾶξαι, εὐθέως τὴν ἡμέ-ραν ἐκείνην εἰς νοῦν λαμβάνωμεν, καὶ τὸ δικαστήριον ὑπογράφωμεν· καὶ παντὸς χαλινοῦ σφοδρότερον καθ-έξει τὴν ὁρμὴν τὴν ἄτοπον ὁ λογισμὸς οὗτος. Καὶ λέγωμεν πρὸς ἄλλους τε ἀεὶ καὶ πρὸς ἑαυτούς· ἀνάστασίς ἐστι, καὶ δικαστήριον ἡμᾶς μένει φοβερόν. Κἂν ἴδωμέν τινα γαυρούμενον, καὶ ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς φλεγμαίνοντα, τὸ αὐτὸ ἐπιλέγωμεν, ἐμφαί-νοντες ὅτι πάντα ἐνταῦθα μένει· κἂν ἕτερον ἀλγοῦντα ἴδωμεν καὶ ἀποδυσπετοῦντα, καὶ πρὸς ἐκεῖνον τὸ αὐτὸ φθεγγώμεθα, δηλοῦντες ὅτι τέλος ἕξει τὰ λυπηρά.
PG 59:256Κἂν ῥᾳθυμοῦντα καὶ διακεχυμένον, τὸ αὐτὸ πάλιν ἐπᾴδωμεν, δηλοῦντες ὅτι ἀνάγκη, τῆς ῥᾳθυμίας εὐ-θύνας διδόναι. Ἱκανὸν τοῦτο τὸ ῥῆμα παντὸς φαρμά-κου μᾶλλον τὴν ἡμετέραν θεραπεῦσαι ψυχήν. Καὶ γάρ ἐστιν ἀνάστασις, καὶ ἀνάστασις ἐπὶ θύραις, οὐ
μακρὰν οὐδὲ πόῤῥω. Ἔτι γὰρ μικρὸν, φησὶ Παῦλος, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καὶ πάλιν, Πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· τουτέστι, καὶ πονηροὺς καὶ ἀγαθοὺς, ἵνα κἀκεῖνοι ἐπὶ πάντων αἰσχύνωνται, καὶ οὗτοι πάλιν ἐπὶ πάντων λαμπρότεροι γένωνται. Καθά-περ γὰρ οἱ ἐνταῦθα δικάζοντες καὶ πονηροὺς κολά-ζουσι, καὶ ἀγαθοὺς τιμῶσι δημοσίᾳ· οὕτω δὴ καὶ ἐκεῖ γίνεται· ὥστε τοῖς μὲν τὴν αἰσχύνην μείζω, τοῖς δὲ τὴν λαμπρότητα γενέσθαι περιφανεστέραν. Ταῦτα τοίνυν καθ’ ἑκάστην ὑπογράφωμεν ἑαυτοῖς τὴν ἡμέ-ραν. Ταῦτα ἂν ἀεὶ στρέφωμεν, οὐδὲν ἡμᾶς τῶν παρ-όντων καὶ ἐπικήρων κατασχεῖν δυνήσεται πραγμά-των. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Συνεχῶς τοίνυν καὶ πρὸς ἑαυ-τοὺς φθεγγώμεθα, καὶ πρὸς ἀλλήλους· Ἀνάστασίς ἐστι, καὶ κρίσις, καὶ εὐθῦναι τῶν πεπραγμένων. Καὶ ὅσοι νομίζουσιν εἱμαρμένην εἶναι, τοῦτο λεγέτωσαν, καὶ εὐθέως ἀπαλλαγήσονται τῆς σηπεδόνος τοῦ νοσή-ματος. Εἰ γὰρ ἀνάστασίς ἐστι καὶ κρίσις, οὐκ ἔστιν εἱμαρμένη, κἂν μυρία φιλονεικῶσι καὶ ἀποπνίγων-ται. Ἀλλὰ γὰρ αἰσχύνομαι Χριστιανοὺς περὶ ἀναστά-σεως διδάσκων. Ὁ γὰρ δεόμενος μαθεῖν ὅτι ἔστιν ἀνάστασις, καὶ μὴ σφόδρα πεπεικὼς ἑαυτὸν, ὅτι οὐκ ἀνάγκῃ, καὶ ἁπλῶς, καὶ ὡς ἔτυχε, τὰ πράγματα φέ-ρεται, οὐκ ἂν εἴη Χριστιανός. Διὰ τοῦτο, παρακαλῶ καὶ δέομαι, πάντων τῶν πονηρῶν ἑαυτοὺς ἐκκαθάρω-μεν, καὶ πάντα πράξωμεν, ὥστε συγγνώμης τυχεῖν καὶ ἀπολογίας κατὰ τὴν ἡμέραν ἐκείνην. Ἀλλ’ ἴσως ἐρεῖ τις· Καὶ πότε συντέλεια; πότε δὲ ἀνάστασις ἔσται; ἰδοὺ πόσος γέγονε χρόνος, καὶ οὐδὲν τοιοῦτον συνέβη; Ἀλλ’ ἔσται, πιστεύσατε. Καὶ γὰρ οἱ πρὸ τοῦ κατακλυσμοῦ τοιαῦτα ἔλεγον, καὶ κατεγέλων τοῦ Νῶε· ἀλλ’ ἦλθεν ὁ κατακλυσμὸς, καὶ παρέσυρε τού-τους μὲν ἅπαντας ἀπιστοῦντας, ἐκεῖνον δὲ διέσωσε μόνον τὸν πιστεύσαντα. Καὶ οἱ ἐπὶ τοῦ Λὼτ οὐ προς-εδόκων τὴν θεήλατον πληγὴν ἐκείνην, ἕως οἱ πρηστῆ-ρες ἐκεῖνοι, καὶ κεραυνοὶ, κατενεχθέντες ἅπαν-τας ἠφάνισαν. Καὶ οὔτε ἐπὶ τούτων, οὔτε ἐπὶ τῶν κατὰ τὸν Νῶε ἐγένετο προοίμιον τῶν μελλόντων συμ-βήσεσθαι· ἀλλὰ τρυφώντων, μεθυόντων, ἐμπαροι-νούντων ἁπάντων, οὕτως ἐκεῖνα γέγονε τὰ ἀφόρητα. Οὕτω καὶ ἡ ἀνάστασις ἔσται, οὐ μετὰ προοιμίων τι-νῶν, ἀλλ’ ἐν μέσαις ὄντων ἡμῶν εὐημερίαις. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Ὅταν δὲ λέγωσιν, εἰ-ρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφ-ίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσι. Τοῦτο δὲ οὕτως ᾠκο-νόμησεν ὁ Θεὸς, ἵνα διὰ παντὸς ὦμεν ἐναγώνιοι, καὶ ἐν αὐτῇ τῇ ἀσφαλείᾳ μὴ θαῤῥῶμεν. Τί λέγεις; οὐ προσδοκᾷς τὴν ἀνάστασιν ἔσεσθαι καὶ κρίσιν; δαίμονες ὁμολογοῦσι ταῦτα, καὶ σὺ οὐχ ὁμο-λογεῖς; Ἦλθες γὰρ, φησὶν, ὧδε πρὸ καιροῦ βα-σανίσαι ἡμᾶς. Οἱ δὲ βάσανον ἔσεσθαι λέγοντες, καὶ κρίσιν ἴσασι, καὶ εὐθύνας, καὶ τιμωρίας. Μὴ τοίνυν παροξύνωμεν τὸν Θεὸν πρὸς τὸ φαῦλα τολμᾷν, καὶ ἀπιστοῦντες τῷ τῆς ἀναστάσεως λόγῳ. Ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις ἦρξεν ἡμῶν ὁ Χριστὸς, οὕτω καὶ ἐν τούτῳ. Καὶ γὰρ πρωτότοκος διὰ τοῦτο λέγεται ἐκ τῶν νεκρῶν.

Homily XLVIHomilia XLVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:257Εἰ δὲ μὴ ἀνάστασις ἦν, πῶς ἔμελλε πρωτότοκος ἔσε-σθαι, μηδενὸς αὐτῷ τῶν νεκρῶν ἑπομένου; Εἰ μὴ ἀνάστασις ἦν, ποῦ τοῦ Θεοῦ τὸ δίκαιον σωθήσεται, τοσούτων μὲν πονηρῶν εὐημερούντων, τοσούτων δὲ ἀγαθῶν θλιβομένων, καὶ ἐν τῇ θλίψει τὸν βίον κατα-λυόντων; Ποῦ γὰρ τὰ κατ’ ἀξίαν ἕκαστος ἀπολήψεται τούτων, εἴ γε ἀνάστασις μὴ ἔστιν; Οὐδεὶς τῶν ὀρθῶς βεβιωκότων τῇ ἀναστάσει διαπιστεῖ, ἀλλὰ καθ’ ἑκά-στην εὔχονται τὴν ἡμέραν, τὴν ῥῆσιν ἐκείνην τὴν ἁγίαν λέγοντες· Ἐλθέτω ἡ βασιλεία σου. Τίνες οὖν εἰσιν οἱ τῇ ἀναστάσει διαπιστοῦντες; Οἱ βεβήλους ἔχοντες τὰς ὁδοὺς καὶ ἀκάθαρτον τὸν βίον, καθάπερ ὁ Προφήτης φησί· Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ
PG 59:258προσώπου αὐτοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνθρω-πον βίον ἔχειν καθαρὸν, ἀναστάσει διαπιστοῦντα· ὡς οἵ γε μηδὲν συνειδότες ἑαυτοῖς πονηρὸν, καὶ λέγουσι, καὶ βούλονται, καὶ πιστεύουσιν ὥστε τὴν ἀνταπόδοσιν λαβεῖν. Μὴ τοίνυν αὐτὸν παροξύνωμεν, ἀλλ’ ἀκούωμεν αὐτοῦ λέγοντος, ὅτι Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· ἵνα διὰ τοῦ φόβου γενώμεθα βελτίους, καὶ τῆς ἀπωλείας ταύτης ἀπαλλαγέντες, καταξιωθῶμεν τῆς βασιλείας τῶν οὐ-ρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ προσκυ-νητῷ καὶ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώ-νων. Ἀμήν.
PG 59:257ΟΜΙΛΙΑ Μ. Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι; α. Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, γράφων Φιλιππησίοις ὁ Παῦλος περί τινων ἔλεγεν. Ὅτι δὲ καὶ Ἰουδαῖοι τοιοῦτοι, δῆλον μὲν καὶ ἀπὸ τῶν ἔμπροσθεν, δῆλον δὲ καὶ ἀφ’ ὧν τῷ Χριστῷ προσελθόντες διελέγοντο. Ὅτε μὲν γὰρ ἄρτον ἔδωκεν αὐτοῖς, καὶ τὴν γαστέρα ἐνέπλησε, καὶ προφήτην ἔλεγον εἶναι, καὶ βασιλέα ποιῆσαι ἐζήτουν· ὅτε δὲ αὐτοὺς ἐδίδασκε περὶ τῆς πνευματικῆς τροφῆς, περὶ ζωῆς αἰωνίου, ὅτε ἀπήγαγεν αὐτοὺς τῶν αἰσθητῶν, ὅτε περὶ ἀναστάσεως διελέγετο, καὶ ὑψηλοτέραν ἐποίει τὴν γνώμην· ὅτε μάλιστα θαυμάζειν αὐτὸν ἐχρῆν, τότε γογγύζουσι καὶ ἀποπηδῶσι. Καὶ μὴν, εἰ οὗτός ἐστιν ὁ προφήτης, καθὼς ἔφθησαν εἰπόντες· Οὗτός ἐστι περὶ οὗ φησιν ὁ Μωϋσῆς, ὅτι Προ-φήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· ἐχρῆν αὐτοὺς τούτου ἀκούειν λέγοντος, ὅτι Ἐκ τοῦ οὐρα-νοῦ καταβέβηκα. Ἀλλὰ οὐκ ἤκουον, ἀλλ’ ἐγόγγυζον. Ἔτι γὰρ αὐτὸν ᾐδοῦντο διὰ τὸ νεαρὸν εἶναι τὸ τῶν ἄρτων σημεῖον. Διὰ τοῦτο φανερῶς μὲν οὐκ ἀντέλε-γον, τῷ δὲ γογγύζειν ἐνέφαινον ὡς ἠγανάκτουν, ὅτι μὴ ἔδωκεν αὐτοῖς τράπεζαν ἥνπερ ἐβούλοντο. Καὶ γογγύζοντες ἔλεγον· Οὐκ ἔστιν οὗτος ὁ υἱὸς Ἰω-σήφ; Ὅθεν δῆλον, ὅτι οὐδὲ τὴν θαυμαστὴν αὐτοῦ καὶ παράδοξον οὐδέπω ᾔδεισαν γέννησιν. Διὰ τοῦτο γοῦν υἱὸν Ἰωσὴφ ἔτι λέγουσιν αὐτόν. Καὶ οὐκ ἐπιτιμᾷ, οὐδὲ λέγει αὐτοῖς· Οὐκ εἰμὶ υἱὸς Ἰωσήφ· οὐχ ὅτι υἱὸς Ἰωσὴφ ἦν, ἀλλ’ ἐπειδὴ οὐδέπω ἠδύναντο τὸν θαυμαστὸν ἐκεῖνον ἀκοῦσαι τόκον. Εἰ δὲ τὸν κατὰ σάρκα οὐκ ἠδύναντο σαφῶς ἀκοῦσαι, πολλῷ μᾶλλον τὸν ἄῤῥητον τὸν ἄνω. Εἰ τὸ ταπεινὸν οὐκ ἀπεκάλυψε, πολλῷ μᾶλλον ἐκεῖνα οὐκ ἂν ἐνεχείρησε. Καίτοι τοῦτο αὐτοὺς σφόδρα ἐσκανδάλιζε, τὸ ἐξ εὐτελοῦς εἶναι πατρὸς, καὶ τοῦ τυχόντος· ἀλλ’ ὅμως οὐκ ἀπεκάλυ-ψεν, ἵνα μὴ, ἕτερον σκάνδαλον ἀναιρῶν, ἕτερον ποιήσῃ. Τί οὖν αὐτὸς, γογγυζόντων αὐτῶν, ἀποκρίνεται; Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Τούτῳ ἐπιπηδῶσι Μα-νιχαῖοι λέγοντες, ὅτι οὐδὲν ἐφ’ ἡμῖν κεῖται· ὅπερ μάλιστα βεβαιοῖ κυρίους ὄντας τῆς γνώμης. Εἰ γάρ τις ἔρχεται πρὸς αὐτὸν, φησὶ, τί δεῖ τῆς ἕλξεως; Ὃ
καὶ αὐτὸ οὐ τὸ ἐφ’ ἡμῖν ἀναιρεῖ, ἀλλὰ μᾶλλον ἐμφαί-
PG 59:258νει ἡμᾶς βοηθείας δεομένους, ὅτι δείκνυσιν ἐνταῦθα, οὐ τὸν τυχόντα ἐρχόμενον, ἀλλὰ τὸν πολλῆς ἀπολαύον-τα συμμαχίας. Εἶτα δείκνυσι καὶ τὸν τρόπον καθ’ ὃν ἕλκει. Ἵνα γὰρ μὴ πάλιν αἰσθητόν τι περὶ τὸν Θεὸν ὑποπτεύσωσιν, ἐπήγαγεν· Οὐχ ὅτι τὸν Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Πῶς οὖν ἕλκει, φησί; Τοῦτο ὁ προφήτης ἄνωθεν ἔδειξε, προαναφωνῶν καὶ λέγων· Ἔσονται πάντες διδακτοὶ Θεοῦ. Εἶδες τῆς πίστεως τὸ ἀξίωμα; Καὶ πῶς οὐ παρὰ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ δι’ αὐτοῦ τοῦ Θεοῦ προεῖπεν ὅτι μέλλουσι μανθάνειν; Διὰ δὴ τοῦτο καὶ τὸν λόγον ποιῶν ἀξιόπιστον, ἐπὶ τοὺς προφήτας αὐτοὺς παρ-έπεμψεν. Καὶ εἰ εἴρηται, φησὶν, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ, πῶς τινες οὐ πιστεύουσιν; Ὅτι τὸ εἰρημένον περὶ τῶν πλειόνων εἰρημένον ἐστίν. Ἄλλως δὲ καὶ χωρὶς τούτου, οὐχ ἁπλῶς πάντας τὸ προφη-τικὸν, ἀλλὰ πάντας δηλοῖ τοὺς βουλομένους. Διδά-σκαλος γὰρ προκάθηται πᾶσιν ἕτοιμος ὢν τὰ αὐτοῦ παρασχεῖν, εἰς πάντας ἐκχέων τὴν διδασκαλίαν τὴν ἑαυτοῦ. Καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Οὐ μικρὸν ἐνταῦθα τοῦ Υἱοῦ τὸ ἀξίωμα, εἴ γε ὁ Πατὴρ προσάγει, καὶ οὗτος ἀνίστησιν· οὐχὶ διαι-ρούμενος πρὸς τὸν Πατέρα τὰ ἔργα· πῶς γάρ; ἀλλὰ δεικνὺς τὸ ἰσότιμον τῆς δυνάμεως. Ὥσπερ οὖν ἐκεῖ λέγων, Καὶ ὁ πέμψας με Πατὴρ μαρτυρεῖ περὶ ἐμοῦ· εἶτα ἵνα τινὲς μὴ φωνὴν περιεργάζωνται παρέπεμψεν αὐτοὺς ταῖς Γραφαῖς· οὕτω καὶ ἐνταῦθα, μὴ τὸ αὐτὸ ὑποπτεύσωσι, παραπέμπει αὐτοὺς τοῖς προφήταις, τούτους συνεχῶς ἄνω καὶ κάτω στρέφων, δεικνὺς ἑαυτὸν οὐκ ἐναντίον ὄντα τῷ Πατρί. Τί δὲ οἱ πρὸ τούτου, φησίν; οὐχὶ διδακτοὶ ἦσαν ἄρα Θεοῦ; τί οὖν ἐνταῦθα τὸ ἐξαίρετον; Ὅτι τότε μὲν δι’ ἀνθρώ-πων ἐμάνθανον τὰ τοῦ Θεοῦ· νῦν δὲ διὰ τοῦ μονογε-νοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Εἶτα ἐπάγει· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὐ κατὰ τὸν τῆς αἰτίας λόγον ἐνταῦθα τοῦτο λέγων, ἀλλὰ κατὰ τὸν τρόπον τῆς οὐ-σίας. Ἐπεὶ εἰ τοῦτο ἔλεγε, πάντες παρὰ τοῦ Θεοῦ ἐσμέν· ποῦ οὖν τὸ ἐξαίρετον τοῦ Υἱοῦ καὶ κεχωρι-σμένον; Τίνος δὲ ἕνεκεν τρανότερον αὐτὸ οὐ τέθεικε, φησί; Διὰ τὴν ἐκείνων ἀσθένειαν. Εἰ γὰρ εἰπόντος, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, οὕτως ἐσκανδαλίσθη-σαν· τί οὐκ ἂν ἔπαθον, εἰ καὶ τοῦτο προσέθηκεν; Ἄρτον δὲ ζωῆς ἑαυτὸν καλεῖ, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ καὶ ταύτην καὶ τὴν μέλλουσαν· διὸ καὶ
PG 59:259ἐπήγαγεν· Ὃς ἂν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζή-σεται εἰς τὸν αἰῶνα. Ἄρτον δὲ ἤτοι τὰ δόγματα λέγει ἐνταῦθα τὰ σωτήρια, καὶ τὴν πίστιν τὴν εἰς αὐτὸν, ἢ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ νευροῖ τὴν ψυχήν. Καίτοι γε ἀλλαχοῦ εἰπόντος· Ἐάν τίς μου τὸν λό-γον ἀκούσῃ, οὐ μὴ γεύσεται θανάτου, καὶ ἐσκαν-δαλίσθησαν· ἐνταῦθα δὲ οὐδέν τι τοιοῦτον ἔπαθον, τάχα διὰ τὸ ἔτι δυσωπεῖσθαι αὐτὸν ἀπὸ τῶν γεγενη-μένων ἄρτων. β. Ὅρα δὲ καὶ πόθεν ποιεῖται τὴν πρὸς τὸ μάννα διαφοράν. Ἀπὸ τοῦ οἷον τὸ τέλος ἀκοῦσαι ἑκατέρας τῆς τροφῆς. Δεικνὺς γὰρ, ὅτι οὐ ξένην τινὰ ἐκείνη παρ-εῖχε τὴν χρείαν, ἐπήγαγεν· Οἱ πατέρες ὑμῶν ἔφα-γον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Εἶτα κατασκευάζει τὸ μάλιστα πεῖθον αὐτοὺς, ὅτι πολλῷ τῶν πατέρων αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, τοὺς περὶ Μωϋσέα αἰνιττόμενος θαυμαστοὺς ἄνδρας ἐκείνους. Διὰ τοῦτο ἐπειδὴ εἶπεν, ὅτι ἀπέθανον οἱ τὸ μάννα φαγόντες, ἐπήγαγεν· Ὁ τρώγων ἐκ τοῦ ἄρ-του τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ τὸ Ἐν τῇ ἐρήμῳ δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ αἰνιττόμενος ὅτι οὐδὲ ἐξετάθη ἐπὶ χρόνον πολὺν, οὐδὲ συνεισῆλθεν εἰς τὴν τῆς ἐπαγγελίας γῆν. Οὗτος δὲ ὁ ἄρτος οὐ τοιοῦ-τος. Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Εἰκότως ζητήσειεν ἄν τις ἐνταῦθα διαπορῶν, ποῖος τῶν λόγων τούτων καιρὸς ἦν, οἰκοδομούντων μὲν οὐ-δὲν οὐδὲ χρησιμευόντων, μᾶλλον δὲ τοῖς οἰκοδομη-θεῖσι καὶ λυμαινομένων. Ἐκ τούτου, φησὶ, πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, λέ-γοντες· Σκληρός ἐστιν ὁ λόγος οὗτος, τίς δύνα-ται αὐτοῦ ἀκούειν; Ἐνῆν γὰρ ταῦτα μόνοις παρα-δοθῆναι τοῖς μαθηταῖς, καθάπερ ὁ Ματθαῖος ἔλεγεν, ὅτι Ἰδίᾳ διελέγετο αὐτοῖς. Τί ποτε οὖν πρὸς τοῦτο ἐροῦμεν; Ὅτι καὶ νῦν τῶν τοιούτων ῥημάτων πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον. Ἐπειδὴ γὰρ ἐπ-έκειντο τροφὴν αἰτοῦντες μὲν, ἀλλὰ τὴν σωματικὴν, καὶ τῆς ἐπὶ τῶν προγόνων παρασχεθείσης ἀναμιμνή-σκοντες αὐτὸν τροφῆς, τὸ μάννα μέγα ἔλεγον, δεικνὺς ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ πραγμάτων ἀλήθεια ἡ παροῦσά ἐστι, μέμνηται τροφῆς πνευματι-κῆς. Ἀλλ’ ἔδει, φησὶν, εἰπεῖν, ὅτι οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα· ἐγὼ δὲ ἄρτον παρ-έσχον ὑμῖν. Ἀλλὰ πολὺ τὸ μέσον ἦν. Ἐδόκει γὰρ τοῦτο καὶ ἔλαττον ἐκείνου, τῷ ἐκεῖνο μὲν ἄνωθεν φέρεσθαι, τοῦτο δὲ κάτω γεγενῆσθαι τὸ θαῦμα τῶν ἄρτων. Ἐπεὶ οὖν ἐζήτουν ἐκ τοῦ οὐρανοῦ φερομένην τροφὴν, διὰ τοῦτο συνεχῶς ἔλεγεν, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Εἰ δὲ ἐξετάζοι τις, τί δήποτε καὶ τὸν περὶ μυστηρίων ἐνέβαλε λόγον; ἐκεῖνο ἂν εἴποιμεν πρὸς αὐτὸν, ὅτι καὶ τούτων σφόδρα τῶν λόγων ὁ καιρὸς ἦν. Τὸ γὰρ ἀσαφὲς τῶν εἰρημένων ἀεὶ τὸν ἀκροατὴν διανίστησι καὶ προσεκτικώτερον ἐργάζεται. Οὐ τοίνυν σκανδαλί-ζεσθαι ἔδει, ἀλλ’ ἐρωτᾷν μᾶλλον καὶ πυνθάνεσθαι. Νῦν δὲ ἀναχωροῦσιν. Εἰ γὰρ προφήτην αὐτὸν εἶναι ἐνόμιζον, ἐχρῆν πιστεῦσαι τοῖς λεγομένοις. Ὥστε τῆς ἐκείνων ἀνοίας τὸ σκάνδαλον ἦν, οὐ τῆς ἀπορίας τῶν λεγομένων. Σὺ δὲ ὅρα πῶς κατὰ μικρὸν τοὺς μαθητὰς συνέδησεν ἑαυτῷ· οὗτοι γάρ εἰσιν οἱ λέγοντες, Ῥή-ματα ζωῆς ἔχεις· ποῦ ἀπελευσόμεθα; Πλὴν ἑαυ-τὸν ἐνταῦθα εἰσάγει διδόντα, οὐ τὸν Πατέρα, Ὁ ἄρ-τος, λέγων, ὃν ἐγὼ δώσω, σάρξ μου ἐστίν. Ἀλλ’ οὐχ οἱ ὄχλοι οὕτως, ἀλλ’ ἀπεναντίας· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Διὸ καὶ ἀναχωροῦσι. Καίτοι οὐδὲ
PG 59:260ξένη τις ἦν ἡ διδασκαλία, καὶ παρηλλαγμένη. Ὁ γὰρ Ἰωάννης ἄνωθεν τοῦτο ᾐνίξατο, ἀμνὸν αὐτὸν προς-ειπών. Ἀλλ’ οὐδὲ οὕτως ᾔδεσαν, φησίν. Οἶδα κἀγώ· ἀλλ’ οὐδὲ οἱ μαθηταὶ ἠπίσταντο. Εἰ γὰρ περὶ ἀνα-στάσεως οὐδέπω τι ᾔδεσαν σαφὲς, διὰ τοῦτο δὲ καὶ ἠγνόησαν τί ποτέ ἐστι τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· πολλῷ μᾶλλον περὶ τῶν εἰρημένων· ταῦτα γὰρ ἐκεί-νων ἀσαφέστερα ἦν. Ὅτι μὲν γὰρ προφῆται ἀνέστη-σαν, ᾔδεσαν, εἰ καὶ μὴ οὕτω σαφῶς εἰρήκασιν αἱ Γραφαί· ὅτι δὲ σάρκα τις ἔφαγεν, οὐδέποτε οὐδεὶς εἶπεν ἐκείνων. Ἀλλ’ ὅμως ἐπείθοντο καὶ ἠκολούθουν, καὶ ὡμολόγουν ῥήματα ζωῆς αἰωνίου αὐτὸν ἔχειν Τοῦτο γὰρ μαθητοῦ, τὸ μὴ περιεργάζεσθαι τὰ τοῦ διδασκάλου, ἀλλ’ ἀκούειν καὶ πείθεσθαι, καὶ τὸν προσήκοντα καιρὸν ἀναμένειν τῆς λύσεως. Τί οὖν, φησὶν, ὅτι τοὐναντίον συνέβη, καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω; Τοῦτο παρὰ τὴν ἐκείνων ἄνοιαν. Ὅταν γὰρ ἡ ζήτησις τοῦ πῶς εἰσέλθῃ, συνέρχεται καὶ ἀπιστία. Οὕτω καὶ Νικόδημος ἐθορυβεῖτο λέγων· Πῶς δύνα-ται ἄνθρωπος εἰσελθεῖν εἰς τὴν κοιλίαν τῆς μη-τρὸς αὐτοῦ; οὕτω καὶ οὗτοι ταράττονται λέγοντες,
Πῶς δύναται δοῦναι ἡμῖν φαγεῖν οὗτος τὴν σάρκα αὐτοῦ; Εἰ γὰρ τὸ πῶς ζητεῖς, διατί τοῦτο ἐπὶ τῶν ἄρτων οὐκ εἶπες, πῶς τοὺς πέντε εἰς τοσούτους ἐξ-έτεινεν; Ὅτι τοῦ κορεσθῆναι μόνον ἦσαν τότε, οὐ τοῦ τὸ θαῦμα ἰδεῖν. Ἀλλ’ ἡ πεῖρα τότε, φησὶν, ἐπαίδευ-σεν. Οὐκοῦν ἐξ ἐκείνης ἔδει καὶ ταῦτα γενέσθαι εὐ-παράδεκτα. Διὰ γὰρ τοῦτο προλαβὼν ἐθαυματούργησε τὸ παράδοξον ἐκεῖνο, ἵνα δι’ ἐκείνου διδαχθέντες, μηκέτι διαπιστῶσι τοῖς μετὰ ταῦτα λεγομένοις. Ἐκεῖ-νοι μὲν οὖν οὐδὲν ἐκαρπώσαντο τότε ἐκ τῶν εἰρημέ-νων· ἡμεῖς δὲ τῆς εὐεργεσίας δι’ αὐτῶν τῶν ἔργων ἀπολελαύκαμεν. Διὸ καὶ ἀναγκαῖον μαθεῖν τὸ θαῦμα τῶν μυστηρίων, τί ποτέ ἐστι, καὶ διατί ἐδόθη, καὶ τίς ἡ ὠφέλεια τοῦ πράγματος. Ἓν σῶμα γινόμεθα, καὶ μέλη, φησὶν, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Οἱ δὲ μεμυημένοι παρακολουθείτωσαν τοῖς λεγομένοις. γ. Ἵν’ οὖν μὴ μόνον κατὰ τὴν ἀγάπην τοῦτο γενώ-μεθα, ἀλλὰ καὶ κατ’ αὐτὸ τὸ πρᾶγμα, εἰς ἐκείνην ἀνακερασθῶμεν τὴν σάρκα. Διὰ τῆς τροφῆς γὰρ τοῦτο γίνεται ἧς ἐχαρίσατο, βουλόμενος ἡμῖν δεῖξαι τὸν πόθον, ὃν ἔχει περὶ ἡμᾶς. Διὰ τοῦτο ἀνέμιξεν ἑαυτὸν ἡμῖν, καὶ ἀνέφυρε τὸ σῶμα αὐτοῦ εἰς ἡμᾶς, ἵνα ἕν τι ὑπάρξωμεν, καθάπερ σῶμα κεφαλῇ συνημ-μένον. Τῶν γὰρ σφόδρα ποθούντων ἐστὶ τοῦτο δεῖγμα. Τοῦτο γοῦν καὶ ὁ Ἰὼβ αἰνιττόμενος, ἔλεγε περὶ τῶν ἑαυτοῦ οἰκετῶν, οἷς ἦν οὕτω μεθ’ ὑπερβο-λῆς ποθεινὸς, ὡς προσφύναι ταῖς σαρξὶν αὐτοῦ ἐπι-θυμεῖν. Ἐκεῖνοι γὰρ τὸν πολὺν αὐτῶν ἐνδεικνύμενοι πόθον ὃν εἶχον, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐ-τοῦ, ἔλεγον, ἐμπλησθῆναι; Διὸ δὴ καὶ ὁ Χριστὸς αὐτὸ πεποίηκεν, εἰς φιλίαν ἡμᾶς ἐνάγων μείζονα, καὶ τὸν αὐτοῦ πόθον ἐπιδεικνὺς τὸν περὶ ἡμᾶς, οὐκ ἰδεῖν αὐτὸν μόνον παρέσχε τοῖς ἐπιθυμοῦσιν· ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ ἐμπῆξαι τοὺς ὀδόντας τῇ σαρκὶ, καὶ συμπλακῆναι, καὶ τὸν πόθον ἐμπλῆ-σαι πάντα. Ὡς λέοντες τοίνυν πῦρ πνέοντες, οὕτως ἀπὸ τῆς τραπέζης ἀναχωρῶμεν ἐκείνης, φοβεροὶ τῷ διαβόλῳ γινόμενοι, καὶ τὴν κεφαλὴν τὴν ἡμετέραν ἐννοοῦντες, καὶ τὴν ἀγάπην ἣν περὶ ἡμᾶς ἐπε-

Homily XLVIIHomilia XLVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:261δείξατο. Οἱ μὲν οὖν γεννήσαντες, πολλάκις ἑτέροις τρέφειν διδόασι τὰ τεχθέντα· ἐγὼ δὲ οὐχ οὕτω, φη-σὶν, ἀλλὰ ταῖς σαρξὶ τρέφω ταῖς ἐμαῖς, ἐμαυτὸν ὑμῖν παρατίθημι, πάντας ὑμᾶς εὐγενεῖς εἶναι βουλό-μενος, καὶ χρηστὰς ὑμῖν περὶ τῶν μελλόντων ὑπο-τείνων ἐλπίδας. Ὁ γὰρ ἐνταῦθα ὑμῖν ἐκδοὺς ἑαυ-τὸν, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι. Ἀδελφὸς ἠθέλησα ὑμέτερος γενέσθαι· ἐκοινώνησα σαρκὸς καὶ αἵματος δι’ ὑμᾶς, πάλιν αὐτὴν ὑμῖν τὴν σάρκα καὶ τὸ αἷμα, δι’ ὧν συγγενὴς ἐγενόμην, ἐκδίδωμι. Τοῦτο τὸ αἷμα τὴν εἰκόνα ἡμῖν ἀνθηρὰν ἐργάζεται τὴν βασιλικὴν, τοῦτο κάλλος ἀμήχανον τίκτει, τοῦτο ἀπομαρανθῆναι τῆς ψυχῆς τὴν εὐγένειαν οὐκ ἀφίη-σιν, ἄρδον αὐτὴν συνεχῶς καὶ τρέφον. Τὸ μὲν γὰρ ἀπὸ τῶν σιτίων ἡμῖν αἷμα γινόμενον, οὐκ εὐθέως τοῦτο γίνεται, ἀλλ’ ἕτερόν τι· τοῦτο δὲ οὐχ οὕτως, ἀλλ’ εὐθέως τὴν ψυχὴν ἀρδεύει, καὶ μεγάλην τινὰ δύναμιν ἐμποιεῖ. Τοῦτο τὸ αἷμα ἀξίως λαμβανόμε-νον ἐλαύνει μὲν δαίμονας καὶ πόῤῥωθεν ἡμῶν ποιεῖ, καλεῖ δὲ ἀγγέλους πρὸς ἡμᾶς, καὶ τὸν Δεσπότην τῶν ἀγγέλων. Ὅπου γὰρ ἂν ἴδωσι τὸ αἷμα τὸ Δεσποτικὸν, φεύγουσι μὲν δαίμονες, συντρέχουσι δὲ ἄγγελοι. Τοῦτο τὸ αἷμα ἐκχυθὲν πᾶσαν τὴν οἰκουμένην ἐξέ-πλυνε. Πολλὰ περὶ τοῦ αἵματος τούτου καὶ ὁ μακά-ριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐφιλοσόφησε. Τοῦτο τὸ αἷμα τὰ ἄδυτα καὶ τὰ ἅγια τῶν ἁγίων ἐκά-θηρεν. Εἰ δὲ ὁ τύπος αὐτοῦ τοσαύτην ἔσχεν ἰσχὺν, ἔν τε τῷ ναῷ τῶν Ἑβραίων, ἔν τε Αἰγύπτῳ μέσῃ, ταῖς φλιαῖς ἐπιχριόμενον· πολλῷ μᾶλλον ἡ ἀλή-θεια. Τοῦτο τὸ αἷμα, τὸ χρυσοῦν θυσιαστήριον ἡγί-ασε· τούτου χωρὶς οὐκ ἐτόλμα ὁ ἀρχιερεὺς εἰς τὰ ἄδυτα εἰσιέναι· τοῦτο τὸ αἷμα ἱερέας ἐχειροτόνει· τοῦτο ἀπέλουεν ἁμαρτίας ἐν τοῖς τύποις. Εἰ δὲ ἐν τοῖς τύποις τοσαύτην ἔσχεν ἰσχὺν, εἰ τὴν σκιὰν οὕ-τως ὁ θάνατος ἔφριξε, τὴν ἀλήθειαν αὐτὴν, εἰπέ μοι, πῶς οὐκ ἂν ἐφοβήθη; Τοῦτο ἡ σωτηρία τῶν ἡμετέρων ψυχῶν, τούτῳ λούεται ἡ ψυχὴ, τούτῳ καλλωπίζεται, τούτῳ πυροῦται, τοῦτο πυρὸς λαμ-πρότερον ἐργάζεται τὸν νοῦν τὸν ἡμέτερον, τοῦτο χρυσίου φαιδροτέραν τὴν ψυχὴν ποιεῖ, τοῦτο ἐξεχύθη τὸ αἷμα, καὶ τὸν οὐρανὸν ἐποίησε βατόν. δ. Φρικτὰ ὄντως τὰ μυστήρια τῆς Ἐκκλησίας, φρι-κτὸν ὄντως τὸ θυσιαστήριον. Ἀνέβαινεν ἐκ τοῦ πα-ραδείσου πηγὴ, ποταμοὺς αἰσθητοὺς προχέουσα· ἀπὸ τῆς τραπέζης ταύτης ἄνεισι πηγὴ, ποταμοὺς ἀφιεῖσα πνευματικούς. Παρὰ ταύτην τὴν πηγὴν πε-φυτευμέναι εἰσὶν, οὐκ ἰτέαι ἄκαρποι, ἀλλὰ δένδρα πρὸς αὐτὸν φθάνοντα τὸν οὐρανὸν, καρπὸν ἔχοντα ὥριμον ἀεὶ καὶ ἀμάραντον. Εἴ τις καυσοῦται, παρὰ ταύτην ἡκέτω τὴν πηγὴν, καὶ καταψυχέτω τὸ καῦ-σος. Καὶ γὰρ αὐχμοὺς λύει, καὶ τὰ διακαῆ πάντα παραψύχει, οὐ τὰ ἐξ ἡλίου διακαιόμενα, ἀλλὰ τὰ ἀπὸ τῶν βελῶν τῶν πεπυρωμένων. Καὶ γὰρ τὴν ἀρ-χὴν ἄνωθεν ἔχει, καὶ τὴν ῥίζαν ἐκεῖθεν, ὅθεν καὶ ἄρ-δεται. Πολλοὶ ταύτης οἱ ῥύακες τῆς πηγῆς, οὓσ
PG 59:262ἀφίησιν ὁ Παράκλητος· καὶ μεσίτης ὁ Υἱὸς γίνεται, οὐ δίκελλαν ἔχων καὶ ὁδοποιῶν, ἀλλὰ τὴν διάθεσιν ἀνοίγων τὴν παρ’ ἡμῖν. Αὕτη ἡ πηγὴ φωτός ἐστι πηγὴ, ἀναβλύζουσα ἀληθείας ἀκτῖνας. Ταύτῃ καὶ αἱ ἄνω παρεστήκασι δυνάμεις, πρὸς τὸ κάλλος ἐνορῶσαι τῶν ῥείθρων, ἐπειδὴ καὶ σαφέστερον ἐκεῖναι τῶν προκειμένων θεωροῦσι τὴν δύναμιν, καὶ τὰς μαρμαρυγὰς τὰς ἀπροσίτους. Ὥσπερ γὰρ χρυσοῦ τηκομένου, ἄν τε τὴν χεῖρά τις ἐμβάλῃ, εἰ οἷόν τε ἦν, ἄν τε τὴν γλῶτταν, χρυσῆν εὐθέως αὐτὴν ἐποίη-σεν ἄν· οὕτω δὴ καὶ πολλῷ πλέον ἐνταῦθα τὴν ψυ-χὴν ἐργάζεται τὰ προκείμενα. Ἀναζεῖ μὲν γὰρ πυ-ρὸς σφοδρότερον ὁ ποταμὸς, ἀλλ’ οὐ καίει, ἀλλὰ βαπτίζει μόνον ὅπερ ἂν λάβῃ. Τοῦτο τὸ αἷμα ἄνω-θεν προετυποῦτο ἀεὶ, ἐν θυσιαστηρίοις, ἐν δικαίων σφαγαῖς· τοῦτο ἡ τιμὴ τῆς οἰκουμένης, τούτῳ ἠγό-ρασε τὴν Ἐκκλησίαν ὁ Χριστὸς, τούτῳ κατεκόσμη-σεν αὐτὴν ἅπασαν. Καθάπερ γὰρ ἄνθρωπος οἰκέτας ὠνούμενος χρυσίον δίδωσι, καὶ καλλωπίσαι πάλιν αὐ-τοὺς βουλόμενος, χρυσῷ τοῦτο ποιεῖ· οὕτω καὶ ὁ Χριστὸς, καὶ ἠγόρασεν ἡμᾶς αἵματι, καὶ ἐκόσμησεν αἵματι. Οἱ τούτου μετέχοντες τοῦ αἵματος, μετὰ ἀγ-γέλων, καὶ ἀρχαγγέλων, καὶ τῶν ἄνω δυνάμεων ἑστή-κασιν, αὐτὴν περικείμενοι τοῦ Χριστοῦ τὴν βασιλι-κὴν στολὴν, τὰ ὅπλα ἔχοντες τὰ πνευματικά. Ἀλλ’ οὐδὲν εἶπον οὐδέπω μέγα· αὐτὸν γάρ εἰσιν ἐνδεδυ-μένοι τὸν βασιλέα. Ἀλλ’ ὥσπερ ἐστὶ μέγα καὶ θαυ-μαστὸν, οὕτως ἂν μὲν μετὰ καθαρότητος προσέλθῃς, εἰς σωτηρίαν προσῆλθες· ἂν δὲ μετὰ πονηροῦ συνει-δότος, εἰς κόλασιν καὶ τιμωρίαν. Ὁ γὰρ ἐσθίων, φησὶ, καὶ πίνων ἀναξίως τοῦ Κυρίου, κρῖμα ἑαυ-τῷ ἐσθίει καὶ πίνει. Εἰ τοίνυν οἱ ῥυποῦντες τὴν πορφύραν τὴν βασιλικὴν κολάζονται ὁμοίως, ὥσπερ οἱ διαῤῥηγνύντες· τί ἀπεικὸς καὶ τοὺς ἀκαθάρτῳ διανοίᾳ δεχομένους τὸ σῶμα, τὴν αὐτὴν ὑπομεῖναι τιμωρίαν τοῖς αὐτὸ διαῤῥήξασι διὰ τῶν ἥλων; Ὅρα γοῦν πῶς φοβερὰν ἔδειξεν ὁ Παῦλος τὴν κόλασιν, εἰπών· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνή-σκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τι-μωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ
ἡγιάσθη; Προσέχωμεν τοίνυν ἑαυτοῖς, ἀγαπητοὶ, τοιούτων ἀπολαύοντες ἀγαθῶν· καὶ ὅταν βουληθῶμεν αἰσχρόν τι εἰπεῖν, ἢ συναρπαζομένους ἑαυτοὺς ἴδω-μεν ὑπὸ ὀργῆς, ἢ ἑτέρου τινὸς τοιούτου πάθους, λο-γισώμεθα τίνων κατηξιώθημεν, ὅσου Πνεύματος ἀπη-λαύσαμεν· καὶ ἔσται σωφρονισμὸς ἡμῖν τῶν ἀλό-γων παθῶν οὗτος ὁ λογισμός. Μέχρι γὰρ τίνος τοῖς παροῦσι προσηλώμεθα; μέχρι τίνος οὐ διεγειρόμεθα; μέχρι τίνος οὐ φροντίζομεν τῆς ἑαυτῶν σωτηρίας; Ἐννοήσωμεν τίνων ἡμᾶς κατηξίωσεν ὁ Θεὸς, εὐχα-ριστήσωμεν, δοξάσωμεν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων αὐτῶν· ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:261ΟΜΙΛΙΑ ΜΖ. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς. Ὁ δὲ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν ἐν ἑαυτῷ.» α. Ὅταν περὶ πνευματικῶν διαλεγώμεθα, μηδὲν
PG 59:262ἔστω βιωτικὸν ἐν ταῖς ἡμετέραις ψυχαῖς, μηδὲν γήϊ-νον· ἀλλὰ πάντα ἀναχωρείτω, πάντα ἐξοριζέσθω τὰ τοιαῦτα, καὶ ὅλοι γινώμεθα τῆς τῶν θείων λογίων
PG 59:263ἀκροάσεως μόνης. Εἰ γὰρ βασιλέως ἐπιβαίνοντος πό-λει, ἅπας ἀπελαύνεται θόρυβος· πολλῷ μᾶλλον τοῦ Πνεύματος ἡμῖν διαλεγομένου, μετὰ πολλῆς μὲν ἡσυχίας, μετὰ πολλῆς δὲ τῆς φρίκης ἀκούειν ἡμᾶς δεῖ. Καὶ γὰρ φρίκης ἄξια τὰ λεγόμενα σήμερον. Καὶ πῶς, ἄκουε. Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μή τίς μου φάγῃ τὴν σάρκα, καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ. Ἐπειδὴ ἔμπροσθεν ἔλε-γον, ὅτι ἀδύνατον τοῦτό ἐστι, δείκνυσιν αὐτὸς οὐ μό-νον οὐκ ἀδύνατον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον. Διὸ καὶ ἐπάγει· Ὁ τρώγων μου τὴν σάρκα, καὶ πί-νων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀνα-στήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου οὐκ ἀποθανεῖται εἰς τὸν αἰῶνα· εἰκὸς δὲ ἦν αὐτοῖς προσστῆναι τοῦτο, καθὼς καὶ πρότερον ἔλεγον, Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προφῆται ἀπέθανον, καὶ πῶς σὺ λέγεις, οὐ μὴ γεύσεται θανάτου; τὴν ἀνάστασιν ἔθηκε, λύων τὸ ζητούμενον, καὶ δηλῶν ὅτι οὐκ ἀποθανεῖται εἰς τέλος. Συνεχῶς δὲ στρέφει τὸν περὶ τῶν μυστηρίων λόγον, δεικνὺς τοῦ πράγματος τὸ ἀναγκαῖον, καὶ ὅτι αὐτὸ πάντως γενέσθαι δεῖ. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Τί ἐστιν ὃ λέγει; Ἢ τοῦτο βούλεται εἰπεῖν, ὅτι ἀληθὴς βρῶσις αὕτη ἐστὶν ἡ ψυχὴν σώζουσα· ἢ πιστώσασθαι αὐτοὺς περὶ τῶν εἰρημένων, ὥστε μὴ νομίζειν αἴνιγμα εἶναι τὸ εἰρημένον καὶ παραβολὴν, ἀλλ’ εἰδέναι ὅτι πάντως δεῖ φαγεῖν τὸ σῶμα. Εἶτά φησιν· Ὁ τρώγων μου τὴν σάρκα, ἐν ἐμοὶ μένει. Τοῦτο δὲ ἔλεγε δηλῶν, ὅτι ἐν αὐτῷ ἀνακιρνᾶται. Τὸ δὲ ἑξῆς δοκεῖ μὲν ἀσυνάρτητον εἶναί τι, ἂν μὴ τὸν νοῦν ἐξετάσωμεν. Ποία γὰρ, φησὶν, ἀκολουθία, μετὰ τὸ εἰπεῖν, Ὁ τρώγων μου τὴν σάρκα ἐν ἐμοὶ μένει, ἐπαγαγεῖν, Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα; Ἔχει δὲ πολλὴν τὴν ἁρμονίαν τὸ λεγό-μενον. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγε ζωὴν αἰώ-νιον, κατασκευάζων αὐτὸ ἐπήγαγε τὸ, Ἐν ἐμοὶ μέ-νει. Εἰ γὰρ ἐν ἐμοὶ μένει, ζῶ δὲ ἐγὼ, δῆλον ὅτι κἀκεῖνος ζήσεται. Εἶτά φησι· Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ. Τοῦτο δέ ἐστι συγκριτικὸν καὶ ὁμοιωματικόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ζῶ ἐγὼ οὕτως, ὡς ὁ Πατήρ. Καὶ ἵνα μὴ ἀγέννητον νο-μίσῃς, προσέθηκεν εὐθὺς τὸ, Διὰ τὸν Πατέρα, οὐ τοῦτο δεικνὺς, ὅτι ἐνεργείας τινὸς χρείαν ἔχει πρὸς τὸ ζῇν. Ἀνωτέρω γὰρ τοῦτο ἀναιρῶν ἔλεγεν· Ὥς-περ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ἔχειν ζωὴν ἐν ἑαυτῷ. Εἰ δὲ δεῖται ἐνεργείας, εὑρεθήσεται ἢ ὁ Πατὴρ μὴ δεδω-κὼς οὕτω, καὶ ψευδὴς ὁ λόγος· ἢ εἰ οὕτως ἔδωκεν, οὐδενὸς αὐτὸς λοιπὸν δεηθήσεται ἑτέρου τοῦ συγκρο-τοῦντος. Τί οὖν ἐστι, Διὰ τὸν Πατέρα; Τὴν αἰτίαν ἐνταῦθα αἰνίττεται μόνον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Καθώς ἐστι ζῶν ὁ Πατὴρ, οὕτω κἀγὼ ζῶ. Καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει δι’ ἐμέ. Ζωὴν δὲ ἐν-ταῦθα λέγει, οὐ τὴν ἁπλῶς, ἀλλὰ τὴν εὐδόκιμον. Καὶ ὅτι οὐ περὶ τῆς ἁπλῶς ζωῆς εἶπεν, ἀλλὰ περὶ τῆς ἐνδόξου καὶ ἀποῤῥήτου ἐκείνης, δῆλον ἐκεῖθεν. Καὶ γὰρ πάντες, καὶ οἱ ἄπιστοι ζῶσι καὶ οἱ ἀμύητοι, μὴ φαγόντες ἀπὸ τῆς σαρκὸς ἐκείνης. Ὁρᾷς ὅτι οὐ περὶ ταύτης ὁ λόγος ἐστὶ τῆς ζωῆς, ἀλλὰ περὶ ἐκεί-νης; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὁ τρώγων μου τὴν σάρκα, οὐκ ἀπολεῖται τελευτήσας, οὐδὲ κολασθήσε-ται. Ἀλλ’ οὐδὲ περὶ τῆς ἀναστάσεως τῆς κοινῆς φησι· καὶ γὰρ ὁμοίως πάντες ἀνίστανται· ἀλλὰ περὶ τῆς ἐξαιρέτου, τῆς ἐνδόξου, καὶ μισθὸν ἐχούσης.
PG 59:264Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα, καὶ ἀπέθανον. Ὁ τρώγων τοῦτον τὸν ἄρτον, ζήσει εἰς τὸν αἰῶνα. Συνεχῶς τὸ αὐτὸ περιστρέφει, ὥστε αὐτὸ ἐντυπῶσαι τῇ τῶν ἀκουόντων διανοίᾳ (ἐσχάτη γάρ τις ἦν διδασκαλία ἡ περὶ τούτων), καὶ τὸ περὶ ἀναστάσεως δόγμα πιστῶσαι, καὶ τὸ περὶ ζωῆς αἰω-νίου. Διὸ καὶ τὴν ἀνάστασιν προστίθησιν, ὁμοῦ μὲν ἐπειδὴ εἶπε, ζωῆς αἰωνίου, ὁμοῦ δὲ δεικνὺς ὅτι οὐ νῦν ἐστὶν αὕτη, ἀλλὰ μετὰ τὴν ἀνάστασιν. Καὶ πόθεν ταῦτα δῆλα, φησίν; Ἀπὸ τῶν Γραφῶν. Πανταχοῦ γὰρ αὐτοὺς ἐκεῖ παραπέμπει, παρ’ αὐτῶν κελεύων ταῦτα μαθεῖν. Εἰπὼν δὲ, Ζωὴν διδοὺς τῷ κόσμῳ, καὶ εἰς ζῆλον αὐτοὺς ἐνάγει, ὥστε κἂν ἀλγήσαντας ἐπὶ τῷ ἄλλους ἀπολαύειν τῆς δωρεᾶς, μὴ μεῖναι ἔξω. Συνεχῶς δὲ ἀναμιμνήσκει τοῦ μάννα, καὶ τὸ διάφο-ρον παριστὰς, καὶ αὐτοὺς εἰς πίστιν ἐνάγων. Εἰ γὰρ δυνατὸν ἐγένετο τεσσαράκοντα ἔτεσιν ἀμητοῦ χωρὶς καὶ σίτου καὶ τῆς ἄλλης ἀκολουθίας διακρατῆσαι τὴν ἐκείνων ζωήν· πολλῷ μᾶλλον νῦν, ἅτε ἐπὶ μείζοσι παραγενόμενος, δυνήσεται τοῦτο. Ἄλλως δὲ, καὶ εἰ ἐκεῖνα τύποι τινὲς ἦσαν, καὶ χωρὶς ἱδρώτων καὶ πό-νων συνέλεγον τὸ φερόμενον· πολλῷ μᾶλλον νῦν τοῦτο ἔσται, ἔνθα πολλὴ ἡ διαφορὰ, καὶ τὸ μηδέποτε τελευτᾷν, καὶ τὸ ζωῆς ἀπολαύειν τῆς ἀληθοῦς. Καλῶς δὲ ζωῆς πολλάκις μέμνηται, ἐπειδὴ τοῦτο ποθεινὸν ἀνθρώποις, καὶ οὐδὲν οὕτως ἡδὺ, ὡς τὸ μὴ ἀποθανεῖν. Ἐπεὶ καὶ ἐν τῇ Παλαιᾷ τοῦτο ἦν ἡ ὑπό-σχεσις, μῆκος βίου, καὶ πολλαὶ ἡμέραι· ἀλλὰ νῦν οὐκ ἔστι μῆκος ἁπλῶς, ἀλλὰ ζωὴ τέλος οὐκ ἔχουσα. Ἅμα δὲ καὶ δεῖξαι βούλεται, ὅτι τὴν ἐκ τῆς ἁμαρτίας γενομένην κόλασιν ἀνακαλεῖται νῦν, τὴν ψῆφον λύων ἐκείνην τὴν θανατοῦσαν· καὶ ζωὴν οὐχ ἁπλῶς, ἀλλ’ αἰώνιον εἰσάγων, ἀπεναντίας τοῖς προτέροις. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερ-ναοὺμ, ἔνθα αἱ πλεῖσται γεγένηνται δυνάμεις, ὥστε ἐχρῆν αὐτὸν ἀκουσθῆναι μάλιστα. β. Τίνος δὲ ἕνεκεν ἐν συναγωγῇ ἐδίδασκε, καὶ ἐν ἱερῷ; Ὁμοῦ μὲν τὸ πλῆθος αὐτῶν θηρεῦσαι θέλων, ὁμοῦ δὲ δεῖξαι βουλόμενος, ὅτι οὐκ ἐναντίος ἐστὶ τῷ Πα-τρί. Πολλοὶ δὲ ἐκ τῶν μαθητῶν ἀκούσαντες ἔλεγον· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Τί ἐστι, Σκληρός ἐστι; Τραχὺς, ἐπίπονος, μόχθον ἔχων. Καὶ μὴν οὐδὲν
τοιοῦτον ἔλεγεν· οὐδὲ γὰρ περὶ πολιτείας διελέγετο, ἀλλὰ περὶ δογμάτων, ἄνω καὶ κάτω στρέφων τὴν πίστιν τὴν εἰς ἑαυτόν. Τί οὖν ἐστι, Σκληρός ἐστιν ὁ λόγος; Ὅτι ζωὴν ἐπαγγέλλεται καὶ ἀνάστασιν; ὅτι ἐκ τοῦ οὐρανοῦ ἔφη καταβεβηκέναι; ἀλλ’ ὅτι σωθῆναι ἀδύνατον τὸν μὴ φαγόντα αὐτοῦ τὴν σάρκα; Ταῦτα οὖν, εἰπέ μοι, σκληρά; Καὶ τίς ἂν ταῦτα εἴποι; Τί οὖν ἐστὶ, Σκληρός; Δυσπαράδεκτος, ὑπερβαίνων αὐ-τῶν τὴν ἀσθένειαν, πολὺν ἔχων τὸν φόβον. Ἐνόμιζον γὰρ μείζονα τῆς οἰκείας φθέγγεσθαι καὶ ὑπὲρ αὐτόν. Διὸ καὶ ἔλεγον· Τίς δύναται αὐτοῦ ἀκούειν; ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι τάχα, ἐπειδὴ ἔμελλον ἀποπη-δᾷν. Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζου-σιν οἱ μαθηταὶ περὶ τούτου (καὶ γὰρ τοῦτο τῆς αὐτοῦ θεότητος, τὸ τὰ ἀπόῤῥητα φέρειν εἰς μέσον), εἶτα λέγει· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἂν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον. Τοῦτο καὶ ἐπὶ τοῦ Ναθαναὴλ ἐποίησε, λέγων, Ὅτι εἶπόν σοι ὅτι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει· καὶ ἐπὶ Νικοδήμου, ὅτι Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐ-ρανὸν, εἰ μὴ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐ-ρανῷ. Τί οὖν; ἀπορίας ἀπορίαις συνάπτει; Οὐχί· μὴ γένοιτο· ἀλλὰ τῷ μεγέθει τῶν δογμάτων καὶ τῷ πλήθει αὐτοὺς ἐπαγαγέσθαι βούλεται. Ὁ μὲν γὰρ εἰ-πὼν ἁπλῶς, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, καὶ μηδὲν πλέον προσθεὶς, μᾶλλον ἂν ἐσκανδάλισεν. ὁ δὲ
PG 59:265εἰπὼν, ὅτι Τὸ σῶμά μου ζωὴ τοῦ κόσμου, καὶ ὁ εἰ-πὼν, ὅτι Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ εἰπὼν, ὅτι Ἐκ τοῦ οὐ-ρανοῦ καταβέβηκα, τὴν ἀπορίαν λύει. Ὁ μὲν γὰρ ἕν τι μέγα περὶ ἑαυτοῦ φθεγγόμενος, κἂν ὕποπτος γέ-νοιτο, ὡς πλάττων· ὁ δὲ τοσαῦτα συνείρων ἐφεξῆς, πᾶσαν ἀναιρεῖ τὴν ὑποψίαν. Πάντα δὲ ποιεῖ καὶ λέγει, ὥστε αὐτοὺς ἀπαγαγεῖν τοῦ νομίζειν αὐτοῦ πατέρα τὸν Ἰωσήφ. Οὐ τοίνυν τὸ σκάνδαλον ἐπιτεῖναι θέλων, τοῦτο ἔλεγεν, ἀλλὰ λῦσαι μᾶλλον. Ὁ μὲν γὰρ ἀπὸ τοῦ Ἰωσὴφ αὐτὸν εἶναι νομίζων, οὐκ ἂν παρεδέξατο τὰ λεγόμενα· ὁ δὲ πεισθεὶς, ὅτι ἐκ τοῦ οὐρανοῦ κατα-βέβηκε, καὶ ἐκεῖ ἀναβήσεται, εὐκολώτερον ἂν προς-έσχε τοῖς λεγομένοις. Μετὰ δὲ τούτων καὶ ἑτέραν λύσιν ἐπάγει, λέγων· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πνευματικῶς δεῖ τὰ περὶ ἐμοῦ ἀκούειν· ὁ γὰρ σαρκικῶς ἀκούσας, οὐδὲν ἀπώνατο, οὔτε χρηστόν τι ἀπέλαυσε. Σαρκικὸν δὲ ἦν τὸ ἀμφισβητεῖν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ τὸ νομίζειν, ὅτι υἱός ἐστιν Ἰωσὴφ, καὶ τὸ, Πῶς δύναται ἡμῖν τὴν σάρκα δοῦναι φαγεῖν; Ταῦτα πάντα σαρκικά· ἅπερ ἔδει μυστικῶς νοεῖν καὶ πνευματικῶς. Καὶ πόθεν, φησὶν, ἠδύναντο νοῆσαι τί ποτέ ἐστιν τὸ σάρκα φα-γεῖν ἐκεῖνοι; Οὐκοῦν ἔδει τὸν προσήκοντα ἀναμεῖναι καιρὸν, καὶ πυνθάνεσθαι, καὶ μὴ ἀπαγορεύειν. Τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή· τουτέστιν, θεῖα καὶ πνευματικά ἐστιν, οὐδὲν ἔχοντα σαρκικὸν, οὐδὲ ἀκολουθίαν φυσικήν· ἃ καὶ ἀπήλλακται πάσης μὲν τοιαύτης ἀνάγκης, καὶ ὑπέρκειται καὶ τῶν νόμων τῶν ἐνταῦθα κειμένων· ἕτερον δὲ ἔχει νοῦν ἐξηλλαγμένον. Ὥσπερ οὖν ἐνταῦθα τὸ πνεῦμα εἶπεν ἀντὶ τοῦ πνευματικὰ, οὕτω σάρκα εἰπὼν, οὐ σαρκικὰ εἶπεν, ἀλλὰ τὸ σαρκικῶς ἀκοῦσαι, ἅμα καὶ αὐτοὺς αἰνιττόμενος, ὅτι ἀεὶ σαρκικῶν ἐπε-θύμουν, δέον πνευματικῶν ἐφίεσθαι. Ἐὰν γὰρ αὐτὸ σαρκικῶς τις ἐκλάβοι, οὐδὲν ἀπώνατο. Τί οὖν; οὐκ ἔστι ἡ σὰρξ αὐτοῦ σάρξ; Καὶ σφόδρα μὲν οὖν. Καὶ πῶς εἶπεν, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν; Οὐ περὶ τῆς ἑαυτοῦ σαρκὸς λέγων· μὴ γένοιτο· ἀλλὰ περὶ τῶν σαρκικῶς ἐκλαμβανόντων τὰ λεγόμενα. Τί δέ ἐστι τὸ σαρκικῶς νοῆσαι; Τὸ ἁπλῶς εἰς τὰ προκείμενα ὁρᾷν, καὶ μὴ πλέον τι φαντάζεσθαι. Τοῦτο γάρ ἐστι σαρκι-κῶς. Χρὴ δὲ μὴ οὕτω κρίνειν τοῖς ὁρωμένοις, ἀλλὰ πάντα τὰ μυστήρια τοῖς ἔνδον ὀφθαλμοῖς κατοπτεύειν. Τοῦτο γάρ ἐστι πνευματικῶς. Ἄρα ὁ μὴ τρώγων αὐ-τοῦ τὴν σάρκα, καὶ πίνων αὐτοῦ τὸ αἷμα. οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ· πῶς οὖν οὐδὲν ὠφελεῖ ἡ σὰρξ, ἧς ἄνευ ζῇν οὐκ ἔνι; Ὁρᾷς ὅτι τὸ, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐ-δὲν, οὐ περὶ τῆς σαρκὸς αὐτοῦ εἴρηται, ἀλλὰ περὶ τῆς σαρκικῆς ἀκροάσεως; Ἀλλ’ εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσι. Πάλιν κατὰ τὸ σύνηθες αὐτοῦ τοῖς λόγοις ἀξίωμα περιτίθησι, τά τε μέλλοντα προλέγων, καὶ δεικνὺς ὡς οὐ τῆς ἐκείνων δόξης ἐφιέμενος ταῦτα ἔλεγεν, ἀλλ’ αὐτῶν κηδόμενος. Εἰπὼν δὲ, Τινὲς, τοὺς μαθητὰς ὑπεξήγαγε. Παρὰ γὰρ τὴν ἀρχὴν ἔλεγε· Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ μοι· ἐνταῦθα δὲ, Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγε, Διὰ τοῦτο εἴρηκα, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν ἐκ τοῦ Πατρός μου. Τὸ ἑκούσιον ἐνταῦθα τῆς οἰκονομίας ὁ εὐαγγελιστὴς ἡμῖν αἰνίττεται, καὶ τὸ ἀνεξίκακον. Καὶ τὸ Ἐξ ἀρχῆς δὲ οὐχ ἁπλῶς ἐνταῦθα κεῖται, ἀλλ’ ἵνα μάθῃς αὐτοῦ τὴν
PG 59:266ἄνωθεν πρόγνωσιν, καὶ ὅτι πρὸ τῶν ῥημάτων τούτων, καὶ οὐ μετὰ τὸ γογγύσαι, οὐδὲ μετὰ τὸ σκανδαλισθῆ-ναι τὸν προδότην ᾔδει, ἀλλὰ καὶ πρὸ τούτου, ὅπερ ἦν θεότητος. Εἶτα καὶ ἐπήγαγεν, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν ἐκ τοῦ Πατρός μου, πείθων αὐτοὺς Πατέρα αὐτοῦ νομίζειν τὸν Θεὸν, ἀλλὰ μὴ τὸν Ἰωσὴφ, καὶ δεικνὺς ὅτι οὐκ ἔστι τὸ τυχὸν τὸ πιστεῦ-σαι εἰς αὐτόν. Μονονουχὶ γὰρ τοῦτό φησιν, Οὐ θο-ρυβοῦσιν, οὐδὲ ταράττουσιν, οὐδὲ ξενίζουσί με οἱ μὴ πιστεύοντες· οἶδα τοῦτο ἄνωθεν πρὶν ἢ γενέσθαι· οἶδα τίσιν ἔδωκεν ὁ Πατήρ. γ. Ὅταν δὲ ἀκούσῃς, ὅτι Δέδωκε, μὴ ἀποκλήρωσιν ἁπλῶς νόμιζε, ἀλλ’ ἐκεῖνο πίστευε, ὅτι ὁ παρασχὼν ἑαυτὸν ἄξιον τοῦ λαβεῖν, αὐτὸς ἔλαβεν. Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ’ αὐτοῦ περιεπάτουν. Καλῶς καὶ ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ἀνεχώρησαν, ἀλλὰ, Ἀπῆλ-θον εἰς τὰ ὀπίσω, δηλῶν ὅτι τῆς κατὰ ἀρετὴν ἐπιδό-σεως ὑπετέμοντο, καὶ ὅτι ἣν εἶχον πάλαι πίστιν ἀπώ-λεσαν, ἀποσχίσαντες ἑαυτούς. Ἀλλ’ οὐχ οἱ δώδεκα τοῦτο ἔπαθον. Διὸ καί φησι πρὸς αὐτούς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; δεικνὺς πάλιν ὅτι οὐ δεῖται τῆς διακονίας αὐτῶν καὶ τῆς θεραπείας, οὐδὲ διὰ τοῦτο αὐτοὺς περιῆγεν ἐπιδεικνύμενος. Πῶς γὰρ ὁ καὶ τούτοις ταῦτα λέγων; Διατί οὖν αὐτοὺς μὴ ἐπῄ-νεσε; διατί μὴ ἐθαύμασεν; Ὁμοῦ μὲν τὸ τοῦ διδα-σκάλου πρέπον ἀξίωμα τηρῶν, ὁμοῦ δὲ δεικνὺς, ὅτι διὰ τούτου μᾶλλον ἐφέλκεσθαι ἔδει τοῦ τρόπου. Εἰ μὲν γὰρ ἐπῄνεσε, νομίζοντες αὐτῷ χάριν διδόναι, κἂν ἔπαθόν τι ἀνθρώπινον· τῷ δὲ δεικνύναι μὴ δεόμενον αὐτὸν τῆς ἀκολουθήσεως αὐτῶν, κατεῖχε μᾶλλον. Καὶ ὅρα πῶς αὐτὸ συνετῶς εἴρηκεν. Οὐ γὰρ εἶπεν, Ἀπέλ-θετε· τοῦτο γὰρ ἀπωθουμένου ἦν· ἀλλ’ ἐρωτᾷ λέγων, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ὅπερ πᾶσαν ἦν ἀφαιροῦντος βίαν καὶ ἀνάγκην, καὶ οὐ βουλομένου αἰδοῖ τινι προσηρτῆσθαι, ἀλλὰ μετὰ τοῦ χάριν εἰδέναι. Τῷ δὲ μήτε ἐκείνων κατηγορῆσαι φανερῶς, ἀλλ’ ἠρέμα καθάψασθαι, ἔδειξεν ὅπως δεῖ φιλοσοφεῖν ἐν τοῖς τοιούτοις. Ἡμεῖς δὲ τἀναντία πάσχομεν· εἰκό-τως, ἐπειδὴ τῆς οἰκείας ἐχόμενοι δόξης, ἅπαντα
πράττομεν. Διὸ καὶ ἐλαττοῦσθαι νομίζομεν τὰ ἡμέ-τερα διὰ τῆς ἀναχωρήσεως τῶν θεραπευόντων. Οὕτως δὲ οὔτε ἐκολάκευσεν, οὔτε διεκρούσατο, ἀλλ’ ἠρώτη-σεν. Οὐκ ἄρα καταφρονοῦντος ἦν, ἀλλὰ μὴ βουλομέ-νου βίᾳ καὶ ἀνάγκῃ κατέχεσθαι. Τὸ γὰρ οὕτω μένειν ἴσον ἐστὶ τοῦ ἀπελθεῖν. Τί οὖν ὁ Πέτρος; Πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν, ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁρᾷς ὅτι οὐ τὰ ῥήματα ἦν τὰ σκανδαλίζοντα, ἀλλ’ ἡ ἀπροσε-ξία καὶ ἡ ῥᾳθυμία καὶ ἀγνωμοσύνη τῶν ἀκουόντων; Καὶ γὰρ καὶ εἰ μὴ εἶπεν, ἐσκανδαλίσθησαν ἂν, καὶ οὐκ ἂν ἐπαύσαντο, τροφῇ προσέχοντες ἀεὶ σωματικῇ, καὶ τῇ γῇ προσηλωμένοι. Ἄλλως δὲ, καὶ οὗτοι μετ’ ἐκείνων ἤκουον· ἀλλ’ ὅμως τἀναντία ἐκείνων ἀπεφή-ναντο, λέγοντες· Πρὸς τίνα ἀπελευσόμεθα; Πολλῆς τὸ ῥῆμα φιλοστοργίας ἐμφαντικόν. Δείκνυσι γὰρ ὅτι παντὸς αὐτοῖς ἐστιν ὁ Διδάσκαλος τιμιώτερος, καὶ πατέρων, καὶ μητέρων, καὶ τῶν ὄντων ἁπάντων, καὶ ἀποστάντας αὐτοῦ οὐκ ἔνι λοιπὸν ποῦ καταφυγεῖν. Εἶτα, ἵνα μὴ δοκῇ τὸ, Πρὸς τίνα ἀπελευσόμεθα; διὰ τοῦτο εἰρηκέναι αὐτὸν, ὡς οὐκ ὄντων τῶν ὑποδε-ξαμένων αὐτοὺς, εὐθέως ἐπήγαγε· Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Οἱ μὲν γὰρ σαρκικῶς καὶ μετὰ λογισμῶν ἀνθρωπίνων ἤκουον, οὗτοι δὲ πνευματικῶς,
PG 59:267καὶ τῇ πίστει τὸ πᾶν ἐπιτρέποντες. Διὸ καὶ ὁ Χριστὸς ἔλεγε· Πνεῦμά ἐστι τὰ ῥήματα, ἃ λελάληκα ὑμῖν· τουτέστι, μὴ ὑπολάβῃς τῇ τῶν πραγμάτων ἀκολου-θίᾳ, καὶ τῇ τῶν γινομένων ἀνάγκῃ τῶν ῥημάτων τῶν ἐμῶν τὴν διδασκαλίαν ὑποκεῖσθαι. Οὐ τοιαῦτα τὰ πνευματικά· οὐκ ἀνέχεται δουλεύειν νόμοις τοῖς ἐπὶ γῆς. Τοῦτο καὶ Παῦλος δηλοῖ, λέγων· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι, Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Ἤδη τὴν ἀνάστασιν οὗτοι παρεδέξαντο καὶ τὴν ἐκεῖ λῆξιν ἅπα-σαν. Ὅρα δὲ τὸν φιλάδελφον, τὸν φιλόστοργον, πῶς ὑπὲρ παντὸς ἀπολογεῖται τοῦ χοροῦ· οὐ γὰρ εἶπεν Ἔγνωκα, ἀλλ’ Ἐγνώκαμεν· μᾶλλον δὲ σκόπει πῶς ἐπ’ αὐτῶν ἔρχεται τῶν ῥημάτων τοῦ διδασκάλου, οὐ τὰ αὐτὰ τοῖς Ἰουδαίοις φθεγγόμενος. Οἱ μὲν γὰρ ἔλεγον· Οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ· οὗτος δὲ, ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ, ὅτι Ῥήματα ζωῆς αἰωνίου ἔχεις· τάχα πολλάκις ἀκούσας αὐτοῦ λέγοντος, ὅτι Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. Ἔδειξε γὰρ ὅτι πάντα κατέχει τὰ εἰρημένα, αὐτῶν ἀναμνήσας τῶν ῥημάτων. Τί οὖν ὁ Χριστός; Οὐκ ἐπῄνεσε τὸν Πέτρον, οὐδὲ ἐθαύμασε, καίτοι ἀλλαχοῦ τοῦτο ποιήσας· ἀλλὰ τί φησιν; Οὐχὶ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν; Ἐπειδὴ γὰρ εἶπε, Καὶ ἡμεῖς πεπιστεύκαμεν, ἐξαιρεῖ τοῦ χοροῦ τὸν Ἰούδαν. Ἐκεῖ μὲν γὰρ οὐδὲν περὶ τῶν μαθητῶν αὐτὸς εἶπε, ἀλλὰ τοῦ Χριστοῦ εἰπόντος· Ὑμεῖς δὲ τίνα με λέγετε; φησί· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν-τος. Ἐνταῦθα δὲ ἐπειδὴ εἶπε, Καὶ ἡμεῖς πεπιστεύ-καμεν, εἰκότως οὐκ ἀφίησι τὸν Ἰούδαν εἰς τὸν ἐκεί-νων χορόν. Τοῦτο δὲ ἐποίει, πόῤῥωθεν καὶ ἄνωθεν τοῦ προδότου τὴν κακίαν ἀνακρουόμενος, εἰδὼς μὲν ὅτι οὐδὲν ὀνήσει, τὸ δὲ ἑαυτοῦ πράττων. δ. Καὶ θέα τὴν σοφίαν· οὔτε αὐτὸν φανερὸν ἐποίη-σεν, οὔτε λαθεῖν εἴασεν ἐκεῖνο μὲν, ἵνα μὴ ἀναισχυνθῇ καὶ φιλονεικότερος γένηται· τοῦτο δὲ, ἵνα μὴ νομί-ζων λανθάνειν, ἀδεῶς ἐργάσηται τὸ τόλμημα. Διὸ καὶ προϊὼν φανερωτέρους ἐπάγει τοὺς ἐλέγχους. Πρό-τερον μὲν γὰρ καὶ αὐτὸν μετὰ τῶν ἄλλων ἠρίθμησεν, εἰπὼν, ὅτι Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν (ὅτι δὲ καὶ τὸν προδότην ἠρίθμησεν, ἐδήλωσεν εἰπὼν ὁ εὐαγγελιστής· Ἤδει γὰρ ἐξ ἀρχῆς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν)· ἐπειδὴ δὲ ἐνέμεινε, σφοδρότερον ἐπάγει τὸν ἔλεγχον, Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν, καὶ κοινὸν πᾶσι τὸν φόβον καθίστησιν, ἐκεῖνον συσκιάσαι βουλό-μενος. Ἄξιον δὲ ἐνταῦθα διαπορῆσαι, τί δήποτε νῦν μὲν οὐδὲν λέγουσιν οἱ μαθηταὶ, ὕστερον δὲ δεδοίκασι καὶ διαποροῦνται πρὸς ἀλλήλους ὁρῶντες καὶ πυνθα-νόμενοι, Μή τι ἐγώ εἰμι, Κύριε; Καὶ τῷ Ἰωάννῃ ὁ Πέτρος ἐννεύει μαθεῖν τὸν προδότην, καὶ πυ-θέσθαι τοῦ Διδασκάλου τίς ἐστιν. Τί ποτε οὖν ἐστι τὸ αἴτιον; Οὔπω ἦν ὁ Πέτρος ἀκούσας, Ὕπαγε ὀπίσω μου, σατανᾶ. Διὰ τοῦτο οὐδέ τι δέος εἶχεν· ἐπειδὴ δὲ ἐπετιμήθη, καὶ ἀπὸ πολλῆς διαθέσεως εἰπὼν, οὐκ εὐδοκίμησεν, ἀλλὰ καὶ σατανᾶς ἤκουσεν· ἀκούων ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με, εἰκότως λοιπὸν ἔδεισε. Ἄλλως δὲ, οὐδὲ νῦν φησιν, Εἷς ἐξ ὑμῶν παραδώσει με, ἀλλ’, Εἷς ἐξ ὑμῶν διάβολός ἐστι. Διόπερ οὐδὲ ᾔδεσαν τὸ λεγόμενον, ἀλλὰ πονη-ρίας ᾤοντο σκώπτεσθαι μόνον. Τί δήποτε δὲ τὸ Οὐχὶ ἐγὼ ὑμᾶς, εἶπεν, τοὺς δώδεκα ἐξελεξάμην, καὶ
PG 59:268εἷς ἐξ ὑμῶν διάβολός ἐστι; Κολακείας ἀπηλλαγμέ-νην αὐτοῦ τὴν διδασκαλίαν δεικνύς. Ἐπειδὴ γὰρ πάντων αὐτὸν ἐγκαταλειψάντων αὐτοὶ παρέμειναν μόνοι, καὶ διὰ τοῦ Πέτρου ὡμολόγουν εἶναι Χριστὸν, ἵνα μὴ νομίσωσιν ὅτι διὰ τοῦτο ἔμελλεν αὐτοὺς κο-λακεύειν, ἀπάγει ταύτης τῆς ὑποψίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδέν με δυσωπεῖ πρὸς τὸ τοὺς κα-κοὺς μὴ ἐλέγχειν· μὴ νομίσητε ὅτι ἐπειδὴ ἐπεμεί-νατε, κολακεῦσαι ὑμᾶς αἱρήσομαι· ἢ ἐπειδὴ ἠκολου-θήσατε, οὐκ ἐλέγχω τοὺς πονηρούς. Ὃ γὰρ πολὺ τούτου μεῖζόν ἐστιν εἰς τὸ δυσωπῆσαι τὸν διδάσκαλον, οὐδὲ τοῦτό με δυσωπεῖ. Ὁ μὲν γὰρ παραμένων, τῆς αὐτοῦ φιλοστοργίας παρέχεται τεκμήριον· ὁ δὲ ἐκλε-γεὶς παρὰ τοῦ διδασκάλου, περιάπτει δόξαν ἀνοίας, ἐκριπτούμενος παρὰ τοῖς ἀνοήτοις. Ἀλλ’ ὅμως οὐδὲ τοῦτό με ἀπάγει τῶν ἐλέγχων. Τοῦτο γοῦν καὶ νῦν ἐγκαλοῦσι τῷ Χριστῷ Ἕλληνες ψυχρῶς καὶ ἀνοήτως. Οὐ γὰρ ἀνάγκῃ καὶ βίᾳ ποιεῖν ἀγαθοὺς εἴωθεν ὁ Θεὸς, οὐδὲ ἡ ἐκλογὴ αὐτοῦ καὶ ἡ αἵρεσις βιαστικὴ τῶν καλουμένων ἐστὶν, ἀλλὰ προτρεπτική. Καὶ ἵνα μάθῃς. ὅτι οὐ βιάζεται ἡ κλῆσις, σκόπει πόσους συνέβη τῶν κληθέντων ἀπολέσθαι. Ὅθεν φανερὸν, ὅτι καὶ ἐν τῇ γνώμῃ κεῖται τῇ ἡμετέρᾳ, τὸ σωθῆναι καὶ ἀπολέσθαι. ε. Ταῦτα οὖν ἀκούοντες, παιδευώμεθα νήφειν ἀεὶ καὶ ἐγρηγορέναι. Εἰ γὰρ ὁ εἰς τὸν ἅγιον ἐκεῖνον χορὸν τελῶν, ὁ τοσαύτης ἀπολελαυκὼς δωρεᾶς, ὁ σημεῖα πεποιηκώς (καὶ γὰρ καὶ αὐτὸς μετὰ τῶν ἄλλων ἦν τῶν πεμφθέντων νεκροὺς ἐγεῖραι καὶ λεπροὺς καθα-ρίσαι), ἐπειδὴ ἑάλω νοσήματι δεινῷ τῷ τῆς φιλαρ-γυρίας κακῷ, καὶ τὸν Δεσπότην τὸν ἑαυτοῦ προὔδω-κεν, οὐδὲν αὐτὸν ὠφέλησαν, οὔτε αἱ εὐεργεσίαι, οὐχ αἱ δωρεαὶ, οὐ τὸ μετ’ αὐτοῦ εἶναι, οὐ θεραπεία, οὐ τὸ τοὺς πόδας νίψαι, οὐ τὸ τῆς τραπέζης κοινωνῆσαι, οὐ τὸ γλωσσόκομον κατέχειν, ἀλλὰ καὶ ἐφόδια αὐτῷ ταῦτα κολάσεως γέγονε· φοβηθῶμεν καὶ ἡμεῖς, μή ποτε τὸν Ἰούδαν μιμησώμεθα διὰ τῆς φιλαργυρίας. Οὐ προδίδως τὸν Χριστόν; Ἀλλ’ ὅταν περιίδῃς πένητα λιμῷ τηκόμενον, ἢ ὑπὸ ψύχους διαφθειρόμενον, τὴν αὐτὴν καὶ αὐτὸς ἐφέλκῃ καταδίκην. Καὶ ὅταν ἀν-αξίως μετέχωμεν τῶν μυστηρίων, ὁμοίως ἀπολλύμεθα τοῖς χριστοκτόνοις. Ὅταν ἁρπάζωμεν, ὅταν ἄγχωμεν τοὺς καταδεεστέρους, μεγίστην ἐπισπασόμεθα τὴν
τιμωρίαν· καὶ μάλα εἰκότως. Μέχρι γὰρ τίνος ὁ ἔρως ἡμᾶς οὕτω κατέχει τῶν παρόντων πραγμάτων τῶν περιττῶν καὶ ἀνονήτων; Ὁ γὰρ πλοῦτος ἐν τοῖς πε-ριττοῖς, ἐν οἷς οὐδὲν ὄφελος γίνεται. Μέχρι τίνος προσηλώμεθα τοῖς ματαίοις; μέχρι τίνος οὐ διαποβλέπομεν ἐν τοῖς οὐρανοῖς, οὐ νήφομεν, οὐ λαμ-βάνομεν κόρον τῶν γηί̈νων τούτων καὶ παραῤῥεόν-των; οὐ παιδευόμεθα διὰ τῆς πείρας αὐτῶν τὴν εὐτέ-λειαν; Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν πλουτήσαντας. Οὐχὶ ὄναρ πάντα ἐκεῖνα; οὐχὶ σκιὰ καὶ ἄνθος, οὐ ῥεῦμα παραῤῥέον; οὐχὶ διήγημα καὶ μῦθος; Ὁ δεῖνα πεπλούτηκε· καὶ ποῦ νῦν ὁ πλοῦτος; Ἀπώλετο καὶ διέφθαρται· ἀλλὰ τὰ δι’ αὐτὸν ἁμαρτήματα διαμένει, καὶ ἡ διὰ τὰ ἁμαρτήματα κόλασις. Μᾶλλον δὲ, εἰ μὴ κόλασις ἦν, μηδὲ βασιλεία προὔκειτο, τὸ ὁμόφυλον καὶ τὸ ὁμογενὲς αἰδεσθῆναι ἐχρῆν, τὸ ὁμοιοπαθὲς δυς-ωπηθῆναι. Νῦν δὲ κύνας μὲν τρέφομεν· πολλοὶ δὲ καὶ ὀνάγρους καὶ ἄρκτους, καὶ διάφορα θηρία· ἄν-θρωπον δὲ περιορῶμεν λιμῷ τηκόμενον, καὶ τιμιώτε-ρον ἡμῖν τὸ ἀλλότριον τοῦ συγγενοῦς, καὶ ἀτιμότερον ἡμῖν τὸ οἰκεῖον τοῦ μὴ ὄντος οὐδὲ προσήκοντος. Ἀλλ’ οἰκοδομεῖσθαι λαμπρὰς οἰκίας καὶ πολλοὺς ἔχειν οἰ-κέτας, καὶ εἰς χρυσοῦν ὄροφον κατακειμένους ὁρᾷν καλόν; Περιττὸν μὲν οὖν καὶ ἀνόνητον. Ἔστιν ἄλλα οἰκοδομήματα, λαμπρότερα πολλῷ καὶ σεμνότερα

Homily XLVIIIHomilia XLVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:269τούτων· ἐπὶ τοῖς τοιούτοις εὐφραίνειν τοὺς ὀφθαλμοὺς ἀναγκαῖον· ὁ γὰρ κωλύσων οὐδείς. Βούλει κάλλιστον ὄροφον ἰδεῖν; Ἑσπέρας καταλαβούσης, ἴδε κατηστε-ρισμένον τὸν οὐρανόν. Ἀλλ’ οὐκ ἔστιν ἔμος ὄροφος, φησί. Καὶ μὴν οὗτος μᾶλλον σὸς, ἢ ἐκεῖνος. Καὶ γὰρ διὰ σὲ γέγονε, καὶ κοινός σοι μετὰ τῶν ἀδελφῶν ἐστιν· οὗτος δὲ οὐ σὸς, ἀλλὰ τῶν μετὰ τὴν τελευτὴν κληρο-νομούντων. Καὶ ὁ μὲν τὰ μέγιστα ὠφελῆσαι δυνήσε-ται, διὰ τοῦ κάλλους πρὸς τὸν Δημιουργὸν παραπέμ-πων· οὗτος δὲ τὰ μέγιστά σε καταβλάψει, κατήγορός σου μέγιστος ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως γινόμενος, ὅταν αὐτὸς μὲν χρυσῷ περιβεβλημένος ᾖ, ὁ δὲ Χρι-στὸς μηδὲ ἀναγκαῖον ἔχων ἱμάτιον. Μὴ δὴ τοσαύτην ἄνοιαν ὑπομένωμεν· μηδὲ διώκωμεν τὰ φεύγοντα, καὶ φεύγωμεν τὰ μένοντα· μηδὲ προδῶμεν ἡμῶν τὴν
PG 59:270σωτηρίαν, ἀλλ’ ἀντεχώμεθα τῆς μελλούσης ἐλπίδος· οἱ μὲν γεγηρακότες, ἅτε εἰδότες φανερῶς, ὅτι ὀλίγος ἡμῖν ὑπολείπεται τῆς ζωῆς χρόνος· οἱ δὲ νέοι, ἅτε πεπεισμένοι σαφῶς, ὅτι οὐ πολὺ τὸ λειπόμενον. Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἡ ἡμέρα ἐκείνη ἔρ-χεται. Ταῦτ’ οὖν εἰδότες, καὶ γυναῖκες ἄνδρας παρα-καλῶμεν, καὶ ἄνδρες γυναῖκας νουθετῶμεν, καὶ νεω-τέρους καὶ παρθένους διδάσκωμεν, καὶ πάντες ἀλλή-λους παιδεύωμεν, τῶν μὲν παρόντων ὑπερορᾷν, τῶν δὲ μελλόντων ἐφίεσθαι, ἵνα καὶ τυχεῖν αὐτῶν δυνη-θῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:269ΟΜΙΛΙΑ ΜΗ. Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία. α. Οὐδὲν φθόνου χεῖρον καὶ βασκανίας· οὕτως ὁ θά-νατος εἰς τὸν κόσμον εἰσῆλθεν. Ἐπειδὴ γὰρ εἶδεν ὁ διά-βολος τὸν ἄνθρωπον τιμώμενον, οὐκ ἐνεγκὼν τὴν εὐ-ημερίαν, πάντα ἔπραττεν ὥστε αὐτὸν ἀνελεῖν. Καὶ πανταχοῦ τῆς ῥίζης ταύτης τοῦτον ἴδοι τις ἂν τὸν καρπὸν γινόμενον. Οὕτω καὶ Ἄβελ ἐσφάγη, οὕτω καὶ ὁ Δαυὶ̈δ ἔμελλεν, οὕτω καὶ ἄλλοι πολλοὶ τῶν δικαίων· ἐντεῦθεν καὶ Ἰουδαῖοι χριστοκτόνοι γεγόνασι. Καὶ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγε· Μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ εἶχεν ἐξουσίαν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Τί λέγεις, ὦ μακάριε Ἰωάννη; Οὐκ εἶχεν ἐξουσίαν ὁ δυνηθεὶς πάντα ὅσα ἠθέλησεν; ὁ εἰπὼν, Τίνα ζητεῖτε, καὶ ῥίψας αὐτοὺς εἰς τὰ ὀπίσω; ὁ παρὼν καὶ μὴ ὁρώμε-νος, οὗτος οὐκ εἶχεν ἐξουσίαν; Πῶς δὲ καὶ ὕστερον εἰς μέσον αὐτῶν παρελθὼν, ἐν μέσῳ τῷ ἱερῷ, ἐν μέσῃ τῇ ἑορτῇ, συνόδου οὔσης, καὶ τῶν φονώντων παρόν-των, διελέγετο ταῦτα, ἃ μᾶλλον αὐτοὺς παρώξυνε; Τοῦτο γοῦν καὶ ἐθαύμαζον λέγοντες, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Τίνα δή ἐστι ταῦτα τὰ αἰνίγματα; Ἄπαγε· οὐχ ἵνα αἰνίγματα λέγειν νομισθῇ, οὕτως εἶπεν, ἀλλ’ ἵνα δηλώσῃ ὅτι καὶ τὰ τῆς θεότητος ἐπεδείκνυτο, καὶ τὰ τῆς ἀνθρωπότητος. Ὅταν μὲν γὰρ λέγῃ, ὅτι Ἐξουσίαν οὐκ εἶχεν, ὡς περὶ ἀνθρώπου διαλέγεται, πολλὰ καὶ ἀνθρωπίνως ποιοῦντος· ὅταν δὲ λέγῃ, ὅτι ἐν μέσοις αὐτοῖς εἰστή-κει, καὶ οὐ κατεῖχον αὐτὸν, τῆς θεότητος τὴν δύναμιν ἐνδείκνυται δηλονότι. Καὶ γὰρ ἔφευγεν ὡς ἄνθρωπος, καὶ ἐφαίνετο ὡς Θεός· ἀμφότερα ἀληθεύων. Τό τε γὰρ ἐν μέσοις ὄντα τοῖς ἐπιβουλεύουσι μὴ κατέχεσθαι, τὸ ἀκαταγώνιστον αὐτοῦ καὶ ἄμαχον ἐδήλου· τό τε ὑπο-στέλλεσθαι, τὴν οἰκονομίαν ἐβεβαίου καὶ ἐπιστοῦτο, ἵνα μήτε Παῦλος ὁ Σαμοσατεὺς ἔχῃ τι λέγειν, μήτε Μαρκίων, καὶ οἱ τὰ ἐκείνων νοσοῦντες. Διὰ τούτου τοίνυν πάντων ἐμφράττει τὰ στόματα. Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία. Τὸ, Μετὰ ταῦτα, οὐδὲν ἄλλο δηλοῖ, ἢ ὅτι πολὺν μεταξὺ χρόνον ἐπιτεμὼν ὑπερεπήδησε. Καὶ τοῦτο δῆλον ἐκεῖ-θεν· ὅτε γὰρ εἰς τὸ ὄρος ἐκάθητο, φησὶν, ἦν ἡ ἑορτὴ
PG 59:270τοῦ Πάσχα· ἐνταῦθα δὲ τῆς Σκηνοπηγίας μέμνηται, καὶ ἐν τοῖς πέντε μησὶν οὐδὲν ἕτερον ἡμῖν διηγήσατο, οὔτε ἐδίδαξεν ἡμᾶς ἄλλο τι, ἢ τὸ κατὰ τοὺς ἄρ-τους σημεῖον, καὶ τὴν πρὸς τοὺς φαγόντας γενομένην δημηγορίαν· καίτοι αὐτὸς οὐ διελίμπανε σημεῖα ποιῶν καὶ διαλεγόμενος, οὐκ ἐν ἡμέρᾳ, οὐκ ἐν ἑσπέρᾳ, πολλά-κις δὲ καὶ νυκτός. Τοῖς γοῦν μαθηταῖς οὕτως ἐπέστη, ὡς πάντες φασὶν οἱ εὐαγγελισταί. Τί δή ποτε οὖν παρέλιπον ἐκεῖνο; Ὅτι οὐκ ἐνῆν ἅπαντα καταλέγειν. Ἄλλως δὲ, καὶ ταῦτα λέγειν ἐσπουδάκασιν, ὑπὲρ ὧν ἢ μέμψις ἢ ἀντι-λογία τις παρὰ τῶν Ἰουδαίων ἔμελλε παρακολουθεῖν. Ἐκείνοις μὲν γὰρ πολλὰ ὅμοια ἦν. Καὶ γὰρ ὅτι νοσοῦν-τας ἐθεράπευσε, καὶ νεκροὺς ἤγειρε, καὶ ὅτι ἐθαυμά-σθη, πολλάκις ἀνέγραψαν· ἔνθα δὲ ξένον ἔχουσι λέγειν τι, ἢ μέμψιν τινὰ δοκοῦσαν κατ’ αὐτοῦ φύεσθαι διηγεῖ-σθαι, ταῦτα τιθέασιν· οἷον δὴ καὶ τὸ νῦν ἐστιν, ὅτι οἱ ἀδελφοὶ αὐτοῦ ἠπίστουν αὐτῷ· καὶ γὰρ οὐ τὴν τυ-χοῦσαν ἔχει διαβολὴν τὸ πρᾶγμα. Καὶ ἄξιον θαυμά-σαι τὸ φιλάληθες αὐτῶν ἦθος, πῶς οὐκ αἰσχύνονται λέγοντες ταῦτα, ἃ δοκεῖ τῷ διδασκάλῳ φέρειν αἰσχύ-νην, ἀλλὰ καὶ ταῦτα μάλιστα τῶν ἄλλων ἐσπουδάκα-σιν ἀπαγγέλλειν. Καὶ νῦν γοῦν πολλὰ παραδραμὼν καὶ σημεῖα καὶ θαύματα καὶ δημηγορίας, ἐπὶ τοῦτο εὐθέως ἐπεπήδησεν. Εἶπον γὰρ, φησὶ, πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς. Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. Φανέρωσον σεαυ-τὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπί-στευον εἰς αὐτόν. Καὶ ποία, φησὶν, ἀπιστία ἐνταῦ-θα; Παρακαλοῦσι γὰρ αὐτὸν θαυματουργῆσαι. Πολλὴ σφόδρα. Ἀπιστίας γὰρ καὶ τὰ ῥήματα καὶ ἡ θρα-σύτης, καὶ ἡ ἄκαιρος παῤῥησία. Ὤοντο γὰρ ἀπὸ τῆς
συγγενείας ἐξεῖναι αὐτοῖς μετὰ παῤῥησίας διαλέγε-σθαι. Καὶ δοκεῖ μὲν ἡ ἀξίωσις δῆθεν φίλων εἶναι· πολλῆς δὲ πικρίας ἦν τὰ λεγόμενα· ἐνταῦθα γὰρ αὐτῷ καὶ δειλίαν καὶ φιλοδοξίαν ὀνειδίζουσι. Τὸ μὲν οὖν εἰπεῖν, Οὐδείς τι ἐν κρυπτῷ ποιεῖ, δειλίαν ἐγ-καλούντων ἐστὶν, ἅμα καὶ ὑποπτευόντων τὰ γινόμενα ὑπ’ αὐτοῦ· τὸ δὲ ἐπαγαγεῖν, ὅτι Ζητεῖ ἐν παῤῥησίᾳ εἶναι, φιλοδοξίας. β. Σὺ δέ μοι σκόπει τοῦ Χριστοῦ τὴν δύναμιν. Ἀπὸ γὰρ τούτων τῶν ταῦτα λεγόντων τὰ ῥήματα, ὁ πρῶ-τος τῶν Ἱεροσολύμων ἐπίσκοπος γέγονεν, ὁ μακάριος Ἰάκωβος, περὶ οὗ καὶ Παῦλός φησιν· Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. Λέγεται δὲ καὶ ὁ Ἰούδας θαυ-
PG 59:271μαστός τε γεγονέναι. Καίτοι γε οὗτοι καὶ ἐν Κανᾷ παρῆσαν, τοῦ οἴνου γενομένου· ἀλλ’ οὐδὲν ἀπώναντο τέως. Πόθεν οὖν αὐτοῖς ἡ τοσαύτη ἀπιστία; Ἀπὸ πονηρᾶς γνώμης καὶ φθόνου· τὸ γὰρ συγγενὲς ὑπερέχον εἴωθέ πως διαφθονεῖσθαι παρὰ τῶν οὐ τοιούτων. Τίνας δὲ ἐνταῦθα λέγουσι τοὺς μαθητάς; Τὸν ὄχλον τὸν παρεπόμενον, οὐ τοὺς δώδεκα. Τί οὖν ὁ Χριστός; Ὅρα πῶς προσηνῶς ἀπεκρίνατο. Οὐ γὰρ εἶπεν· Ὑμεῖς δὲ τίνες ἐστὲ ταῦτα συμβου-λεύοντες καὶ διδάσκοντες; ἀλλὰ τί; Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν. Ἐνταῦθά μοι δοκεῖ καὶ ἕτε-ρόν τι αἰνίττεσθαι. Ἴσως γὰρ αὐτὸν καὶ προδοῦναι ἐβουλεύοντο, βασκαίνοντες, τοῖς Ἰουδαίοις. Διὸ καὶ τοῦτο ἐμφαίνων φησὶν, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρ-εστι· τουτέστιν, ὁ τοῦ σταυροῦ καὶ τοῦ θανάτου. Τί οὖν πρὸ καιροῦ κατεπείγετε ἀνελεῖν; Ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτε ἕτοιμός ἐστιν. Ὡσεὶ ἔλεγεν· Ὑμεῖς κἂν ἀεὶ συνῆτε τοῖς Ἰουδαίοις, οὐκ ἀναιρή-σουσιν ὑμᾶς τὰ αὐτὰ ζηλοῦντας αὐτοῖς· ἐμὲ δὲ εὐ-θέως βουλήσονται ἀνελεῖν. Ὥστε ὑμῖν μὲν ἀεὶ καὶ καιρὸς συνεῖναι μὴ κινδυνεύουσιν· ἐμοὶ δὲ τότε και-ρὸς, ὅταν ὁ τοῦ σταυροῦ καιρὸς ἐπιστῇ, ὅταν δέῃ ἀποθανεῖν. Καὶ γὰρ ὅτι τοῦτο λέγει, δῆλον διὰ τῆς ἐπαγωγῆς· Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς. Πῶς γὰρ τοὺς τὰ αὐτὰ βουλομένους, καὶ ὑπὲρ τῶν αὐτῶν τρέχοντας; Ἐμὲ δὲ μισεῖ, ὅτι ἐλέγχω αὐ-τὸν, ὅτι πονηρά εἰσιν αὐτοῦ τὰ ἔργα, του-τέστιν, ὅτι Καθάπτομαι καὶ ἐλέγχω, διὰ τοῦτο μι-σοῦμαι. Ἀπὸ τούτων παιδευώμεθα κρατεῖν ὀργῆς, καὶ μὴ ἀναξιοπαθεῖν, κἂν εὐτελεῖς ὦσιν οἱ συμβου-λεύοντες. Εἰ γὰρ τοὺς οὐ πιστεύοντας ὁ Χριστὸς συμ-βουλεύοντας ἤνεγκε πράως, καὶ συμβουλεύοντας τὰ μὴ δέοντα, καὶ συμβουλεύοντας τὰ οὐκ ἀπὸ προαιρέ-σεως ἀγαθῆς, τίνος ἡμεῖς τευξόμεθα συγγνώμης, γῆ καὶ σποδὸς ὄντες, καὶ πρὸς τοὺς συμβουλεύοντας, δυσχεραίνοντες, κἂν ὀλίγον εὐτελέστεροι οἱ τοῦτο ποιοῦντες ὦσιν, ἀνάξιον ἑαυτῶν ἡγούμενοι τοῦτο; Σκόπει γοῦν πῶς μετὰ πραότητος πάσης ἀποκρούεται τὴν κατηγορίαν. Εἰπόντων γὰρ ἐκείνων, Φανέρωσον σεαυτὸν τῷ κόσμῳ, αὐτός φησιν· Οὐ δύναται ὁ κόσμος ὑμᾶς μισεῖν, ἐμὲ δὲ ὁ κόσμος μισεῖ· ἀναιρῶν αὐτῶν τὴν κατηγορίαν. Τοσοῦτον γὰρ ἀπέχω, φησὶ, ζητεῖν τὴν παρὰ ἀνθρώπων δόξαν, ὅτι οὐ δια-λιμπάνω ἐλέγχων αὐτούς· καὶ ταῦτα εἰδὼς μῖσος ἐκ τούτου τικτόμενον, καὶ θάνατον κατασκευαζόμενον. Καὶ ποῦ ἤλεγξε, φησί; Πότε γὰρ ἐπαύσατο τοῦτο ποιῶν; οὐχὶ ἔλεγε· Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγο-ρήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς· καὶ, Ἐγὼ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε· καὶ, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Εἶδες πῶς ἔδειξε διὰ πάντων, ὅτι τὸ πρὸς αὐτὸν μῖσος ἐποίει ὁ ἔλεγχος ὁ πεπαῤῥησιασμένος, οὐχ ἡ τοῦ σαββάτου λύσις; Τί δήποτε δὲ αὐτοὺς πέμπει εἰς τὴν ἑορτὴν, λέγων· Ἀνάβητε εἰς τὴν ἑορτὴν, ἐγὼ οὐκ ἀναβαίνω ἄρτι; Δεικνὺς ὅτι ταῦτα εἶπεν, οὐχὶ δεόμενος αὐτῶν, οὐδὲ κολακεύεσθαι θέλων, ἀλλὰ συγχωρῶν τὰ Ἰουδαϊκὰ ποιεῖν. Πῶς οὖν, φησὶν, ἀνέβη, εἰπὼν, Οὐκ ἀναβαίνω; Οὐκ εἶπεν καθάπαξ, Οὐκ ἀναβαίνω· ἀλλὰ, Νῦν, εἶπεν, τουτέστι, μεθ’ ὑμῶν· Ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. Καὶ μὴν τῷ μέλλοντι Πάσχα σταυροῦσθαι ἔμελλε. Πῶς οὖν οὐκ ἀνέβη καὶ αὐτός; Εἰ γὰρ ἐπειδὴ ὁ και-ρὸς οὔπω παρῆν, διὰ τοῦτο οὐκ ἀνέβη, ἐχρῆν μηδὲ
PG 59:272ὅλως ἀναβῆναι. Ἀλλ’ οὐ διὰ τοῦτο ἀνέβαινεν, ἵνα πάθῃ, ἀλλ’ ἵνα αὐτοὺς παιδεύσῃ. Τίνος δὲ ἕνεκεν λάθρᾳ; Καὶ γὰρ ἐδύνατο φανερῶς ἀνελθὼν ἐν τῷ μέσῳ τε εἶναι, καὶ κατέχειν αὐτῶν τὴν ὁρμὴν τὴν ἄτακτον, ὃ πολλάκις ἐποίησεν. Ἀλλ’ οὐκ ἐβούλετο συνεχῶς τοῦτο ποιεῖν. Εἰ γὰρ ἀνῆλθε φανερῶς, καὶ πάλιν αὐτοὺς ἐπήρωσε, μειζόνως ἂν τὴν ἑαυτοῦ θεό-τητα διαλάμπειν ἐποίει, ὃ τέως οὐκ ἔδει, καὶ μᾶλλον αὐτὴν ἐξεκάλυπτεν. Ἐπειδὴ δὲ ἐνόμιζον ἐκεῖνοι δειλίας εἶναι τὸ μένειν, δείκνυσιν αὐτὸς τοὐναντίον, καὶ θάρσους ὂν καὶ οἰκονομίας· καὶ ὅτι τὸν καιρὸν προειδὼς καθ’ ὃν πείσεται, ὅτε λοιπὸν ἐπιστῇ, τότε μάλιστα βουλήσεται εἰς τὰ Ἱεροσόλυμα ἀναβῆναι. Ἐμοὶ δὲ δοκεῖ καὶ τῷ μὲν εἰπεῖν, Ἀνάβητε ὑμεῖς, τοῦτο λέγειν· μὴ νομίσητε, ὅτι ἀναγκάζω ὑμᾶς σὺν ἐμοὶ μένειν μὴ βουλομένους· τῷ δὲ ἐπαγαγεῖν, Οὔπω πεπλήρωται ὁ καιρός μου, δῆλον ποιεῖν, ὅτι ἔδει καὶ σημεῖα γενέσθαι, καὶ δημηγορίας λεχθῆναι, ὥστε καὶ ὄχλους πιστεῦσαι πλείονας, καὶ τοὺς μαθητὰς στεῤῥοτέρους γενέσθαι, τὴν παῤῥησίαν ὁρῶντας τοῦ διδασκάλου, καὶ ἅπερ ἔπαθε. γ. Μάθωμεν τοίνυν αὐτοῦ ἀπὸ τῶν εἰρημένων τὴν ἐπιείκειαν, τὴν πραότητα· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πᾶσαν πικρίαν ἐκβάλωμεν. Κἂν ἐπαίρηταί τις καθ’ ἡμῶν, ἡμεῖς ταπεινοὶ γινώμεθα· κἂν θρασύνηταί τις, θε-ραπεύσωμεν· κἂν δάκνῃ καὶ κατεσθίῃ σκώπτων καὶ κωμῳδῶν, ἡμεῖς μὴ νικώμεθα, μὴ ἀμυνόμενοι ἑαυ-τοῖς ἀνέλωμεν ἑαυτούς. Καὶ γὰρ θηρίον ἐστὶν ὁ θυ-μὸς, θηρίον ὀξὺ καὶ θερμόν. Ἐπᾴδωμεν τοίνυν ἑαυ-τοῖς τὰς ἀπὸ τῆς θείας Γραφῆς ἐπῳδὰς, καὶ λέγωμεν, ὅτι Γῆ εἶ καὶ σποδός· καὶ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; καὶ, ὅτι Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ· καὶ, ὅτι Ἀνὴρ θυμώδης, οὐκ εὐ-σχήμων. Οὐδὲν γὰρ αἰσχρότερον ὄψεως θυμουμένης, οὐδὲν δυσειδέστερον. Εἰ δὲ ὄψεως, πολλῷ μᾶλλον ψυχῆς. Καθάπερ γὰρ ἀνακυκωμένου βορβόρου δυς-ωδία εἴωθε γίνεσθαι· οὕτω ψυχῆς ταραττομένης ὑπὸ θυμοῦ, πολλὴ ἔσται ἡ ἀσχημοσύνη καὶ ἀηδία. Ἀλλ’ οὐ φέρω, φησὶ, τὴν παρὰ τῶν ἐχθρῶν ὕβριν. Τίνος ἕνεκεν; εἰπέ. Ἂν μὲν γὰρ ἀληθὴς ᾖ, καὶ πρὸ ἐκείνου ὀφείλεις κατανύττεσθαι, καὶ χάριν ἔχειν αὐτῷ τῶν ἐλέγχων· ἂν δὲ ψευδὴς, καταφρόνησον. Εἶπε πένη-τα; Καταγέλασον. Εἶπε δυσγενῆ ἢ ἀνόητον; Στένα-ξον ὑπὲρ ἐκείνου λοιπόν. Ὁ γὰρ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Ὅταν οὖν ὑβρίσῃ, ἐννόησον τὴν κόλασιν ἣν κολάζεται, καὶ οὐ μόνον οὐχ ἕξεις ὀργὴν, ἀλλὰ καὶ δάκρυα ἀφήσεις. Οὐδὲ γὰρ πρὸς τὸν πυρέττοντά τις παροξύνεται, οὔτε πρὸς τὸν φλεγμαίνοντα, ἀλλ’ ἐλεεῖ πάντας τοὺς τοιούτους καὶ δακρύει. Τοιοῦτον γάρ ἐστι ψυχὴ ὀργιζομένη. Ἀλλὰ, κἂν ἀμύνασθαι βούλῃ, σί-γησον, καὶ καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν. Ἂν δὲ λοιδορίαν λοιδορίᾳ συνάψῃς, τὸ πῦρ ἀνῆψας. Ἀλλ’ ἀσθένειαν καταγινώσκουσιν οἱ παρόντες, φησὶν, ἂν σιγήσωμεν. Οὐκ ἀσθένειαν καταγνώσονται, ἀλλ’ ἐπὶ φιλοσοφίᾳ θαυμάσονται. Ἂν δὲ ὑβρισθεὶς
δηχθῇς, ὕβρισας· δηχθεὶς δὲ, ἀναγκάζεις ἀληθῆ νο-μίζεσθαι τὰ λεγόμενα. Διατί, εἰπέ μοι, ὁ πλούσιος γελᾷ ἀκούων πένης; ἆρ’ οὐχ ὅτι μὴ σύνοιδεν ἑαυτῷ πενίαν; Οὕτω καὶ ὑμεῖς, ἂν μᾶλλον γελάσωμεν ἐπὶ ταῖς ὕβρεσι, μεγίστην ἀπόδειξιν παρέξομεν τοῦ μὴ

Homily XLIXHomilia XLIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:273συνειδέναι τοῖς λεγομένοις. Ἄλλως δὲ, μέχρι πότε τὰς τῶν ἀνθρώπων δεδοίκαμεν εὐθύνας; μέχρι πότε τοῦ κοινοῦ καταφρονοῦμεν Δεσπότου, καὶ τῇ σαρκὶ προσηλώμεθα; Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Γενώμεθα τοίνυν πνευματικοὶ, καὶ χαλινώσωμεν τὸ δεινὸν τοῦτο θηρίον. Ὀργῆς καὶ μανίας μέσον οὐδέν· ἀλλὰ πρός-καιρός ἐστι δαίμων, μᾶλλον δὲ καὶ δαιμονῶντος χαλεπώτερον. Ὁ μὲν γὰρ δαιμονῶν, καὶ συγγνώμης ἀπολαύσειεν ἄν· ὁ δὲ ὀργιζόμενος, μυρίων ἔσται κολάσεων ἄξιος, ἑκὼν ἑαυτὸν ἐπὶ βάραθρα τῆς ἀπω-λείας φέρων, καὶ πρὸ τῆς μελλούσης γεέννης ἐντεῦ-θεν ἤδη τὴν δίκην τιννύων, θόρυβόν τινα ἄπαυστον
PG 59:274καὶ ζάλην ἀσίγητον διὰ πάσης μὲν νυκτὸς, διὰ πά-σης δὲ ἡμέρας ἐπεισάγων τοῖς τῆς ψυχῆς λογισμοῖς. Ἵν’ οὖν καὶ τῆς ἐν τῷ παρόντι κολάσεως, καὶ τῆς ἐν τῷ μέλλοντι τιμωρίας ἑαυτοὺς ἀπαλλάξωμεν, ἐκβα-λόντες τουτὶ τὸ πάθος, πραότητα πᾶσαν ἐπιδειξώ-μεθα καὶ ἐπιείκειαν, ἵνα καὶ ἐνταῦθα ἀνάπαυσιν εὕ-ρωμεν τῇ ψυχῇ ἡμῶν, καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρα-νῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύ-ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:273ΟΜΙΛΙΑ ΜΘ. Ταῦτα εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ· ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτὴν, οὐ φανερῶς, ἀλλ’ ὡς ἐν κρυπτῷ. α. Τὰ ἀνθρωπίνως ὑπὸ τοῦ Χριστοῦ οἰκονομούμενα, οὐ διὰ τοῦτο μόνον οἰκονομεῖται, ἵνα τὴν σάρκωσιν βεβαιώσηται, ἀλλ’ ἵνα καὶ ἡμᾶς παιδεύσῃ πρὸς ἀρε-τήν. Εἰ γὰρ πάντα ὡς Θεὸς ἔπραττε, πόθεν ἐδυνά-μεθα ἡμεῖς εἰδέναι, περιπίπτοντες ἀβουλήτοις, τί χρὴ ποιεῖν; οἷόν τι λέγω· ἐν τούτῳ τε αὐτῷ ὢν τῷ χωρίῳ φονώντων τῶν Ἰουδαίων εἰς μέσον εὐθέως παρελθὼν κατέστειλε τὴν ὁρμήν. Εἰ τοίνυν τοῦτο ἐποίει διηνεκῶς, ἡμεῖς οὐ δυνάμενοι τοῦτο ποιεῖν, περιπίπτοντες δὲ, πόθεν ἂν ἔγνωμεν πῶς δεῖ τῷ πρά-γματι χρῆσθαι; καὶ πότερον εὐθέως ἀποθανεῖν, ἤ τι καὶ οἰκονομῆσαι δέον, ὥστε προχωρῆσαι τὸν λόγον; Ἐπεὶ οὖν οὐκ ἂν ἐμάθομεν ἡμεῖς, οἱ μὴ δυνάμενοι, παρελθόντες εἰς μέσον τί δεῖ ποιεῖν, διὰ τοῦτο καὶ ταῦτα παρ’ αὐτοῦ παιδευόμεθα. Ταῦτα γὰρ, φησὶν, εἰπὼν ὁ Ἰησοῦς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε ἀνέβη καὶ αὐτὸς, οὐ φανερῶς, ἀλλ’ ὡς ἐν κρυπτῷ. Τὸ εἰπεῖν, ὅτι Ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, ἐμφαί-νοντός ἐστιν, ὅτι οὐκ ἐβούλετο μετ’ ἐκείνων ἀνελθεῖν. Διὸ καὶ μένει ἐν ᾧπερ ἦν, οὔτε δῆλον κατέστησεν ἑαυτὸν, ἐκείνων πως κατεπειγόντων τοῦτο ποιῆσαι. Τί δήποτε δὲ ἐν παῤῥησίᾳ διαλεγόμενος ἀεὶ, ὡς ἐν κρυπτῷ νῦν τοῦτο ποιεῖ; Οὐκ εἶπεν, Κρύφα, ἀλλ’ Ὡς ἐν κρυπτῷ. Οὕτω γὰρ ἐχρῆν, ὅπερ εἶπον, παι-δεύων ἡμᾶς τὰ πράγματα οἰκονομεῖν. Καὶ χωρὶς τού-του δὲ οὐκ ἦν ἴσον ζεόντων αὐτῶν καὶ σφαδαζόντων ἐμπεσεῖν, καὶ μετὰ ταῦτα τῆς ἑορτῆς διαλυθείσης. Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν, καὶ ἔλεγον, Ποῦ ἔστιν ἐκεῖνος; Καλά γε αὐτῶν τὰ ἐν ταῖς ἑορταῖς κατορθώματα· ἐπὶ φόνον ὁρμῶσι, καὶ ἐν τῇ ἑορτῇ βουλεύονται αὐτὸν συλλαβεῖν. Οὕτω γοῦν καὶ ἀλλα-χοῦ λέγουσι· Τί δοκεῖτε ὅτι οὐ μὴ ἔλθῃ ἐν τῇ ἑορτῇ; Καὶ ἐνταῦθα, Ποῦ ἐστιν ἐκεῖνος; Ὑπὸ τοῦ πολλοῦ μίσους καὶ τῆς ἀπεχθείας οὐδὲ ὀνομαστὶ αὐ-τὸν καλεῖν ἐβούλοντο. Πολλὴ ἡ εἰς τὴν ἑορτὴν αἰδὼς, μεγάλη ἡ εὐλάβεια· ἀπ’ αὐτῆς τῆς ἑορτῆς αὐτὸν θη-ρεῦσαι ἐβούλοντο. Καὶ γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τοῖς ὄχλοις. Ἐμοὶ δὲ δοκεῖ καὶ ἀπὸ τοῦ τόπου παροξύνεσθαι αὐτοὺς, ἔνθα τὸ σημεῖον ἐγένετο, καὶ ὁμοῦ ἀγριαίνειν, καὶ δεδοικέναι, οὐχ οὕ-τως ὑπὲρ τοῦ παρελθόντος ὀργιζομένους, ὡς φοβου-μένους, μὴ πάλιν ἐργάσηταί τι τοιοῦτον. Ἐξέβαινε
PG 59:274δὲ πᾶν τοὐναντίον, καὶ ἄκοντες φανερὸν αὐτὸν ἐποίουν. Καὶ οἱ μὲν ἔλεγον, ὅτι Ἀγαθός ἐστιν, οἱ δὲ, Οὒκ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Ἐκείνην μὲν οὖν οἶμαι τὴν δόξαν τῶν πολλῶν εἶναι· ταύτην δὲ, τῶν ἀρχόντων καὶ τῶν ἱερέων. Τὸ γὰρ διαβάλλειν τῆς ἐκείνων βασκανίας καὶ πονηρίας ἐστί. Πλανᾷ, φησὶ, τὸν ὄχλον. Τί ποιῶν, εἰπέ μοι; ἆρα φαντάζων καὶ οὐκ ἐργαζόμενος τὰ σημεῖα; Καὶ μὴν τοὐναντίον ἡ πεῖρα μαρτυρεῖ. Οὐδεὶς μέντοι παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ὁρᾷς πανταχοῦ τὸ μὲν ἀρχικὸν διεφθαρμένον, τοὺς δὲ ἀρ-χομένους ὑγιαίνοντας μὲν τῇ κρίσει, οὐκ ἔχοντας δὲ ἀνδρείαν προσήκουσαν, ἧς μάλιστα τῷ πλήθει δεῖ; Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς, καὶ ἐδίδασκε. Τῇ ἀναβολῇ προσεκτικωτέρους αὐτοὺς ἐποίησεν. Οἱ γὰρ ταῖς ἡμέραις ζητήσαντες αὐτὸν ταῖς πρώταις καὶ λέγοντες, Ποῦ ἔστιν ἐκεῖνος; ἄφνω παρόντα ἰδόντες, ὅρα πῶς ἐπέστησαν, καὶ ἔμελλον ἐπικεῖσθαι λέγοντι, οἵ τε ἀγαθὸν λέγοντες, οἵ τε μὴ τοιοῦτον· ἀλλ’ ἐκεῖνοι μὲν, ὥστε κερδάναι τι καὶ θαυμάσαι· οὗτοι δὲ, ὥστε ἐπιλαβέσθαι, καὶ κατασχεῖν. Τὸ μὲν οὖν, Πλανᾷ τὸν ὄχλον, ἀπὸ τῆς διδασκαλίας τῶν δογμάτων ἔλεγον, οὐ νοοῦντες τὰ λε-γόμενα· τὸ δὲ, Ἀγαθὸς, ἀπὸ τῶν σημείων. Χαλάσας τοίνυν αὐτῶν τὸν θυμὸν οὕτως ἐπέστη, ὥστε μετὰ σχολῆς ἀκοῦσαι τῶν λεγομένων, μηκέτι τῆς ὀργῆς ἐμφραττούσης τὰ ὦτα. Τί μὲν οὖν ἐδίδαξεν, οὐκ εἶ-πεν· ὅτι δὲ θαυμαστῶς, τοῦτο μόνον λέγει, καὶ ὅτι εἷλεν αὐτοὺς καὶ μετέβαλε· τοσαύτη τῶν λεγομένων ἦν ἡ δύναμις. Οἱ δὲ εἰπόντες, ὅτι Πλανᾷ τὸν ὄχλον, μεταβαλλόμενοι ἐθαύμαζον· διὸ καὶ ἔλε-γον· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς· Ὁρᾷς πῶς δείκνυσι καὶ ἐνταῦθα πονηρίας γέμον τὸ θαῦμα αὐτῶν; Οὐ γὰρ εἶπεν, ὅτι τὴν διδασκα-λίαν ἐθαύμαζον· ἢ ὅτι ἐδέχοντο τὰ λεγόμενα· ἀλλ’ ἁπλῶς, Ἐθαύμαζον· τουτέστιν, εἰς ἐκπληξίαν ἐνέπιπτον καὶ διηπόρουν λέγοντες, Πόθεν τούτω ταῦτα; δέον ἀπὸ τῆς ἀπορίας ταύτης συνιδεῖν, ὅτι οὐδὲν ἀνθρώπινον ἦν ἐν αὐτῷ. Ἀλλ’ ἐπειδὴ τοῦτο αὐτοὶ οὐκ ἤθελον ὁμολογῆσαι, ἀλλὰ μέχρι τοῦ θαυμάζειν ἵσταντο μόνον, ἄκουσον τί φησιν αὐτός· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή. Πάλιν πρὸς τὴν ὑπόνοιαν αὐτῶν ἀποκρίνεται, ἐπὶ τὸν Πατέρα αὐτοὺς ἄγων, κἀκεῖθεν ἐπιστομίσαι βουλόμενος. Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδασκαλίας, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· τὴν πονη-ρίαν ἐξ ἑαυτῶν ἐκβάλετε, καὶ τὴν ὀργὴν, καὶ τὸν φθόνον, καὶ τὸ μῖσος τὸ εἰκῆ πρὸς ἐμὲ γεγενημένον, καὶ οὐδὲν τὸ κωλύον ὑμᾶς γνωρίσαι, ὅτι Θεοῦ ὄντωσ
PG 59:275ἐστὶ τὰ ῥήματα τὰ ἐμά. Νῦν μὲν γὰρ ὑμῖν ταῦτα ἐπι-σκοτεῖ, καὶ τὴν ὀρθὴν διαφθείρει κρίσιν λάμπουσαν· ἂν δὲ ταῦτα ἐξέλητε, οὐκ ἔτι τοῦτο πείσεσθε. Ἀλλ’ οὕτω μὲν οὐκ εἶπεν· ἔπληξε γὰρ ἂν αὐτοὺς σφοδρῶς· πάντα δὲ ταῦτα ᾐνίξατο διὰ τοῦ εἰπεῖν, Ὁ ποιῶν τὸ θέλημα αὐτοῦ, γνώσεται περὶ τῆς διδαχῆς, πό-τερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ· τουτέστιν, Ἢ ἐγὼ ἀλλότριόν τι καὶ ξένον καὶ
ἐναντίον φθέγγομαι. Τὸ γὰρ, Ἀπ’ ἐμαυτοῦ, ἀεὶ ἐπὶ τοῦτο κεῖται, ὅτι οὐδὲν ἔξω τῶν αὐτῷ δοκούντων λέγω, ἀλλὰ πάντα ἃ ὁ Πατὴρ βούλεται, ταῦτα κἀγώ. Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς. Τί ἐστιν, Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ; Ἐάν τις ἐραστὴς ᾖ τοῦ βίου τοῦ κατ’ ἀρετὴν, εἴ-σεται τῶν λεγομένων τὴν δύναμιν· ἐάν τις θέλῃ προσέ-χειν ταῖς προφητείαις, πότερον κατ’ αὐτὰς λαλῶ, ἢ οὔ. β. Πῶς δὲ αὐτοῦ καὶ οὐκ αὐτοῦ; Οὐ γὰρ εἶπεν, ἡ διδασκαλία αὕτη οὐκ ἔστιν ἐμή· ἀλλὰ πρότερον εἰ-πὼν, ὅτι Ἐμή ἐστι, καὶ οἰκειωσάμενος αὐτὴν, τότε ἐπήγαγεν, Οὐκ ἔστιν ἐμή. Πῶς οὖν τὸ αὐτὸ δύναται εἶναι, καὶ αὐτοῦ, καὶ οὐκ αὐτοῦ; Αὐτοῦ μὲν, ὅτι ὡς μὴ διδασκόμενος ἔλεγεν· οὐκ αὐτοῦ δὲ, ὅτι τοῦ Πα-τρὸς ἦν ἡ διδασκαλία. Πῶς οὖν λέγει, Πάντα τὰ τοῦ Πατρὸς ἐμά ἐστι, καὶ τὰ ἐμὰ αὐτοῦ; Εἰ γὰρ ἐπειδὴ τοῦ Πατρός ἐστι, διὰ τοῦτο οὐκ ἔστι σὴ, ψεῦ-δος ἐκεῖνο· διὰ τοῦτο γὰρ ὤφειλεν εἶναι σή. Ἀλλὰ τὸ, Οὐκ ἐμὴ, σφόδρα αὐτοῦ καὶ τοῦ Πατρὸς μίαν εἶναι δηλοῖ τὴν διδαχήν· ὡσανεὶ ἔλεγεν· οὐδὲν ἔχει παρηλ-λαγμένον, ὡς ἑτέρου οὖσα. Εἰ γὰρ καὶ ἡ ὑπόστασις ἄλλη, ἀλλ’ οὕτω καὶ λέγω καὶ πράττω, ὡς μὴ νο-μίζεσθαι ἕτερόν τι παρὰ τὸν Πατέρα, ἀλλὰ τὸ αὐτὸ ὅπερ ὁ Πατὴρ εἶπεν ἢ ἔπραξεν. Εἶτα καὶ ἄλλον ἐπάγει συλλογισμὸν ἀναντίῤῥητον, ἀνθρώπινόν τι παράγων εἰς μέσον, καὶ ἀπὸ τῶν ἐν συνηθείᾳ παι-δεύων. Τί δὲ τοῦτό ἐστιν; Ὁ ἀφ’ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. Τουτέστιν, ὁ βουλόμε-νος ἰδίαν τινὰ στῆσαι διδασκαλίαν, δι’ οὐδὲν ἕτερον βούλεται, ἀλλ’ ἢ δόξαν ἐκ τούτου καρποῦσθαι. Εἰ δὲ ἐγὼ οὐ βούλομαι καρπώσασθαι δόξαν, τίνος ἕνε-κεν ἰδίαν τινὰ βούλομαι στῆσαι διδασκαλίαν; Ὁ ἀφ’ ἑαυτοῦ λαλῶν· τουτέστιν, ὁ ἴδιόν τι καὶ παρηλλα-γμένον, διὰ τοῦτο λαλεῖ, ἵνα τὴν δόξαν αὐτοῦ στήσῃ. Εἰ δὲ ἐγὼ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶ, τίνος ἕνεκεν ἂν ἑλοίμην ἕτερα διδάσκειν; Ὁρᾷς ὅτι αἰτία τις ἦν, δι’ ἣν καὶ ἐκεῖ ἔλεγε μηδὲν ἀφ’ ἑαυτοῦ ποιεῖν; Τίς δὲ αὕτη; Ἵνα πιστεύσωσιν, ὅτι οὐ δόξης ἐφίεται τῆς τῶν πολλῶν. Διὰ τοῦτο ὅταν μὲν ταπεινὰ λέγῃ, Ἐγὼ τὴν δόξαν τοῦ Πατρὸς ζητῶ, φησί· πανταχοῦ πεῖσαι βουλόμενος αὐτοὺς, ὅτι οὐ δόξης ἐρᾷ. Τοῦ μὲν οὖν ταπεινὰ φθέγγεσθαι πολλαί εἰσιν αἰτίαι· οἷον τὸ μὴ ἀγέννητον νομισθῆναι, τὸ μὴ ἀντί-θεον, τὸ σάρκα περιβεβλῆσθαι, τὸ ἀσθενὲς τῶν ἀκουόν-των, τὸ διδάσκειν τοὺς ἀνθρώπους μετριάζειν, καὶ μηδὲν περὶ ἑαυτῶν λέγειν μέγα. Τοῦ δὲ ὑψηλὰ φθέγ-γεσθαι μίαν εὕροι τις ἂν αἰτίαν, τῆς φύσεως τὸ μέ-γεθος. Εἰ γὰρ, ἐπειδὴ εἶπεν, Πρὸ τοῦ Ἀβραὰμ ἐγώ εἰμι, ἐσκανδαλίσθησαν, τί οὐκ ἂν ἔπαθον ἀεὶ ῥημάτων ὑψηλῶν ἀκούοντες; Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; Καὶ ποίαν ἀκολουθίαν ἔχει τοῦτο, φησὶν, ἢ τί κοινὸν πρὸς τὰ πρότερον εἰρημένα; Δύο ἐγκλήματα ἐπήγαγον, ἓν, ὅτι τὸ σάββατον λύει· ἄλλο, ὅτι Πατέρα ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ὅτι γὰρ οὐ τῆς ἐκείνων ὑπονοίας ἦν, ἀλλὰ τῆς αὐτοῦ γνώμης· καὶ ὅτι οὐχ ὡς οἱ πολλοὶ, ἀλλ’ ἐξαιρέτως καὶ ἰδιαζόντως ἔλεγε, δῆλον ἐκεῖθεν.
PG 59:276Πολλοὶ πολλάκις πατέρα εἶπον τὸν Θεὸν ἑαυτῶν· οἷον, ὅτι Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ πατὴρ εἷς πάντων ἡμῶν· ἀλλ’ οὐ παρὰ τοῦτο ἴσος ἦν ὁ λαὸς τῷ Θεῷ· ὅθεν οὐδὲ ἐσκανδαλίζοντο ἀκούοντες. Ὥσπερ οὖν ὅτε, Οὐκ ἔστιν ἐκ Θεοῦ, ἔλεγον, καὶ ἐθεράπευσεν αὐτοὺς πολλάκις, καὶ ὑπὲρ τῆς τοῦ σαβ-βάτου λύσεως ἀπελογήσατο· οὕτω καὶ τοῦτο, εἰ τῆς ἐκείνων ὑποψίας ἦν, καὶ μὴ τῆς αὐτοῦ γνώμης, διώρθωσεν ἂν καὶ εἶπεν· τί με νομίζετε ἴσον τῷ Θεῷ; Οὐκ εἰμὶ ἴσος. Ἀλλ’ οὐδὲν τοιοῦτον εἶπεν, ἀλλὰ καὶ τοὐναντίον, καὶ ἀπέδειξεν ὅτι ἴσος ἐστὶ διὰ τῶν ἑξῆς. Τὸ γὰρ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νε-κροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱός· καὶ, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πα-τέρα, καὶ Τὰ ἔργα, ἃ ἂν ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ταῦτα πάντα τῆς ἰσότητός ἐστι συστατικά. Καὶ περὶ τοῦ νόμου δὲ λέγει· Μὴ νομί-σητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας. Οὕτως οἶδε καὶ τὰς ἐν διανοίᾳ πονηρὰς ὑπονοίας ἐξελεῖν. Ἐνταῦθα δὲ τὴν τοῦ ἴσου ὑπόνοιαν οὐ μόνον οὐκ ἀναιρεῖ, ἀλλὰ καὶ βεβαιοῖ. Διὸ καὶ ἀλλαχοῦ εἰπόντων αὐτῶν, ὅτι Ποιεῖς σεαυ-τὸν Θεὸν, οὐκ ἀνεῖλε τὴν ὑπόνοιαν, ἀλλὰ καὶ ἐβε-βαίωσεν εἰπών· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, λέγει τῷ παραλυτικῷ· Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ἐκεῖνο μὲν οὖν τὸ πρότερον ἐπέτεινε, τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, δεικνὺς ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλὰ καὶ τὰ αὐτὰ λέγει, καὶ τὰ αὐτὰ ἐκείνῳ διδάσκει· λοιπὸν πρὸς τὴν τοῦ σαββά-του λύσιν ἵσταται λέγων· Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν τηρεῖ τὸν νόμον; Ὡσανεὶ ἔλεγεν· Εἶπεν ὁ νόμος, Οὐ φονεύ-σεις· ὑμεῖς δὲ φονεύετε, καὶ ἐμοὶ ἐγκαλεῖτε ὡς πα-ραβαίνοντι τὸν νόμον; Διατί δὲ εἶπεν, Οὐδείς; Ὅτι πάντες ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Ἐγὼ μὲν οὖν εἰ καὶ ἔλυσα τὸν νόμον, φησὶν, ἀλλὰ ἄνθρωπον σώσας· ὑμεῖς δὲ παραβαίνετε ἐπὶ κακῷ. Τὸ ἐμὸν εἰ καὶ παράβασις ἦν, ἀλλ’ ἐπὶ σωτηρίᾳ, καὶ οὐκ ἐχρῆν ὑφ’ ἡμῶν τῶν τὰ μεγάλα παραβαινόντων ἐμὲ κρίνεσθαι. Τὸ γὰρ ὑμέτερον, ἀνατροπὴ τοῦ νόμου παντός. Εἶτα καὶ ἐπαγωνίζεται, καίτοι πολλὰ καὶ πάλαι διαλεχθείς· ἀλλὰ τότε μὲν ὑψηλότερον καὶ κατὰ τὴν ἀξίαν τὴν αὐτοῦ, νῦν δὲ ταπεινότερον. Τί δήποτε; Ὅτι οὐκ ἐβούλετο συνεχῶς παρακνίζειν αὐτούς. Νῦν γὰρ τὰ τῆς ὀργῆς ἐπιτέτατο, καὶ εἰς φόνον προῄεσαν. Διὸ μένει, δύο τούτοις καταστέλλων αὐτούς· τῷ τε ἐλέγξαι αὐτῶν τὸ τόλμημα καὶ εἰπεῖν, Τί με ζητεῖτε ἀποκτεῖναι; καὶ τῷ μετ’ ἐπιεικείας εἰπεῖν, Ἄνθρω-πον, ὃς τὴν ἀλήθειαν λελάληκα, καὶ τῷ δεῖξαι ὅτι φονῶντες οὐκ εἰσὶν ἄξιοι κρίνειν ἕτερον. Σὺ δὲ ὅρα καὶ τῆς ἐρωτήσεως τὸ ταπεινὸν τῆς τοῦ Χριστοῦ, καὶ τῆς ἀποκρίσεως ἐκείνων τὸ θρασύ. Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; Ὀργῆς τὸ ῥῆμα, καὶ θυμοῦ, καὶ ψυχῆς ἀναισχυντούσης ἐπὶ τῷ παρα-δόξως ἐληλέγχθαι, καὶ προκαταπληττομένης αὐτῶν, ὡς ᾤοντο. Καθάπερ γὰρ λῃσταί τινες ᾄδοντες ἐπὶ ταῖς ἐπιβουλαῖς εἶτα βουλόμενοι ἀφύλακτον ἐργά-σασθαι τὸν ἐπιβουλευόμενον, διὰ τῆς σιωπῆς τοῦτο ποιοῦσιν· οὕτω καὶ οὗτοι. Αὐτὸς δὲ ἀφεὶς ἐλέγξαι τοῦτο, ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι, πάλιν τῆς ἀπολογίας ἅπτεται τῆς ὑπὲρ τοῦ σαββάτου, ἀπὸ τοῦ νόμου συλλογιζόμενος αὐτούς. γ. Καὶ ὅρα πῶς συνετῶς. Οὐδὲν θαυμαστὸν, φησὶν,

Homily LHomilia L

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:277εἰ ἐμοῦ παρακούετε, ὅπου γε τοῦ νόμου, οὗ δοκεῖτε ἀκούειν, καὶ ὃν νομίζετε παρὰ Μωϋσέως δεδόσθαι, παρακούετε. Οὐδὲν οὖν καινὸν, εἰ τοῖς ἐμοῖς οὐ προς-έχετε λόγοις. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι Μωϋσεῖ λελά-ληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐδὲ οἴδαμεν πόθεν ἔστι, δείκνυσιν ὅτι καὶ εἰς ἐκεῖνον ὕβριζον· καὶ γὰρ τὸν νόμον ἐκεῖνος ἔδωκε, καὶ οὐκ ἤκουσαν. Ἓν ἔρ-γον ἐποίησα, καὶ πάντες θαυμάζετε. Σκό-πει πῶς ἔνθα ἂν ἀπολογήσασθαι δέῃ, καὶ ὡς ἔγκλη-μα δέχεσθαι τὸ γεγονὸς, οὐ μέμνηται τοῦ Πατρὸς,
ἀλλὰ τὸ αὐτοῦ πρόσωπον εἰσάγει. Ἓν ἔργον ἐποίησα. Θέλει δεῖξαι, ὅτι τὸ μὴ ποιῆσαι, λῦσαι τὸν νόμον ἦν· καὶ ὅτι ἐστὶ πολλὰ τοῦ νόμου κυριώτερα· καὶ ὅτι ἐντολὴν ἠνέσχετο δέξασθαι Μωϋσῆς κατὰ τοῦ νόμου, καὶ τοῦ νόμου κυριωτέραν. Τοῦ γὰρ σαββάτου ἡ περιτομὴ κυριωτέρα· καίτοι οὐκ ἔστι τοῦ νόμου, ἀλλὰ τῶν πατέρων. Ἐγὼ δὲ καὶ τῆς περιτομῆς τὸ κυριώτερον ἐποίησα καὶ κρεῖττον. Εἶτα οὐ μέμνηται ἐντολῆς νομικῆς· οἷον, ὅτι οἱ ἱερεῖς τὸ σάββατον βε-βηλοῦσι, καθάπερ ἤδη εἶπεν, ἀλλ’ ἐκ μείζονος περιου-σίας. Τὸ δὲ, Θαυμάζετε, τοῦτό ἐστι, θορυβεῖσθε, ταράτ-τεσθε. Εἰ γὰρ ἔδει εἶναι βέβαιον τὸν νόμον, οὐκ ἂν ἡ περιτομὴ αὐτοῦ κυριωτέρα ἦν. Καὶ οὐκ εἶπεν, ὅτι μεῖζον ἐποίησα τῆς περιτομῆς· ἀλλ’ ἐκ περιουσίας ἐλέγχει τῷ εἰπεῖν· Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος. Ὁρᾷς ὅτι τότε μάλιστα ἵσταται ὁ νόμος, ὅταν αὐτὸν λύῃ; ὁρᾷς ὅτι ἡ τοῦ σαββάτου λύσις τήρησίς ἐστι τοῦ νόμου; ὡς εἰ μὴ ἐλύθη τὸ σάββατον, ἀνάγκη τὸν νό-μον ἦν λυθῆναι· ὥστε καὶ ἐγὼ ἔστησα αὐτόν. Καὶ οὐκ εἶπεν, Ἐμοὶ χολᾶτε, ὅτι μεῖζον περιτομῆς εἰργα-σάμην· ἀλλὰ τὸ γεγονὸς μόνον εἰπὼν, αὐτοῖς τὴν κρίσιν ἐπέτρεψεν, εἰ μὴ περιτομῆς ἀναγκαιότερον ὁλόκληρος ὑγίεια. Ἵνα σημεῖον λάβῃ ὁ ἄνθρωπος οὐδὲν πρὸς ὑγείαν συντελοῦν, λύεται νόμος, φησίν· ἵνα νόσου τοσαύτης ἀπαλλαγῇ, δυσχεραίνετε, καὶ ἀγανακτεῖτε; Μὴ κρίνετε κατ’ ὄψιν. Τί ἐστι, Κατ’ ὄψιν; Μὴ ἐπειδὴ Μωϋσῆς μείζονα παρ’ ὑμῖν ἔχει τὴν δόξαν, ἀπὸ τοῦ τῶν προσώπων ἀξιώματος φέρετε τὴν ψῆφον· ἀλλ’ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως· τοῦτο γάρ ἐστι τὸ δικαίως κρῖναι. Διατί γὰρ οὐδεὶς ἐνεκάλεσε Μωϋσεῖ; διατί οὐδεὶς ἠπείθησε κελεύοντι τὸ σάββατον λύεσθαι ὑπὸ ἐντολῆς ἔξωθεν ἐπεισενε-χθείσης τῷ νόμῳ; Ἀλλ’ ἐκεῖνος μὲν τοῦ οἰκείου νό-μου ἀνέχεται ἐντολὴν εἶναι κυριωτέραν, ἐντολὴν, τὴν
PG 59:278οὐκ ὑπὸ τοῦ νόμου εἰσενεχθεῖσαν, ἀλλ’ ἔξωθεν· ὅπερ ἐστὶ μάλιστα θαυμαστόν· ὑμεῖς δὲ οἱ οὐ νομοθέται, πέρα τοῦ μέτρου ἐκδικεῖτε τὸν νόμον, καὶ ἀμύνετε αὐτῷ. Ἀλλὰ ἀξιοπιστότερος ὑμῶν ἐστιν ὁ Μωϋσῆς, ὁ κελεύων λύεσθαι τὸν νόμον παρὰ ἐντολῆς οὐ νομί-μης. Τῷ γοῦν εἰπεῖν, Ὅλον ἄνθρωπον, δείκνυσι καὶ μερικὴν ὑγείαν οὖσαν τὴν περιτομήν. Καὶ τίς ἡ ὑγεία τῆς περιτομῆς; Ψυχὴ, φησὶ, πᾶσα, ἥτις ἐὰν μὴ περιτμηθῇ, ἐξολοθρευθήσεται. Ἐγὼ δὲ οὐκ ἀπὸ μέρους κεκακωμένον, ἀλλ’ ὅλον διεφθαρμέ-νον ἀνέστησα. Μὴ κρίνετε, τοίνυν κατ’ ὄψιν. Τοῦτο πειθώμεθα μὴ τοῖς τότε εἰρῆσθαι μόνον, ἀλλὰ καὶ ἡμῖν, ὥστε μηδενὶ πράγματι διαφθείρειν τὸ δίκαιον, ἀλλὰ πάντα ὑπὲρ τούτου ποιεῖν· εἴτε πένης, εἴτε πλούσιος ᾖ τις, μὴ τοῖς προσώποις προσέχειν, ἀλλὰ τὰ πράγματα ἐξετάζειν. Οὐκ ἐλεήσεις, φησὶ, πέ-νητα ἐν κρίσει. Τί δή ἐστι τὸ λεγόμενον; Μὴ κατα-κλασθῇς, μηδὲ ἐπικαμφθῇς, φησὶν, ἐὰν πένης ὁ ἀδι-κῶν τύχῃ. Εἰ δὲ πένητι χαρίζεσθαι οὐ χρὴ, πολλῷ μᾶλλον πλουτοῦντι. Ταῦτα δὲ λέγω, οὐ πρὸς τοὺς δι-κάζοντας μόνον, ἀλλὰ καὶ πρὸς πάντας ἀνθρώπους, ὥστε μηδαμοῦ διαφθείρειν τὸ δίκαιον, ἀλλὰ παντα-χοῦ ἀκέραιον φυλάττειν. Ἀγαπᾷ, φησὶ, δικαιοσύνην ὁ Κύριος. Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Μὴ δὴ μισήσωμεν τὰς ἑαυτῶν ψυ-χὰς, μηδὲ ἀγαπήσωμεν ἀδικίαν. Πάντως γὰρ αὐτῆς τὸ κέρδος νῦν μικρὸν καὶ οὐδέν· ἀλλ’ εἰς τὸ μέλλον μεγάλα ζημιοῖ· μᾶλλον δὲ οὐδὲ ἐνταῦθα αὐτῆς ἀπολαυσόμεθα. Ὅταν γὰρ μετὰ συνειδότος πονηροῦ τρυφῶμεν, ἆρα οὐχὶ κόλασις καὶ τιμωρία τοῦτο; Ἀγαπήσωμεν τοίνυν τὸ δίκαιον, καὶ μηδαμοῦ παρα-βλάψωμεν τοῦτον τὸν νόμον. Τί γὰρ δυνησόμεθα ἐκ τοῦ παρόντος καρπώσασθαι βίου, ἂν μὴ λαβόντες ἀρετὴν ἀπέλθωμεν; Τί δὲ ἐκεῖ ἡμῶν προστήσεται; φιλία καὶ συγγένεια καὶ ἡ τοῦ δεῖνος χάρις; Καὶ τί λέγω ἡ τοῦ δεῖνος χάρις; Κἂν γὰρ τὸν Νῶε, κἂν τὸν Ἰὼβ, κἂν τὸν Δανιὴλ ἔχωμεν πατέρα, οὐδὲν ἡμᾶς ὠφελήσει τοῦτο, ὅταν ἀπὸ τῶν οἰκείων ἔργων ὦμεν προδεδομένοι. Ἀλλ’ ἑνὸς ἡμῖν δεῖ μόνου, ἀρε-τῆς τῆς κατὰ ψυχήν. Αὕτη ἡμᾶς διασῶσαι δυνήσε-ται, καὶ ἀπαλλάξαι τοῦ αἰωνίου πυρός. Αὕτη παρα-πέμψει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:277ΟΜΙΛΙΑ Ν. Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μή τι ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν.» α. Οὐδὲν ἁπλῶς ἐν ταῖς θείαις Γραφαῖς κεῖται· Πνεύ-ματι γὰρ εἰρημέναι εἰσὶν ἁγίῳ. Διὸ πάντα μετὰ ἀκρι-βείας ἐξετάζωμεν. Καὶ γὰρ ἀπὸ μιᾶς λέξεως ἔνεστιν ὁλόκληρον εὑρεῖν νοῦν, οἷον δὴ καὶ νῦν ἡμῖν ἐστι προ-κείμενον. Πολλοὶ γὰρ ἐκ τῶν Ἱεροσολυμιτῶν ἔλε-γον· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Τί δήποτε πρόσκειται, Τῶν Ἱεροσολυμιτῶν; Δείκνυ-σιν ὁ εὐαγγελιστὴς, ὅτι οἱ μάλιστα τῶν μεγά-λων ἀπολελαυκότες σημείων, οὗτοι πάντων ἦσαν
PG 59:278ἐλεεινότεροι, οἳ τῆς θεότητος αὐτοῦ σημεῖον ἑωρακό-τες μέγιστον, τὸ πᾶν τῇ κρίσει τῶν ἀρχόντων ἐπ-έτρεπον τῶν διεφθαρμένων. Ἢ γὰρ οὐ μέγα σημεῖον, μαινομένους, καὶ φονῶντας, καὶ περιιόντας, καὶ ζη-τοῦντας ἀνελεῖν, καὶ κατέχοντας ἐν χερσὶν, ἡσυχά-ζειν ἐξαίφνης; τίς γὰρ ἂν τοῦτο ἐποίησε; τίς ὁλό-κληρον μανίαν οὕτως ἔσβεσεν; Ἀλλ’ ὅμως μετὰ τοσαῦτα σημεῖα, ὅρα τὴν ἄνοιαν καὶ τὴν μανίαν. Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Ὅρα πῶς ἑαυτῶν κατηγοροῦσι. Ὃν ζητοῦσι, φησὶν, ἀποκτεῖ-ναι, καὶ οὐδὲν αὐτῷ λέγουσι. Καὶ οὐχ ἁπλῶς οὐδὲν αὐτῷ λέγουσιν, ἀλλὰ καὶ παῤῥησιαζομένῳ· ὁ γὰρ παῤῥησίᾳ λαλῶν, καὶ μετ’ ἐλευθερίας ἁπάσης, μᾶλ-λον ἂν αὐτοὺς παρώξυνεν· ἀλλ’ οὐδὲν ἐποίουν. Μή-ποτε ἀληθῶς ἔγνωσαν, ὅτι οὗτός ἐστιν ὁ Χρι-στός; Ὑμῖν δὲ τί δοκεῖ; ποίαν περὶ αὐτοῦ φέρετε
PG 59:279ψῆφον; Τὴν ἐναντίαν, φησί. Διὰ τοῦτο ἔλεγον· Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν. Ὢ τῆς πονηρίας ὢ τῆς ἐναντιολογίας οὐδὲ ταῖς τῶν ἀρχόντων ἕπονται ψήφοις, ἀλλ’ ἑτέραν ἐκφέρουσι διεφθαρμένην, καὶ τῆς οἰκείας ἀνοίας ἀξίαν. Οἴδαμεν αὐτὸν, φησὶ, πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώ-σκει πόθεν ἐστί. Καὶ μὴν οἱ ἄρχοντες ὑμῶν ἐρω-τώμενοι ἔλεγον, ὅτι ἐν Βηθλεὲμ γεννᾶται. Καὶ πάλιν ἄλλοι τινὲς, Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ὅρα μεθυόντων ῥήματα. Καὶ πάλιν· Μὴ ἐκ τῆς Γαλι-λαίας ἔρχεται ὁ Χριστός; οὐκ ἀπὸ Βηθλεὲμ τῆς κώμης; Εἶδες μαινομένων ψῆφον; Οἴδαμεν, καὶ οὐκ οἴδαμεν· ἀπὸ Βηθλεὲμ ἔρχεται ὁ Χριστός· Ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί. Τί ταύτης τῆς μάχης σαφέστερον; Πρὸς γὰρ ἓν μόνον ἑώρων, τὸ μὴ πεισθῆναι. Τί οὖν πρὸς ταῦτα ὁ Χριστός; Καὶ ἐμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ πάλιν· Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν. Πῶς οὖν φησιν αὐτοὺς καὶ εἰδέναι αὐτὸν, καὶ
πόθεν ἐστί· καὶ πάλιν, μήτε αὐτὸν εἰδέναι αὐτοὺς, μήτε τὸν Πατέρα; Οὐκ ἐναντιολογῶν· ἄπαγε, ἀλλὰ καὶ σφόδρα ἑαυτῷ ἀκολουθῶν. Ἑτέραν δὲ λέγει γνῶσιν, ὅταν λέγῃ, Οὐκ οἴδατε, ὥσπερ ὅταν λέγῃ· Υἱοὶ Ἠλεὶ, υἱοὶ λοιμοὶ, καὶ οὐκ εἰδότες τὸν Κύριον· καὶ πά-λιν, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ὡς καὶ Παῦλός φησι, Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦν-ται. Ἔστιν ἄρα μὴ εἰδέναι εἰδότα. Τοῦτο οὖν φησιν· Εἰ ἐμὲ οἴδατε, οἴδατε ὅτι τοῦ Θεοῦ Υἱός εἰμι. Τὸ γὰρ, Πόθεν εἰμὶ, οὐ τὸν τόπον ἐνταῦθά φησι· καὶ δῆλον ἐκ τῆς ἐπαγωγῆς· Καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἄγνοιαν ἐνταῦθα λέγων, τὴν διὰ τῶν ἔργων· καθὼς Παῦλός φησι· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Οὐδὲ γὰρ ἀγνοίας ἦν τὸ ἁμάρ-τημα, ἀλλὰ κακίας καὶ πονηρᾶς γνώμης. Καὶ τοῦτο εἰδότες, ἀγνοεῖν βούλονται. Πλὴν ποία ἀκολουθία ταῦτα; πῶς γὰρ ἐλέγχων αὐτοὺς, τὰ αὐτῶν φθέγγε-ται; Εἰπόντων γὰρ ἐκείνων, Τοῦτον δὲ οἴδαμεν πό-θεν ἐστὶν, ἐπήγαγε, Καὶ ἐμὲ οἴδατε. Τί γὰρ εἶπον ἐκεῖνοι, ὅτι Οὐκ οἴδαμεν; Καὶ αὐτοὶ μὲν οὖν τοῦτο ἔλεγον, ὅτι Οἴδαμεν. Ἀλλ’ ἐκεῖνοι μὲν τὸ, Οἴ-δαμεν πόθεν ἐστὶ, λέγοντες, οὐδὲν ἄλλο ἐνέφαινον, ἀλλ’ ἢ ὅτι ἐκ τῆς γῆς ἐστι, καὶ ὅτι τοῦ τέκτονός ἐστιν υἱός· αὐτὸς δὲ αὐτοὺς ἀνῆγεν εἰς τὸν οὐρανὸν, λέγων· Οἴδατε πόθεν εἰμί· τουτέστιν, οὐκ ἐντεῦθεν ὅθεν ὑποπτεύετε, ἀλλ’ ὅθεν ὁ πέμψας με. Τὸ γὰρ εἰπεῖν, ὅτι Ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, τοῦτο αἰνίτ-τεται, ὅτι ᾔδεσαν ὅτι παρὰ τοῦ Πατρὸς ἀπέσταλτο, εἰ καὶ μὴ ἐξεκάλυπτον. Διπλῇ γοῦν αὐτοὺς ἐλέγχει. Καὶ πρῶτον μὲν ἃ κατ’ ἰδίαν ἐλάλουν, ταῦτα εἰς μέ-σον ἤγαγε κράζων, ὥστε αὐτοὺς ἐντρέψαι· ἔπειτα καὶ τὰ κατὰ διάνοιαν ἐξεκάλυπτεν· ὡσανεὶ ἔλεγεν· Οὐκ εἰμὶ τῶν ἀπεῤῥιμμένων, οὐδὲ τῶν ἁπλῶς ἐλθόν-των. Ἀλλ’ ἔστιν ἀληθὴς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. Τί ἐστιν, Ἀληθὴς ὁ πέμψας με; Εἰ ἀληθής ἐστιν, ἐπ’ ἀληθείᾳ ἔπεμψεν· εἰ ἀληθής ἐστι, καὶ τὸν ἀπεσταλμένον εἰκὸς ἀληθῆ εἶναι. β. Καὶ ἑτέρως δὲ τοῦτο κατασκευάζει, ἀπὸ τῶν οἰ-κείων αὐτοὺς χειρούμενος λόγων. Ἐπειδὴ γὰρ ἔλεγον, Ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν
PG 59:280ἐστὶ, δείκνυσι καὶ ἐντεῦθεν ἑαυτὸν εἶναι τὸν Χριστόν. Καὶ γὰρ ἐκεῖνοι τὸ, Οὐδεὶς γινώσκει, πρὸς ἀντι-διαστολὴν τοπικοῦ τινος ἔλεγον διορισμοῦ· καὶ ἐντεῦ-θεν δείκνυσιν ἑαυτὸν ὄντα τὸν Χριστὸν, ὅτι παρὰ τοῦ Πατρὸς ἦλθε· καὶ πανταχοῦ τὴν γνῶσιν ἑαυτῷ μαρ-τυρεῖ μόνῳ τοῦ Πατρὸς, λέγων· Οὐχ ὅτι τὸν Πα-τέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός. Καὶ παρώξυνεν αὐτοὺς τὰ λεγόμενα. Τὸ γὰρ εἰπεῖν, ὅτι Οὐκ οἴδατε αὐτὸν, καὶ τὸ ἐλέγξαι ὅτι εἰδότες προσποιοῦνται ἀγνοεῖν, ἱκανὸν δακεῖν καὶ καθάψα-σθαι. Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. Ὁρᾷς αὐτοὺς ἀοράτως κατεχομένους, καὶ τὸν θυμὸν αὐτῶν χαλινούμενον; Διὰ τί δὲ μὴ εἶπεν, ὅτι κατεῖχεν αὐτοὺς ἀοράτως, ἀλλ’ Ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ; Ἀνθρωπινώτερον ἠβουλήθη φθέγξασθαι καὶ ταπεινότερον ὁ εὐαγγελιστὴς, ὥστε αὐτὸν καὶ ἄνθρωπον ὑποπτευθῆναι. Ἐπειδὴ γὰρ παν-ταχοῦ ὑψηλὰ λέγει, τούτου ἕνεκεν ταῦτα παρασπεί-ρει. Ὅταν δὲ λέγῃ, ὅτι Παρ’ αὐτοῦ εἰμι· οὐχ ὡς προφήτης μανθάνων λέγει, ἀλλ’ ὡς ὁρῶν αὐτὸν, καὶ μετ’ αὐτοῦ ὤν. Οἶδα γὰρ αὐτὸν, φησὶν, ὅτι ἐγὼ παρ’ αὐτοῦ εἰμι. Ὁρᾷς πῶς ἄνω καὶ κάτω κατασκευάζει τὸ, Ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ, Ὁ πέμψας με ἀληθής ἐστι, πρὸς ἐκεῖνο μαχόμενος, τὸ μὴ νομι-σθῆναι ἀλλότριον τοῦ Θεοῦ; Καὶ σκόπει πόσον τῆς ταπεινότητος τῶν ῥημάτων τὸ κέρδος. Μετὰ γὰρ ταῦτα πολλοὶ, φησὶν, ἔλεγον· Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησε; Πόσα σημεῖα; Καὶ μὴν τρία ἦν σημεῖα, τὸ τοῦ οἴνου, καὶ τὸ τοῦ παραλυτικοῦ, καὶ τὸ τοῦ υἱοῦ τοῦ βασιλι-κοῦ· καὶ οὐδὲν διηγήσατο πλέον ὁ εὐαγγελιστής. Ὅθεν δῆλον, ὃ πολλάκις εἶπον, ὅτι τὰ πολλὰ παρα-τρέχουσι, καὶ ὑπὲρ τούτων ἡμῖν διαλέγονται, ὑπὲρ ὧν οἱ ἄρχοντες ἐκακούργουν. Ἐζήτουν οὖν αὐ-τὸν πιάσαι καὶ ἀνελεῖν. Τίνες; Οὐ τὸ πλῆθος τὸ τῆς ἀρχῆς οὐκ ἐφιέμενον, οὐδὲ βασκανίᾳ ἁλῶναι δυνάμε-νον· ἀλλ’ οἱ ἱερεῖς. Οἱ γὰρ τοῦ πλήθους ἔλεγον· Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει; Πλὴν ἀλλ’ οὐδὲ αὕτη ἦν ὑγιὴς ἡ πίστις, ἀλλ’ ὡς πλή-θους χυδαίου. Τὸ γὰρ λέγειν, Ὅταν ἔλθῃ, οὐ σφό-δρα πεπεισμένων ἦν τοῦτον εἶναι τὸν Χριστόν. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι κατὰ συνδρομὴν εἴρη-ται παρὰ τῶν ὄχλων· ὡς γὰρ τῶν ἀρχόντων ἄνω καὶ κάτω σπουδαζόντων δεῖξαι οὐκ ὄντα αὐτὸν τὸν Χρι-στὸν, θῶμεν μηδὲ εἶναι αὐτὸν τὸν Χριστόν· μὴ τού-του βελτίων ἔσται ἐκεῖνος; Ὅπερ ἀεὶ λέγω, ὅτι οἱ παχύτεροι, οὐκ ἀπὸ διδασκαλίας, οὐδὲ ἀπὸ δημηγο-ρίας, ἀλλ’ ἀπὸ σημείων ἐνάγονται. Ἤκουσαν οἱ Φα-ρισαῖοι τοῦ ὄχλου γογγύζοντος, καὶ ἔπεμψαν ὑπηρέτας, ἵνα πιάσωσιν αὐτόν. Ὁρᾷς ὅτι τοῦ σαββάτου ἡ λύσις πρόσχημα ἦν; Ὃ δὲ μάλιστα αὐ-τοὺς ἔδακνε, τοῦτο ἦν. Ἐνταῦθα γὰρ οὐδὲν ἔχοντες ἐγκαλεῖν, οὔτε τοῖς εἰρημένοις, οὔτε τοῖς πεπραγμέ-νοις, διὰ τὸν ὄχλον ἐβούλοντο πιάσαι αὐτόν. Καὶ αὐτοὶ μὲν οὐκ ἐτόλμων, τὸν κίνδυνον ὑφορώμενοι, τοὺς δὲ διακόνους ἀπέστελλον ἐκδότους. Ὢ τῆς τυραννίδος καὶ τῆς μανίας μᾶλλον δὲ ὢ τῆς ἀνοίας Αὐτοὶ πολλάκις ἐπιχειρήσαντες, καὶ οὐκ ἰσχύσαντες, τοῖς ὑπηρέταις τὸ πρᾶγμα ἐπέτρεψαν, ἁπλῶς τὸν θυμὸν αὐτῶν δι-αναπαύοντες· καίτοι πολλὰ διελέχθη καὶ ἐν τῇ κολυμ-βήθρᾳ, καὶ οὐδὲν τοιοῦτον ἐποίησαν, ἀλλ’ ἐζήτησαν μὲν, οὐκ ἐπεχείρησαν δέ. Ἐνταῦθα δὲ οὐκ ἔτι φέ-ρουσι, τοῦ ὄχλου μέλλοντος αὐτῷ προστρέχειν. Τί οὖν ὁ Χριστός; Ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμι. Δυνάμενος καὶ ἐπικάμψαι καὶ φοβῆσαι τοὺσ
PG 59:281ἀκούοντας, ῥήματα φθέγγεται ταπεινοφροσύνης γέ-μοντα, ὡσανεὶ ἔλεγεν· Τί σπουδάζετέ με ἀνελεῖν καὶ διῶξαι; Μικρὸν ἀναμείνατε χρόνον, καὶ οὐδὲ σπουδα-ζόντων με κατέχειν ἀνέξομαι. Εἶτα ἵνα μή τις θάνα-τον κοινὸν νομίσῃ, τὸ Ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμι (καὶ γὰρ τοῦτο ἐνόμισαν)· ἵν’ οὖν τοῦτο μή τις νομίσῃ, καὶ ὅτι οὐδὲν ἐνήργει μετὰ τελευτὴν, ἐπ-ήγαγε· Καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Εἰ δὲ ἔμελλεν ἐναπομένειν τῷ θανάτῳ, ἠδύναντο ἀπελθεῖν· ἐκεῖ γὰρ πάντες ἄπιμεν. Τὸ μὲν οὖν ἀφε-λέστερον πλῆθος, ἐπέκαμπτε τὰ λεγόμενα· τὸ δὲ θρα-σύτερον, ἐφόβει· τὸ δὲ φιλομαθέστερον, σπεύδειν ἐποίει πρὸς τὴν ἀκρόασιν, ὡς ὀλίγου λοιπὸν ὑπολειπομένου χρόνου, καὶ οὐκ ἐνὸν ἀεὶ ταύτης ἀπολαῦσαι τῆς δι-δασκαλίας. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐνταῦθά εἰμι, ἀλλὰ, Μεθ’ ὑμῶν εἰμι· τουτέστι, Κἂν διώκητε, κἂν ἐλαύνητε, μικρὸν χρόνον οὐ παύσομαι τὰ ὑπὲρ ὑμῶν οἰκονομῶν, καὶ τὰ πρὸς σωτηρίαν λέγων καὶ παραι-νῶν ὑμῖν. Καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Φοβῆ-σαι τοῦτο ἱκανὸν ἦν, καὶ εἰς ἀγωνίαν ἐμβαλεῖν. Καὶ γὰρ ὅτι ἐν χρείᾳ αὐτοῦ καταστήσονται δηλοῖ. Ζητή-σετε γάρ με, φησὶν, οὐ μόνον οὐκ ἐπιλήσεσθε, ἀλλὰ καὶ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Καὶ ποῦ ἐζή-
τησαν αὐτὸν οἱ Ἰουδαῖοι; Λέγει ὁ Λουκᾶς, ὅτι ἐκό-πτοντο γυναῖκες ἐπ’ αὐτῷ. Εἰκὸς δὲ καὶ ἄλλους πολ-λοὺς, καὶ εὐθέως, καὶ τῆς πόλεως ἁλισκομένης, μεμνῆσθαι τοῦ Χριστοῦ καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τὴν παρουσίαν ζητεῖν τὴν αὐτοῦ. Ταῦτα δὴ πάντα ἐπήγαγε, βουλόμενος αὐτοὺς ἐφελκύσασθαι. Καὶ γὰρ τὸ μικρὸν χρόνον εἶναι τὸν λειπόμενον, καὶ τὸ μετὰ τὴν ἀναχώρησιν ποθεινὸν ἔσεσθαι, καὶ τὸ μὴ δύνασθαι λοιπὸν αὐτὸν εὑρεῖν, ἱκανὰ πάντα πεῖσαι προσελθεῖν. Εἰ μὲν γὰρ μὴ ἔμελλε ποθεινὴ εἶναι ἡ παρουσία, οὐ-δὲν μέγα αὐτοῖς ἐδόκει λέγειν. Πάλιν δὲ εἰ ἔμελλε ποθεινὴ εἶναι, δυνατὸν δὲ ἦν εὑρεῖν, οὐδ’ ἂν οὕτως αὐτοὺς ἐθορύβησε. δ. Πάλιν, εἰ πολὺν ἔμελλε χρόνον παρεῖναι, καὶ οὕ-τως ὕπτιοι ἂν ἐγένοντο Νῦν δὲ πάντοθεν αὐτοὺς συνελαύνει καὶ φοβεῖ. Τὸ δὲ, Ὑπάγω πρὸς τὸν πέμ-ψαντά με, δεικνύντος ἐστὶν οὐδεμίαν αὐτῷ γενη-σομένην βλάβην ἀπὸ τῆς ἐπιβουλῆς τῆς αὐτῶν, καὶ τὸ πάθος ἑκούσιον. Δύο τοίνυν προεῖπε προῤῥήσεις, ὅτι μετὰ μικρὸν ἀπελεύσεται χρόνον, καὶ ὅτι οὐχ ἥξουσι πρὸς αὐτόν· ὅπερ οὐκ ἦν ἀνθρωπίνης διανοίας, τὴν ἑαυτοῦ τελευτὴν προειπεῖν. Ὅρα γοῦν καὶ τὸν Δαυὶ̈δ λέγοντα Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. Καὶ ὅλως οὐδείς ἐστιν ὁ μαθὼν τοῦτο. Ἐκ δὲ τοῦ ἑνὸς καὶ τὸ ἕτερον πιστοῦται. Ἐγὼ δὲ οἶμαι, καὶ πρὸς τοὺς ὑπηρέτας τοῦτο αἰνίττεσθαι, καὶ πρὸς αὐτοὺς τὸν λόγον ἀποτείνειν, ᾧ μάλιστα αὐτοὺς ἐπεσπάσατο, δείξας ἑαυτὸν εἰδότα τῆς ἀφίξεως τὴν αἰτίαν, ὡσανεὶ ἔλεγε· περιμείνατε μικρὸν, καὶ ἀπελεύσομαι. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυ-τούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι; Καὶ μὴν τοὺς ἐπιθυμοῦντας ἀπαλλαγῆναι, τοὺς πάντα πράτ-τοντας ὥστε μὴ βλέπειν αὐτὸν, οὐκ ἐχρῆν τοῦτο ζη-τεῖν, ἀλλ’ εἰπεῖν, ὅτι Καὶ ἀσμενίζομεν, καὶ πότε γὰρ τοῦτο ἔσται; Ἀλλ’ ἔπαθόν τι πρὸς τὰ λεχθέντα, καὶ ζητοῦσι πρὸς ἑαυτοὺς ἀνοήτως ὑποπτεύοντες, ποῦ μέλλει πορεύεσθαι. Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων; Τί ἐστιν, Εἰς διασπορὰν τῶν Ἑλλή-νων; Οὕτω τὰ ἔθνη ἐκάλουν οἱ Ἰουδαῖοι, διὰ τὸ παν-ταχοῦ διεσπάρθαι, καὶ ἀδεῶς ἀλλήλοις ἐπιμίγνυσθαι. Τοῦτο δὲ καὶ αὐτοὶ λοιπὸν τὸ ὄνειδος ὑπέμειναν· δια-σπορὰ γὰρ ἦσαν καὶ αὐτοί. Τὸ γὰρ παλαιὸν ἅπαν τὸ ἔθνος εἰς ἓν συνείλεκτο, καὶ οὐκ ἦν ἀλλαχοῦ Ἰουδαῖον
PG 59:282εὑρεῖν, ἀλλ’ ἢ ἐν Παλαιστίνῃ μόνῃ. Πρὸς δὲ τοῦτο διασπορὰν τοὺς Ἕλληνας ἐκάλουν, ὀνειδίζοντες καὶ μεγαλαυχοῦντες ἐφ’ ἑαυτοῖς. Τί οὖν ἐστιν, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Ἐκείνοις δὲ πάντες ἐπεμίγνυντο τότε, καὶ πανταχοῦ τῆς οἰ-κουμένης ἦσαν Ἰουδαῖοι. Οὐκ ἂν οὖν, εἰ τοὺς Ἕλλη-νας ἐδήλου, εἶπεν, Ὅπου οὐ δύνασθε ἐλθεῖν. Εἰ-πόντες δὲ, Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι; οὐκ εἶπον, Καὶ λυμαίνεσθαι αὐτοὺς, ἀλλὰ, Διδάσκειν. Οὕτως ἤδη καθυφῆκαν τῆς ὀργῆς, καὶ τοῖς λεχθεῖσιν ἐπίστευσαν. Οὐκ ἂν δὲ, εἰ μὴ ἐπίστευσαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν ὁ λόγος. Ἀλλὰ ταῦτα μὲν εἴρητο πρὸς ἐκεί-νους· δέος δὲ, μὴ καὶ πρὸς ἡμᾶς καιρὸν ἔχῃ τὰ λε-γόμενα, ὅτι Ὅπου ἐστὶν, οὐ δυνάμεθα ἀπελθεῖν, διὰ τὸν βίον ἡμῶν τὸν ἁμαρτημάτων γέμοντα. Περὶ μὲν γὰρ τῶν μαθητῶν φησι, Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ· περὶ δὲ ἡμῶν δέδοικα μὴ τοὐναντίον λεχθῇ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, οὐ δύνασθε ἐλθεῖν. Ὅταν γὰρ ἐναντία τῶν προσταγμάτων πράτ-τωμεν, πῶς δυνησόμεθα ἀπελθεῖν ἐκεῖ; Καὶ γὰρ καὶ κατὰ τὸν παρόντα βίον, εἴ τις τῶν στρατευομένων ἀνάξια πράττοι τοῦ βασιλέως, οὐ δυνήσεται τὸν βα-σιλέα ἰδεῖν, ἀλλὰ, τῆς ἀρχῆς παραλυθείσης, τὴν ἐσχά-την ὑποστήσεται κόλασιν. Ὅταν οὖν ἁρπάζωμεν, πλεονεκτῶμεν· ὅταν ἀδι-κῶμεν, πλήττωμεν· ὅταν μὴ ἐλεημοσύνην ἐργασώ-μεθα, οὐ δυνησόμεθα ἀπελθεῖν ἐκεῖσε, ἀλλὰ καὶ πει-σόμεθα ὃ γέγονε ταῖς παρθένοις. Ὅπου γὰρ ἦν, οὐκ ἐδυνήθησαν εἰσελθεῖν, ἀλλ’ ἀνεχώρησαν, σβεσθεισῶν αὐτῶν τῶν λαμπάδων· τουτέστι, τοῦ χαρίσματος αὐ-τὰς καταλιπόντος. Τὴν γὰρ φλόγα ἐκείνην ἣν εὐθέως ἐδεξάμεθα τῇ τοῦ Πνεύματος χάριτι, ἂν μὲν βουλώ-μεθα, σφοδροτέραν ἐργασόμεθα αὐτήν· ἂν δὲ μὴ βουλώμεθα, ταχέως αὐτὴν ἀπολέσομεν. Σβεσθείσης δὲ ἐκείνης, οὐδὲν ἕτερον, ἀλλ’ ἢ σκότος ἐν ταῖς ἡμε-τέραις ἔσται ψυχαῖς. Ὥσπερ γὰρ καιομένης τῆς λαμπάδος πολὺ τὸ φῶς· οὕτω διαλυθείσης οὐδὲν ἕτε-ρον, ἀλλ’ ἢ γνόφος ἔσται. Διό φησι, Τὸ πνεῦμα μὴ σβέννυτε. Σβέννυται δὲ, ὅταν ἔλαιον μὴ ἔχῃ, ὅταν ἀνέμου σφοδροτέρα τις ἐμβολὴ γένηται, ὅταν συν-έχηται καὶ στενοχωρῆται (καὶ γὰρ οὕτω σβέννυται πῦρ)· συνέχεται δὲ ὑπὸ φροντίδων βιωτικῶν, καὶ σβέννυται ὑπὸ ἐπιθυμίας πονηρᾶς. Οὐδὲν δὲ αὐτὴν πρὸς τοῖς εἰρημένοις οὕτω σβέννυσιν, ὡς ἀπανθρω-πία, καὶ ὠμότης, καὶ ἁρπαγή. Ὅταν γὰρ τῷ ἔλαιον μὴ ἔχειν, καὶ ὕδωρ ἐπεμβάλωμεν ψυχρόν· τοῦτο γάρ ἐστιν ἡ πλεονεξία, ἀποψύχουσα διὰ τῆς ἀθυμίας τῶν ἀδικουμένων τὰς ψυχάς· πόθεν δυνή-σεται ἀναφθῆναι λοιπόν; Ἀπελευσόμεθα τοίνυν τέφραν τε καὶ κόνιν φέροντες, καὶ πολὺν ἔχοντες τὸν καπνὸν κατηγοροῦντα ἡμῶν, ὅτι λαμπάδας ἔχοντες ἀπεσβέσαμεν. Ἔνθα γὰρ ἂν ᾖ καπνὸς, ἀνάγκη πῦρ εἶ-ναι τὸ σβεσθέν. Ἀλλὰ μὴ γένοιτό τινα ταύτην ἀκοῦσαι τὴν φωνὴν τὴν, Οὐκ οἶδα ὑμᾶς. Πόθεν δὲ ταύτην ἔστιν ἀκοῦσαι τὴν φωνὴν, ἢ ὅταν πένητα ἰδόντες, ὡς οὐκ ἰδόντες αὐτὸν διακεώμεθα; Ὅταν ἡμεῖς ἀγνοῶμεν τὸν πεινῶντα Χριστὸν, ἀγνοήσει ἡμᾶς καὶ αὐτὸς ἐλέου δεομένους· καὶ δικαίως. Ὁ γὰρ περιιδὼν τὸν θλιβόμενον, καὶ μὴ δοὺς ἐκ τῶν αὐτοῦ, πῶς ζητήσει λαβεῖν ἐκ τῶν οὐκ αὐτοῦ; Διὸ, παρακαλῶ, πάντα ποιῶμεν, καὶ πραγματευώμεθα, ὥστε μὴ ἐκλιπεῖν ἡμᾶς τὸ ἔλαιον, ἀλλὰ κοσμῆσαι τὰς λαμ-πάδας, καὶ συνεισελθεῖν τῷ νυμφίῳ εἰς τὸν νυμφῶνα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily LIHomilia LI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:283ΟΜΙΛΙΑ ΝΑ. Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ, τῇ μεγάλῃ τῆς ἑορτῆς, εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. α. Τοὺς προσιόντας τῷ θείῳ κηρύγματι, καὶ τῇ πίστει προσέχοντας, τὸν τῶν διψώντων ἔρωτα ἐπιδείκνυσθαι χρὴ, καὶ τοσαύτην ἀνάπτειν ἐπιθυμίαν ἐν ἑαυτοῖς. Οὕτω γὰρ δυνήσονται καὶ τὰ λεγόμενα μετὰ πολλῆς κατασχεῖν τῆς φυλακῆς. Καὶ γὰρ οἱ διψῶντες, ἐπειδὰν κύλικα λάβωσι, μετὰ πολλῆς αὐτὴν ἕλκουσι τῆς προ-θυμίας, καὶ τότε διαναπαύονται. Οὕτω τοίνυν καὶ οἱ τῶν θείων ἀκούοντες λογίων, εἰ διψῶντες προς-λάβοιεν, οὐδέποτε καμοῦνται ἕως ἂν ἐκπίωσιν. Ὅτι γὰρ ἀεὶ χρὴ διψᾷν καὶ πεινῇν· Μακάριοι, φησὶν, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Καὶ ἐνταῦθά φησιν ὁ Χριστός· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδένα ἀνάγκῃ καὶ βίᾳ ἐφέλκομαι· ἀλλ’ εἴ τις ἔχει προθυμίαν πολλὴν, εἴ τις ἐκκαίεται τῷ πόθῳ, τοῦτον ἐγὼ καλῶ. Τίνος δὲ ἕνεκεν ἐπεσημήνατο ὁ εὐαγγε-λιστὴς, ὅτι Ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ; Καὶ
γὰρ ἡ πρώτη καὶ ἡ τελευταία μεγάλη ἦν· τὰς γὰρ μεταξὺ μᾶλλον εἰς τρυφὴν ἀνήλισκον. Τίνος οὖν ἕνε-κεν Ἐν τῇ ἐσχάτῃ λέγει; Ὅτι ἐν αὐτῇ πάντες ἦσαν συγκεκροτημένοι. Τῇ μὲν γὰρ πρώτῃ οὐ παρ-εγένετο, καὶ τὴν αἰτίαν εἶπε πρὸς τοὺς ἀδελφούς. Ἀλλ’ οὐδὲ ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ τι τοιοῦτον λέγει, ὥστε μὴ ἐκλυθῆναι τὰ λεγόμενα, μελλόντων αὐτῶν εἰς τρυφὴν ἰέναι. Τῇ δὲ ἐσχάτῃ, ὅτε ἀνεχώρουν οἴ-καδε, ἐφόδια αὐτοῖς δίδωσι πρὸς σωτηρίαν, καὶ κρά-ζει· τοῦτο μὲν, τὴν παῤῥησίαν αὐτοῦ ἐμφαίνων· τοῦτο δὲ, διὰ τὸν πολὺν ὄχλον, καὶ δηλῶν ὅτι περὶ τοῦ νοητοῦ διελέγετο πόματος, ἐπάγει· Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Κοιλίαν ἐνταῦθα τὴν καρδίαν φησὶ, καθάπερ καὶ ἀλλαχοῦ φησι· Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου. Καὶ ποῦ εἶπεν ἡ Γραφὴ, ὅτι Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος; Οὐδα-μοῦ. Τί οὖν ἐστιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή; Ἐνταῦθα ὑποστίξαι δεῖ, ἵνα ᾖ τὸ Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι, τῆς αὐ-τοῦ ἀποφάσεως. Ἐπειδὴ γὰρ ἔλεγον πολλοὶ, Οὗτός ἐστιν ὁ Χριστός· καὶ, Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει; δείκνυσιν, ὅτι διωρθωμέ-νην δεῖ τὴν γνῶσιν ἔχειν, καὶ οὐκ ἀπὸ τῶν σημείων οὕτως, ὡς ἀπὸ τῶν Γραφῶν πιστεύεσθαι. Πολλοὶ γοῦν αὐτὸν καὶ θαυματουργοῦντα ἰδόντες, οὐχ ὡς Χριστὸν ἐδέχοντο· ἔμελλον δὲ λέγειν, ὅτι Οὐχὶ αἱ Γραφαὶ λέγουσιν, ὅτι ὁ Χριστὸς ἀπὸ τοῦ σπέρματος τοῦ Δαυὶ̈δ ἔρχεται; Καὶ ταῦτα ἄνω καὶ κάτω ἔστρεφε, δεῖξαι βουλόμενος, ὅτι οὐ φεύγει τὴν διὰ τούτων ἀπόδειξιν, πάλιν αὐτοὺς εἰς τὰς Γραφὰς παραπέμ-πει. Καὶ γὰρ ἄνω ἔλεγεν, Ἐρευνᾶτε τὰς Γραφάς· καὶ πάλιν, Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ, Μωϋσῆς ὑμῶν κατηγορεῖ· καὶ ἐνταῦθα, Καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι, τὸ δαψιλὲς καὶ ἄφθονον τῆς χάριτος αἰνιττόμενος. Ὅπερ ἀλλαχοῦ φησι· Πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· τουτέστι, πολλὴν ἕξει χάριν. Ἀλλα-χοῦ μὲν οὖν, Ζωὴν αἰώνιον, λέγει· ἐνταῦθα δὲ,
PG 59:284Ὕδωρ ζῶν. Ζῶν δὲ λέγει τὸ ἐνεργοῦν ἀεί. Ἡ γὰρ τοῦ Πνεύματος χάρις, ἐπειδὰν εἰς διάνοιαν εἰσέλθῃ καὶ ἱδρυνθῇ, πάσης πηγῆς μᾶλλον ἀναβλύζει, καὶ οὐ διαλιμπάνει, οὐδὲ κενοῦται, οὐδ’ ἵσταται. Ὁμοῦ τοίνυν καὶ τὸ ἀνελλιπὲς τῆς χορηγίας δηλῶν, καὶ τὸ ἄφατον τῆς ἐνεργείας, πηγὴν καὶ ποταμοὺς ἐκάλεσεν, οὐχ ἕνα ποταμὸν, ἀλλὰ ἀφάτους· καὶ ἐκεῖ δὲ, τὴν πλημμύραν διὰ τοῦ ἅλλεσθαι παρέστησε. Καὶ ἴδοι τις ἂν τὸ λεγόμενον σαφῶς, εἰ τὴν σοφίαν τοῦ Στε-φάνου, εἰ τὴν Πέτρου γλῶτταν, καὶ τὴν Παύλου ῥύ-μην ἐννοήσειε, πῶς οὐδὲν αὐτοὺς ἔφερεν, οὐδὲν ὑφ-ίστατο· οὐ δήμων θυμὸς, οὐ τυράννων ἐπαναστάσεις, οὐ δαιμόνων ἐπιβουλαὶ, οὐ θάνατοι καθημερινοί· ἀλλ’ ὥσπερ ποταμοὶ πολλῷ τῷ ῥοίζῳ φερόμενοι, οὕτω πάντα παρασύροντες ἀπῄεσαν. Ταῦτα δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, φησὶν, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες. Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Πῶς οὖν οἱ προφῆται προεφήτευσαν, καὶ τὰ μυρία εἰργά-σαντο θαύματα; Οἱ ἀπόστολοι μὲν γὰρ οὐ Πνεύματι ἐξέβαλον, ἀλλὰ τῇ παρ’ αὐτοῦ ἐξουσίᾳ, ὡς αὐτός φησιν. Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμό-νια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Τοῦτο δὲ ἔλεγε, δηλῶν ὅτι οὐ πάντες Πνεύματι ἐξέβαλον πρὸ τοῦ σταυροῦ, ἀλλὰ τῇ παρ’ αὐτοῦ ἐξουσίᾳ. Ὅτε γοῦν αὐτοὺς ἔμελλε πέμπειν, τότε ἔλεγε, Λάβετε Πνεῦμα ἅγιον· καὶ πάλιν, Ἦλθεν ἐπ’ αὐτοὺς Πνεῦμα ἅγιον, καὶ τότε τὰ σημεῖα ἐποίουν. β. Ὅτε δὲ ἔπεμπεν αὐτοὺς, οὐκ εἶπεν, Ἔδωκεν αὐ-τοῖς Πνεῦμα ἅγιον· ἀλλ’ Ἔδωκεν αὐτοῖς ἐξουσίαν, λέγων· Λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ἐπὶ δὲ τῶν προφητῶν παρὰ πάντων ὡμολόγηται, ὅτι Πνεύματος ἁγίου δόσις ἦν, ἀλλ’ ἦν αὕτη ἡ χάρις συσταλεῖσα καὶ ἀποστᾶσα, καὶ ἀπὸ τῆς γῆς ἀπολι-ποῦσα ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ’ ἧς ἐῤῥήθη, Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πρὸ ἐκείνης δὲ ἀρχὴν ἐλάμβανεν αὕτη ἡ σπάνις. Οὐκ ἔτι γὰρ προ-φήτης παρ’ αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις. Ἐπεὶ οὖν ἀνέσταλτο μὲν τὸ Πνεῦμα τὸ ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς· ταύ-της δὲ τῆς διανομῆς ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, οὐ μόνον δαψιλείας, ἀλλὰ καὶ μειζόνων χαρισμάτων (καὶ γὰρ θαυμαστοτέρα ἦν ἡ δωρεὰ, ὡς ὅταν λέγῃ· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε· καὶ πά-λιν, Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ’ ἐλά-βετε πνεῦμα υἱοθεσίας. Καὶ γὰρ οἱ παλαιοὶ καὶ αὐτοὶ μὲν πνεῦμα εἶχον, ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν)· ἐπειδὴ οὖν ταύ-την ἔμελλον λαμβάνειν τὴν χάριν, οὔπω δὲ ἦν δο-θεῖσα, διὰ τοῦτό φησιν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Ἐπεὶ οὖν περὶ ταύτης λέγων τῆς χάριτος ὁ εὐαγγελιστὴς ἔλεγεν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, τουτέστι, δοθὲν, ἐπεὶ Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν καλῶν τὸν σταυρόν. Ἐπειδὴ γὰρ ἐχθροὶ ἦμεν καὶ ἡμαρτηκότες καὶ ὑστερούμενοι τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ θεοστυγεῖς· ἡ δὲ χάρις καταλλαγῆς ἦν ἀπόδειξις· δῶρον δὲ οὐ τοῖς ἐχθροῖς, οὐδὲ τοῖς μι-σουμένοις, ἀλλὰ τοῖς φίλοις δίδοται, καὶ τοῖς εὐηρε-στηκόσιν· ἔδει πρότερον προσενεχθῆναι τὴν ὑπὲρ ἡμῶν θυσίαν, καὶ τὴν ἔχθραν ἐν τῇ σαρκὶ κατα-λυθῆναι, καὶ γενέσθαι τοῦ Θεοῦ φίλους, καὶ τότε λαβεῖν τὴν δωρεάν. Εἰ γὰρ ἐπὶ τῆς ἐπαγγελίας τοῦτο γέγονε τῆς πρὸς Ἀβραὰμ, πολλῷ μᾶλλον ἐπὶ τῆσ
PG 59:285χάριτος. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Εἰ γὰρ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἀβραὰμ καὶ τῷ σπέρ-ματι αὐτοῦ δώσειν τὴν γῆν· ἀλλ’ ἀνάξιοι ἦσαν τῆς ἐπαγγελίας οἱ ἔκγονοι, καὶ ἐξ οἰκείων οὐκ ἠδύναντο εὐαρεστῆσαι πόνων. Διὰ τοῦτο εἰσῆλθεν ἡ πίστις, πρᾶγμα εὔκολον, ἵνα τὴν χάριν ἐπισπάσηται, καὶ μὴ διαπέσωσιν αἱ ἐπαγγελίαι. Καὶ λέγει· Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν. Διὰ τοῦτο Κατὰ χάριν, ἐπειδὴ ἐξ ἱδρώ-των οὐκ ἴσχυσαν. Τίνος δὲ ἕνεκεν εἰπὼν, κατὰ τὰς Γραφὰς, οὐκ ἐπάγει καὶ τὴν μαρτυρίαν; Ὅτι διεφθαρμένη αὐτῶν ἡ γνώμη ἦν. Οἱ μὲν γὰρ ἔλε-γον· Οὗτός ἐστιν ὁ προφήτης· ἄλλοι δὲ ἔλεγον, ὅτι Πλανᾷ τὸν ὄχλον· ἄλλοι δὲ ἔλεγον, Οὐκ ἐκ τῆς Γαλιλαίας ἔρχεται ὁ Χριστὸς, ἀλλὰ ἀπὸ Βηθ-λεὲμ τῆς κώμης· ἄλλοι δὲ ἔλεγον, Ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί· καὶ διάφορος ἦν ἡ γνώμη, ἅτε ἐν πλήθει τεταραγμένῳ. Οὐδὲ γὰρ ἀκριβῶς προσεῖχον τοῖς λεγομένοις, οὐδὲ τοῦ μαθεῖν ἕνεκεν. Διὰ δὴ τοῦτο τούτοις μὲν οὐδὲν ἀποκρίνεται, καίτοι λέγουσι· Μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; τὸν δὲ Ναθαναὴλ σφοδρότερον εἰπόντα καὶ πληκτικώτερον, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἐπῄνεσεν ὡς ἀληθῶς Ἰσραηλίτην. Οὗτοι μὲν γὰρ καὶ οἱ πρὸς τὸν Νικόδημον εἰπόντες, Ἐρεύνησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προ-φήτης οὐκ ἐγήγερται, οὐ μαθεῖν ζητοῦντες ἔλεγον, ἀλλ’ ἁπλῶς ἀνατρέψαι τὴν περὶ τοῦ Χριστοῦ δόξαν.
Ἐκεῖνος δὲ ἀληθείας ὢν ἐραστὴς, καὶ τὰ παλαιὰ ἀκριβῶς πάντα ἐπιστάμενος, τοῦτο ἔλεγεν· αὐτοὶ δὲ πρὸς ἓν μόνον ἑώρων, τὸ ἀνατρέψαι ὅτι ὁ Χριστός ἐστι. Διόπερ αὐτοῖς οὐδὲν ἀπεκάλυπτεν. Οἱ γὰρ καὶ ἑαυτοῖς ἐναντία λέγοντες, καὶ ποτὲ μὲν, Οὐδεὶς γινώσκει πόθεν ἔρχεται, ποτὲ δὲ, Ἀπὸ Βηθλεὲμ, εὔδηλον ὅτι καὶ μαθόντες ἠναντιώθησαν. Ἔστω γὰρ, τὸν τόπον ἠγνόουν, ὅτι ἀπὸ Βηθλεὲμ, διὰ τὴν ἀνα-στροφὴν τὴν ἐν Ναζαρὲτ (καίτοι οὐδὲ τοῦτο συγγνώ-μην εἶχεν· οὐ γὰρ ἐκεῖ ἐτέχθη)· ἆρα καὶ τὸ γένος ἠγνόουν, ὅτι ἐξ οἴκου καὶ πατριᾶς Δαυί̈δ; Πῶς οὖν ἔλεγον, Οὐκ ἀπὸ τοῦ σπέρματος Δαυὶ̈δ ἔρχε-ται ὁ Χριστός; Ἀλλὰ καὶ τοῦτο ἐκείνῳ συσκιάσαι ἐβούλοντο, κακούργως ἅπαντα φθεγγόμενοι. Τίνος δὲ ἕνεκεν οὐχὶ προσελθόντες εἶπον· Ἐπειδὴ τὰ μὲν ἄλλα πάντα θαυμάζομεν, κελεύεις δέ σοι πείθεσθαι κατὰ τὰς Γραφὰς, εἰπὲ, πῶς αἱ μὲν Γραφαὶ λέγουσιν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ τὸν Χριστὸν ἐλθεῖν, σὺ δὲ ἀπὸ τῆς Γαλιλαίας ἀφῖξαι; Ἀλλ’ οὐδὲν τούτων εἶπον, ἀλλὰ πάντα πονηρῶς φθέγγονται. Ὅτι γὰρ οὐ ζητοῦντες, οὐδὲ μαθεῖν βουλόμενοι, εὐθέως ἐπήγαγεν ὁ εὐαγγε-λιστὴς, ὅτι Τινὲς ἤθελον πιάσαι αὐτὸν, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα αὐτοῦ· εἰ γὰρ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἱκανὸν ἦν εἰς κατάνυξιν αὐτοὺς ἀγαγεῖν· ἀλλ’ οὐ κατενύγησαν, καθώς φησιν ὁ προφήτης· Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν. γ. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐδενὶ βούλεται εἴκειν, πρὸς ἓν βλέπει μόνον, ὥστε τὸν ἐπιβουλευόμενον ἀνελεῖν. Ἀλλὰ τί φησιν ἡ Γραφή; Ὁ ὀρύσσων βό-θρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται· ὅπερ καὶ τότε γέγονεν. Αὐτοὶ μὲν γὰρ ἐβούλοντο αὐτὸν ἀνελεῖν, ὡς δὴ σβεννύντες τὸ κήρυγμα· γέγονε δὲ τοὐναντίον. Τὸ μὲν γὰρ κήρυγμα ἀνθεῖ τῇ τοῦ Χρι-στοῦ χάριτι· τὰ δὲ ἐκείνων πάντα ἐσβέσθη καὶ ἀπ-
PG 59:286όλωλε, καὶ πατρίδος καὶ ἐλευθερίας, καὶ ἀδείας, καὶ λατρείας ἐξέπεσον, καὶ πάσης ἀπεστερήθησαν εὐημε-ρίας, καὶ γεγόνασι δοῦλοι καὶ αἰχμάλωτοι. Ταῦτ’ οὖν εἰδότες, μηδέποτε ἐπιβουλεύωμεν ἑτέροις, μαθόντες ὅτι καθ’ ἑαυτῶν ἀκονῶμεν τὸ ξίφος, καὶ βαθυτέραν ἑαυτοῖς διδόαμεν τὴν πληγήν. Ἀλλ’ ἐλύπησέ τις, καὶ βούλει αὐτὸν ἀμύνασθαι; Μὴ ἀμύνῃ· οὕτω γὰρ ἀμύ-νασθαι δυνήσῃ. Ἐὰν δὲ ἀμύνῃ, οὐκ ἠμύνω. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον, ἀλλ’ ἀληθῆ λό-γον. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι σὺ μὴ ἀμυνόμενος, τὸν Θεὸν αὐτῷ καθιστᾷς ἐχθρόν· ἀμυνόμενος δὲ, οὐκέτι. Ἐμοὶ γὰρ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Εἰ γὰρ οἰκέτας ἔχομεν, κἂν πρὸς ἀλ-λήλους διενεχθέντες, μὴ τῆς δίκης καὶ τῆς κολάσεως ἡμῖν παραχωρήσωσιν, ἀλλ’ ἑαυτοῖς ἐπιτρέψωσι, κἂν μυριάκις προσέλθωσιν, οὐ μόνον οὐκ ἀμυνόμεθα, ἀλλὰ καὶ ἀγανακτοῦμεν, Δραπέτα, λέγοντες, καὶ, μαστι-γία, τὸ πᾶν ἡμῖν ἐπιτρέψαι ἐχρῆν· ἐπειδὴ δὲ σαυτῷ προλαβὼν ἤμυνες, μηδὲν ἐνόχλει λοιπόν· πολλῷ μᾶλ-λον ὁ Θεὸς, ὁ παραγγείλας αὐτῷ παραχωρεῖν ἁπάν-των, τοῦτο ἐρεῖ. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν παρὰ μὲν παίδων τῶν ἡμετέρων τοσαύτην ἀπαιτῶμεν φιλοσο-φίαν καὶ ὑπακοήν· τῷ δὲ Δεσπότῃ μὴ παραχωρῶμεν ὧν βουλόμεθα τοὺς οἰκέτας ἡμῖν παραχωρεῖν; Ταῦτα δὲ λέγω, διὰ τὸ πρόθυμον ὑμῶν περὶ τὴν ἀλλήλων κόλασιν· ἐπεὶ τόν γε ἀληθῶς φιλοσοφοῦντα οὐδὲ τοῦτο χρὴ ποιεῖν, ἀλλὰ συγγινώσκειν καὶ ἀφιέναι τὰ ἁμαρ-τήματα, εἰ καὶ μὴ ἐκεῖνο ἦν τὸ μέγα ἔπαθλον, τὸ ἄφε-σιν ἀντὶ τούτων λαμβάνειν. Εἰ γὰρ, εἰπέ μοι, κατα-γινώσκεις τοῦ ἡμαρτηκότος, τίνος ἕνεκεν καὶ αὐ-τὸς ἁμαρτάνεις, καὶ τοῖς αὐτοῖς περιπίπτεις; Ὕβρισε; Μὴ ἀνθυβρίσῃς· ἐπεὶ σαυτὸν ὕβρισας. Ἔπληξε; Μὴ ἀντιπλήξῃς· ἐπεὶ τὸ διάφορον οὐδαμοῦ. Ἐλύπησε; Μὴ ἀντιλυπήσῃς· ἐπεὶ τὸ κέρδος οὐδὲν, ἀλλὰ γέγο-νας ἐκείνων πάλιν ἴσος. Οὕτως αὐτὸν ἐντρέψαι δυ-νήσῃ, ἂν μετὰ πραότητος ἐνέγκῃς ἐπιεικῶς· οὕτως αὐτὸν καταιδέσαι, οὕτως αὐτὸν ἐγκόψαι τῆς ὀργῆς. Οὐδεὶς κακῷ κακὸν ἰᾶται, ἀλλ’ ἀγαθῷ τὸ κακόν. Ταῦτα παρ’ Ἕλλησί τινες φιλοσοφοῦσιν. Αἰσχυνθῶμεν τοίνυν, εἰ παρ’ Ἕλλησι τοῖς ἀνοήτοις τοσαύτης οὔσης τῆς φιλοσοφίας, ἡμεῖς ἐλάττους φαινοίμεθα. Πολλοὶ ἠδικήθησαν, καὶ ἤνεγκαν· πολλοὶ ἐσυκοφαντήθησαν, καὶ οὐκ ἠμύναντο· ἐπεβουλεύθησαν, καὶ εὐηργέτη-σαν. Δέος δὲ οὐ μικρὸν, μὴ μείζους ἡμῶν τινες παρ’ αὐτοῖς κατὰ τὸν βίον εὑρεθῶσι, καὶ σφοδροτέραν ἡμῖν τὴν κόλασιν ἐργάσωνται. Ὅταν γὰρ οἱ Πνεύματος μετεσχηκότες, οἱ βασιλείαν προσδοκῶντες, οἱ ὑπὲρ τῶν οὐρανῶν φιλοσοφοῦντες, οἱ μὴ δεδοικότες γέεν-ναν, οἱ κελευόμενοι ἄγγελοι γίνεσθαι, οἱ μυστηρίων ἀπολαύοντες, μηδὲ εἰς τὴν αὐτὴν ἐκείνοις φθάσωμεν ἀρετὴν, ποίαν ἕξομεν συγγνώμην; Εἰ γὰρ Ἰουδαίους ὑπερβαίνειν χρὴ ( Ἐὰν γὰρ μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη, φησὶ, πλέον τῶν γραμματέων καὶ Φα-ρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ), πολλῷ μᾶλλον Ἕλληνας· εἰ Φαρισαίους, πολλῷ μᾶλλον τοὺς ἀπίστους. Εἰ γὰρ μὴ ὑπερβάντων ἡμῶν τὴν ἐκείνων πολιτείαν, ἀποκέκλεισται τὰ τῆς βασιλείας· ὅταν καὶ Ἑλλήνων φαινώμεθα χείρους, πῶς ἕξομεν ταύτης ἐπιτυχεῖν; Πᾶσαν τοίνυν πικρίαν, καὶ ὀργὴν, καὶ θυμὸν ἐκβάλωμεν. Τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Καὶ γὰρ καὶ ἰατροὶ τῷ αὐτῷ πολλάκις χρῶνται φαρμάκῳ. Καὶ ἡμεῖς οὐ παυσόμεθα τὰ αὐτὰ ἐνηχοῦντες, ἀναμιμνή-σκοντες, διδάσκοντες, παρακαλοῦντες. Καὶ γὰρ πολὺσ

Homily LIIHomilia LII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:287τῶν βιωτικῶν πραγμάτων ὁ ὄχλος, καὶ λήθην ἡμῖν ἐμποιῶν, καὶ διδασκαλίας δεῖ ἡμῖν συνεχοῦς. Ἵν’ οὖν μὴ μάτην μηδὲ εἰκῆ ἐνταῦθα συλλεγώμεθα, τὴν διὰ τῶν ἔργων ἐπίδειξιν παρασχώμεθα, ἵνα καὶ τῶν μελ-
PG 59:288λόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:287ΟΜΙΛΙΑ ΝΒ. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· «Διατί οὐκ ἠγάγετε αὐτόν;» Ἀπεκρίθησαν οὖν οἱ ὑπηρέται· «Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ἄνθρωπος.» α. Οὐδὲν τῆς ἀληθείας σαφέστερον, οὐδὲν ἁπλού-στερον, ἐὰν μὴ κακουργῶμεν ἡμεῖς· ὥσπερ οὖν κακ-ουργούντων οὐδὲν δυσκολώτερον. Ἰδοὺ γὰρ οἱ μὲν Φαρισαῖοι καὶ οἱ γραμματεῖς, οἱ δῆθεν δοκοῦντες εἶναι σοφώτεροι, συνόντες ἀεὶ τῷ Χριστῷ, ἐπιβουλῆς ἕνε-κεν, καὶ θαύματα ὁρῶντες, καὶ Γραφὰς ἀναγινώ-σκοντες, οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ ἐβλάβησαν· οἱ δὲ ὑπηρέται, οὐδὲν τούτων ἔχοντες εἰπεῖν, ἀπὸ μιᾶς μόνης δημηγορίας ἐχειρώθησαν, καὶ ἀπελθόντες ὥστε αὐτὸν δῆσαι, ἐπανῆλθον δεθέντες τῷ θαύματι. Οὐ τὴν σύνεσιν δὲ αὐτῶν θαυμάσαι μόνον ἔστιν, ὅτι σημείων οὐκ ἐδεήθησαν, ἀλλ’ ἀπὸ τῆς διδασκαλίας μόνης ἑά-λωσαν (οὐ γὰρ εἶπον, ὅτι Οὐδέποτε ἐθαυματούργησεν ἄνθρωπος οὕτως· ἀλλὰ τί; Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος)· οὐ τοίνυν τὴν σύνεσιν αὐτῶν μόνον ἔστι θαυ-μάσαι, ἀλλὰ καὶ τὴν παῤῥησίαν, ὅτι πρὸς τοὺς ἀποστεί-λαντας ταῦτα ἔλεγον, πρὸς τοὺς Φαρισαίους, πρὸς τοὺς πολεμοῦντας, καὶ πάντα ὑπὲρ τούτου πράττοντας. Ἦλθον γὰρ, φησὶν, οἱ ὑπηρέται, καὶ λέγουσιν αὐτοῖς οἱ Φαρισαῖοι· Διατί οὐκ ἠγάγετε αὐτόν; Τὸ δὲ ἐλθεῖν, πολλῷ μεῖζον ἦν τοῦ μεῖναι. Τότε μὲν γὰρ ἀπηλλάγησαν ἂν τῆς τούτων ἐπαχθείας· νυνὶ δὲ κή-
ρυκες γίνονται τῆς τοῦ Χριστοῦ σοφίας, καὶ μειζόνως ἐνδείκνυνται τὴν παῤῥησίαν· καὶ οὐ λέγουσιν, Οὐκ ἠδυνήθημεν διὰ τὸν ὄχλον, ὅτι ὡς προφήτῃ προσεῖχον· ἀλλὰ τί; Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Καί-τοι γε ἠδύναντο ἐκείνην εἰπεῖν τὴν ἀπολογίαν· ἀλλ’ ἐμφαίνουσιν ἑαυτῶν τὴν ὀρθὴν γνώμην. Τοῦτο γὰρ οὐχὶ θαυμαζόντων ἐκεῖνον μόνον ἦν, ἀλλὰ καὶ τού-των κατηγορούντων, ὅτι ἔπεμψαν δήσοντας αὐτὸν αὐτοὺς, οὗ ἀκούειν ἐχρῆν. Καίτοι γε οὐδὲ μακρᾶς ἤκουσαν δημηγορίας, ἀλλὰ βραχείας. Ὅταν γὰρ ἡ διάνοια ἀδέκαστος ᾖ, οὐδὲ μακρῶν λόγων δεῖ. Τοιοῦτον γὰρ ἡ ἀλήθεια. Τί οὖν οἱ Φαρισαῖοι; Δέον κατανυγῆ-ναι, τὸ ἐναντίον ποιοῦσιν, ἀντεγκαλοῦσιν αὐτοῖς, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; λέγοντες. Ἔτι αὐτοὺς κολακεύουσι, καὶ οὐ καταφορικῶς κέχρηνται τῷ λόγῳ, δεδοικότες μὴ τέλεον ἀποσχισθῶσιν· ἀλλὰ τὸν θυμὸν ἐμφαίνουσι, καὶ μετὰ φειδοῦς φθέγγονται. Δέον γὰρ ἐρωτῆσαι, τί ἐλάλησε, καὶ θαυμάσαι τὰ λεχθέντα, τοῦτο μὲν οὐ ποιοῦσιν· ᾔδεισαν γὰρ ὅτι ἁλῶναι εἶχον· ἀπὸ δὲ τεκμηρίου σφόδρα ἀνοήτου αὐτοὺς συλλογίζονται. Διατί γὰρ οὐδεὶς, φησὶ, τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Τοῦτο οὖν τῷ Χριστῷ ἐγκαλεῖς, εἰπέ μοι, καὶ οὐχὶ τοῖς ἀπιστήσασιν; Ἀλλ’ ὁ ὄχλος, φησὶν, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσιν. Αὕτη γὰρ ὑμῶν ἡ μείζων κατηγορία, ὅτι ὁ μὲν ὄχλος ἐπί-στευσεν, ὑμεῖς δὲ ἠπιστήσατε. Καὶ μὴν τὰ τῶν γινω-σκόντων τὸν νόμον ἐποίουν ἐκεῖνοι· πῶς οὖν ἐπάρα-τοί εἰσιν; Ὑμεῖς γὰρ ἐπάρατοι, οἱ μὴ τηροῦντες τὸν νόμον· οὐκ ἐκεῖνοι, οἱ τῷ νόμῳ πειθόμενοι. Ἐχρῆν δὲ οὐκ ἀπὸ τῶν ἀπιστούντων διαβάλλειν τὸν ἀπιστού-μενον. Οὐ γὰρ ὀρθὸς τρόπος οὗτος. Ἐπεὶ καὶ ὑμεῖς ἠπιστήσατε τῷ Θεῷ, καθὼς Παῦλός φησι· Τί γὰρ, εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν
PG 59:288πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Καὶ γὰρ οἱ προφῆται αὐτοῖς ἀεὶ ἐνεκάλουν λέγοντες· Ἀκούσατε, ἄρχοντες Σοδόμων· καὶ, Οἱ ἄρχοντές σου ἀπειθοῦσι· καὶ πάλιν, Οὐχ ὑμῶν ἐστι γνῶναι τὸ κρῖμα; Καὶ πανταχοῦ σφοδρότερον ἐπιτίθενται αὐτοῖς. Τί οὖν; Καὶ τῷ Θεῷ τίς ἐγκαλέσει διὰ τοῦτο; Ἄπαγε. Ἐκείνων γὰρ τοῦτο τὸ ἔγκλημα. Ποῖον δ’ ἂν ἄλλο τις ποιήσειε σημεῖον τοῦ μὴ γινώσκειν ὑμᾶς τὸν νόμον, ἢ τὸ μὴ πείθεσθαι; Ἐπειδὴ δὲ εἶπον, ὅτι Μὴ τῶν ἀρχόντων τις ἐπίστευσεν εἰς αὐτόν; καὶ ὅτι Οἱ μὴ γινώσκοντες τὸν νόμον, ἀκολούθως αὐτῶν καθ-άπτεται ὁ Νικόδημος, οὕτως λέγων· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον; Δείκνυσι γὰρ αὐτοὺς μήτε γινώ-σκοντας τὸν νόμον, μήτε ποιοῦντας τὸν νόμον. Εἰ γὰρ ἐκεῖνος μὲν οὐδένα κελεύει ἀποκτιννύναι ἄνθρωπον μὴ πρότερον ἀκούσαντας, οὗτοι δὲ πρὶν ἀκοῦσαι ἐπὶ τοῦτο ὥρμησαν, παραβάται εἰσὶ τοῦ νόμου. Καὶ ἐπειδὴ εἶπον, Καὶ οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, διὰ τοῦτο ἐπισημαίνεται ὁ εὐαγγελιστὴς, ὅτι εἷς ἦν ἐξ αὐτῶν, δεικνὺς ὅτι καὶ ἄρχοντες ἐπίστευ-σαν εἰς αὐτόν. Παῤῥησίαν μὲν γὰρ οὐδέπω τὴν προς-ήκουσαν ἐπεδείκνυντο· πλὴν ᾠκειοῦντο τῷ Χριστῷ. Ὅρα δὲ πῶς καὶ μετὰ φειδοῦς τὸν ἔλεγχον ἐπάγει. Οὐ γὰρ εἶπεν, Ὑμεῖς δὲ βούλεσθε αὐτὸν ἀποκτεῖναι, καὶ ἁπλῶς καταδικάζετε τὸν ἄνθρωπον ὡς πλάνον. Ἀλλ’ οὐχ οὕτως εἶπεν, ἀλλὰ προσηνέστερον, τὴν ἄφατον αὐτῶν ὁρμὴν ἐγκόπτων, καὶ τὸ ἄσκεπτον καὶ φονικόν. Διὰ τοῦτο ἐπὶ τὸν νόμον τρέπει τὸν λόγον, λέγων· Ἐὰν μὴ ἀκούσῃ ἀκριβῶς, καὶ γνῷ τί ποιεῖ. Ὥστε οὐδὲ ἀκροάσεως δεῖ ψιλῆς, ἀλλὰ καὶ ἀκριβοῦς. Τοῦτο γάρ ἐστι, Καὶ γνῷ τί ποιεῖ, τί βούλεται, καὶ διατί, καὶ ἐπὶ τίνι, πότερον ἐπ’ ἀνατροπῇ τῆς πολι-τείας καὶ ὡς ἐχθρός. Ἀπορηθέντες τοίνυν ἐπειδὴ εἶπον, Οὐδεὶς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, οὔτε σφοδρῶς, οὔτε μετὰ φειδοῦς αὐτῷ προσηνέχ-θησαν. β. Ποίαν γὰρ ἀκολουθίαν ἔχει, εἰπέ μοι, εἰπόντος ἐκείνου, ὅτι Ὁ νόμος ἡμῶν οὐ κρίνει οὐδένα, εἰπεῖν, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Δέον γὰρ δεῖξαι, ὅτι οὐκ ἀκρίτως ἔπεμψαν αὐτὸν καλέσοντες, ἢ ὅτι οὐ χρὴ μεταδοῦναι λόγου, ἀγροικότερον καὶ θυμικώτερον κέχρηνται τῇ ἀντιῤῥήσει· Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; ὅτι προφήτης ἐστίν; Εἶπεν ὅτι ἄκριτον ἀναιρεθῆναι οὐ δεῖ. Οἱ δὲ ὑβριστικῶς, ὡς οὐκ εἰδότι περὶ τῶν Γραφῶν οὐδὲν, ταῦτα ἐπήγαγον· ὡσανεὶ εἴποι τις· Ὕπαγε, μάθε· τοῦτο γάρ ἐστιν, Ἐρώτησον καὶ ἴδε. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ ἄνω καὶ κάτω τὴν Γαλιλαίαν ἔστρεφον καὶ τὸν προφήτην, ἀπαλλάττων πάντας ταύτης τῆς ἀλλοτρίας ὑποψίας, καὶ δεικνὺς, ὅτι οὐχ εἷς τῶν προφητῶν ἐστιν, ἀλλὰ τοῦ κόσμου Δεσπότης, φησίν· Ἐγὼ φῶς εἰμι τοῦ κόσμου. Οὐ Γαλιλαίας, οὐ Παλαιστίνης, οὐδὲ τῆς Ἰουδαίας. Τί οὖν οἱ Ἰουδαῖοι; Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Ὢ τῆς ἀνοίας ταῖς Γραφαῖς παρέπεμψεν ἄνω καὶ κάτω, καὶ λέγουσιν, ὅτι Σὺ περὶ ἑαυτοῦ μαρτυρεῖς. Τί δὲ ἐμαρτύρησεν; Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Μέγα
PG 59:289τὸ λεχθὲν, καὶ ὄντως μέγα· ἀλλ’ οὐ σφόδρα αὐτοὺς ἔπληξεν, ἐπειδὴ οὔτε ἐξισοῖ νῦν ἑαυτὸν τῷ Πατρὶ, οὔτε Υἱὸς ἐκείνου εἶπεν εἶναι, οὔτε Θεὸς, ἀλλὰ φῶς τέως. Ἐβούλοντο μὲν οὖν ἀνατρέψαι καὶ τοῦτο· καίτοι πολὺ τοῦτο μεῖζον τοῦ εἰπεῖν, Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, φῶς καὶ σκοτίαν νοητῶς λέγων· τουτέστιν, οὐ μένει ἐν τῇ πλάνῃ. Ἐνταῦθα καὶ τὸν Νικόδημον ἐφέλκεται καὶ ἐνάγει ὡς σφόδρα παῤῥησιασάμενον, καὶ τοὺς ὑπηρέ-τας ἐπαινεῖ τοῦτο πεποιηκότας. Τὸ γὰρ κράξαι, τοῦτό ἐστι βουλομένου κατασκευάσαι, ὥστε κἀκείνους ἀκοῦ-σαι· ἅμα δὲ καὶ αὐτοὺς αἰνίττεται κρυφῇ τοὺς δόλους πλέκοντας, καὶ ἐν τῷ σκότῳ καὶ τῇ πλάνῃ· ἀλλὰ τοῦ φωτὸς οὐ περιέσονται. Καὶ τὸν Νικόδημον ὑπομιμνή-σκει τῶν ῥημάτων ἐκείνων, ἅπερ ἔλεγε πρώην· Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι οὐδεὶς τῶν ἀρχόντων ἐπί-στευσεν εἰς αὐτὸν, διὰ τοῦτό φησιν, Ὁ τὰ φαῦλα πράσσων, οὐκ ἔρχεται πρὸς τὸ φῶς, δεικνὺς ὅτι οὐ τῆς τοῦ φωτὸς ἀσθενείας τὸ μὴ ἐλθεῖν, ἀλλὰ τῆς ἐκεί-νων διεστραμμένης γνώμης. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς; Τί οὖν αὐτός; Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν· ὅτι οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι. Ὅπερ φθάσας εἶπε, τοῦτο οὗτοι προβάλλονται ὡς προηγου-μένως λεχθέν. Τί οὖν ὁ Χριστός; Ἀνατρέπων αὐτὸ καὶ δεικνὺς, ὅτι ἐκεῖνα ὡς πρὸς αὐτοὺς καὶ τὴν ὑπό-νοιαν αὐτῶν διελέγετο, ἄνθρωπον αὐτὸν ὑποπτευόντων ψιλὸν φησί· Καὶ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν μαρτυρία μου, ὅτι οἶδα πόθεν ἔρχο-μαι. Τί ἐστι τοῦτο; Ἐκ τοῦ Θεοῦ εἰμι, καὶ Θεὸς, καὶ Υἱὸς Θεοῦ. Ὁ δὲ Θεὸς αὐτὸς ἑαυτῷ ἀξιόπιστος μάρ-τυς· Ὑμεῖς δὲ οὐκ οἴδατε. Ἐθελοκακεῖτε, φησὶ, καὶ εἰδότες προσποιεῖσθε μὴ εἰδέναι· ἀλλ’ ἀπὸ ἀνθρωπίνης διανοίας ἅπαντα φθέγγεσθε, οὐδὲν πλέον βουλόμενοι τοῦ φαινομένου νοεῖν. Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε. Ὥσπερ τὸ κατὰ σάρκα ζῇν, τουτ-έστι, τὸ φαύλως ζῇν· οὕτω τὸ κατὰ σάρκα κρίνειν,
ἀδίκως κρίνειν ἐστίν. Ἐγὼ οὐ κρίνω οὐδένα· καὶ ἐὰν κρίνω, ἡ ἐμὴ κρίσις δικαία ἐστίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀδίκως κρίνετε. Καὶ εἰ ἀδίκως κρί-νομεν, φησὶ, διατί μὴ ἐγκαλεῖς; διατί μὴ κολάζεις; διατί μὴ κατακρίνεις; Ὅτι οὐκ ἐπὶ τοῦτο ἦλθον, φησί. Τοῦτο γάρ ἐστι τὸ, Ἐγὼ οὐ κρίνω οὐδένα· καὶ ἐὰν κρίνω δὲ ἐγὼ, ἡ κρίσις μου ἀληθής ἐστι. Ἐπεὶ εἰ ἐβουλήθην κρῖναι, ὑμεῖς ἂν τῶν καταδεδικα-σμένων ἦτε. Καὶ ταῦτα οὐχὶ κρίνων λέγω, φησίν. Οὐ διὰ τοῦτο δὲ εἶπον, Οὐχὶ κρίνων λέγω, ὡς οὐ θαῤῥῶν, ὅτι εἰ ἔκρινον, εἷλον ἂν ὑμᾶς (καὶ γὰρ εἰ ἔκρινον, δικαίως ἂν ὑμᾶς κατεδίκασα)· ἀλλὰ νῦν καιρὸς κρίσεως οὐκ ἔστι. Καὶ περὶ τῆς μελλούσης μὲν κρίσεως ᾐνίξατο εἰπὼν, Ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. Ἐνταῦθα δὲ ᾐνίξατο, ὅτι οὐκ αὐτὸς μόνος αὐτοὺς καταδικάζει, ἀλλὰ καὶ ὁ Πατήρ. Εἶτα αὐτὸ συνεσκίασεν, εἰς τὴν
PG 59:290αὐτοῦ μαρτυρίαν ἐνάγων· Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυ-ρία ἀληθής ἐστι. γ. Τί οὖν ἂν εἴποιεν ἐνταῦθα οἱ αἱρετικοί; Τί πλέον ἔχε τῶν ἀνθρώπων, εἰ ἁπλῶς οὕτως ἐκλάβοιμεν τὸ λεχθέν; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων διὰ τοῦτο ὥρισται τοῦτο, ἐπειδὴ καθ’ ἑαυτὸν οὐκ ἔστιν ἀξιό-πιστός τις· ἐπὶ δὲ Θεοῦ, πῶς ἂν ἔχοι τοῦτο λόγον; Πῶς οὖν εἴρηται τὸ Δύο; ἆρα ἐπειδὴ δύο, ἢ ἐπειδὴ ἄνθρωποι διὰ τοῦτο δύο; Εἰ γὰρ ἐπειδὴ δύο εἰσὶ, τίνος ἕνεκεν οὐ κατέφυγεν ἐπὶ τὸν Ἰωάννην, οὐδὲ εἶπεν, Μαρτυρῶ ἐγὼ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ Ἰωάννης; τίνος ἕνεκεν ἐπὶ τὸν ἄγγελον; τίνος ἕνεκεν ἐπὶ τοὺς προφήτας; καὶ γὰρ μυρίας ἂν εὗρεν ἄλλας μαρτυρίας. Ἀλλ’ οὐ τοῦτο βούλεται δεῖ-ξαι μόνον, ὅτι δύο, ἀλλ’ ὅτι καὶ τῆς αὐτῆς οὐσίας. Λέγου-σιν αὐτῷ· Τίς ἐστιν ὁ Πατήρ σου; Εἶτά φησιν· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Ἐπειδὴ γὰρ εἰδό-τες ὡς οὐκ εἰδότες ἔλεγον καὶ ὡς πειράζοντες αὐτὸν, οὐδὲ ἀποκρίσεως αὐτοὺς ἀξιοῖ. Διὰ τοῦτο λέγει λοιπὸν τρανότερον ἅπαντα καὶ μετὰ πλείονος παῤῥησίας, ἀπό τε τῶν σημείων καὶ τῆς διδασκαλίας τῶν ἀκο-λουθούντων τὴν μαρτυρίαν λαβὼν, τῷ ἐγγὺς εἶναι τὸν σταυρόν. Οἶδα γὰρ, φησὶ, πόθεν ἔρχομαι. Τοῦτο οὐ σφόδρα ἂν αὐτῶν καθήψατο· τὸ δὲ ἐπαγαγεῖν, Καὶ ὅπου ἐγὼ ὑπάγω, μᾶλλον αὐτοὺς ἐφόβησεν ἂν, ὡς οὐ μέλλοντος αὐτοῦ μένειν ἐν τῷ θανάτῳ. Διατί δὲ οὐκ εἶπεν, ὅτι Οἶδα, ὅτι Θεός εἰμι, ἀλλ’ ὅτι Οἶδα πόθεν ἔρχομαι; Ἀεὶ τὰ ταπεινὰ ἀναμίγνυσι τοῖς ὑψηλοῖς, καὶ αὐτὰ δὲ ταῦτα περιστέλλει. Εἰπὼν γὰρ, ὅτι Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ τοῦτο δείξας, ἦλθεν ἐπὶ τὸ ταπεινότερον, ὡσανεὶ ἔλεγεν· Οἶδα παρὰ τίνος ἀπέσταλμαι, καὶ πρὸς τίνα ἀπέρχομαι. Οὕτω γὰρ οὐδὲν ἂν ἔσχον ἀντειπεῖν, ἀκούσαντες ὅτι παρ’ ἐκείνου ἀπέσταλται, καὶ πρὸς ἐκεῖνον ἄπεισιν. Οὐ γὰρ ἂν εἶπον, φησὶ, τὶ ψεῦδος, ἐκεῖθέν τε ἥκων, καὶ ἐκεῖ ἀπιὼν, πρὸς τὸν ἀληθῆ Θεόν. Ὑμεῖς δὲ οὐκ ἴστε τὸν Θεόν· διὰ τοῦτο κατὰ τὴν σάρκα κρίνετε. Οἱ γὰρ τοσούτων ἀκούσαντες τεκμηρίων τε καὶ ἐλέγ-χων, ἔτι λέγετε, Οὐκ ἔστιν ἀληθής· καὶ Μωϋσέα ἀξιόπιστον ἡγεῖσθε, καὶ ὑπὲρ ὧν περὶ ἄλλων, καὶ ὑπὲρ ὧν περὶ ἑαυτοῦ λέγει· τὸν δὲ Χριστὸν οὐκέτι. Τοῦτο κατὰ σάρκα κρίνειν ἐστίν. Ἐγὼ δὲ οὐ κρίνω οὐδένα. Καὶ μήν φησιν, ὅτι Ὁ Πατὴρ οὐ κρίνει οὐδένα. Πῶς οὖν ἐνταῦθά φησι, Καὶ ἐὰν κρίνω δὲ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐκ εἰμὶ μόνος; Πάλιν πρὸς τὴν ὑπόληψιν τὴν ἐκείνων φθέγγεται· τουτέστιν, Ἡ κρίσις ἡ ἐμὴ τοῦ Πατρός ἐστιν· οὐκ ἂν ἄλλως ἔκρινεν ὁ Πατὴρ κρίνων, εἰ μὴ ὡς ἐγώ· καὶ οὐκ ἂν ἄλλως ἐγὼ, εἰ μὴ ὡς ὁ Πατήρ. Τίνος δὲ ἕνεκεν καὶ τοῦ Πατρὸς ἐμνημόνευσεν; Οὐ γὰρ ἐνόμιζον ἀξιόπιστον εἶναι τὸν Υἱὸν, εἰ μὴ τοῦ Πατρὸς τὴν μαρτυρίαν προσέλαβεν· ἄλλως δὲ, οὐδὲ ἕστηκε τὸ λεχθέν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων, ὅταν δύο ἀλλο-τρίῳ πράγματι μαρτυρῶσι, τότε ἡ μαρτυρία ἐστὶν ἀληθής· τοῦτο γάρ ἐστι δύο μαρτυρεῖν· εἰ δὲ μέλλοι τις ἑαυτῷ μαρτυρεῖν, οὐκ ἔτι δύο εἰσίν. Ὁρᾷς ὅτι δι’ οὐδὲν ἕτερον τοῦτο εἴρηκεν, ἢ ἵνα δείξῃ ὁμοούσιον ἑαυτὸν, καὶ δι’ ἑαυτοῦ πάλιν δείξῃ οὐ δεόμενον αὐτὸν ἄλλης μαρτυρίας· καὶ δείξῃ οὐδὲν ἔλαττον ἔχοντα τοῦ Πατρός; Ὅρα γοῦν τὴν αὐθεντίαν. Ἐγώ εἰμι ὁ μαρ-τυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Οὐκ ἂν δὲ εἰ ἐλάττονος οὐσίας ἦν, τοῦτο ἂν ἔθηκεν. Νυνὶ δὲ, ἵνα μὴ νομίσῃς ὅτι ἀριθμοῦ ἕνεκεν παρείληπται, θέα τὴν ἐξουσίαν οὐδὲν

Homily LIIIHomilia LIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:291ἔχουσαν παρηλλαγμένον. Μαρτυρεῖ ἄνθρωπος, ὅταν ἀφ’ ἑαυτοῦ ἀξιόπιστος ᾖ, οὐχ ὅταν μαρτυρίας δέηται, καὶ τοῦτο ἐν ἀλλοτρίῳ πράγματι· ἐν δὲ ἰδίῳ ὅταν μαρτυρίας δέηται τῆς παρ’ ἑτέρου, οὐκ ἔτι ἐστὶν ἀξιόπιστος. Ἐνταῦθα δὲ πᾶν τοὐναντίον. Καὶ γὰρ ἐν ἰδίῳ πράγματι μαρτυρῶν, καὶ παρ’ ἑτέρου λέγων μαρτυρεῖσθαι, ἀξιόπιστον ἑαυτὸν εἶναί φησι, παντα-χόθεν δεικνὺς ἑαυτοῦ τὴν αὐθεντίαν. Διατί γὰρ εἰπὼν, Οὐκ εἰμὶ μόνος, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με Πατὴρ, καὶ τὸ, Δύο ἀνθρώπων ἡ μαρτυρία ἐστὶν ἀληθὴς, οὐκ ἀπεσιώπησεν, ἀλλ’ ἐπήγαγεν, Ἐγώ εἰμι ὁ μαρ-τυρῶν περὶ ἐμαυτοῦ; Δῆλον ὅτι τὴν αὐθεντίαν δη-λῶν. Καὶ πρῶτον μὲν ἑαυτὸν τέθεικεν· Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ. Δείκνυσιν ἐνταῦθα τό τε ὁμότιμον, καὶ ὅτι οὐδὲν ὠφελοῦνται, τὸν Θεὸν λέγον-τες εἰδέναι Πατέρα, αὐτὸν οὐκ εἰδότες. Καὶ τοῦτο αἴτιον εἶναί φησι, τὸ αὐτὸν μὴ θέλειν εἰδέναι. Λέγει οὖν, ὅτι οὐ δυνατὸν εἰδέναι τὸν Πατέρα αὐτοῦ χωρὶς, ἵνα κἂν οὕτως αὐτοὺς ἐπισπάσηται εἰς τὴν αὐτοῦ γνῶσιν. Ἐπειδὴ γὰρ ἀφιέντες αὐτὸν, ἀεὶ τὸν Πατέρα ἐζήτουν μαθεῖν, λέγει· Οὐ δύνασθε εἰδέναι τὸν Πατέρα χωρὶς ἐμοῦ. Ὥστε οἱ τὸν Υἱὸν βλασφη-μοῦντες, οὐκ αὐτὸν βλασφημοῦσι μόνον, ἀλλὰ καὶ τὸν γεγεννηκότα. δ. Ταῦτα φύγωμεν ἡμεῖς, καὶ δοξάσωμεν τὸν Υἱόν. Καίτοι εἰ μὴ φύσεως ἦν τῆς αὐτῆς, οὐκ ἂν οὕτως εἶπεν. Εἰ γὰρ ἐδίδασκε μόνον, ἑτεροούσιος δὲ ἦν, ἐνῆν καὶ αὐτὸν ἀγνοοῦντα εἰδέναι τὸν Πατέρα· καὶ πάλιν οὐκ ἦν αὐτὸν εἰδότα πάντως, εἰδέναι τὸν Πατέρα. Οὐδὲ γὰρ ὁ ἄνθρωπον εἰδὼς, οἶδεν ἄγγελον. Ναὶ, φησί· καὶ γὰρ ὁ τὴν κτίσιν εἰδὼς, οἶδε τὸν Θεόν. Οὐδαμῶς. Πολλοὶ γάρ εἰσιν οἱ τὴν κτίσιν εἰδότες· μᾶλλον δὲ πάντες ἄνθρωποι (ὁρῶσι γὰρ αὐτὴν), καὶ τὸν Θεὸν οὐκ ἴσασι. Δοξάζωμεν τοίνυν τὸν Υἱὸν τοῦ Θεοῦ, μὴ τῇ δόξῃ ταύτῃ μόνον, ἀλλὰ καὶ τῇ διὰ τῶν ἔργων. Αὕτη γὰρ ἐκείνης ἐκτὸς οὐδέν ἐστιν. Ἴδε σὺ, φησὶν, Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύσῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ. Ὁ οὖν διδάσκων τὸν ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ ἐν νόμῳ καυ-
PG 59:292χώμενος, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; Ὅρα μή ποτε καὶ ἡμεῖς ἐπὶ τῇ ὀρθότητι τῆς πίστεως καυχώμενοι, διὰ τοῦ μὴ συμβαίνοντα τῇ πίστει τὸν βίον ἐπιδείκνυσθαι, τὸν Θεὸν ἀτιμάζωμεν, ποιοῦντες αὐτὸν βλασφημεῖσθαι. Καὶ γὰρ διδάσκαλον τῆς οἰκουμένης, καὶ ζύμην, καὶ φῶς, καὶ ἅλας εἶναι βούλεται τὸν Χριστιανόν. Τί δέ ἐστι τὸ φῶς; βίος λάμπων, μηδὲν ἔχων ἐσκοτισμένον. Τὸ φῶς οὐχ ἑαυτῷ χρήσιμον, οὐδὲ τὸ ἅλας, οὐδὲ ἡ ζύμη, ἀλλ’ εἰς ἑτέρους ἐπιδείκνυται τὴν ὠφέλειαν. Οὕτως οὐ τὴν ἑαυτῶν
ὠφέλειαν ἀπαιτούμεθα μόνον, ἀλλὰ καὶ τὴν ἑτέρων. Τὸ γὰρ ἅλας ἐὰν μὴ ἁλίζῃ, οὐκ ἔστιν ἅλας. Καὶ ἕτε-ρον δέ τι ἐνδείκνυται, ὅτι ἐὰν αὐτοὶ κατορθώσωμεν, ἔσονται πάντως καὶ ἕτεροι· ἕως δ’ ἂν αὐτοὶ μὴ κατορ-θώσωμεν, οὐδὲ ἑτέρους ὀνῆσαι δυνησόμεθα. Μηδὲν μωρὸν, μηδὲν χαῦνον παρ’ ἡμῖν. Τοιαῦτα γὰρ τὰ κοσμικὰ πράγματα· τοιαῦται αἱ βιωτικαὶ φροντίδες. Διὰ τοῦτο αἱ παρθένοι μωραὶ ἐκλήθησαν, ὅτι περὶ τὰ μωρὰ, τὰ κοσμικὰ πράγματα, ἠσχόληντο· ἐνταῦθα μὲν συνάγουσαι, ἔνθα δὲ ἐχρῆν μὴ ἀποτιθέμεναι. Δέος οὖν μὴ καὶ ἡμεῖς τὸ αὐτὸ πάθωμεν· δέος μὴ καὶ ἡμεῖς ῥυπαρὰ ἀπέλθωμεν ἐνδεδυμένοι ἱμάτια ἔνθα πάντες ἔχουσι λαμπρὰ καὶ περιφανῆ. Οὐδὲν γὰρ ἁμαρτίας ῥυπαρώτερον, οὐδὲν ἀκαθαρτότερον. Διὸ τὴν φύσιν αὐτῆς ὁ Προφήτης ἑρμηνεύων ἐβόα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Καὶ εἰ βούλει μαθεῖν τῆς ἁμαρτίας τὸ δυσῶδες, ἐννόησον αὐτὴν μετὰ τὸ γενέσθαι, ὅταν τῆς ἐπιθυμίας ἀπαλλα-γῇς, ὅταν μὴ ἔτι ἐνοχλῇ τὸ πῦρ, καὶ τότε ὄψει τίς ἐστιν ἡ ἁμαρτία. Ἐννόησον τὸν θυμὸν, ὅταν ἐν γαλήνῃ ᾖς· ἐννόησον τὴν πλεονεξίαν, ὅταν ἔξω γένῃ τοῦ πά-θους. Οὐδὲν αἰσχρότερον, οὐδὲν μιαρώτερον ἁρπαγῆς καὶ πλεονεξίας. Ταῦτα συνεχῶς λέγομεν, οὐκ ἐν-οχλεῖν ὑμῖν βουλόμενοι, ἀλλὰ κερδαναί τι μέγα καὶ θαυμαστόν. Ὁ γὰρ ἐκ τοῦ ἅπαξ μὴ κατορθώσας, ἴσως ἐκ τοῦ δεύτερον ἀκοῦσαι ποιήσει τοῦτο· καὶ ὁ δεύτε-ρον παραδραμὼν, ἐκ τοῦ τρίτου διορθώσεται. Γένοιτο δὲ πάντας ἡμᾶς πάντων ἀπαλλαγέντας τῶν πονηρῶν, τὴν εὐωδίαν τοῦ Χριστοῦ ἔχειν, ὅτι αὐτῷ ἡ δόξα, σὺν τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:291ΟΜΙΛΙΑ ΝΓ. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν· οὔπω γὰρ ἐληλύθει ἡ ὥρα αὐτοῦ. α. Ὢ τῆς ἀνοίας τῆς Ἰουδαϊκῆς Πρὸ τοῦ Πάσχα ζητοῦντες αὐτὸν, εἶτα ἐν μέσῳ λαβόντες, καὶ πολλάκις ἐπιχειρήσαντες κατασχεῖν, καὶ δι’ ἑαυτῶν, καὶ δι’ ἑτέρων, καὶ οὐ δυνηθέντες, οὔτε οὕτως αὐτοῦ τὴν δύ-ναμιν ἐξεπλάγησαν, ἀλλ’ ἐπετίθεντο τῇ κακίᾳ, καὶ οὐκ ἀφίσταντο. Ὅτι γὰρ ἐπεχείρουν ἀεὶ, φησί· Ταῦτα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν. Ἐν τῷ ἱερῷ ἐλά-λει, καὶ ἐν τάξει διδασκάλου, ὃ μᾶλλον ἱκανὸν ἦν αὐ-τοὺς διεγεῖραι· καὶ ταῦτα ἐλάλει, ἐφ’ οἷς ἐδάκνοντο καὶ ἐνεκάλουν, ὅτι ἴσον ἑαυτὸν ποιεῖ τῷ Πατρί. Καὶ γὰρ τὸ Δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστι, τοῦτο ἐμφαίνει. Ἀλλ’ ὅμως, Ταῦτα, φησὶν, ἐλάλει ἐν τῷ ἱερῷ, καὶ ἐν τάξει διδασκάλου, καὶ οὐδεὶς αὐτὸν ἐπίασεν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· τουτ-έστιν, ὅτι οὐδέπω καιρὸς ἦν ἐπιτήδειος καθ’ ὃν ἠθέ-λησε σταυρωθῆναι. Ὥστε καὶ τότε οὐ τῆς ἐκείνων δυνάμεως γέγονεν ἔργον, ἀλλὰ τῆς οἰκονομίας τῆς αὐτοῦ. Αὐτοὶ γὰρ καὶ πάλαι ἐβούλοντο, οὐκ ἴσχυον
PG 59:292δέ· οὐ τοίνυν οὐδὲ τότε ἴσχυσαν ἂν, εἰ μὴ αὐτὸς συν-εχώρησεν. Εἶπεν οὖν αὐτοῖς πάλιν ὁ Ἰησοῦς· Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με. Τί δήποτε λέγει τοῦτο συνεχῶς; Κατασείων αὐτῶν τὰς ψυχὰς καὶ φοβῶν. Ὅρα γὰρ ὅσον τοῦτο ἐνεποίει τὸν φόβον. Καὶ γὰρ ἀνελεῖν αὐτὸν βουλόμενοι ἵνα ἀπαλλαγῶσι, ζητοῦσιν ὅπου ὑπάγει· οὕτω μεγάλα ἀπὸ τοῦ πράγματος ἐφαν-τάζοντο. Καὶ ἕτερον δὲ διδάξαι αὐτοὺς ἐβούλετο, ὅτι οὐ τῆς ἐκείνων βίας τὸ πρᾶγμά ἐστιν, ἀλλὰ ἄνωθεν αὐτὸ προδιετύπωσε, καὶ τὴν ἀνάστασιν ἤδη διὰ τού-των προέγραψε τῶν λόγων. Ἔλεγον οὖν· Μήτι ἀπο-κτενεῖ ἑαυτόν; Τί οὖν ὁ Χριστός; Ἀναιρῶν αὐτῶν τὴν ὑποψίαν, καὶ δεικνὺς ὅτι τὸ πρᾶγμα ἁμάρτημά ἐστι, φησί· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲν θαυμαστὸν ὑμᾶς τοιαῦτα ἐν-νοεῖν, ἀνθρώπους σαρκικοὺς, καὶ οὐδὲν λογιζομένους πνευματικόν· ἀλλ’ οὐκ ἐγὼ πράξω τι τοιοῦτον. Ἄνω-θεν γάρ εἰμι· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ. Καὶ πάλιν ἐνταῦθα τὰς κοσμικὰς ἐννοίας καὶ σαρκικάς φησιν· ὅθεν δῆλον, ὅτι καὶ τὸ, Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου, οὐ τὸ σάρκα μὴ ἀνειληφέναι ἐστὶν, ἀλλὰ τὸ πόῤῥω εἶναι τῆς ἐκείνων πονηρίας. Καὶ γὰρ
PG 59:293τοὺς μαθητάς φησι μὴ εἶναι ἐκ τοῦ κόσμου· ἀλλ’ ὅμως σάρκα εἶχον ἐκεῖνοι. Ὥσπερ οὖν ὁ Παῦλος λέγων, Οὐκ ἐστὲ ἐν σαρκὶ, οὐχὶ ἀσωμάτους αὐτοὺς εἶναί φησιν· οὕτω λέγων τοὺς μαθητὰς οὐκ εἶναι ἐκ τοῦ κόσμου οὐδὲν ἕτερον, ἢ φιλοσοφίαν, αὐτοῖς μαρτυρεῖ. Εἶπον οὖν ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Εἰ γὰρ διὰ τοῦτο ἦλθεν, ἵνα ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ἑτέρως αὐτὴν ἀποδύσασθαι οὐκ ἔνι, εἰ μὴ διὰ λουτροῦ, ἀνάγκη τὸν μὴ πιστεύοντα ἔχειν τὸν παλαιὸν ἄνθρωπον. Ὁ γὰρ μὴ βουλόμενος αὐτὸν θανατῶσαι διὰ τῆς πίστεως καὶ θάψαι, ἐναποθανεῖται αὐτῷ, καὶ ἀπελεύσεται ἐκεῖ δώσων εὐθύνας τῶν πρό-τερον ἡμαρτημένων. Διὰ τοῦτο ἔλεγεν· Ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται· οὐ τῷ μὴ πιστεύειν μόνον, ἀλλ’ ὅτι καὶ τὰ πρότερα ἁμαρτήματα ἔχων ἀπέρχεται, Ἔλεγον οὖν· Σὺ τίς εἶ; Ὢ τῆς ἀνοίας μετὰ χρόνον τοσοῦτον, καὶ σημεῖα, καὶ διδασκαλίαν, ἐρωτῶσι, Σὺ τίς εἶ; Τί οὖν ὁ Χριστός; Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοῦ ὅλως ἀκούειν τῶν λόγων τῶν παρ’ ἐμοῦ ἀνάξιοί ἐστε, μήτι γε καὶ μαθεῖν, ὅστις ἐγώ εἰμι. Ὑμεῖς γὰρ πάντα πειράζον-τες φθέγγεσθε, καὶ οὐδενὶ τῶν παρ’ ἐμοῦ προσέχον-τες. Καὶ ταῦτα πάντα ἠδυνάμην ἐλέγξαι νῦν· τοῦτο γάρ ἐστι, Πολλὰ ἔχω καὶ λέγειν καὶ κρίνειν· οὐκ ἐλέγξαι δὲ μόνον, ἀλλὰ καὶ κολάσαι· ἀλλ’ ὁ πέμψας με, τουτέστιν, ὁ Πατὴρ, οὐ βούλεται τοῦτο. Οὐ γὰρ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, φησὶν, ἀλλ’ ἵνα σώσῃ τὸν κό-σμον. Εἰ τοίνυν εἰς τοῦτό με ἀπέστειλεν, ἀληθὴς δέ ἐστιν, εἰκότως οὐδένα ἐγὼ κρίνω νῦν. Ἀλλὰ ταῦτα λαλῶ τὰ πρὸς σωτηρίαν, οὐ τὰ πρὸς ἔλεγχον. Λέγει δὲ ταῦτα, ἵνα μὴ νομίσωσιν ὅτι τοσαῦτα ἀκούων, παρὰ ἀσθένειαν οὐκ ἐπεξέρχεται, ἢ ὅτι οὐκ οἶδεν αὐτῶν τὰς διανοίας καὶ τὰς χλευασίας. Οὐκ ἔγνωσαν δὲ ὅτι τὸν Πατέρα αὐτοῖς λέγει. Ὢ τῆς ἀνοίας οὐ διέλιπεν αὐτοῖς περὶ αὐτοῦ διαλεγόμενος, καὶ οὐκ ἐγίνωσκον. Εἶτα ἐπειδὴ πολλὰ σημεῖα ποιήσας καὶ διδάξας, οὐκ ἐπεσπάσατο, περὶ τοῦ σταυροῦ λοιπὸν διαλέγεται, λέγων· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, καὶ ὅτι μετ’ ἐμοῦ ἐστιν ὁ πέμψας με, καὶ οὐκ ἀφῆκέ με μόνον ὁ Πατήρ. Δείκνυσιν ὅτι δικαίως ἔλεγε, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν. β. Οὕτως οὐ προσεῖχον τοῖς λεγομένοις. Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου. Οὐχ ὑμεῖς τότε μάλιστα προσδοκᾶτε ἀπαλλαγήσεσθαί μου καὶ ἀναι-ρήσειν; Ἐγὼ δὲ λέγω, ὅτι Τότε μάλιστα εἴσεσθε ὅτι ἐγώ εἰμι, τῶν τε σημείων ἕνεκεν, καὶ τῆς ἀναστά-σεως καὶ τῆς ἁλώσεως. Πάντα γὰρ ταῦτα ἱκανὰ ἦν ἐμφῆναι αὐτοῦ τὴν ἰσχύν. Καὶ οὐκ εἶπε, Τότε γνώσε-σθε τίς εἰμι. Ὅταν γὰρ ἴδητε, φησὶν, ὅτι οὐδὲν ἀπὸ τοῦ θανάτου πείσομαι, Τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· τουτέστιν, ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὁ πάντα φέρων καὶ ἄγων, καὶ οὐκ ἐναντίος ἐκείνῳ.
Διὰ τοῦτο γοῦν ἐπήγαγε, Καὶ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ οὐδέν. Ἀμφότερα γὰρ εἴσεσθε, καὶ τὴν ἰσχὺν τὴν ἐμὴν, καὶ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν Πατέρα. Τὸ γὰρ, Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ οὐδὲν, τὸ ἀπαράλλακτον τῆς οὐσίας δηλοῖ, καὶ τὸ οὐδὲν ἐκτὸς τῶν πατρικῶν νοημάτων φθέγγεσθαι. Ὅταν γὰρ ἐκπέσητε τῆς λατρείας, ὅταν μὴ συγχωρηθῇ ὑμῖν μηδὲ αὐτὸν θεραπεύειν, ὡς πρὸ τούτου, τότε εἴσεσθε ὅτι ἀμύνων
PG 59:294ἐμοὶ ταῦτα ποιεῖ, καὶ παροξυνόμενος ὑπὲρ τῶν μὴ ἀκουσάντων μου· ὡσανεὶ ἔλεγεν· Οὐκ ἂν εἴ γε ἀντί-θεός τις ἤμην καὶ ἀλλότριος, τοσαύτην ἂν ὀργὴν καθ’ ὑμῶν ἐκίνησε. Τοῦτο καὶ Ἡσαί̈ας φησί· Δώσει τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ· καὶ ὁ Δαυὶ̈δ, Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ· καὶ αὐτὸς, Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ αἱ παραβολαὶ τὸ αὐτὸ δηλοῦσιν, ὅταν λέγῃ· Τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις ὁ κύριος τοῦ ἀμπελῶνος ἐκείνου; Κακοὺς κακῶς ἀπολέσει αὐτούς. Ὁρᾷς ὅτι πανταχοῦ διὰ τὸ μηδέπω πιστεύεσθαι οὕτω φθέγ-γεται; Ἐπεὶ εἰ αὐτοὺς ἀπολεῖ, ὥσπερ οὖν καὶ ἀπολεῖ ( Φέρετε γὰρ, φησὶν, αὐτοὺς ὧδε τοὺς μὴ θέλοντάς με βασιλεῦσαι, καὶ κατασφάξατε )· τίνος ἕνεκεν οὐκ αὐτοῦ φησιν ἔργον, ἀλλὰ τοῦ Πατρὸς τὸ γινόμε-νον; Πρὸς τὴν ἐκείνων ἀσθένειαν διαλεγόμενος· ὁμοῦ δὲ καὶ τιμῶν τὸν γεγεννηκότα. Διὰ τοῦτο οὐκ εἶπεν, Ἀφίω τὸν οἶκον ὑμῶν ἔρημον, ἀλλ’ Ἀφίεται· τοῦτο μὲν γὰρ ἀπροσώπως τέθεικε. Διὰ δὲ τοῦ εἰπεῖν, Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε; εἶτα ἐπαγαγεῖν, ὅτι Ἀφίεται, δείκνυσιν ὅτι αὐτὸς τὴν ἐρήμωσιν εἰργάζετο. Ἐπειδὴ γὰρ, φησὶν, εὐεργετούμενοι καὶ θεραπευόμενοι οὐκ ἠθελήσατε γνῶναι, κολαζόμενοι εἴσεσθε ὅστις ἐγώ. Καὶ μετ’ ἐμοῦ ἐστιν ὁ Πατήρ. Ἵνα γὰρ, μὴ νομίσωσι τὸ, Ὁ πέμψας με, ἐλαττώσεως εἶναι, λέγει, Μετ’ ἐμοῦ ἐστι. Τὸ μὲν γὰρ, τῆς οἰκονομίας· τὸ δὲ, τῆς θεότητος. Καὶ οὐκ ἀφῆκέ με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Πάλιν ἐπὶ τὸ ταπεινό-τερον τὸν λόγον κατήγαγε, πρὸς ἐκεῖνο συνεχῶς ἱστά-μενος ὅπερ ἔλεγον, ὅτι οὐκ ἔστιν ἐξ αὐτοῦ, καὶ ὅτι τὸ σάββατον οὐ τηρεῖ, πρὸς τοῦτό φησι· Τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε· δεικνὺς, ὅτι καὶ τὸ λύεσθαι τὸ σάββατον, ἀρεστὸν αὐτῷ. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ σταυροῦ φησι· Δοκεῖτε ὅτι οὐ δύναμαι παρακαλέ-σαι τὸν Πατέρα μου; Καίτοι γε εἰπὼν μόνον· Τίνα ζητεῖτε; ἔῤῥιψεν ὑπτίους. Τί οὖν οὐ λέγει. Δοκεῖτε ὅτι οὐ δύναμαι ὑμᾶς ἀπολέσαι, ἔργῳ τοῦτο ἐπιδειξά-μενος; Πρὸς τὴν ἀσθένειαν αὐτῶν καταβαίνει. Πολ-λὴν γὰρ ἐποιεῖτο σπουδὴν, ὥστε δεῖξαι ὅτι οὐδὲν ἐναντίον ποιεῖ τῷ Πατρί. Οὕτω δὴ καὶ ἐνταῦθα ἀν-θρωπινώτερον φθέγγεται. Ὥσπερ δὲ τὸ, Οὐκ ἀφῆκέ με μόνον, εἴρηται· οὕτω καὶ τὸ, ὅτι Ἐγὼ τὰ ἀρε-στὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλήσαν-τος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. Ὅτε εἰς τὸ τα-πεινὸν τὸν λόγον κατήγαγε, τότε πολλοὶ ἐπίστευσαν. Ἔτι οὖν ἐρωτᾷς, τίνος ἕνεκεν ταπεινῶς φθέγγεται; Καίτοι γε σαφῶς ὁ εὐαγγελιστὴς ᾐνίξατο τοῦτο, εἰ-πὼν, ὅτι Ταῦτα αὐτοῦ λαλήσαντος, πολλοὶ ἐπί-στευσαν εἰς αὐτόν· μονονουχὶ βοῶν διὰ τούτων τῶν πραγμάτων· Μὴ θορυβοῦ, ὦ ἀκροατὰ, ἐάν τι ταπει-νὸν ἀκούσῃς. Οἱ γὰρ μετὰ τοσαύτην διδασκαλίαν μη-δέπω πεπεισμένοι ὅτι παρὰ τοῦ Πατρός ἐστιν, εἰκό-τως ταπεινότερα ἤκουον ἵνα πεισθῶσι. Καὶ τοῦτο οὖν ἀπολογία ἐστὶν ὑπὲρ τῶν μελλόντων ταπεινῶς εἰρήσεσθαι. Ἐπίστευσαν μὲν οὖν, οὐχ ὡς ἐχρῆν δὲ, ἀλλ’ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἡσθέντες καὶ ἀναπαυσά-μενοι ἐπὶ τῇ τῶν λόγων ταπεινότητι. Ὅτι γὰρ οὐ τε-λείαν πίστιν εἶχον, δείκνυσιν ὁ εὐαγγελιστὴς ἐκ τῶν μετὰ ταῦτα λόγων, ἐν οἷς αὐτὸν πάλιν ὑβρίζουσι. Καὶ ὅτι οὗτοι αὐτοί εἰσιν ἐκεῖνοι, ἐδήλωσεν εἰπών· Ἔλε-γεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ· δεικνὺς ὅτι οὐδέπω παρεδέξαντο τὴν διδασκα-λίαν, ἀλλὰ μόνον προσεῖχον τοῖς λεγομένοις. Διὸ καὶ

Homily LIVHomilia LIV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:295πληκτικώτερον εἶπεν. Ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν, Ζητήσετέ με· νῦν δὲ μεῖζον προσέθηκεν, ὅτι Ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Καὶ τὸ πῶς δεί-κνυσιν, ὅτι οὐ δύνασθε ἐλθόντες ἐκεῖ, παρακαλέσαι με λοιπόν. Ταῦτα ἃ λαλῶ εἰς τὸν κόσμον. Διὰ τού-των ἐδήλωσε λοιπὸν ἐξερχόμενον αὐτὸν εἰς τὰ ἔθνη. Ἐπειδὴ δὲ οὐκ ἔγνωσαν λοιπὸν ὅτι τὸν Πατέρα αὐτοῖς λέγει ἔμπροσθεν, πάλιν φθέγγεται περὶ αὐτοῦ· καὶ τὴν αἰτίαν τῆς ταπεινότητος τῶν ῥημάτων τέθεικεν ὁ εὐαγγελιστής. γ. Ἂν οὕτω τοίνυν θέλωμεν τὰς Γραφὰς ἐρευνᾷν μετὰ ἀκριβείας καὶ μὴ ἁπλῶς, δυνησόμεθα τῆς σω-τηρίας τῆς ἡμετέρας ἐπιτυχεῖν· ἂν διὰ παντὸς αὐταῖς ἐνδιατρίβωμεν, καὶ δογμάτων ὀρθότητα, καὶ βίον εἰσόμεθα ἠκριβωμένον. Κἂν σφόδρα σκληρός τις εἴη, καὶ ἀπηνὴς, καὶ χαῦνος, κἂν μηδὲν κερδαίνῃ ἐν τοῖς ἄλλοις χρόνοις, τὸν χρόνον γοῦν καρπώσεται τοῦτον, καὶ λήψεταί τινα ὠφέλειαν, εἰ καὶ μὴ τοσαύτην, ὡς αἴσθησιν ἔχειν, ἀλλ’ ὅμως λήψεται. Εἰ γὰρ μυρεψεῖόν τις παριὼν καὶ προσκαθήμενος ἐργαστηρίοις τοιού-τοις, καὶ ἄκων ἀναχρώννυται ἐκ τῆς εὐωδίας· πολλῷ μᾶλλον εἰς ἐκκλησίαν ἀπιών. Ὥσπερ γὰρ ἐξ ἀργίας ἀργία τίκτεται· οὕτω καὶ ἐκ τῆς ἐνεργείας προθυμία γεννᾶται. Κἂν μυρίων ᾖς γέμων κακῶν, κἂν ἀκάθαρ-τος, μὴ φύγῃς τὴν ἐνταῦθα διατριβήν. Τί οὖν, φησὶν, ὅτι ἀκούων οὐ ποιῶ; Οὐ μικρὸν τὸ κέρδος ταλανίζειν ἑαυτόν· οὐκ ἄχρηστος οὗτος ὁ φόβος· οὐκ ἄκαιρον τοῦτο τὸ δέος. Ἐὰν στενάξῃς μόνον, ὅτι ἀκούων οὐ ποιῶ, πάντως καὶ ἐπὶ τὸ ποιεῖν ἥξεις ποτέ. Οὐ γὰρ ἔνεστι τῷ Θεῷ διαλεγόμενον, καὶ ἀκούοντα Θεοῦ δια-λεγομένου, μὴ κερδαίνειν. Εὐθέως γοῦν συστελλό-μεθα, καὶ τὰς χεῖρας νιπτόμεθα, ὅταν βιβλίον βουλώ-μεθα λαβεῖν. Ὁρᾷς καὶ πρὸ τῆς ἀναγνώσεως πόση εὐλάβεια; Ἂν δὴ καὶ μετὰ ἀκριβείας ἐπέλθωμεν, πολλὴν καρπωσόμεθα τὴν ὠφέλειαν. Οὐ γὰρ ἂν, εἰ μὴ ἐν εὐλαβείᾳ καθίστη τὴν ψυχὴν, τὰς χεῖρας ἂν ἀπενι-ψάμεθα· καὶ γυνὴ, κἂν ἀκατακάλυπτος ᾖ, περιτίθε-ται εὐθέως τὸ φάρος, τῆς ἔνδοθεν εὐλαβείας τὸ δεῖγμα ἐνδεικνυμένη· καὶ ἀνὴρ, ἐὰν κατακεκαλυμμένος ᾖ, γυμνοῖ τὴν κεφαλήν. Ὁρᾷς πῶς κήρυξ γίνεται τῆς ἔνδον εὐλαβείας τὸ ἔξωθεν σχῆμα; Εἶτα καὶ εἰς ἀκρόασιν καθίσας, ἐστέναξε πολλάκις καὶ κατέγνω
PG 59:296τοῦ βίου τοῦ παρόντος. Προσέχωμεν τοίνυν ταῖς Γραφαῖς, ἀγαπητοί· καὶ εἰ μηδὲν ἕτερον, τὰ γοῦν εὐαγγέλια περισπούδαστα ἡμῖν γινέσθω, καὶ ταῦτα μεταχειριζώμεθα. Εὐθέως γὰρ, ἀναπτύξας τὸ βι-βλίον, τοῦ Χριστοῦ τὸ ὄνομα ὄψει ἐγκείμενον, καὶ ἀκούσῃ εὐθέως λέγοντος· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις ἦν οὕτω. Μνηστευθείσης γὰρ τῆς μη-τρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ὁ δὲ ταῦτα ἀκούων, ἐπιθυμήσει παρθενίας εὐθέως, θαυμάζεται τὸν τόκον, ἀπαλλαγήσεται τῆς γῆς. Οὐ μικρὰ καὶ ταῦτα, ὅταν ἴδῃς καὶ Πνεύματος καταξιουμένην τὴν παρθένον, καὶ ἄγγελον αὐτῇ διαλεγόμενον. Καὶ ταῦτα μὲν ἐξ ἐπι-πολῆς· εἰ δὲ ἐπιμείνῃς μέχρι τέλους ἐπιὼν, πάντα εὐθέως διαπτύσεις τὰ βιωτικὰ, πάντων καταγελάσῃ τῶν ἐνταῦθα· κἂν πλούσιος ᾖς, οὐδὲν ἡγήσῃ τὸν πλοῦ-τον, ἀκούσας ὅτι τέκτονος οὖσα ἐκείνη καὶ ταπεινῆς οἰκίας, μήτηρ τοῦ Δεσπότου σου γέγονε· κἂν πένης
ᾖς, οὐκ ἐπαισχυνθήσῃ τὴν πενίαν, μαθὼν ὅτι τὴν εὐτελεστάτην οἰκίαν οὐκ ἐπῃσχύνθη ὁ τοῦ κόσμου Δημιουργός. Ταῦτα ἐννοῶν, οὐχ ἁρπάσεις, οὐ πλεον-εκτήσεις, οὐ λήψῃ τὰ τῶν ἑτέρων σύ· ἀλλ’ ἐραστὴς ἔσῃ μᾶλλον πενίας, καὶ ὑπερόψει τὸν πλοῦτον. Ἂν δὲ τοῦτο γένηται, πάντα ἐξοριεῖς τὰ κακά. Πάλιν ὅταν ἴδῃς αὐτὸν ἐπὶ φάτνης κείμενον, οὐ σπουδάσεις τῷ παιδίῳ σου περιθεῖναι κόσμον χρυσοῦν, οὐδὲ τῇ γυ-ναικὶ ἀργυρένδετον ποιῆσαι κλίνην. Ταῦτα δὲ μὴ σπουδάζων, οὐδὲ τὰς ἐκ τούτων ἐργάσῃ πλεονεξίας καὶ ἁρπαγάς. Πολλὰ καὶ ἕτερα ἔστι κερδᾶναι, ἅπερ οὐκ ἔνεστι νῦν κατὰ μέρος λέγειν· εἴσονται δὲ οἱ πεῖραν εἰληφότες. Διὸ παρακαλῶ καὶ κτᾶσθαι βιβλία, καὶ μετὰ τῶν βιβλίων τὰ νοήματα κατέχειν, καὶ ταῖς διανοίαις ἐγγράφειν. Οἱ μὲν γὰρ Ἰουδαῖοι, ἐπειδὴ οὐ προσεῖχον, τῶν χειρῶν ἐκελεύοντο τὰ βιβλία ἐξαρτᾷν· ἡμεῖς δὲ οὔτε ἐν χερσὶν, ἀλλ’ ἐν οἰκίᾳ τίθεμεν, δέον ἐντυποῦν τῇ καρδίᾳ. Οὕτω γὰρ τὸν παρόντα ἐκκαθαί-ροντες βίον, τευξόμεθα τῶν μελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρω-πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:295ΟΜΙΛΙΑ ΝΔ. Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» α. Πολλῆς ὑπομονῆς δεῖται τὰ ἡμέτερα, ἀγαπητοί. Ἡ δὲ ὑπομονὴ γίνεται, ὅταν κατὰ βάθους ἐῤῥιζω-μένα τὰ δόγματα ᾖ. Καθάπερ γὰρ τὴν δρῦν τὴν εἰς τοὺς κάτω κόλπους ἀφιεῖσαν τὰς ῥίζας καὶ περισφιγ-γομένην μετὰ ἀκριβείας, οὐδεὶς ἄνεμος προσπεσὼν ἀνασπάσαι δυνήσεται· οὕτω δὴ καὶ τὴν ψυχὴν τὴν καθηλωμένην τῷ τοῦ Θεοῦ φόβῳ, οὐδεὶς περιτρέψαι δυνήσεται· τοῦ γὰρ ἐῤῥιζῶσθαι, τὸ καθηλῶσθαι πλέον ἐστί. Τοῦτο γοῦν ὁ Προφήτης εὔχεται, λέγων· Καθή-λωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Οὕτω καὶ σὺ καθήλωσον καὶ σύναψον, ὡσανεὶ ἥλῳ προσπε-περονημένῳ. Ὥσπερ γὰρ οὗτοι δυσάλωτοι, οὕτως οἱ ἐναντίοι εὐάλωτοι γίνονται καὶ καταῤῥιπτοῦνται ῥᾳ-δίως· ὅπερ καὶ τότε ἔπασχον οἱ Ἰουδαῖοι. Ἀκού-σαντες γὰρ καὶ πιστεύσαντες, πάλιν ἐξετράπησαν.
PG 59:296Βουλόμενος οὖν ἐμβαθῦναι τὴν πίστιν αὐτῶν ὁ Χρι-στὸς, ὥστε μὴ ἐπιπολαίαν εἶναι, διασκάπτει τὴν ψυ-χὴν πληκτικωτέροις λόγοις. Τῶν γὰρ πιστευόντων ἦν καὶ ἐλέγχων ἀνέχεσθαι· οἱ δὲ εὐθέως ἠγρίαινον. Πῶς δὲ τοῦτο ποιεῖ; Πρῶτον παραγγέλλει· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως μαθηταί μού ἐστε, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς· μονονουχὶ λέγων, Μέλλω βαθεῖαν διδόναι τομὴν, ἀλλὰ μὴ σα-λεύεσθε. Μᾶλλον δὲ καὶ διὰ τούτων αὐτῶν τὸν τύφον αὐτῶν τῆς διανοίας κατέστειλε. Τίνος ἐλευθερώσει, εἰπέ μοι; Ἁμαρτημάτων. Τί οὖν οἱ ἀλαζόνες ἐκεῖνοι; Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Κατέπεσεν εὐθέως αὐτῶν ἡ διάνοια· τοῦτο δὲ γέγονεν, ἀπὸ τοῦ πρὸς τὰ κοσμικὰ ἐπτοῆσθαι. Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, δηλοῦντος ἦν τὰ ἐν τῇ καρδίᾳ αὐτῶν, καὶ εἰδότος ὅτι ἐπίστευσαν μὲν, οὐκ ἔμειναν δέ. Καὶ μέγα ἐπαγγέλλεται, τὸ μαθητὰς αὐτοῦ ἐκείνους γενέσθαι. Ἐπειδὴ γάρ τινες ἀνεχώ-ρησαν πρώην, αἰνιττόμενος αὐτούς φησιν, Ἐὰν μείνητε· ἐπεὶ κἀκεῖνοι ἤκουσαν καὶ ἐπίστευσαν, καὶ ἀνεχώρησαν, ἐπειδὴ οὐκ ἔμειναν. Πολλοὶ γὰρ τῶν
PG 59:297μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκ ἔτι μετ’ αὐτοῦ παῤῥησίᾳ περιεπάτουν. Γνώσεσθε τὴν ἀλήθειαν· τουτέστιν, Ἐμέ· Ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια. Τὰ μὲν Ἰουδαϊκὰ πάντα τύπος ἦν· τὴν δὲ ἀλήθειαν παρ’ ἐμοῦ εἴσεσθε, καὶ ἐλευθερώσει ὑμᾶς τῶν ἁμαρτημάτων. Ὥσπερ γὰρ ἐκείνοις ἔλεγεν· Ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε· οὕτω καὶ τού-τοις ἔλεγεν, Ἐλευθερώσει ὑμᾶς. Καὶ οὐκ εἶπεν, Ἀπαλλάξω ὑμᾶς δουλείας· ἀλλὰ τοῦτο αὐτοῖς εἴασε συνιδεῖν. Τί οὖν ἐκεῖνοι; Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Καίτοι εἰ ἐχρῆν ἀγανακτῆσαι, ἐπὶ τῷ προ-τέρῳ εἰκὸς ἦν, τῷ εἰρηκέναι, Γνώσεσθε τὴν ἀλή-θειαν, καὶ εἰπεῖν· Τί οὖν; νῦν τὴν ἀλήθειαν οὐκ ἴσμεν; ὁ νόμος οὖν ψεῦδος καὶ ἡ γνῶσις ἡ ἡμετέρα; Ἀλλ’ οὐδενὸς τούτων αὐτοῖς ἔμελεν, ἀλλ’ ἐπὶ κοσμι-κοῖς πράγμασιν ἀλγοῦσι, καὶ ταῦτα δουλείαν ὑπ-οπτεύσαντες. Εἰσὶ γὰρ, εἰσὶ καὶ νῦν πολλοὶ οἳ ἐπὶ μὲν τοῖς ἀδιαφόροις αἰσχύνονται, καὶ ἐπὶ τῇ δουλείᾳ ταύτῃ· ἐπὶ δὲ τῆς δουλείας τῆς ἁμαρτίας οὐκέτι, καὶ ἕλοιντο ἂν μυριάκις ἐκείνην κληθῆναι δοῦλοι τὴν δουλείαν, ἢ ταύτην ἅπαξ. Τοιοῦτοί τινες ἦσαν κἀ-κεῖνοι, καὶ οὐδὲ ᾔδεσαν ἄλλην δουλείαν, καί φασι· Δούλους ἐκάλεσας τοὺς ἀπὸ τοῦ γένους τοῦ Ἀβραὰμ, τοὺς εὐγενεῖς; οὓς οὐκ ἐχρῆν διὰ τοῦτο καλέσαι δού-λους. Οὐδέποτε γὰρ, φησὶν, ἐδουλεύσαμεν. Τοιαῦτα γὰρ τῶν Ἰουδαίων τὰ αὐχήματα· Σπέρμα Ἀβραάμ ἐσμεν, Ἰσραηλῖταί ἐσμεν. Οὐδαμοῦ τῶν οἰκείων κατορθωμάτων μέμνηνται. Διὰ τοῦτο πρὸς αὐτοὺς ἀνέκραγεν Ἰωάννης, λέγων· Μὴ δόξητε λέγειν, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ. Διατί δὲ μὴ ἤλεγξεν αὐτοὺς ὁ Χριστός; καὶ γὰρ πολλάκις ἐδούλευσαν, καὶ Αἰγυπτίοις, καὶ Βαβυλωνίοις, καὶ ἑτέροις πολλοῖς. Ὅτι οὐ πρὸς φιλοτιμίαν αὐτῷ τὰ λεγόμενα ἦν, ἀλλὰ πρὸς σωτηρίαν, καὶ πρὸς εὐεργεσίαν, καὶ πρὸς τοῦτο ἠπείγετο. Ἐπεὶ εἶπεν ἂν τὰ τετρακόσια ἔτη· εἶπεν ἂν τὰ ἑβδομήκοντα· εἶπεν ἂν τὰ ἐπὶ τῶν κριτῶν, τὰ ποτὲ μὲν εἴκοσι, ποτὲ δὲ δύο, ποτὲ δὲ ἑπτά· εἶπεν ἂν, πῶς οὐδέποτε διέλιπον δουλεύοντες. Ἀλλ’ οὐ τοῦτο ἐσπούδαζε δεῖξαι, δούλους ἀνθρώπων γενομένους, ἀλλὰ τῆς ἁμαρτίας, ἥπερ ἐστὶ καὶ χαλεπωτάτη δου-λεία, ἧς Θεὸς μόνος ἀπαλλάξαι δύναται. Τὸ γὰρ ἀφεῖναι ἁμαρτίας, οὐδενὸς ἑτέρου ἐστί· καὶ τοῦτο καὶ αὐτοὶ ὡμολόγουν. Ἐπεὶ οὖν τοῦτο ὡμολόγουν Θεοῦ ἔργον εἶναι, εἰς τοῦτο αὐτοὺς ἐνάγει, καί φησι· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, δεικνὺς ὅτι περὶ ταύτης λέγει τῆς ἐλευθερίας, τῆς ἀπὸ ταύτης τῆς δουλείας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ· ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα. Ἠρέμα καὶ ἐντεῦθεν τὰ τοῦ νόμου καταβάλλει, αἰνιττόμε-νος τοὺς προτέρους χρόνους. Ἵνα γὰρ μὴ ἀνατρέχωσι καὶ λέγωσι· Θυσίας ἔχομεν ἃς ἐπέταξε Μωϋσῆς· ἐκεῖναι ἡμᾶς ἀπαλλάξαι δύνανται· διὰ τοῦτο ταῦτα ἐπήγαγεν. Ἐπεὶ ποίαν ἀκολουθίαν εἶχε τὰ εἰρημένα; Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, καὶ οἱ ἱερεῖς αὐτοί. Διὰ τοῦτο καὶ Παῦλός φησι περὶ τοῦ ἱερέως· ὅτι Ὀφείλει, φησὶ, προσφέρειν ὑπὲρ ἑαυτοῦ, καθὼς ὑπὲρ τοῦ λαοῦ, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν. Καὶ τοῦτο δηλοῦται διὰ τοῦ εἰπεῖν, Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ. Ἐνταῦθα
PG 59:298δὲ καὶ τὸ ὁμότιμον αὐτοῦ δείκνυσι τὸ πρὸς τὸν Πα-τέρα, καὶ τὸ διάφορον δούλου καὶ ἐλευθέρου· ἡ γὰρ παραβολὴ τοῦτο βούλεται, τουτέστιν, οὐκ ἔχει ἐξου-σίαν ὁ δοῦλος· τοῦτο γάρ ἐστι τὸ, Οὐ μένει. β. Διατί δὲ περὶ ἁμαρτημάτων διαλεγόμενος, οἰκίας ἐμνημόνευσε; Δεικνὺς ὅτι ὥσπερ ἐπὶ οἰκίας ὁ δεσπό-της, οὕτω πάντων αὐτὸς ἐξουσιάζει. Τὸ δὲ, Οὐ μένει, τοῦτό ἐστιν· Οὐκ ἔχει ἐξουσίαν χαρίζεσθαι, ἅτε
μὴ ὢν οἰκοδεσπότης· ὁ δὲ υἱὸς οἰκοδεσπότης ἐστί. Τοῦτο γάρ ἐστι, Μένει εἰς τὸν αἰῶνα, ἀπὸ μεταφορᾶς τῶν ἀνθρωπίνων, ἵνα μὴ λέγωσι, Σὺ τίς εἶ; Ἐμά ἐστι πάντα· Υἱὸς γάρ εἰμι, καὶ ἐν τῇ οἰκίᾳ μένω τοῦ Πα-τρός· οἰκίαν τὴν ἐξουσίαν καλῶν. Καὶ γὰρ καὶ ἀλ-λαχοῦ οἰκίαν καλεῖ τοῦ Πατρὸς τὴν ἀρχήν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ἐπειδὴ γὰρ περὶ ἐλευθερίας καὶ δουλείας ὁ λόγος, εἰκότως ταύτῃ κέχρηται τῇ μεταφορᾷ, λέγων ὅτι οὐκ εἶχον ἐξουσίαν ἐκεῖνοι ἀφιέναι. Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ. Εἶδες τὸ ὁμοούσιον τὸ πρὸς τὸν Πατέρα, καὶ πῶς δείκνυσι τὴν αὐτὴν ἔχοντα αὐτὸν ἐξουσίαν ἐκείνῳ; Ἐὰν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, οὐδεὶς ἀν-τιλέγει λοιπὸν, ἀλλὰ βεβαίαν ἔχετε τὴν ἐλευθερίαν. Θεὸς γὰρ ὁ δικαιῶν· τίς ὁ κατακρίνων; Ἐνταῦθα δείκνυσι καὶ ἁμαρτίας ἑαυτὸν καθαρὸν, καὶ τὴν μέ-χρι προσηγορίας ἐλευθερίαν αἰνίττεται· ταύτην γὰρ καὶ ἄνθρωποι διδόασιν, ἐκείνην δὲ μόνος ὁ Θεός. Καὶ διὰ τούτου πείθει αὐτοὺς μὴ αἰσχύνεσθαι ἐπὶ τῇ δουλείᾳ ταύτῃ, ἀλλ’ ἐπὶ τῇ τῆς ἁμαρτίας. Καὶ βουλόμενος δεῖξαι, ὅτι εἰ καὶ δοῦλοι οὐκ ἦσαν, διὰ τοῦ ἐκείνην ἀποκρούσασθαι μᾶλλον γεγόνασι δοῦλοι, ἐπήγαγεν εὐθέως, Ὄντως ἐλεύθεροι ἔσεσθε. Διὰ δὲ τῆς ἐπαγωγῆς καὶ ἐμφαίνει, ὅτι αὕτη ἡ ἐλευθερία οὐκ ἀληθής. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν (εἰκὸς γὰρ τοῦτο ἦν εἰπεῖν), ὅρα πῶς αὐτοὺς εἰς τὴν κατηγορίαν ἐνέβαλε ταύτην. Ἀφεὶς γὰρ πάντα αὐτῶν ἐλέγξαι τὸν βίον, τοῦτο τὸ μετὰ χεῖρας, ὃ ἔτι πράττειν ἐβούλοντο, ἄγει εἰς μέσον, καί φησιν· Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι. Ἠρέμα καὶ κατὰ μικρὸν ἐκβάλλει τῆς συγγενείας αὐτοὺς ἐκείνης, παιδεύων μὴ μέγα φρο-νεῖν ἐπὶ τούτῳ. Ὥσπερ γὰρ ἐλευθερία καὶ δουλεία ἀπὸ τῶν ἔργων, οὕτω καὶ συγγένεια. Καὶ οὐκ εἶπεν εὐθέως, Οὐκ ἐστὲ τοῦ Ἀβραὰμ, οἱ ἀνδροφόνοι τοῦ δικαίου· ἀλλὰ καὶ συντρέχει τέως, καί φησιν· Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ οὐ τοῦτό ἐστι τὸ ζητούμενον, καὶ λοιπὸν καταφορικωτέρᾳ κέχρηται τῇ δημηγορίᾳ ταύτῃ. Καὶ γὰρ ἔστιν ὡς τὰ πολλὰ παρατηρῆσαι, ὅτι μέλλων μέγα ἐργάζεσθαί τι, μετὰ τὸ ἐργάσασθαι, πλείονι κέχρηται τῇ παῤῥησία, ὡς τῆς μαρτυρίας τῆς ἀπὸ τῶν ἔργων ἐπιστομιζούσης αὐτούς. Ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι. Τί οὖν, εἰ δικαίως, φησίν; Ἀλλ’ οὐδὲ τοῦτο· διὸ καὶ τὴν αἰτίαν τίθησιν, ὅτι Ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Πῶς οὖν φησιν, ὅτι ἐπίστευον εἰς αὐτόν; Ἀλλ’ ὅπερ ἔφην, μετετίθεντο πάλιν. Διὸ καὶ σφόδρα αὐτῶν καθήψατο. Εἰ γὰρ τὴν συγγένειαν αὐχεῖτε ἐκείνου, καὶ τὸν βίον ἐπιδείξασθαι χρή. Καὶ οὐκ εἶπεν, Οὐ χωρεῖτε τὸν λόγον, ἀλλ’, Οὐ χωρεῖ ὁ ἐμὸς λόγος ἐν ὑμῖν, τὸ ὑψηλὸν αὐτοῦ τῶν δογμάτων ἐπιδεικνύ-μενος. Καίτοι οὐδὲ ὑπὲρ τούτου ἀναιρεῖν ἐχρῆν, ἀλλὰ μᾶλλον τιμᾷν καὶ θεραπεύειν, ὥστε μαθεῖν. Τί οὖν, φησὶν, ἂν ἀπὸ σαυτοῦ ταῦτα λαλῇς; Διὰ τοῦτο ἐπ-
PG 59:299ήγαγεν· Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ· καὶ ὑμεῖς ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν, ποιεῖτε. Ὥσπερ, φησὶν, ἐγὼ καὶ ἀπὸ τῶν ῥημάτων, καὶ ἀπὸ τῆς ἀληθείας ἐμφαίνω τὸν Πατέρα, οὕτω καὶ ὑμεῖς ἀπὸ τῶν πραγμάτων. Οὐ γὰρ τὴν αὐ-τὴν οὐσίαν μόνον, ἀλλὰ καὶ τὴν αὐτὴν ἀλήθειαν ἔχω τῷ Πατρί. Λέγουσιν αὐτῷ· Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ πατέρα ἔχετε τὸν Ἀβραὰμ, τὰ ἔργα αὐτοῦ ἐποιεῖτε. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι. Συνεχῶς ἐνταῦθα τὴν φο-νικὴν αὐτῶν στρέφει προαίρεσιν, καὶ τοῦ Ἀβραὰμ μέμνηται. Ποιεῖ δὲ τοῦτο, καὶ ταύτης αὐτοὺς ἀπαγα-γεῖν βουλόμενος τῆς συγγενείας, καὶ τὸ περιττὸν καύχημα ἐξελεῖν, καὶ πεῖσαι μηκέτι ἐν ἐκείνῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδὲ ἐν τῇ κατὰ φύσιν συγγενείᾳ, ἀλλ’ ἐν τῇ κατὰ προαίρεσιν. Τοῦτο γὰρ ἦν τὸ κωλύον αὐτοὺς προσελθεῖν τῷ Χριστῷ, τὸ νο-μίζειν ἀρκεῖν αὐτοῖς τὴν συγγένειαν ἐκείνην εἰς σω-τηρίαν. Ποίαν δὲ ἀλήθειαν λέγει; Ὅτι ἴσος ἐστὶ τῷ Πατρί. Διὰ γὰρ τοῦτο ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀπο-κτεῖναι, καί φησι· Ζητεῖτέ με ἀποκτεῖναι, ὅτι τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός μου. Δεικνὺς, ὅτι οὐκ ἐναντία τῷ Πατρὶ ταῦτά ἐστι, πάλιν ἐπ’ αὐτὸν καταφεύγει. Λέγουσιν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν. Τί λέγεις; ὑμεῖς Πατέρα τὸν Θεὸν ἔχετε, καὶ τῷ Χριστῷ ἐγκαλεῖτε τοῦτο λέ-γοντι; Ὁρᾷς ὅτι ἐξαιρέτως ἔλεγεν αὐτοῦ Πατέρα εἶναι τὸν Θεόν; γ. Ἐπειδὴ τοίνυν τῆς συγγενείας αὐτοὺς ἐξέβαλε τοῦ Ἀβραὰμ, οὐδὲν ἔχοντες εἰπεῖν, ἕτερόν τι μεῖζον τολμῶσιν εἰς τὸν Θεὸν ἀνατρέχοντες. Ἀλλὰ καὶ ταύ-της αὐτοὺς ἐκβάλλει τῆς τιμῆς, λέγων· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμὲ, ὅτι ἐγὼ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλή-λυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλε. Διατί οὐκ οἴδατε τὴν λαλιὰν τὴν ἐμήν; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ. Ἐξέβαλεν αὐτοὺς τῆς συγγενείας τοῦ Ἀβραάμ· καὶ ἐπειδὴ μείζονα ἐτόλμησαν, τότε λοιπὸν ἐπάγει τὴν πληγὴν, λέγων, ὅτι οὐ μόνον τοῦ Ἀβραὰμ οὐκ εἰσὶν, ἀλλ’ ὅτι καὶ τοῦ διαβόλου εἰσὶν, ἀντίῤῥοπον τῆς ἀναισχυντίας διδοὺς τὴν τομήν· καὶ οὐδὲ ἀμάρτυρον αὐτὴν ἀφίη-σιν, ἀλλ’ ἐλέγχοις αὐτὴν κατασκευάζει. Τὸ γὰρ φο-νεύειν, φησὶ, τῆς ἐκείνου κακίας ἐστί. Καὶ οὐκ εἶ-πεν ἁπλῶς, τὰ ἔργα, ἀλλὰ, Τὰς ἐπιθυμίας αὐτοῦ ποιεῖτε, δεικνὺς ὅτι σφοδρῶς κἀκεῖνος καὶ οὗτοι φόνων ἔχονται, καὶ ὅτι φθόνος ἦν ἡ αἰτία. Οὐδὲ γὰρ ἔχων τι τῷ Ἀδὰμ ἐγκαλεῖν, ἀλλ’ ἢ βασκαίνων μόνον, ἀνεῖλε. Τοῦτο οὖν καὶ ἐνταῦθα αἰνίττεται. Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε· τουτέστιν, ἐν τῷ ὀρθῷ βίῳ. Ἐπειδὴ γὰρ συνεχῶς αὐτοῦ κατηγόρουν, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἔστι, λέγει ὅτι καὶ τοῦτο ἐκεῖθέν ἐστιν. Ἐκεῖνος γὰρ ἔτεκε τὸ ψεῦδος πρῶτος, λέγων· Ἧ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφ-θαλμοί. Καὶ αὐτὸς αὐτῷ πρῶτος ἐχρήσατο. Ἄνθρω-ποι μὲν γὰρ οὐχ ὡς ἰδίῳ αὐτῷ χρῶνται, ἀλλ’ ὡς ἀλ-λοτρίῳ· οὗτος δὲ ὡς ἰδίῳ. Ἐγὼ δὲ ὅτι ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. Ποία αὕτη ἀκολουθία; Οὐδὲν ἐγκαλοῦντες, ἀνελεῖν με θέλετε. Ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας, διὰ τοῦτό με διώκετε.
PG 59:300Ἐπεὶ εἰ μὴ διὰ τοῦτο, εἴπατε τὸ ἔγκλημα. Διὰ γὰρ τοῦτο ἐπήγαγε· Τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρ-τίας; Εἶτα ἐκεῖνοι· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεν-νήμεθα. Καὶ μὴν ἐκ πορνείας ἐγεννήθησαν πολλοί· καὶ γὰρ οὐ προσηκούσας ἐπιμιξίας ἐποιοῦντο· ἀλλ’ οὐδὲ τοῦτο ἐλέγχει, ἀλλὰ πρὸς ἐκεῖνο ἵσταται. Ἐπειδὴ γὰρ ἔδειξεν οὐκ ὄντας ἐκ τοῦ Θεοῦ, ἀλλ’ ἐκ τοῦ διαβόλου, ἐκ τούτων ἁπάντων (καὶ γὰρ τὸ φονεύειν διαβολικὸν, καὶ τὸ ψεύδεσθαι διαβολικόν· ἅπερ ἀμφότερα ὑμεῖς ποι-εῖτε) δείκνυσιν ὅτι τὸ ἀγαπᾷν, τοῦτο σημεῖον τὸ ἐκ τοῦ Θεοῦ εἶναι. Διατί οὐκ οἴδατε τὴν λαλιὰν τὴν ἐμήν; Ἐπειδὴ γὰρ ἀεὶ ἠπόρουν λέγοντες· Τί ἐστιν ὅτι λέγει,
Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; διὰ τοῦτό φησιν· Οὐκ οἴδατε τὴν ἐμὴν λαλιὰν, ὅτι τὸν λόγον τοῦ Θεοῦ οὐκ ἔχετε. Τοῦτο δὲ ὑμῖν γίνεται διὰ τὸ χαμαίζηλον τῆς διανοίας, καὶ διὰ τὸ πολὺ μεί-ζονα εἶναι τὰ ἐμά. Τί οὖν, εἰ μὴ δύναιντο συνιδεῖν; Ἐνταῦθα τὸ μὴ δύνασθαι, τὸ μὴ βούλεσθαί ἐστιν, ὅτι ταπεινοὺς ἑαυτοὺς εἶναι ἐπαιδεύσατε, ὅτι οὐδὲν μέγα φαντάζεσθε. Ἐπειδὴ γὰρ ἔλεγον διώκειν αὐτὸν ὡς ὑπὲρ τοῦ Θεοῦ ζηλοῦντες, διὰ τοῦτο πανταχοῦ πειρᾶ-ται δεῖξαι, ὅτι τὸ διώκειν αὐτὸν, τοῦτο μισούντων ἐστὶ τὸν Θεόν· τοὐναντίον δὲ τὸ ἀγαπᾷν εἰδότων τὸν Θεὸν, φησίν. Ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν. Ἀπὸ τούτων σεμνύνονται, ἀπὸ τιμῆς, οὐκ ἀπὸ κατορθω-μάτων. Οὐκ ἄρα τοῦ ἀλλότριόν με εἶναι, τὸ μὴ πι-στεύειν ὑμᾶς τεκμήριον· ἀλλὰ τοῦ ὑμᾶς μὴ εἰδέναι τὸν Θεὸν, ἡ ἀπιστία σημεῖον. Τὸ δὲ αἴτιον, ἐκ τοῦ θέλειν ψεύδεσθαι καὶ τὰ τοῦ διαβόλου ποιεῖν. Τοῦτο δὲ ποιεῖ ψυχῆς εὐτέλεια, καθάπερ ὁ Ἀπόστολός φησιν· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος, οὐχὶ σαρκικοί ἐστε; Διατί δὲ οὐ δύνασθε; Ὅτι τὰς ἐπι-θυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν, σπουδά-ζετε, φιλονεικεῖτε. Ὁρᾷς ὅτι τὸ, Οὐ δύνασθε, τὸ μὴ θέλειν λέγει; Ὅτι Ἀβραὰμ τοῦτο οὐκ ἐποίησεν. Ἀλλὰ τίνα ἐστὶν αὐτοῦ τὰ ἔργα; Τὸ ἥμερον, τὸ ἐπιεικὲς, τὸ πειθήνιον. Ὑμεῖς δὲ ἐξ ἐναντίας ἵστασθε, ἀπηνεῖς ὄντες καὶ ὠμοί. Πόθεν δὲ αὐτοῖς ἐπῆλθεν ἐπὶ τὸν Θεὸν κατα-φυγεῖν; Ἀναξίους αὐτοὺς ἔδειξε τοῦ Ἀβραάμ. Βου-λόμενοι οὖν τοῦτο διαφυγεῖν, ἐπὶ τὸ μεῖζον ἀνέβησαν. Ἐπειδὴ γὰρ ὠνείδισε φόνον, ὥσπερ ἀπολογίαν τινὰ ποιούμενοι ὅτι τὸν Θεὸν ἐκδικοῦσι, τοῦτο λέγουσι. Δείκνυσιν οὖν ὅτι τοῦτο αὐτὸ ἐναντιουμένων ἐστὶ τῷ Θεῷ. Τὸ δὲ, Ἐξῆλθον, δείκνυσιν αὐτὸν ἐκεῖθεν ὄντα. Ἐξῆλθον δὲ λέγει, τὴν πρὸς ἡμᾶς ἄφιξιν αἰνιττό-μενος. Ἐπειδὴ δὲ εἰκὸς ἦν αὐτοὺς εἰπεῖν, ὅτι Ξένα τινὰ λέγεις καὶ καινὰ, παρὰ τοῦ Θεοῦ φησιν ἥκειν. Εἰκότως οὖν οὐκ ἀκούετε αὐτῶν, φησὶν, ἐκ τοῦ δια-βόλου ὄντες. Τίνος γὰρ ἕνεκεν ἀναιρεῖτε; τί ἔχοντες ἐγκαλέσαι; Εἰ μὴ τοῦτό ἐστι, διατί οὐ πιστεύετέ μοι; Οὕτως οὖν αὐτοὺς ὄντας ἐκ τοῦ διαβόλου ἀπὸ τοῦ ψεύδους καὶ τοῦ φόνου δείξας, ἔδειξε καὶ ἀλλοτρίους ὄντας τοῦ Ἀβραὰμ καὶ τοῦ Θεοῦ, ἀπό τε τοῦ μισεῖν τὸν οὐδὲν ἠδικηκότα, ἀπό τε τοῦ μὴ ἀκούειν τὸν λόγον αὐτοῦ. Καὶ δείκνυσιν ἄνω καὶ κάτω, ὅτι οὔτε ἀντίθεος ἦν, οὔτε διὰ τοῦτο οὐκ ἐπίστευον, ἀλλ’ ὅτι ἀλλότριοι ἦσαν τοῦ Θεοῦ. Ὁ γὰρ ἁμαρτίαν μὴ πεποιηκὼς, ὁ λέγων ἑαυτὸν ἥκειν ἀπὸ τοῦ Θεοῦ, καὶ ἐκεῖθεν ἀπ-εστάλθαι, ὁ τὴν ἀλήθειαν λαλῶν, καὶ οὕτω τὴν ἀλή-θειαν λαλῶν, ὡς πάντας πρὸς ἔλεγχον προσκαλεῖσθαι, εἶτα μὴ πιστευόμενος, εὔδηλον ὅτι διὰ τὸ σαρκικοὺς ἐκείνους εἶναι οὐ πιστεύεται. Οἶδε γὰρ, οἶδε ταπεινὴν ψυχὴν ποιεῖν ἁμαρτήματα. Διὰ τοῦτό φησιν, Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς ὑμῶν. Ὅταν γὰρ τῶν ἐν τῇ γῇ καταφρονεῖν μὴ δύνηταί τις, πῶς ὑπὲρ τῶν ἐν οὐρανοῖς φιλοσοφήσει ποτέ;

Homily LVHomilia LV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:301δ. Διὰ τοῦτο, παρακαλῶ, πάντα πράττωμεν, ὥστε τὸν βίον ἡμῶν κατορθωθῆναι, ὥστε καθαρθῆναι τὴν διάνοιαν, ὥστε μηδὲν ἡμῖν ῥυπαρὸν γενέσθαι κώ-λυμα. Φωτίσατε γὰρ ἑαυτοῖς φῶς γνώσεως, καὶ μὴ σπείρητε ἐπ’ ἀκάνθαις. Ὁ γὰρ μὴ εἰδὼς ὅτι τὸ πλεονεκτεῖν κακὸν, πότε εἴσεται τὸ μεῖζον; ὁ μὴ ἀπεχόμενος τούτων, πότε ἐκείνων ἀνθέξεται; Καλὸν τὸ ἁρπάζειν, ἀλλ’ οὐχὶ τὰ ἀπολλύμενα, ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Βιασταὶ γὰρ, φησὶν, ἁρπά-ζουσιν αὐτήν. Οὐκ ἄρα μετὰ ῥᾳθυμίας ἔστιν ἐπιτυ-χεῖν αὐτῆς, ἀλλὰ μετὰ σπουδῆς. Τί δέ ἐστι, Βιασταί; Βίας χρεία πολλῆς (στενὴ γὰρ ἡ ὁδὸς), καὶ νεανικῆς δεῖ ψυχῆς καὶ γενναίας. Οἱ ἁρπάζοντες πάντας βού-λονται προλαβεῖν· πρὸς οὐδὲν ὁρῶσιν, οὐ πρὸς κατά-γνωσιν, οὐ πρὸς κατηγορίαν, οὐ πρὸς τιμωρίαν· ἀλλ’ ἑνὸς γίνονται μόνου, τοῦ λαβεῖν ἅπερ βούλονται ἁρπάσαι, καὶ πάντας τοὺς ἔμπροσθεν παρατρέχουσιν. Ἁρπάσωμεν τοίνυν τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐ γὰρ ἔστιν ἐνταῦθα ἔγκλημα τὸ ἁρπάσαι, ἀλλ’ ἔπαι-νος· ἔγκλημα δὲ, τὸ μὴ ἁρπάσαι. Ἐνταῦθα οὐ τῆς ἑτέρου ζημίας ὁ ἡμέτερος γίνεται πλοῦτος. Σπουδά-σωμεν οὖν αὐτὴν ἁρπάσαι· κἂν ἐνοχλῇ θυμὸς, κἂν ἐνοχλῇ ἐπιθυμία, βιασώμεθα τὴν φύσιν· ἡμερώτεροι γενώμεθα· κάμωμεν ὀλίγον, ἵνα ἀναπαυσώμεθα δι-ηνεκῶς. Μὴ ἁρπάσῃς χρυσὸν, ἀλλὰ ἅρπασον πλοῦτον, τὸν βόρβορον δεικνύντα τὸν χρυσόν. Εἰπὲ γάρ μοι· εἰ προύκειτο μόλυβδος καὶ χρυσὸς, τί ἂν ἥρπασας;

Homily LVHomilia LV

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:302οὐκ εὔδηλον ὅτι τὸν χρυσόν; Εἶτα ἔνθα μὲν ὁ ἁρπά-ζων κολάζεται, τὸ μεῖζον τιμᾷς· ἔνθα δὲ ὁ ἁρπάζων τιμᾶται, προδίδως τὸ μεῖζον; Εἰ γὰρ ἀμφοτέρωθεν κόλασις ἦν, οὐκ ἂν ἐπὶ τοῦτο μᾶλλον ἦλθες; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ μακαρισμός. Καὶ πῶς ἔστιν ἁρπάσαι, φησί; Ῥίψον τὰ ὄντα ἐν χερσίν. Ἕως γὰρ ἂν αὐτὰ κατέχῃς, ἐκεῖνα ἁρπάσαι οὐ δυνήσῃ. Ἐννόησον γάρ μοι ἄνδρα ἀργυρίου τὰς χεῖρας πεπληρωμένας ἔχοντα· μὴ δυνήσεται, ἕως ἂν κατέχῃ τοῦτο, ἁρπάσαι χρυσίον, ἐὰν μὴ ῥίψῃ αὐτὸ καὶ εὔλυτος γένηται; Τὸν γὰρ ἁρπάζοντα εὔζωνον εἶναι δεῖ, ὥστε μὴ κατασχεθῆναι. Καὶ γὰρ καὶ νῦν εἰσιν ἐναντίαι δυνάμεις κατατρέχουσαι ἡμῶν, ἵνα ἀφέλωνται. Ἀλλὰ φεύγωμεν αὐτὰς, φεύγωμεν, μη-δεμίαν ἐπισυρόμενοι λαβὴν ἔξωθεν. Διατέμωμεν τὰ σχοινία, γυμνοὶ γενώμεθα τῶν βιωτικῶν. Τίς χρεία τῶν σηρικῶν ἱματίων; μέχρι πότε τὸν γέλωτα τοῦ-τον ἀνελίττομεν; μέχρι πότε τὸ χρυσίον κατορύττο-μεν; Ἐβουλόμην παύσασθαι ταῦτα λέγων ἀεί· ἀλλ’ ὑμεῖς οὐκ ἐᾶτε, ἀεί μοι παρέχοντες ἀφορμὰς καὶ ὑποθέσεις. Ἀλλὰ νῦν γοῦν ἀποστῶμεν, ἵνα καὶ ἑτέρους διὰ τοῦ βίου παιδεύσαντες, τύχωμεν τῶν ἐπηγγελμέ-νων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:301ΟΜΙΛΙΑ ΝΕ. Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· «Οὐ καλῶς λέγομεν ἡμεῖς, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;» Ἀπεκρίθη ὁ Ἰησοῦς· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα.» α. Ἀναίσχυντον ἡ κακία καὶ ἰταμὸν, καὶ ὅταν κα-ταδύεσθαι δέῃ, τότε μᾶλλον ἀγριοῦται· ὅπερ καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονε. Δέον γὰρ ἐπὶ τοῖς ῥηθεῖσι κα-τανυγῆναι, θαυμάσαντας τὴν παῤῥησίαν καὶ τὴν τῶν εἰρημένων ἀκολουθίαν· οἱ δὲ καὶ ὑβρίζουσι, Σαμαρεί-την καλοῦντες καὶ δαιμονῶντα λέγοντες, καί φασιν· Οὐχὶ καλῶς ἐλέγομεν, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις; Ὅταν γὰρ ὑψηλόν τι εἴπῃ, μανία τοῦτο δοκεῖ παρὰ τοῖς λίαν ἀναισθήτοις εἶναι. Καίτοι γε οὐδαμοῦ ὁ εὐαγγελιστὴς εἶπεν ἔμπροσθεν, ὅτι Σα-μαρείτην ἐκάλεσαν· ἀλλ’ εἰκὸς ἐκ τῆς ῥήσεως ταύτης πολλάκις παρ’ αὐτῶν εἰρῆσθαι τοῦτο. Δαιμόνιον ἔχεις, φησί. Καίτοι τίς ὁ δαιμόνιον ἔχων; ὁ τιμῶν τὸν Θεὸν, ἢ ὁ τὸν τιμῶντα ὑβρίζων; Τί οὖν ὁ Χρι-στὸς, ἡ πραότης, ἡ ἐπιείκεια; Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα τὸν πέμψαντά με. Ἔνθα μὲν διδάξαι αὐτοὺς ἐχρῆν καὶ τὸν πολὺν αὐτῶν κατα-σπάσαι τύφον, καὶ παιδεῦσαι μὴ μέγα φρονεῖν ἐπὶ τῷ Ἀβραὰμ, σφοδρὸς ἦν· ἔνθα δὲ ὑβριζόμενον αὐτὸν ἔδει ἐνεγκεῖν, πολλῇ πραότητι κέχρηται.
Ὅτε μὲν γὰρ ἔλεγον, ὅτι Πατέρα τὸν Θεὸν ἔχομεν καὶ τὸν Ἀβραὰμ, σφόδρα αὐτῶν καθήψατο· ὅτε δὲ αὐτὸν δαιμονῶντα ἐκάλουν, ὑφειμένως τῷ λόγῳ κέ-χρηται, παιδεύων ἡμᾶς, τὰ μὲν εἰς τὸν Θεὸν ἐκδικεῖν, τὰ δὲ εἰς ἡμᾶς παρορᾷν. Ἐγὼ οὐ ζητῶ τὴν δόξαν τὴν ἐμήν. Ταῦτα εἶπον, φησὶ, δεικνὺς ὅτι οὐ προσῆκεν ὑμῖν τὸν Θεὸν καλεῖν πατέρα, ἀν-δροφόνοις οὖσιν. Ὥστε τῇ τιμῇ τῇ πρὸς ἐκεῖνον ταῦτα ἐφθεγξάμην, καὶ δι’ ἐκεῖνον ταῦτα ἀκούω, καὶ δι’ αὐτὸν ἀτιμάζετέ με. Ἀλλ’ οὐδέν μοι μέλει τῆς ὕβρεως ταύτης· ἐκείνῳ γὰρ εὐθύνας ὀφεί-λετε τῶν λεχθέντων, δι’ ὃν ταῦτα ἀκούω νῦν. Ἐγὼ
PG 59:302οὐ ζητῶ τὴν δόξαν τὴν ἐμήν. Διὰ τοῦτο ἀφεὶς τὸ κολάζειν ὑμᾶς, ἐπὶ παραίνεσιν τρέπομαι, καὶ συμβουλεύω ταῦτα ποιεῖν, ἐξ ὧν οὐ μόνον τὴν κό-λασιν διαφεύξεσθε, ἀλλὰ καὶ τῆς αἰωνίου ζωῆς ἐπι-τεύξεσθε. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τίς μου τὸν λόγον τηρήσῃ, οὐ μὴ θεωρήσει θάνατον εἰς τὸν αἰῶνα. Ἐνταῦθα οὐ τὴν πίστιν μόνον φησὶν, ἀλλὰ καὶ τὸν βίον τὸν καθαρόν. Καὶ ἄνω μὲν ἔλεγε, Ζωὴν αἰώνιον ἕξει· ἐνταῦθα δὲ, φησὶ, Θάνατον οὐ μὴ θεωρήσει· ἅμα δὲ καὶ αἰνίττεται, ὅτι οὐδὲν δύ-νανται αὐτῷ ποιῆσαι. Εἰ γὰρ ὁ τὸν λόγον αὐτοῦ τη-ρῶν οὐκ ἀποθανεῖται, πολλῷ μᾶλλον αὐτός. Τοῦτο γοῦν συνειδότες καὶ αὐτοὶ, λέγουσι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε, καὶ οἱ προ-φῆται ἀπέθανον· τουτέστιν, οἱ τὸν λόγον ἀκούσαν-τες τοῦ Θεοῦ ἀπέθανον· καὶ οἱ τὸν σὸν ἀκούσαντες οὐκ ἀποθανοῦνται; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ; Ὢ τῆς κενοδοξίας πάλιν ἐπὶ τὴν συγγένειαν αὐτοῦ καταφεύγουσι. Καίτοι ἀκόλουθον ἦν εἰπεῖν· Μὴ σὺ μείζων εἶ τοῦ Θεοῦ; ἢ οἱ ἀκού-σαντές σου, τοῦ Ἀβραάμ; Ἀλλ’ οὐ λέγουσι τοῦτο, ἐπειδὴ καὶ τοῦ Ἀβραὰμ ἐλάττονα αὐτὸν εἶναι ἐνόμιζον. Τὸ μὲν οὖν πρῶτον ἔδειξεν ἀνδροφόνους, καὶ ταύτῃ αὐτοὺς ἀπήγαγε τῆς συγγενείας· ὡς δὲ ἐνέμειναν, ἑτέρως αὐτὸ μεθοδεύει πάλιν, δεικνὺς ὅτι ἀνόνητα πονοῦσι, καὶ περὶ μὲν τοῦ θανάτου οὐδὲν αὐτοῖς δι-ελέχθη, οὐδὲ ἀπεκάλυψεν, οὐδὲ εἶπε, ποῖον λέγει θάνα-τον· τέως δὲ πείθει, ὅτι τοῦ Ἀβραὰμ κρείττων ἐστὶν, ἵνα καὶ τούτῳ δυσωπήσῃ. Μάλιστα μὲν γὰρ εἰ καὶ ὁ τυχὼν, φησὶν, ἤμην, οὐκ ἔδει ἀποθανεῖν οὐδὲν ἀδι-κήσαντα· ὅταν δὲ καὶ τὴν ἀλήθειαν λέγω, καὶ μηδε-μίαν ἁμαρτίαν ἔχω, καὶ παρὰ τοῦ Θεοῦ ἀπεσταλμέ-νος ὦ, καὶ Ἀβραὰμ ὦ κρείττων, πῶς οὐ μαίνεσθε καὶ ἀνόνητα πονεῖτε, ἐπιχειροῦντες ἀνελεῖν; Τί οὖν ἐκεῖνοι; Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀλλ’ οὐχ ἡ Σαμαρεῖτις οὕτως· οὐ γὰρ εἶπεν αὐτῷ· Δαιμόνιον ἔχεις· ἀλλὰ τοσοῦτον μόνον, Μὴ σὺ μεί-
PG 59:303ζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; Οὗτοι μὲν γὰρ ἦσαν ὑβρισταὶ ἀλάστορες· ἐκείνη δὲ μαθεῖν ἐβούλετο. Διὸ καὶ ἠπόρησε, καὶ μετὰ τῆς προσηκούσης συμ-μετρίας ἀπεκρίνατο, καὶ Κύριον αὐτὸν καλεῖ. Τὸν γὰρ πολλῷ μείζονα ἐπαγγελλόμενον, καὶ ἀξιόπιστον ὄντα, οὐχ ὑβρίζεσθαι ἔδει, ἀλλὰ καὶ θαυμάζεσθαι· οὗτοι δὲ δαιμονῶντα αὐτὸν λέγουσιν. Ἐκεῖνα μὲν γὰρ τὰ τῆς Σαμαρείτιδος ἀπορούσης ἦν· ταῦτα δὲ, ἀπιστούντων καὶ διεστραμμένων. Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ; Ὥστε τοῦτο μεί-ζονα εἶναι ποιεῖ τοῦ Ἀβραάμ. Ὅταν οὖν ὑψωθέντα ἴδητε, ὁμολογήσετε ὅτι μείζων ἐστί. Διὰ τοῦτο ἔλε-γεν, Ὅταν ὑψώσητέ με, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Καὶ θέα σύνεσιν. Πρῶτον αὐτοὺς ἀποσχίσας τῆς συγγενείας, δείκνυσιν ἑαυτὸν ἐκείνου μείζονα ὄντα, ἵνα ἐκ πολλῆς τῆς ὑπεροχῆς μείζων θεωρηθῇ καὶ τῶν προφητῶν. Ἐπειδὴ γὰρ ἀεὶ προφήτην ἔλεγον αὐτὸν, διὰ ταῦτα ἔλεγεν· Ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. Ἐκεῖ μὲν οὖν ἔλεγεν, ὅτι ἐγείρει τοὺς νεκρούς· ἐνταῦθα δὲ, Οὐ μὴ θεωρήσει θάνατον ὁ πιστεύων· ὃ πολλῷ μεῖζον ἦν τοῦ μὴ συγχωρῆσαι κρατηθῆναι θανάτῳ· διὸ μᾶλλον ἠγριαίνοντο. Τί οὖν ἐκεῖνοι; Τίνα σεαυτὸν ποιεῖς; Καὶ τοῦτο ὑβριστικῶς· Σὺ, φησὶ, χαρίζῃ σαυτῷ. Πρὸς τοῦτο οὖν ὁ Χριστός· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτὸν, φησὶν, ἡ δόξα μου οὐδέν ἐστι. β. Τί λέγουσιν ἐνταῦθα οἱ αἱρετικοί; Ἤκουσε, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ; καὶ οὐκ ἐθάῤῥησεν εἰπεῖν αὐτοῖς, ὅτι ναὶ, ἀλλὰ συνεσκια-σμένως αὐτὸ ποιεῖ. Τί οὖν; οὐδέν ἐστιν ἡ δόξα αὐ-τοῦ; Πρὸς ἐκείνους οὐδέν ἐστιν. Ὥσπερ γὰρ λέγει, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, πρὸς τὴν ἐκείνων ὑπόνοιαν· οὕτω καὶ ἐνταῦθά φησιν· Ἔστιν ὁ δοξάζων με. Καὶ διατί μὴ εἶπεν, Ὁ Πατὴρ ὁ πέμ-ψας με; ὡς ἄνω ἔλεγεν, ἀλλ’ Ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ οἴδατε αὐτόν, Ἐβούλετο γὰρ δεῖξαι, ὅτι οὐ μόνον Πατέρα αὐτὸν οὐκ ἴσασιν, ἀλλ’ οὐδὲ Θεόν. Ἐγὼ δὲ οἶδα αὐτόν. Ὥστε οὐ τὸ λέγειν, Ἐγὼ οἶδα αὐτὸν, κόμπος ἐστίν· ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι, ψεῦδος· ὑμεῖς δὲ λέγοντες εἰδέναι αὐτὸν, ψεύδεσθε. Ὥσπερ οὖν ὑμεῖς εἰδέναι λέγοντες ψεύδεσθε· οὕτως ἐγὼ, ἐὰν εἴπω μὴ εἰδέναι. Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν. Ἐπειδὴ ἔλεγον, Τίνα σεαυ-τὸν ποιεῖς; φησίν· Ἐὰν ἐγὼ ποιῶ, ἡ δόξα μου οὐδέν ἐστιν. Ὥσπερ οὖν ἐγὼ αὐτὸν οἶδα ἀκριβῶς, οὕτως αὐτὸν ἀγνοεῖτε ὑμεῖς. Καθάπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ οὐ τὸ πᾶν ἀνεῖλεν, ἀλλά φησιν, Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε, ὥστε μείζονα ποιῆσαι τὴν κατηγορίαν· οὕτως ἐνταῦθα οὐ τὸ πᾶν ἀνεῖλεν, ἀλλὰ τί; Ὃν ὑμεῖς λέγετε. Δοὺς τὴν διὰ τῶν ῥημάτων καύχησιν, μεῖζον ἐποίησε τὸ ἔγκλημα. Πῶς δὲ οὐκ οἴδατε αὐτόν· Ὅτι τὸν πάντα ὑπὲρ αὐτοῦ καὶ λέ-γοντα καὶ ποιοῦντα, ὥστε αὐτὸν δοξασθῆναι, ὑβρί-ζετε, καίτοι παρ’ ἐκείνου ἀποσταλέντα. Ἀλλὰ τοῦτο ἀμάρτυρον· ἀλλὰ τὸ ἑξῆς κατασκευαστικόν. Καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ἐνταῦθα δὲ εἴ γέ τι εἶχον, ἠδύναντο ἐλέγξαι· μεγίστη γὰρ ἦν ἀπόδειξις τὸ παρ’ ἐκείνου ἀπεστάλθαι. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν
PG 59:304ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη. Πάλιν δείκνυσιν αὐτοὺς ὄντας ἀλ-λοτρίους ἐκείνου, εἴ γε ἐφ’ οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσι. Τὴν δὲ ἡμέραν ἐνταῦθά μοι δοκεῖ λέγειν τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ τοῦ κριοῦ προσφορᾷ καὶ τῇ τοῦ Ἰσαὰκ προδιετύπωσε. Τί οὖν ἐκεῖνοι; Τεσσαράκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρα-κας; Ὡς ἐγγὺς τῶν τεσσαράκοντα ἐτῶν λοιπὸν εἶναι τὸν Χριστόν. Λέγει αὐτοῖς· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ ἔλαβον λίθους, ἵνα βάλωσιν ἐπ’ αὐτόν. Ὁρᾷς πῶς τὸ μείζονα εἶναι τοῦ Ἀβραὰμ κατεσκεύασεν; Ὁ γὰρ χαρεὶς, ἵνα ἴδῃ τὴν ἡμέραν, καὶ περισπούδαστον αὐτὸ θέμενος, εὔδηλον ὅτι τὴν ἐπὶ εὐεργεσίᾳ γενομένην, καὶ ὡς μείζονος. Ἐπειδὴ γὰρ ἔλεγον· Ὁ τοῦ τέκτονος υἱὸς, καὶ οὐδὲν πλέον ἐφαντάζοντο, κατὰ μικρὸν αὐτοὺς ἐνάγει πρὸς ὑψηλὴν διάνοιαν. Ὅτε μὲν οὖν ἤκουσαν, ὅτι Οὐκ οἴδατε τὸν Θεὸν, οὐκ ἤλγησαν· ὅτε δὲ ἤκουσαν, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, ὡς τῆς εὐγενείας αὐτῶν ταπει-νουμένης, ἠγρίαινον καὶ ἐλίθαζον. Εἶδε τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἐχάρη. Δείκνυσιν ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, εἴ γε ἐπαινεῖ τὸν ἡσθέντα ἐπὶ τῷ σταυρῷ. Τοῦτο γὰρ σωτηρία τῆς οἰκουμένης ἦν. Οἱ δὲ λίθους ἔβαλλον· οὕτω πρὸς φόνους ἕτοιμοι ἦσαν. καὶ δι’ ἑαυτῶν ταῦτα ἔπραττον, μηδὲν ἐξετάζοντες. Διατί δὲ μὴ εἶπε, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι, ἐγὼ
ἤμην· ἀλλ’ Ἐγώ εἰμι; Ὥσπερ ὁ Πατὴρ αὐτοῦ ταύτῃ κέχρηται τῇ λέξει τῇ, Εἰμί· οὕτω καὶ αὐτός. Τοῦ διηνεκῶς γὰρ εἶναι σημαντικὴ αὕτη, παντὸς ἀπηλ-λαγμένη χρόνου· διὰ τοῦτο καὶ βλάσφημον αὐτοῖς εἶναι δοκεῖ τὸ ῥῆμα. Εἰ δὲ τὴν πρὸς Ἀβραὰμ σύγ-κρισιν οὐκ ἤνεγκαν, καίτοι γε μικρὰν οὖσαν· εἰ συνεχῶς ἑαυτὸν ἐξίσου τῷ Πατρὶ, ἆρα ἂν διέλιπον αὐτὸν βάλλοντες; Εἶτα φεύγει πάλιν ἀνθρωπίνως, καὶ κρύπτεται, ἱκανὴν διδασκαλίαν αὐτοῖς παραθέ-μενος· καὶ τὰ αὐτοῦ πληρώσας, ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀνεχώρησεν ἐπὶ τὴν ἴασιν τοῦ τυφλοῦ, διὰ τῶν ἔργων πιστούμενος, ὅτι πρὸ τοῦ Ἀβραάμ ἐστιν. Ἀλλ’ ἴσως ἐρεῖ τις· Τίνος ἕνεκεν οὐκ ἐξέλυσεν αὐτῶν τὴν δύναμιν; οὕτω γὰρ ἂν ἐπίστευσαν. Παραλελυμένον ἐθεράπευσε, καὶ οὐκ ἐπίστευσαν· ἄλλα μυρία εἰργά-σατο, καὶ ἐν αὐτῷ δὲ πάθει ἔῤῥιψεν αὐτοὺς ὑπτίους, καὶ ἐσκότωσεν αὐτῶν τὰς ὄψεις, καὶ οὐκ ἐπίστευσαν· καὶ πῶς ἂν ἐπίστευσαν, εἰ τὴν δύναμιν αὐτῶν ἐξ-έλυσε; Ψυχῆς γὰρ ἀπεγνωκυίας χεῖρον οὐδέν· κἂν σημεῖα ἴδῃ, κἂν τέρατα, μένει τὴν αὐτὴν ἀναισχυν-τίαν ἔχουσα. Καὶ γὰρ ὁ Φαραὼ μυρίας δεχόμενος πληγὰς, ὅτε ἐκολάζετο μόνον, ἐσωφρονίζετο, καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας τοιοῦτος ἔμεινε, διώκων οὓς ἀπέλυσε. Διὰ τοῦτο ἄνω καὶ κάτω ὁ Παῦλός φησι· Μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας. Καθάπερ γὰρ οἱ στῦλοι τοῦ σώματος νεκροῦνται λοι-πὸν, καὶ οὐδεμίαν αἴσθησιν ἔχουσιν· οὕτω καὶ ψυχὴ, ὅταν πολλοῖς κατασχεθῇ πάθεσι, νεκροῦται πρὸς τὴν ἀρετήν. Κἂν εἰτιοῦν προσενέγκῃς, οὐ λαμβάνει τοῦ πράγματος αἴσθησιν· ἀλλὰ κἂν κόλασιν, κἂν ὁτιοῦν ἀπειλήσῃς, ἀνάλγητος μένει.

Homily LVIHomilia LVI

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:305γ. Διὸ δὴ δέομαι, ἕως ἐλπίδας ἔχομεν σωτηρίας, ἕως δυνάμεθα ἐπιτρέψαι, πάντα ποιεῖν. Οἱ γὰρ ἀπηλγηκότες, καθάπερ τῶν κυβερνητῶν οἱ ἀπο-γνόντες τῇ πνεούσῃ τὸ σκάφος παραδιδόντες, οὐδὲν παρ’ ἑαυτῶν εἰσφέρουσιν· οὕτω καὶ οὗτοι πειρῶνται λοιπόν. Ὅ τε γὰρ βάσκανος εἰς ἓν ὁρᾷ μόνον, τὴν ἐπιθυμίαν πληρῶσαι τὴν ἑαυτοῦ· κἂν κολάζεσθαι μέλλῃ, κἂν ἀναιρεῖσθαι, τοῦ πάθους γίνεται μόνου· καὶ ὁ ἀκόλαστος καὶ ὁ φιλοχρήματος. Εἰ δὲ τῶν πα-θῶν τοσαύτη ἡ τυραννὶς, πολλῷ μᾶλλον τῆς ἀρετῆς. Εἰ δι’ ἐκεῖνα θανάτου καταφρονοῦμεν, πολλῷ μᾶλλον διὰ ταύτην. Εἰ ἐκεῖνοι τῆς ψυχῆς καταφρονοῦσι τῆς ἑαυτῶν, πολλῷ μᾶλλον ὑπὲρ τῆς σωτηρίας τῆς ἡμε-τέρας τοῦτο ποιεῖν χρή. Τίς γὰρ ἡμῖν ἔσται λόγος, ὅταν τῶν ἀπολλυμένων οὕτω σπουδαζόντων ὑπὲρ τῆς ἑαυτῶν ἀπωλείας, ἡμεῖς ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας μηδὲ τοσαύτην ἐπιδειξώμεθα σπουδὴν, ἀλλ’ ἀεὶ φθόνῳ τηκόμενοι διαμένωμεν; Οὐδὲν γὰρ βασκανίας χεῖρον· ἵνα ἕτερον ἀπολέσῃ, καὶ ἑαυτὸν προσαπολλύει. Βα-σκάνου ὀφθαλμὸς ἐκτήκεται λύπῃ, θανάτῳ συζῇ δι-ηνεκεῖ, πάντας ἐχθροὺς ἡγεῖται, τοὺς οὐδὲν ἠδικηκό-τας. Ἀλγεῖ ὅτι ὁ Θεὸς τιμᾶται, χαίρει ἐφ’ οἷς ὁ διά-βολος χαίρει. Ὁ δεῖνα τετίμηται παρὰ ἀνθρώποις; Ἀλλ’ οὐκ ἔστιν αὕτη τιμὴ, μὴ βασκάνῃς. Ἀλλὰ παρὰ Θεῷ τετίμηται; Ζήλωσον καὶ γένου ὅμοιος. Ἀλλ’ οὐ βούλει; Τί τοίνυν καὶ σαυτὸν προσαπολλύεις; τί καὶ ὃ ἔχεις, ῥίπτεις; Οὐ δύνασαι γενέσθαι ἴσος ἐκείνῳ, οὐδὲ λαβεῖν τι καλόν; τί καὶ κακὸν προσλαμβάνεις;
PG 59:306δέον συνήδεσθαι, ἵνα κἂν κοινωνῆσαι τῶν πόνων μὴ δυνηθῇς, ἐκ τοῦ συνήδεσθαι κερδάνῃς. Ἀρκεῖ γὰρ πολλαχοῦ καὶ προαίρεσις μέγα ποιῆσαι ἀγαθόν. Ὁ γοῦν Ἰεζεκιήλ φησι διὰ τοῦτο τοὺς Μωαβίτας κολά-ζεσθαι, διὰ τὸ ἐπιχαίρειν τοῖς Ἰσραηλίταις· καὶ ἄλ-λους τινὰς σώζεσθαι, ὅτι ἔστενον ἐπὶ τοῖς ἑτέρων κακοῖς. Εἰ δὲ τοῖς στενάζουσιν ἐπὶ τοῖς ἑτέρων κακοῖς ἐστί τις παραμυθία, πολλῷ μᾶλλον τοῖς ἡδομένοις ἐπὶ ταῖς ἑτέρων τιμαῖς. Ἐνεκάλει τοῖς Μωαβίταις, ὅτι ἐπέχαιρον τοῖς Ἰσραηλίταις· καίτοι γε ὁ Θεὸς ἐκόλαζεν· ἀλλ’ οὐδὲ ὅταν αὐτὸς κολάζῃ, ἐφήδεσθαι ἡμᾶς βούλεται τοῖς κολαζομένοις· οὐδὲ γὰρ αὐτὸς βούλεται αὐτοὺς κολάσαι. Εἰ δὲ συναλγεῖν χρὴ κολα-ζομένοις, πολλῷ μᾶλλον τιμωμένοις μὴ φθονεῖν. Οὕτω γοῦν οἱ περὶ Κορὲ καὶ Δαθὰν ἀπώλοντο, τοὺς μὲν φθονουμένους λαμπροτέρους ποιήσαντες, ἑαυτοὺς δὲ κολάσει παραδόντες. Θηρίον γάρ ἐστιν ἰοβόλον ὁ φθό-νος, θηρίον ἀκάθαρτον, καὶ κακία προαιρέσεως, συγ-γνώμην οὐκ ἔχουσα, πονηρία ἀπολογίας ἀπεστερη-μένη, πάντων αἰτία καὶ μήτηρ τῶν κακῶν. Διὸ πρόῤ-ῥιζον αὐτὴν ἀνέλωμεν, ἵνα καὶ τῶν παρόντων κακῶν ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγα-θῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη-σοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:305ΟΜΙΛΙΑ Ν. Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· «Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» α. Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Σφόδρα φιλάνθρωπος ὢν, καὶ τῆς ἡμετέρας σωτηρίας κηδόμενος, καὶ τῶν ἀγνωμόνων τὰ στόματα ἐμφράξαι θέλων, οὐδὲν τῶν εἰς αὐτὸν ἡκόν-των παραλιμπάνει, κἂν μηδεὶς ὁ προσέχων ᾖ. Τοῦτο γοῦν καὶ ὁ Προφήτης εἰδὼς ἔλεγεν· Ὅπως ἂν δικαιω-θῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρί-νεσθαί σε. Διὰ δὴ τοῦτο καὶ ἐνταῦθα, ἐπειδὴ τὸ τῶν λόγων ὑψηλὸν οὐκ ἐδέξαντο, ἀλλὰ καὶ δαιμονῶντα ἐκάλεσαν, καὶ ἀνελεῖν ἐπεχείρουν, ἐξελθὼν ἐκ τοῦ ἱεροῦ, θεραπεύει τυφλὸν, τῇ τε ἀπουσίᾳ τὸν θυμὸν παραμυθούμενος, καὶ διὰ τῆς ἐργασίας τοῦ σημείου τὸ σκληρὸν αὐτῶν καὶ ἀπηνὲς καταμαλάσσων, καὶ τὰ εἰρημένα πιστούμενος· καὶ ποιεῖ σημεῖον, οὐ τὸ τυχὸν, ἀλλὰ τότε πρῶτον συμβάν. Ἀπὸ γὰρ τοῦ αἰῶνος, φησὶν, οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Τυφλοῦ μὲν γὰρ ἴσως ἤνοιξέ τις· γεγεννημένου δὲ, οὐκ ἔτι. Καὶ ὅτι ἐξελθὼν ἐκ τοῦ ἱεροῦ, ἐπὶ τὸ ἔργον ἦλθεν ἐπίτηδες, δῆλον ἐκεῖθεν· αὐτὸς γὰρ εἶδε τὸν τυφλὸν, οὐχ ὁ τυ-φλὸς αὐτῷ προσῆλθε· καὶ οὕτω σπουδαίως ἀνέβλεψεν, ὡς καὶ τοῖς μαθηταῖς αἴσθησιν παρασχεῖν. Ἀπὸ τού-του γοῦν καὶ ἐπὶ τὴν ἐρώτησιν ἦλθον. Ὁρῶντες γὰρ αὐτὸν σπουδαίως προσέχοντα, ἐπυνθάνοντο λέγοντες· Τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ; Ἐσφαλ-μένη ἡ ἐρώτησις. Πῶς γὰρ ἂν ἥμαρτε, πρὶν ἢ γεννη-θῆναι; πῶς δὲ, τῶν γονέων ἁμαρτόντων, αὐτὸς ἂν ἐκο-λάσθη; Πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; Πρὸ τούτου τὸν παραλελυμένον θεραπεύων, ἔλεγεν· Ἰδοὺ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Οὗτοι τοίνυν ἐν-νοήσαντες, ὅτι ἐκεῖνος δι’ ἁμαρτίας παρελύθη, λέ-γουσιν· Ἔστω, ἐκεῖνος δι’ ἁμαρτήματα παρελύθη· περὶ τούτου δὲ τί ἂν εἴποις; οὗτος ἥμαρτεν; Ἀλλ’
PG 59:306οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. Ἀλλ’ οἱ γονεῖς αὐτοῦ; Ἀλλ’ οὐδὲ τοῦτο. Παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Ὥσπερ οὖν παιδίον κακούμενον ὁρῶντες λέγομεν· Τί ἄν τις εἴποι περὶ τούτου; τί ἐποίησε τὸ παιδίον; οὐκ ἐρωτῶντες, ἀλλὰ διαποροῦντες· οὕτω δὴ καὶ οἱ μαθηταὶ οὐ τοσοῦτον ἐρωτῶντες τοῦτο ἔλεγον, ἀλλ’ ἀποροῦντες. Τί οὖν ὁ Χριστός; Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐ-τοῦ. Τοῦτο δὲ οὐχ ἁμαρτημάτων ἀπαλλάττων αὐτούς φησιν (οὐ γὰρ ἁπλῶς εἶπεν, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ’ ἐπήγαγεν· Ἵνα τυφλὸς γεννηθῇ ), ἀλλ’ ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ.
Ἥμαρτε μὲν γὰρ καὶ οὗτος, καὶ οἱ γονεῖς αὐτοῦ· ἀλλ’ οὐκ ἐντεῦθεν, φησὶν, ἡ πήρωσις. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες ἐκ τούτων ἐτυφλώ-θησαν τῶν αἰτιῶν, διὰ τὰς τῶν γονέων ἁμαρτίας. Οὐδὲ γὰρ ἔνι, ἁμαρτάνοντος ἑτέρου, κολάζεσθαι ἕτε-ρον. Ἐπεὶ εἰ τοῦτο δώσομεν, κἀκεῖνο δώσομεν, ὅτι πρὸ γενέσεως ἥμαρτεν. Ὥσπερ οὖν εἰπὼν, ὅτι Οὔτε οὗτος ἥμαρτεν, οὐ τοῦτο λέγει, ὅτι ἔνι ἐκ γενετῆς ἁμαρτεῖν καὶ κολασθῆναι· οὕτως εἰπὼν, Οὔτε οἱ γονεῖς αὐτοῦ, οὐ τοῦτο εἶπεν, ὅτι ἔνι διὰ γονέας κο-λασθῆναι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν· Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ ἔσται ἡ παραβολὴ αὕτη ἡ λεγομένη· Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Καὶ ὁ Μωϋσῆς δέ φησιν· Οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ τέκνου. Καὶ περί τινος βασιλέως φησὶν, ὅτι διὰ τοῦτο τοῦτο οὐκ ἐποίησε, φυλάττων τὸν Μωϋσέως νόμον. Εἰ δὲ λέγει τις, Πῶς οὖν εἴρηται, Ὁ ἀποδι-δοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ’ ἐπί τινων εἴρηται τῶν ἐξ Αἰγύπτου ἐξελθόντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπειδὴ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, μετὰ τὰ σημεῖα
PG 59:307καὶ τὰ θαύματα τῶν προγόνων, γεγόνασι χείρους τῶν οὐδὲν τούτων θεασαμένων, τὰ αὐτὰ πείσονται, φησὶν, ἅπερ ἔπαθον ἐκεῖνοι, ἐπειδὴ τὰ αὐτὰ τετολ-μήκασι. Καὶ ὅτι περὶ ἐκείνων εἴρηται, τῷ τόπῳ τις ἐπιστήσας ἀκριβέστερον εἴσεται. Τίνος οὖν ἕνεκεν τυφλὸς ἐγεννήθη; Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, φησίν. Ἰδοὺ πάλιν ἄπορον ἄλλο, εἰ χωρὶς τῆς τούτου κολάσεως οὐκ ἐνῆν φανῆναι τοῦ Θεοῦ τὴν δόξαν. Μάλιστα μὲν οὐ τοῦτο εἴρηται, ὅτι οὐκ ἐνῆν· ἐνῆν γάρ· ἀλλὰ καὶ ἐν τούτῳ ἵνα φανερωθῇ. Τί οὖν, φησίν; ἠδικήθη διὰ τὴν τοῦ Θεοῦ δόξαν; Ποίαν ἀδικίαν; εἰπέ μοι· εἰ γὰρ μηδὲ ὅλως παραγα-γεῖν αὐτὸν ἐβούλετο. Ἐγὼ δὲ καὶ εὐηργετῆσθαι αὐ-τόν φημι ἀπὸ τῆς πηρώσεως. Τοὺς γὰρ ἔνδον ἀνέβλε-ψεν ὀφθαλμούς. Τί γὰρ ὄφελός ἐστι τοῖς Ἰουδαίοις τῶν ὀμμάτων; Μείζονα γὰρ κόλασιν ἔσχον, πηρω-θέντες ἐν τῷ βλέπειν. Τί δὲ τούτῳ βλάβος ἀπὸ τῆς πηρώσεως; Διὰ γὰρ ταύτης ἀνέβλεψεν. Ὥσπερ οὖν τὰ κακὰ οὐκ ἔστι κακὰ τὰ κατὰ τὸν παρόντα βίον· οὕ-τως οὐδὲ τὰ ἀγαθὰ ἀγαθά· ἀλλ’ ἁμαρτία μόνη κακὸν, πήρωσις δὲ οὐ κακόν. Ὁ δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ἐξουσίαν εἶχε καὶ οὕτως αὐτὸν ἀφεῖναι. Φασὶ δέ τινες. ὅτι τοῦτο οὐδὲ αἰτιολογικόν ἐστι τὸ ἐπίῤῥημα, ἀλλὰ τῆς ἐκβάσεως· οἷον ὡς ὅταν λέγῃ, Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ μὴν οὐ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ πάλιν ὁ Παῦλος· Τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐ-τοῖς εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Καίτοι οὐ διὰ τοῦτο αὐτοῖς ἔδειξεν, ἵνα ἀποστερηθῶσιν ἀπο-λογίας, ἀλλ’ ἵνα τύχωσι, ἀπολογίας. Καὶ πάλιν ἀλλα-χοῦ· Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Καίτοι οὐ διὰ τοῦτο παρεισῆλθεν, ἀλλ’ ἵνα κωλυθῇ ἡ ἁμαρτία. β. Ὁρᾷς πανταχοῦ τὸ ἐπίῤῥημα τῆς ἐκβάσεως ὄν; Καθάπερ γάρ τις οἰκοδόμος ἄριστος, τῆς οἰκίας τὸ μὲν εἰργάσατο, τὸ δὲ ἀφῆκεν ἀτέλεστον, ὥστε τοῖς ἀπιστοῦσι διὰ τοῦ λειψάνου καὶ περὶ τοῦ παντὸς ἀπο-λογήσασθαι· οὕτω καὶ ὁ Θεὸς, καθάπερ οἰκίαν τινὰ σεσαθρωμένην, τὸ σῶμα τὸ ἡμέτερον συγκολλᾷ καὶ ἀναπληροῖ, τήν τε χεῖρα τὴν ξηρὰν θεραπεύων, τὰ παραλελυμένα μέλη σφίγγων, τοὺς χωλοὺς διορθού-μενος, τοὺς λεπροὺς καθαίρων, τοὺς νοσοῦντας ἐγεί-ρων, τοὺς τὰ σκέλη πεπηρωμένους ἀρτίους ποιῶν, τοὺς νεκροὺς ἀπὸ θανάτου καλῶν, μεμυκότας ὀφθαλ-μοὺς διανοίγων, οὐκ ὄντας ἐπιτιθείς· ἅπερ ἅπαντα τῆς κατὰ φύσιν ἀσθενείας ὄντα πηρώματα, εἶτα διορ-θούμενος, ἐδείκνυ αὐτοῦ τὴν δύναμιν. Εἰπὼν δὲ, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, περὶ ἑαυτοῦ φησιν, οὐ περὶ τοῦ Πατρός. Ἐκείνου γὰρ ἡ δόξα ἦν φανερά. Ἐπειδὴ γὰρ ἤκουον, ὅτι τὸν ἄνθρωπον ὁ Θεὸς ἐποίησε λαβὼν χοῦν ἀπὸ τῆς γῆς, διὰ τοῦτο οὕτω καὶ αὐτὸς ἔπλασε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Ἐγώ εἰμι ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ πλάσας τὸν ἄνθρωπον, πρός-αντες ἐδόκει εἶναι τοῖς ἀκούουσι· διὰ δὲ τοῦ ἔργου τοῦτο δεικνύμενον, οὐκ ἔτι λοιπὸν προσίστατο. Διὸ δὴ καὶ αὐτὸς χοῦν λαβὼν, καὶ φύρων τῷ πτύσματι, οὕτω τὴν κεκρυμμένην αὐτοῦ δόξαν ἐφανέρωσεν. Οὐ μικρὰ γὰρ δόξα, τὸ δημιουργὸν αὐτὸν νομισθῆναι τῆς κτίσεως. Ἀπὸ γὰρ τούτου καὶ τὰ ἄλλα συνεις-ήρχετο, ἀπὸ τοῦ μέρους καὶ τὸ ὅλον ἐπιστοῦτο. Ἡ γὰρ περὶ τοῦ μείζονος πίστις καὶ τὸ ἔλαττον ἐβε-βαίου. Τῆς κτίσεως γὰρ ἁπάσης τιμιώτερον ἄνθρω-πος, καὶ τῶν ἐν ἡμῖν μελῶν τιμιώτερος ὀφθαλμός.
PG 59:308Διὰ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐκείνῳ τῷ τρόπῳ τὰ ὄμ-ματα ἐδημιούργησεν. Εἰ γὰρ καὶ μικρὸν τῷ μεγέθει τὸ μέλος, ἀλλ’ ὅλου τοῦ σώματός ἐστιν ἀναγκαιό-τερον. Καὶ τοῦτο Παῦλος δηλῶν ἔλεγεν· Ἐὰν εἴπῃ ἡ ἀκοὴ, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ διὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώμα-τος; Πάντα μὲν γὰρ τὰ ἐν ἡμῖν τῆς τοῦ Θεοῦ σοφίας ἐστὶν ἀπόδειξις· πολλῷ δὲ μᾶλλον ὀφθαλμός. Τοῦτο γοῦν τὸ πᾶν διακυβερνᾷ σῶμα, τοῦτο τῷ παντὶ σώματι τὸ κάλλος ἐργάζεται, τοῦτο κοσμεῖ τὴν ὄψιν, τοῦτο λύχνος ἐστὶν ἁπάντων τῶν μελῶν. Ὅπερ γὰρ ἥλιος κατὰ τὴν οἰκουμένην, τοῦτο ὀφθαλ-μὸς ἐν τῷ σώματι. Ἂν σβέσῃς τὸν ἥλιον, πάντα ἀπώλεσας καὶ συνετάραξας· ἂν σβέσῃς τοὺς ὀφθαλ-μοὺς, καὶ πόδες ἄχρηστοι, καὶ χεῖρες καὶ ψυχή. Οἴχεται γὰρ ἡ γνῶσις, πηρωθέντων τούτων· διὰ γὰρ τούτων τὸν Θεὸν ἐγνώκαμεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοού-μενα καθορᾶται. Οὐκ ἄρα τῷ σώματι λύχνος ὁ ὀφθαλ-μὸς μόνον, ἀλλὰ καὶ πρὸ τοῦ σώματος τῇ ψυχῇ. Δι-όπερ ὥσπερ ἔν τινι βασιλικῷ χωρίῳ ἵδρυται, τὴν ἄνω λῆξιν λαχὼν, καὶ τῶν ἄλλων αἰσθήσεων προκαθή-μενος. Τοῦτον οὖν διαπλάττει. Εἶτα, ἵνα μὴ νομίσῃς ὅτι ὕλης δεῖται ὅταν ποιῇ, καὶ ἵνα μάθῃς ὅτι οὐδὲ παρὰ τὴν ἀρχὴν πηλοῦ χρείαν εἶχεν (ὁ γὰρ οὐκ οὔσας οὐ-σίας τὰς μείζους παραγαγὼν, πολλῷ μᾶλλον ταύτην χωρὶς ὕλης ἐποίησεν)· ἵνα οὖν μάθῃς ὅτι οὐ χρείας ἕνεκεν τοῦτο ποιεῖ, ἀλλὰ διδάσκων ἑαυτὸν εἶναι δημιουργὸν τὸν ἐν ἀρχῇ, χρίσας τὸν πηλόν φησιν· Ἄπελθε, νίψαι· ἵνα εἰδῇς ὅτι οὐ πηλοῦ δέομαι πρὸς τὸ ποιῆσαι ὀφθαλμοὺς, ἀλλ’ ἵνα φανερωθῇ ἐν αὐτῷ ἡ δόξα ἡ ἐμή. Ὅτι γὰρ περὶ ἑαυτοῦ φησιν, εἰπὼν, Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, ἐπήγαγεν· Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με· τουτ-έστιν, Ἐμὲ δεῖ φανερῶσαι ἐμαυτὸν, καὶ ποιῆσαι τὰ δυνάμενά με δεῖξαι τὰ αὐτὰ τῷ Πατρὶ ποιοῦντα, οὐ τοιαῦτα, ἀλλὰ τὰ αὐτὰ, ὃ μείζονός ἐστιν ἀπαραλλα-ξίας, καὶ ὅπερ ἐπὶ τῶν οὐδὲ κατὰ μικρὸν διεστηκότων λέγεται. Τίς οὖν ἀντιβλέψει λοιπὸν, ὁρῶν αὐτὸν τὰ αὐτὰ δυνάμενον τῷ Πατρί; Οὐ γὰρ ἔπλασε μόνον ὀφθαλμοὺς, οὐδὲ ἀνέῳξεν, ἀλλὰ καὶ τὸ ὁρᾷν ἐχαρίσατο· ὅπερ τεκμήριόν ἐστι τοῦ καὶ ψυχὴν ἐμφυσῆσαι. Ἐκεί-νης γὰρ μὴ ἐνεργούσης, ὀφθαλμὸς κἂν ἀπηρτισμένος ᾖ, οὐκ ἂν ἴδοι ποτὲ οὐδέν. Ὥστε καὶ τὴν ἀπὸ τῆς ψυχῆς ἐνέργειαν ἐχαρίσατο, καὶ τὸ μέλος ἔδωκε
πάντα ἔχον, καὶ ἀρτηρίας, καὶ νεῦρα, καὶ φλέβας, καὶ αἷμα, καὶ τὰ ἄλλα πάντα, ἐξ ὧν σύγκειται ἡμῖν τὸ σῶμα. Ἐμὲ δεῖ ἐργάζεσθαι ἕως ἡμέρα ἐστί. Τί ταῦτα βούλεται τὰ ῥήματα; ποίαν δὲ ἀκολουθίαν ἔχει; Πολλήν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἕως ἡμέρα ἐστὶν, ἕως ἔξεστι τοῖς ἀνθρώποις πιστεύειν εἰς ἐμὲ, ἕως ὁ βίος οὗτος ἐνέστηκε, δεῖ με ἐργάζεσθαι. Ἔρχε-ται νὺξ, τουτέστιν, ὁ μέλλων καιρός· ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Οὐκ εἶπεν, Ὅτε ἐγὼ οὐ δύναμαι ἐργάζεσθαι· ἀλλ’ Ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι, τουτέστιν, ὅτε οὐκ ἔτι πίστις ἐστὶν, οὔτε πόνοι, οὔτε μετάνοια. Ὅτι γὰρ ἔργον τὴν πίστιν λέγει, λέγουσιν αὐτῷ· Τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Λέγει· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Πῶς οὖν τοῦτο τὸ ἔργον οὐδεὶς δύναται ἐργάζεσθαι τότε; Ὅτι οὔτε πίστις ἐστὶν, ἀλλὰ καὶ ἑκόντες καὶ ἄκοντες ὑπ-ακούσονται. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι φιλοτιμούμενος τοῦτο ποιεῖ, δείκνυσιν ὅτι φειδόμενος αὐτῶν πάντα ἐργάζεται, ἐνταῦθα μόνον ἐξουσίαν ἐχόντων πιστεύειν,
PG 59:309καὶ μηκέτι δυναμένων ἐκεῖ καρποῦσθαί τι. Διὰ τοῦτο οὐδὲ προσελθόντος τοῦ τυφλοῦ ἐποίησεν ὅπερ ἐποίησεν. Ὅτι μὲν γὰρ ἄξιος ἦν θεραπευθῆναι, καὶ εἰ ἔβλεπεν, ἐπίστευσεν ἂν καὶ προσῆλθεν, καὶ εἰ παρά τινος ἤκουσε παρόντα, οὐδ’ ἂν οὕτως ἠμέλησεν, ἐκτῶν ἑξῆς δῆλον, ἐκ τῆς ἀνδρείας, ἐκ τῆς πίστεως αὐτῆς. Καὶ γὰρ ἦν εἰκὸς αὐτὸν ἐννοῆσαι καὶ εἰπεῖν· Τί ποτε τοῦτό ἐστι; πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι, Ὕπαγε, νίψαι. Οὐκ ἠδύνατο θεραπεῦ-σαι, καὶ τότε πέμψαι εἰς τὸ Σιλωάμ; Πολλάκις ἐνι-ψάμην ἐκεῖ μετὰ ἑτέρων πολλῶν, καὶ οὐδενὸς ἀπήλαυσα χρηστοῦ. Εἴ τινα δύναμιν εἶχε, παρὼν ἂν ἐθεράπευ-σεν· ὅπερ καὶ ὁ Νεεμὰν πρὸς τὸν Ἑλισσαῖον ἔλεγε. Καὶ γὰρ ἐκεῖνος κελευσθεὶς ἀπελθεῖν λούσασθαι εἰς τὸν Ἰορδάνην, ἠπίστει, καὶ ταῦτα φήμης τοσαύτης οὔσης περὶ τοῦ Ἑλισσαίου. Ἀλλ’ οὐχ ὁ τυφλὸς ἠπί-στησεν, οὐδὲ ἀντεῖπεν, οὐδὲ ἐλογίσατο πρὸς ἑαυτὸν, Τί ποτε τοῦτό ἐστι; πηλὸν ἐχρῆν ἐπιθεῖναι; τοῦτο πηρῶσαι μᾶλλόν ἐστι· τίς οὕτως ἀνέβλεψέ ποτε; Ἀλλ’ οὐδὲν τούτων ἐλογίσατο. Εἶδες πίστιν στεῤῥὰν καὶ προθυμίαν; Ἔρχεται νύξ. Δείκνυσιν ἐκ τούτου, ὅτι καὶ μετὰ τὸν σταυρὸν μέλλει προνοεῖν τῶν ἀσε-βῶν, καὶ ἐπάγεσθαι πολλούς. Ἔτι γὰρ ἡμέρα ἐστί. Μετὰ δὲ τοῦτο τέλεον αὐτοὺς ἀποσχίζει. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου· ὃ καὶ ἑτέροις ἔλεγε· Πιστεύετε, ἕως τὸ φῶς μεθ’ ὑμῶν ἐστι. γ. Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἐκεῖνον δὲ ἡμέραν; Οὐκ ἐναντιούμενος τῷ Χριστῷ, ἀλλὰ τὰ αὐτὰ λέγων, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ ταῖς ἐννοίαις. Καὶ γὰρ, φησὶν, Ἡ νὺξ προέκο-ψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Νύκτα γὰρ τὸν παρόντα καλεῖ καιρὸν, διὰ τοὺς ἐν σκότῳ καθημένους, ἢ διὰ τὸ παραλαβεῖν αὐτὴν τῇ ἡμέρᾳ ἐκείνῃ· ὁ δὲ Χριστὸς νύκτα τὸ μέλλον καλεῖ, διὰ τὸ τῶν ἁμαρτημάτων ἀνενέργητον. Ὁ δὲ Παῦλος νύκτα τὸν παρόντα βίον καλεῖ, διὰ τὸ ἐν σκότῳ εἶναι τοὺς ἐν κακίᾳ διατρίβον-τας καὶ ἀπιστίᾳ. Πιστοῖς τοίνυν διαλεγόμενος ἔλεγεν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν, ὡς μελλόν-των ἀπολαύσεσθαι τοῦ φωτὸς ἐκείνου· καὶ νύκτα τὸν παλαιὸν βίον καλεῖ. Ἀποθώμεθα γὰρ, φησὶ, τὰ ἔργα τοῦ σκότους. Ὁρᾷς ὅτι ἐκείνοις εἶναι νύκτα φησί; Διὸ λέγει· Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσω-μεν, ἵνα τοῦ φωτὸς ἀπολαύσωμεν ἐκείνου. Εἰ γὰρ τοῦτο οὕτω καλὸν τὸ φῶς, ἐννόησον ἡλίκον ἔσται ἐκεῖνο. Ὅσον γὰρ τοῦ λυχνιαίου φωτὸς τὸ ἡλιακὸν κρεῖττον, τοσοῦτον, καὶ πολλῷ πλέον ἐκεῖνο βέλτιον τούτου. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ὅτι Ὁ ἥλιος σκο-τισθήσεται, τουτέστι, διὰ τὴν περιουσίαν ἐκείνης τῆς μαρμαρυγῆς, οὔτε οὗτος φανεῖται. Εἰ δὲ νῦν ὑπὲρ τοῦ φωτεινὰς ἔχειν οἰκίας, καὶ εὐαερεῖς, μυρία δα-πανῶμεν χρήματα, οἰκοδομοῦντες, ταλαιπωρούμενοι· ἐννόησον πῶς χρὴ καὶ τὰ σώματα αὐτὰ δαπανᾷν, ὑπὲρ τοῦ λαμπρὰς ἡμῖν οἰκίας ἐν οὐρανοῖς οἰκοδομη-θῆναι, ἔνθα τὸ φῶς ἐκεῖνο τὸ ἀπόῤῥητον. Ἐνταῦθα μὲν γὰρ καὶ μάχαι καὶ φιλονεικίαι περὶ ὅρων καὶ τοίχων· ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν· οὐ φθόνος, οὐ βασκανία· οὐδὲ φιλονεικήσει τις ἡμῖν περὶ ὁροθεσίων. Καὶ ταύτην μὲν ἀπολιπεῖν ἀνάγκη πάντως, ἐκείνη δὲ
PG 59:310συμπαραμένει διηνεκῶς· καὶ ταύτην μὲν ἀνάγκη σα-θροῦσθαι τῷ χρόνῳ, καὶ μυρίαις ὑποκεῖσθαι βλάβαις, ἐκείνην δὲ μένειν ἀγήρω διηνεκῶς· καὶ ταύτην μὲν ὁ πένης οὐ δύναται οἰκοδομεῖν, ἐκείνην δὲ ἔστι καὶ διὰ δύο ὀβολῶν οἰκοδομῆσαι, καθάπερ ἡ χήρα. Διὰ ταῦτα ἀποπνίγομαι, ὅτι, τοσούτων ἡμῖν προκειμένων ἀγαθῶν, ῥᾳθυμοῦμεν, ὀλιγωροῦμεν, καὶ ὅπως μὲν ἐνταῦθα λαμπρὰς σχοίημεν οἰκίας, ἅπαντα πράττομεν· ὅπως δὲ ἐν τοῖς οὐρανοῖς κἂν μικρὸν κτησώμεθα καταγώ-γιον, οὐ μεριμνῶμεν, οὐ φροντίζομεν. Εἰπὲ γάρ μοι· ποῦ ἐβούλου οἰκίαν ἔχειν ἐνταῦθα; ἆρα ἢ ἐν ἐρημίᾳ, ἢ ἐν μιᾷ τῶν πόλεων τῶν μικρῶν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ’ ἐν ταῖς βασιλικωτάταις καὶ μεγάλαις, ἔνθα πλείων ἡ ἐμπορία, ἔνθα μείζων ἡ περιφάνεια. Ἐγὼ δέ σε εἰς πόλιν ἄγω τοιαύτην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐκεῖ παρακαλῶ κτίζειν τε καὶ οἰκοδομεῖν, δι’ ἐλαττόνων χρημάτων, δι’ ἐλάττονος πόνου. Ἐκείνην τὴν οἰκίαν τῶν πενήτων οἰκοδομοῦσιν αἱ χεῖρες, καὶ τοῦτο μάλιστά ἐστιν οἰκοδομή· ὡς τά γε νῦν γινόμενα, ἐσχάτης ἀνοίας. Καὶ γὰρ εἴ τις σε εἰς Περσικὴν ἤγαγε γῆν, ὀψόμενον τὰ ἐκεῖ, καὶ ἐπανήξοντα· εἶτα ἐκέλευ-σεν οἰκίας δείμασθαι· ἆρα οὐκ ἂν αὐτοῦ κατέγνως ἄνοιαν τὴν ἐσχάτην, ὡς ἀκαίρως δαπανᾷν κελεύοντος; Πῶς οὖν ἐπὶ τῆς γῆς τὸ αὐτὸ τοῦτο ποιεῖς, ἣν μικρὸν ὕστερον ἀπολείψῃ; Ἀλλὰ τοῖς παιδίοις καταλείψω, φησίν. Ἀλλὰ καὶ ἐκεῖνοι μικρὸν ὕστερον καταλεί-ψουσι μετὰ σέ· πολλάκις δὲ καὶ πρὸ σοῦ· καὶ οἱ μετ’ ἐκείνους πάλιν. Καὶ γίνεταί σοι καὶ ἐνταῦθα τὸ πρᾶγμα ἀθυμίας ὑπόθεσις, ὅταν τοὺς κληρονόμους κατέχοντας μὴ ἴδῃς. Ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν ὑποπτεῦσαι· ἀλλ’ ἀκίνητος ἡ κτῆσις μένει, καὶ σοὶ, καὶ τοῖς παι-δίοις καὶ τοῖς ἐγγόνοις, ἂν τὴν αὐτὴν ἀρετὴν μιμή-σωνται. Ἐκείνης τῆς οἰκοδομῆς ὁ Χριστὸς ἐφάπτεται· ἐκείνην οἰκοδομοῦντα, οὐκ ἀνάγκη ἐπιμελητὰς ἐφιστᾷν, οὐδὲ φροντίζειν, οὐδὲ μεριμνᾷν. Ὅταν γὰρ ὁ Θεὸς τὸ ἔργον ἀναδέξηται, τίς χρεία φροντίδος; Ἐκεῖνος πάντα συνάγει, καὶ ἀνίστησι τὴν οἰκίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ’ ὅτι οὕτως αὐτὴν οἰκο-δομεῖ, ὥς σοι ἀρεστόν ἐστιν· μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀρεστὸν, καὶ ὑπὲρ ὃ βούλει. Τεχνίτης γάρ ἐστιν ἄρι-στος, καὶ σφόδρα σου κήδεται τῶν συμφερόντων. Κἂν πένης ᾖς, καὶ βουληθῇς οἰκοδομῆσαι τὴν οἰκίαν ταύ-την, οὐ φέρει σοι φθόνον, οὐδὲ τίκτει σοι βασκανίαν· Οὐδεὶς γὰρ αὐτὴν ὁρᾷ τῶν ἐπισταμένων φθονεῖν, ἀλλ’ οἱ ἐπιστάμενοι χαίρειν ἄγγελοι τοῖς ἀγαθοῖς τοῖς σοῖς· οὐδεὶς αὐτὴν παρορίσαι δυνήσεται· οὐδεὶς γὰρ αὐτὴν παροικεῖ τῶν τὰ τοιαῦτα νοσούντων. Γείτονας ἔχεις ἐκεῖ, τοὺς ἁγίους, τοὺς περὶ Παῦλον καὶ Πέ-τρον, τοὺς προφήτας ἅπαντας, τοὺς μάρτυρας, τὸν δῆμον τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων. Διὰ δὴ ταῦτα πάντα, τὰ ὄντα εἰς τοὺς πένητας κενώσωμεν, ἵνα
ἐκείνων ἐπιτύχωμεν τῶν σκηνῶν· ὧν γένοιτο πάν-τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ-ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Homily LVIIHomilia LVII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:311ΟΜΙΛΙΑ ΝΖ. Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, καὶ εἶπεν· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. α. Τοὺς μέλλοντάς τι παρὰ τῶν ἀναγινωσκομένων καρποῦσθαι, οὐδὲ τὸ μικρὸν τῶν λεγομένων παρα-τρέχειν δεῖ. Διὰ γὰρ τοῦτο ἐρευνᾷν τὰς Γραφὰς ἐκελεύ-σθημεν, ἐπειδὴ δοκεῖ τὰ πολλὰ, καίτοι γε αὐτόθεν ὄντα εὔκολα, πολλὴν ἐν τῷ βάθει διάνοιαν ἔχειν ἀπο-κεκρυμμένην. Ὅρα γὰρ οἷόν ἐστι καὶ τὸ παρόν. Ταῦτα γὰρ εἰπὼν, φησὶν, ἔπτυσε χαμαί. Ποῖα ταῦτα; Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, καὶ ὅτι Δεῖ με ἐργάζε-σθαι τὰ ἔργα τοῦ πέμψαντός με. Οὐ γὰρ ἁπλῶς ἀν-έμνησεν ἡμᾶς τῶν εἰρημένων ὁ εὐαγγελιστὴς, καὶ ἐπήγαγεν, ὅτι Ἔπτυσεν· ἀλλὰ δηλῶν ὅτι τὸν λόγον διὰ τῶν ἔργων ἐπιστώσατο. Καὶ διατί μὴ ὕδατι κέ-χρηται, ἀλλὰ πτύσματι εἰς τὸν πηλόν; Ἔμελλεν αὐ-τὸν πέμπειν εἰς τὸν Σιλωάμ. Ἵν’ οὖν μηδὲν ἐπιγραφῇ τῇ πηγῇ, ἀλλὰ μάθῃς ὅτι ἡ ἐκ τοῦ στόματος ἐξελ-θοῦσα δύναμις αὐτὴ καὶ διέπλασε καὶ ἀνέῳξε τοὺς ὀφθαλμοὺς, ἔπτυσε χαμαί. Τοῦτο γοῦν καὶ ὁ εὐαγγε-λιστὴς ἐπισημηνάμενος ἔλεγε, Καὶ ἐποίησε πηλὸν ἀπὸ τοῦ πτύσματος. Εἶτα, ἵνα μὴ δόξῃ τῆς γῆς εἶναι τὸ κατόρθωμα, ἐκέλευσε νίψασθαι. Τίνος οὖν ἕνεκεν οὐκ εὐθέως τοῦτο ἐποίησεν, ἀλλ’ ἐπὶ τὸν Σιλωὰμ ἔπεμ-ψεν; Ἵνα μάθῃς τοῦ τυφλοῦ τὴν πίστιν· καὶ ἵνα ἐπι-στομισθῇ τῶν Ἰουδαίων ἡ ἀγνωμοσύνη. Εἰκὸς γὰρ ἦν ἅπαντας ὁρᾷν αὐτὸν ἀπιόντα, τὸν πηλὸν ἔχοντα ἐπὶ τοὺς ὀφθαλμοὺς κεχρισμένον. Τῷ γὰρ παραδόξῳ πάν-τας ἂν ἐπέστρεψε πρὸς ἑαυτὸν, τούς τε εἰδότας αὐτὸν, τούς τε ἀγνοοῦντας, καὶ μετὰ ἀκριβείας ἂν αὐτῷ προσέσχον. Ἐπειδὴ γὰρ οὐκ εὔκολον τυφλὸν ἀναβλέ-ψαντα γνωρίσαι, πολλοὺς ποιεῖ γενέσθαι πρότερον μάρτυρας διὰ μακρᾶς τῆς ὁδοῦ, καὶ ἀκριβεῖς θεατὰς τῷ παραδόξῳ τῆς θέας, ἵνα προσεκτικώτεροι γενό-μενοι μηκέτι δύνωνται λέγειν, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Πρὸς δὲ τούτοις κἀκεῖνο βούλεται κατασκευά-ζειν, ὅτι οὐκ ἀλλότριός ἐστι τοῦ νόμου καὶ τῆς Πα-λαιᾶς, πέμπων εἰς τὸν Σιλωάμ. Οὐδὲ γὰρ ἐκεῖνο λοι-πὸν ὑποπτεῦσαι ἦν, μὴ ὁ Σιλωὰμ λάβῃ τὴν δόξαν. Καὶ γὰρ πολλοὶ πολλάκις ἐκεῖ τοὺς ὀφθαλμοὺς ἀπο-νιψάμενοι, οὐδενὸς ἀπήλαυσαν τοιούτου. Κἀκεῖ γὰρ ἡ δύναμις ἦν τοῦ Χριστοῦ, ἡ πάντα ἐργαζομένη. Διὰ τοῦτο καὶ τὴν ἑρμηνείαν ἡμῖν προστίθησιν ὁ εὐαγγε-λιστής. Εἰπὼν γὰρ, Εἰς τὸν Σιλωὰμ, προσέθηκεν, Ὅ ἐστιν, ἀπεσταλμένος· ἵνα μάθῃς ὅτι κἀκεῖ ὁ Χρι-στὸς αὐτὸν ἐθεράπευσε, καθάπερ ὁ Παῦλός φησιν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέ-τρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ὥσπερ οὖν πέτρα ἦν ὁ Χριστὸς πνευματικὴ, οὕτω καὶ Σιλωὰμ ἦν πνευ-ματικός. Ἐμοὶ δὲ δοκεῖ καὶ τὸ ἀθρόον τῆς τοῦ ὕδατος παρουσίας αἰνίττεσθαι μυστήριον ἡμῖν ἀπόῤῥητον. Ποῖον δὴ τοῦτο; Τὸ ἀπροσδόκητον τῆς ἐπιφανείας καὶ παρ’ ἐλπίδα πᾶσαν. Ἀλλ’ ὅρα τοῦ τυφλοῦ τὴν γνώμην πρὸς πάντα ὑπακούουσαν. Οὐδὲ γὰρ εἶπεν, Εἰ ὅλως ὁ πηλός ἐστιν, ἢ τὸ πτύσμα τὸ παρέχον τοὺς ὀφθαλ-μοὺς, τί μοι χρεία τοῦ Σιλωάμ; εἰ δὲ χρεία τοῦ Σι-λωὰμ, τίς χρεία τοῦ πηλοῦ; τίνος ἕνεκεν ἔχρισεν; τίνος ἕνεκεν νίψασθαι ἐκέλευσεν; Ἀλλ’ οὐδὲν τούτων ἐλογίσατο· ἀλλὰ πρὸς ἓν παρεσκεύαστο μόνον, ἅπαντα πείθεσθαι τῷ κελεύοντι, καὶ οὐδὲν αὐτὸν τῶν γινομέ-νων ἐσκανδάλιζεν. Εἰ δὲ λέγοι τις· Πῶς οὖν ἀνέβλε-
PG 59:312ψεν ἀποθέμενος τὸν πηλόν; οὐδὲν ἄλλο ἀκούσεται παρ’ ἡμῶν ἢ ὅτι τὸν τρόπον οὐκ ἴσμεν. Καὶ τί θαυ-μαστὸν, εἰ ἡμεῖς οὐκ ἴσμεν; Οὐδὲ γὰρ ὁ εὐαγγελιστὴς ἠπίστατο, οὐδὲ αὐτὸς ὁ τεθεραπευμένος· ἀλλὰ τὸ μὲν γεγενημένον οἶδε, τὸν δὲ τρόπον καταλαβεῖν οὐ δύναται. Τοῦτο δὲ καὶ ἐρωτώμενος ἔλεγεν, ὅτι Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω. Πῶς δὲ τοῦτο γέγονεν, οὐκ ἔχει λέγειν, κἂν μυριάκις ἐρωτήσωσιν. Οἱ οὖν γεί-τονες, φησὶ, καὶ οἱ θεωροῦντες αὐτὸν ὅτι προσαί-της ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Ἄλλοι ἔλεγον· Οὗτός ἐστι. Τὸ γὰρ παράδοξον τοῦ γεγενημένου, καὶ εἰς ἀπιστίαν αὐτοὺς ἦγε· καίτοι γε τοσούτων οἰκονομηθέντων ὥστε μὴ ἀπιστῆσαι. Οἱ δὲ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Βαβαὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ποῦ κατέβαινε, τοὺς προσαιτοῦντας μετὰ πολλῆς τῆς εὐνοίας θερα-πεύων, κἀντεῦθεν τοὺς Ἰουδαίους ἐπιστομίζων Ὅτι οὐ τοὺς λαμπροὺς, οὐδὲ τοὺς περιφανεῖς, οὐδὲ τοὺς ἄρχοντας, ἀλλὰ καὶ τοὺς ἀσήμους τῆς αὐτῆς ἠξίου προνοίας. Καὶ γὰρ ἐπὶ σωτηρίᾳ πάντων ἀφῖκτο. Ὃ δὲ ἐπὶ τοῦ παραλυτικοῦ γέγονε, τοῦτο καὶ ἐπὶ τούτου γίνεται. Οὔτε γὰρ ἐκεῖνος ᾔδει τίς ἐστιν ὁ θεραπεύ-σας αὐτὸν, οὔτε οὗτος. Ἐγίνετο δὲ τοῦτο διὰ τὴν ἀνα-χώρησιν τοῦ Χριστοῦ. Ἀνεχώρει δὲ ἀεὶ θεραπεύων ὁ Ἰησοῦς, ὥστε πᾶσαν ὑποψίαν περιαιρεθῆναι τῶν ση-μείων. Οἱ γὰρ μὴ εἰδότες αὐτὸν ὅστις ἐστὶ, πῶς ἂν ἐχαρίσαντο αὐτῷ καὶ συγκατεσκεύασαν τὰ γεγενη-μένα; Οὐδὲ γὰρ τῶν περιιόντων ἦν οὗτος, ἀλλὰ τῶν καθημένων παρὰ τὰς θύρας τοῦ ἱεροῦ. Ἀμφισβητούν-των δὲ πάντων περὶ αὐτοῦ, τί φησιν ἐκεῖνος; Ἐγώ εἰμι. Οὐκ ᾐσχύνθη τὴν προτέραν πήρωσιν, οὐδὲ ἔδεισε τοῦ δήμου τὸν θυμὸν, οὐδὲ παρῃτήσατο δεῖξαι ἑαυτὸν, ἵνα κηρύξῃ τὸν εὐεργέτην. Λέγουσιν αὐτῷ· Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Λέγει αὐτοῖς· Ἄν-θρωπος λεγόμενος Ἰησοῦς. Τί λέγεις; ἄνθρωπος τοιαῦτα ἐργάζεται; Ἀλλ’ οὐδὲν μέγα τέως ᾔδει περὶ αὐτοῦ. Ἄνθρωπος λεγόμενος Ἰησοῦς ἐποίησε πηλὸν καὶ ἐπέχρισεν. β. Ὅρα πῶς ἀληθής ἐστιν. Οὐκ εἶπεν, πόθεν ἐποίησε· ὃ γὰρ οὐκ οἶδεν, οὐ λέγει. Οὐδὲ γὰρ εἶδεν ὅτι χαμαὶ ἔπτυσεν· ὅτι δὲ ἐπέχρισε, διὰ τῆς αἰσθήσεως ἐμάν-θανε καὶ τῆς ἀφῆς. Καὶ εἶπέ μοι, Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. Καὶ τοῦτο ἡ ἀκοὴ ἐμαρτύρησε. Καὶ πόθεν ἐπεγίνωσκεν αὐτοῦ τὴν φω-νήν; Ἀπὸ τῆς διαλέξεως τῆς πρὸς τοὺς μαθητάς. Καὶ ταῦτα λέγων ἅπαντα, καὶ τὴν διὰ τῶν ἔργων μαρτυρίαν λαβὼν, τὸν τρόπον εἰπεῖν οὐ δύναται. Εἰ δὲ ἐπὶ τῶν αἰσθητῶν καὶ ψηλαφωμένων πίστεως δεῖ, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀοράτων. Λέγουσιν αὐτῷ· Ποῦ ἔστιν ἐκεῖνος; Λέγει· Οὐκ οἶδα. Ἔλεγον δὲ τοῦτο, τὸ, Ποῦ ἔστιν ἐκεῖνος; φονῶντες ἤδη κατ’ αὐτοῦ Θέα δὲ τοῦ Χριστοῦ τὸ ἀκόμπαστον, πῶς οὐ παρῆν τοῖς θεραπευομένοις. Οὐ γὰρ δόξαν καρπώ-σασθαι ἐβούλετο, οὐδὲ ὀχλαγωγεῖν, οὐδὲ ἐπιδείκνυ-σθαι. Ὅρα πῶς ἅπαντα φιλαλήθως ἀποκρίνεται ὁ τυ-φλός. Ἐβούλοντο μὲν οὖν τὸν Χριστὸν εὑρεῖν, ὥστε αὐτὸν ἀγαγεῖν πρὸς τοὺς ἱερεῖς· ἐπειδὴ δὲ οὐκ ἐπ-έτυχον, ἄγουσι τὸν τυφλὸν πρὸς τοὺς Φαρι-σαίους, ὡς σφοδρότερον ἐρωτήσοντας. Διὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται ὅτι σάββατον ἦν,
PG 59:313ἵνα τὴν πονηρὰν αὐτῶν γνώμην ἐνδείξηται, καὶ τὴν αἰτίαν, δι’ ἣν ἐζήτουν, ὡς λαβὴν δῆθεν εὑρίσκοντες, καὶ δυνάμενοι τὸ θαῦμα διαβαλεῖν, διὰ τῆς δοκούσης εἶναι τοῦ νόμου παραβάσεως. Καὶ τοῦτο δῆλον ἐκ τοῦ
εὐθέως ἰδόντας αὐτὸν μηδὲν ἄλλο εἰπεῖν, ἀλλ’ ἢ, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Καὶ ὅρα πῶς λέγου-σιν. Οὐ γὰρ εἶπον, Πῶς ἀνέβλεψας; ἀλλὰ, Πῶς ἀν-έῳξέ σου τοὺς ὀφθαλμούς; διδόντες αὐτῷ πρόφα-σιν τοῦ διαβαλεῖν αὐτὸν ἐπ’ ἐργασίᾳ. Ὁ δὲ ὡς πρὸς ἀκηκοότας συντομώτερον φθέγγεται. Οὔτε γὰρ τὸ ὄνομα εἰπὼν, οὔτε, ὅτι Εἶπέ μοι, Ὕπαγε, νίψαι, εὐ-θέως φησί· Πηλὸν ἐπέθηκεν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω. Ὡς πολλῆς ἤδη γεγενημένης διαβολῆς, κἀκείνων εἰρηκότων, Ἴδε ὁ Ἰησοῦς οἷς ἐργάζεται ἐν σαββάτῳ, πηλὸν χρίει. Σὺ δέ μοι σκόπει, πῶς οὐ ταράττεται ὁ τυφλός. Ὅτε μὲν γὰρ ἐπ’ ἐκείνων ἔλεγεν ἀκινδύνως ἐρωτώμενος, οὐχ οὕτω μέγα ἦν τὸ τὴν ἀλήθειαν εἰπεῖν· τὸ δὲ θαυμα-στόν ἐστι νῦν, ὅτι καὶ ἐν πλείονι φόβῳ καταστὰς, οὔτε ἀρνεῖται, οὔτε ἐναντία λέγει τοῖς προτέροις. Τί οὖν οἱ Φαρισαῖοι; μᾶλλον δὲ καὶ οἱ ἄλλοι; Ἤγαγον μὲν αὐτὸν ὡς ἀρνησόμενον· τοὐναντίον δὲ ἔπαθον ὅπερ οὐκ ἐβούλοντο, καὶ ἀκριβέστερον ἔμαθον. Καὶ τοῦτο πανταχοῦ τῶν σημείων ὑπομένουσι· μᾶλλον δὲ ἐν τοῖς ἑξῆς τοῦτο σαφέστερον ἀποδείξομεν. Τί οὖν οἱ Φαρισαῖοι; Ἔλεγόν τινες, οὐ πάντες, ἀλλ’ οἱ ἰτα-μώτεροι· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ· ἄλλοι ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα ση-μεῖα ποιεῖν; Ὁρᾷς ὅτι ἀπὸ τῶν σημείων ἀνήγοντο; Οἱ γὰρ πρὸ τούτου πέμψαντες, ὥστε ἀγαγεῖν αὐτὸν, ἄκουσον τί λέγουσι νῦν, εἰ καὶ μὴ πάντες. Καὶ γὰρ ἄρχοντες ὄντες ὑπὸ τῆς φιλοδοξίας εἰς ἀπιστίαν ἔπι-πτον. Ὅμως δὲ καὶ τῶν ἀρχόντων οἱ πολλοὶ ἐπίστευ-σαν εἰς αὐτόν· οὐχ ὡμολόγουν δέ. Ὁ μὲν οὖν πολὺς λαὸς εὐκαταφρόνητος ἦν, ἅτε μηδὲ μέγα συντελῶν εἰς τὴν συναγωγὴν αὐτῶν· οἱ δὲ ἄρχοντες μᾶλλον περίβλεπτοι ὄντες, δυσκολώτερον ἐπαῤῥησιάζοντο. Τοὺς μὲν γὰρ φιλαρχία κατεῖχε, τοὺς δὲ δειλία καὶ ὁ παρὰ τῶν πολλῶν φόβος. Διὸ καὶ ἔλεγε· Πῶς δύνα-σθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνον-τες; Καὶ αὐτοὶ μὲν φονεύειν ζητοῦντες ἀδίκως, τοῦ Θεοῦ ἔλεγον εἶναι· τὸν δὲ τυφλοὺς θεραπεύοντα οὐ δύνασθαι εἶναι ἐκ τοῦ Θεοῦ, διὰ τὸ σάββατον μὴ τη-ρεῖν. Πρὸς ταῦτα ἀντέθηκαν οὗτοι, ὅτι ἁμαρτωλὸς τοιαῦτα σημεῖα οὐ δύναται ποιεῖν. Ἐκεῖνοι μὲν οὖν κακούργως τὸ γεγονὸς σιγῶντες, τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἔφερον. Οὐ γὰρ ἔλεγον, ὅτι ἐν τῷ σαββάτῳ θεραπεύει, ἀλλ’ ὅτι Τὸ σάββατον οὐ τη-ρεῖ· οὗτοι δὲ πάλιν ἀσθενῶς. Δέον γὰρ ἐπιδεῖξαι πῶς τὸ σάββατον οὐ λύεται, ἀπὸ τῶν σημείων ἰσχυρίζον-ται μόνον· καὶ εἰκότως. Ἔτι γὰρ ἄνθρωπον αὐτὸν ἐνόμιζον εἶναι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, καὶ ἑτέρως εἶ-χον ἀπολογήσασθαι, ὅτι τοῦ σαββάτου κύριος ἦν, καὶ αὐτὸς αὐτὸ πεποίηκεν· ἀλλ’ οὐδέπω ταύτην εἶ-χον τὴν γνώμην. Οὐδεὶς μέντοι αὐτῶν ἐτόλμα ἅπερ ἐβούλετο φανερῶς εἰπεῖν, οὐδὲ ἐν ἀποφάσει, ἀλλ’ ἐν ἀμφισβητήσει, οἱ μὲν διὰ τὸ ἀπαῤῥησίαστον, οἱ δὲ διὰ φιλαρχίαν. Σχίσμα οὖν ἦν ἐν αὐτοῖς. Τοῦτο τὸ σχίσμα πρῶτον ἤρξατο ἐν τῷ λαῷ· εἶτα ὕστερον καὶ ἐν τοῖς ἄρχουσι. Καὶ οἱ μὲν ἔλεγον, ὅτι Ἀγαθός ἐστιν, ἄλλοι δὲ, Οὐχὶ, ἀλλ’ ἀπατᾷ τὸν ὄχλον. Ὁρᾷς πῶς ἀσυνετώτεροι τῶν πολλῶν οἱ ἄρχοντες σχισθέντες ὕστερον; Ἀλλὰ μετὰ τὸ σχισθῆναι πάλιν,
PG 59:314οὐδὲν ἐπεδείξαντο γενναῖον, ὁρῶντες τοὺς Φαρισαίους ἐπικειμένους. Ὡς εἴ γε τέλεον ἀπεσχίσθησαν, ταχέως ἂν τὴν ἀλήθειαν ἐπέγνωσαν. Ἔστι γὰρ σχισθῆναι κα-λῶς. Διὸ καὶ αὐτὸς ἔλεγεν· Οὐκ ἦλθον βαλεῖν εἰ-ρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Ἔστι γὰρ καὶ κακὴ ὁμόνοια, ἔστι καὶ καλὴ διαφωνία. Καὶ γὰρ οἱ τὸν πύργον οἰκοδομοῦντες, ὡμονόησαν ἐπὶ κακῷ τῷ ἑαυτῶν· καὶ οἱ αὐτοὶ οὗτοι πάλιν, ἄκοντες μὲν, ἐπὶ συμφέροντι δὲ ὅμως ἐσχίσθησαν. Καὶ οἱ περὶ Κορὲ δὲ κακῶς ὡμονόησαν, διὰ τοῦτο καλῶς ἐσχί-σθησαν καὶ Ἰούδας ὡμονόησε μετὰ τῶν Ἰουδαίων κακῶς. Ἔστιν οὖν σχισθῆναι καλῶς, καὶ ἔστιν ὁμονοῆ-σαι κακῶς. Διὰ τοῦτό φησιν· Ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκκοψον αὐτόν· ἐὰν ὁ ποῦς σου, ἔκτεμε αὐτόν. Εἰ δὲ ἀπὸ μέλους ἀποσχίζεσθαι χρὴ κακῶς συνημμένου, οὐ πολλῷ μᾶλλον ἀπὸ φίλων κα-κῶς ἡνωμένων ἡμῖν; Ὥστε οὐ πανταχοῦ ὁμόνοια καλὸν, ὥσπερ οὖν οὐδὲ πανταχοῦ ἡ διάστασις κακόν. γ. Ταῦτα λέγω, ἵνα φεύγωμεν πονηροὺς, καὶ διώκω-μεν ἀγαθούς. Εἰ γὰρ ἐν τοῖς μέλεσι τὸ σεσηπὸς καὶ ἀνιάτως ἔχον ἐκκόπτομεν, φοβούμενοι μὴ καὶ τὸ λοι-πὸν τὴν αὐτὴν λύμην ὑποδέξηται σῶμα· καὶ ποιοῦμεν τοῦτο, οὐκ ἐκείνου καταφρονοῦντες, ἀλλὰ τὸ λοιπὸν διαφυλάξαι βουλόμενοι· πόσῳ μᾶλλον ἐπὶ τῶν συνόν-των ἡμῖν ἐπὶ κακίᾳ τοῦτο πράττειν ἀναγκαῖον; Εἰ μὲν γὰρ δυνάμεθα κἀκείνους διορθῶσαι, καὶ αὐτοὶ μὴ παραβλαβῆναι, πάντα ποιεῖν χρή· εἰ δὲ κἀκεῖνοι μένοιεν ἀδιόρθωτοι, καὶ ἡμᾶς παραβλάπτοιεν, ἐκκό-πτειν αὐτοὺς καὶ ῥίπτειν ἀναγκαῖον. Πολλάκις γὰρ οὕτω κερδανοῦσι μᾶλλον. Διὸ καὶ Παῦλος οὕτω παρ-ῄνει λέγων· Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· καὶ, Ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔρ-γον τοῦτο ποιήσας. Δεινὸν γὰρ, δεινὸν συνουσία πονηρῶν. Οὐχ οὕτω ταχέως λοιμὸς ἅπτεται, καὶ ψώρα διαφθείρει τοὺς ἀναχρωννυμένους, τοὺς τῷ νοσήματι κατεχομένους, ὡς ἡ τῶν πονηρῶν κακία ἀνδρῶν. Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί. Καὶ ὁ προφήτης πάλιν, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε. Μηδεὶς τοίνυν φαῦλον ἐχέτω φίλον. Εἰ γὰρ υἱοὺς φαύλους ἔχοντες ἐκκηρύττομεν, καὶ οὐκ αἰδούμεθα τὴν φύσιν, οὐδὲ τοὺς ταύτης νόμους, οὐδὲ τὴν ἐξ αὐτῆς ἀνάγκην· πολλῷ μᾶλλον τοὺς συνήθεις καὶ γνωρίμους φεύγειν δεῖ, πονηροὺς ὄντας. Κἂν γὰρ μηδεμίαν παρ’ αὐτῶν δεξώμεθα βλάβην, τὴν γοῦν πονηρὰν δόξαν διαφυγεῖν οὐκ ἰσχύσομεν. Οἱ γὰρ ἔξω-θεν οὐ τὸν βίον ἐρευνῶσιν, ἀλλ’ ἀπὸ τῶν συνόντων ἡμᾶς κρίνουσι. Ταῦτα καὶ γυναιξὶ καὶ παρθέ-νοις παρεγγυῶ. Προνοούμενοι γὰρ, φησὶ, καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώ-πων. Πάντα τοίνυν πράττωμεν, ὥστε μὴ σκανδαλι-σθῆναι τὸν πλησίον. Βίος γὰρ κἂν σφόδρα ὀρθὸς ᾖ, σκάνδαλον ἑτέροις παρέχων, τὸ πᾶν ἀπώλεσε. Καὶ πῶς ἔνι τὸν ὀρθὸν βίον σκανδαλίσαι; Ὅταν ἡ συνου-σία τῶν οὐκ ὀρθῶν πονηρὰν αὐτῷ περιθῇ δόξαν. Ἐπειδὰν γὰρ θαῤῥοῦντες ἑαυτοῖς συνῶμεν τοῖς πο-νηροῖς, κἂν αὐτοὶ μὴ βλαβῶμεν, ἑτέρους ἐσκανδαλί-σαμεν. Ταῦτα καὶ ἀνδράσι καὶ γυναιξὶ λέγω καὶ παρ-θένοις, καταλιμπάνων αὐτῶν τῷ συνειδότι μετὰ ἀκρι-βείας εἰδέναι πόσα ἐντεῦθεν τίκτεται κακά. Ἐγὼ μὲν γὰρ οὐδὲν ὑποπτεύω πονηρὸν, οὐδὲ ἄλλος τις ἴσως τῶν τελειοτέρων· ὁ δὲ ἀφελέστερος ἀδελφὸς ἐπὶ τῇ σῇ παραβλάπτεται τελειότητι. Δεῖ δὲ καὶ τῆς ἀσθενείας τῆς ἐκείνου προνοεῖν. Κἂν οὗτος μὴ βλαβῇ, ἀλλ’ ὁ Ἕλλην παραβλάπτεται. Ὁ δὲ Παῦλος ἐκέλευσεν ἀπρο-σκόπους εἶναι, καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκ-κλησίᾳ τοῦ Θεοῦ. Ἐγὼ πονηρὸν οὐδὲν ὑποπτεύω περὶ

Homily LVIIIHomilia LVIII

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:315τῆς παρθένου (ἀγαπῶ γὰρ τὴν παρθενίαν· Ἡ δὲ ἀγάπη οὐ λογίζεται τὸ κακόν)· ἐγὼ σφόδρα ἐρα-στής εἰμι τῆς πολιτείας ταύτης, καὶ οὐδὲ λογίσασθαί τι δύναμαι ἄτοπον. Πῶς τοὺς ἔξω πείσομεν; δεῖ γὰρ κἀκείνων ποιεῖσθαι πρόνοιαν. Οὕτω τοίνυν τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, ἵνα μηδὲ τῶν ἀπίστων τις ἔχῃ καθ’ ἡμῶν δικαίαν εὑρεῖν λαβήν. Ὥσπερ γὰρ οἱ βίον
ὀρθὸν ἐπιδεικνύμενοι δοξάζουσι τὸν Θεὸν οὕτως οἱ τὸν ἐναντίον, βλασφημηθῆναι παρασκευάζουσιν. Ἀλλὰ
PG 59:316μὴ γένοιτό τινας τοιούτους εἶναι παρ’ ἡμῖν, ἀλλ’ οὕτω λάμψαι τὰ ἔργα ἡμῶν, ὥστε δοξασθῆναι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ τῆς παρ’ αὐ-τοῦ δόξης ἡμᾶς ἀπολαῦσαι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:315ΟΜΙΛΙΑ ΝΗ. Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν, Ὅτι προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι. α. Τὰς Γραφὰς οὐχ ἁπλῶς οὐδὲ παρέργως ἐπιέναι χρὴ, ἀλλὰ μετὰ ἀκριβείας ἁπάσης, ὥστε μὴ συμπο-δίζεσθαι. Καὶ γὰρ καὶ νῦν εἰκότως ἄν τις ἐνταῦθα διαπορήσειε, πῶς εἰπόντες, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ, λέγουσιν αὐτῷ· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Καὶ οὐκ εἶπον, Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι παρέλυσε τὸ σάββατον; ἀλλὰ τὸ τῆς ἀπολογίας νῦν ἀντὶ τῆς κατηγορίας τιθέασι. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ εἰσὶν αὐτοὶ οἱ λέγοντες, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἀλλ’ οἱ σχισθέντες ἀπ’ αὐτῶν· οἳ καὶ εἶπον, Ἄνθρωπος ἁμαρτωλὸς οὐ δύναται τοιαῦτα σημεῖα ποιεῖν. Βουλόμενοι γὰρ αὐτοὺς ἐπι-στομίσαι πλέον, ἵνα μὴ δόξωσιν αὐτοὶ συνηγορεῖν τῷ Χριστῷ, τὸν λαβόντα τῆς δυνάμεως αὐτοῦ πεῖραν εἰς μέσον ἄγουσι καὶ ἐρωτῶσιν. Ὅρα τοίνυν τοῦ πένητος τὴν σοφίαν. Ἁπάντων γὰρ τούτων συνετωτέρως φθέγ-γεται. Καὶ πρῶτον μέν φησιν, ὅτι Προφήτης ἐστὶ, καὶ οὐ κατέπτηξεν αὐτῶν τῶν διεστραμμένων Ἰου-δαίων τὴν κρίσιν, τῶν ἀντιλεγόντων, καὶ λεγόντων· Πῶς δύναται οὗτος εἶναι παρὰ τοῦ Θεοῦ, τὸ σάβ-βατον οὐ τηρῶν; ἀλλ’ ἔλεγεν, ὅτι Προφήτης ἐστί. Καὶ οὐκ ἐπίστευσαν ὅτι τυφλὸς ἦν καὶ ἀνέβλε-ψεν, ἕως οὗ ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ. Καὶ σκόπει πόσοις τρόποις ἐπιχειροῦσι τὸ θαῦμα συσκιά-σαι καὶ ἀνελεῖν. Ἀλλ’ αὐτὴ τῆς ἀληθείας ἡ φύσις, δι’ ὧν δοκεῖ παρὰ τῶν ἀνθρώπων ἐπιβουλεύεσθαι, διὰ τούτων ἰσχυροτέρα γίνεται· διὰ τούτων λάμπει, δι’ ὧν συσκιάζεται. Εἰ γὰρ μὴ ταῦτα ἐγένετο, κἂν ὑπ-ωπτεύθη παρὰ τοῖς πολλοῖς τὸ θαῦμα· νυνὶ δὲ ὡς σπουδάζοντες γυμνῶσαι τὴν ἀλήθειαν, οὕτως ἅπαντα πράττουσι, καὶ οὐκ ἂν ἑτέρως ἐποίησαν, εἴ γε ὑπὲρ τοῦ Χριστοῦ πάντα ἐποίουν. Καὶ γὰρ ἐπεχείρησαν διὰ τούτου τοῦ τρόπου καταβαλεῖν αὐτὸν, λέγοντες, Πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; τουτέστι, μὴ γοητείᾳ τινί; Καὶ γὰρ ἀλλαχοῦ μηδὲν ἔχοντες ἐπισκῆψαι, τῷ τρόπῳ τῆς θεραπείας ἐπηρεάζειν ἐπιχειροῦσι λέγον-τες· Οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζε-βούλ. Καὶ ἐνταῦθα πάλιν, οὐδὲν ἔχοντες εἰπεῖν, ἐπὶ τὸν καιρὸν καταφεύγουσι λέγοντες, ὅτι Λύει τὸ σάββατον· καὶ πάλιν, ὅτι Ἁμαρτωλός ἐστι. Καὶ μὴν φθονοῦντας ὑμᾶς καὶ ἑτοίμους ὄντας ἐπιλαβέσθαι τῶν αὐτῷ πεπραγμένων, μετὰ πάσης ἠρώτησεν ἀκρι-βείας, λέγων, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρ-τίας· Καὶ οὐδεὶς ἐφθέγξατο, οὐδὲ εἶπεν, ὅτι Βλα-
PG 59:316σφημεῖς, ἀναμάρτητον λέγων σεαυτόν. Καίτοι γε εἰ εἶχον εἰπεῖν, οὐκ ἂν ἐσίγησαν. Οἱ γὰρ διὰ τὸ ἀκοῦσαι, ὅτι πρὸ τοῦ Ἀβραάμ ἐστι, λιθάσαντες αὐτὸν καὶ εἰ-πόντες ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ἑαυτοὺς μὲν ἐκ τοῦ Θεοῦ αὐχοῦντες εἶναι, ἀνδροφόνους ὄντας, τὸν δὲ τοιαῦτα σημεῖα πράττοντα, ἐπειδὴ ἐθεράπευσεν, οὐκ εἶναι ἐκ τοῦ Θεοῦ διὰ τὸ μὴ τηρεῖν τὸ σάββατον λέ-γοντες· εἰ σκιὰν γοῦν εἶχον ἐγκλήματος, οὐκ ἂν παρέδραμον. Εἰ δὲ διὰ τοῦτο ἁμαρτωλὸν καλοῦσι, διότι τὸ σάββατον ἐδόκει λύειν, καὶ τοῦτο ἕωλον ἐφάνη τὸ ἔγ-κλημα, τῶν μετ’ αὐτῶν τεταγμένων, ψυχρότητα πολλὴν καὶ μικροψυχίαν καταγνόντων αὐτῶν. Πάντοθεν τοί-νυν συμποδισθέντες, ἐφ’ ἕτερον ἔρχονται λοιπὸν ἀναι-σχυντότερον καὶ ἰταμώτερον. Ποῖον δὴ τοῦτο; Οὐκ ἐπίστευσαν, φησὶν, ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψε. Πῶς οὖν ἐνεκάλεσαν ὅτι τὸ σάββατον οὐ τηρεῖ, ἢ δηλονότι ὡς πιστεύσαντες; πῶς δὲ οὐ προσείχετε τῷ πολλῷ λαῷ; τοῖς γείτοσι τοῖς εἰδόσιν αὐτόν; Ἀλλ’ ὅπερ ἔφην, πανταχοῦ τὸ ψεῦδος ἑαυτῷ μὲν περι-πίπτει, δι’ ὧν ἐπηρεάζειν τῇ ἀληθείᾳ δοκεῖ, τὴν δὲ ἀλήθειαν λαμπροτέραν ἐμφαίνει, ὃ δὴ καὶ νῦν γέγο-νεν. Ἵνα γὰρ μή τις λέγοι, ὅτι οὐδὲν ἀκριβὲς εἶπον οἱ γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν, ἀλλὰ παρ-ωμοίαζον, ἄγουσιν εἰς μέσον τοὺς γονεῖς, δι’ ὧν ἐποίουν ἄκοντες τὸ γεγενημένον ἀληθὲς δεικνύντες. Καὶ γὰρ οὗτοι μάλιστα πάντων τὸ τέκνον ἠπίσταντο τὸ ἑαυ-τῶν. Ἐπειδὴ γὰρ αὐτὸν καταπλήξασθαι οὐκ ἴσχυσαν, ἀλλ’ ἑώρων μετὰ πάσης παῤῥησίας τὸν εὐεργέτην κηρύττοντα, ἀπὸ τῶν γονέων προσεδόκων τιτρώσκειν τὸ θαῦμα. Καὶ ὅρα τῆς ἐρωτήσεως τὴν κακίαν. Τί γάρ φησιν; Στήσαντες αὐτοὺς εἰς τὸ μέσον, ὥστε εἰς ἀγωνίαν ἐμβαλεῖν, μετὰ πολλῆς τῆς σφοδρότητος καὶ τοῦ θυμοῦ προσάγουσι τὴν πεῦσιν· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν; Καὶ οὐκ εἶπαν, Ὁ ποτὲ τυφλός· ἀλλὰ πῶς; Ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη, ὡσανεὶ κακουργούντων αὐτῶν, καὶ τὰ τοῦ Χριστοῦ συγκροτούντων. Ὦ μιαροὶ, καὶ παμμίαροι καὶ τίς ἂν ἕλοιτο πατὴρ τοιαῦτα καταψεύσασθαι παιδός; Μονονουχὶ γὰρ λέγουσιν, Ὃν ὑμεῖς ἐποιήσατε τυφλόν· οὐ μόνον δὲ, ἀλλὰ καὶ διεδώκατε πανταχοῦ τὸν λόγον. Πῶς οὖν βλέπει νῦν; Ὢ τῆς ἀνοίας Ὑμῶν, φησὶν, ἐστὶ τὸ σκευώρημα καὶ ἡ κατασκευή. Δύο γὰρ τού-τοις αὐτοὺς εἰς ἄρνησιν ἄγειν ἐπιχειροῦσι, τῷ τε εἰπεῖν, Ὃν ὑμεῖς λέγετε, καὶ τῷ εἰπεῖν. Πῶς οὖν βλέπει ἄρτι; β. Τριῶν τοίνυν ἐρωτήσεων γενομένων, εἰ υἱὸς αὐτῶν ἦν, εἰ τυφλὸς ἦν, καὶ πῶς ἀνέβλεψε, τὰς δύο μόνας ὁμολογοῦσι, τὴν δὲ τρίτην οὐ προστιθέασι. Καὶ τοῦτο δὲ ὑπὲρ τῆς ἀληθείας γέγονεν, ὥστε μηδένα ἄλλον,
PG 59:317ἀλλὰ τὸν τεθεραπευμένον, τὸν καὶ ἀξιόπιστον ὄντα, ταῦτα ὁμολογεῖν. Πῶς γὰρ ἂν ἐχαρίσαντο οἱ γονεῖς, οἱ καὶ ὧν ᾔδεσάν τινα σιγήσαντες διὰ τὸν φόβον τῶν Ἰουδαίων; Τί γάρ φασιν; Ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, ἡμεῖς οἴδαμεν, καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει, ἢ τίς ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λόγον λαλήσει. Ἀξιόπιστον αὐτὸν ποιήσαντες, οὕτω παρῃτήσαντο· Οὐκ ἔστι παι-δίον, φησὶν, οὐδὲ ἀτελὴς, ἀλλ’ ἱκανὸν ἑαυτῷ μαρτυρῆ-σαι. Ταῦτα δὲ εἶπον διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ὅρα πῶς πάλιν τὴν δόξαν αὐτῶν ὁ εὐαγγελιστὴς καὶ τὴν γνώμην εἰς μέσον ἄγει. Ταῦτα λέγω, διὰ τὸ ῥῆμα ἐκεῖνο, ὃ ἔμπροσθεν ἔλεγον, εἰπόντες, ὅτι Ἴσον ἑαυ-τὸν ποιεῖ τῷ Θεῷ· ὅτι εἰ καὶ ἐκεῖνο τῆς γνώμης ἦν τῶν Ἰουδαίων, ἀλλὰ μὴ τῆς κρίσεως τοῦ Χριστοῦ, προσέθηκεν ἂν καὶ εἶπεν, ὅτι γνώμη ἦν Ἰουδαϊκή. Ἐπεὶ οὖν παρέπεμψαν αὐτοὺς πρὸς τὸν τεθεραπευ-μένον, πάλιν ἐφώνησαν ἐκ δευτέρου. Καὶ φανερῶς μὲν καὶ ἀναισχύντως οὐ λέγουσιν· Ἄρνησαι ὅτι ὁ Χριστὸς ἐθεράπευσε· προσχήματι δὲ εὐλαβείας τοῦτο κατασκευάσαι βούλονται. Δὸς γὰρ, φησὶ, δόξαν τῷ Θεῷ. Τοῖς μὲν γὰρ γονεῦσιν εἰπεῖν, Ἀρνήσασθε ὅτι υἱὸς ὑμῶν ἐστι, καὶ ὅτι τυφλὸν ἐγεννήσατε, σφόδρα ἐδόκει καταγέλαστον εἶναι· αὐτῷ δὲ πάλιν εἰπεῖν τοῦτο, φανερὰ ἦν ἀναισχυντία. Διὰ τοῦτο μὲν
οὐ λέγουσιν, ἑτέρως δὲ αὐτὸ μεθοδεύουσι, Δὸς δόξαν τῷ Θεῷ, λέγοντες· τουτέστιν, Ὁμολόγησον ὅτι οὗτος οὐδὲν εἰργάσατο. Ἡμεῖς οἴδαμεν ὅτι οὗτος ἄνθρω-πος ἁμαρτωλός ἐστι. Πῶς οὖν αὐτὸν οὐκ ἠλέγξατε λέγοντα· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; πόθεν δὲ ἴστε ὅτι ἁμαρτωλός ἐστι; Εἰπόντων δὲ αὐ-τῶν, Δὸς δόξαν τῷ Θεῷ, καὶ τούτου μηδὲν εἰπόντος, ἀπαντήσας ὁ Χριστὸς, ἐπῄνεσε καὶ οὐκ ἐνεκάλεσεν, οὐδὲ εἶπε, Διατί οὐκ ἔδωκας δόξαν τῷ Θεῷ; ἀλλὰ τί; Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; ἵνα μάθῃς, ὅτι τοῦτό ἐστι δοῦναι δόξαν τῷ Θεῷ. Εἰ δὲ οὐκ ἦν ἰσότιμος τῷ Πατρὶ, αὕτη δόξα οὐκ ἂν ἦν. Ἀλλ’ ἐπειδὴ ὁ τιμῶν τὸν Υἱὸν αὐτός ἐστιν ὁ τιμῶν τὸν Πατέρα, εἰκότως οὐκ ἐπιτιμᾶται ὁ τυφλός. Ὅτε μὲν οὖν προσεδόκων τοὺς γονεῖς ἀνανεύειν καὶ ἀρνεῖσθαι, οὐδὲν αὐτῷ ἔλεγον· ἐπειδὴ δὲ εἶδον οὐδὲν πλέον αὐτοῖς γεγενημένον ἐκ τούτου, ἐπὶ τοῦτον ἔρχονται πάλιν, λέγοντες, ὅτι Ἁμαρτωλός ἐστιν οὗτος. Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω. Ἆρα μὴ ἐφοβήθη ὁ τυφλός; Μὴ γένοιτο. Καὶ πῶς ὁ εἰπὼν, ὅτι Προφήτης ἐστὶ, λέγει, Εἰ ἁμαρ-τωλός ἐστιν, οὐκ οἶδα; Οὐχ οὕτως ἔχων, οὐδὲ τοῦτο πεπεικὼς ἑαυτὸν, ἀλλὰ βουλόμενος ἀπὸ τῆς τοῦ πράγματος μαρτυρίας, ἀλλ’ οὐκ ἀπὸ τῆς αὐτοῦ φωνῆς ἀπαλλάξαι τῶν ἐγκλημάτων αὐτὸν, καὶ ἀξιό-πιστον ποιῆσαι τὴν ἀπολογίαν, τῆς ἀπὸ τῆς εὐερ-γεσίας μαρτυρίας καταψηφιζομένης αὐτῶν. Εἰ γὰρ μετὰ πλείονας λόγους εἰπόντος αὐτοῦ, ὅτι Εἰ μὴ οὗ-τος ἦν θεοσεβὴς, οὐκ ἠδύνατο τοιαῦτα σημεῖα ποιεῖν, οὕτως ἠγανάκτουν ὡς εἰπεῖν, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; εἰ ἐξ ἀρχῆς τοῦτο εἶπεν, τί οὐκ ἂν ἔπραξαν; τί δὲ οὐκ εἶπαν; Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα; ὡσανεὶ ἔλεγεν· Οὐδὲν ὑπὲρ τοῦτον λέγω νῦν, οὐδὲ ἀποφαίνο-
PG 59:318μαι τέως· ἐκεῖνο μέντοι οἶδα σαφῶς καὶ διισχυρισαί-μην ἂν, ὅτι ἁμαρτωλὸς ὢν, οὐκ ἂν τοιαῦτα ἐποίησε. Διὰ τοῦτο καὶ ἀνύποπτον ἐποίησεν ἑαυτὸν, καὶ τὴν μαρτυρίαν ἀδέκαστον, ὡς οὐκ ἔτι χαριζόμενος, ἀλλ’ ἀπὸ τοῦ πράγματος μαρτυρῶν. Ἐπεὶ οὖν οὐκ ἴσχυσαν ἀνατρέψαι οὐδὲ ἀνελεῖν τὸ γεγονὸς, πάλιν ἐπὶ τὸ πρότερον ἔρχονται, τὸν τρόπον τῆς θεραπείας περιεργαζόμενοι, καθάπερ τινὲς θήραν ἀσφαλῶς προκειμένην πάντοθεν διερευνώμενοι, καὶ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ περιτρέχοντες. Καὶ ἐπὶ τοὺς προτέ-ρους ἔρχονται λόγους, ἵνα πάλιν σαθροὺς αὐτοὺς ποιή-σωσι τῷ συνεχῶς ἐρωτᾷν, καὶ λέγουσι· Τί ἐποίησέ σοι; πῶς ἀνέῳξέ σου τοὺς ὀφθαλμούς; Τί οὖν ἐκεῖ-νος; Νικήσας αὐτοὺς καὶ καταβαλὼν, οὐκ ἔτι λοιπὸν ὑφειμένως διαλέγεται. Ἕως μὲν γὰρ τὸ πρᾶγμα ἐξ-ετάσεως ἐδεῖτο καὶ ἐλέγχων, παρείχετο τὴν ἀπόδειξιν ὑπεσταλμένως φθεγγόμενος· ἐπειδὴ δὲ εἷλε καὶ ἐνί-κησε νίκην λαμπρὰν, θαῤῥῶν ἐπεμβαίνει αὐτοῖς λοι-πόν. Καὶ τί φησιν; Εἶπον ὑμῖν ἅπαξ, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Εἶδες παῤῥησίαν ἐπαίτου πρὸς ἄνδρας γραμματεῖς καὶ Φαρισαίους; Οὕτως ἰσχυρὸν ἡ ἀλήθεια, οὕτως ἀσθενὲς τὸ ψεῦδος. Ἐκείνη μὲν γὰρ, κἂν τῶν τυχόντων ἐπιλάβηται, λαμ-προὺς αὐτοὺς ἀποφαίνει· τοῦτο δὲ, κἂν μετὰ τῶν ἰσχυρῶν ᾖ, ἀσθενεῖς αὐτοὺς δείκνυσιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Οὐ προσέχετε τοῖς λεγομένοις· διὰ τοῦτο οὐκ ἔτι ἐρῶ, οὐδὲ ἀποκρινοῦμαι συνεχῶς ὑμῖν, ἐρωτῶσιν εἰκῆ, καὶ οὐχ ὑπὲρ τοῦ μαθεῖν βουλομένοις ἀκοῦσαι, ἀλλ’ ὑπὲρ τοῦ τοῖς λεγομένοις ἐπηρεάσαι. Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τέως ἑαυτὸν εἰς τὸν τῶν μαθητῶν ἐγκατέταξε χορόν. Τὸ γὰρ Μὴ καὶ ὑμεῖς, δεικνύντος ἑαυτόν ἐστι μαθητὴν ὄντα. Εἶτα αὐτοὺς ἐκωμῴδησε καὶ διέπληξεν ἱκανῶς. γ. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι σφόδρα αὐτοὺς τοῦτο ἔπληττε, καθάψασθαι μεθ’ ὑπερβολῆς αὐτῶν βουλόμενος, τοῦτο εἴρηκεν· ὅπερ ἦν ψυχῆς πεπαῤῥησιασμένης καὶ ἀν-επτερωμένης καὶ ὑπερορώσης αὐτῶν τῆς μανίας, καὶ δεικνυούσης αὐτοῦ μέγα τὸ ἀξίωμα, ἐφ’ ᾧ σφόδρα ἐθάῤῥει, καὶ δηλούσης ὡς ἐκεῖνοι θαυμαστὸν ὄντα αὐτὸν ὕβριζον, αὐτὸς δὲ οὐχ ὑβρίζετο, ἀλλ’ ὅπερ ὡς ὕβριν προσέφερον, τοῦτο ὡς τιμὴν ἥρπασε. Σὺ εἶ μαθητὴς ἐκείνου, φησίν· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἀλλ’ οὐκ ἂν ἔχοι λόγον τοῦτο. Ὑμεῖς γὰρ οὔτε Μωϋσέως, οὔτε τούτου. Εἰ γὰρ ἦτε Μωϋσέως, καὶ τούτου ἂν ἐγένεσθε. Διὰ τοῦτο ἄνωθεν ἔλεγεν αὐτοῖς ὁ Χριστός· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγρα-ψεν· ἐπειδὴ εἰς τούτους ἀεὶ τοὺς λόγους κατέφευγον. Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός. Τίνος εἰπόντος; τίνος ἀπαγγείλαντος; Τῶν προγόνων, φησὶ, τῶν ἡμετέρων. Εἶτα, τῶν προγόνων, φησὶ, τῶν ὑμετέρων οὐκ ἔστιν ἀξιοπιστότερος ὁ διὰ τῶν σημείων τοῦτο διαβεβαιούμενος, ὅτι τε ἀπὸ Θεοῦ ἥκει, καὶ ὅτι τὰ ἄνωθεν φθέγγεται; Καὶ οὐκ εἶπαν· Ἡμεῖς ἠκού-σαμεν, ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεὸς, ἀλλ’ ὅτι Οἴδα-μεν. Τὰ ἐξ ἀκοῆς ὑμεῖς, ὦ Ἰουδαῖοι, ὡς εἰδότες δι-ισχυρίζεσθε· τὰ δὲ ἀπὸ τῆς ὄψεως, ἀκοῆς ἐλάττονα εἶναι νομίζετε; Καὶ μὴν ἐκεῖνα μὲν οὐκ εἴδετε, ἀλλ’ ἠκούσατε· ταῦτα δὲ οὐκ ἠκούσατε, ἀλλ’ εἴδετε. Τί οὖν ὁ τυφλός; Ἐν τούτῳ γάρ ἐστι τὸ θαυμα-στὸν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶ, καὶ τοιαῦτα σημεῖα ποιεῖ· ὅτι ἄνθρωπος οὐ τῶν ἐπισήμων παρ’ ὑμῖν ὢν, οὐδὲ τῶν περιφανῶν, οὐδὲ τῶν δεδοξασμέ-
PG 59:319νων, τοιαῦτα δύναται· ὡς εἶναι πάντοθεν δῆλον, ὅτι Θεός ἐστιν, οὐδεμιᾶς ἀνθρωπίνης δεόμενος βοη-θείας. Οἴδαμεν δὲ ὅτι Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει. Ἐπειδὴ γὰρ προλαβόντες εἶπον, Πῶς δύναται ἄν-θρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; λοιπὸν καὶ τὴν ἐκείνων παραλαμβάνει κρίσιν, τῶν οἰκείων αὐτοὺς ὑπομιμνήσκων ῥημάτων. Ἡ δόξα, φησὶν, αὕτη καὶ ἐμοῦ καὶ ὑμῶν κοινή· ταύτῃ τοίνυν ἐμμεί-νατε. Καὶ θέα μοι τὴν σύνεσιν· Πανταχοῦ τὸ σημεῖον περιστρέφει, ἐπειδὴ τοῦτο ἑλεῖν οὐκ εἶχον, καὶ ἀπ’ αὐτοῦ συλλογίζεται. Ὁρᾷς ὅτι καὶ ὃ ἐξ ἀρχῆς ἔλεγεν, ὅτι Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα, οὐχὶ ἀμφιβάλ-λων· μὴ γένοιτο· ἀλλ’ εἰδὼς ὅτι οὐχ ἁμαρτωλός ἐστιν; Νῦν γοῦν ὅτε καιρὸν ἔσχεν, ὅρα πῶς ἀπελο-γήσατο. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Ἐνταῦθα γὰρ οὐχὶ μόνον ἁμαρτημάτων αὐτὸν ἀπήλλαξεν, ἀλλὰ καὶ σφόδρα ἀρέσκοντα τῷ Θεῷ δείκνυσι, καὶ τὰ ἐκείνου πάντα πράττοντα. Ἐπειδὴ γὰρ ἐκεῖνοι θεοσεβεῖς ἔλεγον ἑαυτοὺς, προς-έθηκε, Καὶ τὸ θέλημα αὐτοῦ ποιῇ. Οὐκ ἀρκεῖ γὰρ τοῦτο, φησὶν, τὸ ἐπιγινώσκειν τὸν Θεὸν, ἀλλὰ καὶ τὸ θέλημα αὐτοῦ ποιεῖν. Εἶτα ἐπαίρει τὸ γεγονὸς, λέγων, Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ τοίνυν ὁμο-λογεῖτε, ὅτι ἁμαρτωλῶν οὐκ ἀκούει, οὗτος δὲ θαῦμα ἐποίησε, καὶ θαῦμα τοιοῦτον, οἷον οὐδεὶς ἄνθρωπος ἐποίησεν, εὔδηλον ὅτι πάντα ἐνίκησεν ἀρετῇ, καὶ μείζων αὐτοῦ ἐστιν ἢ κατὰ ἄνθρωπον ἡ δύναμις. Τί οὖν ἐκεῖνοι; Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς· Ἕως μὲν γὰρ αὐτὸν προς-εδόκων ἀρνεῖσθαι, καὶ ἀξιόπιστον εἶναι ἐνόμιζον, καὶ ἅπαξ καὶ δεύτερον καλοῦντες αὐτόν. Εἰ δὲ μὴ ἐνομί-
ζετε ἀξιόπιστον, εἴποιμ’ ἂν πρὸς αὐτοὺς, Τίνος ἕνεκεν ἐκαλεῖτε καὶ δεύτερον ἠρωτᾶτε; Ἐπειδὴ δὲ τὴν ἀλήθειαν ἐφθέγξατο, οὐδὲν αἰδεσθεὶς, ὅτε μάλιστα αὐτὸν θαυμάσαι ἐχρῆν, τότε αὐτὸν καταδικάζουσι. Τί δέ ἐστιν, Ἐν ἁμαρτίαις ἐγεννήθης ὅλος; Ἐνταῦθα αὐτοῦ καὶ τὴν τύφλωσιν ὀνειδίζουσιν ἀφειδῶς· ὡσανεὶ ἔλεγον, Ἐκ πρώτης ἡλικίας ἐν ἁμαρτίαις εἶ σὺ, παραδηλοῦντες ὅτι διὰ τοῦτο γέγονε τυφλὸς, ὅπερ λόγον οὐκ εἶχεν. Ἐν τούτῳ γοῦν αὐτὸν παραμυθού-μενος ὁ Χριστὸς ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Τί γὰρ εἶπεν ὁ ἄνθρωπος; μὴ γὰρ οἰκείαν γνώμην ἐξ-έθετο; οὐχὶ κοινὴν κρίσιν ἐξήτασε, λέγων· Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει; οὐχὶ τὰ παρ’ ὑμῶν λεχθέντα εἰς μέσον ἤγαγε; Καὶ ἐξέβαλον αὐ-τὸν ἔξω. Εἶδες τὸν κήρυκα τῆς ἀληθείας, πῶς ἡ πενία τῆς φιλοσοφίας οὐκ ἐγένετο κώλυμα; Ὁρᾷς ὅσα ἤκουσεν ἐκ προοιμίων, καὶ ὅσα ἔπαθεν; καὶ διὰ λόγων καὶ διὰ ἔργων πῶς ἐμαρτύρησε; δ. Ταῦτα δὲ ἀναγέγραπται, ἵνα καὶ ἡμεῖς μιμώμεθα. Εἰ γὰρ ὁ ἐπαίτης, ὁ τυφλὸς, ὁ μηδὲ ἑωρακὼς αὐτὸν, τοσαύτην εὐθέως παῤῥησίαν ἐπεδείξατο πρὸ τῆς τοῦ Χριστοῦ παρακλήσεως, πρὸς ὁλόκληρον δῆμον στὰς, φονῶντα καὶ δαιμονῶντα καὶ μαινόμενον, καὶ ἀπὸ τῆς ἐκείνου φωνῆς βουλόμενον καταδικάσαι τὸν Χριστὸν, καὶ οὐκ εἶξεν, οὐδὲ ὑπεχώρησεν, ἀλλὰ μετὰ παῤῥη-
PG 59:320σίας ἁπάσης αὐτοὺς ἐπεστόμισεν, καὶ εἵλετο βληθῆναι ἔξω μᾶλλον, ἢ προδοῦναι τὴν ἀλήθειαν· πόσῳ μᾶλλον ἡμᾶς τοὺς ἐπὶ τοσοῦτον χρόνον ἐν πίστει ζήσαντας, τοὺς μυρία θαύματα διὰ τῆς πίστεως ἑωρακότας, τοὺς μείζονα εὐεργετηθέντας ἐκείνου, καὶ τοὺς ἔνδο-θεν ὀφθαλμοὺς ἀναβλέψαντας, καὶ τὰ ἀπόῤῥητα θεα-σαμένους μυστήρια, καὶ εἰς τοσαύτην κληθέντας τι-μὴν, ἅπασαν παῤῥησίαν ὑπὲρ αὐτοῦ ἐπιδείκνυσθαι χρὴ πρὸς τοὺς ἐγκαλεῖν ἐπιχειροῦντας καὶ λέ-γοντάς τι κατὰ Χριστιανῶν καὶ ἐπιστομίζειν, ἀλλὰ μὴ συγγινώσκειν ἁπλῶς Δυνησόμεθα δὲ τοῦτο ποιεῖν, ἐὰν καὶ παῤῥησίαν ἔχωμεν, καὶ ταῖς Γραφαῖς προσέχωμεν, καὶ μὴ παρ-έργως αὐτὰς ἀκούωμεν. Εἰ γάρ τις ἀκριβῶς ἐνταῦθα εἰσέρχοιτο, κἂν οἴκοι μὴ ἀναγινώσκῃ, προσέχῃ δὲ τοῖς ἐνταῦθα λεγομένοις, ἀρκεῖ καὶ ἐνιαυτὸς εἷς εἰς ἐμπει-ρίαν αὐτὸν καταστῆσαι πολλήν. Οὐ γὰρ νῦν μὲν ταύ-τας, αὔριον δὲ ἑτέρας ἀναγινώσκομεν Γραφάς· ἀλλ’ ἀεὶ τὰς αὐτὰς καὶ διαπαντός. Ἀλλ’ ὅμως οὕτως ἀθλίως οἱ πολλοὶ διάκεινται, ὡς μετὰ τοσαύτην ἀνάγνωσιν μηδὲ τὰ ὀνόματα εἰδέναι τῶν βιβλίων· καὶ οὐκ αἰσχύ-νονται, οὐδὲ φρίττουσιν, οὕτω παρέργως εἰς ἀκροατή-ριον θεῖον εἰσερχόμενοι. Ἀλλ’ ἂν μὲν κιθαρῳδὸς, ἢ ὀρ-χηστὴς, ἢ ἄλλος τῶν ἐπὶ τῆς σκηνῆς καλέσῃ τὴν πόλιν, μετὰ σπουδῆς ἅπαντες τρέχουσι, καὶ χάριν αὐτῷ τῆς κλήσεως ἴσασι, καὶ ἡμέρας ὁλοκλήρου τὸ ἥμισυ μέρος ἀναλίσκουσιν, ἐκείνῳ μόνῳ προσέχοντες· τοῦ δὲ Θεοῦ διὰ προφητῶν καὶ ἀποστόλων ἡμῖν διαλεγομένου, χασμώμεθα, κνώμεθα, ἰλιγγιῶμεν. Καὶ ἐν μὲν τῷ θέρει πολὺς ὁ αὐχμὸς εἶναι δοκεῖ, καὶ τὴν ἀγορὰν καταλαμβάνομεν· καὶ ἐν χειμῶνι πάλιν, ὁ ὑετὸς κώ-λυμα καὶ ὁ πηλὸς, καὶ οἴκοι καθήμεθα. Καὶ ἐν μὲν ταῖς ἱπποδρομίαις, οὐκ ὀρόφου ἐπικειμένου τοῦ τὸν ὑετὸν στέγοντος, οἱ πλείους πολλῶν ὄμβρων κατα-φερομένων, καὶ ἀνέμου τὸ ὕδωρ εἰς τὰς ὄψεις ῥιπί-ζοντος, ἑστήκασι μαινόμενοι, καὶ ψύχους, καὶ ὑετοῦ, καὶ πηλοῦ, καὶ μήκους ὁδοῦ καταφρονοῦντες, καὶ οὐδὲν αὐτοὺς οὔτε οἴκοι κατέχει, οὔτε ἐκεῖ κωλύει διαβῆναι· ἐνταῦθα δὲ καὶ ὀρόφων ἐπικειμένων, καὶ θέρμης οὔσης θαυμαστῆς, ἀναδύονται καὶ οὐ συντρέ-χουσι· καὶ ταῦτα ἐπὶ κέρδει τῆς οἰκείας ψυχῆς. Ποῦ ταῦτα ἀνεκτὰ, εἰπέ μοι; Διὰ τοῦτο ἐν ἐκείνοις πάν-των ὄντες ἐμπειρότεροι, ἐν τοῖς ἀναγκαίοις παίδων ἐσμὲν ἀμαθέστεροι. Κἂν μέν τίς [σε] ἡνίοχον καὶ ὀρ-χηστὴν καλέσῃ, ὑβρίσθαι φῂς, καὶ πάντα ποιεῖς, ὥστε σε τὸ ὄνειδος ἀποτρίψασθαι· ἂν δὲ ἐπὶ τὴν θεωρίαν σε ἑλκύσῃ τοῦ πράγματος, οὐκ ἀποπη-δᾷς· καὶ ἧς τὸ ὄνομα φεύγεις τέχνης, ταύτην μετα-διώκεις σχεδὸν ἅπασαν. Ἔνθα δὲ καὶ τὸ πρᾶγμα καὶ τὸ ὄνομα ἔχειν ὀφείλεις, καὶ εἶναι καὶ καλεῖσθαι Χριστιανὸς, οὐδὲ τί ποτέ ἐστι τὸ πρᾶγμα οἶδας. Τί ταύτης τῆς ἀνοίας γένοιτ’ ἂν χεῖρον; Ταῦτα ἐβου-λόμην συνεχῶς λέγειν πρὸς ὑμᾶς· δέδοικα δὲ, μὴ μάτην ἀπεχθάνωμαι καὶ κέρδους χωρίς. Ὁρῶ γὰρ μεμηνότας οὐ νέους μόνον, ἀλλὰ καὶ γέροντας· ἐφ’ ὧν μάλιστα αἰσχύνομαι, ὅταν ἴδω ἄνδρα ἀπὸ τῆς πολιᾶς αἰδέσιμον, καταισχύνοντα τὴν πολιὰν, καὶ παιδίον ἐπισυρόμενον. Τί γὰρ τοῦ γέλωτος τούτου χεῖρον; τί τοῦ ἔργου τούτου αἰσχρότερον; ὁ παῖς παρὰ τοῦ πατρὸς διδάσκεται ἀσχημονεῖν. ε. Δάκνει τὰ ῥήματα; Τοῦτο κἀγὼ βούλομαι, ἀνα-σχέσθαι ὑμᾶς τῆς διὰ τῶν ῥημάτων ἀλγηδόνος, ἵνα τῆς διὰ τῶν πραγμάτων ἀσχημοσύνης ἀπαλλαγῆτε.

Homily LIXHomilia LIX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:321Καὶ γὰρ εἰσί τινες, οἱ πολλῷ ψυχρότεροι τούτων ὄντες, οἳ οὐδὲ αἰσχύνονται ἐπὶ τοῖς λεγομένοις, ἀλλὰ καὶ μακρὸν εἴρουσιν ὑπὲρ τοῦ πράγματος λόγον. Κἂν μὲν ἐρωτήσῃς, τίς ἐστιν ὁ Ἀμὼς, ἢ ὁ Ἀβδιοῦ, ἢ ποῖος τῶν προφητῶν ὁ ἀριθμὸς, ἢ τῶν ἀποστόλων, οὐδὲ χάναι δύνανται. Ὑπὲρ δὲ ἵππων καὶ ἡνιόχων, σοφιστῶν καὶ ῥητόρων δεινότερον ἀπολογίαν συντι-θέασι· καὶ μετὰ ταῦτα ἅπαντα λέγουσι, Καὶ τί τὸ βλάβος; καὶ τίς ἡ ζημία; Διὰ γὰρ τοῦτο στένω, ὅτι οὐδὲ ζημίαν ἴστε τὸ πρᾶγμα, οὐδὲ αἴσθησιν λαμβά-νετε τῶν κακῶν. Ἔδωκέ σοι βίου προθεσμίαν ὁ Θεὸς εἰς τὸ θεραπεύειν αὐτόν· σὺ δὲ μάτην ἀναλίσκων αὐ-τὸν καὶ εἰκῆ καὶ ἐν οὐδενὶ χρησίμῳ, ἐξετάζεις ἔτι, τίς ἡ ζημία; Κἂν μὲν ἀργύριον ὀλίγον δαπανήσῃς ἁπλῶς, ζημίαν τὸ πρᾶγμα καλεῖς· τὰς δὲ ἡμέρας σου δαπανῶν ὁλοκλήρους εἰς σατανικὰς πομπὰς, οὐ-δὲν ἡγῇ ποιεῖν ἄτοπον; Δέον εἰς λιτὰς καὶ εὐχὰς δαπανᾷν σου τὴν ζωὴν ἅπασαν, σὺ δὲ εἰς κραυγὰς καὶ θορύβους καὶ αἰσχρὰ ῥήματα, καὶ μάχην καὶ τέρψιν ἄκαιρον, καὶ ἔργα ἀπὸ μαγγανείας γινόμενα τὸν βίον σου καταναλίσκεις εἰκῆ καὶ ἐπὶ κακῷ τῷ σῷ· καὶ μετὰ ταῦτα πάντα ἐρωτᾷς, τίς ἡ ζημία; οὐκ εἰδὼς ὅτι παντὸς μᾶλλον ἀφειδεῖν χρὴ, ἢ χρόνου. Χρυσίον ἂν ἀναλώσῃς, δυνήσῃ πάλιν ἀνακτήσασθαι· χρόνον δὲ ἂν ἀπολέσῃς, δυσκόλως αὐτὸν ἀναλήψῃ. Ὀλίγος γὰρ ἡμῖν τεταμίευται κατὰ τὸν παρόντα βίον. Ἂν οὖν εἰς δέον αὐτῷ μὴ χρησώμεθα, τί ἐροῦμεν ἀπελθόντες ἐκεῖ; Εἰπὲ γάρ μοι· εἴ τινά σου τῶν υἱῶν ἐκέλευσας τέχνην μαθεῖν, εἶτα ἐκεῖνος οἴκοι διὰ παντὸς ἔμενεν, ἢ καὶ ἀλλαχοῦ που διέτριβεν, οὐκ ἂν αὐτὸν παρῃτή-σατο ὁ διδάσκαλος; οὐκ ἂν εἶπε πρὸς σέ· Συγγραφὴν πρός με πεποίηκας, καὶ χρόνον ὥρισας. Εἰ μὴ μέλ-λει τοίνυν τὸν χρόνον τοῦτον παρ’ ἡμῖν, ἀλλ’ ἑτέρωθι ἀναλίσκειν ὁ παῖς, πῶς σοι παραστησόμεθα μαθη-τήν; Ταῦτα καὶ ἡμᾶς εἰπεῖν ἀνάγκη. Ἐρεῖ δὲ καὶ ὁ Θεὸς ἡμῖν· Χρόνον ὑμῖν δέδωκα, φησὶ, πρὸς τὸ
PG 59:322μαθεῖν τὴν τέχνην ταύτην τὴν τῆς εὐλαβείας· τίνος ἕνεκεν εἰκῆ καὶ μάτην τὸν χρόνον ἀνηλώσατε τοῦτον; τί δὲ πρὸς τὸν διδάσκαλον συνεχῶς οὐκ ἐβαδίζετε, οὐδὲ προσείχετε τοῖς λεγομένοις; Ὅτι γὰρ τέχνη ἐστὶν ἡ εὐλάβεια, ἄκουσον τί φησιν ὁ προφήτης· Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς· καὶ πάλιν· Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν.
Ὅταν οὖν τοῦτον ἀναλώσῃς εἰκῆ, ποίαν ἕξεις ἀπο-λογίαν; Καὶ τίνος ἕνεκεν, φησὶν, ὀλίγον ἡμῖν ἐτα-μιεύσατο χρόνον; Ὢ τῆς ἀναισθησίας καὶ τῆς ἀγνω-μοσύνης ὑπὲρ οὗ μάλιστα εὐχαριστεῖν ἔδει, ὅτι σοι τοὺς πόνους ἐπέτεμε, καὶ τοὺς ἱδρῶτας ἐνέκοψε, καὶ τὴν ἀνάπαυσιν μακρὰν ἐποίησε καὶ ἀθάνατον, ὑπὲρ τούτων ἐγκαλεῖς καὶ δυσχεραίνεις; Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἐνταῦθα τὸν λόγον ἐξηγάγομεν καὶ μακρὸν εἰργασάμεθα. Διόπερ ἀναγκαῖον αὐτὸν συστεῖλαι πά-λιν. Καὶ γὰρ καὶ τοῦτο τῆς ἡμετέρας ταλαιπωρίας, ὅτι ἐνταῦθα μὲν, ἂν μακρὸς γένηται ὁ λόγος, πάντες ἀκηδιῶμεν· ἐκεῖ δὲ ἐκ μέσης ἡμέρας ἀρ-χόμενοι, ὑπὸ λαμπάσι καὶ λύχνοις ἀναχωροῦσιν. Ἀλλ’ ἵνα μὴ ἀεὶ ἐγκαλῶμεν, παρακαλοῦμεν ὑμᾶς λοιπὸν καὶ δεόμεθα· δότε ταύτην τὴν χάριν καὶ ἡμῖν καὶ ἑαυτοῖς, καὶ πάντων ἀπαλλαγέντες τῶν ἄλλων, τού-τοις ἑαυτοὺς προσηλώσωμεν. Κερδανοῦμεν γὰρ καὶ ἡμεῖς ἐξ ὑμῶν τὴν χαρὰν καὶ τὴν εὐφροσύνην, καὶ τὸ σεμνύνεσθαι ἐφ’ ὑμῖν, καὶ τὴν ἐπὶ τούτοις λαβεῖν ἀμοιβήν· τὸν δὲ μισθὸν ἅπαντα ὑμεῖς καρπώσεσθε, ὅτι μανικῶς οὕτω προσηλωμένοι τῇ ὀρχήστρᾳ πρὸ τούτου, διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν ἡμετέραν παράκλησιν, ἀπεῤῥήξατε τοῦ νοσήματος ἑαυτοὺς ἐκείνου, καὶ τὰ δεσμὰ διελύσατε, καὶ πρὸς τὸν Θεὸν ἐδράμετε. Οὐκ ἐκεῖ δὲ μόνον λήψεσθε τὸν μισθὸν, ἀλλὰ καὶ ἐνταῦθα εἰλικρινῆ καρπώσεσθε τὴν ἡδονήν. Τοιοῦτον γὰρ ἡ ἀρετή· μετὰ τῶν ἐκεῖ στεφάνων καὶ ἐνταῦθα ἡδὺν καθίστησιν ἡμῖν τὸν βίον. Πειθώμεθα τοίνυν τοῖς εἰρη-μένοις, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖσε ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:321ΟΜΙΛΙΑ ΝΘ. Καὶ ἐξέβαλον αὐτὸν ἔξω· καὶ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν, εἶπεν αὐτῷ· «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· «Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;» καὶ τὰ λοιπά. α. Οἱ διὰ τὴν ἀλήθειαν καὶ τὴν εἰς Χριστὸν ὁμολο-γίαν πάσχοντές τι δεινὸν καὶ ὑβριζόμενοι, οὗτοι μά-λιστά εἰσιν οἱ τιμώμενοι. Ὥσπερ γὰρ ὁ χρήματα ἀπολλὺς δι’ αὐτὸν, οὗτος μάλιστά ἐστιν ὁ εὑρίσκων· καὶ ὁ τὴν ψυχὴν αὐτοῦ μισῶν, αὐτὸς μάλιστά ἐστιν ὁ φιλῶν· οὕτω καὶ ὁ ὑβριζόμενος, οὗτος μάλιστά ἐστιν ὁ τιμώμενος· ὅπερ καὶ ἐπὶ τοῦ τυφλοῦ γεγένηται. Ἐξέβαλον οὖν αὐτὸν ἐκ τοῦ ἱεροῦ οἱ Ἰουδαῖοι, καὶ εὗρεν αὐτὸν ὁ Δεσπότης τοῦ ἱεροῦ. Ἀπηλλάγη τοῦ συνεδρίου τοῦ λοιμικοῦ, καὶ περιέτυχε τῇ σωτηρίῳ πηγῇ· ἠτιμάσθη παρὰ τῶν τὸν Χριστὸν ἀτιμασάν-των, καὶ ἐτιμήθη παρὰ τοῦ τῶν ἀγγέλων Δεσπότου. Τοιαῦτα τὰ τῆς ἀληθείας ἔπαθλα. Οὕτω καὶ ἡμεῖς, ἂν ἐνταῦθα ἀφῶμεν τὰ χρήματα, εὑρίσκομεν ἐκεῖ παῤῥησίαν· ἂν ἐνταῦθα δῶμεν τοῖς θλιβομένοις, ἀνα-παυσόμεθα ἐν τοῖς οὐρανοῖς· ἂν ὑβρισθῶμεν διὰ τὸν Θεὸν, τιμώμεθα καὶ ἐνταῦθα, καὶ ἐκεῖ. Ὡς δὲ ἐξέβα-λον αὐτὸν ἐκ τοῦ ἱεροῦ, εὗρεν αὐτὸν ὁ Ἰησοῦς. Δεί-κνυσιν ὁ εὐαγγελιστὴς ὅτι ἐπὶ τούτῳ ἦλθεν, ὥστε αὐτῷ συντυχεῖν. Καὶ ὅρα τίσιν αὐτὸν ἀμείβεται· τῷ κεφαλαίῳ τῶν ἀγαθῶν. Καὶ γὰρ ἑαυτὸν ἐγνώρισεν αὐτῷ πρότερον ἀγνοοῦντι, καὶ εἰς τὸν τῶν οἰκείων
PG 59:322μαθητῶν ἐγκατέλεξε χορόν. Σὺ δὲ σκόπει, πῶς τὴν ἀκρίβειαν ὁ εὐαγγελιστὴς ἐξηγεῖται. Εἰπόντος γὰρ αὐτοῦ, Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; λέγει· Κύριε, καὶ τίς ἐστιν; Οὐδέπω γὰρ αὐτὸν ᾔδει, καίτοι τεθεραπευμένος. Τυφλὸς γὰρ ἦν, πρὶν ἢ πρὸς τὸν εὐεργέτην ἐλθεῖν, καὶ μετὰ τὴν ἴασιν ὑπὸ τῶν κυνῶν ἐκείνων περιείλκετο. Καθάπερ οὖν τις ἀγωνοθέτης, ἀθλητὴν πολλὰ καμόντα καὶ στεφανω-θέντα δέχεται. Καὶ τί φησιν, Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Τί τοῦτο; Μετὰ τοσαύτην ἀντίῤῥησιν τὴν πρὸς τοὺς Ἰουδαίους, μετὰ τοσαῦτα ῥήματα, ἐρωτᾷ, Εἰ πιστεύεις; οὐκ ἀγνοῶν, ἀλλὰ βουλόμενος ἑαυτὸν γνωρίσαι, καὶ δεικνὺς, ὅτι πολλοῦ τιμᾶται τὴν αὐ-τοῦ πίστιν. Ὕβρισέ με δῆμος τοσοῦτος, φησὶν, ἀλλ’ οὐδεὶς ἐμοὶ λόγος ἐκείνων· ἑνός μοι μέλει, τοῦ σὲ πιστεῦσαι. Κρεῖττον γὰρ εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παράνομοι. Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ὡς καὶ παρὼν, καὶ ἀποδεχόμενος τὰ εἰρημένα, οὕτως αὐτὸν ἐρωτᾷ· καὶ πρότερον αὐ-τὸν εἰς πόθον ἑαυτοῦ κατέστησεν. Οὐ γὰρ εἶπεν, Εὐ-θέως πίστευσον, ἀλλὰ κατ’ ἐρώτησιν. Τί οὖν ἐκεῖνος; Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Ποθούσης καὶ σφόδρα ἐπιζητούσης ψυχῆς τὸ ῥήμα. Ὑπὲρ οὗ τοσαῦτα διελέχθη, τοῦτον ἀγνοεῖ, ἵνα μάθῃς αὐτοῦ τὸ φιλάληθες. Οὔπω γὰρ ἦν αὐτὸν ἑωρακώς. Λέγει αὐτῷ· Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Οὐκ εἶπεν, Ἐγώ εἰμι·
PG 59:323ἀλλὰ μέσος ἔτι καὶ ὑπεσταλμένος· Καὶ ἑώρακας αὐτόν. Τοῦτο ἔτι ἄδηλον ἦν· διὸ τὸ σαφέστερον ἐπ-ήγαγεν· Ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστι. Λέγει· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ εὐθέως. Καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ τεθεραπευκώς σε, ὁ εἰ-πών σοι, Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ· ἀλλὰ πάντα ἐκεῖνα σιγήσας, φησί· Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Εἶτα τὴν πολλὴν διάθεσιν ἐμφαί-νων προσεκύνησεν εὐθέως· ὅπερ ὀλίγοι τῶν τεθερα-πευμένων ἐποίησαν, οἷον οἱ λεπροὶ, καὶ εἴ τις ἄλλος· διὰ τούτου ἐμφαίνων αὐτοῦ τὴν θείαν δύναμιν. Ἵνα γὰρ μή τις νομίσῃ ῥῆμα μόνον εἶναι τὸ λεχθὲν, καὶ τὸ ἔργον προσέθηκε. Προσκυνήσαντος δὲ αὐτοῦ, φησὶν ὁ Χριστός· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Τοῦτο καὶ Παῦλός φησι· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως Ἰησοῦ· Ἰσραὴλ δὲ διώκων νόμον δι-καιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Εἰπὼν δὲ, Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, κἀκεῖνον σφοδρότερον περὶ τὴν πίστιν εἰρ-γάσατο, καὶ διανέστησε τοὺς ἀκολουθοῦντας αὐτῷ· καὶ γὰρ ἠκολούθουν αὐτῷ Φαρισαῖοι. Τὸ δὲ, Εἰς κρῖμα, εἰς μείζονα κόλασιν ἔλεγε· δεικνὺς ὅτι οἱ κα-ταδικάσαντες αὐτὸν, αὐτοί εἰσιν οἱ καταδεδικασμένοι· οἱ καὶ ὡς ἁμαρτωλὸν κατακρίναντες, αὐτοί εἰσιν οἱ κατακεκριμένοι. Ἐνταῦθα δὲ δύο λέγει ἀναβλέψεις καὶ δύο τυφλότητας, τήν τε αἰσθητὴν, τήν τε νοητήν. Λέγουσιν αὐτῷ ἐκ τῶν ἀκολουθούντων αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; Ὥσπερ ἀλλαχοῦ ἔλε-γον· Οὐδενὶ δεδουλεύκαμεν πώποτε· Ἐκ πορ-νείας οὐ γεγεννήμεθα· οὕτω καὶ νῦν πρὸς τὰ αἰ-σθητὰ κεχήνασι μόνον, καὶ ταύτην ἐπαισχύνονται τὴν πήρωσιν. Εἶτα δεικνὺς ὅτι βέλτιον τυφλοὺς αὐ-τοὺς εἶναι ἢ βλέποντας, φησίν· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν. Ἐπειδὴ αἰσχύνης τὸ πρᾶγμα ἐνόμιζον εἶναι, τὴν συμφορὰν, περιέτρεψεν αὐτὸ εἰς τὴν αὐτῶν κεφαλὴν, εἰπὼν, ὅτι Τοῦτο ἀνεκτοτέραν ὑμῖν ἔφερε τὴν κόλασιν, πανταχοῦ περικόπτων τὰ ἀνθρώπινα φρονήματα, καὶ εἰς ἔννοιαν ἄγων μεγάλην καὶ θαυμαστήν. Νῦν δὲ καὶ λέγετε, ὅτι Βλέπομεν. Ὥσπερ ἐκεῖ φησιν, Ὃν ὑμεῖς ἐλέγετε, ὅτι Θεὸς ὑμῶν ἦν, οὕτω δὴ καὶ ἐνταῦθα· Νῦν δὲ λέγετε ὅτι βλέπετε· οὐ γὰρ βλέπετε. Ἐνταῦθα ὅπερ ἐνόμιζον ἐγκώμιον εἶναι μέγα, τοῦτο δείκνυσιν αὐτοῖς κόλασιν φέρον. Καὶ ὑπὲρ τῆς προτέρας δὲ πηρώσεως παρ-
εμυθήσατο τὸν ἐκ γενετῆς τυφλόν· εἶτα περὶ τῆς τυ-φλότητος αὐτῶν διαλέγεται. Ἵνα γὰρ μὴ λέγωσιν, Οὐ παρὰ τὴν ἡμετέραν πήρωσιν οὐ προσερχόμεθα, ἀλλ’ ὡς πλάνον φεύγοντες ἀποστρεφόμεθα, ὑπὲρ τούτου πάντα ποιεῖται τὸν λόγον. β. Οὐχ ἁπλῶς δὲ ὁ εὐαγγελιστὴς ἐμνημόνευσεν, ὅτι ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ’ αὐτοῦ ὄντες, καὶ εἶπαν· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; ἀλλ’ ἵνα σε ἀναμνήσῃ, ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ πρότερον ἀπο-στάντες, εἶτα λιθάσαντες. Ἦσαν γάρ τινες ἐπιπο-λαίως ἀκολουθοῦντες, καὶ ῥᾳδίως εἰς τοὐναντίον με-ταβαλλόμενοι. Πόθεν οὖν κατασκευάζει, ὅτι οὐκ ἔστι πλάνος, ἀλλὰ ποιμήν; Θεὶς τὰ γνωρίσματα ἑκατέρου, καὶ τοῦ ποιμένος, καὶ τοῦ πλάνου καὶ λυμεῶνος, καὶ ἀπ’ αὐτῶν παρέχων αὐτοῖς ἐξετάζειν τὴν τῶν πρα-γμάτων ἀλήθειαν. Καὶ πρότερον τίς ὁ πλάνος καὶ ὁ κλέπτης δείκνυσιν, ἀπὸ Γραφῶν αὐτὸν οὕτω καλῶν καὶ λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχό-μενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Ὅρα τὰ δείγματα τοῦ λῃστοῦ· πρῶτον, ὅτι οὐ παῤῥησίᾳ εἰσέρχεται· δεύτερον, ὅτι οὐ κατὰ
PG 59:324τὰς Γραφάς· τοῦτο γάρ ἐστι τὸ, Μὴ διὰ τῆς θύρας. Ἐνταῦθα δὲ καὶ τοὺς πρὸ αὐτοῦ αἰνίττεται, καὶ τοὺς μετ’ αὐτὸν ἐσομένους· τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους· τόν τε Ἰούδαν καὶ Θευδᾶν, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγόνασιν. Εἰκότως δὲ θύραν τὰς Γραφὰς ἐκάλεσεν. Αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν· αὗται πρόβατα ποιοῦσιν, αὗται φυλάττουσι, καὶ τοὺς λύκους οὐκ ἀφιᾶσιν ἐπεισελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλὴς, οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφα-λείᾳ καθιστῶσα ἡμᾶς περὶ ὧν ἂν βουλώμεθα πάντων, καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Κἂν μὴ παραλύσωμεν αὐ-τὴν, οὐκ ἐσόμεθα εὐχείρωτοι τοῖς ἐχθροῖς. Διὰ ταύτης καὶ τοὺς ποιμένας καὶ τοὺς οὐ ποιμένας εἰσό-μεθα ἅπαντας. Τί δέ ἐστιν, Εἰς τὴν αὐλήν; Πρὸς τὰ πρόβατα καὶ τὴν ἐκείνων πρόνοιαν. Ὁ γὰρ μὴ ταῖς Γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν· τουτ-έστιν, ἑτέραν ἑαυτῷ καὶ μὴ νενομισμένην τέμνων ὁδόν· οὗτος κλέπτης ἐστίν. Ὁρᾷς κἀντεῦθεν τῷ Πα-τρὶ συμφωνοῦντα, τῷ τὰς Γραφὰς εἰς μέσον προφέρειν; Διὰ τοῦτο καὶ τοῖς Ἰουδαίοις ἔλεγεν, Ἐρευνᾶτε τὰς Γραφάς· καὶ Μωϋσέα παρήγαγεν εἰς μέσον, καὶ μάρτυρα αὐτὸν ἐκάλει, καὶ τοὺς προ-φήτας πάντας. Πάντες γὰρ, φησὶν, οἱ ἀκούσαντες τῶν προφητῶν, ἥξουσι πρός με· καὶ, Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Ἐνταῦθα δὲ τὸ αὐτὸ μεταφορικῶς ἔθηκεν. Εἰπὼν δὲ, Ἀναβαίνων ἀλλα-χόθεν, καὶ τοὺς γραμματέας ᾐνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα, διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέβαινον, ὅπερ οὖν καὶ αὐτὸς ὀνειδίζων ἔλεγεν· Οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Καὶ καλῶς εἶπεν, Ἀναβαίνων, οὐκ, Εἰσιὼν, ὅπερ ἐστὶ κλέπτου θριγκὸν ὑπερπηδῆσαι βουλομένου, καὶ ἐπικινδύνως πάντα πράττοντος. Εἶδες πῶς ὑπέγραψε τὸν λῃστήν; Σκόπει καὶ τοῦ ποιμένος τὸ γνώρισμα. Τί οὖν τοῦτό ἐστιν; Ὁ εἰσερχόμενος διὰ τῆς θύρας, οὗτός ἐστιν ὁ ποιμὴν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούει τὰ πρόβατα, καὶ τὰ ἴδια καλεῖ κατ’ ὄνομα, καὶ ὅταν ἐξαγάγῃ αὐτὰ, πορεύεται ἔμπροσθεν αὐτῶν. Ἔθηκε καὶ τοῦ ποι-μένος καὶ τοῦ λυμεῶνος τὰ δείγματα. Ἴδωμεν πάλιν πῶς αὐτοῖς ἐφήρμοσε τὰ ἑξῆς· Τούτῳ, φησὶν, ὁ θυ-ρωρὸς ἀνοίγει. Ἐπέμεινε τῇ μεταφορᾷ, ὥστε ἐμ-φαντικώτερον ποιῆσαι τὸν λόγον. Εἰ δὲ καὶ κατὰ λέ-ξιν ἐθέλοις τὴν παραβολὴν ἐξετάζειν, οὐδὲν κωλύει θυρωρὸν ἐνταῦθα νοεῖν τὸν Μωϋσέα. Ἐκεῖνος γὰρ ὁ τὰ λόγια τοῦ Θεοῦ ἐμπιστευθείς· οὗ Καὶ τὴν φωνὴν αὐτοῦ ἀκούει τὰ πρόβατα, καὶ τὰ ἴδια καλεῖ κατ’ ὄνομα. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγον αὐτὸν ἀπα-τεῶνα εἶναι, καὶ τοῦτο ἐκ τῆς ἀπιστίας τῆς ἑαυτῶν ἐβεβαίουν λέγοντες· Τίς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; δείκνυσιν, ὅτι οὐκ αὐτὸν ἐκ τῆς ἐκείνων ἀπιστίας λυμεῶνα καὶ πλάνον δεῖ καλεῖν· ἀλλ’ αὐτοὺς ἐκ τοῦ μὴ προσέχειν αὐτῷ, καὶ τῆς τῶν προβάτων ἀκολούθως ἐκβληθῆναι τάξεως. Εἰ γὰρ ποιμένος ἐστὶ τὸ διὰ τῆς νενομισμένης εἰσιέναι θύρας, αὐτὸς δὲ εἰς-ῆλθε διὰ ταύτης· οἱ μὲν ἀκολουθήσαντες ἅπαντες δύ-ναιντ’ ἂν εἶναι πρόβατα· οἱ δὲ ἀποῤῥαγέντες οὐ τὸν ποιμένα διέβαλον, ἀλλὰ τῆς τῶν προβάτων συγγενείας ἐξέβαλον ἑαυτούς. Εἰ δὲ λέγει προϊὼν τὴν θύραν ἑαυ-τὸν εἶναι, πάλιν οὐ χρὴ θορυβεῖσθαι. Καὶ γὰρ καὶ ποιμένα ἑαυτὸν λέγει, καὶ πρόβατον, καὶ διαφόρως τὰς οἰκονομίας κηρύττει τὰς ἑαυτοῦ. Ὅταν γὰρ προς-άγῃ ἡμᾶς τῷ Πατρὶ, θύραν ἑαυτὸν καλεῖ· ὅταν δὲ ἐπιμελῆται, ποιμένα. Ἵνα γὰρ μὴ τοῦτο ἔργον εἶναι νομίσῃς αὐτοῦ μόνον τὸ προσαγαγεῖν, λέγει καὶ ποι-μένα ἑαυτόν. Καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ καλεῖ τὰ ἴδια πρόβατα, καὶ ἐξάγει αὐτὰ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν πορεύεται. Καὶ μὴν τοὐναντίον οἱ ποιμένες ποιοῦσιν, ὄπισθεν αὐτῶν
PG 59:325ἀκολουθοῦντες. Ἀλλ’ αὐτὸς, δεικνὺς ὅτι ἅπαντας ὁδη-γήσει πρὸς τὴν ἀλήθειαν, ἀπεναντίας ἐκείνοις ποιεῖ· ὥσπερ οὖν καὶ ὅτε τὰ πρόβατα ἔπεμπε, [οὐκ ἔξω τῶν λύκων, ἀλλ’ ἐν μέσῳ τῶν λύκων ἔπεμπε.] Πολὺ γὰρ παραδοξοτέρα αὕτη ἡ ποιμαντικὴ τῆς παρ’ ἡμῖν. γ. Δοκεῖ δέ μοι καὶ περὶ τοῦ τυφλοῦ αἰνίττεσθαι. Καὶ γὰρ ἐκεῖνον ἐξήγαγε καλέσας ἐκ μέσου τῶν Ἰουδαίων, καὶ ἤκουσε αὐτοῦ τῆς φωνῆς, καὶ ἐπέγνω. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ἤτοι τοὺς περὶ Θευδᾶν λέγει ἐνταῦθα καὶ Ἰούδαν (καὶ γὰρ Ἅπαν-τες, ὅσοι ἐπίστευσαν αὐτοῖς, διεσκορπίσθησαν, φησίν)· ἢ τοὺς μετὰ ταῦτα μέλλοντας ἀπατᾷν ψευ-δοχρίστους. Ἵνα γὰρ μὴ λέγωσιν ἕνα ἐκείνων τοῦτον εἶναι, διὰ πολλῶν ἑαυτὸν ἀπ’ ἐκείνων διαιρεῖ. Καὶ πρῶτον μὲν τίθησι διαφορὰν, τὴν ἀπὸ τῶν Γραφῶν διδασκαλίαν· αὐτὸς μὲν γὰρ διὰ τούτων αὐτοὺς προς-ήγετο, ἐκεῖνοι δὲ οὐκ ἐντεῦθεν αὐτοὺς ἐφείλκοντο. Δευτέραν τὴν τῶν προβάτων ὑπακοήν· αὐτῷ μὲν γὰρ οὐ ζῶντι μόνον, ἀλλὰ καὶ τελευτήσαντι πάντες ἐπί-στευσαν· ἐκείνους δὲ εὐθέως εἴασαν. Καὶ τρίτην δὲ μετὰ τούτων ἔστιν εἰπεῖν οὐ μικράν. Ἐκεῖνοι μὲν γὰρ ὡς τύραννοι, καὶ ἐπὶ ἀποστασίᾳ πάντα ἐποίουν· αὐτὸς δὲ οὕτω πόῤῥω ἑαυτὸν τοιαύτης κατέστησεν ὑποψίας, ὡς καὶ θελόντων αὐτὸν ποιῆσαι βασιλέα φυ-γεῖν, καὶ ἐπερωτώντων, εἰ ἔξεστι δοῦναι κῆνσον Καί-σαρι, κελεῦσαι καταθεῖναι, καὶ αὐτὸν ἐπιδοῦναι τὸ δίδραχμα. Πρὸς τούτοις αὐτὸς μὲν ὑπὲρ τῆς σωτηρίας τῶν προβάτων ἦλθεν, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, φησίν· ἐκεῖνοι δὲ καὶ τῆς παρούσης αὐτοὺς ζωῆς ἀπεστέρησαν. Καὶ οἱ μὲν προὔδωκαν τοὺς ἐμ-πιστευθέντας, καὶ ἔφυγον· αὐτὸς δὲ οὕτως ἔστη γεν-ναίως, ὡς καὶ τὴν ψυχὴν ἐπιδοῦναι. Καὶ οἱ μὲν ἄκον-τες καὶ ἀναγκαζόμενοι καὶ φεύγοντες ἔπαθον ἃ ἔπαθον· οὗτος δὲ ἑκὼν καὶ προαιρούμενος ὑπέμεινεν ἅπαντα. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλά-λει αὐτοῖς. Καὶ τίνος ἕνεκεν ἀσαφῶς εἶπεν αὐτοῖς; Προσεκτικωτέρους αὐτοὺς ποιῆσαι βουλόμενος. Ἐπεὶ οὖν τοῦτο κατεσκεύασε, λύει λοιπὸν τὴν ἀσάφειαν, οὕτω λέγων· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις
εἰσέλθῃ, εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νο-μὴν εὑρήσει· οἷον, ἐν ἀσφαλείᾳ ἔσται καὶ ἀδείᾳ (νομὴν δὲ τὴν τροφὴν ἐνταῦθα λέγει καὶ βοσκὴν τῶν προβάτων, καὶ ἐξουσίαν καὶ κυριότητα), τουτέστιν, Ἔνδον μενεῖ, καὶ οὐδεὶς αὐτὸν ἐξωθήσεται· ὅπερ οὖν ἐπὶ τῶν ἀποστόλων γέγονεν, οἳ μετὰ ἀδείας εἰσῄεσαν καὶ ἐξῄεσαν, ὡς πάσης κύριοι γεγενημένοι τῆς οἰκου-μένης, καὶ οὐδεὶς αὐτοὺς ἐκβαλεῖν ἴσχυσε. Πάντες ὅσοι ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Οὐ περὶ τῶν προφη-τῶν φησιν ἐνταῦθα, καθὼς οἱ αἱρετικοί φασιν (ἐκεί-νων γὰρ ἤκουσαν, καὶ δι’ ἐκείνων ἐπίστευσαν, ὅσοι καὶ ἐπίστευσαν τῷ Χριστῷ), ἀλλὰ περὶ Θευδᾶ καὶ Ἰούδα λέγει, καὶ τῶν ἄλλων στασιαστῶν. Ἄλλως δὲ καὶ τὸ, Οὐκ ἤκουσαν τὰ πρόβατα, ἐπαινῶν εἶπεν· οὐδαμοῦ δὲ φαίνεται ἐπαινῶν τοὺς παρακούσαντας τῶν προφητῶν, ἀλλὰ τοὐναντίον κακίζων καὶ διαβάλ-λων σφοδρῶς. Ὅθεν δῆλον, ὅτι τὸ, Οὐκ ἤκουσαν, νῦν περὶ τῶν στασιαστῶν ἐκείνων εἴρηται. Ὁ κλέ-πτης οὐ μὴ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ὅπερ τότε γέγονε, πάντων σφαγέντων καὶ ἀπολομένων. Ἐγὼ δὲ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι. Καὶ τί ζωῆς περισσότερον, εἰπέ μοι; Βασιλεία οὐρανῶν. Ἀλλ’ οὔπω λέγει τοῦτο, ἀλλὰ τὸ τῆς ζωῆς ὄνομα περιστρέφει, ὅπερ ἦν αὐτοῖς γνώριμον. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐνταῦθα λοιπὸν περὶ τοῦ πάθους διαλέγεται, δεικνὺς ὅτι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τοῦτο γίνεται, καὶ οὐκ ἄκων
PG 59:326ἐπὶ τοῦτο ἔρχεται. Εἶτα λέγει τὸ δεῖγμα τοῦ ποιμένος πάλιν καὶ τοῦ μισθωτοῦ. Ὁ μὲν γὰρ ποιμὴν τὴν ψυχὴν ἑαυτοῦ τίθησιν· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει, καὶ ἔρχεται ὁ λύκος, καὶ ἁρπάζει αὐτά. Ἐνταῦθα δείκνυσιν ἑαυτὸν οὕτω κρατοῦντα ὡς τὸν Πατέρα, εἴ γε ποιμὴν αὐτός ἐστι, καὶ ἴδια αὐτοῦ ἐστι τὰ πρόβατα. Ὁρᾷς πῶς ἐν ταῖς παραβολαῖς ὑψηλότερον φθέγγεται, ἔνθα συνεσκίασται ὁ λόγος, καὶ οὐ δίδωσι λαβὴν φανερὰν τοῖς ἀκροωμένοις; Τί οὖν ὁ μισθωτὸς οὗτος ποιεῖ; Θεωρεῖ τὸν λύκον ἐρχό-μενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ ἔρχεται ὁ λύ-κος, καὶ ἁρπάζει αὐτά. Τοῦτο ἐκεῖνοι πεποιήκασιν· αὐτὸς δὲ τοὐναντίον. Καὶ γὰρ, ἡνίκα συνελήφθη, φη-σίν· Ἄφετε τούτους ὑπάγειν, ἵνα πληρωθῇ ὁ λόγος, ὅτι οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο. Ἔστι δὲ ἐνταῦθα καὶ νοητὸν ὑποπτεῦσαι λύκον. Καὶ γὰρ οὐδὲ ἐκεῖνον εἴασεν ἀπελθόντα ἁρπάσαι τὰ πρόβατα. Οὐ λύκος δέ ἐστιν οὗτος μόνον, ἀλλὰ καὶ λέων. Ὁ γὰρ ἐχθρὸς ἡμῶν διάβολος, φησὶν, ὡς λέων περιέρχεται ὠρυόμενος. Οὗτος καὶ ὄφις καὶ δράκων ἐστί· Πατεῖτε γὰρ ἐπάνω ὄφεων καὶ σκορπίων. δ. Διὸ, παρακαλῶ, μένωμεν ὑπὸ τῷ ποιμένι νεμόμε-νοι· μενοῦμεν δὲ, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούωμεν, ἐὰν αὐτῷ πειθώμεθα, ἐὰν μὴ ἀλλοτρίῳ ἑπώμεθα. Καὶ ποία αὐτοῦ ἐστιν ἡ φωνή; Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· μακά-ριοι οἱ ἐλεήμονες. Ἂν ταῦτα πράττωμεν, ὑπὸ τῷ ποιμένι μενοῦμεν, καὶ ὁ λύκος ἔνδον γενέσθαι οὐ δυ-νήσεται· ἀλλὰ κἂν ἐπέλθῃ, ἐπὶ κακῷ τῷ ἑαυτοῦ τοῦτο ἐργάσεται. Ποιμένα γὰρ ἔχομεν οὕτω φιλοῦντα ἡμᾶς, ὡς καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν ἐπιδοῦναι. Ὅταν οὖν καὶ δυνατὸς ᾖ καὶ φιλῇ, τί τὸ κωλύον ἡμᾶς σω-θῆναι; Οὐδὲν, εἰ μὴ ἡμεῖς αὐτοὶ ἀποσταίημεν. Πῶς δὲ ἀποστησόμεθα; Ἄκουσον αὐτοῦ λέγοντος· Οὐ δύ-νασθε δυσὶ κυρίοις δουλεύειν, Θεῷ καὶ μαμωνᾷ. Ἂν τοίνυν τούτῳ δουλεύωμεν, οὐχ ὑποστησόμεθα τὴν ἐκείνου τυραννίδα. Καὶ γὰρ τυραννίδος ἁπάσης πικρό-τερον ἡ τῶν χρημάτων ἐπιθυμία. Ἡδονὴν μὲν γὰρ οὐδεμίαν ἔχει· φροντίδας δὲ καὶ φθόνους, καὶ ἐπιβου-λὰς, καὶ μῖσος, καὶ συκοφαντίας, καὶ ἀρετῆς μυρία κωλύματα, ῥᾳθυμίαν, ἀσέλγειαν, πλεονεξίαν, μέθην· ἃ καὶ τοὺς ἐλευθέρους δούλους ποιεῖ καὶ ἀργυρωνή-των χείρους, καὶ δούλους, οὐκ ἀνθρώπων, ἀλλὰ καὶ τοῦ χαλεπωτέρου τῶν παθῶν καὶ τῶν νοσημάτων τῆς ψυχῆς. Ὁ τοιοῦτος πολλὰ τῶν καὶ Θεῷ καὶ ἀνθρώποις μὴ ἀρεσκόντων τολμᾷ, δεδοικὼς μή τις αὐτοῦ τὴν δε-σποτείαν ἀφέληται ταύτην. Ὢ πικρᾶς δουλείας καὶ διαβολικῆς δυναστείας τοῦτο γὰρ μάλιστα πάντων ἐστὶ τὸ χαλεπώτατον, ὅτι ἐν τοσούτοις κατεχόμενοι κακοῖς ἡδόμεθα, καὶ τὴν ἅλυσιν ἀσπαζόμεθα, καὶ δεσμωτήριον οἰκοῦντες σκότους πεπληρωμένον εἰς φῶς ἐξελθεῖν οὐ βουλόμεθα, ἀλλ’ ἐπισφίγγομεν ἑαυ-τοῖς τὰ κακὰ, καὶ ἐνηδόμεθα τῷ νοσήματι. Ὅθεν οὐδὲ ἀπαλλαγῆναι δυνάμεθα, ἀλλὰ τῶν τὰ μέ-ταλλα ἐργαζομένων χαλεπώτερον διακείμεθα, τοὺς μὲν πόνους καὶ τὴν ταλαιπωρίαν ὑπομένοντες, τῶν δὲ καρπῶν οὐκ ἀπολαύοντες. Καὶ τὸ δὴ χεῖρον πάν-των, ὅτι κἂν ἀπαλλάξαι βουληθῇ τις τῆς πικρᾶς ταύτης αἰχμαλωσίας ἡμᾶς, οὐκ ἀνεχόμεθα, ἀλλὰ καὶ δυσχεραί-νομεν καὶ ἀγανακτοῦμεν, οὐδὲν ἄμεινον τῶν μαινομέ-νων διακείμενοι ταύτῃ, ἀλλὰ καὶ πολλῷ πάντων ἐκεί-νων ἀθλιώτερον, καὶ τοσοῦτον, ὅσον οὐδὲ ἀπαλλαγῆναι τῆς μανίας ἐθέλομεν. Μὴ γὰρ διὰ τοῦτο παρήχθης εἰς τὸν κόσμον, ὦ ἄνθρωπε, τοῦτον; μὴ γὰρ διὰ τοῦτο γέγονας ἄνθρωπος, ἵνα τὰ μέταλλα ταῦτα ἐρ-γάζῃ, καὶ συλλέγῃς χρυσίον; Οὐ διὰ ταῦτα ἔπλασέ

Homily LXHomilia LX

Clean text (TLG). Diplomatic Greek text; the machine OCR of the Migne page is kept in the OCR and Page views.
PG 59:327σε κατ’ εἰκόνα· ἀλλ’ ἵνα αὐτῷ ἀρέσῃς, ἵνα τῶν μελ-λόντων ἐπιτύχῃς, ἵνα μετ’ ἀγγέλων χορεύσῃς. Τί τοίνυν ἐκβάλλεις σεαυτὸν τῆς τοιαύτης συγγενείας, καὶ πρὸς τὴν ἐσχάτην ἀτιμίαν καὶ δυσγένειαν ἐξω-θεῖς; Ὁ τὰς αὐτὰς σοὶ λύσας ὠδῖνας, ὠδῖνας δὲ λέγ-ω τὰς πνευματικὰς, λιμῷ διαφθείρεται· σὺ δὲ ὑπὸ πλησμονῆς διαῤῥήγνυσαι. Ὁ ἀδελφὸς γυμνὸς τὸ σῶμα περιάγει, σὺ δὲ καὶ τοῖς ἱματίοις ἱμάτια κατα-σκευάζεις, ἐπιτειχίζων τοῖς σκώληξι τὴν τοιαύτην περιβολήν. Καὶ πόσῳ βέλτιον ἦν τὰ σώματα περιβάλ-λειν τὰ τῶν πενήτων Οὕτω γὰρ καὶ ἀνάλωτα ἔμε-νε, καὶ φροντίδος ἁπάσης ἀπήλλαττε, καὶ τὴν μέλ-λουσάν σοι ζωὴν ἐκόμιζεν. Εἰ γὰρ μὴ βούλει ταῦτα γενέσθαι σητόβρωτα, δὸς τοῖς πτωχοῖς· ἐκεῖνοι γάρ εἰσιν οἱ τὰ ἱμάτια ταῦτα εἰδότες τινάσσειν καλῶς. Καὶ γὰρ τοῦ κιβωτίου τὸ σῶμα τοῦ Χριστοῦ τιμιώτε-ρόν τε καὶ ἀσφαλέστερον. Οὐδὲ γὰρ μόνον φυλάσσει τὰ ἱμάτια, οὐδὲ ἀνάλωτα διατηρεῖ μόνον, ἀλλὰ καὶ λαμπρότερα ἐργάζεται. Τὸ κιβώτιον πολλάκις μετὰ τῶν ἱματίων ληφθὲν ἐσχάτῃ σε περιέβαλε ζημίᾳ· ταύτην δὲ οὐδὲ θάνατος λυμήνασθαι δύναται τὴν φυ-λακήν. Οὐδὲ γὰρ θυρῶν ἐνταῦθα ἡμῖν δεῖ καὶ μο-χλῶν· οὐκ οἰκετῶν ἀγρυπνούντων, οὐκ ἄλλης τινὸς τοιαύτης ἀσφαλείας. Καὶ γὰρ πάσης ἐπιβουλῆς ἀπήλ-λακται, καὶ ἀπόκειται φυλαττόμενα· ὥσπερ εἰκὸς, τὰ ἐν τοῖς οὐρανοῖς κείμενα. Πάσῃ γὰρ κακίᾳ ἐκεῖνος ὁ τόπος ἄβατος. Ταῦτα οὔτε ἡμεῖς ἀεὶ λέγοντες διαλιμ-πάνομεν, οὔτε ὑμεῖς ἀκούοντες πείθεσθε. Τὸ δὲ αἴτιον, ψυχῆς ἐσμεν εὐτελοῦς, καὶ πρὸς τὴν γῆν κεχηνυίας, καὶ χαμαὶ συρομένης. Μᾶλλον δὲ μὴ γένοιτο πάντων ὑμῶν καταγνῶναι κακίαν, ὡς πάντας ἀνίατα νοσεῖν. Εἰ γὰρ καὶ οἱ τῷ πλούτῳ μεθύοντες, ἐμφράττουσι τὴν ἀκοὴν πρὸς τὰ λεγόμενα, ἀλλ’ οἱ πενίᾳ συζῶν-τες δυνήσονται διαβλέψαι πρὸς τὰ λεγόμενα. Καὶ τί ταῦτα πρὸς τοὺς πένητας, φησίν; οὐ γὰρ χρυσὸς αὐτοῖς ἐστιν, οὐδὲ ἱμάτια τοσαῦτα, φησίν. Ἀλλὰ ἄρ-
PG 59:328τος ἐστὶν αὐτοῖς καὶ ὕδωρ ψυχρόν· ἀλλ’ ὀβολοὶ δύο, καὶ πόδες, ὥστε ἐπισκέψασθαι τοὺς ἀῤῥωστοῦντας· ἀλλὰ γλῶσσα καὶ λόγος, ὥστε παρακαλέσαι τὸν βε-
βλημένον· ἀλλ’ οἰκία καὶ στέγη, ὥστε ὁμοδίαιτον ποιῆσαι τὸν ξένον. Οὐ γὰρ δὴ τάλαντα χρυσοῦ τόσα καὶ τόσα ἀπαιτοῦμεν παρὰ τῶν πενήτων· ἀλλὰ ταῦτα μὲν παρὰ τῶν πλουτούντων. Εἰ δέ τις πένης εἴη, καὶ ἐπὶ τὰς τῶν ἄλλων ἔρχεται θύρας, οὐδὲ ὀβολὸν λα-βεῖν ὁ Δεσπότης ἡμῶν ἐπαισχύνεται· ἀλλὰ καὶ μεί-ζονα ἐρεῖ τῶν πολλὰ βεβληκότων εἰληφέναι παρ’ αὐτοῦ. Πόσοι τῶν νῦν ἑστηκότων ηὔξαντο κατ’ ἐκεῖνον γενέσθαι τὸν καιρὸν, καθ’ ὃν μετὰ σαρκὸς ὁ Χριστὸς περιεπόλει τὴν γῆν, ὥστε καὶ ὁμοδίαιτοι αὐτῷ γενέσθαι, καὶ σύσσιτοι; Ἰδοὺ νῦν ἔξεστι τοῦτο γενέσθαι, καὶ καλεῖν αὐτὸν μᾶλλον ἐπὶ ἄριστον καὶ ἑστιαθῆναι μετ’ αὐτοῦ, καὶ ἐπὶ μείζονι κέρδει. Τῶν μὲν γὰρ τότε αὐτῷ συνεστιαθέντων πολλοὶ καὶ ἀπ-ώλοντο, οἷος καὶ ὁ Ἰούδας ἦν, καὶ ἕτεροι δὲ τοιοῦτοι· τῶν δὲ καλούντων αὐτὸν ἕκαστος νῦν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ μεταδιδόντων αὐτῷ τραπέζης καὶ στέγης, εὐλογίας ἀπολαύσεται μεγάλης. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο-μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώ-κατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Ἵν’ οὖν τούτων ἀκούσωμεν τῶν ῥημάτων, ἐνδύσωμεν τὸν γυμνὸν, συναγάγωμεν τὸν ξένον, θρέ-ψωμεν τὸν πεινῶντα, ποτίσωμεν τὸν διψῶντα, ἐπι-σκεψώμεθα τὸν ἀῤῥωστοῦντα, ἴδωμεν τὸν ἐν φυλακῇ, ἵνα παῤῥησίας ἀπολαύσωμεν, καὶ ἁμαρτημάτων συγχώρησιν λάβωμεν, καὶ τῶν ἀγαθῶν μετάσχωμεν ἐκείνων, τῶν καὶ λόγον ὑπερβαινόντων καὶ νοῦν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν-θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
PG 59:327ΟΜΙΛΙΑ Ξ. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. α. Μέγα, ἀγαπητοὶ, μέγα Ἐκκλησίας προστασία, καὶ πολλῆς δεόμενον φιλοσοφίας, καὶ ἀνδρείας τοσαύ-της, ὅσης ὁ Χριστὸς εἶπεν, ὥστε τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων θεῖναι, ὥστε μηδέποτε ἐγκαταλιπεῖν αὐτὰ ἔρημα καὶ γυμνὰ, ὥστε πρὸς τὸν λύκον ἵστα-σθαι γενναίως. Τούτῳ γὰρ ὁ ποιμὴν τοῦ μισθωτοῦ διέστηκεν. Ὁ μὲν γὰρ τὴν ἰδίαν σωτηρίαν πανταχοῦ σκοπεῖ, τῶν προβάτων ἀμελῶν· οὗτος δὲ πανταχοῦ τὴν τῶν προβάτων ἐπιζητεῖ, τὴν ἑαυτοῦ παρατρέ-χων. Εἰπὼν τοίνυν τοῦ ποιμένος τὰ δείγματα, δύο τίθησι τοὺς λυμεῶνας· ἕνα τὸν κλέπτην τὸν θύοντα καὶ ἁρπάζοντα· ἕτερον δὲ τὸν τούτων μὲν οὐδὲν ποιοῦντα, γινομένων δὲ τούτων οὐκ ἐπιστρεφόμενον, οὐδὲ κωλύοντα· δι’ ἐκείνων μὲν τοὺς περὶ Θευδᾶν αἰ-νιττόμενος, διὰ τούτων δὲ τοὺς Ἰουδαίων διδασκά-λους ἐκπομπεύων, οὐ κηδομένους οὐδὲ φροντίζοντας τῶν ἐμπεπιστευμένων αὐτοῖς προβάτων. Ὅπερ οὖν καὶ ὁ Ἰεζεκιὴλ ἄνωθεν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· Ὢ οἱ ποιμένες Ἰσραήλ· μὴ βόσκουσιν ἑαυτοὺσ
PG 59:328οἱ ποιμένες; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποι-μένες; Ἀλλ’ ἐκεῖνοι τοὐναντίον ἐποίουν, ὅπερ μέ-γιστόν ἐστιν εἶδος κακίας, καὶ τῶν ἄλλων αἴτιον πάντων. Διὰ τοῦτο γάρ φησιν· οὔτε τὸ πεπλανημέ-νον ἐπέστρεφον, οὐδὲ τὸ ἀπολωλὸς ἐζήτουν, οὐδὲ τὸ συντετριμμένον ἐδέσμουν, οὐδὲ τὸ ἀῤῥωστοῦν ἐθερά-πευον, ἐπειδὴ ἑαυτοὺς, καὶ οὐ τὰ πρόβατα, ἔβοσκον. Ὅπερ καὶ ὁ Παῦλος ἑτέρῳ ῥήματι πάλιν ἐδήλου λέ-γων· Οἱ γὰρ πάντες τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ· καὶ πάλιν, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Ἀλλ’ ἀμφοτέρων ἑαυτὸν διίστησιν ὁ Χριστός· ἐκείνων μὲν τῶν ἐπὶ λύμῃ παραγενομένων, τῷ εἰπεῖν, Διὰ τοῦτο ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι· τούτων δὲ τῶν περιορώντων ὑπὸ τῶν λύκων ἁρπα-ζόμενα τὰ πρόβατα, τῷ μὴ καταλιπεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ αὐτῶν, ὥστε μὴ τὰ πρό-βατα ἀποθανεῖν. Ἐπειδὴ γὰρ αὐτὸν ἐβουλεύοντο ἀνελεῖν, οὔτε τῆς διδασκαλίας μετέθετο, οὔτε τοὺς πιστεύοντας προὔδωκεν, ἀλλ’ ἔστη, καὶ εἵλετο ἀποθα-νεῖν. Διὰ τοῦτο ἄνω καὶ κάτω ἔλεγεν· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Εἶτα ἐπειδὴ ἀμάρτυρα ἐδόκει τὰ λεγόμενα εἶναι (τὸ μὲν γὰρ, Τὴν ψυχήν μου τί-θημι, οὐ μετὰ πολὺ τὴν ἀπόδειξιν ἔλαβε· τὸ δὲ, Ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, μετὰ τὴν ἐντεῦ-θεν ἔμελλεν ἀποδημίαν συμβήσεσθαι, κατὰ τὸν αἰῶνα τὸν μέλλοντα), τί ποιεῖ; Θάτερον ἀπὸ θατέρου.
PG 59:329πιστοῦται, ἀπὸ τοῦ δοῦναι τὴν ψυχὴν, ὅτι καὶ τὴν ζωὴν δίδωσιν. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Εἰ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανά-του τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέν-τες σωθησόμεθα. Καὶ πάλιν ἀλλαχοῦ· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάν-των παρέδωκεν αὐτὸν, πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐγ-καλοῦσιν αὐτῷ νῦν, ἃ καὶ πρότερον, λέγοντες· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής; Ὅτι πολλάκις ἐπεστόμισεν αὐτοὺς, καὶ πλείων ἡ παῤῥησία πρὸς αὐτοὺς ἀπὸ τῶν σημείων ἐγένετο. Εἶτα, ἐπειδὴ εἶπεν ἀνωτέρω, Καὶ τὰ πρό-βατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ ἀκολουθεῖ αὐτῷ, ἵνα μή τις εἴπῃ· Τί οὖν πρὸς τοὺς μὴ πιστεύσαντας; ἄκουσον τί ἐπήγαγε· Καὶ γινώ-σκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω· καὶ ὁ Μωϋσῆς, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἐκείνους λέγω, φησὶν, οὓς προέγνων. Εἶτα, ἵνα μὴ τῆς γνώσεως ἴσον τὸ μέτρον νομίσῃς, ἄκουσον πῶς διορθοῦται αὐτὸ τῇ ἐπαγωγῇ· Γινώσκω τὰ ἐμὰ, φησὶ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ἀλλ’ οὐκ ἴση ἡ γνῶσις· ἀλλὰ ποῦ ἴση; Ἐπὶ τοῦ Πατρὸς καὶ ἐμοῦ. Ἐκεῖ γὰρ, Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέ-ρα. Ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο κατασκευάσαι, τίνος ἕνεκεν αὐτὸ ἐπήγαγεν; Ἐπειδὴ γὰρ πολλαχοῦ ἑαυ-τὸν τίθησιν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίνωσκεν, ἐπήγαγε· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Οὕτως ἀκριβῶς αὐτὸν ἐπίσταμαι, ὡς αὐτὸς ἐμέ. Διὰ τοῦτο καὶ ἔλεγεν· Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, κεχωρισμένην τινὰ γνῶσιν λέγων, καὶ τοιαύ-την, οἵαν οὐδεὶς ἕτερος δύναται σχεῖν. Ἐγὼ τί-θημι τὴν ψυχήν μου. Συνεχῶς τοῦτο λέγει, δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Ἐπεὶ καὶ ὁ Ἀπόστολος, ὅτε αὐ-τὸν ἐβούλετο δεῖξαι γνήσιον ὄντα διδάσκαλον, καὶ πρὸς τοὺς ψευδαποστόλους ἀντιπαρεξήγαγε τὸν λόγον, ἀπὸ τῶν κινδύνων καὶ τῶν θανάτων ἑαυτὸν συνίστησι λέ-γων· Ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τὸ μὲν γὰρ λέγειν, ὅτι Φῶς εἰμι, καὶ, Ζωή εἰμι, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τὸ δὲ λέ-γειν, Ἀποθανεῖν βούλομαι, οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον. Διὰ τοῦτο οὐδὲ λέγουσιν αὐτῷ· Σὺ μαρ-τυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Πολλὴν γὰρ ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐκδοῦναι. β. Διὰ τοῦτο καὶ εὐκαίρως τὸν περὶ τῶν ἐθνῶν εἰς-άγει λόγον. Καὶ γὰρ καὶ ἄλλα πρόβατα ἔχω, φησὶν,
ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν. Ἰδοὺ πάλιν τὸ, Δεῖ, ῥῆμα κείμενον, οὐκ ἀνάγκης ἐστὶν, ἀλλὰ τοῦ πάντως ἐσομένου δη-λωτικόν· ὡσανεὶ ἔλεγε· Τί θαυμάζετε, εἰ οὗτοί μοι μέλλουσιν ἕπεσθαι, καὶ τὰ πρόβατα τῆς φωνῆς μου ἀκούειν; Ὅταν γὰρ καὶ ἄλλα ἴδητέ μοι ἀκολουθοῦν-τα, καὶ τῆς φωνῆς μου ἀκούοντα, τότε ἐκπλαγήσεσθε μειζόνως. Εἰ δὲ λέγει, Ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, μὴ θορυβηθῇς. Ἡ γὰρ διαφορὰ περὶ τὸν νόμον μόνον, καθάπερ καὶ ὁ Παῦλός φησιν· Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία. Κἀκεῖνά με δεῖ ἀγαγεῖν. Δείκνυσιν ἀμφοτέρους ἐσκορπισμέ-νους καὶ μεμιγμένους καὶ ποιμένας οὐκ ἔχοντας, κἀκείνους καὶ τούτους, οὔπω τοῦ καλοῦ παραγενο-
PG 59:330μένου ποιμένος. Εἶτα καὶ τὴν μέλλουσαν αὐτῶν προ-αναφωνεῖ συνάφειαν, ὅτι Ἔσονται μία ποίμνη. Ὅπερ καὶ αὐτὸ πάλιν ὁ Παῦλος ἐδήλωσεν εἰπών· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρω-πον. Διὰ τοῦτό με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθημι, ἵνα πάλιν λάβω αὐτήν. Καὶ τί τοῦ ῥήματος τούτου ταπεινότερον γένοιτ’ ἂν, εἴ γε δι’ ἡμᾶς ὁ Δεσπότης ἀγαπᾶσθαι μέλλει ὁ ἡμέτερος, ἐπειδὴ ὑπὲρ ἡμῶν ἀποθνήσκει; Τί οὖν, εἰπέ μοι; τὸν ἔμπροσθεν χρόνον οὐκ ἠγαπᾶτο, ἀλλὰ νῦν τῆς ἀγάπης ἤρξατο ὁ Πατὴρ, καὶ ἡμεῖς γεγόναμεν τῆς ἀγάπης αὐτῷ αἴτιοι; Ὁρᾷς πῶς κέχρηται τῇ συγ-καταβάσει; Τί οὖν ἐνταῦθα κατασκευάσαι βούλεται; Ἐπειδὴ ἀλλότριον αὐτὸν ἔλεγον τοῦ Πατρὸς καὶ πλά-νον, καὶ ἐπὶ λύμῃ ἥκειν αὐτὸν καὶ ἀπωλείᾳ, λέγει· Καὶ εἰ μηδὲν ἄλλο, τοῦτο γοῦν με ἔπειθεν ἀγαπᾷν ὑμᾶς, τὸ οὕτω ὑμᾶς ἀγαπᾶσθαι παρὰ τοῦ Πατρὸς ὡς ἐμέ· καὶ διὰ τοῦτο ἀγαπᾶσθαι παρ’ αὐτοῦ, ἐπειδὴ ὑπὲρ ὑμῶν ἀποθνήσκω. Καὶ μετὰ τούτου δὲ καὶ ἐκεῖνο κατασκευάσαι βούλεται, ὅτι τε οὐκ ἄκων ἐπὶ τὸ πρᾶγμα ἔρχεται (εἰ γὰρ ἄκων, πῶς ἀγάπης ἦν ποιητικὸν τὸ γινόμενον;), καὶ ὅτι καὶ τῷ Πατρὶ μεθ’ ὑπερβολῆς τοῦτο δοκεῖ. Εἰ δὲ ὡς ἄνθρωπος τοῦτο διαλέγεται, μὴ θαυμάσῃς· πολλάκις γὰρ τὴν ὑπὲρ τούτων εἰρήκαμεν αἰτίαν, καὶ πάλιν τὰ αὐτὰ λέγειν περιττὸν καὶ ἐπαχθές. Ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν· καὶ οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ. Ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. Ἐξου-σίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Ἐπειδὴ γὰρ πολλάκις ἐβουλεύοντο αὐ-τὸν ἀνελεῖν, λέγει, ὅτι Μὴ βουλομένου ἐμοῦ, ἀνόνητος ὑμῖν ἐστιν ὁ πόνος· καὶ ἐκ τοῦ προτέρου τὸ δεύτερον κατασκευάζει, ἀπὸ τοῦ θανάτου τὴν ἀνάστασιν. Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν καὶ παράδοξον. Καὶ γὰρ ἀμφό-τερα καινῶς γέγονε, καὶ ὑπὲρ τὴν κοινὴν συνήθειαν. Προσέχωμεν δὲ μετὰ ἀκριβείας τῷ λεγομένῳ· Ἐξουσίαν ἔχω θεῖναι, φησὶ, τὴν ψυχήν μου. Καὶ τίς οὐκ ἔχει ἐξουσίαν θεῖναι τὴν ψυχὴν τὴν ἑαυτοῦ; Ἑκάστῳ γὰρ βουλομένῳ δυνατὸν ἑαυτὸν ἀνελεῖν. Ἀλλ’ οὐχ οὕτω φησίν· ἀλλὰ πῶς; Οὕτως ἐξουσίαν ἔχω θεῖναι, ὡς μηδένα δυνηθῆναι ἄκοντος ἐμοῦ τοῦτο ποιῆσαι· ὅπερ ἐπὶ ἀνθρώπων οὐκ ἔνι. Ἡμεῖς γὰρ οὐκ ἔχομεν ἐξουσίαν ἄλλως θεῖναι, ἀλλ’ ἀναιροῦντες ἑαυτούς. Εἰ δὲ ἐμπίπτοιμεν εἰς ἐπιβουλεύοντάς τινας καὶ κυρίους ἀνελεῖν, οὐκ ἔτι ἔχομεν ἐξουσίαν τοῦ θεῖναι καὶ μὴ, ἀλλὰ καὶ ἀκόντων ἡμῶν ἐκεῖνοι αὐτὴν ἀναιροῦσιν. Ἐπ’ αὐτοῦ δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἑτέρων ἐπιβουλευόντων κύριος ἦν αὐτὸς μὴ θεῖναι αὐτήν. Εἰπὼν οὖν, ὅτι Οὐδεὶς αὐτὴν αἴρει ἀπ’ ἐμοῦ, τότε ἐπήγαγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· τουτέστιν, Ἐγὼ μόνος εἰμὶ κύριος τοῦ θεῖναι αὐτήν· ὅπερ ἐφ’ ὑμῶν οὐκ ἔστι. Καὶ γὰρ καὶ ἄλλοι πολλοὶ κύριοί εἰσι τοῦ λαβεῖν αὐτὴν ἀφ’ ἡμῶν. Ἀλλὰ τοῦτο παρὰ τὴν ἀρχὴν οὐκ εἶπεν· οὐδὲ γὰρ ἔμελλεν ὁ λόγος ἀξιόπιστος εἶναι· ἀλλ’ ὅτε τὴν ἀπὸ τῶν πρα-γμάτων ἔλαβε μαρτυρίαν, καὶ πολλάκις ἐπιβουλεύ-σαντες οὐκ ἴσχυσαν αὐτὸν κατασχεῖν (καὶ γὰρ ἐξῆλ-θεν ἐκ τῶν χειρῶν αὐτῶν μυριάκις)· τότε λοιπόν φησιν, Οὐδεὶς αὐτὴν αἴρει ἀπ’ ἐμοῦ. Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ἕπεται, τὸ ἑκόντα ἐπὶ τοῦτο ἔρχε-σθαι. Τούτου δὲ ὄντος ἀληθοῦς, κἀκεῖνο συνέστηκε, τὸ ἡνίκα ἂν βουληθῇ λαβεῖν αὐτὴν, δυνηθῆναι πάλιν. Εἰ γὰρ τὸ ἀποθανεῖν μεῖζον ἢ κατὰ ἄνθρωπον ἦν, μηδὲ περὶ ἐκείνου λοιπὸν ἀμφίβαλλε. Τὸ γὰρ αὐτὸν μόνον εἶναι κύριον τοῦ τὴν ψυχὴν ἀφεῖναι, δείκνυσι καὶ τοῦ λαβεῖν αὐτὴν κύριον ὄντα ἀπὸ τῆς αὐτῆσ
PG 59:331ἐξουσίας. Ὁρᾷς πῶς ἀπὸ τοῦ προτέρου τὸ δεύτερον κατεσκεύασε, καὶ ἀπὸ τοῦ θανάτου καὶ τὴν ἀνάστα-σιν ἔδειξεν ἀναμφισβήτητον; Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός. Ποίαν δὴ ταύτην; Τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. Ἆρ’ οὖν ἀνέμεινεν ἀκοῦ-σαι πρότερον, καὶ τότε εἵλετο, καὶ ἐδέησεν αὐτὸ μα-θεῖν; Καὶ τίς ἂν τοῦτο νοῦν ἔχων εἴποι; Ἀλλ’ ὥσπερ ἀνωτέρω εἰπὼν, Διὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ, τὴν ἑκούσιον ἐδήλωσεν ὁρμὴν, καὶ τὴν τῆς ἐναντιότη-τος ἀνεῖλεν ὑπόνοιαν· οὕτω καὶ ἐνταῦθα ἐντολὴν εἰ-ληφέναι παρὰ τοῦ Πατρὸς εἰπὼν, οὐδὲν ἄλλο ἐμφαί-νει, ἢ ὅτι Ἐκείνῳ δοκεῖ τοῦτο, ὃ ἐγὼ ποιῶ· ἵν’ ὅταν αὐτὸν ἀνέλωσι, μὴ νομίσωσιν ὡς ἐγκαταλελειμμένον καὶ προδιδόμενον ὑπὸ τοῦ Πατρὸς ἀνῃρηκέναι, μηδὲ ὀνειδίσωσιν ἅπερ ὠνείδισαν· Ἄλλους ἔσωσεν, ἑαυ-τὸν οὐ δύναται σῶσαι· καὶ, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ. γ. Εἶτα ἵνα μὴ ἀκούων, ὅτι Ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρὸς, ἀλλότριον αὐτοῦ τὸ κατόρθωμα εἶναι νομίσῃς, προλαβὼν ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· διὰ τούτων δεικνὺς αὐτοῦ ὄντα τὰ πρόβατα, καὶ ὅτι αὐτοῦ τὸ κατόρθωμα ἦν πᾶν τὸ γεγενημένον, καὶ οὐ δεόμενον αὐτὸν ἐντολῆς. Εἰ γὰρ ἐντολῆς ἐδεῖτο, πῶς ἔλεγεν· Ἀπ’ ἐμαυτοῦ τίθημι; Ὁ γὰρ ἀφ’ ἑαυτοῦ τιθεὶς οὐ δέεται ἐντολῆς. Καὶ τὴν αἰτίαν δὲ τίθησι, δι’ ἣν τοῦτο ποιεῖ. Ποία δὲ αὕτη ἐστί; Τὸ ποιμένα αὐτὸν εἶναι, καὶ καλὸν ποιμένα. Ὁ δὲ καλὸς ποιμὴν οὐ δεῖται ἑτέρου τοῦ πρὸς τοῦτο αὐτὸν διαναστήσοντος. Εἰ δὲ ἐπ’ ἀνθρώπων τοῦτο, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἑαυτὸν ἐκένωσεν. Οὐδὲν οὖν ἄλλο ἡ ἐντολὴ ἐνταῦθα βούλεται κειμένη, ἀλλ’ ἢ τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεῖξαι. Εἰ δὲ οὕτω ταπεινῶς εἴρηται καὶ ἀνθρωπίνως, τῆς τῶν ἀκουόντων ἐστὶν ἀσθενείας ἡ αἰτία. Σχίσμα οὖν ἐγένετο ἐν τοῖς Ἰουδαίοις. Καὶ οἱ μὲν ἔλεγον, ὅτι δαιμόνιον ἔχει καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε; Οἱ δὲ, ὅτι Τὰ ῥήματα ταῦτα οὐκ ἔστι δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι; Ἐπειδὴ γὰρ μείζονα ἢ κατὰ ἄν-θρωπον τὰ λεγόμενα, καὶ οὐ τῆς κοινῆς συνηθείας, δαιμονῶντα αὐτὸν ἔλεγον, τέταρτον ἤδη τούτῳ αὐ-τὸν προσειπόντες (καὶ γὰρ ἔμπροσθεν ἔλεγον· Δαι-μόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι; καὶ πάλιν· Οὐ καλῶς ἐλέγομεν, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις; καὶ ἐνταῦθα· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; )· μᾶλλον δὲ οὐ τέταρ-τον, ἀλλὰ καὶ πολλάκις αὐτὸν ἀκηκοέναι. Τὸ γὰρ λέ-γειν, Οὐ καλῶς ἐλέγομεν ὅτι δαιμόνιον ἔχεις; οὐ τοῦ δεύτερον καὶ τρίτον, ἀλλὰ τοῦ πολλάκις εἰρηκέναι τοῦτο, σημεῖόν ἐστι. Οἱ δὲ ἔλεγον, φησίν· Ταῦτα
τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου. Μὴ δαιμό-νιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι; Ἐπειδὴ γὰρ ἀπὸ ῥημάτων οὐκ ἠδύναντο ἐπιστομίζειν, τὴν ἀπόδειξιν λοιπὸν ἀπὸ τῶν ἔργων ἐποιοῦντο. Μάλιστα μὲν γὰρ οὐδὲ τὰ ῥήματα δαιμονῶντός ἐστιν· εἰ δὲ οὐ πείθεσθε ἀπὸ τῶν ῥημάτων, ἀπὸ τῶν ἔργων δυσωπήθητε. Εἰ δὲ μὴ δαιμονῶντός ἐστι, μείζονα δὲ ἢ κατὰ ἄνθρωπον, εὔδηλον ὅτι θείας τινὸς ταῦτά ἐστι δυνάμεως. Εἶδες συλλογισμόν; Ὅτι γὰρ μεί-ζονα ἢ κατὰ ἄνθρωπον ἦν, δῆλον ἐκ τοῦ λέγειν, ὅτι Δαιμόνιον ἔχει· ὅτι δὲ δαιμόνιον οὐκ εἶχεν, ἐδήλω-σεν ἀφ’ ὧν ἐποίησε. Τί οὖν ὁ Χριστός; Οὐδὲν πρὸσ
PG 59:332ταῦτα ἀποκρίνεται. Πρότερον μὲν γὰρ ἀπεκρίνατο, Ἐγὼ δαιμόνιον οὐκ ἔχω· νυνὶ δὲ οὐ τοῦτο. Ἐπειδὴ γὰρ τὴν διὰ τῶν πραγμάτων παρέσχεν ἀπόδειξιν, ἐσίγα λοιπόν. Οὐδὲ γὰρ ἀποκρίσεως ἦσαν ἄξιοι οἱ δαιμονῶντα αὐτὸν καλοῦντες ὑπὲρ τούτων, ὑπὲρ ὧν θαυμάζειν, καὶ Θεὸν ἡγεῖσθαι αὐτὸν ἐχρῆν. Τί δὲ καὶ ἔδει τῶν παρ’ αὐτοῦ λοιπὸν ἐλέγχων, αὐτῶν κατ’ ἀλλήλων ἱσταμένων καὶ διελεγχόντων ἀλλήλους; Διὰ τοῦτο ἐσίγα καὶ πράως πάντα ἔφερεν. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἡμᾶς παιδεύων ἐπιείκειαν καὶ μακροθυμίαν πᾶσαν. δ. Τοῦτον τοίνυν ζηλώσωμεν. Οὐδὲ γὰρ ἐσίγησε μό-νον, ἀλλὰ καὶ πάλιν ἐπέστη, καὶ ἐρωτηθεὶς ἀποκρίνε-ται, καὶ τὰ τῆς προνοίας αὐτοῦ ἐπιδείκνυται· καὶ δαιμονῶν κληθεὶς καὶ μαινόμενος, παρὰ ἀνθρώπων μυρία εὐηργετημένων, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις, οὐ μόνον οὐκ ἠμύνατο, ἀλλὰ καὶ εὐερ-γετῶν αὐτοὺς οὐ διέλιπε. Καὶ τί λέγω εὐεργετῶν; Ὑπὲρ αὐτῶν καὶ τὴν ψυχὴν αὐτοῦ ἔθηκε, καὶ σταυ-ρούμενος ὑπὲρ αὐτῶν τῷ Πατρὶ διαλέγεται. Ταῦτ’ οὖν καὶ ἡμεῖς μιμησώμεθα. Τοῦτο γάρ ἐστι Χριστοῦ εἶναι μαθητὴν, τὸ πρᾶον εἶναι καὶ ἐπιεικῆ. Πόθεν δὲ γένοιτ’ ἂν ἡμῖν αὕτη ἡ πραότης; Ἂν τὰς ἁμαρτίας ἡμῶν λογιζώμεθα συνεχῶς, ἂν πενθῶμεν, ἂν δακρύω-μεν. Οὐδὲ γὰρ ἀνέχεται ψυχὴ τοσαύτῃ συνοικοῦσα ὀδύνῃ παροξύνεσθαι καὶ ὀργίζεσθαι. Ἔνθα γὰρ ἂν ᾖ πένθος, ὀργὴν εἶναι ἀμήχανον· ἔνθα λύπη, πᾶσα ἐκπο-δὼν ὀργή· ἔνθα συντριβὴ διανοίας, οὐδεὶς παροξυ-σμός. Ὑπὸ γὰρ πένθους μαστιζομένη ἡ διάνοια οὐδὲ σχολὴν ἔχει διεγερθῆναι· ἀλλὰ στενάζει πικρὸν, καὶ κλαύσεται πικρότερον. Καὶ οἶδα μὲν, ὅτι πολλοὶ γε-λῶσι ταῦτα ἀκούοντες· ἀλλ’ ἐγὼ τοὺς γελῶντας θρη-νῶν οὐ παύσομαι. Πένθους γὰρ ὁ παρὼν καιρὸς καὶ θρήνων καὶ ὀδυρμῶν. Πολλὰ γὰρ καὶ ἐν ῥήμασι καὶ ἐν πράγμασιν ἁμαρτάνομεν. Τοὺς δὲ τοιαῦτα πλημμε-λοῦντας γέεννα ἐκδέχεται, καὶ ποταμὸς ζέων τῷ ῥο-θίῳ τοῦ πυρὸς, καὶ βασιλείας ἔκπτωσις, τὸ πάντων χαλεπώτατον. Τούτων οὖν ἠπειλημένων, εἰπέ μοι, γελᾷς σὺ καὶ τρυφᾷς; καὶ τοῦ Δεσπότου σου παροξυ-νομένου καὶ ἀπειλοῦντος, ἕστηκας ἀναπεπτωκώς; καὶ οὐ δέδοικας μὴ τούτῳ σαυτῷ λαμπρὰν ἀνάψῃς τὴν κάμινον; Οὐκ ἀκούεις τί καθ’ ἑκάστην ἡμέραν βοᾷ; Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε· διψῶντα, καὶ οὐκ ἐποτίσατε. Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοι-μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ταῦτα ἀπειλεῖ καθ’ ἑκάστην ἡμέραν. Ἀλλ’ ἔθρε-ψα, φησὶν, αὐτόν. Πότε καὶ πόσας ἡμέρας; δέκα καὶ εἴκοσι; Ἀλλ’ οὐ τοσοῦτον βούλεται χρόνον μόνον, ἀλλ’ ὅσον ἐπὶ τῆς γῆς διατρίβεις. Ἐπεὶ καὶ αἱ παρ-θένοι εἶχον ἔλαιον, ἀλλ’ οὐκ ἀρκοῦν πρὸς σωτηρίαν αὐταῖς. Καὶ γὰρ καὶ αὗται ἀνῆψαν τὰς λαμπάδας, ἀλλ’ ἀπεκλείσθησαν τοῦ νυμφῶνος· καὶ μάλα εἰκό-τως. Ἔφθησαν γὰρ σβεσθεῖσαι πρὸ τῆς τοῦ νυμφίου παρουσίας. Διὰ τοῦτο πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλαίου, καὶ δαψιλοῦς τῆς φιλανθρωπίας. Ἄκουσον γοῦν τί φησιν ὁ προφήτης· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Οὐκοῦν καὶ ἡμᾶς τοὺς πλησίον οὕτως ἐλεεῖν δεῖ, κατὰ τὸ μέγα ἔλεος τὸ παρ’ ἡμῖν. Οἷοι γὰρ ἂν γενώμεθα περὶ τοὺς ὁμοδούλους, τοιούτου τευ-ξόμεθα τοῦ Δεσπότου. Ποῖον δὲ ἔλεος μέγα; Ὅταν μὴ ἐκ τοῦ περισσεύματος δῶμεν, ἀλλ’ ἐκ τοῦ ὑστε-ρήματος. Εἰ δὲ μηδὲ ἐκ τοῦ περισσεύματος, τίς ἡμῖν ἔσται ἐλπίς; πόθεν τῶν κακῶν ἐκείνων ἀπαλ-λαγή; ποῦ δυνησόμεθα φυγεῖν καὶ σωτηρίαν εὑρεῖν; Εἰ γὰρ αἱ παρθένοι μετὰ τοσούτους καὶ τηλικούτους ἱδρῶτας οὐδεμίαν οὐδαμόθεν ἔσχον παραμυθίαν· τίσ
PG 59:333ἡμῶν προστήσεται, ὅταν ἀκούσωμεν ἐκεῖνα τὰ φο-βερὰ ῥήματα αὐτοῦ τοῦ δικάζοντος, λέγοντος καὶ ὀνει-δίζοντος ἡμᾶς, ὅτι Πεινῶντά με οὐκ ἐθρέψατε; Ἐφ’ ὅσον γὰρ οὐκ ἐποιήσατε ἑνὶ, φησὶ, τῶν ἐλαχίστων τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε· οὐ περὶ τῶν μαθη-τῶν λέγων ταῦτα μόνον, οὐδὲ περὶ τῶν ἀνῃρημένων τὸν τῶν μοναχῶν βίον, ἀλλὰ περὶ παντὸς ἀνθρώπου πιστοῦ. Ὁ γὰρ τοιοῦτος, κἂν δοῦλος ᾖ, κἂν τῶν ἐν ἀγορᾷ προσαιτούντων, πιστεύῃ δὲ εἰς τὸν Θεὸν, δί-καιον πάσης αὐτὸν ἀπολαύειν εὐνοίας. Κἂν περιίδω-μεν τὸν τοιοῦτον γυμνὸν ἢ πεινῶντα, ταῦτα ἀκουσό-μεθα τὰ ῥήματα· καὶ μάλα εἰκότως. Τί γὰρ βαρὺ, ἢ τί ἐπαχθὲς ᾔτησε παρ’ ἡμῶν; τί δὲ οὐ τῶν σφόδρα εὐκολωτάτων καὶ ῥᾴστων; Οὐδὲ γὰρ εἶπεν· Ἀσθενῶν ἤμην, καὶ οὐκ ἀνεστήσατέ με· ἀλλ’, Οὐκ ἐπεσκέψασθέ με. Οὐκ εἶπεν· Ἐν φυλακῇ ἤμην, καὶ οὐκ ἐξεβάλετέ με· ἀλλ’, Οὐκ ἤλθετε πρός με. Ὅσῳ τοίνυν κοῦφα τὰ ἐπιτάγματα, τοσούτῳ μεί-ζων ἡ κόλασις τοῖς παρακούουσι. Τί γὰρ κουφότερον, εἰπέ μοι, τοῦ βαδίσαι καὶ εἰς δεσμωτήριον εἰσελθεῖν; τί δὲ ἥδιον; Ὅταν γὰρ ἴδῃς τοὺς μὲν δεδεμένους, τοὺς δὲ αὐχμῶντας, τοὺς δὲ κομῶντας, καὶ ῥάκια πε-ρικειμένους, τοὺς δὲ ὑπὸ λιμοῦ φθειρομένους, καὶ ὡς κύνας τοῖς ποσὶ προστρέχοντας· ἑτέρους τὰς πλευρὰς διωρυγμένους, ἄλλους ἐκ τῆς ἀγορᾶς νῦν ἐπανιόντας δεδεμένους, καὶ μεθ’ ἡμέραν μὲν ἐπαι-τοῦντας, καὶ οὐδὲ τὴν ἀναγκαίαν συλλέγοντας τρο-φὴν, ἐν ἑσπέρᾳ δὲ παρὰ τῶν ἐφεστώτων τὴν πονηρὰν ἐκείνην καὶ ὠμὴν ἀπαιτουμένους λειτουργίαν· κἂν λίθος τις ᾖς, πάντως ἔσῃ φιλανθρωπότερος· κἂν τὸν ὑγρὸν καὶ διαλελυμένον ζῶν βίον, πάντως ἔσῃ φιλο-σοφώτερος, τὰ ἀνθρώπινα πράγματα ἐπὶ ταῖς ἀλλο-τρίαις ἐπισκοπῶν συμφοραῖς. Καὶ γὰρ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἔννοιαν λήψῃ πάντως, καὶ τῶν ποικί-λων κολάσεων. Ταῦτα δὲ στρέφων καὶ λογιζόμενος, καὶ θυμὸν, καὶ ἡδονὴν, καὶ τὸν τῶν βιωτικῶν πραγμάτων ἔρωτα ἐκβαλεῖς πάντως, καὶ παντὸς λιμένος γαληνο-τάτου γαληνοτέραν ἐργάσῃ τὴν ψυχήν· καὶ περὶ τοῦ δικαστηρίου φιλοσοφήσεις ἐκείνου, ἐννοῶν ὅτι εἰ παρὰ ἀνθρώποις τοσαύτη πρόνοια, καὶ τάξις, καὶ φόβος, καὶ ἀπειλαὶ, πολλῷ μᾶλλον παρὰ Θεῷ. Οὐ γὰρ ἔστιν ἐξου-σία, εἰ μὴ παρὰ Θεοῦ. Ὁ τοίνυν τοῖς ἄρχουσι ταῦτα δοὺς διατάσσειν, πολλῷ μᾶλλον αὐτὸς αὐτὰ ἐργάσεται. ε. Καὶ γὰρ εἰ μὴ οὗτος ἦν ὁ φόβος, πάντα ἂν ἀπολώ-λει· ὅπου γε τοσούτων κολάσεων ἐπικειμένων, πολλοὶ οἱ πρὸς τὴν κακίαν αὐτομολοῦντές εἰσι. Ταῦτα [καὶ] φιλοσοφῶν, καὶ πρὸς τὴν ἐλεημοσύνην ἔσῃ προθυμό-τερος, καὶ πολλὴν καρπώσῃ τὴν ἡδονὴν, καὶ πολλῷ μείζονα τῶν ἀπὸ θεάτρου καταβαινόντων. Οἱ μὲν γὰρ ἐκεῖθεν ἀναστάντες, φλέγονται ὑπὸ τῆς ἐπιθυμίας καιόμενοι. Ὅταν γὰρ ἴδωσι τὰς ἀνεπτερωμένας ἐκείνας ἐπὶ τῆς σκηνῆς γυναῖκας, καὶ μυρία λάβωσιν ἐκεῖθεν τραύματα, θαλάσσης κυμαινούσης οὐδὲν ἄμει-νον διακείσονται, τοῦ τύπου τῶν ὄψεων, τῶν σχημά-των, τῶν ῥημάτων, τῆς βαδίσεως, τῶν ἄλλων πάντων πρὸ τῶν ὀφθαλμῶν ἱσταμένων, καὶ τὴν ψυχὴν αὐτοῖς πολιορκούντων. Οἱ δὲ ἐντεῦθεν ἐξελθόντες, οὐδὲν ὑπο-
στήσονται τοιοῦτον, ἀλλὰ πολλὴν καρπώσονται τὴν γαλήνην καὶ τὴν ἀταραξίαν. Ἡ γὰρ κατάνυξις ἡ ἐκ τῆς ὄψεως τῶν δεδεμένων ἐγγενομένη, ἅπαν ἐκεῖνο σβέννυσι τὸ πῦρ. Κἂν ἀπαντήσῃ γυνὴ πορνευομένη καὶ ἀκόλαστος ἐξελθόντι τῶν δεσμωτῶν, οὐδὲν αὐτὸν ἐργάσεται χαλεπόν. Ὡς γὰρ ἄπλαστος λοιπὸν γενόμε-νος, οὕτως οὐχ ἁλώσεται τοῖς δικτύοις τῆς ὄψεως ἐκείνης, ἀντὶ τῆς ὄψεως τῆς ἀκολάστου, τοῦ φόβου τῆς κρίσεως πρὸ ὀφθαλμῶν αὐτῷ τότε κειμένου. Διὰ τοῦτο καὶ ὁ πᾶν εἶδος τρυφῆς ἐπελθὼν ἔλεγεν· Ἀγα-
PG 59:334θὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος. Καὶ ἐνταῦθα μὲν τοσαύτην ἐπι-δείξει τὴν φιλοσοφίαν, ἐκεῖ δὲ ἀκούσῃ τὰ μυρίων μα-καρισμῶν ἄξια ῥήματα. Μὴ τοίνυν ἀμελῶμεν τῆς τοιαύτης πράξεως καὶ πραγματείας. Κἂν γὰρ μὴ δυνηθῶμεν τροφὴν εἰσενεγκεῖν, μηδὲ ἀργύριον βοη-θῆσαι δόντες, ἀλλὰ παρακαλέσαι λόγῳ, καὶ τὴν κει-μένην ἀναστῆσαι ψυχὴν δυνησόμεθα, καὶ ἕτερα ἐπι-κουρῆσαι πολλὰ, καὶ τοῖς ἐμβαλοῦσι διαλεγόμενοι, καὶ τοὺς ἐφεστῶτας ἡμερωτέρους ποιοῦντες, καὶ ἢ μικρὸν ἢ μέγα πάντως ἐργασόμεθα κέρδος. Εἰ δὲ λέ-γεις ὅτι οὐκ εὐδαίμονές εἰσιν ἐκεῖ, οὐδὲ εὔχρηστοι, οὐδὲ ἐπιεικεῖς ἄνδρες, ἀλλ’ ἀνδροφόνοι καὶ τυμβωρύ-χοι, καὶ βαλαντιοτόμοι, καὶ μοιχοὶ, καὶ ἀκόλαστοι, καὶ πολλῶν γέμοντες κακῶν, πάλιν ἀναγκαίαν μοι καὶ ἐντεῦθεν δεικνύεις τῆς ἐκεῖ διατριβῆς τὴν πρόφασιν. Οὐ γὰρ δὴ τοὺς μὲν ἀγαθοὺς ἐλεεῖν, τοὺς δὲ πονηροὺς κολάζειν ἐκελεύσθημεν· ἀλλὰ περὶ πάντας ἐνδείκνυ-σθαι τὴν φιλανθρωπίαν ταύτην. Γίνεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγα-θοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Μὴ τοίνυν κατηγόρει τῶν ἀλλοτρίων πικρῶς, μηδὲ ἔσο σφοδρὸς δικαστὴς, ἀλλ’ ἥμερος καὶ φιλάνθρωπος. Καὶ γὰρ καὶ ἡμεῖς, εἰ καὶ μὴ μοιχοὶ, μηδὲ τυμβωρύχοι, μηδὲ βαλαντιοτόμοι γεγόναμεν, ἀλλ’ ἔχομεν ἕτερα πλημμελήματα μυρίας ἄξια κολάσεως. Καὶ γὰρ καὶ τὸν ἀδελφὸν μωρὸν ἐκαλέσαμεν πολλάκις, ὅπερ τὴν γέενναν ἡμῖν προξενεῖ· καὶ γυναῖκας ἀκολάστοις εἴ-δομεν ὀφθαλμοῖς, ὅπερ μοιχείαν ἀπηρτισμένην συν-ίστησι· καὶ τὸ πάντων χαλεπώτερον, τῶν μυστηρίων οὐ μετέχομεν ἀξίως, ὅπερ ἐνόχους ἡμᾶς ποιεῖ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Μὴ τοίνυν πικροὶ γενώμεθα τῶν ἄλλων ἐξετασταὶ, ἀλλὰ τὰ ἡμῶν αὐτῶν ἐννοῶμεν, καὶ οὕτω παυσόμεθα τῆς ἀπανθρω-πίας ταύτης καὶ τῆς ὠμότητος. Χωρὶς δὲ τούτων κἀ-κεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ ἐπιεικεῖς ἄνδρας πολλοὺς εὑρήσομεν αὐτόθι, καὶ τῆς πόλεως πολλάκις ἀνταξίους πάσης. Ἐπεὶ καὶ τὸ δεσμωτήριον ἐκεῖνο, ἔνθα ὁ Ἰω-σὴφ ἦν, πολλοὺς εἶχε πονηρούς· ἀλλ’ ὅμως πάντων ἐπεμελεῖτο ὁ δίκαιος ἐκεῖνος, καὶ ἦν καὶ αὐτὸς μετὰ τῶν ἄλλων, κρυπτόμενος ὅστις ἦν. Καὶ γὰρ τῆς Αἰγύ-πτου πάσης ἀντάξιος ἦν, καὶ τὸ δεσμωτήριον ὅμως ᾤκει, καὶ οὐδεὶς ᾔδει τῶν ἔνδον ὄντων. Καὶ νῦν τοίνυν πολλοὺς εἶναι εἰκὸς χρηστοὺς καὶ ἐπιεικεῖς, εἰ καὶ μὴ πᾶσιν εἶεν κατάδηλοι· καὶ ἡ περὶ τοὺς τοιού-τους ἐπιμέλεια, τῆς περὶ πάντας σπουδῆς δίδωσί σοι τὴν ἀμοιβήν. Ἂν δὲ καὶ μηδεὶς ᾖ τοιοῦτος, καὶ ἐν-ταῦθα πολλὴ ἡ ἀντίδοσις. Ἐπεὶ καὶ ὁ Δεσπότης ὁ σὸς οὐχὶ δικαίοις διελέγετο μόνον, τοὺς δὲ ἀκαθάρτους ἔφευγεν· ἀλλὰ καὶ τὴν Χαναναίαν μετὰ πολλῆς ἐδέξατο τῆς εὐνοίας, καὶ τὴν Σαμαρεῖτιν τὴν ἐναγῆ καὶ ἀκά-θαρτον, καὶ ἑτέραν δὲ πόρνην πάλιν, ὑπὲρ ἧς καὶ ὠνείδιζον οἱ Ἰουδαῖοι, καὶ ἐδέξατο καὶ ἐθεράπευσε, καὶ τοὺς πόδας βρεχομένους ὑπὸ τῶν δακρύων τῆς ἐναγοῦς ἠνείχετο, παιδεύων ἡμᾶς συγκατιέναι τοῖς ἐν ἁμαρτίαις οὖσι. Τοῦτο γὰρ μάλιστα φιλανθρωπία. Τί φῄς; λῃσταὶ καὶ τυμβωρύχοι τὸ δεσμωτήριον οἰκοῦσι; Τὴν δὲ πόλιν, εἰπέ μοι, δίκαιοι πάντες εἰσὶν οἱ κατ-οικοῦντες; ἀλλ’ οὐχὶ πολλοὶ καὶ τούτων χείρους μετὰ πλείονος λῃστεύοντες ἀναισχυντίας; Οἱ μὲν γὰρ εἰ καὶ μηδὲν ἕτερον, τὴν γοῦν ἐρημίαν καὶ τὸ σκότος προβάλλονται, καὶ τὸ λανθάνοντες ταῦτα ποιεῖν· οἱ δὲ τὸ προσωπεῖον ῥίψαντες, γυμνῇ τῇ κεφαλῇ τὰ κακὰ μετέρχονται, βίαιοι καὶ ἅρπαγες ὄντες καὶ πλεονέκται. Καὶ γὰρ δύσκολον εὑρεῖν ἄνθρωπον ἀδικίας καθαρόν. 2. Εἰ δὲ μὴ χρυσίον ἁρπάζομεν, μηδὲ πλέθρα γῆσ
Page scan enlarged

Notebook

Full View